eul_wid: uvo-bf
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Speeches: Part XL (Declamation: The Champion) by Choricius the Sophist of Gaza

A law requires the city's champion to be painted in the guise in which he won. A general who put on women's clothes and overcame the enemy by night asks not to be painted, while the other general, beaten earlier by the same enemy, presses for the portrait. Choricius speaks as the victor: honours exist to bind the givers, not to force a prize on the unwilling, and a picture in women's dress would shame him before wife, household and city.

Part of Speeches

ΑΡΙΣΤΕΥΣ.

Νόμος μετὰ τοῦ σχήματος γραφῆναι τὸν ἀριστέα. στρατηγὸς ἐσθῆτα γυναικείαν ἐνδὺς καὶ νυκτὸς τῶν πολεμίων κρατήσας ἠξίωσε μὴ γραφῆναι ἀντιλέγοντος τοῦ ἑτέρου στρατηγοῦ, ὃς πρότερον ὑπʼ ἐκείνων ἐνενίκητο. μελετῶμεν τὸν ἀριστέα.

Μελέτη.

Ἡττημένους εἴωθεν ἄνδρας ἀπολείπειν ἡ παρρησία....

Ἀνδρῶν ἐπιφανῶν εἰκὼν ἅπασα γῆ....

Ἄνευ μὲν εὐβουλίας οὐδὲν πέφυκε δύναμις ὠφελεῖν, σύνεσις δέ, κἂν ἰσχὺν μὴ προσλάβῃ, πολλὰ πολλάκις ἐπινοεῖ....

Ὥσπερ οἱ τὰ βαρύτατα τῶν φορτίων φέροντες ἐπικουφίζονταί πως ᾄδοντες, ὅ τι ἂν τύχῃ, οὕτω καὶ τοῖς κατὰ φθόνον ἀλγοῦσι τὸ λέγειν καὶ ἀντιλέγειν βραχεῖαν ἔχει παραψυχήν ....

εἴ τις αὐτὸν ἤρετο, τί βούλεται τὸ μετὰ τοῦ σχήματος γραφῆναι τὸν ἀριστέα, ἀπεκρίνατο ἄν, ὡς ἥδεταί τις ὃν εὐδοκίμησε τρόπον ὁρῶν ἑαυτὸν γεγραμμένον. κἂν εἰ πάλιν αὐτὸν ἐπανήρετο· εἰ δέ τις ἀποστρέφοιτο τὴν γραφὴν ἢ στολὴν γυναικείαν ἐνδὺς ἢ καὶ ἄλλως αὐτῷ δοκοῦν μὴ γραφῆναι, τοῦτον ἄκοντα λαβεῖν τὸ γέρας νομοθετεῖς; εὐφήμει, ἂν ἔφη, γνώμης εἰσίν, οὐκ ἀνάγκης αἱ δωρεαί.

τοιαύτην ἐκεῖνος ἀπόκρισιν ὀρθῶς ἂν ἀπέδωκε τῷ πεπυσμένῳ. τοῦ γὰρ εἵνεκά σοι γεγράφθαι δοκοῦσιν οἱ τὰς τιμὰς τοῖς ἀριστεύουσιν ὁρίσαντες νόμοι; οὐ χάριν δήπου τῶν τιμωμένων, ὅπως κἂν μὴ βουλόμενοι τύχωσιν, ἀναγκασθεῖεν τιμᾶσθαι, ἀλλὰ τῶν τὰς τιμὰς παρεχόντων, ἵνα, κἂν ἀγνώμονες ὦσι, διά γε τοὺς νόμους ἀμοιβὴν ἀπονέμοιεν τοῖς εὐεργέταις.

εἰ μὲν οὖν ἐθέλοντός μου τὸ ἆθλον ἀπολαβεῖν ὁ δῆμος ἀπώκνει διδόναι, καλῶς ἂν εἶχε τὸν νόμον ἀναγινώσκειν· ἐπεὶ δὲ τὸ γέρας ὑμῶν ἐκτινόντων αὐτὸς οὐ προσίεμαι, περιττὸς ὁ μεμνημένος τοῦ νόμου.

πλὴν ἐπειδὴ πολὺς ἔγκειταί μοι τὸν νομοθέτην προφέρων καὶ δεινὸν ἐμβλέπων ἑκάστῳ βοᾷ· νόμος ἡμῖν παραβαίνεται, νόμου κατάλυσις ὅλην πολλάκις ἀνέτρεψε πολιτείαν, αὐτὸν ὑμῖν δείξω μηδὲν ἐπαΐοντα τῆς διανοίας τῶν γεγραμμένων, τοὺς δὲ παῖδας ἐκεῖνον μιμούμενον, οἳ μόνον ᾄδειν ἐθέλουσιν οὐ πολυπραγμονοῦντες τῶν ᾀσμάτων τὴν ἔννοιαν.

λογίζεσθε γάρ· αἱ πόλεις, ὅσαι κοσμίως οἰκοῦνται καὶ τοῦ πᾶν ἀναστέλλειν ἁμάρτημα πλείστην ἔχουσι πρόνοιαν, αὗται τοὺς ἀδικοῦντας οὐχ ἑνὶ κολάζουσι τρόπῳ, πολλαὶ δὲ καὶ παντοδαπαὶ παρʼ αὐταῖς αἱ μὲν ἐλάττους εἰσί, αἱ δὲ καὶ μείζους ὁδοὶ τιμωρίας, ὅπως τῶν ἠδικημένων ἕκαστος ἔχοι κατὰ τὴν οἰκείαν ἢ γνώμην ἢ γλῶτταν ἢ δύναμιν δίκης τυγχάνειν.

οὕτω πολλή τις αὐταῖς ὑπάρχει σπουδὴ τὸν ὁτιοῦν πλημμελοῦντα πανταχόθεν ἑλεῖν, καὶ πάντα πρὸς τοῦτον μηχανώμεναι τὸν σκοπόν, ὡσπερεὶ κυνηγέται χαλεπόν τι θηρίον, παντοίοις βουλεύονται λίνοις τὴν πονηρίαν θηρᾶσαι.

ἀλλὰ τῶν νόμων πλεῖστα μὲν δικαστήρια, πλεῖστα δὲ εἴδη σωφρονισμοῦ τοῖς ἁμαρτάνουσιν ἀπειλούντων ἔξεστιν ἀνδρὶ συληθέντι περιιδεῖν ἀθῷον τὸν κεκλοφότα. δέδοται καὶ μοιχὸν ἀζήμιον ἀφιέναι. ἔνι μὴ γράψασθαι τὸν ἀδίκως ἐν ἀγορᾷ μέσῃ πατάξαντα, καὶ τὸν ἐφʼ οἷς πέπονθεν ἡσυχάζοντα κατηγορεῖν οὐ βιάσῃ. εἶτα κατηγορία μὲν κρείττων ἀνάγκης, ἀριστεία δὲ βίας ἐλάττων. καὶ τῷ μὲν παροινηθέντι δίδως ἑκάτερον, διώκειν τε καὶ σιγᾶν, τῷ δὲ τοὺς νικήσαντας ἀπελάσαντι πολεμίους οὐ δώσεις αἰτεῖν εἰκόνα καὶ μή;

καίτοι σκόπει τὸ διάφορον ὅσον· ὁ μὲν τοὺς ἠδικηκότας ἀφεὶς αὐτούς τε χείροσιν ἔργοις ἐπιχειρεῖν καὶ πολλοὺς ἑτέρους τοιαῦτα μιμεῖσθαι προτρέπει· ὁ δὲ τοὺς εὖ πεπονθότας ἣν ὀφείλουσι χάριν οὐκ ἀπαιτῶν αὐτούς τε πλέον αἰδεῖσθαι τὸν εὐεργέτην ποιεῖ καὶ τοὺς ἄλλους ἐθίζει γνώμης ἐπιεικείᾳ, μὴ δωρεᾶς ἔρωτι τὰ δέοντα πράττειν.

καὶ τῷ μὲν ἐφʼ οἷς ἔπαθεν ἠρεμοῦντι γίνεται ψόγος ἀναισθησίας, ὁ δὲ γέρας περιφρονῶν εἰλικρινῆ φιλοτιμίαν ἐνδείκνυται, κἂν ἅπαντες τὸν μὲν οὐκ ἐπεξιόντα μιμήσωνται, ἀδεῶς τὰ κακὰ πολιτεύσεται πανταχοῦ· τὸν δὲ δωρεᾶς διδομένης ὑπερορῶντα ζηλοῦντος ἑκάστου γνησίας εἶναι συμβαίνει τὰς ἁπάντων εὐεργεσίας.

τριῶν τοίνυν ὄντων, ὑπὲρ ὧν εὕρηνται τοῖς τεθεικόσι νόμοι, τοῦ κατηγορεῖν, τοῦ κρίνεσθαι, τοῦ γέρας αἰτεῖν, τὸ μέσον ὑπόκειται μόνον ἀνάγκῃ· κύριος γὰρ οὐδεὶς κρίνεσθαί τε καὶ μή· ἀμφοῖν δὲ τῶν ἄκρων τὸ πρῶτον μὲν ὑπὸ τὴν τῶν ἠδικημένων ἐστὶν ἐξουσίαν, τὸ δὲ τελευταῖον ἐπιτέτραπται τοῖς εὐεργέταις.

εἰ δὲ τοὺς εὖ ποιοῦντας τιμᾶσθαι προσαναγκάσεις, δόξεις παρόμοιόν τι ποιεῖν, ὥσπερ ἂν εἰ καὶ τοὺς δεινόν τι παθόντας ἀπῄτεις κατηγορεῖν. οὕτω μᾶλλον αὐτὸς ἅπαντας φαίνῃ συγχέων τοὺς νόμους.

Εἶτα παραλογίζεται καὶ διπλᾶ στρέφειν ἐπιχειρεῖ. εἰ μὲν αἰσχρόν, φησίν, ἐνέδρα νυκτερινὴ καὶ στολὴ γυναικεία, δίκην ὕπεχε τὴν πόλιν αἰσχύνας, τὰ γὰρ τῶν ἀδόξως ἐστρατηγηκότων ὀνείδη τὴν κοινὴν ὑβρίζει χειροτονίαν· εἰ δὲ σεμνὸν οἴει τὸ χρῆμα, γραφῆναί σε δεῖ, ἵνα καὶ τοῖς ὕστερον εἴη μαθεῖν, οἷον ηὐτυχήκαμεν ἀριστέα.

τί οὖν ἐγώ σοι πρὸς ταῦτα; ψόγον μὲν οὐδαμῶς οὐ γυναικείαν ἐσθῆτα φέρειν ἡγοῦμαι τοῖς ἐν καιρῷ κεχρημένοις, οὐ νύκτα συμπράττουσαν, ἄμφω δὲ ταῦτα πολεμικοῖς παραδείγμασιν ἐναργῆ καταστήσω.

Ὁ γὰρ Λαέρτου καὶ Διομήδης, ἄνδρες καὶ λέγειν δεινοὶ καὶ πολεμεῖν οὐδενὸς δεύτεροι τῶν ὑπὲρ τῆς Ἑλένης εἰς Τροίαν ἡκόντων, νύκτωρ ἐσύλησαν τοῦ Ῥήσου τὸ ζεῦγος, ἀλλʼ οὐ πρεσβείαν οἱ Τρῶες ἐκπέμψαντες, ἄνδρες, ἔφασαν, Ἕλληνες, ἀπόδοτε τὰ φώρια. οὐ ταῦτα ἔργον ἀνδρῶν ἐλευθέρων, οὐ ταῦτα πολεμεῖν ἠσκημένων. νὺξ ὑμῖν καὶ ὕπνος τὰς ἀλλοτρίας παρέδωκεν ἵππους. οὐχ οὕτω τοὺς Ἀχαιοὺς οἱ βάρβαροι μέμφονται. ἢ γὰρ ἂν ἤκουσαν· οὐ τὸ κλέπτειν, ὦ Τρῶες, τὰ πολεμίων αἰσχρόν, ἀλλὰ τὸ συλᾶν εὐεργέτου γυναῖκα.

ὡς μὲν οὖν οὐ διαβάλλει στρατιώτην ἡ νύξ, τοὺς ἀμφὶ τὸν Ὀδυσσέα μαρτυροῦντας ὁρᾶτε καὶ πολλοὺς ἑτέρους τῶν Ἀχαιῶν παραλέλοιπα μάρτυρας. τῆς γὰρ νυκτὸς αὐτῆς ἐκείνης ὑποσχομένου περιεργάζεσθαι τοῦ Διομήδους τοὺς Τρῶας ἤθελε μὲν ἑκάτερος Αἴας τῆς πράξεως αὐτῷ κοινωνῆσαι, οὐκ ἀνεδύετο δὲ Μηριόνης, ἠπείγετο δὲ τοῦ Νέστορος τὸ μειράκιον, εἶχε καὶ τοῦ βασιλέως τὸν ἀδελφὸν ὁ κατάλογος.

τοσοῦτοι τὸ πλῆθος καὶ τοιοῦτοι τὰς ἀρετὰς ἐκ τῆς Ἑλλάδος ὁρμώμενοι τὸ μηδὲν ὄνειδος εἶναι τὴν νύκτα τοῖς ἐν ταύτῃ πολεμίους ἀμυνομένοις διαρρήδην ἐμήνυσαν.

Ὡς δὲ καὶ γυναίου χιτὼν ἀνεύθυνον, ὅταν ἡ σωτηρία πανταχόθεν ἄπορος ᾖ, μαρτυρία διαφανὴς οἱ Πέρσας παρὰ τὸ δεῖπνον ἀσελγείᾳ μεθύοντας ἀποκτείναντες ἐν ἱματίοις ἀλλοτρίοις τῆς φύσεως.

ποῦ δέ μοι πάλιν Ὀδυσσεὺς ὁ Λαέρτου, ὁ νύκτωρ τι δράσας, πτωχοῦ δὲ περιθέμενος ῥάκη καὶ προσαιτῶν καὶ τῇ πρὸς τὸν Ἶρον πάλῃ τὸ σόφισμα συσκιάζων ἀπατήσας τοὺς οἴκοι μνηστῆρας;

οὕτω καὶ νυκτὶ καὶ σχήματι φαύλῳ πρὸς ἐχθρῶν τιμωρίαν οὐ πρῶτος ἐγὼ χρησάμενος φαίνομαι. ἀλλὰ γὰρ ἀπορεῖν τοιούτων ἐβουλόμην παραδειγμάτων, ὅπως ἐμὸν εἶναι τοῦτο δόξειεν εὕρημα· τὸ γὰρ εὑρηκέναι τι χρήσιμον τιμιώτερόν τε καὶ κρεῖττον ἢ ἄλλον εὑρηκότα ζηλῶσαι.

Τί οὖν, ἄνθρωπε, κατοκνεῖς, εἴποις ἄν, ὧδε γραφῆναι; ὅτι τοῖς ἀξίωμα κεκτημένοις πολεμικὸν καὶ στρατεύματος ἄρχειν λαχοῦσι κάλλιον ἐν χειρῶν νόμῳ κρατεῖν ἢ δόλῳ τῶν ἐχθρῶν περιεῖναι, καὶ μεθʼ ἡμέραν νικᾶν ἢ συνεργὸν ἔχειν τὴν νύκτα.

εἰ τοίνυν τοῦ παρακρούσασθαι δυσμενεῖς ἐνδοξότερον τὸ μάχῃ νικῆσαι, λαμπροτέρα κατὰ σοῦ τοῖς πολεμίοις εἴργασται νίκη τῆς κατʼ ἐκείνων ἐμοὶ πεπραγμένης. οὐκοῦν εἰ τὴν ἡμετέραν ἡμεῖς ἀναθήσομεν νίκην, καὶ τοὺς ἐναντίους εἰκὸς τὸ καθʼ ἡμῶν τρόπαιον γράψαι.

βούλομαι τοίνυν καὶ παράδοξόν τι προσθεῖναι, καί μοι θορυβείτω πρὶν ἀκοῦσαι μηδείς. εἰ μετὰ τὴν σὴν ἀτυχίαν—τί γὰρ δεῖ λέγειν ἀμαθίαν ἢ θράσος;—ὅπλοις ἐγὼ τοὺς ἐχθροὺς ἠμυνάμην, οὐδʼ οὕτως ἂν εἱλόμην εἰκόνος τυχεῖν, ὅπως μὴ κἀκείνους τὰς ἡμετέρας ἀναθεῖναι παροξύνωμεν συμφοράς.

ὥσπερ γὰρ μιᾶς συμπλοκῆς γενομένης ἴσα παθόντες καὶ δράσαντες οὐκ ἂν ᾠήθημεν χρῆναι γραφῇ μηνῦσαι τοὺς ἐν τῇ μάχῃ πεσόντας τῶν ἐναντίων τοῦ μὴ προτρέψαι κἀκείνους, οὓς ἡμῖν ἀπέκτειναν, γράψαι, οὕτω δυεῖν συστάντων ἀγώνων καὶ τοῦ μὲν ἀνδρείως ἐκείνοις ἠγωνισμένου, τοῦ δὲ πανούργως ἡμῖν, μὴ καλλωπίσωμεν χρωμάτων κράσει τὴν πανουργίαν, ἵνα μὴ τὴν ἀνδρείαν οἱ δυσμενεῖς.

εἰ γὰρ τῆς ἀπάτης τὸ τρόπαιον ὁμολογεῖς ἐλαττοῦσθαι τοῦ διʼ ὅπλων ἐγειρομένου, μὴ γράφε τὴν ἐλάττονα νίκην, μή που τὴν μείζω γράψωσιν οἱ πολέμιοι καὶ σὲ μὲν ἡττημένον δημιουργήσωσιν, ἐμὲ δὲ τὰ γυναικῶν περικείμενον οὐ προστιθέντες τὰ ἀτυχίας, αἷς ἐκείνους ἐνέβαλεν ἡ γυνή.

Διὰ τί τοίνυν, φησί, τὸ κάλλιον εἶδος παραλιπὼν τὸ χεῖρον μετῆλθε; σύ μοι γυναικείαν περιτέθεικας ἐσθῆτα, σύ με δόλου καὶ σκότους ἐν χρείᾳ κατέστησας. ὁ γὰρ ὑφʼ ἡλίῳ τὴν ἐν χερσὶν ἅμιλλαν ἡττηθεὶς καὶ νυκτὸς παρεσκεύασε δεηθῆναι καὶ γυναῖκα φανῆναι τὸν μετὰ τὴν ἧτταν ἐν ἀγωνίᾳ καὶ φόβῳ καὶ φαύλαις ἐλπίσι παρειληφότα τὸ στράτευμα· ἐπεὶ κινδύνου χωρὶς μισῶ τὰ γυναικῶν ὑποκρινόμενον ἄνδρα, καὶ τραγῳδοὺς ἐν Διονύσου γύναια σχηματιζομένους ὁρῶν ἐγκαλύπτομαι.

ἅπας μὲν γὰρ ἀνὴρ θῆλυ περιβεβλημένος ἱμάτιον ἄρον θέαμα, στρατιώτης δὲ μάλιστα δύναμιν ἔμφυτον ἔχων καὶ σφριγῶσαν γυμνασίοις πολεμικοῖς, ᾧπερ ὁ τοιοῦτος γυναικὸς πλέον ἀπᾴδει.

ὅθεν οὐ πρὸς τοιαύτην εὐθὺς ἐπίνοιαν ἔδραμον, ἀλλὰ τῶν στρατιωτῶν ἕκαστον πρῶτον μετῄειν καὶ διεπειρώμην, εἴ πού τισιν εὐτολμίας ἔτι σώζοιτο λείψανον, καὶ δεινῶς ἀθυμοῦντας ἐψυχαγώγουν, ὡς οὐ βέβαιον ὁ πόλεμος εἴη, διδάσκων, ἀλλʼ ἤδη τινὲς καὶ μείζονα τῶνδε παθόντες δευτέρου συστάντος ἀγῶνος ἐκράτησαν τῶν ἐναντίων. οὔκουν χρὴ παντάπασιν ἀπειπεῖν οὐδὲ πολλῶν ὄντας ἐμπείρους πολέμων καὶ τὴν τοῦ πράγματος εἰδότας ἀνωμαλίαν ἔπειτα παρόμοιόν τι πάσχειν ἑτέροις ἀπείρως ἅμα καὶ μικροψύχως διακειμένοις, οἳ ἐπειδάν τι πταίσωσιν ἅπαξ, τὴν ἐλπίδα τοῦ μέλλοντος ὁμοίαν ἔχουσι τῇ συμφορᾷ καὶ οὐκέτι αὑτοῖς οἴονται τὸν Πόλεμον διαλλάττεσθαι.

τοιαῦτα νουθετοῦντος ἀκούσαντες ἀντιλέγειν μὲν εἶχον οὐδέν, ἐξέχεον δέ μου τῷ φόβῳ τὴν νουθεσίαν εἰκότως· οὔτε γὰρ ἡττημένων οὔτε νενικηκότων ἀνδρῶν ἐθέλουσιν αἱ γνῶμαι πρὸς τοὺς αὐτοὺς ἀγῶνας ὅμοιαι μένειν, ἀλλὰ τοῖς μὲν ταπεινότεραι γίνονται, τοῖς δὲ πρὸς εὐψυχίαν ἐπιδιδόασιν.

εἶδον οὖν, ὅτι ῥώμης συνεσταλμένης τοῖς ἡμετέροις, ηὐξημένης δὲ τοῖς ἐναντίοις μηχανῆς μοι δεῖται τὰ πράγματα, καὶ τὴν πόλιν ἁλοῦσαν ἀναπλάσας τῷ λογισμῷ τά τε ἄλλα διενοούμην, ὅσα ποιεῖν ἅλωσις εἴωθε δυσχερῆ, καὶ τὸ πάντων πικρότατον, τὴν συνήθη τῶν ἐν πόλει κρατούντων ἐχθρῶν ἀκρασίαν, παστάδα λυμαινομένων, παρθένους βιαζομένων, παίδων ὥρας οὐ φειδομένων.

οὐκ ἀπώκνησα τοίνυν γυνὴ δόξαι τοῖς ἐναντίοις, ἵνα τὰ γύναια ῥύσωμαι τῆς ἐκείνων ἀκολασίας, καὶ περιστεῖλαι τὴν φύσιν, ὅπως μὴ παρὰ φύσιν ἡ νεότης τι πάθῃ. τί γὰρ οὐκ ἂν πράξειε στρατιώτης ὄχλος ἐπὶ τροπαίῳ κωμάζων, ἄλλως τε ὅταν μὴ ἀκονιτὶ τὴν πολεμίαν ἀνδραποδίσηται, ἀλλὰ χρόνῳ καὶ πολιορκίᾳ καὶ τριβῇ καὶ δαπάνῃ χρημάτων;

δυσμενὴς δὲ πόλις, ὅταν πλείοσι πόνοις ὑπὸ τῶν ἐπιόντων ἁλῷ, πλέον τοὺς νενικηκότας ἐκμαίνει· πρὸς γὰρ τὴν τῶν ἑαλωκότων ἐγκράτειαν ἐκτείνουσι τὸν θυμὸν καὶ πρὸς τὸ μέγεθος τῆς ὀργῆς τὴν τῆς ἀσελγείας ὑπερβολήν.

Τάχα τοίνυν ἄν τις φήσειεν ἀναστάς· ἔασον ἡδίστης ἀπολαῦσαι τὴν πόλιν γραφῆς πολεμίων ἐπὶ τῆς εὐνῆς κοπτομένων, ἑτέρων ἀφυπνισθέντων ἤδη μὲν ἐθελόντων ὀρθοῦσθαι, προκατειλημμένων δὲ τῇ πληγῇ, ἄλλων, ὅπῃ τύχοι, θεόντων ἀγνοίᾳ τοῦ τολμωμένου κακοῦ. τί ἂν τερπνότερον εἰκόνος εἴη τοιαύτης;

ὅρα, μή ποτε μᾶλλον ἀνιάσει τοὺς θεωμένους ἀποφερομένους ἐκ τῶν ὁρωμένων εἰς ἔννοιαν, ὡς, εἰ μὴ ταῖς ἐσχάταις συνείχετο δυσκολίαις ἡ πόλις, οὐκ ἂν εἰς τοῦτό με ἤγαγεν, ὡς οὔτε στρατηγὸν οὔτε ἄνδρα φανῆναι.

ὥστε τῇ θέᾳ τῶν γεγραμμένων ἀναμιμνήσκονται τὴν αἰτίαν καὶ τῇ τέρψει συνεισέρχεται τὸ δεινόν, συναμφοτέρου δὲ τὸν λογισμὸν εἰσιόντος μᾶλλον τοῖς ἰδίοις ἀλγοῦμεν κακοῖς ἢ ταῖς τῶν ἐναντίων εὐφραινόμεθα συμφοραῖς.

εἰ γὰρ ἔροιο τῶν πολιτῶν, ὃν ἂν ἐθέλοις, εἰ μήτε παθεῖν μήτε ποιῆσαί τι δυσχερὲς ἤθελε μᾶλλον ἢ τοσαῦτα τὸ πλῆθος ὑπομεῖναι καὶ δρᾶσαι, φήσειεν ἄν σοι τὸ πρότερον· μὴ γὰρ ἔχοι ποτὲ τοιούτους ἄνδρας ἡ πόλις, ὡς μισεῖν πλέον ἑτέρους ἢ σφίσιν αὐτοῖς εὐνοεῖν· ὠμότης γὰρ τοῦτο καὶ πολλή τις ἀπανθρωπία.

εἰ τοίνυν ἐβουλόμεθα μᾶλλον μήτε τὴν ἡμῶν αὐτῶν ἀτυχίαν μήτε τὴν ἐκείνων εἰς ἔργον ἐλθεῖν ἢ ταύτας ἄμφω γενέσθαι, δῆλον, ὡς, ἐπειδήπερ ἐγένοντο, λήθην γοῦν εὐξαίμεθα ἂν ἀμφοτέρων λαβεῖν. τί οὖν εἰκόνα ποιῆσαι φιλονεικεῖς, ὑφʼ ἧς οὐ ῥᾳδίως ἐπιλησόμεθα τῶν γεγονότων;

Ἔπεισι δέ μοι καὶ τοιαύτη τις ἔννοια· ἐπιδημήσει τις, οἶμαι, ξένος ὑμῖν σοβαρὸς καὶ μέγα φρονῶν ἐπʼ ἀνδρείᾳ καὶ γραφὴν ἄτοπον ὄψεται, στρατηγὸν ἐν πολέμῳ θηλυπρεπῶς ἐσταλμένον, τὸ δὲ τῆς θέας παράδοξον πολυπραγμονεῖν αὐτὸν ἀπαιτήσει· τουτὶ τὸ πεπλασμένον τί βούλεται γύναιον; οὐκ ἦν ὅπλα τῇ πόλει; οὐκ ἦσαν ἐνταῦθα ἄνδρες πολεμικοί;

τί οὖν οἱ παρόντες ἐροῦσιν; ὡς δυεῖν ὑπαρχόντων αὐτῇ στρατηγῶν, τοῦ μὲν εὐλαβείᾳ καὶ λογισμῷ πάντα πράττειν εἰδότος, τοῦ δὲ μηδὲν ἐπιτρέποντος τῇ διανοίᾳ, ὁ θρασὺς ἡττηθείς—εἰς ἐκεῖνον γὰρ πρότερον ἧκεν ὁ πόλεμος—φοβερὸν τῷ στρατοπέδῳ τὸν ἐν ὅπλοις ἀγῶνα πεποιηκὼς εἰς γυναικὸς μίμησιν τὸν ἕτερον περιέστησεν· ἰσχὺς γὰρ ἀπειποῦσα δόλου δεῖται καὶ τέχνης.

καὶ ποῦ σπουδή μοι γραφῆς ἐμοὶ μὲν ἀπολογίαν ἐχούσης, ἀνανδρίας δὲ ψόγον τῇ πόλει, μᾶλλον δέ, καὶ πλείστης ἀνοίας; εἰ γὰρ τῶν παρόντων πύθοιτο πάλιν ὁ ξένος· τοῦ δὲ χάριν ὁ δῆμος τὸν θρασὺν εἵλετο πρότερον στρατηγεῖν; ἐροῦσιν αὖθις, ὡς ὑπὲρ τοῦ πολέμου γενομένης ἡμῖν ἐκκλησίας πάντων ἀμφοτέρους προβαλλομένων σὺ μεγάλαις τὸ πλῆθος ἑστιάσας ἐλπίσι καὶ ῥημάτων ὄγκῳ μετεωρίσας ἅπαν ἐξῄεις ἄγων τὸ στράτευμα. τοῦτο δέ ἐστιν εὐήθη δεῖξαι τὴν πόλιν καὶ ῥᾳδίως παρελκομένην.

Πολλὰ δέ σου θαυμάζων ἐκεῖνο μάλιστα μέμφομαι πάντων, εἰ μὴ φαύλην ὑπόνοιαν σαυτῷ προσάπτων αἰσθάνῃ. τῇ γὰρ τοῦ νόμου συνηγορίᾳ καὶ τῷ σφόδρα τὸν τεθεικότα θαυμάζειν δίδως ὑπονοεῖν, ὡς, εἰ μὴ προὔκειτο γέρας, οὐκ ἂν ἐρρύσω τὴν οἰκείαν πολεμουμένην.

ἀλλʼ οὐχ ὅ γε φιλόπολις τῇ θρεψαμένῃ πωλεῖν οἴεται δεῖν τὴν ὑπὲρ ταύτης ἐπικουρίαν. ταύτην ἐγὼ τὴν ἄσκησιν ἐκ παιδὸς ἐς τήνδε διώκω τὴν ἡλικίαν, ὁ δὲ νόμος τὰς τοιαύτας ἐξεῦρε τιμὰς οὐ τοῖς καὶ τούτων χωρὶς πρὸς ὠφέλειαν τῆς πατρίδος ὁρῶσιν, ἀλλὰ τοῖς πρὸς ἐπείσακτον καὶ περίεργον δόξαν ἐπτοημένοις.

ὡς, εἴπερ ἐνῆν ἅπαντας, ὅσοι τὴν πόλιν οἰκοῦσιν, οὕτως πρὸς ταύτην ἔχειν εὐνοϊκῶς, ὡς ἄνευ δωρεᾶς ὑπὲρ αὐτῆς κινδυνεύειν, ὄνειδος ἂν ὑπῆρχεν ὁ νόμος περιάπτων ἡμῖν ὑποψίαν τοῦ μὴ προῖκα σώζειν τὴν πόλιν· ἐπεὶ κἂν φύσει τις ἔχῃ τὸ μηδαμῶς ἁμαρτάνειν, ἄχθεται νόμων ἀπειλούντων τιμωρίας τοῖς πλημμελοῦσιν· οὐ γὰρ ἐκ μόνης ἔτι τῆς φύσεως, ἀλλὰ καὶ φόβῳ τῶν νόμων ἀνέγκλητος εἶναι δοκεῖ.

Ἀλλʼ ἴσως εἴποι τις ἄν, ὡς τῶν πολιτῶν τοὺς ἐκ τῆς μάχης ἠτυχηκότας ἀδελφῶν ἢ γονέων ἢ παίδων ἐστερημένους ἡ γραφὴ μετρίως παραμυθήσεται δεικνῦσα τοὺς ταῦτα πεποιηκότας ὁμοίοις περιπεσόντας κακοῖς.

ἀλλὰ ζῶντας μὲν ἔτι τοὺς πολεμίους, ὑφʼ ὧν ἐστερήμεθα τῶν φιλτάτων, ἡδέως ἐν βασάνοις ὁρῶμεν ἐπιχαίρομέν τε κολαζομένοις—ἥδεται γὰρ ἡμῖν ὁ θυμὸς ταῖς τῶν ἠδικηκότων ἐχθρῶν τιμωρίαις—, θανάτῳ δὲ τούτων ἤδη ζημιωθέντων ἡ μὲν ὀργὴ πράξασα τὸ ποθούμενον ἄπεισι, μόνη δὲ τὴν ψυχὴν ἡ λύπη κατέχει καὶ λογισμὸν εἰσάγει τινά, ὃν οὐκ εἴα τέως χώραν λαβεῖν ὁ θυμὸς ὅλην ὑποτάξας αὑτῷ τὴν διάνοιαν καὶ μηδαμῶς ἄλλο τι φαντάζεσθαι συγχωρῶν ἢ τὴν τοῦ πλημμελήσαντος δίκην.

ἐκποδὼν δὲ γεγονότος αὐτοῦ τῇ τοῦ λελυπηκότος σφαγῇ πρὸς τὴν ἀθυμίαν ὑποστρέφει τοῦ πένθους καὶ ἀναλογίζεται ἤδη καὶ σκοπεῖ, ὡς οὐ τῷ φόνῳ τοῦ δυσμενοῦς τὸν οἰκεῖον ἀπείληφε ζῶντα. ταῦτα μὲν εἰκόνος χωρὶς ἐπί τινα χρόνον πιέζειν εἴωθε τὴν ψυχήν, γραφῆς δὲ προκειμένης μόλις ἐθέλει τὸ λυποῦν ἡσυχάζειν.

μὴ τοίνυν, οἷς αἴτιος θρήνων ἐγένου, τούτοις ὑπόμνημα κατασκεύαζε τῶν δεινῶν. σχῆμα γὰρ ἄηθες καὶ πολέμου λίαν ἀπᾷδον ἂν ὁρώμενον μείνῃ, τὴν ἐφʼ ᾗ γέγονεν ἀνάγκην οὐκ ἐᾷ ταχέως ἀπομαραίνεσθαι τοῖς πεπονθόσιν.

εἰ μὲν γὰρ πολὺς ἐν μέσῳ ἐγεγόνει χρόνος ὧν τε πεπόνθαμεν ὧν τε διεπραξάμεθα, τάχα ἄν τις ᾠήθη τῶν μὲν ἰδίων ἡμᾶς ἐπιλελῆσθαι κακῶν, ἀσμένως δὲ θεωρεῖν τὰ τῶν ἐναντίων· ἐπεὶ δὲ βραχὺς μεταξὺ διῆλθε καιρός, εἰ τὰ πάθη τῶν πολεμίων ὀψόμεθα, δόξομεν ἄρα καὶ τὰ τῶν οἰκείων ὁρᾶν.

εἰ δέ ποτε μήτηρ νεανίσκου τινὸς ἐν τῇ μάχῃ πεσόντος, ὃν ἐτύγχανεν ἔχουσα μόνον, βαδίζοι τὴν ἄγουσαν παρὰ τὴν εἰκόνα πορείαν, ἅμα μὲν ἐπιθυμήσει τῆς θέας ἐπὶ νοῦν αὐτῇ τὸ πένθος ἀγούσης—ἐπιθυμοῦσι γὰρ καὶ τὰς αὑτῶν ὁρᾶν συμφορὰς αἱ γυναῖκες—, ἅμα δʼ ἂν δυσχεραίνοι καὶ αὑτὴν ἀποτρέποι καὶ τέως μὲν μάχοιτό τε καὶ παρακαλύπτοιτο, ὑπὸ δʼ οὖν τῆς ἐπιθυμίας κρατηθεῖσα τὴν γραφὴν θεωμένη στένουσα λέξει· τί μοι τῶν ὁρωμένων τὸ κέρδος ἀποβαλούσῃ τὸν παῖδα; τί με τουτωνὶ τῶν ἐρριμμένων εὐφραίνει τὸ πλῆθος ἑτέρας οὐκ οὔσης γονῆς;

ταῦτα κινήσει δακρύουσαν εἰπεῖν ἡ γραφὴ τὸν παῖδα τὸν μόνον ἀναμιμνήσκουσα, ἑτέραν τὸν ἀδελφόν, ἄλλην τὸν σύνοικον, πρώην ἴσως γεγονότα νυμφίον, ἄλλην ἄλλο τι πάθος, ὥστε δακρύων παντοδαπῶν τὴν εἰκόνα γίνεσθαι πρόφασιν.

νόμιζε τοίνυν, ἃς ἐκάθισας ἐν πένθει γυναῖκας, ἐνταῦθά που πλησίον παρὰ τὰς θύρας ἑστάναι συνθεμένας ἀλλήλαις, εἴ σου κατὰ σκοπόν, ὃ μήποτε γένοιτο, πράξαντος αἴσθοιντο, προσελθεῖν ἐξιόντι καὶ σιγᾶν οὐ καρτερούσας εἰπεῖν, ὅπερ ἑκάστη διὰ σὲ πέπονθε πάθος, εἶτα δικαίως ἐπιτιμᾶν, εἴ σοι μὴ μόνον ἀπέχρησεν οὕτω μεγάλαις αὐτὰς κακοπραγίαις περιβαλεῖν, ἀλλὰ καὶ γραφὴν γενέσθαι παρασκευάζεις οὐδὲ τὸν χρόνον ἐῶσαν αὐταῖς λήθην ἐνδοῦναι. ὀφθαλμοὶ γὰρ ἠτυχηκότων ἀνθρώπων μνήμης λαμβάνοντες ἀφορμὴν οὐ συγχωροῦσιν εὐκόλως τῷ χρόνῳ τὴν ἀθυμίαν συστέλλειν.

Κατὰ τοῦτον, φησί, τὸν λόγον οὐδένα γράψομεν ἀριστέα, ἵνα μὴ τοὺς συγγενεῖς ἀνιάσωμεν τῶν ἐν τῇ μάχῃ κειμένων. εἰ γὰρ καὶ σφόδρα κρατήσομεν, ἀνάγκη δή που καὶ τῶν ἐν πολέμῳ νικώντων ἐνίους πεσεῖν.

πίπτουσι μὲν καὶ τοῖς νικῶσί τινες, οὐ μὴν τοσοῦτοι τὸ πλῆθος, ὅσοι τοῖς ἡττημένοις. ἢ τίνι διακρίνεις ἧτταν πολέμου καὶ νίκην;

ὅταν οὖν πλείω τε καὶ πικρότερα καὶ μειζόνων ὀδυρμῶν ἄξια τὰ τῶν ἐναντίων ὑπάρχῃ κακά, καιρὸν ἂν ἔχοι δημοσιεύειν εἰκόνι τὴν μάχην ὑπερβαινούσης τὴν ἀθυμίαν τῆς εὐφροσύνης· ἐπεὶ δὲ νῦν παραπλήσια μὲν ἀμφοτέρων τὰ πάθη, σεμνότερος δὲ τῆς νίκης ὁ τρόπος, ὃν ἐκράτησαν οἱ πολέμιοι, ἀσύμφορος ἡμῖν ἡ γραφὴ μείζονα τῆς ἐκ τῶν ὁρωμένων ἡδονῆς ἔχουσα τὴν ἐκ τῆς ἀναμνήσεως λύπην.

ὅρα δέ μοι κἀκεῖνο· ἡνίκα μὲν ἐν ὅπλοις τε καὶ χερσὶ συνέστηκε πόλεμος, ἔνθα καὶ τοὺς ἄγαν νικῶντας ἀνάγκη τι πάσχειν, ἧττον ἀλγοῦσιν οἱ τῶν πεπτωκότων γονεῖς τὸ πρόχειρον δὴ τοῦτο σκοποῦντες, ὡς πολέμου συστάντος ἀμήχανον ἦν ὅλον ἀκέραιον εἶναι τὸ στράτευμα, ὥστε τὴν συνήθη ταύτην ἐλπίδα κουφότερά πως αὐτοῖς τὰ πένθη ποιεῖν· εἰ δέ τις μετὰ στρατηγὸν ἀρτίως ἡττηθέντα τῇ συμπλοκῇ καὶ τῶν πολιτῶν οὐ βραχύ τι μέρος ἀποβαλόντα πόρον αὐτὸς ὕστερον εὗρε τοιοῦτον, οἷον ὅπλων μὲν ἥττονα δόξαν κομίσαι τῷ χρησαμένῳ, ῥύεσθαι δὲ πάντας καὶ σώζειν, οὓς οὐκ ἔφθησαν ἀνελόντες οἱ δυσμενεῖς, τότε πικρότερον οἱ τῶν κειμένων πατέρες ὀδύρονται λογιζόμενος ἕκαστος, ὡς ὤφελέν γε μετὰ τοῦ τὴν ἐπίνοιαν εὑρηκότος ὁ παῖς αὐτῷ συστρατεῦσαι.

Αὐτὸ τοίνυν, φησί, τῆς ἀριστείας σου τὸ καινὸν τιμῆς πέφυκεν ἄξιον, ἵνα πάντες ὁρῷεν, ὡς ὑπὲρ κοινῆς ἐλευθερίας καὶ σχῆμα θηλυπρεπὲς ἀνὴρ ὑπέμεινε στρατηγός.

ἀλλʼ οὐ τὸ γέρας λαβεῖν ὅρος ἁπλῶς ὑπάρχει τιμῆς, τὸ μὴ λαβεῖν δὲ πολλάκις ἐκείνῳ γίνεται δῶρον, ὅτῳ καὶ φίλον, καὶ πολλοὶ τῷ μὴ τυχεῖν ἀμοιβῆς ὡραΐζονται μᾶλλον ἢ ὅσον ἄλλοι τυχόντες ἁβρύνονται. πόσοι δάνεια δωρησάμενοι χαίρουσι πλέον τῶν ἀπειληφότων ὀφλήματα. πόσοι ταῖς ὑπὲρ τῆς πατρίδος φιλοτιμίαις ἥδονται μᾶλλον ἢ ἕτεροι ταῖς παρʼ αὐτῆς δωρεαῖς.

εἰ δὲ τὸν τοῦ νόμου σκοπὸν οὐκ ὀρθῶς ἑρμηνεύων γενέσθαι γραφὴν ἀπαιτεῖς ἐμὲ μὲν ἀνιῶσαν, ἐρασμίαν δὲ σοί, αὐτὸς ἀντʼ ἐμοῦ δωρεὰν ἔσῃ κεκομισμένος.

ἄτοπον δʼ ἂν εἴη καὶ μεστὸν ἀλογίας ἀντὶ τοῦ νενικηκότος τὸν ἡττηθέντα τιμᾶσθαι. καλῶ γὰρ ἀτιμίαν μὲν τὸ γνώμης διαμαρτεῖν, τιμὴν δὲ τὸ κατὰ νοῦν ἀπαλλάξαι.

τί οὖν ἐμοῦ κήδεσθαι προσποιῇ καὶ φῂς αὐτῷ σοι δοκεῖν τῆς ἀριστείας μου τὸ καινὸν τιμῆς ἄξιον εἶναι; ἀλλὰ τὸ καινὸν τοῦτο τοὺς μὲν παρʼ αὐτὴν ἐμοὶ τὴν ἀνάγκην συνόντας ἢ καὶ διδάσκαλον τὴν ἀκοὴν κτησαμένους εἰς εὐφημίαν ἐγείρει καὶ κρότον, τοὺς δὲ τὴν γραφὴν ὕστερον ἁπλῶς οὑτωσὶ θεωμένους τῆς αἰτίας, εἰς ἣν ὑπὸ σοῦ περιέστην, ἠγνοημένης εἰς γέλωτά μοι κινήσει. πολλὰ γὰρ ἐν τῷ τῆς χρείας καιρῷ θαυμαζόμενα τῷ μήτε παρόντι τοῖς ἔργοις μήτε τὴν αἰτίαν ἀκηκοότι γελοῖα καταφαίνεται.

τάχα δὲ καὶ τῶν οἰκητόρων ἐνίοις μέν, ἕως ἔτι πρόσφατός ἐστιν αὐτοῖς καὶ τῆς πολιορκίας ὁ φόβος καὶ τῶν ἀτυχημάτων ἡ μνήμη, οὐ φαῦλον εἶναι τὸ χρῆμα δοκεῖ· ἑώλων δὲ τῶν δυσχερῶν γενομένων χλευασίας καὶ σκώμματος ὑπόθεσις ἔσομαι τῶν μὲν δεινῶν ἀπολειπόντων αὐτοῖς καταβραχὺ τὴν διάνοιαν, τῆς εἰκόνος δὲ φαινομένης.

εἰ δὲ καὶ τὰ δεινὰ βεβαίαν ἕξει τὴν μνήμην τῆς ἐσθῆτος ἠρεμεῖν οὐκ ἐώσης τὴν φαντασίαν, εἶτα φήσεις, ἐκεῖνο λογίζου· οὐ τοσοῦτον ἀνακεῖσθαι νομίζεται χρόνον, ὅσον οἱ τὴν αἰτίαν ἐπιστάμενοι ζῶσιν, ἀλλʼ ἐφʼ ὅσον ἂν ἡ γραφὴ διικνοῖτο.

εἰ προϊὼν οὖν εἰς μῆκος ὁ χρόνος μηδὲν μὲν ταύτῃ λυμαίνοιτο χρωμάτων ἀεὶ νέων ἐπανορθούντων, ὡς εἰκός, τὸ φθειρόμενον, παραλάβοι δὲ θεατὰς ἀγνοοῦντας, ὡς διὰ σὲ τοιαύτης ἐδεήθην ἀπάτης, ὑπόνοιά τις ἔσται τοῖς ὀψομένοις, ὡς ἡττηθεὶς ἐγὼ τῶν ἐχθρῶν ἢ καὶ πρὶν εἰς μάχην ἐλθεῖν δείσας τὴν ἐκείνων ἀνδρίαν ἐν χρείᾳ τοιαύτης γέγονα τέχνης, ὡς μηκέτι σὲ δοκεῖν αἴτιον εἶναι μεταβαινούσης ἐπʼ ἐμὲ τῆς ὑποψίας.

Ὧι τοίνυν πειρᾶται πράγματι τὸ παρὸν ἀπεικάζειν, θεάσασθε καὶ σκοπεῖτε τἀληθὲς ὅπως ἐπιχειρεῖ διαστρέφειν. παρόμοιον εἶναί φησι τὸ προκείμενον, ὥσπερ ἂν εἴ τις ἑτέρῳ χρέος ὀφείλων ὁ μὲν ἐκτίνειν τὸ ὄφλημα βούλοιτο, ὁ δὲ μηδαμῶς ἀπολαμβάνειν ἐθέλοι, ὁ δʼ αὖ τὸ χρέος ἐκτῖσαι φιλονεικήσαι βουλόμενος οὔτε πένης εἶναι δοκεῖν οὔτε ἀγνώμων.

παραβάλλει τοίνυν ἐμὲ μὲν τῷ δεδανεικότι τὴν τῆς πόλεως σωτηρίαν δάνειον ὀνομάζων, τῷ δὲ χρέος ὀφείλοντι καὶ καταβαλεῖν ἀξιοῦντι τὸν δῆμον, ἀποδόσει δὲ τοῦ δανείσματος τὴν γραφήν. καί φησί με τῇ πόλει προσάπτειν ὑποψίαν ἀγνωμοσύνης, εἰ μὴ τὴν ἀμοιβὴν ἀπολήψομαι.

ἐγὼ δὲ χρήστῃ μὲν ἐμαυτὸν παραβάλλω, τὴν δὲ πόλιν δεδανεικότι. ὁ γὰρ τῆς αὑτοῦ γνήσιος ἐραστὴς οὐ παύσεται τροφεῖα νομίζων ὀφείλειν αὐτῇ, κἂν πολιορκίας καὶ δουλείας ἐσχάτης ἐξαρπάσῃ τὴν πόλιν, κἂν ἕτερον παρακινδυνεύσῃ τι μεῖζον, ἐλάττω τοῦ χρέους ἡγεῖται τὸν κίνδυνον.

ἀλλὰ καλῶς ὁ νομοθέτης ἰδών, ὡς τοὺς ἐν τῇ πόλει γενέσθαι πάντας ὁμοίους οὐκ ἔνεστιν— οἱ μὲν γὰρ ἐμφύτῳ χρηστότητι διακονοῦσι τῇ θρεψαμένῃ, οἱ δὲ φύσει φιλότιμοι δέονταί τινος δωρεᾶς ἐφελκομένης αὐτοὺς πρὸς τὴν τῆς πόλεως ὄνησιν—, ταῦτα ἐκεῖνος ἰδὼν εὗρεν, ὅπως καὶ τούτους χρησίμους ἀπεργάσεται τῇ πατρίδι γραφῇ τὸ φιλότιμον αὐτοῖς ἐρεθίσας.

εἰ μὲν οὖν ἄλλην μὲν ὁ νόμος ὥρισε δωρεάν, ἄλλην δὲ αὐτὸς ᾔτησα παρελθών, εἶχεν ἂν πάροδον οὗτος ἀντιλογίας· νῦν δὲ καινότατον πάντων ποιεῖ πράγματά μοι τιμᾶσθαι μὴ βουλομένῳ διδούς. οὐ γὰρ ἥδεται τὴν αὑτοῦ λογιζόμενος σωτηρίαν, ἀλλʼ, ὅτι διʼ ἐμοῦ ταύτης ἔτυχε, δάκνεται· τοῖς γὰρ ἄγαν βασκαίνουσι πολέμιος ἀδικῶν ἀνεκτότερος ἢ φθονούμενος πολίτης εὐεργετῶν.

Φέρε δή, πρὸς Διός, εἰ κεκλεισμένης ἔτι τῆς πόλεως καὶ πόρον οὐδένα σωτηρίας ὁρώσης περιθεόντων αὐτὴν ἀδεῶς τῶν πολεμίων καὶ τοὺς παιᾶνας ᾀδόντων ὡς τοῦ μὲν στρατηγήσαντος ἡμῖν ἡττημένου, πολλῶν δὲ τετρωμένων, ἠνδραποδισμένων ἑτέρων, ἄλλων ἔξω κειμένων ἐλεεινῶς καὶ τῶν ἔνδον πικρότερα πάθη προσδεχομένων— ἀλλὰ γὰρ πάλιν ἐπιβουλεύεις τῇ πόλει διελθεῖν ἀναγκάζων με τὰ δεινά—εἰ τοίνυν τοσούτου δέους αἰωρουμένου ἄλλο μὲν ᾔτησα τὸν δῆμον οὐδέν, οὐ σίτησιν, οὐ λειτουργίας ἀτέλειαν, οὐ γραφήν, ἐννοούμενός μου τὸ θῆλυ τοῦ σχήματος, αὐτὸ δὲ τὸ μὴ γέρας λαβεῖν ᾔτησα δωρεὰν ὑποσχόμενος, ἂν ἀπέλθω τοῦτο λαβών, λύσειν τὰ δυσχερῆ, ἆρα ἄν, εἰ σμικρὰν οὕτω δέησιν ἐδεήθην τοῦ δήμου, ἀντειπεῖν ἀπετόλμας;

πόθεν; τὸ γὰρ τῆς αἰτήσεως εὔλογον ἅμα καὶ μέτριον ἐπεστόμισεν ἄν σε τῶν φόβων ἐπικειμένων, εἰ καὶ λίαν ἀντιλέγειν ἠπείγου. οὔκουν ἄτοπον, εἰ πρὸς τὴν ὑπόσχεσίν μου τότε σιγήσας νῦν πρὸς αὐτὴν ἀντιστῆναι τὴν πρᾶξιν ἐπιχειρεῖς;

Εἰ δὲ ἀπερυθριάσεις πρὸς ἅπαντα ταῦτα, πρὸς ἐκεῖνο λέξεις οὐδέν. θῶμεν γὰρ οὐ γραφὴν εἰρῆσθαι τῷ νόμῳ τῆς ἀριστείας τὴν ἀμοιβήν, ἀλλὰ χαλκοῦν ἐπιτρέπειν ἑστάναι τὸν σεσωκότα τὴν πόλιν μετὰ τοῦ σχήματος, ᾧ τοῦτο κατώρθωσεν, ἔστω δὲ σχῆμα τοιοῦτον, οἷον ἐγὼ περιθέμενος τὴν προσεδρείαν διέλυσα, ἆρα ἂν συνεβούλευσας γυναικείαν ἐσθῆτα περικείμενον στρατηγὸν ἐν καλῷ τοῦ ἄστεος ἀνακεῖσθαι; οὐκ ἂν εἰς τοῦτο θράσους ἀνέβης.

ἡ γραφὴ μὲν γάρ, ἐπειδὴ σὺν ἐμοὶ καὶ τοὺς πολεμίους ἔνεστι ταύτῃ προσθεῖναι κοπτομένους, θορυβουμένους, ἀπελαθέντας, ἀντιλογίας ἀναίδειάν σοι προξενεῖ; εἰ δὲ μόνος ἐτύγχανον ἑστηκώς—τοῦτο δʼ ἂν ἦν ἀνδριάντι τὸν ἀριστέα τιμῶντος τοῦ νόμου—, ποίας ἂν τότε παρρησίας μετεῖχες καὶ ταῦτα συνήγορον ἔχειν τὸν νόμον δοκῶν;

οὕτως ἔστιν, ἔνθα καὶ νόμῳ πειθαρχεῖν οὐ καλόν, μᾶλλον δέ, τοῦτο ἂν εἴη πείθεσθαι νόμῳ, οὐ τὰς συλλαβὰς ἀριθμῆσαι, ἀλλὰ πρὸς ὃν γέγραπται σκοπὸν βασανίσαι. μία τοίνυν ἐκείνῳ σπουδὴ τὸ τῆς πόλεως ὄφελος. τί δʼ ἂν μᾶλλον τὴν πόλιν ὠφελήσειεν ὅλην ἢ τὸ γράφεσθαι μὲν τὸν τοιαύτης ἐρῶντα τιμῆς, τὸν δὲ τυχεῖν μὴ βουλόμενον οὐ βιάζεσθαι; οὕτω γὰρ ἂν ἕκαστος γένοιτο προθυμότερος ἔργῳ προϊόντος αὐτῷ τοῦ σκοποῦ.

Μικροῦ με τὸ μέγιστον τῶν ἐμῶν ἀπέδρα δικαιωμάτων, ἀποκνῶ δὲ τοῦτο διεξελθεῖν μὴ πρότερον, ὦ παρόντες, εὐξάμενος· μὴ γένοιτο μὲν πόλεμον ἡμῖν ἕτερον ἐπελθεῖν, ἂν δέ τις ἐπίῃ, διʼ ὅπλων ἀποκρούσαιτο τοὺς ἐπελθόντας ἡ πόλις, κἂν ἐμοὶ κἂν τούτῳ κἂν ἄλλῳ χρήσηται στρατηγῷ.

δεῖ δὲ ὅμως εὔχεσθαι μὲν ἀεὶ τὰ βελτίω, προσδέχεσθαι δέ τι καὶ ἀνθρώπειον γίνεσθαι, ἄλλως τε ὅταν καὶ τύχῃ τις ἤδη κινδύνου πεῖραν λαβών. ὁ γὰρ πταίσας τι καὶ ταράττεται.

τοὺς μὲν οὖν ἀρτίως ἐπιστρατεύσαντας οὐδὲν ὑφορῶμαι νομίζων ἀείμνηστον αὐτοῖς γενέσθαι τὴν πληγήν, ὡς μηκέτι τῶν οὐ προσηκόντων ἐρᾶν, μᾶλλον μὲν οὖν, μὴ τῶν οἰκείων ἐκπέσωσι, δεδιέναι· ἂν δὲ πολιορκίαν ἑτέραν ἡμῖν ἐπενέγκωσιν ἕτεροι καὶ δεήσῃ κἀκείνους τοιούτῳ τιμωρήσασθαι δόλῳ, ποίοις εἰς ἐμέ, πρὸς θεῶν, ὄμμασι βλέψετε; τί δὲ καὶ λέγοντες ἄνδρα προτρέπειν ἡγεῖσθε δὶς ὑφʼ ὑμῶν ὑβρισμένον, πρότερον μέν, ἡνίκα τοῦτον προείλεσθε στρατηγεῖν, νῦν δὲ πάλιν, εἴ μου δόξειεν αὖθις πιθανώτερος εἶναι;

εἰ δὲ πρὸς ἕτερον αἰσχυνθέντες ἐμὲ καταφεύξεσθε, ὁ δὲ βούλοιτο μὲν τοῦτο ζηλῶσαι τὸ σχῆμα, τύχοι δὲ παραπλησίως ἐμοὶ τοιαύτῃ μὴ χαίρων εἰκόνι καὶ διαμαρτύροιτο τουτονὶ δεδιώς, ὡς, εἰ μὴ ταύτην αὐτῷ κυρώσει τὴν χάριν ὁ δῆμος, οὐκ ἀνάσχοιτο τοιαύτῃ τὸν πόλεμον καταλῦσαι στολῇ, τότε δὴ δύο τούτων ἕν γέ τι συμβήσεται, ἢ πρὸς ἔργον ἐκείνῳ τὴν αἴτησιν ἄγοντες δόξετε χρείας μὲν ἐπικειμένης τὸν ὑπουργήσαντα θεραπεύειν, λαβούσης δὲ τέλος, οἷον ἐβούλεσθε, τὸν κατορθώσαντα παρορᾶν, ἢ τὴν χάριν αὐτῷ μὴ κυρώσαντες ἀποτυχόντες ἐκείνου ζητεῖν ἕτερον ἀναγκασθήσεσθε καὶ τῷ κήρυκι βοᾶν ἐπιτρέψετε· τίς ἐν ἐσθήμασι γυναικείοις ἀριστεύων ἀνὴρ ἐθελήσει γραφῆναι; καὶ περινοστῆσαι τὴν πόλιν τοῦτο κηρύττοντα καὶ τὸν γραμματέα παρεπόμενον ἔχειν καὶ τοῦτον ἑκάστῳ δεικνύναι τὸν νόμον, καὶ κελεύειν ἐντυχεῖν τοῖς γεγραμμένοις καὶ πρὸς τὴν ἐμὴν αὐτὸν ἕλκειν εἰκόνα καθάπερ, ἕως ἅπαντα γίνεται ταῦτα, μύθους τῶν πολεμίων ἀλλήλοις διηγουμένων.

μὴ γὰρ ὑπολάβῃ τις τοῦτον ἀνέξεσθαι παραπλησίῳ μοι χρήσασθαι σχήματι· τὸ γὰρ πρὸς ἐμὲ ζηλοτύπως ἔχειν καὶ λίαν βασκαίνειν ὕβριν αὐτὸν ἡγεῖσθαι τὸ πρᾶγμα παρασκευάσει, εἰ κατὰ ζῆλον ἐμὸν τοὺς ἐναντίους δόξει νικᾶν.

ὄψεται δέ τις μάλιστα τοῦτο τὴν γνώμην, ᾗ γραφῆναί με σπεύδει, κατανοῶν. ὡς γὰρ οὐ μικρὰν ἐντεῦθεν ἐμοὶ κατασκευάσων αἰσχύνην πάντα, διʼ ὧν οἴεται πείθειν, κινεῖ. καὶ πῶς ἂν αὐτὸς ὑπομείνειε τοιαύτην εἰκόνα, διʼ ἧς ἐλπίζει καταγέλαστόν με ποιεῖν;

Ὃν τοίνυν οἴεται κακουργότατον εὑρηκέναι λόγον καὶ διʼ οὗ μάλιστα προσδοκᾷ παράξειν ὑμᾶς, ὧδέ πως ἔχει· διὰ τοῦτο, φησί, τὸν ἀριστέα γραφῆναι μετὰ τοῦ σχήματος ὁ νόμος διώρισεν, ὅπως, εἰ μὲν εἴη σεμνὸν καὶ στρατηγῷ προσῆκον ἀνδρί, τόν τε νενικηκότα κοσμήσει καὶ τοὺς ἄλλους ἐπὶ ζῆλον προτρέποι, εἰ δὲ φέρον αἰσχύνην, τόν τε χρησάμενον σωφρονίσειε τῇ γραφῇ καὶ τοὺς ἄλλους ἀποτρέψει μιμεῖσθαι. τίθει τοίνυν, φησίν, οἷον εἶναι βούλει τὸ χρῆμα, εἴτε πρὸς εὔκλειαν τεῖνον εἴτε πρὸς ἀδοξίαν. ὁποῖον γὰρ ἂν εἴπῃς, εἰκόνος πρόφασιν λέγεις.

εἰ πρότερος ὑπὸ τοῦ πλήθους ἐγὼ στρατηγὸς αἱρεθεὶς δέει τῶν πολεμίων καὶ φόβῳ τῆς ἐν ὅπλοις ἁμίλλης τοσούτῳ φενακισμῷ τὴν νίκην ὑπέκλεψα, τότε ἂν ἴσως ἔδει τὴν πόλιν κατὰ τὴν κρίσιν τὴν σὴν γραφῇ μου σωφρονίσαι τὴν ἀνανδρίαν· νῦν δέ μοι τὸ σχῆμα διὰ σὲ μὲν ἀνέγκλητον, διὰ δὲ τὴν στολὴν οὐ πρέπον εἰκόνι δηλοῦσθαι. καὶ μή τοι θαυμάσῃς, εἰ γινόμενόν τι μὴ ψέγεται, γραφόμενον δὲ λοιδορεῖται. πολλὰ γὰρ ἂν εὕροις, ἃ παρούσης μὲν ἀνάγκης πράττεσθαι δεῖ, πεπαυμένης δὲ κρύπτεσθαι. ἀρίθμει γάρ, ὅσα τοιαῦτά σοι λέξομεν.

εἴ τῳ στρατηγοῦντι τῶν ἐναντίων παλλακή τις ὑπῆρχε συνοῦσα—εἰσὶ γάρ, οἳ τὰς ἐρωμένας ἐπὶ στρατείαν ὑπερόριον ἄγουσιν, οὐδὲ πόλεμος γὰρ ἐμποδὼν ἔρωτι γίνεται—εἰ τοίνυν ἐρασθεῖσα τοῦ τῆς πόλεως ἔτυχε στρατηγοῦ, ὁ δὲ πλησιάσας ἐκείνῃ καὶ γάμου ψευδεῖ κουφίσας αὐτὴν ὑποσχέσει ἔπεισε τὸν ἄνδρα καθεύδοντα διαχρήσασθαι—τί δὲ οὐκ ἂν ἐρώμενος πείσειεν ἐρῶσαν τολμῆσαι;—εἰ ταῦτα οὕτως ἐπράχθη, ἔδει δὲ μοιχεύοντα γράψαι τὸν τῆς πόλεως εὐεργέτην καὶ διʼ ἧς ἡμῖν ὁ κίνδυνος πέρας εἰλήφει, ταύτην προσθεῖναι τοῖς χρώμασι ξίφος ἐκ μοιχείας ἐπιφέρουσαν τῷ συνοικοῦντι καὶ τοῖς ἐναντίοις ἀποκαλύψαι τὴν τόλμαν τῆς γυναικός, ὅπως αὐτὴν ἀνήκεστα δράσουσι, καλὴν ἂν παρʼ ἡμῶν ἀπειλήφει χάριν.

μετάβηθι δή μοι πρὸς ἕτερον. εἴ τινα τῶν πολείων ἐγὼ χρήμασιν ἔπεισα τοὺς οἰκείους προδοῦναι, ἐπαινέσαι μὲν ἔδει τὴν πρᾶξιν, οὐ μὴν εἰκόνα ποιῆσαι τὸ γεγονός, προτείνοντα μὲν ἐμὲ τὸ χρυσίον, κατὰ δὲ τῶν ἰδίων ἐκεῖνον δωροδοκοῦντα, ἵνα μήτε τὸν αἴτιον διαβάλωμεν τῆς σωτηρίας μήτε τοὺς πολεμίους διδάξωμεν ἐκποδὼν ποιῆσαι τὸν δωροδόκον καὶ τοῦ γε λοιποῦ προδοσίαν φυλάξασθαι.

εἰ δὲ τὰ τοιαῦτα πόρρω ἂν ἔφης ἀριστείας τετάχθαι ὡς οὐ διαφανῶς ὅπλοις κατωρθωμένα, οὐδὲ τὸ πεπραγμένον ἐμοὶ τοιούτῳ καλέσεις ὀνόματι. πῶς οὖν εἰκόνι κοσμεῖν ἀξιοῖς, ὃν οὐ καλεῖς ἀριστέα τοῦ νόμου τὸν ἀριστέα κελεύοντος γράφεσθαι;

Ἀλλὰ γὰρ ἐν μνήμῃ πολεμικῶν σοφισμάτων οὔ μοι δίκαιον φαίνεται σιγῇ παρελθεῖν Ζωπύρου τοῦ Πέρσου τὴν μηχανήν, ᾗ Βαβυλῶνα Δαρείῳ Περσῶν βασιλεύοντί φασιν αὐτὸν ὑποτάξαι.

ἀποτεμὼν γὰρ ἑαυτοῦ ῥῖνα καὶ ὦτα καὶ τὴν κόμην κακῶς περικείρας καὶ μαστιγώσας ἅπαν τὸ σῶμα ἧκεν ἔχων οὕτω παρὰ Δαρεῖον, βασιλεὺς δὲ μόλις μὲν ἔγνω τὸν ἄνδρα κρυπτόμενον τῇ τοῦ σώματος λύμῃ, γνοὺς δὲ καὶ θαυμάσας ἤρετο τοῦτον, ὅστις ὁ λωβησάμενος εἴη, ὁ δὲ Δαρεῖος, ἔφη, με ταῦτα εἰργάσατο. ἵνα γὰρ σὺ Βαβυλῶνος μὴ διαμάρτῃς, ἐμαυτὸν οὕτω διέθηκα.

ταῦτα εἰπὼν ἐπὶ τὰς Βαβυλῶνος πύλας χωρεῖ μεταστρεφόμενος δῆθεν, μή τις Περσῶν ὡς αὐτόμολον εἴη διώκων, καὶ πρόσωπον αὑτῷ δεδιότος κατασκευάζων καὶ θέαν ἐμφαίνων ἐναντίαν τῷ συνειδότι καὶ ταύτῃ τοὺς ἀπὸ τῶν πύργων ὁρῶντας ἐξαπατῶν.

τοιγαροῦν τὴν ἑτέραν παρακλίναντες πύλην εἰσάγουσιν ἔνδον, ὡς ὑπὸ Δαρείου τοιαῦτα πεπονθὼς εἴη, πιστεύσαντες—τίς δʼ ἂν ᾠήθη τοσαύτῃ τινὰ περιβαλεῖν αὑτὸν ἀτυχίᾳ;—· τοῦτο καὶ τοὺς ἄλλους ἔπεισε Βαβυλωνίους εὐκόλως, ὥστε καὶ τοῦ περιβόλου τὴν φυλακὴν ἐπιτρέπεται. φρουρὸς οὖν τῶν πυλῶν καταστὰς ἀνέῳξε τῇ συγκειμένῃ πρὸς Πέρσας ἡμέρᾳ τὴν πόλιν. οὕτω χειροῦται Δαρεῖος Βαβυλωνίων τὸ ἄστυ τῇ μὲν ἐργασίᾳ τοῦ τείχους ἀνάλωτον, ὑπὸ δὲ τῆς Ζωπύρου λύμης ἑαλωκός.

τί οὖν οἱ Πέρσαι; ἦν γὰρ νόμος αὐτοῖς τὸν μέγα τι τὸ κοινὸν ὠφελοῦντα τοῦτον ἐν οἴκῳ τῷ βασιλέως ἀνάγραπτον εἶναι. ἠκρωτηριασμένον ἐκεῖνον ἐδημιούργησαν μιμησάμενοι τῇ γραφῇ τὸν διʼ οὗ κατώρθωσε τρόπον; οὐκ ἔστιν· οὐ γὰρ ἔδει γράφειν ἡμιτελῆ, διʼ ὃν πόλις ἑάλω τοσαύτη.

οὕτω τοίνυν οὐδʼ ἂν ἐμέ τις εἰκότως γυναῖκα φιλοτεχνήσειεν, ὑφʼ οὗ τοσοῦτον ἥττηται πλῆθος ἀνδρῶν ἐπελθόντων, πολιορκούντων, σὲ καὶ τοὺς ὑπὸ σοὶ ταχθέντας νενικηκότων.

καὶ τί μοι δεῖ Περσικῆς μαρτυρίας ἐξὸν Ἀττικῷ παραδείγματι χρήσασθαι; ἀκούεις που τὸν Κυνέγειρον· οὐ γὰρ ἐῶσι λαθεῖν ἐκεῖνον αἱ χεῖρες. ἀποκοπεὶς γὰρ τὴν δεξιὰν τριήρους αὐτῇ λαβόμενος Μηδικῆς οὐ κατεπλάγη τὴν γνώμην, οὐ περὶ τὴν ὀδύνην ἐσχόλασε τῆς τετμημένης, οὐ τὴν ὑπολειφθεῖσαν ἠλέησε χεῖρα, ἀλλὰ τῆς ἀλγηδόνος τὴν αἴσθησιν ἀφαιρεθεὶς τῇ προθυμίᾳ τὴν ἑτέραν ἐνέβαλε τῇ νηὶ καὶ χηρεύειν ὑπέμεινεν ἀμφοτέρων, ὥστε τῷ λοιπῷ σώματι ζῆν ἐλευθέρως.

ἆρʼ οὖν ἄνευ χειρῶν μετὰ τὴν ναυμαχίαν ἀνὴρ ἐκεῖνος ἐγράφη; οὔ φησιν αὐτοῦ τὸ θρυλλούμενον τῆς εἰκόνος ἐπίγραμμα. καὶ λαβὼν ὑμῖν ἀναγνώσεται. λέγε. Οὔ σε, μάκαρ Κυνέγειρʼ, ἐτύμως Κυνέγειρον ἔγραψε Φᾶσις, ἐπεὶ βριαραῖς σʼ ἄνθετο σὺν παλάμαις, ἀλλὰ σοφός τις ἔην ὁ ζωγράφος, οὐδέ σε χειρῶν νόσφισε, τὸν χειρῶν οὕνεκεν ἀθάνατον.

Καλόν, ὦ παρόντες, καλὸν εὐγνώμονας ἄνδρας εὐεργετεῖν. ὁρᾶτε γοῦν, ὅπως αὐτοῖς ἄτοπον ἔδοξεν εἶναι χειρῶν ἄμοιρον γράψαι τὸν ὅπως αὐτοὶ μηδὲν πείσονται δυσχερὲς ἑκατέρας ὑπεριδόντα χειρός. οὐκοῦν ἄτοπον γύναιον γράψαι, διʼ ὃν οὐχ ἑάλωσαν ἄνδρες, μειράκια, παῖδες, γύναια, βρέφη, πρεσβύται;

τῆς γὰρ ἐν τῇ μάχῃ τροπῆς κατὰ σοῦ γενομένης ὡς τῶν ἔνδον οὐδεὶς ἐθάρρει τὴν ἔξοδον οὐδὲ παρακύψαι ῥᾳδίως ἐτόλμα, ῥήμασιν αἰσχροῖς ἔβαλλον ἡμᾶς οἱ πολέμιοι γυναῖκας οἰκουρούσας ἀποκαλοῦντες καὶ κελεύοντες ἢ πολεμεῖν ἐξιόντας ἢ παντάπασιν ἀπεγνωκότας δουλεύειν.

ἐντεῦθεν ἐμοί τις ἔννοια γέγονε πεῖσαι τοὺς ὑβρικότας, ὡς ἔνεστι τέχνῃ τινὶ συμπλοκῆς ἀτυχίαν ἐπανορθῶσαι. οὐ μὴν προήχθην εὐθὺς ἔργῳ τὸ σόφισμα παραδοῦναι, ἀλλʼ—ὅπερ ὀλίγῳ πρότερον ἔφην—τοῦ στρατεύματος ἐπειρώμην, εἴ πως ἀνάσχοιτο τὸ δέος ἀποβαλεῖν καὶ πάλιν ἐν χερσὶν ἀγωνίσασθαι.

ὡς δὲ καὶ κοινῇ πάντας καὶ χωρὶς ἕκαστον ὑπεθώπευον ἐλπίζων ἀεὶ μὴ πειθαρχοῦντος τοῦ πρώτου πείσεσθαί μοι τὸν δεύτερον, ὡς ταῦτα δράσας ἀπεῖπον, ἐβιασάμην τὸ φρόνημα καὶ διπλῆν ἔχων ἀγωνίαν ἐξῄειν, τὴν μέν, ἵνα μὴ διαμάρτω τῆς νίκης, τὴν δέ, ὅπως μὴ φωραθεὶς ὑπὸ τῶν ἐναντίων αἰσχύνην ἀνοίας ὀφλήσω· τὰ γὰρ τοιαῦτα τοῦ πολέμου κλέμματα διαβολὴν εὐηθείας ἀποτυγχάνοντα φέρει.

τεκμαίρομαι τοίνυν τῶν πολεμίων τοὺς μόλις ὑπολειφθέντας ἐπανιόντας ἐπʼ οἴκου δεινῶς ἀλλήλοις ἐπιτιμᾶν· τί γὰρ ἐλοιδοροῦμεν τοὺς ἄνδρας; τί γὰρ εἰς ἀπληστίαν πολεμικὴν ἀπηνέχθημεν; τί μὴ τὸ τῆς μάχης ἡμῖν ἤρκεσε κράτος; ταῦτα σφίσιν αὐτοῖς ἐγκαλεῖν ἀνιόντας ἡγοῦμαι.

Συλλογίσασθαι δὴ βούλομαι τὰς ἐργασίας καὶ διελθεῖν ἐν βραχεῖ. ἀνέῳξα τὴν πόλιν ὑμῖν κεκλεισμένην πολέμῳ, μετήνεγκα τὴν κατὰ σοῦ νίκην ἀπὸ τῶν κρατησάντων ἐπὶ τοὺς ἡττημένους, ἀπείληφα δίκην, ὧν ἀπέβαλες οἰκητόρων, ἐθεράπευσα τὴν τῶν πεσόντων ὁσίαν ταῖς τῶν ἐκείνους ἀποκτεινάντων σφαγαῖς, καὶ νὺξ ἤρκεσε μία, μᾶλλον δέ, μέρος νυκτὸς πολιορκίαν τε λῦσαι καὶ τρέψασθαι τοὺς μάχῃ κεκρατηκότας.

ταῦτα φυλάττει τοὺς νόμους, ταῦτα συνέχει τὴν πολιτείαν, ἣν κατέλυον ἂν τὴν πόλιν ἑλόντες οἱ δυσμενεῖς. ὥστε, κἂν ἕνα δοκῶ νόμον κατὰ τὴν σὴν ἐκβαίνειν ψευδολογίαν, τὸν ἕνα τοῦτον πᾶσιν ἀντίθες τοῖς ἄλλοις καὶ τοῖς πλείοσι δίδου τὸ πλέον.

Φέρε, καὶ τὰς αἰτίας, ἃς ἐν τῷ λόγῳ ἔσπειρα, διʼ ἃς εἰκότως ἀποσείομαι τὴν γραφήν, ἀθροίσας ὑμῖν καταλέξω. ὁ γάρ μοι πρὸς τοῦτο σκοπός, ἵνα μὴ δόξω τὴν πατρίδα τὴν ἐμαυτοῦ κινδυνεύουσαν μισθοῦ διασώζειν, ἵνα μὴ τοὺς ἐχθροὺς διεγείρωμεν τὸ καθʼ ἡμῶν τρόπαιον γράψαι— εἰσὶ γάρ, οἶμαι, κἀκείνοις ζωγράφοι—, ἵνα μὴ τὸν χρόνον κωλύσωμεν καταπραῧναι τὰ πένθη τῶν πολιτῶν, οἷς ἐκ τῆς μάχης ἠτυχηκέναι συνέβη, ἵνα μή τις ἀπαίδευτόν με πολεμικῆς ἐμπειρίας ἢ δειλὸν ὑποπτεύσῃ τὴν τῆς εἰκόνος πρόφασιν οὐχ ὁρῶν.

Ποῦ δὲ τὴν γραφὴν ἀναθήσομεν—νῦν γάρ μοι καὶ τοῦτο ἐπῆλθε ζητεῖν—; ἐν ἀφανεῖ καὶ λανθάνοντι χωρίῳ τοῦ ἄστεος; ἡμεῖς τὴν τοῦ πράγματος ἀδοξίαν ἐλέγχομεν· ἐφʼ ᾧ γὰρ αἰδεῖταί τις, τοῦτο κρύπτειν ἐθέλει. ἐν ἐπισήμῳ καὶ διαλάμποντι τόπῳ; τὸ κακὸν ὑπὸ πλείοσι γίνεται θεαταῖς καὶ προκείσεται τοῖς ἑτέρωθεν δεῦρο φοιτῶσι. πλὴν εἰ μὴ σκώπτοντα ξένον λογίσομαι, μὴ λοιδοροῦντα πολέμιον, μὴ σὲ διασύροντα, καὶ πρό γε τῆς εἰκόνος αὐτῆς αἰσχύνομαι τὸν ζωγράφον ἐν ἱματίοις οὐδέν μοι προσήκουσιν ἐναντίον ἐκείνου καθήμενος, ὅπως ἄριστά μοι διασώσει τὴν μίμησιν, αἰδοῦμαι τὴν σύνοικον, τοὺς οἰκέτας, τὰς θεραπαίνας, οἴκοι μὲν τούτους, ἐν ἀγορᾷ δὲ τὴν πόλιν, πανταχοῦ δὲ τὴν φήμην.

καὶ τοῖς μὲν ἄλλοις ἅπασι σύνηθες τὰς αὑτῶν ἡδέως εἰκόνας ὁρᾶν καὶ διʼ ὧν ἀνάκεινται τόπων ἐπίτηδες παριέναι, καὶ συρρέοντος ὄχλου σεμνύνονται καὶ προσποιοῦνται μὲν ἑτέρωσέ ποι βλέπειν τοῦ μὴ δοκεῖν εἶναί τινες ἀπειρόκαλοι, τὸ βλέμμα δὲ παρακλίναντες ἀπολαύουσιν ἠρέμα τῆς θέας· ἐγὼ δὲ εἰκότως ἀσχήμονα γραφὴν οὐ προσίεμαι. εἰς τοιαύτην οὗτος ἐνέβαλέ με φέρων ἀνάγκην, ἧς ἐρυθριῶ τὴν εἰκόνα.

Ἤδη δὲ καταβήσομαι τοσοῦτον αὐτὸν ἐρωτήσας· ποδαπὸν ἔσται τὸ τῆς εἰκόνος ἐπίγραμμα; προσθήσω τοῖς ἔπεσι τὴν αἰτίαν τῶν ὁρωμένων. ἀλλὰ τὴν ἧτταν κηρύττω τῆς πόλεως. παραδράμω τὴν πρόφασιν; καὶ τίς ἂν εἴη μοι τῆς ἐσθῆτος ἀπολογία;