Plutarch of Chaeronea Comparison of Pericles and Fabius in Greek
The Comparison of Pericles and Fabius is a concluding essay by the Greek biographer Plutarch, composed in Attic Greek around the early second century CE. It forms the final section of the paired biographies of the Athenian statesman Pericles and the Roman general Fabius Maximus within Plutarch's Parallel Lives. The essay is a structured, analytical comparison, examining the two leaders across a series of specific categories including military strategy, political leadership, civic contributions, and personal character. Plutarch contrasts the historical contexts of their achievements, noting that Pericles guided Athens at the height of its power and prosperity, employing a defensive naval strategy during the Peloponnesian War, while Fabius assumed leadership during Rome's most desperate hour in the Second Punic War, employing his famous delaying tactics to salvage the republic from catastrophe. The analysis extends to their civic legacies, comparing Pericles' ambitious and artistically celebrated building program on the Acropolis with Fabius's more pragmatic and utilitarian restorations of Roman temples. Plutarch's tone is measured and balanced, seeking to illuminate the distinctive virtues and circumstances of each man rather than to proclaim a superior figure. The work is interpreted by modern scholars as a key component of Plutarch's larger intellectual project in the Parallel Lives, which uses such parallel comparisons to explore universal moral qualities and nuanced cultural differences between Greek and Roman exemplars for a literate, cosmopolitan audience in the Roman Empire. The text has been preserved complete and uninterrupted as an integral part of the Parallel Lives manuscript tradition.
| 1 1 | Οἱ μὲν οὖν βίοι τῶν ἀνδρῶν τοιαύτην ἔχουσιν ἱστορίαν. ἐπεὶ δὲ καὶ πολιτικῆς καὶ πολεμικῆς ἀρετῆς πολλὰ καὶ καλὰ παραδείγματα καταλελοίπασιν ἀμφότεροι, φέρε τῶν πολεμικῶν ἐκεῖνο πρῶτον λάβωμεν, ὅτι Περικλῆς μὲν ἄριστα πράττοντι τῷ δήμῳ καὶ μεγίστῳ καθ’ αὑτὸν ὄντι καὶ μάλιστα πρὸς δύναμιν ἀκμάζοντι χρώμενος ὑπὸ κοινῆς ἂν δόξειεν εὐτυχίας καὶ ῥώμης πραγμάτων ἀσφαλὴς διαγενέσθαι καὶ ἄπταιστος, αἱ δὲ Φαβίου πράξεις ἐν αἰσχίστοις καὶ δυσποτμοτάτοις καιροῖς ἀναδεξαμένου τὴν πόλιν οὐκ ἐπ’ ἀγαθοῖς ἀσφαλῆ διετήρησαν, ἀλλ’ ἐκ κακῶν εἰς βελτίω μετέστησαν. |
| 1 2 | καὶ Περικλεῖ μὲν αἱ Κίμωνος εὐπραξίαι καὶ τὰ Μυρωνίδου καὶ τὰ Λεωκράτους τρόπαια καὶ πολλὰ καὶ μεγάλα Τολμίδης κατορθῶν 〈ἐν〉εορτάσαι μᾶλλον καὶ ἐμπανηγυρίσαι στρατηγοῦντι τὴν πόλιν ἢ κτήσασθαι πολέμῳ καὶ φυλάξαι παρέδωκε· Φάβιος δ’ ὁρῶν πολλὰς μὲν φυγὰς καὶ ἥττας, πολλοὺς δὲ θανάτους καὶ σφαγὰς αὐτοκρατόρων καὶ στρατηγῶν, λίμνας δὲ καὶ πεδία καὶ δρυμοὺς νεκρῶν στρατοπέδων πλήθοντας, αἵματι δὲ καὶ φόνῳ ποταμοὺς ἄχρι θαλάττης ῥέοντας, [ἐν] τῷ καθ’ ἑαυτὸν ἐρρωμένῳ καὶ βεβηκότι τὴν πόλιν ἀντιλαμβανόμενος καὶ ὑπερείδων οὐκ εἴασε τοῖς ἐκείνων ὑποφερομένην πταίσμασι τελέως ἐκχυθῆναι. |
| 1 4 | καίτοι δόξειεν ἂν οὐχ οὕτω χαλεπὸν εἶναι πόλιν ἐν συμφοραῖς μεταχειρίσασθαι ταπεινὴν καὶ τοῦ φρονοῦντος ὑπ’ ἀνάγκης κατήκοον γενομένην, ὡς δι’ εὐτυχίαν ἐπηρμένῳ καὶ σπαργῶντι [τῷ] δήμῳ χαλινὸν ἐμβαλεῖν ὕβρεως καὶ θρασύτητος· ᾧ δὴ μάλιστα φαίνεται τρόπῳ Περικλῆς Ἀθηναίων περιγενόμενος. |
| 1 5 | ἀλλὰ τῶν Ῥωμαίοις συμπεσόντων τότε κακῶν τὸ μέγεθος καὶ τὸ πλῆθος ἰσχυρόν τινα γνώμην καὶ μέγαν ἔδειξεν ἄνδρα τὸν μὴ συγχυθέντα μηδὲ προέμενον τοὺς αὑτοῦ λογισμούς. Καὶ Σάμῳ μὲν ὑπὸ Περικλέους ἁλούσῃ τὴν Τάραντος ἔστι κατάληψιν ἀντιθεῖναι, καὶ νὴ Δί’ Εὐβοίᾳ τὰς περὶ Καμπανίαν πόλεις· ἐπεὶ αὐτήν γε Καπύην οἱ περὶ Φούλβιον καὶ Ἄππιον ὕπατοι κατέσχον. |
| 2 1 | ἐκ δὲ παρατάξεως Φάβιος οὐ φαίνεται μάχῃ νενικηκώς, πλὴν ἀφ’ ἧς τὸν πρότερον εἰσήλασε θρίαμβον, Περικλῆς δ’ ἐννέα τρόπαια κατὰ γῆν καὶ κατὰ θάλατταν ἔστησεν ἀπὸ τῶν πολεμίων. οὐ μὴν λέγεται τοιαύτη πρᾶξις Περικλέους οἵαν ἔπραξε Φάβιος Μινούκιον ἐξαρπάσας Ἀννίβου καὶ διασώσας ἐντελὲς στρατόπεδον Ῥωμαίων· καλὸν γὰρ τὸ ἔργον καὶ κοινὸν ἀνδρείας ὁμοῦ καὶ φρονήσεως καὶ χρηστότητος· ὥσπερ αὖ πάλιν οὐδὲ σφάλμα λέγεται Περικλέους οἷον ἐσφάλη Φάβιος διὰ τῶν βοῶν καταστρατηγηθεὶς ὑπ’ Ἀννίβου, λαβὼν μὲν αὐτομάτως καὶ κατὰ τύχην ὑπελθόντα τοῖς στενοῖς τὸν πολέμιον, προέμενος δὲ νυκτὸς λαθόντα καὶ μεθ’ ἡμέραν βιασάμενον καὶ φθάσαντα μέλλοντος καὶ κρατήσαντα συλλαβόντος. |
| 2 3 | εἰ δὲ δεῖ μὴ μόνον χρῆσθαι τοῖς παροῦσιν, ἀλλὰ καὶ τεκμαίρεσθαι περὶ τοῦ μέλλοντος ὀρθῶς τὸν ἀγαθὸν στρατηγόν, Ἀθηναίοις μὲν ὡς Περικλῆς προέγνω καὶ προεῖπεν ἐτελεύτησεν ὁ πόλεμος· πολυπραγμονοῦντες γὰρ ἀπώλεσαν τὴν δύναμιν· Ῥωμαῖοι δὲ παρὰ τοὺς Φαβίου λογισμοὺς ἐκπέμψαντες ἐπὶ Καρχηδονίους Σκιπίωνα πάντων ἐκράτησαν, οὐ τύχῃ, σοφίᾳ δὲ τοῦ στρατηγοῦ καὶ ἀνδρείᾳ κατὰ κράτος νικήσαντος τοὺς πολεμίους· ὥστε τῷ μὲν τὰ πταίσματα τῆς πατρίδος μαρτυρεῖν ὅτι καλῶς ἔγνω, τὸν δ’ ὑπὸ τῶν κατορθωμάτων ἐλέγχεσθαι τοῦ παντὸς ἐσφαλμένον. |
| 2 4 | ἴση δ’ ἁμαρτία στρατηγοῦ κακῷ περιπεσεῖν μὴ προσδοκήσαντα, καὶ κατορθώματος καιρὸν ἀπιστίᾳ προέσθαι· μία γὰρ ὡς ἔοικεν ἀπειρία καὶ θράσος γεννᾷ καὶ θάρσος ἀφαιρεῖται. ταῦτα περὶ τῶν πολεμικῶν. Τῆς δὲ πολιτείας μέγα μὲν ἔγκλημα τοῦ Περικλέους ὁ πόλεμος. |
| 3 1 | λέγεται γὰρ ἐπακτὸς ὑπ’ ἐκείνου γενέσθαι, Λακεδαιμονίοις ἐρίσαντος μὴ ἐνδοῦναι. δοκῶ δὲ μηδ’ ἂν Φάβιον Μάξιμον ἐνδοῦναί τι Καρχηδονίοις, ἀλλ’ εὐγενῶς ὑποστῆναι τὸν ὑπὲρ τῆς ἡγεμονίας κίνδυνον. |
| 3 2 | ἡ μέντοι πρὸς Μινούκιον ἐπιείκεια τοῦ Φαβίου καὶ πρᾳότης ἐλέγχει τὸν πρὸς Κίμωνα καὶ Θουκυδίδην στασιασμόν, ἄνδρας ἀγαθοὺς καὶ ἀριστοκρατικοὺς εἰς φυγὴν ὑπ’ αὐτοῦ καὶ τοὔστρακον ἐκπεσόντας. ἀλλ’ ἥ γε δύναμις μείζων ἡ τοῦ Περικλέους καὶ τὸ κράτος. |
| 3 3 | ὅθεν οὐδ’ ἄλλον εἴασεν ἐνδυστυχῆσαι τῇ πόλει κακῶς βουλευσάμενον στρατηγόν, ἀλλ’ ἢ μόνος αὐτὸν ἐκφυγὼν Τολμίδης καὶ διωσάμενος βίᾳ προσέπταισε Βοιωτοῖς· οἱ δ’ ἄλλοι προσετίθεντο καὶ κατεκοσμοῦντο πάντες εἰς τὴν ἐκείνου γνώμην ὑπὸ μεγέθους αὐτοῦ τῆς δυνάμεως. |
| 3 4 | Φάβιος δὲ τὸ καθ’ ἑαυτὸν ἀσφαλὴς ὢν καὶ ἀναμάρτητος, τῷ πρὸς τὸ κωλύειν ἑτέρους ἀδυνάτῳ φαίνεται λειπόμενος. οὐ γὰρ ἂν τοσαύταις συμφοραῖς ἐχρήσαντο Ῥωμαῖοι Φαβίου παρ’ αὐτοῖς ὅσον Ἀθήνησι Περικλέους δυνηθέντος. Καὶ μὴν τήν γε πρὸς χρήματα μεγαλοφροσύνην ὁ μὲν τῷ μηδὲν λαβεῖν παρὰ τῶν διδόντων, ὁ δὲ τῷ προέσθαι πολλὰ τοῖς δεομένοις ἐπεδείξατο, λυσάμενος τοῖς ἰδίοις χρήμασι τοὺς αἰχμαλώτους· πλὴν τούτων μὲν οὐ πολὺς ἦν ἀριθμός, ἀλλ’ ὅσον ἓξ τάλαντα. |
| 3 6 | Περικλῆς δ’ οὐκ ἂν ἴσως εἴποι τις ὅσα καὶ παρὰ συμμάχων καὶ βασιλέων ὠφελεῖσθαι καὶ θεραπεύεσθαι παρόν, τῆς δυνάμεως διδούσης, ἀδωρότατον ἑαυτὸν καὶ καθαρώτατον ἐφύλαξεν. Ἔργων γε μὴν μεγέθεσι καὶ ναῶν καὶ κατασκευαῖς οἰκοδομημάτων, ἐξ ὧν ἐκόσμησεν ὁ Περικλῆς τὰς Ἀθήνας, οὐκ ἄξιον ὁμοῦ πάντα τὰ πρὸ τῶν Καισάρων φιλοτιμήματα τῆς Ῥώμης παραβαλεῖν, ἀλλ’ ἔξοχόν τι πρὸς ἐκεῖνα καὶ ἀσύγκριτον ἡ τούτων ἔσχε μεγαλουργία καὶ μεγαλοπρέπεια τὸ πρωτεῖον. |