eul_wid: bdg-aa

Phocylides of Miletus Sentences in Greek

The Sentences is a collection of moralizing maxims composed in Ionic Greek verse by the archaic poet Phocylides of Miletus, who was active in the mid-sixth century BCE. The work consists of short, pithy lines offering practical advice on living well, often introduced by the signature phrase “And this too of Phocylides.” Its content is secular and pragmatic, emphasizing moderation, justice, wise household management, and the importance of a good reputation within the civic community. Approximately 44 fragments survive, preserved not in a continuous manuscript but through quotations by later authors such as Stobaeus and Aristotle. The work belongs to a tradition of wisdom literature aimed at educating the aristocratic youth of the flourishing Ionian Greek world, serving a didactic purpose by providing memorable guidance for personal conduct and civic life. In antiquity, Phocylides was highly regarded and often paired with the poet Theognis. It is important to distinguish these authentic archaic fragments from a later, pseudonymous Jewish or Christian poem falsely attributed to him during the Hellenistic or Roman period.

book 1.1 [ln_1]Καὶ τόδε
book 1.2 Φωκυλίδου· Λέριοι κακοί· οὐχ ὃ μέν, ὃς δ’ οὔ· [para]πάντες, πλὴν
book 1.3 Προκλέους· καὶ Προκλέης Λέριος.
book 2.1 Καὶ τόδε
book 2.2 Φωκυλίδεω· τετόρων ἀπὸ τῶν〈δε〉 γένοντο φῦλα γυναικείων· ἣ μὲν κυνός, ἣ δὲ μελίσσης, ἣ δὲ συὸς βλοσυρῆς, ἣ δ’ ἵππου
book 2.3 χαιτηέσσης. εὔφορος ἥδε, ταχεῖα, περίδρομος, εἶδος ἀρίστη·[ln_5]ἡ δὲ συὸς βλοσυρῆς οὔτ’ ἂρ κακὴ οὐδὲ μὲν ἐσθλή· ἡ δὲ κυνὸς
book 2.4 χαλεπή τε καὶ ἄγριος· ἡ δὲ μελίσσης οἰκονόμος τ’ ἀγαθὴ καὶ ἐπίσταται ἐργάζεσθαι· ἧς εὔχευ, φίλ’ ἑταῖρε, λαχεῖν γάμου ἱμερόεντος.
book 3.1 Καὶ τόδε
book 3.2 Φωκυλίδου· τί πλέον, γένος εὐγενὲς εἶναι, οἷς’ οὔτ’ ἐν μύθοις’ ἕπεται χάρις οὔτ’ ἐνὶ βουλῆι;
book 4.1 Καὶ τόδε
book 4.2 Φωκυλίδου· πόλις ἐν
book 4.3 σκοπέλωι κατὰ κόσμον οἰκεῦσα
book 4.4 σμικρὴ κρέσσων Νίνου ἀφραινούσης.
book 5.1 Καὶ τόδε
book 5.2 Φωκυλίδεω· χρή τοι τὸν ἑταῖρον ἑταίρωι
book 5.3 φροντίζειν, ἅσς’ ἂν
book 5.4 περιγογγύζωσι
book 5.5 πολῖται.
book 6.1 〈Καὶ τόδε
book 6.2 Φωκυλίδεω·〉 χρήστης κακοῦ ἔμμεναι ἀνδρός
book 6.3 φεύγειν, μή σέ γ’ ἀνιήσηι
book 6.4 παρὰ καιρὸν ἀπαιτέων.
book 7.1 Χρηίζων
book 7.2 πλούτου μελέτην ἔχε πίονος ἀγροῦ· ἀγρὸν γάρ
book 7.3 τε λέγουσιν Ἀμαλθείης κέρας εἶναι.
book 8.1 Νυκτὸς βουλεύειν, νυκτὸς δέ τοι ὀξυτέρη
book 8.2 φρήν ἀνδράσιν· ἡσυχίη δ’ ἀρετὴ〈ν〉 διζημένωι ἐσθλή.
book 9 Δίζησθαι βιοτήν, ἀρετὴν δ’, ὅταν ἦι βίος ἤδη.
book 10.1 ἐν δὲ δικαιοσύνηι
book 10.2 συλλήβδην πᾶς’ ἀρετή ’στιν.
book 11.1 Πολλοί τοι δοκέουσι
book 11.2 σαόφρονες ἔμμεναι ἄνδρες σὺν κόσμωι
book 11.3 στείχοντες, ἐλαφρόν〈ο〉οί περ ἐόντες.
book 12 Πολλὰ μέσοισιν ἄριστα· μέσος θέλω ἐν πόλει εἶναι.
book 13.1 Πόλλ’ ἀέκοντα
book 13.2 παθεῖν διζήμενον ἔμμεναι ἐσθλόν.
book 14.1 χρὴ δ’ ἐν
book 14.2 συμποσίωι κυλίκων
book 14.3 περινισομενάων ἡδέα κωτίλλοντα καθήμενον οἰνοποτάζειν.
book 15 χρὴ παῖδ’ ἔτ’ ἐόντα καλὰ διδάσκειν ἔργα.
book 16 ἀλλ’ ἄρα δαίμονές εἰσιν ἐπ’ ἀνδράσιν ἄλλοτε ἄλλοι· οἳ μὲν ἐπερχομένου κακοῦ ἀνέρας ἐκλύσασθαι,
book 17.1 Γνήσιός εἰμι φίλος καὶ τὸν φίλον ὡς φίλον οἶδα, [para]τοὺς δὲ κακοὺς διόλου πάντας ἀποστρέφομαι. οὐδένα θωπεύω
book 17.2 πρὸς ὑπόκρισιν· οὓς δ’ ἄρα
book 17.3 τιμῶ, τούτους ἐξ ἀρχῆς μέχρι τέλους ἀγαπῶ.