Η ΔΙΑΛΕΞΙΣ
τῆς ἔναγχος εἰρημένης Εὐμήλῳ παραβαλλούσης τὸν λέγοντα καὶ δόξαν ἐντεῦθεν αὐτῷ φερούσης ὑπεροψίας εὐθύνας ἧκεν ὑφέξουσα.
Ἆρα ὑμῖν, ὦ φιλότης, οὕτω δοκῶ τις ἀνήκοος εἶναι μυθολογίας Ὁμηρικῆς, ὡς ἀγνοεῖν ὅτι τὸν Θάμυριν ἐψίλωσε τῆς ᾠδῆς ἡ πρὸς τὰς Μούσας ὑπεροψία; ἵνα οὖν μὴ δοκῶ τις ἀνήκοος εἶναι, φέρε λύσας τὸ μέτρον, οὐ γάρ εἰμι ποιητικός, τὴν ἔννοιαν ἐν βραχεῖ διηγήσομαι τῶν ἐπῶν.
Ἐλύπει τὰς Μούσας ὁ Θάμυρις, οὐχ ὅτι σφόδρα εὐδοκιμῶν, ὁ Φθόνος γὰρ ἕστηκεν ἔξω θείου χοροῦ, ἀλλʼ ὅτι σοβαρὸς ἦν καὶ ὑψηλόφρων καὶ ταῖς θεαῖς ἐρίζειν ἠξίου. ἀλαζονεία δὲ ἄρα, ὡς ἔοικεν, ἀναγκάζει καὶ Μούσας ἀνθρώποις ἐμβαλεῖν ἀμουσίαν. τοιγαροῦν ἀμυνόμεναι τῆς κουφολογίας αὐτὸν ἐγύμνωσαν τῆς ἐπιστήμης.
ταῦτα ἡμεῖς ἀκηκόαμεν καὶ μισοῦμεν μεγαλαυχίαν καὶ συγχαίρομέν γε τραγῳδίᾳ, ὅτι μέτριά τε φρονεῖ καὶ φεύγει τὸ πάθος καί φησιν εὐβουλίας ἀλλότριον εἶναι.
Ἔοικε δὲ ἄρα τῷ Πλάτωνι καὶ ὅδε ὁ λόγος εὖ μάλα εἰρῆσθαι, ὅτι ἄνδρες ὀλίγοι δεινοὶ λόγων ἀκούειν φοβερώτεροι τῷ παριόντι πολλῶν ἐξ ἀγορᾶς ἀπειροκάλων ἀκροατῶν.
θέατρον γάρ, εἴ που μέμνησθε, πρώην ἐν ὑμεναίοις ἀγείρας, ἐπειδὴ ἐνταῦθα τοῦ ἔπους ἐμνήσθην, ἐν ᾧ τὸν Εὔμηλον Ὅμηρος λοῖσθον ἅμα καὶ ἄριστον ὀνομάζει, εἶδον ἐπʼ ἐμοὶ γραφὴν τῇ ὑστεραίᾳ κειμένην καὶ τὸ ἔπος αὐθαδείας ἔγκλημα γεγραμμένον.
καίτοι οὔτε τὰς Ὁμήρου Σειρῆνας ἔφην μιμεῖσθαι, αἳ τὸν πολύμητιν ἔθελξαν Ὀδυσσέα γλυκεῖάν τε καὶ ἄμαχον ἁρμονίαν αὐτοῦ καταχέουσαι, οὔτε μελίσσας ἐμοὶ τροφοὺς γεγονέναι, ἃς ἔπλασε Πινδάρῳ τῷ Θηβαίῳ τιτθὰς ὁ μῦθος. ἀλλὰ καὶ εἴ τινα πρεσβύτην ὁ ποιητὴς εἶπε λιγὺν Πυλίων ἀγορητήν, οὐδὲ τούτῳ προήχθην ἐμαυτὸν ἀπεικάσαι· οὐ γὰρ μέλιτος οἶδα γλυκίω ῥέειν αὐδήν.
Εὔμηλον δὲ τὸν Ἀδμήτου, καὶ γὰρ ἐτύγχανον τότε λοῖσθος ἐλαύνων, εὖ ποιῶν ἐμοὶ προεξένησεν ὁ καιρός, ἵνα ᾖ μοι τὸ ἔπος ἀπολογία τοῦ βράδους· ὡς εἰ τῷ ἀρίστῳ συγγνώμη, κἂν ὕστατος ἄγῃ μώνυχας ἵππους, οὐδαμῶς ἂν ἑτέρῳ γε ὄνειδος ἡ σχολαιότης ὑπάρχοι.