ΟΡΦΕΩΣ … .
Ἀργὼ τὸ σκάφος εἰμί, θεῷ δʼ ἀνέθηκεν Ἰάσων,
Ἴσθμια, καὶ Νεμέοις στεψάμενον πίτυσιν.
ΟΜΗΡΟΥ
Φοῖβε ἄναξ, δῶρόν τοι Ὅμηρος καλὸν ἔδωκα
σῇσιν ἐπιφροσύναις, σὺ δʼ ἐμοὶ κλέος αἰὲν ὀπάζοις.
ΑΡΙΟΝΟΣ … .
Ἐπὶ τῷ τοῦ Ἀρίονος ἀναθήματι ἐπὶ Ταινάρῳ.
Ἀθανάτων πομπαῖσιν Ἀρίονα Κυκλέος υἱὸν
ἐκ Σικελοῦ πελάγους σῶσεν ὄχημα τόδε.
ΑΔΕΣΠΟΤΟΝ.
Εἰς τὸ Κυψελιδῶν ἀνάθημα ἐν Ὀλυμπίᾳ.
Αὐτὸς ἐγὼ χρυσοῦς σφυρήλατός εἰμι κολοσσός.
Ἐξώλης εἴη Κυψελιδῶν γενεά.
ΑΛΛΟ.
Νῆα μέλαιναν τήνδʼ ἱδρύσατο τῇδʼ Ἀγαμέμνων
Ἑλλήνων στρατιῆς σῆμα πλοϊζομένης.
ΑΛΛΟ.
Ζηνί μʼ ἄγαλμʼ ἀνέθηκαν Ὀλυμπίῳ ἐκ Χερονήσου
τεῖχος ἑλόντες Ἀράτου· ἐπῆρχε δὲ Μιλτιάδης σφίν.
ΑΛΛΟ.
Κουφαγόρας ἀνέθηκεν Διὸς γλαυκώπιδι κούρῃ.
ΑΛΛΟ.
Νικάνδρη μʼ ἀνέθηκεν ἑκηβόλῳ ἰοχεαίρῃ,
κούρη Δεινοδίκεω τοῦ Ναξίου, ἔξοχος ἀλλέων,
Δεινομένεος δὲ κασιγνήτη, Φράξου … δʼ ἄλοχος μήν.
ΑΛΛΟ.
Νάξιος Εὔεργός με γένει Λητοῦς πόρε, Βύζεω
παῖς, ὃς πρώτιστος τεῦξε λίθου κέραμον.
ΑΛΛΟ.
Κλειοσθένης μʼ ἀνέθηκεν ὁ Πόντιος ἐξ Ἐπιδάμνου,
νικήσας ἵπποις καλὸν ἀγῶνα Διός.
ΑΛΛΟ.
Ὄγκας νηὸς ὅδʼ ἐστὶν Ἀθηνᾶς, ὅν ποτε Κάδμος
εἵσατο, βοῦν θʼ ἱέρευσεν, ὅτʼ ἔκτισεν ἄστυ τὸ Θήβας.
ΑΛΛΟ.
Μνάματʼ Ἀπολλωνίας ἀνακείμεθα, τὰν ἐνὶ πόντῳ
Ἰονίῳ Φοῖβος ᾤκισʼ ἀκερσεκόμας·
οἳ γᾶς τέρμαθʼ ἑλόντες Ἀβαντίδος ἐνθάδε ταῦτα
ἔστασαν σὺν Θεοῖς ἐκ Θρονίου δεκάταν.
ΑΛΛΟ.
Ἡρακλέης τεμένισσα Κυθήρᾳ πασιφαέσσῃ,
Γηρυονέως ἀγέλας ἠδʼ Ἐρύθειαν ἄγων,
τᾶς μʼ ἐδάμασσε πόθῳ πασιφάεσσα θεά.
Τῇδε δέ μοι τεκνοῖ παῖδʼ Ἐρύθοντα δάμαρ,
νυμφογενὴς Ἐρύθη· τῇ τόδʼ ἔδωκα πέδον
μναμόσυνον φιλίας φηγῷ ὑπὸ σκιερᾷ.
ΑΛΛΟ.
Ἀνάθημα Διομήδους.
Τυδείδης ἀνέθηκε βοὴν ἀγαθὸς Διομήδης,
νικήσας ἵπποισιν ἐπὶ πλατὺν Ἑλλήσποντον.
ΑΛΛΟ.
Δήμῳ Ἀθηναίων ἀνέθηκεν ἐὼν Ἑκάληθεν
Ἀλκίφρων· ὁ δὲ τόνδε δρόμον ποίησεν ἄριστον
Δήμητρός τε χάριν καὶ .....
ΑΛΛΟ.
Δέξο, ἄναξ, Κρονίδα Ζεῦ Ὀλύμπιε, καλὸν ἄγαλμα
ἱλάῳ θυμῷ τοῖς Λακεδαιμονίοις.
ΑΛΛΟ.
Παῖ Διὸς, Ἐκφάντου δέξαι τόδʼ ἀμεμφὲς ἄγαλμα·
σοὶ γὰρ ἐπευχόμενος τοῦτʼ ἐξετέλεσσε τροπῇον.
ΑΛΛΟ.
Ἐνθάδʼ Ἐχέμβροτος Ἀρκὰς ἐθήκατο Ἡρακλῆι
νικήσας τόδʼ ἄγαλμʼ Ἀμφικτυόνων ἐν ἀέθλοις
Ἕλλησʼ αὐλῳδῶν μέλπεα καὶ ἐλέγους.
ΑΛΛΟ.
Λαοδίκης ὅδε πέπλος· ἑᾷ δʼ ἀνέθηκεν Ἀθηνᾷ
πατρίδʼ ἐς εὐρύχορον Κύπρου ἀπὸ ζαθέας.
ΑΛΛΟ.
Ὑβλαίῳ κήρυκι τόδʼ Ἀρχίᾳ, Εὐκλέος υἱῷ,
δέξαι ἄγαλμʼ εὔφρων, Φοῖβʼ, ἐπʼ ἀπημοσύνῃ,
ὃς τρὶς ἐκήρυξεν τὸν Ὀλυμπίᾳ αὐτὸς ἀγῶνα,
οὔτʼ ὑποσαλπίζων, οὔτʼ ἀναδείγματʼ ἔχων.
ΘΑΛΟΥ …
Θαλῆς με τῷ μεδοῦντι Νειλέω δήμου
δίδωσι, τοῦτο δὶς λαβὼν ἀριστεῖον.
ΑΔΕΣΠΟΤΟΝ.
Εὐτελίδας καὶ Χρυσόθεμις τάδε ἔργα τέλεσσαν
Ἀργεῖοι, τέχναν εἰδότες ἐκ προτέρων.
ΣΙΜΩΝΙΔΟΥ.
Πατρὶς μὲν Κόρκυρα, Φίλων δʼ ὄνομʼ· εἰμὶ δὲ Γλαύκου
υἱός, καὶ νικῶ πὺξ δύʼ Ὀλυμπιάδας.
ΤΟΥ ΑΥΤΟΥ …
Εἰς Ὄρριππον.
Ὀρρίππῳ Μεγαρεῖ μεγαλόφρονι τῇδʼ ἀρίδηλον
μνῆμα θέσαν, φάμᾳ Δελφίδι πειθόμενοι·
ὃς δὴ μακίστους μὲν ὅρους ἀπελύσατο πάτρᾳ,
πολλὰν δυσμενέων γᾶν ἀποτεμνομένων.
Πρῶτος δʼ Ἑλλήνων ἐν Ὀλυμπίᾳ ἐστεφανώθη
γυμνός, ζωννυμένων τῶν πρὶν ἐνὶ σταδίῳ.
ΤΟΥ ΑΥΤΟΥ.
Δῆμος Ἀθηναίων σε, Νεοπτόλεμʼ, εἰκόνι τῇδε
τίμησʼ, εὐνοίης εὐσεβίης θʼ ἕνεκα.
ΑΔΕΣΠΟΤΟΝ.
Καὶ γὰρ ἐγὼ κλεινῶν εἰμʼ, ὦ ξένε, λείψανον οἴκων,
στυλὶς ἐν Οἰνομάου πρίν ποτʼ ἐοῦσα δόμοις·
νῦν δὲ παρὰ Κρονίδην κεῖμαι τάδʼ ἔχουσα τὰ δεσμὰ
τίμιος· οὐδʼ ὀλοὴ δαίσατο φλόξ με πυρός.
ΑΛΛΟ.
Εὔθυμος Λοκρὸς Ἀστυκλέους τρὶς Ὀλύμπιʼ ἐνίκων·
εἰκόνα δʼ ἔστησεν τήνδε βροτοῖς ἐσορᾶν.
ΑΛΛΟ.
Ὧδε στὰς ὁ Πελασγὸς ἐπʼ Ἀλφειῷ ποκα πύκτας
τὸν Πολυδεύκειον χερσὶν ἔφανε νόμον,
ἆμος ἐκαρύχθη νικαφόρος· ἀλλὰ, πάτερ Ζεῦ,
καὶ πάλιν Ἀρκαδίᾳ καλὸν ἄμειβε κλέος,
τίμασον δὲ Φίλιππον, ὃς ἐνθάδε τοὺς ἀπὸ νάσων
τέσσαρας εὐθείᾳ παῖδας ἔκλινε μάχᾳ.
ΑΛΛΟ.
Ἀρξάμενοι πρῶτοι τειχίζειν οἵδʼ ἀνέθηκαν
βουλῆς καὶ δήμου δόγμασι πειθόμενοι.
ΑΛΛΟ.
Ἄλκων ἀνέθηκε τἤντεα.
Ἰσχύλλου, θεοῦ ὃς τοῖς δαμοσίοις ἐν ἀέθλοις
τετράκι τε στάδιον νίκη καὶ δὶς τὸν ὁπλίταν.
ΑΛΛΟ.
Ἐπὶ τῷ Ἀθήνῃσιν πρὸς τῇ Ἀκαδημίᾳ Ἔρωτι.
Ποικιλομήχανʼ Ἔρως, σοὶ τόνδʼ ἱδρύσατο βωμὸν
Χάρμος ἐπὶ σκιεροῖς τέρμασι γυμνασίου.
ΑΛΛΟ.
Παρθένῳ Ἐκφάντου με πατὴρ ἀνέθηκε καὶ υἱὸς
ἐνθάδʼ Ἀθηναίῃ μνῆμα πόνων Ἄρεος,
Ἡγέλοχος· μεγάλην δὲ φιλοξενίης ἀρετῆς τε
πάσης μοῖραν ἔχων τήνδε πόλιν νέμεται.
ΑΛΛΟ.
Πότνιʼ, ἀπαρχὴν τήνδε Μένανδρος θῆκʼ ἀπὸ τέχνης,
εὐχωλὴν τελέσας, σοὶ χάριν ἀντιδιδούς,
Αἰγιλιεύς, υἱὸς Δημητρίου, ᾧ πολὺν ὄλβον
σῶζε, Διὸς θύγατερ, τῶνδε χάριν θεμένη.
ΑΛΛΟ.
Πύθων Ἑρμῇ ἄγαλμα Ἑρμοστράτου Ἀβδηρίτης
ἔστησεν πολλὰς θησάμενος πόληας.
Εὔφρων ἐξεποίησʼ οὐκ ἀδαὴς Πάριος.
ΑΛΛΟ.
τεῦξέ με Κλειοίτας υἱὸς Ἀριστοκλέους.
ΑΛΛΟ.
Τὴν ὑπάτην ἄφεσιν .....της στῆσεν, Ἀθηνᾶν
εὐχόμενος πάτρῃ τὴν γλυκερὴν ὑγίην.
ΑΛΛΟ.
Ἑλλάδος εὐρυχόρου σωτῆρες τόνδʼ ἀνέθηκαν,
δουλοσύνης στυγερᾶς ῥυσάμενοι πόλιας.
ΑΛΛΟ.
Μνᾶμʼ ἀρετᾶς ἀνέθηκε Ποσειδάωνι ἄνακτι
Παυσανίας, ἄρχων Ἑλλάδος εὐρυχόρου,
Πόντου ἐπʼ Εὐξείνου, Λακεδαιμόνιος γένος, υἱὸς
Κλευμβρότου, ἀρχαίας Ἡρακλέος γενεᾶς.
ΑΛΛΟ.
Παντοδαπῶν ἀνδρῶν γενέας Ἀσίας ἀπὸ χώρας
παῖδες Ἀθηναίων τῷδε ποτʼ ἐν πελάγει
ναυμαχίᾳ δαμάσαντες, ἐπεὶ στρατὸς ὤλετο Μήδων,
σήματα ταῦτʼ ἔθεσαν παρθένῳ Ἀρτέμιδι.
ΑΛΛΟ.
Μνᾶμά τʼ ἀλεξάνδρου πολέμου, καὶ μάρτυρα νίκας
Δελφοί με στᾶσαν, Ζανὶ χαριζόμενοι,
σὺν Φοίβῳ πτολίπορθον ἀπωσάμενοι στίχα Μήδων,
καὶ χαλκοστέφανον ῥυσάμενοι τέμενος.
ΑΛΛΟ.
Τῷ Διὶ τἀχαιοὶ τἀγάλματα ταῦτʼ ἀνέθηκαν,
ἔγγονοι ἀντιθέου Τανταλίδα Πέλοπος.
Πολλὰ μὲν ἄλλα σοφοῦ ποιήματα καὶ τόδʼ Ὀνάτα
ἔργον, ὃν Αἰγίνῃ γείνατο παῖδα Μίκων.
ΑΛΛΟ.
Υἱὸς μέν με Μίκωνος Ὀνάτας ἐξετέλεσσεν,
αὐτὸς ἐν Αἰγίνῃ δώματα ναιετάων.
ΑΛΛΟ.
Πραξιτέλης ἀνέθηκε Συρακόσιος τόδʼ ἄγαλμα
καὶ Καμαριναῖος· πρόσθʼ ἄρʼ ἐν Μαντινέᾳ
Κρίνιος υἱὸς ἔναιεν ἐν Ἀρκαδίᾳ πολυμήλῳ
ἐσλὸς ἐὼν καί ϝοι μνᾶμα τόδʼ ἐστʼ ἀρετᾶς.
ΑΛΛΟ.
Σόν ποτε νικήσας, Ζεῦ Ὀλύμπιε, σεμνὸν ἀγῶνα
τεθρίππῳ μὲν ἅπαξ, μουνοκέλητι δὲ δίς,
δῶρʼ Ἱέρων τάδε σοι ἐχαρίσσατο· παῖς δʼ ἀνέθηκε
Δεινομένης πατρὸς μνῆμα Συρακοσίου.
ΑΛΛΟ.
Εἰς ἐγχειρίδιον.
Θάησαί μʼ· ἐτεὸν γὰρ ἐν Ἰλίου εὐρέι πύργῳ
ἦν, ὅτε καλλικόμῳ μαρνάμεθʼ ἀμφʼ Ἑλένῃ.
Καί μʼ Ἀντηνορίδης ἐφόρει κρείων Ἑλικάων·
νῦν δέ με Λητοΐδου θεῖον ἔχει δάπεδον.
ΑΛΛΟ.
Κλευθέρσης ἀνέθηκεν Ἀθηναίῃ πτολιούχῳ
παῖς Ζωίλου· Νήτης δʼ ἔργον ἔτευξε τόδε.
ΑΛΛΟ.
Οἰνία Οἰβώτας στάδιον νικῶν ὅδʼ Ἀχαιοῖς
πατρίδα Πάλειαν θῆκʼ ὀνομαστοτέραν.
ΑΛΛΟ.
Ἀρχέδημος ὁ Θηραῖος, ὁ νυμφόληπτος
φραδαῖσι Νυμφῶν τἄντρον ἐξηργάξατο.
ΑΛΛΟ.
Τερπῶν εἰμι θεᾶς θεράπων σεμνῆς Ἀφροδίτης·
τοῖς δὲ καταστήσασι Κύπρις χάριν ἀνταποδοίη.
ΑΛΛΟ.
Ὠκυδρόμας Λύκος Ἴσθμιʼ ἅπαξ, δύο δʼ ἐνθάδε νίκαις
Φειδώλα παίδων ἐστεφάνωσε δόμους.
ΑΛΛΟ.
Ἐπὶ τοῦ Ἀθήνῃσιν ἐν Πυθίου Ἀπόλλωνος βωμοῦ.
Μνῆμα τόδʼ ἧς ἀρχῆς Πεισίστρατος Ἱππίου υἱὸς
Θῆκεν Ἀπόλλωνος Πυθίου ἐν τεμένει.
ΑΛΛΟ.
Υἱὸς Δινύττα, Δάμαρχος τήνδʼ ἀνέθηκεν
εἰκόνʼ ἀπʼ Ἀρκαδίας Παρράσιος γενεάν.
ΑΛΛΟ.
Ναὸς μὲν φιάλαν χρυσέαν ἔχει, ἐκ δὲ Τανάγρας
τᾶς Λακεδαιμονίοις συμμαχίδος γε τεθὲν
δῶρον, ἀπʼ Ἀργείων καὶ Ἀθηναίων καὶ Ἰώνων
τὰν δεκάταν νίκας εἵνεκα τῶ πολέμω.
ΑΛΛΟ.
Πυθαγορέω φίλος υἱὸς Ἀρίμνηστός μʼ ἀνέθηκε,
πολλὰς ἐξευρὼν εἰνὶ λόγοις σοφίας.
ΑΛΛΟ.
Ἄρτεμί, σοι τόδʼ ἄγαλμʼ ἱέρωσʼ ὠδῖνα φυγοῦσα
Ἀσφαλίω μήτηρ Φέρσις, Ὄρω θυγάτηρ.
Τῶ Παρίω ποίημα Κολώτου, ὃς ἦν τᾷδε φεύγων.
ΑΛΛΟ.
Ζηνὶ θεῶν βασιλεῖ μʼ ἀκροθίνιον ἐνθάδʼ ἔθηκαν
Μενδαῖοι, Σίπτην χερσὶ βιασσάμενοι.
ΑΛΛΟ.
Ἐπὶ τῷ Ὀξύλου ἀνδριάντι ἐν τῇ ἀγορᾷ τῶν Ἠλείων.
Αἰτωλός ποτε τόνδε λιπὼν αὐτόχθονα δῆμον
κτήσατο Κουρῆτιν γῆν δορί, πολλὰ καμών·
τῆς δʼ αὐτῆς γενεᾶς δεκατόσπορος Αἵμονος υἱὸς
Ὄξυλος ἀρχαίην ἔκτισε τήνδε πόλιν.
ΑΛΛΟ.
Ἐπὶ τῇ εἰκόνι Αἰτωλοῦ ἐν Θερμοῖς τῆς Αἰτωλίας.
Χώρης οἰκιστῆρα παρʼ Ἀλφειοῦ ποτε δίναις,
τρεφθέντα σταδίων γείτονʼ Ὀλυμπιάδος,
Ἐνδυμίωνος παῖδʼ Αἰτωλὸν τόνδʼ ἀνέθηκαν
Αἰτωλοὶ σφετέρας μνῆμʼ ἀρετῆς ἐσορᾷν.
ΑΛΛΟ.
Ἥγνισα δʼ Ἑρμείαο δόμους, μεγάλης τε κέλευθα
Ματρὸς καὶ δὴ πρωτογόνου κούρας, ὅθι φασὶ
Μεσσήνην θεῖναι μεγάλαισι θεαῖσιν ἀγῶνα
Φλυάδεω Κλείνοιο γόνου Καύκωνι ἁδοῦσαν.
Θαύμασα δʼ ὡς σύμπαντα Λύκος Πανδιόνιος φὼς
Ἀτθίδος ἱερὰ ἔργα παρʼ Ἀνδανίῃ θέτο κεδνῇ.
ΑΛΛΟ.
Κλειτόριοι τόδʼ ἄγαλμα θεῷ δεκάταν ἀνέθηκαν
πολλᾶν ἐκ πολίων, χερσὶ βιασσάμενοι.
Καὶ ταύτης μετρηταὶ Ἀρίστων ἠδὲ Τελεστὰς
αὐτοκασίγνητοι χἄμα Λάκωνες ἔσαν.
ΑΛΛΟ.
Μαινάλιος Ξενοκλῆς νίκασα Εὐθύφρονος υἱός,
ἀπτὴς μουνοπαλᾶν τέσσαρα σώμαθʼ ἑλών.
ΑΛΛΟ.
Ὄ.....ος σʼ ἱέρωσʼ Ἀσκληπιῷ ἠδὲ ὁμοβώμοις
πρῶτος ἱδρυσάμενος θυσίαις θείαις ὑποθήκαις.
ΑΛΛΟ.
...θάνης μʼ ἀνέθηκεν Ἀθηναίᾳ πολιούχῳ
....ρίου δεκάτην τοῦ τέκνου εὐξαμένου.
ΑΛΛΟ.
Ὃς τόδʼ ἄγαλμʼ ἀνέθηκε, Φιλόστρατός ἐστʼ ὄνυμʼ αὐτοῦ·
πατρὶ δὲ τῷ τήνου Δαμοφόων ὄνυμα.
ΑΛΛΟ.
Ὦ τροφὲ Πουλυδάμαντος ἀνικάτου Σκοτόεσσα.
ΑΛΛΟ.
Οἵδʼ ἀπὸ πεντήκοντα νεῶν θάνατον προφυγόντες
πρὸς σκοπέλοισιν Ἄθω σώματα γῇ πέλασαν
δώδεκα, τοὺς δʼ ἄλλους ὄλεσεν μέγα λαῖτμα θαλάσσης
νῆάς τε στυγεροῖς πνεύμασι χρησάμενας.
ΑΛΛΟ.
Ξυνὸν Ἀθανοδώρου τε καὶ Ἀσωποδώρου τόδε ϝέργον·
χὠ μὲν Ἀχαιός, ὁ δʼ ἐξ Ἄργεος εὐρυχόρου.
ΑΛΛΟ.
Δειναγόρης μʼ ἀνέθηκεν ἑκηβόλῳ Ἀπόλλωνι.
ΑΛΛΟ.
Ἐπὶ τῇ Κλέωνος τοῦ ᾠδοῦ εἰκόνι ἐν Θήβαις.
Πυθέα υἱὸς ὅδʼ ἐστὶ Κλέων Θηβαῖος ἀοιδός,
ὃς πλείστους θνητῶν ἀμφέθετο στεφάνους
κρατὸς ἐπὶ σφετέρου, καί οἱ κλέος οὐρανόμηκες.
Χαῖρε, Κλέων, Θήβας πατρίδʼ ἐπευκλεΐσας.
ΑΛΛΟ.
Ἐν πολυθαήτῳ τεμένει Διὸς ὑψιμέδοντος
ἕστηκʼ, ἀνθέντων δημοσίᾳ Σαμίων.
ΑΛΛΟ.
Ἀθάνατον πάτρᾳ καὶ Ἀριστοκρίτῳ κλέος ἔργων,
Λύσανδρʼ, ἐκτελέσας δόξαν ἔχεις ἀρετᾶς.
ΑΛΛΟ.
Χαρμαντίδου Γοργίας Λεοντῖνος.
Τὴν μὲν ἀδελφὴν Δηικράτης τὴν Γοργίου ἔσχεν,
ἐκ ταύτης δʼ αὐτῷ γίγνεται Ἱπποκράτης,
Ἱπποκράτους δʼ Εὔμολπος, ὃς εἰκόνα τήνδʼ ἀνέθηκεν,
δισσῶν, παιδείας καὶ φιλίας, ἕνεκα.
Γοργίου ἀσκῆσαι ψυχὴν ἀρετῆς ἐς ἀγῶνας
οὐδείς πω θνητῶν καλλίονʼ ηὗρε τέχνην,
οὗ καὶ Ἀπόλλωνος γυάλοις εἰκὼν ἀνάκειται,
οὐ πλούτου παράδειγμʼ, εὐσεβείας δὲ τρόπων.
ΑΛΛΟ.
Πόλυλλος Πολλυλίδου Παιανιεύς.
Εἰκόνα τήνδʼ ἀνέθηκε Πολύστρατος, αὑτοῦ ἀδελφόν,
μνημοσύνην θνητοῦ σώματος ἀθάνατον.
ΑΛΛΟ.
Ἡδυγέλωτι χορῷ Διονύσια Σῖμος ἐνίκα,
μνημόσυνον δὲ θεῷ νίκης τόδε δῶρον ἔθηκεν,
δήμῳ μὲν κόσμον, ζῆλον πατρὶ κισσοφοροῦντι.
Τοῦδε δʼ ἔτι πρότερος στεφανηφόρον εἵλετʼ ἀγῶνα.
ΑΛΛΟ.
Τοιῶνδʼ ἀνδρῶν ἡ πόλις ὁππόταν αὖτις ἁμάρτῃ,
ἐχθροὶ στήσαιεν Ζηνὶ τροπαῖον ἔδος.
Κτώμενον εὔκλειαν δορὶ καὶ χερὶ τόνδε πρὸς ἀνδρὸς
.....στόκριτον ὤλεσε θοῦρος Ἄρης.
ΑΛΛΟ.
Ἐξ οὗ Κέκροπα λαὸς Ἀθηναίων ὀνομάζει
καὶ χώραν Παλλὰς τήνδʼ ἔκτισε δήμῳ Ἀθηνῶν,
οὐδεὶς Σωσιβίου καὶ Πύρρα μείζονα θνητῶν
φυλὴν Κεκροπιδῶν ἔργῳ ἔδρασʼ ἀγαθά.
ΑΛΛΟ.
Κήρυκʼ Ἀθανάτων Ἑρμῇ στῆσάν μʼ ἀγοραίῳ,
σοὶ μὲν, ἄναξ, δῶρον, κόσμου δʼ αὐτοῖσι τιθέντες
αὐτοκασίγνητοι παῖδες πατρὸς ἐξ Ἀγασίππου,
Πασικράτης Εὐωνυμεύς, Ἀγασικλῆς Εὐωνυμεύς.
ΑΛΛΟ.
Ἀργαλέου πολέμου κρυερὸν νέφος οἵδε φυγόντες
κλειναῖς οἰκοδομαῖς Τᾶνον θεὸν ἱδρύσαντο.
ΑΛΛΟ.
Εἰκόνα Φοίβῳ στῆσʼ ἀντιστὰς Φανόμαχος Σόου,
ἀθάνατον θνητῷ πατρὶ γέρας τελέσας,
Παιρισάδεος ἄρχοντος, ὅσην χθόνα τέρμονες ἄκροι
Ταύρων Καυκάσιός τʼ ἐντὸς ἔχουσιν ὅροι.
ΑΛΛΟ.
Σωθεὶς ἐκ μεγάλων κινδύνων, εἰκόνα τήνδε
στῆσεν Λυσίμαχος Παλλάδι Τριτογενεῖ.
ΑΛΛΟ.
«Ὡς ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι,»
εἶπε μελιγλώσσων ἴδρις ὁ Πιερίδων·
τοῦτʼ ἐτύμως ἐπʼ ἐμοὶ, φίλε, κέκριται· ἃν γὰρ ἀνεῖλεν
μνάμαν ἁ κακία, παῖς πάλιν εἰργάσατο.
Καλὰν δʼ ἐκσώζων γενέτᾳ χάριν, οὐ βιότου φῶς
δεύτερον, ἀλλὰ κλέους ἧψʼ ἱερὸν βίοτον.
Αἰνῶ Μουσάων σεμνὸν γένος· εἰς ἀρετὰν γὰρ
δῶκαν ἐμοὶ τέκνου ζῶσαν ἐϋφροσύναν.
ΑΛΛΟ.
Ἑλλήνων ἦρχον τότʼ Ὀλυμπία, ἡνίκα μοι Ζεὺς
δῶκεν νικῆσαι πρῶτον Ὀλυμπιάδα
ἵπποις ἀθλοφόροις· τὸ δὲ δεύτερον αὖτις ἐφεξῆς
ἵπποις· υἱὸς δʼ ἦν Τρώιλος Ἀλκινόου.
ΑΛΛΟ.
Ἐξ οὗτʼ Εὐρώπην Ἀσίας δίχα πόντος ἔνειμεν,
οὐδείς πω Λυκίων στήλην τοιάνδʼ ἀνέθηκεν
δώδεκα θεοῖς ἀγορᾶς ἐν καθαρῷ τεμένει,
νεικέων καὶ πολέμου μνῆμα τόδʼ ἀθάνατον·
Χέρσις δʼ Ἁρπάγου υἱός, ἀριστεύσας τάδε πάντων
χερσὶ πάλην Λυκίων τῶν τότʼ ἐν ἡλικίᾳ.
Πολλὰς δʼ ἀκροπόλεις σὺν Ἀθηναίᾳ πτολιπόρθῳ
πέρσας συγγενέσιν δῶκε μέρος βασιλείας.
Ὧν χάριν ἀθάνατόν οἱ ἀπεμνήσαντο δικαίαν·
ἑπτὰ δʼ ὁπλίτας κτεῖνεν ἐν ἡμέρᾳ Ἀρκάδας ἄνδρας,
Ζηνὶ δʼ ἔπει τροπαῖʼ ἀπὸ τῶν δʼ ἔστησεν ἁπάντων,
καλλίστοις δʼ ἔργοις κατὰ καὶ γένος ἐστεφάνωσεν.
ΜΑΜΕΡΚΟΥ.
Τάσδʼ ὀστρειογραφεῖς καὶ χρυσελεφαντηλέκτρους
ἀσπίδας ἀσπιδίοις εἵλομεν εὐτελέσιν.
ΑΔΕΣΠΟΤΟΝ.
Τιμόθεος φιλίας τε χάριν, ξύνεσίν τε προτιμῶν
Ἰσοκράτους εἰκὼ τήνδʼ ἀνέθηκε θεαῖς.
ΑΛΛΟ.
Ἰσοκράτους Ἀφαρεὺς πατρὸς εἰκόνα τήνδʼ ἀνέθηκε
Ζηνί, θεούς τε σέβων καὶ γονέων ἀρετήν.
ΑΛΛΟ.
Τοιάδε τις δείξας παραδείγματα παισὶν ἑαυτοῦ
μᾶλλον ὀρέξασθαι τῆς ἀρετῆς προτρέπει.
ΑΛΛΟ.
Κόσμον Ἄρης πατρίδι στῆσε ἐνθάδε παῖδα Πίδωνος
Τιμαγόραν, νίκης ναυμάχου ἡγεμόνα
ΑΛΛΟ.
Παμμάχον, ὦ Θήβα, κρατέοντά με παῖδας ἀγῶνα
καὶ τὸ πάλιν μεσάταν ἁλικίαν τίς ἐρεῖ
τοίας ἐκ προβολᾶς εὐάγκριτον; Ἅδε Νέμειος
νίκα μοι λεκτῶν ἦλθεν ἀπʼ ἠιθέων
πατρὸς δῶμα Τρίακος· ἄεθλα γὰρ οἱ παρὰ Δίρκᾳ
ἀμφαδὸν Ἑλλάνων πλεῖστα φέροντι νέοι.
ΑΛΛΟ.
Τήνδε Φιλωνίδεω τιμὴν ἱδρύσατο πατρίς,
εἰκόνα τὴν ἀρετῆς πὰρ Διὶ δεικνυμένη,
κοσμήσασα θεῷ θεῖον βροτῶν, οὗ βίος ἁγνός
καὶ λόγος ἔστεπται Νεστορέαις χάρισι.
ΑΛΛΟ.
Ὦ Λίνε, πάντα θεοῖσι τετιμένε, σοὶ γὰρ ἔδωκαν
Ἀθάνατοι πρώτῳ μέλος ἀνθρώποισιν ἀείδειν
ἐν ποδὶ δεξιτερῷ, Μοῦσαι δέ σε θρήνεον αὐταὶ
μυρόμεναι μολπῇσιν, ἐπεὶ λίπες ἡλίου αὐγάς.
ΒΟΙΣΚΟΥ.
Βόισκος ἀπὸ Κυζικοῦ, παντὸς γραφεὺς ποιήματος,
τὸν ὀκτάπουν εὑρὼν στίχον, Φοίβῳ τίθησι δῶρον.
ΑΔΕΣΠΟΤΟΝ.
Εἰκόνα τήνδʼ ἀνέθηκε Φορύστας παῖς ὁ Τρίακος
κήρυξ νικήσας καλὸν ἀγῶνα Διός·
ἄλλους τʼ ἀθλοφόρους πτανοῖς ποσὶν εἷλον ἀγῶνας,
εὐόλβου δὲ πάτρας ἄστυ καλὸν στεφανοῖ.
ΑΛΛΟ.
Τίκτε Τέχνα τὸν ἄριστον ἀμύντορα πατρίδος αἴης,
οἷον Ζεὺς ὦρσεν, οἷον Ὅμηρος ἔφη ....
ΑΛΛΟ.
Σῆς ἕνεκεν, Λητοῦς τοξαλκέτα κοῦρʼ, ἐπιπνοίας
τήνδʼ ἕλε Νικοκρέων τετράκερων ἔλαφον.
ΑΛΛΟ.
Ματρόπολίς μοι χθὼν Πέλοπος, τὸ Πελασγικὸν Ἄργος,
Πνυταγόρας δὲ πάτηρ, Αἰακοῦ ἐκ γενεᾶς·
Εἰμὶ δὲ Νικοκρέων, θρέψεν δέ με γᾶ περίκλυστος
Κύπρος, θειοτάτων ἐκ προγόνων βασιλῆ.
Στᾶσαν δʼ Ἀργεῖοί με χάριν χαλκοῖο τίοντες
Ἥρᾳ ὃν εἰς ἔροτιν πέμπον ἄεθλα νέοις.
ΑΛΛΟ.
Εἰκὼν ἥδε σαφὴς δηλοῖ τύπον· ἔργα δὲ καὶ νοῦς
νῦν ζώει παρὰ πᾶσι σαφῆ· σεμνὴ δέ με μοῖρα
ἤγαγεν εἰς ναὸν περικαλλέα Παλλάδος ἁγνῆς,
καὶ πόνον οὐκ ἀκλεᾶ τόνδʼ ἐλάτρευσα θεᾷ.
ΑΛΛΟ.
Ἐπί τινος ἔργου ἐπιγεγραμμένον ἐν Πυθοῖ.
Τεῦξʼ Ἑλικὼν Ἀκεσᾶ Σαλαμίνιος, ᾧ ἐνὶ χερσὶ
πότνια θεσπεσίην Παλλὰς ἔτευξε χάριν.
ΑΛΛΟ.
Σοὶ τόδʼ Ἀλέξανδρος Μακεδὼν κέρας ἄνθετο, Παιάν,
κάνθωνος Σκυθικοῦ χρῆμά τι δαιμόνιον,
ὃ Στυγὸς ἀχράντῳ Λουσηΐδος οὐκ ἐδαμάσθη
ῥεύματι, βάσταξεν δʼ ὕδατος ἠνορέην.
ΑΛΛΟ.
Οὐδὲ Τύχης σε δάμασσε παλιγκλίναντα τάλαντα,
δυσμενέων ὀλοὴν ὕβριν ἀλευάμενον·
..... ᾗ σε τέλος θανάτοιο κίχανεν,
ὡς παύρους προτέρων ἀνέρας ἀγχιθέων·
τῷ ῥα καὶ ἁζόμενος σοφίης ἑὸν ἡγητῆρα
στῆσεν Ἀλέξανδρος κλεινὸν ἅπασι θεόν.
ΑΛΛΟ.
Υἱὸν Νικομάχου σοφίης ἐπιίστορα πάσης
στῆσεν Ἀλέξανδρος θεῖον Ἀριστοτέλην.
ΑΛΛΟ.
Μουνοπάλης νικῶ δὶς Ὀλύμπια Πύθιά τʼ ἄνδρας,
τρὶς Νεμέᾳ, τετράκις δʼ Ἰσθμῷ ἐν ἀγχιάλῳ,
Χείλων Χείλωνος Πατρεύς, ὃν λαὸς Ἀχαίων
ἐν πολέμῳ φθίμενον θάψʼ ἀρετῆς ἕνεκεν.
ΑΛΛΟ.
Ὑπνώδης Φίλιος Κύπριος γένος ἐκ Σαλαμῖνος,
υἱὸς Ἀριστῶνος, Ναόλοχον εἶδεν ὄναρ,
Θεσμοφόρους τʼ ἁγνὰς, ποτνίας, ἐν φάρεσι λεοκοῖς·
ὄψεσι δʼ ἐν τρισσαῖς, ἥρωα τόνδε σέβειν
ἤνωγον πόλεως φύλακον χῶρον τʼ ἀπέδειξαν
ὧν ἕνεκα ἵδρυσεν τόνδε θειὸν Φίλιος.
ΑΛΛΟ.
Εἴ τις ἄρʼ ἀνθρώπων μὴ πείθεται οἷα παρʼ ἡμῖν
γίνεται, εἰς τήνδε γνώτω ἰδὼν ὑδρίαν·
ἣν οὐχ ὡς ἀνάθημα θεοῦ καλόν, ἀλλʼ ἐπίδειγμα
χειμῶνος μεγάλου θῆχʼ ἱερεὺς Στράτιος.
ΑΛΛΟ.
Νικίας με ἀνέθηκεν Ἀπόλλωνι, υἱὸς Θρασυμήδεος,
ἔργων ὧν ὁ πατὴρ ἠργάσσατο τὴν δεκάτην σοι.
ΑΛΛΟ.
Ἐμπεδίωνος παῖδες Ἀθηναῖοι δύʼ ἐνίκων,
Διοφάνης ἀγένειος ἐν Ἰσθμῷ παγκρατιαστής,
καὶ πρόγονος Στέφανος· ῥώμην δὲ χερῶν ἐπέδειξαν.
ΑΛΛΟ.
Εἰκόνα τήνδʼ ἀνέθηκεν Ἀπήμων πατρὸς ἑαυτοῦ
ἀθανάτοισι θεοῖς, κοσμῶν ἱερὰν Σαλαμῖνα.
ΑΛΛΟ.
Οὔριον ἐκ πρύμνης τις ὁδηγητῆρα καλείτω
Ζῆνα, κατὰ προτόνων ἱστίον ἐκπετάσας·
εἴτʼ ἐπὶ Κυανέας δίνας δρόμος, ἔνθα Ποσειδῶν
καμπύλον εἱλίσσει κῦμα παρὰ ψαμάθοις,
εἴτε κατʼ Αἰγαίην πόντου πλάκα νόστον ἐρευνᾷ,
νείσθω, τῷδε βαλὼν ψαιστὰ παρὰ ξοάνῳ.
Ὧδε τὸν εὐάντητον ἀεὶ θεὸν Ἀντιπάτρου παῖς
στῆσε Φίλων, ἀγαθῆς σύμβολον εὐπλοΐης.
ΑΛΛΟ.
Αἵδε ποτʼ Ἀσίδα γαῖαν ἐπόρθησαν πολύχρυσον,
αἵδε καὶ Ἕλλασιν δουλοσύναν ἔπορον.
Νῦν δὲ Διὸς ναῶ ποτὶ κίονας ὀρφανὰ κεῖται
τὰς μεγαλαυχήτω σκῦλα Μακεδονίας.
ΑΛΛΟ.
Ἡ μάλα δὴ ποθέουσα νέαν ἔτι Κυδίου ἥβην
ἀσπὶς ἀριζήλου φωτός, ἄγαλμα Διί,
ἇς διὰ δὴ πρώτας λαιόν ποτε πῆχυν ἔτεινεν,
εὖτʼ ἐπὶ τὸν Γαλάταν ἤκμασε θοῦρος Ἄρης.
ΑΛΛΟ.
.......................
....................
Πεζοὶ δʼ ἱππῆές τε γέρας θέσαν, οὓς προέηκεν
δᾶμος ὁ Βοιωτῶν τοῦδε μεθʼ ἁγεμόνος
ῥυσομένους Ὀπόεντα, βαρὺν δʼ ἀπὸ δεσμὸν ἑλόντες
φρουρᾶς Λοκροῖσι τεῦξαν ἐλευθερίαν.
ΑΛΛΟ.
Ἐσθλοῖς οὐ κενεὰ μόχθων χάρις· ἔργα δὲ χειρῶν
τᾶς γνώμας μύθων πολλὸν ἀφαυρότερα·
οἷς καὶ Ἀγεστράτου υἱὸς ἐν ἀστοῖσιν Ξενόφαντος
καὶ ξείνοις ἀρετᾶς ἄξια πόλλʼ ἔκαμε.
Φαντὶ καὶ οἱ ταύταν νόστου χάριν εἰκόνα θέντες,
ταῦτα καὶ εὐκλειῶν γράμματα πιερίδων.
ΑΛΛΟ.
Βαιὸν ὁδοιπορίης ἔτι λείπεται· ἀλλὰ πρὸς αἶπος
τὴν ὀλίγην ἀνύσεις ἀτραπιτὸν διέπων
χειρὸς ἀφʼ ἡμετέρης λαιῆς, ξένε· κἀμὲ προσείπας
χαίρειν, εἰσστείχεις πρὸς φιλίου τέμενος
ἥρωος Ἀντιγόνου. Μοῦσαι δέ σοι εἴ τι νέμουσιν
ἐσθλὸν, ἀπάρχεσθαι δαίμοσιν ἐκ μελέτης·
καὶ γὰρ ἀοιδοῖσιν θυμέλη καὶ σηκὸς ὑπʼ ἄγκει
τῷ ἐπιγόνου κούρῳ ξυνὸς ὁμευνετίδος,
καὶ δρόμος ἠιθέοισιν ἱδρύεται ἠδὲ παλαίστρη
λουτρά τε καὶ ταρσῷ Πὰν ὁ μελιζόμενος.
Ἀλλʼ ἀσινὴς ἔρχευ καὶ ἀπʼ Ἀρκαδίης τεμενουρὸν
Ἑρμῆν οὐ μέμψει τρηχέος ἐκ Φενέου.
ΚΑΛΛΙΜΑΧΟΥ.
Κόγκος ἐγὼ, Ζεφυρῖτι, παλαίτερον· ἀλλὰ σὺ νῦν με,
Κύπρι, Σεληναίης ἄνθεμα πρῶτον, ἔχεις
ναυτίλον· ὃς πελάγεσσιν ἐπέπλεον, εἰ μὲν ἀῆται,
τείνας οἰκείων λαῖφος ἀπὸ προτόνων,
εἰ δὲ Γαληναίη, λιπαρὴ θεός, οὖλος ἐρέσσων
ποσσί νιν, ὡς ἔργῳ τοὔνομα συμφέρεται.
Ἔκ τʼ ἔπεσον παρὰ θῖνας Ἰουλίδος, ὄφρα γένωμαι
σοί τε περίσκεπτον παίγνιον, Ἀρσινόη,
μηδʼ ἐμοὶ ἐν θαλάμῃσιν ἔθʼ, ὡς πάρος — εἰμὶ γὰρ ἄπνους —
τίκτηται νοτερῆς ὤεον Ἀλκυόνης.
Κλεινίου ἀλλὰ θυγατρὶ δίδου χάριν· οἶδε γὰρ ἐσθλὰ
ῥέζειν, καὶ Σμύρνης ἐστὶν ἀπʼ Αἰολίδος.
ΗΔΥΛΟΥ.
Ἡ διαπινομένη Καλλίστιον ἀνδράσι — θαῦμα,
κοὐ ψευδὲς — νῆστις τρεῖς χόας ἐξέπιεν·
ἧς τόδε σοί, Παφίη, ζωροῖς μέτροισι θυωθὲν
κεῖται πορφυρέης Λέσβιον ἐξ ὑέλου·
ἥν γε σάου πάντως, ὡς καὶ πάλι τῶν ἀπʼ ἐκείνης
σοὶ τοῖχοι γλυκερῶν σῦλα φέρωσι πόθων.
ΠΟΣΕΙΔΙΠΠΟΥ.
Τοῦτο καὶ ἐν ποταμῷ καὶ ἐπὶ χθονὶ τῆς Φιλαδέλφου
Κύπριδος ἱλάσκεσθʼ ἱερὸν Ἀρσινόης,
ἣν ἀνακοιρανέουσαν ἐπὶ Ζεφυρηΐδος ἀκτῆς
πρῶτος ὁ ναύαρχος θήκατο Καλλικράτης.
Ἡ δέ τοι εὐπλοΐην δώσει, καὶ χείματι μέσσῳ
τὸ πλατὺ λισσομένοις ἐκλιπανεῖ πέλαγος.
ΦΑΛΑΙΚΟΥ.
Χρυσωτὸν κροκόεντα περιζώσασα χιτῶνα
τόνδε Διωνύσῳ δῶρον ἔδωκε Κλεώ,
οὕνεκα συμποσίοισι μετέπρεπεν· ἶσα δὲ πίνειν
οὔτις οἱ ἀνθρώπων ἤρισεν οὐδαμά πω.
ΑΔΕΣΠΟΤΟΝ.
Δεξιτερήν, παράγων κῆπον, ξένε, τοῦτο χαράδρης
... χεῦμα λιπών, ἀτραπὸν ἐξανάβα.
Εἰ δʼ ......... καὶ πατρὶ ἐπείγῃ
ἱερά, τῆς λαίης βαῖνε διʼ αἱμασιέων.
Οὗτοι καί μʼ ἐκάμοντο τὸν ἐν γονάτεσσι Πρίηπον
ἔργα καὶ βωμοὺς συγγενέων ἐφορᾶν.
ΕΡΑΤΟΣΘΕΝΟΥΣ.
Εἰ κύβον ἐξ ὀλίγου διπλήσιον, ὦ ʼγαθέ, τεύχειν
φράζεαι, ἢ στερεὴν πᾶσαν ἐς ἄλλο φύσιν
εὖ μεταμορφῶσαι, τόδε τοι πάρα, κἂν σύ γε μάνδρην,
ἢ σιρόν, ἢ κοίλου φρείατος εὐρὺ κύτος,
τῇδʼ ἀναμετρήσαιο, μέσας ὅτε τέρμασιν ἄκροις
συνδρομάδας δισσῶν ἐντὸς ἕλῃς κανόνων.
Μηδὲ σύ γʼ Ἀρχύτεω δυσμήχανα ἔργα κυλίνδρων,
μηδὲ Μενεχμείους κωνοτομεῖν τριάδας
δίζηαι· μηδʼ εἴ τι θεουδέος Εὐδόξοιο
καμπύλον ἐν γραμμαῖς εἶδος ἀναγράφεται.
Τοῖςδε σύ γʼ ἐν πινάκεσσι μεσογράφα μυρία τεύχοις
ῥεῖά κεν, ἐκ παύρου πυθμένος ἀρχόμενος.
Εὐαίων Πτολεμαῖε πατήρ, ὅτι παιδὶ συνηβῶν
πάνθʼ ὅσα καὶ Μούσαις καὶ βασιλεῦσι φίλα
αὐτὸς ἐδωρήσω· τὸ δʼ ἐς ὕστερον, οὐράνιε Ζεῦ,
καὶ σκήπτρων ἐκ σῆς ἀντιάσειε χερός.
Καὶ τὰ μὲν ὣς τελέοιτο· λέγοι δέ τις ἄνθεμα λεύσσων·
Τοῦ Κυρηναίου τοῦτʼ Ἐρατοσθενέους.
ΑΔΕΣΠΟΤΟΝ.
Ἐπὶ τῇ Ἀράτου εἰκόνι χαλκῇ.
Βουλαὶ μὲν καὶ ἄεθλα, καὶ ἁ περὶ Ἑλλάδος ἀλκὰ
τοῦδʼ ἀνδρὸς στάλαις πλάθεται Ἡρακλέους·
ἄμμες δʼ εἰκόνʼ, Ἄρατε, τεάν, νόστοιο τυχόντες,
στάσαμεν ἀντʼ ἀρετᾶς ἠδὲ δικαιοσύνας
σωτῆρος, σωτῆρσι θεοῖς, ὅτι πατρίδι τᾷ σᾷ
δᾶμον ἴσον, θείαν τʼ ὤπασας εὐνομίαν.
ΑΛΛΟ.
Πατρὸς ἀριζήλοιο Πολυκρίτου υἷα σὺν ἵππῳ
δέρκεο Βοιωτῶν ἀρχὸν ἀεθλοφόρων·
δὶς γὰρ ἐνὶ πτολέμοις ἁγήσατο τὰν ἀσάλευτον
νίκαν ἐκ πατέρων τηλόθεν ἀρνύμενος,
καὶ τρίτον ἱππήων· Ὀπόεντα δὲ πολλάκι τάνδε
καὶ χερὶ καὶ βουλᾷ θῆκʼ ὀνομαστοτέραν,
ἐν δʼ ἀρχαῖς ἀχάλινος ὑπʼ ἀργύρου ἔπλετο πάσαις,
ἀστῶν εὐνομίας θέσμια παρθεμένων·
τῷ καὶ ἀείμναστον Νικασιχόρῳ κλέος ἔσται,
πίστις ἐπεὶ πάντων κοίρανος ἁγνοτάτα.
ΑΛΛΟ.
Ἀρχία υἱὸς ὅδʼ ἔστʼ Ἀλκαίνετος, ὃς δορὶ σώζων
πατρίδος ἀκρόπολιν τέρμʼ ἔλαβεν βιότου.
ΑΛΛΟ.
Ἀντιπάτροιο θύγατρα νέην ἔτι Καλλικλείαν
Λίνδος ἀνέστασεν πρεσβυτάτα πολίων,
μάμμης ἠϋκόμοιο χαριζομένη γεράεσσιν
ἥ ποτε καὶ χρυσῆν εἰκόνα θῆκε Κόρης.
ΑΛΛΟ.
Εὐρυδίκη Ἱεραπολιῆτις τόνδʼ ἀνέθηκε
Μούσαις, εὔιστον ψυχῇ ἑλοῦσα πόθον.
Γράμματα γὰρ, μνημεῖα λόγων, μήτηρ γεγαυῖα
παίδων ἡβώντων, ἐξεπόνησε μαθεῖν.
ΑΛΛΟ.
Χαῖρέ μοι, κάλλιστε καλῶν ἠιθέων Πολύστρατε,
ἀλκίμῳ μάλιστα πάντων Ἡρακλεῖ τετιμένε,
ὃς πάλαι δάμης ὑπʼ αἰχμῆς θουρίων Μολινιδᾶν,
πυκνὸν Ἀλκίδῃ κορύσσων οὐλαμὸν παραστάτης,
ἔγχος ὀξύνας σιδήρῳ τὸ πρὶν ἐστομωμένον.
Ἀλλʼ ἔθνησκες· ἐκ δʼ ἄρʼ ὄσσων οὐ πάρος δεδευμένων
Ἡρακλεῖ κατῆλθε δάκρυ καὶ γοηρὸν ἴαχεν,
χαλκέῳ χαίτην δʼ ἄπλεκτον ἐσκύθιξε φασγάνῳ .....
ΑΛΛΟ.
Σωκράτης … Σωκράτους Θορίκιος.
Οὐ δοῖεν σεμνᾶς ἂν ἀπὸ φρενὸς ἄξια Μοισᾶν
δῶρά σοι Ὠγυγίων υἷες Ἐριχθονιδᾶν·
τοὔνεκά σοι τέχνας ἔδοσαν τέρας· αἱ γὰρ Ἀθᾶναι
σπεύδουσιν τοιῷδʼ ἀνδρὶ τεκεῖν χάριτα.
ΑΛΛΟ.
Χερσί τε καὶ τέχναις ἔργων τόλμαις τε δικαίαις,
θρεψαμένη τέκνων γενεάν, ἀνέθηκε Μέλιννα
σοὶ τήνδε μνήμην, θεὰ Ἐργάνη, ὧν ἐπόνησεν,
μοῖραν ἀπαρξαμένη κτεάνων, τιμῶσα χάριν σήν.
ΑΛΛΟ.
Ἐπὶ νεοπολιτᾶν προστατᾶν ἀφικόμαν
Ἑρμᾶς Ἀφροδίτᾳ πάρεδρος· ἀλλὰ χαίρετε.
Οἵτινες δʼ οἱ προστάται, γραφὴ παροῦσα σημανεῖ·
Τιμοκλείδας, Κριταγόρας, Ἀριστάγαθος, Σιλεωνίας,
Τιμοτέλης, Πάννικος, Εὐκλῆς, Κρέων, Φίλων, Ἀρχέστρατος,
Ἀγαθόδωρος, Ξενόκριτος, Τελέσων, Πολιάνθης, Σωσικλῆς.
ΑΡΙΣΤΟΚΡΕΟΝΤΟΣ.
Τόνδε νέον Χρύσιππον Ἀριστοκρέων ἀνέθηκε,
τῶν Ἀκαδημιακῶν στραγγαλίδων κοπίδα.
ΑΔΕΣΠΟΤΟΝ
Ζηνὸς ἰὼ κραιπναῖσι γεγαθότες ἱπποσύναισι,
κοῦροι ἰὼ Σπάρτας Τυνδαρίδαι βασιλεῖς,
Αἰνεάδας Τίτος ὔμμιν ὑπέρτατον ὤπασε δῶρον,
Ἑλλήνων τεύξας παισὶν ἐλευθερίαν.
ΑΛΛΟ.
Τόνδε σοι ἀμβροσίοισιν ἐπὶ πλοκάμοισιν ἔθηκε
κεῖσθαι, Λατοΐδα, χρυσοφαῆ στέφανον,
ὃν πόρεν, Αἰνεαδᾶν ταγὸς μέγας· ἀλλʼ Ἑκάεργε,
ἀλκᾶς τῷ θείῳ κῦδος ὄπαζε Τίτῳ.
ΑΛΛΟ.
Νόσσος Μυρμιδόνος κούραν Διὸς ἄνθετο παῖδα
Ἄρτεμιν εὐόλβῳ τῷδε παρὰ προπύλῳ,
Φοίβῳ Ἀγυεῖ τάνδε νέμων χάριν, οὗ περὶ κρατὶ
δάφνας εὐσάμους κλῶνας ἀναστρέφεται,
ἄλλας τοι τιμὰς ἐπιθήσων, Φοῖβʼ ἐπὶ τῷδε,
ὡς ἄρα τᾷ μεγάλᾳ τέρψῃ ἐπʼ εὐσεβίᾳ.
ΑΛΛΟ.
Τεῦξεν Ἀριστομένης Μεσσάνιος Ἀγία υἱός.
ΟΝΕΣΤΟΥ.
Ὠρανία.
Ἀστέρας ἠρεύνησα σοφῇ φρενὶ πατρί τʼ ἐοικὸς
οὔνομʼ ἔχω· λέγομαι δʼ ἡ Διὸς Οὐρανίη.
ΤΟΥ ΑΥΤΟΥ.
Πολύμνια.
Θεί
Ἡ Ζηνὸς Διὶ τόνδε Πολύμνια νέκταρος ἀτμὸν
πέμπω, τὴν ὁσίην πατρὶ τίνουσα χάριν.
ΤΟΥ ΑΥΤΟΥ.
Θάλεια.
σπι
Θάλειʼ ἐπʼ εἰρήνης σοφίη ..... γαῖα πᾶσα·
εἰρήνῃ λοιβὰς τάσδε Θάλεια χέω.
ΤΟΥ ΑΥΤΟΥ.
Τερψιχόρα.
δες
Κισσὸς Τερψιχόρῃ, Βρομίῳ δὲ πρέψεν ὁ λωτός,
τῇ μὲν ἵνʼ ἔνθεος ᾖ, τῷ δʼ ἵνα τερπνότερος.
ΑΔΗΛΟΝ.
Αὕτη Μνημοσύνη, Διὸς εὐνέτις, ἣ τέκε Μούσας.
ΑΛΛΟ.
Θεῖον Ἀλέξανδρον, τὸν ὁμώνυμον, ἄλσεϊ μέσσῳ
ὁ γνώριμός μʼ ἔστησε τὸν διδάσκαλον.
ΑΛΛΟ.
Ὦ μάκαρ, ὦ Φιλέταιρε, σὺ καὶ θείοισιν ἀοιδοῖς
καὶ πλάστῃσιν, ἄναξ, εὐπαλάμοισι μέλεις,
οἳ τὸ σὸν ἐξενέπουσι μέγα κράτος, οἱ μὲν ἐν ὕμνοις,
οἱ δὲ χερῶν τεχνὰς δεικνύμενοι σφετέρων,
ὥς ποτε δυσπολέμοις Γαλάταις θοὸν Ἄρεα μίξας
ἤλασας οἰκείων πολλὸν ὑπέρθεν ὅρων,
ὧν ἕνεκεν τάδε σοι Νικηράτου ἔκκριτα ἔργα
Σωσικράτης Δήλῳ θῆκεν ἐν ἀμφιρύτῃ,
μνῆμα καὶ ἐσσομένοισιν ἀοίδιμον· οὐδέ κεν αὐτὸς
Ἥφαιστος τέχνην τῶνγε ὀνόσαιτʼ ἐσιδών.
ΑΛΛΟ.
Τοῦτο Λυκόρτα παιδὶ πόλις περικαλλὲς ἄγαλμα
ἀντὶ καλῶν ἔργων εἵσατο Πουλυβίῳ.
ΑΛΛΟ.
Παλλὰς Ἐρεχθειδᾶν ἀρχαγέτι, σὸν κατὰ ναὸν
ἅδε τοι ἱδρύθη φιλτέρα Ἡρακλέους,
Βουταδέων ἐτύμων ἐξ αἵματος, ἇς γενέτωρ μὲν
ταγὸς ἔφυ στρατιᾶς πεντάκι Παυσίμαχος,
τοὶ πρόγονοι δʼ ἄνθησαν ἐν Αἰγείδαισι Λυκοῦργος
χὠ χθονὶ τιμάεις Ἀτθίδι Διογένης,
ὧν τῷ μὲν ῥήτωρ λόγος ἅνδανεν, τοῦ δὲ διʼ ἔργα
ἔδρακεν ἀρχαίαν πατρὶς ἐλευθερίαν.
ΑΛΛΟ.
Εἴ τι πάθος μερόπων γεραὸς νόος εὗρʼ ἐνὶ τέχνᾳ
φαμὶ σέ νυν κατιδεῖν εὐξυνέτοις πραπίσι,
κρίναντʼ ἰητρῶν σοφὰ δόγματα καὶ τὸ περισσὸν
ἐκ βύβλων ψυχῆς ὄμματι δρεψάμενον,
Εὐιάδος τʼ, Ἀργαῖε, πορεῖν γάνος ἁμερίοισιν
οἴνας, γυιοπαγεῖς ῥυόμενον καμάτους·
ἀνθʼ ὧν σοῦ τέχνας ἐρατὸν κλέος οὔποτʼ ὀλεῖται,
λαμπρότερον δʼ ἄστρων ἔσσεται οὐρανίων.
ΑΛΛΟ.
Εἰκόνα σου, Πολύκλεις, ἀνὰ παστάδα τάνδε πολῖται
θῆκαν· ὁ μυριέτης δʼ οὐ μαρανεῖ σε χρόνος·
ἐν βουλαῖς μὲν ἄριστον, ἀγῶσι δὲ τοῖς περὶ πάτρας
ἄλκιμον, ἐν δὲ βίῳ σώφρονα δερκόμενοι.
ΑΛΛΟ.
Εἷς δρόμος, εἷς στέφανος· νίκης κρίσις ἀμφοτέροισιν
ἔλλαχεν ἰσοταχής· οὔνομα δʼ Ἱππόλυτος.
Ταῦτα δὲ κηρύσσοντος ἀκούσας Εὔαγρος ἡμῶν
στῆσεν ἀγωνοθέτης εἰκόνας ἀμφοτέρων.
ΑΛΛΟ.
Εὐσεβέσιν κλήροις, Ποσιδώνιε, τρίς σε λαχόντα
δέρκομαι, ἐν Διδύμοις στέμμασιν ἀθανάτοις,
τοῖον ὃν Ἀπόλλων σε προφήτην ἠσπάσατʼ αὐτός,
λῆμμα, κρίσιν μητρός τʼ εὐσεβίην δικάσας·
οὗ κλέος οὐδʼ αἰὼν ἐπιλήσεται· ἄνδρα γὰρ εἶδεν
τῶν πρὶν λειτουργῶν οὐδενὶ λειπόμενον.
ΑΛΛΟ.
Σοῦ λάμπει μὲν δόξα, καλοῖς δʼ ἐσθλὰν χάριν ἔργοις
ὤπασεν ἁ κλεινὰ πρεσβυτέρων ξύνοδος,
εἰκόνʼ ἀναστήσασα σέθεν, μορφᾶς τύπον ἔμπνου,
καί σʼ ἐν Ὁμηρείῳ γυμνασίῳ θεμένα,
πᾶσιν δʼ ἔγνωσεν Θεογείτονος υἷα Μεγακλέα,
ἀνδριάντα καλὸν δεῖγμʼ ἀρετᾶς θεμένα.
ΑΛΛΟ.
Πρῶτος ἐγὼ Τρώων Πισάτιδος ἔρνει ἐλαίας
στεφθεὶς καρύχθην, τοὔνομʼ Ἀκεστορίδης.
Καὶ μὰν καὶ Λουσοί με κατέστεφον ἠδʼ Ἐπίδαυρος
καὶ Φενεὸς Νεμέα τʼ ἴαχεν ἀθλοφόρον·
ἦ ῥα τόθʼ Ἑρμοκρέοντος ἐς υἱέα λείπετο πώλων
αἷμα παλαιγενέων κραιπνοῦ Ἐριχθονίου.
ΑΛΛΟ.
Λαμπάδα νικήσας σὺν ἐφήβοις τήνδʼ ἀνέθηκα
Εὐτυχίδης, παῖς ὢν Εὐτυχίδου Ἀσθμονεύς.
ΑΛΛΟ.
Διφίλου Ἀνθεμίων τόνδʼ ἵππον θεοῖς ἀνέθηκεν.
θητικοῦ ἀντὶ τέλους ἱππάδʼ ἀμειψάμενος.
ΑΛΛΟ.
Ἀμφότερʼ, ὠρχεύμην τε καὶ ἐν Μώσαις ἐδίδασκον
ἄνδρας· ὁδʼ αὐλητὰς ἦν Ἄνακος Φιαλεύς.
Εἰμὶ δὲ Βακχείδας Σικυώνιος· ἦ ῥα θεοῖσιν
τᾷ Σικυῶνι καλὸν τοῦτʼ ἀνέκειτο γέρας.
ΑΛΛΟ.
Ἀσπίδα καὶ Νίκην Παλλὰς χερὶ θῆκα γελῶσα·
ἄλλων οὐ χρῄζω πρὸς Κύπριν ἐρχομένη·
Κεκροπίδης μʼ ἀνέθηκε πάτρης ἄπο πατρίδʼ ἐς ἄλλην
Ἑρμόδοτος Παφίοις Φειδιακὴν χάριτα.
ΚΟΡΝΗΛΙΟΥ ΣΥΛΛΑ.
Τόνδε σοι αὐτοκράτωρ Σύλλας ἀνέθηκʼ, Ἀφροδίτη,
ὥς σʼ εἶδον κατʼ ὄνειρον ἀνὰ στρατιὴν διέπουσαν,
τεύχεσι τοῖς Ἄρεος μαρναμένην ἔνοπλον.
ΑΔΕΣΠΟΤΟΝ.
Ὑπέρτατε κοίρανε κόσμου καὶ χθονός, Σάραπι,
ὀχοῦσά τε κρατὶ σελήνην ἀμφίκυρτον, Ἴσι,
ὑμῖν τάδε καίρια τέχνης χαλκὸν εἲς καμούσης
ἱδρύσατο τῆς Θεοπείθους εἰκόνος τύπωμα
Ἐνυαλίου κατʼ ἔνοπλον σχῆμα Μητρόδωρος,
νέοισι τὸν ἄρσενα τέκνου θυμὸν ἐκκαλύπτων
ὃν ἔσχε δὶς ἐννέα πλήθων τοὺς ἐτῶν ἀριθμοὺς
πάτρας ὕπερ εἰς φονόεσσαν δηίων φάλαγγα.
ΑΔΗΛΟΝ.
Νείλου περάσας καρποφόρον μέγαν πόρον
Δημήτριος ἥκω πρὸς μεγάλην Ἴσιν θεάν,
μνείαν ἐπʼ ἀγαθῷ τῶν γονέων ποιούμενος
καὶ τῶν ἀδελφῶν καὶ φίλων μου κατʼ ὄνομα.
ΑΛΛΟ.
Εὔοδε Πάν, σοὶ τόνδε πάις Γλαύκου πόρε κόσμον
Ζηνόδοτος σωθεὶς γῆς ἀπὸ τῆς Ἀράβων.
ΑΛΛΟ.
Ξεῖνον τιμήσαντες, ὁδοιπόροι, ἥρωα τόνδε
εὔοδον, εἶτʼ αὐτοὶ στείχετε σωζόμενοι.
Φείδων Ἀμβρύωνος ὁ Κρὴς ἀνέθηκε τὸ γράμμα
καὶ τιμάς, ἥρως, ᾧ δίδου εὐτυχίαν.
ΑΛΛΟ.
Ἔστησεν Βρομίῳ Διοκλῆν Τιμοστράτου υἱὸν
ἐνθάδε τεχνιτῶν μουσοπόλων σύνοδος.
ΚΑΤΙΛΙΟΥ.
Καίσαρι ποντομέδοντι καὶ ἀπείρων κρατέοντι
Ζανί, τῷ ἐκ Ζανὸς πατρός, Ἐλευθερίῳ,
δεσπότᾳ Εὐρώπας τε καὶ τῆς Ἀσίδος, ἄστρῳ ἁπάσας
Ἑλλάδος, ὃς σωτὴρ Ζεὺς ἀνέτειλε μέγας,
Ἴσιδος ἐν νάσῳ Κατίλιος ἁγνὸν ἔθηκε
γράμμʼ ἀπʼ Ἀλεξάνδρου δεῦρο μολὼν πόλιος,
καὶ μέγαν ἐκ μεγάλων Τουρράνιον, ἄνδρα δίκαιον,
Αἰγύπτω πάσας φέρτατον ἁγεμόνα,
στάλᾳ ἐνεστάλωσεν, ἵνʼ εἰς τόδε νάσω ἔδεσθλον
πᾶς ὁ μολὼν ὑμνῇ τὸν χθονὸς ὀλβοδόταν·
τᾷδε Φίλαι φωνεῦντι· καλὸν πέρας Αἰγύπτοιο
ἐμμὶ καὶ Αἰθιόπων γᾶς ὅριον νεάτας.
ΤΟΥ ΑΥΤΟΥ.
ΚΑ Κἀμὲ τὸν εὐτέχνου φωτὸς στίχον, ὦ φίλε, βῆμα
ΤΙ τίμιον ἀμπαύσας ἔκμαθε καὶ χάρισαι
ΛΙ λιταῖς ἱστορίαις λιτὸν πόνον, οἷα πέπαιγμαι
ΟΥ οὐδένα μηνύων, οὗπερ ἔφυν γενέτου.
ΤΟΥ Τοῦ δὲ καλοῦ πλώσας, φησί, ξένε, χεύματα Νείλου
ΚΑΙ καιρὸν ἔχω φωνεῖν· χαίρετε πολλὰ, Φίλαι.
ΝΙ Νικῶμαι πέτραις τε καὶ οὔρεσιν, ὦ καταράκται·
ΚΑ κἀγὼ ἔχω τεύχειν ἱστορικὴν σελίδα
ΝΟ νοστήσας καὶ ἰδὼν Νικάνορα καὶ γένος, ἄλλο
ΡΟΣ ρος κατάλοιπον ἔχω· τοῦτο γάρ ἐστι τέλος.
ΤΟΥ ΑΥΤΟΥ.
........... καὶ Φίλαι
.......... κατὰ ψυχὰν χάριν·
Νείλου δʼ ἐπελθὼν ἀμβολὰς Κατίλιος
σοφὸν λαβὼν γραφεῖον εἰς μνάμαν τόδε
μναμεῖον ἁγνὸν ἐνεκόλαψʼ ἐν ἱαρῷ,
ἐμοῖς προσώποις τὰς καλὰς δρακὼν Φίλας.
Τὸ σεμνὸν εἴ τῳ μὴ συνέζευκται, ξένε,
μισητὸς ἀστοῖς ἐστʼ, ἀνιηρὸς θεοῖς·
ὁ δʼ εὐσεβὴς ὢν οὐδὲ κάρφος ἐβλάβη,
...................
φίλος βροτοῖσι καὶ θεοῖς τιμωμένος·
Ἑρμῆς δὲ τόνδε καὶ καλὴ σώζοι Κύπρις.
ΑΔΕΣΠΟΤΟΝ.
Ἤλθομεν Αἰγύπτοιο πέρας, περικαλλέα νῆσον,
Ἴσιδος Ἰναχίης γαῖαν ἐποψόμενοι
καὶ Νείλου βαθὺ χεῦμα, ὃς Αἴγυπτον πολύολβον
αἰὲν ἔτος σώζει Καίσαρος εὐτυχίαις.
Χαῖρε, ἄνασσα Φιλῶν· χαίροις θʼ ἅμα καὶ σύ, Σάραπι,
γαῖαν ἐναντιπέρα ναίων, Ἄβατον πολύσεμνον,
καὶ πέμψαις σώους ἐς Κρόνου ἐμπόριον.
ΑΛΛΟ.
Νῆσον ἔς, Αἰγύπτοιο πέρας, περικαλλέα, σεμνήν,
Ἴσιδος, Αἰθιόπων πρόσθεν, ἀφιξάμενοι,
εἴδομεν ἐν Νείλῳ ποταμῷ νέας ὠκυπορούσας
ἀξιθέους αἳ ναοὺς ἤγαγον Αἰθιόπων
γαῖαν ἐς ἡμετέρην πυρηφόρον, ἀξιθέωρον,
ἣν πάντες βροτοὶ ἄνδρες ἐπὶ χθονὶ σεμνύνυσιν
ΑΛΛΟ.
Φθέγξαο, Λατοΐδα· σὸν γὰρ μέρος ὧδε κάθηται
Μέμνων, ἀκτῖσιν βαλλόμενος πυρίναις.
ΚΕΛΣΟΥ.
Ἴσιδι καρποτόκῳ Κέλσος τόδε γράμμʼ ἀνέθηκα
μνησθεὶς ἧς ἀλόχου καὶ τεκέων φιλίων,
καὶ πάτρης γλυκερῆς Πτολεμαΐδος, ἣν ἐπόλισσεν
Σωτὴρ Ἑλλήνων Νιλογενὲς τέμενος.
ΑΔΕΣΠΟΤΟΝ.
Ἰούνιος ἔνθα Σαβῖνος ἔχων ἱππαΐδα πόρπαν
ἷκτο Συηναίας ἑσμὸν ἄγων στρατιᾶς,
ἃ πανεορτεύουσαν ἑοῖς ἐγάνωσεν ἰάκχοις
Ἶσιν τὰν σώζειν κόσμον ἐπισταμέναν .....
αὐτὰ δʼ Ἴσις ἐθαυμασάμην .........
... ἱππείας ἧκεν ἔχων ἀγέλας,
οὗτος γὰρ κατὰ μῶλον ἕεις τότε καὶ πάρος ἀνὴρ
....... καὶ στέφος ἁρμόσατο.
ΑΣΚΛΗΠΙΟΔΟΤΟΥ.
Ζώειν, εἰναλίη Θέτι, Μέμνονα, καὶ μέγα φωνεῖν
μάνθανε, μητρῴῃ λαμπάδι θαλπόμενον,
Αἰγύπτου Λιβυκῇσιν ὑπʼ ὀφρύσιν, ὧν ἀποτάμνει
καλλίπυλον Θήβην Νεῖλος ἐλαυνόμενος,
τὸν δὲ μάχης ἀκόρητον Ἀχιλλέα, μήτʼ ἐνὶ Τρώων
φθέγγεσθαι πεδίῳ, μήτʼ ἐνὶ Θεσσαλίῃ.
ΑΛΛΟ.
Ἁ νίκα πύκταισι διʼ αἵματος· ἀλλʼ ἔτι θερμὸν
πνεῦμα φέρων σκληρᾶς παῖς ἀπὸ πυγμαχίας
ἔστα παγκρατίου βαρὺν ἐς πόνον· ἁ μία δʼ ἀὼς
δὶς Δωροκλείδαν εἶδεν ἀεθλοφόρον.
ΑΛΛΟ.
Πόπλιος Κορνήλιος, Εἰρηναίου υἱὸς, Ἀρίστων Ἐφήσιος,
παῖς παγκρατιαστὴς, νικήσας Ὀλυμπιάδι σξʹ, Διὶ Ὀλυμπίῳ.
Οὗτος, ὁ παιδὸς ἀκμὴν ἀνδρὸς δʼ ἐπικείμενος ἀλκήν,
οὗτος, ἐφʼ οὗ τὸ καλὸν καὶ σθεναρὸν βλέπεται,
τίς, πόθεν εἶ, τίνος, εἰπέ, τίνων ἐπινείκια μόχθων
αὐχήσας ἔστης Ζηνὸς ὑπὸ προδόμοις;
—Εἰρήναιος ἐμοὶ γενέτης, ξένε, τοὔνομʼ Ἀρίστων,
πατρὶς Ἰωνογενὴς ἀμφοτέρων Ἔφεσος·
ἐστέφθην ἀνέφεδρος Ὀλύμπια παγκρατίῳ παῖς,
τρισσὰ κατʼ ἀντιπάλων ἆθλα κονισάμενος.
Ἀσίδι μὲν πάσῃ κηρύσσομαι, εἰμὶ δʼ Ἀρίστων
κεῖνος, ὁ παγκρατίῳ στεψάμενος κότινον,
Ἑλλὰς ὃν εἶπε τέλειον, ὅτʼ εἶδέ με παιδὸς ἐν ἀκμῇ
τὴν ἀνδρῶν ἀρετὴν χερσὶν ἐνεγκάμενον·
οὐ γὰρ ἐν εὐτυχίῃ κλήρου στέφος, ἀλλʼ ἐφεδρείης
χωρὶς, ἀπʼ Ἀλφειοῦ καὶ Διὸς ἠσπασάμην·
ἑπτὰ γὰρ ἐκ παίδων παλάμας μόνος οὐκ ἀνέπαυσα,
ζευγνύμενος δʼ αἰεὶ πάντας ἀπεστεφάνουν·
τοίγαρ κυδαίνω γενέτην ἐμὸν Εἰρήναιον
καὶ πάτρην Ἔφεσον στέμμασιν ἀθανάτοις.
ΑΛΛΟ.
Ἦλθον δὲ καὶ ἐγὼ πρὸς σέ, Πᾶν, Θηβῶν ἄπο
Ἀθηνίωνος ἔκγονος Ποσείδηος.
ΑΛΛΟ.
Τᾶς μελέτας ἄνθημα διάκτορον ἔνθα με κεδνοὶ
θέντο παλαιστριτᾶν ἠιθέων φύλακα,
ἔργμασιν εὐτάκτοισι μεμαλότες ἄκρον ἔφηβοι
καὶ φιλίαι Χαρίτων τε ἄμμιγʼ ὁμοφροσύναι,
τοὶ περὶ γυμνασίαρχον ἀεὶ μεδέοντα Φίλισκον
σωφροσύνας, Σῖμον τʼ ἔγγονον Ἀρχαγόρου,
οὕνεκʼ ἐγὼ πινυτᾶτα καὶ ἀγλαὸν ἤθεσι κόσμον
δῶκα καὶ ἐκ μώμου πάντοθεν εἰρυσάμην.
ΑΛΛΟ.
Δόξαν συνεφήβοις. χρηστότητος εἵνεκεν
Κάλλιππος Ἀντιφῶν τε τὸν κοσμήτορα.
ΑΛΛΟ.
Τόνδε ἀπὸ δᾳδούχων ἱερῆς μητρός τε γεγῶτα,
ἣ τελετὰς ἀνέφαινε θεοῖν παρʼ ἀνάκτορα Δηοῦς,
Αἴλιον Ἀπολλώνιον, κλεινὸν κοσμήτορα παίδων,
στῆσεν ὁμώνυμος υἱός, ὃς ἄρχων ἦεν ἐφήβων.
ΑΛΛΟ.
Ἱππέα Ῥωμαίων τὸν ἐν ἠιθέοισιν ἔφηβον,
Κήρυκος Ζήνωνος ἀφʼ αἵματος υἱέος υἱόν,
Ζήνωνος Ζήνωνα, κλυτῶν προγόνων κλυτὸν ἔρνος,
πατρὸς καὶ μητρὸς Στρατόλας παραμύθιον εἶναι.
ΑΛΛΟ.
Φουνισουλανὸς ἐνθαδὶ Χαρίσιος
στρατηγὸς Ἑρμώνθιός τε καὶ Λάτων πάτρης,
ἄγων δάμαρτα Φουλβίαν ἀνήλυθεν
σοῦ, Μέμνον, ἠχήσαντος ἕνεκʼ, ἐπεὶ μήτηρ
ἡ σὴ χυθεῖσα σὸν δέμας ἀμφʼ Ἠὼς στέφει·
θύσας τε καὶ σπείσας τε καὶ κλύων σαφῶς
τοῦτʼ αὐτὸς ἠύτησεν εἰς σεῖο κλέος·
Λάλον μὲν Ἀργὼ παῖς ἐὼν ἐγὼ ʼμάθον,
λάλον δὲ φηγὸν τὴν Διὸς Πελασγικοῦ,
σὲ δʼ αὐτὸν ὄσσοις μοῦνον ἐδράκην ἐμοῖς,
ὡς αὐτὸς ἠχεῖς καὶ βοήν τινʼ ἐκχέεις.
Τοῦτον δέ σοι χάραξε τὸν στίχων χόρον,
ὅσʼ εἶπες αὐτῷ, φίλτατος, τελῶν πάλιν.
ΑΛΛΟ.
Εὐφράτης πάις ἦλθον, ἔθʼ αἱ πλοκαμῖδες ἐπῆσαν·
ἑξάκι νικήσας πατρίδʼ ἐπηυκλείσα.
ΙΟΥΛΙΑΣ ΒΑΛΒΙΛΛΗΣ.
Μέμνονα πυνθανόμαν Αἰγύπτιον ἁλίω αὔγᾳ
αἰθόμενον φωνῆν Θηβαϊκῶ ʼπὺ λίθω·
Ἀδριανὸν δʼ ἐσιδὼν τὸν παμβασιλῆα πρὶν αὔγας
ἀελίω, Χαίρην εἶπέ ϝοι, ὡς δυνοτόν.
Τιτὰν δʼ ὅττʼ ἐλάων λευκοῖσι διʼ αἰθέρος ἵπποις
ἐν σκίᾳ ὡράων δεύτερον ἦχε μέτρον,
ὡς χαλκοῖο τυπέντος ἴη Μέμνων πάλιν αὐδὰν
ὀξύτονον χαίρων, καὶ τρίτον ἆχον ἴη.
Κοίρανος Ἀδριανὸς χάρε, δὶς δʼ ἀσπάσσατο καὖτος
Μέμνονα· καὶ Βαλβίλλα κάμε ϝοισι πόνοις
γρόππατα σαμαίνοντά τʼ ὄσʼ εὔϝιδε κὤσσʼ ἐσάκουσε·
δᾶλον παῖσι δʼ ἔγεντʼ ὤς ϝε φίλεισι θέοι.
ΤΗΣ ΑΥΤΗΣ.
Ἔκλυον αὐδήσαντος ἐγὼ ʼπὺ λίθω Βάλβιλλα
φωνὰς τᾶς θείας Μέμνονος ἢ Φαμένωθ.
Ἦνθον ὔμοι δʼ ἐρατᾷ βασιληΐδι τῇδε Σαβίννᾳ·
ὥρας δὲ πρώτας ἅλιος ἦχε δρόμου.
Κοιράνω Ἀδριάνω πέμπτῳ δεκότῳ τʼ ἐνιαυτῷ.
φῶτα δʼ ἔχεσκεν Ἄθυρ εἴκοσι καὶ πέσυρα
εἰκόστῳ πέμπτῳ δʼ ἄματι μηνὸς Ἄθυρ.
ΤΗΣ ΑΥΤΗΣ.
Χθίσδον μὰν κλύομες τῷ Μέμνονος ἀντιάσαντες,
ὂς πάλιν ἀλλοτρίως λᾶξεν ἄναυδος ἔων·
πρήσθη γὰρ σέπτα μόρφα βασιληΐδος, αἰ μὴ
ἐλθοίσᾳ γʼ αὔτᾳ θήιον ἆχον ἴῃ.
Μὴ καί τοι βασίλευς κοτέσῃ, ὄ νυ δᾶρον ἀνία
τὰν σέμναν κατέχει κουριδίαν ἄλοχον.
Χὠ Μέμνων τρέσσαις μεγάλως μένος ἐκ βασιλήων
ἐξαπίνας αὔδασ· ἂ δʼ ὀίοισʼ ἐχάρη.
ΤΗΣ ΑΥΤΗΣ.
Χαῖρε, καὶ αὐδάσαις πρόφρων ἔμε .....,
τὰν.................
γλῶσσαν μέν τοι τ.............
Καμβύσαις ἄθεος ...........
δῶκέν τοι ποίναν τῷ σῷ οἰκτίρματος ἠδʼ ἇς
τόλμας, ἇς Ἆπιν .........
ἀλλʼ ἔγω οὐ δοκίμωμι σέθεν τό ......
ψύχαν δʼ ἀθανάταν .........
Εὐσέβεες γὰρ ἐμοὶ γένεται σέ .....
Βάλβιλλός τε σόφος κἀντίοχος .....
Βάλβιλλος γένετʼ ἐκ μᾶτρος βασιλήιδος Ἄκμας,
τῶ πάτερος δὲ πάτηρ Ἀντίοχος βασίλευς·
κήνων ἐκ γενέας κἄγωλόχον αἷμα τὸ κᾶλον,
Βαλβίλλας δʼ ἔμεθεν γρόπτα τόδʼ εὐσέβεος,
ΤΗΣ ΑΥΤΗΣ …
Αὐτὸς καὶ γεραρῶ, Μέμνον, πάι Τιθωνοῖο,
Θηβάας θάσσων ἄντα Διὸς πόλιος
ἢ Ἀμένωθ, βασίλευ Αἰγύπτιε, τὼς ἐνέποισιν
ἵρηες μύθων τῶν παλάων ἴδριες. ............
ΓΕΜΕΛΛΟΥ.
Θῆκέ σε φωνήεντα θεὰ ῥοδοδάκτυλος Ἠώς,
σὴ μήτηρ, κλυτὲ Μέμνον· ἐελδομένῳ μοι ἀκοῦσαι
σῆς φωνῆς· λυκάβαντι περικλυτοῦ Ἀντωνίνου
δωδεκάτῳ καὶ μηνὶ Παχὼν τρισκαίδεκʼ ἔχοντι
ἤματα δίς, δαῖμον, τεῦ ἐσέκλυον αὐδήσαντος,
ἠελίου λίμνης περικαλλέα ῥεῖθρα λιπόντος.
Τὸν πάλαι ἀντολίης βασιλῆά σε θῆκε Κρονίων
οἰκουρὸν πέτρου, φωνὴν δʼ ἀπὸ πέτρου ἕηκας.
Ταῦτα δʼ ἔγραψε Γέμελλος, ἀμοιβαδὶς ἐνθάδʼ ἀνελθὼν
σὺν κεδνῇ ἀλόχῳ Ῥουφίλλῃ καὶ τεκέεσσι.
ΑΔΕΣΠΟΤΟΝ.
Τούτοις τοῖς ἐλέγοις Πετρωνιανός σε γεραίρω
αὐδήεντι θεῷ μουσικὰ δῶρα διδούς,
πατρόθεν οὔνομʼ ἔχων Λουκίλιος, Ἰταλὸς ἀνήρ.
Ἀλλὰ σύ μοι ζώειν δηρόν, ἄναξ, χαρίσαι.
Πολλοὶ ἅμα στείχουσι δαήμεναι, ἦ ῥʼ ἔτι Μέμνων
τοῦ λοιποῦ γῆρυν σώματος ἐντὸς ἔχει.
Αὐτὰρ ὅ γε στείνων κεφαλῆς τʼ ἄτερ ἥμενος αὐδᾷ
ὕβριν Καμβύσεω μητέρι μεμφόμενος·
εὖτʼ ἂν δʼ Ἠέλιος φαέθων ἀκτῖνας ἀνίσχῃ,
ἦμαρ σημαίνει τοῖς παρεοῦσι βροτοῖς.
ΚΑΙΚΙΛΙΑΣ ΤΡΕΒΟΥΛΛΗΣ,
δεύτερον ἀκουσάσης Μέμνονος.
Αὐδῆς τὸ πρόσθεν μοῦνον ἐξακούσαντας
νῦν ὡς συνήθεις καὶ φίλους ἠσπάζετο
Μέμνων ὁ παῖς Ἠοῦς τε καὶ Τιθωνοῖο.
Αἴσθησιν ἆρα τῷ λίθῳ καὶ φθέγματα
ἡ φύσις ἔδωκε δημιουργὸς τῶν ὅλων;
ΤΗΣ ΑΥΤΗΣ.
Ἔθραυσε Καμβύσης με τόνδε τὸν λίθον,
βασιλέως ἑῴου εἰκόνʼ ἐκμεμαγμένον.
Φωνὴ δʼ ὀδυρμὸς ἦν πάλαι μοι, Μέμνονος
τὰ πάθη γοῶσα, ἣν ἀφεῖλε Καμβύσης.
Ἄναρθρα δὴ νῦν κἀσαφῆ τὰ φθέγματα
ὀλοφύρομαι τῆς πρόσθε λείψανον τύχης.
ΑΛΛΟ.
Μάρκιος Ἑρμογένης ἔκλυον μέγα φωνήσαντος
Μέμνονος, ἀντέλλουσαν ἰδόντος μητέρα σεμνήν.
ΠΑΙΩΝΟΣ.
Αὐδήεντά σε, Μέμνον, ἐγὼ Παίων ὁ Σιδήτης
τὸ πρὶν ἐπυνθανόμην, νῦν δὲ παρὼν ἔμαθον.
ΜΕΤΤΙΟΥ ΠΑΙΩΝΟΣ.
Εἰ καὶ λωβητῆρες ἐλυμήναντο δέμας σόν,
ἀλλὰ σύ γʼ αὐδήεις, ὡς κλύον αὐτὸς ἐγώ.
Μέττιος, ὦ Μέμνον, Παίων τάδʼ ἔγραψε Σιδήτης.
ΚΑΤΟΥΛΟΥ.
Εἰ καὶ λωβητῆρες ἐλυμήναντο κολοσσόν,
θειοτάτου νύκτωρ ὀμφὴν ἔπι Μέμνονος ἦλθον·
ἔκλυον ἧς Κάτουλος ταγὸς ὁ Θηβαΐδος.
ΠΑΡΔΑΛΑ.
Ὁ Σαρδιηνὸς Παρδαλᾶς δὶς ἤκουσα·
μεμνήσομαί σου κἀν ἐμῇσι βύβλοισιν.
ΦΑΛΕΡΝΟΥ.
Μέμνων οἶδε λαλεῖν ὅσα ῥήτωρ, οἶδέ τε σιγᾶν,
εἰδὼς καὶ φωνῆς νεῦρα καὶ ἡσυχίας·
καὶ γὰρ ἰδὼν Ἠῶ τὴν μητέρα, τὴν κροκόπεπλον
ἤχησεν λιγυρῆς ἡδύτερον λαλίης.
Ταῦτα Φάλερνος ἔγραψε ποιητὴς ἠδὲ σοφιστὴς
ἄξια καὶ Μουσῶν, ἄξια καὶ Χαρίτων.
ΑΡΕΙΟΥ.
Ὦ πόποι, ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι.
Ἦ μάλα τις θεὸς ἔνδον, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν,
ἤυσεν φωνῇ κατὰ δʼ ἔσχεθε λαὸν ἅπαντα.
Οὐ γάρ πως ἂν θνητὸς ἀνὴρ τάδε μηχανόῳτο.
Ἀρείου Ὁμηρικοῦ ποιητοῦ ἐκ Μουσείου ἀκούσαντος.
ΑΡΡΙΑΝΟΥ.
Σὸν δέμας εὔσκευον τεῦξαν θεοὶ αἰὲν ἐόντες
φεισάμενοι χώρης πυρίδα μαζομένης,
ἐς μέσον εὐθύναντες ἀρουραίοιο τραπέζης,
νήσου πετραίης ψάμμον ἀπωσάμενοι.
Γείτονα πυραμίδων τοίην θέσαν εἰςοράασθαι,
οὐ τὴν Οἰδιπόδαο βροτοκτόνον, ὡς ἐπὶ Θήβαις,
τῇ δὲ θεᾷ Λητοῖ πρόςπολον ἁγνοτάτην,
τὴν ἐπιτηροῦσαν πεποθημένον ἔσθλον Ὄσειριν,
γαίης Αἰγύπτοιο σεβάσμιον ἡγητῆρα,
οὐράνιον, μέγαν, αὐτομέδοντα .....
εἴκελον Ἡφαίστῳ, μεγαλήτορα .....
....................
γαῖαν ἀθυρῶσθαι ............
ΟΥΡΑΝΙΟΥ.
Θηβαίας σύριγγας ἐγὼ καὶ Μέμνονα σεμνὸν
θαύμασα τῆς τέχνης Οὐράνιος κυνικός.
ΗΡΑΚΛΕΙΟΥ.
Πάσας μὲν σύριγγας ἐθαύμασεν Ἡράκλειος·
ἀλλὰ λέγει πάντων Μέμνονα θειότατον.
ΚΑΤΥΛΛΙΝΟΥ.
Ἔνθʼ ἀναβὰς ἐχάραξε Κατυλλῖνος ἐν προθυραίοις
τέχνην θαυμάζων λατομιῶν ἱερῶν.
ΑΔΕΣΠΟΤΟΝ.
Ἀγαθῇ τύχῃ.
Τήρης Παίων ... Ἀπόλλωνος ἑταῖρον
Ὀρφέα δαιδαλέης θῆκεν ἄγαλμα τέχνης,
ὃς θῆρας καὶ δένδρα καὶ ἑρπετὰ καὶ πετεηνὰ
φωνῇ καὶ χειρῶν κοίμισεν ἁρμονίῃ.
ΑΔΗΛΟΝ,
Ἀμφὶ παραστάσι ταῖσδε Σαραπίδος ἑστίαι ἁγναί·
βωμὸν Βαρκαιὸς Καρνεάδης ἔθετο,
Εὐκρίτου υἱός, ξεῖνε, νεώκορος ἅ θʼ ὁμόλεκτρος
Πύθιας ἁ τήνου καὶ θυγάτηρ Ἐράσω.
Ἀνθʼ ὧν ὦ κραίνουσα Διὸς μεγαλαυχέας οἴκους,
θυμάρην βιοτᾶς ὄλβον ἔχοιεν ἀεί.
ΙΟΥΝΙΩΡΟΣ.
Ἀκταῖς τὴν ὅμορον Σινοητίσιν Ἀφρογένειαν,
ξεῖνε, πάλιν πελάγους βλέψον ἀνερχομένην·
ναοί μοι στίλβουσιν ὑπʼ Ἤιονος, ἥν ποτε κόλποις
Δρούσου καὶ γαμετῆς θρέψεν ἄθυρμα δόμος.
Ἐκ δὲ τρόπων Πειθώ τε καὶ Ἵμερον ἔσπασε κείνης
πᾶς τόπος, εἰς ἱλαρὴν ἄρτιος εὐφροσύνην·
Βάκχου γὰρ κλισίαις με συνέστιον ἐστεφάνωσεν,
εἰς ἐμὲ τῶν κυλίκων ὄγκον ἐφελκομένη·
πηγαὶ δʼ αὖ περὶ πέζαν ἀναβλύζουσι λοετρῶν,
παῖς ἐμὸς ἃς καίει σὺν πυρὶ νηχόμενος·
μή με μάτην, ξεῖνοι, παροδεύετε γειτνιόωσαν
Πόντῳ καὶ Νύμφαις, Κύπριδα, καὶ Βρομίῳ.
ΑΔΕΣΠΟΤΟΝ.
Τόνδε Λυκοκλείδης καὶ Ξειναγόρας κατʼ ὄνειρον
τῷ ξείνων ἐφόρῳ βωμὸν ἔθεντο Διί.
ΑΛΛΟ.
Ὑψιμέδων, ὕπατε πάτερ εἰρήνης βαθυκάρπου,
σὸν Ἐλαίου βωμὸν ἱκετεύομεν ἡμεῖς,
Θρήικες οἱ ναίοντες ἀγακλυτὸν ἄστυ τὸ .....
Ἀρτεμίδωρος σὺν ἀδελφῷ τε καὶ τεκέεσσιν,
οὕνεκά οἱ ἐπένευσας ἰδεῖν ἁλὸς ἔκτοθε γαῖαν.
ΑΛΛΟ.
Λατυέων ἁ πόλις
Σώσανδρον Τολμαίου εὐεργέτην τοῖς θεοῖς.
Τὸν μέγαν ἐν βουλαῖς τε καὶ ἤθεσι καὶ φρενὸς ἀλκῇ
Σώσανδρον, κλεινῶν ἔκγονον Αἰνιέων,
Τολμαίου κλυτὸν υἷα πόλις Λάτυια φιλόπλου
χάλκεον ἀντʼ ἀρετᾶς εἵσατο τᾷδε θεοῖς·
τόνδε γὰρ ἁγητῆρα διʼ εὐξυνέτοιο μερίμνας
σωτῆρα, κτίστην, ἄλλον ἔδεκτο Δία.
Ἡρώων θρέπτειρʼ, ἐναρηφόρε, πότνιʼ, ἀγώνων
σὸν κλέος, εἰ τοιούσδʼ ἄνδρας ἔχεις, Ὑπάτα.
ΑΛΛΟ.
Κούρᾳ καὶ Δάματρι οἶκον καὶ ἄγαλμʼ ἀνέθηκεν
Χρυσογόνης μήτηρ, Ἱπποκράτους δʼ ἄλοχος,
Χρύσινα, ἐννυχίαν ὄψιν ἰδοῦσʼ ἱεράν·
Ἑρμῆς γάρ νιν ἔφησε θεαῖς Ταθνῇ προπολεύειν.
ΑΛΛΟ.
Κοσμητεύοντος Ἀθηναίου, σύστρεμμʼ ἀνέθηκεν
τῶν ἰδίων πολέμαρχος Ἀπολλοφάνης συνεφήβων.
ΑΛΛΟ.
Ἑρμᾶν Ἀλέξανδρος μʼ Ἀλεξάνδρου πατρός
ἔστασʼ ἐφήβων εὐκλεᾶ κοσμήτορα.
ΑΛΛΟ.
Ἆθλα τὰ τῆς νίκης Ὡράριος Ἡρακλείτου
λαμπάδας Ἑρμείᾳ θῆκε καὶ Ἡρακλέι.
ΑΛΛΟ.
Διονυσόδωρος ἦρχε, Δεξικλῆς μʼ ὅτε
νίκης ἄεθλον ἔλαβεν ηἰθέων χορῷ.
ΑΛΛΟ.
Ἄρχων Διονυσόδωρος Εὐκάρπου τέχνης
πάσης με κῦδος κωμικῆς, τραγικῆς, χορῶν,
τὸν διθύραμβον τρίποδα θῆκʼ Ἀσκληπιῷ.
ΑΛΛΟ.
Ἰητῆρι νόσων, φαεσιμβρότῳ Ἀπόλλωνι
ἄνασσαν Ἐφέσου, Κρησίαν φαεσφόρον,
εὐχὴν ἔθηκεν Εὔτυχος τέκνων ὕπερ.
ΑΛΛΟ.
Ὃν βασιλῆς ἔστεψαν ἐπʼ εὐδικίῃ βιότοιο
καὶ σταδίοις ἱεροῖς στῆσαν ἀεθλοθέτην,
ξυστάρχην Κεκρόπεσσι καὶ ἀθλητῆρσι Τρύφωνα,
πάτρη κοσμητὴν παισὶν ἑοῖς ἔθετο,
κλεινότατον Κεκρόπων ἐρικύδεος ἕρμα πόληος,
σωφροσύνης παίδων ῥύτορα καὶ βιότου.
ΑΛΛΟ.
Νίκας Ἀλκιβιάδου σημήιον ἐνθάδε κεῖμαι·
στᾶσε δέ μʼ οὐ μολπᾶς, ἀλλʼ ἀρετᾶς ἄεθλον.
ΑΛΛΟ.
Φοίβῳ ἀκειρεκόμῃ καὶ υἱεῖ βωμὸν ἔθηκεν
ἀρητὴρ Μαΐωρ α...........
ΑΛΛΟ.
Φοῖβον ἀκερσεκόμην, ἑκατηβόλον Ἀπόλλωνα
ἱδρυσάμην Σήμων, κόσμον ἐμῇ πατρίδι.
ΑΛΛΟ.
Σοὶ τόδε, συρικτά, ὑμνηπόλε, μείλιχε δαῖμον,
ἁγνὲ λοετροχόων κοίρανε Ναϊάδων,
δῶρον Ὑγεῖνος ἔτευξεν, ὃν ἀργαλέης ἀπὸ νούσου
αὐτός, ἄναξ, ὑγιῆ θήκαο προσπελάσας·
πᾶσι γὰρ ἐν τεκέεσσιν ἐμοῖς ἀναφανδὸν ἐπέστης
οὐκ ὄναρ, ἀλλὰ μέσου ἤματος ἀμφὶ δρόμους.
ΑΛΛΟ.
Ἄνθετο μέν μʼ Ἐπίδαυρος Ἀριστείδαο Φίλιππον
Περγαμόθεν, θείας κοίρανον ἱστορίας·
ἀγλάισαν δέ μʼ ἄνδρες, ἐπεὶ πολεμογράφον αὐδὰν
ἔκλαγον ἁμερίων κόσμον ἐπερχόμενος.
ΑΛΛΟ.
Καὶ τόνδʼ ἠλύσιός τε δόμος καὶ χω.....
Γλαυκίου υἷα μιῆς δεύτερον .....
Ζηνὸς ἐνὶ προὔχοντα χοροστασίῃ .....
αὐτοκασιγνήτῳ ξύνδρομον .....
Ἀλλʼ ἐπὶ καὶ τῷ στῆσε πόλις τόδʼ .....
λάινον ἀτμήτου σᾶμα θε.....
ΑΛΛΟ.
Σοὶ πλάκα τήνδʼ ἀνέθηκα, κόρη Διὸς ὑδατόεσσα,
πηγὴ Νυμφάων ἄφθιτε, νᾶμα φίλον·
ἔνθα πάλαι βασιλῆες ἀπὸ πτολέμοιο καμόντες
ἔγχεα καὶ κόρυθας κάτθεσαν ἱππολόφους,
ἐξ οὗ δὴ Δορύκναμα τεὸς λάχεν οὔνομα χῶρος,
χῶρος ὅδε χλιαρῇ τερπόμενος λιβάδι.
Πάντα δέ σοι νῦν ταῦτα διεργατίναις παλάμαισι
τρισσὸν ὑπὸ λυκάβαντʼ ἀκάματος τελέω.
ΑΛΛΟ.
Εἰκόνα κοσμητοῦ Ἑρμείου παῖς Θεόδωρος
Ἡρακλέους ἱερῆος ἀνέστησεν σὺν ἐφήβοις.
ΑΛΛΟ.
Σχῆμα τόδʼ Ἑρμείαο καὶ εἰκόνας Ἡλιοδώρου
κεστροφόροι ξυνῷ τῷδʼ ἀνέθεντο τύπῳ·
τοῦ μὲν, ἐπεὶ θεός ἐστι καὶ εὔαδε παισὶν ἐφήβοις,
τοῦδʼ, ὅτι κοσμητῶν ἔξοχον εἷλε κλέος.
ΑΛΛΟ.
Εἰκόνα τήνδε Ποθεινὸς ἐν ἐφήβοισι παλαίστραν
τεύξας κοσμητοῦ θήκατο Νυμφοδότου.
ΑΛΛΟ.
Ἦρχε μὲν Ἡρώδης, κοσμήτεε δʼ ἐσθλὸς Ἰάκχου
ἱροπόλος νυχέων μυστιπόλων … οδων·
Διογένης δʼ ἐχάραξʼ ἑτάρου ʼνεκα Μαρκιανοῖο,
τάνδε γραφάν, φιλίης μνημόσυνον θέμενος·
τῶν δʼ ἄρʼ ὁ μὲν Πτολεμαῖον ἐπώνυμον ἔλλαχε φυλᾶς,
χἅτερος Ἡρακλέους ἔγγονον Ἀντίοχον.
ΑΛΛΟ.
Ἑρμῆν Χρυσίππου κοσμήτορος ἐσθλοὶ ἔφηβοι
ἀντʼ ἀρετῆς πάσης θῆκαν ἀριπρεπέως.
ΑΛΛΟ.
Συνέφηβοι Δαμοκράτους.
Δαμοκράτη, νέον Ἑρμείαν, υἱὸν Διοκλῆος,
ἀμφὶ παλαίστραισιν στήσαμεν ἡμετέραις,
παῖδες ἀνίκατοι, σθεναροὶ, κρατεροὶ συνέφηβοι,
Ἑρμάωνι θεῷ πλεῖον ἀγαλλόμενοι·
βουλαῖσι πινυτοῖο Φιλουμένου, ὃς πλέον ἄλλων
ἐστὶν ἐπιστατέων γυμνασίαις πρύτανις.
ΑΛΛΟ.
Μήτηρ Μαρκιανοῦ, θυγάτηρ Δημητρίου εἰμί.
Τοὔνομα σιγάσθω· τοῦτʼ ἀποκλῃζομένη,
εὖτέ με Κεκροπίδαι Δηοῖ θέσαν ἱεροφάντιν,
αὐτὴ ἀμαιμακέτοις ἐγκατέκρυψα βυθοῖς·
οὐκ ἐμύησα δʼ ἐγὼ Λακεδαιμονίης τέκνα Λήδης,
οὐδὲ τὸν εὑράμενον παυσινόσους ἀκέσεις·
οὐδὲ τὸν Εὐρυσθῆι δυώδεκα πάντας ἀέθλους
ἐξανύσαντα μόγῳ καρτερὸν Ἡρακλέα·
τὸν χθονὸς εὐρυχόρου δὲ καὶ ἀτρυγέτης μεδέοντα,
τὸν καὶ ἀπειρεσίων κοίρανον ἡμερίων,
ἄσπετον ὃς πάσαις πλοῦτον κατέχευε πόλεσσιν,
Ἀδριανόν, κλεινῆς δʼ ἔξοχα Κεκροπίης.
ΑΛΛΟ.
Σοί, Παιῆον ἄναξ, Ἀσκληπιέ, τήνδʼ ἀνέθηκεν
εὐξάμενος στήλην λαϊνέην ὁ Βάλης,
νούσου ἐπεί μʼ ἀκέσω βαρυαλγέος, οὕνεκα τῶν πρὶν,
ὧν πάθον, ἰαθεὶς ἐκ σέθεν, οἶδα χάριν.
Τοῦ δʼ αὖ μέλλοντος λοιποῦ βίου, ὅν γε διάξω,
ἕξω σοι ψυχὴν αἰεὶ ὀφειλέτιδα.
ΑΛΛΟ.
Σωτῆρʼ ἀνθρώπων Ἀσκληπιὸν ἰητῆρα,
ὃς φρενὸς ἐξ ἰδίης γράμματʼ ἐφεῦρε σοφά,
Πλειστάρχου Δοκιμεὺς Ἀσκληπιάδης ἀνέθηκε
πατρὶ τέκος, Παιὰν ὡς ἐκέλευσεν ἄναξ.
Ἱλήκοις, ὦ Φοῖβε, σὺν υἱεῖ τῷδʼ Ὑγίειαν,
δοίη θʼ ὑμετέρην ὑμνολογοῦντι χάριν.
ΑΛΛΟ.
Ἀμφὶ λίθῳ, σωτὴρ Ἀσκληπιέ, χρυσὸν ἔχευεν
...νος ὑπὲρ τέκνων Σιλουίου εὐξάμενος.
ΑΛΛΟ.
Ἀσκληπιῷ ἰητῆρι Διὸς Σωτῆρος ἄγαλμα
σὺν βάσει ἀργυρέῃ γύψου μεστῇ ἀνέθηκεν,
ἄσταθμον ὡς εἴη καὶ ἀτίμητον καὶ ἄχραντον.
ΑΛΛΟ.
Ζηνὸς καὶ Μαίας ἐρικυδέος ἀγλαὸν Ἑρμῆν
εὐκάρπου στῆσεν τόνδʼ ἐπὶ φυταλίης
Βάκχων Ζωοῦς υἱός, ὅπως ῥαδινὴ διὰ παντὸς
ἄμπελος ὡραῖον καρπὸν ἔχῃ βοτρύων.
Ἀλλʼ ἵλαος, ὦναξ, Ζωοῦς γένος εὔφρονι θυμῷ
σῶζε, διδοὺς αὐτοῖς ἄφθονον ὄλβον ἀεί.
ΑΛΛΟ.
Πισαῖοι Σπερχειὸν ἀμύμονος εἵνεκα μολπῆς.
ΑΛΛΟ.
Δῆμος Ἐρεχθείδης με Νέρωνα δὶς εἵσατʼ ἐφήβων
σωφροσύνης ἄρχοντα, κλέος τέ μοι ὤπασεν ἐσθλόν,
στέμμασιν ἰφθίμοισιν ἐπασσυτέροισι πυκάσσας.
ΑΛΛΟ.
Ἄλλοτε μὲν σταδίοις με κατέστεφεν Ἑλλὰς ἅπασα
ἅρματι νικήσαντα Διὸς Πισαῖον ἀγῶνα.
ἄλλοτε δʼ ἐν Νεμέῃ, Πυθοῖ δίς, πέμπτον ἐν Ἰσθμῷ,
εὐμόχθου νίκης ἆθλα φέροντα πάτρῃ,
ἑξήκονθʼ ἱερῶν ὧν ἔλαβον στεφάνων
ἐν πλείστοις ἱεροῖς, οἷς θέμα κεῖτο μόνον.
ΑΛΛΟ.
Ἄλλοις παυσαμένοισιν, ἀεθλεύοντι δὲ μούνῳ
Πορφυρίῳ βασιλεὺς τοῦτο δέδωκε γέρας·
πολλάκι νικήσας γὰρ ἑοὺς πόρεν ὠκέας ἵππους,
λάζετο δʼ ἀντιπάλων καὶ πάλιν ἐστέφετο.
Ἔνθεν ἔην Πρασίνοις ἔρις ἄσπετος, ἔνθεν ἀϋτή·
«ὡς Βενέτους, τέρψῃ, κοίρανε, καὶ Πρασίνους.»
ΑΛΛΟ.
Ἑρμῆν Ναϊάδων συνοπάονα θῆκέ με τῇδε
ἐσθλὸς ἀνὴρ κρήνης Κάρπος ἐπʼ ἀενάου.
ΑΛΛΟ.
Ἑρμῆ τετρακέφαλε, καλὸν Τελεσαρχίδου ἔργον,
πάνθʼ ὁράᾳς.
ΑΛΛΟ.
Ἑρμῆς δίκαιος εἰμί, καί με Σώστρατος
ἔστησʼ ἔλεγχον τῶν δικαίων καὶ ἀδίκων.
ΑΛΛΟ.
Οὔρεσι Ταλλαίοισιν ἱδρυμένε Μαιάδος Ἑρμῆ,
σπονδὴν καὶ θυσίην δέξο φιλοφρόσυνος,
ἥν σοι Σαλούιος Μηνᾶς λοιβαῖσι γεραίρει,
κτήσεος ἐξ ὁσίης ψυχικὰ δῶρα διδούς.
Καὶ πρὶν μὲν ζώσης ἀλόχου φάος εἰσοροώσης,
σὺν κείνῃ κατʼ ἔτος σοὺς ἐγέραιρε τόπους.
Ἀνθʼ ὧν δʼ ἐγχρονίσας ἐπετήσιον οὐκ ἀπέδωκε,
συμβίου ἁγνοτάτας τοῦδε καταφθιμένας,
ἀλγήσας φρένα πολλά, μαθὼν δʼ ὅτι δεῖ τά γε θεῖα
τιμᾷν, διπλῆν σοι τήνδʼ ἔπορεν θυσίην.
Καὶ σὺ δὲ παντοκράτωρ Ἐριούνιε, τόνδε φυλάσσοις
ζωόν, ὅπως τιμᾷ σὸν διʼ ὅλου τέμενος.
ΑΛΛΟ.
Εὐσεβίης ἅμα καὶ πινυτῆς τήνδʼ οὕνεκα δῆμος
στῆσεν Καλλιρόην, Ἀρτέμιδος πρόπολον.
ΑΛΛΟ.
Ἐρρηφόρον πατήρ με, πότνα, σοί, θεά,
Σαραπίων μήτηρ τʼ ἔθηκε Χρησίμη
τὴν σὴν Θεανὼ πέντε καὶ συνομαίμονες·
δὸς δʼ οἷς μὲν ἥβην, οἷς δὲ γηράσκειν καλῶς.
ΑΛΛΟ.
Κούρην υἱῆος περιώνυμον ἱεροφάντις
θῆκε θεαῖς ἰδίαις μύστιν Ἀθηναΐδα.
ΑΔΡΙΑΝΟΥ.
Παντοίης ἀρετῆς στάθμην, ῥυσίπτολιν ἄνδρα,
ἔξοχον Ἑλλήνων πρόκριτον Αὐσονίων,
κλεινοῦ Κοδράτοιο φίλον πατέρʼ, ᾧ βασιλεῖον
Ἁρμονίη θάλαμον πήξατʼ ἐπʼ εὐγαμίῃ,
Ἀδριανὸς Μούσαισι μέλων ἀνέθηκε Σεούηρον,
εἰκὼ χαλκείην, οὕνεκα προστασίης.
Ὑμῖν δʼ, ἄνδρες Ἴωνες, ἀγάλματα καλὸν ὁρᾶσθαι
αἰὲν, ὅτʼ ἔστεπται πλησίῳ ἐν τεμένει.
ΤΟΥ ΑΥΤΟΥ.
Ὦ παῖ τοξότα Κύπριδος λιγείης,
Θεσπιαῖς Ἑλικωνίαισι ναίων
Ναρκίσσου παρὰ κῆπον ἀνθέοντα,
ἱλήκοις· τὸ δέ τοι δίδωσι δέξο,
ἀκροθίνιον Ἀδριανὸς ἄρκτου,
ἣν αὐτὸς κάνεν ἱππόθεν τυχήσας.
Σὺ δʼ αὐτῷ χάριν ἀντὶ τοῦ σαόφρων
πνέοις οὐρανίας ἀπʼ Ἀφροδίτης.
ΑΔΕΣΠΟΤΟΝ.
Κλευνίκη Ἑρμαγόρου δεκάτην μʼ ἀνέθηκε Ἀφροδίτῃ.
ΑΛΛΟ.
Ἀμφότερον ῥητῆρα δικῶν μελέτῃσί τʼ ἄριστον
Λολλιανὸν πληθὺς εὐγενέων ἑτάρων.
Εἰ δʼ ἐθέλεις τίνες εἰσὶ δαήμεναι οὔνομα πατρὸς
καὶ πάτρης, αὐτῶν τοὔνομα δίσκος ἔχει.
ΑΛΛΟ.
Παῖς μὲν ἐὼν ὄνομʼ ἔσχεν Ἀθήναιος, αὐξόμενον δὲ
ὠνόμασαν τοκέες δῖον Ἀθηνόφιλον.
ΑΛΛΟ.
Νίκαν μὲν Πτολεμαίου ἐπώνυμοι, Ἀτταλίδας τε
λαὸς ἕλεν, φυλᾶς τʼ ἔκγονοι Ἀδριανοῦ,
Αἰγεΐδας τε φερεστέφανος, Πανδιονίδαι τε
αἷμά τʼ Ἐρεχθειδᾶν, κοῦροι ἐγερσιβόαι,
ῥυθμοῖσιν δʼ ἕσποντο πολυπτύκτοις ἀγαθοκλεῖς
..ρσοις αὐλοβόαν Ζώσιμον ὀσσόμενοι·
..... ἆρχεν Ἀθανάοις, ἔντυνε δὲ μολπὰν
...νος ψαλμοῖς ἀμφικρότοισι Τρύφων,
.......ανασσα χοραγία· ἀμφὶ δʼ ἐνίκα
.....ιατʼ ἀγλαΐα τρίποδος.
ΝΙΚΟΜΗΔΟΥΣ …
Τὰν παιδὸς καλλίσταν εἰκὼ τάνδε θεοῖο,
Παιᾶνος κούρου ματρὸς ἀπʼ ἀρτιτόκου,
δαιδάλλων μερόπεσσιν ἐμήσαο, σεῖο, Βοηθέ,
εὐπαλάμου σοφίης μνᾶμα καὶ ἐσσομένοις.
Θῆκε δʼ ὁμοῦ νούσων τε κακῶν ζωάγρια Νικομήδης,
καὶ χειρῶν δεῖγμα παλαιγενέων.
Οἷον ἐμαιώσαντο νέον τόκον Εἰλήθυιαι
ἐκ Φλεγύου κούρης Φοίβῳ ἀκερσεκόμῃ,
τοῖόν τοι, Παιὰν Ἀσκληπιέ, σεῖο Βοηθὸς
χειρὸς ἄγαλμʼ ἀγαθῆς τεῦξεν ἑαῖς πραπίσιν.
Νηῷ δʼ ἐν τῷδε ζωάγρια θῆκεν ὁρᾶσθαι,
πολλάκι σαῖς βουλαῖς νοῦσον ἀλευάμενος,
σὸς θεράπων, εὐχῆς ὀλίγην δόσιν, οἷα θεοῖσιν
ἄνδρες ἐφημέριοι τῶνδε φέρουσι χάριν.
ΜΑΞΙΜΟΥ ΑΠΑΜΕΩΣ …
Ποιητὴν ἔστησαν Ἀπαμέα Μάξιμον ἀστοί
ἀράμενον δοιῶν στέμματʼ Ὀλυμπιάδων.
ΑΔΕΣΠΟΤΟΝ.
Κυρήνην πολίων μητρόπολιν ἣ στέφει, αὕτη
ἠπείρων Λιβύη τρισσὸν ἔχουσα κλέος·
ἐνθάδʼ ὑπὲρ μελάθροιο λεοντοφόνον θέτο Κάρπος
ἐυξάμενος, μεγάλης σῆμα φιλοξενίης.
ΑΛΛΟ.
Τίμων Τιμαίου θέτʼ Ἀναξίθεμιν θεοτίμου,
τὸν φίλον, εὐνοίας μνημοσύνης θʼ ἕνεκεν.
ΑΛΛΟ.
Πάντες χοραγοὶ πᾶς τε φυλέτας χορός
ἄγαλμα δήμῳ Κέκροπος ἐστάσαντο με,
ἑκούσιοι μεθέντες ἐξ ἀγωνίας,
ὡς μὴ φέροι τις αἶσχος ἀποκισσούμενος·
ἐγὼ δὲ ἑκάστῳ τόσσον εὐκλείας νέμω,
καθʼ ὅσσον αὐτῷ ξυνὸς ὢν ὀφείλομαι.
ΑΛΛΟ.
Σοὶ τόδʼ ἔτευχε, Φιλόργιε, βῆμα θεήτρου
Φαῖδρος Ζωΐλου βιοδώτορος Ἄτθιδος ἄρχος.
ΑΛΛΟ.
Σοὶ τάδʼ Ὀνήτωρ μῆλα, πατρώιε, σήματα νίκης
Πυθῴης ἱερῆς τʼ ἀντίθεμʼ εὐεπίης·
τὸν Νεμέη Θήβη τε καὶ εὐρύχορος Λεβάδεια
μηδοφόνος τε Πλάταιʼ ἠγλάισεν στεφάνοις,
ἀσπίς τʼ Ἀργείη, θώρηξ ............
δισσάκι Ῥαριάδος ...........
Φοῖβε, σὺ δʼ εὐ...............
....................
ΑΛΛΟ
Ὦ Διὸς Ἀλκμήνης τε μεγασθενὲς ὄβριμον αἷμα,
ἵστορ ἀταρβήτων, Ἡράκλεες, καμάτων,
ἠνίδε, τοὶ τόδʼ ἄγαλμα φέρων κρητῆρος ἀγητόν
θῆκα θοῶν ἀέθλων πλεῖον εὐγλυφέων,
οὕς ποτʼ, ἄναξ, ἐτέλεσσας, ὑπερφιάλους ἀδίκους τε
ἄνδρας ἰδʼ ὠμηστὰς θῆρας ἐναιρόμενος·
τῷ σε καὶ υἷα Δίκῃ Κρονίδης θετὸν ἐγγυάλιξε,
εὖτέ μιν ὑβρισταὶ φῶτες ἄτιμον ἄγον.
Ἤπιος εὐμενέων τε πέλοις, ἐπειή νύ μοι αἰεί
εὐχομένῳ τε πάρει χεῖρά θʼ ὕπερθεν ἔχεις·
καὶ δὴ νῦν μʼ ἐσαῶσας ἀμείβοντα κλυτὰ φῦλα
Κελτῶν καὶ Λιγύων ἄστυ πρὸς Αὐσόνιον.
Αὐτὸν ἀλεξητῆρα κακῶν, αὐτόν σε δοτῆρα
παντοίης ἀρετῆς κληίζομεν, Ἡράκλεες.
ΑΛΛΟ.
Τὸν Διὸς Ἀλκμήνης τε γόνον τιμαῖσιν ἀέξων
υἱὸς Λασθενέος στῆσεν ἄγαλμα τόδε,
μνήμην ἀθάνατον σώζων πατρός τε καὶ αὐτοῦ
Λαφανέος, κλεινῷ Λοξίου ἐν τεμένει.
ΑΛΛΟ.
Ἴσιδος εὐπλοκάμοιο καὶ Ἄμμωνος κεραοῖο,
Ἁρποκράτου τε διπλοῦ εἴδεϊ φαινομένου
βωμὸς ἐγώ. Σὺν παῖσι δʼ ἔθηκεν Κλῖνος Ἀνουβίων
ἄγγελον εὐσεβίης ἠδὲ θυηπολίης.
ΑΡΙΣΤΕΙΔΟΥ.
Ποιητὴς ἀέθλων τε βραβεὺς αὐτός τε χορηγός,
σοὶ τόδʼ ἔθηκεν, ἄναξ, μνῆμα χοροστασίης.
Οὐκ ἀφανὴς Ἕλλησιν Ἀριστείδης ἀνέθηκε
μύθων ἀενάων κύδιμος ἡνίοχος.
ΑΔΕΣΠΟΤΟΝ.
Ἀγαθῇ τύχῃ.
Αὕτῃ παρθενίκη ἐλαφηβόλος ἀρήτειραν
θήκατο κυδαλίμην Γλαυκίεω θύγατρα,
ὑδροφόρον Βήραν Πατνίην παραβώμιʼ ἐφέξαι
σπαιρόντων αἰγῶν ἔμβρυα καλλιθύτων.
Εἰν Ἄργει δʼ ἐτράφη γεραρὴ παῖς, ἠδὲ τιθήνης
ἐκ γενεῆς Βήρου ἔκτροφός ἐστι Πάτνος,
νῆσος ἀγαυοτάτη Λητωίδος ἧς προβέβηκε
βένθεσιν εἰν ἁλίης ἕδρανα ῥυομένη·
εἰς ὅτε μιν Σκυθίηθεν ἀρήιος εἷσεν Ὀρέστης
ῥυσαμένην στυγερῆς μητροφόνου μανίης·
κἀν δεκάτῃ κούρη θυγάτηρ σοφοῦ ἰητῆρος
Γλαυκίεω ʼν αὐλαῖς Ἀρτέμιδος Σκυθίης,
Αἰγαίου πλεύσασα ῥόου δυσχείμερον οἶδμα,
ὄργια καὶ θαλίην, ὡς θέμις, ἠγλάισεν.
Εὐτυχῶς.
ΑΛΛΟ.
Ἀλκίδου Βάσσον γενεῆς, ἐρικυδέα φῶτα,
βουλὴ καὶ δῆμος, ναέται ζαθέης Ἐπιδαύρου,
ἀντʼ εὐεργεσίης, τὴν πολλάκι δῶκε πόληι,
εἰκόνι τῇδε γέρηραν, θεῶν βουλαῖον ἀνάκτων.
Ψηφίσματι βουλῆς.
ΑΛΛΟ.
Οὐδὲν ἀφαυρότερος χρυσοῦ λίθος, εἰ πλέον ἀνθῇ
παρθενίης αἰδοῖ πεπυκάσμενος· εἰμὶ δὲ γείτων
Ῥιπάνη καθαροῖο Σαράπιδος, ἔνθα με βουλὴ,
θῆκε χαρισσαμένη ἀρετῇ πατρός, ὃν περὶ πάντων
τίμησαν βασιλῆες, ἐλευθερίῃ βιότοιο
μάρτυρι πιστεύσαντες ἐπιστασίην Ἀμίσοιο
........ ἀπαιδείῃσι .........
........................
ΑΛΛΟ.
Τὸν πρὸ πύλαις ἥρωα, τὸν ἄλκιμον ἐν τριόδοισι,
τὸν κλεινὸν ναέτου θῆκαν ἐρισθενέος
Κλαυδιανοῦ πρὸ δόμοισι σοφοτεχνήιες ἄνδρες·
τεῦξαν ὁμῶς γλυφικῆς ἀμφὶ καὶ εὐγραφίης,
Κλεῖτος ὁ σὸς Καπίτων γλύψας, γράψας δὲ φίλος σοι
Ἰανουάριος θεράπων εἵνεκεν εὐσεβίης.
Ζώγρει, δέσποτʼ ἄναξ, τὸν σὸν ναετῆρα μετʼ ἡμῶν
Κλαυδιανόν, Θρῃκῶν πρῶτον ἐν εὐσεβίῃ.
ΑΛΛΟ.
Λεὼς ἐφήβων τόνδε κοσμητὴν θέτο
Ὄνασον Ἑρμάωνι κυδήνας ἴσον.
ΜΑΡΚΕΛΛΟΥ.
Πότνιʼ Ἀθηνάων ἐπιήρανε, Τριτογένεια,
ἥ τʼ ἐπὶ ἔργα βροτῶν ὁράᾳς, Ῥαμνουσιὰς Οὖπι,
γείτονες ἀγχίθυροι Ῥώμης ἑκατονταπύλοιο,
πίονα δὴ καὶ τόνδε, Θεαί, τιμήσατε χῶρον,
δῆμον Δηώοιο φιλόξεινον Τριόπαο,
τόφρα κε καὶ Τριόπειαι ἐν ἀθανάτοις ἀλέγησθον.
Ὡς ὅτε καὶ Ῥαμνοῦντα καὶ εὐρυχόρους ἐς Ἀθήνας
ἤλθετε, δώματα πατρὸς ἐριγδούποιο λιποῦσαι,
ὣς τήνδε ῥώεσθε πολυστάφυλον κατʼ ἀλωήν,
λήιά τε σταχύων, καὶ δένδρεα βοτρυόεντα,
λειμώνων τε κόμας ἁπαλοτρεφέων ἐφέπουσαι.
Υ̓́μμι γὰρ Ἡρώδης ἱερὴν ἀνὰ γαῖαν ἕηκε,
τὴν ὅσσην περὶ τεῖχος ἐΰτροχον ἐστεφάνωται,
ἀνδράσιν ὀψιγόνοισιν ἀκινήτην καὶ ἄσυλον
ἔμμεναι. Ἡ δʼ ἐπί οἱ ἐξ ἀθανάτοιο καρήνου
σμερδαλέον σείσασα λόφον κατένευσεν Ἀθήνη,
μή τῳ νήποινον βῶλον μίαν ἢ ἕνα λᾶαν
ὀχλίσσαι, ἐπεὶ οὐ Μοιρέων ἀτρῆες ἀνάγκαι,
ὅς κε θεῶν ἑδέεσσιν ἀλιτροσύνην ἀναθείη.
Κλῦτε περικτίονες καὶ γείτονες ἀγροιῶται·
ἱερὸς οὗτος ὁ χῶρος, ἀκινητοί τε θέαιναι,
καὶ πολυτίμητοι, καὶ ὑποσχεῖν οὖας ἑτοῖμαι·
μηδέ τις ἡμερίδων ὄρχους, ἢ ἐς ἄλσεα δένδρων,
ἢ ποίην χιλῷ εὐαλδέι χλωραθέουσαν
δμωὴν κυανέου Ἄιδος ῥήξειε μάκελλαν,
σῆμα νέον τεύχων, ἠὲ πρότερον κεραΐζων.
Οὐ θέμις ἀμφὶ νέκυσσι βαλεῖν ἱρόχθονα βῶλον,
πλὴν ὅ κεν αἵματος ᾖσι, καὶ ἔκγονος ἑσσαμένοιο,
— κείνοις δʼ οὐκ ἀθέμιστον — ἐπεὶ τιμάορος ἵστωρ.
Καὶ γὰρ Ἀθηναίη ποτʼ Ἐριχθόνιον βασιλῆα
νηῷ ἐγκατέθηκε, συνέστιον ἔμμεναι ἱρῶν.
Εἰ δέ τῳ ἄκλυτα ταῦτα, καὶ οὐκ ἐπιπείσεται αὐτοῖς,
ἀλλʼ ἀποτιμήσει, μή οἱ νήτιτα γένηται·
ἀλλά μιν ἀπρόφατος Νέμεσις, καὶ ῥόμβος ἀλάστωρ
τίσονται, στυγερὴν δὲ κυλινδήσει κακότητα.
Οὐδὲ γὰρ ἴφθιμον Τριόπεω μένος Αἰολίδαο
ὤναθʼ, ὅτε νηὸν Δημήτερος ἐξαλάπαξεν.
Τῷ ἤτοι ποινὴν καὶ ἐπωνυμίην ἀλέασθαι
χώρου, μή τοι ἕπηται ἔπι Τριόπειος Ἐρινύς.
ΤΟΥ ΑΥΤΟΥ.
Δεῦρʼ ἴτε, Θυβριάδες, νηὸν ποτὶ τόνδε, γυναῖκες,
Ῥηγίλλης ἕδος ἀμφὶ θυοσκόα ἱρὰ φέρουσαι.
Ἡ δὲ πολυκτεάνων μὲν ἔην ἐξ Αἰνεαδάων,
Ἀγχίσεω κλυτὸν αἷμα καὶ Ἰδαίης Ἀφροδίτης.
Γήματο δʼ εἰς Μαραθῶνα, θεαὶ δέ μιν Οὐρανιῶναι
τίουσιν, Δηώ τε νέη, Δηώ τε παλαιή,
τῇσί περ ἱερὸν εἶδος ἐϋζώνοιο γυναικὸς
ἄγκειται· αὐτὴ δὲ μεθʼ ἡρῴνῃσι νένασται
ἐν μακάρων νήσοισιν, ἵνα Κρόνος ἐμβασιλεύει.
Τοῦτο γὰρ ἀντʼ ἀγαθοῖο νόου εἴληχεν ἄποινον.
Ὥς οἱ Ζεὺς ᾤκτειρεν ὀδυρόμενον παρακοίτην,
γήρᾳ ἐν ἀζαλέῳ χήρῃ περικείμενον εὐνῇ·
οὕνεκά οἱ παῖδας μὲν ἀμύμονος ἐκ μεγάροιο
ἅρπυιαι Κλωθῶες ἀνηρείψαντο μέλαιναι
ἡμίσεας πλεόνων· δοιὼ δʼ ἔτι παῖδε λιπέσθην
νηπιάχω, ἀγνῶτε κακῶν, ἔτι πάμπαν ἀπύστω,
οἵην σφιν νηλὴς κατὰ μητέρα πότμος ἔμαρψεν,
πρίν περ γηραιῇσι μιγήμεναι ἠλακάτῃσι.
Τῷ δὲ Ζεὺς ἐπίηρον ὀδυρομένῳ ἀκόρητον,
καὶ βασιλεὺς Διὶ πατρὶ φυὴν καὶ μῆτιν ἐοικώς,
Ζεὺς μὲν ἐς Ὠκεανὸν θαλερὴν ἔστειλε γυναῖκα
αὔρῃσι Ζεφύροιο κομιζέμεν Ἠλυσίῃσιν·
αὐτὰρ ὁ ἀστερόεντα περὶ σφυρὰ παιδὶ πέδιλα
δῶκεν ἔχειν, τὰ λέγουσι καὶ Ἑρμάωνα φορῆναι,
ἦμος ὅτʼ Αἰνείαν πολέμου ἐξῆγεν Ἀχαιῶν,
νύκτα διὰ δνοφερήν· ὁ δέ οἱ περὶ ποσσὶ σαωτὴρ
παμφανόων ἐνέκειτο σεληναίης κύκλος αὐγῆς·
τὸν δὲ καὶ Αἰνεάδαι ποτʼ ἐνερράψαντο πεδίλῳ,
ἔμμεναι ὀψιγόνοισιν εὐηγενέεσσι γερᾶα·
οὔ μιν ὀνόσσηται καὶ Κεκροπίδην περ ἐόντα,
Τυρσηνῶν ἀρχαῖον ἐπισφύριον γέρας ἀνδρῶν,
Ἕρσης ἐκγεγαῶτα καὶ Ἑρμέω, εἰ ἐτεὸν δὴ
Κήυξ Ἡρώδεω πρόγονος Θησηιάδαο.
Τοὔνεκα τιμήεις καὶ ἐπώνυμος, ἦ μὲν ἄνασσαν
ἐς βουλὴν ἀγέρεσθαι, ἵνα πρωτόθρονες ἕδραι·
Ἑλλάδι δʼ οὔτε γένος βασιλεύτερος, οὔτε τι φωνὴν
Ἡρώδεω· γλῶσσαν δέ τέ μιν καλέουσιν Ἀθηνέων.
Ἡ δὲ καὶ αὐτή περ καλλίσφυρος Αἰνειώνη,
καὶ Γανυμηδείη, καὶ Δαρδάνιον γένος ἦεν
Τρωὸς Ἐριχθονίδαο. Σὺ δʼ, εἰ φίλον, ἱερὰ ῥέξαι,
καὶ θῦσαι — θυέων ἀτὰρ οὐκ ἀέκοντος ἀνάγκη·
εἶκέ τοι εὐσεβέεσσι καὶ ἡρώων ἀλεγίζειν.
Οὐ μὲν γὰρ θνητή, ἀτὰρ οὐδὲ θέαινα τέτυκται·
τοὔνεκεν οὔτε νεὼν ἱερὸν λάχεν, οὔτε τι τύμβον,
οὐδὲ γέρα θνητοῖς, ἀτὰρ οὐδὲ θεοῖσιν ὅμοια.
Σῆμα μέν οἱ νηῷ ἴκελον δήμῳ ἐν Ἀθήνης·
ψυχὴ δὲ σκῆπτρον Ῥαδαμάνθυος ἀμφιπολεύει.
Τοῦτο δὲ Φαυστίνῃ κεχαρισμένον ἧσται ἄγαλμα
δήμῳ ἔνι Τριόπεω, ἵνα οἱ πάρος εὐρέες ἀγροί,
καὶ χορὸς ἡμερίδων καὶ ἐλαιήεντες ἄρουραι.
Οὐ μὲν ἀτιμήσειε θεὴ βασίλεια γυναικῶν
ἀμφίπολον γεράων ἔμεναι καὶ ὀπάονα νύμφην.
Οὐδὲ γὰρ Ἰφιγένειαν ἐΰθρονος Ἰοχέαιρα,
οὐδʼ Ἕρσην γοργῶπις ἀπητίμησεν Ἀθήνη·
οὐδέ μιν ἡρῴνῃσι παλαιῇσιν μεδέουσα
Καίσαρος ἰφθίμοιο παρόψεται ὄμπνια μήτηρ
ἐς χορὸν ἐρχομένην προτεράων ἡμιθεάων,
ἣ λάχεν Ἠλυσίῃσι χοροστασίῃσιν ἀνάσσειν,
αὐτή τʼ, Ἀλκμήνη τε, μάκαιρά τε Καδμειώνη.
ΑΔΕΣΠΟΤΟΝ.
Παῖδα Ξειναγόρα καὶ Πραξαγόρας ἐσορᾷς με
τὸν μύστην Δηοῦς Ξειναγόραν ὄνομα.
ΑΛΛΟ.
Μυστῶν ἡγητῆρα Πολύζηλον, πατρὸς ἐσθλοῦ
Ξειναγόρου μητρός θʼ Ἑρμιππίδος, ἐν ζαθέοισιν
εἷσε θεαῖν δαπέδοισιν ἑὸν γεννητῆρα Νεόφρων.
ΑΛΛΟ.
Τοῦτον ὃν εἰσοράᾳς, τύπον ὄρθιον Ἀντωνίνου
Δωρόθεος πτελέῃ θήκατο κρυπτόμενον.
ΑΛΛΟ.
Παίδων μὲν τὰ πρῶτα πάλην ἔστεψέ με πάτρη
καὶ κύδηνε κλυτῇ εἰκόνι χαλκελάτῳ·
παγκράτιον δʼ ἀνδρῶν κοινὸν Λυκίων μετέπειτα
ἀράμενος πάτρῃ θῆκʼ ἐρατὸν ξόανον.
ΑΛΛΟ.
Γειαρότας δοιοὺς τούσδʼ ἐθέμην Σάγαρις
ἀντὶ βοῶν ζώντων τοὺς Δοκιμεῖς ἀρότας,
οὓς ἐσάωσε θεὸς ὅτε βούβρωστις κατὰ γαῖαν
σαρκοβόρος δεινή τε φόνον βρίθουσα ἄλυκτον,
κόσμον ἐπέσχεθε πάντα· ἐμοὶ φύγον ἐκ καμάτοιο
ἐργατίναι, καλοί, ξανθοὶ γαίης ἀροτῆρες.
Καὶ βόας ἐρρύσω, ψυχὰς δὲ βροτῶν ἐσάωσας,
καὶ Γαλατῶν γαίης ἤγαγες ἐς πατρίδα·
υἷά τʼ ἐμὸν κύδηνας ἐνὶ Τρώκμοις ζαθέοισι.
Τοὔνεκεν οὐ μέγα δῶρον ἐγὼ τὸν βωμὸν ἔθηκα·
τίς γὰρ δῶρον ἄνακτι θεῷ ἀντάξιον εὗροι;
ΑΛΛΟ.
Εὐβούλου Πολλίων κληΐζομαι· ἔστι δὲ πάτρη
Νῦσά μοι εὐκλείης· πόλιος δʼ ἐγέρηρέ με δῆμος
Τράλλεος εἰν ἀέθλοισιν ἀταρβέος Ἡρακλῆος.
ΑΛΛΟ.
Ἀσκληπιοῦ με δμῶα πυρφόρον, ξένε,
Πείσωνα λεύσσεις, ἱππικόν θʼ ἡγήτορα,
ἄρξαντʼ Ἀθηναίοις δὲ τὴν ἐπώνυμον.
ΑΛΛΟ.
Ἄλσος μὲν Μούσαις ἱερὸν λέγε τοῦτʼ ἀνακεῖσθαι,
τὰς βίβλους δείξας τὰς παρὰ ταῖς πλατάνοις,
ἡμᾶς δὲ φρουρεῖν· κἂν γνήσιος ἐνθάδʼ ἐραστὴς
ἔλθῃ, τῷ κισσῷ τοῦτον ἀναστέφομεν.
ΑΛΛΟ.
.....................
..................
καὶ μετὰ λαοφόνον ξίφος υἱέος ἤρκεσα πάτρῃ,
κτεῖνα δʼ Ἀχιλλῆα γήραος εὐφραδίῃ·
ἐς δέκατον δʼ ἐκράτησα Πανελλήνων ἐνιαυτόν·
πρὸς δὲ μίτον Μοιρῶν οὔτις ἔχει δύνασιν.
ΑΛΛΟ.
Ἦρχεν ὁ Μηνογένης … μὲν, ἐκοσμήτευε δʼ ἐφήβων
Μάρκελλος, πινυτῆς σύντροφος εὐδικίης·
ἐν δʼ ἆρʼ ἠιθέοισιν ἐφήβοισιν κρατεροῖσιν
τὴν πυμάτην τάξιν Μάξιμος ἦρε πάλης·
τοῦ δὲ πανάξιος ὢν Ἀσκληπιάδης στεφανοῦτο
τὴν πρώτην παίδων τάξιν ἀφʼ Ἡρακλέους.
Φωνή .....
ΑΛΛΟ.
Στῆσεν Ἀχείριστος στήλην μεγακυδέσιν ἀστοῖς
πατρὸς τοὔνομʼ ἔχων δημόθεν Εὐπυρίδης,
ἐκπρεπέως ἀέθλοισιν ἐπασκήσας καὶ ἐφήβους,
καὶ στεφάνου κῦδος μοῦνος ἐνεγκάμενος.
ΑΛΛΟ.
Δηοῦς καὶ Κούρης θεοείκελον ἱεροφάντην,
κυδαίνων πατέρα, στῆσε δόμοις Κλεάδας,
Κεκροπίης σοφὸν ἔρνος, Ἐρώτιον, ᾧ ῥα καὶ αὐτὸς
Λερναίων ἀδύτων ἶσον ἔδεκτο γέρας.
ΑΛΛΟ.
Σωτῆρα βουλῆς γενόμενον δήμου τε ἅμα
ξανθαῖσί με σταχύεσσιν ἠγλαϊσμένον
καλῷ, πολυκάρπῳ βασιλέων μητρῶν στέφει,
εἰκόνα ἀνέθηκε λαΐνην Φιλήμονος
πόλις στρατηγοῦ τήνδε κἄρχοντος θεοῖς.
ΑΛΛΟ.
Ἄλλην Πηνελόπειαν ἐγείνατο κυδαλίμη χθὼν
Σπάρτη, Τισαμενοῦ θεσπεσίου θύγατρα.
Τοίη μῆτιν ἔην ἠδʼ ἤθεα καὶ νόον ἐσθλόν,
ἔργα τʼ Ἀθηναίης ἠδὲ σαοφροσύνην·
ταύτῃ καὶ γένος ἔσχες ἐτήτυμον, Ἡράκλεια,
Ἡρακλέους, Φοίβου, πρὸς δέ τʼ Ὀλυμπιάδων,
οἵ σε κατοιχομένην ἕδραισιν ἀνηρείψανθʼ αἷς
αὐτοκασιγνήτην θᾶκον ἐς ἀθανάτων.
ΑΛΛΟ.
Βάκχῳ μὲ Βάκχον καὶ Προσυμναίᾳ θεῷ
στάσαντο Δηοῦς ἐν κατηρεφεῖ δόμῳ,
τὸν Ἀρχελάου παῖδα ὁμώνυμον πατρί.
Ταὐτῷ δέ με, ξεῖνε, ἐν χρόνῳ δέμας κλυτῷ
Βάκχον Λυαίῳ, γῆς δὲ πυρφόροις θεαῖς
Φοίβῳ Λυκείῳ θʼ οὕνεκα ἀντίτων .....
Δάμαρ τίθει με καὶ προσύμναιος λέως
αὐτοῦ τε Φοίβου πυρφόροι λυκοκτόνου.
ΑΛΛΟ.
Ἀγρεῖ δʼ Ἄρτεμις ἀγροτέρη, καλοῖς ἐνὶ πέπλοις,
Μαρκιανὴν ἱερῷ δερκομένη θαλάμῳ·
οὗ Διὸς ἀρητὴρ ἠρᾶτο, πατὴρ ἱερήων,
ἄρτι πυκνὸν Φιλίου στέμμʼ ἀναδησάμενος·
ἡ δʼ ἐφορῶσα θεὸς σὺν Μαρκιανῇ γενετῆρα,
...................
ΑΛΛΟ.
Τὸν σοφὸν ἐν ἀνδρέσσιν Ἰωνικὸν ἄνδρα μέγιστον
Κύιντον Ἰούλιον Μίλητον οἱ τεχνῖται ἀνέθηκαν.
ΑΛΛΟ.
Ἐλευσίνιον γόνῳ με παῖδα Μακαρέως
στήσαντο παῖδες εὐκλεᾶ κοσμήτορα,
Φοίβου προφήτην, Οἰνέως ἐπώνυμον.
ΑΛΛΟ.
Ὁ προγόνοις ἐφάμιλλος, ὁ τὴν μεγάλην πλέον αὔξων
Ἀρχέλεως γενεὴν πράξεσι ταῖς ἰδίαις,
ἀντίδοσιν τελετῆς τῆς ταυροβόλου χάριν ἔγνω,
βωμὸν ἀναστήσας Ἄττεω ἠδὲ Ῥέης.
Οὗτος Κεκροπίην αὐχεῖ πόλιν, οὗτος ἐν Ἄργει
ναιετάει, βίοτον μυστικὸν εὖ διάγων·
αὐτόθι γὰρ κλειδοῦχος ἔφυ βασιληΐδος Ἥρης,
ἐν Λέρνῃ δʼ ἔλαχεν μυστιπόλους δαΐδας.
Δαδοῦχός με κόρης Βασιλῆς Διὸς ἱερὸς ἥκων
Ἥρας κλεῖθρα φέρων βῶμον ἔθηκε Ῥέῃ
Ἀρχέλεως, τελετῆς συνθήματα κρυπτὰ χαράξας
ταυροβόλου πρῶτον δεῦρο τελειομένης.
ΑΛΛΟ.
Ἵππῳ νικήσαντα Θεόπροπον ἔστεφε Πίσα,
εὐπατρίδην Ῥόδιον, συγκλητικῶν γενετῆρα.
ΑΛΛΟ.
Δεσποίνῃ Νεμέσει καὶ συννάοισι θεοῖσιν
Ἀρριανὸς βωμὸν τόνδε καθιδρύσατο.
ΑΛΛΟ.
Δοκτικίου μορφῆς μὲν ἔχω τύπον· εἰκόνα δʼ αὐτοῦ
θεσπεσίης ἀρετῆς φορέει στόμα φωτὸς ἑκάστου.
Τίς τόδε καλὸν ἄγαλμα; τίνος χάριν; ἢ τίνι φωτῶν;
—Ἡ πόλις ἀντʼ ἀγαθῶν Δοκτικίῳ μεγάλων.
ΑΛΛΟ.
Εὐσεβέων κλυτὸν ἄστυ πανόλβιον ἄνδρʼ ἀνέθηκε
Ζωσιμιανείδην, ἀγωνοθετῆρα Σέβηρον,
ὄφρα καὶ ἐσσομένοισι ......... βροτοῖσιν.
ΑΛΛΟ.
Εἰκόνα λαϊνέην ἐρικύδεος ἀθλοθετῆρος
ἀντʼ ἀρετᾶς στῆσεν ........
.....................
ΑΛΛΟ.
Εἰκόνα Μόνδωνος παιδὸς πατρός τε Φιλίνου
ἡ πόλις ἔστησεν σωφροσύνης ἕνεκα.
ΑΛΛΟ.
Ῥωμανοῦ πραπίδεσσι Συρακοσίων τόδε ἄστυ
ἐκ καμάτων ἀνέπνευσε καὶ εἶδεν ὀνείατος ὥρην.
Τοὔνεκα λαϊνέην μὲν ἀνεστήσανθʼ οἱ ἄριστοι
εἰκόνα, τῆς σοφίης δὲ καὶ ἐν στήθεσσιν ἔχουσιν.
ΑΛΛΟ.
Παντακλῆς μʼ ἀνέθηκεν ἀδελφεός· εἰμὶ δὲ κεῖνος
Πυθοκλέης, πλείστων ἀντιτυχὼν ἀέθλων·
Ἑλλαδικαὶ νῖκαι τρεῖς καὶ δέκα τὰς Νεμέῃ τε
καὶ παρὰ Πειρήνην Κασταλίην τʼ ἔλαβον,
τρεῖς δʼ ἔτι καὶ Ζεὺς οἶδεν Ὀλύμπιος ὡς ἐτύμας τοι
εἰπεῖν ἐξ ἱεροῦ φθεγγόμενος στόματος·
ἄσπετα δʼ ἄλλων φῦλʼ οὐκ ἄν τις ἀριθμήσειεν,
οὓς ἀνʼ Ἀχαιίδα γῆν ἠγαγόμην στεφάνους.
ἀλλʼ ὁπόσʼ αὐλῳδός τε καὶ ἐγκυκλίοισι χοροῖσιν
ὅσσα τε κωμῳδός, ταῦτα καταγράφεται,
ἡνίκα Βοιωτῶν με πανήγυρις ἐστεφάνωσεν
.......... πρῶτʼ ἀπενεγκάμενον.
Ὁ στέφανος Μούσαις Ἑλικωνίσι καὶ Διονύσῳ
Καδμείῳ, τριτάτην κῦδος ἐμοῖς γενέταις.
Καὶ βασιλεῖς δώροισιν ἐτίμησαν τὸν ἀοιδόν,
υἱὸν Ἀριστάρχου θεοῖς φίλον Ἑρμιονῇ.
ΑΛΛΟ.
Εὐθυντῆρι τύχης Βήλῳ Σέξστος θέτο βωμόν,
τῶν ἐν Ἀπαμείᾳ μνησάμενος λογίων.
ΑΛΛΟ.
Ἡλικίην παῖς εἰμί, βρέτας δʼ ἐστήσατο Φῆλιξ,
Ἡρακλέους εἰκώ· οἶσθά με καὶ Προδίκου.
ΑΛΛΟ.
Θειολόγου Λαίτοιο μετάρσιον ὕμνον ἀκούσας
οὐρανὸν ἀνθρώποις· εἶδον ἀνοιγόμενον·
εἰ κατὰ Πυθαγόρην ψυχὴ μεταβαίνει ἐς ἄλλον,
ἐν σοί, Λαῖτε, Πλάτων ζῇ πάλι φαινόμενος.
ΑΛΛΟ.
Ἰητρῷ Τροφίμῳ πίσυνοι θηρεύτορες ἄνδρες
τῆς γλυκερῆς ὑγίης δῶρον ἀνειλόμεθα·
ἀνθʼ ὧν χαλκείην τήνδʼ εἰκόνα θήκαμεν ἀνδρός,
ἐγγὺς θηρείων ἱστάμενοι στομάτων.
ΑΛΛΟ.
Τὸν θεράπων πρῶτον Παιήονος, ἔξοχον ἐσθλῶν
ἰητρῶν, ἀρετῆς εἵνεκα καὶ σοφίης,
.....μώρου Νικίαν Ἄρεος πάγος.
ΑΛΛΟ.
Δίς με σοφιστὴν πρῶτον Ἀθήνηθεν καλέσαντο
Σώτηρον βουλῆς δόγμασιν Ἀνδροκλίδαι·
πρώτῳ δʼ ἀντʼ ἀρετῆς τε βίου σοφίης τε λόγοιο
ὥρισαν ἐν τιμαῖς μυρία δῶρα τελεῖν.
ΑΛΛΟ.
Ἀργολικοῖς ὅκα πάντες ἐνὶ σταδίοισιν ἀριστεῖς
ἤλασαν ἐκ δίφρων εἰς ἔριν ἁνίοχον,
σοὶ καλόν, ὦ Διότιμε, Φορωνίδος ἔκ ποτε γαίας
κῦδος, ἀειμνάστους δʼ ἦλθες ὑπὸ στεφάνους·
ἀστῶν γὰρ πράτιστος ἀφʼ Ἑλλάδος ἱππικὸν εὖχος
ἄγαγες εἰς ἀγαθῶν οἶκον Ἀγηνοριδᾶν.
Αὐχεῖ καὶ Θήβης Καδμήιδος ἱερὸν ἄστυ
δερκόμενον νίκαις εὐκλέα ματρόπολιν,
πατρί τε σῷ τελέσει Διονυσίῳ ἱρὰ Δίωνος,
Ἑλλὰς ἐπεὶ τρανῆ τόνδʼ ἐβόασε θρόον·
οὐ μόνον ἐν ναυσὶν μεγαλύνεαι ἀμφιελίσσαις,
ἀλλʼ ἔτι καὶ ζευκτοῖς ἀθλοφορεῖς ὄχεσιν.
ΝΕΣΤΟΡΟΣ ΛΑΡΙΑΝΔΕΩΣ …
Ἡ βουλὴ τίμησεν ἀγασσαμένη τὸν ἀοιδὸν
Νέστορα καὶ μολπῆς εἵνεκα καὶ βιότου·
εἰκόνα δʼ ἐξετέλεσσε καὶ εἵσατο πατρίδος ἄρχων
Κορνοῦτος θαλερῆς ἐν τεμένεσσι Κόρης,
ὄφρα καὶ ὀψίγονοί περ ἐν ἄστεϊ παῖδες ἔχοιεν
σῆμα φιλοξενίης καὶ δέλεαρ σοφίης.
ΑΔΕΣΠΟΤΟΝ.
Μαρκιανοῦ στίλβει τύπος Ἑλλάδος ἀνθυπάτοιο.
ΑΛΛΟ.
Οὗτος ὁ τῆς Ἀσίης ὑψαύχενα θῶκον ὑπάρχων
πυργώσας καθαροῖς λούμασιν Ἀχόλιος·
ᾧ βουλὴ μεγάλων ἀγαθῶν χάριν εἰκόνα χαλκῆν
στησαμένη τιμὴν ὤπασε θειοτάτην
ἠδʼ ὅτι λαϊνέων δαπέδων κρηπῖδα πορίσας
τεῦξεν Ἐλευθερίης ἐνναέταις τέμενος.
ΑΛΛΟ.
Θεῷ μεγίστῳ καὶ καλῇ Μοίρᾳ Οὐάλης
ἀρχὴν λαχὼν ἔπαρχον Μισηνῶν στόλου,
ἔστησα βωμὸν ἐκτελῶν εὐχὴν ἐμήν.
ΑΛΛΟ.
Δοιούς σοι Διόδωρος ἐθήκατο, Σῶτερ, ὀνείρους
ἀντὶ διπλῶν ὄσσων, φωτὸς ἐπαυράμενος.
ΑΛΛΟ.
Σωθεὶς ἐκ πολλῶν καὶ ἀμετρήτων μάλα μόχθων
εὐξάμενος ἀνέθηκα Γενίου εἰκόνα σεμνήν.
ΑΛΛΟ.
Εἰκόνι χαλκείῃ σε Πρόβον, τὸν ὕπαρχον Ἀθήναις
Ἀντόλιος στῆσεν Ἑλλάδος ἀνθύπατος.
ΑΛΛΟ.
Βουλῆς μʼ Ἀρείας ψῆφος ἔστησʼ ἐνθάδε
Πομπωνιανὸν παῖδα τὸν Διονυσίου,
γένους θʼ ἕκατι κἀρετῆς, ὅση νέῳ.
ΑΛΛΟ.
Ἄμφω ἀριστότοκος καὶ ἀγλαόπαις ἐστιν
Τιβέριος, ὃς Μαρκελλῖνον τέκετʼ ἔξοχον ἀνδρῶν·
οὗτος καὶ πατρίδʼ ἑὴν ἔσωσεν παρʼ ἄνακτος·
εἴθε νῦν καὶ χρυσέοισιν ἀγάλμασιν ὧδε δυναίμην
ἀνστήσειν, Μαρκελλῖνε, πεποθημένον πατρίδι κῦδος,
ὃς τόδε σῆμα ποιήσας, ἀρετῆς μνήμην ἀνέγειρα
αὐτῷ καὶ γενετῆρι καὶ υἱάσι κυδαλίμοισιν.
ΑΛΛΟ.
Εἴθε σε καὶ χρυσέῳ ἀγάλματι ὧδε δυναίμην
Τιβέριον στήσειν, πεποθημένον πατρίδι κῦδος.
ΑΛΛΟ.
Εἰ καί τις προτέρων ἀνδρῶν τῷ Ἑρμῇ ἔρεξεν
ἱερά, καὶ Νίκῃ τοιάδε δῶρα πρέπει·
ἣν πάρεδρον Βρομίῳ κλεινοῖς ἐν ἀγῶσι τεχνιτῶν
Πραξιτέλης δισσοῖς εἵσατʼ ὑπὸ τρίποσιν.
ΑΛΛΟ.
Εἵσατο τήνδʼ Ἑκάτην πολυώνυμον Ἀρτεμίδωρος,
φωσφόρον ἣν τιμῶσιν ὅσοι χώραν κατέχουσιν·
μνημόσυνον Θήρας πόλεως παριοῦσιν ἔτευξεν
βάθρα τάδʼ, ἔστησέν τε μέλαν λίθον Ἀρτεμίδωρος.
Ἥκω Πριάπος τῇδε Θηραίων πόλει
ὁ Λαμψακηνὸς πλοῦτον ἄφθιτον φέρων,
καὶ σύμμαχος πάρειμι καὶ παραστάτης
τοῖσιν πολίταις τοῖς τʼ ἐνοικοῦσιν ξένοις.
ΑΛΛΟ.
Βωμὸν δορποφόροις ταῖς νύμφαισιν μʼ ἀνέθηκεν
ἡ Νίκα Παπιανοῦ ἔκ τʼ ἄρα Μυρσινέας.
ΑΛΛΟ.
Ὀρθείῃ δῶρον Λεοντεὺς ἀνέθηκε βοαγός. βψλʹ
μῶαν νικήσας, τάδε ἔπαθλα λαβών. βψλʹ
καί μʼ ἔστεψε πατὴρ εἰσαρίθμοις ἔπεσι. βψλʹ
ΑΛΛΟ.
Ὀρθαγόρας εἰρήνης ἄρξας στήσατο βώμους
Φοίβῳ καὶ κούρῃ Ἀρτέμιδι εἵνεκεν εὐχῆς,
μέτρον στήσας πλησθείσαις πηγαῖς ὑπὸ Νυμφῶν,
ἄμφω ὅπως ποταμὸς λαγόνων ῥείθροισιν ὁδεύοι,
......................
ΑΛΛΟ.
Εὐσεβίης τόπος οὗτος, ὃν ἔκτισεν ἐγγύθι λίμνης
ἔξοχος ἐν στρατίῃ Ἀμμώνιος, ᾧπερ ἐΐσην
ἀθάνατοι φιλέοντες ἐϋφροσύνην τε καὶ ὄλβον
δῶκαν ἔχειν, στρατιῇ τε φέρειν κλέος αἰὲν ἀγαστόν.
ΑΛΛΟ.
Ἥδε κυρεῖ πάντως ἡ σφὶγξ καὶ θεῖον ὅραμα.
Σῶμα γὰρ εἰ νοέεις ὕψος θʼ ὅπερ ἔπλετο τῇδε,
πλάσματος εὐωποῖο νοήσεις κόσμον ἅπαντα,
ἱερόν, ὡς ἐφύπερθε πρόσωπον ἔχει τὸ θεόπνουν,
γυῖα δὲ καὶ δέμας οἷα λέων· βασιλεὺς ὅ γε θηρῶν·
δεινὸν μὲν τὸ θέαμʼ· ἀτρεκὲς δʼ εἴ τίς γε νοήσει,
ὄψιν ἔχει δεινῶπος ἐπώνυμον Ἡφαιστείνας·
............... ἐκ τῆς θεότητος.
Ἐσθλῆς αὐτὰρ ἔγωγε θέας ἀπιὼν ἐχάραξα.
ΑΛΛΟ.
Αὐλῆς νῦν ἐσορᾷς πρόθυρον μόνον· εὖτε δὲ πᾶσαν
Μάξιμος ἐκτελέσῃ, αἶψα δὲ τοῦτο πέλοι,
ὄψεαι Ἀλκινόου προφερέστερα δώματα πάντα·
τέκνοις δʼ ἐκτελέοι καὶ τεκέων τέκεσιν.
Τελείῳ.
ΑΛΛΟ.
Ἵλαθί μοι Βαλμαρκώθ, κοίρανε κωμῶν,
καὶ κλύε μου, δέσποτα, νῦν Ἱλάρου.
.............ρων ἀνέθηκα
τήλοθεν ἐκ νήσοιο Ῥόδου τέχνασμα ποθεινόν,
Ἄμμωνος κεραοῦ χάλκεον ἀντίτυπον,
... προχέοντα βροτοῖς ἱερόδρομον ὕδωρ.
ΑΛΛΟ.
Μνῆμα τόδʼ ὑψιφανὲς Δηοῦς ζακόροιο δέδορκας
μυρίον ἐν σοφίῃ κῦδος ἐνεγκαμένου,
ὃς τελετὰς ἀνέφηνε καὶ ὄργια πάννυχα μύσταις
Εὐμόλπου, προχέων ἱμερόεσσαν ὄπα,
ὃς καὶ δυσμενέων μόθον οὐ τρέσεν, ἀλλʼ ἐσάωσεν
ἄχραντʼ ἀρρήτων θέσμια Κεκροπίδαις·
ἆ μάκαρ, ὃν καὶ δῆμος ἐπεστεφάνωσε γεραίρων
....................
ΑΛΛΟ.
Ἀλκῇ καὶ μύθοισι καὶ ἐν μούσαισι κρατίστους
ἄνδρας ἀγακλειτοὺς τέτροφε Κεκροπίη,
ὧν ἕνα καὶ Δέξιππον, ὃς ἱστορίην ἐσαθρήσας
αἰῶνος δολιχήν, ἀτρεκέως ἔφρασε.
Καὶ τὰ μὲν αὐτὸς ἐπεῖδε, τὰ δʼ ἐκ βίβλων ἀναλέξας
ηὕρατο παντοίην ἱστορίης ἀτραπόν.
Ἦ μέγα κλεινὸς ἀνήρ, ὃς νοῦ ἄπο μυρίον ὄμμα
ἐκτείνας, χρονίους πρήξιας ἐξέμαθε.
Φήμη μὲν περίβωτος ἀνʼ Ἑλλάδα, τὴν ὁ νεανθὴς
αἶνος Δεξίππῳ δῶκεν ἐφʼ ἱστορίῃ.
Τοὔνεκα καὶ παῖδες τὸν ἀγακλειτὸν γενετῆρα
μορφήεντα λίθου θῆκαν ἀμειβόμενοι.
ΑΛΛΟ.
Νηὸν μὲν σιγαλόεντα Σαράπιδος ὑψιμέδοντος,
ἠδʼ αὐτὸν χρυσοῦ παμφανόωντα βολαῖς,
στήσαντο ζάκορός τε Διόσκορος, ἠδὲ Κυρίλλου
εὐνέτις, ἡ μακάρων μή ποτε ληθομένη,
καὶ δύο τῆς αὐτῆς γενεῆς ἕνα θεσμὸν ἔχοντες,
οἷσι μέμηλε κλυτῆς ἔργα νεωκορίης.
ΑΛΛΟ.
Ἑσπερίης πάσης χθονὸς ὄβριμον ἰθυντῆρα,
Μαρκελλῖνον ἄθρει θαρραλέως ταμίην,
Ἑλλάδος ἀγλαὸν ἔρνος, ὃς εὐδοκίῃ καὶ ἀρωγῇ
κουφίζων πόλιας, θῆκεν ἐλαφροτέρας.
Τοὔνεκα καὶ προθύροισι Δίκης, ἐπιμάρτυρα θεσμῶν
βουλῆς καὶ Πύρρου στῆσεν ἐφημοσύνη.
ΑΛΛΟ.
Ἀγαθῇ τύχῃ.
Ἀνθεμίου παῖς οὗτος, ὃς ἀνθυπάτων μέγʼ ἀμείνων,
ὑπάρχου πατρὸς ζηλῶν τρόπον ἠδʼ ὑπάτοιο,
ἶσα Διὸς θέμιδι φαίνων χραίσμησιν ἅπασιν.
Ἀγαθῇ τύχῃ.
Ἀσίδος ἀνθύπατον, μεγαλήτορος υἱὸν ὑπάρχου
Ἀνθεμίδην Ἰσίδωρον ἐν εἰκόσι μαρμαρέῃσιν
Ὑπαίπων ναετῆρες ἐτίσαμεν εἵνεκεν ἀρχῆς.
ΑΛΛΟ.
Ἡ διασημοτάτη Ἐρύθρου πόλις, ἡ μακάρων γῆ
Κεκροπὶς ἡλιόθεν κῦδος ἀειραμένη
τῆς πανηγύρεως ἀγορανόμον οὔνομα Κάρπον
τοῖς ἰδίοις ἔργοις εἶδεν ἀταλλόμενον·
ἔστι δέ μοι γενέτης ᾧ εὔχομαι ἰσοφαρίζειν
Ζωσιμίων τιμαῖς ἄγχι παριστάμενος.
ΑΛΛΟ.
Εἰκόνα τήνδʼ ἐσάθρει· πέλεται δὲ τοῦ ἁγνοῦ ὑπάρχου
ἐς Κρητῶν πόλιν, ἣν μοῦνος ἔθηκα νέην.
Ἀγχίθυρος δʼ ἕστηκα Δίκης πέλας· εἰμὶ Δίκης γὰρ
ἤπιος ἰθυδίκοις, τοῖς δʼ ἀδίκοισι δέος.
Στῆσε δὲ Καλλίνικος ἐνηής, δόγματι νήσου,
γαίης Ἰλλυρίδος δεύτερον ἠελίον.
ΑΛΛΟ.
Διφίλου οὗτος ὅδʼ ἐστι τύπος τοῦ Διφίλου υἱοῦ,
ὃς καὶ ἐπὶ στρατιὴν δόξαν ἔχεν μεγάλην.
ΑΛΛΟ.
Ἄττις τὸν Ἑρμῆν εἵσαθʼ· Ἑρμῆς δʼ Ἀττίῳ
οἶκον φυλάττοι καὶ γένος φίλους θʼ ἅμα.
....... Ἑρμῇ δʼ ἐπʼ ἄλειφα χεύσομαι
φυλαττομένῳ δῶμα τόδʼ Ἀττιάδων·
....... Ἑρμῆς δʼ ἐριούνιος.
ΑΛΛΟ.
Σοὶ τόδʼ ἄγαλμα, θεά, Π..........
...................
Νικιέης οὗ πατρὸς ὁμώνυμος, ἠδὲ σύνευνος.
...................
Σεῖο δὲ καὶ νηοῖο θύρας τεύξαντο φαεινάς,
...................
Οἱ δʼ αὐτοὶ δάπεδον πυκνοῖς στορέσαντʼ οὐδοῖσιν
καὶ βωμοὺς ἱεροὺς τεῦξαν ἑαῖς δαπάναις,
καὶ νηοῦ δʼ ἐπὶ κρατὶ μετήορʼ ἀγάλματα θῆκαν
τρισσά, δύω Νίκας, μέσσα δὲ Περσεφόνην.
Χαῖρε, θεὰ, τοῖσδεσσι καὶ ἱλήκοις Παρίοισιν,
δισσὰς ἐν παλάμαις ἀραμένη δαΐδας,
καὶ τοῖς μὲν φιλέουσι Πάρον γλυκερὸν φέρε φέγγος,
τοῖς δʼ ἐθέλουσʼ ἀδικεῖν πυρσὸν ἄναπτε κακῶν,
μᾶλλον δʼ ἐμπόδιον καὶ τοῖς κακοεργέσι θείης,
μή τι κακὸν ῥέζειν, ἐσθλὰ δὲ πάντα πόλιν.
Ἵλαθι πᾶσι, μάκαιρα, πολυλλίστη δὲ πόληι,
κούραις καὶ κούροις, τοῖς καὶ ἐπεσσομένοις.
Ἔξοχα δʼ ἱλήκοις, καί σφιν μάλα χάρματα δοίης,
Νικίᾳ ἠδʼ ἀλόχῳ παισί τε τῶνδʼ ἐρατοῖς,
καὶ παισὶν παίδων, τοί κεν μετόπισθε γένωνται·
ἵλαθι, τοὔνεκα σεῦ νηὸν ἔθηκε γονεύς … .
Τόνδε σοι, ὦ δᾳδοῦχε Διὸς τέκος, ὕμνον ἔτευξεν
Νικιάδης, ὃς σεῦ ἵλατο δᾷδα φέρων.
ΑΛΛΟ.
Ὁ κρατερὸς πολιοῦχος ἄναξ ἠγείρατο ταύτην
νεύματι τῷ σφετέρῳ χαλκοτύπου παλάμαις
στήλην Εὐδάμοιο, τὸν εὖ ἐνοήσατο θεσμὸς
πειθόμενον σκήπτροις αἰὲν ἀκηρασίοις.
Δέρκεό μοι, φίλος, ὧδε νοήμονα τέκτονα χαλκοῦ
Ἡφαίστου σοφίῃ σῶμα μιμησάμενον.
ΑΛΛΟ.
Ἐκ γενεῆς περίβωτον, ἀπʼ ἀνθυπάτων καὶ ὑπάρχων,
Πλούταρχον, καθαρῇσιν ἀοίδιμον εὐνομίῃσιν,
προφρονέως Μεγαρῆες ἀειμνήστοις ἐπὶ ἔργοις
εἰκόνι λαϊνέῃ στῆσαν ἀγασσάμενοι.
Πάντη Πλουτάρχοιο κλέος, πάντη δέ τε θαῦμα,
πάντη δʼ εὐνομίης εὖχος ἀπειρέσιον,
υἱέος Εὐρίοιο, τὸν Ἀλκαθόου ναετῆρες
πολλῶν ἀντʼ ἀγαθῶν ἀμφὶ Δίκης τεμένει.
ΑΛΛΟ.
Δῆμος Ἐρεχθῆος βασιλῆα λόγων ἀνέθηκεν
Πλούταρχον σταθερῆς ἕρμα σαοφροσύνης,
ὃς καὶ τρὶς ποτὶ νηὸν Ἀθηναίας ἐπέλασσεν
ναῦν ἐλάσας ἱεράν, πλοῦτον ὅλον προχέας.
ΑΛΛΟ.
Τὸν θεσμῶν ταμίην Ἑρκούλιον ἁγνὸν ὕπαρχον
Πλούταρχος μύθων ταμίης ἔστησε σοφιστής.
ΑΛΛΟ.
Τὸν πρόμαχον θεσμῶν Ἑρκούλιον, ἶσον ἅπασιν,
ἑζόμενον θώκων ὑψόθεν αἰπυτάτων,
δεινὸς Ἀθηναίων Ἀπρωνιανός σε σοφιστὴς
στῆσε παρὰ προμάχῳ Παλλάδι Κεκροπίῃ.
ΑΛΛΟ.
Ἑρκόλιον τὸν ἔπαρχον ἀνέστησαν Μεγαρῆες
παντοίων ἐθνῶν καὶ πόλεων φύλακα.
Τείχεα δείματο καὶ πόρον ἔμπεδον ὤπασε Νυμφῶν,
ἄστεα καὶ βουλὰς πάντʼ ἐφορῶν σοφίῃ.
ΑΛΛΟ.
Φωσφόριον Μεγαρῆες Ἀριστονόοιο καμόντες
εἰκόνα λαϊνέην στῆσαν ἐπʼ εὐδικίαις,
οὕνεκα πυργώσας πόλιας, κρατεραλγέα, θοῦρον
τεῦξεν ἀτάρβητον δήιον ἐνναέταις.
ΑΛΛΟ.
Ἀρχὸν ἐμὲ Θεόδωρον Ἀχαιῶν εἰκόνι τῇδε
στῆσε Θεμιστοκλέης νεύματι Κεκροπίης.
Ἀρχὸν ὁρᾷς Θεόδωρον, ὃς εὐδικίῃς ἀγανῇσι
σῶσε Πανελλήνων σώματα καὶ πόλιας.
Τοὔνεκά μιν κατὰ ἄστυ Θεμιστοκλέης ἀνέθηκεν
εἰκόνι λαϊνέῃ· τὼς γὰρ ἄνωγε πόλις·
εὐχόμενος μετέπειτα θεῷ γεννήτορι πάντων,
καὶ χαλκοῦν στῆσεν νεύματι Θευδοσίου.
ΑΛΛΟ.
Πιτθεῖδαι Θεόδωρον· ἐπεὶ πόλιν ἠέξησε
πευκαλίμοις ἀγανῆς μήδεσι προστασίης,
ναὶ μὴν καὶ κτεάτεσσιν· ἐπεὶ λίπε πᾶσι νέμεσθαι
ἄργυρον ἐς γενεὴν πᾶσαν ἐπεσσομένην.
ΑΛΛΟ.
Τὸν κλυτὸν ἡγεμονῆα Χαρίσιον ἄνθετο κούρα,
Σπάρτας ἁ πρώτα, Πηνελόπεια νέα,
ἣν μέγα χάρμα πάτρᾳ Σπαρτιατικὸς ἠέξησεν,
κυδάλιμος γενέτωρ κυδαλίμαν θύγατρα.
ΑΛΛΟ.
Στῆσε Σαβινιανὸν τὸν ἀοίδιμον ἡγεμονῆα
ἀντʼ εὐεργεσίης ἡ πόλις ἡ σφετέρη.
ΑΛΛΟ.
Ἐκ δεκάπεντʼ ἀνδρῶν Φοίβου στεφανηφόρος ἱρεὺς
Κρήσκηνς, ἠγάθεός τε Λεόντιος, ἔνσοφοι ἄνδρες,
ὃς μὲν ἀπʼ ἀντολίης, ὃς δʼ ἄρʼ ἀφʼ ἑσπερίης,
ὄργια συρρέξαντε θεᾷ παμμήτορι Ῥείῃ
κριοβόλου τελετῆς καὶ ταυροβόλοιο φερίστης,
ἤμασι μυστιπόλοις βωμὸν ὑπερτίθεσαν.
ΠΕΤΡΩΝΙΟΥ ΑΠΟΛΛΟΔΩΡΟΥ …
Μητέρι τῇ πάντων Ῥείῃ, τεκέων τε γενέθλῳ,
Ἄττει θʼ ὑψίστῳ καὶ συνιέντι τὸ πᾶν,
τῷ πᾶσιν καιροῖς θεμερώτερα πάντα φύοντι,
κριοβόλου τελετῆς ἠδʼ ἔτι ταυροβόλου
μυστιπόλος τελέθων, τοῦτον συνθήκατο βωμόν,
δῶρον Ἀπόλλωνος θεῖον ἔχων ἐπίκλην.
ΑΔΕΣΠΟΤΟΝ.
Εἷς Βαΐτ, εἷς Ἀθώρ, μία Τωμβία, εἷς δὲ Ἄκωρι,
χαῖρε, πάτερ κόσμου, χαῖρε τρίμορφε θεός.
ΑΛΛΟ.
Πανί τε καὶ Νύμφαις Μαίης γόνον ἔνθʼ ἀνέθηκεν
Ἑρμείαν Διὸς υἱὸν, .............
Οὐίκτωρ, Λυσιμάχου παῖς, Ἑρμαίου δʼ ἅμα Πανός
ἀρητήρ ..................
ΑΛΛΟ.
Τήνδε θεὰν ἀνέθηκε φιλευήχῳ Διόπανι
Οὐίκτωρ ἀρητὴρ Λυσιμάχοιο γόνος.
ΑΛΛΟ.
Τατιανὸς μετὰ δικανικὴν τοῖς ἄρχουσιν συγκαθεσθείς,
ἡγεμόνι, βικαρίῳ, ἀνθυπάτῳ, δυσίν τε ἐπάρχοις,
ἀρχὴν Θηβαίων λάχεν, εἶτʼ Αἰγύπτου πάσης,
κεῖθεν ὑπατικὸς Συρίης, ἠδʼ ἔπαρχος ἑῴας,
θησαυρῶν τε θείων κόμης, εἶτʼ ἔπαρχος μέγας φανείς·
ταῦτα δʼ ἔτι πράττων ἔτεσι τριάκοντα καὶ τρισίν,
δέξατʼ ἀείδιον ὑπάτων λάχος εἵνεκα πάντων.
......................
Οἱ θεῖοι βασιλεῖς τοῖς ἔργοισιν χαίροντες
εἵνεκʼ ἀμοιβῆς ὑπατίας τίμησαν ἀφθάρτως
ὡς ἂν αὐτῷ κῦδος καὶ τιμὴν ὀπάσοιεν
πάντας ἐπʼ ἀνθρώπους ἅμα τοὺς τότε καὶ μετέπειτα,
οὕνεκʼ ἀπειρεσίους πόνους ἐξήνυσεν ἀρχαῖς.
ΑΛΛΟ.Ἰταλίης ἄρχοντα φιλόπτολιν ἐστήσαντο
βουλὴ καὶ βασιλεύς, τὸν σοφὸν Εὐσέβιον.
ΑΛΛΟ.
Εἰς ἄγαλμα Κλαυδιανοῦ.
Εἰν ἑνὶ Βιργιλίοιο νόον καὶ μοῦσαν Ὁμήρου
Κλαυδιανὸν Ῥώμη καὶ βασιλεῖς ἔθεσαν.
ΑΛΛΟ.
Δημοκύδης τόδʼ ἄγαλμα Τελεστοδίκη τʼ ἀπὸ κοινῶν
εὐξάμενοι στῆσαν παρθένῳ Ἀρτέμιδι
σεμνῷ ἐνὶ ζαπέδῳ κούρῃ Διὸς αἰγιόχοιο
τῶν γενεὴν βίοτον τʼ αὔξησεν ἀπημοσύνῃ.
ΑΛΛΟ.
Ἁζομένη κούρην Λητωΐδα ἰοχέαιραν,
Ἄρτεμιν Ὀρθωσίην, πόλεως περὶ τείχεα πάντα,
εἰμʼ ἱερηῒς ἐγὼ Ἀσκληπιάς· ἐκ δὲ τοκήων
πατρὸς Ἐϋκτιμένου Ἀσκληπιάδαο γενέσθην,
μητρὸς σεμνοτάτης Νικηφόριδος γένος ἐσθλόν·
οἱ δʼ εὖ γεινάμενοί με δόσαν ἱερῇδα τῇδε θεαίνῃ,
βουλῆς καὶ δήμου ψηφισσαμένης περʼ ἐμεῖο.
ΑΛΛΟ.
Τῷ σεμνύνοντι τοῖς τρόποις τὴν ἀξίαν
ὕπατος ὑπάρχων προσφέρω Φιλόξενος.
ΑΛΛΟ.
Τουτὶ τὸ δῶρον τῇ σοφῇ γερουσίᾳ
ὕπατος ὑπάρχων προσφέρω Φιλόξενος.
ΑΛΛΟ.
Λάμπει καὶ φθιμένοις ἀρετῆς φάος, οἳ περὶ πάτρης
πολλὰ πονησάμενοι ξυνὸν ἔθεντʼ ὄφελος·
Ἀσκληπιοδότῳ λόγος ἥρμοσεν, ᾧ πόλις ἥδε
οἷάπερ οἰκιστῇ τόνδʼ ἀνέθηκε τύπον.
Τήκει καὶ πέτρην ὁ πολὺς χρόνος, ἀλλʼ ἀρετάων
Ἀσκληπιοδότου τὸ κλέος ἀθάνατον,
ὅσσα καὶ οἷα πόρεν γέρα πατρίδι· τοῖς ἐπὶ πᾶσιν
καὶ τόδε μετρείσθω ξυνὸν ἔρεισμα θόλου.
ΑΛΛΟ.
Ὅτι τὰ λεγόμενα ἑπτὰ θεάματα ἐστὶ ταῦτα·
Κενὸν φρύαγμα τῶν πάλαι πυραμίδες,
Αἴγυπτος ὥσπερ εἶχε κόμπον ἡ πλάνος,
καὶ πύργος ἄστροις ἐξισούμενος Φάρου,
μέγας κολοσσὸς ὁ θρυλλούμενος Ῥόδου, καὶ Κυζίκου φέριστος ἀπραγὴς δόμος,
τῆς Ἀρτέμιδος τῆς Ἐφεσίας δόμος,
καὶ τύμβος ἐξάκουστος ὁ τοῦ Μαυσώλου,
τὸν ὅνπερ ἐξήγειρεν Ἀρτεμισία,
ἡ Μαυσώλου τάλαινα σύζυγος πάλαι,
καὶ τὸ θέατρον Λυκίας τῆς τῶν Μύρων,
ὅπερ κατεσπάραξεν Ἰσμαὴλ γόνος,
καὶ Ῥουφίνιον ἄλσος ἐν τῷ Περγάμῳ,
οὗπερ τὸ κάλλος πᾶσαν ἔδραμε χθόνα.
ΑΔΕΣΠΟΤΟΝ.
Πίστιν ἔχων βασίλειαν ἐμῶν μενέων συνέριθον,
σοί, μάκαρ Ὑψίμεδον, τόνδʼ ἱερὸν ἔκτισα νηόν,
Ἑλλήνων τεμένη καὶ βωμοὺς ἐξαλαπάξας,
χειρὸς ἀπʼ οὐτιδανῆς Ἰοβιανὸς ἔεδνον ἄνακτι.
ΑΛΛΟ.
Κίονα πορφυρέην καὶ ἀργυρέην βασίλειαν
δέρκεο, ἔνθα πόληι θεμιστεύουσιν ἄνακτες.
Τοὔνομα δʼ εἰ ποθέεις, Εὐδοξία. Τίς δʼ ἀνέθηκεν;
Σιμπλίκιος, μεγάλων ὑπάτων γόνος, ἐσθλὸς ὕπαρχος.
ΑΛΛΟ.
Εἰς τὸν ναὸν τοῦ Κύρου.
Κῦρος μέν σʼ ἐδόμησεν, ἔθηκε δὲ κῦρος ἁπάντων,
δεσπότις ἡμετέρη, τῶν ἐπὶ γῆς θαλάμων.
Ἔνθεν ἐπορνυμένη Βυζαντίδος ἀμφιπολεύεις
κύκλον ὅλον, χαρίτων νάμασι πληθομένη.
ΑΛΛΟ.
Παρθένε παμβασίλεια, τεὸς δόμος οὐρανός ἐστιν·
ἔμπης τῶν χθονίων πρῶτα φέρων θαλάμων
οὗτος ἐκεῖσʼ ἀνάγει. Σὺ δὲ θῆκας, παρθένε, γῆθεν
ἄντυγος οὐρανίης ἠερίην κλίμακα.
ΑΛΛΟ.
Δόξης ὀρθοτόμου ταμίης καὶ ὑπέρμαχος ἐσθλός,
ἀρχιερεὺς θεόπνευστος ἐδείματο κάλλος ἄμετρον
Ἀντίπατρος κλυτόμητις ἀεθλοφόρους μετʼ ἀγῶνας,
κυδαίνων μεγάλως θεομήτορα παρθένον ἁγνὴν
Μαρίαν πολύυμνον, ἀκήρατον, ἀγλαόδωρον.
ΑΛΛΟ.
Ἄλλοι μὲν βασιλῆες ἐτιμήσαντο θανόντας
ἀνέρας, ὧν ἀνόητος ἔην πόνος· ἡμέτερος δὲ
εὐσεβίην σκηπτοῦχος Ἰουστινιανὸς ἀέξων
Σέργιον αἰγλήεντι δόμῳ θεράποντα γεραίρει
Χριστοῦ παμμεδέοντος· τὸν οὐ πυρὸς ἀτμὸς ἀνάπτων
οὐ ξίφος, οὐχ ἑτέρη βασάνων ἐτάραξεν ἀνάγκη,
ἀλλὰ θεοῦ τέτληκεν ὑπὲρ Χριστοῖο δαμῆναι,
αἵματι κερδαίνων δόμον οὐρανοῦ. Ἀλλʼ ἐνὶ πᾶσιν
κοιρανίην βασιλῆος ἀκοιμήτοιο φυλάξοι,
καὶ κράτος αὐξήσειε θεοστεφέος Θεοδώρας,
ἧς νόος εὐσεβίῃ φαιδρύνεται, ἧς πόνος ἀεὶ
κᾀκ κτεάνων θρεπτῆρες ἀφειδέες εἰσὶν ἄγωνες.
ΑΛΛΟ.
Μείζονα τοῦ προτέροιο σὺν ἀσφαλέεσσι θεμέθλοις
εἰς ἔδαφος νεύοντα Γεώργιος οἶκον ἔγειρεν,
Ἀντιπάτρου γενετῆρος ἀμείνονα κόσμον ἀνύσας,
μάρτυρι Σεργίῳ περικαλλέα νηὸν ὀπάσσας.
ΑΛΛΟ.
Ἐξεπόνει τόδε κάλλος ἑῇ θρεπτήρια πάτρῃ
ἐξ ἰδίων καμάτων ὁ Φιλάγριος, ὄφρα σαώσῃ
ἄστυ τε καὶ ναέτας, ὅτε χείματος ἵσταται ὥρη·
πολλὸν Χριστὸς ἄχραντος ἐπὶ χρόνον οὔνομα τοῦτο
παντοκράτωρ ἀλόχου τε μένειν νεύοι Θεοδώρης,
.......................
ΑΛΛΟ.
Ὡς οἷα ποιεῖ πίστις ἡ Κωνσταντίνου,
τοῦ πατρικίου καὶ τριηράρχου, ξένα
Χρυσάργυρον γὰρ τὸν Γολγωθὰ δεικνύει,
Γολγωθὰ τοῦτον· καὶ γὰρ ὁ σταυροῦ τύπος.
ΑΛΛΟ.
Ὡραῖον εἰς ὅρασιν ὀφθὲν τὸ ξύλον
γεύσει με νεκροῖ τοῦ θεοῦ κατʼ εἰκόνα·
ὡραῖος ὤν, κάλλει δὲ θείας οὐσίας,
ζωοῖ με Χριστὸς σαρκικῶς θανὼν ξύλῳ·
οὗ τήνδε θήκην Ῥωμανός, γῆς δεσπότης
ὡραιότησιν ἀρετῶν ἐστεμμένος,
χάρισιν ὡράισε τιμίων λίθων
ἡττῶν διʼ αὐτοῦ δαίμονας καὶ βαρβάρους.
ΑΛΛΟ.
Ὕλης τὸ λαμπρὸν καὶ σοφὸν τὸ τῆς τέχνης,
κάλλους τὸ τερπνόν, σχήματος τὸ ποικίλον,
τῶν ἔνδον ἡ βλύζουσα θαυματουργία,
τοῦ δημιουργήσαντος ὁ ζέων πόθος,
ὑπερφέρουσι τῆς κιβωτοῦ τῆς πάλαι·
ὅσῳ γὰρ αὐτὰ τῶν πρὶν ἐξῃρημένα,
μείζων τοσούτῳ πίστις ἡ Θεοφάνους,
προσευκτικὸν σκήνωμα τῶν αἰτημάτων
τεύξασα, καλλύνασα τοῦτο σὺν πόθῳ
εἰς ψυχικὴν κάθαρσιν, εἰς βίου σκέπην.
ΑΛΛΟ.
Στύλος πυρὸς πρὶν Ἰσραὴλ ὁδηγέτης
εἰς τὴν ἀγαστὴν γῆν ἀπὸ τῆς Αἰγυπτίας·
καὶ νῦν στύλος σοι, Συμεών, θεῖε πάτερ,
ἐκ γῆς ὁδηγὸς εἰς τρίβον οὐρανίαν.
Κοσμῶ τὸ λοιπὸν σὴν σεβασμίαν κάραν
ὁ βασιλικὸς Βασίλειος ἐκ πόθου.
ΑΛΛΟ.
Σὺ, Χριστὲ, κόσμου κοίρανος καὶ δεσπότης·
σοί νυν προσηῦξα τὴν σὴν δούλην πόλιν,
καὶ σκῆπτρα τάδε, καὶ τὸ τῆς Ῥώμης κράτος·
φύλαττε ταύτην, σῶζέ τʼ ἐκ πάσης βλάβης.
ΑΛΛΟ.
Ὁ Μιχαὴλ πλουτῶ σε τὸν Χριστοφόρον,
κράτει κράτος σου, μάρτυς, ἐστηριγμένος,
καί σε στεφανῶ· σῶν δʼ ἀπαρχῶν τὸ στέφος.
ΑΛΛΟ.
Σὸς κόσμος ἐστὶ, σταυρὲ, πίστις καὶ πόθος·
οὕτως σε κοσμεῖ καὶ βασιλὶς Μαρία·
ὃν οἱ σταλαγμοὶ τοῦ θεοῦ τῶν αἱμάτων
δόξαν θεϊκὴν ἐστόλισαν καὶ κράτος·
πῶς δοξάζουσι μαργαρῖται καὶ λίθοι;
ΑΛΛΟ.
Καὶ τοῦτο γοῦν σοι προσφέρω πανυστάτως
ἤδη προσεγγίσασα ταῖς Ἀΐδου πύλαις
τὸ θεῖον ἀνάθημα, τὸ ζωῆς ξύλον,
ἐν ᾧ τὸ πνεῦμα τῷ τεκόντι παρέθου
καὶ τῶν πόνων ἔληξας ὧν ἐκαρτερεῖς,
οἷς τοὺς πόνους ἔπαυσας, οὓς κατεκρίθην,
καὶ κρατεῖν ἐποίησας ἡμᾶς ἐν πόνοις.
Ταύτην διδωμί σοι τελευταίαν δόσιν
θνήσκουσα καὶ λήγουσα κἀγὼ τῶν πόνων,
ἡ βασιλὶς Δούκαινα λάτρις Εἰρήνη,
χρυσενδύτις πρίν, ἀλλὰ νῦν ῥακενδύτις,
ἐν τριχίνοις νῦν ἡ τὸ πρὶν ἐν σουσίνοις,
τὰ ῥάκια στέργουσα πορφύρας πλέον,
πορφυρίδα κρίνουσα, τὴν ἐπωμίδα
μελαμβαφῆ ἔχουσα ὡς δέδοκτό σοι.
Σὺ δʼ ἀντιδοίης λῆξιν ἐν μακαρίοις
καὶ χαρμονὴν ἄληκτον ἐν σεσωσμένοις.
ΑΛΛΟ.
Ἔχεις με Χριστὸν, αἷμα σαρκός μου φέρων.
ΑΛΛΟ.
Αἵματος ζωηφόρου τερπνὸν δοχεῖον
ἐξ ἀκηράτου Λόγου πλευρᾶς ῥυέντος.
ΑΛΛΟ.
Ξύλῳ κρεμασθεὶς φῶς ἀμαυροῖς ἡλίου,
τάφῳ δὲ κρυφθεὶς ἐνδύεις ἀφθαρσίαν,
τυθεὶς πρόκεισαι ζωοποιὸς ἑστία.
Χήρας δέδεξαι λεπτά, δέξαι καὶ τόδε.
ΑΛΛΟ.
Καὶ πρὶν ὑπούργει τὸ τρύβλιον δεσπότῃ
κεῖνο, μαθητὰς ἑστιῶντι τοὺς φίλους,
καὶ νῦν ὑπουργεῖ τοῖς μελιγμοῖς δεσπότου
μάρτυρι τοῦτο δῶρον εἰσειργασμένον.