eul_wid: uvo-af
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Speeches: Part XIV (Declamation: The Lydians) by Choricius the Sophist of Gaza

Cyrus, having taken Croesus prisoner, made the Lydians give up their arms, dress as women and learn to sing and play the lyre. Now, about to march on the Massagetae, he offers their arms back, and the Lydians speak against it. As the preface explains, they feign unwillingness so as not to rouse his suspicion, slipping in hints of their old prowess, and promise to sing his victory at the feasts on his return.

Part of Speeches

ΟΙ ΛΥΔΟΙ.

Κῦρος ὁ Περσῶν βασιλεὺς αἰχμάλωτον εἷλε τὸν Λυδῶν ἄρχοντα Κροῖσον. νεωτερίζειν τι τοὺς Λυδοὺς περὶ τὴν βασιλείαν αἰσθανόμενος ἐκέλευσε γυμνωθέντας τῶν ὅπλων ἐσθῆτι γυναικείᾳ χρωμένους ᾄδειν τε καὶ κιθαρίζειν καὶ τοὺς παῖδας διδάσκειν τὰ παραπλήσια, συστέλλειν ἐντεῦθεν αὐτοῖς τὸ φρόνημα μηχανώμενος. κινουμένης αὐτῷ μετὰ ταῦτα τῆς ἐπὶ Μασσαγέτας ἐφόδου Λυδοὺς μεταπέμπεται καὶ τὴν προτέραν αὐτοῖς ἀποδιδόντι σκευὴν ἀντιλέγουσι. μελετῶμεν τοὺς Λυδούς.

Θεωρία.

Ἄτοπόν τις, ὡς εἰκός, ὑποπτεύσει Λυδοὺς ἀντιλέγειν ὑπὲρ ἀδόξου στολῆς αἰσχυνούσης τὴν φύσιν δέον εἶναι περιχαρεῖς τῷ Κύρου προστάγματι καὶ τὴν ἀσχήμονα ταύτην ἀποθεμένους ἐσθῆτα τὴν συνήθη πανοπλίαν ἁρπάσαι.

ταῦτα δὴ καὶ Λυδοὶ βούλονται μέν, βούλονται δὲ μὴ δοκεῖν. εἰ γὰρ τῇ μετανοίᾳ τοῦ Κύρου δελεασθέντες ἔδειξαν ἐπὶ τῶν προσώπων τὴν εὐθυμίαν κροτήσαντές τε τὰς χεῖρας τοῖς ὅπλοις προσέδραμον, εἰς ὑπόνοιαν αὐτὸν ἀνεσόβουν δευτέρας ἐπαναστάσεως.

τοιαύτην ὑφορώμενοι δόξαν τὴν ἀντιλογίαν ἐπὶ καιροῦ σχηματίζονται τὴν ἐξ ὧν πεπόνθασιν ἀνανδρίαν εἰρωνευόμενοι καὶ τοῦ Κύρου κατανοοῦντες τὴν γνώμην, μή ποτε διάπειραν αὑτῶν μηχανῷτο λαμβάνειν.

ὅθεν ἀρχόμενοι μὲν πολλὴν ὑποκρίνονται τὴν ἀσθένειαν οὐ συγχωροῦντες ὑποψίαν τῷ Κύρῳ παρενοχλεῖν· εἶτα συστείλαντες αὐτῷ τὴν ὑπόνοιαν βραχέα που λεληθότως τῆς αὑτῶν διασπείρουσιν ἀριστείας λάθρα ποιεῖν αὐτὸν ἐρεθίζοντες οὐχ ἅπερ δοκοῦσιν αἰτεῖν, ἀλλʼ ὧνπερ ὄντως ὀρέγονται.

ἔχεις ἐξ Ὁμήρου τὸ σχῆμα παραλαβών, ἔνθα πεποίηκε τὸν βασιλέα τῶν Ἀχαιῶν δοκοῦντα μὲν εἰς ἀναχώρησιν ἀπρεπῆ τὸ πλῆθος παρακαλεῖν, δεινότητι δὲ καὶ περινοίᾳ ῥητορικῇ πεῖραν αὐτῶν τῆς γνώμης ποιούμενον.

εἰ δὲ πρὸς βασιλέα παρρησιάζονται, μηδεὶς βασκαινέτω. ὅ τε γὰρ Κῦρος πατὴρ ὣς ἤπιος ἦν ἐν τοῖς ἀρχομένοις ἥ τε περὶ τὸν Κροῖσον αὐτοῦ φιλανθρωπία τε καὶ τιμὴ δίδωσιν εἰκότως θαρρεῖν.

καὶ τό γε πρόσχημα τῆς ἀπειθείας ἀδυναμίας, οὐ θράσους ἔμφασιν ἔχει. Λυδοὺς δὲ καὶ ἄλλως εἰκὸς ἐλευθέριόν τι φρονεῖν μαχιμώτατον ἔθνος τῆς Ἀσίας βεβοημένους.

Ταῦτα Λυδοῖς ἐχορήγησα δεομένοις πρὸς βασιλέα τῆς ἐκ λόγων ἐπικουρίας.

Μελέτη.

Ὅτε πρῶτον ἡμῖν, ὦ Κῦρε, φοιτήσας ἄγγελος ἐμήνυσεν ἥκειν, ἡγησάμεθά σε μουσικὸν ἐθέλειν ἐπιτελέσαι χορὸν καὶ τῆς ἀπὸ τῶν ᾀσμάτων ἐπιθυμῆσαι ψυχαγωγίας. ὡς δὲ βαδίζοντες δεῦρο τοῦ κήρυκος ἐπυθόμεθα τὴν αἰτίαν, ἠρέμα πρὸς ἀλλήλους ἐβλέψαμεν ἐκπλαγέντες. λαβομένη γὰρ ἅπαξ ἡδυπαθείας ἡ φύσις μόλις ἐθέλει πρὸς τοὺς πόνους ἀναχωρῆσαι.

τελοῦντες οὖν εἰς γυναῖκας καὶ χορδῶν ἁρμονίαν εἰδότες συνευχόμεθα πολέμου σοι κράτος, ἵνα τῶν ὅπλων ἀποτυχόντες ἀπὸ τῆς δευτέρας σε τιμήσωμεν τέχνης ἐπινίκια κρούσαντες μέλη.

μικροῦ μὲν οὖν παρὰ τὰς θύρας γενόμενοι τῶν βασιλείων διενοήθημεν πόρρω που τῶν δορυφόρων ἀποφυγεῖν· οὕτως ἡμῶν ἐκράτησέ τις αἰδὼς εἰς ἄνδρας ὡπλισμένους ὀψέ ποτε παριόντων.

εἶτα λογισμὸν ἡμῖν αὐτοῖς δεδωκότες, ὡς οὐδὲν ὅ τι ἂν δοκῇ βασιλεῖ τοῖς πειθαρχεῖν δυναμένοις αἰσχρόν, οὕτω καταβραχὺ τὴν παρρησίαν τε συνηγάγομεν καὶ παρήλθομεν ἔνδον ἐλευθέριον βλέποντες.

εἰ μὲν οὖν ὡς ἐπὶ γυναῖκα στρατεύων, γυναῖκα γάρ φασιν ἄρχειν Μασσαγετῶν, ἁρμόττειν οἴει πρὸς ἐκείνην Λυδοὺς πολεμεῖν, ἐπαφρόδιτον μάχην βούλει συστῆσαι· εἰ δὲ τὸν χιτῶνα τοῦτον ἀποθέμενόν με κελεύεις οἴκοι τὴν ἀσπίδα ζητῆσαι καὶ στρατιώτην ἀναφύεσθαι πάλιν, ὅρα μὴ παίζειν δοκῇς ἐπιτρέπων αὐτοσχεδιάσαι τὴν ἀρετήν.

εἰ γὰρ τὴν εὐκολωτέραν μεταβολὴν οὐ λίαν ἀμελετήτως ἔστι λαβεῖν, ἀλλὰ δεῖ τινος γυμνασίου καὶ ταῦτα τῶν ἀνθρώπων ἐπὶ τὸ ῥᾷον αὐτομολούντων, πῶς ἔνεστιν ἀνδραγαθίαν πολεμικὴν αὐθαίρετον εἶναι; ἅμα γὰρ ὅπλοις ἐκδυομένοις συνεκδύεται καὶ τὸν θυμὸν ἀνήρ.

ἐγὼ δέ σε ἠξίουν λαμπρὸν ἀρτίως ἆθλον ἠγωνισμένον καὶ μεγάλην κατορθώσαντα νίκην καὶ δορυάλωτον ἀγαγόντα Κροῖσον τὸν τοιοῦτον ἠξίουν εἰδότα τοῦ πολέμου τὴν φύσιν, ὅσης ἐπιμελείας δεῖται καὶ πόνων, μὴ νομίζειν ἡμῖν τὴν ἀνδρείαν ἀκέραιον παραμένειν ἐν γυναικείᾳ διαίτῃ.

εἰ δʼ οὖν καὶ τοιοῦτος εἰσῆλθέ σοι λογισμὸς τοὺς ὧδέ σοι διακειμένους ἔτι ταῖς μάχαις δύνασθαι συντελεῖν, οὐ δημοσιεύειν ἡγοῦμαι χρῆναι τὸ πρᾶγμα. μηνυόμενον γάρ, ὡς εἰκός, σοβαρόν τι παρασκευάσει Μασσαγέτας φρονεῖν καὶ ταῖς πύλαις ἐπιγελῶντας ἐγγράφειν· ᾔσθετο Κῦρος ἀνόνητα πολεμήσων, εἰ μὴ Λυδοὶ μετάσχοιεν τῶν ἀγώνων.

οὐκ οὖν εἰς μέσον ἐχρῆν τὴν ἐξέτασιν ἄγειν, μόνον δέ που μόνῳ συνελθόντα τῷ Κροίσῳ κελεῦσαι πυθέσθαι Λυδῶν, εἰ μήπω διαλέλυνται τὴν ἰσχύν.

Ἡμῖν μὲν οὖν εἰς καταφυγὴν ἀπραγμοσύνης ἤρκει σιωπῇ τὴν ἐσθῆτα καὶ τὴν λύραν αὐτὴν ὑποδεῖξαι, τοῖς γὰρ εὐποροῦσιν ὁρωμένης ἀπολογίας οὐ πολλῶν καὶ ποικίλων δεῖ σοφισμάτων· ἐπεὶ δὲ τοὺς ἔργα θηλυπρεπῆ μετιόντας ὁπλίζειν ἐπιθυμεῖς, οὐ δόξομεν ἴσως δικαίων ἔρημοι λόγων.

Ἡμεῖς, ὦ Κῦρε, τὰ πρόχειρα μὲν καὶ θέλγοντα τοὺς πολλοὺς καὶ πρὸς εὔκολον τέρψιν εὑρημένα τῷ βίῳ ταῦτα νομίζομεν εἶναι μὲν ἀπόνως ἐπιτηδεύειν, εἶναι δὲ παυσαμένους ἀνανεοῦσθαι βραχείᾳ μελέτῃ, τὰ πολέμια δὲ μακροτέρας ἐθέλει τυγχάνειν ἐπιμελείας.

νῦν οὖν ὅτε τὸ μὲν ἀρρενωπὸν ἀπετριψάμεθα τῆς ψυχῆς, εἰκῆ δὲ ταῖς ἡδοναῖς φέρεσθαι μεμαθήκαμεν, πόθεν ἀνακτησόμεθα πάλιν ἐμπειρίαν ἠμελημένην;

δοκεῖς δέ μοι μάχης ἡμῖν ὀνειδίζειν ἀπαιδευσίαν ὑπολαμβάνων οὕτως ἀπειροκάλως ἡμᾶς καὶ μειρακιωδῶς ὅπλοις ἐπιχειρεῖν. εἰ γὰρ λογισμὸς ὄκνον εἴωθε φέρειν, ἀνδρῶν ἐστιν ἀπείρων θρασύνεσθαι καὶ πολέμοις ἀσμένως ἐπιπηδᾶν.

Ἀλλὰ τοὺς εὖ, φῄς, ἠσκημένους καὶ πυκνοτέροις ἀγῶσιν ἐπιδειξαμένους τὴν ἀρετὴν οὐ σφόδρα λυμαίνεται χρόνος βραχὺς ὁπόσος ἐστὶν ὑμῖν ἀμέλειαν ἐπιφέρων.

οὐ πέφυκεν ἔτι κινεῖν ἡμῖν τὸ φιλότιμον ἀρετῆς ὄνομα καὶ πυκνότης ἀγώνων καὶ φιλοπόλεμος ἄσκησις. πάλαι ταῦτα ἦν, ὅτε πρὸς θήραν καὶ κυνηγέσια πυκνῶς ἐξιόντες μετὰ κινδύνων ἐποιούμεθα τὰς μελέτας. ὅσα δὲ μόλις κατορθοῦται, ταῦτα σφαλερὰ γίνεται σμικρᾷ περιπεσόντα ῥᾳστώνῃ.

τοὺς Σκύθας ἀγαθοὺς ἔχει τοξότας ἡ φήμη, καὶ τοῦτο ἐκείνοις ἐπιχωριάζει τὸ πλεονέκτημα. ἐκ τούτων ἕνα φασὶν εἰς ἅμιλλάν ποτε προκληθέντα τὸν ἀγῶνα διαφυγεῖν. ὅρα τῆς ῥᾳθυμίας τὴν βλάβην· τοξικῆς ἔφυγεν ἔριν ὁ Σκύθης, ὅτι τῇ προτεραίᾳ, φησίν, ἔτυχον ἀγύμναστος ὤν.

μὴ τοίνυν ἡμᾶς εἰς ἐκδήμους ἕλκε στρατείας. ἄλλος, ὦ Κῦρε, βίος ἡμῖν, ἄλλαι μελέται. ἀπόδος τοῖς οὐ ταῦτα παθοῦσι τὰ ὅπλα. ἄνδρας αἱ μάχαι ζητοῦσι. πάρεισιν ἐν τοῖς βασιλείοις δορυφόροι πολλοὶ καὶ λύρας ἄπειροι καὶ φέροντες ὅπλα. Λυδοῖς δὲ βίος ἐν γυναικείᾳ στολῇ καὶ μελέτη μέλη καὶ κρούσματα.

θαυμάζω δὲ εἰ τὸν μὲν τοξότην οὐ ποιεῖς ὁπλιτεύειν οὐδὲ τὸν ὁπλίτην ἄφεσιν ἐπιτηδεῦσαι βελῶν καὶ ταῦτά τινος ὁμοιότητος ἐν αὐτοῖς ὑπαρχούσης, ἄμφω γὰρ ἔργα πολέμου· τοὺς δὲ φωνασκεῖν καὶ κιθαρίζειν εἰδότας φιλονεικεῖς ἀναμιγνύναι τοῖς στρατιώταις.

μὴ σύ γε· μὴ γὰρ οὕτω Κῦρος ὁ Καμβύσου γένοιτο συμμαχίας ἐνδεής, ὡς πολέμους πιστεύειν τοῖς εἰς τοῦτο χοροῦ τεταγμένοις, μηδὲ τοσαύτην σε ἀμαθίαν εἴη νοσεῖν, ὡς ἀγνοεῖν, ὅσον τὸ μέσον ἐμπειρίας πολεμικῆς καὶ μελῶν ᾀδομένων πρὸς λύραν.

εἰ μὲν γὰρ εἰς ἐνέδραν καὶ λόχον συνιόντες παραπέτασμα δόλου τὴν γυναικείαν στολὴν πεποιήμεθα, πρόχειρον ἦν ἀποδύσασθαι τὴν ἀπάτην καὶ τὴν πανοπλίαν ἀζημίως ἀναλαβεῖν, ἐλπιζομένη γὰρ τῶν ὅπλων ἡ κτῆσις οὐ συνεχώρει θηλύνεσθαι τὴν ψυχὴν γυναικείοις ἐσθήμασι· τὸ δὲ μὴ προσδοκᾶν ἀσπίδος ἔτι τυχεῖν εἰς ἀνειμένην ἡμᾶς ἐκίνησε δίαιταν.

ὅτι γὰρ οὐ ῥᾴδιον ἐξ ἑτέρας εἰς ἑτέραν παρασύρεσθαι τέχνην, ἁπλοῦν καὶ σαφῆ διηγήσομαι λόγον. κατέπλευσεν εἰς ἡμᾶς ἔναγχος Ἕλλην τις ἀμέλει σοφὸς τά τε ἄλλα καὶ δεινὸς ἀσύμφορον ἐπιθυμίαν ἐκκόψαι.

τοῦτον ὁ Κροῖσος, ἤρα γὰρ νήσων Ἑλληνικῶν, ἠρώτα μάλα σπουδαίως, εἴ τι λέγειν ἔχοι περὶ τὴν Ἑλλάδα νεώτερον. τοῦ δὲ φήσαντος μυρίαν ἵππον πρίασθαι νησιώτας καὶ τὴν χώραν ἡμῖν ἐθέλειν ἱππόκροτον καταστῆσαι μειδιάσας ὁ Κροῖσος οὐδὲν ἔφη ταράττειν αὑτὸν ἀνθρώπους ναυτικὴν ἠσκημένους τολμῶντας ἱππεύειν.

ὑπολαβὼν οὖν ὁ ξένος οὐδὲ νησιώτας ἔφη που θορυβεῖν τοὺς ἐξ ἀγαθῶν ἱππέων, λέγων ἡμᾶς ναυμαχεῖν πειρωμένους. οὕτως, ὡς ἔοικεν, ἕκαστος περὶ ὃ διατρίβει, τοῦτο γινώσκει.

Ἀλλʼ, εἰ δοκεῖ, μικρὸν ἐπανελθόντες τοῦτο σκεψώμεθα· τοῦ χάριν σοι δοκοῦμεν γυμνασίοις ὁμιλῆσαι καὶ πόνοις; ἵνα γενώμεθα πολεμεῖν ἀγαθοί. ποίαν τῆς ἀρετῆς ὄνησιν φερούσης τοῖς ὑπηκόοις; τὴν παρὰ τῶν ἀρχόντων εὔνοιαν καὶ τιμήν. ἡμῖν δὲ τὰ ὅπλα τίνος γέγονεν ἀφορμή; τῆς παρὰ σοῦ δυσμενείας καὶ μίσους.

οὐκοῦν ἐξ ὧν ἠτυχήσαμεν, ταῦτα μισοῦμεν εἰκότως. οὐκ ἔνεστι δὲ μισεῖν ἐπιστήμην καὶ μισοῦντα μεμνῆσθαι. ὥσπερ γὰρ ὁ τῶν τοιούτων ἔχων ἐρωτικῶς, κἂν ἔργῳ μὴ μελετᾷ, τῇ γε διανοίᾳ πειρᾶται φυλάττειν αὑτῷ μάχης εἰκόνα, οὕτως οἱ τῶν πολεμικῶν πεπαυμένοι, κἂν δοκῶσι γυμνάζεσθαι, παρέργως τοῦτο ποιοῦσιν οὐ συμπονοῦντος τοῦ λογισμοῦ.

εἰ τοίνυν ἐπιθυμίας χωρὶς καὶ μελέτη γίνεται περιττόν, πῶς ἂν ἄνθρωποι μήτε μελετῶντες μήτε γλιχόμενοι μέγα τι δύναιντο δρᾶσαι;

Εἰ μὲν οὖν ἐνδεὴς ἐτύγχανες ὑπηκόων, οὐκ ἂν ἡμῖν περιῆπτες ἄνανδρον σχῆμα καταφέρον εἰς ἐσχάτην ἀδυναμίαν, ὅπως, εἰ καταλάβοι τις αὖθις κατὰ τὸ ἀνθρώπειον κίνδυνος, ἔχοις ἡμᾶς διακονοῦντάς σοι τὰ πολέμια—ἦσαν γὰρ ἕτεροι τρόποι τὴν αὐθάδειαν ἡμῖν περικόπτοντες καὶ σοὶ προξενοῦντες δεινῆς ὑποψίας ἀπαλλαγήν· ἦν εἰς φαυλοτέραν ἡμᾶς καταλέγεσθαι τάξιν, ἦν καταβαίνειν εἰς σκευοφόρους, ἦν ἀπειλεῖσθαι. καὶ φοβερὸν ἂν ἐδόκει Λυδοῖς κήρυξ ἐν μέσῳ βοῶν· βασιλεὺς Κῦρος ὑμῖν ἀπειλεῖ περιβάλλειν ἄτολμον σχῆμα καὶ ψιλῶσαι τῶν Ἄρεος ἔργων, ἢν μὴ παύσησθε τοιαῦτα νεωτερίζοντες—, ὁρῶν δὲ πάντα μεστά σοι γενναίων ἀνδρῶν εἰκότως ἡμᾶς παρʼ οὐδὲν ἐποιήσω. ὥστε μηδὲ ζήτει τούτους, οὓς περιττὴν ὡρίσω προσθήκην.

σὺ Λυδοὺς ἐπαίδευσας μὴ μείζω φρονήματα τῶν ἐπιτηδευμάτων ἀσκεῖν τὸ περὶ τὴν βασιλείαν ἡμῖν ἐγχείρημα σωφρονίσας. ἔστι δὲ τῆς αὐτῆς ὡς εἰπεῖν προπετείας ὑπηκόους πειρᾶσθαι δυναστείαν καινοτομεῖν καὶ τὰ γυναικῶν μετιόντας εἰς τὸ μάχιμον παραδύεσθαι.

νόμος ὑμῖν λέγεται κεῖσθαι —καλὸν γὰρ ἡμῖν ἐδόκει Περσικὰς πολυπραγμονεῖν ἀρετάς—πέμπτον ἔτι τοὺς παῖδας ἄγοντας ἔτος εἰς τὰ διδασκαλεῖα φοιτᾶν καὶ μανθάνειν ἵππον ἀναβαίνειν καὶ βέλος ἀφεῖναι δῆλον ὡς μακροτέρας σπουδῆς δεομένου τοῦ πράγματος.

οὐκοῦν ἐξ ἀμελείας ἡμῖν εἰς ἔμφυτον ἀτολμίαν ἡ μίμησις περιέστη; καὶ γάρ τοι πολλῶν ἤδη σχετλιαζόντων ᾐσθόμεθα· ποῦ νῦν οἱ Λυδοί, οἷς οὐ πώποτέ τις ἠξίωσε τῶν ἴσων ἀμφισβητεῖν;

εἰ μὲν οὖν ἔξω μέλους ᾄδοντας εὗρες καὶ ταῖς χορδαῖς ἀναρμόστως ἐνίοτε κεχρημένους, εἰκότως ἡμᾶς ὑπώπτευες ἔχειν τινὰ πολεμικὴν φαντασίαν ὡς τῆς περὶ τὰ ὅπλα φροντίδος ἐμποδὼν ἡμῖν γενομένης πρὸς ἄσκησιν μουσικήν· εἰ δὲ μὴ φαύλως ταύτην σοι μεμαθήκαμεν, τεκμήριον ἐναργὲς τῆς περὶ τὴν μάχην ὀλιγωρίας.

Ἀλλʼ εἰ καὶ μὴ ῥᾴδιον, βιάσασθαι γοῦν προσήκει, φῄς· ὑμῖν τε γὰρ μέγιστον κέρδος τὰ γυναικῶν ἀποθεμένους ἄνδρας ὀφθῆναι ἐμοί τε καὶ μείζων ἀσφάλεια μετὰ πλειόνων ἐπιστρατεύειν εἰς Μασσαγέτας.

ὦ βασιλεῦ, τὰς ἐλπίδας οἴει τῆς νίκης ἐν ᾄσμασι καὶ λύραις κεκτῆσθαι. οὐ γὰρ ὄχλῳ θηλυνομένῳ τὸ κατορθοῦν ἕπεται. αἱ γὰρ τοὺς πολέμους βραβεύουσαι Τύχαι οὐ τῶν πολλῶν τὴν ἀσθένειαν ἐλεοῦσιν, ἀλλὰ τῶν εὖ μαχομένων ἐρυθριῶσι τὰς ἀρετάς.

τοιούτῳ λογισμῷ πρώην τεθαρρηκότες, ἐπειδὴ Πέρσας ἀγείρας ἐπὶ τὸν Κροῖσον ἐχώρεις ἐλπίζων ἀκονιτὶ τὸ ἄστυ χειροῦσθαι, διαφειμένων ἡμῖν ἄλλων ἀλλαχοῦ τῶν εἰς τὴν βοήθειαν κεκλημένων καὶ πρὸ τοῦ ἄστεος τῶν στρατευμάτων σοι κεχυμένων οὐ πρὸς τὸ ἀνέλπιστον ἐκπλαγέντες τῆς θέας, οὐ λογισάμενοι τῆς ἡμετέρας φυγῆς τὸ εὐπρόσωπον—τί γὰρ ὄνειδος ἦν ἄνδρας ἀπαρασκεύους καὶ βοηθείας ἐρήμους τοῖς εἰς ἀμφότερα ταῦτα πλεονεκτοῦσι παραχωρεῖν;—τούτων οὐδὲν ἐνθυμηθέντες ἀφόβως ὑμῖν συνηντήσαμεν ἀνδράσι τότε συναριθμούμενοι.

εἰ δέ γε πλήθους ἐρᾷς καὶ τοῦτο φυλακὴν ὀνομάζεις, ὥρα σοι καὶ τὰς ἡμετέρας ὁπλίσαι γυναῖκας καὶ τοῖς μειρακίοις μὴ συγχωρῆσαι περιμεῖναι τὴν μάχιμον ἡλικίαν καὶ τοὺς τῷ γήρᾳ βαρυνομένους οἴκοθεν ἕλκειν, κἂν δέῃ βακτηρίαις προσκεκυφότας ἑστάναι.

τί οὖν δεῖ κινδύνου καὶ τραυμάτων καὶ φόνων; ἀναστὰς ὁ κήρυξ εἰς μέσον καθίσας ἀμφοτέρους ἐφʼ ἡσυχίας ἑκάτερον ἀριθμείτω στρατόπεδον καὶ λυέτω τὴν ἔριν ἀναγορεύσας τὴν νίκην τοῖς πλείοσι.

καὶ μὴν οὐ μόνον ἀνόνητον ἐν πολέμοις, ἀλλὰ καὶ βλαβερὸν ἄνανδρος ὄχλος. ἀναιρούμενοι γάρ, ὡς εἰκός, τοῖς μὲν πολεμίοις εὐθυμεῖσθαι διδόασι καὶ θαρρεῖν, τοῖς δὲ συντεταγμένοις οὐ μετρίαν κινοῦσιν ἀμηχανίαν.

καὶ πρὸς ἑκάτερον πέρας τοῖς ὁμοφύλοις ἐπιζήμιοι γίνονται τῆς μὲν νίκης ὑπὸ τοῦ πλήθους ἀμαυρουμένης, περιβοήτου δὲ μᾶλλον τῆς ἥττης καθισταμένης. ὁ γὰρ ἔξωθεν οὐ τοὺς αἰτίους ἐξετάζει τῆς ἀτυχίας, ἀλλὰ τὸν ἀριθμὸν ἤκουσε τῶν πεπτωκότων.

Πρώην μὲν οὖν χαλεπῶς ἐφέρομεν τὴν ἀνωμαλίαν τοῦ βίου καὶ πολλάκις ἕκαστος ἀποθέμενος τὴν κιθάραν διηγούμεθα τὰς προλαβούσας ἡμῶν ἀριστείας ἀλλήλοις καὶ σχεδόν τι πάντες ὑπεδακρύομεν τὰς ἐν τοῖς πολέμοις εὐκλείας ποθοῦντες.

ἔνιοι δὲ καὶ τὰς παρὰ τῶν γυναικῶν ἀτιμίας ὠδύροντο διεξιόντες, ὡς πάλαι μὲν αὑτοὺς ἐπανιόντας τῆς μάχης πλείστης αἰδοῦς καὶ θεραπείας ἠξίουν, νῦν δὲ γέλωτα ποιοῦνται καὶ περιφρονοῦσιν ὡς οὐδὲν αὐτῶν ὄντας ἀμείνους.

πρώην μὲν ταῦτα, συναυξομένης δὲ τῇ μελέτῃ τῆς τέχνης, τῇ δὲ τέχνῃ τῆς ἡδονῆς κατὰ μικρὸν ἡμῖν ὁ τῶν πολέμων ἔρως ἀπομαραίνεται, καὶ μεμνήμεθα νῦν οὐ τοὺς ἐξ ἀριστείας ἐπαίνους, οὐ τὰς ἐκ πόνων τιμάς, οὐ λάφυρα δυσμενῶν, ἀλλὰ τὰ συμπίπτοντα δυσχερῆ τοῖς μαχομένοις. πᾶσι γὰρ ἔθος ἐρῶσι μὲν πράγματος ὅσα φέρει χρηστὰ τῷ μετιόντι σκοπεῖν, παυσαμένοις δὲ τὰ φαῦλα λογίζεσθαι.

ταῦτα τοίνυν ἡμεῖς τε διανοούμεθα καὶ ταῖς γυναιξὶν ᾄδομεν, ὅσας ἐποίησε παστάδας ἐρήμους ὁ πόλεμος, εἰς λήθην αὐτὰς ἀφελκόμενοι τῶν ἐκ τῆς παρατάξεως ἄθλων, ὅσα νικῶντες αὐταῖς ἤγομεν οἴκαδε.

ἐν τούτοις, ὦ βασιλεῦ, διατρίβομεν καὶ νικᾷ λογισμὸς ἕτερος· τί γὰρ δεῖ κινδυνεύειν; τί δὲ περιδεοῦς φιλοτιμίας ἐρᾶν καὶ δόξαν προκρίνειν τῆς σωτηρίας; καὶ τί δεῖ κύκλῳ περιελθεῖν; ἔξιμεν ὑποκύψαντές σου τῷ νεύματι καὶ κομιοῦμεν, ὡς πάλαι πάτριον ἦν, ἐπὶ τῶν ἵππων τὰ δόρατα.

ἂν οὖν ἀκούοντες ἡμῶν τὸν παρόντα βίον οἱ δυσμενεῖ—ὀλίγα γὰρ εἴωθε κρύπτειν ἡ Φήμη καὶ τὰ παράδοξα τῶν πραγμάτων αὐτά πως ἑαυτὰ μηνύειν ἐθέλει—ἂν οὖν πεπυσμένοι λύρας ἔλθωσι φέροντες ὑποδεικνύντες τε ἡμῖν καὶ τὴν γυναικείαν ὀνειδίζοντες τέχνην, οὐ συγκαλυψάμενοι τὴν φάλαγγα καταλείψομεν;

εἰ γὰρ τὸ συνειδὸς βιαζόμενοι προσποιησόμεθα τοῖς ὁρωμένοις ἐκπλήττεσθαι καὶ τὴν πρόφασιν ἀγνοεῖν, μείζω διὰ τῆς θέας ἔλεγχον δώσομεν. ὁ γὰρ ἐφʼ οἷς αἰδεῖται μὴ δοκεῖν αἰσχύνεσθαι μηχανώμενος μειζόνως ἐρυθριᾷ.

ἔτι τοίνυν εἰ ψιλὸς ὅμιλος ἦμεν τὸ πρότερον, οἷον ἀκοντισταί τινες ἢ τοξόται, ἴσως ἐνῆν βραχεῖ γυμνασίῳ χρωμένους ἐπὶ τὴν προτέραν ἐπανελθεῖν ἐπιστήμην· τὴν ἀφʼ ἵππων δὲ μάχην ἔργον ἂν εἴη ῥᾳθυμηθεῖσαν ἀναλαβεῖν.

Ἀλλὰ νόμον, φῄς, τὸν τρόπον ὁριστέον τοῦ βασιλέως καὶ τοὺς ὑπηκόους ὅ τι ἂν αὐτὸς ἐπιτάξῃ προσήκει διακονεῖν. πῶς τοῦτο λέγεις, ὦ Κῦρε; εἰ μὲν γὰρ ἐξουσίας ἐστὶ βασιλικῆς εὐψυχίαν καὶ σώματος ῥώμην ἐμβάλλειν τοῖς ταῦτα μὴ κεκτημένοις, θρασὺς ἂν εἴη καὶ προπετὴς καὶ μεστὸς ἀπονοίας ὁ πρὸς βασιλέως ἐντολὰς ἀντιτείνων· ὁ δὲ προθύμως μέν, ἀδυνάτως δὲ ἔχων ἐλεεῖσθαι μᾶλλον ἢ χαλεπαίνεσθαι δίκαιος.

ἆρʼ ἡμῖν ἐπινεύσεις καὶ προπετέστερόν τι διαλεχθῆναι; οὗτος τῆς δουλείας τρόπος ἀθλίων ἀργυρωνήτων ἐστὶ σιγῇ πάντα ποιεῖν μὴ λογιζομένους εἴτε λυσιτελὴς εἴτε φέρουσα βλάβην. ἡ γνώμη δὲ σοῦ πολλὴ πρὸς τὸ ὑπήκοον ἡμερότης.

οὕτω καὶ Κροῖσος ἡμᾶς ἴσα καὶ παῖδας ἐξέθρεψε καὶ τὰ βέλτιστα μὲν ἐπιτρέπων πάντας ἑώρα πρὸς διακονίαν ἑτοίμους, ἀποσφαλεὶς δὲ τοῦ δέοντος, ἄνθρωπος γάρ, εἶχέ τινας ἀντιλέγειν ἐπιχειροῦντας.

ἵπποι μὲν γὰρ καὶ βόες καὶ τὰ μὴ μετέχοντα τοῦ φρονεῖν εἰκῆ τοῖς ἡγεμόσιν ἀκολουθείτω· ἀνθρώποις δὲ παρρησίαν, οἶμαι, δοτέον τὸ μὴ καλῶς ἔχον ἐπανορθοῦν, ἐπειδὴ τῆς αὐτῆς κοινωνοῦσι φύσεως τῷ λαχόντι τὴν ἐξουσίαν.

οὐδὲ γὰρ ὁ κυβερνήτης ὅ τι ἂν αὐτῷ δόξῃ βιάζεται πράττειν, ἀλλὰ καθεδεῖται μὲν ἐν ἄρχοντος μοίρᾳ πεπιστευμένος τοὺς οἴακας καὶ τὸ σκάφος ἰθύνων, δίδωσι δὲ τοῖς ναύταις, εἰ βούλοιντό τι πρὸς τὸ κοινῇ λυσιτελοῦν ἀποφήνασθαι. καὶ τί λέγω τοῖς ναύταις; εἴ τις τῶν ὁπωσοῦν ἐμπλεόντων ναυτικῆς ἔχων ἐπιδεξίως ἴδοι μὴ λίαν εὐστόχως τὴν ὁλκάδα κυβερνωμένην, εἰσηγεῖται τὰ δοκοῦντα συμφέρειν.

ἔοικα δὲ τηνάλλως μακρολογεῖν. σὺ γὰρ τῆς ἀνθρωπείας φύσεως εἰδὼς τὴν ἀσθένειαν οὐ παρατρέχεις τὰ μέτρα τῶν ἀρχομένων οὐδὲ πάντας ἅπαντα γίνεσθαι δοκιμάζεις τοῖς μὲν ἀσπίδα περιάγειν κελεύων, τοῖς δὲ πρὸς ἱππομαχίαν εὖ ἔχειν, τοῖς δὲ κιθαρίζειν καὶ διδάσκειν τοὺς παῖδας.

δυοῖν μὲν γὰρ ἐπιτηδευμάτων ἔχειν τινὰ πεῖραν οὐ χαλεπὸν μεριζομένης εἰς ἑκάτερον τῆς διανοίας· εἰ δέ τις τοῦ μὲν ἀπόθοιτο τὴν φροντίδα, τῷ δὲ τὴν ὅλην ἀπονέμοι σπουδήν, ὁ τοιοῦτος οὐ ῥᾳδίως ἔτι τὸ καταλειφθὲν εὑρήσει ζητῶν. οὔσης γὰρ ποικίλης καὶ τραχείας τῆς ἐπὶ τὴν ἀρετὴν ἀγούσης ὁδοῦ βραχύ τις ἀποστὰς εἰς λήθην ἔρχεται.

Ἀεὶ μὲν οὖν ἡμῖν σύνηθες ἦν βραχυλογίαν ἀσκεῖν καὶ μὴ δαπανᾶν ἔργου καιρὸν εἰς μῆκος ῥημάτων· νῦν δὲ σχολὴν ἄγοντες μακροτέραις ὁμιλίαις ψυχαγωγούμεθα καὶ τοῖς παισὶ πρὸς ἀλλήλους γλυκεῖαν ἔριν ἐγείρομεν τὴν ἀπὸ τῆς μουσικῆς εὐφροσύνην ἡδίω ποιούμενοι τῆς προτέρας αὐτῶν περὶ τὴν θήραν διατριβῆς, ἥν, εἰ δοκεῖ, μικρὸν ἄνωθεν διηγήσομαι, ἵνα γνῷς, ὅση τυγχάνουσα τῆς παρούσης εὐθυμίας ἡττᾶται.

Πάλαι μετὰ τῶν παίδων ἐπὶ τὴν ἄγραν φοιτῶντες ἐν εὐηλάτοις χωρίοις ἐγυμναζόμεθα τὴν τυχοῦσαν ῥᾳθυμίαν εἰδότες ἐπισφαλεῖς ποιοῦσαν τὰς τέχνας.

καθίζοντες οὖν θεατὰς τῶν γινομένων τοὺς παῖδας εἰς ἱππικῆς ἀγωνίας αὐτοὺς ἐκινοῦμεν ἐπιθυμίαν τὰ μὲν ἱππαζόμενοι, τὰ δὲ ῥήμασιν ὑποκοριζόμενοι πατρικοῖς· ἂν οὕτως ἡμῖν, ὦ παῖδες, μάθητε ἱππεύειν τε καὶ τοξεύειν, οὐ μέλλετε γυναιξὶν οἴκοι προσομιλεῖν, ἀλλὰ σὺν ἡμῖν ἐξιόντες ἀκοντίζειν τε τὰ θηρία καὶ ζῆλον τοῖς ἡλικιώταις ἐμβάλλειν τοὺς μεγάλους ἄνδρας μιμούμενοι, ἡμεῖς δὲ περὶ ὑμῶν ἐν τοῖς συλλόγοις οὐ κακῶς παρρησιασόμεθα.

ταῦτα οὐ μετρίαν ἐκόμιζεν ἡδονὴν λανθανούσης ἔτι τῆς μουσικῆς. ἐπανελθεῖν οὖν ἐπὶ τὸ ταύτης γυμνάσιον ἀξιοῦμεν. μὴ γὰρ οἴου προχείρως ἡμᾶς οὕτως κατορθῶσαι τὴν τέχνην. γεγονότες γὰρ περὶ ταύτην ὀψιμαθεῖς ἀμουσίᾳ τε στρατιωτικῇ συντραφέντες ᾔδομεν μάλα γελοίως καὶ παραφερομένης ἡμῖν τῆς χειρὸς ἔξω τῆς ἁρμονίας γέλωτα τοῖς παροῦσιν ἐχορηγοῦμεν.

μὴ τοίνυν ὅτε τοῦ πράγματος εἰς ἀρκοῦσαν ἀφίγμεθα γνῶσιν, ἀχρεῖον ἡμῖν ποίει τὴν προθυμίαν, ἵνα τὰς χορδὰς ἁρμοσάμενοι κατορθωμάτων σου μελῳδήσωμεν ὕμνους. ἔχομέν σοι χρηστὰ προσδοκᾶν ἐξ ὧν νενικήμεθα.

σεμνῶς οὖν ἐκ Μασσαγετῶν ἐπανήκοντος καλὰ καὶ γέμοντα πολλῆς εὐθυμίας ἔσται θεάματα, δημοτελεῖς εὐωχίαι καὶ κῶμοι, καὶ Κῦρος ἐν διηγήμασιν.

ἡμεῖς δὲ λοιπὸν ἐστεφανωμένοι παριόντες εἰς μέσους τοὺς δαιτυμόνας τὴν ἀπὸ τοῦ πότου τοῖς ἑστιωμένοις ἁβρότητα διπλασίαν ποιήσομεν ἐναρμονίοις ᾠδαῖς.

τὸ δὲ μέλος ἔσται Μασσαγέται καὶ Κῦρος, ὁ μὲν ὡς ἐβούλετο πράξας, οἱ δὲ ταῖς συμφοραῖς παιδευθέντες. εἶτα ταύτην ἑτέρα διαδέξεται μελῳδία· Πέρσαις ἔναγχος καὶ Λυδοῖς πόλεμος ἦν. οὐ φαῦλοι περὶ τὴν μάχην ὤφθησαν οἱ Λυδοί, σοφίᾳ δὲ τούτους καὶ ῥώμῃ παρῆλθεν ὁ Κῦρος.