πολυγλαγέων κυκλαμείνων
κυκλάμεινος
θέρμεται
αἰσθάνεται ποταμοῦ γὰρ ἐπήλυσιν. ἢν δʼ ἀπολείπῃ,
ῥίζῃσιν μεγάλῃσιν ἅτε φρονέοντι λογισμῷ
πλεῖον ὕδωρ ἕλκουσα πολυπληθεῖ τότε καρπῷ.
ἀλλʼ οὐκ ἔσθʼ ὅτε καρπὸν ἐφεδρεύσουσι λαβέσθαι
ἄνθρωποι χατέοντες ἐυτραφέων κυκλαμίνων·
πολλὴ γὰρ Νείλοιο χύσις, πολλὴ δʼ ἐπὶ σίτων
ἀφθονίη τετάνυσται, ἐποίησεν δὲ γελῶσαν
εὐθενίην, οὗ καρπὸς ἐπὶ χθόνα πᾶσαν ὁδεύει.
ὠγύγιος νόμος οὗτος ἀπʼ ἀρχαίων ἔτʼ ἀνάκτων
θέσθαι δένδρεα κεῖνα παρʼ ἀλλήλοισι κολώναις,
χώματος εὐύδροιο πέδην ἀλκτῆρά τε λιμοῦ.
περσείη δʼ ἄκμητος ὑπὸ χλοεροῖσι πετήλοις
εὐφορέει καρπῷ περικαλλέι μηδὲ πεπαίνει,
μεχρὶς ἐπανθήσουσι κλάδοι πρότερον περὶ καρπόν.
πίπτει μηδʼ ἄρα νυκτὸς, ὅτʼ ἐγγύθεν ὄρνυται ὕδωρ,
περσείης ἄπο καρπὸς ἄτερ βαρυηχέος αὔρης.
συμφέρεται μούνη γὰρ ἀθωπεύτῳ τε γέγηθεν
ἀδροσίῃ, καρπὸν γὰρ ὑπʼ ἀδροσίῃσι πεπαίνει.
σῆμα καὶ ἡμερίης εὐειδέος ἐγγὺς ἰδέσθαι·
Νείλου πλημύροντος ὕδωρ νέον εὖτε πιοῦσα
καρπὸν ἀπʼ ὀφθαλμοῖο νέῳ συνανήκατο βλαστῷ
ἠέρος ἀκρισίῃσι προσ … φι … ει δʼ ἐπὶ κήπῳ ...