eul_wid: okg-ba

Plutarch of Chaeronea Comparison of Sertorius and Eumenes in Greek

The Comparison of Sertorius and Eumenes is a concluding essay by the Greek biographer Plutarch, composed in Attic Greek around the early second century CE. It forms an integral part of his Parallel Lives, serving as the capstone to the paired biographies of the Roman rebel Quintus Sertorius and the Greek general Eumenes of Cardia. In this concise work, Plutarch systematically contrasts the two leaders, examining their military skill, relationships with their troops, strategic acumen, and the circumstances of their deaths. The essay highlights both commonalities and distinctions: both men were foreigners and exiles who commanded diverse, formidable armies, yet Sertorius received his authority by the willing consent of his allies, while Eumenes had to assert his leadership against rivals through demonstrated competence. Plutarch notes the irony that Sertorius, a Roman, led Iberians and Lusitanians who had long been subjugated by Rome, whereas Eumenes, a Greek from the Chersonese, commanded Macedonians at the height of their imperial power. He further observes that Sertorius, admired for his counsel and generalship, rose to command from a position of strength, while Eumenes, initially undervalued as a mere secretary, overcame greater obstacles to achieve his authority. The comparison serves Plutarch’s overarching moral purpose, extracting ethical lessons about leadership, virtue, and the role of fortune by examining these figures from distinct Roman and Hellenistic contexts. The work survives complete within the manuscript tradition of the Parallel Lives and is regarded by scholars as the analytical culmination of the two preceding biographies.

1 1 Ταῦτ’ ἔστιν ἃ περὶ Εὐμενοῦς καὶ Σερτωρίου μνήμης ἄξια παρειλήφαμεν.
1 2 ἐν δὲ τῇ συγκρίσει κοινὸν μὲν ἀμφοτέροις ὑπάρχει τὸ ξένους καὶ ἀλλοδαποὺς καὶ φυγάδας ὄντας ἐθνῶν τε παντοδαπῶν καὶ στρατευμάτων μαχίμων τε καὶ μεγάλων δυνάμεων ἡγουμένους διατελεῖν· ἴδιον δὲ Σερτωρίῳ μὲν τὸ παρὰ πάντων τῶν συμμάχων δεδομένην ἔχειν διὰ τὸ ἀξίωμα τὴν ἀρχήν, Εὐμενεῖ δὲ τὸ πολλῶν διαφερομένων περὶ τῆς ἡγεμονίας πρὸς αὐτὸν ἐκ τῶν πράξεων λαμβάνειν τὸ πρωτεῖον· τῷ μὲν γὰρ ἄρχεσθαι βουλόμενοι δικαίως εἵποντο, τῷ δ’ ἄρχειν μὴ δυνάμενοι πρὸς τὸ συμφέρον ὑπήκουον.
1 5 καὶ γὰρ ὁ μὲν Ἰβήρων καὶ Λυσιτανῶν Ῥωμαῖος, ὁ δὲ Χερρονησίτης Μακεδόνων ἦρχεν, ὧν οἱ μὲν ἔκπαλαι Ῥωμαίοις ἐδούλευον, οἱ δὲ τότε πάντας ἀνθρώπους ἐδουλοῦντο.
1 6 καὶ Σερτώριος μὲν ἀπὸ βουλῆς καὶ στρατηγίας θαυμαζόμενος, Εὐμενὴς δὲ διὰ τὴν γραμματείαν καταφρονούμενος, ἐφ’ ἡγεμονίαν προῆλθεν.
1 7 οὐ μόνον τοίνυν ἐλάττοσι πρὸς τὴν ἀρχὴν ἀφορμαῖς, ἀλλὰ καὶ μείζοσι πρὸς τὴν αὔξησιν ἐχρήσατο κωλύμασιν Εὐμενής. καὶ γὰρ ἄντικρυς τοὺς ἐνισταμένους καὶ κρύφα τοὺς ἐπιβουλεύοντας εἶχε πολλούς, οὐχ ὥσπερ τῷ ἑτέρῳ φανερῶς μὲν οὐδείς, λάθρα δ’ ὕστερον καὶ ὀλίγοι τῶν συμμάχων ἐπανέστησαν.
1 9 διὸ τῷ μὲν ἦν πέρας τοῦ κινδυνεύειν τὸ νικᾶν τοὺς πολεμίους, τῷ δ’ ἐκ τοῦ νικᾶν ὁ κίνδυνος ὑπὸ τῶν φθονούντων. Τὰ μὲν οὖν κατὰ τὴν στρατηγίαν ἐφάμιλλα καὶ παράλληλα· τῷ δ’ ἄλλῳ τρόπῳ φιλοπόλεμος μὲν ὁ Εὐμενὴς καὶ φιλόνικος, ἡσυχίας δὲ καὶ πρᾳότητος οἰκεῖος ὁ Σερτώριος.
2 2 ὁ μὲν γάρ, ἀσφαλῶς καὶ μετὰ τιμῆς βιοῦν ἐξὸν ἐκποδὼν γενομένῳ, τοῖς πρώτοις μαχόμενος καὶ κινδυνεύων διετέλεσε, τῷ δ’ οὐδὲν δεομένῳ πραγμάτων ὑπὲρ αὐτῆς τῆς τοῦ σώματος ἀσφαλείας πρὸς οὐκ ἐῶντας εἰρήνην ἄγειν ἦν ὁ πόλεμος.
2 3 Εὐμενεῖ μὲν γὰρ Ἀντίγονος ἐκστάντι τῶν ὑπὲρ τοῦ πρωτεύειν ἀγώνων ἡδέως ἂν ἐχρῆτο, τὴν μετ’ αὐτὸν ἀγαπῶντι τάξιν· Σερτωρίῳ δ’ οἱ περὶ Πομπήϊον οὐδὲ ζῆν ἀπραγμόνως ἐπέτρεπον.
2 4 διὸ τῷ μὲν ἑκοντὶ συνέβαινε πολεμεῖν ἐπ’ ἀρχῇ, τῷ δ’ ἀκουσίως ἄρχειν διὰ τὸ πολεμεῖσθαι.
2 5 φιλοπόλεμος μὲν οὖν ὁ τῆς ἀσφαλείας τὴν πλεονεξίαν προτιμῶν, πολεμικὸς δ’ ὁ τῷ πολέμῳ κτώμενος τὴν ἀσφάλειαν.
2 6 καὶ μὴν ἀποθανεῖν γε συνέβη τῷ μὲν οὐ προαισθομένῳ, τῷ δὲ καὶ προσδεχομένῳ τὴν τελευτήν· ὧν τὸ μὲν ἐπιεικείας, φίλοις γὰρ ἐδόκει πιστεύειν, τὸ δ’ ἀσθενείας, βουλόμενος γὰρ φυγεῖν συνελήφθη.
2 7 καὶ τοῦ μὲν οὐ κατῄσχυνε τὸν βίον ὁ θάνατος, πάσχοντος ὑπὸ τῶν συμμάχων ἃ τῶν πολεμίων αὐτὸν οὐδεὶς ἐποίησεν· ὁ δὲ φεύγειν μὲν πρὸ αἰχμαλωσίας μὴ δυνηθείς, ζῆν δὲ μετ’ αἰχμαλωσίαν βουληθείς, οὔτ’ ἐφυλάξατο καλῶς τὴν τελευτὴν οὔθ’ ὑπέμεινεν, ἀλλὰ προσλιπαρῶν καὶ δεόμενος, τοῦ σώματος μόνου κρατεῖν δοκοῦντα τὸν πολέμιον καὶ τῆς ψυχῆς αὑτοῦ κύριον ἐποίησεν.