eul_wid: wzi-aa
DOI 10.5281/zenodo.20335421

Vatican Gnomology by Vatican Gnomology

Ἀντισθένης τοὺς πόνους ἔφησεν ὁμοίους εἶναι κυσί· καὶ γὰρ ἐκεῖνοι τοὺς ἀσυνήθεις δάκνουσιν.

Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπό τινος, εἰ γήμῃ, εἶπεν· «εἰ μὲν καλήν, κοινὴν ἕξεις· εἰ δὲ αἰσχρὰν, ποινήν».

Ὁ αὐτὸς εἶπε τοὺς ἀπαιδεύτους ἐνύπνια ἐγρηγορότα.

Ὁ αὐτὸς πρότερον ῥητορικὴν ἐδίδασκεν· ἔπειτα Σωκράτους εἰπόντος μετεβάλετο· ἐντυχὼν δὲ τοῖς ἑταίροις, «πρότερον», ἔφη, «ἦτε μου μαθηταί· νῦν δʼ ἂν νοῦν ἔχητε, ἔσεσθε συμμαθηταί».

Ὁ αὐτὸς Διονυσίου λυπουμένου, ὅτι θνητός ἐστιν, «ἀλλὰ σύ γε», ἔφη, «προελθόντος τοῦ χρόνου λυπηθήσῃ, ὅτι μηδέπω ἀποθνήσκεις».

Ὁ αὐτὸς πυνθανομένου τοῦ τυράννου, τί δήποτε οὐχ οἱ πλούσιοι πρὸς τοὺς σοφοὺς ἀπίασιν, ἀλλʼ ἀνάπαλιν, εἶπεν· «ὅτι οἱ σοφοὶ μὲν ἴσασιν ὧν ἐστιν αὐτοῖς χρεία πρὸς τὸν βίον, οἱ δʼ οὐκ ἴσασιν, ἐπεὶ μᾶλλον χρημάτων ἢ σοφίας ἐπεμελοῦντο.»

Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπό τινος, τί· τὸν υἱὸν διδάξει, εἶπεν· «εἰ μὲν θεοῖς αὐτὸν συμβιοῦν ἐθέλοις, φιλόσοφον· εἰ δὲ ἀνθρώποις, ῥήτορα».

Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπό τινος, πῶς ἂν προσέλθοι πολιτείᾳ, εἶπεν· μήτε λίαν ἐγγύς, ἵνα μὴ κατακαῇ, μήτε πόῤῥω, ἵνα μὴ ῥιγοῖ.

Ὁ αὐτὸς ἐπαινούμενος ὑπὸ μοχθηρῶν, «ἀγωνιῶ», ἔφη, «μή τι κακὸν εἴργασται μοι, ὅτι τοιούτοις ἀρέσκω».

Ὁ αὐτὸς λοιδοροῦντος αὐτόν τινος ὡς οὐκ Ἀθηναῖον, «καὶ μήν», εἶπεν, «οὐδεὶς ἑώρακε λέοντα Κορίνθιον οὐδʼ Ἀττικόν, ἀλλʼ οὐδὲν ἧττον γενναῖόν ἐστι τὸ ζῷον».

Ὁ αὐτὸς θεασάμενος ἐν πίνακι γεγραμμένον τὸν Ἀχιλλέα Χείρωνι τῷ Κενταύρῳ διακονούμενον, «εὖ γε, ὦ παιδίον», εἶπεν, «ὅτι παιδείας ἕνεκεν καὶ θηρίῳ διακονεῖν ὑπέμεινας.»

Ὁ αὐτὸς ἔφη τὴν ἀρετὴν βραχύλογον εἶναι, τὴν δὲ κακίαν ἀπέραντον.

Ὁ αὐτὸς Πλάτωνός ποτε ἐν τῇ σχολῇ μακρολογήσαντος εἶπεν· «οὐχ ὁ λέγων μέτρον ἐστὶ τοῦ ἀκούοντος, ἀλλʼ ὁ ἀκούων τοῦ λέγοντος.»

Ἀνάχαρσις ἔφη τοὺς Ἕλληνας ἁμαρτάνειν, ὅτι παρʼ αὐτοῖς οἱ μὲν τεχνῖται ἀγωνίζονται, οἱ δʼ ἀμαθεῖς κρίνουσιν.

Ὁ αὐτὸς λοιδορούμενος ὑπό τινος, ὅτι Σκύθης εἴη, ἔφη· «γένει, ἀλλʼ οὐχὶ τοῖς τρόποις·».

Ὁ αὐτὸς λοιδορούμενος ὑπʼ Ἀθηναίων ἐπὶ τῷ σολοικίζειν εἶπεν· «Ἀνάχαρσις Ἀθηναίοις σολοικίζει, Ἀθηναῖοι δὲ Ἀναχάρσιδι».

Ὁ αὐτὸς ἀστραγαλίζων καὶ ἐπιτιμηθείς, διότι παίζει, ἔφη· «ὥσπερ τὰ τόξα διὰ παντὸς τεταμένα ῥήσσεται, ἐπὰν δὲ ἀνεθῇ, εὔχρηστα γίνεται πρὸς τὰς ἐν τῷ βίῳ χρείας, οὕτω καὶ ὁ λογισμὸς ἐπὶ τῶν αὐτῶν μένων κάμνει».

Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπό τινος, τί ἐστι πολέμιον ἀνθρώποις, εἶπεν· «αὐτοὶ ἑαυτοῖς».

Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπό τινος, διὰ τί οἱ φθονεροὶ ἄνθρωποι ἀεὶ λυποῦνται, ἔφη· «ὅτι οὐ μόνον τὰ ἑαυτῶν αὐτοὺς κακὰ δάκνει, ἀλλὰ καὶ τὰ τῶν πέλας ἀγαθὰ λυπεῖ».

Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπό τινος, τί ἐθεάσατο ἐν τῇ Ἑλλάδι παράδοξον εἶπε, τὸ τοὺς νεκροὺς καίεσθαι μὲν ὡς ἀναισθήτους, ἀποκαίεσθαι δὲ αὐτοῖς ὡς αἰσθανομένοις.

Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπό τινος, ποῖός ἐστι θάνατος χαλεπώτερος, εἶπεν· «ὁ τῶν εὐτυχούντων».

Ὁ αὐτὸς ὀνειδιζόμενος ὑπό τινος, ὅτι Σκύθης ἐστίν, εἶπεν· «καὶ γὰρ τὰ ῥόδα ἐν ἀκάνθαις φύεται, ἀλλʼ ἐν ἡδονῇ καὶ κάλλει διαφέρει.»

Ἀρίστιππος, ὁ Κυρηναῖος φιλόσοφος, πλέων εἰς Ἀθήνας ἐναυάγησεν καὶ ὑποληφθεὶς ὑπʼ Ἀθηναίων ὡς ἠρωτήθη, τί μέλλει εἰς Κυρήνην ἐπανελθὼν λέγειν πρὸς τοὺς οἰκείους, ἔφη· «τοιαῦτα ἐφόδια κτᾶσθαι, ἃ καὶ ναυαγοῦσι συννήχεται».

Ὁ αὐτὸς παρὰ τῶν μαθητῶν λαμβάνειν ἔφασκε μισθόν, οὐχ ὅπως τὸν βίον ἐπανορθώσῃ, ἀλλʼ ὅπως ἐκεῖνοι μάθωσιν εἰς τὰ καλὰ δαπανᾶν.

Ὁ αὐτὸς ἄσωτον γενόμενον τὸν υἱὸν ἐξέκλεισεν· τῆς δὲ γυναικὸς μεμφομένης, ὅτι αὐτὸν οὐ προσίεται καὶ λεγούσης παρʼ ἕκαστα, ὡς καὶ οὗτος ἐξ αὐτοῦ εἴη, ἀποπτύσας ἔφη· «καὶ γὰρ καὶ τοῦτο ἐξ ἐμοῦ ἐστιν, ἀλλʼ ἀποῤῥίπτω αὐτό, ὅτι με λυπεῖ».

Ὁ αὐτὸς ἐρωτώμενος, τί θαυμαστόν ἐστιν ἐν βίῳ εἶπεν· «ἄνθρωπος ἐπιεικὴς καὶ μέτριος, ὅτι ἐν πολλοῖς ὑπάρχων μοχθηροῖς οὐ διέστραπται».

Ὁ αὐτὸς ἀνθρώπου αὐτὸν ἀδικήσαντος καὶ περιφεύγοντος καὶ ἀπαντᾶν διατρεπομένου συντυχὼν ἅπαξ εἶπεν· «οὐ σὲ χρὴ ἐμὲ φεύγειν, ἀλλʼ ἐμὲ σὲ ὄντα φαῦλον».

Ὁ αὐτὸς ὀνειδιζόμενος ὑπό τινος, ὅτι Κυρηναῖος ὑπάρχων ἐκ τῆς πατρίδος πεφυγάδευται, «καί», εἶπε, «νεανίσκε, μεγάλα με ἡ πατρὶς ἠδίκησεν ἐκ τῆς Λιβύης με εἰς τὴν Ἑλλάδα ἐκβαλοῦσα».

Ὁ αὐτὸς ἔφη δεῖν ἐθίζειν ἀπὸ ὀλίγων ζῆν, ἵνα μηδὲν αἰσχρὸν χρημάτων ἕνεκεν πράττωμεν.

Ὁ αὐτὸς Πλάτωνος εἰσελθόντος πρὸς αὐτὸν μαλακῶς ἔχοντα καὶ πυθομένου, πῶς διάγει, ἔφη τὸν μὲν σπουδαῖον καὶ πυρέττοντα καλῶς ἔχειν, τὸν δὲ φαῦλον καὶ μὴ πυρέττοντα κακῶς.

Ὁ αὐτὸς ἐγκαλοῦντός τινος ἀνθρώπῳ τινί, ὅτι λαβὼν ἀργύριον οὐκ ἀπέδωκε, «σαυτῷ δέ», φησίν, «οὐκ ἐγκαλεῖς, εἰ μὴ ὀρθῶς ἐδοκίμασας, ᾧ ἐδίδους;»

Ὁ αὐτὸς καθόλου τὸ εὔχεσθαι τὰ ἀγαθὰ καὶ ἀπαιτεῖν τι παρὰ τοῦ θεοῦ ἔφη γελοῖον εἶναι· οὐ γὰρ τοὺς ἰατροὺς ὅταν ἄῤῥωστος αἰτῇ τι βρωτὸν ἢ ποτόν, τότε διδόναι, ἀλλʼ ὅταν αὐτοῖς δοκήσῃ συμφέρειν.

Ὁ αὐτὸς ὁρκίζοντός τινος παῖδα χρηστὸν γενέσθαι καὶ δίκαιον εἰς αὐτὸν εἶπεν· «ὅρκωσον αὐτὸν καὶ γραμματικὸν καὶ μουσικὸν γενέσθαι καὶ ὅρα, εἰ ἔσται μηδὲν μαθὼν τῶν τοιούτων».

Ὁ αὐτὸς εἶπεν· «ὥσπερ τὰ σώματα ἡμῶν τρεφόμενα μὲν αὔξεται, γυμναζόμενα δὲ στερεοῦται, οὕτω καὶ ἡ ψυχὴ μελετῶσα μὲν αὔξεται, καρτεροῦσα δὲ βελτίων γίνεται».

Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπὸ Διονυσίου τοῦ τυράννου, πότε παύσεται αἰτῶν αὐτόν, «ὅτε», ἔφη, «καὶ σὺ διδούς· τοῦτο δὲ ἔσται, ὅταν μὴ εὐαρεστήσωμεν ἀλλήλοις».

Ὁ αὐτὸς ἐρωτηθείς, τί αὐτῷ περιγέγονεν ἐκ φιλοσοφίας, ἔφη· «τὸ ἀδεῶς τοῖς ἐντυγχάνουσιν ὁμιλεῖν».

Ὁ αὐτὸς εἰπόντος τινὸς αὐτῷ, διὰ τί τοῖς μοχθηροῖς πλησιάζει, εἶπεν· «ὅτι καὶ ἰατροὶ τοῖς νοσοῦσιν.»

Ὁ αὐτὸς θεασάμενός τινα ὀργιζόμενον καὶ διὰ τῶν λόγων σφοδρῶς χαλεπαίνοντα ὑποτυχὼν ἔφη· «μὴ τοὺς λόγους διʼ ὀργῆς ἄγωμεν, ἀλλὰ τὴν ὀργὴν διὰ τῶν λόγων καταλύωμεν».

Ὁ αὐτὸς οὐκ ὀλίγα χρήματα παρὰ Διονυσίου μετὰ τὸν ἀπόπλουν λαβὼν καὶ διʼ αὐτὰ ἐπιβουλεύεσθαι μέλλων ὑπὸ τῶν ναυτῶν, μεταβὰς ἐκ τοῦ μέσου τῆς νηὸς παρʼ ἕνα τοῖχον ἐκέλευσεν ἐκκενωθῆναι τὰ ἀγγεῖα ἐπὶ τῶν σανίδων ὡς ἀριθμεῖν τὸ ἀργύριον ἐσπουδακώς, περινεύσας δὲ ἐξέβαλεν αὐτὸ εἰς τὸν βυθόν· τῶν δὲ ναυτῶν ἐπὶ τούτῳ δυσφορησάντων εἶπε· «λυσιτελεῖ διʼ ἐμὲ τὸ ἀργύριον ἀπολέσθαι ἢ ἐμὲ διʼ αὐτό».

Ὁ αὐτὸς ἐπιλαμβανομένου αὐτοῦ ποτε Πλάτωνος τῶν δώδεκα δραχμῶν πολυτελῆ ἰχθὺν πρίασθαι ἠρώτησεν, εἰ αὐτὸς ἂν δραχμῆς τὸν αὐτὸν ἰχθὺν ὠνήσατο· τοῦ δὲ συνθεμένου ἔφη μηδὲ αὑτῷ πολλοῦ καθεστηκέναι· «ὃ γάρ ἐστι Πλάτωνι ἡ μία δραχμή, τοῦτο Ἀριστίππῳ αἱ δώδεκα.»

Ὁ αὐτὸς παρὰ Διονυσίῳ ποτὲ τῷ τυράννῳ γυναικείων ἐσθήτων περιφερομένων ἐν τῷ συμποσίῳ τοῖς βουλομένοις ἐνδύσασθαι καὶ συμπαῖξαι ἡνδήποτε παιδιὰν καὶ τοῦ Πλάτωνος παραιτησαμένου διὰ τοιούτου στίχου· οὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι στολὴν εἶπεν· δός· καὶ γὰρ ἐν βακχεύμασιν οὖσʼ ἥ γε σώφρων οὐ διαφθαρήσεται.

Ὁ αὐτὸς μεταπεμπομένου πολλάκις αὐτὸν τοῦ πατρός, ὡς οὐχ ὑπήκουσεν γράψαντος, ὅτι πωλήσει αὐτὸν κατὰ τοὺς πατρίους νόμους, ἀντέγραψεν ὀλίγον ἔτι περιμεῖναι χρόνον· καὶ γὰρ πλείονος ἄξιον γενόμενον πλείονος πωλήσειν.

Ὁ αὐτὸς μέλλων ἐντυγχάνειν Φαρναβάζῳ, τῷ βασιλέως σατράπῃ, λέγοντός τινος αὐτῷ· «θάρσει, ὦ Ἀρίστιππε», ἔφη· «εἴ τι ἕτερον ἔχεις, λέγε· ἐγὼ δὲ, ἐξ οὗ Σωκράτει ὡμίλησα, οὐδενὸς ἀνδρὸς ὁμιλίαν ηὐλαβήθην».

Ὁ αὐτὸς ἔφησεν· «καὶ εἰ μηδὲν ἄλλο, ἐκ φιλοσοφίας τοῦτό μοι περιγέγονε· τὸ τοῖς προσπίπτουσι κατὰ λόγον ὑπαντᾶν.»

Ὁ αὐτὸς ἐπιλαβομένων αὐτοῦ τῶν πολιτῶν, ὅτι μειρακίοις μᾶλλον συνδιατρίβει διαλεγόμενος αὐτοῖς περὶ φρονήσεως, ἔφη· «καὶ γὰρ ὑμᾶς, ὦ πολῖται, ὁρῶ οὐ τοὺς γέροντας τῶν ἵππων δαμάζοντας, ἀλλὰ τοὺς πώλους».

Ἄλεξις, ὁ τῶν κωμῳδιῶν ποιητής, ἐπειδή τις αὐτὸν ὄντα πρεσβύτην ἑώρα μόλις πορευόμενον καὶ ἠρώτα· «τί ποιεῖς»; «κατὰ σχολὴν», φησίν, «ἀποθνήσκω».

Ἀριστείδης ὁ δίκαιος ὀνειδιζόμενός ποτε ἐπὶ πενίᾳ εἶπεν· «ἀλλʼ ἐμοὶ μὲν ἡ πενία οὐδὲν συνιστορεῖ κακόν, σοὶ δὲ ὁ πλοῦτος πολλά».

Ὁ αὐτὸς ἀκούσας, ὅτι τὰς εἰκόνας αὐτοῦ κατέβαλον οἱ Ἀθηναῖοι, «ἀλλʼ οὐ τὴν ἀρετήν,» ἔφη, «διʼ ἣν ἐκείνας ἀνέστησαν».

Ἀριστοτέλης ὁ φιλόσοφος ἰδὼν νέον σπουδάζοντα περὶ τὰς θέας, «ὅρα», εἶπεν, «ὦ νεανίσκε, μὴ σπουδάζων περὶ τὸ θεᾶσθαι ἑτέρους αὐτὸς μηδὲν ἄξιον σχῇς θέας».

Ὁ αὐτὸς ἔφη τὴν παιδείαν εὐτυχοῦσι μὲν εἶναι κόσμον, ἀτυχοῦσι δὲ καταφύγιον.

Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπό τινος, διὰ τί οἱ Βυζάντιοι λάλοι εἰσίν, εἶπεν· «ὅτι ἐπὶ τοῦ στόματος οἰκοῦσιν».

Ὁ αὐτὸς Θεοφράστου ποτὲ καὶ Καλλισθένους μελετώντων παρʼ αὐτῷ καὶ τοῦ μὲν εὐροοῦντος ἐν τῷ λέγειν, τοῦ δὲ βραδύτερον γυμναζομένου ᾧ μὲν ἔφησε δεῖν χαλινὸν περιτεθῆναι, ᾧ δὲ προσαχθῆναι μύωπα.

Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπό τινος, τί ἄνθρωπος ἶσον ἔχει θεῷ, εἶπε· «τὸ εὐεργετεῖν».

Ὁ αὐτὸς θεασάμενός τινα ταῖς τοῦ πατρὸς ἀπειλαῖς ἀχθόμενον εἶπε· «μὴ εἰς τοὺς λόγους αὐτοῦ ἀπόβλεπε, μειράκιον, ἀλλʼ εἰς τὰ σπλάγχνα».

Ὁ αὐτὸς ἔφη τοὺς ἀπαιδεύτους ἐν τοῖς ζῶσι νεκροὺς περιπατεῖν

Ὁ αὐτὸς συνηδομένου τινὸς αὐτῷ, ὅτι Ἀλέξανδρον μαθητὴν ἔχει, «ἐκείνῳ», ἔφη, «συνήδου, ὅτι Ἀριστοτέλην ὑφηγητὴν ἔχει.»

Ὁ αὐτὸς ἔφη· μεγάλους χρὴ λαμβάνειν μισθοὺς παρὰ μὲν τῶν εὐφυῶν, ὅτι πολλὰ ὠφελοῦνται, παρὰ δὲ τῶν ἀφυῶν, ὅτι πολλὰ πράγματα μανθάνοντες παρέχουσι τοῖς διδάσκουσιν.

Ὁ αὐτὸς ἐρωτηθείς, τί δυσκολώτατόν ἐστιν ἐν βίῳ, εἶπε· «τὸ σιωπᾶν».

Ὁ αὐτὸς ἔφη τὰς μὲν ῥίζας τῆς παιδείας εἶναι πικράς, τοὺς δὲ καρποὺς γλυκεῖς.

Ἀρχίδαμος, ὁ τῶν Λακεδαιμονίων βασιλεύς, θεασάμενος τὸν ἴδιον παῖδα προπετῶς μαχόμενον τοῖς Ἀθηναίοις εἶπεν· «ἢ τῇ δυνάμει πρόσθες ἢ τοῦ θράσους ἄφελε».

Ἀναξιμένης ἐπὶ ξένης τελευτῶν ἠρωτᾶτο ὑπὸ τῶν φίλων, εἰ βούλοιτο εἰς πατρίδα ἀνακομισθεὶς κηδευθῆναι· ὁ δὲ εἶπεν· «οὐ γὰρ ἐκ παντὸς κλίματος ὁδὸς ἀνέῳγεν εἰς Ἅιδην»;

Αἰσχίνης ὁ ῥήτωρ ἐκπεσὼν τῆς πατρίδος παραγενόμενος εἰς Ῥόδον ἐσοφίστευεν· ἐλθόντος οὖν ποτε τοῦ Δημοσθένους εἰς Ῥόδον καὶ ἀσπασαμένου αὐτὸν καὶ δραχμαῖς χιλίαις τιμήσαντος, δεξάμενος τὰ χρήματα ἐδάκρυσε· τοῦ δὲ παρακαλοῦντος αὐτὸν θαῤῥεῖν, ἴσως καὶ κάθοδον αὐτῷ διὰ τῇς σπουδῆς πέμπειν· «οὐ μέλλω», ἔφη, «δακρύειν τοιαύτης πατρίδος ἐστερημένος, ἐν ᾗ καὶ οἱ ἐχθρεύοντές εἰσι τοιοῦτοι, ὥστε καὶ βοηθεῖν βούλεσθαι»;

Ὁ αὐτὸς λέγων ποτὲ δίκην καὶ ἀποκοιμηθέντων τῶν δικαστῶν, «προσέχετε», εἶπεν, «ἄνδρες δικασταί· οὕτως ὑμῖν γένοιτο ἰδεῖν ἐνύπνιον περὶ τῆς δίκης ἧς λέγω».

Ἀνάξαρχος, ὁ φυσικὸς φιλόσοφος, Ἀλεξάνδρου τοῦ βασιλέως εἰπόντος αὐτῷ· «κρεμῶ σε», «ἄλλοις», ἔφη, «ἀπείλει· ἐμοὶ δὲ οὐδὲν διαφέρει ὑπὲρ γῆς ἢ κατὰ γῆς σήπεσθαι.»

Ἀρκεσίλαος ὁ φιλόσοφος ἐπιπλήσσοντός τινος αὐτῷ, ὅτι οὐ δεῖ τὸν φιλόσοφον ἐρωμένην ἔχειν, μᾶλλον μὲν οὖν ἔφη δεῖν ἔχειν καὶ μὴ ἔχεσθαι ὑπʼ αὐτῆς.

Ὁ αὐτὸς ἔφη τοὺς συκοφάντας πολιτικοὺς λύκους εἶναι.

Ἀλκιδάμας ὁ ῥήτωρ Ὀδύσσειαν εἶπεν εἶναι κατόπτρον τοῦ ἀνθρωπίνου βίου.

Ἀγησίλαος ὁ Λακεδαιμόνιος ἐρωτηθεὶς ὑπό τινος, τί ἄν τις ποιῶν γένοιτο πλούσιος, ἔφη· «ἐὰν τὰς ἐπιθυμίας παραιτήσηται».

Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπό τινος, διὰ τί ἀτείχιστός ἐστιν ἡ Σπάρτη, «μὴ ψεύδου», ἔφη, «τετείχισται γάρ, οὐ λίθοις, ἀλλὰ ταῖς τῶν ἐνοικούντων ἀρεταῖς».

Ὁ αὐτὸς ἐρωτηθείς, τίνα δεῖ τὸν στρατηγὸν ἔχειν εἶπεν· «πρὸς μὲν τοὺς ἐναντίους τόλμαν, πρὸς δὲ τοὺς ὑποτεταγμένους εὔνοιαν, πρὸς δὲ τοὺς καιροὺς λογισμόν.»

Ἀντιφῶν ἐρωτηθεὶς τί ἐστι μαντικὴ εἶπεν· «ἀνθρώπου φρονίμου εἰκασμός».

Ἀνακρέων λαβὼν τάλαντον χρυσίου παρὰ Πολυκράτους τοῦ τυράννου πάλιν ἀνταπέδωκεν εἰπών· «μισῶ δωρεάν, ἥτις ἀναγκάζει με ἀγρυπνεῖν.»

Ἀλέξανδρος, ὁ τῶν Μακεδόνων βασιλεύς, πρός τινα διαβάλλοντα αὐτῷ Ἀντίπατρον εἶπεν· παῦσαι ἄνθρωπε· πολλὰ γάρ μοι ἀντὶ πατρὸς Ἀντίπατρος ἐγένετο.

Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπό τινος τίνι τρόπῳ τὰς τηλικαύτας πράξεις ἐν ὀλίγῳ χρόνῳ κατειργάσατο εἶπεν· «μηδὲν ἀναβαλλόμενος».

Ὁ αὐτὸς πικρότερόν τι αὐτῷ ἐπιτασσούσης Ὀλυμπίαδος τῆς μητρὸς εἶπεν· «βαρύ γε ἐνοίκιον τῆς δεκαμήνου ἀπαιτεῖς».

Ὁ αὐτὸς ἀξιούμενος ὑπὸ τῶν φίλων τεκνοποιῆσαι εἶπε· «μὴ ἀγωνιᾶτε· καταλείπω γὰρ τέκνα τὰς ἐκ τῶν ἀγώνων πράξεις.»

Ὁ αὐτὸς παρακαλούμενος ὑπὸ τῶν φίλων νυκτὸς ἐπιθέσθαι τοῖς πολεμίοις εἶπεν· «οὐ βασιλικὸν τὸ κλέψαι τὴν νίκην.»

Ὁ αὐτὸς ἐλθὼν εἰς Ἴλιον καὶ θεασάμενος τὸν Ἀχιλλέως τάφον στὰς εἶπεν· «ὦ Ἀχιλλεῦ· ὡς μέγας ὢν μεγάλου κήρυκος ἔτυχες Ὁμήρου!» παρόντος δὲ Ἀναξιμένους καὶ εἰπόντος· «καὶ ἡμεῖς σέ, ὦ βανιλεῦ, ἔνδοξον ποιήσομεν», «ἀλλὰ νὴ τοὺς θεοὺς», ἔφη, «παρʼ Ὁμήρῳ ἐβουλόμην ἂν εἶναι Θερσίτης ἢ παρὰ σοὶ Ἀχιλλεύς.»

Ὁ αὐτὸς εἶπεν ἄριστον εἶναι πρὸς κοίτην στρῶμα τὸν πόνον.

Ὁ αὐτὸς Ἀντιπάτρου αὐτῷ πολλάκις κατὰ τῆς μητρὸς Ὀλυμπιάδος γράφοντος ἔφη· «ἀγνοεῖ Ἀντίπατρος, ὅτι μητρὸς ἓν δάκρυον πολλῶν διαβολῶν ἐπιστολὰς δύναται ἀπαλεῖψαι.»

Ὁ αὐτὸς σφαιρίσας μετά τινος νεανίσκου ἐδωρήσατο αὐτῷ τάλαντον· τῶν δὲ φίλων λεγόντων ὅτι «πλέον τοῦ δέοντος ἔδωκας», «οὐ τοῦτό με δεῖ σκοπεῖν», ἔφη, «πόσον ἐκεῖνος ἄξιος ἦν λαβεῖν, ἀλλὰ πόσον ἐμὲ παρασχεῖν.»

Ὁ αὐτὸς ἐρωτηθεὶς ποῖος βασιλεὺς δοκεῖ ἄριστος εἶναι ἔφη· «ὁ τοὺς φίλους δωρεαῖς συνέχων, τοὺς δὲ ἐχθροὺς διὰ τῶν εὐεργεσιῶν φιλοποιούμενος.»

Ὁ αὐτὸς ἰδὼν ὁμώνυμον δειλῶς μαχόμενον εἶπεν· «ἔα νεανίσκε, ἢ τὸ ὄνομα ἄλλαξον ἢ τοὺς τρόπους.»

Ὁ αὐτὸς ἐπεί τις τῶν βαρβάρων ὀχυρὸν τόπον ἔχων ἑαυτὸν παραδέδωκε, καὶ τὸν τόπον καὶ τὰ ἴδια ἀπεκατέστησεν αὐτῷ καὶ πολλῆς ἄλλης χώρας ἔπαρχον ἀποίησεν· ἐρωτηθεὶς δὲ ὑπὸ τῶν φίλων διὰ τί οὕτως ἐχρήσατο αὐτῷ ἔφη· «ὅτι ἀνδρὶ ἀγαθῷ μᾶλλον ἑαυτὸν ἐπίστευσεν ἢ τόποις ὀχυροῖς.»

Ὁ αὐτὸς εἰπόντος Ἀναξιμένους· «ἐὰν πᾶσι πολλὰ διδῷς, οὐ δυνήσῃ τοῦτο ποιεῖν διὰ παντός», ἔφη· «οὐδέ γε, ἐὰν παύσωμαι, μόνος πάντʼ ἔχειν δυνήσομαι πολὺν χρόνον.»

Ὁ αὐτὸς μέλλων εἰς τὴν Ἀσίαν διαβαίνειν πυνθανομένου Φωκίωνος αὐτοῦ, ποίοις χρήμασι πεπιστευκὼς ἐπὶ μέγαν καὶ πλούσιον βασιλέα Δαρεῖον μέλλει στρατεύειν, δείξας τοὺς φίλους εἶπεν· «τούτοις.»

Ὁ αὐτὸς ἐρωτηθεὶς τίνα μᾶλλον ἀγαπᾷ, Φίλιππον ἢ Ἀριστοτέλην, εἶπεν· «ὁμοίως ἀμφοτέρους· ὁ μὲν γάρ μοι τὸ ζῆν ἐχαρίσατο, ὁ δὲ τὸ καλῶς ζῆν ἐπαίδευσεν.»

Ὁ αὐτὸς Ἰολάου οἰνοχοοῦντος αὐτῷ φιάλην χρυσῆν ἀπολέσαντος καὶ δυσφοροῦντος εἶπεν· «ὅπου ἂν ᾖ, ἡμετέρα ἐστίν.»

Ὁ αὐτὸς ὡς ἐν παρατάξει τινὶ Πισίδας ζωγρήσαντος τρισχιλίους ἠξίουν οἱ Μακεδόνες ἀποκτεῖναι πάντας διὰ τὸ πολλὰ κακὰ πεπονθέναι ὑπʼ αὐτῶν πολλάκις, «οὐ ποιήσω τοῦτο», ἔφη· «οὐ γὰρ βούλομαι δήμιος ἀντὶ βασιλέως κεκλῆσθαι».

Ὁ αὐτὸς παρακαλούμενος ὑπὸ τῶν φίλων συνάγειν χρήματα εἶπεν· «οὐδὲν ὤνησεν οὐδὲ Κροῖσον.»

Ὁ αὐτὸς θεασάμενος Διογένην τὸν κυνικὸν φιλόσοφον καὶ θαυμάσας εἶπέ τινι τῶν γνωρίμων· «ὡς ἡδέως ἂν ἐγενόμην Διογένης, εἰ μὴ ἐγεγόνειν Ἀλέξανδρος!»

Ὁ αὐτὸς παραινοῦντος αὐτῷ Φιλίππου τοῦ πατρὸς Ὀλύμπια ἀγωνίσασθαι εἶπε· «τὸ μὲν νικᾶν τὸν ἀγῶνα τοῦτον οὐ βασιλικόν, τὸ δὲ ἡττᾶσθαι αἰσχρόν.»

Ὁ αὐτὸς λοιδορούμενος ὑπὸ κακοῦ τραγῳδοῦ «νεανίσκε», εἶπεν, «οὑδὲν θαυμαστὸν ποιεῖς· σὺ γὰρ καὶ τὸν Αἴαντα καὶ τὸν Ἀχιλλέα λοιδορεῖς.»

Ὁ αὐτὸς παραινούντων αὐτῷ τῶν φίλων στρατεύειν ἐπὶ τὰς Ἀμαζόνας εἶπε· «τὸ μὲν νικῆσαι γυναῖκας οὐκ ἔνδοξον τὸ δὲ νικηθῆναι ὑπʼ αὐτῶν ἄδοξον.»

Ὁ αὐτὸς ἰδών τινα ἐν γήρᾳ βάπτοντα τὰς τρίχας εἶπεν· «μὴ τὰς τρίχας βάπτε, ἀλλὰ τὰ γόνατα.»

Ἀλέξανδρος ὁ βασιλεὺς πληρώσας ποτὲ ὀστέων πίνακα ἔπεμψεν Διογένει τῷ Κυνικῷ· ὁ δὲ λαβὼν εἶπε· «κυνικὸν μὲν τὸ βρῶμα, οὐ βασιλικὸν δὲ τὸ δῶρον.»

Ὁ αὐτὸς ἰδὼν Διογένην κοιμώμενον ἐν πίθῳ εἶπε· «πίθε μεστὲ φρενῶν», ὁ δὲ φιλόσοφος ἀποστὰς εἶπεν· «ὦ βασιλεῦ μέγιστε, θέλω τύχης σταλαγμὸν ἢ φρενῶν πίθον, ἧς μὴ παρούσης δυστυχοῦσιν αἱ φρένες.»

Τῷ αὐτῷ ἐξιόντι ἐπὶ πόλεμον Ἀριστοτέλης ἔφη· «περίμεινον τὸ τέλειον τῆς ἡλικίας καὶ τότε πολέμει.» ὁ δὲ ἔφη· «φοβοῦμαι, μὴ περιμένων τὸ τέλειον τῆς ἡλικίας τὴν τῆς νεότητος τόλμαν ἀπολέσω·»

Ὁ αὐτὸς ἰδὼν Δαρεῖον πεσόντα καὶ τὸ σῶμα γυμνωθέντα ἄρας τὴν ἑαυτοῦ χλαμύδα ἐπέθηκεν αὐτῷ εἰπών· «ἄνδρες φίλοι, οὐ τὸν νεκρὸν καλύπτω, ἀλλὰ τὴν τύχην περιστέλλω.»

Ὁ αὐτὸς εἰς Ἰλλυρίους παραγενόμενος ἐν τῷ τοῦ Διὸς ἱερῷ κατιδὼν γυναῖκα κάλλει διαφέρουσαν ἐκπλαγεὶς αὐτῆς τὴν εὐμορφίαν πολὺν χρόνον ἐθεᾶτο· τοῦ δὲ Ἡφαιστίωνος εἰπόντος, ὅτι εἰκότως ἂν παραλάβοι τὴν προῃρημένην ἔφη· «καὶ πῶς οὐ δεινόν, εἰ ἄλλων ἀκρασίας κολάζειν βουλόμενοι δουλεύοντες ἀκρασίαις ὑπὸ τῶν ἐκτὸς ἀνθρώπων φωραθῶμεν;»

Ὁ αὐτὸς «ἐν τίνι μάλιστα ἀπολέκαυκας τῆς δυναστείας;» ἐρωτηθεὶς ἔφη· «ἐν τῷ μηδενὸς εἰς εὐεργεσίαν ἡττᾶσθαι.»

Ὁ αὐτὸς παράγγελμα ἔλαβεν ὅτι «ἐὰν δύνῃ ὁδεῦσαι, μὴ πλεύσῃς· καθʼ ἑκάστην ἡμέραν διατίθου· γυναικὶ ἀπόῤῥητα μὴ θαῤῥήσῃς· καὶ ἐὰν ὀργισθῇς κατά τινος, μὴ ποιήσῃς εἰς αὐτὸν ἐξέλευσιν, πρὶν ἂν ἀπαγγείλῃς τὰ κδ στοιχεῖα τοῦ ἀλφαβήτου».

Ὁ αὐτὸς πρεσβευτὴν μέλλων πέμπειν εἰς Πέρσας ἔφη εὐλαβεῖσθαι, μὴ ἀλογηθῇ· τοῦ δὲ εἰπόντος· «καλὸν ἔχοιμι ὑπεραποθνήσκειν σοῦ, βασιλεῦ» εἶπε· «κἀμοὶ τὸ φείδεσθαι τῶν τοιούτων φίλων.»

Ὁ αὐτὸς αἰτήσαντος αὐτὸν Διογένους δραχμὴν ἔφη· «οὐ βασιλικὸν τὸ δῶρον·» τοῦ δὲ εἰπόντος· «καὶ δὸς τάλαντον» εἶπεν· «ἀλλʼ οὐ κυνικὸν τὸ αἴτημα.»

Ὁ αὐτὸς συμβουλευόντων αὐτῷ πολλῶν καταδουλώσασθαι τὴν Ἑλλάδα «βούλομαι», ἔφη, «ἐπὶ πολὺν χρόνον χρηστὸς κληθῆναι ἢ δεσπότης ἐπʼ ὀλίγον».

Ἀνταγόρας ὁ ποιητὴς ἀκρόασιν παρέχων ἐν Θήβαις καὶ μηδεμιᾶς τυγχάνων τιμῆς εἶπεν· «ὦ ἄνδρες Θηβαῖοι· ἥμαρτεν Ὀδυσσεὺς ἐμφράξας τῶν ἑταίρων τὰς ἀκοάς, ὅτε τὰς Σειρῆνας παρέπλει· ἔδει γὰρ αὐτὸν ὑμᾶς ναύτας μισθώσασθαι.»

Ἀντίγονος ὁ βασιλεὺς ᾔτει τὸ θεῖον εὐχόμενος φυλάττειν αὐτὸν ἀπὸ τῶν δοκούντων εἶναι φίλων· πυθομένου δέ τινος διὰ ποίαν αἰτίαν τοιαύτην εὐχὴν ποιεῖται, «ὅτι», ἔφη, «τοὺς ἐχθροὺς ἐγὼ φυλάξομαι.»

Ἄμασις, ὁ τῶν Αἰγυπτίων βασιλεύς, φίλῳ ἀποβαλόντι υἱὸν γράφων παραμυθητικῶς εἶπεν· «εἰ, ὅτε μηδέπω ἦν, οὐκ ἐλυποῦ, μηδὲ νῦν, ὅτε οὐκ ἔστι, λυπηθῇς».

Ἀνταγόρας ὁ Ῥόδιος ἐποποιὸς ἐν Θήβαις ἀναγινώσκων τὸ τῆς Θηβαΐδος σύγγραμμα, ὡς οὐδεὶς ἐπεσημαίνετο, εἱλήσας τὸ βιβλίον εἶπεν· «δικαίως καλεῖσθε Βοιωτοί· βοῶν γὰρ ὦτα ἔχετε.»

Ὁ αὐτὸς εἰς τὸ Τριχώνιον τῆς Αἰτωλίας ἐπιὼν, ἐπεὶ ἀναγινώσκοντος αὐτοῦ οὐδεὶς ἐπεσήμαινε, «δεόντως», εἶπεν, «ἄνδρες, καὶ σφόδρα οἰκείως ὑμῖν ἐπίκειται τὸ τῆς πόλεως ὄνομα· παρὰ τρίχα γὰρ ὄνοι γεγόνατε.»

Ὁ αὐτὸς ἔφη· «αἱρετώτερόν ἐστιν ἐν ἐρημίᾳ λέγειν ἢ ἐν ἀκροαταῖς μὴ ἐπισημαινομένοις· ἐκεῖ μὲν γὰρ ἠχὼ τὴν ἀντιφώνησιν ἐρανίζει· ἐν δὲ τούτοις καὶ τὴν ὑπὸ τῆς φύσεως δεδομένην φωνὴν ἀπόλλυσθαι συμβαίνει.»

Ὁ αὐτὸς καταδικάζειν τινὸς θανατικὴν ψῆφον μέλλων ἐδάκρυσεν· εἰπόντος δέ τινος· «τί παθὼν αὑτὸς καταδικάζεις καὶ κλαίεις»; εἶπεν· «ὅτι ἀναγκαῖόν ἐστι τῇ μὲν φύσει τὸ συμπαθὲς ἀποδοῦναι, τῷ δὲ νόμῳ τὴν ψῆφον.»

Ὁ αὐτὸς αἰσχρὸς ὢν τὴν ὄψιν γενομένων αὐτῷ παιδίων ὁμοίων εἶπεν· «ἔχω γυναῖκα λίαν σώφρονα.»

Ἀναξαγόρας ἐρωτηθεὶς εἰς τί γεγένηται ἔφη· «εἰς τὸ τὰ τῆς φύσεως ἔργα θεωρῆσαι»· πρὸς δὲ τὸν εἰπόντα· «ἐστερήθης Ἀθηναίων» «οὐ μὲν οὖν», ἔφη, «ἀλλʼ ἐκεῖνοι ἐμοῦ.»

Ὁ αὐτὸς πρὸς τὸν δυσφοροῦντα, ὅτι ἐπὶ ξένης ἐτελεύτα, «πανταχόθεν», ἔφη, «ὁμοία ἐστὶν ἡ εἰς Ἅιδου κάθοδος.»

Ὁ αὐτὸς εἰπόντος τινὸς ὅτι «κατεψηφίσαντό σου Ἀθηναῖοι θάνατον» ἔφη· «πάλαι καὶ ἐκείνων καὶ ἐμοῦ ἡ φύσις τοῦτον κατεψηφίσατο».

Ἀναξαγόρας ἀπαγγείλαντός τινος, ὅτι τεθνήκασιν αὐτοῦ οἱ παῖδες, ἔφη θνητοὺς γεννῆσαι.

Ἀρίμνηστος, ὁ Πυθαγόρου υἱός, ἐρωτηθεὶς τί μέγιστον ἀνθρώπῳ ἀγαθὸν ἔφη· «τὸ καλῶς ἀποθανεῖν.»

Ἀλκιβιάδης, ὡς αὐτόν τις ἐλοιδόρει φαῦλος ὤν, εἶπεν· «οὐδʼ οἰμώζειν σοι λέγω ὡς οὐδὲ τούτου ἀξίῳ ὄντι.»

Ἀρίστων ὁ φιλόσοφος τοὺς πλουσίους καὶ φειδωλοὺς ὁμοίους ἔφησεν εἶναι τοῖς ἡμιόνοις, οἵτινες χρυσὸν καὶ ἄργυρον φέροντες χόρτον ἐσθίουσιν.

Ὁ αὐτὸς πολυκέφαλον θηρίον εἶπεν πάντα δῆμον.

Ὁ αὐτὸς τοὺς τὰ γραπτὰ λέγοντας ὁμοίους ἔφησεν εἶναι τοῖς λεοντοχάσμασι· ἐκεῖνα μὲν γάρ, ἕως ἂν βρέχῃ, ῥεῖ·

Ὁ αὐτὸς παρεκελεύετο τοὺς τῶν ὑγιαινόντων πόνους ἀναδέχεσθαι, ἵνα μὴ τοὺς τῶν νοσούντων ὑπομένωμεν.

Αἴσωπος ὁ λογοποιὸς ἀγόμενος ὑπὸ τοῦ δεσπότου εἰς μυλῶνα ἠρώτα· «τί με ἄγεις;» ὁ δὲ εἶπεν· «ἵνα χρήσιμος γένῃ»· «τί οὖν», φησίν, «οὐχὶ καὶ τοὺς υἱούς σου ὧδε ἄγεις;»

Ὁ αὐτὸς ἐρωτώμενος ὑπό τινος διὰ τί τὰ αὐτομάτως ἐκ γῆς φυόμενα ταχεῖαν τὴν αὔξησιν ἔχει, τὰ δὲ σπειρόμενα καὶ φυτευόμενα βραδέως αὔξεται εἶπεν· «ὅτι ἡ γῆ τῶν μὲν μήτηρ ἐστί, τῶν δὲ μητρυιά.»

Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπό τινος τί τῶν ζῴων ἐστὶ σοφώτατον εἶπεν· «τῶν μὲν χρησίμων μέλισσα, τῶν δὲ ἀχρήστων ἀράχνης.»

Ὁ αὐτὸς ἐρωτηθεὶς πότε τοῖς ἀνθρώποις ἔσται κακῶς εἶπεν· «ὅταν πάντες πάντα ποιῶσιν».

Ὁ αὐτὸς ἐρωτώμενος ὑπό τινος πῶς ἂν μεγίστη ταραχὴ γένοιτο ἐν ἀνθρώποις ἔφη· «εἰ οἱ τετελευτηκότες ἀναστάντες ἀπαιτοῖεν τὰ ἴδια.»

Ἀπελλῆς ὁ ζωγράφος ἐρωτηθεὶς διὰ τί τὴν Τύχην καθημένην ἔγραψεν εἶπεν· «ὅτι οὐχ ἕστηκεν.»

Ἀνάχαρσις ἐρωτηθεὶς πότεροι πλείους εἰσίν, οἱ ζῶντες ἢ οἱ νεκροί, ἔφη· «τοὺς οὖν πλέοντας ποῦ τίθης;»

Ὁ αὐτὸς ἐρωτηθεὶς τί ἐστιν ἐν ἀνθρώποις ἀγαθόν τε καὶ φαῦλον ἔφη· «γλῶσσα».

Ὁ αὐτὸς κρεῖττον ἔφη εἶναι ἕνα φίλον ἔχειν πολλοῦ ἄξιον ἢ πολλοὺς μηδενὸς ἀξίους.

Ὁ αὐτὸς ὑπὸ μειρακίου παρὰ πότον ὑβρισθεὶς ἔφη· «μειράκιον· ἐὰν νέος ὢν τὸν οἶνον μὴ φέρῃς, γέρων γενόμενος τὸ ὕδωρ οἴσεις.»

Ὁ αὐτὸς ἔφασκε μὴ ἐκ τῶν λόγων τὰ πράγματα, ἀλλʼ ἐκ τῶν πραγμάτων τοὺς λόγους κρατεῖν· οὐ γὰρ ἕνεκεν τῶν λόγων τὰ πράγματα συντελεῖσθαι, ἀλλʼ ἐκ τῶν πραγμάτων τοὺς λόγους.

Ὁ αὐτὸς ἔλεγεν· «ὅταν ἐπαινῶσί με πολλοί, τότε νομίζω μηδενὸς ἄξιος εἶναι· ὅταν δὲ ὀλίγοι, σπουδαῖος ἄνθρωπος.»

Ὁ αὐτὸς ἐπῄνει τὸν γλώσσης καὶ κοιλίας καὶ αἰδοίων κρατοῦντα καὶ μάλιστα γλώσσης· ὅπερ δὴ καὶ ἐν τῷ ὑπνοῦν ἐδείκνυεν· ἑστιαθεὶς γάρ ποτε παρὰ Σόλωνι καὶ καθεύδων ὤφθη τὴν δεξιὰν χεῖρα ἔχων ἐπὶ τοῦ στόματος, τὴν δὲ ἀριστερὰν ἐπὶ τῶν ὑπὸ γαστέρα, ταύτῃ δηλῶν, ὡς πολλῷ μεῖζόν ἐστι γλώσσης κρατεῖν ἢ τῶν ὑπὸ γαστέρα.

Ἀριστοτέλης ἐρωτηθεὶς τί ἐστι φίλος ἔφη· «μία ψυχὴ ἐν δυσὶ σώμασιν οἰκοῦσα.»

Ὁ αὐτὸς ἐρωτηθεὶς τί τάχιστα γηράσκει εἶπε· «χάρις».

Ὁ αὐτὸς ἐπεκούρησέ ποτέ τινι αἰτήσαντι αὐτόν, καί τις πρὸς αὐτὸν εἶπεν, ὡς πονηρὸς εἴη ὁ ἄνθρωπος, «ἀλλʼ οὐ τῷ ἀνθρώπῳ ἔδωκα», φησίν, «ἀλλὰ τῷ ἀνθρωπίνῳ».

Ὁ αὐτὸς θεασάμενος νεανίσκον κατωφρυωμένον, μηδὲν δὲ ἐπιστάμενον, «νεανίσκε», ἔφη, «οἷος μὲν δοκεῖς σεαυτῷ εἶναι, ἐγὼ γενοίμην· οἷος δὲ τῇ ἀληθείᾳ ὑπάρχεις, τοιοῦτοί μου οἱ ἐχθροὶ γένοιντο.»

Ὁ αὐτὸς ἐρωτηθεὶς διὰ τί τοῖς καλοῖς ἥδιστα διαλέγεται ἔφη· «τυφλοῦ τὸ ἐρώτημα».

Ὁ αὐτὸς τὰς εὐειδεῖς ἑταιρίδας ἔλεγε θανάσιμον μελίκρατον εἶναι.

Ὁ αὐτὸς ἔφησεν ὅμοιον εἶναι τὸν τῶν ἀνθρώπων βίον σικύῳ· ἑκατέρωθεν γὰρ αὐτοῦ τὰ ἄκρα πικρὰ τυγχάνουσιν.

Ἀριστοτέλης θεασάμενος μειράκιον ὡραϊζόμενον «οὐκ αἰσχύνῃ», ἔφη, «ὅτι τῆς φύσεως ἄνδρα σε ποιησάσης ἑαυτὸν τεθήλυκας»;

Ὁ αὐτὸς ἐρωτηθεὶς τί ἰσχυρότερόν ἐστιν ἀνδριάντος εἶπεν· «ἄνθρωπος ἀναίσθητος».

Ἀριστοτέλης εἶπε τοὺς ἀπαιδεύτους μόνῃ τῇ μορφῇ τῶν θηρίων διαφέρειν.

Βίας ὁ σοφὸς ἐρωτηθεὶς ὑπό τινος τί ἂν εἴη ἄφοβον εἶπεν· «ὀρθὴ συνείδησις».

Ὁ αὐτὸς συμπλέων ποτὲ πονηροῖς καὶ διὰ τὸ χειμάζεσθαι τοὺς θεοὺς ἐπικαλουμένων αὐτῶν «μηδαμῶς», εἶπεν, «ὦ ἄνδρες, ἀλλὰ πειραθῶμεν αὐτοὺς λαθεῖν, μὴ αἴσθωνται ὑμᾶς ἐνθάδε πλέοντας».

Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπὸ ἀνθρώπου ἀσεβοῦς τί ἐστιν εὐσέβεια «σίγα», ἔφη· τοῦ δὲ τὴν αἰτίαν τῆς σιγῆς πυθομένου «σιώπα», ἔφη, «ὅτι περὶ τῶν οὐδέν σοι προσηκόντων πυνθάνῃ».

Ὁ αὐτὸς χαλεπώτερον εἶπεν εἶναι φίλους διαφερομένους διαιτῆσαι ἤπερ ἐχθρούς· τῶν μὲν γὰρ φίλων τὸν ἡττώμενον ἐχθρὸν γίνεσθαι, τῶν δὲ ἐχθρῶν τὸν νικήσαντα φίλον.

Ὁ αὐτὸς εἰπόντος αὐτῷ τινος· «καὶ λαλεῖς σὺ ἀπὸ τοιούτων γονέων γεγονώς»; «ἀπʼ ἐμοῦ με», εἶπεν, «ἀρίθμει».

Ὁ αὐτὸς ἀηδοῦς τινος ἐν συμποσίῳ διαφερομένου πρὸς αὐτὸν καὶ λέγοντος· «ἀναστῶ σοι» εἶπεν· «ἀπέλθω σοί».

Βίας ἔλεγεν ἀτυχῆ εἶναι τὸν εὐτυχίαν μὴ φέροντα καὶ νόσον ψυχῆς τὸ τῶν ἀδυνάτων ἐρᾶν.

Βίας ἐρωτηθεὶς τί δυσχερὲς «τὴν ἐπὶ τὸ χεῖρον», ἔφη, «μεταβολὴν εὐγενῶς ὑπενεγκεῖν».

Βίας ἐρωτηθεὶς τί γλυκὺ ἀνθρώποις «ἐλπὶς» ἔφη.

Βίων ἐρωτηθείς· «πότε χρὴ ἀριστᾶν;» ἔφη· «τοὺς μὲν πλουσίους, ὅταν θέλωσι, τοὺς δὲ πένητας, ὅταν ἔχωσιν».

Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπό τινος διὰ τί αὐτὸν οὐκ ὠφελεῖ τὰ ὑπʼ αὐτοῦ λεγόμενα «οὐδὲ γὰρ αἱ πυξίδες», εἶπεν, «αἱ τὰ χρηστότατα φάρμακα ἔχουσαι, ἀφʼ ἑαυτῶν ὠφελοῦνται.»

Ὁ αὐτὸς ἰδών τινα φθονερὸν σφόδρα συγκεχυμένον «ἀδύνατον», εἶπεν, «εἰ μὴ τούτῳ μέγα κακὸν γέγονεν ἢ ἄλλῳ μέγα ἀγαθόν».

Ὁ αὐτὸς ζητήσεως γενομένης παρὰ πάντων ἰδὼν νεανίσκον σιγῶντα εἶπεν· «εἰ μὲν παπαιδευμένος σιωπᾷς, ἀπαίδευτος εἶ· εἰ δὲ ἀπαίδευτος ὤν, πεπαίδευσαι».

Βίων ἔλεγε δύο διδασκαλίας θανάτου εἶναι, τόν τε πρὸ τοῦ γενέσθαι χρόνον καὶ τὸν ὕπνον.

Βίων ὁ Περιπατητικὸς «τὰ χρήματα», ἔφη, «τοῖς πλουσίοις ἡ τύχη οὐ δεδώρηκεν, ἀλλὰ δεδάνεικεν».

Ὁ αὐτὸς τὴν μὲν φρόνησιν ἔφη παντοπώλιον εἶναι τῶν ἀγαθῶν, τὴν δὲ σωφροσύνην στρατουργίαν.

Ὁ αὐτὸς ἔφη τὸ γῆρας λείψανον εἶναι τοῦ βίου.

Γλύκων ὁ φιλόσοφος τὴν παιδείαν ἔλεγεν ἱερὸν ἄσυλον εἶναι.

Ὁ αὐτὸς ἐρωτηθεὶς τί λυπεῖ τοὺς ἀγαθοὺς εἶπε· «πονηρὸς εὐτυχῶν».

Γοργίας ὁ ῥήτωρ ἔλεγε τοὺς φιλοσοφίας μὲν ἀμελοῦντας, περὶ δὲ τὰ ἐγκύκλια μαθήματα γινομένους ὁμοίους εἶναι τοῖς μνηστῆρσιν, οἳ Πηνελόπην θέλοντες ταῖς θεραπαίναις αὐτῆς ἐμίγνυντο.

Γοργίας τοὺς ῥήτορας ἔφη ὁμοίους εἷναι τοῖς βατράχοις· τοὺς μὲν γὰρ ἐν ὕδατι κελαδεῖν, τοὺς δὲ πρὸς κλεψύδραν.

Διογένης θεασάμενος μικρὰν πόλιν μεγάλας πύλας ἔχουσαν ἔφη· «κλείσατε τὰς πύλας, μὴ ἡ πόλις ἐξέλθῃ».

Ὁ αὐτὸς θεασάμενος μειράκιον ἄσωτον δεδαπανηκὸς τὰ πατρῷα ἐλαίας καὶ ἄρτον ἐσθίον καὶ πῖνον ὕδωρ ἔφη· «εἰ οὕτως κατὰ γνώμην ἠρίστας, οὐκ ἂν οὕτως κατʼ ἀνάγκην ἐδείπνεις».

Ὁ αὐτὸς θεασάμενος μάχαιραν ἐῤῥιμμένην ἔφη· «τίς σὲ ἀπώλεσεν ἢ τίνα σύ».

Ὁ αὐτὸς θεασάμενος νεανίσκον καλλωπιζόμενον ἔφη· «εἰ μὲν πρὸς ἄνδρας, ἀτυχεῖς· εἰ δὲ πρὸς γυναῖκας, ἀδικεῖς».

Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπό τινος διὰ τί χρυσίον ὠχρόν ἐστιν ἔφη· «ὅτι πολλοὺς ἐπιβούλους ἔχει».

Ὁ αὐτὸς θεασάμενος υἱὸν αὐλητρίδος οἰήματος πλήρη ἔφη· «νεανίσκε, μεῖζον ἔχεις τὸ φύσημα τῆς μητρός.»

Ὁ αὐτὸς ἀκούσας ὑπό τινος ὅτι «οὐκ ὢν φιλόσοφος προσποιῇ εἶναι» εἶπε· «κατὰ τοῦτο γοῦν κρείττων σου εἰμί, τό γε βούλεσθαι».

Ὁ αὐτὸς ἀριστῶν ἐν ἀγορᾷ ἀκούων παρὰ τῶν παρεστώτων κύων εἶπε· «καὶ μὴν ὑμεῖς κύνες ἐστέ· οἱ γὰρ κύνες βλέπουσι πρὸς τοὺς ἐσθίοντας.»

Ὁ αὐτὸς θεασάμενος μειράκιον εὔμορφον καὶ διὰ τοῦτο φιλούμενον ἔφη· «ὦ μειράκιον, σπουδάσον τοὺς τοῦ σώματος ἐραστὰς ἐπὶ τὴν ψυχὴν μεταγαγεῖν.»

Ὁ αὐτὸς κατανοήσας μειράκιον ἐπὶ τῇ πολυτελείᾳ τῆς χλαμύδος σεμνυνόμενον «οὐ παύσῃ», ἔφη, «μειράκιον ἐπὶ προβάτου σεμνυνόμενον ἀρετῇ;»

Ὁ αὐτὸς θεασάμενος ἑταιρίδος υἱὸν λίθους εἰς ὄχλον βάλλοντα «οὐκ εὐλαβῇ», ἔφη, «σύ, μή σου τὸν πατέρα πλήξῃς»;

Ὁ αὐτὸς προσελθόντος αὐτῷ τινος καὶ λέγοντος ὅτι «ὁ δεῖνά σε κακῶς λέγει» εἶπε· «μὴ θαύμαζε· καλῶς γὰρ λέγειν οὐκ ἔμαθεν.»

Ὁ αὐτὸς ἐρωτηθεὶς τίς ἐν ἀνθρώποις πλούσιος εἶπεν· «ὁ αὐτάρκης».

Διογένης ἔφασκεν ἡδονὴν ἀληθινὴν εἶναι τὸ τὴν ψυχὴν ἐν ἡσυχίᾳ καὶ ἱλαρότητι ἔχειν, ἄνευ δὲ τούτου οὐδὲ τὰ Μίδου οὐδὲ τὰ Κροίσου χρήματα ὠφέλιμα εἶναι· ἐὰν δέ τις ἢ ὑπὲρ μεγάλου ἢ ὑπὲρ μικροῦ λυπῆται, οὐκ εὐδαίμων, ἀλλὰ κακοδαίμων ἐστίν.

Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπὸ Ἀριστίππου τί αὐτῷ περιεγένετο ἐκ φιλοσοφίας εἶπε· «τὸ πλουτεῖν μηδὲ ὀβολὸν ἔχοντα.»

Ὁ αὐτὸς ἀκούσας τινὸς λέγοντος ὡς χαλεπὸν τὸ ζῆν «οὐ μὲν οὖν», ἔφη, «τὸ ζῆν κακόν, ἀλλὰ τὸ ζῆν κακῶς».

Ὁ αὐτὸς εἰπόντος τινὸς ὅτι «καταγελῶσί σου οἱ ἄνθρωποι» ἔφη· «ἐγὼ δὲ οὐ καταγελῶμαι.»

Ο αὐτὸς θεασάμενος μειράκιον ἀρυόμενον χερσὶ κοίλαις ἀπὸ τοῦ παραῤῥέοντος ὕδατος καὶ πῖνον ἀπέῤῥιψεν αὐτίκα καὶ τὴν ἐξ ἧς εἰώθει πίνειν κύλικα βελτίους καὶ χρησιμωτέρας τὰς χεῖρας φήσας ἑαυτὸν εἰληφέναι παρὰ τῆς φύσεως.

Διογένης πρὸς τὸν λοιδορούμενον αὐτῷ «ἀλλʼ οὔτε ἐμοί», ἔφη, «πιστεύσει τις εὐφημοῦντί σε οὔτε σοὶ ἐμὲ βλασφημοῦντι».

Ὁ αὐτὸς ἐρωτώμενος πῶς ἄν τις ἀμύναιτο τὸν ἐχθρὸν εἶπεν· «εἰ σύ γε καλὸς καὶ ἀγαθὸς αὐτῷ γένοιο».

Διογένει τῷ σοφῷ ἐπισκώψαντός τινος ὅτι φιλόσοφος ὢν πλακοῦντας ἐσθίει «πάντων», ἔφη, «οἱ φιλόσοφοι ἅπτονται, ἀλλʼ οὐχ ὥσπερ οἱ λοιποὶ ἄνθρωποι».

Ὁ αὐτὸς ἐρωτηθεὶς τί κακὸν ἐν βίῳ ἔφη· «γυνὴ καλὴ τῷ εἴδει».

Ὁ αὐτὸς γεγονώς ποτε κριτὴς δύο ἀνθρώπων πονηρῶν, ἐγκαλοῦντος κλοπῆς θατέρου τῷ ἄλλῳ, μετὰ τὸ ἀκοῦσαι ἀμφοτέρων «σὺ μέν», ἔφη, «φαίνει μοι μὴ ἀπολέσας, οὗτος δὲ κεκλοφέναι».

Ὁ αὐτὸς ἐλθών ποτε εἰς Μέγαρα καὶ θεασάμενος Μεγαρέων τὰ πρόβατα ταῖς διφθέραις εἱλημένα, τοὺς δὲ υἱοὺς γυμνοὺς αὐτὰ ποιμαίνοντας ἔφη· «κρεῖσσόν ἐστι Μεγαρέων κριὸν εἶναι ἢ υἱόν».

Διογένης Ἀριστίππου θεασαμένου ποτὲ αὐτὸν ἐπὶ κρήνης λάχανα ἄγρια πλύνοντα καὶ εἰπόντος· «ὦ Διόγενες, εἰ αὐλὰς τυράννων ἐθεράπευες, οὐκ ἂν ταῦτα ἤσθιες», «σὺ μὲν οὖν, ὦ Ἀρίστιππε», ἔφη, «εἰ ταῦτα ἤσθιες, οὐκ ἂν αὐλὰς τυράννων ἐθεράπευες».

Ὁ αὐτὸς καταμαθὼν νεανίσκον τινὰ πᾶσι τοῖς σοφισταῖς προσομιλοῦντα προθυμούμενον καὶ αὐτῷ προσομιλῆσαι ἔφη·

«μήτι μοι ἀλλοπρόσαλλε παρεζόμενος μινύριζε».

Ὁ αὐτὸς ἀγανακτοῦντος Πολυξένου τοῦ διαλεκτικοῦ ἐπὶ τῷ κύνα αὐτόν τινας προσαγορεύειν ἔφη· «καὶ σύ με κάλει κύνα· Διογένης γάρ μοί ἐστι παρώνυμον· εἰμὶ δὲ κύων, τῶν μέντοι γενναίων καὶ φυλαττόντων τοὺς φίλους».

Ὁ αὐτὸς τριδούλους ἐκάλει τοὺς γαστρὸς καὶ αἰδοίου καὶ ὕπνου ἥττονας.

Ὁ αὐτὸς ἐρωτηθεὶς διʼ ἣν αἰτίαν ἐν τῇ στοᾷ ἐσθίει εἶπεν ὅτι «καὶ τοὺς κυβερνήτας ὁρῶ καὶ τοὺς ἄλλους τεχνίτας πρὸς τὸ ἔργον τὴν τροφὴν λαμβάνοντας».

Ὁ αὐτὸς καταμαθών τινα τῶν γνωρίμων μοχθηροῖς ἀνθρώποις ὁμιλοῦντα «ἄτοπόν γε», εἶπεν, «εἰ πλεῖν μὲν βουλόμενοι σύμπλους βελτίστους ἐπιλεξόμεθα, βιοῦν δὲ ὀρθῶς προαιρούμενοι κοινωνοὺς τοῦ βίου τοὺς τυχόντας αἱρησόμεθα».

Ὁ αὐτὸς συνιστάντος τινὸς αὐτῷ υἱὸν καὶ λέγοντος ὅτι καλὸς καὶ ἀγαθός ἐστι καὶ δυνάμενος χάριτας ἀποδοῦναι «τί οὖν», ἔφη, «ἔτι μου χρείαν ἔχει;»

Ὁ αὐτὸς θεασάμενος πόῤῥωθεν προσιόντα κυρτόν, ἐπειδὴ ἐγγὺς ἐγένετο, εἶπεν· «ἄνθρωπε· ᾤμην τί σε φέρειν».

Ὁ αὐτὸς νοσήσας ποτὲ ἐν πανδοχείῳ καὶ κινδυνεύων πυθομένου αὐτοῦ τινός, εἰ ἀποθάνοι, τίς αὐτὸν ἐκκομίσει, ἔφη· «ὁ τῆς οἰκίας δεσπότης».

Ὁ αὐτὸς ἔφη πάντα ἔχειν τὰ ἐν ταῖς τραγῳδίαις· εἶναί τε γὰρ πτωχός, πλανήτης, βίον ἔχων ἐφήμερον· «ἀλλʼ ὅμως τοιούτων ὑπαρχόντων τῶν κατʼ ἐμὲ ἕτοιμός εἰμι περὶ εὐδαιμονίας τῷ Περσῶν βασιλεῖ ἀγωνίσασθαι.»

Ὁ αὐτὸς παραινοῦντός τινος αὐτῷ τῶν φίλων ἤδη ὄντι ἐν γήρᾳ κἂν νῦν προσανεῖναι διὰ τὴν ἡλικίαν ὅμοιον ἔφη εἶναι, ὡς εἰ ἀγωνιζομένῳ αὐτῷ δρόμον καὶ ἤδη ἐγγίζοντι τῷ βραβείῳ προσανεῖναι τὸ τάχος παρεκελεύετο, ὅτε ἔδει τοὐναντίον ἐπιτεῖναι παραινεῖν.

Δημοσθένη ὁ ῥήτωρ τὸν οἶνον παρῃτεῖτο οὐ ψυχῆς ὄντα πόμα, ἀλλὰ σώματος, ἵνα τε ξυνιέναι ὀξύτερος ᾖ καὶ ἀμείνων μνημονεύς.

Ὁ αὐτὸς σκωπτόμενος ὑπό τινος ὅτι διὰ σμικρολογίας τοῦτο ποιεῖ εἶπεν· «ἀλλʼ ἐγὼ πλεῖον ἔλαιον δαπανῶ νυκτὸς οὗ πίνεις οἴνου.»

Ὁ αὐτὸς ἐρωτηθεὶς τί ἐστι συκοφάντης εἶπεν· «καθημερινὸς λωποδύτης».

Ὁ αὐτὸς ἔφη τὸν κόλακα τοῦτο διαφέρειν τοῦ κόρακος, ᾗ ὁ μὲν ζῶντας, ὁ δὲ νεκροὺς ἐσθίει.

Ὁ αὐτὸς μειρακίου παρὰ πότον πολλὰ ληροῦντος καὶ μὴ βουλομένου σιωπῆσαι «μειράκιον» εἶπε· «πῶς, παρʼ ᾧ ἔμαθες λαλεῖν, παρὰ τούτῳ σιωπᾶν οὐκ ἔμαθες»;

Ὁ αὐτὸς σκυτοτόμου τινὸς ἐν ἐκκλησίᾳ ταράττοντος «εὕρηκα ἄλλον» εἶπεν «Ὑποδημάδην».

Ὁ αὐτὸς εἶπεν· «ὥς περ δεῖ τοὺς πλέοντας πνεῦμα δεξιὸν ἐπιτηρεῖν, οὕτω καὶ τοὺς πολιτευομένους καιρόν, ἵνʼ ἔλθωσιν, ὅπου βούλονται».

Ὁ αὐτὸς ὀνειδίζοντος αὐτόν τινος καὶ λέγοντος· «μεθύων παραλαλεῖς» εἶπεν· «σὺ δὲ οἴει με νήφοντα παραλαλεῖν».

Ὁ αὐτὸς ἔφησε τοὺς νόμους δημοκρατίας νεῦρα.

Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπό τινος τί μάλιστα παρʼ ἀνθρώποις γηράσκει εἶπε· «χάρις».

Ὁ αὐτὸς ἐπὶ ἐκφοράν ποτε παραγενόμενος φιλαργύρου «οὗτος» ἔφη «ζήσας ἀβίωτον βίον ἑτέροις ἀπολέλοιπεν βίον».

Ὁ αὐτὸς νεωτέρου τινὸς εὐειδοῦς μὲν τὴν ὄψιν, ἀσελγοῦς δὲ τὸν τρόπον, λοιδορουμένου αὐτῷ καὶ λέγοντος ὡς, εἰ ἐπίσης αὐτῷ ἐμισεῖτο ὑπὸ τῶν πολιτῶν, ἀπήγξατο ἂν ἔφη· «ἐγὼ μὲν οὖν ἀπηγξάμην ἄν, εἰ ἐπίσης σοι ὑπὸ τῶν πολιτῶν ἐφιλούμην».

Ὁ αὐτὸς ἑξηκονταετοῦς τινος εἰπόντος μηδεπώποτε οὕτως ἀσθενῆσαι ἔφη· «οὐδεπώποτε γὰρ ἑξηκονταετὴς ἐγένου».

Ὁ αὐτὸς τὸν πλούσιον καὶ ἀπαίδευτον ἔφη Τύχης ἔμετον εἶναι.

Ὁ αὐτὸς ἐπαινοῦντός τινος Κλέανδρον καὶ λέγοντος ὅτι ἐστὶν ἀγαθὸς ῥήτωρ, ὑποκρίσει δὲ λείπεται, εἶπεν· «ὅμοιός ἐστι ταὐτὸ ποιεῖν τούτῳ, εἴ τις ἐπαινοίη φρέαρ, λέγει δὲ ὅτι πότιμον ὕδωρ οὐκ ἔχει».

Ὁ αὐτὸς ἐρωτηθεὶς ποῖον τῶν λόγων ἠγωνίσατο μᾶλλον εἶπεν· «ὃν μετʼ εὐνοίας ἠκροάσαντο μᾶλλον Ἀθηναῖοι».

Ὁ αὐτὸς ἐρωτηθεὶς ποῖον μέγιστον ὅπλον εἶπε· «λόγος».

Ὁ αὐτὸς μειρακίου τινὸς αὐτὸν προκαλουμένου εἰς μελέτην «μειράκιον» ἔφη· «σοὶ μὲν τοῦτο εὐκτόν ἐστιν, ἐμοὶ δὲ οἰμωκτόν».

Ὁ αὐτὸς ἐρωτηθεὶς τί δυσκολώτατον ἐν βίῳ εἶπε· «τὸ πᾶσιν ἀρέσαι».

Ὁ αὐτὸς ἀκούσας ὅτι ἱπὸ Φιλίππου λοιδορεῖται εἶπεν· «ἀπόντα με καὶ τυπτέτω».

Ὁ αὐτὸς εὐχερῶς αὐτῷ ἀργύριον χρήσαντός τινος εἶθʼ ὁρῶν πολλοῖς αὐτὸν τὸ αὐτὸ ποιοῦντα εἶπεν· «οὐκέτι σοι ἔχω χάριν· νόσῳ γάρ, οὐ κρίσει τοῦτο ποιεῖς».

Ὁ αὐτὸς ἰδὼν παρὰ ποταμὸν μειράκιον εὐειδὲς κεκοσμημένον προπεπτωκὸς νύξας αὐτὸ καὶ ἐγείρας εἶπεν· «οὐ φοβῇ, μή τίς τοι εὕδοντι μετισχίῳ ἐν δόρυ πήξῃ;»

Ὁ αὐτὸς ὡς οἱ γνώριμοι ἔλεγον· «οὐκ ἀκούουσίν σου Ἀθηναῖοι» εἶπεν· «ἀλλʼ αὐτίκα ἀκούσονται καὶ σιωπᾶν βουλόμενον οὐκ ἐάσουσιν».

Ὁ αὐτὸς ἰδὼν κακὸν παλαιστὴν ἰατρεύοντα «νῦν» εἶπεν «εὕρηκας μέθοδον, διʼ ἧς πολλοὺς καταβαλεῖς».

Ὁ αὐτὸς θορυβούντων ποτὲ τῶν δικαστῶν ἤρετο αὐτούς· «ποταπὴ αὕτη ἡ κρίσις ἐστίν, ἐν ᾗ σιωπᾷ μὲν ὁ κρινόμενος, λέγουσι δὲ οἱ δικάζοντες»;

Ὁ αὐτὸς δημηγορήσας ποτὲ παρʼ Ἀθηναίοις λαμπρῶς ἔπειτα καθίσας καὶ ἰδὼν ἐξανιστάμενον Δημάδην εἶπεν· «ἀνίσταται ἡ τῶν ἡμετέρων λόγων σφῦρα».

Ὁ αὐτὸς ἔφη πόλεως εἶναι ψυχὴν τοὺς νόμους· «ὥσπερ δὲ σῷμα στερηθὲν ψυχῆς πίπτει, οὕτω καὶ πόλις μὴ ὄντων νόμων καταλύεται».

Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπό τινος τίς ῥήτορα αὐτὸν ἐποίησεν εἶπεν· «τὸ Ἀθηναίων βῆμα».

Ὁ αὐτὸς προτρεπόμενός ποτε Ἀθηναίους κἀκείνων ὁρμησάντων βαλεῖν αὐτὸν λίθοις «βάλλετε» ἔφη· «ὦ Ἀθηναῖοι· κρεῖττον γάρ ἐστι παρʼ ὑμῶν ἀπολέσθαι ἢ μεθʼ ὑμῶν».

Ὁ αὐτὸς θεασάμενός τινα πλείονα τῆς οὐσίας ποιούμενον φροντίδα … ὑπὲρ τοὺς υἱοὺς ἔφη· «σύ μοι δοκεῖς, ὦ οὗτος, μὴ τὴν οὐσίαν ἐθέλειν τοῖς υἱοῖς καταλιπεῖν, ἀλλὰ τὰ τέκνα τῇ οὐσίᾳ».

Δημάδης ὁ ῥήτωρ μετακαλούντων αὐτόν τινων ἀπὸ τοῦ πολιτεύεσθαι καὶ κελευόντων γεωργεῖν εἶπεν· «αἱρετώτερόν μοί ἐστι στιγμὴν τοῦ βήματος γεωργεῖν ἢ ὅλην τὴν Ἀττικήν».

Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπό τινος βουλομένου τὴν θυγατέρα αὐτοῦ γῆμαι εἰ καλή ἐστιν «ὡς μὲν ἐρωμένη» εἶπεν «αἰσχρά, ὡς δὲ γυνὴ καλή».

Ὁ αὐτὸς ψήφισμα γράψας παράνομον καὶ εὐθυνόμενος ὑπὸ Λυκούργου ἐρωτήσαντος αὐτὸν ἐκείνου εἰ, ὅτε ἔγραφεν τὸ ψήφισμα, οὐκ ἐνέβλεπεν εἰς τοὺς νόμους, «οὐκ ἐνέβλεπον» ἔφησεν· «ἐπεσκότει γὰρ αὐτοὺς τὰ Μακεδόνων ὅπλα.»

Ὁ αὐτὸς οὐ θελόντων Ἀθηναίων τιμᾶν Ἀλέξανδρον ὡς θεὸν «δέδια», φησίν, «ὦ ἄνδρες, ὑπὲρ ὑμῶν, μὴ τοῦ οὐρανοῦ φθονοῦντες Ἀλεξάνδρῳ τὴν γῆν ἀφαιρεθῆτε ὑπʼ αὐτοῦ».

Ὁ αὐτὸς ἐπεὶ ἐλοιδορεῖτο ὑπό τινος νεανίσκου τὰ αἴσχιστα «νεανίσκε» ἔφη· «ἡ γλῶττά σου οὐκ ἐν τῷ στόματι κάθηται, ἀλλʼ ἐπὶ οἰκήματος.»

Ὁ αὐτὸς Δημοσθένην ὅμοιον ἔφη εἶναι ταῖς χελιδόσι· «καὶ γὰρ ἐκεῖναι οὔτε καθεύδειν ἐῶσιν οὐδʼ ἐγείρειν δύνανται·».

Ὁ αὐτὸς θορυβούμενος ὑπὸ τοῦ δήμου «ὦ δῆμε» φησί· «μᾶλλον δὲ δήμιε».

Ὁ αὐτὸς εἶπε τὴν ἐπιτίμησιν τοῖς ἀνθρώποις ἔμψυχον μάστιγα.

Ὁ αὐτὸς λέγων ποτὲ κρίσιν ἐν πανδοκείῳ ὑβρισμένος μάρτυρας προεφέρετο τοὺς πανδοκέας, τῶν δὲ κρινόντων οὐκ ἀξιοπίστους εἶναι φασκόντων «τοιοῦτος γὰρ» φησὶ «καὶ ὁ τόπος ἦν, ἐν ᾧ ἡ ὕβρις ἐπετελέσθη· εἰ δὲ ἐν τῷ δουρείῳ ἵππῳ ὕβρισε, τοὺς ἀριστεῖς ὑμῖν ἂν παρειχόμην μάρτυρας Μενέλαον καὶ Διομήδην καὶ Ὀδυσσέα».

Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπό τινος τί εἴη πεποιηκὼς τὰ ἐκ Μακεδονίας χρήματα ἀναβαλόμενος καὶ ἐπιδείξας τήν τε κοιλίαν καὶ τὰ αἰδοῖα ἔφη· «τὶ ἂν τούτοις ἱκανὸν γένοιτο;»

Ὁ αὐτὸς δυσημερῶν ἐπί τινος δημηγορίας «οἶδα», φησίν, «ὅτι οὐδένα ὑμεῖς ἐσιτίσατε, ὃν οὐκ ἀπεκόψατε».

Ὁ αὐτὸς ὀνειδιζόμενος καθʼ ὅτι ἕνα μόνον υἱὸν ἔθρεψεν εἶπεν· «ἕνα κρεῖττόν ἐστι τριηράρχην ἢ δέκα κωπηλάτας καταλιπεῖν.»

Ὁ αὐτὸς ἔφη· «ὥσπερ τὸ τῆς Ἑλένης κάλλος ἐπʼ ἀπωλείᾳ τῶν ἡρώων ἐγένετο, οὕτω καὶ Δημοσθένους ἐν τῷ λέγειν δύναμις ἐπʼ ἀπωλείᾳ τῆς Ἑλλάδος ηὐξήθη».

Ὁ αὐτὸς ἔφη, ὥσπερ ἀγωνιστοῦ γίνεσθαι δυσημερίαν, οὕτω καὶ ἀκροατοῦ.

Ὁ αὐτὸς ἐν ἐκκλησίᾳ θροούμενος εἶπεν· «οὐκ ἐμὲ ἐκωλύσατε λέγειν, ἀλλʼ ἑαυτοὺς ἀκούειν».

Δημοκράτης ὁ Παῤῥησιαστὴς ἐρωτήσαντός Φιλίππου τί ἂν ποιῶν χαρίζοιτο Ἀθηναίοις εἶπεν· «ἀπαγξάμενος.»

Ὁ αὐτὸς πρὸς τοὺς πυκνῶς ἐγκωμιάζοντας Φίλιππον «οὐ παύσεσθε» εἶπε «θνητοῦ σώματος ἀθάνατοι κόλακες ὄντες;»

Ὁ αὐτὸς τοὺς πλουσίους καὶ ἀπαιδεύτους παραπλησίους ἔφησεν εἶναι τοῖς κριοῖς τοῖς ἐπιπόκοις, πλὴν ὅτι ἐκείνους μὲν οἱ κουρεῖς, τούτους δὲ οἱ συκοφάνται κείρουσιν.

Ὁ αὐτός ποτε ἀποσταλεὶς παρὰ Ἀθηναίων πρὸς Φίλιππον κατὰ πρεσβείαν μετὰ παῤῥησίας αὐτῷ ὡμίλει· τοῦ δὲ Φιλίππου εἰπόντος· «οὐ φοβῇ, μὴ τὴν κεφαλήν σου προστάξω ἀφελεῖν;» «οὐ φοβοῦμαι» εἶπεν· «ἐὰν γὰρ σύ μου ταύτην ἀφέλῃς, ἡ πατρίς μοι αὐτὴν ἀθάνατον ἀναθήσει».

Ὁ αὐτὸς θεωρῶν τοὺς περὶ Ἀριστογείτονα καὶ Πυθέαν πονηροὺς ἀνθρώπους ὑπὸ τοῦ δήμου προαγομένους «οὐκ αἰσχύνεσθε,» φησίν, «ὦ Ἀθηναῖοι, καθάπερ οἱ ὄρνιθες τὰ κόπρια εἰς τὸ μέσον ἕλκοντες»;

Δημήτριος ὁ Φαληρεὺς ἔφη, ὡς οἱ θυμοὶ καθάπερ οἱ κύνες τυφλὰ τίκτουσι τὰ κριτήρια.

Ὁ αὐτὸς εὐχομένους μὲν ἔφη δεῖν αἰτεῖσθαι τὰ μέγιστα τῶν ἀγαθῶν, βουλευομένους δὲ ζητεῖν δυνατά.

Ὁ αὐτὸς ἔφη δεῖν τοὺς καλῶς ἀγομένους τῶν νεανίσκων αἰδεῖσθαι ἐν μὲν ταῖς οἰκίαις τοὺς γονεῖς, ἐν δὲ ταῖς ὁδοῖς τοὺς ἀπαντῶντας, ἐν δὲ ταῖς ἐρημίαις ἑαυτούς.

Ὁ αὐτὸς εἶπε τὸν μὴ δυνάμενον γενναίως ἐνεγκεῖν ἀτυχίαν μὴ δύνασθαι ἐπιδεξίως ἐνεγκεῖν εὐτυχίαν.

Ὁ αὐτὸς ἔφη μὴ δεῖν ζητεῖν τοὺς ἀνθρώπους εἰ ἐκ μεγάλης πόλεώς εἰσιν, ἀλλʼ εἰ μεγάλης πόλεως ἄξιοι.

Ὁ αὐτὸς ἔλεγε τὸ μὲν τὰ κακὰ ἐνεγκεῖν ἀνδραπόδων εἶναι, τὸ δὲ τὰ ἀγαθὰ ἀνδρῶν.

Ὁ αὐτὸς ἐρωτηθεὶς τί τῶν ζώων κάλλιστόν ἐστιν εἶπεν· «ἄνθρωπος παιδείᾳ κεκοσμημένος».

Ὁ αὐτὸς ἐρωτηθεὶς τίς ἄριστος σύμβουλος ἔφη· «ὁ καιρός.»

Διονύσιος ὁ Σικελίας τύραννος ἐκπεσὼν τῆς ἀρχῆς καὶ ἐρωτώμενος ὑπό τινος· «τί ὠφέλησαι ὑπὸ Πλάτωνος;» εἶπε· «πάλαι μὲν τὸ μετρίως ἄρχειν, νῦν δὲ τὸ μετρίως ζῆν».

Ὁ αὐτὸς νεωτέρου τινὸς ἐπὶ τῇ τοῦ σώματος ὥρᾳ σεμνυνομένου ἀνοήτων ἔφη τοιαύτην ὑπεροχὴν θαυμάζειν, ἥτις ὑπὸ τριχὸς καταλύεται.

Δημοχάρης ὁ ῥήτωρ τελευτήσαντος τοῦ Δημοσθένους εἶπεν ἐν τῇ ἐκκλησίᾳ· «ἄνδρες πολῖται, ἡ φωνὴ τῆς πατρίδος ἡμῶν τέθνηκεν.»

Διοκλῆς ὁ ἰατρὸς λέγοντος αὐτῷ τινος βιβλίον ἠγορακέναι ἰατρικὸν καὶ μὴ προσδεῖσθαι διδασκαλίας εἶπε· «τὰ βιβλία τῶν μὲν μεμαθηκότων ὑπομνήματά ἐστι, τῶν δὲ ἀμαθῶν μνήματα».

Δημόκριτος τὴν φιλαργυρίαν ἔλεγε μητρόπολιν πάσης κακίας.

Ὁ αὐτὸς ἰδὼν φθονερὸν λυπούμενον ἔφη· «ἢ τούτῳ μέγα κακὸν συμβέβηκεν ἢ ἄλλῳ μέγα ἀγαθόν.»

Ὁ αὐτὸς εἶπε· «μόνον οἶδα ὅτι οὐκ οἶδα».

Εὐριπίδης ὁ τῶν τραγῳδιῶν ποιητὴς εἶπεν ὅτι τοὺς ἀγαθοὺς ἄνδρας δεῖ ζῶντας μὲν τιμᾶσθαι, τελευτήσαντας δὲ ἐγκωμιάζεσθαι.

Ὁ αὐτὸς ἀγωνιᾶν ἔφησεν εἰς τὰ θέατρα παραγινόμενος οὐχὶ εἰ νικηθήσεται, ἀλλʼ ἵνα μὴ δόξῃ παρὰ τὸ πρότερον ἑαυτοῦ χείρων εἰσεληλυθέναι.

Ὁ αὐτὸς ὀνειδιζόμενός ποτε ὅτι δίκην ἔχων ἐμισθώσατο ῥήτορα ἔφη· «καὶ γάρ, ὅταν δεῖπνον ἔχω, μάπειρον μισθοῦμαι».

Ὁ αὐτὸς ὀνειδιζόμενος ὑπό τινων ἐπὶ τῷ βαρβαρίζειν ἔφη· «ἐγὼ μὲν τῷ λόγῳ, ὑμεῖς δὲ τῷ τρόπῳ».

Ὁ αὐτὸς ἐρωτηθεὶς διὰ τί τούς τε πονηροὺς καὶ ἀγαθοὺς μισεῖ ἔφη· «τοὺς μὲν πονηροὺς διὰ τὴν μοχθηρίαν, τοὺς δὲ ἀγαθοὺς ὅτι τοὺς κακοὺς οὐ μισοῦσιν».

Ὁ αὐτὸς ἔφη· «ὅστις φίλον λυπούμενον ἔφυγεν, οὐδὲ τοῦ χαίροντος ἀπολαύειν ἄξιος».

Ὁ αὐτὸς ἐρωτηθεὶς διὰ τί σφόδρα ἀγανακτεῖ κακῶς ἀκούων ἔφη· «ὅτι οὐδὲ ἐπαινούμενος ἡσθήσομαι, εἰ μὴ κακῶς ἀκούων ἀχθεσθήσομαι».

Ὁ αὐτὸς, ἐπεὶ ὀψωνοῦντος αὐτοῦ ἐπελάβετό τις λέγων ὅτι Σοφοκλῆς τοῦτο διὰ δούλου ποιεῖ ἔφη· «τοιγαροῦν Σοφοκλῆς μὲν ἐσθίει ὄψον, ὁποῖον ἂν τῷ οἰκέτῃ ἀρέσῃ, ἐγὼ δέ, ὁποῖον ἂν ἐμοί».

Ὁ αὐτός ποτε φακῆν ἕψων καὶ μὴ ἔχων ξύλα ἀνελόμενος ξόανον Ἡρακλέους ἐγγὺς ἑστηκὸς ἐπέθηκε τῇ ἑστίᾳ εἰπών· «Ἡράκλεις, τρισκαιδέκατόν σοι τοῦτον ἆθλον Εὐριπίδης ἐπέθηκεν, φακῆν ἑψῆσαι».

Εὐκλείδης ὁ φιλόσοφος ἐρωτώμενος ὑπό τινος ὁποῖοί τινές εἰσιν οἱ θεοὶ καὶ τίσι χαίρουσι «τὰ μὲν ἄλλα οὐκ οἶδα» εἶπε· «τοὺς μέντοι φιλοπράγμονας ὅτι μισοῦσιν, ἀσφαλῶς οἶδα».

Ὁ αὐτὸς τοῦ ἀδελφοῦ εἰπόντος κατʼ ὀργὴν οὐ πρότερον ἀποθανεῖσθαι, εἰ μὴ ἀμυνεῖται αὐτόν, «ἀλλʼ ἐγὼ» ἔφη «οὐ πρότερον ἀποθανοῦμαι, εἰ μή σε φιλαίτατον ποιήσομαι».

Ἐπαμινώνδας ὁ Θηβαίων στρατηγὸς διαλεγομένου τινὸς αὐτῷ παρὰ τῶν πολεμίων περὶ προδοσίας εὐτελὲς ἄριστον ἀριστῶντι βλέψας εἰς τὸν ἄνθρωπον καὶ δείξας τὴν τράπεζαν εἶπε· «τοιαῦτα ἄριστα προδότας οὐ τρέφει».

Ὁ αὐτὸς τὸν κατὰ τὸν πόλεμον θάνατον εἶπεν ἱερόθυτον εἶναι.

Ὁ αὐτὸς ἰδὼν στρατόπεδον μέγα καὶ καλόν, στρατηγὸν οὐκ ἔχον, «ἡλίκον» εἶπε «θηρίον κεφαλὴν οὐκ ἔχει»;

Ὁ αὐτὸς ταχθεὶς ὑπὸ τῶν πολιτῶν ἐπὶ τῶν ὀχετῶν «οὐκ ἐμὲ» φησὶν «ἄδοξον ποιήσετε, ἀλλὰ τὸν τόπον ἔνδοξον διʼ ἐμέ».

Ἐμπεδοκλῆς ὁ φυσικὸς πρὸς τὸν λέγοντα ὅτι «οὐδένα σοφὸν εὑρεῖν δύναμαι» «κατὰ λόγον» εἶπε· «τὸν γὰρ ζητοῦντα τὸν σοφὸν αὐτὸν πρότερον εἶναι δεῖ».

Εὐμονίδας ὁ Θηβαῖος στρεβλοὺς ἔχων τοὺς πόδας ἀπολέσας τὰ ὑποδήματα ηὔξατο τῷ κλέψαντι ἁρμόσαι.

Ἐφιάλτης ὁ τῶν Ἀθηναίων δημαγωγὸς χειροτονηθεὶς προστάτης ὑπὸ τοῦ δήμου παρῃτήσατο τὴν φιλίαν τῶν ἑταίρων φάμενος μὴ δύνασθαι τὸ κοινὸν συμφέρον διαφυλάσσειν καὶ φιλίας δίκαια συντηρεῖν.

Εὐξίθεος ὁ Ἀθηναῖος τοὺς χρηστοὺς μὲν ἐν τοῖς λόγοις, ἀχρήστους δὲ τῷ βίῳ ὁμοίους ἔφησεν εἶναι τοῖς ἀγαθοῖς ἐνυπνίοις.

Ἐρασίστρατος ὁ ἰατρὸς καταλαβών τινα πυρέττοντα καὶ ἐσθίοντα ἅμα ἠρώτησε τί τοῦτο ποιεῖ· ὁ δὲ «πρὸς ἡδονὴν» ἔφη «ἀπόλλυμαι».

Ὁ αὐτὸς οὐκ ἐκ τῶν καταποθέντων, ἀλλʼ ἐκ τῶν ἀναδοθέντων τὴν ἰσχὺν ἔφη τοῖς ἀνθρώποις περιγίνεσθαι.

Ὁ αὐτὸς τὴν ἰατρικὴν τῆς φιλοσοφίας ἔφησεν ἀδελφὴν εἶναι· τὴν μὲν γὰρ τὰ ψυχικά, τὴν δὲ τὰ σωματικὰ θεραπεύειν ἀῤῥωστήματα.

Ὁ αὐτὸς τελευτῶν «οἴμοι», εἶπεν, «ὅτι παρακύπτων εἰς τὴν τέχνην ἀποθνήσκω».

Ἐρατοσθένης ὁ Κυρηναῖος τῆς ἡλικίας ἔφη τὸ μὲν ἀκμάζον ἔαρ εἶναι, θέρος δὲ καὶ μετόπωρον τὸ μετὰ τὴν ἀκμήν, χειμῶνα δὲ τὸ γῆρας.

Εὐκράτης ὁ Κόρυδος δοκοῦντός τινος νεανίσκου παρακεχρῆσθαι τῇ ἡλικίᾳ καὶ πεπλουτηκέναι ἀπὸ τῆς ὥρας «ὁρῶ σε», φησίν, «ὦ νεανίσκε, ἐκ τῶν ὄπισθεν εἰς τοὔμπροσθεν προβεβηκότα».

Εὐμενὴς ὁ βασιλεὺς τοῖς ἀδελφοῖς ἔλεγε διὰ παντός· «ἐὰν μὲν ὡς βασιλεῖ προσφέρησθέ μοι, ὡς ἀδελφοῖς ὑμῖν χρήσομαι· ἐὰν δὲ ὡς ἀδελφῷ, ἐγὼ ὑμῖν ὡς βασιλεύς».

Ἐπίκουρος ὁ φιλόσοφος τὴν οἴησιν ἱερὰν νόσον ἔλεγεν.

Ζήνων ὁ Στωϊκὸς φιλόσοφος λεγόντων τινῶν ὅτι παράδοξα λέγει ἔφη· «ἀλλʼ οὐ παράλογα».

Ζήνων ἐρωτηθεὶς τί ἐστι φίλος ἔφη· «ἄλλος οἷος ἐγώ».

Ζήνων ἔφη τὴν μὲν ὅρασιν ἀπὸ τοῦ ἀέρος λαμβάνειν τὸ φῶς, τὴν δὲ ψυχὴν ἀπὸ τῶν μαθημάτων.

Ὁ αὐτὸς περιπεσὼν ναυαγίῳ καὶ τὰ ὄντα ἀπολέσας οὐδὲν ἀγεννὲς ἐφθέγξατο, ἀλλʼ «εὖγε», εἶπεν, «ὦ Τύχη, ὅτι συνέστειλας ἡμᾶς εἰς τὸ τριβώνιον τοῦτο».

Ὁ αὐτὸς τοὺς τοῦ σώματος ἐπιμελουμένους, τῆς δὲ ψυχῆς ἀμελοῦντας ὁμοίους ἔφη εἶναι τοῖς ζητοῦσι μὲν ἐσθῆτα καθαρὰν φορεῖ, ῥυπῶσι δὲ καὶ αὐχμῶσιν.

Ὁ αὐτὸς ἰδὼν ἀκόλουθόν τινος τῶν γνωρίμων μεμαστιγωμένον «ὁρῶ σου» ἔφη «τοῦ θυμοῦ τὰ ἴχνη».

Ὁ αὐτὸς Ἀρίστωνος αὐτὸν ἐρομένου τί ποιῶν ἐγένετο σοφὸς εἶπε· «τοῖς μὲν κρείττοσιν ὑποτασσόμενος, τοῖς δὲ πᾶσιν ἴσοις συζητῶν, τοῖς δʼ ἥττοσιν εἰσηγούμενος».

Ὁ αὐτὸς ἔφη τὴν παιδείαν πρὸς εὐδαιμονίαν αὐτάρκη.

Ὁ αὐτὸς θεωρήσας ἐπὶ τῆς πλατείας ὑπὸ κοράκων διασπώμενόν τινα εἶπεν· «οὗτος ὑπὸ τῆς φύσεως ἔσχεν τοὺς κηδεύοντας».

Ὁ αὐτὸς ἐρωτηθεὶς πῶς ἂν ἐλάχιστα ἁμαρτάνοι ὁ νέος εἶπεν· «εἰ πρὸ ὀφθαλμῶν ἔχοι οὓς μάλιστα τιμᾷ καὶ αἰσχύνεται».

Ζάλευκος ὁ τῶν Λοκρῶν νομοθέτης ἐρωτηθεὶς πῶς ἂν ἀναμάρτητος γένοιτό τις εἶπεν· «εἴ ἐχθροὺς ἔχοι πολλούς· φοβούμενος γὰρ αὐτῶν τὰς παραστάσεις καὶ τὸν ἔλεγχον σπανίως ἂν πειρῷτο τὸ καλῶς ἔχον ὑπερβαίνειν».

Οἴησίς ἐστιν ἐγκοπὴ προκοπῆς.

Ἡγησίας ὁ ῥήτωρ ὀνειδιζόμενος ὑπό τινος, ὅτι ἀγροίκων ἀπόγονός ἐστιν, «οἶδα» φησίν «ἀλλὰ τοῖς μετʼ ἐμʼ αὐτὸν εὐγενείας ἄρξω».

Ὁ αὐτὸς κακοῦ τινος τραγῳδοποιοῦ ἀκρόασιν ποιούμενος λέγοντός τινος νεανίσκου ὅτι ἐξελεύσεται «οὐκ ἐμοῦγε» ἔφη «πρότερος»· καὶ ἀναστὰς ἐξῆλθεν.

Ἡρόδοτος ὁ ἱστοριογράφος ἐρωτηθεὶς ὑπό τινος πῶς ἂν δύναιντο οἱ ἄνθρωποι εὐθυμεῖν εἶπεν· «ἐὰν μὴ πολλὰ πρήσσωσιν.»

Ἡράκλειτος ὁ φυσικὸς ἔφησε σοφώτατος γεγονέναι πάντων νέος ὤν, ὅτι ᾔδει ἑαυτὸν μηδὲν εἰδότα.

Ὁ αὐτὸς ἔφη· «κακοὶ μάρτυρες ὦτα καὶ ὀφθαλμοὶ ἀφρόνων ἀνθρώπων».

Ὁ αὐτὸς ἔφη· «τιμαὶ θεοὺς καὶ ἀνθρώπους καταδουλοῦνται».

Ὁ αὐτὸς εἶπεν· «ἄνθρωποι κακοὶ ἀληθινῶν ἀντίδικοι».

Ἡράκλειτος τὴν παιδείαν ἕτερον ἥλιον εἶναι τοῖς πεπαιδευμένοις ἔλεγεν.

Ὁ αὐτὸς συντομωτάτην ὁδὸν ἔλεγεν εἰς εὐδοξίαν τὸ γενέσθαι ἀγαθόν.

Θαλῆς ὁ σοφὸς ἐρωτηθεὶς εἰ λανθάνει τις ποιῶν τι τὸν θεὸν εἶπεν· «οὐδὲ διανοούμενος».

Ὁ αὐτὸς ἐρωτῶντος αὐτόν τινος εἰ ὀμόσῃ, ὅτι οὐκ ἐμοίχευσεν, ἐκέλευσε μὴ ὀμόσαι φήσας τὸν ὅρκον μεῖζον αὐτὸν βλάψειν ἢ τὸ ἔργον.

Ὁ αὐτὸς παρακελευομένης αὐτῷ τῆς μητρὸς γῆμαι οὔπω ἔφησεν ὥραν εἶναι, ὕστερον δὲ ἀναγκαζόμενος παρεληλυθέναι ἔφη τὴν ὥραν.

Ὁ αὐτὸς ἀποσκοπῶν ποτε νύκτωρ εἰς τὰ μετέωρα καὶ διὰ τοῦτο κατενεχθεὶς εἴς τι φρέαρ, πρὸς τὴν ἐκείνου φωνὴν τὸ προσεδρεῦον αὐτῷ θεραπαινίδιον ἐλθὸν καὶ διὰ κλιμακίου μόλις ἀνελκύσαν τὸν δεσπότην εἶπεν· «ὦ Θαλῆς, τὰ ἐν οὐρανῷ σκοπῶν τὰ ἐπὶ γῆς οὐχ ἑώρακας».

Θαλῆς ἐρωτηθεὶς τί πρεσβύτατον τῶν ὄντων εἶπε· «θεός· ἀγέννητος γάρ»· κάλλιστον· «κόσμος· ποίημα γὰρ τοῦ θεοῦ»· μέγιστον· «τόπος· ἅπαντα γὰρ χωρεῖ»· ταχύτατον· «νοῦς· διὰ παντὸς γὰρ τρέχει»· ἰσχυρότατον· «ἀνάγκη· κρατεῖ γὰρ ἁπάντων»· σοφώτατον· «χρόνος· ἀνευρίσκει γὰρ πάντα».

Ὁ αὐτὸς ἐρωτηθεὶς τί δύσκολον ἔφη· «τὸ ἑαυτὸν γνῶναι»· τί εὔκολον· «τὸ ἄλλῳ ὑποθέσθαι»· τί δὲ ἥδιστον· «τὸ ἐπιτυγχάνειν»· τί δὲ θεῖον· «τὸ μήτε ἀρχὴν μήτε τελευτὴν ἔχον»· τί δὲ δύσκολον εἴη τεθεαμένος, «γέροντα τύραννον»· πῶς ἄν τις ἀτυχίαν ἄριστα φέροι· «εἰ τοὺς ἐχθροὺς χείρονα πράττοντας βλέποι»· πῶς ἂν ἄριστα καὶ δικαιότατα βιώσαιμεν, «ἐὰν ἃ τοῖς ἄλλοις ἐπιτιμῶμεν αὐτοὶ μὴ δρῶμεν»· τίς εὐδαίμων· «ὁ τὸ μὲν σῶμα ὑγιής, τὴν δὲ ψυχὴν εὔπορος, τὴν δὲ φύσιν εὐπαίδευτος».

Θεόφραστος ὁ ἐκ τοῦ περιπάτου φιλόσοφος ἐρωτηθεὶς ὑπό τινος τί συνέχει τὸν τῶν ἀνθρώπων βίον εἶπεν· «εὐεργεσία καὶ τιμὴ καὶ τιμωρία».

Ὁ αὐτὸς ἰδὼν νεανίσκον τινὰ εὐχόμενον τοῖς θεοῖς νοῦν καὶ φρένας ἀγαθὰς αὐτῷ περιποιεῖν «ὦ νεανίσκε», εἶπεν, «οὐ τοῖς εὐχομένοις νοῦς καὶ φρένες περιγίνονται, ἀλλὰ τοῖς μανθάνουσιν».

Ὁ αὐτὸς ἔφησε τοῖς ὄχλοις μήτε καλῶς μήτε κακῶς ποιεῖν· «κακῶς μὲν γὰρ παθόντες εἰς τὸν ἅπαντα χρόνον μνημονεύουσιν, εὐεργετηθέντες δὲ παραχρῆμα ἐπιλανθάνονται».

Ὁ αὐτὸς ἐπαινεῖν καὶ κατηγορεῖν οὐ τοῦ τυχόντος ἔφη εἶναι, ἀλλὰ τοῦ διειληφότος περὶ ἀνθρώπου καλῶς καὶ κακῶς.

Ὁ αὐτὸς ἐδοκίμαζεν μὴ φιλήσαντα κρίνειν, ἀλλὰ κρίναντα φιλεῖν, καὶ μισεῖν λόγῳ, καὶ μὴ πάθει.

Ὁ αὐτὸς δεῖν τὰ τῶν γελοίων ἔφη τοιαῦτα εἶναι, ἐφʼ οἷς ὁ μὲν ἀκούων ἡσθήσεται, ὁ δὲ λέγων οὐ καταισχυνθήσεται.

Ὁ αὐτὸς ἔφη δεῖν μᾶλλον μνημονεύειν, ὑφʼ ὧν καλῶς τις πέπονθεν ἢ ὑφʼ ὧν κακῶς· καὶ γὰρ τὸ εὐχαριστεῖν τοῦ τιμωρεῖσθαι βελτίονος ἤθους εἶναι.

Ὁ αὐτὸς πρὸς τὸν δακνόμενον ἐπὶ ταῖς ἑαυτοῦ ἁμαρτίαις καὶ μεταμελόμενον ἔφη· «εἰ οὕτω μέλλων πράττειν τὰ φαῦλα ἐδάκνου, ὡς πράξας, οὐκ ἂν ἥμαρτες».

Ὁ αὐτὸς πρὸς Νικόμαχόν ποτε τὸν Ἀριστοτέλους υἱὸν ἀργῶς φιλοσοφοῦντα καλὸν ἔφη μὴ μόνον εἶναι τῆς οὐσίας τῆς πατρῴας κληρονόμον, ἀλλὰ καὶ τῶν ἐπιτηδευμάτων ἐκείνου.

Ὁ αὐτὸς λάλῳ περιπεσὼν εἶπεν· «αὔριόν σε ποῦ ἔσται μὴ ἰδεῖν»;

Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπό τινος τί ἐστιν ἔρως εἶπε· «πάθος ψυχῆς σχολαζούσης».

Ὁ αὐτὸς ἐν συμποσίῳ νεανίσκον τινὰ βλέπων ἡσυχίαν ἄγοντα εἶπεν· «εἰ μὲν ἀπαίδευτος ὢν σιωπᾷς, πεπαιδευμένος ὑπάρχεις· εἰ δὲ πεπαιδευμένος, ἀπαιδεύτως σιωπᾷς».

Ὁ αὐτὸς ἔφη τοὺς μοχθηροὺς τῶν ἀνθρώπων οὐχ οὕτως ἥδεσθαι ἐπὶ τοῖς ἰδίοις ἀγαθοῖς, ὡς ἐπὶ τοῖς ἀλλοτρίοις κακοῖς.

Ὁ αὐτὸς ἐρωτηθεὶς τίνα προκοπὴν ἔχει πολιτεία ἔφη· «φθόνον».

Ὁ αὐτὸς τοὺς εὐειδεῖς καὶ ἀπαιδεύτους ὁμοίους ἔφησεν εἶναι ἀλαβάστροις ἔχουσιν ὄξος.

Θεαρίδας ὁ Λάκων ξίφος ἀκονῶν καὶ ἐρωτώμενος εἰ ὀξύ ἐστιν ἔφη· «ὀξύτερον διαβολῆς».

Θεόκριτος ὁ Χῖος ἀφυοῦς ποιητοῦ ἀκρόασιν ποιούμενος ἐρωτώμενος ὑπʼ αὐτοῦ ποῖά ἐστι τὰ καλῶς εἰρημένα ἔφη· «ἃ παρέλιπες».

Ὁ αὐτὸς παρὰ πότον τινῶν νεανίσκων ἐριζόντων πρὸς ἀλλήλους ποῖον ὕδωρ χρηστότατόν ἐστι τῶν κατὰ τὴν οἰκουμένην, καὶ τοῦ δείπνου μὴ παρατιθεμένου, ἀλλὰ τῶν μὲν φασκόντων τὸ ἐν Κορίνθῳ ἀπὸ τῆς Πειρήνης, τῶν δὲ τὸ ἐν Πιερίᾳ ἀπὸ τοῦ Ἑλικῶνος, τῶν δὲ τὸ ἐν Χαλκίδι ἀπὸ τῆς Ἀρεθούσης, εἶτα ἐρωτώντων αὐτὸν ποίῳ συγκατατίθεται εἶπεν· «ἐμοὶ δοκεῖ κατὰ τὸν παρόντα καιρὸν ἄριστον εἶναι ὕδωρ τὸ κατὰ χειρῶν».

Ὁ αὐτὸς τῶν Χίων οὐκ ἐώντων αὐτὸν στῆσαι τὴν εἰκόνα αὐτοῦ πρὸς τῇ στοᾷ, ἀλλὰ φασκόντων τοὺς ὀλυμπιονίκας ἐκεῖ δεῖν ἵστασθαι, ἔφη· «ἐὰν Ὀλύμπιά τις ὑμῶν νικήσῃ, μετάθετέ μου τὴν εἰκόνα εἰς τὴν ταριχόπωλιν».

Ὁ αὐτὸς ἐν συμποσίῳ ἀσώτου τινὸς κληθείς, ὅστις τὸν ἴδιον ἀγρὸν πωλήσας καταβεβρώκει, προσενεγκαμένου ἔδεσμα ζέον καὶ φάσκοντος κατακεκαῦσθαι τὸν οὐρανὸν «ἀλλὰ μὴν εἴ γε» ἔφη «τὴν μὲν γῆν καταβέβρωκας, τὸν δὲ οὐρανὸν κατακέκαυκας, λοιπὸν ἔτι σοι τὴν θάλασσαν ἐκπιεῖν».

Ὁ αὐτὸς Φιλοξένου πρὸς αὐτὸν μαχομένου καὶ συζητοῦντος ἔφη· «πότερον βούλει μοι διαλέγεσθαι ἢ διαδάκνεσθαι»;

Ὁ αὐτὸς βουλευομένων Ἀβδηριτῶν πῶς ἂν καταγωνίσαιντο τοὺς Θρᾷκας εἶπεν· «εἰ Χαρμίδην μὲν τὸν ἰατρὸν χειροτονήσετε στρατηγόν, τὸν δὲ νῦν στρατηγοῦντα κελεύσετε ἰατρεύειν· ὁ μὲν γὰρ πολυάνδριον τὴν πόλιν πεποίηκεν, ὁ δʼ οὐδένα τῶν πολεμίων ἀνῄρηκεν».

Ὁ αὐτὸς ἐρωτηθεὶς ποῖα ἂν εἴη θηρία χαλεπώτερα εἶπεν· «ἐν μὲν τοῖς ὄρεσιν ἄρκοι καὶ λέοντες, ἐν δὲ ταῖς πόλεσι τελῶναι καὶ συκοφάνται».

Ὁ αὐτὸς ἐλθὼν εἰς Καῦνον καὶ ἰδὼν πάντας τοὺς ἐν τῇ πόλει χλωροὺς εἶπεν· «οἵη περ φύλλων γενεή, τοίη δὲ καὶ ἀνδρῶν».

Ὁ αὐτὸς ῥήτορος κακοῦ σεμνυνομένου ὅτι παρʼ οὐδενὸς οὐδὲν πώποτε εἴληφεν «οὐδεὶς γάρ σοι» ἔφη «οὐδὲν ἂν δῴη, ἐπεὶ σύ γʼ ἂν ἡδέως ὀμφαλὸν ἰσχάδος λάβοις».

Ὁ αὐτὸς τὰ μὲν ἐπιτεύγματα τῶν ποιητῶν ὡς θεῶν ἐκδέχεσθαι δεῖν ἔφη, τὰ δὲ ἀποτεύγματα ὡς ἀνθρώπων συγγνώμης ἀξιοῦν.

Ὁ αὐτὸς Ἀναξιμένους ποιούμενος ἀκρόασιν ἐπὶ πολὺ συνεγγίζοντος ἤδη τῇ τελευτῇ τοῦ βιβλίου μεγάλῃ φωνῇ ἔφη· «θαρσεῖτε ἄνδρες· γῆν ὁρῶ».

Ὁ αὐτὸς θεασάμενος μαθηματικὸν προσκόψαντα εἶπε· «πῶς τὰ ἐν οὐρανῷ ὁρῶν τὰ ἐν τῇ γῇ οὐχ ὁρᾷς».

Ὁ αὐτὸς λάχανα πλύνων τινὸς αὐτοῦ πυνθανομένου μή τινα δανειστὴν γινώσκει εἶπεν· «πῶς φῄς; ὅ τι τοιούτῳ βίῳ ἀρκοῦμαι»;

Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπό τινος διὰ τί ἡ Δημήτρα λαμπάδα κατέχει εἶπεν· «ὅτι πᾶσα τροφὴ πυρὶ κατεργάζεται».

Θεόδωρος ὁ Κυρηναῖος παῤῥησιαζόμενός ποτε πρὸς Λυσίμαχον τὸν βασιλέα κἀκείνου αὐτῷ ἀπειλοῦντος ἀναίρεσιν εἶπεν· «οὐκ αἰσχύνῃ, ὦ Λυσίμαχε, τοῖς δικαίοις, μὴ δυνάμενος νικῆσαι, τηλικοῦτος βασιλεὺς κανθαρίδος ἔργον ἐπαγγελλόμενος».

Θεοδέκτης ὁ φιλόσοφος Ἀντιπάτρου τοῦ σοφιστοῦ βάθρα μὲν ἔχοντος ἐν τῇ διατριβῇ πλείονα, μαθητὴν δὲ ἕνα Ἀντίβαθρον αὐτὸν ἐκάλει.

Ὁ αὐτὸς προδότου τινὸς κακῶς αὐτὸν λέγοντος εἶπεν· «χαίρω ἐχθρός σου γενόμενος· σὺ γὰρ οὐ τοὺς ἐχθρούς, ἀλλὰ τοὺς φίλους κακῶς ποιεῖς».

Ἰσοκράτης ἔλεγε· «μεγάλους δεῖ λαμβάνειν μισθοὺς παρὰ τῶν μαθητῶν τοὺς διδασκάλους, παρὰ μὲν τῶν εὐφυῶν, ὅτι πολλὰ μανθάνουσι, παρὰ δὲ τῶν ἀφυῶν, ὅτι πολὺν κόπον παρέχουσιν».

Ὁ αὐτὸς ἐρωτηθεὶς «διὰ τίνα αἰτίαν τοὺς ἄλλους διδάσκων λέγειν αὐτὸς σιωπᾷς»; ἔφη· «καὶ γὰρ ἡ ἀκόνη αὐτὴ μὴ τέμνουσα τὰς μαχαίρας τμητικωτέρας ποιεῖ».

Ὁ αὐτὸς ἐρωτηθεὶς τί ἐστιν ἔγρον ῥήτορος εἶπεν· «τὰ μικρὰ μὲν μεγάλα ποιῆσαι, τὰ δὲ μείζονα μικρὰ τῷ λόγῳ».

Ὁ αὐτὸς εἰπόντος τινὸς ὅτι ὁ δῆμος ὑπὸ τῶν ῥητόρων διαρπάζεται ἔφη· «τί θαυμαστόν, εἰ Κόρακος ἐφευρόντος τὴν ῥητορικὴν οἱ ἀπʼ ἐκείνου κόρακές εἰσιν».

Ὁ αὐτὸς εἶπε· «ῥήτορα ἐμισθώσω, εἰ δίκην ἔχεις· καὶ γὰρ ὅταν φίλους ἑστιῶμεν, μαγείρους μισθούμεθα».

Ὁ αὐτὸς ἐρωτηθεὶς τί δύναται ἡ ῥητορικὴ εἶπεν· «ἄνδρʼ ἐπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ».

Ἰσοκράτης ἀκρόασιν ποιούμενος εἶπε τριῶν ἐστοχάσθαι· τοὺς συνετοὺς ὠφελῆσαι, τοὺς ἀπείρους διδάξαι, τοὺς φθονεροὺς λυπῆσαι.

Ὁ αὐτὸς Κλέωνος τοῦ Κυζικηνοῦ φύσει ὄντος λάλου καὶ σχολάζειν βουλομένου διττοὺς ᾔτησε μισθούς, ἕνα μέν, ἵνα λαλεῖν μάθῃ, ἕτερον δέ, ἵνα σιγᾷ.

Ὁ αὐτὸς ἔφη δεῖν τὸν ἀγαθὸν ἄνδρα μεμνῆσθαι μὲν τῶν προγεγενημένων, πράττειν δὲ τὰ ἐνεστῶτα, περὶ δὲ τῶν μελλόντων ἀσφαλίζεσθαι.

Ὁ αὐτὸς εἰπόντος τινὸς αὐτῷ ὅτι «ὁ υἱός μου παρὰ σοὶ σχολάσας ἁμαρτάνει» εἶπε· «ποταπὸς οὖν ἂν ἐγένετο μὴ σχολάσας»;

Ὁ αὐτὸς θεασάμενός τινα τῶν μαθητῶν τοῦ μὲν ἀγροῦ ἐπιμελούμενον, τῆς δὲ πράξεως ἀμελοῦντα «ὅρα, ὦ οὗτος», ἔφη, «μὴ τὸν ἀγρὸν ἐξημερῶσαι βουλόμενος τὴν ψυχὴν ἐξαγριώσῃς».

Ἴβυκος ὁ μελοποιὸς Αἰσώπου ἐν τοῖς μύθοις ψευδομένου καὶ εὐδοκιμοῦντος «λέγε» ἔφη «αὐτούς· … οὕτω μέν σοι ὡς ὅτι ποτὲ καὶ τὰ ἀληθῆ λέγων ἀπιστηθήσῃ».

Καλλισθένης ὁ ἱστοριογράφος πρὸ τοῦ Ἀλεξάνδρῳ συσταλῆναι γεγραφὼς τὰ Ἑλληνικά, μετὰ δὲ ταῦτα τὰς Ἀλεξάνδρου πράξεις ἐρωτώμενος ὑπό τινος διὰ τί βέλτιον τὰ Ἑλληνικὰ συνεγράψατο «ὅτι ἐκεῖνα μὲν» εἶπε «πεινῶν ἔγραφον, ταῦτα δὲ κεχορτασμένος».

Ὁ αὐτὸς ἐρωτῶντός τινος διὰ τί οὐ μετήγαγεν Ἀλέξανδρον ἀπὸ τοῦ τύφου «ὅτι», εἶπεν, «ἐμοῦ ἑνὸς οἰκοδομοῦντος πολλοὶ ἦσαν οἱ καταβάλλοντες».

Κλεάνθης ὁ Στωϊκὸς φιλόσοφος εἶπε μώλωπας ἔχειν ἐν τῇ ψυχῇ τὰς ὑπὸ Ζήνωνος νουθεσίας.

Κλεόβουλος ἔφη τὸν μὲν φίλον δεῖν εὐεργετεῖν ἀεί, ἵνα μᾶλλον ᾖ φίλος, καὶ τὸν ἐχθρὸν ὁμοίως, ἵνα γένηται φίλος, καὶ φυλάσσεσθαι τῶν μὲν φίλων τὸν ψόγον, τῶν δὲ ἐχθρῶν τὴν ἐπιβουλήν.

Κλεόστρατος ὁ φιλοπότης, ὡς μεθύοντά τις αὐτὸν ἐνουθέτει λέγων· «οὐκ αἰσχύνῃ μεθύων»; ἔφη· «σὺ δὲ οὐκ αἰσχύνῃ μεθύοντα νουθετῶν».

Κλείσοφος ἐπιτιμῶντος αὐτῷ Φιλίππου, ὅτι ἀεὶ αἰτεῖ, «καὶ γὰρ σὺ» φησὶν «ἀεὶ ἔχεις».

Κόνωνι τῷ Ἀθηναίῳ, σφόδρα ὄντι αἰσχρῷ τὴν ὄψιν, πρεσβευομένῳ πρὸς Λακεδαιμονίους οὐ μετεδίδου λόγου τὸ κοινὸν τῶν δοκούντων εὐτακτοτάτων Σπαρτιατῶν, ἀλλʼ ὑπὸ γέλωτος κατεχόμενοι ἐμποδὼν ἦσαν τἀνδρί, μέχρις οὗ ἐκεῖνος ἐχαριεντίσατο πρὸς αὐτοὺς φήσας· «οὐδέποτε ἐκ κολοβοῦ κεραμίου χρηστὸν οἶνον ἐπίετε»; ἡσυχασάντων δὲ ἐπὶ ὀλίγον εἶπε· «καὶ νῦν ἀνάσχεσθε, καὶ ἐξ ἀμόρφου σώματος ἀκούσεσθε λόγον χρηστόν.»

Κότυς ὁ τῶν Θρᾳκῶν βασιλεὺς Θηβαίων σεμνυνομένων ὅτι Λακεδαιμονίων ἡγήσαντο «ἐγὼ» φησὶν «ἑώρακα χειμάῤῥους ποταμοὺς μείζους τῶν ἀενάων γενομένους, ἀλλʼ ὀλίγον χρόνον».

Ἀνακρέων ὁ ποιητὴς πρός τινα τῶν φίλων ἀπωδύρετο ἐπὶ τῷ πένης εἶναι εἰπόντος δὲ ἐκείνου· «ποιητὴς ὢν ἐλπίδας ἀγαθὰς ἔχε περὶ σεαυτοῦ» εἶπεν· «αἱ ἐλπίδες ἐγρηγορότων εἰσὶν ἐνύπνια».

Κῦρος θεασάμενός ποτε γυναῖκα εὔμορφον καί τινος εἰπόντος ὅτι «ἔξεστί σοι, εἰ θέλεις, χρήσασθαι βασιλεῖ ὄντι» ἔφη· «ἀλλὰ βασιλεῖ μὴ σωφρονεῖν οὐκ ἔξεστιν».

Ὁ αὐτὸς ἐρωτηθεὶς ποῖος τῶν θανάτων χαλεπώτατος ἔφη· «ὁ ἀπὸ τῶν νόμων ἐπαγόμενος».

Ὁ αὐτὸς μέλλων τελευτᾶν θεασάμενος τοὺς φίλους θρηνοῦντας ἔφη· «θαῤῥεῖτε, ὦ φίλοι· καὶ γὰρ ὁ ἥλιος δύνει».

Ὁ αὐτὸς ἐρωτηθεὶς τίνι καταλιμπάνει τὸ βασίλειον ἔφη· «τῷ δυναμένῳ».

Κικέρων εἶπε· «καλῶς ποιεῖν ἁπλῆ εὐεργεσία, λέγειν δὲ καὶ ποιεῖν διπλῆ».

Κράτης ὁ Κυνικὸς ἰδὼν μειράκιον καλλωπιζόμενον ὅμοιον αὐτὸ ἔφη εἶναι ὁδῷ λείᾳ καὶ πλατείᾳ, διʼ ἧς πολλοὶ εὐχερῶς ὁδεύουσιν.

Ὁ αὐτὸς ἔφη κρεῖττον εἶναι τῷ ποδὶ ὀλισθῆσαι ἢ τῇ γλώττῃ.

Ὁ αὐτὸς τὸν ποιητικὸν λόγον μέγιστον εἶπεν εἶναι λῃστὴν ἑρμηνείᾳ τε περισσῇ καὶ ἐνθυμήμασι πολλοῖς κεκοσμημένον.

Ὁ αὐτὸς Ζήνωνί ποτε τῷ Κιτιεῖ γνωρίμῳ ὄντι αὐτοῦ ἔδωκε χύτραν φέρειν φακῆς, καὶ τοῦ Ζήνωνος φιλοδοξότερον ἀποκρύπτοντος ἐν τῷ ὄχλῳ τὴν χύτραν πλήξας ὁ Κράτης τῇ βακτηρίᾳ κατέαξεν αὐτήν· φερομένης οὖν τῆς φακῆς κατὰ τῶν τοῦ Ζήνωνος σκελῶν κἀκείνου ἐρυθριῶντος ἐπὶ τούτῳ «θάῤῥει, ὦ φοινικίδιον», ἔφη· «οὐδὲν γὰρ δεινόν ἐστιν, ἀλλὰ φακῆ».

Ὁ αὐτὸς καλοῦντος αὐτὸν Ἀλεξάνδρου εἰς Μακεδονίαν καὶ ἐπαγγελλομένου τὰς Θήβας ἀναστήσειν εἶπεν· «οὐ χρῄζω τοιαύτης πατρίδος, ἣν ἕτερος Ἀλέξανδρος καθαιρήσει.»

Ὁ αὐτὸς παρεκελεύετο τοῖς ἀνθρώποις ἢ νοῦν ἢ βρόχον.

Ὁ αὐτὸς τελευτῶν τριάκοντα τάλαντα Θηβαίοις κατέλιπεν ἐπιφθεγξάμενος ὅτι, ἐὰν μὲν γένηται αὐτοῦ ἄξιος ὁ υἱός, οὐκ ἀπορήσει χρημάτων, ἐὰν δὲ ἀνάξιος, οὐδὲ ταῦτα ἔχειν ἐπιτήδειος ἔσται.

Λεωνίδης ὁ Λακεδαιμόνιος ὀλίγους ἔχων στρατιώτας εἰς τὴν πρὸς τοὺς Πέρσας μάχην ἐξεπορεύετο· εἰπόντος δέ τινος ὅτι μετʼ ὀλίγων παντελῶς ἐκπορεύεται εἶπεν· «ἀλλὰ μετὰ βουλομένων».

Ὁ αὐτὸς χωλὸν ἔχων τὸ σκέλος ἐπὶ παράταξιν προῆγεν· εἰπόντων δέ τινων ὅτι «τοιοῦτος ὢν πῶς ἐπὶ παράταξιν ἀπῄεις»; εἶπεν «οὐ γὰρ φευγόντων, ἀλλὰ ἑστώτων χρεία».

Ὁ αὐτὸς παρεκελεύετο τοῖς ὑπʼ αὐτῷ τασσομένοις ἀριστᾶν καθʼ ὥραν ὡς ἐν Ἅιδου δειπνήσουσιν.

Ὁ αὐτὸς εἰπόντος τινὸς αὐτῷ ὅτι οἱ Πέρσαι πολλοῖς χρώμενοι βέλεσιν ἐπισκοτοῦσι τῷ ἡλίῳ ἔφη· «μαχούμεθα ἄρα ὑπὸ σκιάν».

Λάκων ἀσθενῶς διακείμενος τὸ σῶμα ἐπὶ παράταξιν προῆγεν· λεγόντων δέ τινων αὐτῷ· «ποῦ τοιοῦτος πορεύῃ»; ἔφη· «ὑπὲρ τῆς πατρίδος ἀποθανεῖν»

Λάκων παιδαγωγὸς ἐρωτηθεὶς ὑπό τινος τί διδάσκει τοὺς παῖδας εἶπε· «τὰ καλὰ αὐτοῖς ἡδέα φαίνεσθαι».

Λάκων ἀνὴρ ἐρωτώμενος διὰ τί οἱ Λακεδαιμόνιοι μικρὰ ἔχουσι τὰ ἐγχειρίδια εἶπεν· «ὅτι ἐγγύθεν τοῖς πολεμίοις μάχονται».

Λάκων ἀνὴρ πρὸς τὸν εἰπόντα αὐτῷ· «διὰ τί οἱ Λακεδαιμόνιοι τὴν βραχυλογίαν ἀσκοῦσιν;» εἶπεν· «ὅτι ἔγγιστά ἐστι τοῦ σιωπᾶν».

Λάκων ἀνὴρ ἐρωτηθεὶς ἐπὶ πόσον αὐτῶν ἡ χώρα διήκει «ἐφʼ ὅσον ἂν» εἶπε «τὸ δόρυ ἰσχύῃ».

Λάκων ἀνὴρ παραγενόμενος εἴς τινα πόλιν δεικνύντος αὐτῷ τινος τῶν ἐγχωρίων ὅτι κάλλιστα τείχη ἔχει «τοιαῦτα», εἶπεν, «ὥστε τὰς γυναῖκας ἐξ αὐτῶν ἂν ἀμύνασθαι».

Λάκων ἀνὴρ ἐν παρατάξει κείμενος ἔτι ἔμπνους ἐπιόντος τινὸς τῶν πολεμίων καὶ τοὺς ἔτι ζῶντας ἀποσφάζοντος διακύψας ἠξίωσε κατὰ τὸ στέρνον πληγῆναι ὑπʼ αὐτοῦ αἰσχυνόμενος ὀπισθοπλῆγα τὸν νεκρὸν αὐτοῦ γενέσθαι.

Λύσιππος ὁ ἀνδριαντοποιὸς ἐρωτηθεὶς ὑπό τινος «διὰ τί δήμῳ, ἀνδριάντα ποιῶν, ὦτα οὐ περιέθηκας»; εἶπε· «δῆμος ἀκοῇ οὔποτε τίθεται, αὐθαδείᾳ δὲ μᾶλλον.»

Ὁ αὐτὸς ἰδὼν ἀνδριάντα κακῶς πεπλασμένον δυσκατηγόρητον ἔφη εἶναι· διὰ γὰρ τὸ πλῆθος τῶν ἁμαρτημάτων ἀπορεῖν, πόθεν ἄρξεται.

Λυκοῦργος ὁ νομοθέτης τὸ μὲν ἀξιόχρεων τῶν ἀνθρώπων ἔφη ἐν τῇ οὐσίᾳ κεῖσθαι, τὸ δὲ ἀξιόπιστον ἐν τοῖς τρόποις.

Λάμων παλαίων τὸν ἀνταγωνιστὴν ἔδακε· τοῦ δὲ εἰπόντος· «δάκνεις ὡς γυνὴ» εἶπεν· «οὐχί, ἀλλʼ ὡς λέων».

Λύκων ἰδὼν γυναῖκα θρασεῖαν τὰ τῶν ἀνδρῶν πράττειν ἐθέλουσαν «οὔτε γυναῖκα» εἶπεν «ὁμοίαν ἀνδρὶ ἀποδέχομαι, οὔτε ἄνδρα ὅμοιον γυναικί».

Μένανδρος ἐρωτηθεὶς τί διαφέρουσιν ἀλλήλων Σοφοκλῆς καὶ Εὐριπίδης εἶπεν ὅτι Σοφοκλῆς μὲν τέρπεσθαι ποιεῖ τοὺς ἀνθρώπους, Εὐριπίδης δὲ σκυθρωπάζειν τοὺς ἀκροατάς.

Ὁ αὐτὸς ἀφυοῦς ζωγράφου λέγοντος αὐτῷ· «κονίασόν σου τὴν οἰκίαν, ἵνα αὐτὴν ζωγραφήσω» ἔφη· «οὐ μὲν οὖν, ἀλλὰ πρότερον αὐτὴν ζωγράφησον, ἵνα μετὰ ταῦτα ἐγὼ αὐτὴν κονιάσω».

Ὁ αὐτὸς τὸν φθόνον ἔφη πρίονα εἶναι ψυχῆς.

Μενέδημος λέγοντος αὐτῷ νεανίσκου τινὸς· «μέγα ἐστὶ τὸ τυχεῖν, ὧν ἄν τις ἐπιθυμῇ» εἶπε· «πολλῷ μεῖζόν ἐστι τὸ μὴ ἐπιθυμεῖν ὧν μὴ δεῖ».

Μητρόδωρος ὁ Ἐπικούρειος ἐρωτηθεὶς διὰ τί μᾶλλον πάντων τῶν Ἐπικουρείων προκέκοφεν εἶπεν· «ὅτι πρῶτος ἀρξάμενος Ἐπικούρου ἀκούειν ἔσχατον ἐπαυσάμην».

Ὁ αὐτὸς ἔλεγεν· «ἅμα τὴν ἐπαγγελίαν ποιητέον καὶ τὴν δόσιν συναπτέον· ἐπαγγελίαν γὰρ ἀνατεινομένην οὐκέτι σφραγίζεται χάρις».

Ὁ αὐτὸς ἔφη· «γεγόναμεν ἅπαξ· δὶς δὲ οὐκ ἔστι γενέσθαι· δεῖ δὲ τὸν αἰῶνα μηκέτι εἶναι· σὺ δὲ τῆς αὔριον οὐκ ὢν κύριος ἀναβάλλῃ τὸν καιρόν· ὁ δὲ πάντων βίος μελλησμῷ παραπόλλυται καὶ διὰ τοῦτο ἕκαστος ἡμῶν ἀσχολούμενος ἀποθνήσκει».

Νικοκλῆς κακοῦ τινος ἰατροῦ λέγοντος ὅτι μεγάλην ἔχει δύναμιν ἔφη· «πῶς γὰρ οὐ μέλλεις λέγειν, ὃς τοσούτους ἀνῃρηκὼς ἀνεύθυνος γέγονας;»

Ὁ αὐτὸς τοὺς ἰατροὺς εὐτυχεῖς ἔλεγεν, ὅτι τὰς μὲν ἐπιτυχίας αὐτῶν ὁ ἥλιος ὁρᾷ, τὰς δὲ ἀποτυχίας ἡ γῆ καλύπτει.

Ξενοφῶν ὁ φιλόσοφος ᾔτησέν τι παρά τινος τῶν πλουσίων· ὁ δὲ προσκαλεσάμενος πλησίον ὄντα χωλὸν δέδωκεν ἐκείνῳ· καὶ ὁ Ξενοφῶν ἔφη· «πάνυ καλῶς· χωλὸς μὲν γὰρ προσδοκᾷς γενέσθαι, φιλόσοφος δὲ οὐδέποτε».

Ὁ αὐτὸς τὴν πενίαν ἔλεγεν αὐτοδίδακτον φιλοσοφίαν εἶναι· «ἃ γὰρ ἐκείνη τοῖς λόγοις πείθει, αὕτη τοῖς ἔργοις ἀναγκάζει.»

Ὁ αὐτὸς ἀπαγγείλαντός τινος αὐτῷ ὅτι «ὁ υἱός σου ἐν τῷ πολέμῳ τέθνηκεν ἀνὴρ ἀγαθὸς γενόμενος» εἶπεν· «ἐμὸς γὰρ ἦν.»

Ὁ αὐτὸς εἶπε κρεῖσσον εἶναι βασιλεῖ τὸ τῶν χαρίτων ἀπολιπεῖν πλῆθος ἢ τροπαίων.

Ξενοκράτης ὁ φιλόσοφος ἐρωτηθεὶς τί αὐτῷ περιγέγονεν ἐκ φιλοσοφίας ἔφη· «τὸ τὰ ὑπὸ τῶν νόμων προστεταγμένα ἑκουσίως ποιεῖν.»

Ὁ αὐτὸς τραχυνθέντος ποτὲ Διονυσίου τοῦ τυράννου ἐν συμποσίῳ πρὸς Πλάτωνα καὶ εἰπόντος αὐτῷ· «ἀφελῶ σου τὸν τράχηλον» προβαλὼν τὸν ἴδιον «οὐ πρῶτον» εἶπεν «ἐκεῖνον ἀφελεῖς ἢ τοῦτον.»

Ξενοκράτει χρημάτων κομισθέντων ἀπὸ Ἀλεξάνδρου ἑστιάσας τοὺς κομίσαντας κατὰ τὸν αὑτοῦ τρόπον «ἀπαγγείλατε» ἔφη «Ἀλεξάνδρῳ ὅτι, ἕως ἂν οὕτως ζῶ, οὐ δέομαι τῶν πεντήκοντα ταλάντων.»

Οἰνοπίδης ὁρῶν μειράκιον πολλὰ βιβλία κτώμενον ἔφη· «μὴ τῇ κιβωτῷ, ἀλλὰ τῷ στήθει.»

Πλάτων ἔφη τὴν ἀρετὴν ἀδέσποτον εἶναι.

Πλάτων πλείονα ἔφη ὑπὸ τῶν ἐχθρῶν ὠφελεῖσθαι ἢ ὑπὸ τῶν φίλων· τοὺς μὲν γὰρ ἐχθροὺς ἁμαρτάνοντι ὀνειδίζοντας δηλοῦν, τοὺς δὲ φίλους πρὸς χάριν λέγοντας εἰς προτροπὴν τῶν κακῶν ἄγειν καὶ πρὸς τὸ ἐξαμαρτάνειν ἕτοιμον ποιεῖν.

Πλάτων συνεβούλευεν τοῖς παισὶν αἰδῶ καταλιπεῖν ἢ χρυσόν.

Πλάτων ἔφη· «οὐ καλὸν πεπαιδευμένον ἐν ἀπαιδεύτοις διαλέγεσθαι, ὥσπερ οὐδὲ νήφοντα ἐν μεθύουσιν.»

Πλάτων πυθομένου τινὸς τί ἐστι νόμος εἶπε· «ψυχὴ πόλεως.»

Πλάτων ἐρωτηθεὶς «διὰ τί γέρων ὢν φιλάργυρος εἶ»; ἔφη· «κρεῖττόν ἐστι μεταλλάξαντα τοῖς ἐχθροῖς καταλιπεῖν ἢ ζῶντα τῶν φίλων δεηθῆναι».

Ὁ αὐτὸς ἰδών τινα πατρὸς καταφρονοῦντα «οὐ παύσῃ» ἔφη «τούτου καταφρονῶν, διʼ ὃν σὺ μέγα φρονεῖς;»

Ὁ αὐτὸς ἐρωτηθεὶς τί ὠφέληται ἐκ φιλοσοφίας ἔφη· τὸ αὐτὸς ἐν εὐδίᾳ ἑστὼς βλέπειν ἄλλους χειμαζομένους.

Πλάτωνί τινος λέγοντος ὅτι «τινὲς λοιδοροῦσί σε» ἔφη· «ἀλλʼ ἐγὼ οὕτως διάξω, ὥστε ἀπιστεῖσθαι αὐτούς.»

Πλάτων ἐρωτηθεὶς πῶς τις τὸν ἐχθρὸν λυπήσει ἔφη· «ἑαυτὸν παρασκευάζων ἄριστα πράττειν».

Πλάτων παρεκελεύετο τοῖς νέοις τρία ταῦτα ἔχειν· ἐπὶ μὲν τῆς γνώμης σωφροσύνην, ἐπὶ δὲ τῆς γλώττης σιγήν, ἐπὶ δὲ τοῦ προσώπου αἰδῶ.

Πλάτων τοὺς πλουσίους καὶ ἀπλήστους ὑδρωπιῶσιν ἐοικέναι ἔλεγεν· «οἱ μὲν γὰρ πεπλησμένοι ὑδάτων διψῶσιν, οἱ δὲ χρημάτων.»

Πλάτων διψήσας πολλάκις ἐκ τοῦ φρέατος ἀνιμᾶτο τὸ ὕδωρ καὶ ἐξέχεεν εἰς γῆν κολάζων τὴν ἐπιθυμίαν.

Πλάτων ὀργιζόμενος τῷ οἰκέτῃ καὶ μέλλων αὐτὸν μαστιγοῦν ἐπιστάντος Ξενοκράτους ἔφη· «λαβὼν τοῦτον μαστίγωσον· ἐγὼ γὰρ ὀργίζομαι».

Φασὶ δὲ αὐτὸν καὶ ἐπανατεινόμενον τὴν βακτηρίαν τῷ παιδὶ ἑστάναι χρόνον πολὺν μετέωρον ταύτην ἔχοντα καὶ τὴν αἰτίαν ἐρωτώμενον φῆσαι κολάζειν τὸν ἑαυτοῦ προορμήσαντα θυμόν.

Πλάτων θεασάμενος Ἀντισθένην ἔν τινι διατριβῇ μακρολογοῦντα σιγᾶν ἐκέλευεν· τοῦ δὲ τὴν αἰτίαν ἐπιζητοῦντος ἔφη· «λόγου μέτρον ἄριστόν ἐστιν οὐχ ὁ λέγων, ἀλλʼ ὁ ἀκούων».

Πλάτων εἶπεν· «ὦ παῖ, μία ἐστὶν ἀρχὴ τοῦ καλῶς βουλεύεσθαι· τὸ γνῶναι περὶ ὅτου ὁ λόγος· εἰ δὲ μή, τοῦ παντὸς ἁμαρτάνειν ἀνάγκη».

Ὁ αὐτὸς ἔλεγεν ὅτι ὁ παιδευόμενος τριῶν τούτων χρῄζει· φύσεως, μελέτης, χρόνου.

Διονυσίου ποτὲ ἐξώτατον τὸν Πλάτωνα κατακλίναντος διὰ τὴν πρὸς Δίωνα φιλίαν καὶ ἐπισκώψαντος· «ὁρᾷς, ὦ Πλάτων, ὅτι δύναμαι ἀτιμοῦν» ἔφη· «ἀλλʼ οὐχ ὁ τόπος τὸν ἄνδρα, ἀλλʼ ὁ ἀνὴρ τὸν τόπον ἔντιμον ποιεῖ». Πάλιν δὲ τοῦ Διονυσίου πρὸς αὐτὸν εἰπόντος, ὅτε ἀπῄει γεγονὼς ἐν προσκρούσματι· «ἦ που, Πλάτων, ἀπελθὼν Ἀθήναζε πολλὰ καθʼ ἡμῶν ἐρεῖς;» «μὴ γένοιτο» ἔφη «τοσαύτη λόγων ἀπορία, ὥστε περὶ σοῦ λόγον ἐν Ἀκαδημίᾳ ποιεῖσθαι».

Ὁ αὐτὸς λοιδορούμενος ὑπό τινος «λέγε» ἔφη «κακῶς, ἐπεὶ καλῶς οὐκ ἔμαθες.»

Ὁ αὐτὸς ἐρωτηθεὶς τίς αὐτῷ δοκεῖ Διογένης ὑπάρχειν ἔφη· «Σωκράτης μαινόμενος».

Ὁ αὐτὸς ἐρωτηθεὶς πῶς ἂν ἄριστα αἱ πόλεις οἰκοῖντο ἔφη· «εἰ φιλόσοφοι βασιλεύοιεν ἢ οἱ βασιλεῖς φιλοσοφοῖεν.»

Ὁ αὐτὸς ἔφη τοῦ φυσικοῦ ἀνδρὸς τὸ σῶμα μόνον εἶναι, τὴν δὲ ψυχὴν πετάσθαι.

Ὁ αὐτὸς Διογένους αὐτὸν καλοῦντος ἐν ἀγορᾷ φαγεῖν εἶπεν· «ὡς χαρίεν ἂν ἦν σου τὸ ἄπλαστον, εἰ μὴ ἦν πλαστόν!»

Ὁ αὐτὸς ἔφησε τὸν μὲν ὕπνον ὀλιγοχρόνιον θάνατον, τὸν δὲ θάνατον πολυχρόνιον ὕπνον.

Ὁ αὐτὸς φαῦλα μέν τινος πράττοντος, δίκας δὲ ὑπὲρ ἑτέρων λέγοντος εἶπεν· «οὗτος τὸν νοῦν ἐπὶ γλώττης φορεῖ.»

Ὁ αὐτὸς εἶπε τοὺς ἀγαθοὺς ἄνδρας βίου μὴ μακροῦ, ἀλλὰ λαμπροῦ προσδεῖσθαι.

Ὁ αὐτὸς πρός τινα τῶν μαθητῶν αὐτοῦ ἔφη· «ἐὰν καιρὸν ζητῇς πρὸς φιλοσοφίαν, καιρὸν οὐχ ἕξεις».

Περίανδρος ὁ σοφὸς ἐρωτηθεὶς τί ἂν εἴη ἐλευθερία εἶπεν· «ἀγαθὴ συνείδησις».

Ὁ αὐτὸς ἔλεγε δεῖν τοὺς μέλλοντας ἀσφαλῶς τυραννήσειν ταῖς εὐνοίαις δορυφορεῖσθαι τῶν ἀρχομένων, καὶ μὴ τοῖς ὅπλοις.

Περικλῆς ὑπὸ τῆς γυναικὸς παρακαλούμενος σώζειν ἑαυτὸν «ἄλλοις» ἔφη «τοῦτο παραίνει· ἄρχοντι δὲ καὶ στρατηγῷ σώζειν τοὺς πολίτας».

Ὁ αὐτὸς τὸν ἀνθρώπινον βίον ὅμοιον ἔφησεν εἶναι θαλάσσῃ· «καὶ γὰρ ἐκείνη νηνεμίας μὲν οὔσης εὐδινοτάτη ἐστίν· ὅταν δὲ οἱ ἄνεμοι πνέωσι, ταράττεται· οὕτως καὶ τῶν ἀνθρώπων ὁ βίος εὐσταθοῦς μὲν τῆς τύχης οὔσης ἱλαρός ἐστιν, ἀντιπνευσάσης δὲ χειμάζεται».

Περσῖνος ὁ ποιητὴς ἐρωτηθεὶς τίς ἄριστός ἐστι ποιητὴς «παρʼ ἑαυτῷ μὲν ἕκαστος», εἶπε, «παρὰ δὲ τοῖς ἄλλοις Ὅμηρος».

Πιττακὸς ὁ σοφὸς συνετῶν μὲν ἀνδρῶν εἶπεν εἶναι πρὸ τοῦ τὰ κακὰ γενέσθαι προνοεῖν, ἵνα μὴ γένηται, ἀνδρείων δὲ γενόμενα καταπαύειν.

Ὁ αὐτὸς Βίαντα ἠρώτησε· «τί δυσχερέστερον ἐν τῷ βίῳ»; τοῦ δὲ εἰπόντος· «τὸ ἑαυτὸν γνῶναι» πάλιν ἤρετο· «τί δὲ ῥᾴδιον»; καὶ πάλιν Βίας φησί· «τὸ ἕτερον ψέξαι».

Ὁ αὐτὸς ὑβρισθεὶς ὑπό τινος καὶ ἔχων ἐξουσίαν αὐτὸν κολάσαι ἀφῆκεν εἰπών· «συγγνώμη τιμωρίας ἀμείνων· τὸ μὲν γὰρ ἡμέρου φύσεώς ἐστι, τὸ δὲ θηριώδους».

Ὁ αὐτὸς παρακαλούμενος υἱῷ καὶ πατρὶ δικάσαι εἶπε πρὸς τὸν υἱόν· «εἰ μὲν δικαιότερα μέλλεις λέγειν τοῦ πατρός, διὰ τοῦτο ἄξιος εἶ κατακεκρίσθαι· εἰ δὲ ἀδικώτερα, καὶ οὕτως ἄξιος εἶ κατακεκρίσθαι».

Πυθαγόρας ὁ φιλόσοφος παρῄνει σιγᾶν ἢ κρείττονα σιγῆς λέγειν.

Ὁ αὐτὸς ἔλεγε φεύγειν κακῶν φιλίαν καὶ ἀγαθῶν ἔχθραν.

Ὁ αὐτὸς παρῄνει βίον αἱρεῖσθαι τὸν ἄριστον λέγων ὅτι ἡδὺν αὐτὸν ἡ συνήθεια ποιήσει.

Ὁ αὐτὸς ἔφη μήθʼ ἵππον χωρὶς χαλινοῦ μήτε πλοῦτον δίχα φρονήσεως δύνασθαι κρατεῖσθαι.

Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπό τινος πῶς ἄν τις εἴη πλούσιος ἔφη· «εἰ τῶν ἡδονῶν εἴη πένης».

Πυθαγόρας νεανίσκον ἰδὼν ἀθλητικὸν οἴνῳ καὶ κρεοφαγίᾳ καὶ ἀσκήσει σάρκα πολλὴν ὑποτρέφοντα εἶπεν· «ὦ δαιμόνιε, παῦσαι καθʼ ἑαυτοῦ ποιῶν τὸ δεσμωτήριον ἰσχυρόν!»

Πυλάδης ὁ Μεσσήνιος θεασάμενος κατάκριτον ἀναγινώσκοντα νόμους εἶπεν· «ὀψὲ τοὺς ἀναγινώσκεις».

Πύῤῥος ὁ Ἠπειρώτης ἐρωτηθεὶς ὑπό τινος ποῖος αὐτοῦ τῶν υἱῶν διάδοχος τῆς βασιλείας ἔσται εἶπεν· «ὅστις ἂν ὀξυτέραν ἔχῃ τὴν μάχαιραν».

Ὁ αὐτὸς ναυαγοῦ τινος αὐτῷ μακρῶς τὰ καθʼ ἑαυτὸν διηγουμένου εἶπεν· «δικαίως καὶ ὑπὸ τοῦ Ποσειδῶνος ἐξεβλήθης οὕτως μακρολογῶν».

Πρωταγόρας ἐποποιοῦ τινος αὐτὸν βλασφημοῦντος ἐπὶ τῷ μὴ ἀποδέχεσθαι τὰ ποιήματα αὐτοῦ «ὦ τάν», ἔφη· «κρεῖττόν μοι ἐστι κακῶς ἀκούειν ὑπό σου ἢ τῶν σῶν ποιημάτων ἀκούειν».

Ὁ αὐτὸς ἔφη· «πολυμαθίη κάρτα μὲν ὠφελέει, κάρτα δὲ βλάπτει».

Σωκράτης ὁ φιλόσοφος ἐρωτηθεὶς τί ἥδιστον ἐν τῷ βίῳ εἶπε· «παιδεία καὶ ἀρετὴ καὶ ἱστορία τῶν ἀγνοουμένων».

Σωκράτης ἐρωτηθεὶς τί κτῆμα συμφορώτατον εἶπε· «φίλος βέβαιος.»

Σωκράτης ἔλεγεν ἐκεῖνον μόνον βασιλέα εἶναι τὸν δυνάμενον ἄρχειν τῶν οἰκείων παθῶν.

Σωκράτης ἐπὶ πενίᾳ τινὰ λυπούμενον ἰδών, ἐντυχὼν ὅτε τοὺς πλουσίους οἱ τριάκοντα τύραννοι ἀνῄρουν, «μή τίς ἐστιν» εἶπε «μεταμέλεια πενομένῳ;»

Σωκράτης λέγοντος αὐτῷ τινος ὅτι «φιλῶ σε» «ἄλλος» ἔφη «αἴτιος, οὐκ ἐγώ.»

Σωκράτης ἐρωτηθεὶς εἰ κατασχεῖν δύναταί τις λόγον ἀπόῤῥητον ἔφη· «ὅστις διάπυρον ἄνθρακα τῇ γλώττῃ κατασχεῖν δυνήσεται.»

Σωκράτης ἐρωτηθεὶς «τίς σοι πλουσιώτερος εἶναι δοκεῖ;» εἶπεν· «ὁ ἐλαχίστοις ἀρκούμενος· αὐτάρκεια γάρ ἐστι φύσεως πλοῦτος.»

Σωκράτης εἶπε τῆς αὐτῆς ἁμαρτίας εἶναι τὸ διδόναι, οἷς μὴ δεῖ, καὶ τὸ μὴ διδόναι, οἷς δεῖ.

Σωκράτης Ἀθηναῖος καταδικασθεὶς ὑπὸ Ἀθηναίων κατακρημνισθῆναι τῆς γυναικὸς Ξανθίππης κλαιούσης καὶ λεγούσης· «ὦ Σώκρατες, ἀδίκως ἀποθνήσκεις» εἶπε πρὸς αὐτήν· «σὺ οὖν ἐβούλου με δικαίως ἀποθνήσκειν;»

Σωκράτης τοὺς ἄλλους ἔφησε ζῆν ἵνα ἐσθίωσιν, ἑαυτὸν δὲ ἐσθίειν ἵνα ζῇ.

Σωκράτης ἔφη· «καλόν ἐστι συζῆν γυναικὶ θυμώδει χάριν ἀσκήσεως· καὶ γὰρ τοὺς ἱππέας ἐθίζεσθαι δεῖ τραχέσιν ἵπποις κεχρῆσθαι· τούτων γὰρ κρατήσαντες καὶ τῶν ἄλλων ῥᾳδίως κρατήσουσιν.»

Σωκράτει παρακολουθοῦντός τινος, ἅμα δὲ καὶ λοιδοροῦντος τῶν συνόντων τις «τί σοι» ἔφη «λοιδορεῖται οὗτος;» ὁ δὲ «οὐκ ἐμοί», ἔφη, «ἀλλʼ ᾧ ταῦτα πρόσεστιν.»

Σωκράτης ἠρωτήθη ὑπό τινος πῶς ἂν δύναιτο ἀναμαρτήτως διαλέγεσθαι καὶ εἶπεν· «εἰ μηδὲν λέγοις, ὧν μὴ σαφῶς οἶσθα.»

Σωκράτης ἀκαίρως τινὸς ἀδολεσχοῦντος «κρεῖττον» ἔφησε «τῷ ποδὶ διολισθαίνειν ἢ τῇ γλώττῃ· τὸ μὲν γὰρ ἱματίῳ μολύσματα παρέχει, τὸ δὲ αὐτῷ ἀνθρώπῳ πολλάκις εἰς ἅπαντα τὸν χρόνον κηλῖδα περιάπτει· καὶ τὸ μὲν ἰατρὸν ἔχει τὸ ὕδωρ, τὸ δὲ ῥητὸν οὐκέτι ἄῤῥητον δύναται γενέσθαι.»

Σωκράτης ἰδὼν πλούσιον ἀπαίδευτον «ἰδού,» φησί, «τὸ χρυσοῦν πρόβατον.»

Σωκράτης ἔλεγε τὸν φθόνον ἕλκος εἶναι τῆς ἀληθείας.

Σωκράτης πολλὰ τῶν φίλων αὐτῷ πεμπόντων, ἐπεὶ μηδὲν δραξάμενος ὑπὸ Ξανθίππης τῆς γυναικὸς ηὐθύνετο, ἔφη· «βλέπε· ἂν τὰ διδόμενα ἑτοίμως λαμβάνωμεν, οὐδὲ αἰτοῦντες τοὺς δώσοντας ἕξομεν.»

Σωκράτης εἰπόντος αὐτῷ τινος· «Ἀθηναῖοί σου θάνατον κατεψηφίσαντο» ἔφη· «αὐτῶν δὲ ἡ φύσις.»

Σωκράτης ἐν συμποσίῳ τινὶ παρεκχέοντα οἶνον ἐπεί τινες αὐτὸν ἐμέμφοντο ἐπὶ τῷ ἀπολλύναι τὸν οἶνον ἔφησεν· «ἐὰν γὰρ αὐτὸν ἐκπίω, οὐ μόνον αὐτὸς ἀπόλλυται, ἀλλὰ κἀμὲ προσαπόλλυσιν.»

Σωκράτης ἐρωτηθεὶς εἰ σφαιροειδής ἐστιν ὁ κόσμος ἔφη· «οὐχ ὑπερέκυψα.»

Ὁ αὐτὸς πάντα τὰ πράγματα ἔφη εἶναι τῶν δυναμένων αὐτοῖς χρῆσθαι.

Ὁ αὐτὸς διαλοιδορουμένης αὐτῷ ποτε Ξανθίππης τῆς γυναικός, ἔπειτα ἐκ μετεώρου ἐκχεάσης διὰ θυρίδος ὕδωρ, ὃ κατηνέχθη ἐπὶ τὸν Σωκράτην, εἶπεν· «ἐγίνωσκον ὅτι βροντῶσα Ξανθίππη καὶ βρέξει.»

Ὁ αὐτὸς ἰδών τινα πᾶσιν ἑξῆς προχείρως χαριζόμενον καὶ ὑπηρετοῦντα «κακὸς κακῶς» εἶπεν «ἀπόλοιο, ὅτι τὰς Χάριτας παρθένους οὔσας πόρνας ἐποίησας.»

Ὁ αὐτὸς θεασάμενος Ἀρίστιππον ἠμφιεσμένον πολυτελῶς ἐμόλυνεν τὴν καθέδραν, ἐφʼ ἣν καθίζειν ἔμελλεν· τοῦ δὲ Ἀριστίππου κατὰ τὸ ἀσφαλὲς καθίσαντος εἶπε· «νενόηκα ὅτι ἔχεις τὸ ἱμάτιον, καὶ οὐκ ἔχῃ ὑπʼ αὐτοῦ.»

Ὁ αὐτὸς θεασάμενός τινα ἐν λίμνῃ κολυμβῶντα καὶ σπουδάζοντα ὑπὸ τῶν ἀνθρώπων ἐπαινεῖσθαι θαυμάζειν ἔφη, εἰ οὐκ αἰσχύνεται τὸ μὲν τοῦ δελφῖνος ἔργον εὖ ποιῶν, τὸ δὲ τοῦ ἀνθρώπου οὐ δυνάμενος.

Ὁ αὐτὸς καλούμενος ὑπʼ Ἀρχελάου εἰς Μακεδονίαν ἐπὶ μεγάλαις δωρεαῖς ἀπαγγελθῆναι ἐκέλευσεν αὐτῷ ὅτι, ἕως ἂν τριῶν χαλκῶν ἡ χοῖνιξ τῶν ἀλφίτων πωλῆται καὶ ἡ ἐκ γειτόνων κρήνη ῥέῃ, οὐκ ἀφίξεται Σωκράτης εἰς Μακεδονίαν.

Σωκράτης ἐρωτηθεὶς πῶς ἔχειν αὐτῷ δοκεῖ πρὸς εὐδαιμονίαν ὁ βασιλεὺς Ἀρχέλαος ἀγνοεῖν ἔφη· «τὸ γὰρ πῶς πρὸς παιδείαν ἔχει ἀγνοῶ.»

Ὁ αὐτὸς εἶπεν· «εἰ τῷ πλουτεῖν τὸ χαίρειν συνῆν, πολλοῦ ἂν ἦν ἄξιον· νῦν δὲ ταῦτα χωρίζεται· ὁ γοῦν Μενέλαος παρὰ τῷ ποιητῇ φησιν· ὣς οὔτοι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω.»

Ὁ αὐτὸς καταμαθών τινα τῶν νέων περὶ τῆς κυνηγεσίας σφόδρα ἐσπουδακότα, τῶν δὲ λοιπῶν ὀλιγωροῦντα «πόσου», ἔφη, «ὦ νεανίσκε, ἔστι κυνηγὸν ἀγαθὸν ὠνήσασθαι;» τοῦ δὲ εἰπόντος ὅτι «χιλίων δραχμῶν» «ἴσθι τοίνυν» εἶπε «μὴ πλείονος ἄξιος ἐσόμενος, ἐάν σοι τὰ κατὰ πρόθεσιν καλῶς ἀποβαίνῃ.»

Ὁ αὐτὸς ἐρωτηθεὶς διὰ τί συντάγματα οὐ γράφει ἔφη· «ὅτι τὰ ἄγραφα τῶν γεγραμμένων ὁρῶ πλείονος πωλούμενα.»

Ὁ αὐτὸς θαυμάσαντός τινος ὅτι λακτισθεὶς ἠνέσχετο ἔφη· «εἰ δὲ ὄνος με ἐλάκτισε, δίκην ἂν αὐτῷ ἔλαχον;»

Σόλων ὁ σοφὸς ἐρωτῶντος αὐτόν τινος πῶς ἂν μὴ γένοιτο ἀδίκημα εἶπεν· «εἰ ὁμοίως ἀγανακτοῖεν ἐπὶ τοῖς ἀδικήμασιν οἱ μὴ ἀδικούμενοι τοῖς ἀδικουμένοις.»

Ὁ αὐτὸς ἐπιτιμωμένου τινὸς ὑπʼ αὐτοῦ ἐπὶ τῷ κυβεύειν καὶ λέγοντος περὶ μικροῦ παίζειν «ἀλλὰ τό γε ἔθος» εἶπεν «οὐ μικρὸν.»

Ὁ αὐτὸς ἔφη ἐκείνην ἄριστα διοικεῖσθαι τὴν πόλιν, ἐν ᾗ τοὺς ἀγαθοὺς συμβαίνει τιμᾶσθαι, κάκιστα δὲ οἰκεῖσθαι, ἐν ᾗ τοὺς κακούς.

Ὁ αὐτὸς ἔγραψεν ἐντὸς πεντήκοντα ἐτῶν γυναῖκα εἰς τὸ δημόσιον μὴ προιέναι· ἐρωτώμενος δὲ «διὰ τί τοῦτο ἐποίησας;» εἶπεν· «ἵνα μήτις πυνθάνηται, τίνος γυνή, ἀλλὰ τίνος μήτηρ.»

Σόλων ἔλεγε τοὺς παρὰ τοῖς τυράννοις δυναστεύοντας παραπλησίους εἶναι ταῖς ψήφοις ταῖς ἐπὶ τῶν λογισμῶν· καὶ γὰρ ἐκείνων ἑκάστην ποτὲ μὲν πλείω σημαίνειν, ποτὲ δὲ ἐλάττω· καὶ τούτων τοὺς τυράννους ποτὲ μὲν μέγαν ἕκαστον ἄγειν, ποτὲ δὲ ἄτιμον.

Ὁ αὐτὸς ἐρωτηθεὶς διὰ τί κατὰ πατροκτόνου νόμον οὐκ ἔθηκεν εἶπε· «διὰ τὸ ἀπελπίσαι.»

Σόλων ἐρωτηθεὶς ὑπό τινος τί ἐστι νόμος εἶπε· «τῶν μὲν δειλῶν φόβος, τῶν δὲ τολμηρῶν κόλασις.»

Σόλων ἐπερωτῶν Κροῖσον τί παρὰ τῆς βασιλείας ἔσχε τιμιώτατον, ἐκείνου δὲ εἰπόντος· «τὸ τοὺς ἐχθροὺς μετελθεῖν καὶ φίλους εὐεργετεῖν» «πόσῳ μᾶλλον» ἔφη «χαριέστερον ἂν ἐποίησας, εἰ καὶ τούτους εἰς φιλίαν μετετρόπωσας;»

Ὁ αὐτὸς ἐρωτηθεὶς διὰ τίνα αἰτίαν οὐ τεκνοποιεῖ ἔφη· «διὰ φιλοτεκνίαν.»

Σιμωνίδης ἐρωτηθεὶς ὑπό τινος ποῖός ἐστιν ἀσφαλέστατος βίος ἔφη· «ὅταν τις οὕτως ζήσῃ, ὥστε μήτε ἐλεεῖσθαι μήτε βασκαίνεσθαι.»

Ὁ αὐτὸς ἔφη τὰ πάθη τοῖς ἀνθρώποις μαθήματα εἶναι περὶ τὸν βίον· «πολλοὶ γὰρ οὐ δυνάμενοι τῷ λόγῳ προορᾶν τὸ μέλλον τῷ πάσχειν ᾔσθοντο τὰ πράγματα.»

Ὁ αὐτὸς ἐρωτηθεὶς εἰ πάντα γηράσκει ἔφη· «πάντα πλὴν κέρδους ἀπλήστου.»

Ὁ αὐτὸς νεανίσκου τινὸς αὐτὸν παρακαλοῦντος γράψαι ἐγκώμιον αὐτοῦ, χάριν γὰρ αὐτῷ ἕξειν, «δύο μοι», εἶπεν, «ὦ βέλτιστε, κιβώτια ὑπάρχει· καὶ εἰς μὲν τὸ ἓν τὰς χάριτας ἀποτίθεμαι, εἰς δὲ τὸ ἕτερον ἀργυρίδιον· ὅταν οὖν ἀνοίξω αὐτὰ βουλόμενος χρῆσθαι, τὸ μὲν τοῦ ἀργυρίου πλῆρες εὑρίσκω, τὸ δὲ τῶν χαρίτων κεκενωμένον.»

Ὁ αὐτὸς ἐρωτηθεὶς πότερος κρείσσων, Ὅμηρος ἢ Ἡσίοδος, εἶπεν· «Ἡσίοδον μὲν αἱ Μοῦσαι, Ὅμηρον δὲ αἱ Χάριτες ἐτέκνωσαν.»

Στίλπων ὁ Μεγαρικὸς φιλόσοφος ἁλούσης αὐτοῦ τῆς πατρίδος ὑπὸ Δημητρίου τοῦ Πολιορκητοῦ καὶ διαρπαγείσης ἀναχθεὶς ἐπὶ τὸν βασιλέα καὶ ἐρωτώμενος εἴ τι δὴ αὐτὸς ἀπώλεσε «τῶν ἐμῶν μὲν οὐδὲν» ἔφη· «τὸν γὰρ λόγον καὶ τὴν παιδείαν ἔχω, τὰ δὲ λοιπὰ διὰ τί μᾶλλον ἐμὰ ἢ οὐχὶ τῶν πολιορκούντων;»

Ὁ αὐτὸς ἐρωτηθεὶς τῆς πόλεως αὐτοῦ διαρπαζομένης ὑπὸ Δημητρίου· «μὴ καὶ τῶν σῶν, Στίλπων, τὶ ἀφαιρεῖται;» εἶπεν «οὐδέν· οὐ γὰρ πώ ποτʼ ἐμὰς βοῦς ἤλασαν, οὐδὲ μὲν ἵππους· ἄλλως τε οὐδένα στρατιωτῶν ἀρετὴν ἐπʼ ὤμων εἶδον ἐκφέροντα.»

Ὁ αὐτὸς ἐρωτηθεὶς τί ἰσχυρότερόν ἐστιν ἀνδριάντος εἶπεν· «ἄνθρωπος ἀναίσθητος.»

Σοφοκλῆς, ὁ τῶν τραγῳδιῶν ποιητής, ἀκούσας Εὐριπίδην ἐν Μακεδονίᾳ τεθνηκέναι εἶπεν· «ἀπώλετο ἡ τῶν ἐμῶν ποιημάτων ἀκόνη.»

Ὁ αὐτὸς ἐρωτηθεὶς διὰ τί αὐτὸς μὲν ποιεῖ τὰ ἤθη τῶν ἀνθρώπων χρηστά, Εὐριπίδης δὲ φαῦλα «ὅτι» ἔφη «ἐγὼ μέν, οἵους ἔδει εἶναι, τοὺς ἀνθρώπους ποιῶ, ἐκεῖνος δέ, ὁποῖοί εἰσιν.»

Στρατόνικος ἰδὼν μεγάλα πρόπυλα ἰδιωτικῆς οἰκίας κόψας τὴν θύραν πρὸς τὸν ὑπακούσαντα εἶπεν· «ἔνδον Ἀγαμέμνων;»

Ὁ αὐτὸς ἐπιδεικνύμενός ποτε παρὰ Βοιωτοῖς ἐξιόντος ἐκ τοῦ θεάτρου φαλακροῦ εἶπε· «σὺ μὲν ἔξιθι· οἱ δʼ ἄλλοι μενέουσι κάρη κομόωντες Ἀχαιοί.»

Ὁ αὐτὸς διατρίψας παρὰ Διονυσίῳ τῷ τυράννῳ καὶ κληθεὶς ἐπὶ δεῖπνον, φαύλου ὄντος τοῦ οἴνου καὶ δοκοῦντος παρʼ αὐτοῖς χρηστοτάτου, ἐδυσχέραινε· τοῦ δὲ Διονυσίου ἀκούσαντος καὶ εἰπόντος· «ἀλλὰ μὲν ἐκ Πέτρας αὐτὸν μετεπεμψάμην» «κἀγὼ» φησὶν «διηπόρουν, εἰ ἐξ ἀμπέλου ἐστίν.»

Ὁ αὐτὸς καταπαίζων τῆς Θηβαίων πόλεως ἔφησε· «τίς ἂν προνοηθείη τῆς πόλεως ταύτης, ἐν ᾗ τὰ μὲν λάχανα πωλεῖται ὑπὸ στέγην, τὰ δὲ ἄλφιτα ἐν ὑπαίθρῳ;»

Ὁ αὐτὸς κιθαρῳδοῦ ἐπιδειξαμένου αὐτῷ ἀφυοῦς καὶ πολλάκις λέγοντος, τί μάλιστα ἤρεσεν αὐτῷ, ἔφη· «τὰ πρὸ τοῦ προοιμίου·».

Ὁ αὐτὸς θεασάμενος ἰατρὸν κακὸν καὶ ἱππιατρὸν ἀλλήλοις ὁμιλοῦντας εἶπε· «νῦν τούτων ὁ ἕτερος λέγει· ἀλλὰ σύ γʼ ἄνδρας ἔναιρε· μελήσουσιν δʼ ἐμοὶ ἵπποι.»

Ὁ αὐτὸς εἰσελθὼν εἰς οἰκίαν ἀφυοῦς ποιητοῦ καὶ θεασάμενος τὰ ποιήματα αὐτοῦ ἐν τοῖς τοίχοις γεγραμμένα εἶπε· «τῶν μὲν λοιπῶν τὰ κακὰ σκέπουσιν οἱ τοῖχοι, τὰ δὲ σὰ ἐκφαίνουσιν.»

Ὁ αὐτὸς ἐρωτηθεὶς διὰ τί Θηβαῖοι πολλὰ ἐσθίουσιν εἶπεν· «ὅτι ἐξ ὀδόντων γεγένηνται.»

Ὁ αὐτὸς ἀῤῥωστήσας ἐν Κύπρῳ καὶ διατεθεὶς ἐπικινδύνως βοῦν ηὔξατο θύσειν τῇ Ἀφροδίτῃ, ἐὰν σωθῇ· οὐκ ἔχων δὲ παραστῆσαι τὴν θυσίαν πλακοῦντα μέγαν καθʼ ὑπερβολὴν ἤνεγκεν τῇ θεῷ καὶ τῇ ἱερείᾳ εἶπεν ὅτι τὸ παρὸν ἀπορούμενος ἀξιοῖ τὴν Ἀφροδίτην συγγνώμην ἔχειν αὐτῷ· ἡ δὲ λαβοῦσα τὸν πλακοῦντα ἤρξατο καθʼ ἕνα τῶν βωμῶν αἴρουσα· «τοῦτο μὲν ἀντὶ τοῦ σκέλους ἐμοί, τοῦτο δὲ ἀντὶ τοῦ ὤμου τῷ ῥάντῃ, τοῦτο δὲ ἀντὶ τῆς πλευρᾶς τῷ κλειδοφόρῳ.» Ὁ δὲ Στρατόνικος λαβὼν τὸ χειρόμακτρον, ᾧ συνεκαλύπτετο ὁ πλακοῦς, «σὺ δέ», ἔφη, «παιδάριον, ἆρον ἐκ μέσου τοῦτο, μὴ καὶ ἀντὶ τῆς βύρσης ἀπενέγκηται αὐτό τινι τῶν περὶ αὐτήν.»

Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπό τινος· «τίνα λειοτάτην ὁδὸν ἐπίστασαι;» ἔφη· «τὴν εἰς Ἅιδου· ἐν ταύτῃ γὰρ καὶ μύοντες οὐ προσκόπτουσιν.»

Ὁ αὐτός, ἐπεὶ ὁ μοιχεύων αὐτοῦ τὴν παλλακίδα εἰσερχομένῳ ἀπήντησεν ἐξιών, καταλαβὼν ἐκείνην ἔτι ἐπὶ κλίνης ἠρώτησεν τί οὕτως ἐστὶ σκυθρωπή· αἰφνιδίως δὲ αὐτῆς εἰπούσης ὅτι πυρετὸς ἔλαβεν αὐτὴν καὶ ἀρτίως ἀφῆκε· «πιστεύω σοι» ἔφη· «καὶ γὰρ ἐμοὶ ἐκπορευόμενος ὑπήντα.»

Ὁ αὐτὸς εἰς Ἰταλίαν ἐλθὼν καὶ φαῦλον πιὼν οἶνον θεασάμενος τὴν ἄμπελον ἐκ τῶν φυτῶν εἰς ὕψος ἀνηρτημένην «δικαίως» ἔφη «κρέμαται τοιοῦτον οἶνον φέρουσα.»

Ὁ αὐτὸς ἐν βαλανείῳ κλέπτου τινὸς τρίβοντος αὐτὸν καὶ λέγοντος ὡς ψυχρὸν ἔχει τὸ σῶμα «σὺ μὲν οὖν» ἔφη «θερμὰς τὰς χεῖρας.»

Ὁ αὐτὸς ἔφη· «γῆρας καὶ πενία δύο τραύματα δυσθεράπευτα.»

Σωσιγένης χαλεπώτερον εἶπε τοῦ κατηγορεῖν τὸ ἀπολογεῖσθαι· «τὸν μὲν γὰρ κατηγοροῦντα μόνον δεῖ πεῖσαι, τὸν δὲ ἀπολογούμενον καὶ μεταπεῖσαι».

Σκύθης ἀνὴρ γυμνὸς ὑπαντήσας τινὶ ψύχους ὄντος ἰσχυροῦ ἐρωτηθεὶς εἰ ῥιγοῖ ἔφη· «οὔ». τοῦ δὲ θαυμάσαντος ἀντηρώτησεν ὁ Σκύθης εἰ ἐκεῖνος τὸ μέτωπον ῥιγοῖ· ἀρνησαμένου δὲ αὐτοῦ εἶπεν· «ἐγὼ τοίνυν ὅλος εἰμὶ μέτωπον.»

Τίμων ὁ μισάνθρωπος καταληφθείς ποτε εἰς ἐρημίαν καὶ τοῦ καταλαβόντος αὐτὸν εἰπόντος· «ὦ Τίμων, ὡς ἡδὺ ἡ ἐρημία!» εἶπεν· «εἰ μὴ σύγε παρῆς.»

Ὁ αὐτὸς στοιχεῖα δύο ἔφη τῶν κακῶν εἶναι· «ἀπληστίαν καὶ φιλοδοξίαν.»

Τιμόθεος ἔφη· «ὥσπερ τοῖς νοσοῦσιν οἱ ἰατροὶ σωτῆρές εἰσιν, οὕτω καὶ τοῖς ἀδικουμένοις οἱ νόμοι.»

Ὑπερίδης ἔφη δεῖν τὸν ἀγαθὸν ἐπιδείκνυσθαι ἐν μὲν τοῖς λόγοις, ἃ φρονεῖ, ἐν δὲ τοῖς ἔργοις, ἃ ποιεῖ.

Φίλιππος ἐρωτηθεὶς τίς αὐτῷ τὸν ὀφθαλμὸν ἐξέκοψεν, εἶπεν· «ὁ τῆς Ἑλλάδος ἔρως.»

Ὁ αὐτὸς κατεάξας τὴν κλεῖν ἐν πολέμῳ καὶ πολλὰ αἰτούμενος χρήματα ὑπὸ τοῦ θεραπεύοντος αὐτὸν ἰατροῦ παίξας εἶπε πρὸς αὐτόν· «ἕως τὴν κλεῖν ἔχεις, ταμιεύου σεαυτόν.»

Ὁ αὐτὸς λέγοντος αὐτῷ τινος ὅτι Ἀθηναῖοι αὐτὸν μισοῦσιν εἶπε· «καὶ γὰρ αἱ ἐν Μακεδονίᾳ γυναῖκες.»

Ὁ αὐτὸς παραγενομένων πρὸς αὐτὸν ἐκ Μιλήτου πρεσβευτῶν ἀπρεπῶν «χαίρετε» ἔφη «Κᾶρες»· τῶν δὲ εἰπόντων· «οὐκ ἐσμὲν Κᾶρες, ἀλλʼ Ἴωνες» «χαίρετε τοίνυν» ἔφη «Καρίωνες.»

Ὁ αὐτὸς μετὰ τὸ καταστρέψασθαι τὰ περὶ τὴν Μακεδονίαν ἔθνη παρακαλούμενος ὑπὸ τῆς μητρὸς Εὐριδίκης σχολάζειν ἤδη ἐν Μακεδονίᾳ ἔφη· «ἐποίησα ἄν, ὦ μῆτερ, ὃ ἐκέλευσας, εἰ μὴ ἑώρων τοὺς σχολάζοντας τοῖς ἀσχολουμένοις ὑποτασσομένους.»

Ὁ αὐτὸς ἔλεγεν ἔνια τῶν ὑφʼ ἑαυτοῦ διοικεῖσθαι οὕτω κρυπτῶς, ὥστε μηδὲ τὴν χλανίδα αὑτῷ συνιστορεῖν.

Ο αὐτὸς ἔλεγε τὸν βασιλέα δεῖν μνημονεύειν ὅτι ἄνθρωπος ὢν ἐξουσίαν εἴληφεν ἰσόθεον, ἵνα προαιρῆται μὲν καλὰ καὶ θεῖα, φωνῇ δὲ ἀνθρωπίνῃ χρῆται.

Φίλιππος τὸν πλούσιον καὶ ἀπαίδευτον ἔφησε ῥύπον περιηργυρωμένον.

Φιλόξενος ἔφησε τῶν ἀνθρώπων τὰς ἀκοὰς τῇ γλώσσῃ συντετρῆσθαι· πρὶν γὰρ ἢ καλῶς ἀκοῦσαι, σπουδάζειν αὐτοὺς ἅπερ οὐκ ἐπίστανται πρὸς ἄλλους λέγειν.

Ὁ αὐτὸς ἰδὼν μειράκιον ἐρυθριᾶσαν ἔφη· «θάῤῥει· τοιοῦτον γὰρ ἔχει ἡ ἀρετὴ τὸ χρῶμα.»

Χίλων ὁ σοφὸς λυπουμένου τινὸς ἐπὶ τοῖς ἑαυτοῦ κακοῖς εἶπεν· «εἰ τὰ πάντων κατανοήσαις, ἔλαττον ἂν ἐπὶ τοῖς σαυτοῦ δυσφορήσαις.»

Ὁ αὐτὸς ἐρωτηθεὶς τί παραδοξότατόν ἐστιν ἐν ἀνθρώποις εἶπεν· «εἴ τις ἐξουσίας κυριεύσας ἑαυτὸν γνωρίζοι.»

Ὁ αὐτὸς ἀκούσας τινὸς εἰπόντος ὡς οὐδεὶς αὐτῷ ἐχθρὸς εἴη οὐκ ἔχειν αὐτὸν εἶπεν οὐδὲ φίλον.

Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπό τινος τί κράτιστον ἐν βίῳ εἶπε· «τὸ μηδὲν ἄγαν.»

Χίλων Αἰσώπου πυθομένου τί εἴη ποιῶν ὁ Ζεὺς εἶπε· «τὰ μὲν ὑψηλὰ ταπεινοῖ, τὰ δὲ ταπεινὰ ὑψοῖ.»

Ὁ αὐτὸς ἐρωτηθεὶς τί δύσκολόν ἐστιν ἔφη· «μάλιστα τὸ τὰ ἀπόῤῥητα σιωπῆσαι καὶ σχολὴν εὖ διαθέσθαι καὶ ἀδικούμενον δύνασθαι φέρειν.»

Χαβρίας ἔλεγε φοβερώτερον εἶναι στρατόπεδον ἐλάφων ἡγουμένου λέοντος ἢ λεόντων ἡγουμένης ἐλάφου.

Χαβρίας καταλαβὼν ἐπὶ στρατοπέδου δύο φύλακας καθεύδοντας ἀπέκτεινεν εἰπών· «οἵους κατέλαβον, τοιούτους κατέλιπον.»

Χαβρίας εἰπόντος αὐτῷ τινος· «ὁ φίλος σε λάθρα λοιδορεῖ» εἶπε· «μὴ ἔλεγχε αὐτόν, ἵνα μὴ φανερῶς αὐτὸ μέλλῃ ποιεῖν.»

Χαβρίας ὑπὸ πονηροῦ πολλὰ λοιδορηθεὶς ἔφη· «κάλλιστα ἐποίησας μηδέν σοι τῶν προσόντων παραλιπών.»

Ὁ αὐτὸς ἐρωτηθεὶς ποταπὸς τῷ γένει ἐστὶν εἶπε· «κοσμογενής.»

Ψιττακὸς ὁ φιλόσοφος τοὺς ἀγαθοὺς τῶν ἀνθρώπων θεοῦ τι μέρος ἔλεγεν ἔχειν.

Ψιττακὸς ἔλεγε μὴ φιλήσαντα κρίνειν, ἀλλὰ κρίναντα φιλεῖν, καὶ μισεῖν λόγῳ, ἀλλʼ οὐ πάθει.

Ὡρίων ὁ φιλόσοφος εἶπεν· «ὅπερ σὺ μισεῖς παρʼ ἑτέρων σοὶ γενέσθαι, τοῦτο εἰς ἑτέρους μὴ ποίει.»

Ὡρίων ἰδὼν νεανίαν φιλοπονοῦντα ἔφη· «κάλλιστον ὄψον τῷ γήρατι ἀρτύεις.»

Ἀποφθέγματα γυναικῶν, ἤτοι φρονήματα.

Ἀττικὴ γυνὴ ἰδοῦσα γράμμα ἐπὶ θυρῶν μέλλοντος γαμεῖν· «Ἡρακλῆς ἐνθάδε κατοικεῖ· μηδὲν εἰσίτω κακὸν» εἶπεν· «νῦν οὖν ἡ γυνὴ οὐ μὴ εἰσελεύσεται.»

Ἀττικὴ γραῦς ἐρωτηθεῖσα ἐν συμποσίῳ εἰ θνητὸς ὁ Διόνυσος ἰδοῦσα κλεπτόμενον οἶνον εἶπεν· «ναὶ θνητός· εἶδον γὰρ αὐτὸν ἐκφερόμενον.»

Ἀττικὴ γραῦς ἰδοῦσα νεανίσκον οἶνον ἐκχέοντα εἶπε· «μειράκιον· τὸν Οἰνέα Πηλέα ἐποίησας.»

Γραῦς Ἀττικὴ θεασαμένη Ὀλυμπιονίκην ἀθλητὴν πρόβατα βόσκοντα εἶπε· «ταχέως ἀπὸ Ὀλυμπίων ἐπὶ Νέμεα.»

Γυνὴ Λάκαινα τοῦ υἱοῦ αὐτῆς ἐν παρατάξει χωλωθέντος καὶ δυσφοροῦντος ἐπὶ τούτῳ «τέκνον», εἶπε, «μὴ λυποῦ· καθʼ ἕκαστον γὰρ βῆμα τῆς ἰδίας ἀρετῆς ὑπομνησθήσῃ.»

Γυνὴ Λάκαινα ἀκούσασα τὸν υἱὸν αὐτῆς ἐν παρατάξει τεθνηκέναι «τέκνον», εἶπεν, «ὡς καλὰ τροφεῖα τῇ πατρίδι ἀπέδωκας!»

Γυνὴ Λάκαινα αἰχμαλωτισθεῖσα ἐπιπράσκετο· καὶ ἐρωτωμένη τί δύναται ποιεῖν ἔφη· «ἐλευθέρα εἶναι.»

Γυνὴ Συρακοσία μεταπεμφθεῖσα ὑπὸ Διονυσίου τοῦ τυράννου φάσκοντος ἐρᾶν αὐτῆς καὶ χαριεῖσθαι ὃ ἂν ἐθέλῃ· «ἄφες τοίνυν με» εἶπε «νομίσας τὰς γυναῖκας ὁμοίας εἶναι, ὅταν ὁ λύχνος ἀποσβεσθῇ.»

Ἡ Κλεάρχου τοῦ Ῥαμφίου μήτηρ ἐπειδὴ διεβλήθη ὁ υἱὸς αὐτῆς προδιδόναι τοῖς Πέρσαις τὴν Ἑλλάδα τοιαύτην ἐπιστολὴν ἔγραψεν· «ἁ μάτηρ Κλεάρχῳ τῷ υἱῷ· κακά τευ κακκέχυται φάμα· ἢ ταύταν ἀπόθευ ἢ μὴ ἔσο.»

Ξανθίππη ἐρωτηθεῖσα τί μέγιστον ὑπῆρχεν τῷ Σωκράτει «τοῦτο», ἔφη, «ὅτι καὶ ἐπὶ ἀγαθοῖς καὶ ἐπὶ φαύλοις ἡ αὐτὴ ὄψις ἦν αὐτῷ»·

Θεανὼ ἡ Πυθαγορικὴ ἔφη· «περὶ ὧν λέγειν καλόν, περὶ τούτων σιωπᾶν αἰσχρόν, καὶ περὶ ὧν λέγειν αἰσχρόν, περὶ τούτων σιωπᾶν καλόν.»

Λάκαινα γυνὴ σεμνυνομένου τοῦ υἱοῦ αὐτῆς ἐπὶ τῷ μόνον ἐκ τῆς παρατάξεως σεσῶσθαι ἔφη· «τί οὖν οὐκ αἰσχύνῃ μόνος ζῶν;»

Ὀλυμπιὰς Ἀλεξάνδρου μήτηρ ἐρωτηθεῖσα ὑπό τινος «διὰ τί οὐ κοσμῇ;» εἶπεν· «ὅτι ἀρκεῖ μοι ὁ Ἀλεξάνδρου κόσμος.»

Φρύνη ἑταίρα νεανίσκου τινὸς ἀγρὸν πεπρακότος καὶ διʼ ἀῤῥωστίαν χλωροῦ ὄντος ἔφη· «νεανίσκε· τί ὠχρὸς εἶ; μή τι γῆν ἐσθίεις;»