eul_wid: dio-aa

Pempelus Pseudo On the Honor Due to Parents in Greek

The ethical treatise On the Honor Due to Parents is a fragmentary work pseudonymously attributed to an otherwise unknown author named Pempelus. It survives only in two excerpted passages, indicating its transmission was likely indirect, perhaps preserved within an anthology or cited by another author. The work addresses the traditional Greek ethical duty of filial piety, a common theme in popular philosophical discussions of piety and social obligation. Its content would have engaged core concepts such as piety understood as both a religious and social duty, the reciprocal justice owed by children for their upbringing, and the role of the family as the foundational unit of civic harmony. While its direct influence is untraceable, the treatise belongs to the broad tradition of Hellenistic ethical writing on specific virtues, reflecting the enduring cultural emphasis on family and social duty.

141 (12t) Περὶ γονέων Stob. 4.25.52 p. 638 He. (Mullach 2 p. 32) Πεμπέλου Θουρίου Πυθαγορείου ἐκ τοῦ Περὶ γονέων. Γονέων ἀμελὲν οὔτε δαίμων οὔτε ἄνθρωπος σύμβωλος ἄνποκα γένοιτό τινι σύμμετρον ψυχᾶς κεκταμένος ἐπιστάμαν. Διόπερ οὐθὲν ἂν θεῶ ξόανον τιμιώτερον ἔχοιμεν ἐν χρημάτων κτήσει πατέρος ἢ καὶ προπάτορος γήρᾳ παρειμένων ἢ καὶ ματέρων τὰν ἰδίαν δύναμιν ἐχοισᾶν. ὁκόταν γὰρ ἀγάλλῃ τις γέρασι καὶ τιμαῖς τὼς γενέτορας, ἀγαθὰ τίθητι θεός· καὶ γὰρ οὐδ’ ἂν ἐπάκοος ἔπελεν αὐτῶν. σεμνὸν γάρ τι καὶ θείας φύσιος πεπαμένον ἁμῖν τὸ τῶν φιτυσάντων ἵδρυμά ἐστι καὶ ζωόντων πολὺ μαλλότερον ἢ τῶν ἀνεφίκτων ἱδρυμάτων. τὰ μὲν γὰρ καλλυνόμενα καὶ λαμπριζόμενα ὑφ’ ἁμέων ἑκάστοτε συνεύχεται ἁμῖν δωτίνας ἀγαθάς, σκυβαλιζόμενα δὲ τοὐναντίον· τὰ δ’ οὐδ’ ὁκότερα τῶνδε ἕρδει· ὥστε αἴκα δεόντως τις χρῆται πατέρι καὶ ματέρι καὶ προπάτορι καὶ οὔλως τοῖς ὁμοιορύσμοις, πάντων ποτὶ θεοφιλῆ μοῖραν πεπάσεται ἀγαλμάτων κυριώτατα.
142 πᾶς δὴ νόον ἔχων τιμάτω καὶ σεβέτω καὶ δεδιέτω γονέων εὐχὰς ἢ κατάρας, εἰδὼς πλεύνεσσι πολλάκις ἐπιτελέας συμβεβακυίας. τούτων οὖν οὕτως φύσει διακεκοσμαμένων, τοῖς μὲν ἔμφροσι καὶ κοσμίοις τῶν βροτῶν ἕρμαιον προγενέτορες γηραλέοι ζῶντες μέχρι τᾶς ἐσχάτας βιοτᾶς, καὶ ἀφέρποντες αἰζηοῖς νέοις σφόδρα ποθεινοί, ῥωμαλέοι ψυχᾷ [ποθεινὼ] ἐόντες διὰ τὸ πολλὰ εἰδέμεν, τοῖς δὲ φλαύροις καὶ ἀσυνέτοις εὖ μάλα φοβοειδέες καὶ ζοφεροί. εἰ δέ τινα φάμα ἀμύητος ὤτων ποτὶ κώφωσιν κατίσχει τοιῶνδε λόγων, εἰδυλλέτω ὡς καὶ δαίμοσιν ἐχθρὸς πέλει καὶ ἀνδράσι τοῖς ποτὶ συνέσιος ἑρπύξασιν ἀτραπόν.