ΙΣΑΥΡΙΚΑ.
Στέφανος ὁ Βυζάντιος : Ἐδεβησσὸς, πόλις Λυκίας, ὡς Καπίτων ἐν Ἰσαυρικῶν αʹ. Τὸ ἐθνικὸν Ἐδεβησσεὺς καὶ Ἐδεβήσσιος.
Κοτράδης, πόλις Ἰσαυρίας. Καπίτων Ἰσαυρικῶν πρώτῳ. Τὸ ἐθνικὸν Κοτραδεώτης, ἀπὸ τῆς γενικῆς τῆς Κοτράδεως.
Λαλίσανδα, πόλις Ἰσαυρικὴ, ὡς Καπίτων Ἰσαυρικῶν πρώτῳ· τὸ ἐθνικὸν Λαλισανδεύς. Οἱ νῦν δὲ Δαλίσανδα καὶ Δαλισανδεώτας.
Στέφανος ὁ Βυζάντιος : Ἀλίμαλα, χωρίον Λυκίας. Καπίτων ἐν Ἰσαυρικῶν δευτέρῳ. Ο ἐνοικοῦντες Ἀλιμαλεῖς.
Ἀρύκανδα, πόλις Λυκίας, ὡς Καπίτων ἐν Ἰσ. δευτέρῳ. Τὸ ἐθνικὸν Ἀρυκανδεύς.
Σύβρα, οὐδετέρως, Φρυγίας φρούριον, ὡς Καπίτων ἐν Ἰσ. δευτέρῳ. Τὸ ἐθνικὸν Συβριανός.
Στέφανος ὁ Βυζάντιος : Ἀρνεαὶ, πόλις Λυκίας μικρὰ, ὡς Κ. ἐν Ἰσ. τρίτῳ. Τὸ ἐθνικὸν Ἀρνεάτης.
Μενεδήμιον, πόλις Λυκίας. Κ. ἐν Ἰσ. τρίτῳ. Τὸ ἐθνικὸν Μενεδήμιος ἢ Μενεδημιεύς.
Σύεδρα, πόλις Ἰσαυρίας, ὡς Κ. ἐν Ἰσ. τρίτῳ. Ὁ πολίτης Συεδρεύς.
Στέφανος ὁ Βυζάντιος : Καυίνδανα, Ἰσαυρίας κώμη. Κ. Ἰσ. ἕκτῳ: Ὁ κωμήτης Καυινδανεώτης.
Μούκισσος, πόλις Καππαδοκίας δευτέρας. Κ. Ἰσ. ἕκτῳ.
Στέφανος ὁ Βυζάντιος : Ψίμαθα, χωρίον Ἰσαυρίας. Τὸ ἐθνικὸν Ψιμαθεῖς. Καπίτων ἐν πεντεκαιδεκάτῳ· «Κόνωνα δὲ παρόντα Ψιμαδέα μεγάλως ἐφιλοφρονήσατο.»
Στέφανος ὁ Βυζάντιος : Ἀκαρασσὸς, πόλις Λυκίας, ὡς Καπίτων. Τὸ ἐθνικὸν Ἀκαράσσιος καὶ Ἀκαρασσεὺς, σύνηθες ἀεὶ τοῖς τὴν χώραν οἰκοῦσιν.
Ἀμάσεια, πόλις Ποντική ... Ὁ πολίτης Ἀμασεύς, ὡς Στράβων· κατὰ δὲ Καπίτωνα Ἀμασεώτης.
Δέρβη, φρούριον Ἰσαυρίας καὶ λιμήν. Ὁ κατοικῶν Δερβήτης ... Λέγεται δʼ ἴσως καὶ Δέρβεια καὶ τὸ ἐθνικὸν Δερβείτης. Καπίτων δὲ Δέρμην φησί. Τινὲς δὲ Δέλβειαν, ὅ ἐστι τῇ τῶν Λυκαόνων φωνῇ ἄρκευθος· καὶ Ἀρκεύθη ἡ πόλις.
Πιτύη, πόλις Καρίας. Οἱ πολῖται Πιτυᾶται. Καπίτων δʼ αὐτὴν διὰ δύο σ λέγει.
Μοναβαὶ, πόλις Ἰσαυρίας. Καπίτων ἐν Ἰσαυρικοῖς. Τὸ ἐθνικὸν Μοναβάτης.