ΔΗΜΟΚΡΙΤΟΥ ΗΘΙΚΑ
ΠΥΘΑΓΟΡΗΣ
ΠΕΡΙ ΤΗΣ ΤΟΥ ΣΟΦΟΥ ΔΙΑΘΕΣΕΩΣ
ΠΕΡΙ ΤΩΝ ΕΝ ΑΙΔΟΥ ΑΒ..
Ἀθήναιος Δημόκριτον δʼ Ἀβδηρῖται δημοσίαι κρίνοντες ὡς κατεφθαρκότα τὰ πατρῷα, ἐπειδὴ ἀναγνοὺς αὐτοῖς τὸν Μέγαν διάκοσμον καὶ τὰ Περὶ τῶν ἐν ᾍδου εἶπεν εἰς ταῦτα ἀνηλωκέναι, ἀφείθη.
Πρόκλος τὴν μὲν περὶ τῶν ἀποθανεῖν δοξάντων ἔπειτα ἀναβιούντων ἱστορίαν ἄλλοι τε πολλοὶ τῶν παλαιῶν ἤθροισαν καὶ Δ. ὁ φυσικὸς ἐν τοῖς Περὶ τοῦ ᾍδου γράμμασιν. καὶ τὸν θαυμαστὸν ἐκεῖνον Κωλώτην, τὸν Πλάτωνος ἐχθρόν, Ἐπικούρειον ὄντα πάντως ἔδει τὰ τοῦ καθηγεμόνος τῶν Ἐπικούρου δογμάτων μὴ ἀγνοῆσαι μηδὲ ἀγνοήσαντα ζητεῖν, πῶς τὸν ἀποθανόντα πάλιν ἀναβιῶναι δυνατόν. οὐδὲ γὰρ ὁ θάνατος ἦν ἀπόσβεσις, ὡς ἔοικεν, τῆς συμπάσης ζωῆς τοῦ σώματος, ἀλλʼ ὑπὸ μὲν πληγῆς τινος ἴσως καὶ τραύματος παρεῖτο, τῆς δὲ ψυχῆς οἱ περὶ τὸν μυελὸν ἔμενον ἔτι δεσμοὶ κατερριζωμένοι καὶ ἡ καρδία τὸ ἐμπύρευμα τῆς ζωῆς εἶχεν ἐγκείμενον τῷ βάθει· καὶ τούτων μενόντων αὖθις ἀνεκτήσατο τὴν ἀπεσβηκυῖαν ζωὴν ἐπιτήδειον πρὸς τὴν ψύχωσιν γενόμενον.
Φιλόδημος τῆς δʼ αὖ σηπεδόνος ἔχεται κατὰ Δημόκριτον καὶ τὸ δυσωπεῖσθαι διὰ τὴν ὀσφραντικῶν τούτων φαντασίαν καὶ δυσμορφίας· καταφέρονται γὰρ ἐπὶ τοιοῦτο πάθος σκιαὶ τῶν μετὰ τῆς εὐσαρκίας καὶ τοῦ κάλλους ἀποθνησκόντων ... καὶ παραπέμπουσιν, ὅτι πάντες ἅμα τοῖς ὡς Μίλων εὐσάρκοις ὀλίγου μὲν χρόνου σκελετοὶ γίνονται, τὸ δὲ πέρας εἰς τὰς πρώτας ἀναλύονται φύσεις· ὑπακουστέον δὲ δῆλον ὅτι τὰ τοῖς εἰρημένοις ἀνάλογα καὶ περὶ τῆς κακοχροίας καὶ συνόλως τῆς δυσμορφίας. κενότατον τοίνυν ἐστὶν τὸ λυπεῖσθαι προορωμένους τὴν οὐ πολυτελῆ ταφὴν καὶ περίβλεπτον, ἀλλὰ λιτὴν καὶ προστυχοῦσαν. εἶθʼ ὅταν ἐναργὴς αὐτοῦ γένηται θεωρία, παράδοξος αὐτοῖς ὑποπίπτει· παρʼ ἣν αἰτίαν οὐδὲ διαθήκας ὑπομένοντες γράφεσθαι περικατάληπτοι γίνονται καὶ δίσσʼ ἐμφορεῖν ἀναγκάζονται κατὰ Δημόκριτον.
ΤΡΙΤΟΓΕΝΕΙΑ
Ὤριον ὁ Θηβαῖος Τριτογένεια ἡ Ἀθηνᾶ κατὰ Δημόκριτον φρόνησις νομίζεται. γίνεται δὲ ἐκ τοῦ φρονεῖν τρία ταῦτα· βουλεύεσθαι καλῶς, λέγειν ἀναμαρτήτως καὶ πράττειν ἃ δεῖ. Δ. δὲ ἐτυμολογῶν τὸ ὄνομά φησιν, ὅτι ἀπὸ τῆς φρονήσεως τρία ταῦτα συμβαίνει· τὸ εὖ λογίζεσθαι, τὸ εὖ λέγειν καὶ τὸ πράττειν ἃ δεῖ.
ΠΕΡΙ ΑΝΔΡΑΓΑΘΙΑΣ ἢ ΠΕΡΙ ΑΡΕΤΗΣ.
ΑΜΑΛΘΕΙΗΣ ΚΕΡΑΣ.
ΠΕΡΙ ΕΥΘΥΜΙΗΣ ἢ ΕΥΕΣΤΩ.
Πλούταρχος ὁ μὲν οὖν εἰπὼν ὅτι δεῖ τὸν εὐθυμεῖσθαι μέλλοντα μὴ ... ξυνῇ πρῶτον μὲν ἡμῖν πολυτελῆ τὴν εὐθυμίαν καθίστησι, γινομένην ὤνιον ἀπραξίας ...
τὸν εὐθυμεῖσθαι μέλλοντα χρὴ μὴ πολλὰ πρήσσειν, μήτε ἰδίῃ μήτε ξυνῇ, μηδὲ ἅσσʼ ἂν πράσσῃ, ὑπέρ τε δύναμιν αἱρεῖσθαι τὴν ἑωυτοῦ καὶ φύσιν· ἀλλὰ τοσαύτην ἔχειν φυλακήν, ὥστε καὶ τῆς τύχης ἐπιβαλλούσης καὶ ἐς τὸ πλέον ὑπηγεομένης τῷ δοκεῖν, κατατίθεσθαι, καὶ μὴ πλέω προσάπτεσθαι τῶν δυνατῶν. ἡ γὰρ εὐογκίη ἀσφαλέστερον τῆς μεγαλογκίης.
Κλήμης ὁ Ἀλεξανδρεύς ἀλλὰ καὶ οἱ Ἀβδηρῖται τέλος ὑπάρχειν διδάσκουσιν· Δ. μὲν ἐν τῷ περὶ τέλους τὴν εὐθυμίαν, ἣν καὶ εὐεστὼ προσηγόρευσεν. καὶ πολλάκις ἐπιλέγει· «τέρψις γὰρ καὶ ἀτερπίη οὖρος τῶν συμφόρων καὶ τῶν ἀσυμφόρων» ὃ προκεῖσθαι τέλος τῷ βίῳ τῶν ἀνθρώπων τῶν τε νέων καὶ τῶν περιηκμακότων. Ἑκαταῖος δὲ αὐτάρκειαν καὶ δὴ Ἀπολλόδοτος ὁ Κυζικηνὸς τὴν ψυχαγωγίαν καθάπερ Ναυσιφάνης τὴν ἀκαταπληξίαν· ταύτην γὰρ ἔφη ὑπὸ Δημοκρίτου ἀθαμβίην λέγεσθαι.
ΥΠΟΜΝΗΜΑΤΩΝ ΗΘΙΚΩΝ ΑΒ...
ΦΥΣΙΚΑ
ΜΕΓΑΣ ΔΙΑΚΟΣΜΟΣ ΛΕΥΚΙΠΠΟΥ
γράφων ὅτι ....... τὰ αὐτὰ πρότερον εἴρηται ἐν τῷ Μεγάλῳ διακόσμῳ, ὅν φασιν εἶναι Λευκίππου. κἀπὶ τοσοῦτο τὸ τῶν ἄλλων ἰδιοποιούμενος ἐλέγχετʼ οὐ μόνον ἐν τῷ Μικρῷ διακόσμῳ τιθεὶς ἃ κἀν τῷ Μεγάλῳ κεῖται ...
ΜΙΚΡΟΣ ΔΙΑΚΟΣΜΟΣ.
Λαέρτιος Διογένης γέγονε δὲ τοῖς χρόνοις, ὡς αὐτός φησιν ἐν τῷ Μικρῷ διακόσμῳ, νέος κατὰ πρεσβύτην Ἀναξαγόραν, ἔτεσιν αὐτοῦ νεώτερος τετταράκοντα. συντετάχθαι δέ φησι τὸν Μικρὸν διάκοσμον ἔτεσιν ὕστερον τῆς Ἰλίου ἁλώσεως τριάκοντα καὶ ἑπτακοσίοις. Φαβωρῖνος δέ φησιν ἐν Παντοδαπῇ ἱστορίαι λέγειν Δημόκριτον περὶ Ἀναξαγόρου, ὡς οὐκ εἴησαν αὐτοῦ αἱ δόξαι αἵ τε περὶ ἡλίου καὶ σελήνης, ἀλλὰ ἀρχαῖαι, τὸν δὲ ὑφῃρῆσθαι· διασύρειν τε αὐτοῦ τὰ περὶ τῆς διακοσμήσεως καὶ τοῦ νοῦ, ἐχθρῶς ἔχοντα πρὸς αὐτόν, ὅτι δὴ μὴ προσήκατο αὐτόν.
Διόδωρος ὁ Σικελιώτης κατὰ γὰρ τὴν ἐξ ἀρχῆς τῶν ὅλων σύστασιν μίαν ἔχειν ἰδέαν οὐρανόν τε καὶ γῆν, μεμειγμένης αὐτῶν τῆς φύσεως· μετὰ δὲ ταῦτα διαστάντων τῶν σωμάτων ἀπʼ ἀλλήλων τὸν μὲν κόσμον περιλαβεῖν ἅπασαν τὴν ὁρωμένην ἐν αὐτῷ σύνταξιν, τὸν δʼ ἀέρα κινήσεως τυχεῖν συνεχοῦς καὶ τὸ μὲν πυρῶδες αὐτοῦ πρὸς τοὺς μετεωροτάτους τόπους συνδραμεῖν, ἀνωφεροῦς οὔσης τῆς τοιαύτης φύσεως διὰ τὴν κουφότητα· ἀφʼ ἧς αἰτίας τὸν μὲν ἥλιον καὶ τὸ λοιπὸν πλῆθος τῶν ἄστρων ἐναποληφθῆναι τῇ πάσῃ δίνῃ· τὸ δὲ ἰλυῶδες καὶ θολερὸν μετὰ τῆς τῶν ὑγρῶν συγκρίσεως ἐπὶ ταὐτὸ καταστῆναι διὰ τὸ βάρος· εἰλούμενον δʼ ἐν ἑαυτῷ συνεχῶς καὶ συστρεφόμενον ἐκ μὲν τῶν ὑγρῶν τὴν θάλασσαν, ἐκ δὲ τῶν στερεμνιωτέρων ποιῆσαι τὴν γῆν πηλώδη καὶ παντελῶς ἁπαλήν. ταύτην δὲ τὸ μὲν πρῶτον τοῦ περὶ τὸν ἥλιον πυρὸς καταλάμψαντος πῆξιν λαβεῖν, ἔπειτα διὰ τὴν θερμασίαν ἀναζυμουμένης τῆς ἐπιφανείας συνοιδῆσαί τινα τῶν ὑγρῶν κατὰ πολλοὺς τόπους, καὶ γενέσθαι περὶ αὐτὰ σηπεδόνας ὑμέσι λεπτοῖς περιεχομένας· ὅπερ ἐν τοῖς ἕλεσι καὶ τοῖς λιμνάζουσι τῶν τόπων ἔτι καὶ νῦν ὁρᾶσθαι γινόμενον, ἐπειδὰν τῆς χώρας κατεψυγμένης ἄφνω διάπυρος ὁ ἀὴρ γένηται μὴ λαβὼν τὴν μεταβολὴν ἐκ τοῦ κατʼ ὀλίγον. ζωογονουμένων δὲ τῶν ὑγρῶν διὰ τῆς θερμασίας τὸν εἰρημένον τρόπον τὰς μὲν νύκτας λαμβάνειν αὐτίκα τὴν τροφὴν ἐκ τῆς πιπτούσης ἀπὸ τοῦ περιέχοντος ὀμίχλης, τὰς δʼ ἡμέρας ὑπὸ τοῦ καύματος στερεοῦσθαι· τὸ δʼ ἔσχατον τῶν κυοφορουμένων τὴν τελείαν αὔξησιν λαμβανόντων καὶ τῶν ὑμένων διακαυθέντων τε καὶ περιρραγέντων ἀναφυῆναι παντοδαποὺς τύπους ζῴων· τούτων δὲ τὰ μὲν πλείστης θερμασίας κεκοινωνηκότα πρὸς τοὺς μετεώρους τόπους ἀπελθεῖν γενόμενα πτηνά, τὰ δὲ γεώδους ἀντεχόμενα συγκρίσεως ἐν τῇ τῶν ἑρπετῶν καὶ τῶν ἄλλων τῶν ἐπιγείων τάξει καταριθμηθῆναι, τὰ δὲ φύσεως ὑγρᾶς μάλιστα μετειληφότα πρὸς τὸν ὁμογενῆ τόπον συνδραμεῖν, ὀνομασθέντα πλωτά. τὴν δὲ γῆν ἀεὶ μᾶλλον στερεουμένην ὑπό τε τοῦ περὶ τὸν ἥλιον πυρὸς καὶ τῶν πνευμάτων τὸ τελευταῖον μηκέτι δύνασθαι μηδὲν τῶν μειζόνων ζωογονεῖν, ἀλλʼ ἐκ τῆς πρὸς ἄλληλα μίξεως ἕκαστα γεννᾶσθαι τῶν ἐμψύχων.
καὶ περὶ μὲν τῆς πρώτης τῶν ὅλων γενέσεως τοιαῦτα παρειλήφαμεν, τοὺς δὲ ἐξ ἀρχῆς γεννηθέντας τῶν ἀνθρώπων φασὶν ἐν ἀτάκτῳ καὶ θηριώδει βίῳ καθεστῶτας σποράδην ἐπὶ τὰς νομὰς ἐξιέναι καὶ προσφέρεσθαι τῆς τε βοτάνης τὴν προσηνεστάτην καὶ τοὺς αὐτομάτους ἀπὸ τῶν δένδρων καρπούς. καὶ πολεμουμένους μὲν ὑπὸ τῶν θηρίων ἀλλήλοις βοηθεῖν ὑπὸ τοῦ συμφέροντος διδασκομένους, ἀθροιζομένους δὲ διὰ τὸν φόβον ἐπιγινώσκειν ἐκ τοῦ κατὰ μικρὸν τοὺς ἀλλήλων τύπους. τῆς φωνῆς δʼ ἀσήμου καὶ συγκεχυμένης οὔσης ἐκ τοῦ κατʼ ὀλίγον διαρθροῦν τὰς λέξεις, καὶ πρὸς ἀλλήλους τιθέντας σύμβολα περὶ ἑκάστου τῶν ὑποκειμένων γνώριμον σφίσιν αὐτοῖς ποιῆσαι τὴν περὶ ἁπάντων ἑρμηνείαν. τοιούτων δὲ συστημάτων γινομένων καθʼ ἅπασαν τὴν οἰκουμένην, οὐχ ὁμόφωνον πάντας ἔχειν τὴν διάλεκτον, ἑκάστων ὡς ἔτυχε συνταξάντων τὰς λέξεις· διὸ καὶ παντοίους τε ὑπάρξαι χαρακτῆρας διαλέκτων καὶ τὰ πρῶτα γενόμενα συστήματα τῶν ἁπάντων ἐθνῶν ἀρχέγονα γενέσθαι. τοὺς οὖν πρώτους τῶν ἀνθρώπων μηδενὸς τῶν πρὸς βίον χρησίμων εὑρημένου ἐπιπόνως διάγειν, γυμνοὺς μὲν ἐσθῆτος ὄντας, οἰκήσεως τε καὶ πυρὸς ἀήθεις, τροφῆς δʼ ἡμέρου παντελῶς ἀνεννοήτους. καὶ γὰρ τὴν συγκομιδὴν τῆς ἀγρίας τροφῆς ἀγνοοῦντας μηδεμίαν τῶν καρπῶν εἰς τὰς ἐνδείας ποιεῖσθαι παράθεσιν· διὸ καὶ πολλοὺς αὐτῶν ἀπόλλυσθαι κατὰ τοὺς χειμῶνας διά τε τὸ ψῦχος καὶ τὴν σπάνιν τῆς τροφῆς. ἐκ δὲ τούτου κατʼ ὀλίγον ὑπὸ τῆς πείρας διδασκομένους εἴς τε τὰ σπήλαια καταφεύγειν ἐν τῷ χειμῶνι καὶ τῶν καρπῶν τοὺς φυλάττεσθαι δυναμένους ἀποτίθεσθαι. γνωσθέντος δὲ τοῦ πυρὸς καὶ τῶν ἄλλων τῶν χρησίμων κατὰ μικρὸν καὶ τὰς τέχνας εὑρεθῆναι καὶ τἆλλα τὰ δυνάμενα τὸν κοινὸν βίον ὠφελῆσαι. καθόλου γὰρ πάντων τὴν χρείαν αὐτὴν διδάσκαλον γενέσθαι τοῖς ἀνθρώποις, ὑφηγουμένην οἰκείως τὴν ἑκάστου μάθησιν εὐφυεῖ ζῴῳ καὶ συνεργοὺς ἔχοντι πρὸς ἅπαντα χεῖρας καὶ λόγον καὶ ψυχῆς ἀγχίνοιαν.
Ἕρμιππος Περὶ ἀστρολογίας διάλογος, Κατράριος πρῶτον δὲ τάς τε ὑπερκοσμίους τε καὶ ἐγκοσμίους δυνάμεις συστησάμενος, εἶθʼ οὕτως οὐρανόν τε καὶ γῆν πλάνητάς τε καὶ τοὺς ἀπλανεῖς τῶν ἀστέρων δημιουργεῖ μήτε χρόνου μήθʼ ἑτέρωθεν ὕλης προσδεηθείς· καὶ τούτων ἑκάστῳ τὸν οἰκεῖον τόπον, ὡς ἐξ ἀρχῆς ὑπεθέμεθα, ἀποδοὺς κινεῖ τὴν προσήκουσαν κίνησιν. οὕτω δὴ οὐρανός τε καὶ οἱ πλάνητες ἐναντίως τὴν ἄληκτον φορὰν ἤρξαντο φέρεσθαι. γῆ δὲ τῷ ὕδατι συμμιγής, οὗ μὲν πλέον ὑπʼ αὐτοῦ ἐπιέζετο, βαθεῖά τε καὶ κοίλη ἐγένετο, οὗ δὲ οὐδὲν ἢ ὀλίγον ἐπῆν, τὰ ὄρη ἐλείπετο. ἀλλʼ ἐπεὶ τὸ ὕδωρ ἐπὶ γῆς τὴν οἰκείαν χώραν ἐπέλαβεν, αὕτη δὲ διάβροχος οὖσα τὴν οἰκείαν μορφὴν ὑπὸ τοῦ ἡλίου προσβάλλοντος καὶ πρὸς τὸ ξηρότερον μεθιστάντος κατὰ μικρὸν ἀπελάμβανε, φύονται δὴ πρῶτον οὕτω δένδρα τε καὶ φυτὰ καί τινες ὑμένες ἐοικότες πομφόλυξιν, αἳ δὴ μεθʼ ἡμέραν μὲν ὑπὸ τοῦ ἡλίου διαθερμαινόμεναι, νύκτωρ δὲ ὑπὸ τῆς σελήνης καὶ τῶν ἄλλων ἀστέρων περιθαλπόμενα χρόνῳ διαρραγεῖσαι τὰ ζῷα ἀπέτεκον. τούτων δὲ τὰ μὲν ἱκανὴν εἰληφότα πέψιν ἄρρενά τε καὶ θερμότερα γέγονε, τὰ δὲ τοὐναντίον ὑποστάντα ἐνδείαι θέρμης πρὸς τὸ θῆλυ μετεσκεύασται. καὶ οὐδὲν θαυμαστὸν γῆν ὕδατι σύμμικτον συστήσασθαι τὴν ἀρχὴν ζῷά τε καὶ φυτὰ κατὰ νοῦν τῷ δημιουργῷ· ἐν μὲν γὰρ τῷ ὕδατι συνέχεσθαι εἰκὸς πνεῦμα, ἐν δὲ τούτῳ θερμότητα ψυχικήν, δηλοῦσι δὲ καὶ τὰ γινόμενα ζῷα ἐν τοῖς τῆς γῆς χηραμοῖς καὶ ἔτι τὰ ἀπὸ σήψεως· ἃ πάντα καίπερ οὕτω συστάντα θαυμασίαν ἐμφαίνει τὴν σφῶν αὐτῶν καθάπαξ διάπλασιν. ἀλλʼ οὐδὲ μὴν οὐδὲ τοῦτʼ οἶμαι ἀπορήσαι τις ἄν, εἰ μὴ καὶ νῦν οὕτω συνίστασθαι δύναιτο· οὔτε γὰρ ἡ γῆ ἔτι ὁμοίως ἂν συνανακραθείη τῷ ὕδατι, οὔθʼ οἱ ἀστέρες ἐν τοῖς αὐτοῖς συνέλθοιεν σχήμασι. τὸ γὰρ γίνεσθαί πη μέχρι τοῦ νῦν, ὡς λόγος αἱρεῖ, παραλείπω· πλὴν ὥσπερ τοὐνδόσιμον ἐξ ἐκείνου παραλαβοῦσα ζῷα μὲν μέγεθος ἔχοντα οὐκέτι φύειν οἵα τʼ ἐστί, βοτάνας δὲ καὶ δένδρα καὶ φυτὰ καὶ καρπούς, καὶ τὰ ζῷα σχεδὸν νεκρωθέντα καὶ παγέντα τῷ ψύχει θέρμης τε καὶ ῥώμης ἐμπίπλαται. τῶν δὲ ζῴων, ὡς καὶ πρότερον εἴρηται, οὐχ ὁμοία τις ἡ κρᾶσις ἐγένετο· ἀλλʼ ὅσα μὲν πλείστου τοῦ γεώδους μετέσχε, φυτά τε καὶ δένδρα γέγονε πρὸς τῇ γῇ κάτω ἐρριζωμένην τὴν κεφαλὴν ἔχοντα, τοσοῦτον τῶν ἀναιμοτέρων καὶ ἀπόδων ζῴων διαφέροντα, παρʼ ὅσον ἐκεῖνα ἔξω γῆς ταύτην κινούμενα φέρουσιν· ὅσα δὲ τοῦ ὑγροῦ, τὴν καθʼ ὕδατος λῆξιν ἠσπάσαντο, ἐπίσης ἐκείνοις σχεδὸν διακείμενα. οἷς δὲ τοῦ γεώδους καὶ θερμοῦ μᾶλλον μέτεστι, ταῦτα χερσαῖα ἂν εἴη· καὶ ὅσα δὲ τοῦ ἀερώδους καὶ θερμοῦ μετέσχε μᾶλλον, πτηνά, τὰ μὲν εὐθὺ τοῦ ὅλου σώματος, τὰ δʼ ὑπὲρ αὐτὸ τὴν κεφαλὴν ἴσχοντα, κατὰ λόγον τῆς αὐτῶν κράσεως. καὶ τούτων μᾶλλον ὁ ἄνθρωπος μετασχὼν θερμοῦ φαίνεται καθαρωτέρας οὔσης τῆς ὕλης, ἀφʼ ἧς τὸ σῶμά οἱ συνέστη, καὶ δεκτικῆς μᾶλλον τοῦ θερμοῦ· ὥστε διʼ αὐτὸ τοῦτο καὶ μόνος τῶν ἄλλων ζῴων γίνεται τὸ σχῆμα ὀρθὸς καὶ πρὸς ὀλίγον γῆς ἅπτεται· ἐρρύη δέ τι καὶ θειότερον εἰς αὐτόν, καθʼ ὃ νοῦ καὶ λόγου καὶ διανοίας μετέσχε καὶ τὰ ὄντα ἀνηρευνήσατο.
Τζέτζης φασὶν Ἕλληνες ὅσοι τὸν κόσμον γεννητὸν εἶναι λέγουσιν, ὅτι μετὰ τὸ διαρραγῆναι τὸ ἔρεβος καὶ τὸν ἀέρα συστῆναι καὶ ὑποστῆναι τὴν γῆν πηλώδη καὶ παντελῶς ἁπαλὴν σηπεδονώδεις καὶ πομφολυγώδεις ὑμένας ἐκ ταύτης ἀναδοθῆναι· ὧν ὑπὸ τοῦ ἡλίου θερμαινομένων ἡμέρας, νυκτὸς δὲ τρεφομένων ταῖς σεληναίαις ὑγρότησιν καὶ μετὰ τὴν αὔξησιν ἐκραγέντων ἀνθρώπους συνέβη γενέσθαι καὶ παντοίων ζῴων ἰδέας πρὸς τὴν στοιχειακὴν ἐπικράτειαν, τὴν ὑδατώδη φημὶ καὶ πυρώδη καὶ γεώδη καὶ ἀερώδη. κατεξικμασθείσης δὲ τῆς γῆς ὑφʼ ἡλίου καὶ μηκέτι γεννᾶν δυναμένης ἐξ ἀλληλογονίας φασὶ τὴν γέννησιν γενέσθαι. ὅτι δὲ ζῷα γεννᾶν οἶδεν ἡ γῆ, δεικνύουσι πολλαχόθεν καὶ ἐκ τῶν ἐν Θηβαΐδι τῇ Αἰγυπτίαι γεννωμένων μυῶν μετὰ τὴν τοῦ Νείλου τῆς ἀναβάσεως ὑποχώρησιν. οἱ τότε δὲ τῶν ἀνθρώπων ἁπλότητος ὄντες καὶ ἀπειρίας ἀνάμεστοι οὐδεμίαν οὔτε τέχνην οὔτε γεωργίαν ἐπίσταντο οὔτʼ ἄλλο οὐδέν, οὔτε ὅ τι ἐστὶ νόσος ἢ θάνατος ἐπεγίνωσκον, ἀλλʼ ὡς ἐπὶ κοῖτον ἐπὶ τὴν γῆν πίπτοντες ἀπέψυχον οὐκ εἰδότες ὃ πάσχουσι· φιλαλληλίαν δὲ μόνον ἀσκοῦντες ἀγελαῖον διέζων τὸν βίον δίκην ποιμνίων ἐπὶ νομὰς ἐξιόντες καὶ τοῖς ἀκροδρύοις κοινῶς καὶ τοῖς λαχάνοις τρεφόμενοι. καὶ ἀλλήλοις κατὰ θηρίων προσεβοήθουν καὶ συνεμάχοντο γυμνοὶ γυμναῖς ταῖς χερσί· γυμνοὶ δὲ οὕτω τυγχάνοντες καὶ σκέπης καὶ χρημάτων ὄντες ἐπιδεεῖς καὶ μηδὲ καρποὺς καὶ ἀκρόδρυα πρὸς ἀποθήκας συναγαγεῖν εἰδότες, ἀλλὰ μόνην ἐσθίοντες τροφὴν τὴν ἐφήμερον χειμῶνος γεγονότος πολλοὶ διεφθείροντο. λοιπὸν κατὰ μικρὸν τὴν ἀνάγκην σχόντες διδάσκαλον τὰ κοῖλα τῶν δένδρων καὶ τὰ δασέα καὶ τὰς σχισμὰς τῶν πετρῶν καὶ τὰ σπήλαια ὑπεδύοντο καὶ τοὺς καρπῶν δυναμένους φυλάττεσθαι μόλις γνωρίσαντες καὶ ἅπαξ αὐτοὺς συναγείραντες ἐν τοῖς σπηλαίοις ἐναπετίθεντο, καὶ τούτοις ἐτρέφοντο διʼ ὅλου ἐνιαυτοῦ. τοιαύτῃ συζῶντες τῇ εἱμαρμένῃ βίον ἁπλοῦν καὶ ἀπέριττον καὶ φιλάλληλον εἶχον δίχα πυρὸς ἐπιγνώσεως, οὐ βασιλεῖς, οὐκ ἄρχοντας, οὐ δεσπότας κεκτημένοι, οὐ στρατείας, οὐ βίας, οὐχ ἁρπαγὰς, ἀλλὰ φιλαλληλίαν μόνον καὶ τὸν ἐλεύθερον καὶ ἀπέριττον τοῦτον βίον ζῆν εἰδότες. ἐπεὶ δὲ προμηθέστεροι γεγονότες καὶ προβουλευτικώτεροι τὸ πῦρ ἐφεῦρον, καὶ θερμοτέρων, ἤγουν πανουργοτέρων, πραγμάτων ὠρέχθησαν καὶ τὴν τοῦ ἀπερίττου καὶ ἐλευθέρου βίου μετέστρεψαν διαγωγὴν καὶ εἱμαρμένην, διʼ ὧν ὁ κόσμος κοσμεῖται καὶ τὰ ἡδέα ἡμῖν καὶ τερπνὰ καὶ ἁβρότατα γίνεται δίκην γυναικὸς ἡμᾶς καταθέλγοντα καὶ τρυφερωτέρους ἀπεργαζόμενα, ὃ καλεῖ πλάσιν γυναικὸς ὁ ποιητής.
ΚΟΣΜΟΓΡΑΦΙΗ.
ΠΕΡΙ ΤΩΝ ΠΛΑΝΗΤΩΝ.
ΠΕΡΙ ΦΥΣΕΩΣ Α ἣ ΠΕΡΙ ΚΟΣΜΟΥ ΦΥΣΙΟΣ.
ΠΕΡΙ ΦΥΣΕΩΣ Β ἢ ΠΕΡΙ ΑΝΘΡΩΠΟΥ ΦΥΣΙΟΣ ἢ ΠΕΡΙ ΣΑΡΚΟΣ.
ΠΕΡΙ ΝΟΥ ΛΕΥΚΙΠΠΟΥ.
ΠΕΡΙ ΑΙΣΘΗΣΙΩΝ.
ΠΕΡΙ ΧΥΜΩΝ.
ΠΕΡΙ ΧΡΟΩΝ.
ΠΕΡΙ ΤΩΝ ΔΙΑΦΕΡΟΝΤΩΝ ΡΥΣΜΩΝ ἢ ΠΕΡΙ ΙΔΕΩΝ.
Σέξτος ὁ ἐμπειρικός ἐν δὲ τῷ Περὶ ἰδεῶν· «γιγνώσκειν τε χρή, φησίν, ἄνθρωπον τῷδε τῷ κανόνι, ὅτι ἐτεῆς ἀπήλλακται».
καὶ πάλιν· «δηλοῖ μὲν δὴ καὶ οὗτος ὁ λόγος, ὅτι ἐτεῇ οὐδὲν ἴσμεν περὶ οὐδενός, ἀλλʼ ἐπιρυσμίη ἑκάστοισιν ἡ δόξις».
καὶ ἔτι· «καίτοι δῆλον ἔσται, ὅτι ἐτεῇ οἷον ἕκαστον γιγνώσκειν ἐν ἀπόρῳ ἐστί».
ΠΕΡΙ ΑΜΕΙΨΙΡΥΣΜΙΩΝ.
ΚΡΑΤΥΝΤΗΡΙΑ.
Σέξτος ὁ ἐμπειρικός Δ. δὲ ὁτὲ μὲν ἀναιρεῖ τὰ φαινόμενα ταῖς αἰσθήσεσι καὶ τούτων λέγει μηδὲν φαίνεσθαι κατʼ ἀλήθειαν, ἀλλὰ μόνον κατὰ δόξαν, ἀληθὲς δὲ ἐν τοῖς οὖσιν ὑπάρχειν τὸ ἀτόμους εἶναι καὶ κενόν· «νόμῳ» γάρ φησι «γλυκύ, νόμῳ πικρόν, νόμῳ θερμόν, νόμῳ ψυχρόν, νόμῳ χροιή, ἐτεῇ δὲ ἄτομα καὶ κενόν» — ὅπερ ἔστι· νομίζεται μὲν εἶναι καὶ δοξάζεται τὰ αἰσθητά, οὐκ ἔστι δὲ κατʼ ἀλήθειαν ταῦτα, ἀλλὰ τὰ ἄτομα μόνον καὶ τὸ κενόν. ἐν δὲ τοῖς Κρατυντηρίοις, καίπερ ὑπεσχημένος ταῖς αἰσθήσεσι τὸ κράτος τῆς πίστεως ἀναθεῖναι, οὐδὲν ἧττον εὑρίσκεται τούτων καταδικάζων. φησὶ γάρ· «ἡμεῖς δὲ τῷ μὲν ἐόντι οὐδὲν ἀτρεκὲς συνίεμεν, μεταπῖπτον δὲ κατά τε σώματος διαθήκην καὶ τῶν ἐπεισιόντων καὶ τῶν ἀντιστηριζόντων».
καὶ πάλιν φησίν· «ἐτεῇ μέν νυν ὅτι οἷον ἕκαστον ἔστιν ἢ οὐκ ἔστιν οὐ συνίεμεν, πολλαχῇ δεδήλωται».
ΠΕΡΙ ΕΙΔΩΛΩΝ ἢ ΠΕΡΙ ΠΡΟΝΟΙΑΣ … .
ΠΕΡΙ ΛΟΓΙΚΩΝ ἢ ΚΑΝΩΝ ΑΒΓ.
Περὶ κριτηρίου ἢ Κανών οἱ μὲν δογματικοὶ τῶν φιλοσόφων ... τιθέασιν αὐτήν, οἱ δὲ Ἐμπειρικοὶ ἀναιροῦσιν, τάχα δὲ καὶ Δ.· ἰσχυρῶς γὰρ αὐτῇ διὰ τῶν Κανόνων ἀντείρηκεν.
Σέξτος ὁ ἐμπειρικός ἐν δὲ τοῖς Κανόσι δύο φησὶν εἶναι γνώσεις· τὴν μὲν διὰ τῶν αἰσθήσεων τὴν δὲ διὰ τῆς διανοίας, ὧν τὴν μὲν διὰ τῆς διανοίας γνησίην καλεῖ προσμαρτυρῶν αὐτῇ τὸ πιστὸν εἰς ἀληθείας κρίσιν, τὴν δὲ διὰ τῶν αἰσθήσεων σκοτίην ὀνομάζει ἀφαιρούμενος αὐτῆς τὸ πρὸς διάγνωσιν τοῦ ἀληθοῦς ἀπλανές. λέγει δὲ κατὰ λέξιν· «γνώμης δὲ δύο εἰσὶν ἰδέαι, ἡ μὲν γνησίη, ἡ δὲ σκοτίη· καὶ σκοτίης μὲν τάδε σύμπαντα, ὄψις, ἀκοή, ὀδμή, γεῦσις, ψαῦσις. ἡ δὲ γνησίη, ἀποκεκριμένη δὲ ταύτης». εἶτα προκρίνων τῆς σκοτίης τὴν γνησίην ἐπιφέρει λέγων· «ὅταν ἡ σκοτίη μηκέτι δύνηται μήτε ὁρῆν ἐπʼ ἔλαττον μήτε ἀκούειν μήτε ὀδμᾶσθαι μήτε γεύεσθαι μήτε ἐν τῇ ψαύσει αἰσθάνεσθαι, ἀλλʼ ἐπὶ λεπτότερον δέῃ ζητεῖν, τότε ἐπιγίνεται ἡ γνησίη ἅτε ὄργανον ἔχουσα τοῦ νῶσαι λεπτότερον.» ὅσα γὰρ τὴν τῶν ὀμμάτων ὄψιν ἐκφεύγει, ταῦτα τῇ τῆς γνώμης ὄψει κεκράτηται.
ΑΠΟΡΗΜΑΤΩΝ ΑΒ...
ΑΣΥΝΤΑΚΤΑ
ΑΙΤΙΑΙ ΟΥΡΑΝΙΑΙ.
ΑΙΤΙΑΙ ΑΕΡΙΟΙ.
ΑΙΤΙΑΙ ΕΠΙΠΕΔΟΙ.
ΑΙΤΙΑΙ ΠΕΡΙ ΠΥΡΟΣ ΚΑΙ ΤΩΝ ΕΝ ΠΥΡΙ.
ΑΙΤΙΑΙ ΠΕΡΙ ΦΩΝΩΝ.
ΑΙΤΙΑΙ ΠΕΡΙ ΣΠΕΡΜΑΤΩΝ ΚΑΙ ΦΥΤΩΝ ΚΑΙ ΚΑΡΠΩΝ.
ΑΙΤΙΑΙ ΠΕΡΙ ΖΩΙΩΝ ΑΒΓ.
ΑΙΤΙΑΙ ΣΥΜΜΕΙΚΤΟΙ.
ΠΕΡΙ ΤΗΣ ΛΙΘΟΥ.
ΜΑΘΗΜΑΤΙΚΑ
ΠΕΡΙ ΔΙΑΦΟΡΗΣ ΓΝΩΜΗΣ ἢ ΠΕΡΙ ΨΑΥΣΙΟΣ ΚΥΚΛΟΥ ΚΑΙ ΣΦΑΙΡΗΣ.
ΠΕΡΙ ΓΕΩΜΕΤΡΙΗΣ.
ΓΕΩΜΕΤΡΙΚΩΝ ΑΒ.
ΑΡΙΘΜΟΙ.
ΠΕΡΙ ΑΛΟΓΩΝ ΓΡΑΜΜΩΝ ΚΑΙ ΝΑΣΤΩΝ ΑΒ.
ΕΚΠΕΤΑΣΜΑΤΑ.
ΜΕΓΑΣ ΕΝΙΑΥΤΟΣ ἢ ΑΣΤΡΟΝΟΜΙΗ. ΠΑΡΑΠΗΓΜΑ.
Ἀπολλώνιος ὁ Γραμματικός καὶ Φερεκύδης ἐν τῇ Θεολογίαι καὶ ἔτι Δ, ἐν τοῖς Περὶ ἀστρονομίας καὶ ἐν τοῖς ὑπολειπομένοις συντάγμασι συνεχέστερον χρῶνται τῇ ἐμεῦ καὶ ἔτι τῇ ἐμέο.
Εὔδοξος ὁ Κνίδιος Εὐδόξῳ Δημοκρίτῳ χειμεριναὶ τροπαὶ ἀθὺρ ὁτὲ μὲν κ ὁτὲ δὲ ιθ. ἀπὸ ἰσημερίας μεθοπωρινῆς ἐπὶ χειμερινὰς τροπὰς Εὐδόξῳ ἡμέραι ϙβ, Δημοκρίτῳ ἡμέραι ϙα ..., ἀπὸ τροπῶν χειμερινῶν εἰς ἰσημερίαν ἐαρινὴν Εὐδόξῳ καὶ Δ—ῳ ἡμέραι ϙα, Εὐκτήμονι ϙβ.
Γεμῖνος ὁ Ῥόδιος ἐν δὲ τῇ δ ἡμέραι Δημοκρίτῳ Πλειάδες δύνουσιν ἅμα ἠοῖ· ἄνεμοι χειμέριοι ὡς τὰ πολλὰ καὶ ψύχη ἤδη καὶ πάχνη ἐπιπνεῖν φιλεῖ· φυλλορροεῖν ἄρχεται τὰ δένδρα μάλιστα.
Γεμῖνος ὁ Ῥόδιος ἐν δὲ τῇ ιγ Δ—ῳ Λύρα ἐπιτέλλει ἅμα ἡλίῳ ἀνίσχοντι· καὶ ὁ ἀὴρ χειμέριος γίνεται ὡς ἐπὶ τὰ πολλά. … ἐν δὲ τῇ ις Δ—ῳ Ἀετὸς ἐπιτέλλει ἅμα ἡλίῳ· καὶ ἐπισημαίνειν φιλεῖ βροντῇ καὶ ἀστραπῇ καὶ ὕδατι ἢ ἀνέμῳ ἢ ἀμφότερα ὡς ἐπὶ τὰ πολλά.
Γεμῖνος ὁ Ῥόδιος ἐν δὲ τῇ ιβ Δ—ῳ νότος πνεῖ ὡς ἐπὶ τὰ πολλά.
Γεμῖνος ὁ Ῥόδιος ἐν δὲ τῇ γ Εὐκτήμονι ὑετία. Δ—ῳ ἄλογχος, χειμών.
Γεμῖνος ὁ Ῥόδιος ἐν δὲ τῇ ις Δ—ῳ ζέφυρος πνεῖν ἄρχεται καὶ παραμένει. ἡμέραι γ καὶ μ ἀπὸ τροπῶν.
Γεμῖνος ὁ Ῥόδιος ἐν δὲ τῇ δ Δ—ῳ ποικίλαι ἡμέραι γίνονται ἁλκυονίδες καλούμεναι.
Γεμῖνος ὁ Ῥόδιος ἐν δὲ τῇ ιδ Δ—ῳ ἄνεμοι πνέουσι ψυχροί, οἱ ὀρνιθίαι καλούμενοι, ἡμέρας μάλιστα ἐννέα.
Γεμῖνος ὁ Ῥόδιος Δ—ῳ Πλειάδες κρύπτονται ἅμα ἡλίῳ ἀνίσχοντι καὶ ἀφανεῖς γίνονται νύκτας μ.
Γεμῖνος ὁ Ῥόδιος ἐν δὲ τῇ ι Δ—ῳ ὕδωρ γίνεται.
Γεμῖνος ὁ Ῥόδιος ἐν δὲ τῇ κθ Δ—ῳ ἄρχεται Ὠρίων ἐπιτέλλειν καὶ φιλεῖ ἐπισημαίνειν ἐπʼ αὐτῷ.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια τοῦτο δὲ ἔφη, ἐπεὶ κατὰ τὴν ἐπιτολὴν τοῦ Ἀρκτούρου σφοδροὶ καταχέονται ὄμβροι, ὥς φησι Δ. ἐν τῷ Περὶ ἀστρονομίας καὶ Ἄρατος.
Κλώδιος, Ἰωάννης ὁ Λυδός καὶ ταῦτα μὲν ὁ Κλώδιος ἐκ τῶν παρὰ Θούσκοις ἱερῶν πρὸς λέξιν· καὶ οὐκ αὐτὸς μόνος, ἀλλὰ μὴν καὶ Εὔδοξός τε ὁ πολύς, Δημόκριτος πρῶτος αὐτῶν, Βάρρων τε ὁ Ῥωμαῖος κτλ.
Κλαύδιος Πτολεμαῖος καὶ τούτων ἀνέγραψα τὰς ἐπισημασίας καὶ κατέταξα κατά τε Αἰγυπτίους καὶ Δοσίθεον ... Δημόκριτον. τούτων δὲ Αἰγύπτιοι ἐτήρησαν παρʼ ἡμῖν ... Δ. ἐν Μακεδονίαι καὶ Θρᾴκῃ. διὸ δὴ μάλιστα ἄν τις ἐφαρμόζοι τὰς μὲν τῶν Αἰγυπτίων ἐπισημασίας ταῖς περὶ τοῦτον τὸν παράλληλον χώραις, ... τὰς δὲ Δημοκρίτου ..., καθʼ ὃν ἡ μεγίστη τῶν ἡμερῶν ὡρῶν ἐστιν ἰσημερινῶν ιε.
Κλαύδιος Πτολεμαῖος ιζ ... Δ—ῳ Ἀβδηρίτῃ ἐπισημαίνει καὶ χελιδὼν ἀφανίζεται.
Κλαύδιος Πτολεμαῖος κθ Δ—ῳ ὑετὸς καὶ ἀνέμων ἀταξία.
Κλαύδιος Πτολεμαῖος η Δ—ῳ χειμάζει· σπόρου ὥρα.
Κλαύδιος Πτολεμαῖος β Δ—ῳ ψύχη ἢ πάχνη.
Κλαύδιος Πτολεμαῖος ιζ Δ—ῳ χειμὼν καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν.
Κλαύδιος Πτολεμαῖος α Δ—ῳ ὁ οὐρανὸς ταραχώδης καὶ ἡ θάλασσα ὡς τὰ πολλά.
Κλαύδιος Πτολεμαῖος θ Δ—ῳ χειμών.
Κλαύδιος Πτολεμαῖος ιδ Δ—ῳ βρονταί, ἀστραπαί, ὕδωρ, ἄνεμοι.
Κλαύδιος Πτολεμαῖος α Δ—ῳ μέγας χειμών.
Κλαύδιος Πτολεμαῖος γ Δ—ῳ ἐπισημαίνει.
Κλαύδιος Πτολεμαῖος θ Δ—ῳ νότος ὡς τὰ πολλά.
Κλαύδιος Πτολεμαῖος κε Δ—ῳ ἐφύει.
Κλαύδιος Πτολεμαῖος κθ Δ—ῳ μέγας χειμών.
Κλαύδιος Πτολεμαῖος ιβ Δ—ῳ ζέφυρος ἄρχεται πνεῖν.
Κλαύδιος Πτολεμαῖος ιδ Δ—ῳ ζέφυρος πνεῖ.
Κλαύδιος Πτολεμαῖος λ Δ—ῳ ποικίλαι ἡμέραι αἱ καλούμεναι ἁλκυονίδες.
Κλαύδιος Πτολεμαῖος ια Δ—ῳ ἄνεμοι ψυχροί· ὀρνιθίαι ἐπὶ ἡμέρας θ.
Κλαύδιος Πτολεμαῖος κβ Δ—ῳ ἐπισημαίνει, ἄνεμος ψυχρός.
Κλαύδιος Πτολεμαῖος α Δ—ῳ ἐπισημαίνει.
Κλαύδιος Πτολεμαῖος κθ Δ—ῳ ἐπισημαίνει.
Κλαύδιος Πτολεμαῖος γ Δ—ῳ ὑετία.
Κλαύδιος Πτολεμαῖος θ Δ—ῳ ὕδωρ ἐπιγίνεται.
Κλαύδιος Πτολεμαῖος κη Δ—ῳ ἐπισημαίνει.
Κλαύδιος Πτολεμαῖος δ Δ—ῳ ζέφυρος καὶ ὕδωρ ἑῷον, εἶτα βορέαι πρόδρομοι ἐπὶ ἡμέρας ζ.
Κλαύδιος Πτολεμαῖος κβ Δ—ῳ ὕδωρ, καταιγίδες.
Κλαύδιος Πτολεμαῖος β Δ—ῳ, Ἱππάρχῳ νότος καὶ καῦμα.
Κλαύδιος Πτολεμαῖος κϛ Δ—ῳ ἐπισημαίνει ὕδασι καὶ ἀνέμοις.
Ἰωάννης ὁ Λυδός Δ—ος δὲ τὸν λίβα μετὰ ὄμβρου φησὶ γίνεσθαι.
Ἰωάννης ὁ Λυδός Δ—ος λέγει δύεσθαι τὸν Δελφῖνα καὶ τροπὴν ὡς ἐπὶ πολὺ γίνεσθαι.
Ἰωάννης ὁ Λυδός Δ—ος ἄνεμον λίβα πνεῦσαι λέγει.
Ἰωάννης ὁ Λυδός ἐν δὲ τῇ ἡμέραι τῶν Βακχαναλίων Δ—ος δύεσθαι τοὺς Ἰχθύας λέγει.
Ἰωάννης ὁ Λυδός ἐν ταύτῃ τῇ ἡμέραι ὁ Δ. λέγει ἐναλλαγὴν ἀνέμων συμβαίνειν καὶ βροχῆς ἐπικράτειαν.
Ἰωάννης ὁ Λυδός ὁ Δ—ος τοὺς Ἐρίφους ἀνίσχειν καὶ βορρᾶν πνεῖν διισχυρίζεται.
Ἰωάννης ὁ Λυδός ὁ Δ—ος λέγει τὸν ἥλιον ἐν Τοξότῃ γίνεσθαι.
ΑΜΙΛΛΑ ΚΛΕΨΥΔΡΑΙ … .
ΟΥΡΑΝΟΓΡΑΦΙΗ.
ΓΕΩΓΡΑΦΙΗ.
Ἀγαθήμερος ὁ γεωγράφος εἶτα Δαμάστης ὁ Σιγειεὺς τὰ πλεῖστα ἐκ τῶν Ἑκαταίου μεταγράψας Περίπλουν ἔγραψεν· ἑξῆς Δ. καὶ Εὔδοξος καὶ ἄλλοι τινὲς γῆς περιόδους καὶ περίπλους ἐπραγματεύσαντο. οἱ μὲν οὖν παλαιοὶ τὴν οἰκουμένην ἔγραφον στρογγύλην, μέσην δὲ κεῖσθαι τὴν Ἑλλάδα καὶ ταύτης Δελφούς· τὸν ὀμφαλὸν γὰρ ἔχειν τῆς γῆς. πρῶτος δὲ Δ. πολύπειρος ἀνὴρ συνεῖδεν, ὅτι προμήκης ἐστὶν ἡ γῆ ἡμιόλιον τὸ μῆκος τοῦ πλάτους ἔχουσα· συνῄνεσε τούτῳ καὶ Δικαίαρχος ὁ Περιπατητικός.
ΠΟΛΟΓΡΑΦΙΗ.
ΑΚΤΙΝΟΓΡΑΦΙΗ.
ΜΟΥΣΙΚΑ
ΠΕΡΙ ΡΥΘΜΩΝ ΚΑΙ ΑΡΜΟΝΙΗΣ.
ΠΕΡΙ ΠΟΙΗΣΙΟΣ.
Κλήμης ὁ Ἀλεξανδρεύς καὶ ὁ Δ. ὁμοίως «ποιητὴς δὲ ἅσσα μὲν ἂν γράφῃ μετʼ ἐνθουσιασμοῦ καὶ ἱεροῦ πνεύματος, καλὰ κάρτα ἐστίν ...»
ΠΕΡΙ ΚΑΛΛΟΣΥΝΗΣ ΕΠΕΩΝ.
ΠΕΡΙ ΕΥΦΩΝΩΝ ΚΑΙ ΔΥΣΦΩΝΩΝ ΓΡΑΜΜΑΤΩΝ
Εὐστάθιος ὁ Θεσσαλονίκης τὸ γάμμα στοιχεῖον γέμμα φασὶν Ἴωνες καὶ μάλιστα Δ., ὃς καὶ τὸ μῦ μῶ λέγει μῶ: τὸ μῦ στοιχεῖον Δ.
Ὑπομνήματα εἰς τὴν Διονυσίου Τέχνην τὰ ὀνόματα τῶν στοιχείων ἄκλιτά εἰσιν ... παρὰ Δημοκρίτῳ δὲ κλίνονται· λέγει γὰρ δέλτατος καὶ θήτατος.
ΠΕΡΙ ΟΜΗΡΟΥ ἢ ΟΡΘΟΕΠΕΙΗΣ ΚΑΙ ΓΛΩΣΣΕΩΝ.
Δίων ὁ Χρυσόστομος ὁ μὲν Δ. περὶ Ὁμήρου φησὶν οὕτως· «Ὅμηρος φύσεως λαχὼν θεαζούσης ἐπέων κόσμον ἐτεκτήνατο παντοίων», ὡς οὐκ ἐνὸν ἄνευ θείας καὶ δαιμονίας φύσεως οὕτως καλὰ καὶ σοφὰ ἔπη ἐργάσασθαι.
Πορφύριος οἱ δὲ κατεψεύσαντο τοῦ ποιητοῦ ὡς «μελανόστου» ὑφʼ ἓν ὡς Ὀρέστου εἰρηκότος διὰ τὸ καὶ Δημόκριτον ἱστορεῖν ἐπὶ τοῦ ἀετοῦ τὰ ὀστᾶ μέλανα εἶναι καταψευδόμενοι τῆς ἀληθείας.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν τὸ «ὡς πρὶν ὤφελλʼ ἀπολέσθαι» εἴτε καὶ τοῖς Ἕλλησιν εἰς ἐπήκοον λέγει ὁ κῆρυξ πρὸς τὸ συγγνωμονεῖν τοῖς ἄλλοις Τρωσὶν ὡς καὶ αὐτοῖς ὀργιζομένοις, εἴτε καθʼ ἑαυτὸν καὶ ἠρέμα, ὡς Δ. ἀξιοῖ ἀπρεπὲς ἡγησάμενος τὸ φανερῶς λέγεσθαι, ἀμφότερα προστικτέον.
Εὐστάθιος ὁ Θεσσαλονίκης ἰστέον δὲ ὅτι ἐς τοσοῦτον ἠξιώθη λόγου τοῖς παλαιοῖς ὁ εὐνοϊκὸς οὗτος δοῦλος Εὔμαιος, ὥστε καὶ μητέρα αὐτοῦ ἐξευρίσκουσι. Δ. μὲν Πενίαν, Εὐφορίων δὲ Πάνθειαν, Φιλόξενος δὲ ὁ Σιδώνιος Δανάην.
Εὐστάθιος ὁ Θεσσαλονίκης ἄλλοι δὲ Δία μὲν νοοῦσι τὸν ἥλιον ..., ἀμβροσίαν δὲ τὰς ἀτμίδας αἷς ὁ ἥλιος τρέφεται, καθὰ δοξάζει καὶ Δ.
Πρόκλος ὅτι τῆς Κρατύλου δόξης γέγονε Πυθαγόρας τε καὶ Ἐπίκουρος, Δ. δὲ καὶ Ἀριστοτέλης τῆς Ἑρμογένους ... διὰ δὲ τοῦ θεμένου τὰ ὀνόματα τὴν ψυχὴν ᾐνίττετο, ἥτις ἀπὸ νοῦ μὲν ὑπέστη· καὶ αὐτὰ μὲν τὰ πράγματα οὐκ ἔστιν ὥσπερ ὁ νοῦς πρώτως, ἔχει δʼ αὐτῶν εἰκόνας καὶ λόγους οὐσιώδεις διεξοδικοὺς οἷον ἀγάλματα τῶν ὄντων ὥσπερ τὰ ὀνόματα ἀπομιμούμενα τὰ νοερὰ εἴδη, τοὺς ἀριθμούς· τὸ μὲν οὖν εἶναι πᾶσιν ἀπὸ νοῦ τοῦ ἑαυτὸν γινώσκοντος καὶ σοφοῦ, τὸ δʼ ὀνομάζεσθαι ἀπὸ ψυχῆς τῆς νοῦν μιμουμένης. οὐκ ἄρα, φησὶ Πυθαγόρας, τοῦ τυχόντος ἐστὶ τὸ ὀνοματουργεῖν, ἀλλὰ τοῦ τὸν νοῦν ὁρῶντος καὶ τὴν φύσιν τῶν ὄντων· φύσει ἄρα τὰ ὀνόματα. ὁ δὲ Δ. θέσει λέγων τὰ ὀνόματα διὰ τεσσάρων ἐπιχειρημάτων τοῦτο κατεσκεύαζεν· ἐκ τῆς ὁμωνυμίας· τὰ γὰρ διάφορα πράγματα τῷ αὐτῷ καλοῦνται ὀνόματι· οὐκ ἄρα φύσει τὸ ὄνομα· καὶ ἐκ τῆς πολυωνυμίας· εἰ γὰρ τὰ διάφορα ὀνόματα ἐπὶ τὸ αὐτὸ καὶ ἓν πρᾶγμα ἐφαρμόσουσιν, καὶ ἐπάλληλα, ὅπερ ἀδύνατον· τρίτον ἐκ τῆς τῶν ὀνομάτων μεταθέσεως. διὰ τί γὰρ τὸν Ἀριστοκλέα μὲν Πλάτωνα, τὸν δὲ Τύρταμον Θεόφραστον μετωνομάσαμεν, εἰ φύσει τὰ ὀνόματα; ἐκ δὲ τῆς τῶν ὁμοίων ἐλλείψεως· διὰ τί ἀπὸ μὲν τῆς φρονήσεως λέγομεν φρονεῖν, ἀπὸ δὲ τῆς δικαιοσύνης οὐκέτι παρονομάζομεν; τύχῃ ἄρα καὶ οὐ φύσει τὰ ὀνόματα. καλεῖ δὲ ὁ αὐτὸς τὸ μὲν πρῶτον ἐπιχείρημα πολύσημον, τὸ δὲ δεύτερον ἰσόρροπον, τὸ δὲ τρίτον μετώνυμον, τὸ δὲ τέταρτον νώνυμον.
ΟΝΟΜΑΣΤΙΚΩΝ.
ΤΕΧΝΙΚΑ
ΠΡΟΓΝΩΣΙΣ
ΠΕΡΙ ΔΙΑΙΤΗΣ ἢ ΔΙΑΙΤΗΤΙΚΟΝ.
εἰ μέν μοί τις ἐδόκει τῶν πρότερον συγγραψάντων περὶ διαίτης ἀνθρωπίνης τῆς πρὸς ὑγίειαν ὀρθῶς ἐγνωκὼς συγγεγραφέναι πάντα διὰ παντὸς ... ἱκανῶς ἂν εἶχέ μοι ... τούτοισι χρέεσθαι ... νῦν δὲ πολλοὶ μὲν ἤδη συνέγραψαν κτλ.
ΙΗΤΡΙΚΗ ΓΝΩΜΗ.
ΑΙΤΙΑΙ ΠΕΡΙ ΑΚΑΙΡΙΩΝ ΚΑΙ ΕΠΙΚΑΙΡΙΩΝ.
ΠΕΡΙ ΓΕΩΡΓΙΗΣ ἢ ΓΕΩΡΓΙΚΟΝ.
ΠΕΡΙ ΖΩΓΡΑΦΙΗΣ.
ΤΑΚΤΙΚΟΝ.
ΟΠΛΟΜΑΧΙΚΟΝ.
Ἀπολλώνιος ὁ Κιτιεύς ταύτης δὲ τῆς ἐμβολῆς τὴν ἰσχυροτάτην ἀνάγκην περιεχούσης ὁ Βακχεῖος τὴν ἐπὶ τοῦ μοχλοειδοῦς ξύλου λεγομένην ἄμβην ἐν τοῖς Περὶ τῶν Ἱπποκρατείων λέξεων ἐξηγεῖται, ὅτι «ἐν ταῖς λέξεσιν ἀναγέγραπται, ὡς Ῥόδιοι ἄμβωνας καλοῦσι τοὺς τῶν ὀρῶν λόφους καὶ καθόλου τὰς προσαναβάσεις». καὶ διὰ τούτων φησὶν πάλιν· «ἀναγέγραπται δὲ καὶ ὡς ὁ Δ. εἴη καλῶν τῆς ἴτυος τὴν τῷ κοίλῳ περικειμένην ὀφρὺν ἄμβην».
Ἀπολλώνιος ὁ Γραμματικός αἱ πληθυντικαὶ καὶ κοινολεκτοῦνται κατʼ εὐθεῖαν πρός τε Ἰώνων καὶ Ἀττικῶν ἡμεῖς, ὑμεῖς, σφεῖς, ἔστιν δὲ πιστώσασθαι καὶ τὸ ἀδιαίρετον τῆς εὐθείας παρʼ Ἴωσιν ἐκ τῶν περὶ Δημόκριτον, Φερεκύδην, Ἑκαταῖον.
τῶν λογίων ἀνθρώπων ὀλίγοι ἀνατείναντες τὰς χεῖρας ἐνταῦθα, ὃν νῦν ἠέρα καλέομεν οἱ Ἕλληνες· «πάντα, εἶπαν, Ζεὺς μυθέεται … καὶ πάνθʼ οὗτος οἶδε καὶ διδοῖ καὶ ἀφαιρέεται καὶ βασιλεὺς οὗτος τῶν πάντων».
Κλήμης ὁ Ἀλεξανδρεύς ἰατρικὴ μὲν γὰρ κατὰ Δημόκριτον σώματος νόσους ἀκέεται, σοφίη δὲ ψυχὴν παθῶν ἀφαιρεῖται.
ξυνουσίη ἀποπληξίη σμικρή· ἐξέσσυται γὰρ ἄνθρωπος ἐξ ἀνθρώπου καὶ ἀποσπᾶται πληγῇ τινι μεριζόμενος.
ἡ φύσις καὶ ἡ διδαχὴ παραπλήσιόν ἐστι. καὶ γὰρ ἡ διδαχὴ μεταρυσμοῖ τὸν ἄνθρωπον, μεταρυσμοῦσα δὲ φυσιοποιεῖ.
Δαβίδ ὁ Ἀνίκητος καὶ ὥσπερ ἐν τῷ παντὶ ὁρῶμεν τὰ μὲν μόνως ἄρχοντα οἷον τὰ θεῖα, τὰ δὲ καὶ ἄρχοντα καὶ ἀρχόμενα οἷον τὰ ἀνθρώπεια — ταῦτα γὰρ καὶ ἄρχονται ἐκ τῶν θείων καὶ ἄρχουσι τῶν ἀλόγων ζῴων —, τὰ δὲ μόνως ἀρχόμενα ὡς τὰ ἄλογα ζῷα, τὸν αὐτὸν τρόπον καὶ ἐν τῷ ἀνθρώπῳ μικρῷ κόσμῳ ὄντι κατὰ τὸν Δημόκριτον ταῦτα θεωροῦνται. καὶ τὰ μὲν μόνως ἄρχουσιν, ὥσπερ ὁ λόγος, τὰ δὲ καὶ ἄρχονται καὶ ἄρχουσιν ὡς ὁ θυμός ... τὰ δὲ μόνως ἄρχονται ὥσπερ ἡ ἐπιθυμία. ἀλλὰ καὶ τὸ ζῷον οἷον μικρόν τινα κόσμον εἶναί φασιν ἄνδρες παλαιοὶ περὶ φύσιν ἱκανοί.
ΔΗΜΟΚΡΑΤΟΥΣ ΓΝΩΜΑΙ
Δημοκράτης γνωμέων μευ τῶνδε εἴ τις ἐπαΐοι ξὺν νόῳ, πολλὰ μὲν ἕρξει πράγματʼ ἀνδρὸς ἀγαθοῦ ἄξια, πολλὰ δὲ φλαῦρα οὐχ ἕρξει.
Δημοκράτης ψυχῆς ... τίθησιν.
ὁ τὰ ψυχῆς ἀγαθὰ αἱρεόμενος τὰ θειότερα αἱρέεται· ὁ δὲ τὰ σκήνεος τὰ ἀνθρωπήια.
καλὸν μὲν τὸν ἀδικέοντα κωλύειν· εἰ δὲ μή, μὴ ξυναδικέειν.
ἀγαθὸν ἢ εἶναι χρεὼν ἢ μιμεῖσθαι.
οὔτε σώμασιν οὔτε χρήμασιν εὐδαιμονοῦσιν ἄνθρωποι, ἀλλʼ ὀρθοσύνῃ καὶ πολυφροσύνῃ.
μὴ διὰ φόβον, ἀλλὰ διὰ τὸ δέον ἀπέχεσθαι ἁμαρτημάτων
μέγα τὸ ἐν ξυμφορῇσι φρονεῖν ἃ δεῖ.
μεταμέλεια ἐπʼ αἰσχροῖσιν ἔργμασι βίου σωτηρίη.
ἀληθόμυθον χρὴ εἶναι, οὐ πολύλογον.
Δημοκράτης ὁ ἀδικῶν τοῦ ἀδικουμένου κακοδαιμονέστερος.
μεγαλοψυχίη τὸ φέρειν πραέως πλημμέλειαν.
νόμῳ καὶ ἄρχοντι καὶ τῷ σοφωτέρῳ εἴκειν κόσμιον.
μωμεομένων φλαύρων ὁ ἀγαθὸς οὐ ποιεῖται λόγον.
χαλεπὸν ἄρχεσθαι ὑπὸ χερείονος.
ὁ χρημάτων παντελῶς ἥσσων οὐκ ἄν ποτε εἴη δίκαιος.
ἰσχυρότερος ἐς πειθὼ λόγος πολλαχῇ γίνεται χρυσοῦ.
τὸν οἰόμενον νοῦν ἔχειν ὁ νουθετέων ματαιοπονεῖ.
πολλοὶ λόγον μὴ μαθόντες ζῶσι κατὰ λόγον.
πολλοὶ δρῶντες τὰ αἴσχιστα λόγους ἀρίστους ἀσκέουσιν.
οἱ ἀξύνετοι δυστυχέοντες σωφρονέουσι.
ἔργα καὶ πρήξιας ἀρετῆς, οὐ λόγους, ζηλοῦν χρειών.
τὰ καλὰ γνωρίζουσι καὶ ζηλοῦσιν οἱ εὐφυέες πρὸς αὐτά.
κτηνέων μὲν εὐγένεια ἡ τοῦ σκήνεος εὐσθένεια, ἀνθρώπων δὲ ἡ τοῦ ἤθεος εὐτροπίη.
Δημοκράτης ἐλπίδες αἱ τῶν ὀρθὰ φρονεόντων ἐφικταί, αἱ δὲ τῶν ἀξυνέτων ἀδύνατοι.
οὔτε τέχνη οὔτε σοφίη ἐφικτόν, ἢν μὴ μάθῃ τις.
Δημοκράτης κρέσσον τὰ οἰκήια ἐλέγχειν ἁμαρτήματα ἢ τὰ ὀθνεῖα.
οἷσιν ὁ τρόπος ἐστὶν εὔτακτος, τούτοισι καὶ ὁ βίος συντέτακται.
ἀγαθὸν οὐ τὸ μὴ ἀδικεῖν, ἀλλὰ τὸ μηδὲ ἐθέλειν.
εὐλογέειν ἐπὶ καλοῖς ἔργμασι καλόν· τὸ γὰρ ἐπὶ φλαύροισι κιβδήλου καὶ ἀπατεῶνος ἔργον.
πολλοὶ πολυμαθέες νοῦν οὐκ ἔχουσιν.
πολυνοΐην, οὐ πολυμαθίην ἀσκέειν χρή.
προβουλεύεσθαι κρεῖσσον πρὸ τῶν πράξεων ἢ μετανοεῖν.
μὴ πᾶσιν, ἀλλὰ τοῖς δοκίμοισι πιστεύειν· τὸ μὲν γὰρ εὔηθες, τὸ δὲ σωφρονέοντος.
δόκιμος ἀνὴρ καὶ ἀδόκιμος οὐκ ἐξ ὧν πράσσει μόνον, ἀλλὰ καὶ ἐξ ὧν βούλεται.
ἀνθρώποις πᾶσι τωὐτὸν ἀγαθὸν καὶ ἀληθές· ἡδὺ δὲ ἄλλῳ ἄλλο.
παιδός, οὐκ ἀνδρὸς τὸ ἀμέτρως ἐπιθυμεῖν.
ἡδοναὶ ἄκαιροι τίκτουσιν ἀηδίας.
αἱ περί τι σφοδραὶ ὀρέξεις τυφλοῦσιν εἰς τἆλλα τὴν ψυχήν.
δίκαιος ἔρως ἀνυβρίστως ἐφίεσθαι τῶν καλῶν.
ἡδὺ μηδὲν ἀποδέχεσθαι, ἢν μὴ συμφέρῃ.
κρέσσον ἄρχεσθαι τοῖς ἀνοήτοισιν ἢ ἄρχειν.
νηπίοισιν οὐ λόγος, ἀλλὰ ξυμφορὴ γίνεται διδάσκαλος.
Δημοκράτης δόξα καὶ πλοῦτος ἄνευ ξυνέσιος οὐκ ἀσφαλέα κτήματα.
χρήματα πορίζειν μὲν οὐκ ἀχρεῖον, ἐξ ἀδικίης δὲ πάντων κάκιον.
χαλεπὸν μιμεῖσθαι μὲν τοὺς κακούς, μηδὲ ἐθέλειν δὲ τοὺς ἀγαθούς.
αἰσχρὸν τὰ ὀθνεῖα πολυπραγμονέοντα ἀγνοεῖν τὰ οἰκήια.
τὸ ἀεὶ μέλλειν ἀτελέας ποιεῖ τὰς πρήξιας.
κίβδηλοι καὶ ἀγαθοφανέες οἱ λόγῳ μὲν ἅπαντα, ἔργῳ δὲ οὐδὲν ἔρδοντες.
μακάριος, ὃς οὐσίαν καὶ νοῦν ἔχει· χρῆται γὰρ εἰς ἃ δεῖ καλῶς.
ἁμαρτίης αἰτίη ἡ ἀμαθίη τοῦ κρέσσονος.
ἑωυτὸν πρῶτον αἰσχύνεσθαι χρεὼν τὸν αἰσχρὰ ἔρδοντα.
ὁ ἀντιλογεόμενος καὶ πολλὰ λεσχηνευόμενος ἀφυὴς ἐς μάθησιν ὧν χρή.
πλεονεξίη τὸ πάντα λέγειν, μηδὲν δὲ ἐθέλειν ἀκούειν.
τὸν φαῦλον παραφυλάττειν δεῖ, μὴ καιροῦ λάβηται.
ὁ φθονέων ἑωυτὸν ὡς ἐχθρὸν λυπέει.
ἐχθρὸς οὐχ ὁ ἀδικέων, ἀλλὰ ὁ βουλόμενος.
ἡ τῶν συγγενῶν ἔχθρη τῆς τῶν ὀθνείων χαλεπωτέρη μάλα.
μὴ ὕποπτος πρὸς ἅπαντας, ἀλλʼ εὐλαβὴς γίνου καὶ ἀσφαλής.
Δημοκράτης χάριτας δέχεσθαι χρεὼν προσκοπευόμενον κρέσσονας αὐτῶν ἀμοιβὰς ἀποδοῦναι.
χαριζόμενος προσκέπτεο τὸν λαμβάνοντα, μὴ κακὸν ἀντʼ ἀγαθοῦ κίβδηλος ἐὼν ἀποδῷ.
μικραὶ χάριτες ἐν καιρῷ μέγισται τοῖς λαμβάνουσι.
τιμαὶ παρὰ τοῖς εὖ φρονέουσι μέγα δύνανται, οἳ ξυνιᾶσι τιμώμενοι.
χαριστικὸς οὐχ ὁ βλέπων πρὸς τὴν ἀμοιβήν, ἀλλʼ ὁ εὖ δρᾶν προῃρημένος.
πολλοὶ δοκέοντες εἶναι φίλοι οὐκ εἰσί, καὶ οὐ δοκέοντες εἰσίν.
ἑνὸς φιλίη ξυνετοῦ κρέσσων ἀξυνέτων πάντων.
ζῆν οὐκ ἄξιος, ὅτῳ μηδὲ εἷς ἐστι χρηστὸς φίλος.
ὅτεῳ μὴ διαμένουσιν ἐπὶ πολλὸν οἱ πειραθέντες φίλοι, δύστροπος.
ἐκτρέπονται πολλοὶ τοὺς φίλους, ἐπὴν ἐξ εὐπορίης εἰς πενίην μεταπέσωσιν.
καλὸν ἐν παντὶ τὸ ἶσον· ὑπερβολὴ δὲ καὶ ἔλλειψις οὔ μοι δοκέει.
οὐδʼ ὑφʼ ἑνὸς φιλέεσθαι δοκέει μοι ὁ φιλέων μηδένα.
γέρων εὔχαρις ὁ αἱμύλος καὶ σπουδαιόμυθος.
σώματος κάλλος ζῳῶδες, ἢν μὴ νοῦς ὑπῇ.
ἐν εὐτυχίῃ φίλον εὑρεῖν εὔπορον, ἐν δὲ δυστυχίῃ πάντων ἀπορώτατον.
Δημοκράτης φίλοι οὐ πάντες οἱ ξυγγενέες, ἀλλʼ οἱ ξυμφωνέοντες περὶ τοῦ ξυμφέροντος.
ἄξιον ἀνθρώπους ὄντας ἐπʼ ἀνθρώπων συμφοραῖς μὴ γελᾶν, ἀλλʼ ὀλοφύρεσθαι.
διζημένοισι τἀγαθὰ μόλις παραγίνεται, τὰ δὲ κακὰ καὶ μὴ διζημένοισιν.
οἱ φιλομεμφέες εἰς φιλίην οὐκ εὐφυέες.
γυνὴ μὴ ἀσκείτω λόγον· δεινὸν γάρ.
ὑπὸ γυναικὸς ἄρχεσθαι ὕβρις εἴη ἂν ἀνδρὶ ἐσχάτη.
θείου νοῦ τὸ ἀεί τι διαλογίζεσθαι καλόν.
ἢν πιστεύῃ τις θεοὺς ἐπισκοπεύειν πάντα, οὔτε λάθρη οὔτε φανερῶς ἁμαρτήσεται
μεγάλα βλάπτουσι τοὺς ἀξυνέτους οἱ ἐπαινέοντες.
βέλτερον ὑφʼ ἑτέρου ἢ ὑφʼ ἑαυτοῦ ἐπαινέεσθαι.
ἢν μὴ γνωρίζῃς τοὺς ἐπαίνους, κολακεύεσθαι ἡγέο.
ὁ κόσμος σκηνή, ὁ βίος πάροδος· ἦλθες, εἶδες, ἀπῆλθες.
ὁ κόσμος ἀλλοίωσις, ὁ βίος ὑπόληψις
τίμιον ὀλίγη σοφία ὑπὲρ δόξαν ἀφροσύνης μεγάλης.
ἦλθον γὰρ εἰς Ἀθήνας καὶ οὔ τίς με ἔγνωκεν.
Λαέρτιος Διογένης Δ. δὲ τὰς ποιότητας ἐκβάλλων, ἵνα φησί «νόμῳ θερμόν, νόμῳ ψυχρόν, ἐτεῇ δὲ ἄτομα καὶ κενόν» καὶ πάλιν·
ἐτεῇ δὲ οὐδὲν ἴδμεν· ἐν βυθῷ γὰρ ἡ ἀλήθεια.
Διονύσιος Ἀλεξανδρείας, Εὐσέβιος Δ. γοῦν αὐτός, ὥς φασιν, ἔλεγε βούλεσθαι μᾶλλον μίαν εὑρεῖν αἰτιολογίαν ἢ τὴν Περσῶν οἱ βασιλείαν γενέσθαι·
καὶ ταῦτα μάτην καὶ ἀναιτίως αἰτιολογῶν ὡς ἀπὸ κενῆς ἀρχῆς καὶ ὑποθέσεως πλανωμένης ὁρμώμενος καὶ τὴν ῥίζαν καὶ τὴν κοινὴν ἀνάγκην τῆς τῶν ὄντων φύσεως οὐχ ὁρῶν, σοφίαν δὲ μεγίστην ἡγούμενος τὴν τῶν ἀσόφως καὶ ἠλιθίως συμβαινόντων κατανόησιν, καὶ τὴν τύχην τῶν μὲν καθόλου καὶ τῶν θείων δέσποιναν ἐφιστὰς, καὶ βασιλίδα, καὶ πάντα γενέσθαι κατʼ αὐτὴν ἀποφαινόμενος, τοῦ δὲ τῶν ἀνθρώπων αὐτὴν ἀποκηρύττων βίου καὶ τοὺς πρεσβεύοντας αὐτὴν ἐλέγχων ἀγνώμονας.
τῶν γοῦν ὑποθηκῶν ἀρχόμενος λέγει «ἄνθρωποι ... ἰδίης ἀνοίης». φύσει γὰρ γνώμῃ τύχη μάχεται· καὶ τὴν ἐχθίστην τῇ φρονήσει ταύτην αὐτὴν ἔφασαν κρατεῖν· μᾶλλον δὲ καὶ ταύτην ἄρδην ἀναιροῦντες καὶ ἀφανίζοντες ἐκείνην ἀντικαθιστᾶσιν αὐτῆς· οὐ γὰρ εὐτυχῆ τὴν φρόνησιν, ἀλλʼ ἐμφρονεστάτην ὑμνοῦσι τὴν τύχην. Δ—ου. ἄνθρωποι ... κατιθύνει. βραχέα σοφῷ τύχη παρεμπίπτει, τὰ δὲ μέγιστα καὶ κυριώτατα ὁ λογισμὸς διῴκηκε καὶ κατὰ τὸν συνεχῆ χρόνον τοῦ βίου διοικεῖ καὶ διοικήσει.
ἄνθρωποι τύχης εἴδωλον ἐπλάσαντο πρόφασιν ἰδίης ἀβουλίης. βαιὰ γὰρ φρονήσει τύχη μάχεται, τὰ δὲ πλεῖστα ἐν βίῳ εὐξύνετος ὀξυδερκείη κατιθύνει.
Ἐρωτιανός φλέβας δὲ οὐ τὰς συνήθως λεγομένας, ἀλλὰ τὰς ἀρτηρίας ὠνόμασε. καὶ ὁ Δ. δὲ φλεβοπαλίην καλεῖ τὴν τῶν ἀρτηριῶν κίνησιν.
Εὐστάθιος ὁ Θεσσαλονίκης Δ. δὲ «ἐπιτηδειέστατον» φησί.
Ἐτυμολογικὸν τὸ Γνήσιον ἀλαπάξαι: ἐκπορθῆσαι παρὰ τὴν λάπαθον τὴν βοτάνην ἥ ἐστι κενωτικὴ γαστρός. καὶ Δ. τοὺς βόθρους τοὺς παρὰ τῶν κυνηγετῶν γινομένους λαπάθους καλεῖ διὰ τὸ κεκενῶσθαι. ἀμέλει Δ. τοὺς βόθρους τοὺς πρὸς τῶν κυνηγῶν σκαπτομένους οἷς ὑπεράνω κόνις λεπτὴ ἐπιχεῖται καὶ φρύγανα ἐπιβάλλεται, ἵνα οἱ λαγωοὶ ἐμπίπτωσιν εἰς αὐτούς, λαπάθους φησὶ καλεῖσθαι.
—γυνή: ... ἤ, ὡς Δ., γονή τις οὖσα, ἡ γονῆς δεκτική.
—δείκελον: παρὰ δὲ Δημοκρίτῳ κατʼ εἶδος ὁμοία τοῖς πράγμασιν ἀπόρροια.
Ψευδογαληνός ἐκκρίνεται τὸ σπέρμα ὥσπερ Πλάτων φησὶ καὶ Διοκλῆς ἀπὸ ἐγκεφάλου καὶ νωτιαίου· Πραξαγόρας δὲ καὶ Δ. ἔτι τε Ἱπποκράτης ἐξ ὅλου τοῦ σώματος, ὁ μὲν Δ. λέγων «ἄνθρωποι εἷς ἔσται καὶ ἄνθρωπος πάντες» … .
Γαληνός ὃς γὰρ οὐδʼ ἄρξασθαι δύναται τῆς ἐναργείας χωρίς, πῶς ἂν οὗτος πιστὸς εἴη, παρʼ ἧς ἔλαβε τὰς ἀρχάς, κατὰ ταύτης θρασυνόμενος; τοῦτο καὶ Δ. εἰδώς, ὁπότε τὰ φαινόμενα διέβαλε, «νόμῳ χροιή, νόμῳ γλυκύ, νόμῳ πικρόν», εἰπών, «ἐτεῇ δʼ ἄτομα καὶ κενόν», ἐποίησε τὰς αἰσθήσεις λεγούσας πρὸς τὴν διάνοιαν οὕτως· «τάλαινα φρήν, παρʼ ἡμέων λαβοῦσα τὰς πίστεις ἡμέας καταβάλλεις; πτῶμά τοι τὸ κατάβλημα».
Γαληνός κοινὸν μέν, ἀφʼ οὗ καὶ τοὔνομα ἑκατέροις, τῷ μὲν κυματώδει τὸ οἷον κύματα ἐπανίστασθαι κατὰ τὴν ἀρτηρίαν ἕτερον ἐφʼ ἑτέρῳ, τῷ δὲ σκωληκίζοντι σκώληκος ἐοικέναι πορείαι καὶ αὐτοῦ τοῦ ζῴου κυματωδῶς κινουμένου, καθάπερ καὶ Δ. λέγει που περὶ τῶν τοιούτων διαλεγόμενος τῶν «ὅσα κυματοειδῶς ἀνὰ τὴν πορείαν πλάζεται». γίνονται δὲ καὶ τὰ ὕπερα καὶ τὰ πηνία ἔκ τινων τοιούτων ἄλλων, αἳ κυμαίνουσι τῇ πορείαι καὶ προβᾶσαι τῷ ἑτέρῳ κάμψασαι ἐπιβαίνουσιν.
Αἴλιος Ἡρωδιανός, Εὐστάθιος ὁ Θεσσαλονίκης π. καθολ. προσ. καὶ Δ. «ξυόμενοι ἄνθρωποι ἥδονται καί σφιν γίνεται ἅπερ τοῖς ἀφροδισιάζουσιν».
—π. καθολ. προσ. εἰς ων οὐδέτερον μονογενὲς ἢ εἰς ην ἢ εἰς αν ἢ εἰς εν ἢ εἰς ιν ἢ εἰς υν οὐκ ἔστιν εὑρεῖν. τὸ γὰρ ἰθύτρην παρὰ Δ—ῳ βεβίασται.
καὶ πάλιν ὡς χρυσόονται, χρυσοῦνται οὕτω καὶ νόονται, νοῦνται. Δ. φρενὶ θεῖα νοῦνται.
Αἴλιος Ἡρωδιανός, Ἐπιμερισμοὶ Ὁμηρικοί καὶ παρὰ τὸ κλίνω κέκλιται παρὰ τῷ Δ—ῳ χωρὶς τοῦ ν.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς ἀμφιδήτιοι· ὡς κρίκοι διάκενοι παρὰ Δ—ῳ.
—ἀπάτητον: τὸ ἀνωμάλως συγκείμενον παρὰ Δ—ῳ.
—ἀσκαληρές: ἰσόπλευρον παρὰ Δ—ῳ.
—βροχμώδης: ἡ νοτερὰ καὶ ἁπαλή. Δ—ος.
—βρόχος: ἀγκύλη Δ—ος, ἀγχόνη, δεσμός.
—δεξαμεναί: ὑδάτων δοχεῖα, καὶ ἐν τῷ σώματι φλέβες. Δ—ου.
—δυοχοῖ: πωματίζει παρὰ Δ—ῳ.
—συγγονή: σύστασις. Δ—ος.
—ἀμειψικοσμίη: μετακόσμησις.
—ἀμειψιρυσμεῖν: ἀλλάσσειν τὴν σύγκρισιν ἢ μεταμορφοῦσθαι.
ἀμειψίχροον: μεταβάλλον τὰ χρώματα.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς εὐεστώ: ... εὐδαιμονία ἀπὸ τοῦ εὖ ἑστάναι τὸν οἶκον.
—ἰδέα: ἡ ὁμοιότης, μορφή, εἶδος. καὶ τὸ ἐλάχιστον σῶμα.
Ὀλυμπιόδωρος ὁ Νεώτερος ὁ Ἀλεξανδρεύς τί τὸ τοσοῦτον σέβας περὶ τὰ θεῶν ὀνόματα τοῦ Σωκράτους; ἢ ὅτι πάλαι καθιέρωται τοῖς οἰκείοις τὰ οἰκεῖα καὶ ἄτοπον κινεῖν τὰ ἀκίνητα ἢ ὅτι φύσει αὐτοῖς ᾠκείωται κατὰ τὸν ἐν Κρατύλῳ λόγον ἢ ὅτι ἀγάλματα φωνήεντα καὶ ταῦτά ἐστι τῶν θεῶν, ὡς Δ.; τὸ τοῦ Διὸς ὄνομα σύμβολόν ἐστι καὶ εἰκὼν ἐν φωνῇ δημιουργικῆς οὐσίας τῷ τοὺς πρώτους θεμένους τοῖς πράγμασι τὰ ὀνόματα διὰ σοφίας ὑπερβολὴν ὥσπερ τινὰς ἀγαλματοποιοὺς ἀρίστους διὰ τῶν ὀνομάτων ὡς διʼ εἰκόνων ἐμφανίσαι αὐτῶν τὰς δυνάμεις.
Φιλόδημος κἀπαντῶσι δὲ πολλάκι πολλαὶ συμφοραὶ καὶ φίλοις καὶ προσήκουσιν ἄλλοις, ἔστι δʼ ὅτε καὶ πατρίσι καὶ βασιλείαις, οὐ πάλαι μόνον, ὅθʼ ἡ μῆνις ἐκείνη μυρίʼ Ἀχαιοῖς ἄλγη ἔθηκεν, ἀλλʼ ὁσημέραι, καὶ μικροῦ δεῖν «ὅσα τις ἂν νώσαιτο» κατὰ Δημόκριτον «κακά» πάντα παρακολουθεῖ διὰ τὰς ὑπερμέτρους ὀργάς.
Φιλόδημος Δ. μὲν τοίνυν, ἀνὴρ οὐ φυσιολογώτατος μόνον τῶν ἀρχαίων, ἀλλὰ καὶ τῶν ἱστορουμένων οὐδενὸς ἧττον πολυπράγμων, μουσικήν φησι νεωτέραν εἶναι καὶ τὴν αἰτίαν ἀποδίδωσι λέγων μὴ ἀποκρῖναι τἀναγκαῖον, ἀλλὰ ἐκ τοῦ περιεῦντος ἤδη γενέσθαι.
Φώτιος ἀναβήσομαι Δ.: ἐπανεξελεύσομαι ἐπὶ τὰ ἐξ ἀρχῆς.
Πλούταρχος λόγος γὰρ ἔργου σκιή, κατὰ Δημόκριτον.
Πλούταρχος τὸν λόγον ἐντὸς ἤδη τρεφόμενον καὶ ῥιζούμενον ἐν ἑαυτῷ καὶ κατὰ Δημόκριτον αὐτὸν ἐξ ἑαυτοῦ τὰς τέρψιας ἐθιζόμενον λαμβάνειν.
Πλούταρχος ἄτοπον γάρ ἐστι κοράκων μὲν λαρυγγισμοῖς καὶ κλωσμοῖς ἀλεκτορίδων καὶ συσὶν ἐπὶ φορυτῷ μαργαινούσαις, ὡς ἔφη Δ., ἐπιμελῶς προσέχειν σημεῖα ποιουμένους πνευμάτων καὶ ὄμβρων, τὰ δὲ τοῦ σώματος κινήματα καὶ σάλους καὶ προπαθείας μὴ προλαμβάνειν μηδὲ προφυλάττειν μηδὲ ἔχειν σημεῖα χειμῶνος ἐν ἑαυτῷ γενησομένου καὶ μέλλοντος. οἱ δὲ σκωλήκων δίκην περὶ τέλματα καὶ βορβόρους τὰ ἡδονῆς ῥεύματα καλινδούμενοι ἀνονήτους καὶ ἀνοήτους ἐκβόσκονται τρυφάς, ὑώδεις τινὲς ἄνθρωποι. ὕες γάρ, φησίν, ἥδονται βορβόρῳ μᾶλλον ἢ καθαρῷ ὕδατι καὶ ἐπὶ φορυτῷ μαργαίνουσιν κατὰ Δημόκριτον. καὶ τὸ πανταχοῦ δὲ λεγόμενον σημεῖον δημόσιον χειμέριον, ὅταν σύες περὶ φορυτοῦ μάχωνται καὶ φύρωσιν. σύες φορυτῷ ἔπι μαργαίνουσαι.
σύες ἐπὶ φορυτῷ μαργαίνουσιν.
Πλούταρχος ὅταν δὲ τὴν γονὴν ἀναλάβῃ προσπεσοῦσαν ἡ ὑστέρα καὶ περιστείλῃ ῥιζώσεως γενομένης — «ὁ γὰρ ὀμφαλὸς πρῶτον ἐν μήτρῃσιν, ὥς φησι Δ., ἀγκυρηβόλιον σάλου καὶ πλάνης ἐμφύεται, πεῖσμα καὶ κλῆμα τῷ γεννωμένῳ καρπῷ καὶ μέλλοντι» — τοὺς μὲν ἐμμήνους καὶ καθαρσίους ἔκλεισεν ὀχετοὺς ἡ φύσις κτλ.
Πλούταρχος λέγωμεν οὖν ἐν ἡμῖν, ὅτι πολλὰ μέν, ὦ ἄνθρωπε, σοῦ καὶ τὸ σῶμα νοσήματα καὶ πάθη φύσει τε ἀνίησιν ἐξ ἑαυτοῦ καὶ προσπίπτοντα δέχεται θύραθεν· ἂν δὲ σαυτὸν ἀνοίξῃς ἔνδοθεν, ποικίλον τι καὶ πολυπαθὲς κακῶν ταμιεῖον εὑρήσεις καὶ θησαύρισμα, ὥς φησι Δ., οὐκ ἔξωθεν ἐπιρρεόντων, ἀλλʼ ὥσπερ ἐγγείους καὶ αὐτόχθονας πηγὰς ἐχόντων, ἃς ἀνίησιν ἡ κακία πολύχυτος καὶ δαψιλὴς οὖσα τοῖς πάθεσιν.
Πλούταρχος οὕτω τὰς ψυχὰς αἱ μὲν ἐλαφραὶ ζητήσεις ἐμμελῶς καὶ ὠφελίμως κινοῦσιν, ἐριδαντέων δὲ κατὰ Δημόκριτον καὶ ἱμαντελικτέων λόγους ἀφετέον.
Πλούταρχος ἐν γὰρ ξυνῷ ἰχθύι ἄκανθαι οὐκ ἔνεισιν, ὥς φησιν ὁ Δ.
Πλούταρχος τὸ κεραύνιον πῦρ ἀκριβείαι καὶ λεπτότητι θαυμαστόν ἐστιν, αὐτόθεν τε τὴν γένεσιν ἐκ καθαρᾶς καὶ ἁγνῆς ἔχον οὐσίας καὶ πᾶν εἴ τι συμμίγνυται νοτερὸν ἢ γεῶδες αὐτῷ τῆς περὶ τὴν κίνησιν ὀξύτητος ἀποσειομένης καὶ διακαθαιρούσης. «διόβλητον μὲν οὐδέν, ὥς φησι Δ., οἷον μὴ τὸ παρʼ αἰθρίης στέγειν εὐαγὲς σέλας».
Πλούταρχος τήν γʼ ἀληθινὴν τιμὴν καὶ χάριν ἱδρυμένην ἐν εὐνοίαι καὶ διαθέσει τῶν μεμνημένων οὐχ ὑπερόψεται πολιτικὸς ἀνήρ, οὐδέ γε δόξαν ἀτιμάσει φεύγων τὸ τοῖς πέλας ἁνδάνειν, ὡς ἠξίου Δ. μᾶλλον δὲ καὶ τοῖς ἰδιώταις ἄνευ τῆς τοιαύτης ἀρεσκείας ὁρᾶται κατακτώμενα. Δημόκριτον μέντοι Νικασικράτης ἐπαινῶν κακίζοντα ἐπὶ τῷ τοῖς πέλας ἁνδάνειν ὡς ζημιώδη τὴν ἀρέσκειαν οὐκ οἶδʼ ὅπως ὁμολογεῖ τοῖς περὶ τὸν Ἐπίκουρον.
Πλούταρχος γελοῖοι δʼ ἴσως ἐσμὲν ἐπὶ τῷ μανθάνειν τὰ ζῷα σεμνύνοντες, ὧν ὁ Δ. ἀποφαίνει μαθητὰς ἐν τοῖς μεγίστοις γεγονότας ἡμᾶς· ἀράχνης ἐν ὑφαντικῇ καὶ ἀκεστικῇ, χελιδόνος ἐν οἰκοδομίαι, καὶ τῶν λιγυρῶν, κύκνου καὶ ἀηδόνος, ἐν ᾠδῇ κατὰ μίμησιν.
Πλούταρχος ἔτι τοίνυν ὅρα τίνα τρόπον ἀπήντησε Δημοκρίτῳ διαποροῦντι φυσικῶς καὶ ἐπιτυχῶς· εἰ κῶνος τέμνοιτο παρὰ τὴν βάσιν ἐπιπέδῳ, τί χρὴ διανοεῖσθαι τὰς τῶν τμημάτων ἐπιφανείας, ἴσας ἢ ἀνίσους γιγνομένας; ἄνισοι μὲν γὰρ οὖσαι τὸν κῶνον ἀνώμαλον παρέξουσι πολλὰς ἀποχαράξεις λαμβάνοντα βαθμοειδεῖς καὶ τραχύτητας, ἴσων δʼ οὐσῶν ἴσα τμήματα ἔσται καὶ φανεῖται τὸ τοῦ κυλίνδρου πεπονθὼς ὁ κῶνος, ἐξ ἴσων συγκείμενος καὶ οὐκ ἀνίσων κύκλων, ὅπερ ἐστὶν ἀτοπώτατον.
Ἀριστοτέλης Δημοκρίτῳ δὲ καὶ ἡ σφαῖρα ὡς γωνία τις οὖσα τέμνει. ἔστι δὲ ... τὸ σφαιρικὸν ὅλον γωνία· εἰ γὰρ τὸ συγκεκαμμένον ἐστὶ γωνία, ἡ δὲ σφαῖρα καθʼ ὅλην ἑαυτὴν συγκέκαμπται, εἰκότως ὅλη γωνία λέγεται.
Πλούταρχος ἐγκαλεῖ δʼ αὐτῷ πρῶτον, ὅτι τῶν πραγμάτων ἕκαστον εἰπὼν οὐ μᾶλλον τοῖον ἢ τοῖον εἶναι συγκέχυκε τὸν βίον ἀλλὰ τοσοῦτόν γε Δ. ἀποδεῖ τοῦ νομίζειν μὴ μᾶλλον εἶναι τοῖον ἢ τοῖον τῶν πραγμάτων ἕκαστον, ὥστε Πρωταγόραι τῷ σοφιστῇ τοῦτο εἰπόντι μεμαχῆσθαι καὶ γεγραφέναι πολλὰ καὶ πιθανὰ πρὸς αὐτόν· οἷς οὐδʼ ὄναρ ἐντυχὼν ὁ Κωλώτης ἐσφάλη περὶ λέξιν τοῦ ἀνδρός, ἐν ᾗ διορίζεται μὴ μᾶλλον τὸ δὲν ἢ τὸ μηδὲν εἶναι, δὲν μὲν ὀνομάζων τὸ σῶμα, μηδὲν δὲ τὸ κενόν, ὡς καὶ τούτου φύσιν τινὰ καὶ ὑπόστασιν ἰδίαν ἔχοντος.
Πλούταρχος ἐμοὶ δὲ περὶ τούτων οἱ οἰκονομικῶς καὶ πολιτικῶς βεβιωκότες ἐγκαλείτωσαν; εἰσὶ δʼ οὗτοι πάντες οἷς Κωλώτης λελοιδόρηκεν. ὧν Δ. μὲν παραινεῖ τήν τε πολιτικὴν τέχνην μεγίστην οὖσαν ἐκδιδάσκεσθαι καὶ τοὺς πόνους διώκειν, ἀφʼ ὧν τὰ μεγάλα καὶ λαμπρὰ γίνονται τοῖς ἀνθρώποις. ... ἀρχὰς ἢ πολιτείας καὶ φιλίας βασιλέων, ἀφʼ ὧν τὰ μεγάλα καὶ λαμπρὰ … εἰς τὸν βίον γίνεσθαι ἔφη Δ.
Πλούταρχος ὁ ἥλιος ἀνασχών ... συνώρμησε τῷ φωτὶ τὰς πράξεις καὶ τὰς νοήσεις τὰς ἁπάντων, ὥς φησι Δ. νέα ἐφʼ ἡμέρῃ φρονέοντες ἄνθρωποι τῇ πρὸς ἀλλήλους ὁρμῇ καθάπερ ἀρτήματι συντόνῳ σπασθέντες ἄλλος ἀλλαχόθεν ἐπὶ τὰς πράξεις ἀνίστανται.
Πλούταρχος ἔοικε παλαιά τις αὕτη τῷ σώματι διαδικασία πρὸς τὴν ψυχὴν περὶ τῶν παθῶν εἶναι. καὶ Δ. μὲν ἐπὶ τὴν ψυχὴν ἀναφέρων τὴν αἰτίαν τῆς κακοδαιμονίας φησίν· «εἰ τοῦ σώματος αὐτῇ δίκην λαχόντος, παρὰ πάντα τὸν βίον ὧν ὠδύνηται καὶ κακῶς πέπονθεν, αὐτὸς γένοιτο τοῦ ἐγκλήματος δικαστής, ἡδέως ἂν καταψηφίσασθαι τῆς ψυχῆς, ἐφʼ οἷς τὰ μὲν ἀπώλεσε τοῦ σώματος ταῖς ἀμελείαις καὶ ἐξέλυσε ταῖς μέθαις, τὰ δὲ κατέφθειρε καὶ διέσπασε ταῖς φιληδονίαις, ὥσπερ ὀργάνου τινὸς ἢ σκεύους κακῶς ἔχοντος τὸν χρώμενον ἀφειδῶς αἰτιασάμενος». ἐπηρεάζοντες ἑτέροις ἢ φθονοῦντες ἢ φιλονικοῦντες ἢ δόξας ἀκάρπους καὶ κενὰς διώκοντες. πρὸς τούτους γὰρ οἶμαι μάλιστα τὸν Δημόκριτον εἰπεῖν, ὡς εἰ τὸ σῶμα δικάσαιτο τῇ ψυχῇ κακώσεως, οὐκ ἂν αὐτὴν ἀποφυγεῖν.
Πορφύριος τὸ γὰρ κακῶς ζῆν καὶ μὴ φρονίμως καὶ σωφρόνως καὶ ὁσίως Δ. ἔλεγεν οὐ κακῶς ζῆν εἶναι, ἀλλὰ πολὺν χρόνον ἀποθνῄσκειν.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια τὸ παλαιὸν ᾤοντο τὰς φαρμακίδας τὴν σελήνην καὶ τὸν ἥλιον καθαιρεῖν. διὸ καὶ μέχρι τῶν Δημοκρίτου χρόνων πολλοὶ τὰς ἐκλείψεις καθαιρέσεις ἐκάλουν.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Δ. δὲ τὸ κυλινδρικὸν σχῆμα ὀλοοίτροχον καλεῖ.
Σέξτος ὁ ἐμπειρικός Ξενιάδης δὲ ὁ Κορίνθιος, οὗ καὶ Δ. μέμνηται.
παλαιὰ ... δόξα περὶ τοῦ τὰ ὅμοια τῶν ὁμοίων εἶναι γνωριστικά ... ἀλλʼ ὁ μὲν Δ. ἐπί τε τῶν ἐμψύχων καὶ ἀψύχων ἵστησι τὸν λόγον. «καὶ γὰρ ζῷα, φησίν, ὁμογενέσι ζῴοις συναγελάζεται ὡς περιστεραὶ περιστεραῖς καὶ γέρανοι γεράνοις καὶ ἐπὶ τῶν ἄλλων ἀλόγων ὡσαύτως. ὣς δὲ καὶ ἐπὶ τῶν ἀψύχων, καθάπερ ὁρᾶν πάρεστιν ἐπί τε τῶν κοσκινευομένων σπερμάτων καὶ ἐπὶ τῶν παρὰ ταῖς κυματωγαῖς ψηφίδων· ὅπου μὲν γὰρ κατὰ τὸν τοῦ κοσκίνου δῖνον διακριτικῶς φακοὶ μετὰ φακῶν τάσσονται καὶ κριθαὶ μετὰ κριθῶν καὶ πυροὶ μετὰ πυρῶν, ὅπου δὲ κατὰ τὴν τοῦ κύματος κίνησιν αἱ μὲν ἐπιμήκεις ψηφῖδες εἰς τὸν αὐτὸν τόπον ταῖς ἐπιμήκεσιν ὠθοῦνται, αἱ δὲ περιφερεῖς ταῖς περιφερέσιν ὡς ἂν συναγωγόν τι ἐχούσης τῶν πραγμάτων τῆς ἐν τούτοις ὁμοιότητος». ἀλλʼ ὁ μὲν Δημόκριτος οὕτως.
Δ. δὲ ὁ τῇ Διὸς φωνῇ παρεικαζόμενος καὶ λέγων τάδε περὶ τῶν ξυμπάντων ἐπεχείρησε μὲν τὴν ἐπίνοιαν ἐκθέσθαι, πλεῖον δὲ ἰδιωτικῆς ἀποφάσεως οὐδὲν ἴσχυσεν εἰπών· «ἄνθρωπός ἐστιν ὃ πάντες ἴδμεν». εἰ μὲν οὖν τῷ σχήματι καὶ τῷ χρώματι ἕκαστον ἔστι τῶν τε ζῴων καὶ τῶν μορίων, ὀρθῶς ἂν Δ. λέγοι· φαίνεται γὰρ οὕτως ὑπολαβεῖν. φησὶ γοῦν παντὶ δῆλον εἶναι οἷόν τι τὴν μορφήν ἐστιν ὁ ἄνθρωπος, ὡς ὄντος αὐτοῦ τῷ τε σχήματι καὶ τῷ χρώματι γνωρίμου. καίτοι καὶ ὁ τεθνεὼς ἔχει τὴν αὐτὴν τοῦ σχήματος μορφήν, ἀλλʼ ὅμως οὐκ ἔστιν ἄνθρωπος. ἄνθρωπός ἐστι τοιουτονὶ μόρφωμα μετʼ ἐμψυχίας.
λέγω τάδε περὶ τῶν ξυμπάντων. —ἄνθρωπός ἐστιν ὃ πάντες ἴδμεν ...
Σέξτος ὁ ἐμπειρικός Δ. δὲ εἴδωλά τινά φησιν ἐμπελάζειν τοῖς ἀνθρώποις καὶ τούτων τὰ μὲν εἶναι ἀγαθοποιὰ τὰ δὲ κακοποιά· ἔνθεν καὶ εὔχετο εὐλόγχων τυχεῖν εἰδώλων. εἶναι δὲ ταῦτα μεγάλα τε καὶ ὑπερφυῆ καὶ δύσφθαρτα μέν, οὐκ ἄφθαρτα δέ, προσημαίνειν τε τὰ μέλλοντα τοῖς ἀνθρώποις θεωρούμενα καὶ φωνὰς ἀφιέντα. ὅθεν τούτων αὐτῶν φαντασίαν λαβόντες οἱ παλαιοὶ ὑπενόησαν εἶναι θεόν, μηδενὸς ἄλλου παρὰ ταῦτα ὄντος θεοῦ ἄφθαρτον φύσιν ἔχοντος.
Σιμπλίκιος ὁ Κίλιξ δῖνον ἀπὸ τοῦ παντὸς ἀποκριθῆναι παντοίων ἰδεῶν.
ταῦτα γὰρ ἐκεῖνοι φύσιν ἐκάλουν ... περιπαλάσσεσθαι γὰρ ἔλεγον αὐτά.
Ἰωάννης ὁ Στοβαῖος Δ—ου. μὴ πάντα ἐπίστασθαι προθυμέο, μὴ πάντων ἀμαθὴς γένῃ.
εὐδαιμονίη ψυχῆς καὶ κακοδαιμονίη.
— —εὐδαιμονίη οὐκ ἐν βοσκήμασιν οἰκεῖ οὐδὲ ἐν χρυσῷ· ψυχὴ οἰκητήριον δαίμονος.
Δ—ου. ἀφʼ ὧν ἡμῖν τἀγαθὰ γίγνεται, ἀπὸ τῶν αὐτῶν τούτων καὶ τὰ κακὰ ἐπαυρισκοίμεθʼ ἄν, τῶν δὲ κακῶν ἐκτὸς εἴημεν. αὐτίκα ὕδωρ βαθὺ εἰς πολλὰ χρήσιμον καὶ δαὖτε κακόν· κίνδυνος γὰρ ἀποπνιγῆναι. μηχανὴ οὖν εὑρέθη, νήχεσθαι διδάσκειν.
τοῦ αὐτοῦ. ἀνθρώποισι κακὰ ἐξ ἀγαθῶν φύεται, ἐπήν τις τἀγαθὰ μὴ ʼπιστῆται ποδηγετεῖν μηδὲ ὀχεῖν εὐπόρως. οὐ δίκαιον ἐν κακοῖσι τὰ τοιάδε κρίνειν, ἀλλʼ ἐν ἀγαθοῖσιν ὦν· τοῖς τε ἀγαθοῖσιν οἷόν τε χρῆσθαι καὶ πρὸς τὰ κακά, εἴ τινι βουλομένῳ, ἀλκῇ.
ὁ μὲν εὔθυμος εἰς ἔργα ἐπιφερόμενος δίκαια καὶ νόμιμα καὶ ὕπαρ καὶ ὄναρ χαίρει τε καὶ ἔρρωται καὶ ἀνακηδής ἐστιν· ὃς δʼ ἂν καὶ δίκης ἀλογῇ καὶ τὰ χρὴ ἐόντα μὴ ἔρδῃ, τούτῳ πάντα τὰ τοιαῦτα ἀτερπείη, ὅταν τευ ἀναμνησθῇ, καὶ δέδοικε καὶ ἑωυτὸν κακίζει.
Ἰωάννης ὁ Στοβαῖος οἱ δὲ θεοὶ τοῖσι ἀνθρώποισι διδοῦσι τἀγαθὰ πάντα καὶ πάλαι καὶ νῦν. πλὴν ὁκόσα κακὰ καὶ βλαβερὰ καὶ ἀνωφελέα, τάδε δʼ οὔτε πάλαι οὔτε νῦν θεοὶ ἀνθρώποισι δωροῦνται, ἀλλʼ αὐτοὶ τοῖσδεσιν ἐμπελάζουσι διὰ νοῦ τυφλότητα καὶ ἀγνωμοσύνην.
τύχη μεγαλόδωρος, ἀλλʼ ἀβέβαιος, φύσις δὲ αὐτάρκης· διόπερ νικᾷ τῷ ἥσσονι καὶ βεβαίῳ τὸ μεῖζον τῆς ἐλπίδος.
Δ—ου. οὔτε λόγος ἐσθλὸς φαύλην πρῆξιν ἀμαυρίσκει οὔτε πρῆξις ἀγαθὴ λόγου βλασφημίῃ λυμαίνεται.
Δ—ου. πάντων κάκιστον ἡ εὐπετείη παιδεῦσαι τὴν νεότητα· αὕτη γάρ ἐστιν ἣ τίκτει τὰς ἡδονὰς ταύτας, ἐξ ὧν ἡ κακότης γίνεται.
τοῦ αὐτοῦ. ἐξωτικῶς μὴ πονεῖν παῖδες ἀνιέντες οὔτε γράμματʼ ἂν μάθοιεν οὔτε μουσικὴν οὔτε ἀγωνίην οὐδʼ ὅπερ μάλιστα τὴν ἀρετὴν συνέχει, τὸ αἰδεῖσθαι· μάλα γὰρ ἐκ τούτων φιλεῖ γίγνεσθαι ἡ αἰδώς.
τοῦ αὐτοῦ. ἡ παιδεία εὐτυχοῦσι μέν ἐστι κόσμος, ἀτυχοῦσι δὲ καταφύγιον
τοῦ αὐτοῦ. κρείσσων ἐπʼ ἀρετὴν φανεῖται προτροπῇ χρώμενος καὶ λόγου πειθοῖ ἤπερ νόμῳ καὶ ἀνάγκῃ. λάθρῃ μὲν γὰρ ἁμαρτέειν εἰκὸς τὸν εἰργμένον ἀδικίης ὑπὸ νόμου, τὸν δὲ ἐς τὸ δέον ἠγμένον πειθοῖ οὐκ εἰκὸς οὔτε λάθρῃ οὔτε φανερῶς ἔρδειν τι πλημμελές. διόπερ συνέσει τε καὶ ἐπιστήμῃ ὀρθοπραγέων τις ἀνδρεῖος ἅμα καὶ εὐθύγνωμος γίγνεται.
τοῦ αὐτοῦ. τὰ μὲν καλὰ χρήματα τοῖς πόνοις ἡ μάθησις ἐξεργάζεται, τὰ δʼ αἰσχρὰ ἄνευ πόνων αὐτόματα καρποῦται. καὶ γὰρ οὖν οὐκ ἐθέλοντα πολλάκις ἐξείργει τοιοῦτον εἶναι οὕτω μεγάλης τε τῆς φυτικῆς ἐστι.
τοῦ αὐτοῦ. ἔστι που νέων ξύνεσις καὶ γερόντων ἀξυνεσίη· χρόνος γὰρ οὐ διδάσκει φρονεῖν, ἀλλʼ ὡραίη τροφὴ καὶ φύσις.
Δ—ου. φαύλων ὁμιλίη συνεχὴς ἕξιν κακίης συναύξει.
Δ—ου. κρέσσονές εἰσιν αἱ τῶν πεπαιδευμένων ἐλπίδες ἢ ὁ τῶν ἀμαθῶν πλοῦτος.
Δ—ου. ὁμοφροσύνη φιλίην ποιεῖ.
Ἰωάννης ὁ Στοβαῖος Δημοκρίτου. ἀνθρώποις ἁρμόδιον ψυχῆς μᾶλλον ἢ σώματος λόγον ποιεῖσθαι· ψυχῆς μὲν γὰρ τελεότης σκήνεος μοχθηρίην ὀρθοῖ, σκήνεος δὲ ἰσχὺς ἄνευ λογισμοῦ ψυχὴν οὐδέν τι ἀμείνω τίθησιν.
ὅρος συμφόρων καὶ ἀσυμφόρων τέρψις καὶ ἀτερπίη.
ἄριστον ἀνθρώπῳ τὸν βίον διάγειν ὡς πλεῖστα εὐθυμηθέντι καὶ ἐλάχιστα ἀνιηθέντι. τοῦτο δʼ ἂν εἴη, εἴ τις μὴ ἐπὶ τοῖς θνητοῖσι τὰς ἡδονὰς ποιοῖτο.
Ἰωάννης ὁ Στοβαῖος Δ—ου. φαύλων ἔργων καὶ τοὺς λόγους παραιτητέον.
Δ—ου. ἀνθρώποισι γὰρ εὐθυμίη γίνεται μετριότητι τέρψιος καὶ βίου συμμετρίῃ· τὰ δʼ ἐλλείποντα καὶ ὑπερβάλλοντα μεταπίπτειν τε φιλεῖ καὶ μεγάλας κινήσιας ἐμποιεῖν τῇ ψυχῇ. αἱ δʼ ἐκ μεγάλων διαστημάτων κινούμεναι τῶν ψυχέων οὔτε εὐσταθέες εἰσὶν οὔτε εὔθυμοι. ἐπὶ τοῖς δυνατοῖς οὖν δεῖ ἔχειν τὴν γνώμην καὶ τοῖς παρεοῦσιν ἀρκέεσθαι τῶν μὲν ζηλουμένων καὶ θαυμαζομένων ὀλίγην μνήμην ἔχοντα καὶ τῇ διανοίαι μὴ προσεδρεύοντα, τῶν δὲ ταλαιπωρεόντων τοὺς βίους θεωρέειν, ἐννοούμενον ἃ πάσχουσι κάρτα … , ὅκως ἂν τὰ παρεόντα σοι καὶ ὑπάρχοντα μεγάλα καὶ ζηλωτὰ φαίνηται, καὶ μηκέτι πλειόνων ἐπιθυμέοντι συμβαίνῃ κακοπαθεῖν τῇ ψυχῇ. ὁ γὰρ θαυμάζων τοὺς ἔχοντας καὶ μακαριζομένους ὑπὸ τῶν ἄλλων ἀνθρώπων καὶ τῇ μνήμῃ πᾶσαν ὥραν προσεδρεύων ἀεὶ ἐπικαινουργεῖν ἀναγκάζεται καὶ ἐπιβάλλεσθαι διʼ ἐπιθυμίην τοῦ τι πρήσσειν ἀνήκεστον ὧν νόμοι κωλύουσιν. διόπερ τὰ μὲν μὴ δίζεσθαι χρεών, ἐπὶ δὲ τοῖς εὐθυμέεσθαι χρεών, παραβάλλοντα τὸν ἑαυτοῦ βίον πρὸς τὸν τῶν φαυλότερον πρησσόντων καὶ μακαρίζειν ἑωυτὸν ἐνθυμεύμενον ἃ πάσχουσιν, ὁκόσῳ αὐτέων βέλτιον πρήσσει τε καὶ διάγει. ταύτης γὰρ ἐχόμενος τῆς γνώμης εὐθυμότερόν τε διάξεις καὶ οὐκ ὀλίγας κῆρας ἐν τῷ βίῳ διώσεαι, φθόνον καὶ ζῆλον καὶ δυσμενίην.
Δ—ου. ἔστι ῥᾴδιον μὲν ἐπαινεῖν ἃ μὴ χρὴ καὶ ψέγειν, ἑκάτερον δὲ πονηροῦ τινος ἤθους.
Δ—ου. φρονήσιος ἔργον μέλλουσαν ἀδικίην φυλάξασθαι, ἀναλγησίης δὲ γενομένην μὴ ἀμύνασθαι.
Δ—ου. αἱ μεγάλαι τέρψεις ἀπὸ τοῦ θεᾶσθαι τὰ καλὰ τῶν ἔργων γίνονται.
Δ—ου ... εἴδωλα ἐσθῆτι καὶ κόσμῳ διαπρεπέα πρὸς θεωρίην, ἀλλὰ καρδίης κενεά.
Ἰωάννης ὁ Στοβαῖος λήθη τῶν ἰδίων κακῶν θρασύτητα γεννᾷ.
ἀνοήμονες ῥυσμοῦνται τοῖς τῆς τύχης κέρδεσιν, οἱ δὲ τῶν τοιῶνδε δαήμονες τοῖς τῆς σοφίης.
τὸ χρῇζον οἶδεν, ὁκόσον χρῄζει, ὁ δὲ χρῄζων οὐ γινώσκει.
ἀνοήμονες τὸ ζῆν ὡς … στυγέοντες ζῆν ἐθέλουσι δείματι ἀΐδεω.
ἀνοήμονες βιοῦσιν οὐ τερπόμενοι βιοτῇ.
ἀνοήμονες δηναιότητος ὀρέγονται οὐ τερπόμενοι δηναιότητι.
ἀνοήμονες τῶν ἀπεόντων ὀρέγονται, τὰ δὲ παρεόντα καὶ παρῳχημένων κερδαλεώτερα ἐόντα ἀμαλδύνουσιν.
ἄνθρωποι τὸν θάνατον φεύγοντες διώκουσιν.
ἀνοήμονες οὐδένʼ ἁνδάνουσιν … ἐν ὅλῃ τῇ βιοτῇ.
ἀνοήμονες ζωῆς ὀρέγονται θάνατον δεδοικότες.
ἀνοήμονες θάνατον δεδοικότες γηράσκειν ἐθέλουσιν.
Δ—ου. ἡδονὴν οὐ πᾶσαν, ἀλλὰ τὴν ἐπὶ τῷ καλῷ αἱρεῖσθαι χρεών.
πατρὸς σωφροσύνη μέγιστον τέκνοις παράγγελμα.
Ἰωάννης ὁ Στοβαῖος Δ—ου. αὐταρκείῃ τροφῆς σμικρὴ νὺξ … οὐδέποτε γίνεται.
Δ—ου. τράπεζαν πολυτελέα μὲν τύχη παρατίθησιν, αὐταρκέα δὲ σωφροσύνη.
Δ—ου. σωφροσύνη τὰ τερπνὰ ἀέξει καὶ ἡδονὴν ἐπιμείζονα ποιεῖ.
Δ—ου. ἡμερήσιοι ὕπνοι σώματος ὄχλησιν ἢ ψυχῆς ἀδημοσύνην ἢ ἀργίην ἢ ἀπαιδευσίην σημαίνουσι.
Δ—ου. ἀνδρείη τὰς ἄτας μικρὰς ἔρδει.
Δ—ου. ἀνδρεῖος οὐχ ὁ τῶν πολεμίων μόνον, ἀλλὰ καὶ ὁ τῶν ἡδονῶν κρέσσων. ἔνιοι δὲ πολίων μὲν δεσπόζουσι, γυναιξὶ δὲ δουλεύουσιν.
Δ—ου. δίκης κῦδος γνώμης θάρσος καὶ ἀθαμβίη, ἀδικίης δὲ δεῖμα ξυμφορῆς τέρμα.
Δ—ου. σοφίη ἄθαμβος ἀξίη πάντων.
Δ—ου. μοῦνοι θεοφιλέες, ὅσοις ἐχθρὸν τὸ ἀδικέειν.
Δ—ου. πλοῦτος ἀπὸ κακῆς ἐργασίης περιγινόμενος ἐπιφανέστερον τὸ ὄνειδος κέκτηται.
τοῦ αὐτοῦ. χρημάτων ὄρεξις, ἢν μὴ ὁρίζηται κόρῳ, πενίης ἐσχάτης πολλὸν χαλεπωτέρη· μέζονες γὰρ ὀρέξεις μέζονας ἐνδείας ποιεῦσιν.
Δ—ου. κακὰ κέρδεα ζημίαν ἀρετῆς φέρει.
Δ—ου. ἐλπὶς κακοῦ κέρδεος ἀρχὴ ζημίης.
Ἰωάννης ὁ Στοβαῖος Δ—ου. ἡ τέκνοις ἄγαν χρημάτων συναγωγὴ πρόφασίς ἐστι φιλαργυρίης τρόπον ἴδιον ἐλέγχουσα.
τοῦ αὐτοῦ. ὧν τὸ σκῆνος χρῄζει, πᾶσι πάρεστιν εὐμαρέως ἄτερ μόχθου καὶ ταλαιπωρίης· ὁκόσα δὲ μόχθου καὶ ταλαιπωρίης χρῄζει καὶ βίον ἀλγύνει, τούτων οὐκ ἱμείρεται τὸ σκῆνος, ἀλλʼ ἡ τῆς γνώμης κακοθιγίη … .
Δ—ου. ἡ τοῦ πλέονος ἐπιθυμίη τὸ παρεὸν ἀπόλλυσι τῇ Αἰσωπείῃ κυνὶ ἰκέλη γινομένη.
Δ—ου. ἀληθομυθέειν χρεών, οὐ πολυλογέειν.
Δ—ου. οἰκήιον ἐλευθερίης παρρησίη, κίνδυνος δὲ ἡ τοῦ καιροῦ διάγνωσις.
Δ—ου. οἱ φειδωλοὶ τὸν τῆς μελίσσης οἶτον ἔχουσιν ἐργαζόμενοι ὡς ἀεὶ βιωσόμενοι.
τοῦ αὐτοῦ. οἱ τῶν φειδωλῶν παῖδες ἀμαθέες γινόμενοι, ὥσπερ οἱ ὀρχησταὶ οἱ ἐς τὰς μαχαίρας ὀρούοντες, ἢν ἑνὸς μούνου μὴ τύχωσι καταφερόμενοι, ἔνθα δεῖ τοὺς πόδας ἐρεῖσαι, ἀπόλλυνται — χαλεπὸν δὲ τυχεῖν ἑνός· τὸ γὰρ ἴχνιον μοῦνον λέλειπται τῶν ποδῶν — οὕτω δὲ καὶ οὗτοι, ἢν ἁμάρτωσι τοῦ πατρικοῦ τύπου τοῦ ἐπιμελέος καὶ φειδωλοῦ, φιλέουσι διαφθείρεσθαι.
τοῦ αὐτοῦ. φειδώ τοι καὶ λιμὸς χρηστή· ἐν καιρῷ δὲ καὶ δαπάνη· γινώσκειν δὲ ἀγαθοῦ.
Δ—ου. βίος ἀνεόρταστος μακρὴ ὁδὸς ἀπανδόκευτος.
Δ—ου. εὐγνώμων ὁ μὴ λυπεόμενος ἐφʼ οἷσιν οὐκ ἔχει, ἀλλὰ χαίρων ἐφʼ οἷσιν ἔχει.
Δ—ου. τῶν ἡδέων τὰ σπανιώτατα γινόμενα μάλιστα τέρπει.
Ἰωάννης ὁ Στοβαῖος τοῦ αὐτοῦ. εἴ τις ὑπερβάλλοι τὸ μέτριον, τὰ ἐπιτερπέστατα ἀτερπέστατα ἂν γίγνοιτο.
Δ—ου. ὑγιείην εὐχῇσι παρὰ θεῶν αἰτέονται ἄνθρωποι, τὴν δὲ ταύτης δύναμιν ἐν ἑαυτοῖς ἔχοντες οὐκ ἴσασιν· ἀκρασίῃ δὲ τἀναντία πρήσσοντες αὐτοὶ προδόται τῆς ὑγείης τῇσιν ἐπιθυμίῃσιν γίνονται.
Δ—ου. ὅσοι ἀπὸ γαστρὸς τὰς ἡδονὰς ποιέονται ὑπερβεβληκότες τὸν καιρὸν ἐπὶ βρώσεσιν ἢ πόσεσιν ἢ ἀφροδισίοισιν, τοῖσι πᾶσιν αἱ μὲν ἡδοναὶ βραχεῖαί τε καὶ διʼ ὀλίγου γίνονται, ὁκόσον ἂν χρόνον ἐσθίωσιν ἢ πίνωσιν, αἱ δὲ λῦπαι πολλαί. τοῦτο μὲν γὰρ τὸ ἐπιθυμεῖν ἀεὶ τῶν αὐτῶν πάρεστι καὶ ὁκόταν γένηται ὁκοίων ἐπιθυμέουσι, διὰ ταχέος τε ἡ ἡδονὴ παροίχεται, καὶ οὐδὲν ἐν αὐτοῖσι χρηστόν ἐστιν ἄλλʼ ἢ τέρψις βραχεῖα, καὶ αὖθις τῶν αὐτῶν δεῖ.
Δ—ου. θυμῷ μάχεσθαι μὲν χαλεπόν· ἀνδρὸς δὲ τὸ κρατέειν εὐλογίστου.
Δ—ου. φιλονικίη πᾶσα ἀνόητος· τὸ γὰρ κατὰ τοῦ δυσμενέος βλαβερὸν θεωρεῦσα τὸ ἴδιον συμφέρον οὐ βλέπει.
Δ—ου. τελευτᾷ γὰρ ἐς κακοδοξίην ὁ παρεκτεινόμενος τῷ κρέσσονι.
Δ—ου. ὅρκους οὓς ποιέονται ἐν ἀνάγκῃσιν ἐόντες οὐ τηρέουσιν οἱ φλαῦροι, ἐπὴν διαφύγωσιν.
Ἰωάννης ὁ Στοβαῖος Δ—ου. οἱ ἑκούσιοι πόνοι τὴν τῶν ἀκουσίων ὑπομονὴν ἐλαφροτέρην παρασκευάζουσι.
τοῦ αὐτοῦ. πόνος συνεχὴς ἐλαφρότερος ἑαυτοῦ συνηθείῃ γίνεται.
Δ—ου. πλέονες ἐξ ἀσκήσιος ἀγαθοὶ γίνονται ἢ ἀπὸ φύσιος.
Δ—ου. τῆς ἡσυχίης πάντες οἱ πόνοι ἡδίονες, ὅταν ὧν εἵνεκεν πονέουσι τυγχάνωσιν ἢ εἰδέωσι κύρσοντες. ἐν δὲ ἑκάστῃ ἀποτυχίῃ τὸ πονεῖν … ὁμοίως ἀνιηρὸν καὶ ταλαίπωρον.
Ἰωάννης ὁ Στοβαῖος Δ—ου. φαῦλον, κἂν μόνος ᾖς, μήτε λέξῃς μήτʼ ἐργάσῃ· μάθε δὲ πολὺ μᾶλλον τῶν ἄλλων σεαυτὸν αἰσχύνεσθαι.
Δ—ου. οὐκ ἂν ἐκώλυον οἱ νόμοι ζῆν ἕκαστον κατʼ ἰδίην ἐξουσίην, εἰ μὴ ἕτερος ἕτερον ἐλυμαίνετο· φθόνος γὰρ στάσιος ἀρχὴν ἀπεργάζεται.
Δ—ου. ξενιτείη βίου αὐτάρκειαν διδάσκει· μᾶζα γὰρ καὶ στιβὰς λιμοῦ καὶ κόπου γλυκύτατα ἰάματα.
τοῦ αὐτοῦ. ἀνδρὶ σοφῷ πᾶσα γῆ βατή· ψυχῆς γὰρ ἀγαθῆς πατρὶς ὁ ξύμπας κόσμος.
Ἰωάννης ὁ Στοβαῖος Δ—ου. ὁ νόμος βούλεται μὲν εὐεργετεῖν βίον ἀνθρώπων· δύναται δέ, ὅταν αὐτοὶ βούλωνται πάσχειν εὖ· τοῖσι γὰρ πειθομένοισι τὴν ἰδίην ἀρετὴν ἐνδείκνυται.
τοῦ αὐτοῦ. στάσις ἐμφύλιος ἐς ἑκάτερα κακόν· καὶ γὰρ νικέουσι καὶ ἡσσωμένοις. ὁμοίη φθορή.
Δ—ου. ἀπὸ ὁμονοίης τὰ μεγάλα ἔργα καὶ ταῖς πόλεσι τοὺς πολέμους δυνατὸν κατεργάζεσθαι, ἄλλως δʼ οὔ.
Δ—ου. ἡ ἐν δημοκρατίῃ πενίη τῆς παρὰ τοῖς δυνάστῃσι καλεομένης εὐδαιμονίης τοσοῦτόν ἐστι αἱρετωτέρη, ὁκόσον ἐλευθερίη δουλείης.
τὰ κατὰ τὴν πόλιν χρεὼν τῶν λοιπῶν μέγιστα ἡγεῖσθαι, ὅκως ἄξεται εὖ, μήτε φιλονικέοντα παρὰ τὸ ἐπιεικὲς μήτε ἰσχὺν ἑαυτῷ περιτιθέμενον παρὰ τὸ χρηστὸν τὸ τοῦ ξυνοῦ. πόλις γὰρ εὖ ἀγομένη μεγίστη ὄρθωσίς ἐστι, καὶ ἐν τούτῳ πάντα ἔνι, καὶ τούτου σῳζομένου πάντα σῴζεται καὶ τούτου διαφθειρομένου τὰ πάντα διαφθείρεται.
Ἰωάννης ὁ Στοβαῖος τοῖς χρηστοῖσιν οὐ συμφέρον ἀμελέοντας τῶν ἑωυτῶν ἄλλα πρήσσειν· τὰ γὰρ ἴδια κακῶς ἔσχεν. εἰ δὲ ἀμελέοι τις τῶν δημοσίων, κακῶς ἀκούειν γίγνεται, καὶ ἢν μηδὲν μήτε κλέπτῃ μήτε ἀδικῇ. ἐπεὶ καὶ μὴ ἀμελέοντι ἢ ἀδικέοντι κίνδυνος κακῶς ἀκούειν καὶ δὴ καὶ παθεῖν τι· ἀνάγκη δὲ ἁμαρτάνειν, συγγινώσκεσθαι δὲ τοὺς ἀνθρώπους οὐκ εὐπετές.
οἱ κακοὶ ἰόντες ἐς τὰς τιμὰς ὁκόσῳ ἂν μᾶλλον ἀνάξιοι ἐόντες ἴωσι, τοσούτῳ μᾶλλον ἀνακηδέες γίγνονται καὶ ἀφροσύνης καὶ θράσεος πίμπλανται.
ὅταν οἱ δυνάμενοι τοῖς μὴ ἔχουσι καὶ προτελεῖν τολμέωσι καὶ ὑπουργεῖν καὶ χαρίζεσθαι, ἐν τούτῳ ἤδη καὶ τὸ οἰκτίρειν ἔνεστι καὶ μὴ ἐρήμους εἶναι καὶ τὸ ἑταίρους γίγνεσθαι, καὶ τὸ ἀμύνειν ἀλλήλοισι καὶ τοὺς πολιήτας ὁμονόους εἶναι καὶ ἄλλα ἀγαθά, ἅσσα οὐδεὶς ἂν δύναιτο καταλέξαι.
δίκη μέν ἐστιν ἔρδειν τὰ χρὴ ἐόντα, ἀδικίη δὲ μὴ ἔρδειν τὰ χρὴ ἐόντα, ἀλλὰ παρατρέπεσθαι.
τοῦ αὐτοῦ. κατὰ δὲ ζῴων ἔστιν ὧν φόνου καὶ μὴ φόνου ὧδε ἔχει· τὰ ἀδικέοντα καὶ θέλοντα ἀδικεῖν ἀθῷος ὁ κτείνων, καὶ πρὸς εὐεστοῦν τοῦτο ἔρδειν μᾶλλον ἢ μή.
κτείνειν χρὴ τὰ πημαίνοντα παρὰ δίκην πάντα περὶ παντὸς· καὶ ταῦτα ὁ ποιῶν εὐθυμίης … καὶ δίκης καὶ θάρσεος καὶ κτήσεως … ἐν παντὶ κόσμῳ μέζω μοῖραν μεθέξει.
ὅκωσπερ περὶ κιναδέων τε καὶ ἑρπετέων γεγράφαται τῶν πολεμίων, οὕτω καὶ κατὰ ἀνθρώπων δοκεῖ μοι χρεὼν εἶναι ποιεῖν· κατὰ νόμους τοὺς πατρίους κτείνειν πολέμιον ἐν παντὶ κόσμῳ, ἐν ᾧ μὴ νόμος ἀπείργει· ἀπείργει δὲ ἱερὰ ἑκάστοισι ἐπιχώρια καὶ σπονδαὶ καὶ ὅρκοι.
Ἰωάννης ὁ Στοβαῖος κιξάλλην καὶ λῃστὴν πάντα κτείνων τις ἀθῷος ἂν εἴη καὶ αὐτοχειρίῃ καὶ κελεύων καὶ ψήφῳ.
Δ—ου. ἀδικουμένοισι τιμωρεῖν κατὰ δύναμιν χρὴ καὶ μὴ παρἱέναι· τὸ μὲν γὰρ τοιοῦτον δίκαιον καὶ ἀγαθόν, τὸ δὲ μὴ τοιοῦτον ἄδικον καὶ κακόν.
Δ—ου. καὶ οἳ φυγῆς ἄξια ἔρδουσιν ἢ δεσμῶν, ἢ θῳῆς ἄξιοι, καταψηφιστέον καὶ μὴ ἀπολύειν· ὃς δʼ ἂν παρὰ νόμον ἀπολύῃ κέρδει ὁρίζων ἢ ἡδονῇ, ἀδικεῖ, καί οἱ τοῦτο ἐγκάρδιον ἀνάγκη εἶναι.
τοῦ αὐτοῦ. δίκης καὶ ἀρετῆς μεγίστην μετέχει μοῖραν ὁ ἀξίας τὰς μεγίστας τάμνων τοῖς ἀξιωτάτοις … .
τοῦ αὐτοῦ. μηδέν τι μᾶλλον τοὺς ἀνθρώπους αἰδεῖσθαι ἑωυτοῦ μηδέ τι μᾶλλον ἐξεργάζεσθαι κακόν, εἰ μέλλει μηδεὶς εἰδήσειν ἢ οἱ πάντες ἄνθρωποι· ἀλλʼ ἑωυτὸν μάλιστα αἰδεῖσθαι, καὶ τοῦτον νόμον τῇ ψυχῇ καθεστάναι, ὥστε μηδὲν ποιεῖν ἀνεπιτήδειον.
τοῦ αὐτοῦ. τῶν ἡμαρτημένων ἄνθρωποι μεμνέαται μᾶλλον ἢ τῶν εὖ πεποιημένων. καὶ γὰρ δίκαιον οὕτως· ὥσπερ γὰρ τὸν τὰς παρακαταθήκας ἀποδιδόντα οὐ χρὴ ἐπαινεῖσθαι, τὸν δὲ μὴ ἀποδιδόντα κακῶς ἀκούειν καὶ πάσχειν, οὕτω καὶ τὸν ἄρχοντα. οὐ γὰρ ἐπὶ τούτῳ ᾑρέθη ὡς κακῶς ποιήσων, ἀλλʼ ὡς εὖ
Ἰωάννης ὁ Στοβαῖος τοῦ αὐτοῦ. οὐδεμία μηχανὴ τῷ νῦν καθεστῶτι ῥυθμῷ μὴ οὐκ ἀδικεῖν τοὺς ἄρχοντας, ἢν καὶ πάνυ ἀγαθοὶ ἔωσιν. οὐδενὶ γὰρ ἄλλῳ ἔοικεν ἢ ἑωυτῷ τὸν … αὐτὸν ἐφʼ ἑτέροισι γίγνεσθαι· δεῖ δέ κως οὕτω καὶ ταῦτα κοσμηθῆναι, ὅκως ὁ μηδὲν ἀδικέων, ἢν καὶ πάνυ ἐτάζῃ τοὺς ἀδικέοντας, μὴ ὑπʼ ἐκείνους γενήσεται, ἀλλά τις ἢ θεσμὸς ἤ τι ἄλλο ἀμυνεῖ τῷ τὰ δίκαια ποιεῦντι.
Δ—ου. φύσει τὸ ἄρχειν οἰκήιον τῷ κρέσσονι.
Δ—ου. φόβος κολακείην μὲν ἐργάζεται, εὔνοιαν δὲ οὐκ ἔχει.
Δ—ου. τόλμα πρήξιος ἀρχή, τύχη δὲ τέλεος κυρίη.
Δ—ου. οἰκέταισιν ὡς μέρεσι τοῦ σκήνεος χρῶ ἄλλῳ πρὸς ἄλλο.
Δ—ου. ἐρωτικὴν μέμψιν ἡ ἀγαπωμένη … λύει.
Δ—ου. Δ. ἔφη, ὡς γαμβροῦ ὁ μὲν ἐπιτυχὼν εὗρεν υἱόν, ὁ δὲ ἀποτυχὼν ἀπώλεσε καὶ θυγατέρα.
Δ—ου. γυνὴ πολλὰ ἀνδρὸς ὀξυτέρη πρὸς κακοφραδμοσύνην.
Δ—ου. κόσμος ὀλιγομυθίη γυναικί· καλὸν δὲ καὶ κόσμου λιτότης.
Δ—ου. τεκνοτροφίη σφαλερόν· τὴν μὲν γὰρ ἐπιτυχίην ἀγῶνος μεστὴν καὶ φροντίδος κέκτηται, τὴν δὲ ἀποτυχίην ἀνυπέρθετον ἑτέρῃ ὀδύνῃ.
Ἰωάννης ὁ Στοβαῖος Δ—ου. οὐ δοκεῖ μοι χρῆναι παῖδας κτᾶσθαι· ἐνορῶ γὰρ ἐν παίδων κτήσει πολλοὺς μὲν καὶ μεγάλους κινδύνους, πολλὰς δὲ λύπας, ὀλίγα δὲ τὰ εὐθηλέοντα καὶ ταῦτα λεπτά τε καὶ ἀσθενέα.
τοῦ αὐτοῦ. ὅτεῳ χρήμη τεά ἐστι παῖδα ποιήσασθαι, ἐκ τῶν φίλων τεύ μοι δοκεῖ ἄμεινον εἶναι. καὶ τῷ μὲν παῖς ἔσται τοιοῦτος, οἷον ἂν βούληται· ἔστι γὰρ ἐκλέξασθαι οἷον ἐθέλει· καὶ ὃς ἂν δοκῇ ἐπιτήδειος εἶναι, κἂν μάλιστα κατὰ φύσιν ἕποιτο. καὶ τοῦτο τοσοῦτον διαφέρει, ὅσον ἐνταῦθα μὲν ἔστι τὸν παῖδα λαβεῖν καταθύμιον ἐκ πολλῶν, οἷον ἂν δέῃ. ἢν δέ τις ποιῆται ἀπὸ ἑωυτοῦ, πολλοὶ ἔνεισι κίνδυνοι· ἀνάγκη γάρ, ὃς ἂν γένηται, τούτῳ χρῆσθαι.
τοῦ αὐτοῦ. ἀνθρώποισι τῶν ἀναγκαίων δοκεῖ εἶναι παῖδας κτήσασθαι ἀπὸ φύσιος καὶ καταστάσιός τινος ἀρχαίης. δῆλον δὲ καὶ τοῖς ἄλλοις ζῴοισι· πάντα γὰρ ἔκγονα κτᾶται κατὰ φύσιν ἐπωφελείης γε οὐδεμιᾶς εἵνεκα· ἀλλʼ ὅταν γένηται, ταλαιπωρεῖ καὶ τρέφει ἕκαστον ὡς δύναται καὶ ὑπερδέδοικε, μέχρι σμικρὰ ᾖ, καὶ ἤν τι πάθῃ, ἀνιᾶται. ἡ μὲν φύσις τοιαύτη πάντων ἐστὶν ὅσσα ψυχὴν ἔχει· τῷ δὲ δὴ ἀνθρώπῳ νομίζον ἤδη πεποίηται, ὥστε καὶ ἐπαύρεσίν τινα γίγνεσθαι ἀπὸ τοῦ ἐκγόνου.
Δ—ου. τοῖς παισὶ μάλιστα χρὴ τῶν ἀνυστῶν δατεῖσθαι τὰ χρήματα, καὶ ἅμα ἐπιμέλεσθαι αὐτῶν, μή τι ἀτηρὸν ποιέωσι διὰ χειρὸς ἔχοντες· ἅμα μὲν γὰρ πολλὸν φειδότεροι γίγνονται ἐς τὰ χρήματα καὶ προθυμότεροι κτᾶσθαι, καὶ ἀγωνίζονται ἀλλήλοισιν. ἐν γὰρ τῷ ξυνῷ τὰ τελεύμενα οὐκ ἀνιᾷ ὥσπερ ἰδίῃ οὐδʼ εὐθυμεῖ τὰ ἐπικτώμενα, ἀλλὰ πολλῷ ἧσσον.
τοῦ αὐτοῦ. ἔξεστιν οὐ πολλὰ τῶν σφετέρων ἀναλώσαντας παιδεῦσαί τε τοὺς παῖδας καὶ τεῖχός τε καὶ σωτηρίην περιβαλέσθαι τοῖς τε χρήμασι καὶ τοῖς σώμασιν αὐτῶν.
Δ—ου. ὥσπερ ἐν τοῖς ἕλκεσι φαγέδαινα κάκιστον νόσημα, οὕτως ἐν τοῖς χρήμασι τὸ ...
Δ—ου. χρημάτων χρῆσις ξὺν νόῳ μὲν χρήσιμον εἰς τὸ ἐλευθέριον εἶναι καὶ δημωφελέα, ξὺν ἀνοίῃ δὲ χορηγίη ξυνή … .
Δ—ου. πενίη πλοῦτος ὀνόματα ἐνδείης καὶ κόρου· οὔτε οὖν πλούσιος ὁ ἐνδέων οὔτε πένης ὁ μὴ ἐνδέων.
τοῦ αὐτοῦ. ἢν μὴ πολλῶν ἐπιθυμέῃς, τὰ ὀλίγα τοι πολλὰ δόξει· σμικρὰ γὰρ ὄρεξις πενίην ἰσοσθενέα πλούτῳ ποιέει.
Δ—ου. γινώσκειν χρεὼν ἀνθρωπίνην βιοτὴν ἀφαυρήν τε ἐοῦσαν καὶ ὀλιγοχρόνιον πολλῇσίν τε κηρσὶ συμπεφυρμένην καὶ ἀμηχανίῃσιν, ὅκως ἄν τις μετρίης τε κτήσιος ἐπιμέληται καὶ μετρῆται ἐπὶ τοῖς ἀναγκαίοις ἡ ταλαιπωρίη.
Δ—ου. εὐτυχὴς ὁ ἐπὶ μετρίοισι χρήμασιν εὐθυμεόμενος, δυστυχὴς δὲ ὁ ἐπὶ πολλοῖσι δυσθυμεόμενος.
Δ—ου. ἀπορίη ξυνὴ τῆς ἑκάστου χαλεπωτέρη· οὐ γὰρ ὑπολείπεται ἐλπὶς ἐπικουρίης.
νόσος οἴκου καὶ βίου γίνεται ὅκωσπερ καὶ σκήνεος.
Δ—ου. οὐκ ἔστιν οὕτως ἀσφαλὴς πλούτου πυλεών, ὃν οὐκ ἀνοίγει τύχης καιρός.
Δ—ου. ἀλογιστίη μὴ ξυγχωρέειν ταῖσι κατὰ τὸν βίον ἀνάγκαις.
Δ—ου. λύπην ἀδέσποτον ψυχῆς ναρκώσης λογισμῷ ἔκκρουε.
τοῦ αὐτοῦ. πενίην ἐπιεικέως φέρειν σωφρονέοντος.
Δ—ου. ἄλογοι τῶν ἀξυνέτων αἱ ἐλπίδες.
Δ—ου. οἷσιν ἡδονὴν ἔχουσιν αἱ τῶν πέλας ξυμφοραί, οὐ ξυνιᾶσι μὲν ὡς τὰ τῆς τύχης κοινὰ πᾶσιν, ἀπορέουσι δὲ οἰκηίης χαρᾶς.
Δ—ου. ἰσχὺς καὶ εὐμορφίη νεότητος ἀγαθά, γήραος δὲ σωφροσύνη ἄνθος.
Δ—ου. ὁ γέρων νέος ἐγένετο, ὁ δὲ νέος ἄδηλον εἰ ἐς γῆρας ἀφίξεται· τὸ τέλειον οὖν ἀγαθὸν τοῦ μέλλοντος ἔτι καὶ ἀδήλου κρέσσον.
Δ—ου. γῆρας ὁλόκληρός ἐστι πήρωσις· πάντʼ ἔχει καὶ πᾶσιν ἐνδεῖ.
Δ—ου. ἔνιοι θνητῆς φύσεως διάλυσιν οὐκ εἰδότες ἄνθρωποι, συνειδήσει δὲ τῆς ἐν τῷ βίῳ κακοπραγμοσύνης, τὸν τῆς βιοτῆς χρόνον ἐν ταραχαῖς καὶ φόβοις ταλαιπωρέουσι, ψεύδεα περὶ τοῦ μετὰ τὴν τελευτὴν μυθοπλαστέοντες χρόνου.
Σοῦδα α. βραχέως δὲ καὶ δασέως τὸ ἅτινα ὡς παρʼ Ἱπποκράτει, παρὰ δὲ Δημοκρίτῳ ἴδια, παρʼ Ὁμήρῳ τὰ ἑαυτοῦ.
Δημήτριος ὁ Λάκων «ἐρώει, φησί, σαφῶς τὸν ἐν τῷ θώρηκί σου συνιστάμενον θυμὸν καὶ ταράσσειν τὴν ψυχὴν φυλάσσου μηδὲ πάντα ἐπίτρεπε τῇ γλώσσῃ πρήγματʼ αἰεί.» φυλάσσειν οὖν τοῦτο δεῖν ἡμᾶς τὸ μέρος ἐν ᾧ κεῖται τὸ θυμικόν.
ΠΕΡΙ ΤΩΝ ΕΝ ΒΑΒΥΛΩΝΙ ΙΕΡΩΝ ΓΡΑΜΜΑΤΩΝ.
Κλήμης ὁ Ἀλεξανδρεύς : Δ. γὰρ τοὺς Βαβυλωνίους λόγους ἠθικοὺς … πεποίηται· λέγεται γὰρ τὴν Ἀκικάρου στήλην ἑρμηνευθεῖσαν τοῖς ἰδίοις συντάξαι συγγράμμασι. κἄστιν ἐπισημήνασθαι παρʼ αὐτοῦ «τάδε λέγει Δημόκριτος» γράφοντος. ναὶ μὴν καὶ περὶ αὑτοῦ, ᾗ σεμνυνόμενός φησί που ἐπὶ πολυμαθίαι. «ἐγὼ δὲ τῶν κατʼ ἐμαυτὸν ἀνθρώπων γῆν πλείστην ἐπεπλανησάμην ἱστορέων τὰ μήκιστα καὶ ἀέρας τε καὶ γέας πλείστας εἶδον καὶ λογίων ἀνδρῶν πλείστων ἐπήκουσα καὶ γραμμέων συνθέσιος μετὰ ἀποδείξεως οὐδείς κώ με παρήλλαξεν οὐδʼ οἱ Αἰγυπτίων καλεόμενοι Ἀρπεδονάπται· σὺν τοῖς δʼ ἐπὶ πᾶσιν ἐπʼ ἔτεα ὀγδώκοντα ἐπὶ ξείνης ἐγενήθην». ἐπῆλθε γὰρ Βαβυλῶνά τε καὶ Περσίδα καὶ Αἴγυπτον τοῖς τε μάγοις καὶ τοῖς ἱερεῦσι μαθητεύων.
ΠΕΡΙ ΤΩΝ ΕΝ ΜΕΡΟΗΙ.
ΩΚΕΑΝΟΥ ΠΕΡΙΠΛΟΥΣ.
ΠΕΡΙ ΙΣΤΟΡΙΗΣ.
ΧΑΛΔΑΙΚΟΣ ΛΟΓΟΣ.
ΦΡΥΓΙΟΣ ΛΟΓΟΣ.
ΠΕΡΙ ΠΥΡΕΤΟΥ ΚΑΙ ΤΩΝ ΑΠΟ ΝΟΣΟΥ ΒΗΣΣΟΝΤΩΝ.
ΝΟΜΙΚΑ ΑΙΤΙΑ.
ΧΕΡΝΙΚΑ Η ΠΡΟΒΛΗΜΑΤΑ.
ΒΩΛΟΥ ΧΕΙΡΟΚΜΗΤΑ ΦΥΣΙΚΑ ΔΥΝΑΜΕΡΑ
Σοῦδα Βῶλος Μενδήσιος Πυθαγόρειος. Περὶ τῶν ἐκ τῆς ἀναγνώσεως τῶν ἱστοριῶν εἰς ἐπίστασιν ἡμᾶς ἀγόντων, Περὶ θαυμασίων, Φυσικὰ δυναμερά· ἔχει δὲ Περὶ συμπαθειῶν καὶ ἀντιπαθειῶν ... λίθων κατὰ στοιχεῖον, Περὶ σημείων τῶν ἐξ ἡλίου καὶ σελήνης καὶ ἄρκτου καὶ λύχνου καὶ ἴριδος. Βῶλος Δημόκριτος φιλόσοφος. Ἱστορίαν καὶ Τέχνην ἰατρικήν — ἔχει δὲ ἰάσεις φυσικὰς ἀπό τινων βοηθημάτων τῆς φύσεως.
Βῶλος δὲ ὁ Δημοκρίτειος ἐν τῷ Περὶ συμπαθῶν καὶ ἀντιπαθῶν Πέρσας φησὶν ἔχοντας παρʼ ἑαυτοῖς θανάσιμον φυτὸν φυτεῦσαι ἐν Αἰγύπτῳ ὡς πολλῶν μελλόντων ἀναιρεθήσεσθαι, τὴν δὲ ἀγαθὴν οὖσαν εἰς τοὐναντίον μεταβαλεῖν ποιῆσαί τε τὸ φυτὸν καρπὸν γλυκύτατον.
Κρατεύας ὁ ῥιζοτόμος Ἀναγαλλίδες ... χρῶνται δʼ αὐτῇ καὶ εἰς τὰς Δημοκρίτου δυνάμεις.
Πλούταρχος ἦσαν δὲ καὶ οἱ τὰς ἀντιπαθείας θρυλοῦντες καὶ ἄλλα πολλὰ παθόντων … ἦν ἀκούειν· ὅτι μαινόμενον ἐλέφαντα καταπαύει κριὸς ὀφθείς κτλ.
Γαληνός παραπλήσια δὲ τῷ Ξενοκράτει καὶ ἄλλοι τινὲς ἔγραψαν περὶ ζῴων, ἐξ ὧν καὶ αὐτὸς ὁ Ξενοκράτης ἐξεγράψατο τὰ πλεῖστα. πόθεν γὰρ ἂν ηὐπόρησε τοσούτων τε καὶ τοιούτων πραγμάτων αὐτὸς πειραθῆναι; ὁ γοῦν ἡμέτερος γενόμενός ποτε βασιλεὺς Ἄτταλος ἐλάττονα φαίνεται γράφων καίτοι φιλοτιμότατα σχὼν περὶ τὴν τῶν τοιούτων πεῖραν. ἐπαινῶν δέ τις τῶν ἑταίρων Ἑρμοῦ τὴν αὐτὴν πραγματείαν ἔδωκέ μοι καὶ αὐτὴν διελθεῖν, ὥς γε ἐμοὶ δοκεῖ χωρὶς αὐτοψίας ἰδίας τοῦ γράψαντος αὐτὴν γεγονυῖαν. ἐγὼ τοίνυν οὔτε βασιλίσκων οὔτε ἐλεφάντων οὔθʼ ἵππων Νειλώων οὔτʼ ἄλλου τινὸς ... μνημονεύσω.
Δ. δὲ ἱστορεῖ ὡς καὶ αὐτόπτης τοῦ ζῴου γεγονὼς ταῦτα· «ὁ βασιλίσκος ὁ κινάδης — οὕτω γὰρ αὐτὸν καλεῖ — ἔστι μὲν κατὰ τὸ σῶμα ὀλίγος, νωθὴς δὲ κατὰ τὴν κίνησιν, ὀξυκέφαλος, ἀστεροειδὲς βασίλειον ἔχων ἐπὶ τῆς κεφαλῆς, ξανθὸς τὴν χροιάν, ἀσύγκριτος τὴν ἰσχὺν καὶ ἀνυπέρβλητος. εὑρίσκεται δὲ ἐν τοῖς ἐπέκεινα τόποις τῆς Λιβύης τῆς κατὰ Κυρήνην, ὅπου καὶ τὸ τῶν ἀνθρώπων τῶν καλουμένων Ψύλλων γένος. τὰ γὰρ ἀπὸ τοῦ κινάδου δήγματα ὑπὸ τῶν Ψύλλων θεραπεύεται. ἀντιπαθὴς δὲ τῷ κινάδῃ ἐστὶν ἡ κατοικίδιος γαλέα· ταύτης γὰρ οὔτε τὴν ὀσμὴν οὔτε τὸ εἶδος φέρει, ἀλλʼ εὐθὺς ἀπόλλυται. εἰ δὲ καὶ πρὸς τῷ φωλεῷ εὕροι, διασπαράσσει τοῦτον ἡ γαλέα». αὕτη τῆς ἀντιπαθείας ἡ ἐνέργεια.
Τατιανὸς ὁ Ἀσσύριος εἰσὶν μὲν οὖν καὶ νόσοι καὶ στάσεις τῆς ἐν ἡμῖν ὕλης· δαίμονες δὲ αἴτιοι τούτων, οἷς τὰς αἰτίας, ἐπειδὰν συμβαίνωσιν ἑαυτοῖς, προσγράφουσιν, ἐπιόντες ὁπόταν καταλαμβάνῃ κάματος — ἔστι δὲ ὅτε καὶ αὐτοὶ χειμῶνι τῆς σφῶν ἀβελτερίας κραδαίνουσιν τὴν ἕξιν τοῦ σώματος· οἳ λόγῳ θεοῦ δυνάμεως πληττόμενοι δεδιότες ἀπίασιν, καὶ ὁ κάμνων θεραπεύεται. περὶ γὰρ τῶν κατὰ τὸν Δημόκριτον ξυμπαθειῶν τε καὶ ἀντιπαθειῶν τί καὶ λέγειν ἔχομεν ἢ τοῦθʼ ὅτι κατὰ τὸν κοινὸν λόγον ἀβδηρολόγος ἐστὶν ὁ ἀπὸ τῶν Ἀβδήρων ἄνθρωπος; τῆς δὲ ἐλεφαντιάσεως τῶν μὲν παλαιῶν οὐδεὶς ἐμνήσθη ἰατρῶν, φιλοσόφων δὲ Δ. ἐν τῷ Περὶ ἐλεφαντιάσεως αὑτοῦ βιβλίῳ. τὸ γὰρ εἰς Δημόκριτον ἀναφερόμενον βιβλίον περὶ τοῦ νοσήματος φανερῶς κατέψευσται.
Δημοκράτους κεφαλαλγία, Δημοκρίτου περὶ ὀφθαλμῶν, Δημοκρίτου Ἀβδηρίτου περὶ ὀφθαλμῶν φλεγμονῆς, Δ—ου πρὸς ῥεῦμα ὀφθαλμοῦ, Δ—ου περὶ τριχιάσεως ὀφθαλμῶν, Δ. πρὸς ὑποσφάγματα ὀφθαλμῶν, Δ. περὶ χημώσεως, περὶ νεφελίων Δ., πρὸς ὑπώπια καὶ πελιώματα, Δ. περὶ φλεγμονῆς γαργαρεῶνος, πρὸς ἔμετον στομάχου Δ., σταλτικὸν ἐμέτου Ἀβδηρίτου. πρὸς τὰ λοιμικὰ πάθη καὶ μολυβδώδη ἔχοντας τὴν χρόαν ... ἄλλο ἔστι δὴ τῶν Δημοκρίτου πρὸς τοὺς ὑπὸ ἀέρος ἑλώδους βεβλαμμένους.
Τατιανὸς ὁ Ἀσσύριος ὥσπερ δὲ ὁ τῇ πόλει τῆς προσηγορίας αἴτιος φίλος ὤν, ὥς φασιν, Ἡρακλέους ὑπὸ τῶν Διομήδους ἵππων κατεβρώθη, τρόπῳ τῷ αὐτῷ καὶ ὁ τὸν μάγον Ὀστάνην καυχώμενος ἐν ἡμέραι συντελείας πυρὸς αἰωνίου βορᾷ παραδοθήσεται ... πάθος οὐκ ἔστι διʼ ἀντιπαθείας ἀπολλύμενον οὐδὲ ὁ μεμηνὼς σκυτίδων ἐξαρτήμασι θεραπεύεται.
Γαληνός ἔνια μὲν γὰρ αὐτῶν ἀσελγῆ τέ ἐστι καὶ βδελυρά, τινὰ δὲ καὶ πρὸς τῶν νόμων ἀπηγορευμένα, περὶ ὧν οὐκ οἶδα, πῶς ἔγραψεν ὁ Ξενοκράτης, ἄνθρωπος οὐ πάλαι γεγονώς, ἀλλὰ κατὰ τοὺς πάππους ἡμῶν, τῆς Ῥωμαϊκῆς βασιλείας ἀπηγορευκυίας ἀνθρώπους ἐσθίειν, ἀλλʼ ἐκεῖνός γε ὡς αὐτὸς πεπειραμένος ἀξιοπίστως πάνυ γράφει, τίνα πάθη θεραπεύειν πέφυκεν ἐγκέφαλος ἐσθιόμενος ἢ σάρκες ἢ ἧπαρ ἀνθρώπου, τίνα δὲ τὰ τῆς κεφαλῆς ἢ κνήμης ἢ δακτύλων ὀστᾶ τὰ μὲν καυθέντα τὰ δʼ ἄκαυστα πινόμενα, τίνα δʼ αὐτὸ τὸ αἷμα. τὰ δʼ αὐτὰ καὶ Ὀστάνης φησὶ περὶ αὐτοῦ ἐν τῇ ἐπιγραφομένῃ Ὀκτατεύχῳ.
Γεώργιος ὁ Σύγκελλος Δ. Ἀβδηρίτης φυσικὸς φιλόσοφος ἤκμαζεν. ἐν Αἰγύπτῳ μυηθεὶς ὑπὸ Ὀστάνου τοῦ Μήδου σταλέντος ἐν Αἰγύπτῳ παρὰ τῶν τηνικαῦτα βασιλέων Περσῶν ἄρχειν τῶν ἐν Αἰγύπτῳ ἱερῶν ἐν τῷ ἱερῷ τῆς Μέμφεως σὺν ἄλλοις ἱερεῦσι καὶ φιλοσόφοις, ἐν οἷς ἦν καὶ Μαρία τις Ἑβραία σοφὴ καὶ Παμμένης, συνέγραψε περὶ χρυσοῦ καὶ ἀργύρου καὶ λίθων καὶ πορφύρας λοξῶς, ὁμοίως δὲ καὶ Μαρία. ἀλλʼ οὗτοι μὲν Δ. καὶ Μαρία ἐπῃνέθησαν παρὰ Ὀστάνου ὡς πολλοῖς καὶ σοφοῖς αἰνίγμασι κρύψαντες τὴν τέχνην, Παμμένους δὲ κατέγνωσαν ἀφθόνως γράψαντος.
Συνέσιος ὁ Χημικός Δ. ἐλθὼν ἀπὸ Ἀβδήρων φυσικὸς ὢν καὶ πάντα τὰ φυσικὰ ἐρευνήσας καὶ συγγραψάμενος τὰ ὄντα κατὰ φύσιν. Ἄβδηρα δέ ἐστι πόλις Θρᾴκης· ἐγένετο δὲ ἀνὴρ λογιώτατος, ὃς ἐλθὼν ἐν Αἰγύπτῳ ἐμυσταγωγήθη παρὰ τοῦ μεγάλου Ὀστάνου ἐν τῷ ἱερῷ τῆς Μέμφεως σὺν καὶ πᾶσι τοῖς ἱερεῦσιν Αἰγύπτου. ἐκ τούτου λαβὼν ἀφορμὰς συνεγράψατο βίβλους τέσσαρας βαφικάς, περὶ χρυσοῦ καὶ ἀργύρου καὶ λίθων καὶ πορφύρας. λέγω δή, τὰς ἀφορμὰς λαβὼν συνεγράψατο παρὰ τοῦ μεγάλου Ὀστάνου. ἐκεῖνος γὰρ ἦν πρῶτος ὁ γράψας ὅτι «ἡ φύσις τῇ φύσει τέρπεται καὶ ἡ φύσις τὴν φύσιν κρατεῖ καὶ ἡ φύσις τὴν φύσιν νικᾷ» κτλ.
Δημοκρίτου Φυσικὰ καὶ μυστικά ὡς οὖν ἦμεν ἐν τῷ ναῷ ἐξ αὐτομάτου στήλη τις διαρρήγνυται, ἣν ἡμεῖς ἑωρῶμεν ἔνδον οὐδὲν ἔχουσαν. ὁ δὲ Ὀστάνης ἔφασκεν ἐν αὐτῇ τὰς πατρῴας τεθησαυρίσθαι βίβλους καὶ προκομίσας εἰς μέσον ἤγαγεν· ἐγκύψαντες δὲ ἐθαυμάζομεν, ὅτι μηδὲν ἦμεν παραλείψαντες, πλὴν τοῦτον τὸν λόγον εὕρομεν ἐκεῖ πάνυ χρήσιμον· «ἡ φύσις τὴν φύσιν» κτλ. … ἰδοὺ μὲν ὃ ἦν, ὦ Λεύκιππε, περὶ τουτέων τῶν τεχνῶν τῶν Αἰγυπτίων ἐν ταῖς τῶν προφητέων Περσικαῖς βίβλοις, ἔγραψα τῇ κοινῇ διαλέκτῳ, πρὸς ἣν δὴ μάλιστα ἁρμόζονται· ἡ δὲ βίβλος οὐκ ἔστι κοινή. αἰνίγματα γὰρ ἔχει μυστικὰ παλαιά τε καὶ ὠγύγια … ἅπερ οἱ πρόγονοι καὶ θεῖοι Αἰγύπτου βασιλεῖς τοῖς Φοίνιξι ἀνέθεντο. ἐγὼ δὲ ὁ φίλος σου ὠγυγίοις … αἰνίγμασιν χρήσομαι ἃ δὴ γεγράφαταί μοι τοῖς Αἰγυπτίων παισίν. ἀλλὰ σοί, ἰατρέ, καὶ διʼ ἑρμηνέως πάντα οὐ παύσομαι ἀναφανδὸν ἐνεξηγούμενος. περιέχει δὲ ἡ συγγραφὴ λεύκωσίν τε καὶ ξάνθωσιν ἢ χαλκολίθου τε μαλάξιας καὶ ἑψήσιας καὶ ἕως βαφικῆς, ὕστερον δὲ ὅσα πάλιν παράδοξα γίγνεται ἐξ αὐτοῦ τοῦ χαλκοῦ καὶ κινναβάρεως, ἔχε ποιῆσαι χρυσὸν ἐκ τῆς καδμίας τε καὶ ἄλλων εἰδῶν, καὶ καύσεων πάλιν καὶ ἐπιπλοκῶν ὅσα παράδοξα γίγνεται.
Ζώσιμος ὁ Πανοπολίτης «δέξαι λίθον τὸν οὐ λίθον, τὸν ἄτιμον καὶ πολύτιμον, τὸν πολύμορφον καὶ ἄμορφον, τὸν ἄγνωστον καὶ πᾶσι γνωστόν, τὸν πολυώνυμον καὶ ἀνώνυμον, τὸν ἀφροσέληνον λέγω».
Ζώσιμος ὁ Πανοπολίτης καὶ ταῦτα μὲν οὕτως πρὸς τοὺς Αἰγυπτίους προφήτας ὁ Δ. γράφει «ἐγὼ δὲ πρὸς σέ, ὦ Φιλάρετε, πρὸς ὃν ἡ δύναμις, τὴν κατὰ πλάτος σοι γράφω τέχνην».
ὁ Δ. φησὶ πρὸς τὸν βασιλέα «εἰ μὴ τὰς οὐσίας καταμάθῃς καὶ τὰς οὐσίας κεράσῃς καὶ τὰ εἴδη νοήσῃς καὶ τὰ γένη συνάψῃς τοῖς γένεσιν, εἰς μάτην τῷ κόπῳ ἐπεχείρησας, ὦ βασιλεῦ».
Δημοκρίτου παίγνια
α. τὰ χαλκᾶ χρυσᾶ ποιῆσαι φαίνεσθαι: θεῖον ἄπυρον μετὰ τῆς κρητηρίας μείξας ἔκμασσε.
β. ᾠὸν ὅμοιον μήλῳ γενέσθαι: ζέσας τὸ ᾠὸν χρῖε κρόκῳ μείξας μετʼ οἴνου.
γ. μάγειρον μὴ δύνασθαι τὴν πυρὰν ἀνάψαι: βοτάνην ἀείζωον θὲς αὐτοῦ εἰς τὴν ἑστίαν.
δ. φαγόντα σκόρδα μὴ ὄζειν: ῥίζας σεύτλου ὀπτήσας φάγε.
ε. γραῦν μήτε πολλὰ λαλεῖν μήτε πολλὰ πίνειν: πίτυν κόψας βάλε αὐτῆς εἰς τὸ κρᾶμα.
ϛ. μονομάχας ἐζωγραφημένους μάχεσθαι: ὑποκάτω αὐτῶν κάπνισον λαγοῦ κεφαλήν.
ζ. ψυχρὰ τρώγοντα κατακαίεσθαι: σκίλλαν εἰς ὕδωρ χλιαρὸν βρέξας δὸς αὐτῷ νίψασθαι· λύσις ἐλαίῳ.
θ. πολλὰ πίνοντα μὴ μεθύειν: χοιραῖον πνεύμονα ὀπτήσας φάγε.
ι. ὁδοιποροῦντα μὴ διψᾶν: ᾠὸν ὠμὸν εἰς οἶνον ἀνακόψας ῥόφα.
ια. πολλὰ βινεῖν δύνασθαι: στροβίλια πεντήκοντα μετὰ δύο κυάθων γλυκέος καὶ κ κόκκους πεπέρεως τρίψας πίε.
ιβ. στύειν, ὅτε θέλεις: πέπερι μετὰ μέλιτος τρίψας χρῖέ σου τὸ πέλμα.
Πάπυροι Μάγικαι
Προγνωστικὸν ζωῆς καὶ θανάτου. γνῶθι πρὸς τίνα σελήνην ἀνέπεσε νοσῶν καὶ τὸ ὄνομα τὸ ἐκ γενετῆς συνψήφισον τῇ σελήνῃ καὶ βλέπε, πόσαι τριακάδες γίνονται, καὶ τὰ περιλειπόμενα τοῦ ἀριθμοῦ κατανόησον εἰς τὴν «σφαῖραν» καὶ ἂν ᾗ ἄνω ἡ ψῆφος, ζήσει, ἐὰν δὲ κάτω, τελευτήσει.
ταῖς τῶν καιρῶν μεταβολαῖς καὶ οἱ σφόδρα δυνατοὶ τῶν ἀσθενεστέρων ἐνδεεῖς γίνονται. νεκρὸν ἰατρεύειν καὶ γέροντα νουθετεῖν ταὐτόν ἐστι τὸν σπουδαῖον φίλον πρὸς μὲν τὰς εὐφροσύνας κληθέντα δεῖ παρεῖναι, πρὸς δὲ τὰς περιστάσεις αὐτόκλητον δεῖ συμπαρεῖναι τὸ μὴ δύνασθαι βοηθεῖν τοῖς φίλοις ἀπορίας, τὸ δὲ μὴ βούλεσθαι κακίας τεκμήριον. οἱ ἀληθινοὶ φίλοι καὶ τὰς φιλίας ἡδείας καὶ τὰς συμφορὰς ἐλαφροτέρας ποιοῦσιν ὧν μὲν συναπολαύοντες ὧν δὲ μεταλαμβάνοντες. ποθητὸς εἶναι μᾶλλον ἢ φοβερὸς κατὰ τὸν βίον προαιροῦ· ὃν γὰρ πάντες φοβοῦνται, πάντας φοβεῖται. τὰς μὲν γραμμὰς ἀσφαλεστέρας, τὰς δὲ πράξεις λαμπροτέρας ἔχειν δεῖ. τὸν ἄρχοντα δεῖ ἔχειν πρὸς μὲν τοὺς καιροὺς λογισμόν, πρὸς δὲ τοὺς ἐναντίους τόλμαν, πρὸς δὲ τοὺς ὑποτεταγμένους εὔνοιαν. δεῖ δὲ τὸν ἑτέρων μέλλοντα ἄρξειν αὐτὸν ἑαυτοῦ πρῶτον ἄρχειν. ἐν μὲν τοῖς ἐσόπτροις ὁ τῆς ὄψεως, ἐν δὲ ταῖς ὁμιλίαις ὁ τῆς ψυχῆς χαρακτὴρ βλέπεται διηνεκὴς ἐπὶ πᾶσιν ἀνθρώποις ἡ τοῦ πλούτου ἐπιθυμία. μὴ κτηθεῖσα μὲν γὰρ τρύχει, κτηθεῖσα δὲ βασανίζει ταῖς φροντίσιν, ἀποκτηθεῖσα δὲ ταῖς λύπαις. θεοῦ ἄξιόν σε ποιήσει τὸ μηδὲν ἀνάξιον πράττειν. θεῷ ὅμοιον ἔχει ὁ ἄνθρωπος τὸ εὖ ποιεῖν, ὅταν τὸ εὖ ποιεῖν μὴ καπηλεύηται, καὶ τὸ εὐεργετεῖν καὶ ἀληθεύειν καὶ κυβερνήτης ἀγαθὸς ἐνίοτε ναυαγεῖ καὶ ἀνὴρ σπουδαῖος ἀτυχεῖ ἡ μὲν μάχαιρα τέμνει, ἡ δὲ διαβολὴ χωρίζει φίλους ἡ τῶν ἀγαθῶν ἔρις ὠφελεῖ τὸν ζηλοῦντα μὴ βλάπτουσα τὸν ζηλούμενον. μικρὰ διδόναι βούλου μᾶλλον ἢ μεγάλα ἐγγυᾶν· ὅ τε γὰρ κίνδυνος ἄπεστι καὶ ὁ λαβὼν ἔργου, οὐ λόγου χρείαν ἔχει. ἐπιτηδειότατος πρὸς φιλίαν ὁ πλεῖστα ἀδικεῖσθαι δυνάμενος καὶ φέρειν. τάχος καὶ ἔπειξις ἀπέστω τοῦ ἐσθίειν· κυνῶδες γὰρ τοῦτο καὶ θηρίῳ μᾶλλον ἢ ἀνθρώπῳ πρέπον. ὥσπερ οὖν ἄλειμμα οὐδὲ τὸ ἡδὺ καλὸν οὐδὲ τὸ μακρόν, ἀλλὰ τὸ ὑγιαῖνον, οὕτω καὶ τροφὴ οὐχ ἡ ἡδεῖα καλὴ οὐδʼ ἡ πολλή, ἀλλʼ ἡ ὑγιεινή. ὁ ἀρετὴν τιμῶν πρώτην ἀλήθειαν τιμᾷ καὶ μάλιστα ὡς ἀγαθοῦ παντὸς ἡγεμόνα οὖσαν. Δ. τὸν φθόνον εἶπεν ἕλκος εἶναι ἀληθείας. μηδέποτε μακαρίσῃς ἄνθρωπον ἐπὶ πλούτῳ καὶ δόξῃ· πάντα γὰρ τὰ τοιαῦτα τῶν ἀγαθῶν ἐλάττονι πίστει τῶν ἀνέμων δέδεται.
ὁ αὐτὸς εἶπεν· «ἓν μόνον οἶδα, ὅτι οὐκ οἶδα.»
Μεσσαχάλλα ὁ Δ. βιβλία ιδ, ἤγουν Περὶ γενεθλίων ϛ, Περὶ ἐρωτήσεων δ, Περὶ τῶν συνόδων δύο, Περὶ λογισμοῦ α καὶ Περὶ τῶν κλιμάτων α.
Δημοκρίτου φιλοσόφου τοὐναντίον. Παντοίην βιότοιο κτλ.