ΤΟΥ ΑΥΤΟΥ ΠΑΡΑΦΡΑΣΙΣ ΕΙΣ ΤΟ ΒὍτι οὔτε φύσει οὔτε παρὰ φύσιν ἐν ἡμῖν γίνονται αἱ ἀρεταί, ἀλλὰ ἀπὸ τοῦ ἔθους. κεφ. αʹ.
Ἐπεὶ δὲ ἡ ἀρετὴ τῆς ψυχῆς ἐστι τελειότης, τῆς ψυχῆς δὲ τὸ μέν ἐστι λογικόν, τὸ δὲ ὀρεκτικόν, διττὴν ἀνάγκη καὶ τὴν ἀρετὴν εἶναι, καὶ τὴν μὲν τοῦ διανοητικοῦ, ἥτις ἐστὶν ἡ σοφία καὶ ἡ φρόνησις, τὴν δὲ τοῦ ὀρεκτικοῦ, ἥτις ἠθικὴ καλεῖται. καὶ ἡ μὲν διανοητικὴ ἔχει μὲν καὶ ἀπὸ τῆς φύσεως τὴν ἀρχήν — δεκτικὸν γὰρ ὁ ἄνθρωπος ἐπιστήμης — καὶ ἀπὸ ἤθους αὔξησιν λαμβάνει τινά, τὸ δὲ πλέον ἀπὸ τῆς διδασκαλίας καὶ τὴν γένεσιν καὶ τὴν αὔξησιν ἔχει, διόπερ ἐμπειρίας δεῖται καὶ χρόνου, ἡ δὲ ἠθικὴ ἐξ ἔθους περιγίνεται. ἡ μὲν γὰρ φύσις ἐκεῖνο δίδωσι μόνον, τὸ δύνασθαι σπουδαίους γενέσθαι, ἡ δὲ διδασκαλία γινώσκειν ὅτι δέον γενέσθαι, τὸ δὲ καὶ ἐνεργείᾳ ἤδη γενέσθαι σπουδαίους μόνον τὸ ἔθος παρέχεται. ἀπὸ τούτου δὲ καὶ τὸ ὄνομα ἔλαβεν· ἠθικὴ γὰρ καλεῖται, μικρὸν παρεγκλῖνον ἀπὸ τοῦ ἔθους. ὥστε δῆλον, ὅτι οὐδεμία τῶν ἠθικῶν ἀρετῶν φύσει ἡμῖν περιγίνεται. εἰ γὰρ φύσει σπουδαῖοι ὑπήρχομεν, οὐκ ἂν ἐκινούμεθα πρὸς τοὐναντίον ἀπὸ τοῦ ἔθους, νυνὶ δὲ κινούμεθα. οὐδεμία ἄρα τῶν ἠθικῶν ἀρετῶν φύσει ἡμῖν περιγίνεται· οὐδὲν γὰρ τῶν φύσει κινουμένων ὑπὸ τοῦ ἔθους ἐπὶ τὴν ἐναντίαν μεταβάλλει ῥοπήν. οὔτε γὰρ τὸν λίθον ἐθίσει τις ἄνω φέρεσθαι, κἂν μυριάκις ἄνω ῥίπτῃ, οὔτε τὸ πῦρ κάτω, οὐδὲ ἄλλο τῶν ἄλλως πεφυκότων ἄλλως ἂν ἐθισθείη. οὔτʼ ἄρα φύσει οὔτε παρὰ φύσιν ἡμῖν ἐγγίνονται αἱ ἀρεταί, ἀλλὰ τὸ δύνασθαι μὲν ἀπὸ φύσεως ἔχομεν καὶ πεφύκαμεν δέχεσθαι τὰς ἀρετάς, δεχόμεθα δὲ καὶ τελειούμεθα διὰ τοῦ ἔθους. ἔτι τῶν φυσικῶν τὰς δυνάμεις πρῶτον τελείας ἔχοντες, εἶτα χρώμεθα· τὴν γὰρ ὀπτικὴν ἢ ἀκουστικὴν δύναμιν τελείαν ἔχοντες ἐχρησάμεθα· οὐ γὰρ ἀπὸ τοῦ πολλάκις ἰδεῖν ἢ πολλάκις ἀκοῦσαι τὰς αἰσθήσεις ἐλάβομεν, ἀλλὰ τὸ ἀνάπαλιν ἔχοντες ἐχρησάμεθα· τὰς δὲ ἀρετὰς λαμβάνομεν ἐνεργήσαντες πρότερον, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων ἔχει τεχνῶν· ἃ γὰρ δεῖ μαθόντας ποιεῖν, ταῦτα ἀπὸ τοῦ ποιεῖν μανθάνομεν, οἷον οἰκοδομοῦντες μὲν οἰκοδόμοι γινόμεθα, κιθαρίζοντες δὲ κιθαρισταί. οὕτω δὴ καὶ τὰ δίκαια πράττοντες δίκαιοι γινόμεθα καὶ τὰ σώφρονα σώφρονες καὶ τὰ ἀνδρεῖα ἀνδρεῖοι. μαρτυρεῖ δὲ καὶ τὸ γινόμενον ἐν ταῖς πόλεσιν· οἱ γὰρ νομοθέται τῷ ἔθει ἀγαθοὺς τοὺς πολίτας ποιοῦσι. συνελαύνουσι γὰρ ἀμοιβαῖς ἀγαθῶν καὶ τιμωρίαις ἐπὶ τὰς ἀγαθὰς πράξεις καὶ οὕτω σπουδαίους ἀποτελοῦσιν. εἰ δὲ καὶ μὴ πάντες τοῦτο ποιοῦσιν, ἁμαρτάνουσιν· ἡ γὰρ ἐπαγγελία καὶ τὸ βούλημα παντὸς νομοθέτου τοῦτό ἐστι, τὸ τοὺς πολίτας ἐπὶ τὰς ἀγαθὰς πράξεις ἐθίζειν. οὐκ ἄρα ἀπὸ φύσεως ἀλλὰ ἀπὸ τοῦ ἔθους αἱ ἀρεταί. ἔτι ἐκ τῶν αὐτῶν καὶ διὰ τῶν αὐτῶν ἐθῶν καὶ ἔργων καὶ γίνεται πᾶσα ἀρετὴ καὶ φθείρεται· γίνεται μὲν ἀγαθῶν ὄντων τῶν ἐθῶν, φθείρεται δὲ ἀπὸ τῶν ἐναντίων. ὁμοίως δὲ καὶ τέχνη· ἐκ γὰρ τοῦ κιθαρίζειν καὶ οἱ ἀγαθοὶ καὶ οἱ κακοὶ ἀποτελοῦνται κιθαρισταί· ἐκ μὲν τοῦ καλῶς οἱ ἀγαθοί, ἐκ δὲ τοῦ κακῶς κιθαρίζειν κακοί· ὁμοίως δὲ καὶ οἱ οἰκοδόμοι καὶ πάντες ἄλλοι τεχνῖται ἀπὸ τῆς κατὰ τέχνην ἐνεργείας ἢ ἀγαθοὶ ἢ κακοὶ γίνονται· ἐκ μὲν γὰρ τοῦ εὖ οἰκοδομεῖν ἀγαθοὶ γίνονται οἰκοδόμοι, ἐκ δὲ τοῦ κακῶς κακοί. εἰ γὰρ μὴ ἀπὸ τῶν τοιῶνδε ἦν ἐνεργειῶν ἡ τοιάδε τέχνη, ἀλλὰ φύσις ἦν ἡ τὸν τεχνίτην ποιοῦσα, οὐκ ἂν ἐδέησεν οὐδενὶ διδασκάλου πρὸς τὴν τέχνην, ἀλλὰ πάντες ἂν εὐθὺς ἐγίνοντο ἢ ἀγαθοὶ ἢ τοὐναντίον. τοῦτον δὴ τὸν τρόπον καὶ ἐπὶ τῶν ἀρετῶν ἔχει. πράττοντες γὰρ τὰ συναλλάγματα τὰ πρὸς τοὺς ἀνθρώπους γινόμεθα οἱ μὲν δίκαιοι, οἱ δὲ ἄδικοι, τὸ μὲν ἀπὸ τοῦ πάντα δικαίως πράττειν καὶ κατὰ νόμον, τὸ δὲ ἀπὸ τῆς ἐναντίας πολιτείας. πάλιν δὲ ἐπειδὰν δεινοῖς τισι περιπέσωμεν, ἐθιζόμεθα φοβεῖσθαι ἢ θαρρεῖν καὶ οἱ μὲν ἀνδρεῖοι οἱ δὲ δειλοὶ γινόμεθα. ὁμοίως δὲ καὶ περὶ τὰς ἐπιθυμίας ἔχει καὶ τὰς ὀργάς· ἀπὸ γὰρ τῶν ἐθῶν καὶ τῆς ἐν αὐτοῖς ἀναστροφῆς οἱ μὲν σώφρονες καὶ πρᾷοι γίνονται, οἱ δὲ ἀκόλαστοι καὶ ὀργίλοι· καὶ ἑνὶ λόγῳ τὸ πᾶν συνελόντα εἰπεῖν, πᾶσα ἕξις ἀπὸ τῆς ὁμοίας ἐνεργείας τίκτεται, ἀγαθὴ μὲν ἀγαθῆς, φαύλη δὲ φαύλης. διὰ τοῦτο οὐ δεῖ τῆς ἀγαθῆς ἕξεως ἐνέργειαν ἁπλῶς αἰτίαν λέγειν ἀλλʼ ἀγαθὴν οὐδὲ τῆς κακῆς ἁπλῶς ἐνέργειαν ἀλλὰ κακήν· ὥσπερ ἐπὶ τῆς οἰκοδομικῆς· οὐ γὰρ τῆς ἀγαθῆς οἰκοδομικῆς ἕξεως τὴν οἰκοδομικὴν ἁπλῶς ἐνέργειαν αἰτίαν ἐροῦμεν ἀλλὰ τὴν ἀγαθὴν οἰκοδομικὴν ἐνέργειαν τῆς ἀγαθῆς καὶ τῆς φαύλης τὴν φαύλην αἰτίαν καὶ ὅλως τοιάσδε τινὰς ἀποδοτέον ἑκάστῃ τῶν ἕξεων τὰς ἐνεργείας. κατὰ γὰρ τὰς τούτων διαφορὰς ἀκολουθοῦσιν αἱ ἕξεις. διὰ ταῦτα πολλὴ διαφορὰ πρὸς τὴν ἕξιν ἀπὸ τοῦ καλῶς ἢ κακῶς ἐκ νέων ἐθίζεσθαι· μᾶλλον δὲ πᾶσα ἡ τῶν ἕξεων διαφορὰ ἐκεῖθέν ἐστιν.
Ὅτι αἱ κατʼ ἀρετὴν πράξεις μεσότητές εἰσι καὶ ὑπὸ ὑπερβολῆς καὶ ἐλλείψεως φθείρονται. κεφ. βʹ.
Ἐπεὶ οὖν ἡ παροῦσα πραγματεία οὐκ ἔστι τοῦ θεωρητικοῦ τῆς φιλοσοφίας μέρους, ὃ τὴν θεωρίαν τῆς ἀληθείας μόνον ἔχει τέλος — καταγίνεται γὰρ περὶ τὰ ὄντα, ἃ μόνον γνωστά εἰσιν, οὐ μέντοι καὶ πρακτά —, ἀλλὰ τοῦ πρακτικοῦ μέρους ἐστίν, ὃ τέλος ἔχει τὸ ποιῆσαι τὸ ἀγαθόν· οὐ γὰρ ἵνα εἰδῶμεν τί ἐστιν ἀρετὴ σκεπτόμεθα, ἀλλʼ ἵνʼ ἀγαθοὶ γενώμεθα· ἐπεὶ εἰ οὕτως εἶχεν, οὐδὲν ἂν ἦν ὄφελος ἡμῖν τῆς σπουδῆς, μὴ πρὸς τὸ τέλος ἀφικνουμένοις. ἐπεὶ οὖν αἱ πράξεις τὸ τέλος, σκεψώμεθα τὰ περὶ τὰς πράξεις, αἳ κύριαί εἰσι, καθάπερ εἴρηται, τοῦ ἀγαθὰς ἢ πονηρὰς τὰς ἕξεις γενέσθαι, ὑπὲρ ὧν ὁ λόγος ἡμῖν. τὸ μὲν οὖν οὕτω διορίσασθαι τὰς ἀγαθὰς πράξεις τὰς κατὰ τὸν ὀρθὸν γινομένας λόγον, καὶ τὰς πονηρὰς τοὐναντίον, ἀληθὲς μέν, οὐκ ἔστι δὲ ἱκανὸν τὰς πράξεις σημᾶναι. τὸ γὰρ κατὰ τὸν ὀρθὸν λόγον γίνεσθαι, καθόλου τί ἐστι, τὸ δὲ τοιοῦτον ἀποδιδόμενον οὐχ ἱκανὸν πρᾶγμα ἀγνοούμενον ἀποδεῖξαι. τὸν γὰρ ἐρωτῶντα περὶ τοῦ ἀνθρώπου τί ἐστι, τὸ ζῷον ἀποδιδόμενον οὐκ ἀρκεῖ διδάξαι τὸν περὶ αὐτοῦ λόγον. διὰ τοῦτο τοῦτο μὲν ὑπερκείσθω, ῥηθήσεται δὲ ὕστερον περὶ αὐτοῦ, καὶ τί ἐστιν ὀρθὸς λόγος, καὶ πῶς ἔχει πρὸς τὰς ἄλλας ἀρετάς. ἐκεῖνο δὲ προδιομολογείσθω, ὅτι πάντα τὸν περὶ τῶν πρακτῶν λόγον, δηλονότι τὸν περὶ τῶν πράξεων, τίνες αὐτῶν ἀγαθαὶ καὶ τίνες αἱ φαῦλαι, οὐκ ἀκριβῶς ἀλλʼ ὡς ἐν τύπῳ γίνεσθαι δεῖ, ὥσπερ καὶ κατʼ ἀρχὰς εἴπομεν, ὅτι ταῖς ὕλαις ἀκολούθως τοὺς λόγους τοὺς περὶ αὐτῶν ἀπαιτεῖν προσήκει, ἐπεὶ καὶ αἱ πράξεις καὶ τὰ ἐν αὐταῖς συμφέροντα οὐ τὰ αὐτά εἰσιν ἀεί, ὥσπερ οὐδὲ τὰ ὑγιεινά, ἀλλὰ νῦν μὲν τοῦτο νῦν δὲ τοὐναντίον ἅπαν — ταῖς γὰρ διαθέσεσι τῶν σωμάτων καὶ ταῖς τοῦ καιροῦ μεταβολαῖς συμμεταβάλλουσιν —, οὕτω δὴ καὶ ἐπὶ τῶν πράξεων ἔχει· αἱ αὐταὶ γὰρ νῦν μὲν βλαβεραί, νῦν δὲ ὠφέλειαν ἤνεγκαν, καὶ τοῖς αὐτοῖς ἀνθρώποις πολλάκις. οὕτω δὲ ἀκριβῶς διωρίσθαι μὴ δυναμένου τοῦ περὶ τῶν καθόλου λόγου, ἔτι μᾶλλον σφαλερώτερος ὁ περὶ τῶν καθʼ ἕκαστα· τὰ γὰρ καθʼ ἕκαστα τῶν καθόλου ἧττον δυνάμεθα γινώσκειν· ἡ γὰρ περὶ ταῦτα σκέψις οὔτε ὑπὸ τέχνην ἐστί τινα οὔτε μέθοδον καὶ παραγγελίαν ὡρισμένην. καὶ διὰ τοῦτο δέον ἐστὶ τοὺς πράττοντας πρὸς τὸν καιρὸν βλέπειν καὶ ἀπὸ τούτου ζητεῖν τὸν περὶ τῶν πράξεων λόγον· γνώσονται γὰρ εἰ ἀγαθαί εἰσιν αἱ πράξεις ἢ φαῦλαι τοῦτον τὸν τρόπον σκοποῦντες, ὥσπερ καὶ ἰατροὶ καὶ κυβερνῆται ποιοῦσι· τὰς γὰρ κατὰ τὴν τέχνην πράξεις ἑκάτερος ἀπὸ τοῦ καιροῦ κρίνουσιν. ἀλλὰ καίπερ ὄντος τοιούτου τοῦ παρόντος λόγου, πειρατέον βοηθεῖν τῇ κατʼ αὐτὸν ἀληθείᾳ. καὶ πρῶτον τοῦτο θεωρητέον, ὅτι αἱ κατʼ ἀρετὴν πράξεις ὑπὸ ἐνδείας ἢ ὑπερβολῆς πεφύκασι φθείρεσθαι· ὥσπερ ἐπὶ τῆς ἰσχύος καὶ τῆς ὑγιείας ὁρῶμεν· δεῖ γὰρ ὑπὲρ τῶν ἀφανῶν τοῖς φανεροῖς μαρτυρίοις κεχρῆσθαι. τά τε γὰρ ὑπερβάλλοντα γυμνάσια τὴν ἰσχὺν τοῦ σώματος διαφθείρει καὶ τὰ ἐλλείποντα τοῦ μετρίου· τὸν αὐτὸν δὲ τρόπον καὶ τὰ σιτία καὶ τὰ ποτὰ τὰ μὲν πλείω ἢ ἐλάττω τῶν δεόντων τὴν ὑγίειαν ἀπελαύνει, τὰ μέσα δὲ καὶ ποιεῖ καὶ αὔξει καὶ σῴζει· οὕτως οὖν καὶ ἐπὶ τῆς σωφροσύνης καὶ τῆς ἀνδρείας ἔχει καὶ τῶν ἄλλων ἀρετῶν. ὅ τε γὰρ πάντα φεύγων καὶ φοβούμενος καὶ μηδὲν ὑπομένων δειλὸς γίνεται, ὅ τε μηδὲν ὅλως φοβούμενος ἀλλὰ πρὸς πάντα βαδίζων θρασύς, ἀνδρεῖος δὲ ὁ μέσος. ὁμοίως δὲ καὶ ἡ σωφροσύνη ὑπὸ τῆς ὑπερβολῆς καὶ ἐλλείψεως φθείρεται· καὶ γὰρ ὁ μὲν πάσης ἡδονῆς ἀπολαύων καὶ μηδεμιᾶς ἀπεχόμενος ἀκόλαστός ἐστιν, ὁ δὲ πάσας φεύγων ὥσπερ οἱ ἄγροικοι ἀναίσθητος, ὁ δὲ μέσος ὁ σώφρων ἐστίν. ὑπὸ τῆς μεσότητος γὰρ καὶ ἡ σωφροσύνη καὶ ἡ ἀνδρεία σώζεται. οὐ μόνον δὲ αἱ ἐνέργειαι, διʼ ὧν αἱ γενέσεις καὶ αἱ αὐξήσεις τῶν ἀρετῶν καὶ αἱ φθοραί, καταλλήλως ἔχουσι τοῖς ἀποτελουμένοις, ἀγαθαὶ μέν, εἰ γεννῶσι καὶ αὔξουσι, φαῦλαι δέ, εἰ φθείρουσιν, ἀλλὰ καὶ αἱ μετὰ τὰς ἕξεις τῶν ἀρετῶν ἐνέργειαι, ὧν αἴτιαί εἰσιν αἱ ἕξεις ὡσαύτως ἔχουσι· καὶ δῆλον ἀπὸ τῶν ὁμοίων τῶν φανερωτέρων. ἡ γὰρ ἰσχὺς γίνεται ἐκ τοῦ πολλὴν τροφὴν λαμβάνειν καὶ πολλοὺς πόνους ὑπομένειν· καὶ πάλιν ἡ ἰσχὺς αἰτία γίνεται ταύτης τῆς ἐνεργείας· ὁ γὰρ ἰσχυρὸς δύναται μάλιστα πολλὴν τροφὴν λαμβάνειν καὶ πολλοὺς πόνους ὑπομένειν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἀρετῶν ἔχει· καὶ γὰρ ἐκ τοῦ ἀπέχεσθαι τῶν ἡδονῶν σώφρονες γινόμεθα καὶ σώφρονες γενόμενοι δυνάμεθα τῶν ἡδονῶν ἀπέχεσθαι μᾶλλον. ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἀνδρείας· ἐθιζόμενοι γὰρ καταφρονεῖν τῶν δεινῶν καὶ ὑπομένειν αὐτὰ γινόμεθα ἀνδρεῖοι· γενόμενοι δὲ αὐτὸ τοῦτο πάλιν πλέον δυνάμεθα τὸ ὑπομένειν τὰ φοβερά. Ὅτι περὶ ἡδονὰς καὶ λύπας ἐστὶν ἡ ἠθικὴ ἀρετή. κεφ. γʹ.
Ἐπεὶ δὲ καὶ πρὶν εἰς ἕξιν ἐλθεῖν ἀρετῆς καὶ μετὰ τὴν ἕξιν τὰς αὐτὰς ἐπιδεικνύμεθα ἐνεργείας, τί σημεῖον γένοιτʼ ἂν τῶν ἐχόντων τὰς ἕξεις ἢ τῶν μήπω κτησαμένων; οὐδὲν ἄλλο ἢ ἡ ἐπὶ τοῖς κατʼ ἀρετὴν ἔργοις ἡδονή τε καὶ λύπη. ὁ μὲν γὰρ ἀπεχόμενος τῶν σωματικῶν ἡδονῶν καὶ τῷ ἀπέχεσθαι χαίρων οὗτος σώφρων ἐστίν, ὁ δὲ ἀχθόμενος ἀκόλαστος ἔτι· καὶ ὁ μὲν ὑπομένων τὰ δεινὰ καὶ χαίρων ἢ μὴ λυπούμενός γε ἀνδρεῖος, ὁ δὲ λυπούμενος δειλὸς ἔτι. περὶ ἡδονὰς γὰρ καὶ λύπας ἐστὶν ἡ ἠθικὴ ἀρετή. διὰ μὲν γὰρ τὴν ἡδονὴν τὰ φαῦλα πράττομεν, διὰ δὲ τὴν λύπην τῶν καλῶν ἀπεχόμεθα. διὰ τοῦτο δεῖ τῶν ἀγαθῶν ἐθῶν καὶ πράξεων εὐθὺς ἐκ παίδων πολὺν ποιήσασθαι λόγον, ὡς ὁ Πλάτων φησί, καὶ ἀνάγεσθαι παῖδας ὄντας τοῖς τοιούτοις ἔθεσιν, ὥστε δυνηθῆναι χαίρειν μὲν οἷς δεῖ, λυπεῖσθαι δὲ οἷς προσῆκεν λυπεῖσθαι· ἡ γὰρ ὀρθὴ καὶ κατὰ λόγον παιδεία αὕτη ἐστίν. ἔτι, ἐπεὶ αἱ ἀρεταὶ περὶ πράξεις εἰσὶν ἢ πάθη, οἷς δέ τις πράττει ἢ πάσχει ἢ χαίρει, ἐὰν βουλόμενος πράττῃ ἢ πάσχῃ, ἢ λυπεῖται, ἐὰν ἄλλου βιαζομένου, φανερὸν ὅτι πᾶσα ἀρετὴ περὶ ἡδονὰς καὶ λύπας ἐστίν. ἔτι δὲ καὶ ἀπὸ τῶν ἐν ταῖς πολιτείαις κολάσεων φανερόν· τοὺς γὰρ τοῖς πονηροῖς ἡδομένους λυποῦντες οἱ νομοθέται πείθουσι τὰ μὲν φαῦλα μισεῖν, ἥδεσθαι δὲ τοῖς ἀγαθοῖς ἔργοις· καὶ οὕτως ἐντιθέασιν αὐτοῖς ἐθίζοντες τὴν ἐπʼ ἀρετῇ ἡδονήν. αἱ γὰρ τοιαῦται κολάσεις πρὸς τοὺς νοσοῦντας τὰ πολιτικὰ ἰατρειῶν ἔχουσι λόγον. καὶ καθάπερ ἐκείναις ἐναντίαι αἱ νόσοι ἃς θεραπεύουσι, καὶ ἐὰν ἴδωμεν ἰατρὸν ψυχρὰν προσάγοντα θεραπείαν, γινώσκομεν εὐθὺς τὴν νόσον ἀπὸ θέρμης συστῆναι, οὕτω καὶ ἀπὸ τῶν κολάσεων ὀδυνηρῶν οὐσῶν γινώσκομεν, ὅτι θεραπευόμεναι κακίαι ἀπὸ ἡδονῆς γίνονται. ἔτι, καθὼς εἴρηται, πᾶσα ψυχῆς ἕξις, ὑφʼ ὧν τίκτεται καὶ βελτίων ἢ χείρων γίνεται, πρὸς ταῦτα καὶ περὶ ταῦτα τὴν φύσιν ἔχει καὶ ἐν αὐτοῖς συνίσταται· ἀλλὰ ἀπὸ τῆς ἡδονῆς καὶ τῆς λύπης αἱ φαῦλαι γίνονται ἕξεις, δηλαδὴ τοῦ διώκειν τὴν ἡδονὴν ὥσπερ οὐ δεῖ, καὶ ὅτε οὐ δεῖ, καὶ πάλιν φεύγειν τὴν λύπην ὅτε οὐ δεῖ καὶ ὡς οὐ δεῖ καὶ ὅπου οὐ δεῖ· καὶ ὅσαι ἄλλαι περιστάσεις πονηρὰν ποιοῦσι τὴν ζήτησιν τῆς ἡδονῆς ἢ τὴν φυγὴν τῆς λύπης· ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἀρετῆς ἔχει· συνίσταται γὰρ ἀπὸ τοῦ διώκειν καὶ φεύγειν τὴν ἡδονὴν καὶ τὴν λύπην ὡς δεῖ καὶ ὅτε δεῖ. ὥστε φανερόν, ὅτι περὶ ταύτας αἱ ἕξεις τὴν φύσιν ἔχουσι καὶ ἐν αὐταῖς συνίστανται. διὰ τοῦτο καί τινες ὁρίζονται τὰς ἀρετὰς ἀπαθείας καὶ ἠρεμίας εἶναι, ἀπὸ τῆς ἡδονῆς τὸν ὁρισμὸν λαμβάνοντες· καίτοι οὐ καλῶς ὁρίζονται, ὅτι ἁπλῶς ἄνευ προσθήκης ποιοῦνται τὸν ὁρισμόν, μὴ προστιθέντες τῇ ἠρεμίᾳ καὶ ἀπαθείᾳ τὸ ὡς δεῖ καὶ ὅτε δεῖ καὶ τὰς ἄλλας περιστάσεις. ὑπόκειται ἄρα ἡ ἀρετὴ εἶναι ἡ ἕξις ἡ οὕτως ἔχουσα περὶ ἡδονὰς καὶ λύπας, καθὼς προσδιωρισάμεθα, τῶν βελτίστων πρακτική, ἡ δὲ κακία τοὐναντίον. γνοίημεν δʼ ἂν ἔτι βέλτιον περὶ τῶν εἰρημένων, καὶ ἀπὸ τούτων τῶν λόγων. τριῶν γὰρ ὄντων διʼ ἅ τις αἱρεῖταί τι καὶ τοσούτων διʼ ἅ τις φεύγει τι, καλοῦ συμφέροντος ἡδέος, αἰσχροῦ ἀσυμφόρου λυπηροῦ, ὁ μὲν ἀγαθὸς πᾶσι κατὰ τὸ εἰκὸς ἐπιβάλλει, διώκων μὲν τὰ ἄριστα, φεύγων δὲ ἃ βλάβη διώκειν, ὁ δὲ κακὸς ἁμαρτάνει περὶ κρίσιν αὐτῶν καὶ μάλιστα τὴν τοῦ ἡδέος· ἡ γὰρ ἡδονὴ οὐ μόνον κοινή ἐστι πᾶσι τοῖς ζῴοις, ἀλλὰ καὶ πᾶσιν ἕπεται τοῖς εἰρημένοις αἱρετοῖς. ἃ γὰρ αἱρούμεθα, τούτοις πᾶσιν ἡδόμεθα. καὶ ἔστι τὸ καλὸν καὶ συμφέρον ἡδὺ τῇ ἑαυτῶν φύσει· καὶ διὰ τοῦτο οἱ κακοὶ ἀπατῶνται, τὸ ἡδὺ καλὸν καὶ συμφέρον ἡγούμενοι πᾶν, διότι ἕπεται νομίζοντες καὶ ἀντιστρέφειν. τὸ δὲ οὐχ οὕτως ἔχει· συμβαίνει γὰρ πολλὰ τῶν ἡδέων αἰσχρὰ καὶ ἀσύμφορα εἶναι· ὥστε φανερόν, ὅτι περὶ ἡδονὰς καὶ λύπας αἱ ἀνθρώπιναι καταγίνονται πράξεις. ἔτι πᾶσιν ἡμῖν ἐκ νηπίου τοῦτο τὸ πάθος σύνεστι καὶ συντρέφεται, καθάπερ ἐγκεχρωσμένον τῷ βίῳ· καὶ τὰς ἀγαθὰς πράξεις καὶ τὰς πονηρὰς τούτῳ κρίνομεν τῷ κανόνι, τῷ τὰς μὲν λύπην φέρειν, τὰς δὲ ἡδονήν, καὶ πάντες οὕτω κανονίζομεν τὰς ἐνεργείας, εἰ καὶ μὴ ὁμοίως, ἀλλὰ μᾶλλον καὶ ἧττον· ὥστε ἀνάγκη περὶ ἡδονὰς καὶ λύπας εἶναι τὴν πᾶσαν ταυτηνὶ πραγματείαν. οὐ γὰρ μικρὸν βοηθεῖ τῷ ζητοῦντι τὰ πρακτέα τὸ εἰδέναι, τί ἐστι τὸ καλῶς χαίρειν ἢ τὸ κακῶς ἢ τὸ καλῶς λυπεῖσθαι ἢ τὸ κακῶς· ἐπεὶ μηδὲ μικρὸν μέρος τῶν πράξεων τὸ ἥδεσθαι καλῶς ἢ λυπεῖσθαι ἢ τοὐναντίον. ἀπὸ τούτων γὰρ τὰ τῶν ἀνθρώπων ἤθη γινώσκομεν εἰ φαῦλα ἢ ἀγαθά. ἔτι ὅσα τῶν πρακτέων οὐκ εἰσὶ ῥᾴδια, περὶ ταῦτα καὶ τέχνη καταγίνεται καὶ ἀρετή· πρὸς γὰρ τὰ ῥᾴδια οὐδεμία χρεία πολυχρονίου ἔθους ἢ μεθόδου τεχνικῆς· ὥστε ὅσῳ χαλεπώτερα, τοσούτῳ μείζονος δεήσονται καὶ τέχνης καὶ ἀρετῆς· ἐπεὶ καὶ βέλτιον τὸ τὰ χαλεπώτερα διαθέσθαι καλῶς τοῦ τῶν ῥᾳδίων περιγενέσθαι· ἡ ἀρετὴ ἄρα μάλιστα ἐν τοῖς χαλεπωτέροις ἐστὶ καὶ περὶ ταῦτα καταγίνεται. ἔστι δὲ χαλεπώτερον τῷ σπουδαίῳ ἡδονῇ μάχεσθαι ἢ θυμῷ, καθά φησιν Ἡράκλειτος· καὶ διὰ τοῦτο ἄρα περὶ ἡδονὰς καὶ λύπας εἶναι ἀνάγκη πᾶσαν τὴν πραγματείαν καὶ τῇ ἀρετῇ καὶ τῇ πολιτικῇ· ὁ μὲν γὰρ καλῶς χρώμενος ἡδονῇ καὶ λύπῃ ἀγαθός, ὁ δὲ κακῶς κακός. Ὅτι διαφέρει ὁ δίκαιος τοῦ ποιοῦντος τὰ δίκαια, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. κεφ. δʹ.
Ὅτι μὲν οὖν ἡ ἀρετὴ περὶ ἡδονὰς καὶ λύπας ἐστί, καὶ ὅτι ἐξ ὧν γίνεται, ἀπὸ τούτων καὶ αὔξεται καὶ φθείρεται, καθʼ ἕτερον τρόπον καὶ ἕτερον τῶν ἐνεργειῶν γινομένων, καὶ ὅτι ἐξ ὧν ἐγένετο, περὶ ταῦτα καὶ ἐνεργεῖ, εἴρηται. ἀπορήσειε δʼ ἄν τις πῶς λέγομεν ὅτι τὸν θέλοντα δίκαιον γενέσθαι δεῖ τὰ δίκαια ποιεῖν καὶ τὸν σώφρονα τὰ σώφρονα· οἱ γὰρ τὰ δίκαια πράττοντες δίκαιοι πάντως εἰσὶ καὶ οἱ τὰ σώφρονα σώφρονες, ὥσπερ οἱ πράττοντες τὰ μουσικὰ ἢ γραμματικὰ μουσικοί εἰσι καὶ γραμματικοί. λέγομεν δὲ πρὸς τοῦτο, ὅτι φαίνεταί τις οὖσα διαφορὰ τοῦ τὰ δίκαια ποιοῦντος καὶ τοῦ δικαίου, ὁμοίως δὲ καὶ ἐπὶ τῶν τεχνῶν. ἐνδέχεται γάρ τινα γραμματικόν τι ποιῆσαι ἢ ἀπὸ τύχης ἢ ἄλλου ὑποθεμένου καὶ μὴ γραμματικὸν εἶναι· ἔσται δὲ γραμματικός, ὅτε γραμματικόν τι ποιήσει καὶ γραμματικῶς, τουτέστιν ἀκολουθῶν τῷ κανόνι τῆς ἐν αὐτῷ γραμματικῆς. οὕτω καὶ τὰ δίκαια ἐνδέχεται ποιῆσαί τινα καὶ μὴ δίκαιον εἶναι. μᾶλλον δὲ καὶ μείζων ἐστὶν ἐν τούτοις ἡ διαφορὰ ἐπὶ τῆς ἀρετῆς ἢ ἐπὶ τῶν τεχνῶν. τὸ μὲν γὰρ τῶν τεχνῶν ἀγαθὸν ἐν αὐταῖς ἐστι ταῖς ἐνεργείαις τῆς τέχνης, ὥστε ἐάν τις μουσικὰ ποιῇ μουσικὴν εἰδώς, οὐδὲν κωλύει μουσικὸν αὐτὸν ὀνομάζειν· ἔστι γὰρ μουσικός, καὶ ἐὰν μὴ προαιρούμενος αὐτὸς τὰ μουσικὰ ποιῇ ἀλλὰ ἑτέρου βιαζομένου· ἐπὶ δὲ τῆς ἀρετῆς οὐχ οὕτως. καὶ γὰρ ἐάν τις δίκαια ποιῇ, οὐκ ἂν εἴη δίκαιος, ἐὰν μὴ πρὸς τοῖς ἄλλοις καὶ πάνυ βουλόμενος ποιῇ καὶ ὑφʼ ἑαυτοῦ κινούμενος καὶ οὐχ ἑτέρου βιαζομένου. τότε γὰρ ἔσται δίκαιος, πρῶτον μὲν ἐὰν πράττῃ τὰ δίκαια γινώσκων ἃ πράττει, ἔπειτα ἐὰν προαιρούμενος αὐτὸς πράττῃ καὶ τρίτον εἰ βεβαίως καὶ ἀμετακινήτως ἔχει πρὸς τὴν πρᾶξιν. καὶ γὰρ οὐκ ἂν εἴη δίκαιος ὁ εἰδὼς μὲν τὰ δίκαια καὶ πράττων ἑκών, οἰόμενος δὲ μὴ πάντα χρόνον καιρὸν εἶναι δικαιοσύνης. ταῦτα δὲ πρὸς μὲν τὸ λαβεῖν τὰς ἄλλας τέχνας καὶ τεχνίτας εἶναι κατʼ αὐτὰς οὐ ζητοῦνται πλὴν τοῦ εἰδέναι· χωρὶς γὰρ τοῦ εἰδέναι πῶς ἄν τις εἴη τεχνίτης; εἰ δὲ μήτε προαιρούμενος τὴν τέχνην ποιεῖ μήτε ἀκινήτως ἔχων πρὸς τὴν μεταχείρισιν τῆς τέχνης, οὐ διὰ τοῦτο κωλύεται τεχνίτης εἶναι· πρὸς δὲ τὴν ἀρετὴν τὸ μὲν εἰδέναι περὶ αὐτῆς πάντα ἃ προσῆκεν εἰδέναι μικρὸν ἢ οὐδὲν συντελεῖ πρὸς τὸ σπουδαῖόν τινα γενέσθαι, τὰ δʼ ἄλλα οὐ μικρὸν ἀλλὰ τὸ πᾶν δύναται· καὶ γὰρ ἐνδέχεται μηδὲν ἀκριβὲς περὶ ἀρετῆς εἰπεῖν εἰδότα σπουδαῖον εἶναι. χωρὶς δὲ τοῦ προαιρεῖσθαι καὶ ἀκινήτως ἔχειν πρὸς ἀρετὴν ἀδύνατον εἶναι σπουδαῖον, ἅτινα ἐκ τοῦ πολλάκις ποιεῖν τὰς ἐνεργείας περιγίνεται, καθὼς εἴρηται. τὰ μὲν οὖν πράγματα δίκαια καὶ σώφρονα, ὅταν ᾖ τοιαῦτα, οἷα ἂν ὁ δίκαιος ἢ ὁ σώφρων πράξειε· δίκαιος δὲ καὶ σώφρων ἐστὶν οὐχ ὁ ταῦτα πράττων πᾶς, ἀλλὰ ὁ οὕτω πράττων ὥσπερ οἱ δίκαιοι καὶ οἱ σώφρονες πράττουσιν. ὥστε καλῶς λέγεται, ὅτι ἐκ τοῦ τὰ δίκαια ποιεῖν ὁ δίκαιος γίνεται καὶ ἐκ τοῦ τὰ σώφρονα ὁ σώφρων· ὃς δὲ μὴ πράττει ταῦτα, οὐδέποτε γίνεται ἀγαθὸς οὐδὲ μελλήσει ποτὲ γενέσθαι. ἀλλʼ οἱ πλείους τῶν ἀνθρώπων ταῦτα μὲν οὐ πράττουσιν, ἐπὶ δὲ τὴν σοφίαν καταφεύγοντες καὶ τοὺς λόγους οἴονται διὰ τοῦτο φιλοσοφεῖν καὶ οἴονται σπουδαῖοι εἶναι, ὅτι μόνον περὶ τῆς ἀρετῆς ἀκριβῶς γινώσκουσιν εἰπεῖν, ὅμοιόν τι ποιοῦντες τοῖς κάμνουσιν, οἳ τῶν ἰατρῶν ἀκούουσι μὲν ἐπιμελῶς, ποιοῦσι δὲ οὐδὲν τῶν προσταττομένων. ὥσπερ τοίνυν ἐκείνοις οὐδέποτε ἕξει τὰ σώματα καλῶς οὕτω θεραπευομένοις, οὕτως οὐδὲ οὗτοι τὴν ψυχὴν καλλίω ποιήσουσιν οὕτω φιλοσοφοῦντες. Ὅτι ἕξις ἐστὶν ἡ ἀρετὴ καὶ μεσότης. κεφ. εʹ.
Μετὰ δὲ ταῦτα σκεπτέον τί ἐστιν ἡ ἀρετή. τρία γάρ ἐστι τὰ ἐν τῇ ψυχῇ, πάθη δυνάμεις ἕξεις. καὶ πάθη μέν εἰσιν ἐπιθυμία ὀργὴ φόβος θράσος φθόνος χαρὰ φιλία μῖσος πόθος ζῆλος ἔλεος, ὅλως οἷς ἕπεται ἡδονὴ ἢ λύπη. δυνάμεις δὲ αἱ πρὸς ταῦτα ἐπιτηδειότητες τῆς ψυχῆς, καθʼ ἃς παθητικοὶ τούτων λεγόμεθα, οἷον καθʼ ἅς ἐσμεν δυνατοὶ ὀργισθῆναι ἢ λυπηθῆναι ἢ ἐλεῆσαι. ἕξεις δὲ οἱ τρόποι, καθʼ οὓς πάσχομεν τὰ πάθη, δηλονότι τὸ πάσχειν αὐτὰ καλῶς ἢ κακῶς, οἷον πρὸς τὸ ὀργισθῆναι εἰ μὲν σφοδρῶς καὶ ἀσχέτως ἔχομεν ἢ τοὐναντίον ἀνειμένως καὶ μαλακῶς, κακῶς ἔχομεν, εἰ δὲ μέσως, καλῶς· ὁμοίως δὲ καὶ πρὸς τὰ ἄλλα. τούτων δὲ τῶν τριῶν τί ἐστιν ἡ ἀρετή, πάθος ἢ δύναμις ἢ ἕξις; πάθος μὲν οὖν οὐκ ἔστιν οὔτε ἡ ἀρετὴ οὔτε ἡ κακία. κατὰ μὲν γὰρ τὴν ἀρετὴν σπουδαῖοι λεγόμεθα καὶ κατὰ τὴν κακίαν φαῦλοι, κατὰ δὲ τὰ πάθη οὐδαμῶς· οὐδεὶς γὰρ φαῦλος ἢ σπουδαῖος διὰ μόνον τὸ ὀργίζεσθαι· ἡ ἀρετὴ ἄρα ἢ ἡ κακία οὐκ ἔστι πάθος. ἔτι, κατὰ μὲν τὰ πάθη οὔτε ἐπαινούμεθα οὔτε ψεγόμεθα, κατὰ δὲ τὰς ἀρετὰς ἢ τὰς κακίας ἐπαινούμεθα ἢ ψεγόμεθα. ἔτι ὀργιζόμεθα μὲν καὶ φοβούμεθα ἀπροαιρέτως καὶ τὰ ἄλλα πάσχομεν ὁμοίως, ἐπὶ δὲ τῆς ἀρετῆς καὶ τῆς κακίας οὐχ οὕτως· οὐκ ἄρα εἰσὶ πάθη. ἔτι πρὸς τὰ πάθη οὐ λεγόμεθα διακεῖσθαι ἀλλὰ μᾶλλον κατʼ αὐτὰ κινεῖσθαι, πρὸς δὲ τὴν ἀρετὴν διακεῖσθαι λεγόμεθα καὶ πρὸς τὴν κακίαν· οὐκ ἄρα εἰσὶ πάθη. διὰ τὰ αὐτὰ δὲ οὐδὲ δυνάμεις εἰσίν. οὔτε γὰρ φαῦλοι ἢ ἀγαθοὶ λεγόμεθα τῷ δύνασθαι ὀργισθῆναι ἁπλῶς οὔτε ἐπαινούμεθα ἢ ψεγόμεθα. οὔτε τῷ προαιρεῖσθαι δυνάμεθα ὀργισθῆναι, καθάπερ ἐπὶ τῆς ἀρετῆς ἔχει, ἀλλὰ μᾶλλον τῷ πεφυκέναι· ἀγαθοὶ γὰρ ἢ κακοὶ οὐ γινόμεθα φύσει, καθὼς ἐν τοῖς προειρημένοις ἐδείχθη. εἰ οὖν μήτε πάθη αἱ ἀρεταὶ μήτε δυνάμεις, λείπεται τῶν ἕξεων αὐτὰς εἶναι. τί μὲν οὖν ἐστιν ἀρετὴ τῷ γένει, εἴρηται· ἔστι γὰρ ἕξις. δεῖ δὲ μὴ μόνον ἕξιν αὐτὴν εἶναι λέγειν, ἀλλὰ προστιθέναι τὸ τοιάδε τις, τουτέστιν ἀγαθή· ἡ γὰρ κακία ἕξις ἐστὶ πονηρά. ῥητέον οὖν περὶ τῆς ἀρετῆς ἐκεῖνο, ὅτι πᾶσα ἀρετὴ αὐτό τε κοσμεῖ τὸ ἔχον τὴν ἀρετὴν καὶ καλῶς ἔχειν ποιεῖ καὶ τὸ ἔργον αὐτοῦ τὸ διʼ αὐτῆς ἐνεργούμενον εὖ διατίθησιν, οἷον ἡ τοῦ ὀφθαλμοῦ ἀρετὴ καὶ αὐτὸν τὸν ὀφθαλμὸν τελειοῖ καὶ ποιεῖ ἀγαθὸν καὶ τὸ ἔργον αὐτοῦ, δηλονότι τὸ ὁρᾶν· τῇ γὰρ τοῦ ὀφθαλμοῦ ἀρετῇ εὖ ὁρῶμεν. ὁμοίως καὶ ἡ τοῦ ἵππου ἀρετὴ αὐτόν τε τὸν ἵππον κοσμεῖ καὶ ἀγαθὸν ποιεῖ καὶ τὸ ἔργον αὐτοῦ· καὶ γὰρ τῇ τοιαύτῃ ἀρετῇ δύναται ἐνεγκεῖν καλῶς ἐπιβάτην καὶ δραμεῖν καὶ μεῖναι τοὺς πολεμίους. ἐπεὶ δὲ οὕτως ἐπὶ πάντων ἔχει, καὶ ἡ ἀνθρωπίνη ὁμοίως ἂν ἔχοι, καὶ εἴη ἂν ἡ ἀνθρωπίνη ἀρετὴ ἕξις ἀφʼ ἧς ὁ ἄνθρωπος ἀγαθὸς γίνεται καὶ ἀφʼ ἧς τὸ ἀνθρώπινον ἔργον εὖ καὶ καλῶς ἀποτελέσει. πῶς δὲ ἔσται ἡμῖν ἡ τοιαύτη ἕξις, εἴρηται μὲν καὶ πρὸ ὀλίγου — ἐλέγομεν γὰρ τῆς μεσότητος ἀεὶ στοχάζεσθαι τῶν ἐπὶ τὰ πάθη κινήσεων, καὶ ἑαυτὸν ἐθίζειν ἐν τοῖς τοιούτοις τὸν ἐν ἀρετῇ ζῆν προαιρούμενον —, ἔτι δὲ καὶ ἀπὸ τῶν λεχθησομένων ἔσται φανερόν, ἐὰν θεωρήσωμεν ποία τίς ἐστιν ἡ φύσις τῆς ἀρετῆς. σκοπῶμεν δὲ οὕτως. ἐν παντὶ συνεχεῖ, οἷον γραμμῇ ἐπιφανείᾳ σώματι ἢ λόγῳ ἢ χρόνῳ καὶ ὅλως ἐν παντὶ δυναμένῳ διαιρεθῆναι λαβεῖν ἔστι τὸ μὲν πλεῖον, τὸ δὲ ἔλαττον, τὸ δὲ ἴσον, οἷον ἐπὶ τοῦ συνεχοῦς, εἰ τὸ μὲν δεκάπηχυ πολύ, τὸ δὲ δίπηχυ ὀλίγον, ἴσον ἔσται τὸ ἓξ ἔχον πήχεις, ὃ καὶ μέσον καλεῖται, ὅτι ᾧ ἐλλείπει τοῦ δεκαπήχεος ὑπερέχει τοῦ διπήχεος. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ διωρισμένου ποσοῦ· εἰ γὰρ τὰ εἴκοσι πολύ, τὰ δὲ δέκα ὀλίγον, ἴσον ἔσται τὰ δεκαπέντε, ὅτι ᾧ ἐλλείπει τοῦ μείζονος ὑπερέχει τοῦ ἐλάττονος· τὸ δὲ τοιοῦτον ἴσον μέσον καλεῖται καὶ ἡ τοιαύτη τάξις ἀριθμητικὴ ἀναλογία. καὶ ἐπὶ μὲν τοῦ διωρισμένου ποσοῦ οὐκ· ἀνάγκη ἐπὶ παντὸς λαβεῖν τὴν τοιαύτην ἀναλογίαν — οὐ γάρ ἐστιν ἐπʼ ἄπειρα διαιρετέον· ἐπὶ δὲ τοῦ συνεχοῦς ἐπὶ παντὸς δυνατόν ἐστιν, ἅτε ἀπειράκις δυναμένου διαιρεθῆναι. τοῦτο δὴ τὸ μέσον οὐχ ὁμοίως ἀεὶ κρίνομεν, ἀλλὰ ποτὲ μὲν κατʼ αὐτὸ τὸ πρᾶγμα, ποτὲ δὲ πρὸς ἡμᾶς. καὶ κατʼ αὐτὸ μὲν τὸ πρᾶγμα μέσον ἐστὶ τὰ ἓξ τοῦ δέκα καὶ δύο ἴσον ὑπερέχοντα καὶ ἐλλείποντα — ἀπʼ αὐτῶν γὰρ τῶν πραγμάτων λαμβάνεται ἡ διαφορά —, πρὸς ἡμᾶς δέ, ὅταν ἀφʼ ἡμῶν ἡ μεσότης καὶ ἡ ὑπερβολὴ καὶ ἡ ἔλλειψις λαμβάνηται, οἶον εἴ τινι πολὺ τὸ δέκα μνᾶς φαγεῖν, δύο δὲ ὀλίγον, οὐκ ἀνάγκη τὰς ἓξ μνᾶς τὴν μεσότητα φυλάττειν καὶ προσηκούσας εἶναι τῷ σώματι· δυνατὸν γὰρ ἢ πλείους ἢ ἐλάττους ἀρκεῖν. πρὸς μὲν οὖν αὐτὸ τὸ πρᾶγμα αἱ ἓξ μναῖ τὸ μέσον καὶ ἴσον ἐστί, πρὸς ἡμᾶς δὲ ἑπτὰ ἴσως ἢ πέντε, ἤγουν ὅσαις τὸ σῶμα προσήκει. αἱ δὲ ἓξ Μίλωνι μὲν ἅτε ἱκανῶς γεγυμνασμένῳ ὀλίγη ἔσται τροφὴ καὶ ὁ ἀλείπτης πλείω παρέξει, τῷ δὲ ἀρχομένῳ τῶν γυμνασίων πολύ. ὁμοίως δὲ καὶ ἐπὶ δρόμου καὶ πάλης ἔχει· καὶ ἐπὶ τούτων γὰρ ἀπὸ τῶν γυμναζομένων τὸ ἴσον κρίνομεν. ἔτι δὲ καὶ πᾶς τῆς ἡστινοσοῦν προϊστάμενος ἐπιστήμης τὸ μέσον ἀεὶ ζητεῖ, τὴν ὑπερβολὴν καὶ τὴν ἔλλειψιν φεύγων· μέσον ἐκεῖνο δηλονότι διώκων, ὃ πρὸς ἡμᾶς οὐ πρὸς τὸ πρᾶγμα μέσον ἐστί. καὶ τοῦτον τὸν τρόπον πᾶσα ἐπιστήμη τὸ ἴδιον ἔργον καλῶς ἀποτελεῖ. διὰ τοῦτο καὶ εἰώθαμεν λέγειν ἐν τοῖς εὖ ἔχουσι τῶν ἔργων, ὅτι οὔτε ἀφελεῖν ἔστιν οὔτε προσθεῖναι, δεικνύντες ὅτι καὶ τὴν ὑπερβολὴν ὁμοίως καὶ τὴν ἔλλειψιν φεύγει, ὡς τῶν μὲν διαφθειρουσῶν τὸ τῶν ἔργων ἀγαθόν, τῆς δὲ μεσότητος μόνης σωζούσης. ἐπεὶ δὲ ἡ ἀρετὴ πάσης τέχνης ἀκριβεστέρα καὶ ἀμείνων ἐστί, καθάπερ καὶ ἡ φύσις, τὸ μέσον ἂν καὶ αὕτη σκοποίη. ἀρετὴν δὲ λέγω οὐ τὴν διανοητικήν — ἄλλως γὰρ τὸ κατʼ αὐτὴν ἔχει — ἀλλὰ τὴν ἠθικήν· αὕτη γάρ ἐστι περὶ πάθη καὶ πράξεις, ἃ καὶ πλείω καὶ μείζω τοῦ δέοντος καὶ ἐλάττω δυνατὸν εἶναι. καὶ διὰ τοῦτο καὶ τὸ δέον ἐστὶν ἐν αὐτοῖς, δηλονότι τὸ ἴσον. καὶ γὰρ ἔστι καὶ φοβηθῆναι καὶ θαρρῆσαι καὶ ἐπιθυμῆσαι καὶ μισῆσαι καὶ ὀργισθῆναι καὶ ἐλεῆσαι καὶ ὅλως ἡσθῆναι καὶ λυπηθῆναι μᾶλλον καὶ ἧττον καὶ ἀμφότερα οὐ καλῶς. τὸ δὲ παθεῖν ταῦτα πάντα ὅτε δεῖ καὶ ὡς δεῖ καὶ ἐφʼ οἷς δεῖ καὶ πρὸς οὓς δεῖ καὶ οὗ ἕνεκα δεῖ, μέσον ἐστὶ καὶ ἄριστον, ἐν ᾧ ἡ ἀρετὴ γίνεται. ὁμοίως δὲ ἔχει καὶ περὶ τὰς ἀποτελουμένας ὑπὸ τῶν παθῶν πράξεις· ἔστι γὰρ καὶ ἐν αὐταῖς ὑπερβολὴ καὶ ἔλλειψις καὶ μεσότης. ἐπεὶ τοίνυν ἡ ἀρετὴ περὶ πάθη καὶ πράξεις καταγίνεται, τῶν δὲ παθῶν καὶ τῶν πράξεων τὸ μέσον ἀεὶ καὶ κατόρθωμα ὀνομάζεται καὶ ἐπαινεῖται, ἅπερ ἄμφω προσήκει τῇ ἀρετῇ, φανερὸν ὅτι οὔτε ὑπερβολὴ οὔτε ἔλλειψις ἀλλὰ μεσότης ἐστὶν ἡ ἀρετή, τὸ μέσον ἀεὶ σκοποῦσα. ἔτι τὸ μὲν ἁμαρτάνειν πολυειδές ἐστιν, ὡς εἰπεῖν· πολλαχῶς γάρ τις δύναται ἁμαρτάνειν. τὸ γὰρ κακὸν ἄπειρον, ὡς οἱ Πυθαγόρειοι ἔλεγον, τὸ δὲ ἀγαθὸν ὡρισμένον τι καὶ πεπερασμένον· καὶ διὰ τοῦτο καὶ τὸ κατορθοῦν ἁπλοῦν τί ἐστι καὶ μονοειδές. ὅθεν καὶ τὸ μὲν ἁμαρτάνειν ῥᾴδιόν ἐστιν, ὥσπερ τοξόταις τὸ ἀποτυγχάνειν τοῦ σκοποῦ, τὸ δὲ κατορθοῦν χαλεπόν, ὥσπερ τὸ βάλλειν κατὰ σκοπόν. φαίνεται ἄρα καὶ διὰ τοῦτο τὴν μὲν ὑπερβολὴν καὶ τὴν ἔλλειψιν τῆς κακίας εἶναι — ἀόριστα γὰρ ἑκάτερον —, τὴν μεσότητα δὲ τῆς ἀρετῆς, ὡρισμένην καὶ μίαν οὖσαν· Ἐσθλοὶ μὲν γὰρ ἁπλῶς, παντοδαπῶς δὲ κακοί.
Ἔστιν ἄρα ἡ ἀρετὴ ἕξις προαιρετική, ἐν μεσότητι οὖσα τῇ πρὸς ἡμᾶς, ὡρισμένῃ λόγῳ καὶ ὡς ἂν ὁ φρόνιμος ὁρίσειε. μεσότης δὲ δύο κακιῶν, τῆς μὲν καθʼ ὑπερβολήν, τῆς δὲ κατʼ ἔλλειψιν· τὴν μὲν γὰρ ὑπερβάλλει, τῆς δὲ ἐλλείπει διὰ τὸ τὴν μὲν τῶν κακιῶν ὑπερβάλλειν τὸ δέον, τὴν δὲ ἐλλείπειν τοῦ δέοντος, τὴν δὲ ἀρετὴν τὸ δέον μόνον ζητεῖν, δηλονότι τὸ μέσον, καὶ τοῦτο μόνον αἱρεῖσθαι. ὥστε εἰ μὲν ζητοίημεν αὐτὸ τὸ εἶναι τῆς ἀρετῆς, μεσότης ἐστίν, εἰ δὲ τὸ ἀγαθὸν αὐτῆς καὶ τὸ εὖ, ἀκρότης ἐστί. Ὅτι οὐκ ἐν παντὶ πάθει ἢ πάσῃ πράξει μεσότης, καὶ κατὰ μέρος περὶ τοῦ τίς ἀρετὴ τίνων κακιῶν μέση ἐστί. κεφ. ϛʹ.
Προσήκει δὲ καὶ ἐκεῖνο γινώσκειν, ὅτι οὐ πᾶσα πρᾶξις οὐδὲ πᾶν πάθος μεσότητα ἐπιδέχεται τὴν ζητουμένην, τὸ δέον δηλονότι· ἔνια γὰρ ὁμοῦ καὶ ὑπερβάλλοντα καὶ ἐλλείποντα καὶ ἐν μεσότητί τινι ὄντα ἀεὶ πονηρά εἰσιν, οἷον ἐν μὲν πάθεσιν ἀναισχυντία καὶ φθόνος, ἐν δὲ πράξεσι μοιχεία κλοπὴ ἀνδροφονία· καὶ πάντα ταῦτα οὐ διὰ τὸ ὑπερβάλλειν τὴν ἐν αὐτοῖς μεσότητα ἢ ἐλλείπειν αὐτῆς φαῦλα λέγονται, ἀλλὰ αὐτὰ καθʼ ἑαυτὰ πονηρά εἰσιν. οὐκ ἔστιν οὖν οὐδέποτε τὸ δέον ἐν τοῖς τοιούτοις, οὐδὲ κατορθοῦν ἔστιν ἐν αὐτοῖς ἀλλὰ ἀεὶ ἁμαρτάνειν· οὐδʼ ἔστιν ἐν αὐτοῖς προσδιορίζειν, καθάπερ καὶ ἐν τοῖς ἄλλοις πάθεσι, τὸ ὡς δεῖ καὶ ὅτε δεῖ· οὐ γὰρ προσδιοριστέον, τοὺς τοιχωρύχους πῶς δεῖ κλέπτειν καὶ πότε καὶ τίνα καὶ παρὰ τίνων, ἀλλὰ ἁπλῶς τό τι τούτων ποιεῖν ἁμαρτάνειν ἐστίν. οὐ τοίνυν ἐστὶν ἐν τοῖς τοιούτοις μεσότης οὐδὲ ὑπερβολὴ καὶ ἔλλειψις, ὥσπερ οὐδὲ ἀδικίας ἢ δειλίας ἢ ἀκολασίας. τούτων γὰρ αἱ μὲν ὑπερβολαί εἰσιν, αἱ δὲ ἐλλείψεις ἀρετῆς· ὑπερβολῆς δὲ καὶ ἐλλείψεως ὑπερβολὴν καὶ ἔλλειψιν καὶ μεσότητα ζητεῖν, σφόδρα ἄτοπον. ἀλλʼ ὥσπερ μεσότητος οὐκ ἔστιν ὑπερβολὴ καὶ ἔλλειψις καὶ μεσότης, τῆς ἀρετῆς λέγω, ἀλλʼ ἔστι τὸ ἄκρον τῆς μεσότητος, ὡς εἰπεῖν, οὕτως οὐδὲ τῶν ὑπερβολῶν καὶ ἐλλείψεων μεσότης καὶ ὑπερβολὴ καὶ ἔλλειψις γένοιτʼ ἄν, ἀλλὰ ἀεὶ καὶ καθʼ ὃν ἂν τρόπον πράττωνται, ἁμαρτάνονται· καὶ καθόλου εἰπεῖν, οὔτε ὑπερβολῆς καὶ ἐλλείψεως μεσότης ἐστὶν οὔτε μεσότητος ὑπερβολὴ καὶ ἔλλειψις.
Δεῖ δὲ μὴ μόνον καθόλου λέγειν τὴν ἀρετὴν μεσότητα, τὴν δὲ κακίαν τὰ ἄκρα, ἀλλὰ καὶ κατὰ μέρος, τίς ἀρετὴ τίνων κακιῶν μεσότης ἐστί. τῶν γὰρ περὶ τὰς πράξεις λόγων οἱ μὲν καθολικοὶ κοινότεροι καὶ πλείοσιν ἐφαρμόζουσιν, οἱ δὲ μερικοὶ ἀληθινώτεροι, ἅτε διὰ τοῦτο προσεχῶς ταῖς πράξεσιν ἐφαρμόζοντες, αἵτινες ἀεὶ ἐν τοῖς μερικοῖς γίνονται· οἷς δὴ μερικοῖς οἱ ἀληθεῖς συμφωνοῦσι λόγοι· ληψόμεθα δὲ τὰ ζητούμενα ἐκ τῆς ἐκτεθείσης διαγραφῆς· ἐν ἑκάστῳ μὲν οὖν τῆς ψυχῆς πάθει πλὴν τῶν καθʼ αὑτὰ πονηρῶν, καθὼς εἴρηται, ὑπερβολῆς καὶ ἐλλείψεως μεταξύ ἐστιν ἡ ἀρετή. καὶ ἐν μὲν τῷ φόβῳ καὶ τῷ θάρρει — πάθη γὰρ ταῦτα τῆς ψυχῆς — μέση ἐστὶν ἀνδρεία, ἄκρα δὲ ἔλλειψις μὲν δειλία, ὑπερβολὴ δὲ θρασύτης. ἀπὸ γὰρ τοῦ φόβου οὐκ ἔστιν ὄνομα τῇ ὑπερβολῇ ἀλλὰ ἀπὸ τοῦ θάρρους μόνον. πολλὰ δὲ καὶ ἄλλα ἀνώνυμά ἐστιν· ἐπεὶ καὶ τῇ ἐλλείψει οὐκ ἔστιν ἀπὸ τοῦ θάρρους ὄνομα, ἀλλὰ ἀπὸ τοῦ φόβου μόνον· δειλία γάρ, ὥστε τῶν ἄκρων τὸ ἕτερον μὲν ἀπὸ τοῦ φόβου, θάτερον δὲ ἀπὸ τοῦ θάρρους ὀνομάζεσθαι. καὶ ἐν ταῖς ἡδοναῖς δὲ καὶ ταῖς λύπαις αἱ ἀκρότητες καὶ μεσότητες ὡς ἐπὶ τὸ πλεῖστον ἀνώνυμοί εἰσι, μάλιστα δὲ ἐν ταῖς λύπαις. περὶ δὲ τὰς ἐν σώματι ἡδονὰς μεσότης μὲν σωφροσύνη, ὑπερβολὴ δὲ ἀκολασία, ἔλλειψις δέ, ἐπεὶ οἱ πάντῃ τῶν ἡδονῶν ἀπεχόμενοι ὀλίγοι εἰσί, διὰ τοῦτο ἀνώνυμός ἐστι· καλείσθω δὲ ἀναισθησία. ἐν δὲ τῷ πάθει, ὃ πάσχομεν ἐν τῷ διδόναι καὶ λαμβάνειν τὰ χρήματα, μεσότης μὲν ἐλευθεριότης, ἄκρα δὲ ὑπερβολὴ μὲν ἀσωτία, ἔλλειψις δὲ ἀνελευθερία. συμβαίνει δὲ καὶ τὸ ἀνάπαλιν τὴν μὲν ἀσωτίαν ἔλλειψιν εἶναι, τὴν δὲ ἀνελευθερίαν ὑπερβολήν· ἐν μὲν γὰρ τῷ διδόναι χρήματα ἡ μὲν ἀσωτία ὑπερβολή ἐστιν, ἔλλειψις δὲ ἡ ἀνελευθερία· ἐν δὲ τῷ λαμβάνειν ἡ μὲν ἀνελευθερία ὑπερβολή ἐστιν, ἡ δὲ ἀσωτία ἔλλειψις. νῦν μὲν οὖν κεφαλαιωδῶς περὶ αὐτῶν λέγομεν καὶ ὡς ἐν τύπῳ, ἀρκούμενοι αὐτῷ τούτῳ· μετὰ δὲ ταῦτα ἀκριβέστερον ἐροῦμεν περὶ αὐτῶν. εἰσὶ δὲ περὶ τὴν δόσιν καὶ τὴν λῆψιν τῶν χρημάτων καὶ ἄλλη μεσότης καὶ ἄκρα. καὶ ἔστιν ἄλλη μεσότης μὲν μεγαλοπρέπεια — διαφέρει γὰρ τῆς ἐλευθεριότητος, ὅτι ἡ μὲν μεγάλα τινὰ προΐεται, ἡ δὲ μικρά —, ὑπερβολὴ ἀπειροκαλία καὶ βαναυσία, ἔλλειψις μικροπρέπεια· καὶ αὗται γὰρ διαφέρουσι τῶν τῆς ἐλευθεριότητος ἄκρων. αἱ δὲ διαφοραὶ μετὰ ταῦτα ῥηθήσονται. ἐν δὲ τῷ περὶ τὴν τιμὴν καὶ ἀτιμίαν πάθει μεσότης μὲν μεγαλοψυχία, ὑπερβολὴ δὲ χαυνότης τις λεγομένη, ἔλλειψις δὲ μικροψυχία. ὡς δὲ ἐλέγομεν διαφέρειν τὰς περὶ τὰ χρήματα διαθέσεις, τὴν ἐλευθεριότητα δηλαδὴ καὶ μεγαλοπρέπειαν, τῷ τὴν μὲν ἐλευθεριότητα περὶ μικρὰ εἶναι, περὶ μεγάλα δὲ τὴν μεγαλοπρέπειαν, οὕτω καὶ περὶ τὴν τιμὴν ἔστι τις διάθεσις διαφέρουσα τῆς μεγαλοψυχίας τῷ τὴν μὲν περὶ μικρὰ εἶναι, τὴν δὲ μεγαλοψυχίαν περὶ μεγάλα. ἔστι γὰρ ὀρέγεσθαι τιμῆς ὡς δεῖ καὶ ἔστιν ὀρέγεσθαι πλέον ἢ προσήκει καὶ ἧττον τοῦ δέοντος· λέγεται γὰρ ὁ μὲν ὑπερβάλλων ταῖς ὀρέξεσι φιλότιμος καὶ ἡ διάθεσις φιλοτιμία, ὁ δὲ ἐλλείπων ἀφιλότιμος, ἡ δὲ διάθεσις ἀνώνυμος· ἡ δὲ μεσότης καὶ αὐτὴ ἀνώνυμος, ἥτις διαφέρει τῆς μεγαλοψυχίας τῇ εἰρημένῃ διαφορᾷ. καὶ διότι ἀνώνυμος ὁ μέσος, ἀπὸ τῶν ἄκρων ὀνομάζεται, διότι καὶ ἀμφοτέρων μετέχει, καὶ ποτὲ μὲν φιλότιμον αὐτὸν καλοῦμεν, ποτὲ δὲ ἀφιλότιμον· καὶ ποτὲ μὲν ἐπαινοῦμεν τὸν φιλότιμον, ποτὲ δὲ τὸν ἀφιλότιμον. τίνος δὲ χάριν τοῦτο ποιοῦμεν, ἐν τοῖς ἑξῆς ῥηθήσεται· νῦν δὲ περὶ τῶν λοιπῶν παθῶν λέγωμεν, ζητοῦντες ἐν ἑκάστῳ τὴν μεσότητα καὶ τὰ ἄκρα. ἔστι τοίνυν ἐν τῇ ὀργῇ μεσότης μὲν πραότης — ὁ γὰρ μέσος πρᾷος λέγεται —, τὰ δὲ ἄκρα ἀνώνυμα. καλείσθω δὲ ἡ μὲν ὑπερβολὴ ὀργιλότης καὶ ὀργίλος ὁ ὑπερβάλλων, ἡ δὲ ἔλλειψις ἀοργησία καὶ ὁ ἐλλείπων ἀόργητος. εἰσὶ δὲ καὶ ἄλλαι τρεῖς μεσότητες, αἳ κατά τι μὲν κοινωνοῦσιν, ἔχουσι δὲ καὶ διαφοράν. τῶν γὰρ πράξεων καὶ λόγων, ἃ λέγομεν καὶ πράττομεν ἐν τῇ πρὸς τοὺς ἀνθρώπους κοινωνίᾳ, τὰ μὲν πρὸς ἀλήθειαν λέγομεν καὶ πράττομεν, τὰ δὲ πρὸς ἡδονήν· καὶ τῶν πρὸς ἡδονὴν τὰ μὲν παιδιᾶς λέγονται καὶ πράττονται χάριν, τὰ δὲ ἕνεκα τῆς λοιπῆς τῆς ἐν τῷ βίῳ ἡδονῆς· ὥστε τρεῖς εἶναι τὰς μεσότητας ἐξ ἀνάγκης. καὶ τῶν μὲν πρὸς ἀλήθειαν λεγομένων ἢ πραττομένων ἡ μεσότης καὶ ἀλήθεια ὀνομάζεται, τῶν δὲ πρὸς ἡδονὴν ἡ μὲν περὶ τὴν παιδιὰν εὐτραπελία, ἡ δὲ περὶ τὴν λοιπὴν ἡδονὴν φιλία. κοινωνοῦσι μὲν οὖν ἀλλήλαις, ὅτι πᾶσαί εἰσι περὶ λόγων καὶ πράξεων κοινωνίαν, διαφέρουσι δέ, ὅτι οὐ περὶ τὰ αὐτά, καθὼς εἴρηται. τὰ δὲ ἄκρα αὐτῶν ἀνώνυμα· ὀνοματοποιήσομεν δὲ καὶ ἐν αὐτοῖς σαφηνείας ἕνεκα καὶ τοῦ ῥᾳδίως τῷ λόγῳ παρακολουθεῖν τοὺς ἀκροωμένους. καλείσθω δὲ τὰ ἄκρα τῆς ἀληθείας ἡ μὲν ἐπὶ τὸ μεῖζον προσποίησις ἀλαζονεία καὶ ὁ ἔχων αὐτὴν ἀλαζών, ἡ δὲ ἐπὶ τὸ ἔλαττον εἰρωνεία καὶ εἴρων· τῆς δὲ εὐτραπελίας ἡ μὲν ὑπερβολὴ βωμολοχία καὶ ὁ ἔχων αὐτὴν βωμολόχος, ἡ δὲ ἐπὶ τὸ ἔλαττον ἀγροικία καὶ ὁ ἔχων ἄγροικος· τῆς δὲ φιλίας ὁ μὲν ὑπερβάλλων καὶ οὐδενὸς ἕνεκα ἄρεσκος καλείσθω, εἰ δὲ ἕνεκα τῆς αὑτοῦ ὠφελείας κόλαξ, ὁ δὲ ἐλλείπων καὶ ἄχαρις ἐν πᾶσι δύσερίς τις καὶ δύσκολος. οὐ μόνον δὲ ἐν τοῖς πάθεσιν αὐτοῖς ἀλλὰ καὶ ἐν τοῖς περὶ τὰ πάθη μεσότητές εἰσι, καθάπερ ἐπὶ τῆς αἰδοῦς φαίνεται. καὶ γὰρ ἡ αἰδὼς ἀρετὴ μὲν οὐκ ἔστιν, ἐπεὶ οὐκ ἔστι πάθους μεσότης, ἀλλὰ τῶν περὶ τὸ πάθος· τῶν ἐπαινουμένων δέ ἐστιν. ὁ γὰρ αἰδήμων ἐπαινεῖται καὶ παρʼ ἑκάτερα καὶ ὑπερβολὴν ἔχει καὶ ἔλλειψιν· καὶ αὐτὴ μεσότης ἐστί· καὶ ὁ μὲν ὑπερβάλλων αἰδοῖ καταπλὴξ καλεῖται, ὁ δὲ ἐλλείπων ἢ ὁ μηδὲ ὅλως αἰδούμενος ἀναίσχυντος, ὁ δὲ μέσος αἰδήμων. ἔστι δὲ καὶ ἐν τῇ λύπῃ μεσότης, ὅτε λυπεῖται ἐπὶ τοῖς παρὰ τὴν ἀξίαν εὐτυχοῦσιν, ἥτις νέμεσις καλεῖται. καὶ ὑπερβολὴ δέ ἐστι παρʼ ἑκάτερα καὶ ἔλλειψις· ὑπερβολὴ μέν, ὅταν τις ἐπὶ πᾶσι τοῖς εὐτυχοῦσι λυπῆται· καὶ ἡ τοιαύτη κακία φθόνος καλεῖται καὶ ὁ ἔχων φθονερός· ἔλλειψις δέ, ὅταν τις οὐ μόνον οὐ λυπῆται, ἀλλὰ καὶ χαίρῃ ἐπὶ τοῖς παρὰ τὴν ἀξίαν κακῶς πράττουσι· καὶ ὁ τοιοῦτος ἐπιχαιρέκακος καλεῖται καὶ ἡ ἔλλειψις ἐπιχαιρεκακία· τῆς δὲ μεσότητος νεμέσεως καλουμένης, ὁ ἔχων νεμεσητικὸς καλεῖται. ἀλλὰ περὶ μὲν τῆς μεσότητος καὶ τῶν ἄκρων καὶ μετὰ ταῦτα ἀκριβέστερον ἐροῦμεν. καὶ περὶ τῆς δικαιοσύνης, ἐπεὶ διπλῆ τίς ἐστι, καὶ δεῖ αὐτῇ μακροτέρων λόγων, νῦν μὲν οὐκ εὔκαιρον λέγειν, ἐν δὲ τοῖς ἑξῆς διελόντες περὶ ἑκατέρας διαληψόμεθα, πῶς μεσότητές εἰσι καὶ τίνων. ὁμοίως δὲ καὶ περὶ τῶν λογικῶν ἀρετῶν. Περὶ τῆς ἐναντιότητος τῶν παρʼ ἑκατέρων τῆς ἀρετῆς κακιῶν, ἥν τε πρὸς ἀλλήλας ἔχουσι καὶ πρὸς τὴν ἀρετήν. κεφ. ζʹ.
Νῦν δὲ ἐροῦμεν περὶ τῆς ἐναντιότητος τῶν ἄκρων πρὸς ἄλληλα καὶ πρὸς τὴν μεσότητα. τριῶν γὰρ διαθέσεων οὐσῶν, μιᾶς μὲν ἀρετῆς, ἥτις μεσότης ἐστί, δύο δὲ κακιῶν, τῆς μὲν ὑπερβαλλούσης, τῆς δὲ ἐλλειπούσης, ἐν πάσεις ἐστί τις ἀντίθεσις· καὶ αἱ μὲν ἄκραι ἐναντίως ἔχουσι πρὸς ἀλλήλας, ἡ δὲ μέση πρὸς ἑκατέραν τῶν ἄκρων. ὥσπερ γὰρ τὸ ἴσον καὶ πρὸς τὸ μεῖζον ἀντικείμενόν ἐστι καὶ πρὸς τὸ ἔλαττον — τοῦ μὲν γὰρ μείζονος ἔλαττόν ἐστι, τοῦ δὲ ἐλάττονος μεῖζον —, οὕτως αἱ μέσαι ἕξεις πρὸς μὲν τὰς ἐλλείψεις ὑπερβολαί εἰσι, πρὸς δὲ τὰς ὑπερβολὰς ἐλλείψεις. ὃ καὶ ἐν πάθεσι καὶ ἐν πράξεσιν ὁμοίως ἔχει· ἐν πάθεσι μὲν ἀνδρεία μεσότης, ἐν πράξεσι δὲ ἡ κατὰ τὴν ἀνδρείαν πρᾶξις· καὶ διὰ τοῦτο ὁ ἀνδρεῖος πρὸς μὲν τὸν δειλὸν θρασὺς φαίνεται, πρὸς δὲ τὸν θρασὺν δειλός. ὁμοίως δὲ καὶ ὁ σώφρων πρὸς μὲν τὸν ἀναίσθητον ἀκόλαστος, πρὸς δὲ τὸν ἀκόλαστον ἀναίσθητος· ὁ δὲ ἐλευθέριος ἄσωτος μὲν πρὸς τὸν ἀνελεύθερον, πρὸς δὲ τὸν ἄσωτον ἀνελεύθερος. καὶ ὅλως ἑκάτερος τῶν ἄκρων τῷ ὀνόματι θατέρου τὸν μέσον καλεῖ· καὶ ὁ μὲν θρασὺς τὸν ἀνδρεῖον δειλὸν καλεῖ, ὁ δὲ δειλὸς θρασύν· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. οὕτω δὲ τῶν ἄκρων πρὸς τὸ μέσον ἀντικειμένων, πρὸς ἄλληλα μείζων ἐστὶν αὐτῶν ἡ ἐναντιότης· πορρωτέρω γὰρ ἀλλήλων ἐστὶν ἢ τοῦ μέσου, καθάπερ τὸ μέγα καὶ τὸ μικρὸν πλέον ἀντίκειται πρὸς ἄλληλα ἢ τὸ μέσον, τὸ ἴσον δηλονότι. ἔτι πρὸς μὲν τὸ μέσον ἔστι τις ὁμοιότης ἐν ἑκατέρῳ τῶν ἄκρων, ὥσπερ τῇ θρασύτητι πρὸς τὴν ἀνδρείαν καὶ τῇ ἀσωτίᾳ πρὸς τὴν ἐλευθεριότητα, ἐν δὲ τοῖς ἄκροις οὐδεμία ἐστὶν ὁμοιότης, ἀλλὰ πλεῖστον ἀλλήλων διαφέρουσι· τὰ δὲ πλεῖστον ἀλλήλων ἀπέχοντα ἐναντία ὁρίζονται, ὥστε καὶ μᾶλλον ἐναντία τὰ μᾶλλον ἀλλήλων ἀπέχοντα. τὰ ἄκρα ἄρα πλέον ἀντίκειται πρὸς ἄλληλα ἢ πρὸς τὸ μέσον· οὐκ ἐπʼ ἴσης δὲ ἀντίκειται ἄκρων ἑκάτερον, ἀλλʼ ἐπί τινων μὲν ἡ ἔλλειψις πλέον ἀντίκειται πρὸς τὸ μέσον ἢ ἡ ὑπερβολή, ἐπί τινων δὲ ἡ ὑπερβολὴ μᾶλλον ἢ ἡ ἔλλειψις. νεύουσι γὰρ αἱ μεσότητες πρὸς τὸ ἕτερον τῶν ἄκρων πλέον ἢ πρὸς τὸ ἕτερον καὶ ὁμοιότεραί εἰσι ποτὲ μὲν ἐλλείψει ποτὲ δὲ ὑπερβολῇ, οἷον ἡ ἀνδρεία μᾶλλον ὁμοιοῦται τῇ θρασύτητι ἢ τῇ δειλίᾳ καὶ διὰ τοῦτο ἐναντιωτέρα ἐστὶ τῇ δειλίᾳ ἢ τῇ θρασύτητι. ἡ δὲ σωφροσύνη μᾶλλον ὁμοία ἐστὶ τῇ ἀναισθησίᾳ ἢ τῇ ἀκολασίᾳ καὶ διὰ τοῦτο ἐναντιωτέρα ἐστὶ τῇ ἀκολασίᾳ ἢ τῇ ἀναισθησίᾳ. ἔστι δὲ οὐ μόνον ἡ πρὸς τὸ ἕτερον τῶν ἄκρων ὁμοιότης αἰτία τῆς πρὸς τὸ ἕτερον ἐναντιότητος, ἀλλὰ καὶ ἐξ ἡμῶν αὐτῶν τὸ τοιοῦτον συμβαίνει. ἐπεὶ γὰρ ὁ πόλεμος τῷ σπουδαίῳ πρὸς τὰ ἄκρα γίνεται τὴν μεσότητα ζητοῦντι, πρὸς ὃ τῶν ἄκρων μείζων ἡ μάχη, ἐκεῖνο ἐναντιώτερον τῷ μέσῳ δοκεῖ. μείζων δὲ ἡ μάχη, πρὸς ὃ μᾶλλον πεφύκαμεν καὶ εἰς ὃ πλέον κινούμεθα, ὥστε εἰς ὃ πλέον αὐτοὶ κινούμεθα, ἐκεῖνο ἐναντιώτερόν ἔστι τῷ μέσῳ. καθάπερ τῶν τῆς σωφροσύνης ἄκρων πλέον εἰς ἀκολασίαν κινούμεθα ἢ εἰς ἀναισθησίαν, ὅτι πρὸς ἡδονὰς πεφύκαμεν μᾶλλον ἢ πρὸς τοὐναντίον· καὶ διὰ τοῦτο πρὸς τὴν ἀκολασίαν μείζων ὁ πόλεμος καὶ αὕτη ἐναντιωτέρα ἐστὶ τῇ σωφροσύνῃ ἢ ἡ ἀναισθησία. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἔχει. Περὶ τοῦ πῶς ἂν γένοιτο μάλιστα τῆς μεσότητος τυγχάνειν. κεφ. ηʹ.
Ὅτι μὲν οὖν ἡ ἠθικὴ ἀρετὴ μεσότης ἐστὶ δύο κακιῶν, τῆς μὲν καθʼ ὑπερβολήν, τῆς δὲ κατʼ ἔλλειψιν, διὰ τὸ τὸ μέσον ἀεὶ ζητεῖν τῶν παθῶν καὶ τῶν πράξεων, ἱκανῶς εἴρηται. τὸ δὲ ἐπίστασθαι λαβεῖν τὸ μέσον καὶ γενέσθαι σπουδαῖον ἐργῶδές ἐστιν. ἐν παντὶ γὰρ πράγματι τὸ μέσον εὑρεῖν δύσκολόν ἐστιν, ὥσπερ τοῦ κύκλου τὸ μέσον, δηλονότι τὸ κέντρον, οὐ πᾶς εὑρεῖν δύναται, ἀλλὰ μόνος ὁ γεωμετρεῖν ἐπιστάμενος· οὕτω γὰρ καὶ ἐπὶ τῶν παθῶν καὶ τῶν πράξεων ἔχει. τὸ μὲν γὰρ ὀργισθῆναι ῥᾴδιον καὶ τὸ δοῦναι ἀργύριον καὶ δαπανῆσαι, τὸ δὲ ὡς δεῖ καὶ ὅτε δεῖ καὶ πρὸς τίνα καὶ ὅσον καὶ τίνος ἕνεκα, ὅπερ ἐστὶ τὸ μέσον, καὶ τὸ εὖ καὶ σπάνιον καὶ ἐπαινετὸν καὶ καλόν, τοῦτο δὲ οὐ ῥᾴδιον οὐδὲ τοῦ βουλομένου παντός. διὰ τοῦτο προσήκει τὸν βουλόμενον σπουδαῖον γενέσθαι καὶ ζητοῦντα τὸ μέσον πρῶτον φεύγειν πάσῃ δυνάμει τῶν ἄκρων τὸ μᾶλλον ἐναντίον τοῦ μέσου· δηλονότι, πρὸς ὃ μᾶλλον εὐκινητότερός ἐστι τῶν παρʼ ἑκάτερα τῆς μεσότητος κακῶν· καθάπερ καὶ ἡ Καλυψὼ παρῄνει τὸ τοῦ μὲν καπνοῦ καὶ κύματος ἐκτὸς ἔεργε νῆα· καὶ γὰρ ἁμαρτάνομεν μέν, πρὸς ὅπερ ἂν πέσοιμεν τῶν ἄκρων· ἀλλʼ οὐχ ὁμοίως· μείζων γὰρ ἔσται ἡ ἁμαρτία ἐν τῷ ἐναντιωτέρῳ τῶν ἄκρων ἢ ἐν τῷ ἧττον ἐναντίῳ. ἐπεὶ οὖν ἄκρως τοῦ μέσου τυχεῖν χαλεπόν, κατὰ τὸν δεύτερον, φασί, πλοῦν τὰ ἐλάχιστα τῶν κακῶν αἱρεῖσθαι προσήκει. τοῦτο δὲ ἔσται, εἰ διακείμεθα πρὸς τὰ ἄκρα τοῦτον τὸν τρόπον, ὃν ἔφην. δεῖ δὲ μὴ μόνον σκοπεῖν πρὸς ποῖον τῶν ἄκρων πεφύκαμεν οἱ ἄνθρωποι, ἀλλὰ καὶ αὐτὸς ἕκαστος ἡμῶν πρὸς ποῖον πέφυκε ζητητέον — ἄλλοι γὰρ πρὸς ἄλλα πεφύκαμεν· γνωσόμεθα δὲ τοῦτο, ἐξετάσαντες τίσιν ἡδόμεθα καὶ τίσι λυπούμεθα. εὑρόντες δὲ πρὸς ποῖον τῶν ἄκρων πεφύκαμεν, ἐπὶ τὸ ἐναντίον αὐτοῦ διὰ σπουδῆς ἡμᾶς αὐτοὺς ἀφελκύσωμεν. φεύγοντες γὰρ σφόδρα τοῦτο τὸ ἄκρον εἰς τὸ μέσον ἥξομεν. ὥσπερ ποιοῦσιν οἱ τὰ διεστραμμένα τῶν ξύλων ὀρθῶσαι σπουδάζοντες· κλίνουσι γὰρ εἰς τοὐναντίον. μάλιστα δὲ τῶν ἄλλων παθῶν ἡ ἡδονὴ καὶ τὸ ἡδὺ βίαιον. καὶ διὰ τοῦτο πολλῆς χρεία τῆς ἀκριβείας καὶ τὴν ἀπάτην πάντα τρόπον φυλάττεσθαι δεῖ, ὅτε τὴν πονηρὰν τῆς ἀγαθῆς ἡδονῆς ἐθέλομεν διακρίνειν· χαλεπὸν γὰρ ἀδέκαστον εἶναι τῶν τοιούτων κριτήν· ὅπερ οὖν οἱ δημογέροντες τῶν Τρώων πρὸς τὴν Ἑλένην ἔπαθον, καλὴν μὲν εἰπόντες αὐτὴν καὶ τοῦ κάλλους θαυμάσαντες, ψηφισάμενοι δὲ καὶ οὕτως ἔχουσαν ἀποπέμψαι πρὸς τοὺς Ἕλληνας, τοῦτο δεῖ παθεῖν καὶ ἡμᾶς πρὸς τὴν ἡδονήν. οὕτω γὰρ αὐτὴν ἀποπεμπόμενοι ἧττον ἁμαρτησόμεθα. αὕτη ἐστὶν ἡ μέθοδος ὡς ἐν κεφαλαίῳ καὶ τύπῳ, διʼ ἧς μάλιστα τυχεῖν δυνησόμεθα τῆς μεσότητος. καὶ οὕτω δὲ ὅμως χαλεπόν ἐστι, καὶ μάλιστα ἐν τοῖς μερικοῖς. οὐ γὰρ ὡρισμένη τίς ἐστιν ἡ κρίσις τούτων ἀλλὰ ἄλλοτε ἄλλη· ἐπεὶ μηδὲ αὐτὰ ὡρισμένα, οἷον τὸ ὀργισθῆναι· οὐ γὰρ ῥᾴδιον διορίσαι τίσι καὶ πῶς καὶ πότε ὀργιστέον· καὶ γὰρ ἡμεῖς ἀπὸ τοῦ καιροῦ κρίνοντες καὶ τῶν ἄλλων περιστάσεων ἄλλοτε ἄλλα ἀποφαινόμεθα· καὶ ποτὲ μὲν τοὺς ἐλλείποντας ἐπαινοῦμεν καὶ πρᾴους φαμέν, ποτὲ δὲ τοὺς ὑπερβάλλοντας ὀργῇ καὶ καλοῦμεν ἀνδρώδεις. ἀλλʼ ὁ μὲν μικρὸν τῆς μεσότητος ἐκκλίνας οὐ ψέγεται· καὶ γὰρ οὔτε ὑπερβάλλειν οὔτε ἐλλείπειν δοκεῖ· ψέγεται δὲ ὁ τοσοῦτον τῆς μεσότητος παρακλίνας, ὅσον μὴ λαθεῖν. τὸ δὲ μέχρι τίνος καὶ ἐπὶ πόσον τοῦ ὀρθοῦ παρεκβάντες ψεγόμεθα, οὐκ ἔστιν ἑνὶ καθολικῷ διορίσασθαι λόγῳ, ἐπεὶ μηδὲ ἄλλο μηδέν, ὅπερ ἐν τοῖς μερικοῖς εὑρίσκεται καὶ ἄλλοτε ἄλλως ἔχει· ἡ γὰρ τούτων κρίσις μερικῶς καὶ αἰσθήσει γίνεται. φαίνεται τοίνυν, ὅτι ἐν πᾶσιν ἡ μέση ἕξις ἐπαινετή. δεῖ δέ, καθὼς εἴρηται, ἀποκλίνειν ποτὲ μὲν ἐπὶ τὴν ὑπερβολήν, ποτὲ δὲ ἐπὶ τὴν ἔλλειψιν, δηλονότι ἐπὶ ταύτην τῶν ἀκροτήτων, ἥτις ὁμοιοτέρα ἐστὶ τῇ μεσότητι. οὕτω γὰρ ῥᾷστα τῆς μεσότητος τευξόμεθα καὶ τοῦ ἀγαθοῦ.