eul_wid: jla-aa

Ptolemais of Cyrene Fragments-Music in Greek

The Fragments-Music of Ptolemais of Cyrene is a lost Pythagorean treatise on music theory, preserved solely in three fragmentary passages quoted by Porphyry in his 3rd-century commentary on Ptolemy’s Harmonics. These excerpts, presented in a dialogue format, constitute the only known source for Ptolemais’s work and thought. The surviving fragments present a technical discussion on the classification of musical expertise, systematically distinguishing between the cultivated musician, the harmonic theorist, and the critic or judge of music. This analysis is grounded in Pythagorean harmonic theory, which interprets musical intervals through mathematical ratios, and engages with epistemological questions concerning the acquisition and judgment of musical knowledge. The work’s transmission depends entirely on its utility to Porphyry, who excerpted it for his comparative analysis of earlier harmonic theories; no independent manuscript tradition exists for Ptolemais’s treatise. Though her direct influence is obscure due to the loss of her full work, Ptolemais’s ideas entered the stream of music theory via Porphyry’s commentary. The fragments provide valuable evidence for the history of Pythagorean harmonic science and represent a rare instance of a female author in ancient technical philosophy.

242.(10) Ptolemais of Kyrene, Πυθαγορικὴ τῆς μουσικῆς στοιχείωσις. Porph. in Ptol. harm. p. 25 Düring Περὶ τούτων συντόμως μὲν καὶ ἡ Κυρηναία Πτολεμαῒς ἔγραψεν ἐν τῇ εἰσαγωγῇ, ἐπῆλθε δὲ καὶ Δίδυμος ὁ μουσικὸς διὰ πλειόνων ἐν τῷ Περὶ τῆς διαφορᾶς τῶν Ἀριστοξενείων τε καὶ Πυθαγορείων. ... γράφει δὴ ἡ μὲν Πτολεμαῒς τάδε· «Τῶν ἐν τῇ μουσικῇ διαπρεψάντων τίς ἡ διαφορά; οἱ μὲν γὰρ τὸν λόγον προέκριναν αὐτόν, οἱ δὲ τὴν αἴσθησιν, οἱ δὲ τὸ συναμφότερον. τὸν μὲν λόγον προέκρινον αὐτὸν τῶν Πυθαγορείων ὅσοι μᾶλλον ἐφιλονείκησαν πρὸς τοὺς μουσικοὺς τελέως τὴν αἴσθησιν ἐκβάλλειν, τὸν δὲ λόγον ὡς αὔταρκες κριτήριον καθ’ ἑαυτὸν εἰσφέρειν. ἐλέγχονται δ’ οὗτοι πάντως τι αἰσθητὸν παραλαμβάνοντες ἐν ἀρχῇ καὶ ἐπιλανθανόμενοι.
243 τὴν δ’ αἴσθησιν προέκριναν οἱ ὀργανικοί, οἷς ἢ οὐδαμῶς ἔννοια θεωρίας ἐγένετο ἢ ἀσθενής. τῶν δὲ τὸ συναμφότερον προκρινάντων τίς ἡ διαφορά; οἱ μὲν ὁμοίως ἀμφότερα ἰσοδυναμοῦντα παρέλαβον τήν τ’ αἴσθησιν καὶ τὸν λόγον, οἱ δὲ τὸ ἕτερον προηγούμενον, τὸ δ’ ἕτερον ἑπόμενον. ὁμοίως μὲν ἀμφότερα Ἀριστόξενος ὁ Ταραντῖνος. οὔτε γὰρ αἰσθητὸν δύναται συστῆναι καθ’ αὑτὸ δίχα λόγου, οὔτε λόγος ἰσχυρότερός ἐστι παραστῆσαί τι μὴ τὰς ἀρχὰς λαβὼν παρὰ τῆς αἰσθήσεως, καὶ τὸ τέλος τοῦ θεωρήματος ὁμολογούμενον πάλιν τῇ αἰσθήσει ἀποδιδούς. τί δὲ μᾶλλον βούλεται προηγεῖσθαι τὴν αἴσθησιν τοῦ λόγου; τῇ τάξει, οὐ τῇ δυνάμει. ὅταν γάρ, φησι, ταύτῃ τὸ αἰσθητὸν συναφθῇ ὁποῖόν ποτέ ἐστι, τότε δεῖν ἡμᾶς καὶ τὸν λόγον προάγειν εἰς τὴν τούτου θεωρίαν. τίνες τὸ συναμφότερον ὁμοίως; Πυθαγόρας καὶ οἱ διαδεξάμενοι. βούλονται γὰρ αὐτοὶ τὴν μὲν αἴσθησιν ὡς ὁδηγὸν τοῦ λόγου ἐν ἀρχῇ παραλαμβάνειν πρὸς τὸ οἱονεὶ ζώπυρά τινα παραδιδόναι αὐτῷ, τὸν δὲ λόγον ἐκ τούτων ὁρμηθέντα καθ’ ἑαυτὸν πραγματεύεσθαι ἀποστάντα τῆς αἰσθήσεως, ὅθεν κἂν τὸ σύστημα τὸ ὑπὸ τοῦ λόγου εὑρηθὲν τῆς πραγματείας μηκέτι συνᾴδῃ τῇ αἰσθήσει, οὐκ ἐπιστρέφονται, ἀλλ’ ἐπεγκαλοῦσι λέγοντες τὴν μὲν αἴσθησιν πλανᾶσθαι, τὸν δὲ λόγον εὑρηκέναι τὸ ὀρθὸν καθ’ ἑαυτὸν καὶ ἀπελέγχειν τὴν αἴσθησιν. τίνες ἐναντίως τούτοις; ἔνιοι τῶν ἀπ’ Ἀριστοξένου μουσικῶν, ὅσοι κατὰ μὲν τὴν ἔννοιαν θεωρίαν ἔλαβον, ἀπὸ δ’ ὀργανικῆς ἕξεως προκόψαντες. οὗτοι γὰρ τὴν μὲν αἴσθησιν ὡς κυρίαν ἔθεσαν, τὸν δὲ λόγον ὡς παρεπόμενον πρὸς μόνον τὸ χρειῶδες.
243 κατὰ δὴ τούτους εἰκότως οὐ πανταχῇ αἱ λογικαὶ ὑποθέσεις τοῦ κανόνος σύμφωνοι ταῖς αἰσθήσεσιν.» γράφει γέ τοι περὶ τούτου (sc. τοῦ κανόνος) καὶ Πτολεμαῒς ἡ Κυρηναία ἐν τῇ Πυθαγορικῇ τῆς μουσικῆς στοιχειώσει ταῦτα· «Ἡ οὖν κανονικὴ πραγματεία, κατὰ τίνας μᾶλλόν ἐστι; καθόλου κατὰ τοὺς Πυθαγορικούς· ἣν γὰρ νῦν ἁρμονικὴν λέγομεν, ἐκεῖνοι κανονικὴν ὠνόμαζον. ἀπὸ τίνος κανονικὴν αὐτὴν λέγομεν; οὐκ ὡς ἔνιοι νομίζουσι ἀπὸ τοῦ κανόνος ὀργάνου παρονομασθεῖσαν, ἀλλ’ ἀπὸ τῆς εὐθύτητος ὡς διὰ ταύτης τῆς πραγματείας τὸ ὀρθὸν τοῦ λόγου εὑρόντος καὶ τὰ τοῦ ἡρμοσμένου παραπήγματα.» ... οἷς ἐπάγει κατ’ ἐρώτησιν πάλιν καὶ ἀπόκρισιν· «ἡ κατὰ τὸν κανόνα θεωρία, ἐκ τίνων σύγκειται; ἐκ τῶν παρὰ τοῖς μουσικοῖς ὑποτιθεμένων καὶ ἐκ τῶν παρὰ τοῖς μαθηματικοῖς λαμβανομένων.»