eul_wid: ikm-aa

Ἐπιστολή
Letter with Testamentary Instructions

Arcesilaus of Pitane I Letter with Testamentary Instructions PDF

1 Ἀρκεσίλαος Θαυμασίᾳ χαίρειν.
2 Δέδωκα Διογένει διαθήκας ἐμαυτοῦ κομίσαι πρός σε· διὰ γὰρ τὸ πολλάκις ἀρρωστεῖν καὶ τὸ σῶμα ἀσθενῶς ἔχειν ἔδοξέ μοι διαθέσθαι, ἵν’ εἴ τι γένοιτο ἀλλοῖον, μήτι σε ἠδικηκὼς ἀπίω, τὸν εἰς ἔμ’ ἐκτενῶς οὕτω πεφιλοτιμημένον. καὶ ἀξιοπιστότατος δ’ εἶ τῶν ἐνθάδε σύ μοι τηρῶν αὐτὰς διά τε τὴν ἡλικίαν καὶ τὴν πρὸς ἡμᾶς οἰκειότητα. πειρῶ οὖν, μεμνημένος διότι σοι πίστιν τὴν ἀναγκαιοτάτην παρακατατίθεμαι, δίκαιος ἡμῖν εἶναι, ὅπως ὅσον ἐπὶ σοὶ τὰ κατ’ ἐμὲ εὐσχημόνως ᾖ μοι διῳκημένα. κεῖνται δὲ Ἀθήνησιν αὗται παρά τισι τῶν γνωρίμων καὶ ἐν Ἐρε τρίᾳ παρ’ Ἀμφικρίτῳ.