Part of Effects, Four Epitomes

ΗΦΑΙΣΤΙΩΝΟΣ ΘΗΒΑΙΟΥ ΑΠΟΤΕΛΕΣΜΑΤΑ ΣΥΝΟΠΤΙΚΑ ΠΕΡΙ ΤΩΝ ΕΚΛΕΙΨΕΩΝ ΤΩΝ ΦΩΣΤΗΡΩΝ ΕΚ ΜΟΝΩΝ ΤΩΝ ΖΩΙΔΙΩΝ

Σεληνιακῆς ἐκλείψεως γινομένης ἐν τῷ Κριῷ ἀφορίαν πάντων ἔσεσθαι σημαίνει, ἐν δὲ Ταύρῳ σίτου φθοράν, ἐν δὲ Διδύμοις καὶ Καρκίνῳ σίτου δαψίλειαν καὶ οἴνου, ἐν Λέοντι σίτου πλῆθος κατὰ τὰ πεδία, ἐν δὲ Παρθένῳ προβάτων φθορὰν καὶ δένδρων, ἐν Ζυγῷ σίτου φθορὰν ὑπὸ ἀκρίδος καὶ νόσου, ἐν δὲ Σκορπίῳ λοιμόν, ἐν Τοξότῃ ὕδωρ καὶ χάλαζαν, ἐν Αἰγοκέρωτι σῖτον ἐν τοῖς πεδίοις ἔσεσθαι καὶ ἀνέμους βιαίους, ἐν δὲ Ὑδροχόῳ εὐθηνίαν καὶ σίτου φθορὰν ἐν τοῖς πεδίοις, ἐν Ἰχθύσι πρωΐμους τοὺς σιτικοὺς καρπούς.

Ἡλίου δὲ ἐκλείποντος ἐν Κριῷ σίτου δαψίλειαν καὶ ὑγιεινὸν τὸ ἔτος ἀποδεικνύει, ἐν δὲ Ταύρῳ σίτου φθορὰν ὑπὸ ἀκρίδος, ἐν δὲ τοῖς Διδύμοις λιμὸν ἰσχυρόν, ἐν δὲ Καρκίνῳ ὕδωρ πολὺ καὶ σίτου σπάνιν, ἐν δὲ Λέοντι σίτου σπάνιν, ἐν δὲ Παρθένῳ ἐπὶ τρίμηνον ἀπηλιώτην πνεῦσαι, ἐν Ζυγῷ βροντὰς καὶ λιμόν, ἐν Αἰγοκέρωτι σίτου σπάνιν, ἐν Ὑδροχόῳ σίτου δαψίλειαν, καὶ ἐν τοῖς Ἰχθύσιν ὕδωρ ὀλίγον.

Ὡρίσαντο δὲ οἱ παλαιοὶ μερικῶς ὅτι ἐν μὲν Κριῷ ἐκλείψεως γενομένης ἔσεσθαι ἐν Αἰγύπτῳ καὶ τοῖς κατὰ Συρίαν τόποις μέγιστα κακὰ καὶ τοῖς δυνάσταις τῶν τόπων θανάτους καὶ ἐπιβουλὰς καὶ ἀναιρέσεις καὶ τῶν δοκούντων ἐκπτώσεις καὶ στρατοπέδων συγκρούσεις καὶ ἁρπαγὰς καὶ ἐμπρησμούς, ἐν δὲ τῇ Λιβύῃ ὄχλων ἐπαναστάσεις καὶ τῷ ἡγουμένῳ κίνδυνον καὶ τοῖς κατὰ ἀνατολὰς καὶ ἑσπέραν.

Ἐν δὲ Ταύρῳ εὐφορίαν σίτου ἐν Αἰγύπτῳ καὶ ὄχλων ἀκαταστασίαν τῆς οὖν ἐκλείψεως γενομένης ἀπὸ τετάρτης ὥρας ἕως ἐννάτης, ἐν δὲ Μηδίᾳ καὶ τῇ Ἐλυμαΐδι πολέμους, ἐν δὲ Κύπρῳ ἐρυσίβην, ἐν δὲ τῇ Ἀσίᾳ πανηγύρεις, ἑορτάς, πολυπάθειαν, ἀπὸ ἀνατολῶν δὲ τοῦ Ἡλίου ἢ τῆς Σελήνης τῆς ἐκλείψεως γενομένης φόνους ἐν Συρίᾳ ἔσεσθαι, τὸν δὲ δυνάστην Συρίας καὶ Αἰγύπτου διενεχθέντας πρὸς ἀλλήλους μετʼ ἐνιαυτὸν καὶ ἓξ μῆνας κακῶς ἀπολεῖσθαι καὶ ὑφʼ ἑτέρων διαδεχθῆναι, ἀπὸ δυσμῶν δὲ γενομένης τοῖς πρὸς ἑσπέραν οἰκοῦσιν ἧτταν καὶ ταπείνωσιν ἔσεσθαι.

Κατὰ δὲ τοὺς Διδύμους Ἡλίου ἐκλείποντος ἐν τῇ πρώτῃ τριώρῳ τὸν δυναστεύοντα τῆς Ἀσίας μετʼ ἐνιαυτὸν τελευτήσειν ὡρίσαντο καὶ τοὺς πρωτοστατήσαντας ὑπὸ τῶν ὄχλων κακοποιήσεσθαι, περὶ δὲ τὸ τελευταῖον τρίωρον γενομένης Ἰταλίᾳ καὶ Κιλικίᾳ καὶ Λιβύῃ καὶ τοῖς πρὸς ἑσπέραν κατοικοῦσι φθορὰν καὶ ἀπώλειαν ἔσεσθαι. τῆς δὲ Σελήνης ἐν τῇ πρώτῃ τριώρῳ ἐκλειπούσης τῷ τῆς Ἀσίας βασιλεῖ βλάβην ἰσχυρὰν καὶ τοῖς οἰκοῦσι φθορὰν καὶ ἀπώλειαν ἔσεσθαι καὶ φθορὰν τετραπόδων, μάλιστα προβάτων, ἐν δὲ τῇ δευτέρᾳ τριώρῳ κατασφαγὰς ἐν Λιβύῃ καὶ Συρίᾳ καὶ Βαβυλωνίᾳ σημαίνει, ἐν δὲ τῇ τρίτῃ τριώρῳ μέρη τινὰ Αἰγύπτου καὶ Λιβύης καὶ Κιλικίας καὶ Ῥώμης θλιβήσεσθαι καὶ τοὺς ὑποτεταγμένους ὑπὸ τῶν ὑπερεχόντων μάλιστα βλαβήσεσθαι.

Ἐν δὲ Καρκίνῳ ἐκλείποντος Ἡλίου ἐν οἱᾳδήποτε τριώρῳ πάσῃ γῇ κάκωσιν καὶ ἀκαταστασίαν ἀπὸ ἀνατολῆς ἕως δύσεως τοῖς οἰκοῦσι σημαίνει. τῆς δὲ Σελήνης ὥρᾳ πρώτῃ, δευτέρᾳ καὶ τρίτῃ ἐκλειπούσης τὸν δυναστεύοντα τῆς Συρίας πρὸς ἄλλον δυνάστην συγκρούσειν καί τινα μέγαν ἄνδρα ἀπολέσθαι, ὑπό τε τῶν ὄχλων προδοθήσεσθαι τὸν ἡγούμενον καὶ τόπους ἐπιφανεῖς ἀφανισθήσεσθαι ὑπὸ σεισμῶν τε καὶ ἀστραπῶν καὶ ἀνθρώπους ἐνδόξους ἀναιρεθήσεσθαι, ἐν δὲ τῇ βʹ τριώρῳ ἤτοι δʹ, εʹ, ϛʹ τῆς τε Βαβυλῶνος καὶ Αἰθιοπίας φθορὰν ἔσεσθαι, Ἰνδοῖς δὲ καὶ ἀφανισμὸν τοῖς ζῴοις, ζʹ δὲ καὶ ηʹ καὶ θʹ ἐν Περσίδι φθορὰν σημαίνει, ιʹ καὶ ιαʹ καὶ ιβʹ ὁμοίως ἐν Βαβυλῶνι φθορὰν ἔσεσθαι ἀνθρώπων καὶ προβάτων.

Ἐν δὲ τῷ Λέοντι ἐκλείποντος Ἡλίου κατὰ τὴν πρώτην τρίωρον βαρβάρων στρατιὰν πολεμῆσαι τοῖς Ἕλλησι καὶ ἑλεῖν αὐτοὺς μηνύει, κατὰ δὲ τὸ δεύτερον τρίωρον κατʼ Αἴγυπτον ἄνδρα μέγιστον ἀπολέσθαι καὶ φόνους καὶ διαρπαγὰς καὶ χειροκρατησίας ἔσεσθαι, ἐν δὲ τῇ τρίτῃ τριώρῳ Φρυγίαν καὶ Κιλικίαν πολλὰ ἄτοπα καὶ Θρᾴκην ἐπισχύσειν, ἐν δὲ τῇ τετάρτῃ τριώρῳ βαρβάρων ἐπίθεσιν καὶ πτῶσιν σημαίνει. τῆς δὲ Σελήνης ἐκλειπούσης κατὰ τὴν πρώτην τρίωρον μετʼ ἐνιαυτὸν ἄνδρα δυνάστην μετʼ ὄχλου πολλοῦ Κύπρῳ ἐπιστρατεῦσαι καὶ μὴ καλῶς ἀπαλλάξαι πολλοῦ λαοῦ ἀπὸ τῆς Αἰγύπτου κατʼ αὐτοῦ ἐλθόντος καὶ πολλῶν λαῶν ἀναιρεθέντων, ἐν Βαβυλῶνι ἡγούμενον ἄνδρα ἀποστατῆσαι καὶ Λίβυας τὸν ἑαυτῶν ἡγούμενον ἀνελεῖν καὶ ἀπὸ τῆς τοιαύτης νεωτερίσεως τὴν χώραν διαφθαρῆναι, ἐν δὲ τῇ δευτέρᾳ τριώρῳ μοχθηρὰν τὴν θάλασσαν μηνύει καὶ ὄχλων συστροφάς, ἐν δὲ τῇ τελευταίᾳ τριώρῳ Συρίας καὶ Αἰγύπτου ὄχλων συγκρούσεις καὶ τοῖς ἐν δυσμαῖς οἰκοῦσιν.

Ἐν δὲ Παρθένῳ τῆς Σελήνης ἐκλειπούσης δακτύλους δύο πρὸς νότον ἐν Αἰγύπτῳ μεγίστην πόλιν ἀνάστατον σημαίνει καὶ τοὺς ἐπισήμους ταπεινοὺς καὶ τὰ τέκνα αὐτῶν ἀφαιρεθήσεσθαι καὶ ὠμότητα πολλὴν γενέσθαι ὑπὸ ὀχλοκρατείας καὶ φόνους, καταφεύξεσθαι δὲ πρὸς τὸν τῆς Αἰγύπτου ἡγούμενον βοηθείας χρῄζοντας, ἐν δὲ τῇ δευτέρᾳ τριώρῳ ἐκλειπούσης τὸ ἥμισυ τοῦ κύκλου ἢ τὸ τρίτον τοῖς πρὸς βορρᾶν Αἰγυπτίοις λύπας καὶ στρατιὰν ἐπὶ τὴν Ἀσίαν σημαίνει καὶ ἔξωθεν ἐπιστρατεῦσαι δυνάστην καὶ δόλους καὶ προδοσίας γενέσθαι, ἀποστατῆσαι δὲ πολλοὺς τοῦ πρότερον ἡγεμόνος, ἐὰν δὲ ἐν τῇ τελευταίᾳ τριώρῳ τοῖς πρὸς ἑσπέραν οἰκοῦσι πολλὰ κακὰ ἀπεργάζεται. τὰ δὲ αὐτὰ καὶ ἐπὶ τῶν ἡλιακῶν ἐκλείψεων ἐσημειώσαντο.

Ἐν Ζυγῷ δὲ ἤτοι χηλαῖς τοῦ Σκορπίου Ἡλίου ἐκλείποντος πρώτῃ ἢ δευτέρᾳ τριώρῳ ὕδωρ πολὺ γίνεσθαι ἐν τοῖς θαλασσίοις τόποις πρὸς βορρᾶν ὡς τὸν καρπὸν μὴ δύνασθαι συνελεῖν, τὸ δὲ σύμπτωμα Ἀρκαδίᾳ, Σουσιανῇ, Βακτριανῇ, Αἰθιοπίᾳ ἔσεσθαι καὶ τῇ περὶ τὸν Εὐφράτην χώρᾳ, ἀπὸ δὲ τετάρτης ἕως ἕκτης ἐπὰν ἐκλείπῃ καὶ περιστῇ τοῦ Σκορπίου τὸ στόμα καὶ ἀποκαθαρθῇ ἀπʼ ἄρκτου, τὸν τῆς Ἀσίας βασιλέα μετὰ ἐννέα μῆνας τοὺς προεπιβουλεύσαντας αὐτῷ δολοφονῆσαι δηλοῖ καὶ ἐν Κιλικίᾳ φόνους πολλοὺς καὶ ἐν Μακεδονίᾳ καὶ Λιβύῃ καὶ Ἰταλίᾳ, ἀπὸ δὲ τοῦ τῆς ἐκλείψεως χρόνου μετὰ τρία ἔτη τὸν τῆς Αἰγύπτου βασιλέα πόλεμον ἐξοίσειν πρὸς τὸν τῆς Συρίας καὶ ἡττηθήσεσθαι καὶ ἐν Αἰγύπτῳ στρατόπεδα συναχθήσεσθαι καὶ στάσεως γενομένης τοὺς πρώτους ἀναιρεθήσεσθαι ὑπὸ τῶν ὄχλων, ἐν δὲ τῇ τρίτῃ τριώρῳ ἐκλείποντος Ἡλίου τοῖς ἐν Φοινίκῃ καὶ Καππαδοκίᾳ νόσον ἔσεσθαι, ἐν δὲ Συρίᾳ κυνῶν θάνατον καὶ μετὰ ταῦτα ἀνθρώπων, τῇ δὲ δεκάτῃ ἢ ἑνδεκάτῃ ὥρᾳ τῆς ἐκλείψεως γενομένης θάνατον τοῖς θηρίοις καὶ τοῖς ὑποζυγίοις σημαίνεσθαι. καὶ τὴν Σελήνην δὲ ἐκλείπουσαν περὶ τὰς πρώτας τρεῖς ὥρας πᾶσαν δυσαρεστίαν καὶ ἀηδίαν ἐγγεννᾶν πάσῃ χώρᾳ καὶ βάρη τοῖς ὑποτεταγμένοις ὡς τὰ κοινὰ θλιβῆναι καὶ τοὺς δυνάστας ἀποφυγὴν εὔξασθαι, ἀπὸ δὲ τῆς τρίτης ὥρας ἕως ἑβδόμης ἐκλείπουσαν τῇ Κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ καὶ Λιβύῃ καὶ Αἰγύπτῳ ἄνεσιν ποιῆσαι, δεκάτῃ δὲ ὥρᾳ καὶ ἑνδεκάτῃ ἐκλείπουσαν τοῖς παραθαλασσίοις τόποις θόρυβον καὶ Ἰωνίᾳ πόλεμον καὶ καρπῶν ἀφορίαν σημαίνειν.

Ἐν δὲ τῷ Σκορπίῳ περὶ πρώτην καὶ δευτέραν Ἥλιος ἐκλείψας Γαλάτας πρὸς Ἕλληνας πόλεμον ποιήσειν, ἐν δὲ Λιβύῃ πολλὰ θηρία τὴν γῆν τέξεσθαι, ὥρᾳ δὲ τρίτῃ ἕως πέμπτης ἐκλείψας σημαίνει Ἀρμενίᾳ, Καππαδοκίᾳ, Λυδίᾳ, Φρυγίᾳ, Ἰωνίᾳ, Ἑλλησπόντῳ ἀηδῆ τοῖς τε ἄρχουσιν αὐτῶν, τῇ δὲ τρίτῃ τριώρῳ ἐκλείψας τῇ χώρᾳ τῇ πρὸς ἑσπέραν ἐρήμωσιν δηλοῖ ὡς πόλεις εἰς πόλεις καταφυγεῖν, τῇ δὲ τελευταίᾳ τριώρῳ ἐκλείψας καὶ δὺς πρὸ τοῦ καθαρθῆναι τὴν πρὸς ἑσπέραν χώραν μετʼ ἐνιαυτὸν ἀφανισθήσεσθαι καὶ τὸν δυνάστην αὐτῶν ἀπολέσθαι μηνύει. ἡ δὲ Σελήνη πρώτῃ καὶ δευτέρᾳ ἐκλείψασα Αἰθιοπίᾳ καὶ τοῖς ἐνοικοῦσι σπάνιν γενέσθαι δηλοῖ, τρίτῃ δὲ καὶ τετάρτῃ καὶ πέμπτῃ Συρίᾳ, Κιλικίᾳ καὶ Φοινίκῃ καὶ Αἰγύπτῳ πόλεμον ἔσεσθαι καὶ ἀκρίδα πολλὴν καὶ τὰ θηρία καταδαίσασθαι τοὺς καρποὺς καὶ πολλὰ παράδοξα σημεῖα ἐπιγενήσεσθαι, ἐὰν δὲ ὀγδόῃ ἢ ἐννάτῃ ἢ ἕως δυσμῶν ἐκλείψῃ τῆς μὲν Αἰγύπτου τοὺς ὄχλους ἀπειθῆσαι τῷ ἡγουμένῳ καὶ μεγάλους ἄνδρας ἀναιρεθῆναι, Εὐβοίᾳ δέ, τῇ Περσῶν χώρᾳ συμφορὰν σημαίνει.

Ἐν δὲ Τοξότῃ Ἥλιος ἐκλείψας ἐν τῇ πρώτῃ τριώρῳ Κρήτῃ ἐμφύλιον πόλεμον γενέσθαι, στάσεις δὲ καὶ πόλεμον πανταχῇ, πέμπτῃ δὲ ἢ ἕκτῃ ἢ ἑβδόμῃ ὥρᾳ Ἰβηρίᾳ, Σκυθίᾳ, τοῖς Ἕλλησι πόλεμον, ἐν δὲ Συρίᾳ ἐπίλυσιν βαρβάρων καὶ πόλεμον, Βαβυλῶνος δὲ φθορὰν δηλοῖ, ἀπὸ δὲ ὀγδόης ὥρας ἕως δωδεκάτης πόλεις ἐπιθαλασσίους ἀναστάτους ἔσεσθαι καὶ τὰ κοινὰ αὐτῶν διαφθαρῆναι καὶ τοῖς τῆς Ἀσίας καὶ Αἰγύπτου δυνάσταις ἀντιλογίαν ἔσεσθαι, τήν τε Σουσιανὴν χώραν ὑπὸ τῆς παρακειμένης καταδραμηθῆναι σημαίνει. τῆς δὲ Σελήνης ἐκλειπούσης ἐν ταῖς πρώταις ὥραις κίνησιν στρατοῦ καὶ τοῖς ἔχουσι τὰ κοινὰ ταραχὰς καὶ φόβους ἔσεσθαι καὶ νόσους περὶ τοὺς ὀφθαλμοὺς κατὰ τὸ φθινόπωρον καὶ πολλοῖς τόποις ἔσεσθαι τὰ σημεῖα—Καρίᾳ, Ἰωνίᾳ, Αἰγύπτῳ, Ἀραβίᾳ, Βαβυλωνίᾳ, Μεσοποταμίᾳ καὶ τῇ περὶ τὸν Νεῖλον καὶ Εὐφράτην μέχρι τῆς Ἐρυθρᾶς θαλάσσης καὶ μέχρι Ἐλυμαΐδος—καὶ τὸ ἔτος ἀπατηλὸν καὶ περίψυχρον καὶ λυπηρὸν ὡς καὶ τοῖς ἀνθρώποις ὑποψίας μοχθηρὰς ἐγγενέσθαι καὶ ἄλλον ἄλλῳ δόλους τεκτήνασθαι καὶ τοὺς κακούργους τὰ τῶν πλησίον ἀφελέσθαι καὶ χρημάτων ἐπιγραφὰς γενέσθαι τοῖς πλουσίοις, ἀπὸ δὲ τετάρτης ἕως ἑνδεκάτης βαρβάρων στρατεύματα ἐπὶ τοὺς Ἕλληνας καὶ περὶ Μακεδόνας θόρυβον σημαίνει καὶ τοὺς πρωτεύοντας πεσεῖν, ἐν δὲ ταῖς λοιπαῖς ὥραις τοὺς πρὸς ἑσπέραν οἰκοῦντας ἑαυτοὺς πολιορκῆσαι δηλοῖ ὡς τοὺς νεκροὺς αὐτῶν κατέδεσθαι τὰ θηρία.

Τοῦ Ἡλίου δὲ ἐν Αἰγοκέρωτι περὶ τὴν πρώτην τρίωρον ἐκλείποντος τοῖς πλησίον νότου οἰκοῦσι κακὰ σημαίνει, περὶ δὲ δευτέραν τρίωρον κακὰ Ἐλυμαίᾳ, Περσίδι, Μηδίᾳ, Γερμανίᾳ, Ἰνδίᾳ δηλοῖ καὶ τοῖς πρὸς ἀνατολὰς καὶ ἀπηλιώτην οἰκοῦσιν, ἐν δὲ τῇ τρίτῃ τριώρῳ τοῖς ἐν τῷ Πόντῳ πόλεμον καὶ τοῖς ἐν τῇ Ἀσίᾳ καὶ Κύπρῳ καὶ τοῖς πρὸς νότον οἰκοῦσι σημαίνει; ἔτι δὲ νόσους καὶ φθορὰς καρπῶν καὶ φυτῶν γῆς, ἐν δὲ τῇ τελευταίᾳ τριώρῳ τετραπόδων διαφθορὰν τῶν ἐν τῇ δύσει. Σελήνη δὲ ἐν Αἰγοκέρωτι ἐκλείψασα ἐν τῇ πρώτῃ τριώρῳ ἄνδρα μέγαν ἐπὶ τὴν Αἴγυπτον ἐκ τῆς Ἀσίας στρατεύσασθαι καὶ τὸν ἡγούμενον αἰχμαλωτισθῆναι καὶ τοὺς ὄχλους τοὺς μὲν διαφθαρῆναι, τοὺς δὲ ὑποχειρίους ἔχειν σημαίνει, μετὰ δὲ τὴν τούτων ἀπαλλαγὴν ἔσεσθαι ἐμφύλιον πόλεμον καὶ ὀχλοκρατίαν καὶ τοὺς πρώτους κατακοπῆναι καὶ ἀποστατῆσαι δὲ ἄλλους τοῦ ἡγουμένου καὶ ἄλλον ἄλλου ἀφελέσθαι τὰ κτήματα, τοὺς δὲ δεσπότας αὐτῶν διʼ ἔνδειαν ἐπαιτεῖσθαι τροφήν, ἐν δὲ ταῖς ἑξῆς ἄχρι τῆς ὀγδόης ὥρας ἐκλειπούσης νοσήματα περιοδικὰ ἐπελεύσεται ἀπὸ ἀνατολῆς μέχρι δύσεως, καὶ Φοινίκη ὑπὸ τῶν ἔξω πολιορκηθήσεται, ὁ δὲ πολιορκῶν οὐδὲν ἀνύσει διὰ τὸ ἐπικοινωνεῖν τῷ Αἰγοκέρωτι τὸ τῆς Εἰληθυίας ζῴδιον ἀκέφαλον ὄν, ἐν δὲ ταῖς τελευταίαις ὥραις ἐκλείπουσα ἢ καὶ ἔχουσά τι μέρος τῆς ἐκλείψεως δύνει, σημαίνει στράτευμα ἔξωθεν ἐπὶ τὴν Ἀσίαν ἐλεύσεσθαι καὶ ὁ πρότερον δυναστεύων ἀπὸ τῶν ἰδίων ἐγκαταλειφθεὶς ἁλώσεται, μετὰ χρόνον δέ τινα οἱ προεπιβουλεύσαντες τῷ δυνάστῃ τίσουσι δίκας.

Ἐν δὲ Ὑδροχόῳ Ἥλιος ἐκλείψας τῇ πρώτῃ τριώρῳ τῷ πρὸς εὖρον μέρει σημαίνει — Μεσοποταμίᾳ, Ἀραβίᾳ, Συρίᾳ Κοίλῃ, Αἰγύπτῳ, Αἰθιοπίᾳ, Λιβύῃ — καὶ τοῖς πρὸς ἑσπέραν πᾶσιν ὄχλων ἔσεσθαι συστροφάς, ἐν δὲ τῇ δευτέρᾳ τριώρῳ ἐκλείπων τοὺς καρποὺς βλαστήσαντας ἐπισινεῖς ποιήσει καὶ ἔνυδρα πολλὰ γενόμενα ἀπολεῖται, τῇ δὲ τρίτῃ τριώρῳ ἔριν καὶ στάσιν προμηνύει ἔσεσθαι Ἰταλίᾳ, Κιλικίᾳ, Λιβύῃ, Λακωνικῇ καὶ ταῖς ἐν αὐταῖς πόλεσι πρὸς ἀλλήλας, ἐν δὲ τῇ τελευταίᾳ τριώρῳ ὁμοίως τὰ αὐτὰ σημαίνει. ἡ δὲ Σελήνη ἐκλείπουσα ἐν τῇ πρώτῃ τριώρῳ ὅλη ἢ τὸ δίμοιρον μέρος παρὰ τῶν δυναστῶν τοῖς ἐν Κιλικίᾳ πολλὰ ὀχληρὰ ἐπιταθήσεσθαι, βαρέα σημαίνει, ἐν δὲ τῇ δευτέρᾳ τριώρῳ ὁμοίως, ἐν δὲ τῇ τρίτῃ περὶ Κύπρον ἄτοπόν τι ἔσεσθαι καὶ λυπηρόν, Τυρρηνούς τε καὶ Ἰταλοὺς νόσοις περιπεσεῖσθαι χαλεπαῖς, ἐν δὲ τῇ τελευταίᾳ τριώρῳ τοὺς ἐν τῇ περιχώρῳ Λιβύης τοῖς τὰς πόλεις οἰκοῦσι πολεμήσειν σημαίνει καὶ τοὺς καρποὺς αὐτῶν ὑπʼ ἄλλων τρυγηθῆναι καὶ τὰς ὁδοὺς ἀποκλεισθῆναι.

Ἐν δὲ τοῖς Ἰχθύσιν ὁ Ἥλιος ἐκλείπων ἐν τῇ πρώτῃ τριώρῳ ὅλος ἢ τὸ δίμοιρον μέρος τοῦ κύκλου τὸν τῆς Ἀσίας δυνάστην ὑπὸ βαρβάρων μηνύει ταπεινωθήσεσθαι καὶ πολλὰ ἀποβαλεῖν καὶ μετὰ τριετίαν ἢ μικρῷ πλέον ἄλλον τὴν ἐξουσίαν παραλαβεῖν, δʹ δὲ καὶ εʹ ὥρᾳ ἐκλείπων ἀπὸ πολλῶν τὴν Αἴγυπτον καὶ Συρίαν ὀχληθήσεσθαι, ἑβδόμῃ δὲ καὶ ὀγδόῃ χαλεπὰ πείσεσθαι Ἀρμενίαν, Καππαδοκίαν, Φρυγίαν, Ἰωνίαν, Λυδίαν, Ἑλλήσποντον, ιʹ δὲ καὶ ιαʹ ὥρᾳ ἐκλείψας θάνατον ἀνθρώποις ἔσεσθαι ἀπὸ τῆς βαρβάρων χώρας εἰς Ἕλληνας καὶ τοῖς παραθαλασσίοις τόποις λιμὸν σημαίνει. καὶ ἡ Σελήνη ἐκλείπουσα ἐν τῇ πρώτῃ τριώρῳ Αἰγυπτίοις νόσους, φόνους, πράσεις, ἁλώσεις δηλοῖ, ἐν δὲ τῇ δευτέρᾳ τριώρῳ Αἰγυπτίων ἐπὶ τέκνα δυνάστου πένθος καὶ φθορὰν αὐτῷ τῷ δυνάστῃ καὶ νόσον χαλεπήν, Κύπρον δὲ ἀκρίδα πολλὴν λυμανεῖσθαι προμηνύει, ἐν δὲ τῇ τρίτῃ τριώρῳ λῃστὰς κατὰ θάλασσαν πανταχοῦ γενέσθαι, ἐν δὲ τῇ τελευταίᾳ μερίδι τῶν ὡρῶν ἐκλείπουσα ἰχθύων ἅλωσιν πανταχοῦ σημαίνει, Μήδοις πρὸς ἀλλήλους πόλεμον, Σελήνης δὲ ὁμοχρόου γενομένης τῷ ἀέρι ἤτοι τῆς ἐκλείψεως αὐτῆς θάνατον ἀνθρώπων ἁπανταχοῦ σημαίνει.

Καθολικῶς δὲ ἐσημειώσαντο Αἰγοκέρωτι, Ὑδροχόῳ, Ἰχθύσιν, Κριῷ ἐκλείψεως γενομένης βασιλεῦσι σημαίνειν, Ταύρῳ δὲ καὶ Διδύμοις καὶ Καρκίνῳ καὶ Λέοντι ὄχλων ἀκαταστασίας καὶ ταραχὰς καὶ ἔριδας, Παρθένῳ δὲ καὶ Ζυγῷ καὶ Σκορπίῳ καὶ Τοξότῃ ἱεροῖς τόποις καὶ κοινοῖς καὶ χώραις ἑλώδεσιν. τὰς δὲ ἐν τῷ αὐτῷ μηνὶ τῆς Σελήνης καὶ τοῦ Ἡλίου γενομένας ἐκλείψεις ἐκ διαμέτρου ἀποτελεῖν παρετηρήσαντο ἐκ τῆς συγκράσεως ἑκατέρας ἐκλείψεως τῶν προεκτεθειμένων ἀποτελεσμάτων. ἵνα δὲ μὴ μακρὸν τὸν ὑπομνηματισμὸν ποιήσωμεν ἀφήσθω τοῦτο τοῖς εὐεπιβόλοις ἀφʼ ἑαυτῶν ἐπιγνῶναι.