Music is defined here as the science of perfect melody and divided into six branches: harmonic, rhythmic, metric, instrumental, poetic and the art of the performer. The treatise covers the melodic and rhythmic genera, the classes of instrument, the note, interval and system, and the character of each genus. It ends with the kinds of modulation and the tonoi of each class of player, naming Marsyas, Hyagnis and Olympus as the Phrygians who invented wind music.

Part of Anonymous Writings on Music, Bellermannian

Μουσική ἐστιν ἐπιστήμη περὶ μέλος τὸ τέλειον θεωρητική τε τῶν ἐν αὐτῇ καὶ τοῖς μέρεσιν αὐτῆς. ἄλλοι δὲ οὕτως· ἕξις θεωρητική τε καὶ πρακτικὴ καὶ ποιητικὴ τῶν περὶ τὸ τέλειον μέλος. μουσικὸς δέ ἐστιν ὁ ἔμπειρος τοῦ τελείου μέλους καὶ δυνάμενος ἐπʼ ἀκριβείας τὸ πρέπον τηρῆσαί τε καὶ κρῖναι. ἔστι δὲ τῆς μουσικῆς εἴδη ἕξ· ἁρμονικόν, ῥυθμικόν, μετρικόν, ὀργανικόν, ποιητικόν, ὑποκριτικόν. καὶ τῆς μὲν ἁρμονικῆς εἰς τρόπους δεκαπέντε διαιρουμένης ἴδιον τὸ περὶ τῶν τῆς μελῳδίας γενῶν διαλαμβάνειν, πόσα τέ ἐστι καὶ ποῖα ταῦτα, καὶ ὡς οὐ δυνατὸν πλείω γενέσθαι τριῶν, διατόνου τε καὶ χρώματος καὶ ἁρμονίας. τὸ γὰρ μικτὸν καλούμενον οὐχ ὡς γένος παραληπτέον, γίνεται γὰρ ἐκ τῶν προειρημένων. τῆς δὲ ῥυθμικῆς ἴδιον τὸ τὰς διαφορὰς τῶν κατὰ μέρος καὶ κατʼ εἴδη ῥυθμῶν ἐκλογίζεσθαι τά τε τούτων γένη ὁμοίως ὄντα τρία, ἰαμβικόν, δακτυλικόν, παιωνικόν. ἡ δὲ μετρικὴ εἰς εἴδη διαιρουμένη πλείονα ποικιλωτέραν ἔχει τὴν πρακτικήν, εἰς τρίμετρα γὰρ καὶ τετράμετρα καὶ πεντάμετρα καὶ ἡρῷα καὶ ἐπῳδὰ καὶ ἄλλα μυρία ἃ ὑποτέτακται τῇ μετρικῇ. ἡ δὲ ὀργανικὴ κατὰ τὴν τῶν ὀργάνων θεωρίαν, ὧν ἃ μέν ἐστιν ἐμπνευστά, ἃ δὲ ἐντατά, ἃ δὲ ψιλά. ἐντατὰ μέν ἐστιν ὄργανα κιθάρα τε καὶ λύρα καὶ τὰ παραπλήσια, ἐμπνευστὰ δὲ αὐλοί τε καὶ ὑδραύλεις καὶ πτερά, ψιλὸν δὲ ὄργανον κυρίως μὲν τὸ τοῦ ἀνθρώπου διʼ οὗ μελῳδοῦμεν καὶ οἱ ὀξύβαφοι διʼ ὧν κρούοντές τινες μελῳδοῦσιν. τῆς δὲ ποιητικῆς καὶ ὑποκριτικῆς παντί που δῆλα τὰ εἴδη.

Τῶν δὲ τῆς μουσικῆς μερῶν κυριώτατόν ἐστι καὶ πρῶτον τὸ ἁρμονικόν, τῶν γὰρ πρώτων μουσικῆς πέφυκε θεωρητική. πρῶτα δέ ἐστι φθόγγοι καὶ διαστήματα καὶ ὅσα ἐκ τούτων συνίσταται. κεφάλαια δὲ τῆς ἁρμονικῆς τὰ κυριώτατα καὶ πρῶτα περὶ ἃ μάλιστα ἐσπούδακεν ἑπτά, πρῶτον μὲν τὸ περὶ φθόγγων διαλαβεῖν, δεύτερον τὸ περὶ διαστημάτων, τρίτον περὶ συστημάτων, τέταρτον περὶ γενῶν, πέμπτον περὶ τόνων, ἕκτον περὶ μεταβολῶν, ἕβδομον περὶ μελοποιίας. πρῶτος δέ ἐστιν ἐν τοῖς διαστήμασι φθόγγος, καθὸ ἐλάχιστός τέ ἐστι καὶ ἀμερὴς καὶ αὐτὸς μὲν πάντα μετρῶν, αὐτὸς δὲ ὑπὸ μηδενὸς αὐτῶν μετρούμενος. ἔοικε δὲ ὁ φθόγγος ἐν μὲν γεωμετρίᾳ σημείῳ, ἐν δὲ ἀριθμοῖς μονάδι, ἐν δὲ στοιχείοις γράμματι. καὶ ἔστιν ὁ φθόγγος ἐμμελοῦς φωνῆς πτῶσις ἐπὶ μίαν τάσιν, τάσις δὲ οἷον στάσις καὶ ἐνηρέμησις τῆς φωνῆς. λέγεται δὲ φθόγγος κοινῶς, ἰδίως, ἰδιαίτατα, κοινῶς μὲν αὐτὸ τὸ ὄνομα, ἰδίως δὲ ὁ χαρακτὴρ ὁ γράφων, ἰδιαίτατα δὲ αὐτὴ ἡ δύναμις τοῦ φθόγγου, καθʼ ἣν ὀξύν τινα ἢ βαρὺν λέγομεν. καὶ γίνεται ὀξὺς μὲν διʼ ἐπιτάσεως, βαρὺς δὲ διʼ ἀνέσεως. διάστημα δʼ ἐστὶ τὸ περιεχόμενον ὑπὸ δύο φθόγγων ἀνομοίων τῇ τάσει, τοῦ μὲν ὀξυτέρου, τοῦ δὲ βαρυτέρου. σύστημα δέ ἐστι σύνταξις πλειόνων φθόγγων ἐν τῷ τῆς φωνῆς τόπῳ θέσιν τινὰ ποιὰν ἔχουσα. τόπος δὲ τῆς φωνῆς ἐστιν, ὃν διέξεισι μελῳδοῦσα ἐπὶ τὸ ὀξὺ καὶ βαρύ. ὁ τόνος διαιρεῖται εἰς ἡμιτόνια δύο καὶ ἐν μὲν χρώματι εἰς διέσεις τρεῖς, ἐν ἁρμονίᾳ δὲ εἰς τεταρτημόριον. ἐν δὲ τοῖς διαστήμασιν εἰ μὲν πρὸς ἡμιτόνιον καὶ τόνον καὶ τόνον προκόπτοι τὰ τῆς μελῳδίας τὸ καλούμενον διάτονον ποιεῖ γένος, εἰ δὲ καθʼ ἡμιτόνιον καὶ ἡμιτόνιον καὶ μεταξὺ τριημιτόνιον, χρῶμα ποιεῖ, εἰ δὲ κατὰ δίεσιν καὶ δίεσιν καὶ δίτονον κινοῖτο, ἐναρμόνιον ποιεῖ γένος. διάτονον μὲν οὖν λέγεται, ἐπειδὴ κατὰ τὸ πλεῖον διὰ τῶν τόνων θεωρεῖται τὸ διάστημα, ἀνδρικώτερον δὲ τοῦτο καὶ αὐστηρότερόν ἐστι, χρῶμα δὲ ἤτοι παρὰ τὸ τετράφθαι πως ἐκ τοῦ διατονικοῦ ἢ παρὰ τὸ χρώζειν μὲν αὐτὸ τὰ ἄλλα συστήματα, αὐτὸ δὲ μὴ δεῖσθαί τινος ἐκείνων, ἐστὶ δὲ ἥδιστόν τε καὶ γοερώτατον. μεταβολαὶ τόνων γίνονται τετραχῶς, κατὰ γένος, κατὰ ἦθος, κατὰ τόπον, κατὰ ῥυθμόν. καὶ ἡ μὲν κατὰ γένος μεταβολὴ γίνεται, ὅταν ἐξ ἁρμονίας εἰς χρῶμα μεταβολὴ γένηται ἢ ἀνάπαλιν, τὴν δὲ κατὰ ἦθος μεταβολὴν φήσομεν, ἣ ἔστιν ὅταν ἐν αὐτοῖς τοῖς τετραχόρδοις τὰ ἤθη τῶν φθόγγων τὴν μετάπτωσιν λαμβάνῃ, τὴν δὲ κατὰ τόπον, ὅταν ὁ τόνος ἐκ τῶν ὑπατοειδῶν μεταβῇ εἰς τὰ μεσοειδῆ, τὴν δὲ κατὰ ῥυθμόν, ὅταν ἀπὸ τοῦ ὑποκειμένου ῥυθμοῦ εἰς ἕτερον ἡ μετάβασις γένηται.

Ἡ φρύγιος ἁρμονία πρωτεύει ἐν τοῖς ἐμπνευστοῖς ὀργάνοις, μάρτυρες οἱ πρῶτοι εὑρεταί, Μαρσύας καὶ Ὕαγνις καὶ Ὄλυμπος οἱ Φρύγες. οἱ ὑδραῦλαι μόνοις τούτοις τοῖς τρόποις κέχρηνται οἵπερ εἰσὶν ἕξ· ὑπερλύδιον, ὑπεριάστιον, λύδιον, φρύγιον, ὑπολύδιον, ὑποφρύγιον. οἱ δὲ κιθαρῳδοὶ τέτρασι τούτοις ἁρμόζονται· ὑπεριαστίῳ, λυδίῳ, ὑπολυδίῳ, ἰαστίῳ. οἱ δὲ αὐληταὶ ἑπτά· ὑπεραιολίῳ, ὑπεριαστίῳ, ὑπολυδίῳ, λυδίῳ, φρυγίῳ, ἰαστίῳ, ὑποφρυγίῳ. οἱ τοῖς ὀρχηστικοῖς προσήκοντες μουσικοὶ ἑπτὰ τούτοις χρῶνται· ὑπερδωρίῳ, λυδίῳ, φρυγίῳ, δωρίῳ, ὑπολυδίῳ, ὑποφρυγίῳ, ὑποδωρίῳ.