ΚΟΡΝΟΥΤΟΥΕΠΙΔΡΟΜΗ ΤΩΝ ΚΑΤΑ ΤΗΝ ΕΛΛΗΝΙΚΗΝ ΘΕΟΛΟΓΙΑΝ ΠΑΡΑΔΕΔΟΜΕΝΩΝ.
Ὁ οὐρανός, ὦ παιδίον, περιέχει κύκλῳ τὴν γῆν καὶ τὴν θάλατταν καὶ τὰ ἐπὶ γῆς καὶ τὰ ἐν θαλάττῃ πάντα καὶ διὰ τοῦτο ταύτης ἔτυχε τῆς προσηγορίας, οὖρος ὢν ἄνω πάντων καὶ ὁρίζων τὴν φύσιν· ἔνιοι δέ φασιν ἀπὸ τοῦ ὠρεῖν ἢ ὠρεύειν τὰ ὄντα, ὅ ἐστι φυλάττειν, οὐρανὸν κεκλῆσθαι, ἀφʼ οὗ καὶ ὁ θυρωρὸς ὠνομάσθη καὶ τὸ πολυωρεῖν· ἄλλοι δὲ αὐτὸν ἀπὸ τοῦ ὁρᾶσθαι ἄνω ἐτυμολογοῦσι. καλεῖται δὲ σὺν πᾶσιν οἷς περιέχει κόσμος ἀπὸ τοῦ κάλλιστα διακεκοσμῆσθαι. τινὲς δὲ τῶν ποιητῶν Ἄκμονος ἔφασαν αὐτὸν υἱὸν εἶναι, τὸ ἄκμητον τῆς περιφορᾶς αὐτοῦ αἰνιττόμενοι, ἢ προλαβόντες ὅτι ἄφθαρτός ἐστι τοῦτο παριστᾶσι διὰ τῆς ἐτυμολογίας· κεκμηκέναι γὰρ λέγομεν τοὺς τετελευτηκότας. ἡ δὲ οὐσία αὐτοῦ πυρώδης ἐστίν, ὡς δῆλον ἐκ τοῦ ἡλίου καὶ ἐκ τῶν ἄλλων ἄστρων. ὅθεν καὶ αἰθὴρ ἐκλήθη τὸ ἐξωτάτω μέρος τοῦ κόσμου ἀπὸ τοῦ αἴθεσθαι· τινὲς δέ φασιν ἀπὸ τοῦ ἀεὶ θεῖν οὕτως αὐτὸν ὠνομάσθαι, ὅ ἐστι ῥοίζῳ φέρεσθαι. καὶ τὰ ἄστρα γὰρ οἱονεὶ ἄστατά ἐστιν ὡς οὐδέποτε ἱστάμενα, ἀλλʼ ἀεὶ κινούμενα. εὔλογον δὲ καὶ τοὺς θεοὺς ἀπὸ τῆς θεύσεως ἐσχηκέναι τὴν προσηγορίαν· πρῶτον γὰρ οἱ ἀρχαῖοι θεοὺς ὑπελάμβανον εἶναι οὓς ἑώρων ἀδιαλείπτως φερομένους, αἰτίους αὐτοὺς νομίσαντες εἶναι τῶν τοῦ ἀέρος μεταβολῶν καὶ τῆς σωτηρίας τῶν ὅλων. τάχα δʼ ἂν εἶεν θεοὶ θετῆρες καὶ ποιηταὶ τῶν γινομένων.
Ὥσπερ δὲ ἡμεῖς ὑπὸ ψυχῆς διοικούμεθα, οὕτω καὶ ὁ κόσμος ψυχὴν ἔχει τὴν συνέχουσαν αὐτὸν, καὶ αὕτη καλεῖται Ζεύς, πρώτως καὶ διὰ παντὸς ζῶσα καὶ αἰτία οὖσα τοῖς ζῶσι τοῦ ζῆν· διὰ τοῦτο δὲ καὶ βασιλεύειν ὁ Ζεὺς λέγεται τῶν ὅλων, ὡς ἂν καὶ ἐν ἡμῖν ἡ ψυχὴ καὶ ἡ φύσις ἡμῶν βασιλεύειν ῥηθείη. Δία δὲ αὐτὸν καλοῦμεν ὅτι διʼ αὐτὸν γίνεται καὶ σώζεται πάντα. παρὰ δέ τισι καὶ Δεὺς λέγεται, τάχα ἀπὸ τοῦ δεύειν τὴν γῆν ἢ μεταδιδόναι τοῖς ζῶσι ζωτικῆς ἰκμάδος. οἰκεῖν δὲ ἐν τῷ οὐρανῷ λέγεται, ἐπεὶ ἐκεῖ ἐστι τὸ κυριώτατον μέρος τῆς τοῦ κόσμου ψυχῆς· καὶ γὰρ αἱ ἡμέτεραι ψυχαὶ πῦρ εἰσιν. Γυνὴ δὲ καὶ ἀδελφὴ αὐτοῦ παραδέδοται ἡ Ἥρα, ἥτις ἐστὶν ὁ ἀήρ. συνῆπται γὰρ εὐθὺς αὐτῷ καὶ κεκόλληται αἰρομένη ἀπὸ τῆς γῆς ἐκείνου αὐτῇ ἐπιβεβηκότος· καὶ γεγόνασιν ἐκ τῆς εἰς τὰ αὐτὰ ῥύσεως, ῥυεῖσα γὰρ εἰς λεπτότητα ἡ οὐσία τό τε πῦρ καὶ τὸν ἀέρα ὑφίστησιν. ἐφʼ ᾧ καὶ Ῥέαν τὴν μητέρα αὐτῶν ἐμύθευσαν εἶναι, πατέρα δὲ τὸν Κρόνον ἤτοι διὰ τὸ ἐν τεταγμένοις χρόνου μέτροις γενέσθαι ταῦτα ἢ διὰ τὸ κατὰ σύγκρισιν καὶ βρασμὸν τῆς ὕλης τὴν εἰς τὰ στοιχεῖα διάκρισιν ἀποτελεῖσθαι ἤ, ὅπερ πιθανώτατον, διὰ τὸ τηνικαῦτα ὑφίστασθαι τὸν αἰθέρα καὶ τὸν ἀέρα, ἡνίκʼ ἂν ἐκ πυρὸς κινῆται ἡ φύσις ἐπὶ τὸ κραίνειν καὶ ἀποτελεῖν τὰ ὄντα. Διὰ δὲ ταύτην τὴν αἰτίαν καὶ τὸν Ποσειδῶνα ἔφασαν οἱ ἀρχαῖοι Κρόνου καὶ Ῥέας υἱὸν εἶναι· καὶ γὰρ τὸ ὕδωρ ἐκ τῆς εἰρημένης μεταβολῆς γίνεται. Ποσειδῶν δέ ἐστιν ἡ ἀπεργαστικὴ τοῦ ἐν τῇ γῇ καὶ περὶ τὴν γῆν ὑγροῦ δύναμις, εἴτουν ἀπὸ τῆς πόσεως οὕτω κληθεῖσα καὶ τοῦ διδόναι ταύτην, εἴτε λόγος καθʼ ὃν ἰδίει ἡ φύσις ἐστίν, εἴθʼ οἱονεὶ πεδοσείων ὠνόμασται κατὰ τὴν παραδειχθησομένην αὐτοῦ ἰδιότητα. Ἀδελφὸς δὲ αὐτῶν καὶ ὁ Ἅιδης εἶναι λέγεται. οὗτος δέ ἐστιν ὁ παχυμερέστατος καὶ προσγειότατος ἀήρ· ὁμοῦ γὰρ αὐτοῖς γίνεται καὶ αὐτὸς ἀρξαμένης ῥεῖν καὶ κραίνειν τὰ ὄντα κατὰ τοὺς ἐν αὑτῇ λόγους τῆς φύσεως. καλεῖται δὲ Ἅιδης ἢ ὅτι καθʼ ἑαυτὸν ἀόρατός ἐστιν, ὅθεν καὶ διαιροῦντες Ἀΐδην αὐτὸν ὀνομάζουσιν, ἢ κατʼ ἀντίφρασιν ὡσὰν ὁ ἁνδάνων ἡμῖν· εἰς τοῦτον γὰρ χωρεῖν ἡμῖν κατὰ τὸν θάνατον αἱ ψυχαὶ δοκοῦσιν ἥκιστα ἁνδάνοντος ἡμῖν τοῦ θανάτου. καὶ Πλούτων δὲ ἐκλήθη διὰ τὸ πάντων φθαρτῶν ὄντων μηδὲν εἶναι ὃ μὴ τελευταῖον εἰς αὐτὸν κατατάττεται καὶ αὐτοῦ κτῆμα γίνεται. Τῆς δὲ Ῥέας κατὰ τὴν παραδεδειγμένην ῥύσιν εἰδοποιουμένης εἰκότως ἤδη καὶ τὴν τῶν ὄμβρων αἰτίαν ἀνατιθέντες αὐτῇ, ὅτι ὡς ἐπὶ τὸ πολὺ μετὰ βροντῶν καὶ ἀστραπῶν συμβαίνει γίνεσθαι, καὶ ταύτην παρεισήγαγον τυμπάνοις καὶ κυμβάλοις καὶ κεραυλίαις καὶ λαμπαδηφορίαις χαίρουσαν. ἐπεὶ δʼ ἄνωθεν οἱ ὄμβροι καταράττουσι, πολλαχοῦ δὲ καὶ ἀπὸ τῶν ὀρῶν ἐπερχόμενοι φαίνονται, ὀρείαν αὐτὴν προσηγόρευσαν καὶ τὰ γενναιότατα τῶν ἐν τοῖς ὄρεσι γινομένων ζῴων, τοὺς λέοντας, ἡνιοχουμένους ὑπʼ αὐτῆς παρεισήγαγον. πυργωτὸν δὲ περίκειται στέφανον ἤτοι διὰ τὸ καταρχὰς ἐπὶ τῶν ὀρῶν τίθεσθαι τὰς πόλεις ὀχυρότητος ἕνεκεν ἢ ἐπεὶ ἀρχηγός ἐστι τῆς πρώτης καὶ ἀρχετύπου πόλεως, τοῦ κόσμου. κωδίαν δʼ ἀνατιθέασιν αὐτῇ παριστάντες ὅτι αἰτία τῆς ζωογονίας αὕτη ἐγένετο. κατὰ τοῦτο δὲ καὶ ἄλλους τινὰς τύπους περὶ τὸ στῆθος αὐτῆς περιτιθέασιν, ὡς τῆς τῶν ὄντων ποικιλίας καὶ παντὸς χρήματος διʼ αὐτῆς γεγονότος. ἔοικε δʼ αὕτη καὶ ἡ παρὰ Σύροις Ἀταργάτις εἶναι, ἣν καὶ διὰ τοῦ περιστερᾶς καὶ ἰχθύος ἀπέχεσθαι τιμῶσι, σημαίνοντες ὅτι τὰ μάλιστα δηλοῦντα τὴν τῆς οὐσίας αἵρεσιν ἀὴρ καὶ ὕδωρ. Φρυγία δʼ ἰδίως εἴρηται διὰ τὸ θρησκεύεσθαι παρὰ τοῖς Φρυξὶν ἐξόχως, παρʼ οἷς καὶ ἡ τῶν γάλλων ἐπεπόλασε παρεδρία τάχα τι τοιοῦτον ἐμφαίνουσα, ὁποῖον καὶ παρὰ τοῖς Ἕλλησι περὶ τῆς τοῦ Οὐρανοῦ ἐκτομῆς μεμύθευται.
Πρῶτον μὲν γὰρ ὁ Κρόνος λέγεται καταπίνειν τὰ ἐκ τῆς Ῥέας αὐτῷ γινόμενα τέκνα, ἐπειδὴ ὅσα ἂν γίνηται κατὰ τὸν εἰρημένον τῆς κινήσεως λόγον πάλιν κατὰ τὸν αὐτὸν ἐν περιόδῳ ἀφανίζεται· καὶ ὁ χρόνος δὲ τοιοῦτόν τί ἐστι· δαπανᾶται γὰρ ὑπʼ αὐτοῦ τὰ γινόμενα ἐν αὐτῷ. εἶτα τὴν Ῥέαν φασὶν γεννωμένου αὐτῇ τοῦ Διὸς λίθον ἀντʼ αὐτοῦ προσενεγκεῖν ἐσπαργανωμένον τῷ Κρόνῳ, τοῦτον εἰποῦσαν τετοκέναι· κἀκεῖνον μὲν καταποθῆναι ὑπʼ αὐτοῦ, τὸν δὲ Δία λάθρα τραφέντα βασιλεῦσαι τοῦ κόσμου. ἐνταῦθʼ οὖν ἄλλως εἴληπται ἡ κατάποσις· συντέτακται γὰρ ὁ μῦθος περὶ τῆς τοῦ κόσμου γενέσεως, ἐν ᾧ τότε ἀνετράφη ἡ διοικοῦσα αὐτὸν φύσις καὶ ἐπεκράτησεν, ὅτε εἰς τὸ μεσαίτατον αὐτοῦ ὁ λίθος οὗτος, ὃν καλοῦμεν γῆν, οἱονεὶ καταποθεὶς ἐγκατεστηρίχθη. οὐ γὰρ ἂν ἄλλως συνέστη τὰ ὄντα, εἰ μὴ ὡς ἐπὶ θεμελίου ταύτης ἠρείσθη, γινομένων καὶ τρεφομένων ἐντεῦθεν πάντων. Τελευταῖον δὲ ὁ μὲν Κρόνος ἱστορεῖται συνεχῶς κατιόντα ἐπὶ τῷ μίγνυσθαι τῇ Γῇ τὸν Οὐρανὸν ἐκτεμεῖν καὶ παῦσαι τῆς ὕβρεως, ὁ δὲ Ζεὺς ἐκβαλὼν αὐτὸν τῆς βασιλείας καταταρταρῶσαι. διὰ γοῦν τούτων αἰνίττονται ὅτι ἡ τῆς τῶν ὅλων γενέσεως τάξις, ἣν ἔφαμεν ἀπὸ τοῦ κραίνειν Κρόνον εἰρῆσθαι, τὴν γινομένην τέως πολλὴν ῥύσιν τοῦ περιέχοντος ἐπὶ τὴν γῆν ἔστειλε λεπτοτέρας ποιήσασα τὰς ἀναθυμιάσεις. ἡ δὲ τοῦ κόσμου φύσις ἐπισχύσασα, ἣν δὴ Δία ἐλέγομεν καλεῖσθαι, τὸ λίαν φερόμενον τῆς μεταβολῆς ἐπέσχε καὶ ἐπέδησε μακροτέραν διεξαγωγὴν δοὺς αὐτῷ τῷ κόσμῳ.
Κατʼ ἄλλον δὲ λόγον τὸν Ὠκεανὸν ἔφασαν ἀρχέγονον εἶναι πάντων—οὐ γὰρ μία μυθολογία περὶ τοῦτον ἐγένετο τὸν τόπον—, τούτου δʼ εἶναι γυναῖκα Τηθύν. ἔστι δʼ Ὠκεανὸς μὲν ὁ ὠκέως νεόμενος λόγος καὶ ἐφεξῆς μεταβάλλων, Τηθὺς δὲ ἡ τῶν ποιοτήτων ἐπιμονή. ἐκ γὰρ τῆς τούτων συγκράσεως ἢ μίξεως ὑφίσταται τὰ ὄντα· οὐδὲν δʼ ἂν ἦν, εἰ θάτερον ἄμικτον ἐπεκράτει.
Μετὰ δὲ ταῦτα ἄλλως ὁ ΖΕῪΣ πατὴρ λέγεται θεῶν καὶ ἀνθρώπων εἶναι διὰ τὸ τὴν τοῦ κόσμου φύσιν αἰτίαν γεγονέναι τῆς τούτων ὑποστάσεως, ὡς οἱ πατέρες γεννῶσι τὰ τέκνα. νεφεληγερέτην δʼ αὐτὸν καὶ ἐρίγδουπον καλοῦσι καὶ τὸν κεραυνὸν αὐτῷ καὶ τὴν αἰγίδα ἀνατιθέασι τῷ ἄνω ὑπὲρ ἡμᾶς τὰ νέφη καὶ τὰς βροντὰς συνίστασθαι καὶ τοὺς κεραυνοὺς ἐκεῖθεν καὶ τὰς καταιγίδας κατασκήπτειν, τῷ τὸν οὐρανὸν λελογχότι θεῷ παντὸς τοῦ ὑπὲρ τὴν γῆν τόπου ἀπονεμομένου. καὶ διὰ μὲν τὰς αἰγίδας αἰγίοχος ἐκλήθη, διʼ ἄλλας δὲ ὁμοειδεῖς καὶ εὐεπιγνώστους αἰτίας ὑέτιος καὶ ἐπικάρπιος καὶ καταιβάτης καὶ ἀστραπαῖος καὶ ἄλλως πολλαχῶς κατὰ διαφόρους ἐπινοίας. καὶ σωτῆρα καὶ ἕρκειον καὶ πολιέα καὶ πατρῷον καὶ ὁμόγνιον καὶ ξένιον καὶ κτήσιον καὶ βουλαῖον καὶ τροπαιοῦχον καὶ ἐλευθέριον αὐτὸν προσαγορεύουσιν, ἀπεριλήπτων ὅσων ὀνομασιῶν αὐτοῦ τοιούτων οὐσῶν, ἐπειδὴ διατέτακεν εἰς πᾶσαν δύναμιν καὶ σχέσιν καὶ πάντων αἴτιος καὶ ἐπόπτης ἐστίν. οὕτω δʼ ἐῤῥήθη καὶ τῆς Δίκης πατὴρ εἶναι—ὁ γὰρ παραγαγὼν εἰς τὰ πράγματα τὴν κοινωνίαν τῶν ἀνθρώπων καὶ παραγγείλας αὐτοῖς μὴ ἀδικεῖν ἀλλήλους οὗτός ἐστι—καὶ τῶν Χαρίτων— ἐντεῦθέν τε γάρ εἰσιν αἱ τοῦ χαρίζεσθαι καὶ εὐεργετεῖν ἀρχαὶ—καὶ τῶν Ὡρῶν, τῶν κατὰ τὰς τοῦ περιέχοντος μεταβολὰς σωτηρίους τῶν ἐπὶ γῆς γινομένων καὶ τῶν ἄλλων ὠνομασμένων ἀπὸ τῆς φυλακῆς. παρεισάγουσι δʼ αὐτὸν τελείου ἀνδρὸς ἡλικίαν ἔχοντα, ἐπεὶ οὔτε τὸ παρηκμακὸς οὔτε τὸ ἐλλιπὲς ἐμφαίνει, κατηρτυκότι δὲ οἰκεῖον, διὰ τοῦτο καὶ τελείων αὐτῷ θυομένων. τὸ δὲ σκῆπτρον τῆς δυναστείας αὐτοῦ σύμβολόν ἐστι, βασιλικὸν φόρημα ὑπάρχον, ἢ τοῦ ἀπτώτως αὐτὸν ἔχειν καὶ ἀσφαλῶς ὡς τοὺς ἐπὶ βάκτροις ἐρηρεισμένους· τὸ δὲ βέλος, ὃ ἐν τῇ δεξιᾷ χειρὶ κατέχει, σαφεστέρας ἢ κατʼ ἐπεξήγησιν ὀνομασίας ἐστί. πολλαχοῦ δὲ καὶ Νίκην κρατῶν πλάττεται· περίεστι γὰρ πάντων καὶ ἡττᾶν αὐτὸν οὐδὲν δύναται. ἱερὸς δʼ ὄρνις αὐτοῦ ἀετὸς λέγεται εἶναι διὰ τὸ ὀξύτατον τοῦτο τῶν πτηνῶν εἶναι. στέφεται δʼ ἐλαίᾳ διὰ τὸ ἀειθαλὲς καὶ λιπαρὸν καὶ πολύχρηστον ἢ διὰ τὴν ἐμφέρειαν τῆς πρὸς τὸν οὐρανὸν γλαυκότητος. λέγεται δʼ ὑπό τινων καὶ ἀλάστωρ καὶ παλαμναῖος τῷ τοὺς ἀλάστορας καὶ παλαμναίους κολάζειν, τῶν μὲν ὠνομασμένων ἀπὸ τοῦ τοιαῦτα ἁμαρτάνειν, ἐφʼ οἷς ἔστιν ἀλαστῆσαι καὶ στενάξαι, τῶν δὲ ἀπὸ τοῦ ταῖς παλάμαις μιάσματα ἀνέκθυτα ἀποτελεῖν. Κατὰ τοῦτον τὸν λόγον καὶ αἱ λεγόμεναι Ἐριννύες γεγόνασιν, ἐρευνήτριαι τῶν ἁμαρτανόντων οὖσαι, Μέγαιρα καὶ Τισιφόνη καὶ Ἀληκτώ, ὡσπερεὶ μεγαίροντος τοῖς τοιούτοις τοῦ θεοῦ καὶ τιννυμένου τοὺς γινομένους ὑπʼ αὐτῶν φόνους καὶ ἀλήκτως καὶ ἀπαύστως τοῦτο ποιοῦντος. Σεμναὶ δʼ ὄντως αὗται αἱ θεαὶ καὶ Εὐμενίδες εἰσί· κατὰ γὰρ τὴν εἰς τοὺς ἀνθρώπους εὐμένειαν τῆς φύσεως διατέτακται καὶ τὸ τὴν πονηρίαν κολάζεσθαι. φρικώδεις δὲ τὰς ὄψεις ἔχουσι, πυρὶ καὶ μάστιξι τοὺς ἀσεβεῖς διώκουσαι καὶ ὀφιοπλόκαμοι λεγόμεναι, τῷ τοιαύτην τοῖς κακοῖς φαντασίαν ποιεῖν, ἃς ἂν ἀποτίνωσι ποινὰς ἀντὶ τῶν πλημμελημάτων. ἐν Ἅιδου δὲ οἰκεῖν λέγονται διὰ τὸ ἐν ἀσαφεῖ κεῖσθαι τὰς τούτων αἰκίας καὶ ἀπροόρατον ἐφίστασθαι τὴν τίσιν τοῖς ἀξίοις. Ἀκολούθως δὲ τούτοις λέγεται καὶ ὅτι
πάντʼ ἐφορᾷ Διὸς ὀφθαλμὸς καὶ πάντʼ ἐπακούει. πῶς γὰρ οἷόν τέ ἐστι τὴν διὰ πάντων διήκουσαν δύναμιν λανθάνειν τι τῶν ἐν τῷ κόσμῳ γινομένων; προσαγορεύουσι δὲ καὶ μείλιχον τὸν Δία, εὐμείλικτον ὄντα τοῖς ἐξ ἀδικίας μετατιθεμένοις, οὐ δέοντος ἀδιαλλάκτως ἔχειν πρὸς αὐτούς· διὰ τοῦτο γὰρ καὶ ἱκεσίου Διός εἰσι βωμοὶ καὶ τὰς Λιτὰς ὁ ποιητὴς ἔφη τοῦ Διὸς εἶναι θυγατέρας, χωλὰς μὲν οὔσας διὰ τὸ πίπτειν τοὺς γονυπετοῦντας, ῥυσὰς δὲ ἐπὶ παραστάσει τῆς ἀσθενείας τῶν ἱκετευόντων, παραβλῶπας δὲ τῷ παριδόντας τινάς τινα ὕστερον ἀνάγκην ἴσχειν λιτανείας.
Ὁ Ζεὺς δέ ἐστι καὶ ἡ Μοῖρα διὰ τὸ μὴ ὁρωμένη διανέμησις εἶναι τῶν ἐπιβαλλόντων ἑκάστῳ, ἐντεῦθεν ἤδη τῶν ἄλλων μερίδων μοιρῶν ὠνομασμένων. Αἶσα δέ ἐστιν ἡ ἄιστος καὶ ἄγνωστος αἰτία τῶν γινομένων—ἐμφαίνεται δὲ νῦν ἡ τῶν κατὰ μέρος ἀδηλότης—ἤ, ὡς οἱ πρεσβύτεροι, ἡ ἀεὶ οὖσα. Εἱμαρμένη δέ ἐστι καθʼ ἣν μέμαρπται καὶ συνείληπται πάντα ἐν τάξει καὶ στοίχῳ μὴ ἔχοντι πέρας τὰ γινόμενα. Ἀνάγκη δέ ἐστιν ἣν ἆξαι καὶ ἧς περιγενέσθαι οὐκ ἔστιν ἢ ἐφʼ ἣν πᾶν ὃ ἂν γένηται τὴν ἀναγωγὴν λαμβάνει. κατʼ ἄλλον δὲ τρόπον τρεῖς Μοῖραι παρεισάγονται κατὰ τὸ τρισσὸν τῶν χρόνων· καὶ Κλωθὼ μὲν ὠνόμασται μία αὐτῶν ἀπὸ τοῦ κλώσει ἐρίων ἐοικέναι τὰ γινόμενα ἄλλων ἄλλοις ἐπιπιπτόντων, καθὸ καὶ νήθουσαν αὐτὴν πρεσβυτάτην διατυποῦσι, Λάχεσις δʼ ἄλλη ἀπὸ τοῦ τῇ κατὰ τοὺς κλήρους λήξει τὰ ἀποδιδόμενα ἑκάστῳ προσεοικέναι, Ἄτροπος δὲ ἡ τρίτη διὰ τὸ ἀτρέπτως ἔχειν τὰ κατʼ αὐτὴν διατεταγμένα ἡ δʼ αὐτὴ δύναμις οἰκείως ἂν δόξαι τῶν τριῶν προσηγοριῶν τυγχάνειν. αὕτη δέ ἐστι καὶ Ἀδράστεια, ἤτοι παρὰ τὸ ἀνέκφευκτος καὶ ἀναπόδραστος εἶναι ὠνομασμένη ἢ παρὰ τὸ ἀεὶ δρᾶν τὰ καθʼ αὑτήν, ὡσὰν ἀειδράστεια οὖσα, ἢ τοῦ στερητικοῦ μορίου πλῆθος νῦν ἀποδηλοῦντος ὡς ἐν τῇ «ἀξύλῳ ὕλῃ»· πολυδράστεια γάρ ἐστι. Νέμεσις δὲ ἀπὸ τῆς νεμήσεως προσηγόρευται— διαιρεῖ γὰρ τὸ ἐπιβάλλον ἑκάστῳ—, Τύχη δὲ ἀπὸ τοῦ τεύχειν ἡμῖν τὰς περιστάσεις καὶ τῶν συμπιπτόντων τοῖς ἀνθρώποις δημιουργὸς εἶναι, Ὄπις δὲ ἀπὸ τοῦ λανθάνουσα καὶ ὥσπερ παρακολουθοῦσα ὄπισθεν καὶ παρατηροῦσα τὰ πραττόμενα ὑφʼ ἡμῶν κολάζειν τὰ κολάσεως ἄξια.
Λέγεται δʼ ἐκ Μνημοσύνης γεννῆσαι τὰς Μούσας ὁ Ζεύς, ἐπειδὴ καὶ τῶν κατὰ παιδείαν μαθημάτων αὐτὸς εἰσηγητὴς ἐγένετο, ἃ διὰ μελέτης καὶ κατοχῆς ἀναλαμβάνεσθαι πέφυκε ὡς ἀναγκαιότατα πρὸς τὸ εὖ ζῆν ὄντα. καλοῦνται δὲ Μοῦσαι ἀπὸ τῆς μώσεως, τουτέστι ζητήσεως, καθὸ εἴρηται
ὦ πονηρέ, μὴ τὰ μαλακὰ μῶσο, μὴ τὰ σκλήρʼ ἔχῃς. ἐννέα δʼ εἰσὶ διὰ τὸ τετραγώνους, ὥς φησί τις, καὶ περιττοὺς τοὺς προσέχοντας αὐταῖς ἀποτελεῖν· τοιοῦτος γάρ ἐστιν ὁ τῶν ἐννέα ἀριθμός, συνιστάμενος κατὰ τὸ ἐφʼ ἑαυτὸν γενέσθαι τὸν πρῶτον ἀπὸ τῆς μονάδος τελειότητός τινος μετέχειν δοκοῦντα ἀριθμόν. λέγονται δὲ παρά τισι καὶ δύο μόναι εἶναι, παρʼ οἷς δὲ τρεῖς, παρʼ οἷς δὲ τέτταρες, παρʼ οἷς δὲ ἑπτά· τρεῖς μὲν διὰ τὴν προειρημένην τῆς τριάδος τελειότητα ἢ καὶ διὰ τὸ τρία γένη σκεμμάτων εἶναι, διʼ ὧν ὁ κατὰ φιλοσοφίαν λόγος συμπληροῦται· δύο δὲ ἀπὸ τοῦ θεωρεῖν τε καὶ πράττειν τὰ δέοντα ἐπιβάλλειν ἡμῖν καὶ ἐν δυσὶ τούτοις συνίστασθαι τὸ πεπαιδεῦσθαι· τέτταρες δὲ καὶ ἑπτὰ τάχα διὰ τὸ τὰ παλαιὰ τῶν μουσικῶν ὄργανα τοσούτους φθόγγους ἐσχηκέναι. θήλειαι δὲ παρήχθησαν πρὸς σύμβολον τοῦ ἐξ ἐνδομενείας καὶ ἑδραιότητος τὴν πολυμάθειαν περιγίνεσθαι. σύνεισι δὲ καὶ συγχορεύουσιν ἀλλήλαις πρὸς παράστασιν τοῦ τὰς ἀρετὰς ἀχωρίστους αὑτῶν καὶ ἀδιαζεύκτους εἶναι. περὶ δὲ τοὺς τῶν θεῶν ὕμνους καὶ τὴν θεραπείαν κατασχολοῦνται μάλιστα, ἐπειδὴ στοιχεῖον παιδείας ἐστὶ τὸ ἀφορᾶν πρὸς τὸ θεῖον καὶ τοῦθʼ ὑπόδειγμα τοῦ βίου ποιησαμένους ἀνὰ στόμα ἔχειν δεῖ. ἄλλως δὲ Κλειὼ μὲν μία τῶν Μουσῶν ἐστιν ἀπὸ τοῦ κλέους τυγχάνειν τοὺς πεπαιδευμένους καὶ αὐτούς τε καὶ ἑτέρους κλεΐζειν, Εὐτέρπη δὲ ἀπὸ τοῦ τὰς ὁμιλίας αὐτῶν ἐπιτερπεῖς καὶ ἀγωγοὺς εἶναι, Θάλεια δὲ ἤτοι διὰ τὸ θάλλειν αὐτῶν τὸν βίον ἢ διὰ τὸ ἔχειν αὐτοὺς καὶ τὴν συμποτικὴν ἀρετὴν ἐπιδεξίως καὶ εὐμούσως ἐν ταῖς θαλείαις ἀναστρεφομένους, Μελπομένη δὲ ἀπὸ τῆς μολπῆς γλυκείας τινὸς φωνῆς μετὰ μέλους οὔσης—μέλπονται γὰρ ὑπὸ πάντων οἱ ἀγαθοὶ καὶ μέλπουσι καὶ αὐτοὶ τοὺς θεοὺς καὶ τοὺς πρὸ αὑτῶν γεγονότας—, Τερψιχόρη δὲ διὰ τὸ τέρπεσθαι καὶ χαίρειν αὐτοὺς τὸ πλεῖστον μέρος τοῦ βίου ἢ διὰ τὸ καὶ ἀπὸ τοῦ ὁρᾶσθαι παρέχειν τέρψιν τοῖς προσπελάζουσιν αὐτοῖς, ἑνὸς στοιχείου πλεονάζοντος ἐν τῷ ὀνόματι, τάχα δὲ ἐπεὶ καὶ χόρους ἵστασαν οἱ παλαιοὶ τοῖς θεοῖς, συντιθέντων αὐτοῖς τὰς ᾠδὰς τῶν σοφωτάτων· ἡ δὲ Ἐρατὼ πότερον ἀπὸ τοῦ ἔρωτος λαβοῦσα τὴν ὀνομασίαν τὴν περὶ πᾶν εἶδος φιλοσοφίας ἐπιστροφὴν παρίστησιν ἢ τῆς περὶ τὸ ἔρεσθαι καὶ ἀποκρίνεσθαι δυνάμεως ἐπίσκοπός ἐστιν, ὡς δὴ διαλεκτικῶν ὄντων τῶν σπουδαίων· Πολύμνια δέ ἐστιν ἡ πολυύμνητος ἀρετὴ ἢ μᾶλλον ἴσως ἡ πολλοὺς ὑμνοῦσα καὶ ὅσα περὶ τῶν προγενεστέρων ὑμνεῖται παρειληφυῖα καὶ τῆς ἔκ τε ποιημάτων καὶ τῶν ἄλλων συγγραμμάτων ἱστορίας ἐπιμελουμένη. Οὐρανία δέ ἐστιν ἡ περὶ τὰ οὐράνια καὶ τὴν τῶν ὅλων φύσιν ἐπιστήμη—τὸν γὰρ ὅλον κόσμον οὐρανὸν ἐκάλουν οἱ παλαιοί—, Καλλιόπη δὲ ἡ καλλίφωνος καὶ καλλιεπὴς ῥητορική, διʼ ἧς καὶ πολιτεύονται καὶ δήμοις προσφωνοῦσιν, ἄγοντες αὐτοὺς πειθοῖ καὶ οὐ βίᾳ ἐφʼ ὅτι ἂν προαιρῶνται, διʼ ἣν αἰτίαν ταύτην μάλιστά φησι βασιλεῦσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖν. ἀποδίδονται δὲ αὐταῖς ποικίλα ὄργανα, ἐμφαίνοντος ἑκάστου ὅτι ἥρμοσται καὶ σύμφωνος αὐτὸς ἑαυτῷ καὶ ὁμολογούμενος ὁ τῶν ἀγαθῶν βίος ἐστί. συγχορεύει δʼ αὐταῖς ὁ Ἀπόλλων διὰ τὴν κοινωνίαν τῆς μουσικῆς· παραδέδοται γὰρ καὶ οὗτος κιθαριστὴς διʼ ἣν εἴσῃ μετʼ ὀλίγον αἰτίαν. ἐν δὲ τοῖς ὄρεσί φασι χορεύειν, ἐπειδὴ χρείαν ἔχουσι τοῦ μονάζειν καὶ συνεχῶς εἰς τὴν ἐρημίαν ἀναχωρεῖν οἱ φιλομαθοῦντες, ἧς χωρὶς οὐδὲν σεμνὸν ἐξευρίσκεται κατὰ τὸν κωμικόν. τούτου δʼ ἕνεκεν καὶ ἐπὶ ἐννέα νύκτας λέγεται συγγενόμενος τῇ Μνημοσύνῃ ὁ Ζεὺς γεννῆσαι αὐτάς· καὶ γὰρ τῆς ἐν νυκτὶ ζητήσεως δεῖ πρὸς τὰ κατὰ παιδείαν· εὐφρόνην γοῦν οὐ διʼ ἄλλο τι οἱ ποιηταὶ τὴν νύκτα ἐκάλεσαν, καὶ ὁ Ἐπίχαρμος αὐτίκα
αἴτε τι, φησί, ζατεῖ σοφόν τις, νυκτὸς ἐνθυμητέον, καὶ
πάντα τὰ σπουδαῖα νυκτὸς μᾶλλον ἐξευρίσκεται. στεφανοῦνται δὲ φοίνικι, ὡς μέν τινες νομίζουσιν, διὰ τὴν ὁμωνυμίαν, ἀπὸ τοῦ Φοινίκων δοκεῖν εὕρημα εἶναι τὰ γράμματα, ὡς δʼ εὐλογώτερόν ἐστʼ ἔχειν, διὰ τὸ τρυφερὸν καὶ εὐερνὲς καὶ ἀείζωον καὶ δυσανάβατον καὶ γλυκύκαρπον τοῦ φυτοῦ.
Ἐπιβάλλοντος δʼ ἡμῖν, ὡς εἴρηται, καὶ εὐεργετικοῖς εἶναι, παραδεδώκασιν οἱ πλεῖστοι Διὸς θυγατέρας τὰς Χάριτας οἱ μὲν ἐξ Εὐρυδόμης αὐτῷ γεγονυίας τῷ μάλιστα ἐξ εὐρέων καὶ διαβεβηκότων δόμων τὰς δωρεὰς φιλεῖν δίδοσθαι, οἱ δʼ ἐξ Εὐρυνόμης, καὶ τούτου παριστάντος ὅτι χαριστικώτεροί πώς εἰσιν ἢ ὀφείλουσιν εἶναι οἱ μεγάλους κλήρους νεμόμενοι, τινὲς δʼ ἐξ Εὐρυμεδούσης, εἰς ταὐτὸ συντείνοντος καὶ τούτου τοῦ ἐτύμου, κυριεύουσι γὰρ τῶν ἰδίων οἱ ἄνθρωποι· τὴν δʼ Ἥραν ἄλλοι διδόασιν αὐταῖς μητέρα, ἵνʼ εὐγενέσταται τῶν θεῶν ὦσιν, ὡς περὶ τῶν πράξεών εἰσι. πρὸς ἄλλην δὲ ἔμφασιν γυμναὶ παρεισάγονται, ὡς καὶ τῶν μηδὲν κτῆμα ἐχόντων ὑπουργεῖν τινα ὠφελίμως δυναμένων καὶ οὐ περιουσιάζεσθαι πάντως, ἵνα τις εὐεργετικὸς ᾖ, δέοντος, ὡς εἴρηται καὶ τὸ ξενίων δέ τε θυμὸς ἄριστος· τινὲς δὲ οἴονται διὰ τῆς γυμνητείας αὐτῶν παρίστασθαι τὸ εὐλύτως καὶ ἀνεμποδίστως δεῖν ἔχειν πρὸς τὸ χαρίζεσθαι. λέγονται δʼ ὑφʼ ὧν μὲν δύο εἶναι, ὑφʼ ὧν δὲ τρεῖς· δύο μέν, ἐπειδὴ τοὺς μὲν προκατάρχειν δεῖ χάριτος, τοὺς δὲ ἀμείβεσθαι· τρεῖς δέ, ἐπειδὴ καλῶς ἔχει τὸν τετευχότα ἀμοιβῆς ἑστάναι πάλιν χαριστικῶς, ἵνα ἀκαταπαύστως τοῦτο γίνηται, τοιοῦτόν τι καὶ τῆς χορείας αὐτῶν ἐμφαινούσης. ἕτεροι δʼ ἔφασαν μίαν μὲν εἶναι Χάριν τὴν περὶ τὸν ὑπουργοῦντά τι ὠφελίμως, ἑτέραν δὲ τὴν περὶ τὸν δεχόμενον τὴν ὑπουργίαν καὶ ἐπιτηροῦντα τὸν καιρὸν τῆς ἀμοιβῆς, τρίτην δὲ τὴν περὶ τὸν ἀνθυπουργοῦντά τι καθʼ αὑτὸν ἐν καιρῷ.
Ἡγεμόνα δὲ παραδιδόασιν αὐτῶν τὸν Ἑρμῆν, ἐμφαίνοντες ὅτι εὐλογίστως χαρίζεσθαι δεῖ καὶ μὴ εἰκῇ, ἀλλὰ τοῖς ἀξίοις· ὁ γὰρ ἀχαριστηθεὶς ὀκνηρότερος γίνεται πρὸς τὸ εὐεργετεῖν. τυγχάνει δὲ ὁ Ἑρμῆς ὁ λόγος ὤν, ὃν ἀπέστειλαν πρὸς ἡμᾶς ἐξ οὐρανοῦ οἱ θεοί, μόνον τὸν ἀνθρώπων τῶν ἐπὶ γῆς ζῴων λογικὸν ποιήσαντες, ὃ παρὰ τἆλλα ἐξοχώτατον εἶχον αὐτοί. ὠνόμασται δὲ ἀπὸ τοῦ ἐρεῖν μήσασθαι, ὅπερ ἐστὶ λέγειν, ἢ ἀπὸ τοῦ ἔρυμα ἡμῶν εἶναι καὶ οἷον ὀχύρωμα. ἀλλʼ ἐνθένδε πρῶτον μὲν διάκτορος κέκληται ἤτοι ἀπὸ τοῦ διάτορος εἶναι καὶ τρανὸς ἢ ἀπὸ τοῦ διάγειν τὰ νοήματα ἡμῶν εἰς τὰς τῶν πλησίον ψυχάς· καθὸ καὶ τὰς γλώττας αὐτῷ καθιεροῦσιν. εἶτα ἐριούνιος ἐπονομάζεται ἀπὸ τοῦ μεγαλωφελής τις εἶναι καὶ καθʼ ὑπερβολὴν ἰσχύειν τοὺς χρωμένους αὐτῷ καὶ σῶκος ὡσὰν σωτὴρ τῶν οἴκων ὑπάρχων. καὶ τὸ ἀκάκητα δὲ αὐτὸν λέγεσθαι τοιούτου τινὸς σημεῖόν ἐστιν· οὐ γὰρ πρὸς τὸ κακοῦν καὶ βλάπτειν, ἀλλὰ πρὸς τὸ σώζειν μᾶλλον γέγονεν ὁ λόγος, ὅθεν καὶ τὴν Ὑγίειαν αὐτῷ συνῴκισαν. ἀργειφόντης δέ ἐστιν οἷον ἀργεφάντης ἀπὸ τοῦ λευκῶς πάντα φαίνειν καὶ σαφηνίζειν—τὸ γὰρ λευκὸν ἀργὸν ἐκάλουν οἱ παλαιοί—ἢ ἀπὸ τῆς κατὰ τὴν φωνὴν ταχυτῆτος—καὶ γὰρ τὸ ταχὺ ἀργὸν λέγεται—· χρυσόρραπις δέ, ὅτι πολύτιμός ἐστι καὶ ὁ ἐξ αὐτοῦ ῥαπισμός, πολλοῦ γὰρ ἄξιαί εἰσιν εὔκαιροι νουθεσίαι καὶ ἐπιστροφὴ τῶν προσεχόντων αὐταῖς. παραδέδοται δὲ καὶ κῆρυξ θεῶν καὶ διαγγέλλειν αὐτὸν ἔφασαν τὰ παρʼ ἐκείνων τοῖς ἀνθρώποις, κῆρυξ μέν, ἐπειδὴ διὰ φωνῆς γεγωνοῦ παριστᾷ τὰ κατὰ τὸν λόγον σημαινόμενα ταῖς ἀκοαῖς, ἄγγελος δέ, ἐπεὶ τὸ βούλημα τῶν θεῶν γινώσκομεν ἐκ τῶν ἐνδεδομένων ἡμῖν κατὰ τὸν λόγον ἐννοιῶν. πέδιλα δὲ φέρει πτερωτὰ καὶ διʼ ἀέρος φέρεται συμφώνως τῷ καθὼς εἴρηται τὰ ἔπη πτερόεντα· καὶ γὰρ τὴν Ἶριν ποδήνεμον διὰ τοῦτο καὶ ἀελλόποδα καλοῦσιν ἄγγελον, καὶ ἀπὸ τοῦ ὀνόματος παρεισάγοντες, ψυχοπομπὸν δὲ τὸν Ἑρμῆν ἐμύθευσαν εἶναι συμβάλλοντες, ὅπερ ἴδιον αὐτοῦ ἐστι, τὸ ψυχαγωγεῖν· διὰ τοῦτο γοῦν καὶ ῥάβδον αὐτῷ ἐγχειρίζουσι, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει, τὰ τῆς διανοίας δηλονότι,
ὧν ἐθέλῃ, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει· καὶ παρορμᾶν γὰρ ῥαδίως τοὺς παρειμένους καὶ καταστέλλειν τοὺς παρωρμημένους δυνατός ἐστιν. ἐντεῦθεν ἤδη καὶ τοὺς ὀνείρους ἐπιπέμπειν ἔδοξε καὶ μάντις εἶναι, τρέπων ὡς βούλεται τὰς φαντασίας· «θεῶν δʼ ἄγγελοι καὶ οἱ ὄνειροι.» οἱ δʼ ἀποπληροῦντες περὶ τὴν εἰρημένην ῥάβδον τὸ τοῦ κηρυκείου σχῆμα δράκοντες σύμβολόν εἰσι τοῦ καὶ τοὺς θηριώδεις ὑπʼ αὐτοῦ κηλεῖσθαι καὶ καταθέλγεσθαι, λύοντος τὰς ἐν αὐτοῖς διαφορὰς καὶ συνδέοντος αὐτοὺς ἅμματι δυσλύτῳ· διὰ τοῦτο γὰρ καὶ εἰρηνοποιὸν δοκεῖ τὸ κηρύκειον εἶναι. ἐκ δὲ Μαίας ἔφασαν γεγεννῆσθαι Διῒ τὸν Ἑρμῆν ὑποδηλοῦντες πάλιν διὰ τούτου θεωρίας καὶ ζητήσεως γέννημα εἶναι τὸν λόγον· καὶ γὰρ αἱ μαιούμεναι τὰς γυναῖκας ἐντεῦθεν εἴρηνται μαῖαι τῷ ὡσὰν ἐξ ἐρεύνης προάγειν εἰς φῶς τὰ βρέφη. πλάττεται δὲ ἄχειρ καὶ ἄπους καὶ τετράγωνος τῷ σχήματι ὁ Ἑρμῆς, τετράγωνος μὲν τῷ ἑδραῖόν τι καὶ ἀσφαλὲς ἔχειν ὥστε καὶ τὰς πτώσεις αὐτοῦ βάσεις εἶναι, ἄχειρ δὲ καὶ ἄπους, ἐπεὶ οὔτε χειρῶν οὔτε ποδῶν δεῖται πρὸς τὸ ἀνύειν τὸ προκείμενον αὐτῷ. οἱ δʼ ἀρχαῖοι τοὺς μὲν πρεσβυτέρους καὶ γενειῶντᾳς Ἑρμᾶς ὀρθὰ ἐποίουν τὰ αἰδοῖα ἔχοντας, τοὺς δὲ νεωτέρους καὶ λείους παρειμένα, παριστάντες ὅτι ἐν τοῖς προβεβηκόσι ταῖς ἡλικίαις γόνιμος ὁ λόγος καὶ τέλειός ἐστιν, ἐν δὲ τοῖς ἀώροις ἄγονος καὶ ἀτελής. ἵδρυται δὲ ἐν ταῖς ὁδοῖς καὶ ἐνόδιος λέγεται καὶ ἡγεμόνιος ὡς αὐτῷ δεόντος πρὸς πᾶσαν πρᾶξιν ἡγεμόνι χρῆσθαι καὶ αὐτοῦ ὄντος τοῦ ἐν ταῖς βουλαῖς εἰς τὴν δέουσαν ἡμᾶς ὁδὸν ἀνάγοντος, τάχα δὲ καὶ ἐπεὶ ἐρημίας πρὸς τὴν ἐπισκευὴν αὐτοῦ καὶ τὴν θεραπείαν δεῖ. διὰ δὲ τὸ κοινὸν αὐτὸν εἶναι καὶ τὸν αὐτὸν ἔν τε τοῖς ἀνθρώποις πᾶσι καὶ ἐν τοῖς θεοῖς, ὁπόταν τις εὕρῃ τι προάγων ἐν ὁδῷ, συνήθως ἐπιφθέγγονται τὸ κοινὸν εἶναι τὸν Ἑρμῆν, ἐμφαίνοντες ὅτι κοινὸν ἀξιοῦσιν εἶναι καὶ τὸ εὑρημένον, ἐντεῦθεν καὶ τῶν εὑρημάτων ἑρμαίων λεγομένων. προσσωρεύουσι δὲ τοὺς λίθους τοῖς Ἑρμαῖς ἑκάστου τῶν παριόντων ἕνα τινὰ αὐτοῖς προστιθέντος ἤτοι ὡς χρήσιμόν τι τὸ παρʼ αὑτὸν ἑκάστου καὶ κοινωνικὸν ποιοῦντος διὰ τοῦ καθαίρειν τὴν ὁδὸν εἴτε μαρτυροποιουμένου τὸν Ἑρμῆν εἴτε ὡς ἐπισημαινομένου τὴν εἰς αὐτὸν τιμήν, εἰ μηδὲν ἄλλο ἔχει προσενεγκεῖν αὐτῷ, εἴτε ἐκδηλότερον τοῖς παριοῦσι τὸ ἀφίδρυμα ποιοῦντος εἴτε πρὸς σύμβολον τοῦ ἐκ μικρῶν μερῶν συνεστάναι τὸν προφορικὸν λόγον. λέγεται δὲ καὶ ἀγοραῖος εἰκότως· ἐπίσκοπος γὰρ τῶν ἀγορευόντων ἐστίν· ἤδη δὲ ἀπὸ τῆς ἀγορᾶς διατείνει καὶ εἰς τοὺς ἀγοράζοντάς τι ἢ πιπράσκοντας, ὡς πάντα μετὰ λόγου ποιεῖν δέοντος· ἐντεῦθεν καὶ τῶν ἐμποριῶν ἐπιστάτης ἔδοξεν εἶναι καὶ ἐμπολαῖος καὶ κερδῷος ἐπωνομάσθη, ὡσὰν μόνος τῶν ἀληθινῶν κερδῶν αἴτιος ὢν τοῖς ἀνθρώποις. τῆς δὲ λύρας εὑρετής ἐστιν οἷον τῆς συμφωνίας καὶ ὁμολογίας καθʼ ἣν οἱ ζῶντες εὐδαιμονοῦσιν, ἡρμοσμένην ἔχειν τὴν διάθεσιν ἐπιβάλλοντος. παραστῆσαι δὲ αὐτοῦ τὴν δύναμιν καὶ διὰ τῶν ἀπεμφαινόντων θέλοντες κλέπτην αὐτὸν παρέδωκαν καὶ Δολίου Ἑρμοῦ βωμὸν ἔνιοι ἱδρύσαντο· λανθάνει γὰρ ὑφαιρούμενος τὰ προδεδογμένα τοῖς ἀνθρώποις καὶ κλέπτων ἔσθʼ ὅτε τῇ πιθανότητι τὴν ἀλήθειαν, ὅθεν τινὰς καὶ ἐπικλόποις λόγοις χρῆσθαι λέγουσι· καὶ γὰρ τὸ σοφίζεσθαι τῶν εἰδότων λόγῳ χρῆσθαι ἴδιόν ἐστι. νόμιος δὲ λέγεται τῷ ἐπʼ ἐπανορθώσει λόγος εἶναι, προστακτικὸς ὢν τῶν ὡς ἐν κοινωνίᾳ ποιητέων καὶ ἀπαγορευτικὸς τῶν οὐ ποιητέων· διὰ γοῦν τὴν ὁμωνυμίαν μετήχθη καὶ ἐπὶ τὴν τῶν νομῶν ἐπιμέλειαν. σέβονται δʼ αὐτὸν καὶ ἐν ταῖς παλαίστραις μετὰ τοῦ Ἡρακλέους ὡς τῇ ἰσχύϊ μετὰ λογισμοῦ χρῆσθαι δέοντος· τῷ γὰρ μόνῃ πεποιθότι τῇ τοῦ σώματος δυνάμει, τοῦ δὲ λόγου, ὃς καὶ τέχνας ἐπήγαγεν εἰς τὸν βίον, ἀμελοῦντι πάνυ ἄν τις οἰκείως ἐπείποι· δαιμόνιε, φθίσει σε τὸ σὸν μένος.
Τοῦ δὲ πολλὰς καὶ ποικίλας περὶ θεῶν γεγονέναι παρὰ τοῖς παλαιοῖς Ἕλλησι μυθοποιΐας, ὡς ἄλλαι μὲν παρὰ Μάγοις γεγόνασιν, ἄλλαι δὲ παρὰ Φρυξὶ καὶ ἤδη παρʼ Αἰγυπτίοις τε καὶ Κελτοῖς καὶ Λίβυσι καὶ τοῖς ἄλλοις ἔθνεσι, μαρτύριον ἂν λάβοι τις καὶ τὸ παρʼ Ὁμήρῳ λεγόμενον ὑπὸ τοῦ Διὸς πρὸς τὴν Ἥραν τοῦτον τὸν τρόπον· ἢ οὐ μέμνῃ ὅτε τʼ ἐκρέμω ὑψόθεν, ἐκ δὲ ποδοῖιν ἄκμονας ἧκα δύω. ἔοικε γὰρ ὁ ποιητὴς μυθοῦ παλαιοῦ παραφέρειν τοῦτο ἀπόσπασμα, καθʼ ὃν ὁ Ζεὺς ἐμυθεύετο κεκρεμακέναι τε ἐκ τοῦ αἰθέρος τὴν Ἥραν χρυσαῖς ἁλύσεσι τῷ χρυσοφανές τι ἔχειν τὰ ἄστρα καὶ ἐκ τῶν ποδῶν αὐτῆς δύο ἄκμονας ἐξηρτηκέναι, τὴν γῆν δηλονότι καὶ τὴν θάλατταν, ὑφʼ ὧν τείνεται κάτω ὁ ἀὴρ μηδετέρωθεν ἀποσπασθῆναι δυνάμενος. ἑτέρου δὲ μύθου μέμνηται τοῦ κατὰ τὴν Θέτιν, ὡς ὑπʼ αὐτῆς σεσωσμένου τοῦ Διὸς, ὅπποτέ μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι, Ἥρη τʼ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη. φαίνεται δʼ ὅτι κατʼ ἰδίαν ἕκαστος τούτων τῶν θεῶν ἐπεβούλευε τῷ Διῒ συνεχῶς μέλλων ἐμποδίζειν ταύτην τὴν διακόσμησιν ὅπερ ἐγένετο, εἰ τὸ ὑγρὸν ἐπεκράτησε καὶ ἐξυδατώθη πάντα ἢ τὸ πῦρ καὶ ἐξεπυρώθη ἢ ὁ ἀήρ. ἡ δὲ κατὰ τρόπον διαθεῖσα πάντα Θέτις τὸν ἑκατόγχειρα Βριάρεων ἀντέταξε τοῖς εἰρημένοις θεοῖς, καθʼ ὃν ἴσως διανέμονται πανταχόσε αἱ ἐκ τῆς γῆς ἀναθυμιάσεις, ὡς διὰ πολλῶν χειρῶν τῆς εἰς πάντας τοὺς ἀριθμοὺς διαιρέσεως γινομένης· σκέψαι δʼ εἰ παρὰ τὸ αἴρειν τὴν ὡσὰν βορὰν τῶν τοῦ κόσμου μερῶν ὠνόμασται Βριάρεως.
Δεῖ δὲ μὴ συγχεῖν τοὺς μύθους μηδʼ ἐξ ἑτέρου τὰ ὀνόματα ἐφʼ ἕτερον μεταφέρειν μηδʼ εἴ τι προσεπλάσθη ταῖς παραδεδομέναις κατʼ αὐτοὺς γενεαλογίαις ὑπὸ τῶν μὴ συνιέντων ἃ αἰνίττονται, κεχρημένων δʼ αὐτοῖς ὡς καὶ τοῖς πλάσμασιν, ἀλόγως τίθεσθαι. πάλιν τοίνυν πρῶτον μὲν ἐμύθευσαν τὸ Χάος γενέσθαι, καθάπερ ὁ Ἡσίοδος ἱστορεῖ, μετὰ δὲ αὐτὸ τὴν Γῆν καὶ τὸν Τάρταρον καὶ τὸν Ἔρωτα, ἐκ δὲ τοῦ Χάους τὸ Ἔρεβος καὶ τὴν Νύκτα φῦναι, ἐκ δὲ τῆς Νυκτὸς τὸν Αἰθέρα καὶ τὴν Ἡμέραν. ἔστι δὲ Χάος μὲν τὸ πρὸ τῆς διακοσμήσεως γενόμενον ὑγρόν, ἀπὸ τῆς χύσεως οὕτως ὠνομασμένον, ἢ τὸ πῦρ, ὅ ἐστιν οἱονεὶ κάος. ἦν δέ ποτε, ὦ παῖ, πῦρ τὸ πᾶν καὶ γενήσεται πάλιν ἐν περιόδῳ. σβεσθέντος δὲ εἰς ἀέρα αὐτοῦ μεταβολὴ ἀθρόα γίνεται εἰς ὕδωρ, ὃ δὴ λαμβάνει τοῦ μὲν ὑφισταμένου μέρους τῆς οὐσίας κατὰ πύκνωσιν, τοῦ δὲ λεπτυνομένου κατʼ ἀραίωσιν. εἰκότως οὖν ἔφασαν μετὰ τὸ Χάος τήν τε Γῆν γενέσθαι καὶ τὰ ἠερόεντα Τάρταρα. ὁ δὲ Ἔρως σὺν αὐτοῖς ἐρρήθη γεγονέναι, ἡ ὁρμὴ ἡ ἐπὶ τὸ γένναν· ἅμα γάρ τι ἔκ τινος γίνεται καὶ παρεῖναι τῇ γενέσει νομιστέον ταύτην τὴν δύναμιν καλλίστην καὶ ἀξιοθέατον οὖσαν. τὸ δὲ Ἔρεβος ἐκ τοῦ Χάους ἐγένετο, ὁ ποιῶν ἐρέφεσθαι καὶ περιλαμβάνεσθαί τι ὑφʼ ἑτέρου λόγος, καθὸ καὶ τούτου τυχοῦσα ἡ Γῆ παραχρῆμα ὁμοιόσχημον αὐτῇ τὸν Οὐρανὸν ἐγέννησεν, ἵνα μιν περὶ πάντα καλύπτοι, ὄφρʼ εἴη μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεί, τοῖς ἐπʼ αὐτῷ θέουσιν ἄστροις μακραίωσιν οὖσιν ἀσφαλὲς οἰκητήριον. ἐγέννησε δὲ ἡ Γῆ τὸν Οὐρανὸν ἀπὸ τῶν ἀναθυμιάσεων, οὐρανοῦ νῦν κοινότερον λεγομένου παντὸς τοῦ περὶ αὐτὴν λεπτομεροῦς. τοῦ Χάους δὲ θυγάτηρ ἐστὶ καὶ ἡ Νύξ· ὁ γὰρ πρῶτος ἀρθεὶς ἀπὸ τοῦ ἀρχεγόνου ὑγροῦ ἀὴρ ζοφώδης καὶ σκοτεινὸς ἦν, εἶτα λεπτυνόμενος εἰς αἰθέρα καὶ φῶς μετέβαλεν, εὐλόγως τούτων ἐκ τῆς νυκτὸς γεγονέναι ῥηθέντων. ἡ δὲ Γῆ τὰ ὄρη καὶ τὸ πέλαγος ἑξῆς λέγεται γεννῆσαι «ἄτερ φιλότητος ἐφιμέρου»· ἥ τε γὰρ θάλαττα ὑπέμεινεν ἐν τοῖς κοιλοῖς αὐτῆς μέρεσι κατὰ μεταβολὴν ὑποστᾶσα, τά τε ὄρη περὶ τὸ ἀνώμαλον τῆς συνιζήσεως τὰς ἐξοχὰς ἔλαβε. μετὰ δὲ ταῦτα ἡ τῶν λεγομένων Τιτάνων ἐστὶ γένεσις. οὗτοι δʼ ἂν εἶεν διαφοραὶ τῶν ὄντων. ὡς γὰρ Ἐμπεδοκλῆς Φυσικοῖς ἐξαριθμεῖται
Φυσώ τε Φθιμένη τε καὶ Εὐναίη καὶ Ἔγερσις
Κινώ τʼ Ἀστέμφης τε πολυστέφανος τε Μεγιστὼ καὶ Φορυὴν καὶ Σιωπήν τε καὶ Ὀμφαίην καὶ πολλὰς ἄλλας, τὴν εἰρημένην ποικιλίαν τῶν ὄντων αἰνιττόμενος, οὕτως ὑπὸ τῶν παλαιῶν Ἰαπετὸς μὲν ὠνομάσθη ὁ λόγος καθʼ ὃν φωνητικὰ ζῷα ἐγένετο καὶ τὸ ὅλον ψόφος ἀπετελέσθη, ἰαφετός τις ὤν — ἰὰ γάρ ἐστιν ἡ φωνή· Κοῖος δέ, καθʼ ὃν ποιά τινα τὰ ὄντα ἐστί — τῷ γὰρ κ πολλαχοῦ οἱ Ἴωνες ἀντὶ τοῦ π ἐχρῶντο — ἢ ὁ τοῦ κοεῖν αἴτιος, τουτέστι νοεῖν ἢ φρονεῖν· Κρῖος δέ, καθʼ ὃν τὰ μὲν ἄρχει καὶ δυναστεύει τῶν πραγμάτων, τὰ δὲ ὑποτέτακται καὶ δυναστεύεται, ἐντεῦθεν τάχα καὶ τοῦ ἐν τοῖς ποιμνίοις κριοῦ προσαγορευομένου· Ὑπερίων δέ, καθʼ ὃν ὑπεράνω τινὰ ἑτέρων περιπορεύεται· Ὠκεανὸς δέ, καθʼ ὃν ἀνύεται ἐν τάχει· Τηθὺς δέ, καθʼ ἣν ἐπὶ μιᾶς καταστάσεως χρονίζει. Θεία δέ ἐστιν ἡ τῆς ὄψεως αἰτία, Ῥέα δὲ ἡ τῆς ῥύσεως, Φοίβη δὲ ἡ τοῦ καθαρά τινα καὶ λαμπρὰ εἶναι, συνεκδέχεσθαι τούτοις καὶ τὰς τῶν ἐναντίων σχέσεων αἰτίας δέοντος· Μνημοσύνη δὲ ἡ τοῦ συναναφέρειν τὰ γεγονότα· Θέμις δὲ ἡ τοῦ συντίθεσθαί τι μεταξὺ ἡμῶν καὶ φυλάττεσθαι· Κρόνος δέ ἐστιν ὁ προειρημένος πάντων τῶν ἀποτελεσμάτων λόγος, δεινότατος ὢν τῶν παίδων· ὁπλότατον δʼ αὐτὸν γενέσθαι ἔφη διὰ τὸ καὶ μετὰ τὴν τῶν εἰρημένων γένεσιν ἐπιμένειν αὐτὸν ὡσὰν ἐν γενέσει ὄντα. ἀλλὰ τῆς μὲν Ἡσιόδου γενεαλογίας τελειοτέρα ποτʼ ἂν ἐξήγησίς σοι γένοιτο, τὰ μέν τινα, ὡς οἶμαι, παρὰ τῶν ἀρχαιοτέρων αὐτοῦ παρειληφότος, τὰ δὲ μυθικώτερον ἀφʼ αὑτοῦ προσθέντος, ᾧ τρόπῳ καὶ πλεῖστα τῆς παλαιᾶς θεολογίας διεφθάρη· νῦν δὲ τὰ βεβοημένα παρὰ τοῖς πλείστοις ἐπισκεπτέον.
Παραδεδομένου τοίνυν ἄνωθεν ὅτι ὁ Προμηθεὺς ἔπλασεν ἐκ τῆς γῆς τὸ τῶν ἀνθρώπων γένος, ὑπονοητέον Προμηθέα εἰρῆσθαι τὴν προμήθειαν τῆς ἐν τοῖς ὅλοις ψυχῆς, ἣν ἐκάλεσαν οἱ νεώτεροι πρόνοιαν· κατὰ γὰρ ταύτην τά τε ἄλλα ἐγένετο καὶ ἐκ τῆς γῆς ἔφυσαν οἱ ἄνθρωποι, ἐπιτηδείως πρὸς τοῦτο ἐχούσης καταρχὰς τῆς τοῦ κόσμου συστάσεως. καὶ κλέψαι δέ φασιν αὐτὸν τὸ πῦρ τοῖς ἀνθρώποις, ὡς τῆς ἡμετέρας ἤδη συνέσεως καὶ προνοίας ἐπινοησάσης τὴν χρῆσιν τοῦ πυρός. κατενηνέχθαι δὲ αὐτὸ ἐμύθευσαν ἐκ τοῦ οὐρανοῦ διὰ τὸ πλεονάζειν ἐκεῖ ἢ ἐπεὶ οἱ κεραυνοὶ ἐκεῖθεν κατασκήπτουσι διὰ πληγῆς τἀνθάδε ἐξάπτοντες, τάχα τι τοιοῦτον καὶ διὰ τοῦ νάρθηκος αἰνιττόμενοι. δεθεὶς δὲ ἐπὶ τούτῳ ὁ Προμηθεὺς ἐκολάσθη τοῦ ἥπατος αὐτῷ ὑπʼ ἀετοῦ καταβιβρωσκομένου· ἡ γὰρ ἡμετέρα ἐντρέχεια, τὸ προειρημένον πλεονέκτημα σὺν τοῖς ἄλλοις ἔχουσα, πειρᾶταί τινος παρʼ ἑαυτὴν δυσχρηστίας προσδεδεμένη ταῖς κατὰ τὸν βίον φροντίσιν ὀδυνηραῖς οὔσαις καὶ ὥσπερ εἰς τὰ σπλάγχνα ὑπὸ τῆς λεπτομεριμνίας ἐκβιβρωσκομένη. ἀδελφὸν δʼ ἔφασαν εἶναι νεώτερον τοῦ Προμηθέως τὸν Ἐπιμηθέα, εὐηθέστερόν πως ὄντα τὸν τρόπον διὰ τὸ προτερεῖν τῇ τάξει τὴν προόρασιν τῆς ἐκ τῶν ἀποβαινόντων παιδείας καὶ ἐπιμηθείας· τῷ γὰρ ὄντι «ῥεχθὲν δέ τε νήπιος ἔγνω.» λέγεται δὲ ὑπό τινων καὶ τῶν τεχνῶν εὑρετὴς γενέσθαι ὁ Προμηθεὺς διʼ οὐδὲν ἄλλο ἢ ὅτι συνέσεως καὶ προμηθείας δεῖ πρὸς τὴν εὕρεσιν αὐτῶν. Οἱ πλείους μέντοι τῇ Ἀθηνᾷ καὶ τῷ Ἡφαίστῳ αὐτὰς ἀνατιθέασι, τῇ μὲν Ἀθηνᾷ, ἐπειδὴ φρόνησις καὶ ἀγχίνοια εἶναι δοκεῖ, τῷ δὲ Ἡφαίστῳ διὰ τὸ τὰς πλείστας τῶν τεχνῶν διὰ πυρὸς τὰ ἑαυτῶν ἔργα ἀποδιδόναι. ὁ μὲν γὰρ αἰθὴρ καὶ τὸ διαυγὲς καὶ καθαρὸν πῦρ Ζεύς ἐστι, τὸ δʼ ἐν χρήσει καὶ ἀερομιγὲς Ἥφαιστος, ἀπὸ τοῦ ἧφθαι ὠνομασμένος, ὅθεν καὶ ἐκ Διὸς καὶ Ἥρας ἔφασαν αὐτὸν γενέσθαι, τινὲς δὲ μόνης τῆς Ἥρας· αἱ γὰρ φλόγες παχυμερέστεραί πως οὖσαι ὡσὰν ἐκ μόνου τοῦ ἀέρος διακαιομένου τὴν ὑπόστασιν λαμβάνουσι. χωλὸς δὲ παραδέδοται τάχα μὲν διὰ τὸ παχεῖαν τὴν διὰ τῆς ὕλης πορείαν ποιεῖσθαι τοῖς ἐπισκάζουσιν ὅμοιαν, τάχα δὲ ἀπὸ τοῦ μὴ δύνασθαι προβαίνειν δίχα ξυλώδους τινὸς ὡσὰν βάκτρου· τινὲς δέ, ἐπεὶ τὴν ἄνω κίνησιν τῇ κάτω ἄνισον καὶ ἀνώμαλον ποιεῖται, βραδυτέρας ταύτης οὔσης, χωλαίνειν αὐτὸν ἔφασαν. ῥιφῆναι δʼ ὑπὸ τοῦ Διὸς εἰς γῆν ἐξ οὐρανοῦ λέγεται διὰ τὸ τοὺς πρώτους ἴσως ἀρξαμένους χρῆσθαι πυρὶ ἐκ κεραυνοβολίου καιομένῳ αὐτῷ περιτυχεῖν, μηδέπω ἐπινοίᾳ τῶν πυρίων ἐπιπεσεῖν δυναμένους. γυναῖκα δʼ αὐτοῦ τὴν Ἀφροδίτην ἔφασαν εἶναι καθʼ οἷον λόγον καὶ τῶν Χαρίτων μίαν· ὡς γὰρ χάριν φαμὲν ἔχειν τὰ τεχνικὰ ἔργα, οὕτω καὶ ἀφροδίτην τινὰ αὐτοῖς ἐπιτρέχειν λέγομεν, εἰ μὴ πρὸς παράστασιν τοῦ πολὺ τὸ πυρῶδες εἶναι ἐν ταῖς πρὸς τὰς μίξεις ὁρμαῖς πέπλασται τοῦτο. δεδεκέναι δὲ μυθεύεται τὸν Ἄρην μοιχεύοντα τὴν γυναῖκα, ἐπειδὴ τῇ τοῦ πυρὸς δυνάμει ὁ σιδηρὸς καὶ ὁ χαλκὸς δαμάζεται· τὸ δὲ τῆς μοιχείας πλάσμα παρίστησιν ὅτι οὐ πάνυ μὲν πέφυκε κατάλληλον τὸ μάχιμον καὶ βίαιον τῷ ἱλαρῷ καὶ μειλιχίῳ οὐδὲ κατὰ τὸν φυσικὸν αὐτῷ νόμον ἐπιπλέκεται, ἀντιποιούμενον δέ πως τῆς μίξεως αὐτοῦ καλὸν καὶ γενναῖον γέννημα, τὴν ἐξ ἀμφοῖν ἁρμονίαν, ἀποτελεῖ. λέγεται δὲ ὁ Ἥφαιστος μαιώσασθαι τὸν Δία, ὅτε ὤδινεν τὴν Ἀθηνᾶν, καὶ διελὼν αὐτοῦ τὴν κεφαλὴν ἐκθορεῖν ἐκείνην ποιῆσαι· τὸ γὰρ πῦρ, ᾧ χρῶνται αἱ τέχναι, συνεργὸν πρὸς τὴν ἀπόδειξιν τῆς φυσικῆς τῶν ἀνθρώπων ἀγχινοίας γενόμενον ὥσπερ κεκρυμμένην αὐτὴν εἰς φῶς προήγαγε· τοὺς δὲ ζητοῦντάς τι ὡς προσευρέσθαι κύειν αὐτὸ καὶ ὠδίνειν φαμέν. Ἡ δὲ Ἀθηνᾶ ἐστιν ἡ τοῦ Διὸς σύνεσις, ἡ αὐτὴ οὖσα τῇ ἐν αὐτῷ προνοίᾳ, καθὸ καὶ Προνοίας Ἀθηνᾶς ἱδρύονται ναοί. γενέσθαι δʼ ἐκ τῆς τοῦ Διὸς κεφαλῆς λέγεται, τάχα μὲν τῶν ἀρχαίων ὑπολαβόντων τὸ ἡγεμονικὸν τῆς ψυχῆς ἡμῶν ἐνταῦθʼ εἶναι, καθάπερ καὶ ἕτεροι τῶν μετὰ ταῦτα ἐδόξασαν, τάχα δʼ ἐπεὶ τοῦ μὲν ἀνθρώπου τὸ ἀνωτάτω μέρος τοῦ σώματος ἡ κεφαλή ἐστι, τοῦ δὲ κόσμου ὁ αἰθήρ, ὅπου τὸ ἡγεμονικὸν αὐτοῦ ἐστι καὶ ἡ τῆς φρονήσεως οὐσία· «κορυφὴ δὲ θεῶν» κατὰ τὸν Εὐριπίδην «ὁ περὶ χθόνʼ ἔχων φαεννὸς αἰθήρ». τὴν Μῆτιν οὖν καταπιὼν ὁ Ζεὺς ἐγέννησεν αὐτήν, ἐπειδὴ μητιέτης καὶ συνετὸς ὢν οὐδαμόθεν ἄλλοθεν ἢ ἐκ τῆς καθʼ αὑτὸν βουλῆς τὴν ἀρχὴν τοῦ φρονεῖν ἔσχεν. τὸ δὲ ὄνομα τῆς Ἀθηνᾶς δυσετυμολόγητον διὰ ἀρχαιότητά ἐστι, τῶν μὲν ἀπὸ τοῦ ἀθρεῖν πάντα οἷον Ἀθρηνᾶν αὐτὴν εἰπόντων εἶναι, τῶν δὲ διὰ τὸ καίπερ θήλειαν οὖσαν ἥκιστα θηλύτητος καὶ ἐκλύσεως μετέχειν τὴν Ἀθηνᾶν· τάχα δʼ εἰ Ἀθηναία, ὡς οἱ παλαιοὶ τὴν Ἀθηνᾶν ἔλεγον, αἰθεροναία ἐστίν. ἡ δὲ παρθενία αὐτῆς τοῦ καθαροῦ καὶ ἀμιάντου σύμβολόν ἐστι. καθωπλισμένη δὲ πλάττεται καὶ οὕτως ἱστοροῦσιν αὐτὴν γεγονέναι παριστάντες ὅτι αὐτάρκως πρὸς τὰς μεγίστας καὶ δυσφορωτάτους πράξεις παρασκευάζεται ἡ φρόνησις· μέγισται γὰρ δοκοῦσιν αἱ πολεμικαὶ εἶναι. διὰ ταύτην δὲ τὴν αἰτίαν καὶ τὸ ἔπανδρον καὶ γοργωπὸν αὐτῇ ἀνατιθέασι πολὺ ἔχειν, τοιοῦτόν τι ἐμφαινούσης καὶ τῆς γλαυκότητος αὐτῆς· καὶ γὰρ τῶν θηρίων τὰ ἀλκιμώτατα, οἷον αἱ παρδάλεις καὶ οἱ λέοντες, γλαυκά εἰσι, δυσαντίβλεπτον στίλβοντα ἀπὸ τῶν ὀμμάτων· ἔνιοι δέ φασι τοιαύτην αὐτὴν παρεισάγεσθαι διὰ τὸ τὸν αἰθέρα γλαυκὸν εἶναι. πάνυ δʼ εἰκότως συμμετέχει τῷ Διῒ τῆς αἰγίδος, οὐχ ἑτέρα οὖσα τοῦ παρʼ ὃ δοκεῖ διαφέρειν ἁπάντων καὶ περιγίνεσθαι ὁ Ζεύς. προτομὴ δʼ ἐν αὐτῇ Γοργόνος ἐστι κατὰ μέσον τῆς θεᾶς τὸ στῆθος ἔξω προβεβληκυῖα τὴν γλῶτταν ὡσὰν ἐκφανεστάτου ὄντος ἐν τῇ τῶν ὅλων οἰκονομίᾳ τοῦ λόγου. οἱ δὲ δράκοντες καὶ ἡ γλαὺξ διὰ τὸ ἐμφερὲς τῶν ὀμμάτων ἀνατίθενται ταύτῃ γλαυκώπιδι οὔσῃ· σμερδαλέον γὰρ ὁ δράκων δέδορκε καὶ φυλακτικόν τι ἔχει καὶ ἄγρυπνον καὶ οὐκ εὐθήρατος εἶναι δοκεῖ. λέγεται δʼ Ἀτρυτώνη μὲν ὡσανεὶ οὐ τρυομένη ὑπʼ οὐδενὸς πόνου ἢ ὡς ἀτρύτου τοῦ αἰθέρος ὄντος, Τριτογένεια δέ, ὅτι ἡ τοῖς κακοῖς ἐγγεννῶσα τὸ τρεῖν καὶ τρέμειν αὕτη ἐστίν—ἦρται γὰρ πόλεμον πρὸς τὴν κακίαν—, ἄλλοι δέ φασι διὰ τούτου παρίστασθαι τὰ τρία γένη τῶν σκεμμάτων τῆς κατὰ φιλοσοφίαν θεωρίας, πανουργοτέραν διόρθωσιν ἢ κατὰ τὴν ἀρχαίαν ὁλοσχέρειαν ἔχοντος τούτου. λαοσσόον δὲ αὐτὴν ἐπονομάζουσι διὰ τὸ σεύειν ἐν ταῖς μάχαις τοὺς λαούς ἢ μᾶλλον διὰ τὸ σώτειραν αὐτὴν τῶν χρωμένων αὐτῇ λαῶν εἶναι· καὶ πόλεως γὰρ καὶ οἴκου καὶ τοῦ βίου παντὸς προστάτιν ποιητέον τὴν φρόνησιν· ἀφʼ οὗ δὴ καὶ ἐρυσίπτολις καὶ πολιὰς ὠνόμασται, καθάπερ ὁ Ζεὺς πολιεύς· ἐπίσκοποι γὰρ ἀμφότεροι τῶν πόλεων. Παλλὰς δὲ λέγεται διὰ τὴν μεμυθευμένην περὶ αὐτὴν νεότητα, ἀφʼ οὗ καὶ οἱ πάλληκες καὶ παλλακαὶ προσαγορεύονται· σκιρτητικὸν γὰρ καὶ παλλόμενον τὸ νέον. ἵδρυνται δὲ αὐτὴν ἐν ταῖς ἀκροπόλεσι μάλιστα, τὸ δυσκαταγώνιστον καὶ δυσπολιόρκητον ἐμφῆναι θέλοντες ἢ τὸ ἄνωθεν ἐφορᾶν τοὺς προσπεφευγότας αὐτῇ ἢ τὴν μετεωρότητα παριστάντες τοῦ καθʼ ὃ μέρος ἐστὶ τῆς φύσεως ἡ Ἀθηνᾶ. ἀλαλκομενηΐδα δὲ αὐτὴν καλοῦσιν οἱ ποιηταὶ καὶ ἀγεληΐδα, τὸ μὲν ἀπὸ τοῦ ἀλαλκεῖν παράγοντες— ἱκανὴ γὰρ ἐπαμύνειν ἐστὶ καὶ προσβοηθεῖν, ἐξ οὗ καὶ Νίκη προσαγορεύεται—, τὸ δʼ ἤτοι ἀπὸ τοῦ ἄγειν αὐτὴν τοὺς λαοὺς ἢ ἀπὸ τοῦ ἀδάμαστον εἶναι ταῖς ἀγελαίαις βουσὶν ὁμοίως, ἃς μάλιστα θύουσιν αὐτῇ. τοὺς δὲ αὐλοὺς εὑρεῖν μὲν λέγεται καθάπερ τἆλλα ἐν ταῖς τέχναις γλαφυρά, ἀφʼ οὗ καὶ ἐπιστάτις τῆς ταλασιουργίας ἐστί, ῥῖψαι δὲ ὡς ἐκθηλύνοντος τὰς ψυχὰς τοῦ διʼ αὐτῶν ἀποδιδομένου μέλους καὶ ἥκιστα ἐπάνδρου καὶ πολεμικοῦ δοκοῦντος εἶναι. ἡ δʼ ἐλαία δῶρον αὐτῇ διά τε τὸ θάλλειν καὶ διὰ τὸ γλαυκωπόν τι ἔχειν· καὶ τὸ ἔλαιον δὲ οὐκ εὐνόθευτόν ἐστι διʼ ἄλλου ὑγροῦ, ἀλλʼ ἀκέραιον ἀεὶ μένει ὡς τῇ παρθενίᾳ κατάλληλον εἶναι δοκεῖν. ἄρεια δʼ ἐκλήθη τῷ στρατηγικὴ εἶναι καὶ διοικητικὴ πολέμων καὶ ὑπερμαχητικὴ τοῦ δικαίου· δεινότης γὰρ περὶ πάντα ἐστὶ καὶ συγκεφαλαίωμα πασῶν τῶν ἀρετῶν. καὶ ἐν τῇ πρὸς τοὺς γίγαντας δὲ μάχῃ παραδίδοται ἠριστευκυῖα ἡ Ἀθηνᾶ καὶ γιγαντοφόντις ἐπονομάζεται κατὰ τοιοῦτον λόγον. τοὺς γὰρ πρώτους ἐκ γῆς γενομένους ἀνθρώπους εὔλογον βιαίους καὶ θυμικοὺς κατʼ ἀλλήλων γενέσθαι διὰ τὸ μηδέπω δύνασθαι διακρίνεσθαι μηδʼ ἐρριπίσθαι τὸν ἐνόντα αὐτοῖς σπινθῆρα τῆς κοινωνίας. οἱ θεοὶ δὲ ὡσπερεὶ νύττοντες καὶ ὑπομιμνήσκοντες αὐτοὺς τῶν ἐννοιῶν περιγεγόνασι· καὶ μάλιστα ἡ κατὰ τὸν λόγον ἐντρέχεια κατεπολέμησε καὶ ὑπέταξεν οὕτως ὡς ἐξεληλακέναι καὶ ἀνηρηκέναι αὐτοὺς ὡς τοσούτους δοκεῖν· ἀλλοῖοι γὰρ αὐτοί τʼ ἐκ μεταβολῆς ἐγένοντο καὶ οἱ γεγονότες ἐξ αὐτῶν συμπολισθέντες ὑπὸ τῆς Πολιάδος Ἀθηνᾶς.
Ἄλλοι δὲ περὶ τὰ πολεμικὰ ἀναστρέφονται θεοὶ μηκέθʼ ὁμοίως τοῦ εὐσταθοῦς καὶ τοῦ κατὰ λόγον στοχαζόμενοι, ταραχωδέστεροι δέ πως, ὅ τε Ἄρης καὶ ἡ Ἐνυώ· καὶ τούτους δʼ εἰσῆγεν εἰς τὰ πράγματα ὁ Ζεὺς ἐρεθίσας κατʼ ἀλλήλων τὰ ζῷα καὶ οὐκ ἄχρηστον οὐδὲ τοῖς ἀνθρώποις ἔσθʼ ὅπου τὴν διʼ ὅπλων διάκρισιν ἐμβαλών, ἵνα τε τὸ γενναῖον καὶ ἀνδρεῖον αὐτοί ἐν ἑαυτοῖς καί γε ἐπʼ ἀλλήλους τὸ οἰκεῖον τῆς εἰρήνης εὖ ἀσμενίζωσι. διὰ ταύτην μὲν οὖν αἰτίαν Διὸς υἱὸς καὶ ὁ Ἄρης παραδέδοται· περὶ δὲ τῆς Ἐνυοῦς οἱ μὲν ὡς μητρός, οἱ δʼ ὡς θυγατρός, οἱ δʼ ὡς τροφοῦ Ἄρεως διαφέρονται, διαφέροντος οὐδέν· Ἐνυὼ γάρ ἐστιν ἡ ἐνιεῖσα θυμὸν καὶ ἀλκὴν τοῖς μαχομένοις ἢ κατʼ εὐφημισμὸν ἀπὸ τοῦ ἥκιστα ἐνηὴς καὶ ἐπιεικὴς εἶναι ὠνόμασται. ὁ δʼ Ἄρης τὴν ὀνομασίαν ἔσχεν ἀπὸ τοῦ αἱρεῖν καὶ ἀναιρεῖν ἢ ἀπὸ τῆς ἀρῆς, ἥ ἐστι βλάβη, ἢ πάλιν κατʼ ἐναντίωσιν, ὡσανεὶ ἐκμειλισσομένων αὐτὸν τῶν προσαγορευσάντων· διαστατικὸς γὰρ καὶ λυμαντικὸς τῶν προσηρμοσμένων, τοιούτου τάχα τινος ἐχομένης καὶ τῆς Ἁρμονίας, ἣν ἐμύθευσαν ἐξ αὐτοῦ γενέσθαι. εἰκότως δὲ καὶ μιαιφόνος λέγεται καὶ βροτολοιγός, καὶ ἀλαλάξιος καὶ βριήπυος, μεγίστης ἐν ταῖς παρατάξεσιν ὑπὸ τῶν μαχομένων ἀφιεμένης φωνῆς, ὅθεν καὶ ὄνους τινὲς αὐτῷ σφαγιάζουσι διὰ τὸ ταραχῶδες καὶ γεγωνὸν τῆς ὀγκήσεως, οἱ πλεῖστοι δὲ κύνας διὰ τὸ θρασὺ καὶ ἐπιθετικὸν τοῦ ζῴου. τιμᾶσθαι δʼ ὑπὸ Θρᾳκῶν μάλιστα καὶ Σκυθῶν καὶ τῶν τοιούτων ἐθνῶν λέγεται, παρʼ οἷς ἡ τῶν πολεμικῶν ἄσκησις εὐδοκιμεῖ καὶ τὸ ἀνεπιστρεφὲς τῆς δίκης. γῦπα δʼ ἱερόν φασιν αὐτοῦ ὄρνιν εἶναι διὰ τὸ πλεονάζειν ὅπου πότʼ ἂν πτώματα πολλὰ ἀρηΐφθορα ᾖ.
Μετὰ δὲ ταῦτα περὶ τοῦ ΠΟΣΕΙΔ῀ΩΝΟΣ ὦ παῖ, λεκτέον. προείρηται μὲν ὅτι ὁ αὐτός ἐστι τῇ τεταγμένῃ κατὰ τὸ ὑγρὸν δυνάμει, νῦν δὲ παραμυθητέον τοῦτο. πρῶτον μὲν οὖν φυτάλιον αὐτὸν ἐπωνόμασαν, ἐπειδὴ τοῦ φύεσθαι τὰ ἐκ γῆς γενόμενα ἡ ἐν αὐτῇ δηλονότι ἰκμὰς παραιτία ἐστίν· εἶτα ἐνοσίχθονα καὶ ἐνοσίγαιον καὶ σεισίχθονα καὶ τινάκτορα γαίας ὡς οὐ παρʼ ἄλλην αἰτίαν τῶν σεισμῶν γινομένων ἢ παρὰ τὴν εἰς τὰς ἐν τῇ γῇ σήραγγας ἔμπτωσιν τῆς τε θαλάττης καὶ τῶν ἄλλων ὑδάτων· στενοχωρούμενα γὰρ τὰ ἐν αὐτῇ πνεύματα καὶ ἔξοδον ζητοῦντα κλονεῖσθαι καὶ ῥήγνυσθαι αὐτὴν ποιεῖ, ἀποτελουμένων ἔσθʼ ὅτε καὶ μυκημάτων κατὰ τὴν ῥῆξιν· ἐντεῦθεν δὲ ἔδοξαν καὶ οἱ ταῦροι αὐτῷ προσήκειν, καὶ θύουσιν αὐτῷ ταύρους. παμμέλανας διὰ τὴν χροιὰν τοῦ πελάγους, εὐλόγως ἤδη κυανοχαίτου αὐτοῦ εἰρημένου καὶ ἐν ἐσθῆτι εἰσαγομένου τοιαύτῃ· τούτου δʼ ἕνεκεν καὶ τοὺς ποταμοὺς κερασφόρους καὶ ταυρωποὺς ἀναπλάττουσιν, ὡσὰν βίαιόν τι τῆς φορᾶς αὐτῶν καὶ μυκητικὸν ἐχούσης· καὶ γὰρ ὁ Σκάμανδρος παρὰ τῷ ποιητῇ ἤρυγεν ὡς ὅτε ταῦρος. κατʼ ἄλλον δὲ τρόπον γαιήοχος λέγεται ὁ Ποσειδῶν καὶ θεμελιοῦχος ὑπό τινων καὶ θύουσιν αὐτῷ Ἀσφαλείῳ Ποσειδῶνι πολλαχοῦ ὡσὰν ἐπʼ αὐτῷ κειμένου τοῦ ἀσφαλῶς ἑστάναι τὰ οἰκήματα ἐπὶ τῆς γῆς. τρίαινα δʼ αὐτοῦ φόρημά ἐστι πότερον ἐπεὶ χρῶνται αὐτῇ πρὸς τὴν τῶν ἰχθύων θήραν ἢ ὡς ἐπιτηδείου τούτου τοῦ ὀργάνου πρὸς τὴν κίνησιν τῆς γῆς ὄντος, ὡς εἴρηται καὶ
αὐτὸς δʼ ἐννοσίγαιος ἔχων χείρεσσι τρίαιναν
ἡγεῖτʼ· ἐκ δʼ ἄρα πάντα θεμείλια χεῦε θύραζε. καλεῖται δʼ εὐρύστερνος ὁ Ποσειδῶν διὰ τὸ πλάτος τοῦ πελάγους, ὡς εἴρηται καὶ ἐπʼ εὐρέα νῶτα θαλάσσης. λέγεται δὲ ἐκ τούτου καὶ εὐρυμέδων καὶ εὐρυβίας, ἵππιος δὲ τάχα ἀπὸ τοῦ ταχεῖαν τὴν διὰ θαλάττης φορὰν εἶναι καθάπερ ἵπποις ἡμῶν ταῖς ναυσὶ χρωμένων, ἐντεῦθεν ἤδη καὶ ἐπίσκοπον αὐτὸν εἶναι τῶν ἵππων παραδεξαμένων τῶν μετὰ ταῦτα. λέγεται δὲ παρά τισι καὶ νυμφαγέτης καὶ κρηνοῦχος διὰ τὰς προειρημένας αἰτίας· νύμφαι γάρ εἰσιν αἱ τῶν ποτίμων ὑδάτων πηγαί. ἀπὸ τοῦ ἀεὶ νέαι φαίνεσθαι ἢ ἀπὸ τοῦ φαίνειν οὕτως ὠνομασμέναι. τοῦ δʼ αὐτοῦ λόγου ἔχεται καὶ τὸ Ποσειδῶνος υἱὸν εἶναι τὸν Πήγασον, ἀπὸ τῶν πηγῶν ὠνομασμένον. διὰ δὲ τὴν θεωρουμένην βίαν περὶ τὴν θάλατταν καὶ πάντας τοὺς βιαίους καὶ μεγαλεπιβούλους γενομένους, ὡς τὸν Κύκλωπα καὶ τοὺς Λαιστρυγόνας καὶ τοὺς Ἀλωείδας, Ποσειδῶνος ἐμύθευσαν ἐκγόνους εἶναι.
Ὁ δὲ Νηρεὺς ἡ θάλαττά ἐστι, τοῦτον ὠνομασμένη τὸν τρόπον ἀπὸ τοῦ νεῖσθαι διʼ αὑτῆς. καλοῦσι δὲ τὸν Νηρέα καὶ ἅλιον γέροντα διὰ τὸ ὥσπερ πολιὰν ἐπανθεῖν τοῖς κύμασι τὸν ἀφρόν· καὶ γὰρ ἡ Λευκοθέα τοιοῦτόν τι ἐμφαίνει, ἥτις λέγεται θυγάτηρ Νηρέως εἶναι, δηλονότι τὸ λευκὸν τοῦ ἀφροῦ.
Πιθανὸν δὲ καὶ τὴν Ἀφροδίτην μὴ διʼ ἄλλο τι παραδεδόσθαι γεγονυῖαν ἐν τῇ θαλάττῃ ἢ ἐπειδὴ πρὸς τὸ πάντα γενέσθαι κινήσεως δεῖ καὶ ὑγρασίας, ἅπερ ἀμφότερα δαψιλῆ κατὰ τὴν θάλαττάν ἐστιν. ἐστοχάσαντο δὲ τοῦ αὐτοῦ καὶ οἱ Διώνης αὐτὴν θυγατέρα εἰπόντες εἶναι· διερὸν γὰρ τὸ ὑγρόν ἐστιν. Ἀφροδίτη δέ ἐστιν ἡ συνάγουσα τὸ ἄρρεν καὶ τὸ θῆλυ δύναμις, τάχα διὰ τὸ ἀφρώδη τὰ σπέρματα τῶν ζῴων εἶναι ταύτην ἐσχηκυῖα τὴν ὀνομασίαν ἤ, ὡς Εὐριπίδης ὑπονοεῖ, διὰ τὸ τοὺς ἡττωμένους αὐτῆς ἄφρονας εἶναι. καλλίστη δὲ παράγεται διὰ τὸ μάλιστα ἀρηρεκέναι τοῖς ἀνθρώποις τὴν κατὰ συμπλοκὴν ἡδονὴν ὡς πάντων τῶν ἄλλων διαφέρουσαν, λέγεται δὲ καὶ φιλομειδὴς διὰ τοῦτο· οἰκεῖα γὰρ τὰ μειδιάματα καὶ ἡ ἱλαρότης τῶν τοιούτων συνόδων ἐστί. παρέδρους δὲ καὶ συμβώμους τὰς Χάριτας ἔχει καὶ τὴν Πειθὼ καὶ τὸν Ἑρμῆν διὰ τὸ πειθοῖ προσάγεσθαι καὶ λόγῳ καὶ χάρισι τοὺς ἐρωμένους ἢ διὰ τὸ περὶ τὰς συνουσίας ἀγωγόν. Κυθέρεια δʼ εἴρηται διὰ τὰς ἐκ τῶν μίξεων γινομένας κυήσεις ἢ διὰ τὸ κεύθεσθαι τὰ πολλὰ τὰς τῶν ἀφροδισίων ἐπιθυμίας. ἐκ τούτου δʼ ἤδη καὶ ἱερὰ τῆς Ἀφροδίτης ἡ τῶν Κυθήρων νῆσος εἶναι δοκεῖ, τάχα δὲ καὶ ἡ Κύπρος, συνᾴδουσά πως τῇ κρύψει κατὰ τοὔνομα. ἡ δὲ Πάφος ἴδιον αὐτῆς οἰκητήριόν ἐστι, Παφίας λεγομένης, τάχα κατʼ ἔλλειψιν ἀπὸ τοῦ ἀπαφίσκειν, ὅ ἐστιν ἀπατᾶν· ἔχει γὰρ κατὰ μὲν τὸν Ἡσίοδον «μειδήματά τʼ ἐξαπατάς τε», κατὰ δὲ τὸν Ὅμηρον πάρφασιν, ἥ τʼ ἔκλεψε νόον πύκα περ φρονεόντων. ὁ δὲ Κεστὸς ἱμὰς οἷον κεκασμένος ἐστὶν ἢ διακεκεντημένος καὶ ποικίλος, δύναμιν ἔχων τοῦ συνδεῖν καὶ συσφίγγειν. καλεῖται δʼ οὐρανία τε καὶ πάνδημος καὶ ποντία διὰ τὸ καὶ ἐν οὐρανῷ καὶ ἐν γῇ καὶ ἐν θαλάττῃ τὴν δύναμιν αὐτῆς θεωρεῖσθαι. περιστερᾷ δὲ τῶν ὀρνέων χαίρει μάλιστα τῷ καθάρειον εἶναι τὸ ζῷον καὶ φιλοφρονητικὸν διὰ τῶν ὡσανεὶ φιλημάτων, ἀνάπαλιν δʼ ὗς διὰ τὴν ἀκαθαρσίαν ἀλλοτρία αὐτῆς εἶναι δοκεῖ. τῶν γε μὴν φυτῶν ἡ μὲν μυρσίνη διὰ τὴν εὐωδίαν Ἀφροδίτης εἶναι διείληπται, ἡ δὲ φιλύρα διά τε τοὔνομα καὶ ἐπεὶ πρὸς τὰς τῶν στεφάνων πλοκὰς εἰώθασιν αὐτῇ μάλιστα χρῆσθαι. τὴν δὲ πύξον φυλάττονται τῇ θεῷ προσφέρειν ἀφοσιούμενοί πως ἐπʼ αὐτῆς τὴν πυγήν. Οὐδὲν δὲ παράδοξον εἰ τοιαύτῃ οὔσῃ αὐτῇ συντιμᾶται καὶ συμπάρεστιν ὁ Ἔρως, τῶν πλείστων καὶ Ἀφροδίτης υἱὸν αὐτὸν παραδεδωκότων, ὃς δὴ παῖς μέν ἐστι διὰ τὸ ἀτελῆ τὴν γνώμην καὶ εὐεξαπάτητον ἔχειν τοὺς ἐρῶντας, πτερωτὸς δέ, ὅτι κουφόνους ποιεῖ ἢ ὅτι ὡς ὄρνις ἀεὶ προσίπταται ταῖς διανοίαις ἀθρόως, τοξότης δʼ, ἐπεὶ πληγῇ τινι ὅμοιον ἀπὸ τῆς προσόψεως οἱ ἁλισκόμενοι αὐτῷ πάσχουσιν, οὔτε πλησιάσαντες οὔθʼ ἁψάμενοι τῶν καλῶν, ἀλλὰ μακρόθεν αὐτοὺς ἰδόντες. Ἔρωτα δʼ αὐτὸν εἰρῆσθαι πιθανὸν ἀπὸ τῆς ἐπιζητήσεως τῶν ἐρωμένων· τάττεται γὰρ ἐπὶ τοῦ ζητεῖν τὸ ἐρεῖν, ὡς εἴρηται τὸ Ἴφιτος αὖθʼ ἵππους ἐρέων—, ἐντεῦθεν, οἶμαι, καὶ τῆς ἐρεύνης ὠνομασμένης. καὶ πλείους δὲ Ἔρωτες παραδίδονται διὰ τὴν πολυτροπίαν τῶν ἐρώντων. καλεῖται δὲ καὶ Ἵμερος εἴτουν παρὰ τὸ ἵεσθαι καὶ φέρεσθαι ἐπὶ τὴν ἀπόλαυσιν τῶν ὡραίων ὠνομασμένος εἴτε κατὰ μίμησιν τῆς περὶ τὴν διάνοιαν ἐκστάσεως ὡς μεμωρῶσθαι περὶ ταύτην· Πόθος δʼ ἀπὸ τῆς τῶν φιλημάτων μιμήσεως, ὅθεν ἔσχε τὴν κλῆσιν καὶ ὁ πάππας, ἢ ἀπὸ τοῦ πολλὰ πυνθάνεσθαι περὶ τῶν ἐρωμένων τοὺς ἐρῶντας.
Ἔνιοι δὲ καὶ τὸν ὅλον κόσμον νομίζουσιν Ἔρωτα εἶναι, καλόν τε καὶ ἐπαφρόδιτον καὶ νεαρὸν ὄντα καὶ πρεσβύτατον ἅμα πάντων καὶ πολλῷ κεχρημένον πυρὶ καὶ ταχεῖαν ὥσπερ ἀπὸ τοξείας ἢ διὰ πτερῶν τὴν κίνησιν ποιούμενον· τοῦτον δʼ ἄλλως εἶναι καὶ τὸν Ἄτλαντα, ἀταλαιπώρως ἀποδιδόντα τὰ κατὰ τοὺς ἐμπεριεχομένους ἐν αὐτῷ λόγους γινόμενα καὶ οὕτω καὶ τὸν οὐρανὸν βαστάζοντα, ἔχειν δὲ κίονας μακρὰς τὰς τῶν στοιχείων δυνάμεις, καθʼ ἃς τὰ μὲν ἀνωφερῆ ἐστι, τὰ δὲ κατωφερῆ· ὑπὸ τούτων γὰρ διακρατεῖσθαι τὸν οὐρανὸν καὶ τὴν γῆν· ὀλοόφρονα δʼ αὐτὸν εἰρῆσθαι διὰ τὸ περὶ τῶν ὅλων φροντίζειν καὶ προνοεῖσθαι τῆς πάντων τῶν μερῶν σωτηρίας. ἐκ δʼ αὐτοῦ τὰς Πλειάδας γεγονέναι παρισταμένου ὅτι πάντα τὰ ἄστρα πλείονα ὄντα ἐγέννησεν, Ἀστραίῳ τε καὶ Θαύμαντι ὁ αὐτὸς ὤν· οὔτε γὰρ ἵσταται, τὸ σύνολον ἀνηρέμητος ὑπάρχων, εἰ καὶ ὅτι μάλιστα εὖ βεβηκέναι δοκεῖ καὶ ἀσάλευτος εἶναι, θαυμασμόν τε τοῖς ἐφεστῶσιν ἐπὶ τὴν διάταξιν αὐτοῦ πολὺν ἐμποιεῖ. Τοῦτον εἶναι καὶ τὸν Πᾶνα, ἐπειδὴ τῷ παντὶ ὁ αὐτός ἐστι. καὶ τὰ μὲν κάτω λάσια καὶ τραγώδη διὰ τὴν τῆς γῆς δασύτητα ἔχειν, τὰ δʼ ἄνω ἀνθρωπόμορφα διὰ τὸ ἐν τῷ αἰθέρι τὸ ἡγεμονικὸν εἶναι τοῦ κόσμου, ὃ δὴ λογικόν ἐστι. λάγνον δὲ καὶ ὀχευτὴν αὐτὸν παρεισάγεσθαι διὰ τὸ πλῆθος ὧνπερ εἴληφε σπερματικῶν λόγων καὶ τῶν κατὰ σύμμιξιν ἐξ αὐτῶν γινομένων. ἐν ταῖς ἐρήμοις δὲ διατρίβειν μάλιστα τῆς μονότητος αὐτοῦ διὰ τούτου παρισταμένης· εἷς γὰρ καὶ μονογενὴς ὁ κόσμος ἐστί. τὰς δὲ Νύμφας διώκειν, ἐπειδὴ χαίρει ταῖς ἐκ τῆς γῆς ὑγραῖς ἀναθυμιάσεσιν, ὧν χωρὶς οὐδʼ οἷόν τʼ ἐστὶν αὐτὸν συνεστάναι· τὸ δὲ σκιρτητικὸν αὐτοῦ καὶ παικτικὸν τὴν ἀεὶ κίνησιν τῶν ὅλων ἐμφαίνει. νεβρίδα δὲ ἢ παρδαλῆν αὐτὸν ἐνῆφθαι διὰ τὴν ποικιλίαν τῶν ἄστρων καὶ τῶν ἄλλων χρωμάτων ἃ θεωρεῖται ἐν αὐτῷ. συρικτὴν δὲ εἶναι τάχα μὲν διὰ τὸ ὑπὸ παντοίων ἀνέμων διαπνεῖσθαι, τάχα δʼ ἐπεὶ τὴν ἐμμέλειαν ἀγριοφανῆ καὶ αὐστηρὰν ἀλλʼ οὐ πρὸς ἐπίδειξιν ἔχει. τῷ δὲ ἐν τοῖς ὄρεσιν αὐτὸν καὶ τοῖς σπηλαίοις διαιτᾶσθαι καὶ τὸ τῆς πίτυος στέμμα ἐπηκολούθησεν, ὄρειόν τι καὶ μεγαλοπρεπὲς ἔχοντος τοῦ φυτοῦ, ἔτι δὲ τὸ Πανικὰς λέγεσθαι ταραχὰς τὰς αἰφνιδίους καὶ ἀλόγους· οὕτω γάρ πως καὶ αἱ ἀγέλαι καὶ τὰ αἰπόλια πτοεῖται ψόφου τινὸς ἐξ ὕλης ἢ τῶν ὑπάντρων καὶ φαραγγωδῶν τόπων ἀκούσαντα. οἰκείως δὲ καὶ τῶν ἀγελαίων θρεμμάτων αὐτὸν ἐπίσκοπον ἐποιήσαντο, τάχα μὲν διὰ τοῦτο καὶ κεράστην αὐτὸν καὶ δίχηλον πλάττοντες, τάχα δὲ τὸ διττὸν τῶν ἐξεχόντων ἐν αὐτῷ ὤτων αἰνιττόμενοι. — Ἴσως δʼ ἂν οὗτος καὶ ὁ Πρίαπος εἴη, καθʼ ὃν πρόεισιν εἰς φῶς πάντα, τῶν ἀρχαίων δεισιδαιμόνως καὶ ἁδρῶς διὰ τούτων ἃ ἐφρόνουν περὶ τῆς τοῦ κόσμου φύσεως παριστάντων. ἐμφαίνει γοῦν τὸ μέγεθος τῶν αἰδοίων τὴν πλεονάζουσαν ἐν τῷ θεῷ σπερματικὴν δύναμιν, ἡ δʼ ἐν τοῖς κόλποις αὐτοῦ παγκαρπία τὴν δαψίλειαν τῶν ἐν ταῖς οἰκείαις ὥραις ἐντὸς τοῦ κόλπου φυομένων καὶ ἀναδεικνυμένων καρπῶν. παρεισάγεται δὲ καὶ αὐτὸς φύλαξ τῶν τε κήπων καὶ τῶν ἀμπέλων, ἐπειδὴ κατὰ τὸν γεννῶντά ἐστι καὶ τὸ σώζειν ἃ γεννᾷ, καὶ τὸ μὲν πολύφορον καὶ καθαρὸν αἱ ἄμπελοι παριστᾶσι, μάλιστα δὲ τὸ ποικίλον καὶ ἐπιτερπὲς καὶ ῥαδίαν τὴν γένεσιν ποιούμενον οἱ κῆποι, τοιαύτην ὡς ἐπίπαν αὐτοῦ καὶ τὴν ἐσθῆτα ἔχοντος. δρέπανον δὲ ἐν τῇ δεξιᾷ χειρὶ προτείνει πότερον ἐπεὶ τούτῳ χρῶνται πρὸς τὴν κάθαρσιν τῶν ἀμπέλων ἢ ἐπεὶ κατὰ τὸν τηροῦντά τί ἐστι καὶ καθωπλίσθαι πρὸς ἀσφάλειαν αὐτοῦ ἢ ὡς τῆς αὐτῆς δυνάμεως μετὰ τὸ ἐνεγκεῖν τὰ ὄντα ἐκτεμνούσης αὐτὰ καὶ φθειρούσης. —Ἀγαθὸς δὲ Δαίμων ἤτοι πάλιν ὁ κόσμος ἐστι βρίθων καὶ αὐτὸς τοῖς καρποῖς ἢ ὁ προεστὼς αὐτοῦ λόγος, καθʼ ὅσον δατεῖται καὶ διαμερίζει τὸ ἐπιβάλλον ἀγαθὸς διαιρέτης ὑπάρχων. προστάτης δὲ καὶ σωτὴρ τῶν οἰκείων ἐστὶ τῷ σώζειν καλῶς τὸν ἴδιον οἶκον καὶ ὑπόδειγμα παρέχειν ἑαυτὸν καὶ τοῖς ἄλλοις. τὸ δὲ τῆς Ἀμαλθείας κέρας οἰκεῖον αὐτῷ φόρημά ἐστιν, ἐν ᾧ ἅμα πάντα ἀλδήσκει τὰ κατὰ τοὺς οἰκείους καιροὺς φυόμενα, ἀλλʼ οὐ περὶ ἕν τι αὐτῷ γινόμενα, περὶ πολλὰ δὲ ἀθρόως καὶ ποικίλα, ἢ ἐπεὶ ἐμπεριόδως ἀμαλδύνει καὶ πάλιν κεραίζει πάντα ἢ διὰ τὴν γινομένην ἐξ αὐτοῦ πρὸς τὸ πονεῖν προτροπὴν ὡς τῶν ἀγαθῶν μὴ μαλακιζομένοις προσγινομένων.
Ἑξῆς δὲ περὶ ΔΉΜΗΤΡΟΣ καὶ Ἑστίας, ὦ παῖ, λεκτέον· ἑκατέρα δʼ ἔοικεν οὐχ ἑτέρα τῆς γῆς εἶναι. ταύτην μὲν γὰρ διὰ τὸ ἑστάναι διὰ παντὸς Ἑστίαν προσηγόρευσαν οἱ παλαιοὶ, διὰ δὲ τὸ μητρὸς τρόπον φύειν τε καὶ τρέφειν πάντα Δήμητραν οἱονεὶ γῆν μητέρα οὖσαν ἢ Δηὼ μητέρα τῷ καὶ αὐτὴν καὶ τὰ ἐπʼ αὐτῆς ἀφθόνως ἐφεῖσθαι τοῖς ἀνθρώποις δατεῖσθαι καὶ δαίνυσθαι. παρεισάγεταί τε ἡ μὲν Ἑστία παρθένος διὰ τὸ τὴν ἀκινησίαν μηδενὸς εἶναι γεννητικήν—καὶ τούτου χάριν καὶ ὑπὸ παρθένων νεωκορεῖται—, ἡ δὲ Δημήτηρ οὐκέτι, ἀλλὰ τὴν Κόρην τετοκυῖα οἷον τὴν Κόρον. τὸ δʼ ἀείζωον πῦρ ἀποδέδοται τῇ Ἑστίᾳ διὰ τὸ καὶ αὐτὸ δοκεῖν εἶναι, τάχα δʼ ἐπεὶ τὰ πυρὰ ἐν κόσμῳ πάντα ἐντεῦθεν τρέφεται καὶ διὰ ταύτην ὑφέστηκεν ἢ ἐπεὶ ζείδωρός ἐστι καὶ ζῴων μήτηρ, οἷς αἴτιον τοῦ ζῆν τὸ πυρῶδές ἐστι. στρογγύλη δὲ πλάττεται καὶ κατὰ μέσους ἱδρύεται τοὺς οἴκους διὰ τὸ καὶ τὴν γῆν τοιαύτην εἶναι καὶ οὕτως ἱδρῦσθαι συμπεπιλημένην, ὅθεν κατὰ μίμησιν ἡ γῆ καὶ χθὼν προσηγόρευται. μυθεύεται δὲ πρώτη τε καὶ ἐσχάτη γενέσθαι τῷ εἰς ταύτην ἀναλύεσθαι τὰ ἀπʼ αὐτῆς γινόμενα καὶ ἐξ αὐτῆς συνίστασθαι, καθὸ κἀν ταῖς θυσίαις οἱ Ἕλληνες ἀπὸ πρώτης τε αὐτῆς ἤρχοντο καὶ εἰς ἐσχάτην αὐτὴν κατέπαυον. στέμματα δʼ αὐτῇ λευκὰ περίκεινται τῷ στέφεσθαι καὶ καλύπτεσθαι πανταχόθεν αὐτὴν ὑπὸ τοῦ λευκοτάτου στοιχείου. ἡ μέντοι Δημήτηρ κατὰ τὸ ἀναδοτικὸν τῶν σπερμάτων εἰδοποιουμένη πάνυ οἰκείως εἰσάγεται στάχυσιν ἐστεφανωμένη. τοῦτο γὰρ ἀναγκαιότατον ὧν κεχάρισται τοῖς ἀνθρώποις ἡ ἥμερος τροφή, ἐστί. ταύτην δὲ μυθεύεται σπεῖραι διὰ τῆς οἰκουμένης ὁ Τριπτόλεμος ὁ Ἐλευσίνιος ἀναβιβασάσης αὐτὸν ἐπὶ πτερωτῶν δρακόντων ὄχημα τῆς Δήμητρος. ἔοικε γὰρ πρῶτός τις τῶν παλαιῶν δρακεῖν καὶ συνιέναι θεοῦ τινος ἐπὶ μετεωροτέραν ἐπίνοιαν ἀναβιβάσαντος τὸν μεταχειρισμὸν τῆς κριθῆς· ἐντεῦθεν δὲ τὴν ὀνομασίαν εἴληφεν, ὁ τρίψας τὰς οὐλάς· οὐλαὶ δὲ λέγονται αἱ κριθαί· Ἐλευσὶν δὲ ὁ τόπος, ὅπου πρώτως εὑρέθησαν. ἁρπάσαι δʼ ὁ Ἅιδης τὴν θυγατέρα τῆς Δήμητρος ἐμυθεύθη διὰ τὸν γινόμενον ἐπὶ χρόνον τινα τῶν σπερμάτων κατὰ γῆς ἀφανισμόν. προσεπλάσθη δʼ ἡ κατήφεια τῆς θεοῦ καὶ ἡ διὰ τοῦ κόσμου ζήτησις. τοιοῦτον γάρ τι καὶ παρʼ Αἰγυπτίοις ὁ ζητούμενος καὶ ἀνευρισκόμενος ὑπὸ τῆς Ἴσιδος Ὄσιρις ἐμφαίνει καὶ παρὰ Φοίνιξιν ὁ ἀνὰ μέρος παρʼ ἓξ μῆνας ὑπὲρ γῆν τε καὶ ὑπὸ γῆν γινόμενος Ἄδωνις, ἀπὸ τοῦ ἁδεῖν τοῖς ἀνθρώποις οὕτως ὠνομασμένου τοῦ Δημητριακοῦ καρποῦ. τοῦτον δὲ πλήξας κάπρος ἀνελεῖν λέγεται διὰ τὸ τὰς ὗς δοκεῖν ληιβότειρας εἶναι ἢ τὸν τῆς ὕνεως ὀδόντα αἰνιττομένων αὐτῶν, ὑφʼ οὗ κατὰ γῆς κρύπτεται τὸ σπέρμα· διατετάχθαι δὲ ὧδε, παρά τε τῇ Ἀφροδίτῃ τὸν ἴσον χρόνον μένειν τὸν Ἄδωνιν καὶ παρὰ τῇ Περσεφόνῃ, διʼ ἣν εἴπομεν αἰτίαν. ἐκάλεσαν δὲ Περσεφόνην τὴν τῆς Δήμητρος θυγατέρα διὰ τὸ ἐπίπονον εἶναι καὶ πόνων οἰστικὴν τὴν ἐργασίαν ἢ τῷ ἐκ πόνων ὑπομονὴν φέρεσθαι. νηστεύουσι δʼ εἰς τιμὴν τῆς Δήμητρος ἤτοι γεραίροντες αὐτὴν ἰδίῳ τρόπῳ τινὶ ἀπαρχῆς διὰ τοῦ πρὸς μίαν ἡμέραν ἀπέχεσθαι τῶν δεδομένων αὐτοῖς ὑπʼ αὐτῆς ἢ κατʼ εὐλάβειαν ἐνδείας παρεισεληλυθότος τοῦ θεοῦ· ἐπειδὴ δὲ ἔσπειρον, ἀφῄρουν ἀπὸ τῶν ἰδίων χρεῶν, καθὸ παρὰ τὸν τοῦ σπόρου καιρὸν τὴν ἑορτὴν αὐτῆς ἄγουσι. περὶ δὲ τὸ ἔαρ τῇ Χλόῃ Δήμητρι θύουσι μετὰ παιδιᾶς καὶ χαρᾶς, ἰδόντες χλοάζοντα καὶ ἀφθονίας αὐτοῖς ἐλπίδα ὑποδεικνύντα. ἐντεῦθεν δὲ καὶ ὁ Πλοῦτος τῆς Δήμητρος υἱὸς ἔδοξεν εἶναι. καλῶς γὰρ εἴρηται τὸ
σίτου καὶ κριθῆς, ὦ νήπιε, πλοῦτος ἄριστος. καὶ ἐναντίον πώς ἐστι τῷ λιμώττειν τὸ περιουσιάζεσθαι, εἰς ὃ καὶ ἀπιδὼν ὁ Ἡσίοδός φησιν· Ἐργάζευ, Πέρση, δῖον γένος, ὄφρα σε λιμὸς ἐχθαίρῃ, φιλέῃ δέ σʼ ἐυπλόκαμος Δημήτηρ. θύουσι δʼ ὗς ἐγκύμονας τῇ Δήμητρι πάνυ οἰκείως, τὸ πολύγονον καὶ εὐσύλληπτον καὶ τελεσφόρον παριστάντες. ἀνατιθέασι δʼ αὐτῇ καὶ τὰς μήκωνας κατὰ λόγον· τό τε γὰρ στρογγύλον καὶ περιφερὲς αὐτῶν παρίστησι τὸ σχῆμα τῆς γῆς σφαιροειδοῦς οὔσης, ἥ τε ἀνωμαλία τὰς κοιλότητας καὶ τὰς ἐξοχὰς τῶν ὀρῶν, τὰ δʼ ἐντὸς τοῖς ἀντρώδεσι καὶ ὑπονόμοις ἔοικε, σπέρματά τε ἀναρίθμητα γεννῶσιν ὥσπερ ἡ γῆ. διὰ δὲ τὴν ἀφθονίαν τῶν σιτηρῶν ἐπαύσαντο οἱ ἄνθρωποι δυσπόρισταν καὶ ἀμφιδήριτον τὴν τροφὴν ἔχοντες, ὥστε καὶ συντιθέμενοί τινα πρὸς ἀλλήλους περὶ τῶν κατὰ τὰ ἠροτριωμένα μέτρων καὶ διανεμόμενοι τὰ γεννώμενα δικαίως ἀρχηγὸν ἔλεγον νόμων καὶ θεσμῶν τὴν Δήμητραν αὐτοῖς γεγονέναι· ἐντεῦθεν θεσμοθέτιν αὐτὴν προσηγόρευσαν οἷον νομοθέτιν οὖσαν, οὐκ ὀρθῶς τινων θεσμὸν ὑπολαβόντων εἰρῆσθαι τὸν καρπὸν ἀπὸ τοῦ αὐτὸν ἀποτίθεσθαι καὶ θησαυρίζεσθαι.
Διὰ δὲ ταύτην τὴν αἰτίαν καὶ ἐκ Θέμιδος λέγεται ὁ Ζεὺς γεννῆσαι τὰς Ὥρας, ὑφʼ ὧν τὰ ἀγαθὰ πάντα καθʼ ἡμᾶς ὠρεύεται καὶ φυλάττεται. καλεῖται δʼ αὐτῶν ἡ μὲν Εὐνομία ἀπὸ τῆς τοῦ ἐπιβάλλοντος διανεμήσεως, ἡ δὲ Δίκη ἀπὸ τοῦ δίχα χωρίζειν ἀπʼ ἀλλήλων τοὺς διαφερομένους, ἡ δὲ Εἰρήνη ἀπὸ τοῦ διὰ λόγου καὶ οὐ διʼ ὅπλων διακρίνεσθαι ποιεῖν.
Οἰκείως δʼ ἔδοξεν Εἰρήνη κατά τι καὶ ὁ Διόνυσος εἶναι, τῶν ἡμέρων δένδρων ἐπίσκοπος ὢν καὶ δοτὴρ θεὸς· δενδροκοποῦνται γὰρ αἱ χῶραι τοῖς πολέμοις· ἐν εἰρήνῃ δὲ καὶ τὰ τῶν εὐωχιῶν θάλλει, οἷς ἀναγκαιότατος ὁ οἶνός ἐστι. τυγχάνει δὲ ὁ Διόνυσος ἤτοι οἷον διάνυσος παρὰ τὸ διαίνειν ἡμᾶς ἡδέως ἢ ὡσανεὶ διάλυσος κεκλημένος, ἀφʼ ἧς ἀρχῆς καὶ λύσιον αὐτὸν καὶ λυαῖον ἐπωνόμασαν· τινὲς δέ φασιν ἀπὸ τοῦ τὸν Δία περὶ τὸ Νύσιον ὄρος φῆναι πρῶτον τὴν ἄμπελον παρεληλυθέναι τοῦτο τὸ ὄνομα εἰς τὴν συνήθειαν. λέγεται δὲ διὰ πυρὸς λοχευθῆναι, ἐρραφθεὶς δʼ εἰς τὸν μηρὸν τοῦ Διὸς ἐκεῖ τελεσφορηθῆναι, ἐπεὶ πρώτη μὲν αὐτοῦ γέννησίς ἐστιν ἡ κατὰ πέπανσιν τῆς ὀπώρας, ἥτις γίνεται καυμάτων ἀκμαζόντων, δευτέρα δʼ ἡ κατὰ τὴν πάτησιν, ἐκθλιβομένου τοῖς ποσὶν αὐτοῦ, καὶ τοιοῦτόν τι ἐκ τοῦ μηροῦ συνεκδέχεσθαι δέοντος. βρόμιος δὲ καὶ Βάκχος καὶ Ἴακχος καὶ εὔϊος καὶ βαβάκτης καὶ Ἰόβακχος καλεῖται διὰ τὸ πολλὰς τοιαύτας φωνὰς τοὺς πατοῦντας αὐτὸν πρῶτον, εἶτα τοὺς ἕως μέθης μετὰ ταῦτα χρωμένους ἀφιέναι. τῆς δʼ ἐν τοῖς πότοις παιδιᾶς, εἶτʼ ἐκστάσεως σύμβολόν εἰσιν οἱ Σάτυροι τὴν ὀνομασίαν ἐσχηκότες ἀπὸ τοῦ σεσηρέναι καὶ οἱ Σκιρτοὶ ἀπὸ τοῦ σκαίρειν καὶ οἱ Σιληνοὶ ἀπὸ τοῦ σιλαίνειν καὶ οἱ Σευΐδαι ἀπὸ τοῦ σεύειν, ὅ ἐστιν ὁρμᾶν. διὰ τούτων δʼ ἴσως παρίσταται τὸ ὡσανεὶ μετʼ ἐκλύσεως καὶ θηλύτητος παράφορον τῶν πινόντων. τούτου δὲ ἕνεκεν καὶ θηλύμορφος μὲν πλάττεται, κέρατα δὲ ἔχων, ὡσὰν τοὺς μὲν τόνους ἀποβαλλόντων τῶν μεθυσκομένων, βίᾳ δὲ χρωμένων καὶ δυσκάθεκτόν τι καὶ ὁρμητικὸν ἐχόντων. καὶ τὸ μὲν τῆς ἐσθῆτος ἀνθηρὸν παρίστησι τὴν ποικιλίαν τῆς ὀπώρας, ἡ δʼ ἐν τοῖς πλείστοις τῶν πλασμάτων γυμνότης τὸν παρὰ τοὺς πότους γινόμενον ἀπαμφιασμὸν τοῦ τρόπου, καθὸ δοκεῖ καὶ τὸ «οἶνος καὶ ἀλήθεια» εἰρῆσθαι, τάχα διὰ τοῦτο καὶ μαντεῖα ἔσθʼ ὅπου τοῦ Διονύσου ἔχοντος. τῷ δὲ θορυβώδει τῶν μεθυσκομένων οἰκεῖόν τι ἔδοξεν ἔχειν καὶ ὁ τῶν ῥόπτρων ψόφος καὶ τυμπάνων, ἃ παραλαμβάνουσιν εἰς τὰ ὄργια αὑτῶν. χρῶνται δὲ πολλοὶ καὶ αὐλοῖς παρὰ τὴν συγκομιδὴν τοῦ καρποῦ καὶ ἄλλοις τοιούτοις ὀργάνοις. ὁ δὲ θύρσος ἐμφαίνει τὸ μὴ ἀρκεῖσθαι τοῖς ἑαυτῶν ποσὶ τοὺς πολὺν οἶνον πίνοντας, τῶν δʼ ὑποστηριούντων αὐτοὺς δεῖσθαι. τινὲς δὲ τῶν θύρσων καὶ ἐπιδορατίδας κρυπτομένας ὑπὸ τοῖς φύλλοις ἔχουσιν ὡσὰν καὶ ὀδυνηφόρου τινὸς ἔσθʼ ὅτε κρυπτομένου τῇ παρὰ τὴν πολυποσίαν ἱλαρότητι εἰς ὕβρεις ἐνίων καὶ παρακοπὰς ἐμπιπτόντων, ἀφʼ οὗ δὴ μαινόλης τε ὁ Διόνυσος ἐκλήθη καὶ Μαινάδες αἱ περὶ αὐτὸν γυναῖκες. πλάττεται δὲ καὶ νέος καὶ πρεσβύτης διὰ τὸ πάσῃ ἡλικίᾳ πρόσφορος εἶναι, τῶν μὲν νέων λαβρότερον αὐτῷ χρωμένων, τῶν δὲ πρεσβυτέρων ἥδιον. οἱ δὲ Σάτυροι παρεισάγονται ταῖς νύμφαις ἐπιμιγνύμενοι καὶ τὰς μὲν πειρῶντες, τὰς δὲ μετὰ παιδιᾶς βιαζόμενοι τῷ τὴν πρὸς τὸ ὕδωρ κρᾶσιν τοῦ οἴνου συνῶφθαι χρησίμην οὔσαν. τὰς δὲ παρδάλεις ὑποζευγνύουσι τῷ Διονύσῳ καὶ παρακολουθούσας εἰσάγουσιν ἤτοι διὰ τὸ ποικίλον τῆς χροιᾶς, ὡς καὶ νεβρίδα αὐτός τε περιῆπται καὶ αἱ Βάκχαι, ἢ ὡς καὶ τὰ ἀγριώτατα ἤθη τῆς συμμέτρου οἰνώσεως ἐξημερούσης. τὸν δὲ τράγον αὐτῷ θύουσι διὰ τὸ λυμαντικὸν δοκεῖν τῶν ἀμπέλων καὶ τῶν συκῶν εἶναι τοῦτο τὸ ζῷον, καθὸ καὶ ἐκδέροντες αὐτὸν εἰς τὸν ἀσκὸν ἐνάλλονται κατὰ τὰς Ἀττικὰς κώμας οἱ γεωργοὶ νεανίσκοι. τάχα δὲ ἂν χαίροι τοιούτῳ θύματι ὁ Διόνυσος διὰ τὸ ὀχευτικὸν εἶναι τὸν τράγον, ἀφʼ οὗ καὶ ὁ ὄνος ἐν ταῖς πομπαῖς αὐτοῦ θαμίζει καὶ οἱ φαλλοὶ αὐτῷ ἀνατίθενται καὶ τὰ φαλλαγώγια ἄγεται· κινητικὸν γὰρ πρὸς συνουσίαν ὁ οἶνος, διὰ τοῦτʼ ἐνίων κοινῇ θυόντων Διονύσῳ καὶ Ἀφροδίτῃ. ὁ δὲ νάρθηξ διὰ τῆς σκολιότητος τῶν κώλων ἐμφαίνει τὸ τῇδε κἀκεῖσε περιφερόμενον τῶν μεθυόντων· τινὲς δέ φασιν ὅτι καὶ τὸ ἄναρθρον τῆς λαλιᾶς αὐτῶν παρίστησιν. ὀρείφοιτοι δʼ εἰσὶ καὶ φιλέρημοι αἱ Βάκχαι διὰ τὸ μὴ ἐν ταῖς πόλεσιν, ἀλλʼ ἐπὶ τῶν χωρίων γεννᾶσθαι τὸν οἶνον. διθύραμβος δʼ ὁ Διόνυσος ἐκλήθη πότερον ὡς τὸ δίθυρον τοῦ στόματος ἀναφαίνων καὶ ἐκφερομυθεῖν τὰ ἀπόρρητα ποιῶν ἢ ὡς διʼ αὐτὸν καὶ ἐπὶ τὰς θύρας ἀναβαινόντων τῶν νέων ἢ ἐμβαινόντων εἰς αὐτάς, ὅ ἐστιν ἐμπιπτόντων καὶ διασαλευόντων τὰ κλεῖθρα. καθαιρετικὸς δὲ παντὸς οὑτινοσοῦν ὑπάρχων ἔδοξε καὶ πολεμιστὴς εἶναι καὶ πρῶτος καταδεδειχέναι τὸν ἐν ταῖς πολεμικαῖς νίκαις ἀγόμενον θρίαμβον. ὁ δὲ θρίαμβος ἀπὸ τοῦ θροεῖν καὶ ἰαμβίζειν τὴν κλῆσιν ἔλαχεν, ὅθεν καὶ ἐν τοῖς κατὰ τῶν πολεμίων θριάμβοις πολλοὶ ἀναπαίστοις σκώπτοντες χρῶνται. καὶ τὴν κίτταν δὲ ὡς λάλον ὄρνεον καθιεροῦσιν αὐτῷ καὶ βασσαρέα καλοῦσιν ἀπὸ τοῦ βάζειν καὶ εἰραφιώτην ἀπὸ τοῦ ἔριν ἀφιέναι. τῷ κίττῳ δὲ στέφεται διὰ τὴν πρὸς τὴν ἄμπελον ἐμφέρειαν αὐτοῦ καὶ τὴν πρὸς τοὺς βότρυς ὁμοιότητα τῶν κορύμβων. τὰ δὲ θυμελικὰ ἀκροάματα τὸν Διόνυσον θεραπεύει διὰ τὴν πρὸς τὰς θαλίας οἰκειότητα αὐτῶν, οἷον ᾠδῆς καὶ κιθάρας· «τὰ γάρ τʼ ἀναθήματα δαιτός». μυθολογεῖται δʼ ὅτι διασπασθεὶς ὑπὸ τῶν Τιτάνων συνετέθη πάλιν ὑπὸ τῆς Ῥέας, αἰνιττομένων τῶν παραδόντων τὸν μῦθον ὅτι οἱ γεωργοί, θρέμματα γῆς ὄντες, συνέχεαν τοὺς βότρυς καὶ τοῦ ἐν αὐτοῖς Διονύσου τὰ μέρη ἐχώρισαν ἀπʼ ἀλλήλων, ἃ δὴ πάλιν ἡ εἰς ταὐτὸ σύρρυσις τοῦ γλεύκους συνήγαγε καὶ ἓν σῶμα ἐξ αὐτῶν ἀπετέλεσε. καὶ ὁ παρὰ τῷ ποιητῇ δὲ μῦθος, ὡς φεύγων ποτὲ τὴν Λυκούργου ἐπιβουλὴν ὁ θεὸς ἔδυ κατὰ θαλάττης, εἶθʼ ἡ Θέτις αὐτὸν διέσωσεν, ἐμφανῆ τὴν διάνοιαν ἔχει. τιθῆναι μὲν γάρ εἰσι τοῦ Διονύσου αἱ ἄμπελοι· ταύτας δʼ ὁ Λυκοῦργος τρυγητὴς ὢν ἐσκύλευσε καὶ ἀπεκόσμησεν, εἶθʼ ὁ οἶνος θαλάττῃ μιγεὶς ἀσφαλῶς ἀπετέθη. καὶ περὶ μὲν Διονύσου τοσαῦτα.
Ἡρακλῆς δʼ ἐστὶν ὁ ἐν τοῖς ὅλοις λόγος καθʼ ὃν ἡ φύσις ἰσχυρὰ καὶ κραταιά ἐστιν, μεταδοτικὸς ἰσχύος καὶ τοῖς κατὰ μέρος καὶ ἀλκῆς ὑπάρχων. ὠνόμασται δὲ τάχα ἀπὸ τοῦ διατείνειν εἰς τοὺς ἥρωας, ὡς αὐτοῦ ὄντος τοῦ κλεΐζεσθαι τοὺς γενναίους ποιοῦντος· ἥρωας γὰρ ἐκάλουν οἱ παλαιοὶ τοὺς ἁδροὺς τοῖς σώμασι καὶ ταῖς ψυχαῖς καὶ κατὰ τοῦτο τοῦ θείου γένους μετέχειν δοκοῦντας. οὐ δεῖ δὲ ὑπὸ τῆς νεωτέρας ἱστορίας ἐπιταράττεσθαι· διὰ γὰρ ἀρετὴν ἠξιώθη τῆς αὐτῆς τῷ θεῷ προσηγορίας ὁ Ἀλκμήνης καὶ Ἀμφιτρύωνος υἱός, ὥστε δυσδιάκριτα γεγονέναι τὰ τοῦ θεοῦ ἴδια ἀπὸ τῶν περὶ τοῦ ἥρωος ἱστορουμένων. τάχα δʼ ἂν ἡ λεοντῆ καὶ τὸ ῥόπαλον ἐκ τῆς παλαιᾶς θεολογίας ἐπὶ τοῦτον μετενηνεγμένα εἴη. σύμβολον δʼ ἂν ἑκάτερον εἴη ῥώμης καὶ γενναιότητος· ὁ μὲν γὰρ λέων τὸ ἀλκιμώτατον τῶν θηρίων ἐστί, τὸ δὲ ῥόπαλον τὸ καρτερώτατον τῶν ὅπλων. καὶ τοξότης δʼ ἂν ὁ θεὸς παρεισάγοιτο κατά τε τὸ πανταχοῦ διικνεῖσθαι καὶ κατὰ τὸ ἔντονόν τι ἔχειν καὶ τὴν τῶν βελῶν φοράν. οἰκείως δὲ παρέδοσαν αὐτὸν Κῷοι τῇ Ἥβῃ συνοικοῦντα ὡς ὁλοσχερέστερον τὴν διάνοιαν ὄντα, ὡς εἴρηται
νέων τι δρᾶν μὲν εὐτονώτεραι χέρες,
ψυχαὶ δʼ ἀμείνους τῶν γεραιτέρων πολύ. ὑπονοῶ δὲ καὶ τὴν παρʼ Ὀμφάλῃ λατρείαν ἐκείνῳ πιθανωτέραν εἶναι προσήκειν, ἐμφαινόντων πάλιν διὰ τούτου τῶν παλαιῶν ὅτι καὶ τοὺς ἰσχυροτάτους ὑποτάττειν δεῖ ἑαυτοὺς τῷ λόγῳ καὶ τὰ ὑπὸ τούτου προσταττόμενα ποιεῖν, εἰ καὶ θηλύτερόν τι κατὰ τὴν θεωρίαν καὶ τὴν λογικὴν σκέψιν προσπίπτει ἐκ τῆς ὀμφῆς, ἣν οὐκ ἀτόπως ἂν δόξαιεν Ὀμφάλην προσηγορευκέναι. τοὺς δὲ δώδεκα ἄθλους ἐνδέχεται μὲν ἀναγαγεῖν οὐκ ἀλλοτρίως ἐπὶ τὸν θεόν, ὡς καὶ Κλεάνθης ἐποίησεν· οὐ δεῖν δὲ δοκεῖ πανταχοῦ εὑρεσίλογον πρεσβεύειν.
Ἐχομένως τοίνυν, ὦ τέκνον, ἈΠΌΛΛΩΝ ὁ ἥλιός ἐστιν, Ἄρτεμις δὲ ἡ σελήνη· διὰ τοῦτο γὰρ καὶ τοξότας αὐτοὺς ἀμφοτέρους παρήγαγον, τὴν ὡσανεὶ ἄφεσιν πόρρω τῶν ἀκτίνων αἰνιττόμενοι. καλοῦνται δὲ ὁ μὲν ἕκατος, ἡ δὲ ἑκάτη τῷ ἕκαθεν δεῦρο ἀφιέναι καὶ ἀποστέλλειν τὸ φῶς, ὥστε παρακειμένως καὶ ἑκατηβόλους αὐτοὺς προσηγορεύκασιν. ἔνιοι δὲ τὸν Ἕκατον καὶ τὴν Ἑκάτην ἄλλως ἐτυμολογοῦσιν, ὡς τῶν τεθειμένων αὐτοῖς τὰ ὀνόματα ταῦτα ἑκὰς αὐτοὺς εἶναι εὐχομένων καὶ τὴν ἐξ αὐτῶν βλάβην μὴ προσπελάζειν αὐτοῖς· δοκοῦσι γὰρ καὶ φθείρειν ἔσθʼ ὅτε τὸν ἀέρα καὶ τῶν λοιμικῶν καταστάσεων αἴτιοι γίνεσθαι· διὸ καὶ τοὺς ὀξεῖς θανάτους αὐτοῖς ἀνετίθεσαν οἱ πάλαι, καὶ ὁ ποιητὴς ὡς ἐμφανές τι ἐν τῷ λοιμῷ παρεισάγει τὸν Ἀχιλλέα λέγοντα ὅτι ζητητέος μάντις, ὅς κʼ εἴποι ὅτι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων. τούτου δʼ ἕνεκεν οἴονται κατʼ εὐφημισμὸν τὴν μὲν Ἄρτεμιν ἀπὸ τοῦ ἀρτεμεῖς ποιεῖν, ὅ ἐστιν ὑγιεῖς, ὠνομάσθαι, τὸν δʼ Ἀπόλλωνα ὡς ἀπολύονθʼ ἡμᾶς τῶν νόσων ἢ ἀπελαύνοντα ἀφʼ ἡμῶν αὐτὰς ταύτης τετευχέναι τῆς προσηγορίας, καθʼ ἣν ἔννοιαν καὶ παιήων ἐκλήθη καὶ ἰατρὸς ἔδοξεν εἶναι. τινὲς δὲ αὐτόθεν Ἀπόλλωνα αὐτὸν ἀπὸ τοῦ ἀπολλύναι φασὶν εἰρῆσθαι· καὶ γὰρ τὸν ἀπολλύντα ταύτην τὴν διακόσμησιν τοῦτον εἶναι διὰ τοῦ διατμίζειν ἀδιαλείπτως πάντοθεν αὐτῆς τὸ ὑγρὸν καὶ τῷ αἰθέρι προσκατατάττειν· τάχα δʼ ἂν καὶ ἀπὸ τοῦ ἁπλοῦν καὶ λύειν τὸ συνεστὸς τῆς οὐσίας ἢ καὶ τὸ σκότος ὡσὰν ἁπλῶν εἰρημένος εἴη. οἰκείως δὲ καὶ ἀδελφοὺς αὐτοὺς παρεισήγαγον ἐμφερεῖς ἀλλήλοις ὄντας καὶ ὁμοειδῆ κίνησιν κινουμένους καὶ δύναμιν παραπλησίαν ἐν τοῖς ὅλοις ἔχοντας καὶ τρέφοντας ὁμοίως τὰ ἐπὶ γῆς. εἶθʼ ὁ μὲν Ἀπόλλων ἄρρην ἀνεπλάσθη, θερμότερον ὢν πῦρ καὶ δραστικώτερον, ἡ δʼ Ἄρτεμις θήλεια, ἀμβλυτέραν καὶ ἀσθενῆ τὴν δύναμιν ἔχουσα. βούπαιδος δʼ ἡλικίαν ὁ Ἀπόλλων ἔχει, καθʼ ἣν καὶ οἱ ἄνθρωποι εὐειδέστατοι ἑαυτῶν φαίνονται· κάλλιστος γὰρ ὀφθῆναι καὶ νεαρώτατός ἐστιν ὁ ἥλιος. μετὰ δὲ ταῦτα Φοῖβος μὲν λέγεται διὰ τὸ καθαρὸς εἶναι καὶ λαμπρός· Δήλιον δὲ αὐτὸν ὠνόμασαν καὶ Φαναῖον ἀπὸ τοῦ δηλοῦσθαι διʼ αὐτοῦ τὰ ὄντα καὶ φωτίζεσθαι τὸν κόσμον, ὡς καὶ Ἀναφαίου Ἀπόλλωνος ἱερὸν ἱδρύσαντο, τοῦ ἀναφαίνοντος πάντα· τούτῳ δʼ ἠκολούθησε καὶ τὸ τὴν Δῆλον καὶ Ἀνάφην ἱερὰς αὐτοῦ νομισθῆναι. διὰ δὲ τὸν εἰρημένον σαφηνισμὸν τῶν πραγμάτων καὶ τὴν μαντικὴν αὐτῷ προσῆψαν καὶ εὑρεθέντος τοῦ ἐν Δελφοῖς μαντείου τὸν Ἀπόλλωνα προσωνόμασαν Πύθιον ἀπὸ τοῦ δεῦρο ἐρχομένους τοὺς ἀνθρώπους πυνθάνεσθαι τὰ καθʼ ἑαυτούς· ἐλέχθη δὲ καὶ ὁ τόπος ὀμφαλὸς τῆς γῆς οὐχ ὡς μεσαίτατος ὢν αὐτῆς, ἀλλʼ ἀπὸ τῆς ἀναδιδομένης ἐν αὐτῷ ὀμφῆς, ἥτις ἐστὶ θεία φωνή. λοξῶν δὲ καὶ περισκελῶν ὄντων τῶν χρησμῶν, οὓς δίδωσι, λοξίας ὠνόμασται. μουσικὸς δὲ καὶ κιθαριστὴς παρεισῆκται τῷ κρούειν ἐναρμονίως πᾶν μέρος τοῦ κόσμου καὶ συνῳδὸν αὐτὸ πᾶσι τοῖς ἄλλοις μέρεσι ποιεῖν, μηδεμιᾶς ἐκμελείας ἐν τοῖς οὖσι θεωρουμένης, ἀλλὰ καὶ τὴν τῶν χρόνων πρὸς ἀλλήλους συμμετρίαν ἐπʼ ἄκρον ὡς ἐν ῥυθμοῖς τηροῦντος αὐτοῦ καὶ τὰς τῶν ζῴων φωνὰς καὶ ὡσαύτως τοὺς τῶν ἄλλων σωμάτων ψόφους, οἳ διὰ τὸ ξηραίνεσθαι χρησίμως ὑπὸ τὸν ἀέρα ἀποδίδονται, δαιμονίως ἡρμόσθαι πρὸς τὰς ἀκοὰς ποιοῦντος. ἀπὸ ταύτης δὲ τῆς ἀρχῆς καὶ Μουσηγέτης ἐκλήθη καὶ ἐπίσκοπος καὶ αὐτὸς παίζειν μετὰ τῶν Μουσῶν ἐνομίσθη·
ἐκ γάρ τοι Μουσέων καὶ ἑκηβόλου Ἀπόλλωνος
ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθονὶ καὶ βασιλῆες— φησὶν ὁ Ἡσίοδος. διὰ τοῦτο γὰρ καὶ ἱερὸς αὐτοῦ ὁ κύκνος τῷ μουσικώτατον καὶ λευκότατον ἅμα εἶναι τῶν ὀρνέων, ὁ δὲ κόραξ ἀλλότριος διά τε τὸ μιαρὸς εἶναι καὶ διὰ τὴν χροιάν. ἡ δὲ δάφνη καίπερ δαφοινή τις οὖσα στέμμα αὐτοῦ ἐστιν, ἐπειδὴ εὐερνές τε καὶ ἀειθαλὲς φυτόν ἐστι· τυγχάνει δὲ καὶ εὐέκκαυστος οὖσα καὶ πρὸς τὰς καθάρσεις οἰκεῖόν τι ἔχουσα, ὥστε μὴ ἀλλοτρίως ἀνακεῖσθαι τῷ καθαρωτάτῳ καὶ καυστικωτάτῳ θεῷ. τάχα δὲ καὶ τὸ ὄνομα αὐτῆς, προστρέχον πως τῷ διαφαίνειν, ἐπιτηδείαν αὐτὴν ἐποίησε πρὸς τὰς μαντείας εἶναι δοκεῖν. ὁ δὲ τρίπους διὰ τελειότητα τοῦ τῶν τριῶν ἀριθμοῦ δέδοται αὐτῷ· δύναται δὲ καὶ ἀπὸ τῶν τριῶν παραλλήλων κύκλων, ὧν ἕνα μὲν τέμνει κινούμενος τὴν ἐνιαύσιον κίνησιν ὁ ἥλιος, δυοῖν δʼ ἐφάπτεται. ἐπεὶ δʼ ἐν τοῖς λοιμοῖς ὡς ἐπίπαν δοκεῖ τὰ θρέμματα πημαίνεσθαι πρῶτον καὶ συνεχέστερον ἢ καθʼ αὑτὰ φθείρεσθαι, κατὰ τοῦτο καὶ τὴν τῶν ποιμνίων ἐπιμέλειαν ἀνέθηκαν αὐτῷ, νόμιον καὶ λύκιον καὶ λυκοκτόνον προσαγορεύοντες. ἀγυιεὺς δʼ ἐκλήθη δεόντως ἱδρυθεὶς ἐν ταῖς ἀγυιαῖς· καταυγάζει γὰρ ταύτας καὶ πληροῖ φωτὸς ἀνατέλλων, ὡς ἐκ τῶν ἐναντίων εἴρηται τὸ
δύσετο τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.καὶ λεσχηνόριον δʼ αὐτὸν προσηγόρευσαν διὰ τὸ τὰς ἡμέρας ταῖς λέσχαις καὶ τῷ ὁμιλεῖν ἀλλήλοις συνέχεσθαι τοὺς ἀνθρώπους, τὰς δὲ νύκτας καθʼ ἑαυτοὺς ἀναπαύεσθαι. παιᾶνα δʼ αὐτὸν ἐκάλεσαν εἴτουν κατʼ ἀντίφρασιν καὶ ἐξιλαστικῶς, ἵνα μὴ νόσους αὐτοῖς ἐπιπέμπῃ μηδὲ φθείρῃ τὸν ἀναπνεόμενον ὑπʼ αὐτῶν ἀέρα, εἴτε καὶ ὡς τῷ ὄντι τοῦ αὐτοῦ ὑγιείας τῷ σώματι αἰτίου γινομένου διὰ τῆς τοῦ περιέχοντος εὐκρασίας. Κατʼ ἀκόλουθον πάλιν τὸν Ἀσκληπιὸν υἱὸν αὐτοῦ ἔφασαν γενέσθαι, τὸν δοκοῦντα τοῖς ἀνθρώποις ὑποδεδειχέναι τὴν ἰατρικήν· ἐχρῆν γὰρ καὶ τούτῳ τῷ τόπῳ θεῖόν τι ἐπιστῆσαι. ὠνομάσθη δὲ ὁ Ἀσκληπιὸς ἀπὸ τοῦ ἠπίως ἰᾶσθαι καὶ ἀναβάλλεσθαι τὴν κατὰ τὸν θάνατον γινομένην ἀπόσκλησιν. διὰ τοῦτο γὰρ δράκοντα αὐτῷ παριστᾶσιν, ἐμφαίνοντες ὅτι ὅμοιόν τι τούτῳ πάσχουσιν οἱ χρώμενοι τῇ ἰατρικῇ κατὰ τὸ οἱονεὶ ἀνανεάζειν ἐκ τῶν νόσων καὶ ἐκδύεσθαι τὸ γῆρας, ἅμα δʼ ἐπεὶ προσοχῆς ὁ δράκων σημεῖον, ἧς πολλῆς δεῖ πρὸς τὰς θεραπείας. καὶ τὸ βάκτρον δὲ τοιούτου τινὸς ἔοικεν εἶναι σύμβολον· παρίσταται γὰρ διʼ αὐτοῦ ὅτι, εἰ μὴ ταύταις ταῖς ἐπινοίαις ἐπεστηριζόμεθα ὅσον ἐπὶ τὸ συνεχῶς εἰς ἀρρωστίαν ἐμπίπτειν, κἂν θᾶττον τοῦ δέοντος σφαλλόμενοι κατεπίπτομεν. λέγεται δὲ ὁ Χείρων τετροφέναι τὸν Ἀσκληπιὸν κἀν τοῖς τῆς ἰατρικῆς θεωρήμασιν ἠσκηκέναι, τὴν διὰ τῶν χειρῶν ἐνέργειαν τῆς τέχνης ἐμφαίνειν αὐτῶν βουλομένων. παραδέδοται δὲ καὶ γυνὴ τοῦ Ἀσκληπιοῦ, Ἠπιόνη, τοῦ ὀνόματος οὐκ ἀργῶς εἰς τὸν μῦθον παρειλημμένου, δηλοῦντος δὲ τὸ πραϋντικὸν τῶν ὀχλήσεων διὰ τῆς ἠπίου φαρμακείας. Ἡ δʼ Ἄρτεμις φωσφόρος μὲν ἐπωνομάσθη διὰ τὸ καὶ αὐτὴ σέλας βάλλειν καὶ φωτίζειν ποσῶς τὸ περιέχον, ὁπόταν μάλιστα πανσέληνος ᾖ, δίκτυννα δʼ ἀπὸ τοῦ βάλλειν τὰς ἀκτῖνας—δίκειν γὰρ τὸ βάλλειν—ἢ ἀπὸ τοῦ διικνεῖσθαι τὴν δύναμιν αὐτῆς εἰς πάντα τὰ ἐπὶ γῆς ὡς διικτύννης αὐτῆς οὔσης. κυνηγέτιν δʼ αὐτὴν καὶ θηροκτόνον καὶ ἐλαφηβόλον καὶ ὀρεσίφοιτον παρεισήγαγον ἤτοι τρέπειν εἰς τὰ ἄγρια βουλόμενοι τὴν ἐξ αὐτῆς βλάβην ἢ ἐπειδὴ μάλιστα νυκτὸς καταφαίνεται, πολλὴ δʼ ἐν τῇ νυκτὶ ἡσυχία πανταχοῦ καθάπερ ἐν ταῖς ὕλαις καὶ ταῖς ἐρήμοις ἐστίν, ὥστε ἐν τοιούτοις τισὶ χωρίοις αὐτὴν πλάζεσθαι δοκεῖν, ἔξωθεν ἤδη τούτῳ προσπεπλασμένου τοῦ κυνηγετεῖν αὐτὴν τοξότιν οὖσαν. συνῳδὸν δὲ τούτῳ καὶ τὸ τοὺς κύνας ἱεροὺς αὐτῆς νομισθῆναι πρός τε τὰς θήρας ἔχοντας ἐπιτηδείως καὶ ἀγρυπνεῖν ἐν ταῖς νυξὶ καὶ ὑλακτεῖν πεφυκότας. κυνηγίᾳ δʼ ἔοικε καὶ τὸ μὴ διαλείπειν αὐτὴν ὁτὲ μὲν διώκουσαν τὸν ἥλιον ὁτὲ δὲ φεύγουσαν, εἶτα ἐν τῷ ζῳδιακῷ μετερχομένην ζῴδια καὶ ταχέως συνιοῦσαν· οἰκεῖον γὰρ κυνηγίᾳ καὶ τὸ τάχος. οὐχ ἑτέρα δʼ οὖσα αὐτῆς ἡ Ἑκάτη τρίμορφος εἰσῆκται διὰ τὸ τρία σχήματα γενικώτατα ἀποτελεῖν τὴν σελήνην, μηνοειδῆ γινομένην καὶ πανσέληνον καὶ τρίτον τι ἄλλο σχῆμα ἀναλαμβάνουσαν, καθʼ ὃ πεπλήρωται μὲν αὐτῆς ὁ μηνίσκος, οὐ πεπλήρωται δʼ ὁ κύκλος. ἐντεῦθεν ἤδη καὶ τριοδῖτις ἐπεκλήθη καὶ τῶν τριόδων ἐπόπτης ἐνομίσθη διὰ τὸ τριχῶς μεταβάλλειν ὁδεύουσα διὰ τῶν ζῴων. τοῦ δʼ ἡλίου διὰ τῆς ἡμέρας μόνον φαινομένου, αὐτὴν καὶ νυκτὸς καὶ σκότους ὁρωμένην καὶ μεταβάλλουσαν νυχίαν τε καὶ νυκτιπόλον καὶ χθονίαν ἐκάλεσαν καὶ τοῖς καταχθονίοις θεοῖς ἤρξαντο συντιμᾶν, δεῖπνα ἐμφέροντες αὐτῇ. προσανεπλάσθη δὲ τούτῳ καὶ τὸ μιαίνειν τὴν γῆν ταύτην ὥσπερ τοὺς κατοιχομένους καὶ τὸ ταῖς φαρμακίσι συνεργεῖν καὶ ἐπάγεσθαι ταῖς οἰκίαις, εἶτα τελευταῖον τὸ πένθεσι καὶ φόνῳ χαίρειν, ἐξ οὗ τινες προήχθησαν ἐπὶ τὸ καὶ θυσίαις αὐτὴν ἀτόποις καὶ σφαγιασμοῖς ἀνθρώπων ἱλάσκεσθαι θέλειν. καθιέρωσαν δὲ καὶ τὴν τρίγλαν αὐτῇ διὰ τοὔνομα. ἐνοδία δέ ἐστιν οὐ διʼ ἄλλο τι ἢ διὸ καὶ Ἀπόλλων ἀγυιεύς. δοκεῖ δὲ τοῖς πλείστοις ἡ αὐτὴ εἶναι καὶ Εἰλείθυια, ἀπαύστως εἰλουμένη καὶ θέουσα περὶ τὴν γῆν, ἣν εὔχονται ἐλθεῖν αὑταῖς ἠπίαν καὶ λυσίζωνον αἱ ὠδίνουσαι, λύουσαν τὸ ἐσφιγμένον τῶν κόλπων πρὸς τὸ ῥᾷον καὶ ἀπονώτερον ἐκπεσεῖν τὸ κυισκόμενον, λεγομένης αὐτῆς καὶ Ἐλευθοῦς. πλείους δʼ Εἰλείθυιαι παραδέδονται καθʼ ὃν λόγον πλείους Ἔρωτες· πολύτροποι γὰρ καὶ οἱ τοκετοὶ τῶν γυναικῶν ὡς αἱ τῶν ἐρώντων ἐπιθυμίαι. φανερῶς δʼ ἡ σελήνη τελεσφορεῖσθαι τὰ συλλαμβανόμενα ποιεῖ καὶ ταύτης ἐστὶ τό τε αὔξειν αὐτὰ καὶ τὸ ἀπολύειν τῶν φερουσῶν πεπανθέντα. οὐ θαυμαστὸν δʼ εἰ κατʼ ἄλλην μὲν ἔμφασιν παρθένον ὑπενόησαν τὴν Ἄρτεμιν ἄχραντον καὶ ἁγνὴν οὖσαν ὁμοίως τῷ ἡλίῳ, κατʼ ἄλλην δὲ ἐπίκουρον τῶν τικτουσῶν, ἐπʼ αὐτῇ κειμένου τοῦ εὐτοκεῖσθαι τὰ τικτόμενα, κατὰ τρίτην δὲ φρικῶδές τι καὶ χαλεπὸν ἔχουσαν, οἵαν ἔφαμεν περὶ τῆς Ἑκάτης ὑπόνοιαν εἶναι.
Τελευταῖον δὲ τὸν δεχόμενον τὰς ψυχὰς ἀέρα Ἅιδην, ὡς ἔφην, διὰ τὸ ἀειδὲς προσηγόρευσαν. μὴ φαινομένων δʼ ἡμῖν τῶν ὑπὸ γῆν, ἐκεῖσε χωρεῖν τοὺς διαλλάττοντας διεβόησαν.
Κλύμενος ὁ Ἅιδης λέγεται τῷ αἴτιος εἶναι τοῦ κλύειν· ἀὴρ γὰρ πεπληγμένος ἡ φωνή. εὔβουλον δὲ καὶ εὐβουλέα κατὰ ἀποδυσπέτησιν ὠνόμασαν αὐτὸν ὡς καλῶς περὶ τῶν ἀνθρώπων βουλευόμενον διὰ τοῦ παύειν αὐτούς ποτε τῶν πόνων καὶ τῶν φροντίδων. ἐπονομάζεται δὲ ἐπιθετικῶς καὶ πολυδέκτης καὶ πολυδέγμων καὶ πολύαρχος πολλούς τε δεχόμενος καὶ τῶν λεγομένων πλειόνων ἢ πολλῶν ἄρχων. πυλάρτην δὲ αὐτὸν ὁ ποιητὴς προσηγόρευσεν ὡς ἀκριβῶς ἡρμοσμένας τὰς πύλας ἔχοντα καὶ μηδένα ἀνιέντα. ὁ δὲ Χάρων ἴσως μὲν κατʼ ἀντίφρασιν ἐκ τῆς χαρᾶς ὠνομάσθη· δύναται δὲ καὶ ἀπὸ τοῦ χωρεῖν τὸ ἔτυμον ἔχειν. ὁ δὲ Ἀχέρων ἀπὸ τῶν γινομένων ἐπὶ τοῖς τετελευτηκόσιν ἀχῶν παρήχθη. φανερὸν δὲ πόθεν καὶ ὁ Κωκυτὸς καὶ ὁ Πυριφλεγέθων τὴν κλῆσιν ἔσχον, πάλαι καιόντων τοὺς νεκροὺς καὶ κωκυτὸν ἐγειρόντων τῶν Ἑλλήνων. ἡ δʼ ἄορνος λίμνη φυσικώτερον ἴσως ἀπὸ τοῦ ἀέρος προσηγορεύθη· καίτοι καὶ τὸν σκότον ἔσθʼ ὅτε καὶ τὴν ὁμίχλην ἀέρα οἱ παλαιοὶ ἐκάλουν, εἰ μὴ νὴ Δία οὕτως ἀπεχρήσαντο τῇ τοῦ ἀέρος γλαυκότητι ὡς καὶ τῶν λεγομένων φασγανίων οἷς στέφουσι τὸν Πλούτωνα. στέφουσι δὲ αὐτὸν καὶ ἀδιάντῳ πρὸς ὑπόμνησιν τοῦ αὐαίνεσθαι τοὺς τελευτῶντας καὶ μηκέτι τὸ διερὸν ἴσχειν, στέρεσθαι δὲ τῆς παραιτίας τοῦ διαπνεῖσθαι καὶ θάλλειν ἰκμάδος. οἰκείως δὲ τοῖς κατοιχομένοις καὶ ὁ νάρκισσος ἔχειν ἔδοξε καὶ τῶν Ἐριννύων ἔφασαν αὐτὸν στεφάνωμα εἶναι, προσεδρεύσαντες τῇ παραθέσει τῆς νάρκης καὶ τῷ οἷον διαναρκᾶν τοὺς ἀποθνήσκοντας.
Οὕτω δʼ ἂν ἤδη καὶ τἆλλα τῶν μυθικῶς παραδεδόσθαι περὶ θεῶν δοκούντων ἀναγαγεῖν ἐπὶ τὰ παραδεδειγμένα στοιχεῖα, ὦ παῖ, δύναιο, πεισθεὶς ὅτι οὐχ οἱ τυχόντες ἐγένοντο οἱ παλαιοί, ἀλλὰ καὶ συνιέναι τὴν τοῦ κόσμου φύσιν ἱκανοὶ καὶ πρὸς τὸ διὰ συμβόλων καὶ αἰνιγμάτων φιλοσοφῆσαι περὶ αὐτῆς εὐεπίφοροι. διὰ πλειόνων δὲ καὶ ἐξεργαστικώτερον εἴρηται τοῖς πρεσβυτέροις φιλοσόφοις, ἐμοῦ νῦν ἐπιτετμημένως αὐτὰ παραδοῦναί σοι βουληθέντος· χρησίμη γὰρ αὐτῶν καὶ ἡ ἐπὶ τοσοῦτον προχειρότης ἐστί. περὶ δὲ ἐκείνων καὶ περὶ τῆς θεραπείας τῶν θεῶν καὶ τῶν οἰκείως εἰς τιμὴν αὐτῶν γινομένων καὶ τὰ πάτρια καὶ τὸν ἐντελῆ λήψῃ λόγον οὕτω μόνον ὡς εἰς τὸ εὐσεβεῖν ἀλλὰ μὴ εἰς τὸ δεισιδαιμονεῖν εἰσαγομένων τῶν νέων καὶ θύειν τε καὶ εὔχεσθαι καὶ προσκυνεῖν καὶ ὀμνύειν κατὰ τρόπον καὶ ἐν τοῖς ἐμβάλλουσι καιροῖς καθʼ ἣν ἁρμόττει συμμετρίαν διδασκομένων.