ΑΛΛΗ ΑΠΟΡΙΑ ΤΟ ΕΝ ΑΒΥΣΣΑΙΟΝ ΥΔΩΡ ΕΝ ΤΩ ΑΡΙΘΜΩ ΔΕΙΚΝΥΕΙΝ ΕΘΕΛΟΥΣΑ. Η ΤΟΥΤΟΥ ΕΠΙΛΥΣΙΣ
Ἕτεροι δέ φασιν ὅτι πολυσύνθετόν ἐστιν τὸ ὕδωρ, ἀπὸ δύο μονάδων συνθέτων γινόμενον· ὡς πάντα τὰ φυσικά τε καὶ τεχνικὰ πράγματα, πλοῖον, εἰ τύχοι, καὶ οἶκος, ὡς καὶ ὁ κόσμος εἷς ἐστιν τῷ ἀριθμῷ, ἐκ πολλῶν συνιστάμενος. Διὸ καί φησιν Ἑρμῆς ὅτι πολλὰ ὄντα ἓν λέγεται. Φάσκουσιν δὲ καὶ τοῦτο πρὸς συνηγορίαν τοῦ λόγου τοῦ αὐτῶν οὕτως· «Τῷ ἀριθμῷ ἓν τριττὴν ἔχει τὴν σημασίαν·» λέγεται γὰρ ἓν τῷ ἀριθμῷ τὸ κατὰ συνέχειαν, ὡς τὸ δεκάπηχυ ξύλον, ὅπερ διὰ τὴν τῶν μορίων συνέχειαν ἕν ἐστι κατʼ ἐνέργειαν, δυνάμει δὲ πλείονα, διὰ τὸ ἐπʼ ἄπειρον ἐνδεχομένως τοῦτο διαιρετὸν λέγεται. Πάλιν ἓν τῷ ἀριθμῷ ὁμωνύμως ὡς ὁ ἀστρῷος κύων, καὶ ὁ θαλάσσιος, καὶ ὁ χερσαῖος· μίαν γὰρ ἔχουσι προσηγορίαν οἱ τρεῖς· ὁμοίως ἓν τῷ ἀριθμῷ ἐστιν καὶ ὄνομα. Καὶ ἔστιν τὸ ἁπλοῦν καὶ ἀσυνδύαστον, ὡς ἓν πνεῦμα, καὶ ψυχὴ μία, καὶ ἄγγελος εἷς.
Τὸ τοίνυν θειότατον ὕδωρ τῆς τέχνης, ὅπερ «ἀβύσσαιον» καλεῖται παρὰ τοῦ διδασκάλου ἕν ἐστιν κατὰ συνέχειαν, σύνθετον ἐκ δύο μονάδων, καὶ οὐχ ἁπλοῦν· ὅπερ οὐκ ἀγνοῶν ἔλεγεν ὁ Ἑρμῆς ὅτι, πολλὰ ὄντα, ἓν λέγεται, ὡς δυναμένον εἰς πλείονα τῷ εἴδει καὶ τῷ ἀριθμῷ διαιρεῖσθαι, ὡς ὁ κόσμος εἷς ἐστιν. Καὶ οὐχὶ τούτοις οὐκ ἀκολουθεῖν χρεὼν ἡμᾶς τοὺς ἐθέλοντας μυστικῶς, καὶ οὐ μυθικῶς διδάσκεσθαι τὴν ἀλήθειαν. Οὐ γὰρ οἷόν τε τὸ αὐτὸ ὕδωρ εἶναι καὶ ξανθὸν ἅμα καὶ λευκὸν καὶ μέλαν, ὥσπερ οὐδὲ τὸν αὐτὸν ἄνδρα λευκὸν ἅμα καὶ μέλανα καὶ φαιὸν, ἢ ἄλλο χρῶμα.
Ἀλλʼ οὐδὲ τὸ ἓν σύνθετον ἐνδέχεται, πλείονά τε ἅμα εἶναι καὶ ἕν; Ἰδοὺ γὰρ ἄνθρωπος ἕκαστος, σύνθετος ὢν ἐκ ψυχῆς λογικῆς καὶ τοῦ σώματος, ἕνα τὸν ὁρισμὸν ἔχει καὶ οὐ πολλοὺς, ὅθεν οὐ δύναται πλεῖον εἴς τε ἅμα καὶ εἷς· ἢ γὰρ ἂν καὶ πλείονας ἔχει τοὺς ὁρισμοὺς, διότι ἑκάστη φύσις τὸν ἑαυτῆς ἔσωζεν ὁρισμόν. Εἰ γὰρ καὶ πλείονά εἰσιν τὰ μέρη τῶν συνθέτων, ὅθεν συνάγονται καὶ ἶσα καὶ δύνανται διαιρεῖσθαι πολλάκις. Ἀλλʼ ἕκαστον αὐτῶν μετὰ σύνθεσιν ἕν ἐστι καὶ οὐ πλείονα. Εἰ δὲ πλείονα εἴη, οὐκέτι εἴη τὸ σύνθετον· εἰ γὰρ ἀναλύσεις τὸν αὐτὸν ἄνθρωπον εἰς σῶμα καὶ ψυχὴν καὶ τὰ ἐξ ὧν συνετέθη, οὐχ εὑρήσεις ἔτι τὸν ἄνθρωπον· οὐδὲν γὰρ ἐξ αὐτῶν καθʼ αὑτὸ πέφυκεν ἄνθρωπος.