ΗΦΑΙΣΤΙΩΝΟΣ ΘΗΒΑΙΟΥ ΑΠΟΤΕΛΕΣΜΑΤΙΚΩΝ ΕΠΙΤΟΜΗ ΔΕΥΤΕΡΑ
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ
λδʹ. Περὶ προγνώσεως ἐκ τῶν δωδεκατημορίων τοῦ ὡροσκόπου
Ἐπετήρησαν δὲ ἀκριβῶς εἰς πρόγνωσιν οἱ παλαιοὶ καὶ ἐκ τῆς ποσότητος τῶν μοιρῶν τοῦ ὡροσκόπου οὗ ἔσται αὐτοῦ τὸ δωδεκατημόριον. εἰς ὃ γὰρ ἂν ἐμπέσῃ ζῴδιον ἐν τοῖς ἑξῆς ἀνὰ δύο ἥμισυ μοίρας ἐκβαλλομένη ἡ ποσότης τῶν μοιρῶν τοῦ ὡροσκόπου ὃ ἔσται αὐτὸ τὸ δωδεκατημόριον, κατʼ αὐτό τε περὶ παντὸς πράγματος καὶ περὶ τῆς πεύσεως συνιδεῖν ἔστι τὸ εἶδος. οὐ γὰρ μόνον ὁρᾶν χρὴ αὐτὰ καθʼ αὑτὰ εἰ ἔστι τροπικὰ ἢ στερεὰ ἢ δίσωμα· ἃ μάλιστα ἁρμόζει εἰς τὴν τῶν καταρχῶν λύσιν τὸ συμβαίνειν ἐν στερεῷ τροπικὸν δωδεκατημόριον ἢ δίσωμον κεντροῦσθαι, ἀλλοιοῦσθαί τε τὴν φύσιν τοῦ ζῳδίου τῇ τῆς τοπικῆς δυνάμεως μοιρικῇ διακρίσει. τὴν οὖν ποιότητα τῆς πεύσεως ἤτοι τοῦ πράγματος προειπεῖν δυνησόμεθα ἐὰν ἀκριβῶς λάβωμεν τὴν ὡροσκοποῦσαν μοῖραν καὶ γνῶμεν τὸ δωδεκατημόριον· πρὸς αὐτὸ ἁρμοσόμεθα οὕτως. Ἀπὸ Κριοῦ ἀρχὴ δωδεκατημορίων
Ἐὰν οὖν εὑρεθῇ τὸ πρῶτον δωδεκατημόριον τοῦ Κριοῦ, τουτέστι β 𐅶 μοῖραι, ὡροσκοποῦν ἐπὶ τῆς ὥρας τοὺς προσιόντας περὶ ἐλευθερίας ἢ ἀρχῆς, τὸ δὲ βʹ περὶ βίου ἢ οἴκου ἢ ζῴων ἢ ἀγροῦ ἢ γυναικὸς ἢ ἀστείων προσώπων ἢ ὁμοίων, τὸ δὲ γʹ ἐνέδρας ἢ κλέμματος ἢ δραπέτου, τὸ δὲ δʹ κλοπῆς ἀργυρίου ἢ ἁρπαγῆς, τὸ εʹ περὶ οὐσίας ἢ ἀρχῆς καὶ τῶν ὁμοίων, τὸ ϛʹ περὶ οἰκονομίας καὶ γυναικείου κόσμου, τὸ ζʹ περὶ ἐχθρῶν καὶ μάχης ἢ ἀπαιτήσεως κριτηρίου, τὸ ηʹ περὶ λαθραίου πράγματος καὶ ἀποκρύφου, τὸ ἔννατον περὶ ὁδοιπορίας ἢ μεταβάσεως ἢ πλοῦ, τὸ ιʹ περὶ ἐλπίδων ἢ συζυγίας ἢ ἁρμονίας, τὸ ιαʹ περὶ ἀποβολῆς ἢ κλέμματος ἢ ζημίας τινός, τὸ τελευταῖον, τὸ ιβʹ ὅ ἐστιν Ἰχθύων τυγχάνον, περὶ γυναικῶν ἢ γυναικὶ διαφερόντων πραγμάτων ἢ τεθηλυμένων. Ἀπὸ Ταύρου ἀρχή
Ταύρου δὲ τὸ μὲν πρῶτον δωδεκατημόριον ἀπονεμηθὲν σημαίνει περὶ πραγματείας καὶ ὅσα περὶ ζωὴν καὶ βρῶσιν, τὸ δὲ δεύτερον — τῶν Διδύμων — πράγματα αἰσχρὰ ἢ περὶ ἀφροδισίων ἢ τῶν ὁμοίων σημαίνει, τὸ δὲ γʹ κλοπῆς ἢ ἔργου τινὸς ἢ οἰκονομίας, τὸ δὲ δʹ περὶ ἔχθρας καὶ ἁρπαγῶν, τὸ εʹ συμφωνίας καὶ φιλίας καὶ καλοκαγαθίας, τὸ δὲ ϛʹ ἐν ἀμφιβολίᾳ καὶ δισταγμῷ περιπεπτωκέναι τὸν σκεπτόμενον, τὸ δὲ ζʹ καμάτου καὶ μερίμνης καὶ στρατείας σημαντικόν, τὸ ηʹ περὶ ὁδοιπορίας καὶ πλοῦ καὶ τῶν τοιούτων, τὸ θʹ δὲ περὶ συναλλαγῆς τῆς πρὸς γυναῖκας καί τινα ὅμοια τούτοις, τὸ ιʹ περὶ διαπράσεως καὶ ἀποβολῆς καὶ κόπου, τὸ ιαʹ περὶ ἀφροδισίων, τὸ ιβʹ καὶ τελευταῖον, Κριοῦ τυγχάνον, περὶ ξένων ἢ ξενιτείας ἢ γεωργίας σημαίνει. Ἀπὸ Διδύμων ἀρχή
Τῶν δὲ Διδύμων τὸ αʹ δωδεκατημόριον σημαίνει περὶ κοινωνίας καὶ πολιτικῶν πραγμάτων καὶ ὁμονοίας, τὸ δὲ βʹ ἀποβολῆς χρυσίου καὶ ἀργυρίου ἢ τῶν ὁμοίων κινητῶν, τὸ γʹ περὶ ἀποβολῆς καὶ ἀτυχίας, τὸ δʹ περὶ δανείσματος καὶ ἀποβολῆς καὶ ζημίας, τὸ εʹ περὶ πράγματος καὶ πράξεως, τὸ ϛʹ περὶ κλοπῆς τῶν ἀπὸ πυρὸς γεγονότων, τὸ ζʹ περὶ δραπετῶν διωγμοῦ ἢ ὁδοιπορίας ἢ εἴ τινα τούτοις ὅμοια, τὸ ηʹ περὶ ἐπωφελοῦς τέχνης καὶ ἱλαροῦ τινος πράγματος, τὸ θʹ περὶ λόγων καὶ πραγμάτων, τὸ ιʹ περὶ μάχης καὶ ἔχθρας καὶ τῶν ὁμοίων, τὸ ιαʹ ἀποβολῆς τινος ἢ φόβου ἢ μετανοίας ἢ ἀναλύσεως, τὸ ιβʹ καὶ τελευταῖον, Ταύρου τυγχάνον, περὶ γεωργίας ἢ ξενιτείας καὶ ὅσα τούτοις παραπλήσια δηλοῖ. Ἀπὸ Καρκίνου ἀρχή
Τὸ δὲ τοῦ Καρκίνου πρῶτον δωδεκατημόριον σημαίνει περὶ ἀρχῆς ἢ ἀρχιερωσύνης ἢ ἱερουργίας, τὸ βʹ περὶ μεγάλου πράγματος καὶ ἀξίας καὶ ἱερωσύνης, τὸ γʹ περὶ φόβου διὰ πρᾶγμά τι μετὰ γυναικὸς πραχθέν, τὸ δʹ περὶ πίστεως ἢ ἀποβολῆς ἢ ἀπαιτήσεως, τὸ εʹ περὶ λαθραίας ὑποθέσεως ἢ θησαυροῦ ἢ παρακαταθηκῶν, τὸ ϛʹ περὶ ὁδοιπορίας ἢ πλοῦ ἢ ξένων προσώπων, τὸ ζʹ περὶ μάχης διὰ θηλυκὰ πρόσωπα καὶ ζηλοτυπίας, τὸ ηʹ περὶ ἀποβολῆς ἢ κλεμμάτων ἢ ζημιῶν ἢ ἀρνήσεων, τὸ θʹ περὶ γάμου κοινωνίας καὶ πραγμάτων ἀγαθῶν ἕνεκα, τὸ ιʹ περὶ ἀρχῆς καὶ ἀξίας καὶ ἱερωσύνης καὶ εἴ τινα τούτοις παραπλήσια, τὸ ιαʹ περὶ κλέμματος ἢ ἀποδράντος τινὸς ἢ ἀρνήσεως ἢ παρακαταθηκῶν, τὸ ιβʹ περὶ κοινωνίας καὶ ἐζευγμένων πραγμάτων καὶ συμφώνων. Ἀπὸ Λέοντος ἀρχή
Τὸ δὲ τοῦ Λέοντος πρῶτον δωδεκατημόριον δηλοῖ περὶ ἀξίας καὶ ἐπιθυμίας ἀλλοτρίων ἢ πλεονεξίας, τὸ βʹ περὶ μεγάλων πραγμάτων καὶ ζημίας καὶ ἀδικίας, τὸ γʹ μάχης καὶ πλεονεξίας καὶ ἀμφιβολίας, τὸ δʹ μεγάλου πράγματος τελεσιουργίας, τὸ εʹ περὶ πράγματος οὐ μικροῦ ἀλλὰ βασιλικοῦ ἢ στάσεως, τὸ ϛʹ περὶ κόπου τινὸς ἢ ἐργασιῶν ξένων ἢ προσόδων, τὸ ζʹ περὶ ἐχθρῶν καὶ τῶν ὁμοίων, τὸ ηʹ περὶ ἀλλοτρίου πράγματος ἢ ἀλλοτρίας μερίμνης, τὸ θʹ περὶ φόβου καὶ δισταγμοῦ, τὸ ιʹ περὶ λέσχης ἢ ἀγροικίας ἢ ξενιτείας, τὸ ιαʹ περὶ μάχης καὶ ἀπροσδοκήτων, τὸ δὲ ιβʹ περὶ πραγμάτων ἱερῶν ἢ τοιουτοτρόπων τινῶν. Ἀπὸ Παρθένου ἀρχή
Παρθένου τὸ πρῶτον δωδεκατημόριον σημαίνει περὶ κόσμου γυναικείου καὶ καρπῶν χάριν, τὸ βʹ περὶ προσόδου ἢ κόσμων, τιμῶν ἢ ἐσθῆτος, τὸ γʹ περὶ πράγματος λάθρᾳ βεβουλευμένου, τὸ δʹ περὶ ἀφορμῆς ἀλλαγῆς ἢ κοινοῦ τινος χάριν, τὸ εʹ περὶ γεωργίας ἢ οἰκονομίας ἢ τοιουτοτρόπου τινός, τὸ ϛʹ περὶ προσόδου ἢ ἐλπίδων καὶ πράξεων καὶ κόπων, τὸ ζʹ περὶ ἔχθρας γυναικείας καὶ ἁψιμαχίας φίλων, τὸ ηʹ περὶ τέχνης ἢ ἱερῶν ἐνεργείας ἢ χρηματισμῶν, τὸ θʹ περὶ φόρτου πράσεως ἢ καματηρᾶς ξενιτείας, τὸ ιʹ περὶ ἐπηρείας τινὸς ἢ ξένης ἢ ἀγροικικῆς αἰτίας, τὸ ιαʹ περὶ κλοπῆς ἢ πράγματος λαθραίου ἢ θησαυροῦ, τὸ δωδέκατον καὶ τελευταῖον, Λέοντος, περὶ τραυμάτων ἢ ἀσθενείας ἢ τῶν ὁμοίων. Ἀπὸ Ζυγοῦ ἀρχή
Τὸ δὲ τοῦ Ζυγοῦ δωδεκατημόριον σημαίνει περὶ προσόδου ἢ κριτηρίου ἢ δόσεως ἢ λήψεως, τὸ βʹ περὶ κλέμματος ἢ νοσφισμοῦ, τὸ γʹ περὶ ἐμπορίας ἢ ἔργων τῶν ἐπὶ ξένης, τὸ δʹ περὶ πραγμάτων λαθραίων ἢ σκολιῶν, τὸ εʹ περὶ πραγμάτων ἢ κακοτροπίας ἢ ἐλπίδων προσδοκίας, τὸ ϛʹ περὶ ἀλλοτρίων πραγμάτων ἢ ἐντολῆς γυναικός, τὸ ζʹ περὶ ἀηδίας ἀκαίρου καὶ ὀργῆς καὶ μάχης ἢ ἡσυχίας τινός, τὸ ηʹ περὶ ἀσθενείας ἢ τραυμάτων ἢ μερίμνης βασιλικῆς, τὸ θʹ περὶ κοινωνίας ἢ λόγων ἢ συνθηκῶν, τὸ ιʹ περὶ προσόδου ἢ ἀξίας ἢ τιμῆς καὶ εὐημερίας, τὸ ιαʹ περὶ ἀγνοίας τινὸς ἢ ὕβρεως αἰφνιδίου, τὸ ιβʹ περὶ σωμάτων ἢ φορτίου πολιτικοῦ. Ἀπὸ Σκορπίου ἀρχή
Τὸ δὲ Σκορπίου πρῶτον δωδεκατημόριον σημαίνει περὶ στρατείας ἢ ἐπὶ ξένης πράγματος ἢ μίξεως αἰφνιδίως γεγονυίας, τὸ βʹ περὶ πλοῦ ἢ μεταβάσεως καὶ τῶν ὁμοίων, τὸ γʹ περὶ ὄχλου, μάχης καὶ ἀηδίας ἐπικινδύνου, τὸ δʹ περὶ κακοπραξίας ἀπολύσεως, τὸ εʹ περὶ ὁμονοίας ἢ πλοῦ ἢ κοινῶν πραγμάτων, τὸ ϛʹ περὶ ἐπιταγῆς καὶ κρατήσεως καὶ ἀδοκήτου βίας, τὸ ζʹ περί τινος ἐπὶ ξένης γεγονότος ἢ διὰ ξένα πρόσωπα, τὸ ηʹ περὶ ὁδοιπορίας, τὸ θʹ περὶ κλεμμάτων ἢ ἐξουσίας ἢ τῶν πρὸς ἰσχυρότερα πρόσωπα διαφερόντων, τὸ ιʹ περὶ ξενιτείας ἢ τέχνης τινὸς ἢ ἀξίας, τὸ ιαʹ περὶ κλέμματος ἢ γυναικείου χάριν, τὸ ιβʹ περὶ προσόδων ἢ κινδύνου ἢ κέρδους ἀπλήστου. Ἀπὸ Τοξότου ἀρχή
Τὸ δὲ τοῦ Τοξότου πρῶτον δωδεκατημόριον δηλοῖ περὶ φορτίου ἐπὶ ξένης, τὸ βʹ περὶ στρατείας ἢ ξενιτείας ἢ στρατοπέδου, τὸ γʹ περὶ πραγμάτων ἢ πράξεων καθύγρων, τὸ δʹ περὶ πλοῦ καὶ τῶν ὁμοίων, τὸ εʹ περὶ φόρτου, τὸ ϛʹ περὶ τετραπόδων, τὸ ζʹ περὶ ἀηδίας ἢ δραπέτου, τὸ ηʹ περὶ κλέμματος ἢ ἀποβολῆς, τὸ θʹ περὶ ὁδοῦ ἢ ἐνέδρας, τὸ ιʹ περὶ ἔρωτος ἢ τῶν ὁμοίων, τὸ ιαʹ περὶ προσόδου ἐπὶ ξένης ἢ διὰ ξένους, τὸ ιβʹ περὶ κλέμματος. Ἀπὸ Αἰγοκέρωτος ἀρχή
Τὸ δὲ τοῦ Αἰγοκέρωτος πρῶτον δωδεκατημόριον περὶ πραγμάτων οὐ καθαρῶν ἢ ἐφυβρίστων, τὸ βʹ περὶ δραπέτου ἢ ἀποβολῆς, τὸ γʹ περὶ ἔρωτος ἢ πλοῦ, τὸ δʹ περὶ πραγμάτων ἢ ἱματίων, τὸ εʹ περὶ γεωργίας ἢ οἰκοδομῆς, τὸ ϛʹ περὶ πραγμάτων ἄλλοις διαφερόντων, τὸ ζʹ περὶ κλέμματος ἢ ἀηδίας, τὸ ηʹ περὶ φόνου ἢ στρατείας, τὸ θʹ περὶ τέχνης ἢ κόσμου γυναικείου, τὸ ιʹ περὶ προσόδου ἢ ἀηδίας, τὸ ιαʹ περὶ πραγμάτων λάθρᾳ γεγονότων, τὸ ιβʹ περὶ πραγμάτων γεγονότων ἢ πλοῦ. Ἀπὸ Ὑδροχόου ἀρχή
Τὸ δὲ τοῦ Ὑδροχόου πρῶτον δωδεκατημόριον ἀποδείκνυσι περὶ σωμάτων χάριν, τὸ βʹ καθύγρων πραγμάτων ἕνεκα καὶ φορτίου, τὸ γʹ περὶ λέσχης τινός, τὸ δʹ περὶ κόπων ἰδίων, τὸ εʹ περὶ κοινωνίας ἢ καθύγρων πραγμάτων, τὸ ϛʹ περὶ κλέμματος ἢ ἀηδίας αἰφνιδίου, τὸ ζʹ περὶ τέχνης ἢ κοινωνίας, τὸ ηʹ περὶ ἀγοραίου ἢ παρύγρου τινός, τὸ θʹ περὶ προσόδου ἢ περὶ κόσμου καὶ δικαίου τινὸς πράγματος ἢ ἐπὶ ξένης ὄντος, τὸ ιʹ περὶ κλοπῆς θησαυροῦ, τὸ ιαʹ περὶ πλοῦ ἢ καθύγρων πραγμάτων, τὸ δὲ ιβʹ περὶ ἀλλοτρίων πραγμάτων ἢ πίστεων γυναικείων. Ἀπὸ Ἰχθύων ἀρχή
Τὸ δὲ τῶν Ἰχθύων πρῶτον δωδεκατημόριον σημαίνει περὶ βεβλαμμένων πραγμάτων καὶ παρύγρων, τὸ βʹ περὶ κόσμου ἢ συζεύξεως, τὸ γʹ περὶ τῶν λάθρᾳ τι πράσσειν ἐπιχειρούντων ἢ γυναικείου πράγματος, τὸ δʹ περὶ κόπου ἢ κοινωνίας ἢ ξένου πράγματος, τὸ εʹ περὶ φορτίου ἢ γάμου, τὸ ϛʹ περὶ φορτίου ἀλλοτρίου, τὸ ζʹ περὶ γυναικείας τέχνης ἢ τῶν ὁμοίων τῶν εἰς γυναῖκα ἀναφερόντων, τὸ ηʹ περὶ ἀλλοτρίων πραγμάτων, τὸ θʹ περὶ προσόδου καὶ καλοῦ πράγματος, τὸ ιʹ περὶ πλοῦ ἢ ξενιτείας τινὸς ἀγαθῆς, τὸ ιαʹ περὶ γυναικείου πράγματος ἢ γυναικὶ διαφέροντος, τὸ δὲ ἐπὶ τέλει ιβʹ σημαίνει περὶ ἀποβολῆς ἢ δραπέτου ἢ τῶν ὁμοίων.
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ
κʹ. Περὶ κριτηρίων καὶ ἐγκλήσεων καὶ νίκης καὶ ἥττης
Ἐπισκεπτέον δὲ τὰ περὶ κριτηρίων καὶ τὰς τῶν ἐγκλημάτων ἐπιφορὰς οὕτως, τὸν μὲν ὡροσκόπον τῷ κατηγοροῦντι νέμοντας, τὸ δὲ μεσουράνημα τῷ κριτῇ, τὸ δὲ δῦνον τῷ κατηγορουμένῳ, τὸ δὲ ὑπόγειον τῇ κρίσει καὶ τῇ ἀποβάσει τοῦ πράγματος. καὶ ἐὰν μὲν ὡροσκοπῇ τροπικὸν ζῴδιον τέλους οὐ τεύξεται τὸ πρᾶγμα, ἐὰν δὲ δίσωμον ἐν μετανοίᾳ ἔσται ὁ κατηγορῶν, ἐὰν δὲ στερεὸν ἐπίμονος καὶ ἀπαραίτητος ὁ ἐνάγων. ἐὰν δὲ ὑπὸ Ἄρεος βλάπτηται θρασὺς καὶ ὑβριστὴς καὶ ἀπότομος, ἐὰν δὲ ὑπὸ Κρόνου μαρτυρῆται δηλοῖ δόλιον καὶ πονηρὸν πρεσβύτην, συνόντος δὲ τοῦ Ἑρμοῦ σημαίνει διʼ ἀργυρίου δόσιν τὴν κατηγορίαν ἐνίστασθαι ἢ καὶ πλαστογραφίαν, ὁμοίως δὲ καὶ μετὰ Ἄρεος ὁ τοῦ Ἑρμοῦ. Ζεὺς δὲ ἐνδόξους δηλοῖ καὶ εὐγενεῖς, μετὰ δὲ Ἄρεος τολμηρὸν καὶ εὐγενῆ, Ἑρμῆς δὲ γοργὸν καὶ πολυπράγμονα.
Ταὐτὰ δὲ ὑπονοητέον περὶ τῶν κριτῶν ἀναλόγως τοῖς ἐποῦσιν ἐν τῷ μεσουρανήματι ζῳδίοις τε καὶ ἄστρασιν· ἀγαθοποιῶν μὲν γὰρ ὄντων ἐν τῷ μεσουρανήματι δίκαια ποιήσειν τὸν δικαστήν, κακοποιῶν δὲ ἄδικα. τροπικοῦ δὲ ὄντος τοῦ ζῳδίου αὖθις λεχθήσεσθαι τὴν δίκην ἢ καὶ ἔκκλητον προχωρήσει, Ἡλίου δὲ καὶ Σελήνης μεσουρανούντων πάντα φανερὰ ποιήσειν καὶ ἔνδοξα καὶ εὐγενῆ εἶναι τὸν δικαστήν. ἐν δὲ τῷ δύνοντι τυγχανόντων τῶν ἀγαθοποιῶν νίκην προσαγορευτέον τῷ κατηγορουμένῳ. ὁ δὲ τόπος ὁ ὑπόγειος τὴν ἔκβασιν προμηνύει· τῶν μὲν γὰρ κακοποιῶν ὑπὸ γῆν ὄντων ἀδίκως ὁ κατηγορούμενος κατακριθήσεται, ἀγαθοποιῶν δὲ δικαίως.
Ἔστι δὲ καὶ ἕτερος τρόπος λαμβανόμενος ἐπὶ τοῖς κριτηρίοις χωρὶς τῶν δ κέντρων οὕτως. Σελήνη γὰρ αὐξανομένη λαμβάνεται εἰς τὸν διώκοντα, ὁ δὲ Ἥλιος εἰς τὸν κατηγορούμενον καὶ ὑπόχρεων, μειουμένη δὲ ἔμπαλιν, τουτέστιν αὐτὴ μέν ἐστιν ὑπόχρεως, ὁ δὲ Ἥλιος τὴν τοῦ διώκοντος τάξιν ἀναλαμβάνει. ἐπισκεψάμενοι οὖν τίς μᾶλλον καλῶς κεῖται τόπῳ, ὁρίοις, μαρτυρίαις ἀγαθαῖς καὶ τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ, οὕτω προεροῦμεν ἀπὸ τῆς τῶν πλειόνων ψήφου καὶ ῥοπῆς τὸν νικήσοντα τῆς πανσελήνου λαμβανομένης εἰς μεγάλην στάσιν καὶ ἔριν καὶ ἀπώλειαν.
Τὴν δὲ Σελήνην ἐπιτηρεῖν δεῖ ἐν τῇ κρισίμῳ ἡμέρᾳ, καὶ ἐὰν τύχῃ οὖσα ἐν Ζυγῷ, καὶ μάλιστα δύνουσα, ἀσύμφορος τῷ ἀδίκως δίκην εἰσάγοντι — ἡττηθήσεται γάρ —, ὁ δὲ δικαίως ἐγκαλῶν νικήσει.
Ἐκκείσθω δὲ καὶ τὰ ἐκ τῶν ἐπῶν τοῦ Δωροθέου μεταφρασθέντα οὕτως. ἔστω ὁ κατηγορῶν ὁ ὡροσκόπος, καὶ ἐὰν μὲν ᾖ τὸ τοῦ ὡροσκόπου ζῴδιον στερεὸν ἔσται ὁ κατηγορῶν ἀμετάτρεπτος καὶ ἐπίμονος, ἐὰν δὲ δίσωμον ἐν μετανοίᾳ γενόμενος εἰς ἑτέραν ἔννοιαν ἥξει, ἐὰν δὲ τροπικὸν ἀσυντέλεστος αὐτοῦ γίνεται ἡ ὁρμή. ἐὰν δὲ τὸν ὡροσκόπον ὁ Ἄρης βλάπτῃ καταισχυνθήσεται ὁ ἐνάγων, ἐὰν δὲ Ἑρμῆς μετά τινος ἀγαθοποιοῦ ὡροσκοπῇ χρήματα λαβὼν ὁ ἐνάγων σιγήσεται, ἐὰν δὲ τὸν ὡροσκόπον ὁ Κρόνος βλάπτῃ ζημιωθήσεται ὁ κατήγορος. τὸ δὲ μεσουράνημα ἔστω ὁ κριτής, καὶ ἐὰν τὸ μεσουράνημα βλάπτηται ὑπὸ κακοποιοῦ τότε οἱ κριταὶ μὴ συμφωνήσαντες ἀλλήλοις διαστήσονται — ἔσται γὰρ ἀναβολὴ τῆς δίκης —, εἰ δὲ καὶ συμφωνήσουσιν οἱ κριταὶ ὅμως ἀβέβαιος αὐτῶν ἡ κρίσις καὶ ἡ συμφωνία καὶ ἐκστραφήσεται. ὁ δὲ Κρόνος μεσουρανῶν αἴτιός ἐστιν ἀδικοκρισίας, οἱ δὲ ἀγαθοποιοὶ μεσουρανοῦντες ποιοῦσι δικαιοκρισίαν. τὸ δὲ δῦνον ἔστω ὁ ἐναγόμενος, καὶ ἐκ τῶν εἰρημένων ἐπὶ τοῦ ὡροσκόπου σχηματισμῶν τῶν ἀστέρων σκέπτου ἀναλόγως τὸ αὐτὸ καὶ ἐπὶ τοῦ δύνοντος καὶ κατηγορουμένου. ἐὰν δὲ ὁ Ἑρμῆς μετά τινος τῶν κακοποιῶν βλάψῃ τὸ δῦνον ἔσται ὁ ἐναγόμενος ἐπὶ διαβολῇ ἢ καί τις μάρτυς ἐλθὼν καταμαρτυρήσει αὐτοῦ. τὸ δὲ τέλος τῆς δίκης ἔσται ἐκ τοῦ ὑπογείου.
Σκοπεῖν δὲ δεῖ τοὺς οἰκοδεσπότας τοῦ τε ὡροσκόπου καὶ τοῦ δύνοντος, καὶ ὁποῖος αὐτῶν ὕπαυγος τοῦ ἑτέρου ἀνατολικοῦ ὄντος κακὸν σημαίνει τῷ οἰκείῳ αὐτοῦ προσώπῳ. ἐὰν δὲ ἄμφω ὦσιν ὕπαυγοι ἔσται ἀνακωχὴ τῆς δίκης πρὸς χρόνον καὶ πάλιν ὕστερον δικασθήσεται, ἐὰν δὲ ἄμφω ἀνατολικοὶ ὦσι διαλλαγήσονται οἱ μαχόμενοι. οἱ δὲ ἀγαθοποιοὶ τῶν ἀστέρων οἷστισιν ἂν συνοικειωθῶσι δικαίαν νίκην παρέχουσιν, οἱ δὲ κακοποιοὶ τῶν ἀστέρων κἂν ἔξαυγοι ὦσιν, ἐν ἀλλοτρίοις δὲ καὶ ἀνοικείοις τόποις ὄντες, αἴτιοι γίνονται ἥττης. οἱ δὲ κακοποιοὶ ἰδιοτοποῦντες καὶ ἐπίκεντροι καὶ ἀνατολικοὶ ὄντες ἄδικον νίκην παρέχουσι τῷ οἰκείῳ αὐτῶν προσώπῳ.
Σκοπεῖν δὲ χρὴ τόν τε δεύτερον τόπον καὶ τὸν ὄγδοον καὶ τὰς τῶν ἀστέρων πρὸς αὐτοὺς μαρτυρίας ἵνα γνῶμεν τοὺς βοηθοῦντας ἑκατέρῳ προσώπῳ· ὁ μὲν γὰρ βʹ τοῦ διώκοντος ἐμφαίνει τοὺς συμμάχους, ὁ δὲ ηʹ τοῦ φεύγοντος. οἱ δὲ ἀγαθοποιοὶ οἷς ἂν ἐπαναφέρωνται ἐκεῖνοι κρειττόνως ἀπαλλάξουσιν, οἱ δὲ κακοποιοὶ χειρόνως. σκοπεῖν δὲ χρὴ καὶ τὸν τοῦ μεσουρανήματος δεσπότην· οὗτος γὰρ ᾧτινι συνοικειωθῇ προσώπῳ ἤτοι τῷ διώκοντι ἢ τῷ φεύγοντι ἢ μαρτυρηθῇ ὑπʼ αὐτοῦ ἢ τοὺς τόπους καταλλάξῃ μετʼ αὐτοῦ ἢ ὑπὸ ἑνὸς ἀστέρος οἰκοδεσποτηθῇ ἢ εἰς τοὺς τόπους ᾖ αὐτοῦ τοῦτον μᾶλλον τοῦ ἑτέρου ἐν εὐελπιστίᾳ εἶναι ποιεῖ.
Οὐ χρὴ δὲ ἐκ μόνων τῶν τεσσάρων κέντρων περὶ τῶν τοιούτων καταστοχάζεσθαι, ἀλλὰ δεῖ καὶ τὴν Σελήνην ὁρᾶν πῶς διάκειται καὶ τὰς ἀπορροίας καὶ συναφὰς αὐτῆς. ἐὰν δὲ σινωθείσης τῆς Σελήνης οἱ κακοποιοὶ αὐτὴν ἐφορῶσι κακὸν σημεῖον τῷ διώκοντι· οὐ γὰρ μόνον ἡττηθήσεται, ἀλλὰ καὶ ὑβρισθήσεται καὶ βλαβήσεται. ἡ Σελήνη ὅταν ᾖ συνοδικὴ ὑπὸ τὰς αὐγὰς τοῦ Ἡλίου τότε ὁ ἰσχυρότερος νικήσει τὸν ταπεινότερον.
Ἐὰν δὲ χρηματικὴ ᾖ ἡ δίκη οὕτω δεῖ σκοπεῖν. Σελήνη αὐξιφωτοῦσα ἔστω ὁ δανειστής, ὁ δὲ Ἥλιος ὁ ὀφειλέτης, ἐὰν δὲ ἡ Σελήνη λήγῃ ἀνάπαλιν ὁ μὲν Ἥλιος ἔστω ὁ δανειστής, ἡ δὲ Σελήνη ὁ χρεώστης. ὅστις οὖν ἐκ τῶν δύο κεῖται ἐν κρείττονι τόπῳ καὶ οἰκειοτοπεῖ μᾶλλον τοῦ ἑτέρου καὶ ἀγαθύνεται μᾶλλον ἐκεῖνος τὸ οἰκεῖον πρόσωπον ἀπεργάζεται ἰσχυρότερον τοῦ ἑτέρου.
Δεῖ δὲ καὶ τὸν τῆς τύχης κλῆρον σκοπεῖν καὶ τὸν οἰκοδεσπότην τοῦ κλήρου· εἰ μὲν γὰρ τῷ ὡροσκόπῳ προσνεύσει ὁ διώκων ἰσχυρότερος ἔσται, εἰ δὲ τῇ δύσει ὁ φεύγων. ἐὰν δὲ ὁ κλῆρος τετραγωνίζῃ τόν τε ὡροσκόπον καὶ τὸ δῦνον, εἰ μὲν ὑπὸ γῆν εἴη διαλλαγήσονται αὐτοὶ καθʼ αὑτοὺς οἱ μαχόμενοι, εἰ δὲ μεσουρανεῖ οἱ κριταὶ αὐτοὺς διαλλάξουσιν.
Ἐὰν δὲ οἱ κύριοι τοῦ τε ὡροσκόπου καὶ τοῦ δύνοντος τύχωσιν ὄντες ὁμοῦ ἐν ἑνὶ ζῳδίῳ οἱ δικαζόμενοι οἰκεῖοι ἔσονται ἀφʼ αἵματος ἀλλήλων. καὶ εἰ μὲν εἴη ἑρμαϊκὸν τὸ ζῴδιον ὑποδεξάμενον τοὺς δεσπότας τοῦ τε ὡροσκόπου καὶ τοῦ δύνοντος ἔσται πατὴρ τέκνῳ δικαζόμενος ἢ πάππος ἐγγόνῳ ἢ τοιαῦτα πρόσωπα, εἰ δὲ ἀφροδισιακὸν ἔσται ἡ δίκη ἀνδρὸς πρὸς γαμετὴν ἢ ἀδελφοῦ πρὸς ἀδελφὴν ἢ τοῦ πατρὸς πρὸς θυγατέρα ἢ τοιαῦτα, ἐὰν δὲ Ἄρεος ᾖ τὸ ζῴδιον ἔσται ἡ μάχη ἀδελφῶν πρὸς ἀλλήλους ἢ ἀνεψιῶν ἢ τῶν τοιούτων, ἐὰν δὲ Διὸς ἔσται ὁ δικαζόμενος ἤτοι πρεσβυτέρῳ ἀδελφῷ ἢ θείῳ ἢ τὰ ὅμοια τούτοις, ἐὰν δὲ κρονικὸν ἔσται ἡ δίκη πρὸς πατέρας ἢ πάππους ἢ μοναχοὺς ἢ εὐνούχους ἢ τοιούτους, ἐὰν δὲ ἡλιακὸν πρὸς πατέρας ἢ ἐνδοξοτέρους, ἐὰν δὲ σεληνιακὸν πρὸς μητέρας ἢ θείας ἢ τοιαύτας. ἐὰν δὲ οἱ τῶν κέντρων δεσπόται μὴ ὦσιν ὁμοῦ ἐν ἑνὶ ζῳδίῳ δηλονότι ἀλλότριοι ἔσονται ἀλλήλων οἱ μαχόμενοι.
κγʹ. Περὶ δραπετῶν ἕτερα διάφορα Δωροθέου καὶ ἑτέρων σοφῶν
Φησὶν ὁ Δωρόθεος οὕτως· γνωσόμεθα τὸν μὲν δραπέτην ἐκ τῶν τῇ Σελήνῃ καὶ τῷ ὡροσκόπῳ συμβεβηκότων, τὸν δὲ δεσπότην ἐκ τῶν τῷ Ἡλίῳ καὶ τῷ μεσουρανήματι. ἐὰν οὖν ἡ Σελήνη ἢ ὁ ὡροσκόπος ἐν τροπικοῖς ἢ ἰσημερινοῖς τύχωσι ζῳδίοις ἐμποδισμοὶ συμβήσονται τῷ φυγόντι καὶ οὐ μὴ δυνηθῇ πόρρω που ἀφικέσθαι οὔτε διὰ γῆς οὔτε διὰ θαλάσσης, ἐὰν δὲ ἐν δισώμοις οὐκ ἔφυγε μόνος ἀλλʼ ἔχει στερεότητα καὶ καρτερίαν. ἐὰν δὲ ὡροσκοπῇ ζῴδιον πλάγιον κακὸν τῷ φυγόντι — πλανηθῆναι γὰρ ἔχει κατὰ τὴν ὁδόν —, ἐὰν δὲ ὀρθὸν ἐκεῖ ἀπελεύσεται ὅπου δʼ ἂν βουληθῇ. ἡ Σελήνη ἐν δισώμῳ οὖσα ζῳδίῳ ἕως τῶν ιε μοιρῶν δηλοῖ ὅτι ὁ δραπέτης τότε πρῶτον ἔφυγεν ἀλλὰ καὶ ἐκ δευτέρου πάλιν φεύξεται, ἡνίκα δὲ μετὰ τὰς ιϛ μοίρας ἕως τῆς τριακοστῆς δηλοῖ ὅτι καὶ πρότερον ἀπέδρα καὶ οὐ μόνον τότε.
Ἡ Σελήνη ὡροσκοποῦσα μὲν τὸν δραπέτην ἐπʼ ἀνατολὰς ὁρμῆσαι λέγει, μεσουρανοῦσα δὲ ἐπὶ νότον, δύνουσα δὲ ἐπὶ δυσμάς, ὑπογείῳ δὲ κέντρῳ οὖσα ἐπὶ βορρᾶν. ἐν δὲ τοῖς μεταξὺ διαστήμασιν ἀναλόγως, οἷον ἐν μὲν τῷ ἐννάτῳ ἐπὶ νότον δυτικώτερον, ἐν δὲ τῷ ηʹ πρὸς δυσμὰς νοτιώτερον, καὶ ἐπὶ τῶν ἄλλων τόπων ὁμοίως.
Ἐὰν ὁ Ἄρης στηρίζων εἴτε κατὰ σῶμα εἴτε κατὰ ἀκτῖνα συνάπτῃ τῇ Σελήνῃ ὁ φυγὼν ἢ τεθνήξεται ἢ δεθήσεται κρατηθεὶς ἢ ἐν εἱρκτῇ ἐμπεσεῖται, καὶ μάλιστα ἐὰν ὁ Κρόνος αὐτὴν θεωρήσας βλάψῃ· τότε γὰρ ἢ κρύφα ἢ φανερῶς ἐπιβουλευθεὶς ἀπολεῖται. ἐὰν δὲ Κρόνος στηρίζων τὴν Σελήνην ἴδῃ ἢ συναφὴν αὐτῆς ἐπέχῃ αὐτοχειρίᾳ ὁ φυγὼν ἀπάγξεται ἐὰν μή τις ἀγαθοποιὸς ἰδὼν τὴν Σελήνην λύσῃ τὴν κάκωσιν. ἐὰν δὲ ὁ Κρόνος μὴ στηρίζων δέχηται τὴν Σελήνην ὁ φυγὼν ὅσα μὲν βαστάζει ἀπολέσει, αὐτὸς δὲ κακῶς ἔχων τῷ ἰδίῳ δεσπότῃ ἀχθήσεται ἢ ἐν τοῖς ξένοις δεσμώτης ἔσται.
Ὅταν δὲ ἀγαθοποιοὶ ὁρῶσι τὴν Σελήνην ἢ συνάπτωσιν αὐτῇ ἢ ὡροσκοπῶσι καλόν ἐστι τῷ φυγόντι· ἢ γὰρ ἐπιθαρσύνουσιν αὐτὸν ἢ τελέως ἐλευθεροῦσιν. κρείσσων δέ ἐστιν ἡ Ἀφροδίτη ἐν τοῖς τοιούτοις τῷ φεύγοντι καὶ τῷ κλέπτῃ διότι κἂν ζωγρηθῶσιν οὐδὲν κακὸν πείσονται ὑπὸ τῶν δεσποτῶν ἕνεκα τῆς Ἀφροδίτης ἀλλὰ τιμιώτεροι πάλιν γενήσονται.
Σελήνης αὐξιφωτούσης ὁ φυγὼν δυσκόλως εὑρεθήσεται — οὐδὲ γὰρ φοβούμενος τὸν ἑαυτοῦ δεσπότην κρύπτεται —, Σελήνης ληγούσης ὁ φυγὼν οὔτε μακρὰν δύναται ἀπελθεῖν οὔτε ἐπὶ πολὺν χρόνον λαθεῖν — εἵμαρται γὰρ αὐτὸν ἁλῶναι. Ἡλίου δύνοντος, Κρόνου ἐν τῷ ηʹ ἐπιδύνοντος, ἐάν τινος δοῦλος ἀποδρᾷ πρὶν εὑρήκωσι τὸν δοῦλον ὁ δεσπότης αὐτοῦ τελευτήσει. τῶν κακοποιῶν μεσουρανούντων ἢ μετὰ τοῦ Ἡλίου ὄντων ἐάν τινος δοῦλος φύγῃ συμφέρει τῷ δεσπότῃ μὴ ζητεῖν αὐτόν· οὐχ εὑρήσει γὰρ αὐτόν, ἀλλʼ εἰ καὶ εὑρέθη οὐ τοσοῦτον ὠφεληθήσεται ὅσον βλαβήσεται. Σελήνης δυνούσης, Ἄρεος ἐπιδυομένου, μηδενὸς ἀγαθοποιοῦ μαρτυροῦντος τῇ Σελήνῃ, κάκιστον θάνατον τῷ φυγόντι δηλοῖ. Σελήνης δυνούσης, Ἑρμοῦ ἐπιδυομένου, Ἄρεος δὲ ἐκ τῶν δεξιῶν τὸν Ἑρμῆν τριγωνίζοντος ἀπὸ τοῦ ὑπογείου, χαλεπὸς θάνατος τῷ φυγόντι δηλοῦται. Σελήνης ὑπὸ τὰς αὐγὰς οὔσης τοῦ Ἡλίου καὶ ὑπὸ Ἄρεος ὁρωμένης ὁ φυγὼν ἢ ἀπὸ πυρὸς ἢ ἀπὸ σιδήρου ἀπόλλυται.
Εἰ δὲ θέλεις καὶ τὴν ποιότητα τοῦ ὀλέθρου καὶ ὑπὸ τίνων γίνεται σκέπτου οὕτως· σκόπει γὰρ τὸ ζῴδιον ὅπερ ἐπέχει ἡ Σελήνη καὶ τὸν ὡροσκόπον τῆς καταρχῆς. ἐὰν μὲν οὖν ὦσιν ἀνθρωπόμορφα ὑπὸ λῃστῶν καὶ ἁπλῶς ἀνθρώπων τὰ κακὰ γίνεται, ἐὰν δὲ τετράποδα ὑπὸ θηρίων, εἰ δὲ ἀναμίξ — τουτέστι τὸ μὲν ἀνθρωπόμορφον, τὸ δὲ τετράπουν — ὑπὸ πολεμίων ἱππέων, ἐὰν δὲ γαιώδη ὑπὸ κρημνισμῶν ἢ συμπτωμάτων.
Ἐὰν δὲ τὴν Σελήνην ὡς εἴρηται ὕπαυγον οὖσαν ὁ Κρόνος ἐκ ζῳδίου καθύγρου ἴδῃ Λέοντος ὡροσκοποῦντος βεβαιότερον τὸ κακὸν δηλοῦται· οὔτε γὰρ ὁ φυγὼν εὑρεθήσεται, ἀλλὰ διαφθαρήσεται, οὔτε τὸ ἀπολωλὸς εἶδος. ἐὰν δὲ τῇ τοιαύτῃ τῆς Σελήνης κακώσει καὶ ὁ Ἑρμῆς συμπνεύσῃ οἱ δραπέται αὐτόχειρες ἀποθνῄσκουσιν. τὰς δὲ προειρημένας κακώσεις οἱ ἀγαθοποιοὶ ἀναλύουσιν ἐπιθεωρήσαντες, καὶ μάλιστα ἔξαυγοι ὄντες.
Σελήνης πρὸς Ἄρεα μὴ στηρίζοντα φερομένης ἀλλὰ προσθετικῆς ὁ φυγὼν μαστίγων καὶ βασάνων πεῖραν λήψεται. Ἄρεος δύνοντος, Σελήνης ἐπιδυομένης, τοῦ Διὸς ἐπιθεωροῦντος αὐτήν, ὁ φυγὼν διὰ μὲν τὸν Ἄρεα φόβους καὶ κινδύνους ὑποστήσεται, διὰ δὲ τὸν Δία ῥυσθήσεται ἐκ τῶν κακῶν. κἂν οἱ κακοποιοὶ τὸ ὑπόγειον κέντρον ἢ τὸ μεσουράνημα ἢ τὸ δῦνον περιέχωσιν ὁ φυγὼν δεσμώτης γενόμενος ἐν εἱρκτῇ ἀποθνῄσκει. Σελήνης μεσουρανούσης καὶ ὑπὸ τῶν κακοποιῶν περιεχομένης, τοῦ μὲν Ἄρεος ἐκ τῶν δεξιῶν, τοῦ δὲ Κρόνου ἐκ τῶν εὐωνύμων, ὁ φυγὼν ἀγχόνῃ διαφθαρήσεται, ἐὰν δὲ ὁ μὲν Ἄρης ἐκ τῶν εὐωνύμων, ὁ δὲ Κρόνος ἐκ τῶν δεξιῶν αὐτὴν περιέχωσιν, ὁ φυγὼν ἀνασταυρωθήσεται. Σελήνης μεσουρανούσης ἢ δυνούσης ἢ ἐν τῷ ὑπογείῳ κέντρῳ οὔσης ὑπὸ Ἡλίου καὶ Ἄρεος περιεχομένης ὁπόθεν ἑκάτερος τύχῃ ἢ δεξιὸς ἢ εὐώνυμος ὁ φυγὼν ζῶν πυρὶ παραδοθήσεται. ὁ τῆς Σελήνης οἰκοδεσπότης ὕπαυγος ὢν καὶ μὴ θεωρῶν τὴν Σελήνην τοῦ φυγόντος τὸν δεσπότην δηλοῖ ταχέως ἀποθνῄσκειν. τῆς Σελήνης καὶ τοῦ οἰκοδεσπότου αὐτῆς καὶ τοῦ ὡροσκόπου ἐν τροπικοῖς ζῳδίοις ὄντων ὁ φυγὼν ἐν μετανοίᾳ γενόμενος ἑκουσίως πρὸς τὸν δεσπότην ὑποστρέψει. ἐὰν δὲ ἡ Σελήνη ὁρᾶται ὑπό τε ἀγαθοποιῶν καὶ κακοποιῶν οὐ διαφεύξεται ὁ φυγὼν τὸν δεσπότην, καὶ μάλιστα ὅταν ὁ κακοποιὸς τετράγωνος ἢ διάμετρος ᾖ πρὸς τὴν Σελήνην, καὶ ἐν ἐκείναις σχεδὸν ταῖς ἡμέραις ἐν αἷς ἡ Σελήνη διέρχεται κατὰ περίπατον εἰς τὰς τοῦ κακοποιοῦ μοίρας τῆς ἐποχῆς ἤτοι ἀγρευθήσεται ὁ φυγὼν ἢ κακῷ τινι περιπεσεῖται. τῆς Σελήνης καὶ τοῦ ὡροσκόπου ἀμφοτέρων κεκακωμένων καὶ ὑπὸ μηδενὸς τῶν ἀγαθοποιῶν βοηθουμένων ὁ φυγὼν κινδυνεύσει καὶ βλαβήσεται· τῆς Σελήνης καὶ τοῦ ὡροσκόπου ἀμφοτέρων βοηθουμένων ὑπὸ τῶν ἀγαθοποιῶν καὶ ἀκακώτων ὑπὸ Κρόνου καὶ Ἄρεος ἐὰν ἐν στερεοῖς ζῳδίοις ὦσιν οἱ ἀγαθοποιοὶ ὁ φυγὼν οὐδέποτε εὑρεθήσεται, εἰ δὲ ἐν δισώμοις ἢ τροπικοῖς ἤτοι αὐτὸς ὁ φυγὼν μετανοήσας ὑποστρέψει ἢ εἰ καὶ εὑρέθη οὐδὲν κακὸν πείσεται.
Ὁ Ἥλιος τὴν Σελήνην καὶ τὸν ὡροσκόπον θεωρῶν πάντα φανεροποιεῖ τὰ λαθραῖα. ἐπὶ δὲ τῶν ὑποφαινουσῶν εὕρεσιν καταρχῶν ὁ μὲν Ἄρης ταχέως δηλοῖ τὴν εὕρεσιν, ὁ δὲ Κρόνος βραδέως. Διὸς δύνοντος ὁ φυγὼν ἐὰν καὶ κρατηθῇ οὐδὲν κακὸν πείσεται· ὁ γὰρ δεσπότης πραΰνεται. ἡ Ἀφροδίτη εὕρεσιν ὑποφαίνουσα ἐν τόπῳ ἱερῷ τὸν φυγάδα ποιεῖ.
Ἐάν τις ἀστὴρ ἐν οἴκῳ ἰδίῳ ὢν καὶ βλέπων τὸν ὡροσκόπον καὶ τὴν Σελήνην ᾖ δηλοῖ μὴ γεγονέναι φυγήν, ἀλλʼ εἴ τί που πλησίον πλανᾶται ὃν δοκεῖς πεφευγέναι, μακρὰν δὲ οὐκ ἀπῆλθεν. πᾶς γὰρ ἀστὴρ ἀναποδίζων καὶ τὴν Σελήνην ὁρῶν καὶ τὸν ἴδιον οἶκον οὐ πεφευγέναι λέγει τὸν ζητούμενον ἀλλʼ ἐγγύς που πλανᾶσθαι.
Ἐπεὶ δὲ ἡ ὡροσκόπησις τῆς καταρχῆς τοῦ φυγόντος ἄδηλός ἐστι δεῖ τιθέναι ἐκεῖνον ὡροσκόπον ὁπότε ἤκουσεν ὁ τοῦ φυγόντος δεσπότης τὴν ἀγγελίαν τῆς φυγῆς.
Καὶ ταῦτα μὲν ἐκ τῶν τοῦ Δωροθέου ἐπῶν μεταπέφρασται, ἐκκείσθω δὲ καὶ τὰ παρὰ τῶν ἄλλων εἰρημένα καὶ ἐκ τῶν Συναγωγῶν τοῦ Νικαέως Πρωταγόρου· φησὶ δὲ οὕτως. ἐὰν εὑρεθῇ ὁ οἰκοδεσπότης τοῦ ὡροσκόπου τῆς φυγῆς ἀναποδίζων ὁ φυγὰς αὐτομάτως ἐπανελεύσεται πρὸς τὸν δεσπότην, ἐὰν δὲ ἐν ἰδίῳ οἴκῳ εὑρεθῇ ἢ ὁρίοις καὶ μὴ ἀναποδίζων ὁ ἀποδρὰς ἔνδον τῶν οἰκείων ἢ ἐν τῇ πόλει ἢ ἐν τῇ περιχώρῳ εὑρεθήσεται, καὶ θᾶττον εἰ ἐν τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ τύχῃ ὥσπερ βραδύτερον εἰ ἐν τῷ ὑπὸ γῆν.
Τῆς δὲ Σελήνης οὔσης ἐν τῷ μεσουρανήματι — τουτέστιν ἐν τῷ δεξιῷ τετραγώνῳ τοῦ ὡροσκόπου — διὰ τῶν δεξιῶν μερῶν τῆς οἰκίας ἀφʼ ἧς ἤρξατο ὁ δραπέτης τῆς φυγῆς τὴν πάροδον πεποίηται, ἐν δὲ τῷ εὐωνύμῳ τετραγώνῳ ὁμοίως διὰ τῶν ἀριστερῶν μερῶν· ὁ γὰρ ὡροσκόπος ἀντὶ τῶν πυλῶν τῆς οἰκίας νοεῖται. ἡ δὲ Σελήνη βορρᾶν κατερχομένη μηνύει τὸν φυγόντα κατὰ μεσημβρίαν πεπορεῦσθαι καὶ εὑρεθήσεσθαι ἐν ἡμέραις κε, νότον δὲ κατερχομένη ἐν τοῖς κατὰ δύσιν τόποις ἐν ἡμέραις μη — εὑρεθήσεται δὲ ἐν καθύγροις τόποις καὶ ἀνημέροις ἢ δυσχειμέροις —, νότον δὲ ἀνερχομένη ἐν τοῖς ἀνατολικοῖς καὶ δυσκόλως μηνυθήσεσθαι ἐν ἡμέραις ξδ, βορρᾶν δὲ ἀνερχομένη ἐν τοῖς ἀρκτικοῖς τόποις καὶ δυσκόλως εὑρεθήσεσθαι μηνύει.
Καὶ ἐκ τῆς τῶν ζῳδίων φύσεως καταστοχαστέον τοὺς τόπους εἰς οὓς ἀπελεύσεται ὁ φυγών· οἷον οἱ Ἰχθύες μὲν λιμνώδεις καὶ ἑλώδεις σημαίνουσιν, Αἰγόκερως δὲ ὑδρηλὰ χωρία καὶ παραθαλάσσια, ὁ δὲ Τοξότης τραχεῖς τόπους καὶ ἀμπελῶνας, ὁ δὲ Κριὸς νομαίους καὶ πεδινούς, ὁ δὲ Ταῦρος ἐπιπέδους καὶ πεπονημένους, ὁ Καρκίνος δὲ ἐνύδρους καὶ χερσαίους καὶ ὑψηλούς, Λέων δὲ προσάντεις καὶ τραχεῖς καὶ ἐρήμους, ἡ δὲ Παρθένος σιτοσπόρους, ὁ δὲ Ζυγὸς πεδινούς, ὁ δὲ Σκορπίος τραχεῖς καὶ λῃστρικοὺς καὶ ἐπαμπέλους, ὁ δὲ Ὑδροχόος παραποταμίους καὶ ἑλώδεις.
Τινὲς δὲ καὶ τὰ κέντρα ἐμέρισαν οὕτως· τὸ μὲν δῦνον τῷ φεύγοντι, τὸ δὲ μεσουράνημα τῷ δεσπότῃ, τὸν δὲ ὡροσκόπον τοῖς βασταγεῖσι, τὸ δὲ ἀντιμεσουράνημα τῷ ἀναπείσαντι. τινὲς δὲ καὶ πάλιν οὕτως ἀπονέμουσιν· τὴν μὲν Σελήνην καὶ τὸν ὡροσκόπον τῷ φεύγοντι, τὸν δὲ Ἥλιον καὶ τὸ μεσουράνημα τῷ κυρίῳ.
Ἐπιμελέστερον δὲ χρὴ προσέχειν τῇ Σελήνῃ· ἐμφαίνει γὰρ πάντα. καὶ πρῶτον τὸ ὑπὲρ γῆν ἡμισφαίριον διοδεύουσα εὔκολον τὴν εὕρεσιν ποιεῖται, τὸ δὲ ὑπὸ γῆν δυσκόλως. καταληφθεῖσα δὲ ἐν τῷ ὡροσκόπῳ ἡ Σελήνη ἢ ἐν ταῖς ἐπαναφοραῖς αὐτοῦ ἢ ἐν τῷ ιβʹ τόπῳ πρὸς ἀνατολὰς τὴν φυγὴν ἀποφαίνει γεγονέναι, ἐν δὲ τῷ μεσουρανήματι πρὸς ἄρκτον, ἐν δὲ τῇ δύσει πρὸς δύσιν, ἐν δὲ τῷ ὑπὸ γῆν κέντρῳ πρὸς μεσημβρίαν. δηλοῦσι δὲ καὶ τὰ κέντρα τὴν ἔξοδον διʼ ἧς ἀναχωροῦσι πύλης οἱ φεύγοντες, καὶ τὸ μῆκος τῆς ὁδοῦ τὸ διάστημα τῶν ὡρῶν ἀπὸ τοῦ ὁρίζοντος ἢ τοῦ δύνοντος διʼ αὐτῆς τῆς Σελήνης. εὑρεθεῖσα γὰρ ἐν τροπικῷ βραχεῖαν τὴν ὁδὸν τῆς φυγῆς καὶ βραδέως ὁδεύοντα καὶ οὐ μακρὰν ἀπὸ τοῦ τόπου οὗ ἀπέδρα ἐσόμενον σημαίνει, ἐὰν δὲ ἐν χερσαίοις καὶ λοξοῖς ἢ δισώμοις οὐκ ὀρθὰς τὰς πορείας ποιήσεσθαι οὐδὲ αὐτὸν μόνον ἀποδεδρακέναι.
Κατὰ δὲ τὰς ἀνατολὰς καὶ δύσεις τοῦ ζῳδίου τήν τε ὀρθότητα καὶ σκολιότητα τῆς πορείας αὐτοῦ γνωστέον, τὰς δὲ ἀρχὰς ἀπὸ τῶν ἀνατολῶν καὶ τὰ τέλη ἀπὸ τῶν δύσεων. τὰ δὲ ὕπτια τῶν ζῳδίων καὶ κίνδυνον τῷ φεύγοντι ποιοῦσιν, καὶ μάλιστα ὅταν οἱ χαλεποὶ τῶν ἀστέρων προσγένωνται· ἐπιβεβαιότερα γὰρ τὰ κακὰ ἔσεσθαι αὐτοῖς μηνύει ὅταν ὑπὸ γῆν ὁ Ἄρης σὺν τῇ Σελήνῃ γένηται ἢ στηρίζῃ, Κρόνου δὲ στηρίζοντος ἀπάγχονται ἢ κρημνίζουσιν ἑαυτούς. συναπτούσης δὲ αὐτῆς τοῖς ἀγαθοποιοῖς ἢ κατεχόντων αὐτῶν τὴν ὥραν, τῶν κακοποιῶν σχηματιζομένων, ἐκ μετανοίας ἀνακάμπτουσιν, ἀπεστραμμένων δὲ τῶν κακοποιῶν σχεδὸν ἐν ἐλευθερίᾳ ἔσονται. ἐὰν δὲ Ἀφροδίτη συμπαρῇ τῇ Σελήνῃ ἐπίκεντρος ἢ ἰδιοτοποῦσα οὐ μόνον ἀνύβριστοι γίνονται ἀλλὰ καὶ παρακληθήσονται. μέσης δὲ εὑρεθείσης τῆς Σελήνης τῶν κακοποιῶν ἐν δεσμοῖς ἔσονται πολὺν χρόνον, ἔσθʼ ὅτε δὲ καὶ ἐν εἱρκταῖς ἀποθνῄσκουσιν, καὶ μάλιστα ἀλλοτριωθέντων τῶν ἀγαθοποιῶν. συναπτούσης δὲ Ἄρει σφαγήσονται.
Φυλακτέον δὲ καὶ ταῦτα. ἐπὰν γὰρ ἐν τῇ προαναφορᾷ τοῦ ὡροσκόπου ἀστὴρ ἐπῇ καὶ πρότερον πεφευγέναι αὐτὸν μηνύει, ἐν δὲ τῇ ἐπαναφορᾷ ληφθεὶς πάλιν φεύξεται, καὶ τῆς Σελήνης ἐν τῷ ὡροσκόπῳ οὔσης ἄλλης οἰκίας καὶ οὐ τοῦ ζητοῦντος ἔσται ὁ φυγὼν πλὴν ἀναχθήσεται, ἐὰν δὲ ἀστήρ τις δύνῃ παραυτίκα εὑρεθήσεται καὶ πλησίον τοῦ οἴκου. ἀσύμφορον δὲ τοῖς φεύγουσι τὸ τὴν Σελήνην τοῖς ἀριθμοῖς προστιθέναι, ἀφαιρούσης δὲ αὐτῆς τοῖς ἀριθμοῖς σύμφορον. ὁ Ἥλιος δὲ δύνων ἢ μεσουρανῶν σύν τινι τῶν κακοποιῶν ἢ ἐπιθεωρούμενος σχήματι δραστικῷ — τουτέστι τετραγώνῳ ἢ διαμέτρῳ — πρὸ τῆς ἀνευρέσεως τοῦ δραπέτου τεθνήξεσθαι σημαίνει τὸν δεσπότην ἢ πολλαῖς ζημίαις καὶ βλάβαις περιβάλλει. ὁ Ἥλιος ὁρῶν τὴν Σελήνην ἐν τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ ταχέως τὴν μήνυσιν ποιεῖται διὰ τῶν συνιστορούντων, ὁ Κρόνος δὲ ὁμοίως ἐπὶ τῷ ἄνω κέντρῳ σὺν Σελήνῃ σημαίνει ταχέως τὴν παράδοσιν διὰ γυναικὸς ῥυπαρᾶς ἢ δούλης — ὑπὸ δὲ ἐλευθέρας γυναικὸς μηνυθήσεται —, ἡ Ἀφροδίτη δὲ ὁμοίως ἐν τοῖς ἄνω κέντροις οὖσα Σελήνης μαρτυρούσης … . ἐάν τε ὡροσκοπῇ ἐν τετράποσι ζῳδίοις ὁμοίως. καθʼ ἑαυτὴν δὲ μεσουρανούσης καθεύδοντες εὑρίσκονται, Ἑρμοῦ δὲ ἐπιδύνοντος αὐτῇ συναναπεπεῖσθαι ὑπὸ τῶν ἐν γειτνιάσει τινὸς ἢ συνεζηκότων αὐτῷ σημαίνει. Ἀφροδίτης δὲ καὶ Διὸς ἢ καὶ Ἡλίου μαρτυρήσαντος συγγενὴς ἔσται ὁ πείσας καὶ φανήσεται ἐλεύθερος ὤν. ὡροσκοπούντων δὲ Ταύρου ἢ Διδύμων, Καρκίνου, Λέοντος, Παρθένου, Σκορπίου καὶ Ἰχθύων, ἐπιθεωρούντων Διὸς καὶ Ἀφροδίτης, ἐν ἱεροῖς τόποις φανήσεσθαι καὶ εὑρεθήσεσθαι δηλοῖ, τοῦ δὲ Ἄρεος μεσουρανοῦντος σὺν τῇ Σελήνῃ ὁ φυγὼν τομὰς ἕξει περὶ τὴν ὄψιν ἀπὸ σιδήρου. ἐὰν δὲ τύχῃ Κρόνος καὶ Ζεὺς καὶ Σελήνη ὡροσκοποῦντες ἀργύρια βεβαστάχθαι σημαίνουσι καὶ εὑρεθήσεσθαι τὸν φυγόντα, οἱ δὲ ἀγαθοποιοὶ ὡροσκοποῦντες σὺν τῇ Σελήνῃ ἀμεριμνίαν τῷ φεύγοντι παρέχουσι μετὰ τὸ βεβαστάχθαι ἱκανὰ χρήματα. Ἄρεος δὲ καὶ Κρόνου ἐπιδόντων σὺν τῷ Ἡλίῳ εἴσω ρξ ἡμερῶν ἢ καὶ ρο εἰς τὴν τοῦ δεσπότου ἐξουσίαν ἐπανήξουσιν. ὁ Ἑρμῆς δὲ σὺν τῇ Σελήνῃ καὶ τῇ Ἀφροδίτῃ ὡροσκοπῶν ἢ μεσουρανῶν μηνύει παῖδα ἢ παρθένον ἢ νεανίσκον, τοῦτον δὲ εὑρεθήσεσθαι ἐπιδόντων τῶν κακοποιῶν εἴσω ἡμερῶν ν, ἐὰν δὲ Ἑρμῆς καὶ Ἄρης μεσῆλιξ ἔσται ὁ ζητούμενος, ἐὰν δὲ Κρόνος καὶ Ἑρμῆς καὶ Ἀφροδίτη ἀνὴρ καὶ γυνὴ καὶ υἱός, ἐὰν δὲ Κρόνος, Ἥλιος, Ἑρμῆς σὺν Σελήνῃ εὐνοῦχος ἔσται ὁ δραπέτης. ἐπὶ δὲ τοῦ ὡροσκόπου Ἄρης καὶ Ἀφροδίτη καὶ Ἑρμῆς ἑρμαφρόδιτον σημαίνει, Ζεὺς δὲ καὶ Ἀφροδίτη καὶ Ἥλιος ἐλευθέρους δραπέτας, Ἄρεος δὲ ἐπιθεωροῦντος Δία κατισχομένους ὑπὸ ἐξουσίας τινὸς καὶ φρουρᾶς. Ἄρεος δὲ καὶ Κρόνου ὡροσκοπούντων ἑαυτοὺς παραδώσουσιν ἐξουσίαις τισίν. ὁ Ἄρης δὲ καὶ ἡ Ἀφροδίτη ὡροσκοποῦντες πολλὰ ἀναλώσειν εἰς ἀφροδίσια μηνύουσι καὶ διὰ τοῦτο τὴν φυγὴν ᾑρῆσθαι.
Τῆς δὲ Σελήνης ἀκριβοῦν τὰ σχήματα χρὴ καὶ τὰς συναφὰς καὶ τοὺς συνδέσμους εἰδέναι καθὼς προείπομεν, σκοπεῖν δὲ ἐν ποίῳ ἀποκλίματι εὑρίσκοιτο ἀπὸ τῶν κέντρων ἤτοι πρὸς ἀνατολὰς ἢ δυσμὰς καὶ τὰ ἄλλα· ἐκ τούτων γὰρ εὔδηλον ἔσται οὐ μόνον περὶ τῶν ἀποδιδρασκόντων, ἀλλὰ καὶ τῶν τὰς μακρὰς ἀποδημίας ποιουμένων διά τε γῆς καὶ θαλάσσης.
κεʹ. Περὶ ἀπωλείας εἰ εὑρίσκεται ἢ οὔ· τοῦ Δωροθέου
Ἐὰν τὰ φῶτα ἄλληλα τριγωνίζῃ τὸ ἀπολωλὸς ῥᾳδίως εὑρεθήσεται. ἐὰν δὲ τετραγωνίζωσιν οὐ ῥᾳδίως εὑρεθήσεται, ἀλλὰ καὶ ἀπʼ ἄλλου εἰς ἄλλον τόπον μετακομισθήσεται. ἐὰν δὲ τὰ φῶτα διαμετρῇ ἄλληλα εὑρεθήσεται μέν, οὐ ῥᾳδίως δὲ μετακομισθήσεται ἀλλὰ μετὰ καμάτου. ἡ Σελήνη συνοδεύουσά τινι ἀστέρι ἐν οἴκῳ αὐτοῦ τοῦ ἀστέρος εὕρεσιν δηλοῖ, καὶ μάλιστα ὅταν ἐπιμαρτυρῇ αὐτοῖς ὁ Ἥλιος ἢ ὁ Ζεύς. ἐὰν ἔλθῃ τὸ δωδεκατημόριον τῆς Σελήνης ἐπὶ τὸν ὡροσκόπον ἢ τὸ μεσουράνημα ἢ αὐτὸν τὸν Ἥλιον ἢ καὶ τὸν οἰκοδεσπότην αὐτῆς τῆς Σελήνης ἤ τινα ἄλλον ἀστέρα ἐν ἀνατολαῖς ὄντα εὕρεσιν δηλοῖ. ἐν τῷ ϛʹ καὶ τῷ ζʹ ἀπὸ ὡροσκόπου οὖσα ἡ Σελήνη χαλεπὴ πρὸς εὕρεσιν εἰ μὴ ὁ Ἥλιος μαρτυρῇ αὐτῇ. ἡ Σελήνη ἐὰν κενοδρομῇ — τουτέστιν ἐὰν εἴσω τῶν ἑκατὸν εἴκοσι μοιρῶν μὴ συνάπτῃ σωματικῶς τινι τῶν ἀστέρων — βραδεῖαν τὴν εὕρεσιν ὑποφαίνει. ἡ Σελήνη ἐν τοῖς ἐκλειπτικοῖς οὖσα συνόδοις δυσεύρετον ποιεῖ τὸ κλέμμα. Ἥλιος καὶ Σελήνη ὑπὸ γῆν τυχόντες ἀφανίζουσι τὸ ἀπολωλός. Ἥλιος σὺν τῷ κλήρῳ τῆς τύχης ὢν ἢ ἐπιβλέπων αὐτὸν ταχέως τὸ ἀπολωλὸς φανερὸν ποιεῖ. ἡ Σελήνη ἄνευ τοῦ Ἡλίου τὸν κλῆρον τῆς τύχης ὁρῶσα οὐ ταχεῖαν μηνύει τὴν εὕρεσιν. ἐὰν δὲ μήτε ὁ Ἥλιος μήτε ἡ Σελήνη τὸν τῆς τύχης κλῆρον βλέπῃ οὐδέποτε εὑρεθήσεται τὸ κλέμμα. ἡ Σελήνη ὡροσκοποῦσα ταχεῖαν εὕρεσιν δηλοῖ. ἡ Σελήνη ὑπὸ τὰς τοῦ Ἡλίου αὐγὰς οὖσα καὶ ἀφώτιστος παντελῶς ἀφανίζει τὸ κλέμμα. Ἥλιος καὶ Σελήνη ἅμα ὡροσκοποῦντες οὐ μόνον τὸ κλέμμα μηνύουσιν ἀλλὰ καὶ τὸν κλέπτην. Ἥλιος καὶ Σελήνη τὸν ὡροσκόπον τετραγωνίζοντες δυσεύρετον τὸ ἀπολωλὸς ποιοῦσιν· ἢ γὰρ μάχη τις γίνεται ἢ παρολκή. Ἡλίου ὡροσκοποῦντος μὴ ἐν τῷ ἐναντίῳ αὑτοῦ τριγώνῳ — τουτέστι Ζυγῷ, Ὑδροχόῳ, Διδύμοις — εὑρετικὸς γίνεται, ἐὰν δὲ ἐν τούτοις ὡροσκοπῇ ἀνεύρετον δηλοῖ τὸ κλέμμα.
Ἐφʼ ὧν δὲ οἴδαμεν τὰς γενέσεις οὕτω δεῖ στοχάζεσθαι. ἐὰν δὲ ἡ Σελήνη τύχῃ ἐν τόπῳ τοιούτῳ οὖσα ἐν ᾧ τις κακοποιὸς κατὰ τὴν ἐξ ἀρχῆς ποίησιν τῆς γενέσεως ἦν οὐχ εὑρεθήσεται τὸ κλέμμα, ἐὰν δὲ ἐν ἀγαθοποιοῖς τόποις τοῦ κατὰ πῆξιν εὑρεθῇ ἡ Σελήνη εὕρεσιν ἐμφαίνει.
Ἐὰν δὲ ἡ καταρχὴ ἐμφαίνῃ εὕρεσιν δεῖ σκέψασθαι καὶ πότε εὑρεθήσεται οὕτως. λαβὼν ἀπὸ τοῦ ὡροσκόπου ἕως τοῦ Ἡλίου τὴν τῶν ζῳδίων ποσότητα, καὶ πάλιν ἀπὸ ὡροσκόπου ἕως τῆς Σελήνης τὴν τῶν ζῳδίων ποσότητα, μίξον τὸν ἀριθμόν, καὶ ὁπόσος ἂν εὑρεθῇ ἐκ τῶν δύο ἀριθμῶν λέγε ὅτι μετὰ τοσαύτας ἡμέρας ἢ μετὰ τοσούτους μῆνας ἢ μετὰ τοσαῦτα ἔτη εὑρεθήσεται τὸ ἀπολωλός—καὶ τότε ἐὰν ἀγαθοποιὸς μαρτυρῇ, ἐὰν δὲ κακοποιὸς οὐκέτι εὑρίσκεται. Ἄλλη σκέψις τοῦ αὐτοῦ
Ἔστω ὁ μὲν ὡροσκόπος τὸ κλαπέν, τὸ δὲ μεσουράνημα ὁ ζητῶν, τὸ δὲ δῦνον ὁ κλέψας, τὸ δὲ ὑπόγειον ὁ τόπος ἔνθα τὸ κλαπὲν ἀπεκόμισεν ὁ κλέπτης. ἐὰν ἀγαθοποιοὶ τὸν ὡροσκόπον ὁρῶσιν ἢ συνῶσιν αὐτῷ τὸ ἀπολωλὸς εὑρεθήσεται. ἐκ δὲ τοῦ δύνοντος ζῳδίου ἢ ἀστέρος ἢ τοῦ οἰκοδεσπότου αὐτοῦ ἢ τῶν μαρτυρούντων αὐτῷ στοχάζου τὸ εἶδος καὶ τὸν τρόπον τοῦ κλέπτου. τὸν δὲ μεσουρανοῦντα ἀστέρα σκέπτου, καὶ ἐὰν μὲν ᾖ ἐν ἰδίοις τόποις ἴδιον αὐτοῦ ἐστιν ὅπερ ζητεῖ κτῆμα καὶ οὐκ ἀλλότριον, εἰ δὲ ἐν ἀλλοτρίοις τόποις οὐκ ἔστιν ἴδιον αὐτοῦ ἀλλὰ ἀλλότριον. τὸ δὲ ὑπόγειον ἐὰν μὲν ᾖ δίσωμον γίνωσκε ὅτι ἐξετέθη τὸ κλαπὲν εἰς ἀδελφοὺς ἢ συγγενεῖς, εἰ δὲ οὐκ ἔστι δίσωμον εἰς ἕνα μόνον ἐξετέθη τὸ κλαπέν, ἐὰν δὲ ἀρσενικὸν ᾖ τὸ ὑπόγειον ζῴδιον εἰς ἀρσενικὸν πρόσωπον κεῖται, ἐὰν δὲ θῆλυ εἰς θηλυκόν, καὶ ἐπὶ τῶν δισώμων ὡσαύτως. ἀλλὰ καὶ τὸ δῦνον οὕτω δεῖ σκέπτεσθαι εἴτʼ ἄρρεν ἢ θῆλυ ἢ δίσωμον ἢ οὔ. ὁ Ἥλιος καὶ ἡ Σελήνη τῷ ὑπὸ γῆν μαρτυροῦντες εἰς συγγενεῖς λέγουσι κεῖσθαι τὸ ἀπολωλός. ἐὰν δὲ ᾖ τὸ ὑπόγειον κάθυγρον ἤτοι παρὰ λίμνην ἢ παρὰ ποταμὸν ἢ παρὰ φρέαρ ἐξετέθη, ἐὰν δὲ τετράπουν ᾖ τὸ ὑπόγειον εἰς ἐπαύλεις ἢ σηκοὺς ἐξετέθη τὸ κλέμμα, ἐὰν δὲ ἀνθρωπόμορφον ᾖ τῶν μὲν ἀγαθοποιῶν ὁρώντων ἐν καθαρῷ καὶ ἁγνῷ τόπῳ κεῖται, τῶν δὲ κακοποιῶν Ἄρεως μὲν παρὰ χαλκείῳ ἢ μαγειρείῳ, Κρόνου δὲ παρὰ δουλικῷ προσώπῳ ἢ ἐν σκοτεινῷ τόπῳ ἢ ὑγρῷ ἢ ῥυπαρῷ ἢ ὑψηλῷ. ἐὰν δὲ ὁ Ζεὺς ᾖ ὑπὸ γῆν παρὰ εὐγενικῷ κεῖται προσώπῳ, ἐὰν δὲ Ἄρης ὑπόγειος ᾖ ἀπελεύθερός ἐστιν ὁ τὸ κλέμμα φυλάσσων, ἐὰν δὲ Ἀφροδίτη ᾖ ἐν τῷ ὑπὸ γῆν κέντρῳ, εἰ μὲν ἕως τῶν εἴκοσι μοιρῶν ἀφίσταται τοῦ κέντρου γνῶθι ὅτι εἰς γυναῖκα ἐλεύθερον καὶ ἔνδοξον ἐξετέθη, εἰ δὲ ἀπὸ μοιρῶν εἴκοσιν ἕως τριάκοντα εἰς δούλην γυναῖκα ἢ ἀπελευθέραν, ἐὰν δὲ Ἑρμῆς ᾖ ἐν τῷ ὑπὸ γῆν κέντρῳ, εἰ μὲν ἕως τῆς πρώτης δεκαμοιρίας ἀφίσταται τοῦ κέντρου λέγε ὅτι εἰς εὐγενῆ καὶ πλούσιον ἐξετέθη, εἰ δὲ ἕως τῆς δευτέρας δεκαμοιρίας εἰς ἐλεύθερον μέν, ἀλλὰ πένητα, εἰ δὲ ἕως τῆς τρίτης δεκαμοιρίας εἰς δοῦλον ἢ εἰς μισθωτόν.
Ὁ Ἥλιος ὁρῶν τὸν τῆς τύχης κλῆρον εὔκολον τὴν εὕρεσιν ἐμφαίνει, ἡ δὲ Σελήνη μόνη ἄνευ τοῦ Ἡλίου τὴν τύχην ὁρῶσα, δύσκολον λέγε τὴν εὕρεσιν, ἐὰν δὲ μηδέτερος τῶν φωστήρων ὁρᾷ τὸν τῆς τύχης κλῆρον οὔτε τὸ ἀπολωλὸς κτῆμα εὑρήσει οὔτε τὸν δοῦλον τὸν φυγόντα. ἡ Σελήνη ἐν ταῖς ἐσχάταις μοίραις οὖσα τοῦ ζῳδίου τὸ κλαπὲν ἐξ ἄλλου τόπου εἰς ἄλλον μετατίθησι. ὁ Ἥλιος πρὸς τὴν Σελήνην τετράγωνος ἢ τρίγωνος ἢ διάμετρος τὸν κλέπτην φανεροποιήσει. ἐὰν δὲ τῶν μὲν ἀπὸ τοῦ Ἡλίου σημείων εὕρεσιν φαινόντων ἐξ ἄλλων δὲ σημείων ἀνεύρετον στοχάζηται, παρολκήν τινα χρόνον λαβὸν τὸ κλαπὲν ὕστερον εὑρεθήσεται· ἡ γὰρ τοῦ Ἡλίου δύναμις ἰσχυροτάτη οὖσα καὶ τὰ ἐξ αὐτοῦ σημεῖα βεβαιότερα παρέχει. ὁ Ἥλιος πρὸς τὸν ὡροσκόπον τρίγωνος ἢ τετράγωνος ἢ διάμετρος τὰ αὐτὰ σημαίνει ὅσα καὶ σὺν τῇ Σελήνῃ ὢν ἐσήμανεν — τουτέστι τετράγωνος, τρίγωνος, διάμετρος. ὅσα δὲ περὶ τῶν κλεπτόντων εἴρηται τοσαῦτα καὶ περὶ τῶν δραπετευόντων δούλων δεῖ σκοπεῖν. Τί τὸ ἀπολεσθέν
Σελήνη ἐν ὁρίοις Κρόνου οὖσα τοῦ Κρόνου ὄντος εἴτε ἐν Ζυγῷ ἢ ἐν τῷ μεσουρανήματι, τίμιον οὐκ ἔσται τὸ ἀπολωλὸς ἀλλὰ παλαιὸν ἢ ῥυπαρόν, τοῦ δὲ Κρόνου ὄντος εἰς ἓν τῶν ἀποκλιμάτων ἢ ἐν Κριῷ ἄτιμον καὶ εὐτελὲς καὶ ῥυπαρὸν καὶ παλαιὸν ἀπώλετο, ἐὰν δὲ πρὸς τούτοις καὶ αὐτὸς ὁ Κρόνος μαρτυρῇ τῇ Σελήνῃ ἔσται τὸ κλαπὲν τραχὺ καὶ ἁρμόζον ἔργοις σκληροῖς οἷον δίκελλα, σχοινίον, δρέπανον. ἡ Σελήνη οὖσα ἐν ὁρίοις Διὸς τὸ κλέμμα δηλοῖ χρυσὸν ἢ ἄργυρον ἢ ἐσθῆτα πολυτελῆ ἢ κειμήλιόν τι ἔνδοξον. ἡ Σελήνη ἐν ὁρίοις Ἄρεος οὖσα δηλοῖ τὸ κλαπὲν εἶναι τὸ συντεῖνον εἰς πυρὸς ἐργασίαν ἢ σιδήρου ἤ τινος τοιούτου, ἐὰν δὲ τούτων ὄντων καὶ ὁ Ἄρης ἢ ὁ Ἑρμῆς βλέψῃ ἔσται τὸ κλαπὲν εὔμορφον, ἐράσμιον, ποικίλως καὶ εὐτέχνως εἰργασμένον, ἐὰν δὲ ἄνευ τοῦ Ἄρεος ὁ Ἑρμῆς καὶ ἡ Ἀφροδίτη ἴδωσι τὴν Σελήνην τερπνόν τι καὶ καλὸν καὶ εὔχρουν ἀπώλετο. ἡ Σελήνη ὁρίοις οὖσα Ἀφροδίτης ἔσται τὸ ἀπολωλὸς χρυσὸς ἢ ἄργυρος ἢ λίθοι τίμιοι ἢ ἱμάτια ποικίλα καὶ πολύτιμα ἢ ἐνώτια ἢ περιτραχήλια ἢ ψέλλια καὶ ἁπλῶς γυναικεῖα κόσμια εὐωδιάζοντα ἢ μύρα καὶ ἀλείμματα, ἐὰν δὲ πρὸς τούτοις καὶ ἡ Ἀφροδίτη καὶ ἡ Σελήνη ἐν θηλυκοῖς ὦσι ζῳδίοις κτήματα γυναικὸς ἀπώλοντο, ἐὰν δὲ καὶ ὁ Ἄρης μαρτυρῇ τῇ Ἀφροδίτῃ ὑέλινα ἔργα τορευτά, ποικίλα, εὔμορφα δηλοῦται. ἡ Σελήνη οὖσα ὁρίοις Ἑρμοῦ γραμματεῖα, βίβλοι, νομίσματα, τόμοι ἢ χρήσιμόν τι τοῖς ὁδοιποροῦσιν ἐκλάπη.
Ἵνα δὲ βεβαιότερον δυνώμεθα περὶ τούτων καταστοχάζεσθαι δεῖ καὶ τὰς τῶν ζῳδίων φύσεις ὁρᾶν οὕτως. Σελήνης Κριῷ ἱμάτια, νήματα, ἔρια, τάπητας, κεφαλοδέσμια λέγε τὰ ἀπολωλότα, Σελήνης Ταύρῳ χρυσός, ἄργυρος, ἐσθής, μαφόριον, περιτραχήλιον ἀπώλετο ἢ πρόβατα ἢ καὶ κτήνη τετράποδα, Σελήνης Διδύμοις νομίσματα, συμβόλαια, χάρται, εἰκόνες καὶ ὅσα χρήσιμα εἰς εὐωχίαν, Σελήνης Καρκίνῳ καὶ Αἰγοκέρωτι τὰ ἐφήμερα τοῖς ἀνθρώποις οἷον τρόφαιον ἢ ὑγρόν τι εὐτελὲς καὶ ὀλίγον, Σελήνης Λέοντι καὶ Ὑδροχόῳ χρυσᾶ ἔργα ἢ ἀργυρᾶ ἢ χαλκᾶ, Σελήνης Παρθένῳ κόσμια καὶ νομίσματα ἀπώλοντο, Σελήνης Ζυγῷ ἀρώματα, ἀλείμματα, μύρα καὶ ὅσα σταθμῷ πιπράσκεται καὶ ὅσα σύνθετα, χειρόπλαστα οἷον τροχίσκοι, θυμιάματα ἢ τορευτά τινα ἀπώλοντο, Σελήνης Σκορπίῳ χρυσός, ἄργυρος, χαλκός, λίθοι τίμιοι καὶ ὅσα τούτοις ὅμοια ἀπώλοντο, Σελήνης Τοξότῃ καὶ Ἰχθύσι ποικίλα, πολυειδῆ, εὐμεγέθη, εὐκατασκεύαστα ἀπώλοντο.
Σελήνης αὐξιφωτούσης καὶ τοῖς ἀριθμοῖς προστιθείσης νεοκατασκεύαστα δηλοῖ καὶ καινά, εἰ δὲ λήγει καὶ τοῖς ἀριθμοῖς ἀφαιρεῖ παλαιὰ δηλοῖ τὰ ἀπολεσθέντα. ἐὰν ζῴδιον δίσωμον ὡροσκοπῇ ἢ διπλοῦν τι καὶ συνεζευγμένον ἀπώλετο ἢ δύο τινά. ἀλλὰ καὶ ἡ Σελήνη ἐν δισώμῳ οὖσα τὸ αὐτὸ θεσπίζει. ἀπὸ τῆς ἐποχῆς τῆς Σελήνης ἕως τῆς τοῦ Ἑρμοῦ ἐποχῆς λαβὼν τὸ τῶν μοιρῶν διάστημα σκέπτου πόσων ζῳδίων ἐστὶν ὁ τῶν μοιρῶν ἀριθμός, καὶ εἰ μὲν ἄρτια ὦσι τὰ ζῴδια οὐχ ἓν μόνον ἀπώλετο ἀλλὰ πλείω, εἰ δὲ περισσὰ ἓν μόνον ἀπώλετο.
Τίς ὁ κλέπτης
Ἐὰν τὸν ὡροσκόπον ὅ τε Ἥλιος καὶ ἡ Σελήνη βλέπωσιν ἐκ τοῦ οἴκου τὸν κλέπτην εἶναι θεσπίζουσιν, ἐὰν δὲ μόνον ὁ εἷς φωστὴρ βλέπῃ τὸν ὡροσκόπον ἔξωθεν μὲν τὸν κλέπτην εἶναι καὶ οὐχὶ τοῦ οἴκου τινὰ ἀλλʼ ὅμως τῶν ἐπιμισγομένων συχνῶς τῷ οἴκῳ, ἐὰν δὲ μηδέτερος τῶν φωστήρων βλέπῃ τὸν ὡροσκόπον ξένον καὶ ἀλλοδαπῆ λέγε τὸν κλέπτην.
Τὴν δὲ τοῦ κλέπτου μορφὴν καὶ ἰδέαν ἐκ τῶν ἀστέρων γνωσόμεθα καὶ πρῶτον μὲν καὶ προηγουμένως ἐκ τοῦ ὄντος ἐν τῇ δύσει ἀστέρος, εἰ δὲ μηδένα ἔχει τὸ δῦνον ἐκ τοῦ ὄντος ἐν τῷ θʹ τόπῳ ἀστέρος, εἰ δὲ μηδʼ ἐνταῦθά τις ᾖ ὁ ἐν τῷ ιβʹ τόπῳ ὢν ἀστὴρ δηλώσει, εἰ δὲ μηδʼ ἐνταῦθά τις ᾖ ὁ ἐπέχων τῇ Σελήνῃ σωματικῶς ἤγουν συνάπτων αὐτῇ, εἰ δὲ μηδεὶς κολλᾷ τῇ Σελήνῃ σκέπτου τίς πρὸ ἑπτὰ ἡμερῶν τῆς κλοπῆς φάσιν τινὰ ἢ στηριγμὸν ἐποίησεν ἢ ἀπὸ ζῳδίου εἰς ζῴδιον μετῆλθε καὶ ἐξ ἐκείνου τοῦ ἀστέρος γνώσῃ τὴν τοῦ κλέπτου μορφήν τε καὶ ἰδέαν. Περὶ τῆς ἰδέας τῶν κλεπτῶν
Ἐὰν ὁ τοῦ Διὸς ἀστὴρ δηλοῖ τὸν κλέπτην εἶναι λευκόχρουν, εὐέκτην, μεγαλόφθαλμον, μικρὰς τὰς κόρας ἔχοντα, οὐκ ὀξυδορκοῦντα, ἀγαθογνώμονα, εὔσαρκον, εὐτραφῆ, δασυγένειον. ἐὰν δὲ ὁ τοῦ Κρόνου δυσειδὴς ἔσται ὁ κλέπτης, μέλας, μυωπάζων, μικρόφθαλμος, ῥυτίδας ἐν τῷ σώματι ἔχων, χλωρός, ψεύστης, κρυψίνους, σκολιόφρων, δασύς, στυγνοπρόσωπος, ὀζόχρωτος. ἐὰν δὲ ὁ τοῦ Ἄρεος ἔσται ξανθός, τετανόθριξ, γοργόμματος, στρογγυλοπρόσωπος, ὦτα ἔχων μικρά, χαροπός, νουνεχής, ἀλλοπρόσαλλος, ὀξυόρμητος, ἕτοιμος εἰς τὸ ἐξορμᾶν. ἐὰν δὲ ὁ τῆς Ἀφροδίτης ἔσται εὔμορφος ὁ κλέπτης, εὔκομος, εὐόφθαλμος, μελανόμματος, λευκόχρους καὶ ἠρέμα ὑπό τι μελάγχρους, εὔσαρκος, ἀγαθογνώμων. ἐὰν δὲ ὁ τοῦ Ἑρμοῦ ἔσται ἰσχνὸς ὁ κλέπτης, ὑπόξηρος, σύμμετρος, οὐλόθριξ, εὐγένειος, ποικιλογνώμων, ὑπόχλωρος. ἐὰν δὲ Ἥλιος ἢ Σελήνη εὑρεθῇ τὸν κλέπτην δηλῶν τοιοῦτον δηλώσει αὐτὸν εἶναι κατὰ τὴν μορφὴν ὁποίῳ ἂν τῶν ἀστέρων συγκραθῶσιν. ἐὰν δὲ μηδενὶ τῶν ἀστέρων συνοικειωθῶσιν ἀλλὰ μόνοι καθʼ ἑαυτοὺς ὁ μὲν Ἥλιος δηλοῖ τὸν κλέπτην εὐτραφῆ, πυκνὸν καὶ ἠρέμα ὕπωχρον, ἡ δὲ Σελήνη μόνη εὔκρατον, εὐόφθαλμον, εὔσαρκον, στρογγυλοπρόσωπον.
Ἀκριβέστερον δὲ μαθήσει περὶ τῶν αὐτῶν οὐ μόνον τοὺς ἀστέρας σκοπῶν ἀλλὰ καὶ τὰ ζῴδια ἐν οἷς εὑρίσκονται οἱ δηλοῦντες ἀστέρες. ὁ μὲν γὰρ Κριὸς δασεῖς, εὐμήκεις δηλοῖ τοὺς κλέπτας, τῷ προσώπῳ νεύοντας κάτω, οὐλότριχας, δειλούς, παιγνιώδεις, αἰσχρολόγους, ὁ δὲ Ταῦρος σιμούς, δασεῖς τῷ σώματι, προκεφάλους, εὐρυμετώπους, τρίχας ἔχοντας ἀνεσταλμένας, κρυψίφρονας, ὑποκρίσει ἐξαπατῶντας, ἐπίπλαστον ἐπιείκειαν ἔχοντας, τοὺς δὲ μυκτῆρας πλατεῖς, παχυαύχενας, μελανοφθάλμους, λεπτοχείλους, ὀφρύας μεγάλας ἔχοντας, οἱ δὲ Δίδυμοι συμμέτρους δηλοῦσιν, ἐπίρρινας, τρυφερούς, ἀγαθογνώμονας, τοὺς δὲ ὤμους ἔχοντας εὐτυπώτους, τινὰς δὲ καὶ γράμματα γινώσκοντας καὶ πιστευομένους, ὁ δὲ Καρκίνος δηλοῖ ὀστώδεις, δασύτριχας, πλατυπροσώπους, μελανόχροας — τινῶν δὲ καὶ οἱ ὀδόντες διεστραμμένοι εἰσίν —, συμμέτρους τῷ μήκει, τὰ δὲ κάτω μέρη μείζονα ἔχοντας, ὁ δὲ Λέων γλαυκούς, πυρρούς, εὐμόρφους, τὰ ἐπάνω μέρη μείζονα ἔχοντας, λεπτὰς κνήμας ἔχοντας, ἀγριογνώμονας, ἀγριοπροσώπους —γαστρίμαργοι, τινὲς δὲ καὶ παλαίειν εἰδότες—, ἡ δὲ Παρθένος συμμέτρους τὴν ἡλικίαν, εὐπλάστους τῷ σώματι, ὀρθίους τὴν ἰδέαν, κοσμίους τὸ ἦθος καὶ ἢ πιστοὺς διὰ γραμμάτων ἤ τινα τέχνην διὰ γραμμάτων μαθόντας, ὁ δὲ Ζυγὸς εὐοφθάλμους, λευκόχροας, εὐχρήστους εἰς διακονίαν, εὐπλάστους τοῖς μέλεσιν, εὐρύθμους, εὐτραπέλους, κατωφερεῖς πρὸς γυναῖκας, ὁ δὲ Σκορπίος ἀνασταλεῖς ταῖς θριξίν, ὑπογλαύκους, μεσοφθάλμους, στρογγυλοπροσώπους, τὴν φάρυγγα προπετῆ ἔχοντας, μακροκνήμους, εὔποδας, πλατυθώρακας, ἅρπαγας, θρασεῖς, βασκάνους, τολμηρούς, ῥιψοκινδύνους, ὁ δὲ Τοξότης μεγαλοσκελεῖς, εὐκνήμους, εὐπλάστους, τινὰς δὲ καὶ φαλακρούς, ὀξυγενείους, ἐρυθρόχροας, προγάστορας, ὠκύποδας, κολυμβητάς, φιλοπροβάτους, εὐπορίστους, δαπάνους, ὀργίλους, ὁ δὲ Αἰγόκερως δασεῖς, λεπτοσκελεῖς, ὀστώδεις, κάτω νενευκότας, αἰγοφθάλμους, ὀξυγενείους, ἀμφιβόλους, ἀβεβαίους, γελωτοποιούς, ὑπομώρους, ὁ δὲ Ὑδροχόος μεσήλικας, σεμνοπροσώπους, εὐγενείους, φιλοπαίγμονας, δαπανηρούς, τρυφητάς, τὴν ἑτέραν δὲ κνήμην τῆς ἑτέρας παχυτέραν ἔχοντας, ἐν οἷς ἐπιτηδεύουσι δυστυχοῦντας, οἱ δὲ Ἰχθύες πλατυώμους, εὔτριχας, μικροκεφάλους, στενομετώπους, μελανοφθάλμους, ἀπαθεῖς, δυσγνώμονας, πολυτρόπους, ἄλλα μὲν μεταχειριζομένους, ἄλλα δὲ μεταδιώκοντας.
Καὶ οὗτοι μὲν οἱ στοχασμοὶ ἔκ τε τῶν ἀστέρων καὶ ἐκ τῶν ζῳδίων ἔστωσαν εὑρίσκεσθαι, ἀλλʼ οὐ δεῖ πάντα τὰ σημεῖα ἀνελλιπῶς ἐπὶ ἑκάστου νομίζεσθαι εὑρίσκειν ἀλλʼ ὅσα ἐνδέχεται ἐντέχνως ἐπεξιέναι ἔκ τε τῶν συσχηματιζομένων ἀστέρων συνεπικρίνειν τὸν στοχασμόν. ἐὰν δὲ τῷ σημαίνοντι τὸν κλέπτην ἀστέρι ἀγαθοποιὸς μαρτυρῇ ἐλεύθερος ἔσται ὁ κλέπτης, ἐὰν δὲ κακοποιὸς δοῦλος ἢ πένης ἢ μισθωτός. ἐὰν δὲ Ἀφροδίτη σημαίνῃ τὸν κλέπτην αἰτία τῆς κλοπῆς ἔσται γυνή, ἐὰν δὲ Ἑρμῆς παῖς, ἐὰν δὲ Ἄρης ἀκμαῖος, ἐὰν δὲ Ζεὺς μεσῆλιξ, ἐὰν δὲ Κρόνος γέρων. πάλιν ἐὰν ὁ τὸν κλέπτην σημαίνων ἀστὴρ ἐπὶ Κρόνου, Διός, Ἄρεως ἑῷος ᾖ ἀνατολικὸς παῖδα τὸν κλέπτην θεσπίζει, ἐὰν δὲ τὸν πρῶτον στηριγμὸν ἔχῃ ἀκμαῖον, ἐὰν δὲ ἀκρόνυχος ᾖ μεσήλικα, ἐὰν δὲ τὸν δεύτερον στηριγμὸν μεσαιπόλιον, ἐὰν δὲ τὴν ἑσπερίαν κρύψιν γέροντα. ἔστω οὖν τὸν Κρόνον σημαίνοντα τὸν κλέπτην ἐπὶ ἑῴας ἀνατολῆς· οὔτε οὖν παῖς ἐστιν ὁ κλέπτης διὰ τὸ ἑῷον οὔτε γέρων διὰ τὸν Κρόνον, ἀλλὰ μεσῆλιξ μεμιγμένου τοῦ στοχασμοῦ ἔκ τε τοῦ παιδὸς καὶ τοῦ γέροντος. ἐπὶ δὲ Ἀφροδίτης καὶ Ἑρμοῦ ἐὰν ὦσιν ἑσπέριοι ἀνατολικοὶ νέους ἢ νέας δηλοῦσι τοὺς κλέπτας, εἰ δέ εἰσι μετὰ τὸν αʹ στηριγμὸν ἑσπέριοι δυτικοί—μεσήλικες, εἰ δὲ ἑῷοι ἀνατολικοὶ πρεσβυτέρους· τινὲς δὲ λέγουσιν ὅτι ἐὰν ἡ Ἀφροδίτη καὶ ὁ Ἑρμῆς ὦσιν ἑῷοι ἀνατολικοὶ δηλοῦσι τὸν κλέπτην νέον ἢ νέαν, ἐὰν δὲ δυτικοὶ γέροντας ἢ γηραιάς. πάλιν ἐὰν ὁ τὸν κλέπτην σημαίνων ἀστὴρ εἰς τὰ ἴδια ὑψώματα ᾖ μέγαν τῷ σώματι καὶ εὐμεγέθη μηνύει τὸν κλέπτην, ἐὰν δὲ ἐν τῷ τοιούτῳ ζῳδίῳ ᾖ ἔνθα ταπεινοῦται μικρόν, σὺ δὲ κατὰ τὸ τῆς ἀποστάσεως ἀνάλογον συλλογίζου περὶ τῆς τοῦ μεγέθους πηλικότητος. οἷον ἔστω ὁ τὸν κλέπτην δηλῶν Ἄρης ἐπέχων τοῦ Κριοῦ τὸν αʹ δεκανόν· λέγομεν ὅτι τῷ μεγέθει μέσος ἐστὶν ὁ κλέπτης — ἀπὸ γὰρ Αἰγοκέρωτος τοῦ τρίτου δεκανοῦ τὸ μέσον ἐστὶ διάστημα τοῦ ἡμικυκλίου. ἐὰν δὲ ἦν ἐν Ἰχθύσιν ἢ Σκορπίῳ μεῖζον τοῦ μέσου τὸ μέγεθος ἐλέγομεν ἄν, ἐὰν δὲ ἐν Ταύρῳ ἢ Παρθένῳ ἔλασσον τοῦ μέσου. ἐὰν δὲ ὁ τὸν κλέπτην ὑποφαίνων ἀστὴρ τύχῃ μετὰ τὸ γενέσθαι τὴν κλοπὴν εἴσω ἡμερῶν ἑπτὰ ὑπὸ τὰς τοῦ Ἡλίου αὐγὰς πεσὼν γίνωσκε ὅτι ἐν κακῷ τινι ὁ κλέπτης ἐμπέπτωκεν, ἐὰν δὲ πρὸς τούτῳ καὶ ὑπὸ τοῦ Ἄρεως μαρτυρῆται τραύμασιν ἢ βασάνοις ἢ κινδύνοις χαλεποῖς περιπετὴς ἐγένετο. ἐὰν δὲ τὸν τῆς τύχης κλῆρον μὴ βλέπῃ κακοποιὸς οὐ γέγονε κλοπὴ ἀλλὰ μόνον παρέπεσέ που τὸ ζητούμενον καὶ κρύπτεται, καὶ ἐὰν μόνος ὁ Ἥλιος τὴν τύχην ὁρᾷ οὐδὲ ἐκλάπη ἀλλὰ κρύπτεται. Τίνι τρόπῳ ἀπώλετο
Ἐὰν ὁ Κρόνος μαρτυρῇ τῷ τε ὡροσκόπῳ καὶ τῇ Σελήνῃ δηλοῖ διά τινος δόλου καὶ ἐνέδρας γεγονέναι τὴν κλοπήν, ἐὰν δὲ Ζεὺς δηλοῖ τὸν κλέπτην διά τινος ἐπιπλάστου ἀγαθοῦ ἤθους καὶ ὑποκρίσει ἐπιεικείας πιστευθέντα οὕτω κλέψαι, ἐὰν δὲ Ἄρης δυνάμει καὶ βίᾳ ἢ τοιχορυγίᾳ ἢ ὑποβολῇ κλειδίου ἑτέρου ἢ θύρας μετοχλήσει δηλοῖ γενέσθαι τὸ κλέμμα, ἐὰν δὲ Ἀφροδίτη διὰ φιλικὰς προφάσεις ἢ ἑταιρείας ἢ εὐφροσύνας ἢ γυναῖκας, ἐὰν δὲ Ἑρμῆς διὰ πανουργίας. πζʹ. Περὶ ἐπιστολῶν καὶ φήμης καὶ ἀγγελίας Ἡφαιστίωνος φιλοσόφου Θηβαίου
Εἰ δὲ φήμη τις ἢ ἄκουσμα ἢ κίνησις ἁπλῶς παντὸς πράγματος πόλει ἢ χώρᾳ ἢ τοῖς καθʼ ἑκάστην ἀνθρώποις γένηται ἢ περὶ γραμμάτων ἢ ἐντολῶν ἢ μαντειῶν πονηρῶν καὶ τὸ ἀληθὲς ἐπιζητοίη τις μαθεῖν, φάσιν μὲν ποιουμένης τῆς Σελήνης ἀληθῆ καὶ βέβαια ταῦτα εὑρεθήσεται, καὶ μάλιστα τοῦ Ἑρμοῦ συμπαρόντος ἢ μαρτυροῦντος αὐτῇ. καὶ ἐὰν ἀπῶσιν οἱ κακοποιοὶ δηλοῦσιν ἐπʼ ἀγαθῷ τὸ πρᾶγμα, ἐὰν δὲ ἔμπαλιν οὐκ ἀγαθόν, εἰ δʼ ἀνακεκραμένοι τύχωσιν ὁμοίως ἀναμεμιγμένως. ἐπὰν δὲ ὁ τοῦ Ἑρμοῦ μετὰ τοῦ τοῦ Ἄρεος ἐπίδωσι τὴν Σελήνην μὴ ποιουμένην φάσιν ἀπατηλὰ καὶ δόλια καὶ πανοῦργα καὶ ἐπίβουλα σημαίνει τὰ πραττόμενα ἢ ἀγγελλόμενα, καὶ μάλιστα ὅταν ᾖ ἐν τοῖς τῶν ἀστέρων τούτων ζῳδίοις ἡ καταρχή.
Ἐπιστολῆς δὲ λεγομένης ἐνηνέχθαι γνωσόμεθα ψεῦδος εἶναι τοῦ Τοξότου ὡροσκοποῦντος ἢ Αἰγοκέρωτος καὶ Διδύμων καὶ Ταύρου καὶ Ζυγοῦ· ὑπό τινων γὰρ μετρίων ἢ οἰκετῶν ἢ χάριν μετρίου τινὸς κεκομίσθαι. δεῖ δὲ καὶ τὴν Σελήνην παραφυλάττειν ἐν τούτοις τοῖς ζῳδίοις καὶ τοὺς φθοροποιούς· ἀπάτης γὰρ αἴτιοι γίνονται συσχηματιζόμενοι. ἢν δὲ ἐν Κριῷ καὶ Καρκίνῳ καὶ Λέοντι καὶ Παρθένῳ καὶ Σκορπίῳ καὶ Ὑδροχόῳ κομισθείη, ἀληθῆ καὶ βέβαια μηνύσει, καὶ μάλιστα ἐφορώντων τῶν ἀγαθοποιῶν. καὶ ταῦτα καθὼς γέγραπται παρὰ τοῖς ἀρχαίοις ἐκτεθείσθω. ϙβʹ. Περὶ ὀνείρων
Εἰ ἐρωτηθῇς παρά τινος εἰπεῖν αὐτῷ ὃ εἶδεν ἐν ὀνείρῳ κρατήσας τὴν ὥραν πρῶτα μὲν στῆσον τὸν ὡροσκόπον καὶ τοὺς λοιποὺς τοῦ θέματος τόπους, εἶτα πῆξον τοὺς ἀστέρας ἐν οἷς ἂν παραπορεύωνται ζῳδίοις καὶ μοίραις, καὶ μετὰ ταῦτα ἰδὲ εἰ ἐπὶ τοῦ ἐνάτου τις τῶν πλανητῶν πάρεστι καὶ ἐκ τῶν δεσποζομένων ὑπʼ αὐτοῦ καὶ ἐκ τῶν σημαινομένων ὑπὸ τοῦ τόπου οὗ κύριός ἐστιν εἶναι λέγε ὃ ἑώρακεν εἴτε ζῷον εἴτε μεταλλικὸν εἴτε φυτὸν καὶ λοιπόν. οἷον εἰ τύχῃ Κρόνος εἶναι ἐπʼ αὐτοῦ ἰδεῖν αὐτὸν λέγε ζῷα φοβερὰ οἷον δράκοντας ἢ ὄφεις ἢ ἐλέφαντας. ἀλλʼ εἰ μὲν τοῦ ὀγδόου τόπου κύριός ἐστι νεκροὺς ἢ τάφους ἢ λείψανα, εἰ δὲ τοῦ δωδεκάτου φόβον παρά τινων ἐχθρῶν καὶ κατάπληξιν αὐτῷ ἐπαγόμενον ἰδεῖν λέγε, εἰ δὲ τὸν τέταρτον τόπον οἰκοδεσποτεῖ τόπους ἀβάτους καὶ κρημνοὺς καὶ βάραθρα, καὶ ἑξῆς καθὰ σημαίνουσιν οἱ τόποι τὴν ἀπόφασιν δίδου. εἰ δὲ τύχῃ τὸν Δία εἶναι ἐπʼ αὐτοῦ ἰδεῖν αὐτὸν λέγε βασιλέα ἢ τοπάρχας ἢ ἱερέα ἢ κριτήν. καὶ εἰ μὲν τοῦ ἐνάτου ἢ τοῦ ἕκτου τόπου κύριός ἐστιν ὑποφαίνου ἰδεῖν αὐτὸν εἰκόνας ἢ ἐκκλησίας ἢ ἱερά τινα σκέλη καὶ εἴδη, καὶ ἑξῆς κατὰ τὴν δωδεκάτοπον. εἰ δὲ τύχῃ τὸν Ἄρεα ἐπὶ τοῦ τόπου τούτου ἑώρακεν αἵματα ἢ πόλεμον ἢ στάσιν ἢ ἅρματα καὶ ὅπλα ἢ κρέατα ἢ πωλία ἢ θηρία. εἰ δέ ἐστιν Ἀφροδίτη ἐπʼ αὐτοῦ δὴ τοῦ ἐνάτου γυναικεῖον κόσμον ἢ λίθον τίμιον καὶ μαργαρίτας ἢ ἀρώματα καὶ μυριστικὰ ἢ γυναῖκας ἢ ἀδελφὰς ἢ χοροὺς καὶ παίγνια. εἰ δὲ Ἑρμῆς νοταρίους ἢ βιβλία καὶ γράμματα ἢ ἀργυρᾶ νομίσματα ἢ ποικίλματα καὶ ζωγραφίας. εἰ δὲ ὁ Ἥλιος ὑπηνέμιον φέρεσθαι τοῦτόν φασι καὶ ὑψοῦσθαι ἢ φῶτα ἢ ἕτερά τινα λαμπρὰ καὶ διʼ αὐγῶν ἰδεῖν. εἰ δὲ ἐφεδρεύει ἡ Σελήνη ἐπὶ τοῦδε τοῦ τόπου ποταμὸν ἢ θαλάσσας ἢ πηγὴν ἢ μητέρα καὶ γυναῖκα γραΐδα. εἰ δὲ μηδεὶς τῶν ἀστέρων τὴν πορείαν ποιῶν εὑρίσκεται ἐπὶ τοῦ θʹ κατὰ τὴν πεύσεως ὥραν ὅρα τὸν ὄντα ἐπὶ τοῦ ὑπογείου, εἰ δὲ οὐδὲ ἐπὶ τούτου ἰδὲ τὸν ἐπὶ τοῦ ὡροσκόπου ἢ τοῦ μεσουρανήματος ἢ τοῦ δύνοντος ἢ τοῦ τρίτου, λάμβανε καὶ κατὰ τὴν κρίσιν τῶν ἐπὶ τοῦ ἐνάτου τυχόντων τεκμαίρου καὶ ἐπὶ τούτων. καὶ ἐπʼ ἀγαθῷ μὲν τὸ ὅραμα γενέσθαι ἐπὰν οἱ κύριοι τοῦ ἐνάτου καὶ τοῦ τρίτου καλῶς ἵστανται καὶ ὑπὸ ἀγαθοποιῶν ὁρῶνται, ἐπὶ κακῷ δὲ καὶ βλάβῃ ὅταν τοὐναντίον κακῶς κείμενοι ὦσι κατὰ τὸ κοσμικὸν καὶ ὑπὸ κακοποιῶν ὁρῶνται.
Χρηματιστικὰς δὲ ἡμέρας ἐν ὀνείροις οἱ παλαιοὶ Αἰγύπτιοι ἐπετήρησαν· τὴν αʹ ἡμέραν ἀπὸ συνόδου, τὴν δὲ βʹ καὶ τὴν γʹ οὐκ ἐπιτηδείους — λυπηρὰ γὰρ τὰ θεαθέντα —, δʹ δὲ καὶ εʹ καὶ ϛʹ ἀποβαίνειν τὰ ὀφθέντα, τῇ δὲ ζʹ ἐν δ ἡμέραις ἀποβαίνειν, ἐν δὲ τῇ ηʹ χρόνῳ, ἐν δὲ τῇ θʹ ἀνεκβάτους τοὺς ὀνείρους εἶναι, ἐν δὲ τῇ ιʹ καὶ ιαʹ εἴσω δ ἡμερῶν, ὁμοίως δωδεκαταίας οὔσης καὶ τρισκαιδεκαταίας μετὰ τοῦ καὶ αἰσίως, ἡ ιδʹ ἱλαρίας σημαντική, ἡ ιεʹ ἔμπρακτος μέν, ἐπιβλαβὴς δέ, ιϛʹ, ιζʹ, ιηʹ, ιθʹ ἐπιτελοῦσι τὰ ὀφθέντα εἴσω ἡμερῶν ι, ἡ δὲ εἰκὰς καὶ μία καὶ εἰκὰς κοινή, ἡ δὲ δευτέρα καὶ εἰκὰς περὶ χρῆμα ἐπιτελεῖ τὰ τοῦ ὀνείρου, ἡ τρίτη καὶ εἰκὰς ἐν ἡμέραις η, ἡ δὲ δʹ καὶ εἰκὰς ἐν ιβ, ἡ εʹ καὶ εἰκὰς ἐν κδ, ἡ ϛʹ καὶ εἰκὰς ἀτέλεστα, ἡ ζʹ καὶ εἰκὰς τέλος ἐπάξει, ἡ δὲ ηʹ καὶ εἰκὰς καὶ θʹ καὶ εἰκὰς ἐν τρισὶν ἡμέραις, ἡ δὲ λʹ ἀνεκβάτους.
ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ
Ἀρχὴ τοῦ τρίτου βιβλίου ἐξ οὗ μέλλει τὸν ἐπιστήμονα ἐπιγνῶναι ἀκριβῶς πᾶσαν καταρχὴν κατάρξασθαι καὶ μάλιστα ἀπὸ τῶν παρεκβεβλημένων ἀποτελεσμάτων ἀπὸ τῆς βίβλου Ἡφαιστίωνος φιλοσόφου Θηβαίου πρὸς Ἀθανάσιον. ἀρχόμεθα οὖν ἀπὸ τῶν περὶ καθολικῶν καταρχῶν καὶ περὶ ἐπιτηδείων ζῳδίων καὶ Σελήνης ἐπιτηρήσεως εἰς καταρχάς.
Ἐπὶ πάσης τοίνυν καταρχῆς δέον ἀκριβῶς σκοπῆσαι τὴν ὥραν ἐν ᾗ τὴν ἔναρξιν τοῦ πράγματος μέλλεις ποιεῖσθαι διὰ τῶν ὡς ἔνι μάλιστα διηρθρωμένων ὡροσκοπιῶν, καὶ οὕτω τὰ κέντρα στῆσαι ὡς ἐπὶ γενέσεως, τῶν τε φώτων καὶ τῶν πέντε ἀστέρων τὰ μήκη καὶ τὰ πλάτη ἐπιγνόντας καὶ πῶς ἔχουσι σχήματος πρός τε ἀλλήλους καὶ τὸ πᾶν. καὶ ἐκ τούτων λοιπὸν ἁρμόσασθαι τῶν γινομένων ἑκάστῃ προγνώσει.
αʹ. Περὶ ἐπιτηδείων ζῳδίων καὶ Σελήνης ἐπιτηρήσεων εἰς καταρχήν
Τὰ μὲν οὖν ὀρθῶς ἀνατέλλοντα ζῴδια — ἔστι δὲ τὰ ἀπὸ Καρκίνου ἕως Τοξότου — ἐπὶ τῆς ἀνατολῆς ἀκάκωτα τυχόντα ἀνεμποδίστως τὰ πραττόμενα τελέσει, τὰ δὲ λοξά — ἔστι δὲ τὰ ἀπὸ Αἰγοκέρωτος ἕως Διδύμων — ἄνευ μαρτυρίας ἀγαθοποιῶν ἀστέρων δυσκατέργαστα καὶ πολυχρόνια μηνύει τὰ ἐγχειριζόμενα, καὶ τὰ τροπικὰ δὲ ἀνατέλλοντα ὁμοίως ἀνατρέπει τὰ πραττόμενα.
Βλάπτει δὲ καὶ ἡ Σελήνη συνοδεύουσα τῷ Ἡλίῳ ἤτοι ὑπὸ τὰς αὐγὰς αὐτοῦ οὖσα ἢ διαμετροῦσα αὐτὸν ἢ ἐν τοῖς ἐκλειπτικοῖς συνδέσμοις οὖσα ἢ Κρόνῳ ἢ Ἄρει συνοῦσα ἢ συσχηματιζομένη, ὁμοίως δὲ καὶ ἐν τῷ νοτίῳ οὖσα πέρατι καὶ ἐν ταῖς τελευταίαις μοίραις τῶν ζῳδίων βλαπτικὴ τυγχάνει. ἐπιτηρητέον δὲ καὶ τὸ δωδεκατημόριον αὐτῆς μὴ ἐμπέσῃ ὅπου Κρόνος ἢ Ἄρης τύχωσιν ὄντες.
Ὁμοίως δὲ ἐπιτηρητέον καὶ τὸν τοῦ ὡροσκόπου δεσπότην μὴ ἐμπέσῃ εἰς τὸν ὄγδοον τόπον μήτε εἰς τὸν δεύτερον μήτε συνεῖναι τῷ τοῦ ὀγδόου τόπου δεσπότῃ μήτε τὴν Σελήνην καθυπερτερεῖν διαμέτρῳ ἢ τετραγώνῳ σχήματι μήτε τὸν τοῦ βʹ τόπου δεσπότην ἐν τῷ βʹ ἢ τῷ ηʹ τόπῳ ἐπεῖναι μήτε ἐναντιοῦσθαι ἀλλήλοις, ἔτι μὴν καὶ τοὺς οἰκοδεσπότας τοῦ σεληνιακοῦ ζῳδίου καὶ τοῦ κλήρου τῆς τύχης μὴ εἶναι ἔν τε τῷ βʹ ἢ ἐν τῷ ηʹ τόπῳ. πρὸ πάντων δὲ ἐν παντὶ πράγματι ἀναγκαῖόν ἐστι ζητῆσαι τόν τε ὡροσκόπον καὶ τὴν Σελήνην ἐν ἀγαθοποιῶν τόποις εἶναι, ἀγαθοῖς δὲ συνάπτειν παροῦσιν ἢ κατὰ σχῆμα καὶ τὸν τῆς τύχης κλῆρον συμφωνεῖν ἢ τῷ Ἡλίῳ ἢ τῇ Σελήνῃ ἢ τῷ ὡροσκόπῳ. εἰ δʼ ἄρα ἐπείγει τινὸς κατάρξασθαι, μὴ συντρέχει δὲ πάντα τὰ προειρημένα, χρηστέον τοῖς πλείοσι καὶ κατὰ καιρὸν δυνατοῖς. Περὶ καταρχῶν καθολικῶν καὶ παρατηρήσεων καὶ ἄλλως πλατύτερον
Τὴν βασιλικὴν τάξιν καὶ ἡγεμονικὴν δύναμιν Ἥλιος καὶ Σελήνη τοῦ παντὸς ἀνειλήφασι· διὰ γὰρ τῶν πρὸς ἀλλήλους σχηματισμῶν καὶ τῶν ἐπισήμων φάσεων ἅπαντα ἀπεργάζονται. παραλαμβάνονται δὲ καὶ τὸν τῶν πλανωμένων πρὸς αὐτοὺς σχηματισμὸν εἰς αὔξησιν καὶ ἐπίτασιν τῶν ἀποτελουμένων. ἐκ γὰρ τῆς τῶν φωστήρων κατὰ μῆνα συνόδου ἅπαντα κατά γε γῆν καὶ θάλασσαν ζωογονεῖται καὶ ἀλλοιοῦται. χρὴ οὖν ἐπὶ πάσης καταρχῆς τὴν προγενομένην σύνοδον ἤτε πανσέληνον σκοπῆσαι ὡς ἐπὶ γενέσεως, πρῶτον μὲν εἰ ἐπὶ τῶν κέντρων ἢ ἐπὶ τῆς τούτων ἐπαναφορᾶς εἴη χρηματίζουσα καὶ εἰ ἐν ἀγαθοποιοῦ ἀστέρος ζῳδίῳ ἢ μοίραις ἢ παρουσίᾳ ἢ σχήματι ἢ κακοποιοῦ, ὁμοίως καὶ εἰ μετὰ τὴν σύνοδον συνάπτει ἀγαθοποιῷ ἢ ἐναντίῳ, καὶ οὕτως καταστοχάζεσθαι τοῦ πράγματος καθὼς ἂν ἔχῃ ἡ συζυγία πρός τε τὰ κέντρα καὶ τοὺς πλανωμένους. ἐπικέντρου γὰρ γενομένης τῆς συζυγίας μετὰ τῶν ἀγαθοποιῶν καὶ ἐπειγούσης πρὸς ἀγαθοποιούς, μεγίστας καὶ εὐδαιμονεστάτας δηλώσει πράξεις ἄχρι τέλους· ἐπὶ δὲ γενέσεως ἀποτελοῦνται βασιλεῖς, εὐδαίμονες, πολυχρήματοι. ἐπὰν δὲ ἀγαθοποιοῖς συνοδεύσασα φέρηται ἐπὶ κακοποιούς, ποιήσει εὐγενεῖς τοὺς γεννηθέντας καὶ τὰς ἀρχὰς τῶν χρόνων ἔχοντας, ὕστερον δὲ ἐπὶ τὸ χεῖρον σφαλλομένους τῷ βίῳ· ἐὰν δὲ ἐναντίως εὑρεθῇ ἡ συζυγία, δηλονότι καὶ τοὺς τικτομένους τὴν ἀρχὴν δυστυχοῦντας, τὰ δὲ τέλη εὐτυχεῖς. ἐὰν δὲ ἀπὸ κακοποιῶν εἰς κακοποιοὺς φέρηται, ταπεινοὺς ἐκ ταπεινῶν ἀποτελεῖ καὶ ἐπιμόχθους καὶ ἐν πᾶσι δυστυχεῖς καὶ κακομόρους. περισχεθεῖσα δὲ ὑπὸ τῶν κακοποιῶν ἡ σύνοδος ταπεινοὺς καὶ ἀβίους καὶ ἐπαίτας καὶ δυστυχεῖς ἐργάζεται. εὐεπιτεύκτους δὲ καὶ ἐμπράκτους ἐν πᾶσιν ἀποτελέσει ὅταν ὁ οἰκοδεσπότης τῆς συνόδου ἀνατολὰς ἔχῃ καὶ ἐπιπαρὼν ἢ ἰδιοτοπεῖ ἢ τριγωνίζεται πρὸς τὸν τόπον· ἐὰν δὲ ἀπόστροφος εὑρεθῇ ἢ ἐναντιωθῇ, οὐ ποιήσει. ἐπὶ δὲ τῶν ἐπαναφορῶν γενομένης τῆς συζυγίας καὶ τοῦ κυρίου αὐτῆς, μετὰ χρόνον ἀποτελέσει τὰ πραττόμενα· ἐὰν δὲ ἐν τοῖς ἀποκλίμασι, ἀργὰ καὶ ἀσυντέλεστα. ἐπισκοπητέον οὖν καὶ τὰ ἐν καταρχῇ πραττόμενα πάντα ὡς ἐπὶ γενέσεως προσκεψαμένους τὴν προγενομένην σύνοδον ἤτε πανσέληνον. ταῖς δὲ τῆς Σελήνης προσεκτέον φάσεσι σπουδαίως—λέγω δὲ ἐν αἷς τὸν Ἥλιον μετὰ τὰ ἀσύνδετα σχήματα κατὰ διαμέτρους ἢ τριγώνους ἢ τετραγώνους ἀκτινοβολίας καὶ μαρτυρίας ἐφορῶσα καὶ ἐφορᾶται.
Περὶ φήμης καὶ ἀγγελίας
Εἴτε γὰρ φήμη τις ἢ ἄκουσμα ἢ κίνησις ἁπλῶς παντὸς πράγματος πόλει ἢ χώρᾳ ἢ τοῖς καθʼ ἕκαστον ἀνθρώποις γένηται ἢ περὶ γραμμάτων ἢ ἐντολῶν ἢ μαντειῶν πονηρῶν καὶ τὸ ἀληθὲς ἐπιζητοίη τις, φάσιν μὲν ποιουμένης τῆς Σελήνης ἀληθῆ ταῦτα καὶ βέβαια εὑρεθήσεται, καὶ μάλιστα τοῦ Ἑρμοῦ συμπαρόντος ἢ μαρτυροῦντος αὐτῇ. καὶ ἐὰν ἀπῶσιν οἱ κακοποιοὶ δηλῶσιν ἐπʼ ἀγαθῷ τὸ πρᾶγμα, ἐὰν δὲ ἔμπαλιν οὐκ ἀγαθόν, ἢν δʼ ἀνακεκραμένοι τύχωσιν ὁμοίως ἀναμεμιγμένως. ἐπὰν δὲ ὁ τοῦ Ἑρμοῦ μετὰ τοῦ Ἄρεως ἐπίδωσι τὴν Σελήνην μὴ ποιουμένην φάσιν ἀπατηλὰ καὶ δόλια καὶ πανοῦργα καὶ ἐπίβουλα σημαίνει τὰ πραττόμενα ἢ ἀγγελλόμενα, καὶ μάλιστα ὅταν ᾖ ἐν τοῖς τῶν ἀστέρων τούτων ζῳδίοις ἡ καταρχή.
Πρὸς τούτοις δὲ καὶ τῇ φύσει τῶν ζῳδίων προσέχειν χρή. αὐτίκα ὁ Σκορπίος ἐγγὺς ὢν τοῦ Ζυγοῦ πολὺ αὐτῷ διαλλάσσει· ὁ μὲν γὰρ Ζυγὸς πρὸς τὸ δίκαιον καὶ ἀγαθὸν νένευκεν, ὁ δὲ Σκορπίος πρὸς τὰ ἐναντία καὶ βλαπτικά. τῆς οὖν Σελήνης τὴν φάσιν ἐχούσης ἐν Ζυγῷ ὁ μὲν ἀποδρὰς ῥᾳδίως ἐπανήξει, ὁ δὲ τὴν ἄδικον δίκην εἰσάγων ἡττηθήσεται ὑπὸ τοῦ τὴν δικαίαν ἔχοντος, τὸ δὲ ἀπολωλὸς εὑρεθήσεται· καὶ λήψεις καὶ δόσεις καὶ κοινωνίας ποιεῖσθαι συνοίσει. Περὶ δανείων
Δανείζειν τε καὶ δανείζεσθαι καὶ εὔχεσθαι καὶ αἰτεῖσθαι ἀμοιβὰς καὶ χάριτας, ἀσύμφορον δὲ καὶ οὐκ ἐπʼ ἀγαθῷ κλέπτειν, ἁρπάζειν, ἐπιορκεῖν, ψεύδεσθαι ἢ ὅλως ἄδικόν τι πράττειν. ἐν δὲ τῷ Σκορπίῳ τῆς Σελήνης γενομένης τοὐναντίον· ἄδικα καὶ βίαια τοῖς ἐγχειροῦσι συνοίσει, ἀσύμφορον δὲ καὶ γάμον συντελεῖν.
Περὶ χρησμῶν
Καλῶς δὲ κειμένης μετὰ τοῦ Ἑρμοῦ ἐν τοῖς ἀνθρωποειδέσι ζῳδίοις, καλὸν χρησμοὺς λαβεῖν, ὀνειροπολεῖσθαι, περὶ προγνώσεις ἔχειν· ἐν δὲ τοῖς αἰνιγματώδεσι καὶ ἀφώνοις καὶ μάλιστα μετὰ Κρόνου φαντασίας κατοιχομένων καὶ θηρίων ἢ δεσμωτῶν ἀποδείκνυνται· τοῦ δὲ Διὸς ὁρῶντος αὐτήν, διὰ προφητῶν ἢ βασιλέων ἢ ἱερῶν ζῴων, ἐπισήμων ἀνδρῶν καὶ ἀληθευόντων· τοῦ δὲ τοῦ Ἄρεως διὰ τῶν οἰκείων ὅπλων καὶ στρατιῶν, σφαγῶν, ἁρπαγῶν καὶ δεισιδαιμονιῶν· τοῦ δὲ τῆς Ἀφροδίτης διὰ λίθων πολυτελῶν καὶ γυναικείων κόσμων καὶ προσώπων. Ὑδραγώγια κατασκευάζειν καὶ φρεάτων ὀρυγὰς ποιεῖσθαι
Οὔσης δὲ τῆς Σελήνης ἐν καθύγροις ζῳδίοις, ὑδραγώγια κατασκευάζειν καὶ φρεάτων ὀρυγὰς ποιεῖσθαι μαρτυροῦντος Κρόνου ἢ καὶ Ἑρμοῦ· τοῦ δὲ τοῦ Ἄρεως μετὰ τῆς Ἀφροδίτης, παραληπτέον ἐπὶ τῶν βαλανείων καὶ πλοίων τίθεσθαι τροπὴν ἢ νεολκεῖν ἢ καθέλκειν εἰς θάλασσαν καὶ τὰ πλευστικὰ ἅρματα ὠνεῖσθαι. τῆς Σελήνης οὔσης ἐν Τοξότῃ, Αἰγοκέρωτι, Ὑδροχόῳ, Ἰχθύσι, Καρκίνῳ, Ἀφροδίτης καὶ Ἑρμοῦ συμπαρόντων ἢ μεσουρανούντων ἢ ἐπιθεωρούντων, ἀπόντων τῶν κακοποιῶν, συνοίσει γῆν πρίασθαι. Περὶ φυτείας
Καὶ φυτεύειν ἐν Τοξότῃ καὶ Παρθένῳ, κήπους δὲ καὶ ἀμπελῶνας ἐν Καρκίνῳ καὶ Ἰχθύσι καὶ Ὑδροχόῳ, καὶ μάλιστα ἐν ἀνατολῇ οὔσης τῆς θεοῦ, ἐφορῶντος Ἑρμοῦ καὶ Ἀφροδίτης.
Περὶ σωμάτων ἀγορασίας
Σώματα δὲ ἀγοράζειν καὶ πωλεῖν ἐν τοῖς ἀνθρωποειδέσιν οὔσης αὐτῆς μετὰ τῶν ἀγαθοποιῶν καὶ Ἑρμοῦ· καὶ ἀπέστωσαν δὲ οἱ κακοποιοί. Περὶ κτηνῶν
Ἐν δὲ τοῖς κτηνώδεσι καλὸν κτήνη καθιστᾶν, Κριῷ, Ταύρῳ, Λέοντι, Τοξότῃ· ἀγέλας δὲ Κριῷ, Αἰγοκέρωτι. Περὶ ἵππων καὶ βοοτροφῆς
Ἐν δὲ Διδύμοις ἱπποτροφεῖν, βοοτροφεῖν δὲ ἐν Καρκίνῳ καὶ Ταύρῳ. Γυναικὶ ὁμιλεῖν
Σύμφορον δὲ γυναικὶ πρώτως ὁμιλεῖν ἐν Ζυγῷ οὔσης τῆς θεοῦ· προσφιλεῖς γὰρ καὶ ἡνωμέναι γίνονται. τοὐναντίον δὲ ἐν Σκορπίῳ, Τοξότῃ, Λέοντι· ταχὺ γὰρ διαλύονται. Γυναιξὶ ὁμιλεῖν ξέναις
Ξέναις καὶ ἀλλοτρίαις γυναιξὶ μίγνυσθαι ἐν Αἰγοκέρωτι καὶ Διδύμοις καὶ Ἰχθύσι· παραμένουσιν ἀβλαβεῖς αἱ μίξεις, μάλιστα δὲ καὶ Σκορπίῳ. ἀσύμφορον δὲ χωρίζεσθαι εἰς ἑτέρους τόπους ἐν Τοξότῃ. Πότε χρὴ ποιεῖσθαι ἐξόδους χερσαίους καὶ θαλαττίους
Ποιεῖσθαι δὲ χρὴ τὰς ἐξόδους τῆς Σελήνης οὔσης ἐν τοῖς χερσαίοις, ἐν δὲ τοῖς ἐνύγροις τὰς ἀναγωγὰς τοῦ πλοῦ, ἐν δὲ τοῖς ἀμφιβίοις, τουτέστιν Καρκίνῳ καὶ Αἰγοκέρωτι, πρὸς ἀμφότερα χρηστέον. οὐδὲν δὲ κωλύει καὶ ἐν τοῖς ἀνθρωποειδέσι καὶ χερσαίοις χωρὶς τῶν κακοποιῶν ὁδοῦ ἢ πλοὸς κατάρχεσθαι.
Πότε χρὴ ὀρύσσειν
Ἐν δὲ τοῖς χερσαίοις καὶ στερεοῖς καθεστώσης αὐτῆς ὀρύσσειν χρὴ ὅσα κατὰ γῆν προσήκει μέταλλα, θεμελίους, θησαυρούς, μάλιστα δὲ καὶ Σκορπίῳ ἐπεὶ καὶ φωλεύει. Πότε χρὴ οἰκοδομεῖν
Οἰκοδομεῖν δὲ ἐν τοῖς αὐτοῖς ζῳδίοις πλὴν τῶν τροπικῶν. Πότε μνημεῖα καὶ τάφους κτίζειν
Μνημεῖα καὶ τάφους κτίζειν χρὴ σχηματιζομένου Κρόνου καὶ Ἑρμοῦ. Πότε εὐχὰς θεοῖς διδόναι
Εὐχὰς δὲ θεοῖς ἀποδιδόναι ἐν τοῖς τροπικοῖς οὔσης καὶ ἐπὶ φάσεως ἀγαθῆς τῆς Σελήνης ὡς μᾶλλον ὑπακούειν. Παρακαταθήκην λαμβάνειν
Παρακαταθήκας λαμβάνειν οὔσης ἐν Ὑδροχόῳ ἀσύμφορον καὶ ἀχαριστίας αἴτιον. Πότε κτηνοτροφεῖν
Κτηνοτροφεῖν δὲ ἐν Ταύρῳ καὶ ἐν Λέοντι ἵππους, Σκορπίῳ δὲ κύνας καὶ ὄνους. Πότε διδάσκειν καὶ παλαιστρεῖν
Εἰς διδασκαλίαν καὶ εἰς παλαίστραν συνιστάναι Διδύμοις καὶ ζυγῷ καὶ Ὑδροχόῳ καὶ Παρθένῳ, καὶ παντὶ δὲ εἴδει μαντικῆς χρηστέον. Πότε θηρεύειν
Θηρεύειν δὲ ἐν τοῖς θηριώδεσι ζῳδίοις τὴν διὰ κυνῶν θήραν, ἐν δὲ τοῖς πτερωτοῖς τὰ πτηνά, ἁλιεύειν δὲ ἐν τοῖς καθύγροις.
Πότε κατατίθεσθαι χρήματα
Κατατίθεσθαι δὲ χρήματα κατὰ γῆν συνοίσει ἐν Σκορπίῳ καὶ Λέοντι καὶ Παρθένῳ. Πότε ἐργαστήρια ἀνοίγειν
Ἐργαστήρια δὲ ἀνοίγειν καὶ βίον συλλέγειν καὶ ὅσα σταθμοῖς καὶ μέτροις χρῆται ἄμεινον ἐν Ζυγῷ οὔσης τῆς Σελήνης, κατὰ τὴν τάξιν δευτέραν ἐν Καρκίνῳ, κατὰ τὴν τρίτην ἐν Κριῷ. ἀγοράζειν δὲ Ἰχθύσι καὶ Ὑδροχόῳ πᾶν ἔνυδρον. Πότε μετοικίζειν
Μετοικίζεσθαι δὲ δεῖ καὶ μεταβαίνειν ἐν τοῖς ἀνθρωποειδέσι ζῳδίοις, καὶ ἐν Καρκίνῳ δὲ ἄμεινον διὰ τὸ οἶκον αὐτῆς εἶναι. Πότε ποιεῖν κοινωνίας πρὸς φίλους
Κοινωνίας δὲ πρὸς φίλους ποιεῖν ἐν τοῖς ἀνθρωποειδέσι ζῳδίοις. Πότε ὠνεῖσθαι σώματα
Σώματα δὲ ἀγοράζειν, ἐν μὲν τοῖς στερεοῖς παράμονα μὲν σημαίνει, αὐθάδη δέ· ἐν τοῖς ἀνθρωποειδέσιν ἐπιεικῆ καὶ ὑποτακτικά, ἐν δὲ τοῖς τροπικοῖς εἰς μετάπρασιν. Πότε ὠνεῖσθαι σύγκοιτον ἤτοι παλλακήν
Ὠνεῖσθαι δὲ σύγκοιτον ἤτοι παλλακὴν ἐν Παρθένῳ, Ζυγῷ, Ταύρῳ. Περὶ γάμων συγγραφῆς
Τὰς δὲ τῶν γάμων συγγραφὰς ποιεῖσθαι Παρθένῳ, Ζυγῷ, Ὑδροχόῳ, Τοξότῃ· παράμονοι γὰρ οὕτως ἔσονται αἱ συμβιώσεις, τοὐναντίον δὲ Ταύρῳ, Ἰχθύσιν, Κριῷ.
Θανάτῳ χωρισμός
Θανάτῳ δὲ ὁ χωρισμὸς γίνεται ἐν Σκορπίῳ, καὶ μάλιστα ὅταν ἡ Σελήνη τὸ κέντρον αὐτοῦ διαπορεύηται, ἐὰν δὲ καὶ τῶν κακοποιῶν τις ἐπίδῃ, ἀδηρίτως τὸ τοιοῦτον συμβήσεται. Ἀμπελῶνας καὶ κήπους σπείρειν
Ἀμπελῶνας δὲ καὶ κήπους ἐν Ἰχθύσι καὶ Καρκίνῳ καὶ ἐν τοῖς ἐσχάτοις τοῦ Αἰγοκέρωτος, σπείρειν δὲ ἐν Τοξότῃ καὶ Παρθένῳ, τρυγᾶν δὲ ἐν τοῖς καθύγροις Ἀφροδίτης καὶ Ἄρεως καὶ Ἑρμοῦ ὁρώντων. Περὶ μασθοδοσίας
Παρατηρεῖν δὲ ἐν ταῖς κτίσεσι κενοδρομοῦσαν τὴν Σελήνην καὶ ἐν ταῖς ἄλλαις καταρχαῖς, καὶ λειψίφωτα. ἐν ταῖς μασθοδοσίαις τῶν βρεφῶν τὸν Κριὸν φυλάττεσθαι χρή· νόσων γὰρ καὶ λειπογαλαξίας αἴτιος ἔσται. Περὶ ἀποκυήσεως
Ἐὰν ἐπὶ τῆς ἀποκυήσεως εὑρεθῇ ἡ Σελήνη φερομένη πρὸς τοὺς κακοποιοὺς χωρὶς τῶν ἀγαθοποιῶν, κακῶς τὸ τικτόμενον ἀπόλλυται εἴσω ἡμερῶν ἑπτά. Θεωρήματα νόσων
Ἐν δὲ ταῖς κρισίμαις τῶν νόσων ἐὰν εὑρεθῇ συνοῦσα τῷ Κρόνῳ λειψίφεγγος, θάνατον ὑπονοητέον· ἡ δὲ τοῦ θανάτου ποιότης προεγνωσμένη κατὰ τὴν γένεσιν. καὶ εἰ ἐπιταθῇ αὐτὴ τοῖς νοσοῦσι καταστοχαστέον τούτου. ὅταν δέ τις δοκῶν εὐημερεῖν καὶ ἐν ἀγαθῇ ἡμέρᾳ ἄρξηται νοσεῖν, ἐν δὲ τῇ κρισίμῳ ἡμέρᾳ μὴ ἀπαλλαγῇ ἀλλὰ παρολκὴν ἔχει κινδυνῶδες καὶ τέλους ἐπακτικὸν τὸ τοιοῦτον νοείσθω, καὶ μάλιστα ὅταν ἀστέρος οἰκοδεσπότου ἢ τοῦ ζῳδίου ἀναφορὰ συμπληροῦται, ὁμοίως δὲ ἐπὰν ᾖ ἡ Σελήνη καὶ πρὸς τοὺς ἀγαθοποιοὺς ἢ μοίρας αὐτῶν ἐν τῷ ηʹ ἢ τῷ ϛʹ — τὸ μὲν θανατικὸν ἀπέστη, τὸ δὲ τοῦ σίνους —, οὐ καλή. παρετηρήθη δὲ πολλάκις ἐπὶ τῶν πολυχρονίως καμνόντων ἢ καὶ αἱρουμένων τὸ ἀποθανεῖν τοῦ ζῆν διά τινας ὑπερβαλλούσας κακίας τῶν νόσων καὶ παθῶν ἢ καὶ ἑτέρας συμφορὰς πρὸς τοὺς ἀγαθοποιοὺς συνάπτουσα ἢ καὶ τῶν ἀγαθοποιῶν καλῶς σχηματισάντων πρὸς τὴν γένεσιν ἐν τῇ παρόδῳ τὰ τοιαῦτα τὴν ἀπαλλαγὴν τοῦ βίου ποιοῦνται. ὅταν δὲ ὁ τὸ σίνος σημαίνων ἀστὴρ εὑρεθῇ ἐν τῷ δυτικῷ κέντρῳ ἢ ἐν τῷ ηʹ — τουτέστι τῷ θανατικῷ τόπῳ — ἐξ ἐκείνου τοῦ πάθους τὴν τελευτὴν ἔσεσθαι ὁριστέον, ἐπὰν δὲ καὶ ὑπὸ ἀγαθοποιῶν μὴ θεωρῆται ὁ τοῦ σίνους καὶ πάθους σημαντικὸς ἀστήρ, ἐξ ἐκείνου τοῦ πάθους ἡ τελευτὴ ἔσται. παρεφυλάχθη δὲ καὶ τοῦτο· ταῖς μὲν εὐτυχέσι καὶ ἐν ὑπεροχαῖς γενεαῖς τὰ κακὰ μέτρια γίνεσθαι ὥσπερ ἐπὶ πόλεως τὰ ἀγαθὰ ταῖς δυστυχίαις. Πότε δεῖ καὶ τὰς ἐπεμβάσεις τῶν ἀστέρων παρατηρεῖν
Παρατηρητέον δὲ ἐπὶ τῶν καταρχῶν ὡς ἐπὶ γενέσεως καὶ τὰς ἐπεμβάσεις τῶν ἀστέρων. ἑνὸς δὲ ἑκάστου εἴδους καὶ πράγματος κατὰ τὴν καταρχὴν τοὺς δοτῆρας καὶ κυρίους ἐφορατέον συσχηματιζομένους τῇ Σελήνῃ ὅπως συμφώνως καὶ τελείως ἕκαστον τῶν πραττομένων ἀποβῇ. ὅταν γὰρ ζητῶμεν περὶ ἐγγαίων ἢ ἐπιτροπῆς ἢ κληρονομιῶν, Κρόνον καλῶς κείμενον παραλαμβάνομεν, περὶ βασιλειῶν δὲ καὶ ἡγεμονιῶν δηλονότι Δία, καὶ πολεμικῶν Ἄρην, ἐρωτικῶν δὲ Ἀφροδίτην, φιλιῶν καὶ πραγματειῶν Ἑρμῆν ἀκάκωτον. ἰστέον δὲ ὅτι ὅταν συνῇ τῷ Ἡλίῳ ὁ τοῦ Ἑρμοῦ, ἐμφανῆ τὰ λαθραίως πραττόμενα καθίστησιν.
Λεπτομερέστερον δὲ καὶ οἱ ἀρχαῖοι ἀνέγραψαν περὶ τῶν τῆς Σελήνης μόνης ἐπεμβάσεων, ἃ καὶ αὐτὰ παρατιθέμεθα.
Σελήνη Κριῷ
Ἐν Κριῷ αὐτῆς οὔσης ὑπὲρ γῆν μετὰ μοίρας θ ἐπιτήδειον εἰς ἀποδημίαν καὶ ἀγορασίας εὐσχήμονας ποιεῖσθαι, ἀγρούς τε γεωργεῖν καὶ κουρὰν τετραπόδων καὶ θεμελίων ἀρχὰς καὶ συνθήκας καὶ δανείσματα καὶ ἱστουργίας, ἁρμόζει δὲ καὶ ταῖς φθείρειν προειρημέναις, ἐν δὲ τῇ βʹ πεντεκαιδεκαμοιρίᾳ τοῖς κατὰ τὴν ἕω ἐξουσίαν καὶ ἀρχὴν παραλαμβάνουσιν αἴσιον, ἀνάρμοστον γάμους ποιεῖν καὶ πατρῴων κτημάτων παραλήψεις ποιεῖσθαι ἐπιζήμιον. Σελήνη Ταύρῳ
Ἐν δὲ τῷ Ταύρῳ περὶ τὴν αʹ πεντεκαιδεκαμοιρίαν αἴσιον ὁδοιπορεῖν, γεωργεῖν, σπείρειν, φυτεύειν, ὠνεῖσθαι δούλους, τετράποδα, οἰκοδομάς τε καὶ φρέατα ἐργάζεσθαι, ἀγαθόν τε ἱδρύειν βωμούς τε καὶ ἱερά, ἀρχάς τε καὶ ἐξουσίας λαβεῖν περὶ τὰ νότια κλίματα, ἐν δὲ τῇ ἄλλῃ πεντεκαιδεκαμοιρίᾳ ταῖς ἐκτιτρωσκούσαις σύμφορον, ἀβέβαιόν τε καὶ γαμεῖν καὶ τέκνα τρέφειν — τὰ γὰρ τέκνα ἐν πλάνῃ καὶ κοπιότητι ἔσται —, καὶ τὸ μισθοῦσθαί τι ζημιῶδες. Σελήνη Διδύμοις
Τῶν δὲ Διδύμων ἕως τοῦ ἥμισυ ἀπότρεπτον πράγματος κατάρχεσθαι, κατὰ δὲ τὸ ἄλλο ἥμισυ πράσσειν συνοίσει καὶ γαμεῖν καὶ τέκνα τρέφειν, ὠνεῖσθαί τε οἰκίας καὶ ἀγρούς, ὅρκους καὶ πίστεις ποιεῖσθαι, ἐπί τε παλαιοῖς καὶ τεθεμελιωμένοις οἰκοδομεῖν καὶ γεωργεῖν καὶ φυτεύειν, τέχνας παραδοῦναι μαθητάς, παρακαταθήκας γῇ, τιθέναι δὲ οἰκητὰς καθιστᾶν, ἀρχὴν ὑποδέχεσθαι καὶ ἐπίταγμα ἀνύειν, ἐπικίνδυνον δὲ ἐκτιτρώσκειν, ἔχθρας κατασκευάζειν, πλεῖν ἢ τόπων ἀναχωρεῖν ἢ προσώπων.
Σελήνη Καρκίνῳ
Ἐν Καρκίνῳ κατὰ τὸ αʹ ἥμισυ αἴσιον γαμεῖν, τέκνα τρέφειν, συνωνεῖσθαι, καὶ μάλιστα διʼ ὑγρῶν πλεῖν ἀσφαλὲς πλὴν βραδυτῆτα ἔχον, ἐν δὲ τῷ ἄλλῳ ἡμίσει ἐχθροῖς ἐπιτίθεσθαι, δολοποιεῖν, ἁλιεύειν, κηπωρεῖν, φυτεύειν, σπείρειν, μέταλλα ὀρύγειν, ποταμοὺς καὶ φρέατα καὶ κολυμβήθρας διορύσσειν, παρακαταθήκας γῇ διδόναι, χρέη λαμβάνειν ἢ διδόναι, παραφυλάσσεσθαι δὲ τὰς ἀπὸ ξηρῶν ἐργασίας συνισταμένας, ἄρρενα δὲ σώματα πρίασθαι, ἔχθρας δὲ ἀποφυγεῖν καὶ μάχας — ἀδιάλυτοι γὰρ ἔσονται. Σελήνη Λέοντι
Ἐν δὲ Λέοντι ἀπὸ τῆς ιʹ μοίρας τετράποδα πάντα καὶ μάλιστα τὰ μείζονα συνωνεῖσθαι καὶ διοικεῖν καλὸν καὶ ἐπιβαλέσθαι ἀρχαῖς καὶ ἐξουσίαις καὶ δανείζεσθαι, ἐπιβλαβῆ δὲ ὁδοῦ ἄρξεσθαι ἢ πλοός, οἰκέτας παραφυλάσσεσθαι καὶ ἐχθρῶν ἐπιθέσεις — τὰ δὲ ἀπολλόμενα δυσανακόμιστα ἔσται —, γαμεῖν οὐκ αἴσιον οὐδὲ γυναικὶ ἐκτιτρώσκειν. Σελήνη Παρθένῳ
Ἐν δὲ τῇ Παρθένῳ κάλλιστον σῖτον, χρυσόν, ἀργύριον, ἱμάτια, σώματα καὶ ὅσα πρὸς κόσμον χρήσιμα ἀγοράζειν, οἰκοδομάς τε ποιεῖσθαι παντοίας, καινοῖς τε χρῆσθαι σκεύεσι καὶ ἱματίοις, μετάλλων τε ἐνάρχεσθαι καὶ φυτεύειν καὶ σπείρειν καὶ γεωργεῖν πλὴν ἀμπέλου, γαμεῖν τε ἀπὸ χηρείας — αἱ γὰρ παρθένοι ἀσύμφοροι —, καὶ τὸ μετοικίζεσθαι δὲ καὶ μισθοῦσθαι καὶ δανείζεσθαι καὶ ἐκτιτρώσκειν, πατρῷα παραλαμβάνειν, πλοῦ τε ἐνάρχεσθαι, οἶνόν τε καὶ ἔλαιον διοικεῖν οὐ συνοίσει, ἱστουργεῖν τε καὶ τίκτειν σύμφορον.
Σελήνη Ζυγῷ
Ἐν δὲ Ζυγῷ πάντα τὰ ἐκ δικαίου καὶ ἀγοράζειν καὶ πωλεῖν καὶ ὅσα διὰ μέτρων καὶ σταθμῶν, χρέος τε λαμβάνειν, ὁδεύειν, ἀρχὴν καὶ ἐξουσίαν λαμβάνειν καὶ μάλιστα τῶν πρὸς βορρᾶν τόπων, θεμελίους τιθέναι οἰκοδομὰς ἄνευ τοῦ στεγάζειν, ποταμοὺς δὲ αἱρεῖν, φρέατα ὀρύσσειν καὶ ἱστουργεῖν καὶ γαμεῖν καὶ φιλίας καὶ ἱλαρίας μετέχειν, ἐναντία δὲ ἀγοράζειν, οἰκίας ἢ χώρας μισθοῦσθαι ἢ μετοικίζεσθαι ὅσα τε ἀπὸ ξηρῶν συνέστηκεν ἀνάρμοστον, ἐκτιτρώσκειν δὲ ἐπικίνδυνον καὶ ταῖς αὐτομάτως τοῦτο παθούσαις. Σελήνη Σκορπίῳ
Ἐν δὲ τῷ Σκορπίῳ χρήσιμον ὁδοιπορεῖν, πλεῖν, ἐν δὲ ταῖς ἀγορασίαις καὶ πράσεσιν ἐπίβουλον ἐχθροῖς ἐπιτίθεσθαι, πύλας καθιστᾶν, ἱερὰ ἱδρύειν καὶ βωμόν, ἐπὶ πόλεων οἰκονομεῖν, ἀγεώργητον χώραν γεωργεῖν, φρέατα ὀρύσσειν καὶ μεταμπελεύειν καὶ παρακατατίθεσθαι γῇ, τόπους τε διαιρεῖν, τῶν δὲ σκευῶν ποτῶν κενῶν χρῆσιν ποιεῖσθαι, ὕδωρ τε ἄγειν καὶ ποταμόν. ἅπαντα δὲ ταῦτα περὶ τὴν αʹ πεντεκαιδεκαμοιρίαν συνοίσει, ἄχρηστα δὲ τὰ περὶ τὴν βʹ· γάμος ἐὰν γένηται ἡ νύμφη δούλοις μιχθήσεται, ἀσύμφορον δὲ κοινωνίας ποιεῖν καὶ ἰατρὸν κάμνοντι ἐπεισάγειν καὶ ἐκτιτρώσκειν ἐπισφαλές. Σελήνη Τοξότῃ
Ἐν δὲ τῷ Τοξότῃ ἁρμόζει πλεῖν τοῖς ἐπὶ τὰ οἰκεῖα, εἴτε ἱπποτροφεῖα καὶ βουκολεῖα καὶ κτηνοτροφεῖα ἐπωφελές, κιχρᾶσθαί τε ἀλλότρια καὶ δανείζεσθαι καὶ τὰ ἐκτὸς ὄντα εἰς τὴν οἰκίαν ἀπολαβεῖν, ἐχθροῖς τε ἐπιτίθεσθαι ἐναργές, πατρῷα δὲ ἀπολαμβάνειν καὶ ἀλλότρια, οἰκοδομεῖν καὶ θεμελίους τιθέναι καὶ κύνας ἀγοράζειν καὶ ἁλιεύειν καὶ κυνηγεῖν καὶ ἱστουργεῖν, ἐπὶ βλάβῃ δὲ πιστεύεσθαι, δανείζειν, κιχρᾶν, ἀποδημεῖν, ὁδοῦ ἐπανέρχεσθαι — χρόνιος γὰρ ἔσται ἡ ὁδός —, οὐ συμφέρει δὲ ἰατρὸν εἰσάγειν οὔτε καθαίρεσθαι οὔτε ἐκτιτρώσκειν. Σελήνη Αἰγοκέρωτι
Ἐν δὲ Αἰγοκέρωτι ἁρμόζει θρέμματα συνωνεῖσθαι καὶ πιπράσκειν καὶ ἐμπορεύεσθαι καὶ πλεῖν καὶ πετεινὰ ὠνεῖσθαι καὶ θηρᾶν καὶ φρέατα ὀρύσσειν καὶ τὰ ἐμπεφραγμένα διανοίγειν καὶ τοίχους ἀνεγείρειν, τά τε κατὰ τὴν οἰκίαν ἐνάρχεσθαι καλόν, φιλίᾳ τε κοινωνεῖν καὶ ἐξ ἀποδημίας εἰς τὰ οἰκεῖα ἐπανέρχεσθαι κατά τε γῆν καὶ θάλατταν, τέχνην τε διδάσκειν καὶ μουσικά, κοινοῖς τε ἀφροδισίοις χρῆσθαι καὶ ἱστουργεῖν, ἐπικίνδυνον δὲ ταῖς ἐκτιτρωσκούσαις καὶ ὁδοῦ ἐνάρχεσθαι ἐπισφαλές. Σελήνη Ὑδροχόῳ
Ἐν δὲ Ὑδροχόῳ πλοῦ καὶ ὁδοιπορίας καὶ ὅσα διʼ ὑγρῶν καὶ σταθμῶν συνωνεῖσθαι, οἰκοδομεῖν καὶ κοσμεῖν οἰκίας καὶ τὰ ἐμπεφραγμένα ἀνοίγειν, κοινοῖς χρῆσθαι, γεωργεῖν, φυτεύειν, σπείρειν, ὀρύσσειν φρέατα καὶ ποταμὸν καὶ κολυμβήθρας καὶ ὅσα ἐν γῇ κατετέθη, ἱστουργεῖν, ἀκίνδυνόν τε ταῖς ἐκτιτρωσκούσαις· ὀμνύναι ἢ πράσσειν τι ἄδικον οὐκ ἐπιτήδειον, ὁρκίζειν δὲ καὶ πᾶν ὅπερ τοῦ δικαίου ἔχεται πράττειν ἀκώλυτον. Σελήνη Ἰχθύσιν
Ἐν δὲ τοῖς Ἰχθύσιν οὔσης τῆς Σελήνης καὶ πλοῦ κατάρχεσθαι καὶ ὁδοῦ καὶ συνωνεῖσθαι καὶ ἐμπορεύεσθαι κατά τε γῆν καὶ θάλατταν καὶ ὅσα ἐξ ὑγρῶν καὶ μάλιστα ὅσα ἐκ θαλασσίας παρασκευῆς παιδὶ ἑκάστῳ κτᾶσθαι καὶ τὰ πρὸς ἁλείαν καὶ θήραν καὶ στρατείαν ἑτοιμάζεσθαι, ἐπιτίθεσθαί τε καὶ μάχεσθαι καὶ ἰξεύειν καὶ κοινωνίας κατάρχεσθαι καὶ φιλίας, γαμεῖν τε καὶ ὅσα πρὸς ἰσότητα συμφέρει εἰ καὶ ἡ γαμηθεῖσα λοίδορός τις καὶ λάλος καὶ μοιχάς, φυλάσσεσθαι δὲ δεῖ οἰκοδομεῖν. τὰ δὲ προειρημένα πάντα ἐναργέστερα γίνεται πρός τε ὠφέλειαν ἢ κάκωσιν ἀπὸ τῆς κοινωνίας τῶν ἄλλων ἀστέρων· οὐ γὰρ μόνον χρὴ τὴν τοπικὴν στάσιν τῆς Σελήνης διακρίνειν, ἀλλὰ καὶ τὰς μαρτυρίας Ἡλίου τε καὶ τῶν πέντε ἀστέρων.
Ἔμπρακτοι δὲ ἡμέραι νοοῦνται ὅταν γένηται ἡ Σελήνη ἐν τῷ κατὰ γένεσιν ζῳδίῳ ἢ κατὰ τρίγωνον αὐτοῦ σὺν ἀγαθοποιοῖς ἢ καὶ ἐν παντὶ ζῳδίῳ μετὰ τῶν ἀγαθοποιῶν ἀπόντων τῶν φθοροποιῶν πλὴν πανσελήνου καὶ συνόδου· καὶ αἱ ὧραι δὲ ἔμπρακτοι γίνονται ὁπόταν ὡροσκοπῇ τὸ τῆς γενέσεως ζῴδιον ἢ καὶ κατὰ τρίγωνον σχηματίζηται ἢ καὶ συναναφέρηται τῷ ὡροσκόπῳ, τουτέστιν ἵνα ᾖ ἐν τῷ βίῳ. βʹ. Περὶ τοῦ ποταπὸν ἕξει τέλος ἕκαστον τῶν πραττομένων
Ἐπισκέπτου τῆς Σελήνης τὰ φῶτα καὶ τὸν δεσπότην τοῦ οἴκου ἐν ᾧ ἐστιν, ἔτι μὴν καὶ τὸν ὡροσκόπον τῆς καταρχῆς καὶ τὸ μεσουράνημα. ἐὰν οὖν ἡ Σελήνη τύχῃ ἐπί τινος τούτων τῶν κέντρων διοδεύουσα, ὁ δὲ οἰκοδέκτωρ αὐτῆς ἐν τοῖς ἀποκλίμασιν, ἔσται τὰ κατʼ ἀρχὴν τοῦ πράγματος λαμπρά, τὰ δὲ τέλη σκοτεινὰ καὶ ἄχρηστα, ἐὰν δὲ πάλιν ἡ Σελήνη μὲν ἐν τοῖς ἀποκλίμασιν ᾖ, ὁ δὲ κύριος τοῦ αὐτῆς οἴκου ἐν τοῖς κέντροις, τὰ κατʼ ἀρχὴν οὐδαμινὰ καὶ ἄχρηστα, τὰ δὲ τελευταῖα λαμπρά. εἰ δὲ καὶ ἄμφω εἶεν ἐν τοῖς κέντροις καὶ τὰ πρῶτα καὶ τὰ τελευταῖα καλά, εἰ δὲ ἄμφω ἐν τοῖς ἀποκλίμασιν ὁμοίως ἡ ἀρχὴ καὶ τὸ τέλος ἄχρηστον. καὶ ἐπὶ τοῦ Ἡλίου δὲ καὶ τοῦ οἰκοδεσπότου αὐτοῦ ὁμοίως τῇ Σελήνῃ σκέπτου, καὶ μάλιστα ἐπὶ τῶν ἡμερινῶν γενέσεων.
Χρὴ δὲ καὶ τὰς συναφὰς τῆς Σελήνης ὁρᾶν τὰς πρὸς τοὺς ἀστέρας γινομένας. παρατηρητέον δὲ καὶ τὸν κλῆρον τῆς τύχης ἐν πάσῃ καταρχῇ καὶ τοὺς ἀγαθοποιοὺς θετέον σὺν αὐτῷ ἢ ἐποπτεύοντας αὐτόν. γʹ. Περὶ κτίσεως καὶ οἰκοδομιῶν
Ἐὰν βουληθῇ τις εὐδαίμονα πόλιν κτίσαι καὶ παράμονον, ὁμοίως δὲ ναῶν τε καὶ οἴκων καὶ τειχῶν οἰκοδομίας καταβαλέσθαι, ἐπιτηρείτω τὴν Σελήνην ἐν τῷ βασιλικῷ τριγώνῳ παροδεύουσαν κατὰ τὸν καιρὸν καὶ τὴν καταρχὴν τῆς περιγραφῆς ἤτοι θεμελιώσεως καὶ ὑπὸ πάντων τῶν ἀστέρων καλῶς μαρτυρουμένην· οὕτω γὰρ τυχοῦσα ὑπὸ μεγίστων βασιλέων ἤτοι ἀρχόντων τὸ κτίσμα καὶ τὴν τούτου ἐπιμέλειαν καὶ φροντίδα ἔσεσθαι μηνύει καὶ ἐνδιαίτημα βασιλέων καὶ θεοῖς προσφιλές, ἐπίσημόν τε καὶ ἔνδοξον καὶ πολυχρόνιον. ἢν τύχῃ δʼ ἀπολειπόμενός τις τῶν ἀστέρων τῆς προσφόρου μαρτυρίας, τὸ ἐνδεὲς περὶ τὴν πόλιν ἐσόμενον ἐντεῦθεν συνοραθήσεται· τοῦ μὲν γὰρ Ἄρεως ἀποκεκλικότος καὶ ἀποστρόφου τυγχάνοντος τῇ καταρχῇ ἐνδεὴς ἔσται ὅπλων καὶ ἀσθενήσει περὶ τὰ πολεμικά, τῆς δὲ Ἀφροδίτης ὁμοίως ἀσυνδέτου τυχούσης χαρίτων καὶ τρυφῆς καὶ ἀστειότητος ἐκτὸς ἔσται καὶ τοῦ φιλεῖσθαι, ἢν δὲ ἀπὸ Διὸς ἀθεώρητος ἡ καταρχὴ γένηται εὐεπηρέαστος ἔσται, οὐδεμιᾶς φροντίδος ἢ κηδεμονίας μετέχουσα, τοῦ δὲ Ἑρμοῦ ἀσυσχηματίστου ὄντος οὐ φρόνησις, οὐ λόγων ἄσκησις ἐν αὐτῇ ἔσται.
Εἰ δὲ συμβαίη ἐναντιοῦσθαι τὸν τοῦ Ἄρεως ἢ τὸν τοῦ Διὸς τοῖς φωστῆρσι καὶ πολέμων πειραθήσεται ἡ πόλις, καὶ μάλιστα ὅταν κατὰ τῶν τετραγώνων γένηται ἡ Σελήνη κατὰ τὸν τοῦ διαστήματος πρὸς ἀναφορὰν χρόνον — τουτέστι τοῦ ζῳδιακοῦ μοίρας ϙ —, συμβαίνει δὲ μὴ πάντας τοὺς ἐνοικοῦντας θανάτῳ ἢ λαφυραγωγίᾳ καὶ δουλείᾳ ὑποπίπτειν τῷ μὴ πάντα τὰ κατασκευάσματα αὐτῆς καὶ τὴν κτίσιν ὑπὸ μίαν καιροῦ ῥοπὴν τὴν καταρχὴν λαμβάνειν. ὥσπερ δὲ ἐπὶ τῶν γενέσεων ἡ τετράγωνος πλευρὰ τὸ τέλος τῆς ζωῆς ἐπιτίθησιν, τότε εἴωθε συμπληροῦσθαι τὰ χρονικὰ καὶ ἀπόλλυσθαι παντελῶς ἡ κατασκευασθεῖσα πόλις ὁπηνίκα σύμπαντες οἱ κακοποιοὶ κατὰ τὸ τετράγωνον τῆς Σελήνης βιαιότερον τὰς ἀκτῖνας ἐπιφέρωσιν· συμβαίνει γὰρ οὕτως ἐπαύξεσθαι τὰ τῆς συμφορᾶς κατὰ δύο τρόπους συμπίπτοντα, ἔκ τε τῆς κακώσεως τοῦ τετραγώνου καὶ τῆς κατὰ πῆξιν τῆς Σελήνης στάσεως. τὰ δʼ αὐτὰ ἀποτελεσθείη καὶ τῶν ρπ μοιρῶν τῆς ἀναφορᾶς συμπληρουμένης ἢ καὶ ἕως τετραγώνου ἢ συμπληρουμένου παντὸς τοῦ κύκλου, ἢν δὲ καὶ ἀκάκωτα τύχῃ τὰ τετράγωνα ὑπὸ τῆς τῶν κακοποιῶν παρόδου καὶ δευτέρου κύκλου καὶ τρίτου ἐφάψεται μερικῶς τὰ συμπτώματα τῶν κακώσεων ὑπομένουσα.
Ἔστι δὲ καὶ ἑτέρα κάκωσις ὁπόταν ἔκλειψιν ὑπόγειον ἡ Σελήνη τύχῃ πεποιημένη τῆς καταρχῆς καὶ τῆς κατασκευῆς ἐν τῷ μεταξὺ τῆς ἐπιούσης συνόδου γεγενημένης καὶ τῆς Σελήνης κατὰ τοῦτον τὸν χρόνον πρὸς τοὺς κακοποιοὺς σχηματιζομένης ἢ κατὰ τὸν χρόνον τῆς πανσελήνου. συμβαίνει γὰρ κατὰ τὴν τοιαύτην καταρχὴν σεισμοῖς ἀπόλλυσθαι, συνεχέστερον δὲ τὰς οὕτω γινομένας πόλεις βλάπτεσθαι· ἐπὶ μὲν τοῦ διὰ Κριοῦ τριγώνου πυρώδους ὄντος ἀπὸ πυρός, ἐπὶ δὲ τοῦ διὰ Ταύρου γεώδους ὄντος ὑπονοητέον τὰς ἀπὸ γῆς καὶ γεωργίας βλάβας ἢ ὠφελείας κατὰ τοὺς τῶν σχηματισμῶν ὅρους, ἐπὶ δὲ τοῦ διὰ Διδύμων τριγώνου ἀερώδους ὄντος τὰς ἐξ ἀέρων ὠφελείας ἢ βλάβας, ἐπὶ δὲ τοῦ διὰ Καρκίνου ὑδατώδους ὄντος τὰς ἐξ ὑγρῶν ὠφελείας ἢ βλάβας. καὶ οἱ κτίζοντες δὲ καὶ τὴν φροντίδα τῆς κατασκευῆς ἀνειληφότες κατὰ τὴν τῶν οἰκοδεσποτῶν φύσιν τῆς ἀξίας καὶ τῶν ἠθῶν μεθέξουσιν.
δʹ. Περὶ μετοικισμῶν
Μετοικίζεσθαι δὲ δεῖ καὶ μεταβαίνειν τῆς Σελήνης οὔσης μετὰ τῆς τῶν ἀγαθοποιῶν μαρτυρίας ἐν τοῖς ἀνθρωποειδέσι ζῳδίοις, καὶ ἐν Καρκίνῳ δὲ ἄμεινον διὰ τὸ οἶκον αὐτῆς εἶναι.
εʹ Περὶ ναυπηγίας
Περὶ δὲ πλοίου συνωνῆς ἢ ναυπηγίας τὴν μὲν πρύμναν τῇ ἀνατολῇ μεριστέον, τὸν δὲ ἱστὸν καὶ τὰ μέσα τοῦ πλοίου τῷ μεσουρανήματι, τὴν δὲ πρῷραν τῇ δύσει, τὴν δὲ τρόπην καὶ τὰ περὶ αὐτὴν τῷ ὑπογείῳ· καθʼ ὃ δὲ εὑρεθεῖεν οἱ κακοποιοὶ τοῦ διαθέματος τιθέντος, κατʼ ἐκεῖνο τὸ μέρος δεῖ λογίζεσθαι συνωθήσεσθαι τὸ πλοῖον. ἐπιτηρεῖν δὲ χρὴ τοὺς ἀγαθοποιοὺς ἐν τῷ ὑπογείῳ ἢ μαρτυροῦντας τῷ τόπῳ, ἔστω δὲ τὸ ὑπόγειον ἐν τοῖς ζῳδίοις τοῖς δυναμένοις νήχεσθαι—οἷον Ταύρῳ, Διδύμοις, Καρκίνῳ, Παρθένῳ, Τοξότῃ, Ἰχθύσιν, καὶ Αἰγόκερω ταῖς ἐσχάταις μοίραις· ὁ δὲ Ταῦρος κρεῖττον πάντων, μετʼ αὐτὸν δὲ οἱ Ἰχθύες, εἶτα οἱ Δίδυμοι. τὸν δὲ Ἥλιον λάμβανε τρίγωνον τῇ ὥρᾳ, τὴν δὲ Σελήνην αὔξουσαν τοῖς φωσὶ καὶ τοῖς ἀριθμοῖς καὶ τῷ πλάτει καὶ μαρτυρουμένην ὑπὸ ἀγαθοποιῶν, φυλάττου δὲ τῶν κακοποιῶν τὰς πρὸς αὐτήν τε καὶ τὸν Ἥλιον παρουσίας ἢ ἀκτινοβολίας. … Περὶ ἀποδημίας
Ὁ μέλλων ἀποδημεῖν ἐκ τοῦ ὡροσκόπου κριθήσεται, ὁ δὲ τόπος ἔνθα μέλλει ἀπέρχεσθαι ἐκ τοῦ δύνοντος, ἡ δὲ πρᾶξις ἐκ τοῦ μεσουρανήματος, τὸ δὲ συμπέρασμα τῆς ἀποδημίας ἐκ τοῦ ὑπογείου. σκόπει τοίνυν εἰ οἱ ἀγαθοποιοὶ ἀστέρες σὺν τῷ Ἑρμῇ ἐπὶ τοῦ ὡροσκόπου ἢ ἐπὶ τοῦ δυτικοῦ κέντρου εἶεν καλὰ καὶ ἐπίδοξα τὰ τοῦ ἀποδημοῦντος σημαίνουσιν, οἱ δὲ κακοποιοὶ τοὐναντίον. ἐπισκέπτου δὲ καὶ τὸν κύριον τῆς Σελήνης καὶ τὸν κύριον τοῦ ὡροσκόπου ἵνα μὴ κακὰς φάσεις ἔχωσιν οἷον στηριγμούς, ἀναποδισμούς, δύσεις· οἱ γὰρ στηρίζοντες ἢ ἀναποδίζοντες ἢ δύνοντες χρονίας καὶ ἀμαυρὰς καθόλου ποιοῦσι τὰς πράξεις.
Συμφορώτατον δὲ ἀποδημεῖν τῆς Σελήνης αὐξιφωτούσης καὶ προσθετικῆς οὔσης τῷ τε φωτὶ καὶ τοῖς ἀριθμοῖς κατά τε μῆκος ἢ πλάτος, ἀπεστραμμένων τῶν φθοροποιῶν καὶ συνόντων ἢ μαρτυρούντων τῶν ἀγαθοποιῶν τῇ τε Σελήνῃ καὶ τῷ ὡροσκόπῳ· οὕτω γὰρ τυχόντες ἥδιστα τὰ τῆς ὁδοῦ καὶ τοῦ πλοῦ γίνεται, καὶ μάλιστα καὶ Ἑρμοῦ συμπαρόντος ἀκακώτου ἐπὶ ἑῴας ἀνατολῆς. καθόλου γὰρ ἐπὶ ἀποδημίας τὸν τοῦ Ἑρμοῦ δεῖ σκοπεῖν. κυρίως δὲ τοῖς πλέουσι κοινῶς ὅ τε ὡροσκόπος καὶ ἡ Σελήνη χωρὶς τῶν πέντε πλανητῶν, οὕτω τυχοῦσα σύμφορος. καὶ ἐν Διδύμοις συνοίσει — εἰ καὶ βραδυνὰ τὰ κατὰ τὸν πλοῦν — καὶ ἐν Καρκίνῳ δὲ καὶ ἐν Αἰγοκέρῳ καὶ ἐν Ὑδροχόῳ. ἐν δὲ Ἰχθύσι σύμφορον τοῖς εἰς πόλεμον ἐξιοῦσιν. χρὴ δὲ ἐπιλεξάμενον τὸ ἁρμόζον ζῴδιον τῇ ἀποδημίᾳ ἐφαρμόζειν αὐτὸ τῇ τῶν ἀγαθοποιῶν μαρτυρίᾳ πρὸς αὐτό τε καὶ τὰ κέντρα, καὶ οὕτω κατάρχεσθαι. ζʹ. Περὶ ἀποδημίας καὶ ἄλλως πλατύτερον
Ὁ μέλλων ἀποδημεῖν ἐκ τοῦ ὡροσκόπου κριθήσεται, ὁ δὲ τόπος ἔνθα μέλλει ἀπέρχεσθαι ἐκ τοῦ δύνοντος, ἐκ δὲ τοῦ μεσουρανήματος ἡ πρᾶξις, τὸ δὲ συμπέρασμα τῆς ἀποδημίας ἐκ τοῦ ὑπογείου. ἐπιζητοῦ οὖν τοὺς ἀγαθοποιοὺς τῶν ἀστέρων ποίαν στάσιν ἔχουσι καὶ ποῖα σχήματα· ἀγαθὸν γὰρ καθολικῶς μηδενὸς τῶν ἀστέρων στηρίζοντος καὶ συσχηματιζομένου τῇ Σελήνῃ τὰς ἐκδημίας ποιεῖσθαι, συμφορώτατον δὲ ἀποδημεῖν τῆς Σελήνης αὐξιφωτούσης καὶ προσθετικῆς τοῖς ἀριθμοῖς κατά τε μῆκος καὶ πλάτος.
Παραφυλάσσειν δὲ τὰ κέντρα χρή. καὶ ἐν μὲν τῷ ὡροσκόπῳ ἀγαθοποιῶν ἀστέρων ὄντων ἢ καὶ μαρτυρούντων αὐτῷ ἥδιστα τὰ τῆς ὁδοῦ ἢ τὰ τοῦ πλοῦ ἔσται, συνόντος δὲ τοῦ Ἑρμοῦ αὐτοῖς καὶ ἐπὶ ἑῴας ἀνατολῆς ταχέως καὶ εὐθυδρόμως πράξει τις ὑπὲρ ὧν τὴν ἐκδημίαν ποιεῖται. καθόλου γὰρ ἐπὶ ἀποδημίας τὸν Ἑρμῆν δεῖ σκοπεῖν μὴ ἀφαιρῇ ἢ ὕπαυγος ᾖ ἢ ὑπὸ κακοποιῶν βλάπτηται καθʼ οἱονδήποτε σχῆμα, καὶ ὅτε δέ τις μέλλει εἰς πόλιν εἰσιέναι ἢ εἰς πλοῖον τὸν Ἑρμῆν δεῖ παρατηρεῖσθαι, καὶ ὅταν μέλλῃ ἐκ πλοίου ἐξιέναι καταγόμενος τὸ αὐτὸ δεῖ παρατηρεῖν. ἐν δὲ τῷ δυτικῷ τυχόντος τοῦ Ἑρμοῦ καὶ μαρτυρουμένου ὑπὸ Διὸς ἢ Ἀφροδίτης βελτίω καὶ ἐπικερδῆ ταῦτα ἔσται καὶ ἀξιόλογα, Ἄρεως δὲ καὶ Κρόνου ἐπὶ τοῦ δύνοντος ὄντων ἢ μαρτυρούντων αὐτῷ τῷ ζʹ τόπῳ ἀσθένειαι σωματικαὶ καὶ ἐποχαὶ καὶ ζημίαι γενήσονται.
Ἐκ δὲ τῶν θεωρούντων ἀστέρων τὸ μεσουράνημα ἢ καὶ ἐπόντων τὸ πρᾶγμα οὗ χάριν ἡ ἐκδημία γίνεται γνωσθήσεται, τὸ δὲ τέλος ἐκ τοῦ ὑποχθονίου, τὸ κῦρος δὲ πάντων ἐκ τῶν συσχηματισμῶν, μάλιστα τῆς Σελήνης, τελειοῦται, ἣν ἀπογραφευτέον πρὸς τὰς ἐξόδους κακοδαιμονοῦσαν ἢ κακοτυχοῦσαν· οὐ μόνον γὰρ δυσπραξίας αἰτία, ἀλλὰ καὶ πημάτων ὑπουργός. οἱ οὖν ἀγαθοποιοὶ ὡροσκοποῦντες ἐν πᾶσι τὴν καταρχὴν κακὴν ποιοῦσιν, οἱ ἀγαθοποιοὶ ἐν τῷ ζʹ τόπῳ ὄντες ἐν ταῖς ἀποδημίαις ἐπικερδῆ καὶ ἐπίδοξον τὴν ἀποδημίαν μαντεύονται εἶναι. σκοπεῖν δὲ δεῖ καὶ τὸν κύριον τῆς Σελήνης καὶ τὸν κύριον τοῦ ὡροσκόπου ἵνα μὴ κακὰς φάσεις ἔχωσιν οἷον στηριγμούς, ἀναποδισμούς, δύσεις· οἱ γὰρ στηρίζοντες χρόνου πολλοῦ καὶ βραδυτῆτος αἴτιοι γίνονται, οἱ δὲ ὕπαυγοι ἀμαυρὰς τὰς πράξεις ποιοῦσιν. καθολικῶς δὲ ἐκ παρατηρήσεως ἐν τῷ δυτικῷ κέντρῳ τυχοῦσα ἡ Σελήνη ἢ ἐν τῷ ἀποκλίματι μακρὰς τὰς ἀποδημίας παρέχει, τοῖς δὲ ἀποξένοις εἰς τὰ οἰκεῖα ἐρχομένοις τὸ αὐτὸ τοῦτο τὸ σχῆμα τῆς Σελήνης ταχείας τὰς ἀναστροφὰς δηλοῖ. παραφυλάσσεσθαι δὲ καὶ τετραγωνίζοντας ἢ διαμετροῦντας τὴν Σελήνην τοὺς κακοποιοὺς δεῖ, τῶν δὲ ἀγαθοποιῶν ἀνακραθέντων αὐτοῖς ἀνώμαλον καὶ ἀναμφήριστον τὸ τῆς ἀποδημίας δηλοῖ.
Ἐπισκοπήσαντας δὲ τὰ κέντρα ἐφορᾶν χρὴ τοὺς μέλλοντας τῶν ἀστέρων ἐκβαίνειν ἐν οἷς εἰσι ζῳδίοις· οὕτω γὰρ αἵ τε ἔξοδοι καὶ ἀποδημίαι μηνυθήσονται, καὶ αἱ ἐπανελεύσεις ἐκ τοῦ ἐπισκοπεῖν πότερον ἐξ ἀλλοτρίου εἰς ἴδιον οἶκον ἢ ὕψωμα μεταβαίνουσιν ἢ ἔμπαλιν· ἐκ τούτου γὰρ καταφανὲς ἔσται τὸ τῆς ἐπιδημίας καὶ τῆς ἐπανελεύσεως. καὶ οἱ μὲν στηριγμοὶ τὰς ἐπιμονὰς δηλοῦσι καὶ ἐπιστροφὰς ὥσπερ ἡ δύσις θανάτους ἢ πάντῃ ἀπραγίας, αἱ δὲ ἀνατολαὶ ταχυτάτας τὰς ἀποδημίας ποιοῦσιν, δηλαδὴ τῶν τῆς Σελήνης σχηματισμῶν καὶ τῶν κέντρων τῆς καταρχῆς ἐχόντων μαρτυρίαν καὶ λόγον πρὸς τοὺς προειρημένους.
Ἐπιτηρητέον δὲ μάλιστα τὴν Σελήνην διαμετροῦσαν τὰ κάθυγρα τῶν ζῳδίων ἢ καὶ ἐποῦσαν ἢ καὶ ὑπὸ κακοποιῶν θεωρουμένην κατὰ τὰ κραταιὰ σχήματα, τουτέστι τετράγωνα καὶ διάμετρα· χαλεπώταται γὰρ αἱ τοιαῦται καταρχαὶ ταῖς ναυσὶ καὶ τοῖς πλέουσιν. ἐπὰν δὲ ἡ Σελήνη μὲν κακωθῇ, τὰ δὲ κάθυγρα τῶν ζῳδίων ὑπὸ τῶν ἀγαθοποιῶν μαρτυροῦνται, αὔτανδρον μὲν τὸ σκάφος οὐ φθαρήσεται, οἱ πολλοὶ δὲ τῶν ναυτῶν σωθήσονται διαλυθέντος τοῦ σκάφους, καὶ τακτοῖς ἕκαστος ἐπανελεύσεται χρόνοις εἰς τὰ οἰκεῖα κατὰ τὴν τῆς ἐπιβάσεως εἰς τὴν ναῦν σύγκρισιν. ἡ μὲν γὰρ ἀναγωγὴ τὰ κατὰ τὴν θάλασσαν καὶ τὸν πλοῦν σημαίνει, ἡ δὲ ἐπίβασις εἰς τὴν ναῦν τὰ καθʼ ἕνα ἕκαστον τῷ τάχει τῆς μεταπτώσεως τῶν κέντρων ἀλλοιοῦσα τὰ πράγματα· ἐπὶ δὲ τῶν ὁδευόντων ὁμοίως τὰ χερσαῖα καὶ τὰ τετράποδα τῶν ζῳδίων ἐπισκοπεῖν χρή. ἐπίμονα δʼ ἔσται πολλῷ μᾶλλον τὰ κακὰ ὁπόταν οἱ κακοποιοὶ ἐν αὐτοῖς στηρίξωσι μετὰ καὶ τοῦ παλινδρομιῶν τινων ἢ νόσων ποιῆσαι πειραθῆναι.
Κυρίως δὲ τοῖς πλέουσι κοινώσῃ ὅ τε ὡροσκόπος καὶ ἡ Σελήνη χωρὶς τῶν ε πλανητῶν, οὕτω τυχοῦσα σύμφορος. ἐν Διδύμοις συνοίσει — εἰ καὶ βραδυνὰ τὰ κατὰ τὸν πλοῦν — καὶ ἐν Καρκίνῳ καὶ ἐν Αἰγόκερῳ καὶ Ὑδροχόῳ καὶ Ἰχθύσιν. ἀσύμφορον δὲ ἐν Κριῷ· οὐ μόνον πλοῦ, ἀλλὰ καὶ ἐμπορίας κατάρχεσθαι ἀηδές — ὁ δὲ Δωρόθεος οὐ δέχεται τοῦτο —, παρατηρητέον δὲ καὶ ἐν Τοξότῃ καὶ Λέοντι τοῖς μὴ ἐκ τῆς ἰδίας ἐκδημοῦσιν. μὴ ἔστω καὶ ἡ Σελήνη λείψηφος μηδὲ ἐν συνόδῳ μετὰ Κρόνου ἢ ἐν πανσελήνῳ μετὰ Ἄρεως.
Τὰς δὲ πορείας ποιεῖσθαι αὐτῆς ἐν Κριῷ σύμφορον — ταχέως γὰρ ὑποστροφὴ γίνεται —, συνοίσει δὲ καὶ ἐξ ἀποδημίας εἰς τὰ οἰκεῖα ἐπανιέναι. καὶ ἐν Ταύρῳ δὲ καλὸν ὁδοῦ κατάρχεσθαι καὶ ἐπανιέναι οἴκοι. ἐν Διδύμοις χρόνιος ἡ ἀποδημία ἔσται. ἀπὸ ξένης εἰς τὰ οἰκεῖα κατάρχεσθαι συνοίσει ἐν Καρκίνῳ ὁμοίως τοῖς Διδύμοις. φυλάσσεσθαι δὲ ἐν Λέοντι τὸ ἀποδημεῖν εἴσω τῶν ιε ἡμερῶν, ἀπὸ δὲ μοιρῶν ιε ἕως τριάκοντα ἧττον κακόν. ἐν Παρθένῳ καλὸν εἰς τὰ οἰκεῖα ἐπανιέναι. ἐν Ζυγῷ μετὰ τὰς πρώτας μοίρας καλόν. ἐν Σκορπίῳ τὸ ὁδοιπορεῖν καὶ εἰς τὰ ἴδια ἐπανιέναι σύμφορον. ἀνάρμοστον δὲ ἐν Τοξότῃ — πλάνη γάρ τις ἔσται —, ἐπανελθεῖν δὲ εἰς τὰ οἰκεῖα καλὸν ὁμοίως ἐν Αἰγόκερῳ καὶ Ὑδροχόῳ. ἐν δὲ Ἰχθύσι σύμφορον τοῖς εἰς πόλεμον ἐξιοῦσιν. χρὴ δὲ ἐπιλεξάμενον τὸ ἁρμόζον ζῴδιον τῇ ἀποδημίᾳ ἐφαρμόζειν αὐτὸ τῇ τῶν ἀγαθοποιῶν μαρτυρίᾳ πρὸς αὐτό τε καὶ τὰ κέντρα καὶ οὕτω κατάρχεσθαι.
Ἐπετήρησαν δὲ μερικῶς τὰ κατὰ τὸν πλοῦν ἢ τὴν ὁδὸν καὶ ἐπέγνωσαν οὕτως· συνάγοντες γὰρ τὰ σημεῖα τῆς πορείας ἢ τοῦ πλοῦ τὰ στάδια καὶ μερίσαντες εἰς ἓξ μερίδας, ὡς ἑκάστῳ τῶν ζῳδίων ἀπὸ τοῦ ἀνατέλλοντος μέχρι τοῦ δύνοντος ἐπιβάλλειν μερίδα μίαν, ἀπονέμουσι τῷ ὡροσκόπῳ τὴν πρώτην ἵνα σημαίνῃ τὸ πρῶτον ἑκτημόριον τοῦ διαστήματος τῆς ὁδοῦ, τὴν δὲ δευτέραν μερίδα τῷ κακοδαιμονήματι, καὶ ἑξῆς ἐπὶ τὰ προηγούμενα ἕκαστον ἑκτημόριον διδόασιν, τὴν δὲ τελευταίαν ὁμοίως τῷ δύνοντι δηλοῦντι τὸ κατάλυμα καὶ τὰ τελευταῖα τῆς ὁδοῦ. ἔπειτα τὴν τῶν ἀστέρων κοινωνίαν πρὸς ἕκαστον τόπον ἐπιτηροῦσιν· τῶν μὲν γὰρ ἀγαθοποιῶν μαρτυρούντων ἀγαθὰ καὶ εὐοδίαν μηνυτέον, τῶν δὲ κακοποιῶν ὁμοίως τοὐναντίον, τῶν στηριγμῶν δηλούντων κατοχὴν καὶ ἀναποδισμὸν καὶ δυσχερείας ἐν τοῖς τόποις ἐν οἷς ἀναλόγως πρὸς τὰ ἑκτημόρια συμβαίνει τοῦ πλοῦ ἢ τῆς ὁδοιπορίας ἀπὸ τῆς τῶν ζῳδίων διαστάσεως, τοῦ δὲ τοῦ Ἄρεως ναυαγίου αἰτίου τυγχάνοντος, καὶ μάλιστα τοῦ κατὰ κορυφὴν τόπου παρʼ αὐτοῦ βλαπτομένου.
Καὶ ταῦτα μὲν ὁ Νικαεὺς Πρωταγόρας, ὁ δὲ Δωρόθεος ἐν τοῖς ἔπεσι περὶ ἀναγωγῆς καὶ πλοῦ οὕτω λέγει. Σελήνη ὑπὸ γῆν οὖσα ἀμαρτύρητος ὑπό τινος τῶν πέντε πλανωμένων καθʼ ἑαυτὴν ὁρωμένη ἐν μὲν Κριῷ οὖσα ἀπὸ μοίρας ιαʹ ἕως τοῦ πέρατος εὔπλοιαν δηλοῖ. Σελήνη Ταύρῳ μεγάλους χειμῶνας ποιεῖ τοῖς ἀναχθεῖσιν, ἐὰν δὲ καὶ ὑπὸ κακοποιῶν μαρτυρῆται χεῖρον· εἰς κακὸν γὰρ τέλος καταντήσουσιν. Σελήνη ἐν Διδύμοις ἀπὸ μοίρας ηʹ ἕως λʹ, ὁ ἀναχθεὶς χρονίσει μὲν ἐν τῷ πλεῖν, ἀλλʼ ἐπιχαρῶς διάξει. Σελήνη Καρκίνῳ, ὁ ἀναχθεὶς γαλήναις μὲν πολλαῖς συσχεθήσεται, ἀλλὰ διασωθήσεται. Σελήνη Λέοντι, ὁ ἀναχθεὶς κινδυνεύσει ἐν τῇ θαλάσσῃ, ἐὰν δὲ καὶ ὑπὸ κακοποιῶν μαρτυρῆται πολλαπλασιασθήσεται τὰ κακά. Σελήνη ἐν Παρθένῳ, ὁ ἀναχθεὶς χρονίσει ἐν τῇ δυσπλοίᾳ. Σελήνη Ζυγῷ μετὰ τὰς πρώτας δέκα μοίρας, ὁ ἀναχθεὶς καὶ εὐπλοήσει καὶ καλῶς εἰς πάντα διάξει. Σελήνη Σκορπίῳ, ὁ ἀναχθεὶς ἀσφαλὴς μὲν ἔσται κατὰ τὸν πλοῦν, τὴν δὲ ψυχὴν ταραχθήσεται. Σελήνη Τοξότῃ, ὁ ἀναχθεὶς δυσπλοήσει διὰ χειμῶνας καὶ φόβοις συμπεσεῖται. Σελήνη Αἰγοκέρωτι μετὰ μοίρας θ, ὁ ἀναχθεὶς εὐπλοήσει μέν, ταραχθήσεται δὲ τὴν ψυχήν. Σελήνη Ὑδροχόῳ, ὁ ἀναχθεὶς βραδυπλοήσει μέν, σωθήσεται δέ. Σελήνη Ἰχθύσιν, ὁ ἀναχθεὶς κινδυνεύσει, καὶ μάλιστα θεωροῦντος Ἄρεως.
Τὸν δὲ ἱστὸν τῆς νεὼς σκέπτου. Σελήνη ὑπὲρ γῆν οὖσα μετὰ Κρόνου στηριγμὸν ἔχοντος τοῖς ἀναγομένοις πολλῶν κακῶν αἰτία γίνεται· ὑπὸ γὰρ χειμώνων δυσπλοήσουσι χαλεπῶς, ὅσοι δὲ τὴν κατὰ γένεσιν εἱμαρμένην ἔλαχον ἐν ὕδασι διαφθαρῆναι καὶ τὰ ἔτη συμπεραίνουσι πνιγήσονται ἐν τῇ θαλάσσῃ. Σελήνης ὑπὲρ γῆν τριγωνιζομένης ὑπὸ Κρόνου στηρίζοντος οἱ ἀναχθέντες διὰ χειμῶνας μεγάλους τῶν ἀγωγίων τινὰ ἀποβαλλόμενοι μόλις σωθήσονται, ἐὰν δὲ τῶν ἄλλων οὕτως ὄντων καὶ ὁ Ἑρμῆς τὴν Σελήνην συγκακώσῃ μείζονα τὰ κακὰ γίνεται, ἔσθʼ ὅτε καὶ λῃσταῖς περιπίπτουσιν, ἀγαθοποιὸς δὲ ὁρῶν τὰ τοιαῦτα σχήματα, καὶ μάλιστα δεξιός, ἐπικουφίζει τὰ κακά.
Κρόνος ὡροσκοπῶν καὶ ἄνευ Σελήνης τοσαῦτα κακὰ τοῖς ἀναγομένοις ἐπάγει ὁπόσα καὶ ὢν μετὰ Σελήνης ἐπάγειν εἴρηται, ἐὰν δὲ τύχῃ ὁ Κρόνος τούτου ἀναγομένου ὁ κατὰ πάροδον τῷ κατὰ πῆξιν Κρόνῳ ἢ συνών, τρίγωνος ἢ τετράγωνος ἢ διάμετρος, τότε χείρω γίνεται τὰ κακά. ὅσα δὲ εἴρηται συμβαίνειν ἀπὸ Κρόνου τοῖς ἀναγομένοις κακὰ τοσαῦτα καὶ ἀπὸ Ἄρεως γίνεται, τῆς Σελήνης δηλονότι ὑπὲρ γῆν ὑποκειμένης, καὶ οὐ μόνον ταῦτα ἀλλὰ καὶ μάχαι καὶ μίση καὶ θόρυβοι ἐν τοῖς ἀναγομένοις γίνονται ὥστε καὶ ἕως αἱμαγμῶν φθάσαι τὴν κάκωσιν. ἐὰν δὲ ὁ Ἑρμῆς συγκακώσῃ χείρονα γίνεται, ἐὰν δὲ ἀγαθοποιοὶ ὁρῶσιν ἐλαττοῦνται τὰ κακά.
Ἐὰν τὴν Σελήνην ὁ Κρόνος καὶ ὁ Ἄρης καὶ ὁ Ἑρμῆς βλάπτωσιν ἤτοι συνοδεύοντες ἀλλήλοις καὶ τῇ Σελήνῃ ἢ ἄλλος ἄλλοθεν ὁρῶν αὐτὴν βλάπτῃ, κάκιστον σημεῖον τοῖς ἀναγομένοις καὶ ὁ θάνατος αὐτῶν πάντως ἐλεύσεται πλεόντων· τὸ δὲ αὐτὸ γίνεται καὶ ὅταν ὁ Ἑρμῆς συνοδεύῃ τῷ Ἄρει. Κρόνος καὶ Ἄρης ὁ μὲν Ἥλιον βλάπτων, ὁ δὲ Σελήνην κίνδυνον τοῖς ἀναγομένοις ἐπάγει. Σελήνης ὑπὲρ γῆν τετραγωνιζομένης ὑπὸ Διὸς ἀγαθὸν τοῖς ἀναχθεῖσιν· καὶ γὰρ εὐπλοήσουσι καὶ εὖ πράξουσιν ὅσα δʼ ἂν ἐλπίσωσιν, ἐὰν δὲ καὶ Ἀφροδίτη μετὰ τοῦ Διὸς τὴν Σελήνην οὕτως ἴδῃ ἤτοι ἐκ τοῦ αὐτοῦ ζῳδίου ἢ ἐκ διαφέροντος κρεῖσσον. ὁ δὲ Ἑρμῆς τὰς τῶν ἀστέρων δόσεις ἤτοι ἀγαθὰς ἤτοι κακὰς ἐπιτείνει καὶ ἐπαύξει οἷς συνοικειωθῇ. ἀλλὰ καὶ Ἀφροδίτη μόνη τὴν Σελήνην ὁρῶσα ὠφελεῖ τοὺς ἀναγομένους εἴς τε εὔπλοιαν καὶ εἰς γυναικῶν μίξεις, ἀλλὰ χωρὶς Διὸς ἧττον ὠφελεῖ, μετὰ δὲ Διὸς βεβαιότερον μᾶλλον ὠφελεῖ. Ἀφροδίτη ὕπαυγος ὑπὸ γῆν οὖσα μετὰ Σελήνης εὐδίας καὶ νηνεμίας παρέχει, καὶ χρονίζουσιν οἱ ἀναγόμενοι ἐν τῷ πλῷ. ἐὰν δὲ οἱ δύο ἀγαθοποιοὶ μετὰ τοῦ Ἑρμοῦ μαρτυρήσωσι τῷ Ἡλίῳ καὶ τῇ Σελήνῃ καλλίστην καταρχὴν τοῖς ἀναγομένοις σημαίνει καὶ εὐπλοήσουσι μάλιστα. ἐὰν οἱ μὲν κακοποιοὶ τὸν ὡροσκόπον βλάπτωσιν, οἱ δὲ ἀγαθοποιοὶ τὴν Σελήνην, ἢ καὶ ἔμπαλιν, δυσπλοήσουσι μὲν οἱ ἀναχθέντες, σωθήσονται δέ.
Σελήνη ἀμαρτύρητος οὖσα ὑπὸ πάντων τῶν ἀστέρων καὶ κενοδρομοῦσα, ὁ δὲ ὡροσκόπος ἔχων τι ζῴδιον τῶν ἐπιτηδείων πρὸς τὸ πλεῖν — οἷον Ταῦρον, Ἰχθύας, Διδύμους, Αἰγοκέρωτα, Καρκίνον, Παρθένον, Τοξότην — μετά τινος τῶν ἀγαθοποιῶν, ἀγαθὸν τοῖς ἀναγομένοις· Σελήνη καὶ ὁ ὡροσκόπος ἀμαρτύρητοι ὑπὸ πάντων τῶν ἀστέρων κενοδρομοῦντες ἐὰν ἐπέχωσιν ἐκ τῶν προλελεγμένων ἐπιτηδείων ζῳδίων πρὸς τὸ πλεῖν οὐκ ἔστι κακὸν τοῖς ἀναχθεῖσιν. ἐξαιρέτως δὲ χρὴ τὴν Σελήνην ὁρᾶν ἵνα μὴ βλάπτηται καθʼ οἱονδήποτε τῶν ἐγκειμένων τρόπων ἐν τῷ βʹ κεφαλαίῳ τούτου τοῦ βιβλίου. τότε δὲ λογίζου τὴν τοῦ πλοῦ καταρχὴν ὅταν οἱ ναῦται ἄγκυραν ἐκ τῆς ψάμμου ἑλκύσωσιν, τοῦ δὲ πλέοντος ἐν τῇ νηῒ ἑκάστου ἀνθρώπου ἡ καταρχὴ τότε ἐστὶν ἡνίκα τὸν πόδα εἴσω τῆς νηὸς θήσει.
Σκέπτου δὲ καὶ τὸν Ἥλιον τῆς ἐξόδου καὶ τὰ τούτου τετράγωνα καὶ διάμετρα· εἰ μὲν ἀγαθοποιοὶ εἶεν ἐπὶ τούτοις ἡ ἐπάνοδος καλὴ καὶ ταχεῖα, εἰ δὲ κακοποιοὶ σκόπει πότε ἀλλάξουσι τοὺς τόπους καὶ ἀντʼ αὐτῶν ἀγαθοποιοὶ εἰσέλθουσιν· τότε γὰρ τὴν ἐπάνοδον ὑπονοητέον ἢ ὅτε ἀποκαθίσταται ὁ Ἥλιος καὶ ἔλθῃ εἰς τὰ ἴδια τετράγωνα ἢ διάμετρα, ἀλλὰ καὶ τὴν Σελήνην ὁμοίως τῷ Ἡλίῳ σκέπτου.
θʹ. Περὶ ἐπιστολῶν
Πέμπων ἐπιστολὰς ἐπιτήρει τὴν Σελήνην συνοῦσαν τῷ Ἑρμῇ ἢ ἐφορῶσαν αὐτὸν ἄνευ τῆς τῶν κακοποιῶν θεωρίας, ἔστω δὲ ὁ Ἑρμῆς ἐλεύθερος ἀπὸ τῶν αὐγῶν τοῦ Ἡλίου καὶ μὴ ἀναποδίζων ἢ στηρίζων· οὕτω γὰρ ἐὰν ἐπιστείλῃς οὐκ ἀποτεύξει τοῦ σκοποῦ. ιʹ. Περὶ αἰτήσεως χάριτος
Τοὺς δὲ αἰτοῦντας χάριτας ἐπιτηρεῖν δεῖ τὴν Σελήνην οὖσαν ἐν τῷ ὡροσκόπῳ ἢ ἐν τῷ τούτου τριγώνῳ — ἄμεινον δὲ ὅταν ᾖ ἐν Ταύρῳ καὶ Καρκίνῳ —, προστιθεῖσα τοῖς φωσὶ καὶ τοῖς ἀριθμοῖς καὶ συσχηματιζομένη Ἑρμῇ, Διί, Ἀφροδίτῃ καὶ αὐτοῖς καλῶς κειμένοις, ἀπέστω δὲ ἡ τῶν κακοποιῶν μαρτυρία. καλὸν δὲ ἐπὶ τοῦ αὐτοῦ σχήματος τὰς ἐντεύξεις ποιεῖσθαι καὶ ἀνδρῶν πρὸς γυναῖκας. ιαʹ. Περὶ καινῶν σκευῶν χρήσεως
Σκεύεσι δὲ ἢ ἱματίοις πρώτως χρηστέον τῆς Σελήνης οὔσης ἔν τε Κριῷ καὶ Ταύρῳ καὶ Καρκίνῳ καὶ Παρθένῳ καὶ Σκορπίῳ καὶ Ἰχθύσιν, τῷ τε φωτὶ αὐξανομένης καὶ μετὰ τῶν ἀγαθοποιῶν οὔσης ἢ τούτοις κατὰ σχῆμα ἢ σῶμα συναπτούσης ἢ καὶ ὡροσκοπούντων τῶν ἀγαθοποιῶν ἄνευ τῆς τῶν φθοροποιῶν κοινωνίας.
ιβʹ. Περὶ φρεάτων ὀρυγῆς καὶ λάκκων
Ὀρύττων δὲ λάκκους ἢ καὶ εἰσαγωγὰς ὑδάτων ποιούμενος ἐπιτήρει τὸν κλῆρον τῆς τύχης καὶ τὸν κύριον αὐτοῦ εἰς ὑδατῶδες ζῴδιον ἐμπεσεῖν καὶ ἐπὶ κέντροις ποιῆσαι τοὺς οἰκοδεσπότας τοῦ τε βʹ τόπου καὶ τοῦ ηʹ. ἀγαθὸν γὰρ τούτους ἐπαναφέρεσθαι τῷ τε ὑπὲρ γῆν κέντρῳ καὶ τῷ ὑπὸ γῆν, καὶ ἀποκλίναντες δὲ οὐ φαῦλοι, καὶ μάλιστα ὅταν πόρρωθεν τὰ ὕδατα ᾖ μεταγόμενα ἢ ἀποστρεφόμενα. καὶ τὸν τοῦ κλήρου δὲ κύριον παραφυλάττειν, καὶ μάλιστα κατὰ τὸ ὑπόγειον, ἐξαιρέτως δὲ μήτε τὸν κύριον τῆς τύχης μήτε τὸν κύριον αὐτοῦ εἶναι ἐν τῇ ἐπιδύσει μήτε ἐν τῷ ταύτης διαμέτρῳ, τουτέστιν ἐν τῷ βʹ τόπῳ· οὕτω γὰρ ἂν ἀσφαλῶς καὶ ἀβλαβῶς διαπραχθείη τὸ ἔργον. ιγʹ. Περὶ χειρουργίας
Τὰς δὲ χειρουργίας τῶν μελῶν ποιεῖσθαι χρὴ τῆς Σελήνης ληγούσης καὶ πρὸς τοὺς ἀγαθοποιοὺς φερομένης ἢ αὐτοῖς συνούσης. παρατηρητέον δὲ αὐτὴν οὖσαν ἐν Ταύρῳ καὶ Παρθένῳ καὶ Αἰγοκέρωτι καὶ Ἰχθύσιν· ταῦτα γὰρ τὰ ζῴδια σπασμῶν αἴτια γίνονται. ἔτι δὲ παρατηρητέον αὐτὴν οὖσαν ἐν τοῖς τροπικοῖς καὶ ἐν συνόδῳ τοῦ Ἡλίου καὶ ἐν τοῖς ἐκλειπτικοῖς συνδέσμοις. καὶ ἔτι ἐκεῖνο τὸ μέλος οὐ δεῖ χειρουργεῖν ὅπερ ἔλαχε κατὰ φύσιν ἐκεῖνο τὸ ζῴδιον ἔνθα ἐστὶν ἡ Σελήνη, νοουμένου δηλαδὴ Κριοῦ μὲν κεφαλῆς, Ταύρου δὲ τραχήλου, Διδύμων δὲ χειρῶν ἀπὸ ὤμων ἕως δακτύλων, Καρκίνου δὲ στέρνων καὶ πλευρῶν, Λέοντος δὲ θώρακος, Παρθένου δὲ γαστρὸς καὶ σπλάγχνων, Ζυγοῦ δὲ γλουτῶν, Σκορπίου δὲ αἰδοίων, Τοξότου δὲ μηρῶν, Αἰγοκέρωτος δὲ γονάτων, Ὑδροχόου δὲ κνημῶν, καὶ Ἰχθύων ποδῶν ἄκρων. τοὺς δὲ ὀφθαλμοὺς χρὴ χειρουργεῖν καὶ θεραπεύειν Σελήνης πληθούσης τῷ τε φωτὶ καὶ τοῖς ἀριθμοῖς καὶ συναπτούσης τοῖς ἀγαθοποιοῖς χωρὶς τῆς τῶν κακοποιῶν μαρτυρίας.
Ὁ δὲ Δωρόθεος ἐν τοῖς περὶ χειρουργίας τὰ αὐτὰ λέγει ὅσα καὶ νῦν ὁ μεταφράζων αὐτὸν ὁ Ἡφαιστίων. ἔτι δὲ ἐκεῖνος κελεύει οὐ μόνον τὴν Σελήνην ἀλλὰ καὶ τὸν ὡροσκόπον ἀκάκωτον φυλάσσειν, ἔτι δὲ καὶ ἐὰν κακοποιὸς ἐπίκεντρος ὢν ἀναποδίζῃ ἀποδοκιμάζει καὶ τοῦτο. Σελήνης δέ, φησίν, οὔσης ἐν τροπικῷ ζῳδίῳ ἢ δισώμῳ εἰ μὲν συνάπτει αὐτῇ ἀγαθοποιὸς δεῖ χειρουργεῖν, ἄνευ δὲ ἀγαθοποιοῦ οὐ δεῖ· ὑποτροπιασμὸς γὰρ γίνεται καὶ πάλιν ἐκ δευτέρου χειρουργία ἐν τοῖς τοιούτοις ζῳδίοις ἄνευ τῶν ἀγαθοποιῶν. ιδʹ. Περὶ ἐμέτου καὶ καθάρσεως
Τοὺς δὲ ἐμέτους καὶ τὰς καθάρσεις συνοίσει ποιεῖσθαι τῆς Σελήνης ληγούσης καὶ πρὸς τοὺς ἀγαθοποιοὺς συσχηματιζομένης ἢ συναπτούσης. παραφυλάσσεσθαι δὲ δεῖ ἵνα μήτε ἐν Κριῷ μήτε ἐν Ταύρῳ ἔχῃ τὴν στάσιν· βλαβερὸν γὰρ διότι μαρυκᾶται ταῦτα. ἁρμόζει δὲ ἐμεῖν οὔσης αὐτῆς ἐν τῷ Ἀναβιβάζοντι, τὴν δὲ κοιλίαν καθαίρειν ἁρμόζει ἐν τῷ Καταβιβάζοντι συνδέσμῳ. ιεʹ. Περὶ συνελεύσεως καὶ περὶ ἀρρενογονίας καὶ θηλυγονίας
Μέλλων δὲ συγγίνεσθαι ὁ γαμῶν ἔστω μὲν ἱλαρὸς καὶ ἀπὸ ἱλαρῶν καὶ ἄλυπος μήτε ἄγαν βεβαρημένος τροφῇ καὶ μέθῃ. φυλασσέσθω δὲ τὸν Ἥλιον καὶ τὴν Σελήνην καὶ τὸν κλῆρον ἐν τῷ ηʹ ἢ ἐν τῷ βʹ τῷ τούτου διαμέτρῳ, ἐπιτηρείτω δὲ καὶ τὸν τῆς ὥρας κύριον ἀκάκωτον εἶναι. ὁ δὲ κλῆρος ἔστω ἐν τῷ περὶ φιλίας ἢ ἐν τῷ περὶ τέκνων ἢ ἐν τῷ μεσουρανήματι, ἔστω δὲ καὶ ἡ Σελήνη ἀκάκωτος καὶ σύμφωνος τῷ ὡροσκόπῳ. ὁ δὲ Ἑρμῆς ἐπʼ ἀνατολῆς τυγχάνων ὑπὸ Διὸς καὶ Ἀφροδίτης μαρτυρούμενος ἐν τῇ ὥρᾳ τῆς καταβολῆς ποιήσει τὰ τικτόμενα εὐτυχῆ καὶ εὐπαίδευτα καὶ εὐδαίμονα. λέγουσι δὲ οἱ περὶ Πετόσιριν ὅτι ἐν ᾧ ζῳδίῳ εὑρίσκεται ἡ Σελήνη ἐν τῇ σπορᾷ τοῦτο ὡροσκοπήσει ἐν τῇ ἐκτέξει, ὅπου δὲ ἐν τῇ ἐκτέξει παροδεύει τοῦτο ὡροσκόπησεν ἐν τῇ σπορᾷ. τοσαῦτα τοίνυν καὶ περὶ συνελεύσεως.
Περὶ δὲ ἀρρενογονίας οὕτω δεῖ σκοπεῖν. ὁπόταν ὁ Ἥλιος καὶ ἡ Σελήνη καὶ ὁ ὡροσκόπος καὶ οἱ τούτων οἰκοδεσπόται τυγχάνωσιν ἠρρενωμένοι τῷ τηνικάδε τὸ συλληφθὲν ἄρρεν γίνεται, καὶ μάλιστα ἐὰν ὦσιν ἄρρενες καὶ ἑῷοι. καὶ ἀρρενοῦνται μὲν ἡνίκα ἐν ἀρρενικοῖς ὦσι ζῳδίοις — λέγω δὴ Κριῷ, Διδύμοις, Λέοντι, Ζυγῷ, Τοξότῃ, Ὑδροχόῳ — ἢ ὁπόταν ἐν τῷ ἀπηλιωτικῷ ὦσι τεταρτημορίῳ ἢ ἐν τῷ τούτου διαμέτρῳ.
Περὶ δὲ θηλυγονίας οὕτως· ὁπόταν οἱ προειρημένοι τρεῖς τόποι καὶ οἱ τούτων οἰκοδεσπόται ἑσπέριοι καὶ ἐν τοῖς ἐφεξῆς ζῳδίοις ὦσιν — οἷον Ταύρῳ, Καρκίνῳ, Παρθένῳ, Σκορπίῳ, Αἰγοκέρωτι, Ἰχθύσιν — ἢ ἐν τῷ λιβυκῷ τεταρτημορίῳ ἢ τῷ τούτου διαμέτρῳ τότε τὸ συλληφθὲν θῆλυ γίνεται.
Ἐὰν δὲ καὶ ἡ προγενομένη συζυγία ἐπίκεντρος γένηται μετὰ ἀγαθοποιῶν ἢ καὶ πρὸς ἀγαθοποιοὺς συνάπτῃ εὐδαίμονας καὶ πολυχρημάτους ἢ καὶ βασιλεῖς τοὺς τικτομένους σημαίνουσιν.
ιζʹ. Περὶ διαθηκῶν καὶ ἄλλως
Ὅταν τις θελήσῃ τὴν ἤδη γεγραμμένην αὐτοῦ διαθήκην σφραγίσαι πρὸς ἀξιοπιστίαν παρατηρείσθω τόν τε ὡροσκόπον καὶ τὴν Σελήνην ἐν τροπικοῖς εἶναι ζῳδίοις· τούτου γὰρ γενομένου παλιντροπία ἔσται τῆς καταρχῆς ὕστερον, διὸ καὶ πάλιν ἄλλως διαθήσεται καὶ οὐ μὴ δηλονότι τελευτήσει ἐπὶ τῇ πρώτῃ διαθήκῃ. ἔστω δὲ πρὸς τούτοις ἡ Σελήνη καὶ αὐξιφωτοῦσα καὶ τῷ πλάτει ὑψουμένη καὶ τοῖς κατὰ μῆκος ἀριθμοῖς ἀφαιροῦσα καί τινι ἀστέρι συνάπτουσα στηριγμὸν ἔχοντι καὶ μηδὲ ὕπαυγος ἔστω· καὶ γὰρ ὑπαύγου αὐτῆς οὔσης ὁ διαθέμενος ταχέως τελευτήσει. τὸν δὲ Ἄρεα δεῖ παραφυλάττεσθαι ἀναγκαίως ἵνα μήτε ὡροσκοπῇ μήτε σὺν τῇ Σελήνῃ μήτε τετραγωνίζῃ αὐτὴν μήτε διαμετρῇ· οὕτω γὰρ οὐ μόνον ὁ διαθέμενος τελευτήσει, ἀλλὰ καὶ ἡ διαθήκη ἀφανισθήσεται ἤτοι κλαπεῖσα ἢ ἑτέρας ψευδοῦς ἀντʼ αὐτῆς ὑποληφθείσης. ὁ δὲ Ἑρμῆς κακωθεὶς ἤτοι συνὼν τοῖς κακοποιοῖς ἢ σχηματιζόμενος ὑπʼ αὐτῶν δόλων αἴτιος γίνεται καὶ ἀμφισβητήσεων. ἐὰν δὲ Κρόνος ὡροσκοπῇ ὁ μὲν θάνατος μετὰ χρόνον συμβήσεται, ἡ δὲ διαθήκη κυρωθήσεται. ἐὰν δὲ Ζεὺς ἢ Ἀφροδίτη ὡροσκοπῇ ποιήσει τὸν διαθέμενον μὴ τελευτήσαντα διαθέσθαι πάλιν.
Σημαίνει δὲ ὁ μὲν ὡροσκόπος τὴν δύναμιν τῆς γραφῆς τῆς διαθήκης καὶ τὸν διαθέμενον, τὸ δὲ μεσουράνημα τὸ ἀποτέλεσμα αὐτῆς, τὸ δὲ δῦνον πότερον ἔνδοξος ἢ ἄδοξος, ἀληθὴς ἢ ὑπόβλητος, τὸ δὲ ὑπόγειον ὁποῖοί τινες οἳ τὰς κληρονομίας παραλήψονται. ἐὰν οὖν ὡροσκοπῇ Κρόνος τῇ καταρχῇ ὁ διαθέμενος γέρων ἔσται, κακοῦργος καὶ ἄδικος καὶ ἐνέδραν ἕξει καὶ ψεύσματα, ὅ τε ποιῶν ἀγενής τις ἔσται καὶ ῥυπαρὸς ἢ ἀπελεύθερος. ἐὰν δὲ Ἄρης ἐξ ὀργῆς ἔσται ἡ διαθήκη προπετῶς ἄνευ λογισμοῦ ὡς ἀπὸ κληρονομίας ποιῆσαι τοὺς προσήκοντας, ὅ τε ποιῶν νέος, ὀργίλος, στρατιωτικός. ἐὰν δὲ Ζεὺς δικαίαν καὶ πλουσίαν δηλοῖ τὴν διαθήκην καὶ τὸν διαθέμενον τοιοῦτον. ἐὰν δὲ Ἀφροδίτη, καὶ μάλιστα ἐν τροπικοῖς οὖσα, ἔσται ἡ διαθήκη ἀγαθὴ καὶ ποικίλη, ὅ τε ποιῶν ὁμοίως ἀγαθὸς καὶ ποικίλος τὸ ἦθος. ἐὰν δὲ οἱ πλείονες τῶν ἀστέρων ὦσιν ἐν θηλυκοῖς ζῳδίοις γυνὴ ἔσται ἡ διατιθεμένη. ἐὰν δὲ Ἑρμῆς ποικίλη ἡ διαθήκη ἔσται καὶ πολύλογος καὶ κούφη, ὅ τε ποιῶν ἐν λόγοις ἔσται ἢ διοικήσεσιν. ἐὰν δὲ Ἥλιος ἢ Σελήνη μεγίστη καὶ ἐπίσημος καθʼ ὃν ἂν τρόπον μαρτυρούμενοι τύχωσιν. ἐν δὲ τῷ μεσουρανήματι Κρόνος τυχὼν παλαιὰν τὴν διαθήκην σημαίνει, τὸ δὲ τέλος τοῦ διατιθεμένου ὁποῖαι αἱ μαρτυρίαι τῶν ἐπιθεωρούντων τὸ μεσουράνημα. Ἄρης δὲ κενὴν τὴν διαθήκην καὶ ὀξεῖαν δηλοῖ. Ζεὺς δὲ ἀλλαγῆναι πάλιν αὐτὴν μηνύσει ἐπʼ ἀγαθῶν προσθήκαις καὶ ζήσεσθαι τὸν διαθέμενον, ὁμοίως δὲ καὶ Ἀφροδίτη. Ἑρμῆς δὲ ταχεῖαν τὴν ἄνοιξιν προαγορεύει καὶ πρόθεσιν πολυλογίας, κατὰ ταὐτὸν δὲ τὰς μαρτυρίας χρὴ σκοπεῖν τὸν αὐτὸν τρόπον. Ἥλιος δὲ καὶ Σελήνη μετὰ τοῦ σημαίνειν εὐγενῆ καὶ μεγάλα τὰ πρόσωπα δηλοῖ. Κρόνος δὲ δύνων ἐπηρείας καὶ κατηγορίας καὶ κακουργίας μεστὴν δείκνυσι τὴν διαθήκην. Ἄρης δὲ οὐ βεβαιωθήσεσθαι δηλοῖ καὶ μετὰ βίας ἁρπαγήσεσθαι τὴν οὐσίαν. Ζεὺς δὲ μετὰ καλῆς πίστεως ἐνδόξως διατηρηθήσεσθαι, ὁμοίως δὲ καὶ Ἀφροδίτη. Ἑρμῆς δέ, ὑποβολιμαία καὶ πλαστὴ ἡ διαθήκη ἀναφανεῖται καὶ ἀγαθῶν μὲν μαρτυρούντων λαθοῦσα διαμένει, κακοποιῶν δὲ σὺν κινδύνῳ φανερωθήσεται καὶ ἄκυρος ἔσται. τὸ δʼ αὐτὸ Ἥλιος καὶ Σελήνη ἀπεργάζεται κατὰ τὴν τῶν σχημάτων σύγκρασιν. ἐν δὲ τῷ ὑπογείῳ Κρόνος εὑρεθεὶς δούλοις καὶ ἀπελευθέροις ἢ ἐγγόνοις αὐτῶν τὴν κατάληψιν σημαίνει, Ἄρης δὲ ἀπελευθέρων υἱοῖς, στρατιώταις, Ζεὺς δὲ φίλοις καὶ συγγενέσιν, Ἀφροδίτη δὲ γυναικὶ ἢ παλλακῇ ἢ φίλῳ μετέχοντι μυστηρίων, Ἑρμῆς δὲ τέκνοις, ἐγγόνοις, τροφοῖς, ἀξίοις λόγου, Ἥλιος δὲ ἢ Σελήνη ἐπισήμοις καὶ μεγίστοις. καὶ ἐὰν μὲν ὑπὸ ἀγαθοποιῶν μαρτυρῆται ἐπικερδεῖς ἔσονται αἱ κληρονομίαι, ἐὰν δὲ ὑπὸ κακοποιῶν ἐπιζήμιοι. ιθʹ. Περὶ τοῦ πότε δεῖ λαμβάνειν γυναῖκα
Δεῖ σε πρωτοτύπως φροντίσαι τὸ ὡροσκοποῦν ζῴδιον εἶναι στερεὸν ἢ δίσωμον, ὁ δὲ κύριος αὐτοῦ ἀγαθοπεποιημένος ἔξω πάσης κακώσεως, ἵνα δὲ τετραγωνίζῃ καὶ ἡ Ἀφροδίτη τὸν Δία καὶ ἵνα ὁρῶσι τὸν ὡροσκόπον, ἵνα δὲ αὐξιφωτῇ καὶ ἡ Σελήνη, οὔσης αὐτῆς ἀγαθοπεποιημένης ἐν τόπῳ καλῷ. εἰ δʼ ἴσως ταῦτα πάντα οὐχ εὑρήσεις ὡς εἴρηται ἴδε τὴν Σελήνην καὶ ποίησον ἵνα ἀγαθοποιῆται καί ἐστιν ἐν τόπῳ καλῷ. Ἄλλως περὶ γάμου
Τὸν μὲν ἄνδρα ἀπὸ τοῦ Ἡλίου καὶ τοῦ ὡροσκόπου, τὴν δὲ νύμφην ἀπὸ τῆς Ἀφροδίτης καὶ τοῦ δύνοντος, ὃν δὲ μέλλουσι βίον μετʼ ἀλλήλων διάξειν ἐκ τοῦ μεσουρανήματος, ἐκ δὲ τοῦ ὑπογείου ἡ προὶξ νοείσθω. ὁ Ἥλιος ὑπὸ κακοποιῶν βλαπτόμενος ἢ ὡροσκοπῶν τὸν ἄνδρα βεβλαμμένον δείκνυσιν, ὑπὸ δὲ ἀγαθοποιῶν μαρτυρούμενος, ἀγαθὰ τῷ ἀνδρὶ μαντεύονται· ἡ Ἀφροδίτη καὶ τὸ δῦνον ὑπὸ Διὸς μαρτυρούμενοι ἀγαθὰ τῇ γυναικὶ σημαίνουσιν, ὑπὸ δὲ τῶν κακοποιῶν ἀπαισία καὶ οὐκ ἔσται παράμονος ὁ γάμος, ἐὰν δὲ καὶ ἡ Σελήνη συγκακωθῇ ἀμφοτέροις κακὸν σημεῖον. Ἑρμῆς ὑπὸ τῶν ἀγαθοποιῶν μαρτυρούμενος παιδοποιίαν τῷ γάμῳ δίδωσιν. Σελήνη ἢ καὶ Ἀφροδίτη ἐν τροπικῷ ζῳδίῳ οὖσα, κακὸν τὸν γάμον λέγε· ἡ μὲν γὰρ Ἀφροδίτη, καὶ μοιχαλίδα καὶ ῥυπαρὴν λέγε τὴν τοιαύτην νύμφην, ἡ δὲ Σελήνη παλιντροπίας καὶ διαστάσεως γίνεται παραιτία.
Σελήνη ἐν Κριῷ, οὐ δεῖ γαμεῖν· χωρισμὸς γὰρ ἐν τάχει παρακολουθήσει. Σελήνη ἐν αʹ καὶ γʹ δεκαμοιρίᾳ τοῦ Ταύρου παραιτητός, ἐν δὲ τῇ βʹ δεκαμοιρίᾳ τοῦ Ταύρου Σελήνης οὔσης καλόν. καὶ ἐν Διδύμοις ἀπὸ ἀρχῆς ἕως ιεʹ μοίρας ἀπαίσιον, ἀπὸ δὲ μοίρας ιϛʹ ἕως τέλους ἀγαθόν. Σελήνη ἐν Καρκίνῳ, οὐ δεῖ γαμεῖν ὅλως. Σελήνη ἐν Λέοντι, οὐ καλὸν τὸ γῆμαι, ποιήσει δὲ κακοδάπανον τὴν γυναῖκα. Σελήνη ἐν Παρθένῳ, χήραν γῆμαι αἴσιον, παρθένον δὲ κακόν. Σελήνη ἐν Ζυγῷ, οὐ δεῖ γῆμαι, μνηστεύειν δὲ δεῖ. Σελήνη ἐν Σκορπίῳ, ἐν μὲν ταῖς πρώταις μοίραις ἀγαθόν, ἐν δὲ ταῖς ὑστάταις οὐ καλόν· ταχὺ γὰρ διαζυγήσονται. Σελήνη ἐν Τοξότῃ, οὐ δεῖ γῆμαι διʼ ὀλιγοτεκνίας. Σελήνη ἐν Αἰγοκέρωτι, τῷ μὲν δευτερογαμοῦντι ἢ τριτογαμοῦντι καλόν, τῷ δὲ πρωτογαμοῦντι οὐ καλόν. Σελήνη ἐν Ὑδροχόῳ, ἀνεπιτήδειον. Σελήνη ἐν Ἰχθύσιν, καλὸν μὲν γαμεῖν, ποιεῖ δὲ τὴν γυναῖκα φλύαρον καὶ μαχίμην.
Παρατηρητέον δὲ τὴν Ἀφροδίτην μάλιστα ἐν ταῖς τοιαύταις σκέψεσι μὴ εἴη μετὰ τῶν κακοποιῶν ἤτοι ἐν ταῖς τούτων μαρτυρίαις, ἀλλὰ μᾶλλον ἐν ὁρίοις καὶ ζῳδίοις ἀγαθοποιῶν. τυχοῦσα τοίνυν ἡ Ἀφροδίτη ἐν ὁρίοις ἢ ζῳδίοις ἀγαθοποιῶν καὶ εἰ ἐπιδεκατεύσει τῇ Σελήνῃ, ὑπὸ δὲ τοῦ Διὸς ἐπιδεκατεύηται — τουτέστι δεκάτη μὲν ἀπὸ Σελήνης, τετάρτη δὲ ἀπὸ Διός —, κάλλιστον τὸν γάμον, θυμήρη τε καὶ τεκνοποιὸν ἀποτελέσει, καὶ μάλιστα ὅταν εἷς τῶν ἀγαθοποιῶν ἐπὶ τῶν πολυσπέρμων ζῳδίων τύχῃ· οὕτω γὰρ τάχιστα συλλήψεις ποιήσει. τὸ δὲ αὐτὸ καὶ τὰ τρίγωνα σχήματα ἀποτελέσει πολυσπέρμων ὄντων τῶν ζῳδίων, ἀλλὰ καὶ οἱ κακοποιοὶ ἐν τῷ τριγώνῳ σχήματι ἐπὶ τῶν πολυσπέρμων ζῳδίων μαρτυρούμενοι ὑπὸ τῶν ἀγαθοποιῶν τεκνοποιίαν δίδουσιν.
Ἐπισκοπεῖν δὲ χρὴ τὰ δύο θεμάτια τῶν γαμουμένων καὶ ἐπεὶ πάντες οἱ ἀγαθοποιοὶ ἐν τοῖς ἀγαθοῖς τόποις — τουτέστι διπλοῖ — κατὰ τὸν καιρὸν τοῦ γάμου γίνονται ἢ συσχηματίζονται. εἰ δὲ κατὰ γένεσιν καὶ κατὰ πάροδον τὸ μεσουράνημα κοσμούμενον εἴη καὶ ἀγαθοποιοῦ τόπος τοῦ θέματος τῆς γυναικὸς ἐμπέσῃ εἰς τὸ τοῦ ἀνδρὸς μεσουράνημα εἰδέναι χρὴ ἐν αὐτῷ τῷ ἔτει τὴν παιδοποιίαν ποιήσασθαι, εὐάρμοστόν τε τὴν συμβίωσιν μηκυνθῆναι, καὶ μάλιστα ὅταν οἱ ἐπίκαιροι τόποι τῶν γεννήσεων — τουτέστι Σελήνη καὶ Ἥλιος καὶ ὁ ὡροσκόπος — σύμφωνοι ὑπάρχωσιν. ἐπὰν δὲ καὶ πολύσπερμον ᾖ τὸ κατὰ κορυφὴν ζῴδιον κατὰ τὴν πρώτην συνέλευσιν τὰ τῆς συλλήψεως ἀσφαλῆ ἔσται. ἐπὰν δὲ τύχῃ ἐπὶ τοῦ κατὰ κορυφὴν τόπου ἀγαθοποιὸς ὑπὸ τὰς αὐγὰς ὢν κατὰ τὸν καιρὸν τοῦ γάμου σκοτεινὴν τὴν σύλληψιν καὶ τεκνοποιίαν σημαίνει, καὶ μάλιστα ἐπὶ τῶν γυναικῶν αἷς καὶ τὸ θέμα αὐτὸ συμβέβηκεν ἔχειν· τῆς γὰρ Ἀφροδίτης ὑπὸ τὰς αὐγὰς οὔσης μετὰ Ἄρεως λαθραίως παρθενεύονται, καὶ Διὸς μαρτυροῦντος οἱ βιωσάμενοι. … κατὰ τὸν καιρὸν τῆς καταρχῆς τῶν τῆς Ἀφροδίτης ὑπὸ δύσιν τοῦ Ἡλίου.
Ἐὰν ἐν τῷ κακοδαιμονήματι τοῦ ἀνδρὸς ἡ τῆς γυναικὸς Σελήνη κατὰ γένεσιν ᾖ ἄρξει ἡ γυνὴ τοῦ ἀνδρός, ἐὰν δὲ ἐν τῷ ιβʹ τῆς γυναικὸς εὑρεθῇ ἡ τοῦ ἀνδρὸς Σελήνη ἀνάπαλιν γίνεται, τουτέστιν ὁ ἀνὴρ ἄρξει τῆς γυναικός. αἱ δὲ τῶν γάμων καταρχαὶ ἐν πανσελήνῳ ἐκπεσοῦσαι κάκισται τοῖς γαμοῦσιν. ἀλλὰ καὶ αἱ Σελῆναι τῶν δύο γενέσεων διαμετροῦσαι ἀλλήλαις ἀπαίσιοί εἰσιν· διχονοίας γὰρ παραίτιαι. κρατήσει δὲ ὅμως ἐν ταῖς φιλονεικίαις ὁ ἔχων ὑπὲρ γῆν τὴν Σελήνην. Ἀφροδίτη ἐν ἀρρενικῷ ζῳδίῳ οὖσα, ὁ δὲ Ζεὺς ἐν θηλυκῷ, καλὸν τὸ τοιοῦτον σχῆμα τοῖς ἀνδράσιν ὑπάρχει, ἔμπαλιν δὲ ταῖς θηλείαις ἄμεινον ὅταν ἡ μὲν Ἀφροδίτη ἐν θηλυκῷ, ὁ δὲ Ζεὺς ἐν ἀρρενικῷ.
Καὶ ταῦτα μὲν ἐν τοῖς ἔπεσι Δωροθέου, ἐκ δὲ ἄλλων ἀρχαίων καὶ πείρᾳ κατειλημμένων τὰ ἐφεξῆς. μάλιστα προσέχειν χρὴ περὶ συνελεύσεως καὶ ἁρμογῆς γάμου τῷ τε κυρίῳ τοῦ κλήρου καὶ τῆς ὥρας, ἔτι τε καὶ τῷ τῆς προγενομένης συνόδου καὶ τῇ πρὸς ἀλλήλους τε καὶ τὰ φῶτα καὶ τὸν θανατικὸν ἀστέρα σχηματοθέσει. τυχὼν γὰρ ὁ κλῆρος τῆς τύχης εἰς τὸ δυτικὸν ἢ ὁ τούτου κύριος ἢ ὁ τοῦ δυτικοῦ κέντρου κύριος ἐπʼ αὐτοῦ τυχὼν σὺν τῷ κληρικῷ ἀστέρι ἢ ἐπὶ τοῦ κληρικοῦ ἀστέρος ἢ ἐπὶ τοῦ κληρικοῦ ζῳδίου ὁμοίως τυχών — δηλονότι σὺν τῷ κλήρου ἀστέρι — τῆς Σελήνης ἐπιμαρτυρούσης γάμον καὶ συνέλευσιν σημαίνει.
Ἐπιφυλακτέον οὖν τὴν Ἀφροδίτην ἑῴαν ἀναποδίζουσαν καὶ ἐπὶ τὸν Δία ἐρχομένην· οὕτω γὰρ ἀνάρμοστοι καὶ ἀβέβαιοι οἱ γάμοι ἔρχονται τῶν συνερχομένων τυγχανόντων κούφων τὰ ἤθη. καὶ ἢν μὲν ἐν θηλυκῷ ζῳδίῳ τύχῃ τοῦτο τοὺς ἄνδρας, ἢν δὲ ἐν ἀρσενικῷ τὰς γυναῖκας τοιαύτας νομιστέον. εἰ δὲ οὕτως ἐχούσης τῆς Ἀφροδίτης ἀπόζευξις γένοιτο ἐπανήξει αὖθις ἡ γυνὴ προστιθείσης τῆς Ἀφροδίτης τοῖς ἀριθμοῖς, εἰ δὲ Ἄρης ἀναποδίζει ἐν τῇ καταρχῇ τοῦ χωρισμοῦ ἐπιστρέψαντος αὐτοῦ καὶ προστιθέντος ὁ ἀνὴρ διαλλαγήσεται καὶ μετελεύσεται τὴν γυναῖκα.
Ἢν δὲ ὁ κύριος τοῦ γάμου ἐν τῇ καταρχῇ μεσουρανῶν τύχῃ ἐν θηλυκῷ ζῳδίῳ πολύκοινον δείξει τὴν γυναῖκα, εἰ δὲ ἀρσενικῷ τὸν ἄνδρα. τετραγωνίζων δὲ ὁ Ζεὺς τῷ γαμικῷ ἀστέρι τυχὼν στάσεως τῆς ἐν τῷ γάμῳ δηλωτικός· κακὴ καὶ ἡ Σελήνη καὶ ἐν ἀρσενικῷ ζῳδίῳ τυχοῦσα. ὡροσκοπῶν δὲ ὁ τοῦ γάμου κύριος ἐπίμεμπτον τὸν γάμον δηλοῖ, καὶ μάλιστα ὁ Ζεὺς ἐν θηλυκῷ ζῳδίῳ ἄπροικον ἢ ψευδοπλουσίαν ἢ ὑπόδικον, ἐν δὲ ἀρσενικῷ τὸν ἄνδρα τοιοῦτον.
Ἐπειδὴ προείρηται ὅτι ὁ μὲν ὡροσκόπος ὁ γαμῶν, τὸ δὲ δῦνον ἡ γαμουμένη, τὸ μεσουράνημα ἡ ἀμφοτέρων ὁμόνοια καὶ παραμονή, τὸ δὲ ὑπόγειον ἡ προὶξ καὶ τὸ τοῦ γάμου ἀποτέλεσμα, δῆλον μὲν οὖν ὅτι τοῦ Κρόνου μὲν ὡροσκοποῦντος ὁ γαμῶν ἔσται πρεσβύτης καὶ ῥυπαρός, Ἄρεως δὲ καὶ νεώτερος καὶ ὀργίλος, τοῦ δὲ Διὸς πλούσιος καὶ ἀγαθός, μέσης ἡλικίας, Ἀφροδίτης ἱλαρός, καθάριος, ἡδύβιος, κατωφερὴς εἰς γυναῖκας, Ἑρμοῦ δὲ εὐπαίδευτος, συνετὸς καὶ ἐρωτικὸς εἰς παῖδας, Ἡλίου δὲ καὶ Σελήνης εὐγενὴς καὶ ἐπίσημος. Κρόνου δὲ μεσουρανοῦντος διάλυσις ἔσται τοῦ γάμου διὰ ῥυπαρὰν καὶ σμικρολόγον, Ἄρεως δὲ διὰ ἀκαταστασίαν καὶ ζηλοτυπίαν — ἐπὰν δὲ καὶ ὁ τῆς Ἀφροδίτης συνῇ αὐτῷ ἢ μαρτυρῇ διὰ μοιχείαν, ἐὰν δὲ Ἑρμοῦ διὰ παιδὸς ἔρωτα —, Διὸς δὲ καὶ Ἀφροδίτης ὁμόνοια αὐτοῖς ἔσται καὶ τεκνοποιία, Ἡλίου δὲ καὶ Σελήνης ἐπισήμους αὐτοὺς ἔσεσθαι. ἐπὶ δὲ τοῦ δύνοντος τυχόντες ὅμοια ἀποδεικνύουσι περὶ τὴν γυναῖκα οἷα καὶ ἐπὶ τοῦ ἀνδρὸς ἐν τῷ ὡροσκόπῳ. ἂν δὲ Ἄρης ἢ Κρόνος ἢ ἀμφότεροι ὑπὸ γῆν εὑρεθῶσιν ἰδίων ἀποβολὴν καὶ τέκνων καὶ τῆς προικὸς καὶ προτελευτὴν τοῦ ἀνδρὸς σημαίνουσιν, ἂν δὲ Ζεὺς καὶ Ἀφροδίτη ὑπόγειοι ὦσι πολὺν χρόνον σὺν ἀλλήλοις καὶ τέκνα ἔσεσθαι, καὶ ἐὰν μὲν ἐν ἀρσενικῷ ζῳδίῳ ὁ ἀνὴρ ἐπιζήσεται, ἐὰν δὲ ἐν θηλυκῷ ἡ γυνή, ὁ δὲ Ἑρμῆς καθὼς μαρτυρίαν δέξεται ἕκαστα ἐμφαίνει.
Τοῦ Ἡλίου κεκακωμένου, τῆς δὲ Ἀφροδίτης ὑπὸ ἀγαθοποιῶν μαρτυρουμένης ἐπὶ τῇ καταρχῇ, ἄρχειν τὴν γυναῖκα τοῦ ἀνδρὸς δηλωτέον, ἔμπαλιν δὲ τυχόντων ἔμπαλιν ἔσται. τῆς δὲ Σελήνης κεκακωμένης ἀμφοτέροις ἀσύμφορον καὶ τῇ προικί. ὁ ὡροσκόπος καὶ τὸ μεσουράνημα ἔχοντες ἀγαθοποιοὺς σημαίνουσι τεκνοποιίαν ἐπὶ συμφέροντι, κακοποιοὺς δὲ ἀποβολήν. φυλάσσεσθαι δὲ τοῦ κυρίου τῆς τύχης κακωθέντος ἀγαγέσθαι γυναῖκα. χαλεπὸς δὲ καὶ ὁ κατὰ γένεσιν οὕτως ἔχων γαμικὸς ἀστήρ. κενοδρομοῦσα δὲ ἡ Σελήνη πολυκοίνους μηνύει, ἀγαθὴ δὲ ὑπόγειος ἐν θηλυκῷ ζῳδίῳ· τοῦ Ἡλίου ὄντος ἐν ἀρσενικῷ ὑποτεταγμένην αὐτὴν ποιεῖ.
κʹ. Περὶ χωρισμοῦ γάμου
Τοὺς δὲ χωρισμοὺς αὐτῶν καὶ ἐπανελεύσεις ἐπιβλέπειν δεῖ οὕτως. τὴν καταρχὴν ἐν ᾗ γένηται ὁ χωρισμὸς ἢ καὶ ἐν ᾗ ὥρᾳ πείθεταί σου ὅρα γοῦν τὴν Ἀφροδίτην καὶ τὸν Ἥλιον, καὶ ἐὰν εὕρῃς τὸν μὲν Ἥλιον ἢ ἐν μεσουρανήματι ἢ ἐν ιαʹ τόπῳ, τὴν δὲ Ἀφροδίτην ἑσπερίαν ἀναποδίζουσαν, λέγε αὖθις τὴν γυναῖκα ἐπανελεύσεσθαι θυμήρως. ἐὰν δὲ γυνὴ ἐκβληθῇ ὑπὸ τοῦ ἰδίου ἀνδρός, εἰ μὲν αὐξιφωτεῖ ἡ Σελήνη δυσκόλως εἰς τὸν ἑαυτῆς ἄνδρα ἐπανήξει, ἐὰν δὲ ἀποκρούῃ ἡ Σελήνη εὐκόλως ἐπάνεισιν, ἐπʼ αὐτῆς δὲ τῆς συνόδου δυσχερῶς ἐπανήξει. ἐὰν δὲ ἐν ὅσῳ ἡ Σελήνη τὸν ἴδιον κύκλον ἀπαρτίζει ὁ Ἥλιος μεταβῇ εἰς ἕτερον ζῴδιον θηλυκὸν Ἀφροδίτης σὺν αὐτῷ οὔσης, διαλυθέντος τοῦ γάμου ὁ ἀνὴρ ἑτέραν γαμήσει. ἐπιτηρητέον δὲ καὶ τὸν ὡροσκόπον καὶ τὴν Σελήνην ἐπειδὴ τυχόντες οὗτοι ἐπὶ στερεῶν ζῳδίων ἐν τῇ καταρχῇ βέβαια ποιοῦσιν, ἐπὶ δὲ τροπικῶν τρεπτὰ καὶ ἀβέβαια, ἐπὶ δὲ δισώμων ἀμφισβητήσιμα. καʹ. Περὶ διαφορᾶς κυουμένων
Ἐπὰν δὲ κατὰ γαστρὸς αἱ γυναῖκες ἔχουσαι βούλοιντο ἐκτιτρώσκειν μὴ δυνάμεναι τελεσφορεῖν ἁρμόζει τῆς Σελήνης οὔσης ἐν τοῖς ὀρθοῖς ζῳδίοις καὶ ἀποκρουούσης καὶ νότον κατιούσης, μαρτυρουμένης τετραγώνως ἢ τριγώνως ὑπὸ Ἀφροδίτης καὶ Ἄρεως ἢ συνόντων αὐτῇ καὶ ἐν θηλυκοῖς ζῳδίοις ὄντων. ὅσα δὲ δεῖ ἐν τούτοις παρατηρεῖν τὴν Σελήνην τοσαῦτα καὶ τὸν ὡροσκόπον δεῖ ἔχειν κατά τε τὰ ὀρθὰ ζῴδια καὶ κατὰ τὰς μαρτυρίας Ἄρεως καὶ Ἀφροδίτης.
κβʹ. Περὶ ἐκτιτρωσκουσῶν
Φασὶν ἐπικινδύνως ἐκτιτρώσκειν Κριοῦ μὲν ἀπὸ πρώτης μοίρας ἕως ιαʹ, Διδύμων δὲ ἀπὸ πρώτης ἕως τριακοστῆς, Καρκίνου δὲ ἀπὸ αʹ ἕως ιεʹ, Λέοντος δὲ ἀπὸ πρώτης ἕως ιαʹ, Παρθένου δὲ τὰς πάσας, ἐν δὲ Ζυγῷ ἀπὸ ιβʹ ἕως τριακοστῆς καὶ ἐν Σκορπίῳ ἀπὸ ιβʹ ἕως τριακοστῆς, Τοξότου δὲ ἀπὸ πρώτης ἕως ιαʹ, Αἰγοκέρωτος δὲ ἀπὸ αʹ ἕως ιεʹ, Ὑδροχόου δὲ ἀπὸ εἰκοστῆς ἕως τριακοστῆς, ταῖς μοίραις πάσαις οὔσης τῆς Σελήνης ἢ τοῦ ὡροσκόπου, καὶ μάλιστα τοῦ Κρόνου συσχηματιζομένου, αἱ δὲ λοιπαὶ μοῖραι εὔκολοι καὶ ἀκίνδυνοι. κγʹ. Περὶ παραδόσεως τεχνῶν
Εἰσόμεθα δʼ εἰ εὐμαθεῖς ἔσονται οἱ παραδιδόμενοι εἰς μάθησιν τέχνης ἢ ἀμελεῖς ἀποβαίνουσιν, καὶ περὶ τῷδε εἴτε ἐπιμέλεια καὶ ἡ κατόρθωσις γένοιτο εἴτε ἡ ῥαθυμία. ὁ μὲν ὡροσκόπος τὰ κατὰ τὸν διδάσκαλον σημαίνει, τὸ δὲ μεσουράνημα τὸν συνιστῶντα οἷον δεσπότην ἢ πατέρα ἢ ἐπίτροπον, τὸ δὲ δῦνον τὸν μαθησόμενον, τὸ δὲ ὑπὸ γῆν τὴν τοῦ μαθήματος ἢ ἐπιστήμης ἀπόβασιν, τῆς θεωρίας κατὰ τὸν συγκριτικὸν λόγον ληφθησομένης ὁμοιοτρόπως τοῖς ἐπάνω προλελεγμένοις. εἰδότες οὖν τὸν τρόπον τοῦτον ἐπὶ τῶν παραδιδομένων εἰς μάθησιν τεχνῶν ἐπιτηρήσομεν τὴν Σελήνην πλήθουσαν καὶ καλῶς κειμένην μετὰ τοῦ Ἑρμοῦ καὶ αὐτοῦ καλῶς κειμένου καὶ ἀνατολικοῦ καὶ ἐν τοῖς ἀνθρωποειδέσι ζῳδίοις ὄντων ἢ καὶ πρὸς αὐτὰ ἐσχηματισμένων, καὶ τότε παραδώσομεν εἰς μαθήσεις. Ἄλλως περὶ τεχνῶν διδασκαλίας
Σελήνης ἐν Κριῷ ἢ Παρθένῳ ἢ Ζυγῷ ὑπὸ Διὸς ἢ Ἀφροδίτης μαρτυρουμένης τριγώνως ἢ τετραγώνως ἢ διαμέτρως ποιεῖ τὸν τέχνης τινὸς καταρξάμενον κατορθῶσαι αὐτήν. παρατηροῦ δὲ ἵνα μὴ ἡ Σελήνη συνοδεύῃ τῷ Ἡλίῳ ἢ διαμετρῇ. κδʹ. Περὶ ἵππων καὶ κτηνῶν ἀγορασίας
Καὶ περὶ μὲν ἵππων λογίζου τὸν μὲν Κριὸν εἶναι κεφαλήν, τὸν δὲ Ζυγὸν τὰ ὀπίσω, τὰ δὲ λοιπὰ ζῴδια τὰ παρʼ ἑκάτερα πλευρά, καὶ ὅπου δʼ ἂν εὑρεθῇ κακοποιὸς ἐκεῖ τὴν αἰτίαν καὶ τὸ σίνος τοῦ ἵππου λογιστέον. περὶ δὲ κτηνῶν ἀγορασίας τὰ προδεδαμασμένα ἐν Κριῷ καὶ Ταύρῳ τῆς Σελήνης καὶ τῆς ὥρας οὔσης καλὸν καὶ ἐπωφελὲς ἀγοράσαι, τὰ δὲ τοῦ δαμασθῆναι καὶ ὑποταγῆς χρῄζοντα ἔν τε Λέοντι καὶ τῇ τελευταίᾳ πεντεκαιδεκαμοιρίᾳ τοῦ Τοξότου τῆς ὥρας ἢ τῆς Σελήνης ὄντων. κεʹ. Περὶ αἱρέσεως καὶ συνθηκῶν
Εἴ τις οὖν χρῄζων προσενέγκῃ αἵρεσιν περὶ οἱουδήτινος πράγματος ἐκεῖνον μὲν ἀπὸ τοῦ ὡροσκόπου σκέπτου, σὲ δὲ ἀπὸ τοῦ δύνοντος, τὴν δὲ πρᾶξιν ἐκ τοῦ μεσουρανήματος, τὸ δὲ τέλος ἐκ τοῦ ὑπογείου. ἐπισκόπει δὲ καὶ τὰ ἀνατέλλοντα ζῴδια εἰ ὀρθὰ εἴη ἢ πλάγια, καὶ ἐκ τούτων νοήσεις τοῦ προσιόντος τὸν σκοπὸν καὶ τὸν νοῦν. ἀγαθοποιοῦ γὰρ ὄντος ἐπὶ τῆς ὥρας μὴ φοβήσῃς δόλον. εἰ δὲ τύχωσιν οἱ κακοποιοὶ ἐν τῷ μεσουρανήματι τὸ πρᾶγμα οὐ καλόν· περὶ γὰρ τὴν αἵρεσιν προσφέρει καὶ ἀηδίαν προξενεῖ. ὁμοίως ἀπαναίνου κακοποιοῦ ὄντος ἐν τῷ δύνοντι ἢ ἐν τῷ ὑπογείῳ. ἐπισκέπτου δὲ καὶ τὴν Σελήνην πῶς κεῖται ἵνα ἐκ πάντων τὸ ἀληθὲς προμάθῃς.
κϛʹ. Περὶ δανείων
Ἀκολούθως τοῖς προκειμένοις ἔσται ὁ μὲν δανείζων ὁ ὡροσκόπος, ὁ δὲ δανειζόμενος τὸ δῦνον, τὸ δὲ μεσουράνημα τὸ διδόμενον ἀργύριον, τὸ δὲ ὑπὸ γῆν μηνύει σοι τὴν ἔκβασιν τοῦ χρέους. ἀλλὰ καὶ ἡ τῆς Σελήνης ἀπόρροια ληφθήσεται εἰς πρόσωπον τοῦ δανείζοντος, ἡ δὲ συναφὴ τοῦ δανειζομένου, ἐκ δὲ τῶν ὠφελούντων ἢ βλαπτόντων ἀστέρων αἱ προσαγορεύσεις ἀκολούθως ἔσονται. τινὲς δὲ ἐπισκοποῦσι τὸν Ἥλιον καὶ τὴν Σελήνην, τὴν μὲν Σελήνην εἰς τὸν δανείζοντα ὅταν ᾖ αὐξίφως, τὸν δὲ Ἥλιον εἰς τὸν δανειζόμενον ἤτοι χρεώστην, ὅταν δὲ ἡ Σελήνη λειψίφως ἐστὶν ἔμπαλιν ὁ μὲν Ἥλιος εἰς τὸν δανείζοντα μετείληπται, ἡ δὲ Σελήνη εἰς τὸν ὀφειλέτην.
Κακὴ δὲ ἡ Σελήνη ἐν τοῖς συνδέσμοις ἢ ἐν τῷ νοτίῳ περικαμπίῳ. φύλαττε δὲ δανείζων τὴν τοῦ Ἑρμοῦ μετὰ Κρόνου στάσιν καὶ τὴν Σελήνην οὖσαν ἐν ἀρχῇ τοῦ Λέοντος καὶ τῶν Διδύμων καὶ τοῦ Τοξότου, καὶ ὅτε τούτων αὐτῶν τῶν ζῳδίων αἱ ἀρχαὶ ὡροσκοποῦσιν. ἐὰν δὲ δανείσασθαι θέλῃς ἔστω ἡ Σελήνη ἐν Ὑδροχόῳ καὶ Σκορπίῳ καὶ Λέοντι καὶ Ἰχθύσι καὶ Τοξότῃ λειψιφωτοῦσα καὶ τοῖς ἀριθμοῖς ἀφαιροῦσα, ἡ δὲ Ἀφροδίτη καὶ ὁ Ζεὺς καὶ ὁ Ἑρμῆς ἐπιμαρτυρείτωσαν τῇ Σελήνῃ ἢ τῷ ὡροσκόπῳ. κζʹ. Περὶ ἐγγύης εἴπερ οὐ βούλεσαι ἐγγυήσασθαί τινα
Εἰ δὲ βουληθῇς μὴ ἐγγυήσασθαί τινα δυσωποῦντά σε ἐπιτήρει τὴν Σελήνην μετὰ Κρόνου καὶ Ἄρεως ἢ καὶ τούτων τῶν ἀστέρων ὡροσκοπούντων καὶ τότε σύντυχε τῷ δυσωποῦντί σε· τότε γὰρ ἀσυντέλευτα γίνεται τὰ τῆς ἐγγύης. κατὰ τὰ αὐτὰ δὲ σχήματα τοῦ θέλοντος δανείσασθαι παρά σου τὴν ἐνόχλησιν ἐκφεύξῃ. κθʹ. Περὶ ἐλευθερώσεων
Περὶ ἐλευθερίας σκεπτόμενος ἀπόνεμε τὸν μὲν ὡροσκόπον τῷ ἐλευθεροῦντι, τὸ δὲ μεσουράνημα παρʼ ᾧ γίνεται ἡ ἐλευθερία, τὸ δὲ δῦνον τῷ ἐλευθερουμένῳ, τὸ δὲ ὑπὸ γῆν ὁποία τις ἔσται ἡ ὑπομονὴ καὶ εὐχαριστία.
Βεβαιότερον δὲ ἂν σκέψαιτό τις οὕτω· τὸν μὲν ὡροσκόπον κρίνων τὸν ἐλευθερούμενον, ἐκ δὲ τοῦ κυρίου τοῦ ζῳδίου καὶ τῶν πρὸς αὐτὸν σχηματισμῶν ὁποῖος τυγχάνει καταλήψεται, καὶ ἂν μὲν ἀνατολικὸς τύχῃ αὐτεξουσίως ἀφεθήσεται καὶ τὴν ἐλευθερίαν καρπώσεται, ἐὰν δὲ δυτικὸς περισκελίαν τινὰ καὶ συκοφαντίαν ἕξει. τὸ δὲ μεσουράνημα τὸν τόπον ἐν ᾧ γίγνοιτο μηνύσει, τὸ δὲ δῦνον τὸν ἐλευθεροῦντα — ὁποῖος δέ ἐστιν ἀπὸ τοῦ κυρίου τοῦ ζῳδίου —, τὸ δὲ ὑπὸ γῆν τὰς ἐκβάσεις τῆς ἐλευθερίας κατὰ τὰς τῶν ἀστέρων δηλονότι ἐφοράσεις. τοῦ δὲ κυρίου τοῦ ὡροσκόπου ἐναντιουμένου τῷ δυτικῷ ἐναντίοι καὶ ἐχθροὶ ἔσονται ὁ ἐλευθερώσας καὶ ὁ ἐλευθερωθείς.
Φυλάσσειν δὲ χρὴ ἐν πρώτοις τὴν Σελήνην ἀκάκωτον καὶ ἀγαθοῖς συνάπτουσαν ἐπεὶ τὸ ἐναντίον παθούσης ἡ δουλεία πολλῷ ἀμείνων ἔσται τῆς ἐλευθερίας ὥς φησι Δωρόθεος. ἀλλὰ καὶ τὰ ἡμισφαίρια, τὸ ὑπὸ γῆν, τὸ ὑπὲρ γῆν, ὁρατέον, οἱ δὲ ὑπὸ γῆν τὰ ἐν τῇ ἐλευθερίᾳ σημαίνουσιν. καὶ εἰ μέν τις τῶν ἀγαθοποιῶν ἐν τῷ ὑπὸ γῆν ἡμισφαιρίῳ τύχῃ πάντα καλά, τουτέστιν ἐὰν ἀγαθοποιὸς ἀστὴρ μετὰ τὴν καταρχὴν τῆς ἐλευθερώσεως πρῶτος ἀνατείλῃ. ἐὰν δὲ Σελήνη μετὰ κακοποιοῦ συνοδεύουσα ἐν τῷ δυτικῷ τύχῃ εὐθέως μετὰ τὸ ἐλευθερωθῆναι διαφέρει τὸν ἐλευθερωθέντα.