eul_wid: uvo-ba
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Speeches: Part XXXV (Declamation: The Child-Killer) by Choricius the Sophist of Gaza

A tyrant demands the daughter of a leading citizen of a neighbouring city; the city chooses war, and under siege the father kills the girl on the wall in sight of the enemy, who withdraw. A young man who loved her then kills himself, and his father prosecutes hers. A preface recalls the daughters of Leos and Iphigenia at Aulis; the girl's father defends himself and ends with a petition to the gods that the tyrant's passion turn to the daughters of his own subjects.

Part of Speeches

ΠΑΙΔΟΚΤΟΝΟΣ.

Τύραννος ὡραίαν ἐξ ἀστυγείτονος πόλεως ᾔτησε κόρην πρὸς γάμον θυγάτριον οὖσαν ἀνδρὸς κορυφαίου τῶν οἰκητόρων αὐτήν τε καὶ παῖδας ἔχοντος ἄλλους. ταύτην ᾔτησε πόλεμον ἀπειλῶν, εἰ μὴ λάβοι. εἵλοντο μᾶλλον ἐπιόντα πόλεμον ἐνεγκεῖν ἢ δόξαι δειλὸν φρονεῖν τυράννου διακονοῦντες προστάγματι. πολιορκουμένων αὐτῶν καὶ προιόντος τοῦ φόβου τὴν κόρην ἐπὶ τὸ τεῖχος ἀνήγαγεν ὁ πατὴρ ἐν ὀφθαλμοῖς τε τῶν πολεμίων ἀπέκτεινεν. ὁ μὲν οὖν τύραννος ὡς εἶδεν, ἀνέζευξεν ἄπρακτος οὔτε τῆς ἐρωμένης τυχὼν οὔτε πορθήσας τὴν πόλιν, νέος δέ τις τῆς παρθένου πολίτης ἐκτόπως ταύτης ἐρῶν οὐ φέρων τὸ πάθος ἑαυτὸν διεχρήσατο. καὶ κρίνει τὸν πατέρα τῆς κόρης ὁ τοῦ νεανίσκου πατὴρ ὡς αὐτόχειρα μὲν τοῦ φόνου τῆς θυγατρός, αἴτιον δὲ τῆς ἐκείνου σφαγῆς. μελετῶμεν τὸν τῆς κόρης πατέρα.

Θεωρία.

Βιάζεται καὶ πατέρα πολλάκις ἡ πρὸς τὸ κοινὸν εὔνοια παίδων ὑπερορᾶν. αὕτη τὰς τοῦ Λεὼ θυγατέρας ἀπέκτεινεν, αὕτη πρὸς σφαγὴν ἐν Αὐλίδι τὴν Ἀγαμέμνονος ἐξέδωκε παῖδα.

μηδεὶς οὖν ἄστοργον εἶναι τὸν πατέρα νομιζέτω τῆς κόρης· οὐ γὰρ ἀβασανίστως ἐπὶ τοσοῦτον ἧκεν ἐγχείρημα, ἐπιτρέψας δὲ τὴν κρίσιν τῷ λογισμῷ καὶ πολλάκις αὐτὴν ἀνελίξας εἰς ἔννοιάν τε λαβών, ὡς εὐπρεπής, ὡς σώφρων ἡ παῖς, ὡς μέγιστον τόλμημα φόνος, ὡς ἀφόρητον πάθος γονεῦσι παιδὸς τελευτή, εἶτα πάντα τῇ θρεψαμένῃ παραβαλὼν εὗρεν ἐλάττω τῆς πόλεως τὰ τῆς κόρης πλεονεκτήματα.

ἵνα δὲ πᾶσαν ὠμότητος ὑποψίαν ἐκφύγῃ, δέδωκε παῖδας ἑτέρους αὐτῷ τὴν ἐπὶ τῇ τεθνεώσῃ πραΰνοντας λύπην. εἰ δέ τις τοῦτο μὲν τῷ πλάσματι δίδωσιν, οὐ μὴν ἐκεῖνό γε πείθεται νεανίσκον ἐρωμένης ἀποτυχόντα μηδαμῶς ἔτι ζῆν ὑπομεῖναι, Φαίδρας ἔοικεν ἀνήκοος εἶναι. ἐκείνη—καίτοι δειλίαν ἔμφυτον τὸ θῆλυ νοσεῖ—πρὸς ἑαυτὴν ἐθρασύνετο καὶ τὴν οἰκείαν ἀπετόλμα σφαγὴν παριδοῦσα τὸν ἄνδρα, παριδοῦσα τὴν βασιλείαν.

τοῦ μὲν οὖν ἀποκτεῖναι τὴν κόρην ἀπολογίαν ἔχει τὴν πόλιν, τοῦ δὲ νέου τὸν φόνον εἰς αὐτὸν ἀναφέρει τὸν δεδρακότα καὶ δείκνυσιν, ὡς οὐ τὸ φίλτρον ἁπλῶς ἀνεῖλεν ἐκεῖνον, ὁ τρόπος δὲ μᾶλλον αὐτοῦ γέμων ἀκρατείας ἐσχάτης. εἰ γὰρ ἕκαστος ἐρωμένης διαμαρτὼν αὐτόχειρ ἐγίνετο, κἂν ὁ τύραννος ἑαυτὸν ἀνῃρήκει μηδενὸς ἧττον πρὸς τὴν ὥραν τῆς παιδὸς ἐκπλαγείς. οὕτως ἀνεύθυνον αὑτὸν ὁ κρινόμενος ἑκατέρου δεῖξαι πειράσεται φόνου.

ἀπίθανον δὲ μηδὲ τοῦτό τις ὑπολάβοι, εἴ τινες εἰς τοῦτο θράσους ὑπήχθησαν, ὡς μὴ κόρην εἰς γάμον ἐκδοῦναι γειτνιῶντι τυράννῳ πόλεμον, εἰ πρεσβευόμενος διαμάρτοι, κηρύξαντι. καὶ γὰρ οἱ Τρῶες οὐ παρθένον Τρωάδα, γυναῖκα δὲ Λάκαιναν, Σπαρτιάτῃ συνοικοῦσαν ἀνδρί, παιδίον ἐκείνῳ τεκοῦσαν, ὕβριν ἡγοῦντο πρεσβευομένοις ἀποδοῦναι τοῖς Ἀχαιοῖς οὐ πόλεμον οὑτωσὶ ψιλῶς ἀπειλοῦσιν, οἷον ὁ τῆς μελέτης τύραννος, ἀλλʼ ἐν τοῖς ὅπλοις ἀπὸ τῶν τειχῶν ὁρωμένοις.

οὕτως ἡ πρὸς τοὺς πέλας φιλονεικία μεγάλα παρασκευάζει τολμᾶν. ἐνταῦθα δέ τις καὶ μείζων ἐστὶν ἀφορμὴ τῆς πρὸς ἀλλήλους αὐτοῖς ἀπιστίας, εἰ μή τῳ μάτην εἰρηκέναι δοκεῖ Δημοσθένης, ὡς ἄπιστον ὅλως ταῖς πολιτείαις ἡ τυραννίς, ἄλλως τε κἂν ὅμορον ἔχωσι χώραν.

Μελέτη.

Οὐδὲ φύσεως ὤκνησα νόμον, ὦ παρόντες, ὑπεριδεῖν, ἵνα τῆς πολιτείας φυλάξω τοὺς νόμους, καὶ τὴν ἐμὴν ἔδωκα τῇ δημοκρατίᾳ γονὴν ἀτυράννευτον σπεύδων σῶσαι τὴν πόλιν. ἀνὴρ γάρ, ὅτῳ φρόνημα πρόσεστι, κατόπιν ἀεὶ τὴν τῶν ἰδίων φροντίδα τῆς ὑπὲρ τῶν κοινῶν ἔχει προνοίας.

εἰς τοιοῦτον ὁ τύραννος ἐχθρὸν ἐμπεσὼν πολλὰς μὲν ἧκε φέρων ἐλπίδας, ᾤχετο δὲ πάσας ἀθρόως ἀφαιρεθεὶς οὔτε κόρης, ἧς ἤρα, τυχὼν οὔτε πόλιν, ἣν ἐπολιόρκει, παρειληφώς.

ὠθήσας τοίνυν ὑμῖν ἔρωτα καὶ τυραννίδα καὶ πόλεμον, οὐ δωρεὰν ὡς φιλόπολις, οὐ παραμυθίαν ὡς πατὴρ ἀτυχὴς ὁρῶ μοί τινα γινομένην, ἀλλὰ γραφὴν καὶ κατήγορον καὶ κρίσιν καὶ δικαστάς, ὅτι μιᾷ συμφορᾷ πλῆθος ἔλυσα δημοσίων κινδύνων.

Ἔδει μὲν οὖν τῷ τυράννῳ προσεῖναι τὴν τοῦ νεανίσκου μικροψυχίαν, ἵνα τῆς ἐρωμένης ἀποτυχὼν ἕνα δίκαιον δράσειε φόνον τὸν ἑαυτοῦ. ἐπειδὴ γὰρ παντὸς ἁμαρτήματος τυραννὶς χαλεπώτερον, πολλοῖς δὲ θάνατος ἁμαρτήμασιν ὥρισται, θανάτου δὲ μείζων οὐκ ἔστι σωφρονισμός, ἔδει τὸν τύραννον καινοτέρῳ τρόπῳ τελευτῆς ἐμπεσεῖν ἀνδροφόνον αὐτὸν αὑτοῦ γεγονότα· ἐπεὶ δὲ πάντας ἐκεῖνος προπηλακίσας τοὺς νόμους πρὸς ἕνα καὶ μόνον τὸν ὑπὲρ τῆς ἑαυτοῦ σωτηρίας οὐδαμῶς ἐτυράννησεν—ἀποσφάξαι γὰρ ἑαυτὸν οὐ προήχθη—, τοῦτο προσῆκεν αὐτὸ γενέσθαι παράδειγμα τῷ νεανίσκῳ τοῦ μὴ νόμον διαπτύσαι τοιοῦτον, ὃν οὐ παρεῖδεν ἀνὴρ ἅπαντας ὑβρίσας τοὺς νόμους.

καινότατον δὲ πρᾶγμα ποιεῖν ὁ κατήγορός μοι δοκεῖ· τὸν μὲν νέον ὑπὲρ μιᾶς αὑτὸν ἀνελόντα κόρης οὐ μέμφεται, ἐμοῦ δὲ μίαν ὑπὲρ πόλεως κόρην ἀνῃρηκότος κατηγορεῖ· καὶ μὴν εἴπερ ἀνέγκλητον ἐπαποθανεῖν ἐρωμένῃ, πῶς ὑπεραποθανεῖν πατρίδος ὑπεύθυνον;

Εἰ μὲν οὖν ὁ νέος ἔτυχε μόνος ἐρασθείς μου τῆς θυγατρός, ἀπώκνησα ἂν αὐτῆς καὶ τὸ κάλλος ὑμῖν ὑπογράψαι καὶ ὅπως ἐτράφη διεξελθεῖν, μή τις ἐντεῦθεν ἐκείνῳ τινὰ νείμῃ συγγνώμην τοῦ δικαίως αὑτὸν ἀνελεῖν ἐρωμένης ἀποτυχόντα τοιαύτης· ἐπεὶ δὲ καὶ τὸν ἄρχοντα τῶν ἐχθρῶν καὶ τῶν πολιτῶν ἴστε τινὰς ἔρωτι μὲν ἐκπλαγέντας τὸν λογισμὸν καὶ μνηστεῦσαι τὴν κόρην ἐσπουδακότας, οὐδένα δὲ ὅμως αὐτῶν ἀπενεγκόντα τοῦ βίου, θαρρῶν διηγήσομαι τὰς τῆς παρθένου πλεονεκτήματα. οὐ γὰρ ἔτι τὸ φίλτρον αἴτιον εἶναι δόξει τῆς ἐκείνου σφαγῆς, ἀλλὰ τὸ τῆς ψυχῆς ἀγεννὲς τοῦ μειρακίου.

οὐ δόξω δέ τις ἐπαχθής, οἶμαι, καὶ φορτικὸς τὴν παῖδα κοσμῶν. ὁ γάρ μοι σκοπὸς οὐ τὴν ἰδίαν καλλωπίσαι γονὴν οὐδὲ τοῖς ἐπαίνοις θηρεῦσαι μνηστῆρα τῇ τεθνεώσῃ, παραστῆσαι δὲ μᾶλλον, ὅτι θυγάτριον εὐπρεπὲς καὶ τεθραμμένον κοσμίως ἐν ἐλάττονι μοίρᾳ τῆς πατρίδος ἐθέμην.

Ἔτι γὰρ οὖσα παιδίον τῆς ἡλικίας αὐτὴν οὔπω κρυπτούσης ἐπεὶ προϊοῦσα περίβλεπτος ἦν καὶ τοὺς ἁπάντων ἐφείλκετο πρὸς αὑτὴν ὀφθαλμούς, ᾐσχύνετο μὲν ὁρωμένη, ἠρυθρία δὲ μᾶλλον ἐπαινουμένη, ὥστε τὴν ἀγορὰν ἀποστρέφεσθαι, συνεῖναι δὲ τῇ μητρὶ καὶ σεμνῶς οἰκουρεῖν.

ὡς δὲ προῆγε ταύτην ἐπὶ μνηστείαν ὁ χρόνος, πολλάκις, ὦ παρόντες, εὐχομένης ᾐσθόμην οὐ νέου καλοῦ τὴν ἰδέαν, οὐ λαμπροῦ τὴν ἀξίαν ἀνδρός, οὐ πλοῦτον πολὺν κεκτημένου τυχεῖν, ἀλλὰ κοσμίου καὶ σώφρονος ἢ τὴν παρθενίαν εἰς τέλος αὑτῇ παραμεῖναι.

ἧκεν ἐπὶ τοὺς ὁμόρους ἀγγέλλουσα τὸ κάλλος ἡ Φήμη καὶ μέχρι τῶν βασιλείων ἐλθοῦσα πρὸς αὐτὸν ἀνέβη τὸν τύραννον ἐνέβαλέ τε σπινθῆρα λαμπάδος ἐρωτικῆς. οἷα γὰρ νόμων χωρὶς καὶ τῶν ἐν πολιτείᾳ καλῶν τεθραμμένος καὶ τοῦτο εἶναι κέρδος τῆς μοναρχίας ἡγούμενος τὸ τὰ δοκοῦντα ποιεῖν ὀψοφαγίᾳ καὶ μέθῃ καὶ κώμοις ὅλον ἐξεδίδου τὸν βίον.

τοιγαροῦν οὓς ἐνθένδε πάντες ἀπήλαυνον ὡς πολλῇ προσκειμένους ἀκολασίᾳ, τούτους ἀγαπᾷ καὶ περὶ αὑτὸν ἔχει φιλοπότας καὶ κόλακας καὶ τοιούτους ἀνθρώπους, οἵους πανταχόθεν αὐτῷ προξενεῖν ἡδονάς.

οὗτοι προπίνουσιν ἐκείνῳ τὴν παῖδα τὰ μὲν αὐτῷ χαριζόμενοι, τὰ δὲ τῇ πόλει μνησικακοῦντες, ὅπως ἢ δοῦσα τὴν κόρην ἀνελεύθερόν τι καὶ ταπεινὸν ὑπομείνῃ καὶ δουλείας προοίμιον ἢ μὴ δοῦσα τὸν τύραννον εἰς ὀργὴν ἐρεθίσῃ.

ὡς ἐν τρυφῇ τοίνυν καὶ φιλοτησίᾳ καὶ ἀτόποις ᾠδαῖς—δῆλον καὶ ὅτι καιρὸν ἐκεῖνοι τοιοῦτον φυλάξαντες τῆς παιδὸς ἐμνημόνευσαν—, εἰκότως, οἶμαι, διεθερμαίνετο. ἔπειτα ὕστερον αὐτὸς αὑτῷ παρθένον ἀναπλάττων τοιαύτην, οἵαν ἀκήκοεν, ὠρέγετό που τὴν παῖδα θεάσασθαι.

φυλάξας τοίνυν ἡμέραν ὑποθεμένων αὐτῷ τῶν μηνυσάντων τὴν κόρην, ἐν ᾗ παρʼ ἡμῖν αἱ πρὸς γάμον ὡραῖαι μικρὸν ἀπὸ τοῦ ἄστεος ἑορτὴν εἰώθασιν ἄγειν —ἴστε δήπου τὸν χῶρον· πλάτανοί τέ εἰσι καὶ κυπάριττοι καὶ πηγὴ καλὴ καὶ διαφανὴς ἐπιτηδεία τε κόραις παίζειν παρʼ αὐτήν—φυλάξας οὖν τὴν κυρίαν ἧκεν οὐ μετὰ κόμπου βασιλικοῦ, ἅμα μέν, ὅπως μὴ πόρρωθεν τῷ κτύπῳ τοῦ πλήθους αὐταῖς δέος ἐμβάλοι, ἅμα δὲ τυραννίδος ἀνάξιον εἶναι νομίσας παρθένου μιᾶς ἁρπαγήν, ἴσως δὲ τοῦτο καὶ περιττὸν ἡγησάμενος—· ἡμᾶς γὰρ ἀσμένως αὐτὴν ἐκδώσειν εἰς γάμον πρεσβευομένῳ.

ταῦτα πεπεικὼς ἑαυτὸν οὔτε βίας οὔτε ἐνέδρας ᾤετο δεῖσθαι τὴν χρείαν. εἵπετο τοίνυν αὐτῷ μετρίῳ παρασκευῇ καί τις τῶν εἰσηγησαμένων τὸ φίλτρον ὑποδείξων τὴν παῖδα.

θεασάμενος οὖν ἐν καλαῖς διαλάμπουσαν κόραις αἱ μὲν ἐπανῆλθον μένειν ἐρυθριῶσαι, ὁ δὲ κακῶς ἔχων ἀπῄει· ὃν γὰρ ἐνέβαλεν ἡ Φήμη σπινθῆρα, τοῦτον ἡ θέα πολλὴν ἐποίησε φλόγα. ταῦτα γὰρ ἅπαντα διεξῆλθον αὐτοῦ πρὸς τὸν δῆμον οἱ πρέσβεις, ἵνα δὴ συγγνώμην τινὰ μηχανήσωνται τῷ δεσπότῃ δηλοῦντες, ὡς τοῦ πόθου τὴν πρόφασιν ἐξ ἡμετέρων εἴληφε πολιτῶν, ἐμφαίνοντές τε δῆθεν ἐκείνου τὸ πρᾷον, ὡς ἐξὸν αὐτῷ τὴν κόρην ἁρπάσαι τὴν ὑμετέραν ᾤετο δεῖν ἀναμεῖναι χειροτονίαν.

οὕτω τὸν δῆμον ὑποθωπεύσαντες ὡς ἑώρων ἀπειθοῦντα τοῖς λόγοις, πολέμου προσέθηκαν ἀπειλήν. οἷα γὰρ καὶ πόθῳ φλεγόμενος καὶ δυναστείας ἐπαιρόμενος ὄγκῳ τοῦ μὲν κολακεύειν προτρεπομένου, τῆς δὲ πάντα εἴκειν ἀξιούσης αὑτῇ, διʼ ἧς ἀπέστειλε δεῦρο πρεσβείας, ἑκάτερον αὑτοῦ πάθος ἐδήλου, τῷ μὲν κόρην αἰτῆσαι τὸν ἔρωτα, τῷ δὲ πόλεμον, εἰ διαμάρτοι τῆς σπουδῆς, ἀπειλῆσαι τὴν ἐκ τῆς ἐξουσίας ὑπεροψίαν.

ὑμεῖς δὲ πρὸς μὲν τὴν ἀκρασίαν ἐκείνου κοσμίως, πρὸς δὲ τὰς ἀπειλὰς ἐνεχθέντες ἀνδρείως λογισάμενοί τε καλῶς, ὅτι ταύτην κατορθώσας τὴν αἴτησιν ἕτερον εὐθὺς ἐπιτάξει δεινότερον καὶ πάλιν ἄλλο τι μεῖζον, ἕως ἡμᾶς καταβραχὺ δουλεύειν αὐτῷ συνεθίσει, ταῦτα ὀρθῶς προϊδόμενοι καὶ τὴν ἐκείνῳ μελετωμένην ἐπίνοιαν ὀξέως εἰκάσαντες, ὡς τῇ μὲν πρεσβείᾳ τὴν κόρην, τῇ δὲ διανοίᾳ τὴν πόλιν ἐμνήστευε, τοῖς ἐκείνου διεκελεύσασθε πρέσβεσι τοιαῦτα προστάττειν ἑτέροις ἢ σωφροσύνης ὀλιγωροῦσιν ἢ παντελῶς ἀνδρείας ἐστερημένοις.

ὁ δὲ καὶ λαμπρῶς ἐκινεῖτο πολλὴν ἔχων ὀργῆς ἀφορμὴν τὴν δυναστείαν, τὸν ἔρωτα, τὸ μάτην ἐξογκωθῆναι γλυκείαις ἐλπίσιν.

ὡς γὰρ ἐγὼ τῶν ἐκεῖθεν ὁρμωμένων τινὸς ἐπυθόμην, ἀνδρὸς οὐδαμῶς ψεύδεσθαι πεφυκότος, ἡνίκα τῶν πρέσβεων ἤλπιζε τὴν ἐπάνοδον, ὁ μὲν καθῆστο κεκοσμημένος, ἀναμένων τὴν ἐρωμένην, παρῆν δὲ καὶ κολάκων ὄχλος αὐτῷ διομνύμενοι πρότερον οὔπω καλὸν αὐτὸν οὕτως ἑωρακέναι, ὁ δὲ ῥᾳδίως κεχαρισμένοις κηλούμενος ῥήμασιν—οὐδὲν γὰρ εἰς ἀπάτην ἐρῶντος ἀνδρὸς ἑτοιμότερον—, εἴ που τὴν ἄφιξιν ἐνενοεῖτο τῆς κόρης, ἔρωτος ἐδίδου συνθήματα ἐκπηδῶν ἠρέμα τοῦ θρόνου καὶ βλέπων οὐ σφόδρα καθεστηκὸς καὶ τὴν ἐξ ὧν ἤλπιζεν ἡδονὴν τοῖς παροῦσιν ἐκφαίνων, εἶτα δυσχεραίνων τὸν ἄχρι τῆς ἀφίξεως χρόνον πυκνὰ μὲν ἐπυνθάνετο τῶν παρεστώτων, εἰ διατρίβειν αὐτοῖς δοκοῦσιν οἱ πρέσβεις, πυκνὰ δὲ τούτους ἄλλον ἐπʼ ἄλλῳ προσέταττεν ἐξιέναι τὴν πρεσβείαν, εἰ πλησίον οὖσα τυγχάνοι, θεασομένους.

τοιαύταις ἐκεῖνον ἀκήκοα θέλγεσθαι τὴν ψυχὴν προσδοκίαις, καί, μὰ Δία, οὐδὲ ἄπιστον ἴσως. κοινὰ γὰρ ταῦτα νοσήματα τῶν ἐκτόπως ἐρώντων.

ἐν ἡδίσταις οὖν οὕτως ὑπάρχων ἐλπίσιν ὡς πικρὰν ἤκουσεν ἀγγελίαν τὰς παρʼ ἡμῶν ἀποκρίσεις, τί δεῖ λέγειν, ὅσον ἀνιαρῶς διετέθη; ἤλεγξε γὰρ αὐτοῦ τὴν τῆς ὀδύνης ὑπερβολὴν ἥ τε τῆς παρασκευῆς ἀφθονία καὶ τῆς ἐφόδου τὸ τάχος.

οὐ γὰρ ἔφθησαν ὡς εἰπεῖν ἐπανελθόντες οἱ πρέσβεις, καὶ παρῆν αὐτοβοεὶ τὴν πόλιν ἡγούμενος ἀναρπάσαι· οὕτω πολλὴ μὲν ἐπιχώριος αὐτῷ δύναμις εἵπετο, πολλὴ δὲ μισθοφόρων ἀνθρώπων.

παρασκευῆς μὲν οὖν οὕτως εἶχε τὰ τῶν πολεμίων, σχῆμα δὲ τῷ τυράννῳ προσῆν οὔτε πολεμικὸν ἐναργῶς οὔτε σαφῶς ἐπαφρόδιτον, ἀλλὰ πολεμικοῦ μὲν ἡμερώτερον, ἐρωτικοῦ δὲ φοβερώτερον· οὕτω κοινήν τινα κρᾶσιν ῥώμης μετῆλθε καὶ κάλλους. ἔρως γὰρ καὶ θυμὸς αὐτὸν ὁπλίσαντες ἤγαγον. τοιούτους ἔχων ὁ τύραννος στρατηγοὺς τῇ πόλει προσέβαλεν. ἐντεῦθεν ἀκριβὴς πολιορκία περιειστήκει κατʼ ὀλίγον ἡμῖν τὸν κίνδυνον αὔξουσα.

Ταῦτα ὁρῶν ἠνιώμην διπλῇ τοσούτων περιθεόντων φόβων τὴν πόλιν καὶ πάντων τὴν πρόφασιν ἐκ τῆς ἐμῆς εἰληφότων οἰκίας. ἐπυνθανόμην οὖν, ὅ τι δέοι ποιεῖν ἐμαυτῷ, καὶ πολλῇ συνειχόμην εἰκότως ἀμηχανίᾳ πατρίδι καὶ θυγατρὶ δικάζειν λαχών.

ὅτε μὲν γὰρ εἰσῄει μοι τὴν γνώμην ἡ παῖς μετὰ τῶν ἐλπίδων, αἷς ἔτρεφον καὶ διετύπουν τῇ φαντασίᾳ παστάδα, πολίτην νυμφίον, ὑμέναιον, τὴν θυγατέρα κύουσαν, ὠδίνουσαν, τίκτουσαν, παῖδα μητρῴῳ τιτθῷ τρεφόμενον, ψελλιζόμενον τῇ φωνῇ τοῖς ἀλλοτρίοις μὲν ἄσημα, γνώριμα δὲ τοῖς οἰκείοις, πάππον ἤδη μαθόντα καλεῖν—ὅτε μὲν ἐπὶ τοσαύτας ἐλπίδας ἐξέτεινον τὴν διάνοιαν, ἠλέουν τὴν παῖδα· ἡνίκα δὲ πάλιν εἰς ἔννοιαν τὴν πόλιν ἐλάμβανον, τὴν μητέρα, τὴν τρέφουσαν, τὴν διʼ ἐμὲ κινδυνεύουσαν, ἐπὶ τὸ ξίφος ἑώρων.

πέρας δʼ οὖν ἐκεῖνο σκοπήσας, ὡς ἁλοῦσα μὲν ἡ πατρὶς τὴν ἐπὶ τὴν κόρην ἀκολασίαν ἀνοίγει τῷ πολεμίῳ, ἡ παῖς δὲ τῆς ἐμῆς ἔργον γινομένη χειρὸς αὐτή τε τυραννικῆς ἄπεισιν ἀσελγείας ἀπηλλαγμένη καὶ τῇ πόλει βεβαίαν ἐλευθερίαν ἀνύσει, μᾶλλον εἱλόμην τὴν ὑπὲρ ἀμφοτέρων βουλὴν ἢ τὴν ἑκάτερα λυμαινομένην.

ἐξῆγον οὖν οἴκοθεν τὸ θυγάτριον ἔγχων ἐπειγόμενά μοι τὰ δάκρυα. εἵπετο δὲ μέχρι τῆς αὐλείου θύρας ἡ μήτηρ ὀδυρομένη, ὀνόματι καλοῦσα τὴν κόρην. ἐπορεύετο δὲ ἡ παρθένος ἡσυχῆ καὶ νεύουσα κάτω.

ἐγὼ δὲ αὐτὴν παρεσκεύαζον θᾶττον ἢ βάδην κινεῖσθαι, μὴ θρηνούσης ἀκούουσα τῆς μητρὸς χαλεπῶς ἐνέγκῃ τὴν τελευτήν, καὶ πρὸς τὴν γυναῖκα μεταστραφεὶς καὶ κινήσει χειρὸς καὶ νεύματι λαθόντι τὴν κόρην ἔνδον ἐσήμαινον ἀναστρέφειν.

ἤγετο τοίνυν ἡ παῖς εὖ μάλα συγκαλυψαμένη οὐ πάνυ τι πλέον δυσχεραίνουσα τὴν σφαγὴν ἢ τὸ μεθʼ ἡμέραν εἰς ἀγορὰν ἐμβαλεῖν.

ἐπεὶ δὲ τοῦ τείχους ἄνω παρὰ τὰς ἐπάλξεις γεγόναμεν, ἐκλεξάμενός τι χωρίον εὐσύνοπτον τοῖς πολεμίοις, ὅθεν ἐκείνοις ἐνῆν ὁρᾶν εὐκόλως τὰ δρώμενα—ἐτύγχανον γὰρ παρὰ τὰ τείχη σκηνώσαντες—ἐνταῦθα τῆς θυγατρὸς ἀποκαλύψας τὸ πρόσωπον καὶ πείσας τῇ θέᾳ τὸν τύραννον μηδαμῶς ἑτέραν ὑπονοεῖν, φιλοστοργίαν μὲν πατρικὴν καὶ γυναῖκα θρηνοῦσαν ἐκβαλών μου τῆς διανοίας, μόνην δὲ τὴν πατρίδα τῷ λογισμῷ παραδοὺς καὶ τὴν κόρην οὐχ ὡς ἰδίαν ἔτι γονὴν ἐννοῶν, ἀλλʼ ὡς γυναῖκα τυράννου γενησομένην, εἰ διαφύγοι τὸν φόνον, ἐπιφέρω πληγὴν ἑτέρας οὐ δεομένην, ἵνα μήτε μετάμελος γένηταί τις ἐμοὶ καὶ τελευτὴν ἡ παῖς ὀξεῖαν κερδάνῃ.

ἐπιγνοὺς τοίνυν ἐκεῖνος, ἣν ἔναγχος εἶδε, θεασάμενός τε πατέρα φονέα παιδὸς καὶ σφαγὴν ἐρωμένης πολὺν ἄφωνος χρόνον εἱστήκει θαύματι καὶ φόβῳ καὶ λύπῃ συσχεθεὶς τὴν φωνήν, θαυμάσας μὲν ἐμὲ τῆς εὐτολμίας, δείσας δὲ πόλιν, ἣν ἄνδρες οἰκοῦσιν ἐν δευτέρῳ ποιούμενοι τέκνα πατρίδος, ἀλγήσας δὲ φόνῳ καλῆς τε καὶ ποθουμένης καί, τό γε τῆς ἀθυμίας ἀφόρητον, διʼ αὐτὸν ἐσφαγμένης.

μόλις δʼ οὖν αὑτὸν ἀνακτήσασθαι δυνηθεὶς ἀναχώρησίν τε σημάνας τοῖς ὑπηκόοις ἀπῄει πολλὰ δηλαδὴ μεμνημένος ἐμοῦ τε καὶ τῆς ἐμῆς ἐγκρατείας καὶ πρὸς τὴν Τύχην, ὡς εἰκός, σχετλιάζων, ὅτι τοῖς ὅπλοις κρατῶν ἀπῆλθε μὴ φέρων τοῦ πολέμου τὸ ἆθλον.

ἀπράκτων οὖν ἀπιόντων ἐπʼ οἴκου τῶν ἐλπισάντων ἀκονιτὶ χειροῦσθαι τὴν πόλιν παντοδαποῖς ἐθεράπευσα τρόποις τῆς θυγατρὸς τὴν ὁσίαν, δάκρυσι καὶ χοαῖς καὶ τοῖς ἄλλοις πᾶσιν, οἷς νομίζεται τοὺς ἀπελθόντας τιμᾶσθαι, καὶ τοιαύτην ἐγκολάψας εἰκόνα τῷ μνήματι.

γυνὴ μέν ἐστι καθημένη τὸ φιλοτέχνημα, τὸ δὲ γύναιόν ἐστιν ἡ Τυραννίς, λελυμένη τοὺς πλοκάμους καὶ κατηφὴς καὶ λέγουσα τάδε· ἥδʼ ἐγώ, ἡ πάντων κρατέειν ἐθέλουσα Τυραννίς, ἥδʼ ἐγώ, ἡ τλήμων ὀλοφύρομαι οὕνεκα κούρης, τῇ ἔπι πόλλʼ ἔπαθον ποθέουσά τε μαρναμένη τε. τοιαύτας ὁ τύραννος ἀφίησιν, οἶμαι, φωνὰς διʼ ἐμὲ ὁ πάλαι σοβήσας ταῖς ἀπειλαῖς, ὁ πρώην φοβήσας τοῖς ὅπλοις.

Ἐγὼ μὲν οὖν ᾤμην πέρας εἶναί μοι τῶν δυσχερῶν παρῄνουν τε ἐμαυτῷ ῥᾷον φέρειν τὸ πάθος ἑτέρων ὄντων μοι παίδων ἐν εὐκλείᾳ τε γενόμενος τῆς θυγατρὸς ὑπὲρ σωφροσύνης, ὑπὲρ ὅλης πατρίδος ἀνῃρημένης καὶ τῷ μέλλοντι χρόνῳ σεμνὸν ἑαυτὴν καταλιπούσης διήγημα· τοιούτων δὲ παραμυθουμένων λογισμῶν νὺξ ἐν μέσῳ καὶ δευτέρα τις ἐπῆλθέ με κακοπραγία· τῇ γὰρ ὑστεραίᾳ πολλοὶ πολλαχοῦ φοιτῶντες ἐθρύλλουν· ὁ δεῖνα τοῦ δεῖνος κατηγορεῖ, ἐμὲ καὶ τοῦτον ἐπονομάζοντες.

ἀποροῦντος δέ μου καὶ λίαν ἐκπεπληγμένου καὶ ζητοῦντος τὴν πρόφασιν ἀπήγγειλέ τις τοῦ κατηγόρου τὸν παῖδα δεινῶς ἐρῶντα τῆς κόρης ἑαυτὸν ἐπισφάξαι τῷ τάφῳ. τοῦτο ἔστι τὸ ἔγκλημα, αὕτη τῆς δίκης ἡ πρόφασις.

ἐπὶ τούτοις ὑμᾶς οὗτος ἀθροίσας ἐτραγῴδει τοῦ νέου τὸν φόνον, ἐτραγῴδει μοι τῆς θυγατρὸς τὴν σφαγήν, ἄμφω καλοὺς ὀνομάζων ἡλικιώτας, ἥβης ἔχοντας ἄνθος, ἀλλήλων ἐρῶντας. καί μέ φησιν ἀποκοσμῆσαι τὴν πόλιν ψιλώσαντα ξυνωρίδος τοιαύτης.

εἶτα δύο μὲν οἰκητόρων ἀποβολὴ διικνεῖται μέχρι κοινῆς ἀκοσμίας, ἅλωσις δὲ καὶ τὰ τῆς ἁλώσεως πάθη, φόνος τῶν ἐν ἡλικίᾳ πολὺς καὶ γῆρας ὀψὲ τὴν ἐλευθερίαν ἀπομανθάνον καὶ γυναῖκες εἰς ὕβριν μεριζόμεναι καὶ δουλείαν, πρὸς ἀσέλγειαν μέν, ὅσαι τὸ εἶδος καλαί, πρὸς δὲ διακονίαν αἱ μὴ τοιαῦται, τὰ δὲ τοσαῦτα τὸ πλῆθος, τὰ δὲ τοιαῦτα τὸ μέγεθος πόλεως εἶναί σοι φαίνεται κόσμος; τί γὰρ οὐκ ἂν ἔδρασε τύραννος ἀσελγής, ἐρωτικός, ὠργισμένος πόλιν δημοκρατίᾳ χρωμένην, γείτονος δυναστείαν ὑπεριδοῦσαν;

ἐπεὶ γοῦν τοιαύτης αἱρέσεως ἐγὼ εἰς ἀνάγκην περιέστην καὶ δυοῖν ὁ καιρὸς ἀπῄτει με θάτερον, ἢ μόνην τὴν κόρην ἀποβαλεῖν ἢ μετὰ τῆς κόρης ἀδικῆσαι τὴν πόλιν, τί, πρὸς θεῶν, ἐπλημμέλουν ἑλόμενος μᾶλλον τὸ μέρος ἢ τὸ πᾶν ἀπολέσαι;

ὥσπερ γὰρ δυοῖν ἀνίσων ἀγαθῶν προκειμένων, εἰ μὴ συναμφότερα ἐξῆν λαβεῖν, τὸ μεῖζον ἐκλέξασθαι δεῖ, οὕτω καὶ δύο παρόντων ἀνομοίων κακῶν, εἰ μὴ διαφεύγειν ἔστιν ἑκάτερον, προσήκει τὸ χεῖρον ἐκκλίνειν.

ὁρᾷς ἄνδρα τομὴν ἀνεχόμενον μέρους αὐτῷ τινος ἐλαχίστου νοσοῦντος, ἵνα τελευτῆς ἐπιούσης ἑαυτὸν ἐξαρπάσῃ καὶ μὴ τρεφόμενον τὸ νοσοῦν καταβραχὺ τὸ ἐρρωμένον ἐπέλθῃ ἐπειγομένου τοῦ πάθους, εἰ μή τις τὸ πάσχον αὐτὸ μέρος ἐκκόψει, διατρέχειν ἅπαν τὸ σῶμα. μὴ τὸ τεμνόμενον ἐλεήσας, τὸ δὲ ἐκείνου σωθὲν λογισάμενος ἀποδέχου τῆς ἐγκρατείας τὸν ἄνδρα.

οὐδὲ νομέα γὰρ μέμψομαι μίαν οἶν ἀνῃρηκότα νοσοῦσαν, ὅπως αὐτῷ φυλαχθείη τὸ ποίμνιον καὶ μὴ πρὸς ἕτερον ἀφʼ ἑτέρου τὸ νόσημα μετιὸν ὅλην ἐπινέμοιτο τὴν ἀγέλην.

ταῦτα πρότερον πολλάκις διασκεψάμενος μιᾶς ἐπριάμην κόρης τὴν πόλιν, ἐν ᾗ καὶ ἐτέχθην καὶ ἔγημα καὶ πατὴρ ἐγενόμην. δεῖ γὰρ τοὺς ἀγαθοὺς ἄνδρας, εἰ τέκνα τύχοιεν ἔχοντες, οὐ μόνον σφίσιν αὐτοῖς οἴεσθαι γεγονέναι τοὺς παῖδας, ἀλλὰ καὶ τῇ πατρίδι.

διαφέρει δὲ τί; ὅτι ὁ μὲν αὑτῷ μόνῳ τὰ τέκνα γεγενῆσθαι νομίζων τὴν ἐκ τῆς εἱμαρμένης ἐπιοῦσαν αὐτοῖς τελευτὴν ὑφορᾶται, ὁ δὲ καὶ τῇ πατρίδι ὑπὲρ τοῦ μὴ ταύτην δουλωθεῖσαν ἰδεῖν οὐ φείσεται κινδύνου καλοῦντος τῶν παίδων φοβερωτέραν εἶναι νομίσας τῆς τούτων ἀποβολῆς τὴν ἐσομένην αὐτοῖς ἀτιμίαν ἐν δουλευούσῃ τῇ πόλει.

εἰ μὲν οὖν οὐ τῆς κοινῆς χάριν παρρησίας ἅμα καὶ σωτηρίας τὴν κόρην ἀνεῖλον, ἵνα δὲ σὺ τὸν υἱὸν ἀποβάλῃς, πονηρόν, ὦ ἄνδρες, πονηρὸν τὸ ἐγχείρημα καὶ δεῖται ζημίας· εἰ δὲ τοὐναντίον ἐγὼ τῆς ἡμετέρας περιεῖδον γονῆς, ἵνα σὺ τῆς ἰδίας μένῃς ἀσφαλῶς ἀπολαύων καὶ τῶν ἄλλων ἕκαστος πολιτῶν, ὅσοι πατέρες εἰσί, καὶ τοιούτῳ μηδεὶς δουλεύσῃ δεσπότῃ, τὸ βαρὺ τοῦτο, τῆς θυγατρὸς ἡ σφαγή, παρὰ σωφρονοῦσι κριταῖς εἰς ἔπαινον τελεῖ μοι.

καὶ δόξαν τουτὶ παρασκευάσει τὸ τόλμημα καὶ τοὺς ὑπʼ ἐκείνῳ τεταγμένους τοιαῦτα δικαίως ἀλλήλοις ἐπιτιμᾶν· μέχρι τίνος ἡμεῖς δουλείαν καρτεροῦμεν τοσαύτην; μέχρι τίνος ἡμεῖς διακονοῦμεν δεσπότῃ; οὐ μιμησόμεθα τῶν προσοικούντων τὰς ἀρετάς; οὐ φρονήσομέν τι λοιπὸν ἐλευθέριον τοῖς ἐκ γειτόνων παραδείγμασι στρατηγούμενοι; οὐ ζηλώσομεν ἄνδρας ὁμόρους ὑπὲρ ἐλευθερίας ἐπισταμένους πάντα παθεῖν;

τοιούτοις, οἶμαι, πρὸς ἐπανάστασιν ἑαυτοὺς διεγείρουσι λόγοις. φύσει γὰρ ἡδὺ καὶ ζηλωτὸν καὶ περιμάχητον ἀνθρώποις αὐτονομία καὶ πολὺ μᾶλλον αὐτοῖς ἐκείνοις, ὅσοι δεσπότην μὲν ἀφόρητον καὶ βαρύν, ἐλευθέρους δὲ γείτονας ἔχουσιν. ἧς γάρ τις ἄμοιρός ἐστιν εὐδαιμονίας, ἕκαστον μὲν ταύτην λαχόντα βασκαίνει, μάλιστα δὲ τὸν προσοικοῦντα ζηλοτυπεῖ. ἴσως οὖν, ἴσως καρπώσεσθε διʼ ἐμοῦ καθαρὰν ἐξουσίαν οὐδὲ γείτονα τύραννον ἔχοντες.

Ἀλλὰ κινδυνεύεις οὐ τὸ αἴτιον αἰτιᾶσθαι. οὐ γὰρ ἡ περὶ τὴν κόρην ἀθυμία τοῦ νέου πρόφασις αὐτῷ γέγονε τελευτῆς, ἀλλὰ ὁ τρόπος ἐκείνου παντάπασι μᾶλλον ἐκλελυμένος ὑπάρχων καὶ μεστὸς ἀκρασίας.

εἰ γὰρ αἱ τῆς ψυχῆς ἀλγηδόνες αὐτόχειρας ἠνάγκαζον γίνεσθαι, κἂν αὐτὸς δήπου σαυτὸν ἀνῃρήκεις λύπης γε ἕνεκα. τέκνοις γάρ, οἶμαι, τεθνεῶσι πατὴρ συνάχθεται μᾶλλον ἢ παιδικοῖς ἐραστής.

ὁρῶμεν ἀμέλει πένθος μὲν ἐραστῶν βραχυτάτῳ καιρῷ δαπανώμενον, γονέων δὲ λύπην ἐπὶ παισὶν οἰχομένοις εἰς χρόνου μῆκος ἐκτεινομένην. οἱ μὲν γὰρ πρὸς ἰδέαν ἐπτοημένοι καλήν, ἡνίκα τὸ ἐρώμενον λήγει εἴτε νόσου μαραινούσης τὸ ἄνθος εἴτε χρόνου τὴν ἀκμὴν ἀναλώσαντος εἴτε συμβάντος θανάτου, τὸ φίλτρον εὐθὺς ἀποτίθενται, εὔνοια δὲ πατρικὴ γονεῦσι συντελευτᾷ φιλοστόργοις. οὐ τοίνυν ὁ πόθος ἁπλῶς ἐκεῖνον ἀνεῖλεν, ἀλλὰ τῆς αὐτοῦ φύσεως τὸ μικρόψυχον.

Εἰ δὲ δεῖ μὴ πρὸς τὸν νέον αὐτόν, πρὸς ἕτερον δέ τινα τοῦ φόνου τὴν πρόφασιν ἄγειν, ἐπὶ σέ τις εἰκότως τὴν αἰτίαν ἀνοίσει. σὺ γάρ, ὡς ἔοικεν, οὔτε σωφρονεῖν ἐπαίδευσας τὸν υἱὸν οὔτε μετρίως ἐρᾶν.

ἀλλʼ εἰ καὶ ζῶντος ἠμέλεις τοῦ παιδός, τεθνεῶτα γοῦν ἔδει μὴ περιβόητον ἐκεῖνον ποιῆσαι μηδὲ δημοσιεύειν περιφανῶς τὴν ἐκ φαύλης οὕτω προφάσεως τολμηθεῖσαν σφαγήν, συσκιάζειν δὲ μᾶλλον καὶ περιστέλλειν ἔνεστιν, οὐκ εἰς εὐρυχωρίαν ἐξάγειν καὶ δικαστήριον συγκροτεῖν ἐπὶ παιδὸς ἀδοξίᾳ καὶ πρὸς πλείους ἐκτείνειν μάρτυρας τὸ κακὸν καὶ διδόναι πᾶσιν ὑπονοεῖν, ὅτι φαύλως ἐκεῖνον ἔθρεψας, καὶ λαβὴν ἑτέρου ψόγου παρέχειν, ὡς οὐδὲ σὺ κοσμίως ἐτράφης· οὐ γὰρ ἂν οὕτως ἤγαγες τὸν υἱόν.

γενέσθαι μὲν οὖν καλὸν καὶ τῆς κόρης ἡλικιώτην οὐκ ἀντιλέγω, οὐ μὴν ἐκεῖνό γε δώσω τὴν παρθένον ἐλθεῖν εἰς ἐπιθυμίαν αὐτοῦ, ὅπερ ἀφελῶς οὕτως προσέρριψας ἄμφω πρὸς ἀλλήλους εἰπὼν ἐρωτικόν τι παθεῖν, ὅπως ἅμα καλλωπίσῃς τὸν νέον καὶ τὸ πάθος ἐλεεινότερον καταστήσῃς.

ἀλλʼ οὐ προσίεταί σου τὴν λοιδορίαν ἡ πόλις. εἰ γὰρ μὴ συνῄδει πλείστην τῇ παιδὶ σωφροσύνην, οὐκ ἂν ὑπὲρ αὐτῆς εἵλετο τύραννον ἐπερχόμενον ὑπομεῖναι.

σὺ δὲ μαρτυροῦσαν παραγράφῃ τὴν πόλιν καὶ γίνῃ τῇ τεθνεώσῃ τοῦ τυράννου βαρύτερος. ἐκεῖνος αὐτῇ πολλὴν ἐμαρτύρησεν εὐκοσμίαν πόλεμον, εἰ πρεσβευόμενος διαμάρτοι, κηρύξας. οὐ γὰρ ἂν ἀπειλῆς ἡγήσατο δεῖσθαι τοιαύτης, ὡς πειθαρχοῦντος εὐκόλως τοῦ δήμου κόρην μὴ σωφρονοῦσαν ἐκδοῦναι. τοῦτο γάρ ἐστι τὸ δεινόν, ὅτι τοιαύτην ἀπέκτεινα, τοῦτο γάρ ἐστι τὸ λαμπρόν, ὅτι τοιαύτην ὑπὲρ τῆς πατρίδος ἀνελεῖν ἀπετόλμησα.

σὺ δὲ δυοῖν ἐμοὶ πεπραγμένων, σωτηρίας καὶ φόνου, τῆς μὲν ὅλων, τοῦ δὲ μιᾶς καὶ μόνης παρθένου, οὔτε ἀμφοτέρων προφέρειν βούλει τὴν μνήμην οὔτε μόνου τοῦ μείζονος, ἀλλὰ τὸ μεῖζον παραδραμὼν τὸ ἔλαττον εἰσάγεις εἰς μέσον καὶ τὴν ἐμὴν κλέπτων εὐεργεσίαν τὴν συμφορὰν ὀνειδίζεις ἐπιστάμενος, ὅτι, κἂν ὅλῃ πατρίδι φόνος λυσιτελῇ, τοὔνομά γε εὐδιάβλητον ἔχει.

ὅθεν γυμνὸν προφέρεις τὸν φόνον ἀφελὼν ἐκ τοῦ γενομένου τὴν τοῦ πεποιηκότος προαίρεσιν καὶ μισότεκνον ὀνομάζεις τὸν μισοτύραννον ἢ πανουργίᾳ συκοφαντῶν ἢ γνώμης ἀσθενείᾳ τὸ τῆς ἀρετῆς ὕψος εἰς ὠμότητος ὑπεροψίαν λαμβάνων.

οἷς γὰρ οὐ πρόσεστι μεγαλόψυχον ἦθος, ὡς παίδων θανατῶσαι πατρίδα, ἐκεῖνοι τὸν τοῦτο διαπραξάμενον ἐκ τῆς αὑτῶν δοκιμάζοντες ἀνανδρείας οὐχ ὑπερβαίνειν τὴν φύσιν, ἀλλὰ παραβαίνειν ἡγοῦνται.

φέρε, εἴ σοι κακῶς ἔλεγον τὸν υἱὸν καὶ δεινὰς αὐτοῦ κατὰ τῆς ὁσίας ἀρὰς ἐποιούμην ὡς ἐπιβουλεύσαντός μοι πρὸς εὔκλειαν μείζονα—γενέσθαι γὰρ αἴτιον τοῦ μὴ καὶ σὲ μετὰ τῶν ἄλλων ἐμοὶ χάριν εἰδέναι καὶ τὴν ἐμὴν διὰ πάντων εὐεργεσίαν ἐλθεῖν—εἰ ταῦτα λέγοντος ἤκουες, τί ἂν ἐποίησας;

ἐχαλέπαινες ἄν, οἶμαι, δικαίως, εἰ τελευτήσαντα ψέγω κειμένῳ, φασίν, ἐπεμβαίνων δέον οἰκτεῖραι καὶ δοκιμάσαι τὴν γνώμην, ᾗπερ αὑτὸν διεχρήσατο· οὐ γὰρ ἐμοὶ πρὸς εὐδοξίαν ἐπηρεάζων εἰς τοῦτο προήχθη. οὕτω τοίνυν κἀμὲ δίκαιος εἶ σκοπεῖν ἀπὸ τῆς γνώμης, ᾗ τὴν κόρην ἀνεῖλον· οὐ γὰρ ἐκείνῳ σωτηρίας δήπου φθονῶν ἐπὶ ταύτην ἥκω τὴν πρᾶξιν.

Ἄκουε τοίνυν ἕτερον. εἰ, πρὶν ἀποκτεῖναι τὴν κόρην, ᾐσθόμην τοῦ νεανίσκου δρᾶσαι βουλομένου τὸ γεγονός, εἶτά σοι προσελθὼν ὁρᾷς, ἔφην, εἰς ὅσον ἡμῖν ἡ πόλις ἦλθε κινδύνου. τοῦτον μέντοι τὸν φόβον ἐμοὶ καὶ σοὶ λῦσαι πάρεστι καὶ μεγάλην ἄρασθαι δόξαν, ἀλλʼ οὐκ ἀτυχίας ἐκτός· δεῖ γὰρ ἑκάτερον τῆς οἰκείας χηρεῦσαι γονῆς, πλὴν ἐγώ σου τοσοῦτον ἔσομαι δυστυχέστερος, ὅσον ἐμοὶ μὲν ἀνάγκη κτεῖναι τὴν παῖδα, σὺ δὲ τὸ μὲν ἀποβάλλειν τὸν υἱὸν ἴσα μοι πείσῃ, τὸ δὲ μὴ τοῦτον ἀποσφάξαι κερδανεῖς—εἰ ταῦτά μου νουθετοῦντος ἤκουες, τίνα ἂν εἶχες, εἰπέ μοι, διάνοιαν;

εἰ μὲν τὴν πατρίδα προέκρινες, τί τοῦ προκρίναντος κατηγορεῖν ἀξιοῖς; εἰ δέ σοι μικρὸν ἔμελε ταύτης, θαυμάζω σου τῆς ἀναιδείας, εἰ δικαζόμενος παρὰ τοῖς ὑπὸ σοῦ προδοθεῖσι πρὸς ἄνδρα τούτους ῥυσάμενον εἶτα λαβεῖν οἴει τὸ δικαστήριον.

Ἀλλʼ ἴσως, ὦ παρόντες, νῦν, ὅτε δουλείας ὁ φόβος ἡμῖν ἐκποδών, πᾶσαν ἄδειαν ἄγοντες λογίζεσθε τὸν δεδρακότα τὸν φόνον, ὅτι πατήρ, ἐννοεῖσθε τὴν ἐσφαγμένην, ὅτι θυγάτριον, λαμβάνετε κατὰ νοῦν τὰ τῆς ἀνῃρημένης πλεονεκτήματα—τῶν γὰρ ἰδίων ἕκαστος ἀπηλλαγμένος φροντίδων τὴν ἀπὸ τοῦ καιροῦ σχολὴν ἐν τοῖς ἑτέρου πράγμασι δαπανᾷ—· εἰ δὲ τὴν πάλαι συνοικοῦσαν ἰσηγορίαν ἡμῖν ὑπὸ τῶν ἐχθρῶν ἀφῃρέθημεν—ὃ συνεβεβήκει ἄν, εἰ μὴ τὸ πραχθὲν ἐτολμήθη—, σιωπήσαντες ἂν τὸν πατέρα, τὴν παῖδα, τῆς παρθένου τὰς ἀρετὰς τοιούτοις ἐμέλλετε λόγοις ἀλλήλους ἐπʼ ἐμὲ παροξύνειν· ἦ γὰρ ἐπένθησέ τις ὑπὲρ ὅλης πατρίδος, εἰ ἀπόλωλε μία παρθένος, ἡ τῶν κακῶν ἀφορμή; τί δὲ μέγα λαβεῖν ἐπεθύμησεν ὁ τὴν πρεσβείαν ἐκπέμψας—οὕτω γὰρ ἂν αὐτὸν ὠνομάζετε σιωπῶντες τὸν τύραννον—; κόρην εἰς γάμον ᾔτησεν ἄνθρωπος ἀνδρὸς μὲν ὡραίαν, οὔπω δὲ μνηστῆρος ἑτέρου τυγχάνουσαν.

τοιούτοις οὖν ἂν ῥήμασιν εἰκότως ὑφʼ ὑμῶν ἠλαυνόμην, ἅπερ εἰς νοῦν εἰληφώς, εἰ καὶ τὸν νεανίσκον ᾐσθόμην μὴ καρτερεῖν τῷ φόνῳ τῆς κόρης ἐπιβιώσεσθαι τουτονί τε ἄγειν ἐπʼ ἐμὲ τὴν αἰτίαν τῆς ἐκείνου σφαγῆς, οὐδὲ οὕτως ἂν ἀπεσχόμην τοῦ φόνου κρεῖττον ἡγούμενος ἑνὶ συκοφάντῃ περιπεσεῖν ἢ κατήγορον ἅπασαν ἔχειν τὴν πόλιν.

ἔδει μὲν οὖν πρώην συνισταμένης τῆς ἐκκλησίας ἐναντίον τῶν πρέσβεων ἀναιρεῖν με τὴν κόρην καὶ πόρρωθεν ἀναστεῖλαι τὸν πόλεμον τῆς ἐφʼ ᾗ γέγονεν αἰτίας ἀνῃρημένης, ἵνα μήτε τὴν χώραν ἀπρόσωπον ἡμῖν ποιήσωσιν οἱ πολέμιοι κείραντες αὐτῆς τοὺς ἀγροὺς μήτε τοὺς ἐν τούτοις ἑαλωκότας τοὺς μὲν ἀποσφάξωσι, τοὺς δὲ δορυαλώτους ἐργάσωνται.

ἔδει μὲν οὖν οὕτω ταῦτα γενέσθαι, ἀλλὰ τῶν δεινῶν οὔπω παρόντων λογισμὸς ἐξηπάτα με πατρικός· τίς ἐξάγει τῶν βασιλείων τὸν τύραννον; τίς ἁβροδίαιτον ἄνδρα κινεῖ διατεθρυμμένον σῶμά τε καὶ ψυχήν; ἐβασάνισε τῇ πρεσβείᾳ τοῦ δήμου τὴν γνώμην καὶ μαθεῖν ἀναμένει, πῶς ἔχει πρὸς ἀπειλάς. κἂν ἴδῃ μὴ ταραττόμενον, ἠρεμεῖ. ἡ γὰρ ἀλαζονεία τοιούτοις ἄπωθεν ἀκροβολισμοῖς κεχρημένη τοῖς μὲν εὐλαβουμένοις καὶ ἄνανδρόν τι φρονοῦσιν ἐπιστρατεύεται, πρὸς δὲ τοὺς εἰδότας κόμπου καταφρονεῖν ὅπλα κινεῖν οὐ τολμᾷ.

τοιαύταις ἐμαυτὸν ἐλπίσιν ἐξέδωκα, καί μοι πιθαναί πως ἐδόκουν. οὐ γὰρ ἐβουλόμην προφάσεως εὐπορεῖν ἐπὶ φόνον ἀγούσης τοιοῦτον. οὕτω σφόδρα τῆς θυγατρὸς ἐκηδόμην, ἕως ἐπῆλθε καιρὸς μείζων ἐμφύτου φιλοστοργίας. ἐπειδὴ γὰρ πᾶσα μὲν ἄλλη σωτηρίας ἐλπὶς τὴν πόλιν ἀπελελοίπει, μία δέ τις ἡμῖν ὑπεφαίνετο τὴν ἐμὴν ἀπαιτοῦσα γονήν, παρεχώρησα τῆς παιδός, ἵνα λάβω τὴν πόλιν.

τί γάρ, εἰπέ μοι, πράττειν ἐχρῆν; ἐᾶσαι τὸ δεινὸν εἰσιέναι καὶ παραδοῦναι τῇ τυραννίδι τὰ πράγματα καὶ συγχωρῆσαι αὐτῇ καταλύειν δημοκρατίαν ἀρχαίαν; οὐ γὰρ ἔφερε πλείονα χρόνον ἡ πόλις οὔτε σῖτον εἰς μῆκος πολιορκίας ἱκανὸν κεκτημένη καὶ πρὸς ἀγῶνα καὶ πόλεμον ἀπαράσκευος οὖσα τῆς ἐφόδου τῶν ἐναντίων εὐθὺς τὴν πρεσβείαν ἐκδεξαμένης καὶ βραχυτάτου καιροῦ μεταξὺ διελθόντος.

Ἀλλʼ εἰ καὶ ἄφρακτος, φησίν, ἡ πόλις ἐτύγχανεν οὖσα, μεγάλη ῥοπὴ πρὸς τοὺς ἐναντίους ὑπῆρχεν ἡμῖν τὸ δίκαιον. καὶ ταύτην ὁρῶμεν μᾶλλον τὴν ἀρετὴν τρόπαια ἐγείρουσαν ἢ πλείστην κατασκευὴν ἀδίκως συγκροτουμένην. ἴσως οὖν, εἰ μὴ τὴν παῖδα τὴν σὴν ἔφθης ἀνῃρηκώς, ἠγωνισάμεθα ἂν οὕτως, ὡς εἴχομεν, ἀηττήτῳ ῥώμῃ δικαιοσύνῃ θαρρήσαντες.

ἥκιστα μὲν πόλεμος ἐπὶ ῥητοῖς ἐθέλει χωρεῖν καὶ πολλοῖς ἀμέλει νίκας ἀδίκους φιλοτιμεῖται· θῶμεν δὲ ὅμως—καλὸν γὰρ οὕτω φρονεῖν—τὸ δίκαιον κρατεῖν πανταχοῦ.

ἄλλοις οὖν ἄλλας ἐπιδείκνυσί τε καὶ χορηγεῖ σωτηρίας προφάσεις· τοὺς μὲν εὐβουλίᾳ τινὶ διασώζει, τοὺς δὲ προδοσίᾳ τῶν πολεμίων, ἄλλους βούλεταί τι παθεῖν, ἵνα πικροτέρων αὐτοὺς λύσηται συμφορῶν.

τοιαῦτα καὶ θεοὶ πολλάκις ἐν ταῖς μαντείαις πολλοῖς ἐπιτάττουσι πράττειν ἀνθρώποις, οἷς οὐ δέδοται νίκης ἀκεραίου τύχη. εἰ γὰρ καὶ σωτηρίας ἄξιος ἕκαστος εἶναι δοκεῖ σύμμαχον ἔχων τὸ δίκαιον, ἀλλʼ οὐ τὸν αὐτὸν σώζεσθαι τρόπον ἅπαντες ἄξιοι, ἀλλʼ εἰσὶν οὓς δεῖ τι καὶ δυσχερὲς ὑπομεῖναι πρὸς ἀπαλλαγὴν μειζόνων κακῶν.

Ἐρεχθεὺς τὸ θυγάτριον ἔκ τινος τοῦτο μαντείας ἀκηκοὼς εἰς σωτηρίαν ἀνεῖλε τῶν Ἀθηναίων· ἀπέκειτο γὰρ ἢ μὴ φείσασθαι τῆς παιδὸς ἢ τὰς Ἀθήνας ἀποβαλεῖν. ἆρʼ οὖν ἐκεῖνος μὲν ἀνδρείως ἤνεγκε τὴν μαντείαν, ἡ δὲ τούτου γυνὴ δεινῶς ἐπιέζετο; οὐκ ἔστιν, ἀλλὰ προσῆγεν ἐπὶ φόνον ἡ μήτηρ τὴν παῖδα κεκοσμημένην ὥσπερ ἐπὶ θάλαμον ἄγουσα. εἶτα κινδύνου τοσούτου περιεστῶτος ἡμῖν οὐδὲ γυναικὸς εὐτολμίαν ἐχρῆν με ζηλῶσαι;

Ἐρεχθεὺς μὲν οὖν—οὐ γὰρ ἡ τούτου θυγάτηρ πρόφασις ἦν τοῦ τὰς Ἀθήνας ἐνοχλοῦντος πολέμου—τοιαύτης εἰκότως ἐδεήθη μαντείας εἰσηγουμένης, ὅπως ἂν ἡ πόλις αὐτῷ διαφύγοι τὸν κίνδυνον· ἡμῖν δὲ πᾶσιν ὁ πόλεμος ὑπῆρχε περιφανής, ὅθεν τε γέγονεν ὅπως τε παύσεται.

αὐτὸ τοίνυν ἡγοῦμαι τὸ δίκαιον ταύτην ἐμοὶ τὴν ἔννοιαν ἐμβαλεῖν πάσης ἡμῖν ἑτέρας ἀσφαλείας ἀπούσης. ὅτι γὰρ εἰς ἀπορίαν ἐσχάτην ἡ σωτηρία συνηλάθη τῶν οἰκητόρων καὶ οὐδεὶς οὔτε τὸν πλησίον οὔτε αὐτὸς αὑτὸν εἶχεν ἐξαπατᾶν, ὡς ἔνεστί πως καταφυγὴν ἑτέραν εὑρεῖν, αὐτὸς διαρρήδην ὁ τοῦ κατηγόρου παῖς ἐμαρτύρησεν.

οὐ γὰρ τῶν πολεμίων ἡμῖν εὐθὺς προσβαλλόντων τὴν κόρην ἀνεῖλον, ὥσπερ ἐπειγόμενος ἀποβαλεῖν τὸ θυγάτριον, οὐδὲ σπουδὴ γέγονέ μοι τὸν φόνον κρύφα τῶν ἄλλων τολμῆσαι καθάπερ εὐλαβουμένῳ, μὴ προαισθόμενός τις κωλύσῃ· τοὐναντίον μὲν οὖν κωλύσοντά μέ τινα περιῄειν ζητῶν καὶ πολλοῖς ἐξεπίτηδες τὴν περὶ τοῦ φόνου προεῖπον βουλήν, ὅπως, εἴ τις ἐμπόδιον γένοιτο κρείττονα γνώμην εὑρών, ἄμφω κερδάνω, καὶ τὸ φείσασθαι παιδὸς καὶ τὸ δόξαι περὶ πολλοῦ τὴν πατρίδα ποιεῖσθαι.

πάντων οὖν μελετωμένην μοι τὴν σφαγὴν αἰσθομένων ἔδει τὸν καλὸν ἐραστήν, εἴπερ ἕτερον σωθῆναι τρόπον ἐνῆν, ἐμέ τε ἀποστρέψαι τοῦ φόνου καὶ δεηθῆναι τοῦ δήμου χειροτονεῖν αὐτὸν στρατηγὸν καὶ δύναμιν ὡς ἐκ τῶν ὑπαρχόντων διδόναι ἢ καὶ ἄλλην τινὰ ἀσφάλειαν μετελθεῖν.

ταῦτα ποιῆσαι τὸν νεανίαν ἔδει, πλὴν εἰ μὴ τεθνεώσης ἠράσθη τῆς κόρης. ἀλλʼ οὐκ ἦν, ὡς ἔοικεν, ἕτερος πόρος οὐδείς· οὐδὲ γὰρ ἂν ἐμέ τε καὶ σὲ καὶ τὸν παῖδα τὸν σὸν καὶ πόλιν διέλαθεν ὅλην.

Ἀλλʼ οὐκ ἔδει, φησίν, ἐπʼ ἀδήλοις ἐγχείρημα τολμῆσαι τοσοῦτον. ἦν γὰρ οὐδενὶ φανερόν, ὡς ἕπεται τῷ φόνῳ τῆς κόρης ἡ τῶν ἐχθρῶν ἀναχώρησις. μᾶλλον μὲν οὖν ὑπῆρχε τεκμαίρεσθαι σφοδρότερον ἂν κινηθῆναι τὸν τύραννον καὶ μείζω προσθεῖναι τῇ πολιορκίᾳ σπουδὴν ἐρωμένης ἠρεθισμένον θανάτῳ.

καὶ πῶς ἤρα κόρης οὐκέτι προσδοκωμένης; ἐλπίδος γὰρ οἰχομένης ἔρως πέφυκεν ἠρεμεῖν, ἔρωτος δὲ πεπαυμένου συναποσβέννυται καὶ θυμός, ὃν ἀνῆψεν ὁ πόθος, εἰ μή πως τύχοι τις παραπλησίως τῷ νεανίσκῳ δύσερως ὤν—ἐξάγεις γὰρ οὐ βουλόμενον τεθνεῶτος κατηγορεῖν εἰς τοιαύτην με περιστήσας ἀπολογίας ἀνάγκην—. εἰ δὴ κἀκεῖνος συνέστειλε τὸν πόλεμον, καὶ διέλυσε τὴν ὀργὴν τῷ μὴ δεδιέναι, μὴ πρὸς γάμον ἡ παῖς καὶ ἑτέρῳ τινὶ συναφθείη. ἐπιθυμία γὰρ μὴ τοῦ σκοποῦ λαβομένη δεύτερον οἴεται κέρδος τὸ μηδὲ ἄλλον τυχεῖν.

τεκμαίρομαι δὲ καὶ τοὺς περὶ αὐτὸν κόλακας ἀνελπίστου λοιπὸν αὐτῷ γενομένης τῆς περὶ τὴν κόρην ἐπιθυμίας πεπεικέναι τὸν ἄνδρα καταλῦσαι τὴν προσεδρείαν παραμυθουμένους καὶ διεξιόντας οὐκ ἀπορεῖν αὐτῷ γυναικῶν τὰ βασίλεια παραπλησίων τὸ εἶδος τῇ τεθνεώσῃ, τὸν δὲ ψυχαγωγίαν ἐθέλοντά πως εὑρεῖν ἡδέως τε παρασύρεσθαι καὶ κατὰ μικρὸν ἀνανεοῦσθαι τῇ μνήμῃ πατρίδα καὶ βασιλικὴν ἑστίαν, κατάλογον ἐρωμένων, ὀψοποιούς τε καὶ οἰνοχόους καὶ ἄλλην ἀκόλαστον δίαιταν, ᾗ δουλεύουσι τύραννοι.

Τί οὖν ἔτι πρὸς τούτοις ἡμῖν ὁ κατήγορος ἐσοφίσατο; ὑπῆρχε τρόπος, φησίν, ὡς τὸ εἰκὸς ὑπηγόρευε, καὶ σώζων τὴν παῖδα καὶ τὴν ἐνοχλοῦσαν λύων πολιορκίαν. ἔδει μὲν γὰρ ἐπὶ τοῦ τείχους ἐν ὄψεσι τῶν ἐχθρῶν ἑστάναι τὴν κόρην, ἀργὸν δὲ σὲ φέρειν τὸ ξίφος, ἕως κήρυκα πέμψας ὁ δῆμος ἐδίδαξε τὸν τύραννον, ὡς, εἰ μὴ λύσας τὴν προσεδρείαν ἀπέλθοι, τὴν φιλτάτην ὄψεται σφαττομένην. ἴσως ἂν τὴν ἐρωμένην οἰκτείρας ἀνέζευξε καὶ οὔτʼ ἂν αὐτὸς τὸ θυγάτριον ἀνῃρήκεις οὔτε τοῦ παιδὸς ἀπεστερήμην ἐγώ· εἰ δὲ μή, τότε ἂν ἐδόκεις ἐν καιρῷ διαπράττεσθαι τὸ νῦν πρὸ τοῦ καιροῦ τολμηθέν.

ἀλλὰ νῦν, ὦ βέλτιστε, τὸ αἰφνίδιον καὶ ἀπροσδόκητον καὶ πλείστῳ παραλόγῳ συμβάν—ὃ γὰρ οὕτως ἐμπίπτει, μεγάλως δουλοῖ τὰ φρονήματα—οὐδὲν καθʼ ἡμῶν ἀφῆκεν ἐκεῖνον διαλογίσασθαι.

εἰ δέ τις ἐν μέσῳ ἐγεγόνει χρόνος ὑφηγουμένου τοῦ δήμου τῷ κήρυκι, τοῦ δὲ κήρυκος τὰ παρὰ τοῦ πλήθους ἐκείνῳ διεξιόντος, ἐκείνου δὲ τῶν οἰκείων πυνθανομένου συμβούλων, ὅ τι δέοι ποιεῖν, πάντως ἂν ἢ τούτων τις ὑπετίθετο γνώμην ἢ πρὸς ἑαυτὸν αὐτὸς διελέγετο· ἐπειδὴ τῆς κόρης, ὡς ἔοικεν, οὐκ ἔνεστί σοι τυχεῖν, τί μὴ τὴν πόλιν κερδανεῖς; ἀνεκτότερον ἐραστῇ μᾶλλον ἀποβαλεῖν ἐρωμένην ἢ μαθεῖν ἑτέρῳ πρὸς γάμον αὐτὴν ἐκδεδόσθαι. τὴν γὰρ οὕτω καλὴν οὐκ ἔστι μεῖναι παρθένον· εἰ δέ τι παράδοξον γένοιτο καὶ πολλὴν οὕτως ἡλικίαν διέλθοι, αὕτη σοι τοῦ μέλλοντος ἡ φροντὶς πικροτάτη γενήσεται βάσανος.

ταῦτα ἂν αὐτῷ βουλεύεσθαί τε καὶ πράττειν ὁ μεταξὺ χρόνος ἐδίδου, ὥστε μετὰ τῆς κόρης ἐντεῦθεν ἡ πόλις ἂν διεφθάρη, πρὸς τῶν θεῶν. εἰ δὲ κἀκεῖνος ἡμῖν τοιούτους ἀντέπεμψε λόγους· ἂν ἀποσφάξητέ μοι τὴν ἐρωμένην, καταβαλῶ τὴν πόλιν, τί ἂν τῷ δήμῳ παρῄνεσεν ὁ τὰς ποικίλας ἡμῖν γνώμας εὑρίσκων; ἀνελεῖν, ὥς φησιν, ἐν καιρῷ τὴν παρθένον; οὐκοῦν ἐχειροῦτο τὴν πόλιν ὁ τύραννος ὑβρίσθαι νομίσας;

νῦν μὲν γὰρ οὐ πρὸς ὕβριν ἐκείνου πεποιηκέναι τὸν φόνον ἐδόξαμεν, ἀλλʼ ἐλπίσαντες, ὅπερ ἀπέβη, πέρας ἕξειν τὸν πόλεμον λυομένης τῆς ἐφʼ ᾗ προῆλθεν αἰτίας καὶ τῆς ἐπιθυμίας ἐκείνῳ συντελευτώσης τῇ ποθουμένῃ· εἰ δὲ προειρηκότος καθαιρήσειν τὴν πόλιν, εἰ τὴν κόρην ἀνέλοιμεν, εἶτα τοῦτο διεπραξάμεθα, εἰκότως ἂν περιφρονηθεὶς ἠγανάκτει μέχρι τοῦ τὸ ἄστυ κατενεγκεῖν.

οἴκοθεν μὲν γὰρ ἐκεῖνον ἐξήγαγεν οὐχ ἡ τῶν πρέσβεων ἀτιμία τοσοῦτον, ὅσον ἡ τοῦ λαβεῖν τὴν κόρην ἔτι περιοῦσαν ἐλπίς· ἐνταῦθα δὲ ἂν ὑπʼ αὐτῆς ἐθυμοῦτο τῆς ὕβρεως γεγονότος φόνου παρὰ τὰς αὐτοῦ πρὸς τὸν δῆμον διὰ τοῦ κήρυκος ἐντολάς.

εἰ δὲ φείσασθαι τῆς παιδὸς ἡμῖν συνεβουλεύεσθε, προθυμότερον ἂν οὗτος ἠπείγετο τὴν πόλιν ἑλεῖν, ἵνα τύχῃ τῆς κόρης. οὐκοῦν ἢ τούτων ἀμφοτέρων, τῆς τε πόλεως ἅμα καὶ τῆς ἐρωμένης, ἀπέλαυεν ἢ σφαττομένης μοι τότε τῆς θυγατρὸς ἀνόνητος ἂν ὑπῆρχεν ἡμῖν ἑαλωκόσιν ὁ φόνος;

Ἀλλʼ οὐδέν, φησί, δυσχερὲς ὁ τύραννος ὑπομείνας αἰτήσει κόρην ἑτέραν καὶ πάλιν ἄλλην καὶ τετάρτην ἴσως καὶ πέμπτην καὶ τοιαῦτα προστάττων οὐ παύσεται. εἰ μὲν οὖν μιμήσονταί σου τὸ θράσος, ὅσοι τῶν ἄλλων πατέρες, πολλὰς διὰ σὲ παρθένους ἡ πόλις ἡμῖν ἀποβαλεῖ· εἰ δὲ μηδείς σοι γενήσεται μιμητής, ὅρα σοι τὸ τῆς πράξεως ἄτοπον ἐκ τοῦ μηδένα βούλεσθαι ταύτην ζηλῶσαι.

ἐγὼ δέ σου τὰ ῥήματα μεταστρέψας φημί· εἰ μὲν οἱ τῶν ἄλλων παρθένων μιμήσονταί με γονεῖς, πολλοὺς εὐεργέτας ἡ πόλις ἕξει διʼ ἐμὲ τέκνων αὐτὴν ποιουμένους τιμιωτέραν· εἰ δὲ μηδεὶς οὕτω φανείη φιλόπολις, ὅρα τῆς ἀρετῆς τὴν ὑπερβολὴν ἐκ τοῦ μηδένα δύνασθαι ταύτην ζηλῶσαι.

ὅλως δὲ τὸ συμβὰν ἐρᾶν ἀποτρέψει τὸν τύραννον κόρης ἑτέρας παρʼ ἡμῖν τρεφομένης τεκμαιρόμενον τοῖς ἐμοὶ πεπραγμένοις, ὡς κατὰ ζῆλον ἡμέτερον ἀνέξεταί τις τὴν παῖδα μᾶλλον ἀποβαλεῖν ἢ δυνάστῃ πρὸς γάμον ἐκδοῦναι.

εἰ τοίνυν, ὃ βούλεται ἕκαστος, τοῦτο καὶ οἴεται, ὅπερ οὐκ οἴεταί τις, οὐδὲ βουλήσεται, οὔκουν εἰκὸς ἐκεῖνον εἰς ἐπιθυμίαν ἐλθεῖν, ἣν οὐ προβαίνειν ἐλπίζει; κἂν ἔρωτι περιπέσῃ, προστάττειν ὀκνήσει τοῖς ἐκείνου διακονεῖν ἐπιτάγμασι, κἂν διαμάρτῃ προστάξας, οὐ πάλιν ἐπιστρατεύσει λογιζόμενος, ὅπερ ἐστίν, ὡς οὐκέτι τὴν πόλιν ἀφύλακτον οὖσαν εὑρήσει. τὸ γὰρ ἐγχείρημά μου παρασκευῆς τε καὶ φυλακῆς ἡμῖν γέγονεν αἴτιον, ἵνα μὴ πάλιν ἀνδρὸς δεηθῶμεν τὴν οἰκείαν ἀναιροῦντος γονήν.

Βούλει τῆς ἐμῆς εὐεργεσίας κατανοῆσαι τὸ μέγεθος; ἀπόκριναί μοι βραχέα πυνθανομένῳ. οὐκ οἴει τὸν ἡγεμόνα τῶν πολεμίων ἐμμανῶς ἐρῶντα τῆς κόρης, ἡνίκα τὰ τῆς δεῦρο στρατηγίας ἱκανῶς εἶχεν αὐτῷ, προσκαλεσάμενον τὰ τέλη τῶν ἀρχομένων μάλα σπουδαίως αὐτοῖς ἐπιτρέψαι καὶ διὰ τούτων ἅπασι τοῖς λοιποῖς τὴν μὲν πόλιν καταδουλῶσαι, τὴν δὲ παρθένον αὐτῷ διασώσαντας ἄγειν μὴ στρατιωτικῶς ἕλκοντας καὶ τραχέως, χειρὶ δὲ ἀλύπῳ καὶ ἡμέρῳ φωνῇ καὶ βλέμματι πρᾴῳ; οὐκ οἴει ταῦτα προστάξαι τὸν ἄγαν ἐρῶντα καὶ προσέτι κελεῦσαι τοῖς ὑπηκόοις μὴ τοὺς τῆς ἐρωμένης δεσποίνης γονέας ἐργάσασθαί τι δεινόν;

κατανεύειν ἀνάγκη τοῖς εἰρημένοις. ἐξὸν οὖν, ὅρα, μοὶ κηδεστὴν ὀνομάζεσθαι βασιλέως καὶ πλουτεῖν καὶ δορυφορεῖσθαι καὶ πολλοῖς ἐπιτάττειν καὶ τὴν παῖδα τρυφῶσαν ὁρᾶν ἐσθημάτων ἁβρότητι καὶ χρυσίων πολυτελείᾳ καὶ πολλαῖς θεραπαίναις οὐ τιμάς, οὐ δυναστείαν, οὐ πλοῦτον, οὐ θυγατρὸς σωτηρίαν, οὐ τὸ δοκεῖν ἄστοργος εἶναι πατήρ, οὐδὲν ἡγησάμην ἄξιον εἶναι τοῦ τῆς πατρίδος ὑπεριδεῖν.

ἔστω ταῦτα, φησίν· οὐδὲν ἀντιλέγω· ἀπῄτει τῆς κόρης τὸν φόνον ὁ κίνδυνος. ἐχρῆν οὖν ἑτέρῳ τὴν σφαγὴν ἐπιτρέψαι καὶ τὴν χεῖρα γοῦν καθαρὰν μύσους ἔχειν τοσούτου.

ἐβουλήθην μᾶλλον φοβῆσαι καὶ καταπλῆξαι τὸν τύραννον καὶ δεῖξαι τοῖς ἔργοις, ὡς ὑπὲρ ἐλευθερίας οὐδὲ σφάττειν αὐτοχειρὶ παρʼ ἡμῖν ἀποκνοῦσι τέκνα πατέρες. οὐ γὰρ ἂν ἔλαθον πατὴρ ὑπάρχων τῆς κόρης.

οὐ χρηστοὶ γὰρ ἐκεῖνοι πολῖται, διʼ ὧν τὸ σπέρμα προῆλθεν ἡμῖν τῶν κακῶν, οἳ τὴν παρθένον αὐτῷ προξενήσαντες συνῆσαν τοῖς πολεμίοις ὑποδείξοντες τὰ σαθρὰ τῶν ἡμετέρων χωρίων ὅσον τε τοῦ τείχους ἐστὶν ἐπίμαχον.

ἔστι δὲ ταῦτά μοι πρὸς ὑμᾶς, ὦ ἄνδρες, καὶ τοὺς περιεστηκότας ἔξωθεν καὶ τῶν λεγομένων ἀκροωμένους, ἐπεὶ πρός γε τοῦτον αὐτὸν ἐξήρκει τοσοῦτον εἰπεῖν, ὡς, εἴτε αὐτὸς τὸ πραχθὲν εἰργασάμην εἴτε τις ἕτερος, οὐδέν σοι τοῦτο πρὸς τὴν τοῦ παιδὸς διέφερε σωτηρίαν.

ἀλλὰ μᾶλλον ἐχρῆν ἐμοῦ πεποιηκότος τὸν φόνον καρτερῆσαι τὸν νέον. ἦν γὰρ ἐντεῦθεν αὐτῷ λογίζεσθαι καὶ σκοπεῖν, ὡς ἀλογία πολλὴ τὸν πατέρα μὲν ἀποκτεῖναι τὴν παῖδα καὶ ζῆν ταῖς αὑτοῦ χερσὶν ἐσφαγμένης, αὐτὸν δὲ ἀφειδῶς ἔχειν τοῦ βίου.

εἰ δὲ πικρότερον εἴποις ἐραστὴν ἀνιᾶσθαι πατρός, οὐ συμβαίνοντα μὲν φύσεως νόμοις ἐρεῖς, ἔδει δὲ ὅμως τὸν νέον εἰς τὸν τύραννον βλέψαι καὶ ζηλῶσαι καρτερίαν ἐραστοῦ μείζους ἅμα καὶ πλείονας ἔχοντος τοῦ μὴ βούλεσθαι ζῆν ἀφορμάς.

τὸ γὰρ μάτην ἀποστεῖλαι πρεσβείαν, διʼ ἧς τύραννος ἐκολάκευσε δῆμον, καὶ τὸ πόλεμον διακενῆς ἀνατείνασθαι καὶ τῆς παρασκευῆς ἡ δαπάνη καὶ τὸ κατενεχθῆναι πρὸς ἔρωτα κόρης ἐλάττονος αὐτοῦ τὴν ἀξίαν, μὴ τυχεῖν δὲ τοῦ γάμου καὶ τὸ διχόθεν παρὰ τοῖς ὑπηκόοις αἰσχύνην ὀφλῆσαι, τοῦ τε πόθῳ περιπεσεῖν τοῦ τε διαμαρτεῖν τῆς ὑπὲρ τούτου σπουδῆς, καὶ τὸ μεμνῆσθαι τῆς ἑορτῆς τὴν ἡμέραν, ὅτε παίζουσαν ἐν τῷ ἄλσει τὴν παρθένον ἰδὼν οὐκ ἀπῆλθεν ἁρπάσας· τοσαῦται τοίνυν εἰς ταὐτὸν συνελθοῦσαι προφάσεις οὐ τοσοῦτον καθεῖλον τὸν τύραννον, ὅσον αὑτὸν ἀποσφάξαι.

τοιοῦτον ὁ νεανίας ἔχων παράδειγμα καρτερίας οὐ γέγονε μιμητής. ἤλγησε δὲ πλεῖον ἰδιώτης τυράννου. καίτοι τοὺς ἐν μεγίστοις ὑπάρχοντας ἀξιώμασι χαλεπώτερον φέρειν εἰκός. οἱ γὰρ πνέοντες μεγάλα τὰς ὑπὸ τῶν ἐλαττόνων πικρῶς φέρουσιν ἀτιμίας.

ὁ δὲ οὔτε πρὸς τοῦτο ἰδὼν οὔτε τῇ πόλει συγχαίρων βεβαίας ἀπολαυούσῃ δημοκρατίας οὔτε τοῖς ἐχθροῖς ἐφηδόμενος ἀπράκτοις ἀναχωροῦσιν, οὐκ αἰσχυνθείς, οὐκ ἐλεήσας τὸν φύσαντα, οὐ λαβὼν κατὰ νοῦν, ὡς ἑαυτῷ μὲν δυσέκνιπτον ὄνειδος, σοὶ δὲ πένθος ἐπίσημον καταστήσει, οὐ τὸ πάντων μέγιστον λογισάμενος, ὡς αὐτὸς μὲν ἀναίτιος τοῦ φόνου τῆς ἐρωμένης, ὁ δὲ τύραννος τούτου γέγονε πρόφασις—ἔδει δὲ πλέον ἀλγῆσαι τὸν δεδωκότα τὴν ἀφορμήν—, ταῦτα δὴ πάντα παρʼ οὐδὲν ποιησάμενος τὴν οἰκείαν ἐτόλμα σφαγὴν ἐπιδούσης αὐτῷ τῆς ἀκρασίας τὸ ξίφος.

οὐ τοίνυν ὁ πόθος αἴτιός σου τῷ παιδὶ γέγονε φόνου, ἀλλʼ ὡς ἀνὴρ ἀκρατὴς καί, τὸ λεγόμενον, ἥττων ἑαυτοῦ πέπονθε τὸ συμβάν. ὡς ἔδει γε τοσοῦτον ἰσχύειν τὴν ἐκ τοῦ μὴ κατορθοῦν ἔρωτα λύπην. ἦ γὰρ ἂν ἀπηλλάγμεθα φοβεροῦ γειτονήματος.

Μεταξὺ δὲ λέγων διενοήθην, τί ἂν ὁ νεανίσκος ἐποίησεν, εἰ τὴν πόλιν ἑλὼν ἔγημε τὴν κόρην ὁ τύραννος. εἰ γὰρ ἀποτυχόντος ἐκείνου τῆς οἰκείας ὑπερεῖδε ψυχῆς, τί ἂν ἔδρασε πλέον κατωρθωκότος; ἀνδρὶ γὰρ ἐρῶντι πάντων ἀνιαρότατον ἀντεραστὴς εὐτυχῶν. οὐκοῦν ἀσελγείας μὲν τυραννικῆς τὴν παρθένον, τὸν δὲ νέον ζηλοτυπίας, τὴν δὲ πόλιν μεμηνότος ἐρρυσάμην δεσπότου;

Ἴσως τοίνυν καὶ τοιαύτην ἐρεῖ τις ὑπόνοιαν, ὡς, εἰ τὴν κόρην ἁπλῶς εἰλήφει πρὸς γάμον ὁ τύραννος, διʼ ἧς ᾔτησε τοῦτο πρεσβείας, εὔνους ἂν ἡμῖν καὶ φίλος ὑπῆρχε καὶ οὐδὲν ἂν ἔδει πολιορκίας καὶ φόνου.

ἔστι μὲν οὐκ ἐμὸν ἔγκλημα τοῦτο, τοῦ δήμου δὲ μᾶλλον κατηγορία. ἔστω δʼ οὖν, ἔστω καὶ πρὸς ἐμὲ τὴν μέμψιν ὁρᾶν· ἐπαινῶ γὰρ οὕτως ἐνεχθέντα τὸν δῆμον. ἵνα τοίνυν ὑπὲρ ἐμαυτοῦ καὶ ὑμῶν ἀπολογήσωμαι τὰ εἰκότα, φημὶ μὲν αὐτὴν τοῦ δυνάστου τὴν αἴτησιν ἐφʼ ἑαυτῆς κρινομένην οὐκ ἀπεικότως ἡμῖν χαλεπήν τινα δόξαι. ὅ τι γὰρ ἂν πράξειε δῆμος, τυράννῳ δόξαν ἐκεῖνο παρέχει τοῦ φόβῳ πεποιηκέναι.

οὐ μὴν οὕτω πικρῶς τὴν περὶ τῆς κόρης ἠνέγκαμεν αἴτησιν, ὅσον τὴν ἐκ ταύτης ἀθροιζομένην συνήθειαν μειζόνων ἐπιταγμάτων. ὃν γὰρ ἀλόγως ἡ Τύχη βασιλέα χειροτονεῖ, κἂν εὔλογόν τι προστάξας ἀνύσῃ τὴν χρείαν, οὐ τὸ τῆς αἰτήσεως εὔλογον, ἀλλὰ τῆς ἐξουσίας τὸν φόβον ἡγεῖται κατωρθωκέναι τὸ προσταχθὲν τῆς τυραννίδος αὐτὸν οὕτω φρονεῖν ἀπαιτούσης· φοβερὸς γάρ, οὐ δίκαιος ἐθέλει δοκεῖν. ὥστε τῆς παρθένου τυχὼν ἕτερον ἄν τι προσέταξε μεῖζον καὶ πάλιν ἄλλο τι χεῖρον, ἡ δὲ πόλις κατὰ μικρὸν ἐγυμνάζετο τὴν ὑπʼ ἐκείνῳ δουλείαν.

εἰ δὲ τὰ πρῶτα διακονεῖν ὑπομείνασα τὰ δεύτερα περιεῖδε, μᾶλλον ἂν ἐκεῖνον παρώξυνεν ἢ μηδὲν ἐξ ἀρχῆς ὑπουργοῦσα. τὸ μὲν γὰρ ὅλως μὴ πρᾶξαι τὸ κελευόμενον ἐλευθέρων ἐστὶν ἀνθρώπων, ἅπαξ δὲ τὸν ἐκείνου ζυγὸν ἐνεγκόντας εἶτα βούλεσθαι πάλιν ἀναχαιτίσαι δούλων ἐστὶν ἀντιτεινόντων δεσπότῃ.

ἐκ τούτων ἁπάντων εἰκότως ἡμῖν τὸ ἐπίταγμα χαλεπὸν ἔδοξεν εἶναι. ἔτι δὲ μᾶλλον ὁ τύραννος βαρύτερον φανῆναι τοῦτο πεποίηκε πόλεμον, εἰ τὸ προσταχθὲν ὑπερίδοιμεν, ἀπειλήσας· ἐννοίας ἐντεῦθεν ἡμῖν εἰσελθούσης, ὡς, εἰ μετρίαν ἡγεῖτο τὴν αἴτησιν, ἤλπιζε πείθειν, πείσειν δὲ προσδοκῶν οὐκ ἂν ταύτης ᾤετο δεῖσθαι τῆς ἀπειλῆς.

οὐ τοίνυν μόνον τῷ πόλεμον ἀπειλῆσαι τὸ τοῦ προστάγματος ἄτοπον ἀπεκάλυψεν, ἀλλὰ καὶ πρὸς ὀργὴν ὑμᾶς ἀνεσόβησεν ὡς ἀνάνδροις διαλεχθεὶς καὶ πόλεμον ἐκ πρεσβείας μηνυόμενον δεδοικόσι.

τοιούτῳ φρονήματι καὶ θυμῷ τὴν πρεσβείαν ἄπρακτον ἀπεώσασθε κατὰ νοῦν εἰληφότες, ὡς ἡ κόρη διάπειρα τῆς ἡμετέρας ἐκείνῳ γίνεται γνώμης καὶ ἀγῶνα τοῦτον αὐτῷ κατασκευάζει πρὸς τὴν τῆς δημοκρατίας καθαίρεσιν.

ἡγεῖτο γὰρ ὕβριν αὑτῷ καὶ κίνδυνον φέρειν πόλιν αὐτόνομον ἐφορμοῦσαν τοῖς βασιλείοις καὶ τὴν αὑτοῦ καιροφυλακοῦσαν τύχην, κἂν ἐλάχιστον αὑτῷ πταῖσμα συμβῇ, ῥᾳδίως αἰσθομένην. βραχεῖα δὲ πρόφασις καὶ μικρὸν ἐναντίωμα διαλύει τὰς ἄγαν εὐδαιμονίας, ὅταν ἐκ βίας τὰ πράγματα καὶ πλεονεξίας συστῇ. τοιαύταις ἐκεῖνος συνεχόμενος ἀγωνίαις ἐπεχείρησεν, οἶμαι, πάροδον ἐπὶ τὴν πόλιν διὰ τῆς κόρης εὑρεῖν, οὐ μὴν ᾤχετο τῇ πρεσβείᾳ τὸν δῆμον λαβών.

Ἆρά τις καθʼ ἡμῶν ἔτι σοι περιλέλειπται προσβολὴ ἢ πάσας ἀπεκρουσάμην;

Ἔστι, φησίν, ἔστιν ἀντιλογία τις ἄμαχος. αὔθαδες γάρ τι καὶ τυραννικὸν διεπράξω μὴ περιμείνας ἐκκλησίαν καὶ δῆμον ἐπιτρέποντά σοι τὸν φόνον.

καὶ τί ἂν οἴει τὸν ἄρχοντα τῶν ἐναντίων ἐκκλησιαζόντων ἡμῶν διαπράξασθαι; ἡσυχίαν ἄγειν ἢ διακηρύξαι τοῖς ὑπηκόοις ἐκεχειρίαν; εἶναι γὰρ ἄτοπον ἡμᾶς μὲν ἐκκλησιάζειν, αὐτοὺς δὲ πολιορκεῖν. δεῖν οὖν ἀποθέσθαι τὰ ὅπλα καὶ μὴ ταράττειν ἀνθρώπους ὑπὲρ σωτηρίας βουλευομένους.

ταῦτα οἴει ἐκεῖνον ποιεῖν καὶ περιμένειν δημοτικὴν ἐκκλησίαν τὸν ἐρῶντα, τὸν πολιορκοῦντα, τὸν τύραννον; πάνυ γε, εἰ τὸν παῖδα τὸν σὸν ᾔσθετο ἔχων ἀντεραστήν.

καὶ μὴν εἰ παρὰ τοιοῦτον ἐνεδέχετό με καιρὸν τὴν ἀγορὰν περιτρέχοντα συλλέγειν καθʼ ἕκαστον ἄνδρα τὸ πλῆθος, ἔπειτα θυραυλεῖν καὶ συγκαλεῖν οἴκοθεν, οὓς τὴν ἀγορὰν περινοστήσας οὐκ εἶδον, καὶ τὰς θύρας ἐξαριθμεῖν, μή τινά που λάθω παραδραμών, σύ τε τῶν πολεμίων ἡμῖν ὑπῆρχες ἐγγυητής, ὡς ἀνέξονται περιμένειν ῥητόρων φιλονεικίας καὶ δήμου θορύβους, ἔνθα πολλάκις βοᾷ μὲν ἕκαστος, ἀκούει δὲ τῶν λεγομένων οὐδείς—, εἰ τοσοῦτον οἱ δυσμενεῖς ἀνεβάλλοντο χρόνον, περιττὸν ἂν ἐποίουν ἀναμένων τοῦ δήμου τὴν γνώμην ἤδη μοι καταφανῆ γενομένην.

τῆς γὰρ ἔξω τροφῆς δῃουμένης, τῆς δὲ ἔνδον ἐπιλειπούσης ἑώρων μέν, ὡς οὐκ ἔνεστιν ἕτερον τρόπον ἐλευθέρως σωθῆναι τὴν πόλιν ἢ τῷ φόνῳ μου τῆς παιδός, ἀναδυόμενος δὲ καὶ φεύγων τὴν πρᾶξιν περιῄειν πολυπραγμονῶν, ὅ τί ποτε τοῖς ἄλλοις ἐδόκει.

ᾐσθανόμην οὖν, ὡς ἀθύμως ἔχοντες καὶ δυσχερῶς οἱ πολλοὶ κατὰ συστάσεις γινόμενοι διεμέμφοντό μοι μιᾶς ἕνεκα θυγατρὸς καὶ ταῦτα παίδων ἑτέρων ὄντων μοι σειομένην ὑπερορῶντι τὴν πόλιν.

οἱ μὲν ἄνδρες ἐν τοιαύταις με διαβολαῖς περιέφερον, αἱ γυναῖκες δέ μου τὴν σύνοικον. βαρύτατος δέ μοι τῶν λοιδορούντων ὁ τῶν ἀγροίκων ὅμιλος ἦν, ὅσοι τῶν πολεμίων τὴν ἔφοδον φθάσαντες ἐνταῦθα κατέφυγον.

οὗτοι μάλιστά με τῶν ἄλλων ἀπέκναιον δακτυλοδεικτοῦντες, ἐπιόντες, καταρώμενοι, γυναίων ἕκαστος καὶ παιδίων ἐφελκόμενος ὄχλον καὶ τοὺς ἐντυγχάνοντας ἐρωτῶν, ὅτῳ θρέψειε τρόπῳ τῶν ἀγρῶν δῃωθέντων ἑαυτόν, τὴν σύνοικον, τὰ παιδία. αὑτὸν μὲν γὰρ ἴσως καὶ τὴν γυναῖκα δύνασθαι τῆς χρείας ἧττον ἐσθίειν, ἡλικίαν δὲ παίδων τοῦτο μὴ φέρειν πυκνοτέρας τε φύσει δεομένων τροφῆς καὶ τῆς ἐνδείας τὴν πρόφασιν μανθάνειν οὐ δυναμένων.

παραπλήσια δὲ τοῖς ἀγροίκοις αἱ τούτων μοι γυναῖκες ὠνείδιζον, αἱ μὲν αἶγας, αἱ δὲ οἶς ἄγουσαί τε καὶ θέουσαι, τῇ μὲν ἐχόμεναι τῶν θρεμμάτων τῇ χειρί, τῇ δὲ τοὺς χιτωνίσκους ἄχρι γονάτων ἀνέλκουσαι.

οὐκοῦν, ἅπερ ἡμῖν ἐπιτρέψαι μόνον ἐβούλου τὸν δῆμον, ταῦτα καὶ δῆμος καὶ γύναια καὶ πλῆθος ἀγροίκων διεκελεύσατο. ταύτην ἐγὼ μείζονος ἐκκλησίας χειροτονίαν καλῶ, εἴπερ ἅπαντες οὗτοι πλείους τὸν ἀριθμὸν ἢ δῆμος ἐκκλησιάζων.

καί, νὴ τοὺς θεούς, πολλὴν ὑμῖν εἶχον τῆς ἀθυμίας συγγνώμην ἐπισταμένοις, ὡς ἄσπονδον καὶ ἀκήρυκτον ταῖς πολιτείαις ἡ τυραννίς. τὸν δʼ οὕτως ἔχοντα μίσους, εἰ παρειλήφει τὴν πόλιν, ὅπερ ἔπραξεν ἂν μὴ τῆς παιδὸς ἐσφαγμένης, τί ἂν οἴεσθε δρᾶσαι;

τρέποιτο μὲν εἰς ἐκεῖνον, ῥηθήσεται δὲ πρὸς ἀπόδειξιν τοῦ μεγάλων ὑμᾶς διʼ ἐμοῦ κακῶν ἀπηλλάχθαι. εἶτα καὶ ἥδιστον ἄκουσμα δυστυχημάτων ἐλπὶς εἰς ἔργον οὐ προελθοῦσα.

τὰ βρέφη μὲν οὖν ἴσως οὐδὲ σφάττειν ἂν ἠξίουν οἱ δυσμενεῖς, ἀλλὰ τὰ μὲν τείχους ἐκτὸς ἀπορρῖψαι, τὰ δὲ εἰς πῦρ ἐμβαλεῖν· τὸ δὲ μάχιμον καὶ χεῖρας ἀνταράμενον ἀποσφάξαι, τὴν δὲ λοιπὴν τῆς νεότητος μοῖραν ἀνδραποδίσασθαι.

τούτοις μὲν ἅπασιν οὕτως ἐχρῶντο, τὸ δὲ γῆρας, ὅσον εἰς διακονίαν ἀνόνητον ὁ χρόνος ἐποίησε, παρεώρων οὐ τὴν πολιὰν ἐλεοῦντες, ἀλλʼ ὅπως τοιούτων γένοιντο θεαταὶ συμφορῶν. παρθένων δὲ βίαν ὅτι μὴ πάντων προέταξα, μέμφεσθε τοῦ πολέμου πρόφασιν ἐσχηκότος ἐρωτικήν.

εἰ δὲ τῶν περισωθέντων τινὲς ὑπεξῆλθον τῷ θορύβῳ λαθόντες, ἀλῆται καὶ πτωχοὶ περιῄεσαν μόλις μὲν ἐράνους αἰτοῦντες αἰδοῖ τῆς ἀθρόας μεταβολῆς, μόλις δὲ πείθοντες οὓς ἂν αἰτήσωσι χορηγεῖν, ὡς ἦν ποτε καὶ αὐτοῖς εὐδαίμων ὁ βίος. αὕτη πόλεως ἁλισκομένης εἰκών. τούτων ὑμεῖς ἐλεύθεροι διʼ ἐμέ.

ἐξετάσαντες τοίνυν, ἀνθʼ οἵων ὑμῖν οἷα γεγένηται, καὶ παραθέντες τυράννῳ δημοκρατίαν ἀνομίᾳ τε νόμους, πλούτῳ ἔνδειαν, φόβοις ῥᾳστώνην, ἐλευθερίαν δουλείᾳ, δόξαν αἰσχύνῃ, σωφροσύνην ἀκολασίᾳ, πόλιν ἀνάστατον ἀδεῶς οἰκουμένῃ, ταῦτα παραβαλόντες ἀλλήλοις ἕκαστος αὐτὸς αὑτοῦ πυνθανέσθω, εἰ τιμωρήσασθαι δεῖ τὸν τοιαύτας ἀπωσάμενον συμφοράς.

ἃς ἐννοήσασα μᾶλλον ἡ παῖς καὶ μάλιστα τῶν παρθένων τὴν βίαν, ἐπειδὴ τὴν τεκοῦσαν εἶδεν ὀδυρομένην, ὅτε πρὸς σφαγὴν οἴκοθεν ἤγετο, παρακαθημένη τε καὶ θωπεύουσα μῆτερ, ἔφη, σὺ μὲν ὑπὸ τῶν ὀδυρμῶν συγχυθεῖσα τὸ δέον ἔοικας ἀγνοεῖν, ὁ δὲ πατὴρ οὐδὲν μὲν ἧττον ἢ σὺ στέργει τὴν παῖδα, γυναικὸς δὲ κουφότερον ἀνὴρ ἀθυμεῖ. εἴξωμεν οὖν, εἰ δοκεῖ, παραινοῦντι· πάντως ἄμεινον ἀμφοτέρων βουλεύεται καὶ ἀνὴρ πεφυκὼς καὶ τὴν διάνοιαν οὐ σφόδρα τῇ λύπῃ δουλώσας.

ὅρα δέ, ὅσα πειθομένη κερδαίνεις, τὸ πειθαρχεῖν εἰδέναι τῷ συνοικοῦντι, τὸ πατρίδα ῥύσασθαι διʼ ἐμὲ κινδυνεύουσαν, τὸ θυγατέρα μὴ συνάψαι δυνάστῃ φθόνον καὶ μῖσος ἀδιάλλακτον ἔχοντι πρὸς πᾶσαν μὲν πολιτείαν ἔννομον, μάλιστα δὲ τὴν αὐτῷ γειτνιῶσαν.

μήποτε οὖν ἐγὼ μὲν κληθείην ἀνδρὸς τοιούτου γυνή, κηδεσταὶ δὲ ὑμεῖς. ἢν δὲ καὶ τέκω προϊόντος τοῦ χρόνου, μήτηρ μὲν ἐγὼ δηλαδή, πάππος δὲ οὑτοσί, τηθὴ δὲ σὺ κληθήσῃ τυράννου γονῆς, ὥστε τὰ ἥδιστα τῶν ὀνομάτων ἡμῖν αἴσχιστα γενήσεται; εἶτα τῇ πόλει τρέφομεν ἕτερον τύραννον καὶ δουλείαν ἀθάνατον αὐτῇ μηχανώμεθα κληρονόμους χορηγοῦντες τῇ μοναρχίᾳ παιδὸς ἀεὶ διαδεχομένου πατέρα.

εἰ δὲ ταχέως ἐμοῦ λήψεται κόρον καὶ μεστὸς ὑβρίζων με γένοιτο καὶ τῶν βασιλείων ἐκβάλοι προκρίνας ἑτέραν, οἷα ποιεῖν εἰώθασι τύραννοι, τοῦτο μὲν παθεῖν ἂν μᾶλλον ἑλοίμην ἢ παῖδας ἀνδρὶ δυνάστῃ τεκεῖν, οὐδὲ τοῦτο γυναικὶ φορητόν.

τούτοις, ὦ μῆτερ, ἔφη, τοῖς λογισμοῖς δεῖ καρτερεῖν. τὸ δὲ μέγιστον, πατρὶς ἡμῖν οὐκ ἔστιν ἑτέρα ταύτης ἁλούσης, παῖδες δὲ ὑμῖν ὑπάρχουσιν ἕτεροι τελευτώσης ἐμοῦ.

ταῦτα καὶ παραπλήσια τούτοις εἰποῦσα ἡ μὲν ἠρέμα τε ὑπεδάκρυε καὶ μετεστρέφετο πειρωμένη τὴν μητέρα λαθεῖν, ἡ δὲ μέγα καὶ δεινὸν ἀνεβόησεν οὐκ ἀντιλέγουσα τοῖς εἰρημένοις, ἐξ αὐτοῦ δὲ τοῦ μηδὲν ἔχειν ἀντειπεῖν πλέον ὀδυνωμένη συνετῆς οὕτως ἀποστερεῖσθαι παιδὸς μικρὸν ὕστερον μέλλουσα. τοιαύτης μοι γέγονε θυγατρὸς ἡ πόλις τιμιωτέρα, καὶ τοὺς ἐπελθόντας ἐχθροὺς ἀπεωσάμην τοῖς ἐμοῖς ἀτυχήμασι.

Μηδεὶς οὖν τῇ κατʼ ἐμοῦ ψήφῳ παραμυθείσθω τὸν τύραννον· ὅς, εἰ πύθοιτο τὴν ἐσχάτην ἐμὲ παρʼ ὑμῖν ὑποσχεῖν τιμωρίαν—λάλος δὲ κατὰ φύσιν ἡ Φήμη, εἶτα καὶ γείτων ἁνὴρ καὶ πολυπραγμονῶν τὰ ἡμέτερα—, εἰ τοίνυν αἴσθοιτο τὰς ἐλάττους εἰληφέναι με ψήφους, οὐ μικρὰν ἕξει παραμυθίαν τῆς ἐφʼ οἷς ἀπέτυχε λύπης τοῦ κτείναντος αὐτοῦ τὴν ἐρωμένην κατεγνωσμένου.

ἐκεῖνον μὲν οὖν οὕτω ψυχαγωγήσετε, τῇ μητρὶ δὲ τῆς κόρης ἕτερα προσθήσετε δάκρυα μήπω τῶν φθασάντων κόρον λαβούσῃ, μᾶλλον δέ, καὶ τὴν τοῦ πένθους ἀφαιρήσεσθε παραψυχὴν τὸ δοκεῖν ὑπὲρ τῆς πόλεως ἀνῃρῆσθαι τὴν παῖδα, εἴπερ ὡς ἀδίκως ἀνῃρημένης τὸν ἀποκτείναντα τιμωρήσεσθε.

Ὑμᾶς μὲν οὖν, ὦ παρόντες, τοιούτοις ἐπισπῶμαι πρὸς ἔλεον δικαιώμασιν οὐ τὴν τελευτὴν δυσχεραίνων— οὐχ οὕτω φιλοψύχως ἔχω—, ἀλλὰ τὸ δόξαι πεποιηκέναι φόνον ἀδίκως καὶ τοῦτον οἰκείας παιδός, τοῖς δὲ θεοῖς καταβαίνων ἤδη προσεύχομαι εὐτυχεστέραν μὲν τῆς ἀπελθούσης εἶναί μοι γονὴν ἐπινεῦσαι, τὰ δὲ ἄλλα τοιαύτην, καὶ τὸν τύραννον μάλιστα μὲν εἰς εὐκοσμίαν καὶ σωφροσύνην μετενεγκεῖν, εἰ δὲ ἀνιάτως ἔχει, πρὸς τὰς τῶν ὑπηκόων παρθένους τὴν ἐκείνου τρέψαι μανίαν.