eul_wid: ddo-aa

Ἀποσπάσματα περὶ Πυθαγορικῆς Σοφίας
Fragments on Pythagorean Wisdom

Arimnestus the Philosopher Fragments on Pythagorean Wisdom PDF

51.(12) Porph. VP 3 (Vors. 1 8 p. 98) Δοῦρις δ’ ὁ Σάμιος ἐν δευτέρῳ τῶν Ὥρων παῖδά τ’ αὐτοῦ ἀναγράφει Ἀρίμνηστον καὶ διδάσκαλόν φησι γενέσθαι Δημοκρίτου. τὸν δ’ Ἀρίμνηστον κατελθόντ’ ἀπὸ τῆς φυγῆς χαλκοῦν ἀνάθημα τῷ ἱερῷ τῆς Ἥρας ἀναθεῖναι τὴν διάμετρον ἔχον ἐγγὺς δύο πήχεων, οὗ ἐπίγραμμα ἦν ἐγγεγραμμένον τόδε· Πυθαγόρεω φίλος υἱὸς Ἀρίμνηστός μ’ ἀνέθηκε πολλὰς ἐξευρὼν εἰνὶ λόγοις σοφίας.