Zosimus of Panopolis On Weights in Greek
On Weights is a concise technical treatise by the alchemist Zosimus of Panopolis, composed in Greek around 300 CE. The work presents three passages of practical instruction concerning the specific weights and measures required for ingredients in alchemical operations. It forms a significant component of the oldest surviving corpus of Greek alchemical literature, illustrating the discipline's foundation in hands-on workshop practices such as metallurgy, dyeing, and alloy production. The text underscores the necessity of precise measurement to ensure the accurate replication of recipes, reflecting the experimental character of Greco-Egyptian alchemy, which combined practical craft with philosophical speculation. Zosimus wrote in Panopolis, Egypt, a major center where Greek, Egyptian, and Hermetic intellectual traditions converged. Scholars interpret the treatise as a practitioner's manual, detailing the standardized tools essential for processes aimed at transmuting base metals or imitating precious materials. The work survives through later Greek manuscript copies, most notably within the 10th- or 11th-century Codex Marcianus Graecus 299. As the author of the earliest extant Greek alchemical texts, Zosimus's writings, including On Weights, became foundational for subsequent alchemical traditions in both the Byzantine and Islamic worlds.
| 2.178 | ΠΕΡΙ ΣΤΑΘΜΩΝ Ὁ περὶ σταθμῶν λόγος τὸ πᾶν τῆς ἑψήσεως φαίνεται συνέχων μυστήριον· αὐτὸ γὰρ σύνθεσις, αὐτὸ σταθμὸς, αὐτὸ λεύκωσις, αὐτὸ ξάνθωσις. Ἠρέμα δέ πως ἐν τῷ περὶ συνθέσεως λόγῳ, ταῦτα πάλιν περὶ χαλκοῦ καὶ ἰώσεως. Φαίνεται δὲ καὶ αὐτὸς τοιοῦτον μόλυβδον λαμβάνων, ἀφ’ οὗ καὶ αὐτός· Σκόρπισον μολύβδῳ· οὐχ . |
| 2.179 | ἁπλῶς ἔλεγεν, ἀλλὰ τὸ ἀπὸ κοπτικοῦ καὶ λιθαργύρου μέλανι τῷ ἡμῶν. Ἡ δὲ σκόρπισις ἐμοὶ λείωσις φαίνεται, ὡς ἀποδείξω ἐκ πασῶν τῶν γραφῶν ἐν τῇ ἐμῇ κατενεργείᾳ περὶ τοῦ σταθμοῦ. Εἰώθασιν γὰρ δι’ ὧν καίουσιν ἢ σκορπίζουσιν ἢ ἐπιβάλλουσιν, διὰ τούτων συστα θμίζειν κεκρυμμένως· σταθμίζουσι τὸν μόλυβδον· ὃς καὶ διὰ τῆς διασκορπίσεως, καὶ συσταθμίζεται λεύκωσις καὶ ἴωσις διὰ τῆς ἐπιβολῆς. «Ἐπίβαλλε γὰρ τοῦ λευκοῦ φαρμάκου τὸ ἥμισυ», καὶ τὰ ἑξῆς. Πάντα οὖν ἐν πᾶσι κέκρυπται τῇ τέχνῃ ἀπὸ συσταθμίσεως καὶ ἰώσεως, ὁμοῦ πάντα· ἐπειδὴ ἐκ τῆς προϊζανούσης θείου τῇ φιάλῃ, οὐχ ὁρᾶται τὸ ὑποκείμενον σύνθεμα πότε λευκανθῇ ἐξ αὐτῆς θείου γινώσκουσιν. Ὅταν γὰρ λευκὴ γένηται, τὸ τηνικαῦτα γινώσκεται καὶ τὸ ὑποκείμενον λευκανθέν. Ἔνθεν ὁ Ἀγαθοδαίμων καθ’ ἑκάστην λαμβάνειν θεῖον ἔλεγεν, ἢ λευκὴν ἢ οἵαν δήποτε. Ἐκείνη γὰρ ἡ μηνύουσα τὴν ὄπτησιν, ἣν ἁρπάζουσι καὶ κατακαίουσιν εἰς τὸ λεί ψανον τοῦ θείου, καὶ ἐκκρίνουσιν μᾶλλον ἢ ἐξίουσιν· λευκανθὲν γὰρ ἁρπάζουσιν. Ἐὰν γὰρ ἐάσωσιν, ἐπὶ τὸ ξανθὸν τρέπεται. Διὸ τοίνυν καὶ τοῦ θείου τοῦ λευκαίνοντος, τὸ πᾶν τοῦ σταθμοῦ παρὰ τῶν φιλοσόφων ζητήσωμεν. Ἔχει οὖν ἐν τῇ ὑστέρᾳ τῶν ζωμῶν ἀρσενίκου 𐆄 αʹ, καὶ νίτρου ἥμισυ, καὶ φλοιῶν φύλλων περσέας ἁπαλῶν 𐆄 βʹ, καὶ ἅλας ἥμισυ, καὶ συκαμίνου χυλοῦ 𐆄 αʹ, καὶ στυπτηρίας σχιστῆς· τούτοις συλλειώσας ὅλα ὁμοῦ ἐν ὄξει ἢ οὔρῳ, ἢ ἀσβέστου στάκτῃ, ἕως γένηται ζωμός. Εἶτα ἐν σκιᾷ [πυρὸς] καταβάπτει πέταλα . |
| 2.179 | καὶ ἀποσκιώσεις ποιεῖ. Δεῖ οὖν τὰ λείποντα πάντα βάλλειν, πρό γε πάντων, ἀσβέστου μέρη βʹ πρὸς θείου καὶ ἀρσενίκου, καὶ σανδαράχης μέρος αʹ, καὶ τὰ ὕδατα· καὶ ποιήσαντες ὕδωρ λευκὸν μαρμάρῳ παρεμ φερὲς, ἐν αὐτῷ ποτίζειν ἢ ἑψεῖν τρούλλῳ τὸ προειρημένον σύνθεμα. |