eul_wid: hik-aa

Nausiphanes of Teos Testimonies in Greek

The Testimonies is a lost philosophical work by Nausiphanes of Teos, a thinker of the late 4th century BCE. No direct fragments of the text survive; our knowledge of it derives entirely from later, often hostile, reports. The title suggests it was a collection of authoritative doctrines or proofs. Diogenes Laertius records that Epicurus, who was a pupil of Nausiphanes, vehemently denied this influence, deriding his teacher with insults and insisting he was self-taught. This aggressive rejection implies the work represented a significant rival authority requiring refutation.

Based on testimonia concerning Nausiphanes’ broader philosophy, the Testimonies likely addressed core tenets of the Democritean atomist tradition, from which Epicurean physics later developed. It also probably integrated rhetorical practice with philosophical inquiry, reflecting Nausiphanes' reputed skill in argument. His thought was further shaped by the skepticism of Pyrrho, another of his teachers, suggesting the work may have engaged with empirical and skeptical approaches to knowledge. The ethical goal of tranquility, a state of being undisturbed later central to Epicureanism, was also a concern of Nausiphanes and likely featured in the text. The work is known only by its title, transmitted almost exclusively through the critical lens of Epicurean sources preserved in Diogenes Laertius’s biographical compendium. Nausiphanes and his Testimonies thus serve as a minor but notable foil in the pre-history of Epicureanism, representing a potential conduit for Democritean and Pyrrhonian thought that the Epicurean school felt compelled to publicly disavow.

1 DIOG. prooem. I 15 Δημόκριτος οὗ πολλοὶ μέν, ἐπ’ ὀνόματος δὲ Ναυσιφάνης [καὶ Ναυκύδης], ὧν Ἐπίκουρος.
2 — IX 64 καταληφθεὶς δέ ποτε καὶ αὑτῶι λαλῶν καὶ ἐρωτηθεὶς τὴν αἰτίαν ἔφη μελετᾶν χρηστὸς εἶναι. ἔν τε ταῖς ζητήσεσιν ὑπ’ οὐδενὸς κατεφρονεῖτο διὰ τὸ 〈καὶ δι〉εξοδικῶς λέγειν καὶ πρὸς ἐρώτησιν· ὅθεν καὶ Ναυσιφάνην ἤδη νεανίσκον ὄντα θηραθῆναι. ἔφασκε γοῦν γίνεσθαι δεῖν τῆς μὲν διαθέσεως τῆς Πυρρωνείου, τῶν δὲ λόγων τῶν ἑαυτοῦ. ἔλεγέ τε πολλάκις καὶ Ἐπίκουρον θαυμάζοντα τὴν Πύρρωνος ἀναστροφὴν συνεχὲς αὐτοῦ πυνθάνεσθαι περὶ αὐτοῦ
3 — IX 69 διήκουσε τοῦ Πύρρωνος ... ἔτι τε Ναυσιφάνης 〈ὁ〉 Τήιος, οὗ φασί τινες ἀκοῦσαι Ἐπίκουρον.
4 SUID. Ἐπίκουρος ... ἀκούσας δὲ Ναυσιφάνους τοῦ Δημοκριτείου καὶ Παμφίλου τοῦ Πλάτωνος μαθητοῦ ...
5 CIC. d. nat. d. I 26, 73 sed hunc Platonicum mirifice contemnit Epicurus: ita metuit, ne quid umquam didicisse videatur. in Nausiphane Democriteo tenetur, quem cum a se non neget auditum, vexat tamen omnibus contumeliis. atqui si haec Democritea non audisset, quid audierat? quid est in physicis Epicuri non a Democrito?
6 DIOG. X 14 Ἀρίστων δέ φησιν ἐν τῶι Ἐπικούρου βίωι τὸν Κανόνα γράψαι αὐτὸν ἐκ τοῦ Ναυσιφάνους Τρίποδο ς, οὗ καὶ ἀκοῦσαί φησιν αὐτός, ἀλλὰ καὶ Παμφίλου τοῦ Πλατωνικοῦ ἐν Σάμωι. ἄρξασθαί τε φιλοσοφεῖν ἐτῶν ὑπάρχοντα δυοκαίδεκα.
7 SEXT. adv. math. I 2 διὰ τὴν πρὸς Ναυσιφάνην τὸν Πύρρωνος ἀκουστὴν ἔχθραν· πολλοὺς γὰρ τῶν νέων συνεῖχε καὶ τῶν μαθημάτων σπουδαίως ἐπεμελεῖτο, μάλιστα δὲ ῥητορικῆς. γενόμενος οὖν τούτου μαθητὴς ὁ Ἐπίκουρος ὑπὲρ τοῦ δοκεῖν αὐτοδίδακτος εἶναι καὶ αὐτοφυὴς φιλόσοφος ἠρνεῖτο ἐκ παντὸς τρόπου, τήν τε περὶ αὐτοῦ φήμην ἐξαλείφειν ἔσπευδε, πολύς τε ἐγίνετο τῶν μαθημάτων κατήγορος ἐν οἷς ἐκεῖνος ἐσεμνύνετο. φησὶ γοῦν ἐν τῆι Πρὸς τοὺς ἐν Μυτιλήνηι φίλους ἐπιστολῆι [fr. 114 Us.] ‘οἶμαι δὲ ἔγωγε τοὺς βαρυστόνους καὶ μαθητήν με δοξάζειν τοῦ πλεύμονος εἶναι μετὰ μειρακίων τινῶν κραιπαλώντων ἀκούσαντα‘, νῦν ‘πλεύμονα‘ καλῶν τὸν Ναυσιφάνην ὡς ἀναίσθητον· καὶ πάλιν προβὰς πολλά τε κατειπὼν τἀνδρὸς ὑπεμφαίνει τὴν ἐν τοῖς μαθήμασιν αὐτοῦ προκοπὴν λέγων ‘καὶ γὰρ πονηρὸς ἅνθρωπος ἦν καὶ ἐπιτετηδευκὼς τοιαῦτα, ἐξ ὧν οὐ δυνατὸν εἰς σοφίαν ἐλθεῖν‘, αἰνισσόμενος τὰ μαθήματα. —PAP. HERC. 1005 fr. 24 (Voll. Herc. coll. alt. I 132ff.) ‘〈αὐτοῦ〉 ταῖς ἡμερ〈οκ〉ωμίαις ἐν Τέωι συσχόμενος π〈ρὸ〉 τοῦ σοφιστεῦσαι, τοῦ τ’ Ἀναξαγόρου ἀναγινώσκοντος καὶ Ἐμπεδοκλέους καὶ περὶ ταῦτα τερθρευομένου κατατεταμένωσ‘ ἢ πάλιν ‘ὁ τοὺς Ἑρμοκοπίδας ἐν Τέωι συ〈σ〉τήσα〈ς κατὰ Δ〉ημόκριτον καὶ 〈Λεύκιπ〉πον πραγματευ〈ομένου ἀκουσομένουσ〉‘.
8 DIOG. X 13 τοῦτον Ἀπολλόδωρος ἐν Χρονικοῖς Ναυσιφάνους ἀκοῦσαί φησι καὶ Πραξιφάνους· αὐτὸς δὲ οὔ φησιν, ἀλλ’ ἑαυτοῦ ἐν τῆι Πρὸς Εὐρύλοχον ἐπιστολῆι [fr. 123 Us.].
9 — X 7 καὶ ἐν ταῖς ἑπτὰ καὶ τριάκοντα βίβλοις ταῖς Περὶ φύσεως τὰ πλεῖστα ταὐτὰ λέγειν καὶ ἀντιγράφειν ἐν αὐταῖς ἄλλοις τε καὶ Ναυσιφάνει τὰ πλεῖστα, καὶ αὐτῆι λέξει φάσκειν οὕτως ‘ἀλλ’ ἴτωσαν(?)· εἶχε γὰρ ἐκεῖνος ὠδίνων τὴν ἀπὸ τοῦ στόματος καύχησιν τὴν σοφιστικήν, καθάπερ καὶ ἄλλοι πολλοὶ τῶν ἀνδραπόδων‘ [fr. 93 Us.]. καὶ 〈τὸν〉 αὐτὸν Ἐπίκουρον ἐν ταῖς Ἐπιστολαῖς περὶ Ναυσιφάνους λέγειν· ‘ταῦτα ἤγαγεν αὐτὸν εἰς ἔκστασιν τοιαύτην, ὥστε μοι λοιδορεῖσθαι καὶ ἀποκαλεῖν διδάσκαλον‘ [fr. 113 Us.]. ‘πλεύμονά‘ τε αὐτὸν ἐκάλει καὶ ‘ἀγράμματον‘ καὶ ‘ἀπατεῶνα‘ καὶ ‘πόρνην‘ [fr. 236 Us.].