Part of Effects, Four Epitomes

ΗΦΑΙΣΤΙΩΝΟΣ ΘΗΒΑΙΟΥ ΑΠΟΤΕΛΕΣΜΑΤΙΚΩΝ ΕΠΙΤΟΜΗ ΠΡΩΤΗ

λʹ. Ὅπως χρὴ εἰδέναι ἀλόγων γενέσεις καὶ καταρχάς

Ἐπὶ μὲν οὖν τῆς τῶν ἀλόγων γενέσεως τὸ αὐτὸ νοείσθω ὅπερ ἤδη εἰρήκαμεν ἐν τῷ βʹ βιβλίῳ περὶ ἀλόγων καὶ τεράτων, ἁπλούστερον δὲ καὶ ἐνταῦθα εἰρήσθω. ἐπὰν γὰρ ὁ τοῦ κλήρου τῆς τύχης κύριος ἀσύνδετος τῷ ὡροσκόπῳ ἢ καὶ τῷ τοῦ ὡροσκόπου δεσπότῃ καὶ τοῖς παισὶν εὑρεθῇ, καὶ μάλιστα τῇ Σελήνῃ, ἀλόγου καταρχὴν νομιστέον. ἐπὰν δὲ καὶ τὰ φῶτα ἀλλήλων καὶ τοῦ ὡροσκόπου ἀλλοτριωθῇ τῷ σχήματι τῶν συναφῶν πρὸς κακοποιοὺς γινομένων καὶ τῶν κέντρων ἢ τῶν ἐπαναφορῶν ὑπὸ τῶν κακοποιῶν κατεχομένων ἄνευ τῆς τῶν ἀγαθοποιῶν θεωρίας ἀνάγκη γένεσιν ἀλόγου εἶναι ἢ τέρατος ἢ ἀγρίου ἀλόγου πρὸς τὴν τῶν ζῳδίων φύσιν τῶν ποιούντων τὸ σύμπτωμα ἢ καὶ καταρχὴν περὶ ἀλόγων ζῴων, συσχηματιζομένων δὲ τῶν ἀγαθοποιῶν τὰ γινόμενα χειροήθη καὶ μετὰ ἀνθρώπων διαιτώμενα. λαʹ. Περὶ προγνώσεως τοῦ ἐρωτῶντος οἷον περὶ τίνος ἐρωτᾷ

Ἐπετήρησαν δὲ ἀκριβῶς εἰς πρόγνωσιν οἱ παλαιοὶ καὶ ἐκ τῆς ποσότητος τῶν μορίων τοῦ ὡροσκόπου οὗ ἔσται αὐτὸ τὸ δωδεκατημόριον. εἰς ὃ γὰρ ἂν ἐμπέσῃ ζῴδιον ἐν τοῖς ἑξῆς ἀνὰ δύο ἥμισυ μοίρας ἐκβαλλομένη ἡ ποσότης τῶν μοιρῶν τοῦ ὡροσκόπου ὃ ἔσται αὐτοῦ τὸ δωδεκατημόριον, καὶ κατʼ αὐτό τε περὶ παντὸς πράγματος καὶ πρὸ τῆς πεύσεως συνιδεῖν ἔστι τὸ εἶδος. οὐ γὰρ μόνον ὁρᾶν χρὴ αὐτὰ καθʼ αὑτὰ εἰ ἔστι τροπικὰ ἢ στερεὰ ἢ δίσωμα ἃ μάλιστα ἁρμόζει εἰς τὴν τῶν καταρχῶν λύσιν τῷ συμβαίνειν ἐν στερεῷ τροπικὸν δωδεκατημόριον ἢ δίσωμον κεντροῦσθαι, ἀλλοιοῦσθαί τε τὴν φύσιν τοῦ ζῳδίου τῇ τῆς τοπικῆς δυνάμεως μοιρικῇ διακρίσει. τὴν οὖν ποιότητα τοῦ πράγματος προειπεῖν δυνησόμεθα ἐπὰν ἀκριβῶς λαμβάνωμεν τὴν ὡροσκοποῦσαν μοῖραν ἐξ ὑδροσκόπου ἢ ἀστρολάβου ἢ ἄλλου τινὸς ὡροσκοπίου καὶ γνῶμεν τὸ δωδεκατημόριον· πρὸς αὐτὸ ἐφαρμοσόμεθα οὕτως.

Ἐὰν οὖν εὑρεθῇ τὸ πρῶτον δωδεκατημόριον Κριοῦ, τουτέστι δύο ἥμισυ μοῖραι, ὡροσκοποῦσαι ἐπὶ τῆς ὥρας τοὺς προσιόντας σημαίνει περὶ ἐλευθερίας ἢ ἀρχῆς, τὸ δὲ δεύτερον περὶ βίου ἢ οἴκου ἢ ζῴων ἢ ἀγροῦ ἢ γυναικὸς ἢ ἀστείων προσώπων ἢ ὁμοίων, τὸ δὲ γʹ ἐνέδρας ἢ κλέμματος ἢ δραπέτου, τὸ δὲ δʹ περὶ κλοπῆς ἀργυρίου ἢ ἁρπαγῆς, τὸ εʹ περὶ οὐσίας ἢ ἀρχῆς καὶ τῶν ὁμοίων, τὸ ϛʹ περὶ κοινωνίας καὶ γυναικείου κόσμου, τὸ ζʹ περὶ ἐχθρῶν καὶ μάχης ἢ ἀπαιτήσεως ἢ κριτηρίου, τὸ ηʹ περὶ λαθραίου πράγματος καὶ ἀποκρύφου, τὸ θʹ περὶ ὁδοιπορίας ἢ μεταβάσεως ἢ πλοῦ, τὸ ιʹ περὶ ἐλπίδων ἢ συζυγίας ἢ ἁρμονίας, τὸ ιαʹ περὶ κλοπῆς ἢ ἀποβολῆς ἢ ζημίας, τὸ ιβʹ περὶ γυναικὸς ἢ γυναικὶ διαφερόντων πραγμάτων ἢ τεθηλυμένων.

Περὶ τῶν δωδεκατημορίων τοῦ Ταύρου· τὸ μὲν αʹ περὶ πραγματείας καὶ ὅσα περὶ ζωὴν καὶ βρῶσιν, τὸ δὲ βʹ περὶ πραγμάτων αἰσχρῶν ἢ ἀφροδισίων ἢ τῶν ὁμοίων, τὸ γʹ περὶ κλοπῆς ἢ ἔργου τινὸς ἢ οἰκονομίας, τὸ δʹ περὶ ἔχθρας καὶ ἁρπαγῆς, τὸ εʹ περὶ συμφωνίας καὶ φιλίας καὶ καλοκαγαθίας, τὸ ϛʹ περὶ τοῦ ἀμφιβολίᾳ καὶ δισταγμῷ περιπεπτωκέναι τὸν σκεπτόμενον, τὸ ζʹ περὶ καμάτου καὶ μερίμνης καὶ στρατείας, τὸ ηʹ περὶ ὁδοιπορίας καὶ πλοῦ καὶ τῶν ὁμοίων, τὸ θʹ περὶ συναλλαγῆς τῆς πρὸς γυναῖκας καὶ τῶν ὁμοίων τούτοις, τὸ ιʹ περὶ διαπράσεως καὶ ἀποβολῆς καὶ κόπου, τὸ ιαʹ περὶ ἀφροδισίων, τὸ τελευταῖον, Κριοῦ τυγχάνον, περὶ ξένων ἢ ξενιτείας ἢ γεωργίας.

Τῶν Διδύμων δὲ τὸ μὲν αʹ περὶ κοινωνίας καὶ πολιτικῶν πραγμάτων καὶ ὁμονοίας, τὸ βʹ περὶ χρυσίου καὶ ἀργυρίου καὶ τῶν ὁμοίων κινητῶν, τὸ γʹ περὶ ἀποβολῆς καὶ ἀτυχίας, τὸ δʹ περὶ δανείου καὶ ἀποβολῆς καὶ ζημίας, τὸ εʹ περὶ πράξεως καὶ πράγματος, τὸ ϛʹ περὶ κλοπῆς τῶν ἀπὸ πυρὸς γεγονότων, τὸ ζʹ περὶ δραπετῶν καὶ διωγμοῦ καὶ ὁδοιπορίας καὶ τῶν ὁμοίων, τὸ ηʹ περὶ ἐπωφελοῦς τέχνης καὶ ἱλαροῦ τινος πράγματος, τὸ θʹ ..., τὸ ιʹ περὶ μάχης καὶ ἔχθρας καὶ τῶν ὁμοίων, τὸ ιαʹ περὶ ἀποβολῆς ἢ φόβου ἢ μετανοίας ἢ ἀναλύσεως, τὸ δὲ τελευταῖον, Ταύρου τυγχάνον, περὶ γεωργίας ἢ ξενιτείας καὶ τῶν ὁμοίων.

Τῶν δὲ τοῦ Καρκίνου τὸ μὲν πρῶτον περὶ ἀρχῆς καὶ ἀρχιερωσύνης ἢ ἱερουργίας, τὸ βʹ περὶ μεγάλου πράγματος καὶ ἀξίας καὶ ἱερωσύνης, τὸ γʹ περὶ φόβου διὰ πρᾶγμά τι γυναικεῖον, τὸ δʹ περὶ πίστεως ἢ ἀποβολῆς, ἀπαιτήσεως, τὸ εʹ περὶ λαθραίας ἀποθέσεως ἢ θησαυροῦ ἢ παρακαταθήκης, τὸ ϛʹ περὶ ὁδοιπορίας ἢ πλοῦ ἢ ξένων προσώπων, τὸ ζʹ περὶ μάχης διὰ θηλυκὸν πρόσωπον καὶ ζηλοτυπίαν, τὸ ηʹ περὶ ἀποβολῆς ἢ κλέμματος ἢ ζημίας ἢ ἀρνήσεως, τὸ θʹ περὶ κοινωνίας γάμου καὶ πραγμάτων ἀγαθῶν, τὸ ιʹ περὶ ἀρχῆς καὶ ἀξίας καὶ ἱερωσύνης καὶ τῶν ὁμοίων, τὸ ιαʹ περὶ κλέμματος ἢ ἀποδράντος τινὸς ἢ ἀρνήσεως περὶ παρακαταθήκης, τὸ ιβʹ περὶ κοινωνίας καὶ συμφώνων πραγμάτων καὶ ἐζευγμένων.

Τῶν δὲ τοῦ Λέοντος τὸ μὲν αʹ περὶ ἀξίας καὶ ἐπιθυμίας ἀλλοτρίων ἢ πλεονεξίας, τὸ βʹ περὶ μεγάλου πράγματος καὶ ζημίας καὶ ἀδικίας, τὸ γʹ περὶ μάχης καὶ πλεονεξίας, τὸ δʹ περὶ μεγάλου πράγματος τελεσιουργίας, τὸ εʹ περὶ πράγματος οὐ μικροῦ ἀλλὰ βασιλικοῦ ἢ ..., τὸ ϛʹ περὶ ... ἐργασιῶν τῶν ξένων καὶ προσόδων, τὸ ζʹ περὶ ἐχθρῶν, τὸ ηʹ περὶ ἀλλοτρίου πράγματος ἢ ἀλλοτρίας μερίμνης, τὸ θʹ περὶ φόβου καὶ δισταγμοῦ, τὸ ιʹ περὶ λέσχης ἢ ἀγροικίας ἢ ξενιτείας, τὸ ιαʹ περὶ μάχης καὶ ἀπροσδοκήτων τινῶν, τὸ ιβʹ περὶ πραγμάτων ἱερῶν καὶ τῶν ὁμοίων.

Τῶν δὲ τῆς Παρθένου τὸ πρῶτον περὶ κόσμου γυναικείου καὶ καρπῶν χάριν, τὸ βʹ προσόδου ἢ κοσμίων βαρυτίμων ἢ ἐσθῆτος, τὸ τρίτον περὶ πράγματος λάθρᾳ βεβουλευμένου καὶ τῶν ὁμοίων, τὸ δʹ περὶ ἀφορμῶν ἀλλαγῆς ἢ κοινοῦ τινος, τὸ εʹ περὶ γεωργίας ἢ οἰκονομίας ἢ τῶν τοιούτων, τὸ ϛʹ περὶ προσώπου ἢ ἐλπίδος καὶ πράξεως ἢ κόπου, τὸ ζʹ περὶ ἔχθρας γυναικείας καὶ ἁψιμαχίας φίλων, τὸ ηʹ περὶ τέχνης ἢ ἱερῶν ἐνεργείας ἢ χρηματισμῶν, τὸ θʹ περὶ φορτίου πράσεως ἢ καματηρᾶς ξενιτείας, τὸ ιʹ περὶ ἐπηρείας τινὸς ἢ ξένης ἢ ἀγροικικῆς αἰτίας, τὸ ιαʹ περὶ κλοπῆς ἢ πράγματος λαθραίου ἢ θησαυροῦ, τὸ δὲ τελευταῖον, Λέοντος, περὶ τραυμάτων ἢ ἀσθενείας ἢ τῶν ὁμοίων.

Τῶν δὲ τοῦ Ζυγοῦ τὸ μὲν αʹ περὶ προσόδου ἢ κριτηρίου ἢ δόσεως ἢ λήψεως, τὸ βʹ περὶ κλέμματος ἢ νοσφισμοῦ, τὸ γʹ, Τοξότου ὄν, περὶ ἐμπορίας ἢ ἔργων τῶν ἐπὶ ξένης, τὸ δʹ περὶ πραγμάτων λαθραίων ἢ σκολιῶν, τὸ εʹ περὶ πραγματείας ἢ κακοπραγίας ἢ προσδοκίας, τὸ ϛʹ περὶ ἀλλοτρίου πράγματος ἢ ἐντολῆς γυναικός, τὸ ζʹ περὶ ἀηδίας ἀκαίρου καὶ ὀργῆς καὶ μάχης καὶ ἡσυχίας τινός, τὸ ηʹ, Ταύρου ὄν, περὶ ἀσθενείας ἢ τραυμάτων ἢ μερίμνης βασιλικῆς, τὸ θʹ περὶ κοινωνίας λόγων ἢ συνθηκῶν, τὸ ιʹ περὶ προσόδου ἢ ἀξίας ἢ τιμῆς ἢ εὐημερίας, τὸ ιαʹ περὶ ἀγνοίας τινὸς ἢ ὕβρεως αἰφνιδίου, τὸ ιβʹ περὶ σωμάτων ἢ φορτίου πολιτικοῦ.

Τῶν δὲ τοῦ Σκορπίου τὸ μὲν αʹ περὶ στρατείας ἢ ἐπιξένου πράγματος ἢ μίξεως αἰφνιδίου γεγονυίας, τὸ βʹ περὶ πλοῦ ἢ μεταβάσεως καὶ τῶν ὁμοίων, τὸ γʹ περὶ ὄχλου ἢ μάχης καὶ ἀηδίας ἐπικινδύνου, τὸ δʹ περὶ κακοπραξίας ἀπολύσεως, τὸ εʹ περὶ ὁμονοίας ἢ πλοῦ ἢ κοινῶν πραγμάτων, τὸ ϛʹ περὶ ἐπιταγῆς καὶ κρατήσεως καὶ ἀδοκήτου βίας, τὸ ζʹ περί τινος ἐπὶ ξένης γεγονότος ἢ διὰ ξένα πρόσωπα, τὸ ηʹ περὶ ὁδοιπορίας, τὸ θʹ περὶ κλεμμάτων ἢ τῶν πρὸς ἰσχυρότερα πρόσωπα διαφερόντων, τὸ ιʹ περὶ ξενιτείας ἢ τέχνης τινὸς ἢ ἀξίας, τὸ ιαʹ περὶ κλέμματος γυναικείου, τὸ ιβʹ περὶ προσόδου ἢ κινδύνου ἢ κέρδους ἀπλήστου.

Τῶν δὲ τοῦ Τοξότου τὸ μὲν αʹ περὶ φορτίου ἐπὶ ξένης, τὸ βʹ περὶ στρατείας ἢ ξενιτείας ἢ στρατοπέδου, τὸ γʹ περὶ πραγμάτων καὶ πράξεων καθύγρων, τὸ δʹ περὶ πλοῦ καὶ τῶν ὁμοίων, τὸ εʹ περὶ φορτίου, τὸ ϛʹ περὶ τετραπόδων, τὸ ζʹ περὶ ἀηδίας ἢ δραπέτου, τὸ ηʹ περὶ κλέμματος ἢ ἀποβολῆς, τὸ θʹ περὶ ὁδοῦ ἢ ἐνέδρας, τὸ ιʹ περὶ ἔρωτος ἢ τῶν ὁμοίων, τὸ ιαʹ περὶ προσόδου ἐπὶ ξένης ἢ διὰ ξένους, τὸ ιβʹ περὶ κλέμματος.

Τῶν δὲ τοῦ Αἰγοκέρωτος τὸ μὲν αʹ περὶ πραγμάτων οὐ καθαρῶν ἢ ἐφυβρίστων, τὸ βʹ περὶ δραπέτου ἢ ἀποβολῆς, τὸ γʹ περὶ ἔρωτος ἢ πλοῦ, τὸ δʹ περὶ προβάτων ἢ ἱματίων, τὸ εʹ περὶ γεωργίας ἢ οἰκοδομίας, τὸ ϛʹ περὶ πραγμάτων ἄλλοις διαφερόντων, τὸ ζʹ περὶ κλέμματος ἢ ἀηδίας, τὸ ηʹ περὶ φόβου ἢ στρατείας, τὸ θʹ περὶ τέχνης ἢ κόσμου γυναικείου, τὸ ιʹ περὶ προσόδου ἢ ἀηδίας, τὸ ιαʹ περὶ πράγματος λάθρᾳ γεγονότος, τὸ ιβʹ περὶ πράγματος γεγονότος ἢ πλοῦ.

Τῶν τοῦ Ὑδροχόου τὸ μὲν αʹ περὶ σωμάτων χάριν, τὸ βʹ περὶ καθύγρων πραγμάτων καὶ φορτίου, τὸ γʹ περὶ λέσχης τινός, τὸ δʹ περὶ κόπων ἰδίων, τὸ εʹ περὶ κοινωνίας ἢ καθύγρων πραγμάτων, τὸ ϛʹ, Καρκίνου ὄν, περὶ κλέμματος ἢ ἀηδίας αἰφνιδίου, τὸ ζʹ περὶ τέχνης ἢ κοινωνίας, τὸ ηʹ περὶ ἀγοραίου ἢ πανηγύρεώς τινος, τὸ θʹ περὶ προσόδων ἢ κόσμου καὶ δικαίου τινὸς πράγματος ἢ ἐπὶ ξένης ὄντος, τὸ ιʹ περὶ κλοπῆς ἢ θησαυροῦ, τὸ ιαʹ περὶ πλοῦ ἢ καθύγρων πραγμάτων, τὸ δὲ τελευταῖον ἐπιτυγχάνον περὶ ἀλλοτρίων πραγμάτων ἢ πίστεως γυναικῶν.

Τῶν δὲ Ἰχθύων τὸ μὲν αʹ περὶ βεβλαμμένων πραγμάτων καθύγρων, τὸ βʹ περὶ κόσμου ἢ συζεύξεως, τὸ γʹ περὶ τῶν λάθρᾳ τι πράσσειν ἐπιχειρούντων ἢ γυναικείου πράγματος, τὸ δʹ περὶ κόπου ἢ κοινωνίας ἢ ξένου πράγματος, τὸ εʹ περὶ φορτίου ἢ γάμου, τὸ ϛʹ περὶ φορτίου ἀλλοτρίου, τὸ ζʹ περὶ γυναικείου τέχνης ἢ τῶν ὁμοίων τῶν εἰς γυναῖκα φερόντων, τὸ ηʹ περὶ ἀλλοτρίων πραγμάτων, τὸ θʹ περὶ προσόδων καὶ καλοῦ πράγματος, τὸ ιʹ περὶ πλοῦ ἢ ξενιτείας τινὸς ἀγαθῆς, τὸ ιαʹ περὶ γυναικείου πράγματος ἢ γυναικὶ διαφέροντος, τὸ ιβʹ περὶ ἀποβολῆς ἢ δραπέτου καὶ τῶν ὁμοίων.

Παράμονα γάρ εἰσιν, αὐθάδη δέ· ἐν τοῖς ἀνθρωποειδέσιν ἐπιεικῆ καὶ ὑποτακτικά, ἐν τοῖς τροπικοῖς εἰς μετάπρασιν.

Ἐν Παρθένῳ δέ, Ζυγῷ, Τοξότῃ ὠνεῖσθαι σύγκοιτον ἤτοι παλλακήν. τὰς δὲ τῶν γάμων συναφὰς ποιεῖσθαι λῷον Παρθένῳ, Ζυγῷ, Ὑδροχόῳ, Ταύρῳ· παράμονοι γὰρ οὕτως ἔσονται αἱ συμβιώσεις, τοὐναντίον δὲ Τοξότῃ, Ἰχθύσιν, Κριῷ. θανάτῳ δὲ χωρισμὸς γίνεται ἐν Σκορπίῳ, καὶ μάλιστα ὅταν ἡ Σελήνη τὸ κέντρον αὐτοῦ διαπορεύηται, ἐὰν δὲ καὶ τῶν κακοποιῶν τις ἐπίδῃ ἀδηρίτως τὸ τοιοῦτον συμβήσεται.

Ἀμπελῶνας δὲ καὶ κήπους ἐν Ἰχθύσιν, Καρκίνῳ, Ὑδροχόῳ καὶ ἐν ταῖς ἐσχάταις μοίραις τοῦ Αἰγοκέρωτος, σπείρειν δὲ Ταύρῳ καὶ Παρθένῳ, τρυγᾶν ἐν τοῖς καθύγροις Ἀφροδίτης καὶ Ἄρεως ὁρώντων.

Παρατηρεῖν δὲ ἐν ταῖς κτίσεσι κενοδρομοῦσαν τὴν Σελήνην, καὶ ἐν ταῖς ἄλλαις καταρχαῖς καὶ λειψιφωτοῦσαν.

Ἐν ταῖς μασθοδοσίαις τῶν βρεφῶν τὸν Κριὸν φυλάττεσθαι χρή· νόσων γὰρ καὶ λειπογαλαξίας αἴτιός ἐστιν. ἐὰν ἀπὸ τῆς ἀποκυήσεως εὑρεθῇ ἡ Σελήνη φερομένη πρὸς τοὺς κακοποιοὺς χωρὶς τῶν ἀγαθοποιῶν κακῶς τὸ τικτόμενον ἀπόλλυται εἴσω ἡμερῶν ζ.

Ἐν δὲ ταῖς κρισίμοις τῶν νόσων ἐὰν εὑρεθῇ συνοῦσα τῷ Κρόνῳ λειψίφωτος θάνατον ὑπονοητέον, ἡ δὲ τοῦ θανάτου ποιότης προεγνωσμένη κατὰ τὴν γένεσιν. καὶ εἰ ἐπιταθῇ αὐτὴ τοῖς νοσοῦσι καταστοχαστέον τούτου. ὅταν δέ τις δοκῶν εὐημερεῖν καὶ ἐν ἀγαθῇ ἡμέρᾳ ἄρξηται νοσεῖν, ἐν δὲ τῇ κρισίμῳ ἡμέρᾳ μὴ ἀπαλλαγῇ ἀλλὰ παρολκὴν ἔχῃ, κινδυνῶδες καὶ τέλους ἐπακτικὸν τὸ τοιοῦτον νοείσθω, καὶ μάλιστα ὅταν ἀστέρος οἰκοδεσπότου ἢ τοῦ ζῳδίου ἀναφορὰ συμπληρῶται, ὁμοίως δὲ ἐπὰν ἡ Σελήνη καὶ πρὸς τοὺς ἀγαθοποιοὺς ἢ μοίρας αὐτῶν ἐν τῷ ηʹ ἢ ἐν τῷ ϛʹ — ἅπερ ἐστὶ τὸ μὲν θανατικόν, τὸ δὲ τοῦ σίνους — οὐ καλή. ὅταν δὲ ὁ τὸ σίνος σημαίνων ἀστὴρ εὑρεθῇ ἐν τῷ δυτικῷ κέντρῳ ἢ ἐν τῷ ηʹ — τουτέστι τῷ θανατικῷ τόπῳ — ἐξ ἐκείνου τοῦ πάθους τὴν τελευτὴν ἔσεσθαι ὁριστέον, ἐπὰν δὲ καὶ ὑπὸ ἀγαθοποιοῦ μὴ θεωρῆται ὁ τοῦ σίνους καὶ πάθους σημαντικὸς ἀστὴρ ἐξ ἐκείνου τοῦ πάθους ἡ τελευτὴ ἔσται.

Λεπτομερέστερον δὲ οἱ ἀρχαῖοι ἀνέγραψαν περὶ τῶν τῆς Σελήνης μόνης ἐπεμβάσεων ἃ καὶ αὐτὰ παρατιθέμεθα. Κριῷ γὰρ αὐτῆς οὔσης ὑπὲρ γῆν μετὰ μοίρας θ ἐπιτήδειον εἰς ἀποδημίαν καὶ ἀγορασίας εὐσχήμονας, ἀγροὺς γεωργεῖν, κουρεύειν τετράποδα, θεμελιοῦν, δανείζειν, συνθήκας ποιεῖν, ἱστουργεῖν, ἁρμόζει δὲ καὶ ταῖς φθείρειν προαιρουμέναις, ἐν δὲ τῇ βʹ πεντεκαιδεκαμοιρίᾳ τοῖς κατὰ τὴν ἕω ἀρχὴν καὶ ἐξουσίαν παραλαμβάνουσιν αἴσιον, ἀνάρμοστον δὲ γάμον ποιεῖν καὶ πατρῴων κτημάτων παραλήψεις ποιεῖσθαι ἐπιζήμιον. ἐν Ταύρῳ οὔσης περὶ αʹ πεντεκαιδεκαμοιρίαν ὁδοιπορεῖν, γεωργεῖν, σπείρειν, φυτεύειν, ὠνεῖσθαι δούλους, τετράποδα, οἰκοδομεῖν, φρέατα ἐργάζεσθαι, ἱδρύειν ἱερά, ἀρχὰς καὶ ἐξουσίας λαμβάνειν περὶ τὰ νότια κλίματα, ἐν δὲ τῇ βʹ πεντεκαιδεκαμοιρίᾳ ταῖς ἐκτιτρωσκούσαις συμφέρον, ἀβέβαιον δὲ γαμεῖν, τέκνα τρέφειν — τὰ γὰρ τέκνα ἐν πλάνῃ ἔσται —, καὶ τὸ μισθοῦσθαι ζημιῶδες. τῶν δὲ Διδύμων ἕως τοῦ ἡμίσεως ἀποστρεπτέον πράγματος κατάρχεσθαι, κατὰ δὲ τὸ ἄλλο ἥμισυ δεῖ πράσσειν, γαμεῖν, τεκνοτροφεῖν, ὠνεῖσθαι οἰκίας, ἀγρούς, ὅρκους καὶ πίστεις ποιεῖν, οἰκοδομεῖν, γεωργεῖν, φυτεύειν, τεχνῶν ἄρχεσθαι, παρακαταθήκας τιθέναι, ἀρχὴν ὑποδέχεσθαι, ἐπικίνδυνον δὲ ἐκτιτρώσκειν, ἔχθρας ποιεῖν, πλεῖν ἢ τόπων ἀναχωρεῖν ἢ προσώπων. Καρκίνου δὲ κατὰ τὸ αʹ ἥμισυ γαμεῖν, τεκνοτροφεῖν, ὠνεῖσθαι, πλεῖν βραδυτῆτα ἔχον, κατὰ δὲ τὸ ἄλλο ἥμισυ ἐχθροῖς ἐπιτίθεσθαι, ἁλιεύειν, φυτεύειν, σπείρειν, κηπουρεύειν, μέταλλα ὀρύσσειν, ποταμοὺς καὶ φρέατα καὶ κολυμβήθρας διορύσσειν, παρακαταθήκας γῇ διδόναι, χρέα λαμβάνειν ἢ διδόναι, παραφυλάσσεσθαι δὲ τὰς ἀπὸ ξηρῶν ἐργασίας, ἄρρενας δὲ δούλους πρίασθαι, ἔχθρας δὲ ἀποφυγεῖν — ἀδιάλυτοι γὰρ ἔσονται καὶ ἀδιάλλακτοι. Λέοντος ἀπὸ μοίρας ιʹ τετράποδα ὠνεῖσθαι καὶ ἐπιβάλλεσθαι ἀρχαῖς καὶ ἐξουσίαις, δανείζεσθαι, μὴ ὁδοιπορεῖν — βλαβερὸν γάρ — ἢ πλεῖν, δεῖ δὲ οἰκέτας παραφυλάττεσθαι καὶ ἐχθρῶν ἐπιθέσεις — τὰ ἀπολλύμενα δυσανακόμιστα ἔσται —, γαμεῖν οὐκ αἴσιον οὐδὲ γυναικὶ ἐκτιτρώσκειν. Παρθένου κάλλιστον σῖτον, χρυσόν, ἄργυρον, ἱμάτια, σώματα καὶ ὅσα πρὸς κόσμον χρήσιμα ἀγοράζειν, οἰκοδομεῖν, καινοῖς χρῆσθαι σκεύεσι καὶ ἱματίοις, μετάλλων ἐνάρχεσθαι, φυτεύειν, σπείρειν, γεωργεῖν πλὴν ἀμπέλου, γαμεῖν χήραν — αἱ γὰρ παρθένοι ἀσύμφωνοι —, μετοικίζεσθαι, μισθοῦσθαι, δανείζεσθαι, ἐκτιτρώσκειν, πατρῷα λαμβάνειν, πλοῦ ἄρχεσθαι, οὐ συμφέρον δὲ οἶνον καὶ ἔλαιον διοικεῖν, ἱστουργεῖν δὲ καὶ τίκτειν καλόν. Ζυγῷ συμφέρει πάντα ἐκ δικαίου καὶ ἀγοράζειν καὶ πωλεῖν καὶ ὅσα διὰ μέτρων καὶ σταθμῶν, χρέος λαμβάνειν καὶ ἀρχὴν καὶ ἐξουσίαν, ὁδεύειν, θεμελίους τιθέναι, οἰκοδομεῖν ἄνευ τοῦ στεγάζειν, ποταμοὺς αἱρεῖν, φρέατα ὀρύσσειν, ἱστουργεῖν, γαμεῖν, φιλίας ποιεῖν, ἐναντίον δὲ ἀγοράζειν, οἰκίας ἢ χώρας μισθοῦσθαι ἢ μετοικίζεσθαι — ὅσα τε ἀπὸ ξηρῶν συνέστηκεν ἀνάρμοστον —, ἐκτιτρώσκειν ἐπικίνδυνον καὶ ταῖς αὐτομάτως τοῦτο παθούσαις. Σκορπίῳ χρήσιμον ὁδοιπορεῖν, πλεῖν, ἐν δὲ ἀγορασίαις καὶ πράσεσιν ἐπιβουλεύειν, ἐχθροῖς ἐπιτίθεσθαι, πύλας καθιστᾶν, ἱερὰ ἱδρύειν, βωμοὺς οἰκοδομεῖν, ἀγεώργητον χώραν γεωργεῖν, φρέατα ὀρύσσειν, μεταλλεύειν, παρακατατίθεσθαι, τόπους διαιρεῖν, σκευῶν καινῶν χρῆσιν ποιεῖσθαι, ὕδωρ ἄγειν καὶ ποταμούς. ἅπαντα δὲ ταῦτα περὶ τὴν πρώτην πεντεκαιδεκαμοιρίαν συνοίσει, τὰ δὲ περὶ τὴν δευτέραν ἄχρηστα· ἡ νυμφευθεῖσα δούλοις μιγήσεται, κοινωνεῖν πονηρὸν καὶ ἰατρὸν κάμνοντι ἐπεισάγειν, καὶ ἐκτιτρώσκειν ἐπισφαλές. Τοξότῃ καλὸν πλεῖν ἐπὶ τὰ οἰκεῖα, ἵππους τρέφειν καὶ βοῦς καὶ κτήνη ἕτερα, κιχρᾶν τε ἀλλότρια, δανείζεσθαι καὶ τὰ ἐκτὸς ὄντα εἰς τὴν οἰκίαν ἀπολαβεῖν, ἐχθροῖς ἐπιτίθεσθαι, τὰ πατρῷα ἀπολαμβάνειν, ἀλλότρια οἰκοδομεῖν, θεμελίους τιθέναι, κύνας ἀγοράζειν, ἁλιεύειν, κυνηγεῖν, ἱστουργεῖν, ἐπιβλαβὲς δὲ πιστεύεσθαι, δανείζειν, ἀποδημεῖν — χρονία γὰρ ἔσται ἡ ὁδός —, οὐ συμφέρει δὲ οὔτε ἰατρὸν εἰσάγειν οὔτε φάρμακον πίνειν οὔτε καθαίρεσθαι οὔτʼ ἐκτιτρώσκειν. Αἰγοκέρωτι καλὸν θρέμματα ὠνεῖσθαι, πιπράσκειν, ἐμπορεύεσθαι, πλεῖν, ὄρνεα ὠνεῖσθαι, θηρᾶν, φρέατα ὀρύσσειν, τοίχους ἐγείρειν, τῶν κατὰ τὴν οἰκίαν ἐνάρχεσθαι, κοινωνεῖν, φιλίας ποιεῖν, ἐξ ἀποδημίας εἰς τὰ οἰκεῖα ἐπανέρχεσθαι κατὰ γῆν καὶ κατὰ θάλατταν, τέχνας τε διδάσκειν καὶ μουσικήν, ἀφροδισίοις χρῆσθαι, ἱστουργεῖν, ἐπικίνδυνον δὲ ταῖς ἐκτιτρωσκούσαις, καὶ ὁδοῦ ἐνάρχεσθαι ἐπισφαλές. Ὑδροχόῳ καλὸν πλοῦ καὶ ὁδοιπορίας ἀπάρχεσθαι καὶ ὅσα διʼ ὑγρῶν καὶ σταθμῶν ὠνεῖσθαι, οἰκοδομεῖν καὶ κοσμεῖν οἴκους, φρέατα ὀρύσσειν καὶ τὰ πεφραγμένα, γεωργεῖν, φυτεύειν, σπείρειν, ποταμούς, κολυμβήθρας ὀρύσσειν καὶ ὅσα ἐν γῇ κατετέθη, ἱστουργεῖν, ἀκίνδυνον δὲ καὶ ταῖς ἐκτιτρωσκούσαις, οὐκ ἐπιτήδειον δὲ ὀμνύναι ἢ πράσσειν τι ἄδικον, ὁρκίζειν δὲ καὶ πᾶν ὅπερ τοῦ δικαίου ἔχεται ποιεῖν ἀκώλυτόν ἐστιν. Ἰχθύσι καλὸν πλεῖν, ὁδεύειν, ὠνεῖσθαι, ἐμπορεύεσθαι κατά τε γῆν καὶ κατὰ θάλατταν καὶ ὅσα ἐξ ὑγρῶν καὶ ὅσα πρὸς ἁλείαν καὶ θήραν καὶ στρατείαν, ἐπιτίθεσθαί τε καὶ μάχεσθαι, ἰξεύειν, κοινωνίας κατάρχεσθαι καὶ φιλίας, γαμεῖν καὶ ὅσα πρὸς ἰσότητα συμφέρει εἰ καὶ ἡ γαμηθεῖσα λοίδορός τις καὶ λάλος καὶ μοιχαλίς, φυλάσσεσθαι δὲ δεῖ οἰκοδομεῖν. οὐ μόνον δὲ χρὴ ἐπὶ πᾶσι τούτοις τὴν τοπικὴν στάσιν τῆς Σελήνης διακρίνειν, ἀλλὰ καὶ τὰς μαρτυρίας Ἡλίου τε καὶ τῶν λοιπῶν ἀστέρων.

Ἔμπρακτοι δὲ ἡμέραι νοοῦνται ὅταν γένηται ἡ Σελήνη ἐν τῷ κατὰ γέννησιν ζῳδίῳ ἢ κατὰ τρίγωνον αὐτοῦ σὺν ἀγαθοποιοῖς ἢ καὶ ἐν παντὶ ζῳδίῳ μετὰ τῶν ἀγαθοποιῶν ἀπόντων τῶν φθοροποιῶν πλὴν πανσελήνου καὶ συνόδου, καὶ αἱ ὧραι δὲ ἔμπρακτοι γίνονται ὁπόταν ὡροσκοπῇ τὸ τῆς γενέσεως ζῴδιον ἢ κατὰ τρίγωνον σχηματίζηται ἢ καὶ συναναφέρηται τῷ ὡροσκόπῳ τῆς Σελήνης μηδενὶ τῶν κακοποιῶν συσχηματιζομένης. ἄπρακτοι δὲ ἡμέραι καὶ κακαὶ ὅταν ἡ Σελήνη ἐν τετραγώνῳ ζῳδίῳ τῆς γενέσεως γένηται ἢ ἐν τῷ ἀντικειμένῳ σὺν τοῖς φθοροποιοῖς ἢ κατὰ τὴν πανσέληνον ἢ σύνοδον ἢ καί τις τῶν κακοποιῶν ὡροσκοπῇ ἢ ἐπίδῃ τὴν πανσέληνον ἢ τὴν σύνοδον ἀπόντων τῶν ἀγαθοποιῶν· Ἑρμῆς γὰρ κοινωνὸς ὢν συνανακίρναται οἷς ἂν συγγένηται.

Προσεκτέον τοίνυν ἐπιμελῶς τῇ τε Σελήνῃ καὶ τῷ ὡροσκόπῳ καὶ τῷ κλήρῳ τῆς τύχης καὶ τοῖς λοιποῖς κέντροις ἅτε τὴν ἡγεμονίαν καὶ ἀκρίβειαν τοῦ πράγματος κεκληρωμένοις, παραφυλάσσοντας τὴν Σελήνην ἀπὸ συνόδου ἕως πανσελήνου εἰ ἐν χρηματιστικοῖς τόποις εὑρίσκεται ἢ δεσπόζει τοῦ κλήρου ἢ ἐπʼ αὐτοῦ τύχῃ καὶ ὁ τὴν οἰκοδεσποτείαν αὐτῆς κεκληρωμένος συνῇ τῷ τὴν κυρίαν ἔχοντι τοῦ κλήρου ἢ ἀνταμείψονται τὰ ζῴδια. τούτων γὰρ οὕτως ἐχόντων ἀπρόθετοι καὶ ἄσκεπτοι γίνονται αἱ ἀγορασίαι καὶ οἱ γάμοι, αἰφνίδιοί τε αἱ κινήσεις καὶ αἱ δίκαι καὶ αἱ περιστάσεις ἀνέλπιστοι. ἀπὸ πανσελήνου τρεχούσης — τουτέστιν ἀφαιρούσης — παρολκὴν τοῖς φαινομένοις ἀποδείκνυσι καὶ μῆκος χρόνου. προσεκτέον δὲ καὶ ταῖς ἄλλαις φάσεσιν αὐτῆς καὶ τοῖς ἄλλοις ἀστράσι σκοποῦντας μὴ πάντοτε τοὺς ἀγαθοποιοὺς ἀγαθῶν εἶναι ποιητικοὺς μήτʼ αὖ τοὺς κακοποιοὺς ἐν τοῖς ἰδίοις οἴκοις καθεστῶτας ἢ ὁρίοις ἢ τριγώνοις ἢ ὑψώμασι καὶ ἐπὶ δορυφορίας φανέντας κατὰ τὴν ἑαυτῶν αἵρεσιν — τουτέστιν ἐπὶ τῆς ἑῴας ἀνατολῆς πρὸς Ἥλιον, ἐπὶ δὲ ἑσπερίας ἀνατολῆς τῆς νυκτὸς πρὸς Σελήνην· ἀνοικείως γὰρ φανέντες καὶ τῆς αἱρέσεως ἀπηλλοτριωμένοι ἢ ἐπαναφερόμενοι ἀπροκοπίας καὶ κακῶν αἴτιοι. λβʹ. Περὶ κτίσεως καὶ οἰκοδομιῶν

Ἐὰν βουληθῇ τις εὐδαίμονα πόλιν κτίσαι καὶ παράμονον, ὁμοίως τε ναῶν καὶ οἴκων καὶ τειχῶν οἰκοδομίας καταβαλέσθαι, ἐπιτηρείτω τὴν Σελήνην ἐν τῷ βασιλικῷ τριγώνῳ παροδεύουσαν κατὰ τὸν καιρὸν καὶ τὴν καταρχὴν τῆς ἐπιγραφῆς ἤτοι θεμελιώσεως καὶ ὑπὸ πάντων τῶν ἀστέρων καλῶς μαρτυρουμένην· οὕτω γὰρ τυχοῦσα ὑπὸ μεγίστων βασιλέων ἤτοι ἀρχόντων τὸ κτίσμα καὶ τὴν τούτου ἐπιμέλειαν καὶ φροντίδα ἔσεσθαι μηνύει καὶ ἐνδιαίτημα βασιλέων καὶ θεοῖς προσφιλές, ἐπίσημόν τε καὶ ἔνδοξον καὶ πολυχρόνιον. εἰ τύχῃ δὲ ἀπολειπόμενός τις τῶν ἀστέρων τῆς προσφόρου μαρτυρίας τὸ ἐνδεὲς περὶ τὴν πόλιν ἐσόμενον ἐντεῦθεν συνοραθήσεται· τοῦ μὲν γὰρ Ἄρεως ἀποκεκλικότος καὶ ἀποστρόφου τυγχάνοντος τῇ καταρχῇ ἐνδεὴς ἔσται ὅπλων καὶ ἀσθενήσει περὶ τὰ πολεμικά, τῆς δὲ Ἀφροδίτης ὁμοίως ἀσυνδέτου τυγχανούσης χαρίτων καὶ τρυφῆς καὶ ἀστειότητος ἐκτὸς ἔσται καὶ τοῦ φιλεῖσθαι, ἢν δὲ ἀπὸ Διὸς ἀθεώρητος ἡ καταρχὴ γένηται εὐεπηρέαστος ἔσται, οὐδεμιᾶς φροντίδος ἢ κηδεμονίας μετέχουσα, τοῦ δὲ Ἑρμοῦ ἀσυσχηματίστου ὄντος οὐ φρόνησις, οὐ λόγων ἄσκησις ἐν αὐτῇ ἔσται.

Εἰ δὲ συμβαίη ἐναντιοῦσθαι τὸν Ἄρεα ἢ τὸν Δία τοῖς φωσίν — τουτέστιν Ἡλίῳ καὶ Σελήνῃ — καὶ πολέμων πειραθήσεται ἡ πόλις, καὶ μάλιστα ὅταν κατὰ τῶν τετραγώνων παραγένηται ἡ Σελήνη κατὰ τὴν τοῦ διαστήματος πρὸς ἀναφορὰν ὥραν — τουτέστι τοῦ ζῳδιακοῦ μοίρας ϙ —, συμβαίνει δὲ μὴ πάντας τοὺς ἐνοικοῦντας θανάτῳ ἢ λαφυραγωγίᾳ καὶ δουλείᾳ ὑποπίπτειν τῷ μὴ πάντα τὰ κατασκευάσματα αὐτῆς καὶ τὴν κτίσιν ὑπὸ μίαν καιροῦ ῥοπὴν τὴν καταρχὴν λαμβάνειν. ὥσπερ δὲ ἐπὶ τῶν γενέσεων ἡ τετράγωνος πλευρὰ τὸ τέλος τῆς ζωῆς ἐπιτίθησιν, τότε περ εἴωθε συμπληροῦσθαι τὰ χρονικὰ καὶ ἀπόλλυσθαι παντελῶς ἡ κατασκευασθεῖσα πόλις ὁπηνίκα σύμπαντες οἱ κακοποιοὶ κατὰ τὸ τετράγωνον τῆς Σελήνης βιαιότερον τὰς ἀκτῖνας ἐπιφέρουσιν· συμβαίνει γὰρ οὕτως ἐπαύξεσθαι τὰ τῆς συμφορᾶς κατὰ β τρόπους συμπίπτοντα, ἔκ τε τῆς κακώσεως τοῦ τετραγώνου καὶ τῆς κατὰ πῆξιν τῆς Σελήνης στάσεως. τὰ δὲ αὐτὰ ἀποτελεσθείη καὶ τῶν ρπ μοιρῶν τῆς ἀναφορᾶς συμπληρουμένης ἢ καὶ ἕως ἑτέρας τετραγώνου ἢ συμπληρουμένου παντὸς τοῦ κύκλου, ἢν δὲ καὶ ἀκάκωτος τύχῃ τετράγωνος ὑπὸ τῆς τῶν κακοποιῶν παρόδου καὶ δευτέρου κύκλου καὶ τρίτου ἐφάψηται μερικῶς τὰ συμπτώματα τῶν κακώσεων ὑπομένουσα.

Ἔστι δὲ καὶ ἑτέρα κάκωσις ὁπόταν ἔκλειψιν ὑπόγειον ἡ Σελήνη ποιῇ τῆς καταρχῆς καὶ τῆς κατασκευῆς ἐν τῷ μεταξὺ τῆς ἐπιούσης συνόδου γεγενημένης καὶ τῆς Σελήνης κατὰ τοῦτον τὸν χρόνον πρὸς τοὺς κακοποιοὺς σχηματιζομένης ἢ κατὰ τὸν χρόνον τῆς πανσελήνου. συμβαίνει γὰρ κατὰ τὴν τοιαύτην καταρχὴν σεισμῷ ἀπόλλυσθαι, συνεχέστερον δὲ τὰς οὕτω γιγνομένας πόλεις βλάπτεσθαι· ἐπὶ μὲν τοῦ τοῦ Κριοῦ τριγώνου πυρώδους ὄντος ἀπὸ πυρός, ἐπὶ δὲ τοῦ τοῦ Ταύρου γεώδους ὄντος ὑπονοητέον τὰς ἀπὸ γῆς καὶ γεωργίας βλάβας ἢ ὠφελείας κατὰ τοὺς τῶν σχημάτων ὅρους, ἐπὶ τοῦ τῶν Διδύμων τριγώνου ἀερώδους ὄντος τὰς ἐξ ἀέρων ὠφελείας ἢ βλάβας, ἐπὶ δὲ τοῦ τοῦ Καρκίνου ὑδατώδους ὄντος τὰς ἐξ ὑγρῶν ὠφελείας ἢ βλάβας. καὶ οἱ κτίζοντες δὲ καὶ τὴν φροντίδα τῆς κατασκευῆς ἀνειληφότες κατὰ τὴν τῶν οἰκοδεσποτῶν φύσιν τῆς ἀξίας καὶ τῶν ἠθῶν μεθέξουσιν.

Σελήνη γὰρ αὐξιφωτοῦσα καὶ τὰ βόρεια ἀνιοῦσα καὶ τοῖς ἀριθμοῖς προστιθεῖσα ἀγαθὴ τοῖς κτίζουσιν. δεῖ δὲ καὶ τοὺς ἀγαθοποιοὺς ἢ συνεῖναι αὐτῇ ἢ μαρτυρεῖν· ἐὰν γὰρ Κρόνος ἢ συνῇ ἢ μαρτυρῇ βραδυτῆτα καὶ συμπτώσεις ποιεῖ, ἐὰν δὲ Ἄρης διὰ πυρὸς φθείρει. Σελήνης νότον ἀνερχομένης δεῖ θεμελίους πήσσειν, βορρᾶν δὲ τοίχους ἐποικοδομεῖν, βορρᾶν δὲ κατερχομένης τοίχους καθαιρεῖν, νότον δὲ θεμελίους ἀνορύττειν. ἐν πᾶσι δὲ τούτοις οἱ μὲν κακοποιοὶ ἀπέστωσαν, οἱ δὲ ἀγαθοποιοὶ μαρτυρείτωσαν.

λγʹ. Περὶ γάμου

Ἐν συνελεύσει καὶ ἁρμογῇ γάμου προσέχειν χρὴ τῷ τε κυρίῳ τοῦ κλήρου καὶ τῆς ὥρας, ἔτι δὲ καὶ τῷ τῆς προγενομένης συνόδου κυρίῳ καὶ τῇ πρὸς ἀλλήλους τε καὶ τὰ φῶτα καὶ τῇ τοῦ θανατικοῦ ἀστέρος σχηματοθεσίᾳ. τυχὼν γὰρ ὁ κλῆρος τῆς τύχης εἰς τὸ δυτικὸν ἢ ὁ τούτου κύριος ἢ ὁ τοῦ δυτικοῦ κέντρου κύριος ἐπʼ αὐτοῦ σὺν τῷ κληρικῷ ἀστέρι ἢ ἐπὶ τοῦ κληρικοῦ ἀστέρος ἢ ἐπὶ τοῦ κληρικοῦ ζῳδίου — δηλονότι σὺν τῷ τοῦ κλήρου ἀστέρι — τῆς Σελήνης ἐπιμαρτυρούσης γάμον καὶ συνέλευσιν σημαίνει.

Ἐπιφυλακτέον οὖν τὴν Ἀφροδίτην ἑῴαν ἀναποδίζουσαν καὶ ἐπὶ τὸν Δία ἐρχομένην· οὕτω γὰρ ἀνάρμοστοι καὶ ἀβέβαιοι οἱ γάμοι γίνονται τῶν συνερχομένων τυγχανόντων κούφων τὰ ἤθη. καὶ εἰ μὲν ἐν θηλυκῷ ζῳδίῳ τύχῃ τοιούτους τοὺς ἄνδρας, εἰ δὲ ἐν ἀρσενικῷ τὰς γυναῖκας τοιαύτας νομιστέον. εἰ δὲ οὕτως ἐχούσης τῆς Ἀφροδίτης ἀπόζευξις γένοιτο ἐπανήξει αὖθις ἡ γυνὴ προστιθείσης τῆς Ἀφροδίτης τοῖς ἀριθμοῖς, εἰ δὲ Ἄρης ἀναποδίζει ἐν τῇ καταρχῇ τοῦ χωρισμοῦ ἐπιστρέψαντος αὐτοῦ καὶ προστιθέντος ὁ ἀνὴρ διαλλαγήσεται καὶ μετελεύσεται τὴν γυναῖκα.

Εἰ δʼ ὁ κύριος τοῦ γάμου ἐν τῇ καταρχῇ μεσουρανῶν τύχῃ ἐν θηλυκῷ ζῳδίῳ πολύκοινον δείξει τὴ γυναῖκα, εἰ δʼ ἐν ἀρσενικῷ τὸν ἄνδρα. τετράγωνος δὲ ὁ Ζεὺς τῷ γαμικῷ ἀστέρι τυχὼν στάσεως τῆς ἐν γάμῳ δηλωτικός ἐστιν, κἀκεῖ καὶ ἡ Σελήνη ἐν ἀρσενικῷ ζῳδίῳ τυχοῦσα. ὡροσκοπῶν δὲ ὁ τοῦ γάμου κύριος ἐπίμεμπτον τὸν γάμον δηλοῖ, καὶ μάλιστα ὁ Ζεὺς ἐν θηλυκῷ ζῳδίῳ ἄπροικον ἢ ψευδοπλουσίαν ἢ ὑπόδικον, εἰ δὲ ἐν ἀρσενικῷ τὸν ἄνδρα τοιοῦτον.

Ἐπειδὴ προείρηται ὅτι ὁ μὲν ὡροσκόπος ἐστὶν ὁ γαμῶν, τὸ δὲ δῦνον ἡ γαμουμένη, τὸ δὲ μεσουράνημα ἡ ἀμφοτέρων ὁμόνοια καὶ παραμονή, τὸ δʼ ὑπόγειον ἡ προὶξ καὶ τὸ τοῦ γάμου ἀποτέλεσμα, δῆλον μὲν οὖν ὅτι τοῦ Κρόνου ὡροσκοποῦντος ὁ γαμῶν ἔσται πρεσβύτης καὶ ῥυπαρός, Ἄρεως δὲ νεώτερος καὶ ὀργίλος, τοῦ δὲ Διὸς πλούσιος καὶ ἀγαθός, μέσης ἡλικίας, Ἀφροδίτης δὲ ἱλαρός, καθάριος, ἡδύβιος, κατωφερὴς εἰς γυναῖκα, Ἑρμοῦ δʼ εὐπαίδευτος, συνετὸς καὶ ἐρωτικὸς εἰς παῖδας, Ἡλίου δὲ καὶ Σελήνης εὐγενὴς καὶ ἐπίσημος. Κρόνου δὲ μεσουρανοῦντος διάλυσις ἔσται τοῦ γάμου διὰ ῥυπαρίαν καὶ σμικρολογίαν, Ἄρεως δὲ διʼ ἀκαταστασίαν καὶ ζηλοτυπίαν — ἐπὰν δὲ καὶ ὁ τῆς Ἀφροδίτης συνῇ αὐτῷ ἢ μαρτυρῇ διὰ μοιχείαν, εἰ δὲ Ἑρμῆς διὰ παιδὸς ἔρωτα —, Διὸς δὲ καὶ Ἀφροδίτης ὁμόνοια αὐτοῖς ἔσται καὶ τεκνοποιία, Σελήνης δὲ καὶ Ἡλίου ἐπισήμους αὐτοὺς ἔσεσθαι. ἐπὶ δὲ τοῦ δύνοντος τυχόντες ὅμοια ἀποδεικνύουσι περὶ τὴν γυναῖκα οἷα καὶ ἐπὶ τοῦ ἀνδρὸς ἐν τῷ ὡροσκόπῳ. ἢν δὲ Ἄρης καὶ Κρόνος ἢ ἀμφότεροι ὑπὸ γῆν εὑρεθεῖεν ἰδίων ἀποβολὴν ἢ τέκνων καὶ τῆς προικὸς καὶ προτελευτὴν τοῦ ἀνδρὸς σημαίνει, ἢν δὲ Ζεὺς καὶ Ἀφροδίτη ὑπόγειοι ὦσι πολὺν χρόνον σὺν ἀλλήλοις καὶ τέκνα ἔσεσθαι, καὶ ἐὰν μὲν ἐν ἀρσενικῷ ζῳδίῳ ὁ ἀνὴρ ἐπιζήσεται, εἰ δὲ ἐν θηλυκῷ ἡ γυνή, ὁ δὲ Ἑρμῆς καθὼς ἂν τὴν τῶν ἄλλων μαρτυρίαν δέξηται ἑκάστῳ ἐμφαίνει.

Τοῦ δὲ Ἡλίου μὲν κεκακωμένου, τῆς δὲ Ἀφροδίτης ὑπὸ ἀγαθοποιῶν μαρτυρουμένης ἐν τῇ καταρχῇ, ἄρχειν τὴν γυναῖκα τοῦ ἀνδρὸς δηλωτέον, ἔμπαλιν δὲ τυχόντων ἔμπαλιν ἔσται. τῆς δὲ Σελήνης κεκακωμένης ἀμφοτέροις ἀσύμφορον καὶ τῇ προικί. ὁ ὡροσκόπος καὶ τὸ μεσουράνημα ἔχοντες ἀγαθοποιοὺς σημαίνουσι τεκνοποιίαν ἐπὶ συμφέροντι, κακοποιοὺς δὲ ἀποβολήν. φυλάσσεσθαι δὲ καὶ τοῦ κυρίου τῆς τύχης κακωθέντος ἀγαγέσθαι γυναῖκα. χαλεπὸς δὲ καὶ ὁ κατὰ γένεσιν οὕτως ἔχων γαμικὸς ἀστήρ. κενοδρομοῦσα δὲ ἡ Σελήνη πολυκοίνους μηνύει, ἀγαθὴ δὲ ὑπόγειος ἐν θηλυκῷ ζῳδίῳ τοῦ Ἡλίου ὄντος ἐν ἀρσενικῷ· ὑποτεταγμένην γὰρ αὐτὴν ποιεῖ. λδʹ. Περὶ συνελεύσεως

Μέλλων δὲ συγγενέσθαι ὁ γαμῶν ἔσται ἱλαρὸς καὶ ἀπὸ ἱλαρῶν καὶ ἄλυπος μήτε ἄγαν βεβαρημένος τροφῇ καὶ μέθῃ. φυλασσέσθω δὲ τὸν Ἥλιον καὶ τὴν Σελήνην καὶ τὸν κλῆρον ἐν τῷ ηʹ ἢ ἐν τῷ βʹ τῷ τούτου διαμέτρῳ· ἐπιτηρείτω οὖν καὶ τὸν τῆς ὥρας κύριον ἀκάκωτον εἶναι. ὁ δὲ κλῆρος ἔστω ἐν τῷ περὶ φιλίας ἢ ἐν τῷ περὶ τέκνων ἢ ἐν τῷ μεσουρανήματι ἢ ἐν τῷ θεῷ, ἔστω δὲ καὶ ἡ Σελήνη ἀκάκωτος καὶ σύμφωνος τῷ ὡροσκόπῳ. ὁ δὲ Ἑρμῆς ἐπὶ ἀνατολῆς τυγχάνων ὑπὸ Διὸς καὶ Ἀφροδίτης μαρτυρούμενος ἐν τῇ ὥρᾳ τῆς καταβολῆς ποιήσει τὰ τικτόμενα εὐτυχῆ καὶ εὐπαίδευτα καὶ εὐδαίμονα. λέγουσι δὲ οἱ περὶ Πετόσιριν ὅτι ἐν ᾧ ζῳδίῳ εὑρίσκεται ἡ Σελήνη ἐν τῇ σπορᾷ τοῦτο ὡροσκοπήσει ἐν τῇ ἐκτέξει, ὅπου δὲ ἐν τῇ ἐκτέξει παροδεύει τοῦτο ὡροσκόπησεν ἐν τῇ σπορᾷ. λεʹ. Περὶ χωρισμοῦ

Τοὺς δὲ χωρισμοὺς αὐτῶν καὶ ἐπανελεύσεις ἐπιβλέπειν δεῖ οὕτως. τὴν καταρχὴν ἐν ᾗ γεγένηται ὁ χωρισμὸς ἢ καὶ ἐν ᾗ ὥρᾳ πύθηταί σου ὅρα τὴν Ἀφροδίτην καὶ τὸν Ἥλιον· ἐὰν τοίνυν εὕρῃς τὸν μὲν Ἥλιον ἐν τῷ μεσουρανήματι ἢ ἐν τῷ ιαʹ, τὴν δὲ Ἀφροδίτην ἑσπερίαν ἀναποδίζουσαν, λέγε αὖθις τὴν γυναῖκα ἐπανελεύσεσθαι θυμήρως. ἐὰν δὲ ἡ γυνὴ ἐκβληθῇ ὑπὸ τοῦ ἰδίου ἀνδρός, εἰ μὲν αὐξιφωτεῖ ἡ Σελήνη δυσκόλως εἰς τὸν ἑαυτῆς ἄνδρα ἐπανήξει, ἐὰν δὲ ἀποκρούῃ ἡ Σελήνη εὐκόλως ἐπάνεισιν, ἐπʼ αὐτῆς δὲ τῆς συνόδου δυσχερῶς ἐπανήξει. ἐὰν δὲ ἐν ὅσῳ ἡ Σελήνη τὸν ἴδιον κύκλον ἀπαρτίζῃ ὁ Ἥλιος μεταβῇ εἰς ἕτερον ζῴδιον θηλυκὸν Ἀφροδίτης σὺν αὐτῷ οὔσης, διαλυθέντος τοῦ γάμου ὁ ἀνὴρ ἑτέραν γαμήσει. ἐπιτηρητέον δὲ καὶ τὸν ὡροσκόπον καὶ τὴν Σελήνην ἐπειδὴ τυχόντες οὗτοι ἐπὶ στερεῶν ζῳδίων ἐν τῇ καταρχῇ βέβαια ποιοῦσιν, ἐπὶ δὲ τροπικῶν τρεπτὰ καὶ ἀβέβαια, ἐπὶ δὲ δισώμων ἀμφισβητήσιμα. λϛʹ. Περὶ διαφορᾶς κυουμένων

Ἐπὰν δὲ κατὰ γαστρὸς αἱ γυναῖκες ἔχουσαι βούλοιντο ἐκτιτρώσκειν μὴ δυνάμεναι τελεσφορεῖν ἁρμόζει τῆς Σελήνης οὔσης ἐν θηλυκοῖς ζῳδίοις ἀποκρουούσης καὶ νότον κατιούσης, μαρτυρουμένης τετραγωνικῶς ἢ τριγωνικῶς ὑπὸ Ἀφροδίτης καὶ Ἄρεως ἢ συνόντων αὐτῇ καὶ ἐν θηλυκῷ ζῳδίῳ ὄντων. ὅσα δὲ δεῖ ἐν τούτοις παρατηρεῖν τὴν Σελήνην τοσαῦτα καὶ τὸν ὡροσκόπον δεῖ ἔχειν κατά τε τὰ ὀρθὰ ζῴδια καὶ κατὰ τὰς μαρτυρίας Ἄρεως καὶ Ἀφροδίτης.

λζʹ. Περὶ γεωργίας

Συνούσης τῆς Σελήνης τοῖς ἀγαθοποιοῖς ἢ μαρτυρουμένης καὶ ἐν τοῖς ἁρμόζουσι ζῳδίοις κάλλιστον γεωργεῖν, καὶ μάλιστα αὐτῆς τυγχανούσης ἐν τῷ ὑπογείῳ. ληʹ. Περὶ φρεάτων ὀρυγῆς καὶ λάκκων

Ὀρύττων δὲ λάκκους καὶ εἰσαγωγὰς ὑδάτων ποιούμενος ἐπιτήρει τὸν κλῆρον τῆς τύχης καὶ τὸν κύριον αὐτοῦ ὥστε εἰς ζῴδιον ὑδατῶδες ἐμπίπτειν καὶ ἐπικέντρους ποίει τοῦ τε δευτέρου τόπου καὶ τοῦ ηʹ τοὺς οἰκοδεσπότας. ἀγαθὸν γὰρ τούτους ἐπαναφέρεσθαι τῷ τε ὑπὲρ γῆν κέντρῳ καὶ τῷ ὑπὸ γῆν· ἀποκλίναντες γὰρ φαῦλοι, καὶ μάλιστα ὅταν πόρρωθεν τὰ ὕδατα ᾖ μεταγόμενα ἢ ἀποστρεφόμενα. καὶ τὸν τοῦ κλήρου δὲ κύριον δεῖ παραφυλάσσειν, καὶ μάλιστα κατὰ τὸ ὑπόγειον, ἐξαιρέτως δὲ μήτε τὸν κύριον μήτε αὐτὸν τὸν κλῆρον εἶναι ἐν τῇ ἐπιδύσει μήτε ἐν τῷ ταύτης διαμέτρῳ, τουτέστι τῇ ἐπαναφορᾷ τοῦ ὡροσκόπου· οὕτω γὰρ ἂν ἀσφαλῶς καὶ ἀβλαβῶς πραχθείη τὸ ἔργον.

Ἄλλως· ἐὰν λάχῃ ὡροσκόπον Καρκίνος καὶ ἡ Σελήνη εἰς ζῴδιον ὑγρὸν καὶ βλέπῃ τοὺς ἀγαθοποιοὺς ἀπὸ σχήματος ἀγαθοῦ δηλοῖ ὅτι ἐστὶν ὕδωρ καλόν.

λθʹ. Περὶ ἀγορασίας

Ἔστω ὁ μὲν πιπράσκων ὁ ὡροσκόπος, τὸ δὲ δῦνον ὁ ἀγοράζων, τὸ μεσουράνημα τὸ τίμημα, ὁ ὑπόγειος τὸ πρᾶγμα τὸ ἀγοραζόμενον, ἐκ δὲ τῶν ἐπιμαρτυρούντων τοῖς τόποις σκοπητέον περὶ τοῦ ἀποτελέσματος. καὶ ἐκ τῆς Σελήνης δὲ εἰ σεσίνωται τὸ πιπρασκόμενον ἢ οὔ. ὁπόταν δὲ ὁ κλῆρος τῆς τύχης ἐμπέσῃ εἰς τὸν περὶ φιλίας τόπον, ὁ δὲ τούτου κύριος ἐν τῶν περὶ οἰκετῶν εὑρεθῇ σὺν τῷ δεσπόζοντι τοῦ ὡροσκόπου, περὶ συνωνῆς οἰκέτου σημαίνουσιν.

μʹ. Περὶ ἀποδήμων

Ταῦτα ἔσται καὶ ἀξιόλογα. Ἄρεως δὲ καὶ Κρόνου ἐπὶ τοῦ δύνοντος ὄντων ἢ μαρτυρούντων αὐτῶν τῷ ζʹ τόπῳ ἀσθένειαι σωματικαί, ἐποχαὶ καὶ ζημίαι γενήσονται. ἐκ δὲ τῶν θεωρούντων ἀστέρων τὸ μεσουράνημα ἢ καὶ ἐπόντων τὸ πρᾶγμα οὗ χάριν ἡ ἐκδημία γίνεται γνωσθήσεται, τὸ δὲ τέλος ἐκ τοῦ ὑπογείου, τὸ κῦρος δὲ πάντων ἐκ τῶν σχηματισμῶν, μάλιστα τῆς Σελήνης, τελειοῦται, ἣν ἀπαγορευτέον πρὸς τὰς ἐξόδους κακοδαιμονοῦσαν ἢ κακοτυχοῦσαν· οὐ μόνον γὰρ δυσπραξίας αἰτία, ἀλλὰ καὶ πημάτων ὑπουργός.

Οἱ οὖν ἀγαθοποιοὶ ὡροσκοποῦντες ἐν πᾶσι τὴν καταρχὴν καλὴν ποιοῦσιν· οἱ ἀγαθοποιοὶ ἐν τῷ ζʹ ὄντες ἐν ταῖς ἀποδημίαις ἐπικερδῆ καὶ ἐπίδοξον τὴν ἀποδημίαν μαντεύονται εἶναι. σκοπεῖν δὲ δεῖ καὶ τὸν κύριον τῆς Σελήνης καὶ τὸν κύριον τοῦ ὡροσκόπου ἵνα μὴ κακὰς φάσεις ἔχωσιν οἷον στηριγμούς, ἀναποδισμούς, δύσεις· οἱ γὰρ στηρίζοντες χρόνου πολλοῦ καὶ βραδυτῆτος αἴτιοι γίνονται, οἱ δὲ ὕπαυγοι ἀμαυρὰς τὰς πράξεις ποιοῦσιν. καθολικῶς δʼ ἐκ παρατηρήσεως ἐν τῷ δυτικῷ κέντρῳ τυχοῦσα ἡ Σελήνη ἢ ἐν τῷ ἀποκλίματι μακρὰς τὰς ἀποδημίας παρέχει, τοῖς δʼ ἀπὸ ξένης εἰς τὰ οἰκεῖα ἐρχομένοις τὸ αὐτὸ τοῦτο σχῆμα τῆς Σελήνης ταχείας τὰς ἀναστροφὰς δηλοῖ. παραφυλάσσεσθαι δὲ καὶ τετραγωνίζοντας ἢ διαμετροῦντας τοὺς κακοποιοὺς δεῖ, τῶν δὲ ἀγαθοποιῶν ἀνακραθέντων αὐτοῖς ἀνώμαλον καὶ ἀμφήριστον τὴν ἀποδημίαν δηλοῖ.

Ἐπισκοπήσαντα δὲ τὰ κέντρα ἐφορᾶν δεῖ τοὺς μέλλοντας τῶν ἀστέρων ἐκβαίνειν ἐν οἷς εἰσι ζῳδίοις· οὕτω γὰρ αἵ τε ἔξοδοι καὶ αἱ ἀποδημίαι μηνυθήσονται, καὶ αἱ ἐπανελεύσεις ἐκ τοῦ ἐπισκοπεῖν πότερον ἐξ ἀλλοτρίου εἰς ἴδιον οἶκον ἢ ὕψωμα μεταβαίνουσιν ἢ ἔμπαλιν· ἐκ τούτου γὰρ καταφανὲς ἔσται τὸ τῆς ἐπιδημίας καὶ τῆς ἐπανελεύσεως. καὶ οἱ μὲν στηριγμοὶ τὰς ἐπιμονὰς δηλοῦσι καὶ ὑποστροφὰς ὥσπερ ἡ δύσις θανάτους ἢ ἀπραγίας, αἱ δʼ ἀνατολαὶ ταχίστας τὰς ἀποδημίας ποιοῦσιν, δηλαδὴ τῶν τῆς Σελήνης σχηματισμῶν καὶ τῶν κέντρων τῆς καταρχῆς ἐχόντων μαρτυρίαν καὶ λόγον πρὸς τοὺς προειρημένους.

Ἐπιτηρητέον δὲ μάλιστα τὴν Σελήνην διαμετροῦσαν τὰ κάθυγρα τῶν ζῳδίων ἢ καὶ ἐποῦσαν καὶ ὑπὸ κακοποιῶν θεωρουμένην κατὰ τὰ κραταιὰ σχήματα, τουτέστι τετράγωνα, διάμετρα· χαλεπώταται γὰρ αἱ τοιαῦται καταρχαὶ τοῖς πλέουσιν. ἐπὰν ἡ Σελήνη μὲν κακοποιηθῇ, τὰ δὲ κάθυγρα τῶν ζῳδίων ὑπὸ τῶν ἀγαθοποιῶν μαρτυρῶνται, αὔτανδρον μὲν τὸ σκάφος οὐ φθαρήσεται, οἱ πολλοὶ δὲ τῶν ναυτῶν σωθήσονται διαλυθέντος τοῦ σκάφους, καὶ τακτοῖς ἕκαστος ἐπανελεύσεται χρόνοις εἰς τὰ οἰκεῖα κατὰ τὴν τῆς ἐπιβάσεως εἰς τὴν ναῦν σύγκρισιν. ἡ μὲν γὰρ ἀναγωγὴ τὰ κατὰ τὴν θάλασσαν καὶ τὸν πλοῦν σημαίνει, ἡ δὲ ἐπίβασις ἡ εἰς τὴν ναῦν τὰ κατὰ ἕνα ἕκαστον τῷ τάχει τῆς μεταπτώσεως τῶν κέντρων ἀλλοιοῦσα τὰ πράγματα· ἐπὶ δὲ τῶν ὁδευόντων ὁμοίως τὰ χερσαῖα καὶ τὰ τετράποδα τῶν ζῳδίων ἐπισκοπεῖν χρή. ἐπίμονα δʼ ἔσται πολλῷ μᾶλλον τὰ κακὰ ὁπόταν οἱ κακοποιοὶ ἐν αὐτοῖς στηρίζωσι μετὰ καὶ τοῦ παλινδρομιῶν τινων ἢ νόσων ποιῆσαι πειρασθῆναι.

Κυρίως δὲ τοῖς πλέουσι κοινῶς ὅ τε ὡροσκόπος καὶ ἡ Σελήνη χωρὶς τῶν ε πλανητῶν· οὕτω τυχοῦσα σύμφορος ἐν Διδύμοις συνοίσει — εἰ καὶ βράδια τὰ κατὰ τὸν πλοῦν — καὶ Καρκίνῳ καὶ Αἰγοκέρωτι καὶ Ὑδροχόῳ καὶ Ἰχθύσιν. ἀσύμφορον δὲ ἐν Κριῷ· οὐ μόνον πλοῦ, ἀλλὰ καὶ ἐμπορίας κατάρχεσθαι ἀηδές — ὁ δὲ Δωρόθεος οὐ δέχεται τοῦτο —, παρατηρητέον δὲ καὶ ἐν Ταύρῳ καὶ ἐν Λέοντι τοῖς μὴ ἐκ τῆς ἰδίας ἐκδημοῦσι. μὴ ἔστω δὲ ἡ Σελήνη λειψίφωτος μηδʼ ἐν συνόδῳ μετὰ Κρόνου ἢ ἐν πανσελήνῳ μετὰ Ἄρεως.

Χρὴ δὲ ἐπιλεξάμενον τὸ ἁρμόζον ζῴδιον τῇ ἀποδημίᾳ ἐφαρμόζειν αὐτὸ τῇ τῶν ἀγαθοποιῶν μαρτυρίᾳ πρὸς αὐτό τε καὶ τὰ κέντρα καὶ οὕτω κατάρχεσθαι.

Ἐπετήρησαν δὲ μερικῶς τὰ κατὰ τὸν πλοῦν ἢ τὴν ὁδὸν καὶ ἐπέγνωσαν οὕτως· συναγαγόντες γὰρ τὰ σημεῖα τῆς πορείας ἢ τοῦ πλοῦ τὰ στάδια καὶ μερίσαντες εἰς ἓξ μερίδας, ὡς ἑκάστῳ τῶν ζῳδίων ἀπὸ τοῦ ἀνατέλλοντος μέχρι τοῦ δύνοντος ἐπιβάλλει μερίδα μίαν, ἀπονέμουσι τῷ ὡροσκόπῳ τὴν πρώτην ἵνα σημαίνῃ τὸ αʹ ἑκτημόριον τοῦ διαστήματος τῆς ὁδοῦ, τὴν δὲ δευτέραν μερίδα τῷ κακοδαιμονήματι, καὶ ἑξῆς ἐπὶ τὰ προηγούμενα ἕκαστον ἑκτημόριον διδόασιν, τὴν δὲ τελευταίαν ὁμοίως τῷ δύνοντι δηλοῦντι τὸ κατάλυμα καὶ τὰ τελευταῖα τῆς ὁδοῦ. ἔπειτα τὴν τῶν ἀστέρων κοινωνίαν πρὸς ἕκαστον τόπον ἐπιτηροῦσιν· τῶν μὲν γὰρ ἀγαθοποιῶν μαρτυρούντων ἀγαθὰ καὶ εὐοδίαν μηνυτέον, τῶν δὲ κακοποιῶν τὸ ἐναντίον, τῷ στηριγμῷ δηλούντων κατοχὴν καὶ ἀναποδισμοὺς καὶ δυσχερείας ἐν τοῖς τόποις ἐν οἷς ἀναλόγως πρὸς τὰ ἑκτημόρια συμβαίνει τοῦ πλοῦ ἢ τῆς ὁδοιπορίας ἀπὸ τῆς τῶν ζῳδίων διαστάσεως, τοῦ τοῦ Ἄρεως ναυαγίου αἰτίου τυγχάνοντος, καὶ μάλιστα τοῦ κατὰ κορυφὴν ἤγουν μεσουρανοῦντος τόπου βλαπτομένου παρʼ αὐτοῦ.

Καὶ ταῦτα μὲν ὁ Νικαεὺς Πρωταγόρας, ὁ δὲ Δωρόθεος οὕτω φησίν. Σελήνη ὑπὸ γῆν οὖσα ἀμαρτύρητος ὑπό τινος τῶν ε πλανωμένων καθʼ αὑτὴν ὁρωμένη, ἐν μὲν Κριῷ οὖσα ἀπὸ μοίρας ιαʹ ἕως τοῦ πέρατος εὔπλοιαν δηλοῖ. Ταύρῳ μεγάλους χειμῶνας ποιεῖ τοῖς ἀναχθεῖσιν, ἢν δὲ καὶ ὑπὸ κακοποιοῦ μαρτυρῆται χεῖρον· εἰς κακὸν γὰρ μαρτυρήσουσιν. Διδύμοις ἀπὸ μοίρας ηʹ ἕως λʹ ὁ ἀναχθεὶς χρονίσει μὲν ἐν τῷ πλεῖν, ἀλλʼ ἐπὶ χαρᾷ διάξει. Καρκίνῳ γαλήναις συσχεθήσεται, ἀλλὰ διασωθήσεται. Λέοντι κινδυνεύσει, ἐὰν δὲ καὶ ὑπὸ κακοποιῶν μαρτυρῆται ἡ Σελήνη πλεῖον ἔσται τὸ κακόν. Παρθένῳ χρονίσει ἐν τῷ πλοίῳ. Ζυγῷ μετὰ τὰς πρώτας δέκα μοίρας ὁ ἀναχθεὶς εὐπλοήσει. Σκορπίῳ ἀσφαλὴς μὲν ἔσται κατὰ τὸν πλοῦν, τὴν δὲ ψυχὴν ταραχθήσεται. Τοξότῃ δυσπλοήσει καὶ φόβοις περιπεσεῖται. Αἰγοκέρωτι μετὰ μοίρας θ εὐπλοήσει, ταραχθήσεται δὲ τὴν ψυχήν. Ὑδροχόῳ βραδυπλοήσει, σωθήσεται δέ. Ἰχθύσι κινδυνεύσει, καὶ μάλιστα θεωροῦντος Ἄρεως.

Τὸν δὲ ἱστὸν τῆς νεὼς σκέπτου. Σελήνη ὑπὲρ γῆν οὖσα μετὰ Κρόνου στηριγμὸν ἔχοντος τοῖς ἀναχθεῖσι πολλῶν κακῶν αἴτιός ἐστι καὶ κινδύνων. Σελήνη ὑπὲρ γῆν τριγωνιζομένη ὑπὸ Κρόνου στηρίζοντος, οἱ ἀναχθέντες τὰ ὄντα ἀποβάλλοντες διὰ τὸν χειμῶνα μόλις σωθήσονται. ἐὰν δὲ τὰ μὲν ἄλλα τὰ αὐτὰ ἔχῃ ἡ Σελήνη, ὁ δὲ Κρόνος μὴ στηρίζῃ, ἐλαφρότερα τὰ κακὰ γίνονται πλὴν δύσπλοια ἔσται, ἐὰν δὲ τῶν λοιπῶν οὕτως ὄντων καὶ ὁ Ἑρμῆς τὴν Σελήνην κακώσῃ μείζονα τὰ κακὰ ἔσται, ἔσθʼ ὅτε δὲ καὶ λῃσταῖς περιπίπτουσιν, ἀγαθοποιὸς δὲ θεωρῶν τὰ τοιαῦτα σχήματα, καὶ μάλιστα δεξιός, ἐπικουφίζει τὰ κακά.

Κρόνος ὡροσκοπῶν καὶ ἄνευ Σελήνης τοσαῦτα κακὰ τοῖς ἀναγομένοις ἐπάγει καὶ μετὰ Σελήνης ὤν, ἐὰν δὲ τύχῃ ὁ Κρόνος τοῦ ἀναγομένου ὁ κατὰ πάροδον τῷ κατὰ πῆξιν Κρόνῳ ἢ συνὼν ἢ τριγωνίζων ἢ τετραγωνίζων ἢ διαμετρῶν χείρονα ποιεῖ τὰ κακά. ὅσα δὲ εἴρηται συμβαίνειν ἀπὸ Κρόνου τοῖς ἀναγομένοις κακὰ τοσαῦτα καὶ ἀπὸ Ἄρεως γίνονται τῆς δὲ Σελήνης ὑπὲρ γῆν οὔσης, καὶ οὐ μόνον ταῦτα, ἀλλὰ καὶ μάχαι καὶ μίση καὶ θόρυβοι ἐν τοῖς ἀναγομένοις γίνονται ὥστε καὶ ἕως αἱμαγμοῦ φθάσαι τὴν κάκωσιν. ἐὰν δὲ ὁ Ἑρμῆς κακώσῃ χεῖρον γίνεται, εἰ δὲ ἀγαθοποιοὶ ὁρῶσιν ἥττονα τὰ κακά.

Ἐὰν δὲ τὴν Σελήνην Κρόνος, Ἄρης καὶ Ἑρμῆς βλάπτωσι συνοδεύοντες ἀλλήλοις καὶ τῇ Σελήνῃ ἢ ἄλλος ἄλλοθεν ὁρῶντες αὐτὴν βλάπτωσιν κάκιστον τοῖς ἀναγομένοις καὶ ὁ θάνατος πρὸ ὀφθαλμῶν, τὸ δʼ αὐτὸ γίνεται καὶ ὅταν Ἑρμῆς συνοδεύῃ Ἄρει. Κρόνος καὶ Ἄρης ὁ μὲν Ἥλιον, ὁ δὲ Σελήνην βλέπων κίνδυνον ἐπάγουσιν. Σελήνη ὑπὲρ γῆν τετραγωνιζομένη ὑπὸ Διὸς ἀγαθόν· καὶ γὰρ εὐπλοήσουσιν. εἰ δὲ καὶ Ἀφροδίτη μετὰ Διὸς τὴν Σελήνην ἴδῃ ἢ ἐκ τοῦ αὐτοῦ ζῳδίου ἢ ἐκ διαφόρου κρεῖσσον. ὁ δὲ Ἑρμῆς τὰς τῶν ἀστέρων δόσεις ἢ ἀγαθὰς ἢ φαύλας ἐπιτείνει καὶ ἐπαύξει οἷς ἂν συνοικειωθῇ, ἀλλὰ καὶ Ἀφροδίτη μόνη τὴν Σελήνην ὁρῶσα ὠφελεῖ τοὺς ἀναχθέντας καὶ εἰς γυναικῶν μίξεις ἔσται ὠφέλιμος, ἀλλὰ χωρὶς Διὸς ἧττον, μετὰ δὲ Διὸς καὶ μᾶλλον ὠφέλιμος. Ἀφροδίτη ὕπαυγος ὑπὸ γῆν οὖσα μετὰ Σελήνης εὐδίας παρέχει, καὶ χρονίζουσιν οἱ ἀναγόμενοι ἐν τῷ πλῷ. ἐὰν ἀγαθοποιοὶ δύο μετὰ Ἑρμοῦ μαρτυρήσωσι τῷ Ἡλίῳ καὶ τῇ Σελήνῃ καλλίστη καταρχὴ τοῖς ἀναγομένοις. κἂν δὲ κακοποιοὶ τὸν ὡροσκόπον βλάπτωσιν, οἱ δʼ ἀγαθοποιοὶ τὴν Σελήνην, ἢ καὶ ἔμπαλιν, δυσπλοήσουσι μὲν οἱ ἀναχθέντες, σωθήσονται δέ.

Σελήνη ἀμαρτύρητος οὖσα ὑπὸ πάντων τῶν ἀστέρων καὶ κενοδρομοῦσα, ὁ δὲ ὡροσκόπος ἔχει τι ζῴδιον τῶν πρὸς τὸ πλεῖν ἐπιτηδείων — οἷον Ταῦρον, Διδύμους, Ἰχθύας, Αἰγοκέρωτα, Καρκίνον, Παρθένον, Τοξότην — μετά τινος τῶν ἀγαθοποιῶν, ἀγαθὸν τοῖς ἀναγομένοις· Σελήνη καὶ ὡροσκόπος ἀμαρτύρητοι ὑπὸ πάντων τῶν ἀστέρων κενοδρομοῦντες, ἐὰν ἐπέχωσιν ἐκ τῶν πρὸς τὸ πλεῖν ἐπιτηδείων ζῳδίων τῶν προλελεγμένων, οὐκ ἔστι κακὸν τοῖς ἀναχθεῖσιν. ἐξαιρέτως δὲ χρὴ τὴν Σελήνην ὁρᾶν ἵνα μὴ βλάπτηται καθʼ οἱονδήποτε τῶν εἰρημένων τρόπων ἐν τῷ βʹ κεφαλαίῳ τούτου τοῦ βιβλίου. τότε δὲ λογίζου τὴν τοῦ πλοῦ καταρχὴν ὅταν οἱ ναῦται τὴν ἄγκυραν ἐκ τῆς ψάμμου ἑλκύσωσιν, τοῦ δὲ πλέοντος ἡ καταρχὴ ἐν τῇ νηῒ ἑκάστου τότε ἐστὶν ἡνίκα τὸν πόδα εἴσω τῆς νηὸς θήσει.

μαʹ. Εἰ βραδύνει ἢ οὔ

Εἰ δὲ βούλει μαθεῖν εἰ βραδύνει ἐπὶ τῆς ξένης ἢ οὒ ὅταν ἐπιβῇ τῆς πόλεως ἐκείνης εἰς ἣν σπεύδει σκόπει τὸν βʹ τόπον τοῦ ὡροσκόπου τῆς εἰς τὴν πόλιν εἰσόδου καὶ τὸν τούτου κύριον, καὶ εἰ μὲν οὗτος ἀναποδίζει ταχέως ἐξελεύσεται κενὸς καὶ ἄπρακτος, εἰ δὲ στηρίζει καὶ οὕτω πάλιν μετὰ τοῦ ἄπρακτος εἶναι καὶ χρονοτριβήσει ἐν τῇ πόλει. καὶ τούτων ὄντων κἂν μὲν ὁ αὐτὸς οἰκοδεσπότης τύχῃ δύνων νόσων καὶ ἀηδίας αἴτιος γίνεται τῷ εἰσιόντι, ἐὰν δὲ ἐν τῷ ὑπογείῳ σκέπτου μὴ καὶ θανάτου αἴτιος γένηται· ἐὰν εὑρεθῇ προσθετικὸς καὶ ὢν ἐπὶ τοῦ ὡροσκόπου ἢ ἐπὶ τοῦ μεσουρανήματος εὖ πράξας ταχέως ἐξελεύσεται.

Σκόπει δὲ καὶ τὸν Ἥλιον τῆς ἐξόδου καὶ τὰ τούτου τετράγωνα καὶ διάμετρα· εἰ μὲν ἀγαθοποιοὶ εἶεν ἐν τούτοις ἡ ἐπάνοδος καλὴ καὶ ταχεῖα, εἰ δὲ κακοποιοὶ σκόπει πόσον ἀλλάξουσι τοὺς τόπους καὶ ἀντʼ αὐτῶν ἀγαθοποιοὶ εἰσελθῶσιν—τότε τὴν ἐπάνοδον ὑπονοητέον ἢ ὅτε ἀποκαθίσταται ὁ Ἥλιος εἰς τὰ ἴδια τετράγωνα καὶ διάμετρα ἕως ἔλθῃ· καὶ τὴν Σελήνην δὲ ὁμοίως τῷ Ἡλίῳ σκέπτου. δεῖ δὲ καὶ τοῦτο παρατηρεῖν ὅτε τις εἰς πόλιν εἰσέλθῃ· τὰ δ κέντρα ὑπὸ τίνων ὁρῶνται καὶ ἡ Σελήνη πρὸς τίνας φέρεται; παρετηρήθη καὶ ὁ Καρκίνος οὐκ ἀγαθὸς ὡροσκοπῶν ἐν τῇ εἰσόδῳ τῆς πόλεως· οἱ γὰρ συντυγχάνοντες αὐτῷ ἔσονται κνιποί, καὶ οὐδὲν κερδανεῖ, εἰ δὲ καὶ δοῦναί τι μέλλει πλέον δώσει. ἴσθι δὲ καὶ τοῦτο καθολικῶς, ὅτι ὁ Ἄρης ἀπὸ Τοξότου τὴν Σελήνην ὁρῶν φαύλῳ σχήματι πληγὰς ἐπάγει κατὰ τὴν ὁδὸν ἢ ἑτέρας περιστάσεις.

μβʹ. Περὶ παραδόσεως τεχνῶν

Εἰσόμεθα δὲ εἰ εὐμαθεῖς ἔσονται οἱ παραδιδόμενοι εἰς μάθησιν τέχνης ἢ ἀμελεῖς ἀποβαίνουσι καὶ περὶ τίνα δὲ ἥ τε ἐπιμέλεια καὶ ἡ κατόρθωσις γένοιτο ἂν ἢ ἡ ῥαθυμία. ὁ μὲν ὡροσκόπος τὰ κατὰ τὸν διδάσκαλον σημαίνει, τὸ δὲ μεσουράνημα τὸν συνιστῶντα οἷον τὸν δεσπότην, τὸ δὲ δῦνον τὸν μαθησόμενον, τὸ δὲ ὑπὸ γῆν τὴν τοῦ μαθήματος ἀπόβασιν, τῆς θεωρίας κατὰ τὸν συγκρατικὸν λόγον ληφθείσης ὁμοιοτρόπως τοῖς ἄνωθεν εἰρημένοις. εἰδότες οὖν τὸν τρόπον τοῦτον ἐπὶ τῶν παραδιδομένων εἰς μάθησιν τεχνῶν ἐπιτηρήσωμεν τὴν Σελήνην πλήθουσαν καλῶς κειμένην μετὰ τοῦ Ἑρμοῦ καὶ αὐτοῦ καλῶς κειμένου καὶ ἀνατολικοῦ καὶ ἐν τοῖς ἀνθρωποειδέσι ζῳδίοις ὄντος ἢ καὶ πρὸς αὐτὰ ἐσχηματισμένων, καὶ τότε παραδώσομεν εἰς τὰς μαθήσεις. μγʹ. Περὶ ἐλευθερώσεως

Ὁ δὲ ὡροσκόπος ἔσται ὁ ἐλευθερούμενος. ὁποῖος δὲ ἔσται οὗτος γνώσει ἐκ τοῦ κυρίου τοῦ ζῳδίου καὶ τοῦ πρὸς αὐτὸν σχηματισμοῦ· εἰ μὲν γὰρ ἀνατολικὸς τύχῃ ἀφεθήσεται αὐτεξούσιος καὶ τὴν ἐλευθερίαν καρπώσεται, ἐὰν δὲ δυτικὸς συκοφαντίαν τινὰ ἕξει. τὸ δὲ μεσουράνημα τὸν τόπον ἐν ᾧ γίνεται μηνύσει, τὸ δὲ δῦνον τὸν ἐλευθεροῦντα — ὁποῖος δέ ἐστιν ἀπὸ τοῦ κυρίου τοῦ ζῳδίου —, τὸ δὲ ὑπὸ γῆν τὰς ἐκβάσεις τῆς ἐλευθερίας κατὰ τὰς τῶν ἀστέρων δηλονότι ἐφοράσεις. τοῦ δὲ κυρίου τοῦ ὡροσκόπου ἐναντιουμένου τῷ δυτικῷ ἐναντίοι καὶ ἐχθροὶ ἔσονται ὁ ἐλευθερώσας καὶ ὁ ἐλευθερωθείς.

Φυλάσσειν δὲ χρὴ ἐν πρώτοις τὴν Σελήνην ἀκάκωτον καὶ ἀγαθῷ συνάπτουσαν, ἐπεὶ τὸ ἐναντίον παθούσης ἡ δουλεία πολλῷ ἀμείνων ἔσται τῆς ἐλευθερίας ὥς φησι Δωρόθεος. ὁρατέον δὲ καὶ τὰ ἡμισφαίρια τό τε ὑπὲρ γῆν καὶ τὸ ὑπὸ γῆν· οἱ γὰρ ὑπὸ γῆν τὰ ἐν τῇ ἐλευθερίᾳ σημαίνουσιν. καὶ εἰ μέν τις τῶν ἀγαθοποιῶν ἐν τῷ ὑπὸ γῆν ἡμισφαιρίῳ τύχοι πάντα καλά, τουτέστιν ἐὰν ἀγαθοποιὸς ἀστὴρ μετὰ τὴν καταρχὴν τῆς ἐλευθερίας πρῶτος ἀνατείλῃ. ἐὰν δὲ Σελήνη μετὰ κακοποιοῦ συνοδεύουσα ἐν τῷ δυτικῷ τύχῃ εὐθέως μετὰ ἐλευθερωθῆναι διαφέρει. μδʹ. Περὶ σκευῶν καινῶν χρήσεως

Σκεύεσι δὲ ἢ ἱματίοις πρώτως χρηστέον τῆς Σελήνης οὔσης ἐν Κριῷ, Ταύρῳ, Καρκίνῳ, Παρθένῳ, Σκορπίῳ, Ἰχθύσι τῷ τε φωτὶ αὐξομένης καὶ μετὰ τῶν ἀγαθοποιῶν οὔσης ἢ τούτοις κατὰ σχῆμα ἢ σῶμα συναπτούσης ἢ καὶ ὡροσκοπούντων τῶν ἀγαθοποιῶν ἄνευ τῆς τῶν φθοροποιῶν κοινωνίας. μεʹ. Περὶ δείπνου

Ἤδη δέ τινες ἐξέθεντο πῶς χρὴ εἰδέναι τὰ περὶ δείπνου καὶ πῶς ἀποβήσονται. δεῖ πήξαντας τὰ κέντρα ἀπονεῖμαι τῷ μὲν ὡροσκόπῳ τοῦ δείπνου τὴν ἀρχήν, τῷ δὲ μεσουρανήματι τὸν δειπνοποιὸν καὶ τοὺς ὑπηρέτας. ἐστόχασται δὲ καὶ περὶ τῶν λοιπῶν ζῳδίων οὕτως ὥστε τὸ μὲν γʹ ζῴδιον τάξαι τοῖς σκεύεσιν, τὸ δὲ δʹ τῷ τόπῳ ἐν ᾧ ὁ δεῖπνος, τὸ δὲ εʹ τοῖς κεκλημένοις, τὸ δὲ ϛʹ τῷ οἴνῳ, τὸ δὲ ζʹ ταῖς κύλιξιν, τὸ δὲ ηʹ τοῖς ἀπαντῶσιν, τὸ δὲ θʹ τῷ μαγείρῳ, τὸ δὲ ιʹ τῷ ὀψωνοῦντι, τὸ ιαʹ τῇ παρασκευῇ, τὸ ιβʹ τῇ τῆς οἰκίας δεσποίνῃ. πεπηγμένων δὲ τούτων ἐπιθεωρητέον τὰ ζῴδια ὅπως ἕκαστον ἔχῃ καὶ συσχηματίζηται πρὸς τοὺς ἀστέρας καὶ τίνες αὐτῶν ἰδιοτοποῦσιν. ἐκ δὲ τῆς θεωρίας καὶ τῆς συγκράσεως καθʼ ἕκαστον εἶδος λαμβάνειν χρὴ ποῖον εἴη τοῦ δείπνου θυμῆρες καὶ πολυτελείας ἐχόμενον, ποῖον δὲ μέτριον· οὐ γὰρ ἀποτυγχάνει τις ἐπιμελέστερος παρακολουθήσας ταῖς τῶν τόπων διακρίσεσιν. μϛʹ. Περὶ ἀγώνων καὶ θεωριῶν

Ἐπὶ δὲ καταρχῆς ἀγώνων τε καὶ θεωριῶν μεριστέον τῇ σκηνῇ τὸν ὡροσκόπον, τὸ δὲ μεσουράνημα τῷ θεῷ ἢ τῷ βασιλεῖ, ἤγουν ᾧ ἐπιτελεῖται ἡ θεωρία, τὸ δὲ δῦνον τῷ ἐπιτελοῦντι τὸν ἀγῶνα, τὸ δὲ ὑπόγειον τοῖς ἀκροάμασιν. μζʹ. Περὶ ἐξοριζομένων καὶ φευγόντων καὶ βρεφῶν ἐκθέσεως

Περὶ δὲ τῶν ἐξοριζομένων, ἀλλοτριουμένων τῆς πατρίδος ληψόμεθα τὴν γνῶσιν ἀπὸ τῶν ἀστέρων οὕτως οἷς διαφέρει τὰ κέντρα κατὰ τὴν οἰκοδεσποτίαν αὐτῶν· οὗτοι γὰρ ἐν τοῖς ἑαυτῶν ταπεινώμασιν εὑρεθέντες καὶ ἐπιθεωρούμενοι ὑπὸ τῶν κακοποιῶν τοὺς ἐξορισμοὺς ἐργάζονται. κατὰ μὲν τῆς γενέσεως τὴν πῆξιν ὁπόταν ἔχωσι τὰ χρονικὰ ἢ καὶ αἱ ἀναφοραὶ τῶν ζῳδίων κατὰ τὸν αὐτὸν χρόνον συμπληρούμενοι τύχοιεν. τὸ δʼ αὐτὸ ἐπὰν ὁ οἰκοδεσπότης πάθῃ τοῦ γενομένου ἐκθέσεως αἴτιος γίνεται, καὶ ἐὰν μὲν ἀνατολικὸς ᾖ ὁ ἀστὴρ τὸ ἐκτεθὲν ζήσεται, εἰ δὲ δυτικὸς ἀποθνῄσκει. ἰδίως δʼ οἱ ἐν τοῖς ἰδίοις ταπεινώμασιν ἔχοντες τοὺς ἀστέρας κατὰ τὸ δυτικὸν κέντρον ἢ τὸ ὑπόγειον ἐξορίζονται ἢ ὑποπίπτουσι φυγαδείαις ἑκουσίαις. ἐπὰν δὲ ἐν τῷ ὡροσκόπῳ ἢ τῷ μεσουρανήματι εὑρεθῶσιν οἱ κακοποιοὶ ὄντες ἐν τοῖς ἰδίοις ταπεινώμασι δεσμοὺς καὶ συνοχὰς παρέχουσιν, ἀγαθοποιῶν δὲ συμφώνως ἐπιβλεπόντων αὐτοὺς ἀποκαθίστανται τοῖς οἰκείοις τόποις. καὶ τὸν ὡροσκόπον ἢ τὴν Σελήνην ὁρῶντες οἱ ἀγαθοποιοὶ ἐν τῇ ὥρᾳ τῇ κυρίᾳ τὴν ἐπάνοδον δηλοῦσιν. Ἄλλως

Ἐξοριζόμενον δεῖ λαμβάνειν τὸν ὡροσκόπον, τὸ δὲ δῦνον τὸν τόπον ἐν ᾧ ἀπέρχεται, τὸ μεσουράνημα τὴν πρᾶξιν ἢ τὸν ἐξορίζοντα, τὸ ὑπόγειον τὸ ἀποτέλεσμα. καὶ δεῖ σκοπεῖν τοὺς οἰκοδεσπότας τοῦ ὡροσκόπου καὶ τοῦ δύνοντος καὶ τοῦ μεσουρανήματος καὶ τοῦ ὑπογείου. μηʹ. Περὶ κριτηρίων καὶ νίκης καὶ ἥττης

Ἔστι δὲ καὶ ἕτερος τρόπος λαμβανόμενος ἐπὶ τοῖς κριτηρίοις χωρὶς τῶν δ κέντρων οὕτως. Σελήνη γὰρ αὐξομένη λαμβάνεται εἰς τὸν διώκοντα, ὁ δὲ Ἥλιος εἰς τὸν κατηγορούμενον καὶ ὑπόχρεων· μειουμένη δὲ ἔμπαλιν, τουτέστιν αὐτὴ μέν ἐστιν ὁ ὑπόχρεως, ὁ δὲ Ἥλιος τὴν τοῦ διώκοντος τάξιν ἀναλαμβάνει. ἐπισκεψάμενοι οὖν τίς μᾶλλον καλῶς κεῖται τόπῳ, ὁρίοις, μαρτυρίαις ἀγαθαῖς καὶ τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ, οὕτω προαιροῦμεν ἀπὸ τῆς τῶν πλειόνων ψήφου καὶ ῥοπῆς τὸν νικήσοντα τῆς πανσελήνου λαμβανομένης εἰς μεγάλην στάσιν καὶ ἔριν καὶ ἀπώλειαν.

Ἐπιτήρησις δέ ἐστιν ἑτέρα περὶ τῶν αὐτῶν οὕτως. ὁρίσαι γὰρ χρὴ τὸν μὲν τὸ πρᾶγμα καταγγέλλοντα Σελήνης ἀπόρροιαν εἶναι, τὸ δὲ πρᾶγμα αὐτὴν τὴν Σελήνην, τὴν δὲ συναφὴν τὸν κατηγορούμενον, ἐκ δὲ τῶν ὁρίων καὶ τῶν ἀστέρων δηλοῦν περὶ τοῦ πράγματος. ἡ δὲ αὐτὴ αἵρεσις καὶ ὁ τρόπος περὶ ὁδοιπορίας καὶ μετοικισμοῦ χρήσιμος ἔσται. ἀσφαλέστερον δὲ καὶ φανερώτερον ἐπὶ τῶν κριτηρίων μάθοιμεν ποδαπός τε εἴη ὁ κατήγορος καὶ ὁ κατηγορούμενος, ἔτι δὲ καὶ ὁ κριτὴς καὶ ἡ ἔκβασις τοῦ πράγματος ἐκ τῶν δ κέντρων ὡς προλέλεκται, τοῦ δὲ Ἑρμοῦ ἀεὶ παραλαμβανομένου, ὑπαύγου μὲν ὄντος χρησίμου τοῖς ἐγκαλουμένοις καὶ τοῖς λαθραῖόν τι πράττουσιν, ἀνατολικοῦ δʼ ὄντος τοῖς ἐγκαλοῦσι καὶ φανερῶσαί τι βουλομένοις. τὴν δὲ Σελήνην ἐπιτηρεῖν χρὴ ἐν τῇ κρισίμῳ ἡμέρᾳ, καὶ ἐὰν τύχῃ οὖσα ἐν Ζυγῷ, καὶ μάλιστα δύνουσα, ἀσύμφορος τῷ ἀδίκῳ δίκην εἰσάγοντι — ἡττηθήσεται γάρ —, ὁ δὲ δικαίως ἐγκαλῶν νικήσει.

Οἱ κακοποιοὶ ἰδιοτοποῦντες καὶ ἐπίκεντροι καὶ ἀνατολικοὶ ἄδικον δίκην παρέχουσι τῷ οἰκείῳ αὐτῶν προσώπῳ.

Σκοπεῖν δὲ χρὴ τὸν δεύτερον τόπον καὶ τὸν ηʹ καὶ τὰς τῶν ἀστέρων πρὸς αὐτοὺς μαρτυρίας ἵνα γνῶμεν τοὺς βοηθοῦντας ἑκατέρῳ προσώπῳ· ὁ μὲν γὰρ δεύτερος τοῦ διώκοντος ἐμφαίνει τοὺς συμμάχους, ὁ δὲ ηʹ τοῦ φεύγοντος. οἱ δʼ ἀγαθοποιοὶ οἷς ἐπαναφέρονται ἐκεῖνοι κρειττόνως ἀπαλλάξουσιν, οἱ δὲ κακοποιοὶ χειρόνως. σκοπεῖν δὲ χρὴ καὶ τὸν τοῦ μεσουρανήματος δεσπότην· οὗτος γὰρ ᾧτινι συνοικειωθῇ προσώπῳ ἤτοι τῷ διώκοντι ἢ τῷ φεύγοντι ἢ μαρτυρηθῇ ὑπʼ αὐτοῦ ἢ τοὺς τόπους καταλλάξῃ μετʼ αὐτοῦ ἢ ὑπὸ ἑνὸς ἀστέρος οἰκοδεσποτηθῇ ἢ εἰς τοὺς τόπους ᾖ αὐτοῦ τοῦτον μᾶλλον τοῦ ἑτέρου ἐν εὐελπιστίᾳ ποιεῖ εἶναι.

Οὐ χρὴ δὲ ἐκ μόνων τῶν δ κέντρων περὶ τῶν τοιούτων καταστοχάζεσθαι, ἀλλὰ δεῖ καὶ τὴν Σελήνην ὁρᾶν πῶς διάκειται καὶ ἔτι τὰς ἀπορροίας καὶ τὰς συναφὰς τῆς Σελήνης. ἐὰν δὲ σινωθείσης τῆς Σελήνης οἱ κακοποιοὶ αὐτὴν ἐφορῶσι κακὸν σημεῖον τοῦ διώκοντος· οὐ γὰρ μόνον ἡττηθήσεται, ἀλλὰ καὶ ὑβρισθήσεται καὶ βλαβήσεται. ἡ Σελήνη ὅταν ᾖ συνοδικὴ ὑπὸ τὰς αὐγὰς τοῦ Ἡλίου τότε ὁ ἰσχυρότερος νικήσει τὸν ταπεινότερον.

Ἐὰν δὲ χρηματιστικὴ ᾖ ἡ δίκη οὕτω δεῖ σκοπεῖν. Σελήνη αὐξιφωτοῦσά ἐστιν ὁ δανειστής, ὁ δὲ Ἥλιος ὁ ὀφειλέτης, εἰ δὲ ἡ Σελήνη λήγει ἀνάπαλιν ὁ μὲν Ἥλιος ὁ δανειστής, ἡ δὲ Σελήνη ὁ χρεώστης. ὅστις οὖν ἐκ τῶν δύο κεῖται ἐν κρείττονι τόπῳ καὶ οἰκειοτοπεῖ μᾶλλον τοῦ ἑτέρου καὶ ἀγαθύνεται μᾶλλον ἐκεῖνος τὸ οἰκεῖον πρόσωπον ἀπεργάζεται τοῦ ἑτέρου ἰσχυρότερον.

Δεῖ δὲ καὶ τὸν τῆς τύχης κλῆρον σκοπεῖν καὶ τὸν οἰκοδεσπότην τοῦ κλήρου· εἰ μὲν γὰρ τῷ ὡροσκόπῳ προσνεύει ὁ διώκων ἰσχυρότερος ἔσται, εἰ δὲ τῇ δύσει ὁ φεύγων. ἐὰν δὲ ὁ κλῆρος τετραγωνίζῃ τόν τε ὡροσκόπον καὶ τὸ δῦνον, εἰ μὲν ὑπὸ γῆν εἴη διαλλαγήσονται αὐτοὶ καθʼ ἑαυτοὺς οἱ μαχόμενοι, εἰ δὲ μεσουρανοίη οἱ κριταὶ αὐτοὺς διαλλάξουσιν.

Ἐὰν δὲ οἱ κύριοι τοῦ τε ὡροσκόπου καὶ τοῦ δύνοντος τύχωσιν ὄντες ὁμοῦ ἐν ἑνὶ ζῳδίῳ οἱ δικαζόμενοι οἰκεῖοι ἔσονται ἀφʼ αἵματος ἀλλήλων. καὶ εἰ μὲν εἴη ἑρμαϊκὸν τὸ ζῴδιον τὸ ὑποδεξάμενον τοὺς δεσπότας τοῦ τε ὡροσκόπου καὶ τοῦ δύνοντος ἔστω πατὴρ τέκνῳ δικαζόμενος ἢ πάππος ἐγγόνῳ ἢ τοιαῦτα πρόσωπα, ἐὰν δὲ ἀφροδισιακὸν ἔστω ἡ δίκη ἢ ἀνδρὸς πρὸς γαμετὴν ἢ ἀδελφοῦ πρὸς ἀδελφὴν ἢ πατρὸς πρὸς θυγατέρα ἢ τοιαῦτα, ἐὰν δὲ Ἄρεως ᾖ τὸ ζῴδιον ἔσται ἡ μάχη ἢ ἀδελφῶν πρὸς ἀλλήλους ἢ ἀνεψιῶν ἢ τῶν τοιούτων, ἐὰν δὲ Διὸς ἔσται ὁ δικαζόμενος ἤτοι πρεσβυτέρῳ ἀδελφῷ ἢ θείῳ ἢ τοιούτῳ τινί, ἐὰν δὲ κρονικὸν ἔσται ἡ δίκη πρὸς πατέρας ἢ πάππους ἢ τοιούτους, εἰ δὲ ἡλιακὸν πρὸς πατέρας ἢ ἐνδοξοτέρους, εἰ δὲ σεληνιακὸν πρὸς μητέρας ἢ θείας ἢ τοιαύτας. ἐὰν δὲ οἱ τῶν κέντρων δεσπόται μὴ ὦσιν ὁμοῦ ἐν ἑνὶ ζῳδίῳ δηλονότι ἀλλότριοι ἔσονται ἀλλήλων οἱ μαχόμενοι καὶ οὐκ ἴδιοι.

μθʹ. Περὶ εἰργομένων

Περὶ δὲ τῶν εἰργομένων ἐπιτηρητέον τὴν Σελήνην καθʼ αὑτὴν ἐν ποίῳ ζῳδίῳ τυγχάνει ἐν τῇ ὥρᾳ τοῦ εἴργεσθαι. καὶ ἐρεύνησον ἐν τῷ τοῦ Δωροθέου βιβλίῳ καὶ εὑρήσεις τὸ ἀποβησόμενον. νʹ. Περὶ δραπετῶν

Ἔγραψεν ὁ Δωρόθεος ἐν τῷ ἄλλῳ βιβλίῳ· ὧδε λέγομεν τὰ τοῦ Νικαέως Πρωταγόρου. ἐὰν εὑρεθῇ ὁ οἰκοδεσπότης τοῦ ὡροσκόπου τῆς φυγῆς ἀναποδίζων ὁ φυγὼν αὐτομάτως ἐπανελεύσεται, ἐὰν δὲ ἐν ἰδίῳ οἴκῳ ἢ ὁρίοις μὴ ἀναποδίζων ὁ ἀποδράσας ἔνδον τῶν οἰκείων ἢ ἐν τῇ πόλει ἢ ἐν τῇ περιχώρῳ εὑρεθήσεται, καὶ θᾶττον ἐὰν ἐν τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ τύχῃ ὡσπεροῦν βραδύτερον εἰ ἐν τῷ ὑπὸ γῆν.

Τῆς Σελήνης οὔσης ἐν τῷ μεσουρανήματι — τουτέστιν ἐν τῷ δεξιῷ τετραγώνῳ τοῦ ὡροσκόπου — διὰ τῶν δεξιῶν μερῶν τῆς οἰκίας ἀφʼ ἧς ὁ δραπέτης ἤρξατο τῆς φυγῆς τὴν πάροδον πεποίηται, ἐν δὲ τῷ εὐωνύμῳ τετραγώνῳ ὁμοίως διὰ τῶν ἀριστερῶν· ὁ γὰρ ὡροσκόπος ἀντὶ τῶν πυλῶν τῆς οἰκίας νοεῖται. ἡ δὲ Σελήνη βορρᾶν κατερχομένη μηνύει τὸν φυγόντα κατὰ μεσημβρίαν πορεύεσθαι καὶ εὑρεθήσεσθαι ἐν ἡμέραις κε, νότον δὲ κατερχομένη ἐν τοῖς κατὰ δύσιν τόποις ἐν ἡμέραις μβ ἐν καθύγροις τόποις καὶ ἀνημέροις ἢ δυσχειμέροις, νότον δὲ ἀνερχομένη ἐν τοῖς ἀνατολικοῖς καὶ δυσκόλως μηνυθήσεσθαι ἐν ἡμέραις ξδ, βορρᾶν δὲ ἀνερχομένη ἐν τοῖς ἀρκτικοῖς τόποις καὶ δυσκόλως εὑρεθήσεσθαι μηνύει.

Καὶ ἐκ τῆς τῶν ζῳδίων δὲ φύσεως καταστοχαστέον τὸν τόπον εἰς ὃν ἀπελεύσεται ὁ φυγών· οἷον Κριὸς μὲν νομαίους καὶ πεδινοὺς σημαίνει, Ταῦρος δὲ ἐπιπέδους καὶ πεπονημένους τόπους, Δίδυμοι δὲ … , Καρκίνος δʼ ἐνύδρους καὶ χερσαίους καὶ ὑψηλούς, Λέων δὲ προσάντεις καὶ τραχεῖς καὶ ἐρήμους, Παρθένος δὲ σιτοσπόρους, Ζυγὸς δὲ πεδινούς, Σκορπίος τραχεῖς καὶ λῃστρικούς, ἔχοντας καὶ ἀμπελῶνας, Τοξότης τραχεῖς, ἔχοντας καὶ ἀμπελῶνας, Αἰγόκερως δὲ ὑδρηλὰ χωρία καὶ παραθαλάσσια, Ὑδροχόος τραχεῖς, παραποταμίους καὶ ὑλώδεις, Ἰχθύες δὲ λιμνώδεις καὶ ἑλώδεις.

Τινὲς δὲ καὶ τὰ κέντρα ἐμέρισαν οὕτως· τὸ μὲν δῦνον τῷ φεύγοντι, τὸ δὲ μεσουράνημα τῷ δεσπότῃ, τὸν δὲ ὡροσκόπον τοῖς ἀποκλαπεῖσιν, τὸ δὲ ἀντιμεσουράνημα τῷ ἀναπείσαντι. τινὲς δὲ καὶ οὕτω πάλιν ἀπονέμουσιν· τὴν μὲν Σελήνην καὶ τὸν ὡροσκόπον τῷ φεύγοντι, τὸν δὲ Ἥλιον καὶ τὸ μεσουράνημα τῷ κυρίῳ.

Ἐπιμελέστερον δὲ χρὴ προσέχειν τῇ Σελήνῃ· ἐμφαίνει γὰρ πάντα. καὶ πρῶτον τὸ ὑπὲρ γῆν ἡμισφαίριον διοδεύουσα εὔκολον τὴν εὕρεσιν ποιεῖται, τὸ δὲ ὑπὸ γῆν δύσκολον. καταληφθεῖσα δὲ ἐν τῷ ὡροσκόπῳ ἡ Σελήνη ἢ ἐν τῇ ἐπαναφορᾷ αὐτοῦ ἢ ἐν τῷ ιβʹ τόπῳ πρὸς ἀνατολὰς τὴν φυγὴν ἀπονέμει γεγονέναι, ἐν δὲ τῷ μεσουρανήματι πρὸς ἄρκτον, ἐν δὲ τῇ δύσει πρὸς δύσιν, ἐν δὲ τῷ ὑπὸ γῆν κέντρῳ πρὸς μεσημβρίαν. δηλώσουσι δὲ καὶ τὰ κέντρα τὴν ἔξοδον διʼ ἧς ἀναχωροῦσι πύλης οἱ φεύγοντες, καὶ τὸ μῆκος τῆς ὁδοῦ τὸ διάστημα τῶν ὡρῶν ἀπὸ τοῦ ὁρίζοντος ἢ τοῦ δύνοντος διʼ αὐτῆς τῆς Σελήνης. εὑρεθεῖσα γὰρ ἐν τροπικοῖς βραχεῖαν τὴν ὁδὸν τῆς φυγῆς καὶ βραδέως ὁδεύοντα καὶ οὐ μακρὰν ἀπὸ τοῦ τόπου ἀποδράσαντα σημαίνει, ἐὰν δὲ ἐν χερσαίοις καὶ λοξοῖς ἢ δισώμοις οὐκ ὀρθὰς τὰς πορείας ποιήσασθαι οὐδὲ αὐτὸν μόνον ἀποδεδρακέναι.

Κατὰ δὲ τὰς ἀνατολὰς ἢ δύσεις τοῦ ζῳδίου τήν τε ὀρθότητα καὶ σκολιότητα τῆς πορείας αὐτοῦ γνωστέον, τὰς δὲ ἀρχὰς ἀπὸ τῶν ἀνατολῶν, τὰ δὲ τέλη ἀπὸ τῶν δύσεων. τὰ δὲ ὕπτια τῶν ζῳδίων καὶ κίνδυνον τῷ φεύγοντι ἀποτελοῦσιν, καὶ μάλιστα ὅταν οἱ χαλεποὶ τῶν ἀστέρων προσγένωνται· βεβαιότερα γὰρ τὰ κακὰ ἔσεσθαι αὐτοῖς μηνύει, καὶ μάλιστα ὅταν ὑπὲρ γῆν ὁ Ἄρης σὺν τῇ Σελήνῃ γένηται ἢ καὶ στηρίζῃ, Κρόνου δὲ μερίζοντος ἀπάγχονται ἢ καὶ κρημνίζουσιν ἑαυτούς. συναπτούσης δὲ αὐτῆς τοῖς ἀγαθοποιοῖς ἢ κατεχόντων αὐτῶν τὴν ὥραν, τῶν κακοποιῶν συσχηματιζομένων, ἐν μετανοίᾳ ἀνακάμπτουσιν, ἀπεστραμμένων δὲ τῶν κακοποιῶν σχεδὸν ἐν ἐλευθερίᾳ ἔσονται. ἐὰν δὲ Ἀφροδίτη συμπαρῇ τῇ Σελήνῃ ἢ τῷ ὡροσκόπῳ ἐπίκεντρος ἢ ἰδιοτοποῦσα οὐ μόνον ἀνύβριστοι γίνονται ἀλλὰ καὶ παρακληθήσονται. μέσης δὲ εὑρεθείσης τῆς Σελήνης τῶν κακοποιῶν ἐν δεσμοῖς ἔσονται πολὺν χρόνον, ἔσθʼ ὅτε δὲ καὶ ἐν εἱρκταῖς ἀποθνῄσκουσιν, καὶ μάλιστα ἀλλοτριωθέντων τῶν ἀγαθοποιῶν. συναπτούσης δὲ Ἄρει σφαγήσονται.

Φυλακτέον δὲ καὶ ταῦτα. ἐπὰν γὰρ τῇ ἐπαναφορᾷ τοῦ ὡροσκόπου ἀστὴρ ἐπῇ καὶ πρότερον πεφευγέναι αὐτὸν μηνύει, ἐν δὲ τῇ ἐπαναφορᾷ ληφθεὶς πάλιν φεύξεται, καὶ τῆς Σελήνης ἐν τῷ ὡροσκόπῳ οὔσης ἄλλης οἰκίας καὶ οὐ τοῦ ζητοῦντος ἔσται ὁ φυγὼν πλὴν ἀναχθήσεται, ἐὰν δὲ ἀστήρ τις δύνῃ παραυτίκα εὑρεθήσεται καὶ πλησίον τοῦ οἴκου. ἀσύμφορον δὲ τοῖς φεύγουσι τὸ τὴν Σελήνην τοῖς ἀριθμοῖς προστιθέναι, ἀφαιρούσης δὲ σύμφορον. Ἥλιος δὲ δύνων ἢ μεσουρανῶν σύν τινι τῶν κακοποιῶν ἢ ἐπιθεωρούμενος σχήματι δραστικῷ — τουτέστι τετραγώνῳ ἢ διαμέτρῳ — πρὸ τῆς ἀνευρέσεως τοῦ δραπέτου τεθνήξεσθαι σημαίνει τὸν δεσπότην ἢ πολλαῖς ζημίαις καὶ βλάβαις περιβάλλει. Ἥλιος ὁρῶν τὴν Σελήνην ἐν τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ ταχέως τὴν μήνυσιν ποιεῖται διὰ τῶν συνιστορούντων, Κρόνος δὲ ὁμοίως ἐπὶ τῷ ἄνω κέντρῳ σὺν τῇ Σελήνῃ σημαίνει ταχέως τὴν παράδοσιν διὰ γυναικὸς ῥυπαρᾶς ἢ δούλης, ὑπὸ δὲ ἐλευθέρας γυναικὸς μηνυθήσεται ἐὰν Ἀφροδίτη ὁμοίως ἐν τῷ ἄνω κέντρῳ οὖσα σὺν τῇ Σελήνῃ μαρτυρούσῃ … . ἐάν τε ὁ ὡροσκόπος ἐν τετράποσι ζῳδίοις ὁμοίως τὰ αὐτὰ σημαίνει. καθʼ ἑαυτὴν δὲ μεσουρανοῦσα καθεύδοντες εὑρίσκονται, Ἑρμοῦ δὲ ἐπιδύνοντος αὐτῇ ἀναπεπεῖσθαι ὑπὸ τῶν γειτονούντων τινὸς ἢ συνεζηκότων αὐτῷ γνωστέον. Ἀφροδίτης δὲ καὶ Διὸς ἢ καὶ Ἡλίου μαρτυρησάντων συγγενὴς ἔσται ὁ πείσας καὶ φανήσεται ἐλεύθερος ὤν. ὡροσκοπούντων δὲ Ταύρου, Διδύμων, Καρκίνου, Λέοντος, Παρθένου, Σκορπίου, Ἰχθύων, ἐπιθεωροῦντος Διὸς καὶ Ἀφροδίτης, ἐν ἱεροῖς τόποις εὑρεθήσεσθαι δηλοῖ, τοῦ δὲ Ἄρεως μεσουρανοῦντος σὺν τῇ Σελήνῃ ὁ φυγὼν τομὴν ἕξει εἰς τὴν ὄψιν ἀπὸ σιδήρου. ἐὰν δὲ τύχῃ Κρόνος καὶ Ζεὺς καὶ Σελήνη ὡροσκοποῦντες ἀργύρια λαβεῖν σημαίνει, καὶ εὑρεθήσεται· οἱ ἀγαθοποιοὶ ὡροσκοποῦντες σὺν τῇ Σελήνῃ ἀμεριμνίαν τῷ φεύγοντι παρέξουσι μετὰ τὸ βαστάζειν καὶ ἱκανὰ χρήματα. Ἄρεως δὲ καὶ Κρόνου ἐπιδυνόντων σὺν Σελήνῃ εἴσω ρξ ἡμερῶν ἢ ρο εἰς τὴν τοῦ δεσπότου ἐξουσίαν ἐπανήξουσιν. Ἑρμῆς δὲ σὺν τῇ Σελήνῃ ὡροσκοπῶν ἢ μεσουρανῶν σημαίνει παῖδα ἢ παρθένον ἢ νεανίσκον, τούτων εὑρεθησομένων ἐπιδόντων τῶν κακοποιῶν περὶ ἡμέρας ν, Ἑρμῆς δὲ καὶ Ἄρης μεσῆλιξ ἔσται ὁ ζητούμενος, Κρόνος δὲ καὶ Ἑρμῆς καὶ Ἀφροδίτη ἀνὴρ καὶ γυνὴ καὶ υἱός, Κρόνος δέ, Ζεύς, Ἑρμῆς, Ἥλιος, Σελήνη εὐνοῦχος ἔσται ὁ δραπέτης. Ἄρεως, Ἀφροδίτης, Ἑρμοῦ ὡροσκοπούντων ἑρμαφρόδιτον σημαίνει, Διὸς δὲ καὶ Ἀφροδίτης καὶ Ἡλίου καὶ Σελήνης ἐλευθέρους δραπέτας, Ἄρεως δὲ ἐπιθεωροῦντος Δία κατισχομένους ὑπὸ ἐξουσίας τινὸς καὶ φρουρᾶς. Ἄρεως δὲ καὶ Κρόνου ὡροσκοπούντων ἑαυτοὺς παραδιδόασιν ἐξουσίαις τισίν. Ἄρης δὲ καὶ Ἀφροδίτη ὡροσκοποῦντες πολλὰ ἀναλώσειν εἰς ἀφροδίσια μηνύουσι καὶ διὰ τοῦτο τὴν φυγὴν ᾑρῆσθαι.

Τῆς δὲ Σελήνης ἀκριβοῦν τὰ σχήματα χρὴ καὶ τὰς συναφὰς καὶ τοὺς συνδέσμους καθὼς προείπομεν, σκοπεῖν δὲ ἐν ποίῳ ἀποκλίματι εὑρίσκεται ἀπὸ τῶν κέντρων πρὸς ἀνατολὰς ἢ δυσμὰς καὶ τὰ ἄλλα· ἐκ τούτου γὰρ εὔδηλον ἔσται οὐ μόνον περὶ τῶν ἀποδιδρασκόντων, ἀλλὰ καὶ τῶν τὰς μακρὰς ἀποδημίας ποιουμένων διά τε γῆς καὶ θαλάσσης. ἐν τοῖς περὶ τὸ δυτικὸν γὰρ κέντρον ζῳδίοις τυχοῦσα καὶ τοῖς ἀπὸ τοῦ μεσουρανοῦντος ἀποκλίμασι καταληφθεῖσα ἡ Σελήνη οὐκ ἐνόριον τὴν μετάστασιν ποιεῖται, ἐνόριον δὲ ἐν τῷ ὡροσκόπῳ καὶ τῷ μεσουρανήματι· ὡς ἐπὶ τὸ πλεῖστον γὰρ ἐν τῇ πόλει εὑρίσκονται ἀλύοντες καὶ παρά τινι καταγόμενοι. τῆς δὲ Σελήνης ἀσυνδέτου οὔσης τῷ Ἡλίῳ τε καὶ τῷ ὡροσκόπῳ κατὰ τὸν καιρὸν τῆς φυγῆς ἀνεύρετοι τυγχάνουσιν, συσχηματιζομένης δὲ καὶ ἐπὶ φάσεως καὶ τῇ ὥρᾳ συμφωνούσης ἄνευ βλάβης τινὸς τὴν εὕρεσιν ποιεῖσθαι δηλοῖ. οὔσης δὲ ἐν τῷ συνοδικῷ ζῳδίῳ λειψιφώτου καὶ μηδέπω τὰς τοῦ Ἡλίου συνεκδραμούσης αὐγάς, ἀσυνδέτου τε τῇ ὥρᾳ, ἀνεπάνοδος ὁ δρασμὸς ἀποτελεῖται, ὁμοίως καὶ ἔκλειψιν ποιουμένης, ἐν δὲ τοῖς συνδέσμοις ὡς ἐπὶ τὸ πλεῖστον ἐν δεσμοῖς τοὺς φυγάδας ἔσεσθαι μηνύει. καὶ τὰ ἀκούοντα δὲ ζῴδια καὶ βλέποντα προσπαραληπτέον· ἐν αὐτοῖς γὰρ γινομένη καὶ παροδεύουσα ἢ βλέπειν ἢ ἀκούειν τι περὶ αὐτῶν ποιεῖ.

Κἂν μηδὲν ἐνδεὲς ᾖ τῶν προδεδηλωμένων σχημάτων εἴσω τοῦ πρώτου τετραγώνου λαμβάνονται, ἐὰν δέ τι ἐλάχιστον ἢ ἐνδεὲς ᾖ τοῦ δευτέρου — τουτέστι τῆς διαμέτρου τῆς καταρχῆς —, ἐὰν δὲ πάλιν ἐλλείπῃ περὶ τὸ τρίτον τετράγωνον ἢ καὶ τὴν τούτων ἀποκατάστασιν τὴν τελείαν τοῦ κύκλου. ὁ δὲ Ἥλιος τούτων τὴν ἐμφάνειαν παρέξεται τρίγωνος ὢν ἐν τοῖς τριγώνοις τῆς πανσελήνου, τετράγωνος δὲ ἐν τοῖς τετραγώνοις τῆς συνόδου. ἐπὶ δὲ τῶν τὴν βραδεῖαν εὕρεσιν ὑποφαινουσῶν καταρχῶν μῆνας ὁρίζειν χρὴ κατὰ τὴν τοῦ Ἡλίου κίνησιν τὴν γινομένην ἐν τοῖς τριγώνοις.

Καταλαμβάνεται δὲ καὶ ἀπὸ τῶν γενέσεων τῶν δουλικῶν ἀπὸ τοῦ τοῦ Ἑρμοῦ ἀστέρος τὰ τῶν δρασμῶν· κακῶς γὰρ κειμένου ἢ ὑπὸ τῶν κακοποιῶν θεωρουμένου ἢ ἐνηλλαχότος τὰ ζῴδια ἢ τὰ ὅρια, μάλιστα δὲ μετὰ Ἄρεως, ἐν δὲ τῷ δυτικῷ καὶ τῷ ὑπὸ γῆν κέντρῳ εὑρισκόμενος ὁ ἀστὴρ οὗτος καὶ χωρὶς κακοποιῶν δρασμοὺς ἀπεργάζεται. ὅθεν προσεκτέον τῇ πρὸς Ἥλιον αὐτοῦ κινήσει· ὑπὸ γὰρ τὰς αὐγὰς τυγχάνοντος ὁ φυγὼν παραυτὰ κρυβήσεται, φυγόντος δὲ τὰς αὐγὰς καὶ ἀνατείλαντος φανήσεται, καὶ προσθετικοῦ γενομένου ἐπανήξει. Ἄρεως δὲ ὄντος ἐν ζῳδίῳ ἐν ᾧ τὴν ἀνατολὴν ποιεῖται καὶ συνοδεύουσα πονηρῷ προσώπῳ ἀποσφαγήσεται, εἰ δὲ ἀγαθοποιοὶ ἐπιθεωρήσουσι τοῦ μὲν θανάτου ῥύονται, δεσμοῖς δὲ καὶ κακοῖς αὐτὸν περιβάλλουσιν. τῶν κρατούντων ἀστέρων παραφυλάσσειν χρὴ τὰ δωδεκατημόρια· ἐπὰν γὰρ συνεκπέσῃ εἰς τὸν ὡροσκόπον ῥᾳδίως τέλους τυγχάνει τὰ πράγματα ἐπὶ πάσης καταρχῆς. λέγουσι δέ τινες ὅτι τῆς Σελήνης σὺν τῷ Ἡλίῳ ὑπαρχούσης ὁ φυγὼν πρὸς καιρὸν κρυβήσεται, διὸ ὁ τοιοῦτος μὲν παραυτίκα ζητηθεὶς εὑρίσκεται, εἰ δὲ μὴ παραυτίκα ζητηθεὶς δυσεύρετος γίνεται. καὶ περὶ μὲν δρασμῶν καὶ φυγῆς καὶ κλοπῆς τοσαῦτα. ρξεʹ. Περὶ καταρχῆς

Ἐν πάσῃ καταρχῇ ἐπιτηρητέον τὸν τοῦ ὡροσκόπου κύριον μὴ ἐμπεσεῖν εἰς τὸν ηʹ τόπον θανατικὸν καλούμενον μήτε εἰς τὸ τούτου διάμετρον, ἤγουν τὸν βʹ, μήτε συνεῖναι τῷ τοῦ ηʹ τόπου δεσπότῃ μήτε τὴν Σελήνην καθυπερτερεῖν ἢ τῷ κατὰ τετράγωνον ἢ διαμέτρῳ σχήματι· μήτε ὁ κύριος τοῦ ηʹ τόπου μήτε ὁ τοῦ βʹ τόπου κύριος ἔστω ἐν τῷ βʹ μήτε ἐναντιούσθωσαν ἀλλήλοις ἢ ἐπαναφερέσθωσαν τῇ Σελήνῃ, ἀλλʼ ἔστωσαν ὁ κύριος τοῦ ὡροσκόπου καὶ τοῦ σεληνιακοῦ ζῳδίου καὶ τοῦ κλήρου τῆς τύχης ἐπίκεντροι καὶ τοῖς ἀγαθοποιοῖς σχηματιζόμενοι κατὰ συμπαρουσίαν ἢ σχηματισμόν. συμφωνείτω δὲ καὶ ὁ κύριος τῆς τύχης τῷ Ἡλίῳ οἷον ἵνα ἡμέρας· δεῖ δὲ καὶ τὸν κύριον τοῦ ὡροσκόπου εἶναι ἐπίκεντρον, τὴν δὲ Σελήνην ἐν τῷ γʹ ἢ ιαʹ ἢ θʹ ἢ ιʹ τόπῳ μόνου τοῦ ὡροσκόπου τηρουμένου ἀπὸ τῆς παρουσίας αὐτοῦ. εἰ μὲν γὰρ ταῦτα πάντα προσκοπηθεῖεν ἐπὶ καταρχῆς καλῆς καὶ ὡς εἴπομεν συμβῶσιν δεξιῶς καὶ τὸ ζητούμενον προχωρήσει. εἰ δὲ σπουδὴ ἐπῇ, μὴ συντρέχουσι δὲ πάντα τὰ προειρημένα, χρηστέον τοῖς πλείοσι καὶ κατὰ καιρὸν δυνατοῖς.

Καθυπερτέρησις δέ ἐστιν ὁ τετράγωνος ὁ ἀπὸ τοῦ ιʹ τόπου πρὸς τὸν ἡγούμενον, οἷον ἔστω ὡροσκόπος Κριὸς καὶ ἔστω ἐν αὐτῷ Ζεύς, ὁ μεσουρανῶν Αἰγόκερως καὶ ἐν αὐτῷ ὁ Κρόνος· καθυπερτερεῖ οὖν ὁ Κρόνος τὸν Δία. ἐπαναφέρεσθαι δὲ λέγεται ὅταν ἀστὴρ ἀπορρεύσῃ ἀπό τινος ἀστέρος καὶ φέρηται ἐπὶ τὰ ἑπόμενα, οἷον ἔστω εἶναι τὴν Σελήνην ἐν τῷ εʹ, τὸν δὲ Ἄρην ἐν τῷ ϛʹ, ἢ ὅταν ὦσιν ἐν τῷ αὐτῷ ζῳδίῳ καὶ ἔχῃ ἡ μὲν Σελήνη μοίρας ι, Ἄρης δὲ ιε ἢ καὶ πλείονας, τότε ἐπαναφέρεται τῇ Σελήνῃ ὁ Ἄρης. σλθʹ. Περὶ σπορᾶς καὶ ἐκτέξεως

Ὅταν εὑρεθῇ ἡ Σελήνη ἐν τῇ ἐκτέξει ἐπὶ τοῦ ὡροσκόπου εἶναί φασιν οἱ παλαιγενεῖς Αἰγύπτιοι τὸ βρέφος τῆς μέσης ἀποκυήσεως, τουτέστιν ἡμερῶν σογ ὡρῶν η, ἐὰν δὲ εὑρεθῇ ἐν τοῖς ἑπομένοις ζῳδίοις τοῦ ὡροσκόπου ἔσται ὑπὲρ τὴν μέσην ἀποκύησιν, ἐὰν δὲ ἐν τοῖς ἡγουμένοις ζῳδίοις τοῦ ὡροσκόπου εὑρεθῇ τότε ἔσται ἐλαττόνων ἡμερῶν τῆς μέσης ἀποκυήσεως. ἐὰν οὖν εὑρεθῇ ἡ Σελήνη ἐν τοῖς ἑξῆς ζῳδίοις τοῦ ὡροσκόπου ἀρίθμει ἀπὸ τῆς μοίρας τοῦ ὡροσκόπου ἐπὶ τὴν Σελήνην καὶ τὰς γινομένας μοίρας μέρισον εἰς τὸ μέσον ἡμερήσιον κίνημα τῆς Σελήνης, ὅ ἐστι μοιρῶν ιγ λεπτῶν ι, καὶ τὰς πρὸς ταῖς ἡμέραις ὥρας περιλειφθείσας μέρισον ὁμοίως εἰς τὸ ὡριαῖον δρόμημα αὐτῆς, ὅ ἐστι λεπτὰ λγ, καὶ τὰς γινομένας ἡμέρας τε καὶ ὥρας πρόσθες ταῖς τῆς μέσης ἀποκυήσεως ἡμέραις σογ ὥραις η, καὶ τὴν γινομένην ποσότητα κούφισον ἀπὸ τῆς γενεθλιακῆς ἡμέρας εἰς τοὐπίσω· καὶ εὑρήσεις τὴν σπορίμην ἡμέραν. ἐὰν δὲ εὑρεθῇ ἡ Σελήνη ἐν τοῖς προανηνεγμένοις ζῳδίοις τῆς ὥρας ἐν τῇ ἐκτέξει ἔμπαλιν ποίει. ἀρίθμει ἀπὸ τῆς Σελήνης ἐπὶ τὴν τοῦ ὡροσκόπου μοῖραν καὶ τὰς γινομένας μοίρας μέρισον ὁμοίως εἰς τὸ μέσον ἡμερήσιον δρόμημα τῆς Σελήνης καὶ ὡριαῖον, καὶ τὰς γινομένας ἡμέρας τε καὶ ὥρας κούφισον ἀπὸ τῶν τῆς μέσης ἀποκυήσεως ἡμερῶν σογ ὡρῶν η, καὶ τὰς ὑπολοίπους ἀπὸ τῆς γεννητικῆς ἡμέρας ἀφαίρει· καὶ εὑρήσεις παχυμερῶς τὴν σπορίμην ἡμέραν τε καὶ ὥραν. ὑπὲρ δὲ τοῦ ἀκριβέστερον εὑρεῖν ἀρίθμει τὸν Ἥλιον καὶ τὴν Σελήνην κατὰ τὴν ἀναφανεῖσαν ἡμέραν τε καὶ ὥραν τῆς σπορᾶς· καὶ ἐὰν εὕρῃς τὴν γενεθλιακὴν Σελήνην ἐν τοῖς ἑπομένοις ζῳδίοις τοῦ τῆς σπορᾶς Ἡλίου λέγε τὴν σπορὰν ἐν ἡμέρᾳ γεγενῆσθαι, ἐὰν δὲ τὴν γενεθλιακὴν Σελήνην εὕρῃς ἐν τοῖς προανηνεγμένοις ζῳδίοις τοῦ τῆς σπορᾶς Ἡλίου λέγε τὴν σπορὰν ἐν νυκτὶ γεγενῆσθαι. ἐὰν τοίνυν εὑρεθῇ ἡ σπορὰ ἐν ἡμέρᾳ ἀρίθμει ἀπὸ τοῦ τῆς σπορᾶς Ἡλίου ἕως τοῦ γενεθλιακοῦ Ἡλίου τὰς μεταξὺ μοίρας, καὶ μαθὼν ἐν ποίαις μοίραις ἀναφέρονται κατὰ τὸ οἰκεῖον κλίμα μέρισον παρὰ τοὺς ὡριαίους χρόνους τοὺς περὶ τῆς ἡλιακῆς μοίρας ἐκείνης τῆς ἡμέρας ἢ ἐν ᾗ ἐνέπεσεν ἡ σπορά, καὶ ὅσας ἂν εὕρῃς ὥρας ἢ καὶ μόρια λέγε ταύτην εἶναι ἀκριβῆ ὥραν τῆς σπορᾶς. καὶ κατʼ ἐκείνην τὴν ὥραν ἀρίθμησον τὴν Σελήνην ἀκριβῶς καὶ ἐφʼ ἧς ἐστι μοίρας αὕτη ἐστὶν ἡ τοῦ ἀκριβοῦς ὡροσκόπου τῆς γενέσεως μοῖρα. δῆλον δὲ ὡς καὶ ἡ ὡροσκοποῦσα μοῖρα τῇ ὥρᾳ τῆς σπορᾶς ἡ αὐτή ἐστι τῇ τῆς γενέσεως Σελήνης καθὼς εἴπομεν. ἐὰν οὖν ἐκ τῶν προειρημένων εὑρεθῇ ἡ μοῖρα τῆς σπορίμης Σελήνης σύμφωνος τῇ τοῦ ὡροσκόπου μοίρᾳ εἴπομεν ἀκριβῶς δίδοσθαι τὴν ὥραν τῆς γενέσεως, ἐὰν δὲ παρηλλαγμέναι ὦσιν αἱ μοῖραι καὶ εὑρεθῇ ἡ σπορίμη Σελήνη ἐλαττόνων μοιρῶν τοῦ κατὰ τὴν δοθεῖσαν ὥραν εὑρεθέντος ὡροσκόπου δῆλον ὡς … τὴν σπορίμην Σελήνην. ἐὰν δὲ ἐν νυκτὶ ἡ σπορὰ εὑρεθῇ ἔμπαλιν ποίει ἀπὸ τῆς γεννητικῆς Σελήνης ἕως τοῦ τῆς σπορᾶς Ἡλίου καὶ τὰ αὐτὰ ποίει τοῖς προλελεγμένοις.

Ὑπόδειγμα· ἔστω τινὰ τετέχθαι ἐν τῷ ϙζʹ ἔτει ἀπὸ τῆς Διοκλητιανοῦ βασιλείας ἤτοι ἐν τῷ ͵εωπθʹ ἀπὸ τῆς κτίσεως κόσμου Ἀθὺρ λʹ ὥρᾳ ϛʹ, καθʼ ἣν ὥραν εὕρομεν τὸν μὲν Ἥλιον Τοξότου μοίρᾳ δʹ ἔγγιστα, τὴν δὲ Σελήνην Ταύρου λεπτῷ μζʹ, τὸν δὲ ὡροσκόπον Ὑδροχόου μοίρᾳ κεʹ. ἐπεὶ οὖν εὑρέθη ἡ Σελήνη ἐν τοῖς ἑπομένοις ζῳδίοις τοῦ ὡροσκόπου ἀριθμεῖν χρὴ ἀπὸ τοῦ ὡροσκόπου ἕως τῆς μοίρας τῆς Σελήνης, καὶ εὕρομεν μοίρας ξε λεπτὰ μζ· ἃς παραβάλλοντες παρὰ τὸ ἡμερήσιον κίνημα τῆς Σελήνης, τουτέστι ιγ μοίρας, εὕρομεν ἡμέρας ε, καὶ τὰ ὑπόλοιπα λεπτὰ μζ ὁμοίως παραβάλλοντες παρὰ τὸ ὡριαῖον μέσον δρόμημα τῆς Σελήνης εὕρομεν ὥρας α γʹ ἔγγιστα. τὰς οὖν ἡμέρας ε καὶ ὥραν μίαν γʹ προσεθήκαμεν ταῖς ἡμέραις τῆς πρώτης ἀποκυήσεως σογ τρίτον καὶ ἐγένοντο ἡμέραι σοη καὶ ὧραι ἐννέα τρίτον, ἀνακουφισάντων δὲ ἡμῶν ταύτας εἰς τοὐπίσω ἀπὸ τῆς γενεθλιακῆς ἡμέρας καὶ ὥρας Ἀθὺρ λʹ ἤγουν Νοεμβρίου ὥρᾳ … ἔφθασεν εἰς Μεχεὶρ κϛʹ εἰς κζʹ ἤγουν Φεβρουαρίου ὥρᾳ νυκτὸς ηʹ· κουφιζομένου καὶ τοῦ τετάρτου μέρους ἐμβολίμου ἡμερονυκτίου, ὥρας ϛ, εὑρίσκεται … ἔτει Μεχεὶρ κϛʹ εἰς κζʹ ἤτοι Φεβρουαρίου ὥρα δευτέρα, καθʼ ἣν ὥραν τὸν Ἥλιον εὑρήκαμεν Ἰχθύων μοίρᾳ ..., τὴν δὲ Σελήνην Ὑδροχόου μοίρᾳ ... σμʹ. Περὶ καταρχῆς

Ἐν ταῖς καταρχαῖς δεῖ προσέχειν καὶ τῇ φύσει τῶν ζῳδίων. ὁ γὰρ Σκορπίος ἐγγὺς ὢν τοῦ Ζυγοῦ πολὺ αὐτοῦ διαλλάττει· ὁ μὲν γὰρ Ζυγὸς πρὸς τὸ δίκαιον καὶ ἀγαθὸν νένευκεν, ὁ δὲ Σκορπίος πρὸς τὰ ἐναντία καὶ βλαπτικά. τῆς οὖν Σελήνης τὴν φάσιν ἐχούσης ἐν Ζυγῷ ὁ μὲν ἀποδρὰς ῥᾳδίως ἐπανήξει, ὁ δὲ τὴν ἄδικον δίκην εἰσάγων ἡττηθήσεται ὑπὸ τοῦ τὴν δικαίαν ἔχοντος, τὸ δὲ ἀπολωλὸς εὑρεθήσεται· καὶ λήψεις καὶ δόσεις καὶ κοινωνίας ποιεῖσθαι συνοίσει, δανείζειν τε καὶ δανείζεσθαι καὶ εὔχεσθαι καὶ αἰτεῖσθαι ἀμοιβὰς καὶ χάριτας, ἀσύμφορον δὲ καὶ οὐκ ἐπʼ ἀγαθὸν κλέπτειν, ἁρπάζειν, ἐπιορκεῖν, ψεύδεσθαι ἢ ὅλως ἄδικόν τι πράττειν. ἐν δὲ τῷ Σκορπίῳ τῆς Σελήνης γενομένης τοὐναντίον—ἄδικα καὶ βίαια τοῖς ἐγχειροῦσι συνοίσει, ἀσύμφορον δὲ εἰς γάμον συντελεῖν.

Καλῶς δὲ κειμένης μεθʼ Ἑρμοῦ ἐν τοῖς ἀνθρωποειδέσι ζῳδίοις καλὸν χρησμοὺς λαμβάνειν, ὀνειροπολεῖσθαι, περὶ προγνώσεις ἀσχολεῖσθαι, ἐν δὲ τοῖς αἰνιγματώδεσι ζῳδίοις καὶ ἀφώνοις, καὶ μάλιστα μετὰ Κρόνου, φαντασίας κατοιχομένων καὶ θηρίων ἢ δεσμωτῶν ἀποδείκνυται, τοῦ δὲ Διὸς ὁρῶντος αὐτὴν διὰ προφητῶν καὶ βασιλέων ἢ ἱερῶν ζῴων ἢ ἐπισήμων ἀνδρῶν καὶ ἀληθῶν, τοῦ δὲ Ἄρεως διὰ τῶν οἰκείων ὅπλων καὶ ἁρπαγῶν, στρατιῶν, σφαγῶν καὶ δεισιδαιμονιῶν, τοῦ δὲ τῆς Ἀφροδίτης διὰ λίθων πολυτελῶν καὶ γυναικείων κόσμων καὶ προσώπων.

Οὔσης δὲ τῆς Σελήνης ἐν τοῖς καθύγροις ὑδραγώγια κατασκευάζειν, φρεάτων τε ὀρυγὰς μαρτυροῦντος Κρόνου ἢ καὶ Ἑρμοῦ, τὸν δὲ Ἄρεα μετὰ τῆς Ἀφροδίτης παραληπτέον ἐπὶ τῶν βαλανείων καὶ πλοίων τίθεσθαι τρόπεις καὶ νεουλκεῖν ἢ καθέλκειν εἰς θάλασσαν καὶ τὰ πλευστικὰ ἄρμενα ὠνεῖσθαι.

Τῆς Σελήνης οὔσης Τοξότῃ, Αἰγοκέρωτι, Ὑδροχόῳ, Ἰχθύσιν, Καρκίνῳ, Ἀφροδίτης καὶ Ἑρμοῦ συμπαρόντων ἢ μεσουρανούντων ἢ ἐπιθεωρούντων, ἀπόντων τῶν κακοποιῶν, συνοίσει γῆν πρίασθαι, καὶ φυτεύειν ἐν Σκορπίῳ καὶ Παρθένῳ, κήπους δὲ καὶ ἀμπελῶνας Καρκίνῳ, Ἰχθύσιν, Ὑδροχόῳ, καὶ μάλιστα ἐν ἀνατολῇ οὔσης τῆς Σελήνης, ἐφορώντων Ἑρμοῦ, Ἀφροδίτης. σώματα δὲ ἀγοράζειν καὶ πωλεῖν ἐν τοῖς ἀνθρωποειδέσιν οὔσης αὐτῆς μετὰ τῶν ἀγαθοποιῶν καὶ Ἑρμοῦ, ἀπέστωσαν δὲ οἱ κακοποιοί. ἐν δὲ τοῖς κτηνώδεσι — Σκορπίῳ, Κριῷ, Τοξότῃ — κτήνη καθιστᾶν, ἀγέλας δὲ Κριῷ, Αἰγοκέρωτι. ἐν δὲ Διδύμοις ἱπποτροφεῖν ἄμεινον, βοοτροφεῖν δὲ Καρκίνῳ, Ταύρῳ.

Σύμφορον δὲ γυναικὶ πρώτως ὁμιλεῖν ἐν Ζυγῷ οὔσης αὐτῆς· προσφιλεῖς γὰρ καὶ ἡνωμέναι γίνονται. τοὐναντίον δὲ Σκορπίῳ, Τοξότῃ, Λέοντι· ταχὺ γὰρ διαλύονται. ξέναις δὲ καὶ ἀλλοτρίαις γυναιξὶ μίγνυσθαι Αἰγοκέρωτι, Διδύμοις, Ἰχθύσιν· παραμένουσι γὰρ ἀβλαβεῖς αἱ μίξεις, μάλιστα δὲ καὶ Σκορπίῳ.

Ἀσύμφορον δὲ χωρίζεσθαι εἰς ἑτέρους τόπους Τοξότῃ. ποιεῖσθαι δὲ χρὴ τὰς ἐξόδους τῆς Σελήνης οὔσης ἐν τοῖς χερσαίοις, ἐν δὲ τοῖς ὑγροῖς τὰς ἀναγωγὰς τοῦ πλοῦ, ἐν δὲ τοῖς ἀμφιβίοις — τουτέστι Καρκίνῳ, Αἰγοκέρωτι — πρὸς ἀμφότερα χρηστέον. οὐδὲν δὲ κωλύει ἐν τοῖς ἀνθρωποειδέσι καὶ χερσαίοις χωρὶς τῶν κακοποιῶν ὁδοῦ ἢ πλοῦ κατάρχεσθαι.

Ἐν δὲ τοῖς χερσαίοις καὶ στερεοῖς καθεστώσης αὐτῆς ὀρύσσειν χρὴ καὶ ποιεῖν ὅσα προσήκει τῇ γῇ—μέταλλα, θεμελίους, θησαυρούς—μάλιστα δὲ Σκορπίῳ ἐπεὶ καὶ φωλεύει, οἰκοδομεῖν δὲ ἐν τοῖς αὐτοῖς ζῳδίοις πλὴν τῶν τροπικῶν. μνημεῖα δὲ καὶ τάφους κτίζειν χρὴ συσχηματιζομένου Κρόνου καὶ Ἑρμοῦ.

Εὐχὰς δὲ θεῷ ἀποδιδόναι ἐν τοῖς τροπικοῖς οὔσης καὶ ἐπὶ φάσεως ἀγαθῆς τῆς Σελήνης ὡς μάλα ὑπακούειν.

Παρακαταθήκας λαμβάνειν ἐν Σκορπίῳ ἀσύμφορον καὶ ἀχαριστίας αἴτιον.

Κτηνοτροφεῖν Σκορπίῳ, Λέοντι ἵππους, Σκορπίῳ κύνας καὶ ὄνους.

Εἰς διδασκαλίαν καὶ εἰς παλαίστραν συνιστᾶν Διδύμοις καὶ Ζυγῷ καὶ Ὑδροχόῳ καὶ Παρθένῳ, καὶ παντὶ δὲ εἴδει μαντικῆς χρηστέον.

Θηρεύειν δὲ ἐν τοῖς θηριώδεσι ζῳδίοις τὴν διὰ κυνῶν θήραν, ἐν δὲ τοῖς πτερωτοῖς τὰ πτηνά, ἁλιεύειν δὲ ἐν τοῖς καθύγροις — Ὑδροχόῳ, Καρκίνῳ, Ἰχθύσιν, Αἰγοκέρωτι.

Ἐργαστήρια δὲ ἀνοίγειν καὶ βίον συλλέγειν καὶ ὅσα σταθμοῖς καὶ μέτροις χρῆται ἄμεινον Ζυγῷ, κατὰ δευτέραν δὲ τάξιν Καρκίνῳ, κατὰ δὲ γʹ Κριῷ.

Ὀθόνας καὶ ἔρια εἰς μετάπρασιν ὠνεῖσθαι ἄμεινον ἐν Κριῷ. ἀγοράζειν δὲ πᾶν ἔνυδρον καὶ μετοικίζειν καὶ μεταβιβάζειν αὐτὰ Ἰχθύσιν, Ὑδροχόῳ, καὶ μᾶλλον ἐν τοῖς ἀνθρωποειδέσι ζῳδίοις, καὶ ἐν Καρκίνῳ δὲ ἄμεινον διὰ τὸ οἶκον αὐτῆς εἶναι. κοινωνίας πρὸς φίλους ποιεῖν ἐν τοῖς ἀνθρωποειδέσι ζῳδίοις.

Σώματα δὲ ἀγοράζειν ἐν μὲν τοῖς στερεοῖς παράμονα μέν, αὐθάδη δέ, ἐν δὲ τοῖς ἀνθρωποειδέσιν ἐπιεικῆ καὶ ὑποτακτικά, ἐν δὲ τοῖς τροπικοῖς εἰς μετάπρασιν.

Ὠνεῖσθαι σύγκοιτον ἤτοι παλλακίδα ἐν τῷ Τοξότῃ, Ζυγῷ. τὰς δὲ τῶν γάμων συγγραφὰς ποιεῖσθαι Λέοντι, Παρθένῳ, Ζυγῷ, Ὑδροχόῳ, Σκορπίῳ· παράμονοι γὰρ οὕτως ἔσονται αἱ συμβιώσεις, τοὐναντίον δὲ Ἰχθύσιν, Κριῷ. θᾶττον δὲ ὁ χωρισμὸς γίνεται Σκορπίῳ, καὶ μάλιστα ὅταν ἡ Σελήνη τὸ κέντρον αὐτοῦ διαπορεύηται.

Ἀμπελῶνας δὲ καὶ κήπους Ἰχθύσιν, Καρκίνῳ, Ὑδροχόῳ καὶ τοῖς ἐσχάτοις τοῦ Αἰγοκέρωτος, σπείρειν δὲ Σκορπίῳ καὶ Παρθένῳ, τρυγᾶν δὲ ἐν τοῖς καθύγροις Ἀφροδίτης, Ἄρεως καὶ Ἑρμοῦ ὁρώντων.

Παρατηρεῖν δὲ ἐν ταῖς κτίσεσι κενοδρομοῦσαν τὴν Σελήνην, καὶ ἐν ταῖς ἄλλαις καταρχαῖς καὶ λειψιφωτοῦσαν.

Ἐν δὲ ταῖς μασθοδοσίαις τῶν βρεφῶν τὸν Ἄρεα φυλάττεσθαι χρή· νόσου γὰρ καὶ λειπογαλαξίας αἴτιός ἐστιν.

τλθʹ. Περὶ αἱρέσεως καὶ συνθηκῶν

Εἴ τις προσενέγκῃ αἵρεσιν περὶ οἱουδήποτε πράγματος ἐκεῖνον μὲν ἀπὸ τοῦ ὡροσκόπου, σεαυτὸν δὲ ἀπὸ τοῦ δύνοντος, τὴν δὲ πρᾶξιν ἐκ τοῦ μεσουρανήματος, τὸ δὲ τέλος ἐκ τοῦ ὑπογείου ἐπισκέπτου. τὰ ἀνατέλλοντα ζῴδια ἢ ὄρθια ἢ πλάγια εἴη, καὶ ἐκ τούτων γνώσῃ τὸν προσιόντα οἷός ἐστιν. ἀγαθῶν ὁρώντων τὸν ὡροσκόπον ἢ ἐπόντων αὐτῷ ἀγαθῇ γνώμῃ καὶ καλῇ προαιρέσει ἦλθεν οὗτος πρός σε. κακοποιῶν δὲ ἐν τῷ μεσουρανήματι ὄντων τὸ πρᾶγμα οὐ καλὸν περὶ οὗ τὴν ἐρώτησιν προσφέρει καὶ προξενήσει σοι ἀηδίαν.