Τοὺς δὲ πυρέσσοντας τὸ χαμαίμηλον θεραπεύει
σὺν ῥοδίνῳ λεῖον τετριμμένον, ὠφέλιμον δέ
τοῖς μετριάζουσιν τὸ φυτόν. φύεται δʼ ἐπὶ θινῶν
τὸ βραχὺ καὶ κάλλιστον, ὃ βαστάζουσιν ἰητροί
ἀρχομένου θέρεος, μέγας Ἥλιος ἡνίχʼ ὁδεύῃ
ἕβδομον ἱππεύσας τετράζυγον ἄντυγα πώλων.
Ῥάμνος ἔχει πανάκειαν ἐν οἴκοισιν παναρίστην
φυομένη φραγμοῖσιν ἀκανθῆεν πετάλειον.
ὤρου δʼ ἐστὶ φυτόν. τὸ δὲ σύμφορόν ἐστι βροτοῖσιν
βαστάζειν τότε ῥάμνον, ὅταν φθίνουσα Σελήνη
δέρκηται πάντεσσι βροτοῖς κατὰ μακρὸν Ὄλυμπον.
κρημναμένη δύναται γὰρ ἀποστρέψαι κακότητας
φαρμακίδων τε κακῶν καὶ βάσκανα φῦλʼ ἀνθρώπων.
πρώτη γὰρ μακάρων ἐχρήσατο τῇδε φυτείᾳ
Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,
Πάλλαντα κτείνασα μάχαις κρατερῆφι βίηφι
τῆμος ὅτʼ ἀθάνατοί τε θεοὶ θνητοί τε Γίγαντες
σύμβαλον εἰς ἔριδα κρατερὴν κάρτιστοι ἐόντες·
πανδερκὴς δʼ ἄρʼ ἔπειτα θεὰ Νέμεσις πολύμορφος
καὶ νηοὺς ἐκάθηρε θεῶν καὶ ἀγάλματα ῥάμνῳ.
θρέμματά τε νέποδάς τε καλὸν φυτόν ἐστι φορῆναι
πρός τε πόνον κεφαλῆς καὶ δαίμονας ἠδʼ ἐπιπομπάς·
πάντα γὰρ ἰήσαιτο βροτοφθόρα φάρμακα λυγρά.
Ἀρτέμιδος βοτάνην δὲ συνώνυμον αἶρʼ ἐπιφώσκειν
Ἠελίου μέλλοντος ἐπὶ χθόνα φέγγος ἐρυθρόν,
ἥντινα τοξότιν ἄνδρες ἐφήμισαν ἢ βοτρυῖτιν,
πασιθέην δʼ ἕτεροι Χαρίτων στέργηθρον ἔχουσαν,
οἳ δέ τε λυσίκοπον φιλοπαννύχου ἀγροιῶται
ἀθανάτης καλέουσι φυτὸν μέγα δῶρον ἔχοντες·
λύει γὰρ κόπον ἀνδρὸς ὁδοιπόρου ὅς κʼ ἐνὶ χερσίν
τὴν μονόκλωνον ἔχῃ, περὶ δʼ αὖ ποσὶν ἕρπετα πάντα
φεύγει, ἤν τις ἔχῃ ἐν ὁδῷ, καὶ φάσματα δεινά.
αἷμα δέ οἱ σκιρρωθὲν ἐπὴν ἄρθροισιν ἐλάσσῃ,
κλῶνας ἑλὼν μῖξον ῥοδίνῳ, ζέσσας δʼ ἐνὶ κύθρῃ
σύγχριε τὸν κάμνοντα ὅλον μέλλοντα καθεύδειν,
κεὐθὺς ἀπαλλάξεις ἀλγήματος ἐκ μεγάλοιο.
ὑστερικαῖς δὲ γυναιξὶν ἄγαν σωτήριόν ἐστιν
στραγγουροῦντά τε παύει ὀπισθοτόνοιό τε ῥῆγμα.
πάντα δʼ ἀεὶ νοσοεργὰ πάθη στέλλουσα διώκει.
Αὐτίκα δʼ Ἑρμείαο τὸ δάκτυλον αἶρε χλοανθές
πενταπετές, διοπουν ερμαιαν πᾶσιν ἀρωγόν,
τὴν καὶ ὀνειροδότειραν, ἐπεὶ καὶ θέσφατα πάντα
θνητοῖς ἀνθρώποισιν ὀνείρατα καλὰ προφαίνει.
πάντα γὰρ ἀλθήσαιο πόνον φορέων περὶ σῶμα,
ὀφθαλμῶν δέ τε πᾶσαν ἐρητύσειας ἀνίην,
χοιράδας, ἀντιάδας, σταφυλήν, οἴδημʼ ὑπὸ γλῶσσαν,
ἄρθρα τε καὶ νεύρων ὀδύνας καὶ ἕρκος ὀδόντων
ψώραν τʼ εξανιατον βροτοφθόρον ἐκ κακότητος
καὶ λοχίων ἔμμηνα καταπλασθέντα γυναικῶν.
ἐν δʼ ὕδατι λιαρῷ προσκλυζομένη παλάμαισιν
πρός τε φόβους καὶ βασκοσύνας καὶ δαίμονας ἐχθρούς
ἔστιν ἄκος πανάριστον, ὅθεν καὶ λάμβανε ποίην
μήνης αὐξομένης φαεσιμβρότου Ἠελίου τε
ἀντέλλειν μέλλοντος ἐπὶ χθόνα φέγγος ἐρυθρόν.
…
πρὸς τὰ Κυθηρίδος ἔργα θεᾶς κυδρῆς Ἀφροδίτης.
τρυγόνιον τόδε πάντες ἐπιχθόνιοι καλέουσιν,
ἄλλοι δʼ ἀρρενικόν τʼ ἰδʼ ἀριστερεῶνα τὸν ὀρθόν,
ὕπτιον αὖθʼ ἕτεροι χθαμαλὴν ἐπὶ γαῖαν φιλεργον.
δοιοὶ γὰρ πεφύασιν ὁμοιότατοι πετάλοισιν·
ὀρθὸς μὲν τείνει νεύρων φύσιν εἰς Ἀφροδίτην,
ὕπτιος εὐνάζει, δύναμις δʼ αὐτοῖσι μεγίστη.
εὖ δʼ ὁπόταν ἐθέλῃς πόνον ὀφθαλμῶν ἀκέσασθαι,
ἁμματίσας περὶ σῶμα περιστερεῶνα τὸν ὀρθόν
Ἠελίου κόσμον τὸν ἀτέρμονα κυκλώσαντος
παύσεις ὀφθαλμοῖο δυσαυγέας ἀμβλυντῆρας.
καὶ κεφαλῆς πόνος ἐν ταύτῃ παράχρημα μειοῦται,
καὶ κόπον ἐξελάσαι δυνατὴ τριφθεῖσα μετʼ ὄξους
χοιράδας ἀντιάδας τε καλῶς παύει παράχρημα.
ἔσθʼ ὅτε τοι γαῦρος χαρίτων, στέργειν δὲ γυναῖκας
τεύχειν τʼ εἰς φιλίαν δυνάμεις κοίταις παρέχουσα.
φρικάζῃ δʼ ὁπόταν τις ἀνήρ, βοτάνης ἀπὸ ταύτης
κλῶνας ἑλὼν κάμνοντος ἐναντίος ἵστασο μοῦνον,
κεὐθὺς ἀπαλλάξεις τὸν δαίμονα μηκέτʼ ἐπελθεῖν.
Δίκταμνον βοτάνην αἴρειν ἐπιβάλλεο, κοῦρε,
φροντίδι, ἀθάνατοι τὴν αὐτοὶ θέσπισαν ἡμῖν,
ὡς εἰδῇς δύναμιν βοτανῶν καὶ χρήσιμα ἔργα.
δικτάμνου γὰρ ὅταν αὖον δέμας ἐν παλάμαισιν
τρίψας ἀλφιτοειδὲς ἐνιστάξῃς Διόνυσον
Κουρήτων μακάρων ὑπερασπίζοντα πρεπόντως
καὶ νέβρῳ στολίσῃς, ἕξεις περὶ σῶμα προσάψας
νῖκος ἀμίμητον πρὸς κνώδαλα πάντα τὰ γαίης.
ἰητροὶ δʼ ἅμα πάντες ὅσοις σωτήριόν ἐστιν
βαστάζοντες ἔχουσιν ἐν ἄγγει πρὸς τὰ μαδαῖα
ἕλκη, καὶ μυσαρὰς δὲ νομὰς πληροῖ προκαθαῖρον.
κἂν σκόλοπες θραυσθῶσιν ὑπʼ ἴχνεσιν ἢ περὶ σῶμα,
πάντα τόπον κατάπλασσε, καὶ αὐτόματος προφανεῖται.
καὶ σπληνὸς πόνος ἐν ταύτῃ παράχρημα μειοῦται·
ξηρὴ κοπτομένη καταπλάσσεται ἄλφιτον ὥσπερ.
καὶ τὰ ἐν τοῖς κρυφίμοισιν ἀναγκαίοις τε τόποισιν
φλεγμαίνοντα πάθη καταπλάσμασι τοῖσδʼ ἀκέσαιο.
εἴαρι δʼ αἶρε πόην καὶ καύματι καὶ φθινοπώρῳ.
Κισσίον τόδε πάντες ἐπὶ χθόνα ναιετάοντες
ἄνθρωποι κλῄζουσι λελίσφακον, οἱ δέ τε θεῖον.
λύει γὰρ ψυγμὸν κακοτέρμονα βῆχά τʼ ἀνιγρήν,
πάντα δʼ ὅσʼ ἀνθρώποις ἕλκη πέλεται κακοποιά
μιγνύμενον ῥοδίνοιο λίπει κηρῷ τε λυθέντι
ἰᾶται σπληνός τε πόνον λειεντερίην τε
πινόμενον μέθυος πολιοῦ ἰσορρεπὲς ἄχθος.
τοὺς δʼ αἱμοπτυϊκοὺς προποτιζόμενον θεραπεύει,
πρὸς δὲ γυναικείους κόλπους καὶ πάντα λοχείης
μωλυθεῖσα πυρὶ σμαλερῷ ἔμμηνα καθαίρει.
αἱ μυσαραὶ δὲ γυναῖκες ὅσαι κακὰ μηχανοῶνται
πεσσοποιησάμεναι τε κακης ενκυμονι ρυσαι
καρπὸν καλλιγένεθλον ὑπέμβρυον ἐκβάλλουσιν.
Φράζεο καὶ βοτάνην πατρὸς Κρόνου ἀγκυλομήτεω,
ἥντε χαμαικυπάρισσον ἐπὶ ζείδωρον ἄρουραν
ἄνθρωποι κλῄζουσιν, ἐπεὶ μέγα τε σθεναρόν τε
ἔστιν ἄκος βρόγχοιο καὶ οὔατος ἀντιάδων τε.
τοῦτο θεὸς γὰρ ἔδωκε βροτοῖς σωτήριον εἶναι,
καὶ δίδοται πρὸς ὕδρωπα καὶ ἰσχιάδας θεραπεύει.
τὴν βοτάνην ταύτην πολυώνυμος εὕρετʼ Ὄσιρις
Αἰγύπτου γαίης προκαθήμενος ἠδὲ Κανώπου,
ἐξ ἀρετῆς ἕνα πρῶτον ἐφημερίων θεραπεύσας.
Νῦν δʼ ἤτοι ἐρέω μάλʼ ἀριφραδὲς οὐδέ σε κεύσω
κενταύρου Κρονίδαο φερώνυμον εὕρεμα ῥίζαν
Χείρωνος σθεναροῦ, ἣν πὰρ νάπῃ εἰνοσιφύλλου
Πηλίου ἐν νιφόεντι κιχὼν ἐφράσσατο δειρῇ·
ἣν βαθύρους Ἀχελῷος ἐγείνατο καὶ φάτο πᾶσιν
ἐσθλὴν Παιήων Ἀσκληπιὸς ἠπιόδωρος
κικλήσκειν πανάκειαν, ἐπεὶ πάνθʼ ὅσσα βροτοῖσιν
φλεγμαίνοντα πάθη παύει καὶ κρούσματα πληγῶν
ὑστερικαῖς τε γυναιξὶ λίην σωτήριόν ἐστιν
στραγγουροῦντά τε παύει ἐν ἤματι καὶ λιθιῶντα.
ἣν κέλομαί σε λαβεῖν φαεσιμβρότου Ἠελίοιο
ἀντέλλειν μέλλοντος ἐπὶ χθόνα φέγγος ἐρυθρόν
ὥρῃ ἐν εἰαρινῇ, ὅτε οἱ πληροῦνται ἅπαντα·
πάντα γὰρ ἰήσαιτο πάθη πολυφάρμακος οὖσα.
Βούφθαλμον δʼ αἴρειν ἐπιβάλλεο Εἰλειθυίης
Μήνης αὐξομένης φαεσιμβρότου, ἀγλαὲ κοῦρε,
πολλοῖσίν τε δίδου πολλῶν ἀντάξιον ἔργων
πρός τε φόβους τοὺς γινομένους καὶ δαίμονας ἐχθρούς
βασκοσύνας τε κακὰς μερόπων καὶ φάρμακα λυγρά.
ταύτην τὴν βοτάνην Διὸς ὀφρύα πᾶς ὀνομάζει
…
χρυσωπὸν στίλβει πανυπεύκυκλος ἀνθεμὶς ἁβρή. τῆς βοτάνης τὴν ῥίζαν, ὅταν ἀλγῇ τις ὀδόντα,
λαμβανέτω, μούνην δὲ μασησάμενος παράχρημα
εὐθὺς ἀποπτυσάτω, καὶ ἐλεύσεται ἔκτοθι ῥεῦμα.
γαστέρα δʼ εἴ τις ἔχει στεγνὴν καὶ ἀνέκκριτον οὖσαν,
μωλυθεῖσα καθαίρει ἀνεγκλήτως καὶ ἀλύπως.
Πασάων βοτανῶν βασιληίδα δίζεο, κοῦρε,
Σειρίου ἀντέλλοντος, ὅτε σκυλακόδρομος ὥρη
νυκτιφαής τʼ ἄστροισι θεὰ πλήθουσα Σελήνη
δέρκηται τότε δʼ ἠελίῳ μέλλουσα συνάπτειν,
πασιθέην, ἣν πάντες ἐδωρήσαντο ἄνακτες
Λητοΐδῃ Παιᾶνι θεοὶ κατὰ μακρὸν Ὄλυμπον·
δῶκε δὲ Παιονίην καλέσας κατʼ ἀπείρονα γαῖαν
ἥν ποτε πεντόροβον κλῇζον Ῥείης πολιῆται
κύμβαλά τε Φρυγίης μητρός, μακάρων βασιλείης,
Κρῆτες δικταιον διος μελοψο γενεθλης
γλαβρήνην κλῄζουσι φερώνυμον ἀθανάτου γῆς·
ἣν πάντες καλέουσι θεοὶ μάκαρες γλυκυσίδην,
ἀμβρόσιον βλάστημα καὶ Ἰδαίαν Ἑκατείαν,
ἠελίου δʼ Αἴγυπτον ὅσοι περιναιετάουσιν
ἀγλαοφώτιδα πάντες ἐπικλῄζουσι βοῶντες,
φέγγεος οὕνεκα λαμπομένου πυρὸς ἄνθος ἀναίθει.
ἣν Κυνὸς ἀντέλλοντος ἀναίρεο, κοῦρε δαΐφρον,
πρὶν μέγαν Ἠέλιον τὸν ἀτέρμονα κύκλον ὁδεύειν,
μή σε θεοὶ βλάψωσι νόῳ καὶ ἐχέφρονι βουλῇ
ὥρην ἐκπρολιπόνθʼ ἥν σε φράζεσθαι ἄνωγα·
οὐ γὰρ ἐν ἀθανάτοισιν ἀτημελίῃ πεφάτισται·
οὕνεκα δὴ καλέουσι Κυνόσπαστον κατʼ Ὄλυμπον
ἀθάνατοι μάκαρες Ἐφιάλτειόν τε βοῶσιν.
κρημναμένη δύναται γὰρ ἀποστρέψαι κακότητας
φαρμακίδων φοβερῶν καὶ βάσκανα φῦλʼ ἀνθρώπων
πρός τε φόβους δυνατὴ καὶ δαίμονας ἠδʼ ἐπιπομπάς
καὶ πυρετὸν φρίκεσσι καταρχόμενον στυγέοντι
νυκτερινόν τε καὶ ἡμερινὸν χαλεπόν τε τέταρτον.
ἥντινα καὶ τηροῦσι Διὸς φύλακες μεγάλοιο
ἄγγελοι ἑξήκοντα τριηκόσιοί τʼ ἐπὶ τούτοις.
ταύτην γὰρ λέγεταί ποτʼ ἐν οὔρεσι ῥιζωθεῖσαν
δαίμονας ἐξελάσαι τοὺς τὸν τόπον οἰκήσαντας.
Δεῖ δέ σε καὶ περὶ σῶμα φορεῖν πολίοιο κόρυμβον
πρὸς τὸν ἀπαυλισμὸν τὸν ἀπʼ αἰθέρος, ὃν καλέουσιν
ἄνθρωποι χαλεπὴν ἱερὴν νόσον ἀμπλακιῶτιν,
οἳ δὲ σεληνιακὴν ἐπὶ σῶμα κακὴν ἐπιπομπήν.
καὶ κόπον ἐξελάσαι δύναται τριφθεῖσα μετʼ ὄξους
ἡ βοτάνη καταχειομένη πόδας ἀκροκορύμβους.
Μῶλυ δὲ ῥιζοτομισθὲν ἀρῶ πρὸς φάρμακα λυγρά
φαρμακίδων χαλεπῶν καὶ βάσκανα φῦλʼ ἀνθρώπων.
τοῦτο γὰρ Ἑρμείας Λαερτιάδῃ Ὀδυσῆι
δῶκε φορεῖν περὶ σῶμα προσαψάμενον φυλάκειαν,
Αἰαίην εἰς νῆσον ὅτʼ εἰς κλυτὰ δώματα Κίρκης
ἤιε, πολλὰ δέ οἱ κραδίη φρεσὶ μερμήριζεν.
οὐδὲ γὰρ ως εταρους ειδεεν δυνατους δυπαξαι,
εἰ μὴ τοῦτό γʼ ἔδωκε διάκτορος Ἀργεϊφόντης
ἐκ γαίης ἐρύσας, ἐναλίγκιον ἄνθει λευκῷ,
ὡς γάλα λαμπόμενον κουροτρόφον, αὐτὰρ ἔπειτα
ναρκίσσῳ ἴκελον, ῥίζῃ ζοφοειδὲς ἰδέσθαι.
πάντα γὰρ ἐξακέσαιο βροτοφθόρα φάρμακα λυγρά·
τὴν βοτάνην περὶ σῶμα φορῶν ἐχθροὺς ὑπαλύξεις.
Αὐτὰρ ἁλὸς κόλποισιν ἀεξομένην ἱερὴν δρῦν
κύμασιν ἐν νοτεροῖσι τετιμένον ἔρνος ἄφυλλον
ἠδʼ αὐτῷ πόντοιο Ποσειδάωνι ἄνακτι,
ἀντιπαθῆ τὴν πάντες ἐπιχθόνιοι καλέουσιν,
λάμβανε τεχνήεντι νόῳ καὶ ἐχέφρονι βουλῇ,
ηνλιτεν Οὐλύμποιο θεὰ φθίνουσα Σελήνη
δέρκηται, καὶ μίσγε ῥόδων εὐῶδες ἔλαιον
καὶ χρῖσαι τὸ πρόσωπον, ἐπὴν ἐπὶ πρᾶγμα πορεύῃ,
καὶ τότε σοι συνέριθος ἅμʼ ἕψεται Ἀφρογένεια.
τοῦτο γάρ ἐστιν ἄκος καὶ ἀλεξητήριον ἐχθρῶν
πάντων ὅσσα τε γαῖα φέρει καὶ πόντιον οἶδμα,
ζωογονεῖ τε βρέφη ἀλόχοις ὑπὸ γαστρὶ φορηθέν.
πρός τε φόβους τοὺς γινομένους ἔχε μιν κατὰ νύκτα
βασκανίην τε κακὴν μερόπων καὶ πήματα λυγρά,
ἣ καὶ σῶμα φυλάσσει ἀπόρρητόν τʼ ἀποπέμπει·
ὅσσον γὰρ φθονεροὶ μὲν ἀφεστήκασι, μέμυκεν,
ἐρχομένων δʼ ἐγγὺς τούτων τότε κάρφος ἀνοίγει.
ταύτην παμμήτωρ φύσις εὕρετο· μηκέτι ταούς
πτηνοὺς ἄνθρωποι θαυμάζετε· καὶ γὰρ ἐκεῖνοι
βασκοσύνης ἕνεκεν δόλιχα πτερὰ μηκύνονται.
Ἔνδροσον ἐκ γαίης αἴρειν χρυσάνθεμον ἁγνόν
πρὶν μέγαν Ἠέλιον τὸν ἀτέρμονα κύκλον ὁδεύειν,
καὶ περὶ σῶμα φόρει καὶ ἔχʼ ἔντοσθʼ εἵματος αἴρων·
κρημναμένη δύναται γὰρ ἀποστρέψαι κακότητας
φαρμακίδων ἀλόχων καὶ βάσκανα φῦλʼ ἀνθρώπων.