Menander Protector Fragments on the True Cross in Greek
The Fragments on the True Cross is a modern descriptive title for passages concerning the Christian relic found within the fragmentary History of Menander Protector, a late 6th-century Byzantine historian. His work continues the history of Agathias, covering the period from 558 to 582 CE. The references to the True Cross appear as incidental but significant details within his broader narrative of diplomacy and war. One such fragment records a Persian ambassador's mention of the relic's earlier capture by Persian forces, illustrating how this sacred object factored into high-level discourse between the Byzantine and Sassanian Persian empires. For Menander, the Cross was not merely a religious artifact but a potent symbol of Christian Roman identity, where its possession or violation carried considerable political weight. Menander's History survives only in fragments, primarily preserved within the 10th-century Byzantine compilation known as the Excerpta de Legationibus, which is the source for the passage mentioning the Cross. As a crucial source for late 6th-century diplomatic and military history, these fragments contribute valuable evidence to the historical record of the relic's movements and its symbolic role in the protracted conflicts between Rome and Persia.
| 665 | Ἐκ τῆς ἱστορίας Μενάνδρου Ἐν τοῖς χρόνοις Ἰουστίνου τοῦ νέου ἐν Βυζαντίῳ τὸ σεπτόν τε καὶ ἀκήρατον ἤχθη ξύλον τρόπῳ τοιῷδε. Ὑπῆρχον ἐν τῇ Ἀπαμείᾳ ἀδελφοὶ δύο· τῷ μὲν Ἀ[δε]λφιὸς ὄνομα, τῷ δὲ ἥτις αὐτῷ ἡ προσηγορία ἥκιστα ἔγνων. Καὶ ὁ μὲν ἀνώνυμος ἐπίσκοπος τῆς Αἰλίας ἐγένετο, ὁ δ’ Ἀλφιὸς ἐτύγχανεν ἱερέων. Καί ποτε τῆς Ἀπαμείας οὗτος ἀπάρας ἐπὶ τὴν Ἱερουσαλὴμ ᾤχετο τὸν ἀδελφὸν ὀψόμενος. Ὡς δὲ τὸν ὁμαίμονα εἶδέ τε καὶ συνωμίλησε, ἠξίωσέ τε αὐτὸν δοῦναι μερίδαν ἐκ τοῦ ἱεροῦ ξύλου. Ὁ δὲ τὴν αἴτησιν ἐκπληροῖ καὶ τὸν ἐν αὐτῷ παγέντα Χριστὸν ἀπαράβατον ὅρκον ποιήσας μήτινα τὸ μυστήριον ἐξειπεῖν. Λαβὼν οὖν παρὰ τοῦ ἀρχιερέως τὸ περὶ τοὺς πόδας ξύλον εἰς τὴν πατρίδα ἀνέκαμψεν. Χρόνῳ δὲ ὕστερον μέντοι ἀκούσαντα τὸν βασιλέα περὶ τοῦ ζωοποιοῦ ξύλου στέλλει μὲν ὀνόματι Ζήμαρχόν τινα τὸν θησαυρὸν ἐν τῇ βασιλευούσῃ ἀπαγαγεῖν. Ὁ δὲ τῆς Ἀπαμέων λαὸς ταῦτα ἀκούσας ξίφη τε ἀπεγύμνουν καὶ τόξα ἐτείνοντο καὶ βάλλειν ὅσον οὔπω ἠλπίζοντο. Γνωρίζει ταῦτα Ζήμαρχος τῷ κρατοῦντι· καὶ ὁ κρατῶν λίαν ἐπῄνεσέ τε αὐτοὺς τοῦ σκοποῦ, ἐπεσφράγισε δὲ καὶ ἐπιστολὴν τῷ Ζημάρχῳ περιέχουσαν οὕτως· «Γέγραφας ἡμῖν ὡς οἱ τὴν Ἀπάμειαν οἰκοῦντες ὑπὲρ τοῦ μὴ ἀφαιρεθῆναι τὸ κατ’ αὐτοὺς ἱερώτατον ξύλον, ἱερὸν ἀνεδέξαντο πόλεμον.» Καὶ μετ’ ὀλίγα· «Ἴσθι οὖν καθ’ ὅσον αὐτοὺς ἐν εὐπαθείᾳ βουλόμεθα ζῆν ἐξ ὧν ἐν γράμμασιν ἐπῃνέσαμεν.» Εἶτα· «Διχῇ διελὼν τὸ ἀκήρατον ξύλον, ἥμισυ μὲν ἔκπεμψον κατὰ τὴν βασιλίδα πόλιν, ἥμισυ δὲ κατάλιπε τοῖς κατὰ τὴν ἑῴαν ὑπηκόοις ἡμῶν. Οὕτω γὰρ ἂν καὶ πάλιν ἡμεῖς ἕξομεν τὸ ὅλον καὶ αὐτοὶ δὲ τὸ πᾶν· ἥμισυ γὰρ οὐκ ἔστι θεός.» Ταῦτα μὲν οὕτως τὰ βασιλέως γράμματα. Ζήμαρχος δὲ ἅπαντα ἔπραττε τὰ γραφόμενα· καὶ τὸ μέντοι αὐτοῦ εἰς τὴν Βυζαντίδα ἐστέλλετο, τὸ δὲ ἐν Ἀπαμείᾳ ἐλείπετο. Χρόνῳ δὲ ὕστερον, Ἀπάμεια ἁλοῦσα ὑπὸ Περσῶν, ἱερεύς τις τῶν ἐκεῖ ἐν φρέατί τινι κατακρύπτει τὸ ξύλον, ὡς μὴ γενέσθαι δορυάλωτον τοῖς ἐχθροῖς. Οὗτος δὲ αἰχμάλωτος ἀπαγόμενος ἠδυνήθη ἀμωσγέπως κατάδηλον ποιῆσαι Μάγνῳ οὗ ἀποκέκρυπται· Μάγνος δὲ Οὐαράνῃ ἐσήμανεν ἀνδρὶ τῶν ἐπισήμων τὰς οἰκήσεις ποιουμένῳ τῇ πόλει. Αὐτὸς δ’ ἐρευνήσας καὶ τὸ ποθούμενον εἰς χεῖρας λαβὼν πρὸς βασιλέα εἰς πόλιν ἀπέστειλεν. |