Homer Commentary Scholia-Iliad in Greek
The Scholia to the Iliad (Σχόλια εἰς Ἰλιάδα) is a massive, multi-layered compilation of ancient and medieval commentary on Homer’s epic. It is not a single work by one author but an anonymous collection of notes accumulated over nearly a thousand years, from the Hellenistic period through the Byzantine era. Written in Greek prose, these explanatory glosses and comments were written in the margins and between the lines of Iliad manuscripts.
The scholia cover an immense range of topics, from simple explanations of obscure words to advanced literary criticism. They preserve the work of famous scholars from the great libraries of Alexandria and Pergamum, who debated textual variants, analyzed Homeric grammar, and provided mythological background. Modern scholars view this compilation as essential for understanding how the Iliad was studied, taught, and interpreted in antiquity. The scholia offer a direct window into the birth of Western textual criticism and philology.
The text survives primarily through medieval manuscripts of the Iliad, most notably from the 9th century CE onward. The transmission is fragmentary in nature, as the surviving notes are condensed summaries of much longer, original commentaries. The compilation process layered contributions from different eras, sometimes presenting contradictory interpretations side-by-side.
| book 1a.1 | Μῆνιν ἄειδε: ζητοῦσι, διὰ τί ἀπὸ τῆς μήνιδος ἤρξατο, |
| book 1a.2 | οὕτω δυσφήμου ὀνόματος. διὰ δύο ταῦτα, πρῶτον μέν, ἵν’ ἐκ τοῦ |
| book 1a.3 | πάθους †ἀποκαταρρεύσῃ† τὸ τοιοῦτο μόριον τῆς ψυχῆς καὶ προσε‐ |
| book 1a.4 | κτικωτέρους τοὺς ἀκροατὰς ἐπὶ τοῦ μεγέθους ποιήσῃ καὶ προεθίσῃ |
| book 1a.5.1 | φέρειν γενναίως ἡμᾶς τὰ πάθη, μέλλων πολέμους ἀπαγγέλλειν· δεύτε‐ |
| book 1a.5.2 | ρον δέ, ἵνα τὰ ἐγκώμια τῶν Ἑλλήνων πιθανώτερα ποιήσῃ. ἐπεὶ δὲ |
| book 1a.5.3 | ἔμελλε νικῶντας ἀποφαίνειν τοὺς Ἕλληνας, εἰκότως †οὐ κατατρέχει |
| book 1a.5.4 | ἀξιοπιστότερον† ἐκ τοῦ μὴ πάντα χαρίζεσθαι τῷ ἐκείνων ἐπαίνῳ. | |
| book 1a.5.5 | ἤρξατο μὲν ἀπὸ μήνιδος, ἐπείπερ αὕτη τοῖς πρακτικοῖς ὑπόθεσις γέ‐ |
| book 1a.10.1 | γονεν· ἄλλως τε καὶ τραγῳδίαις τραγικὸν ἐξεῦρε προοίμιον· καὶ γὰρ |
| book 1a.10.2 | προσεκτικοὺς ἡμᾶς ἡ τῶν ἀτυχημάτων διήγησις ἐργάζεται, καὶ ὡς |
| book 1a.10.3 | ἄριστος ἰατρὸς πρῶτον ἀναστέλλων τὰ νοσήματα τῆς ψυχῆς ὕστερον |
| book 1a.1 | τὴν ἴασιν ἐπάγει. Ἑλληνικὸν δὲ τὸ πρὸς τέλει τὰς ἡδονὰς ἐπάγειν. | |
| book 1a.2 | ἰστέον δέ· ὥσπερ ἐπὶ συκῆς πρῶτον μέν ἐστιν ὄλυνθος, εἶτα φήληξ σῦ‐ |
| book 1a.15.1 | κον ἰσχάς, οὕτω πρῶτον ὀργή, θυμὸς χόλος κότος μῆνις. ὅμως ὁ |
| book 1a.15.2 | ποιητὴς ὡς συνωνύμοις ὀνόμασιν ἐπὶ Ἀχιλλέως χρῆται· „ἠὲ χόλον |
| book 1a.15.3 | παύσειεν ἐρητύσειέ τε θυμόν“ (Α 192)· „οὐδ’ ὄθομαι κοτέοντοσ“ (Α |
| book 1a.15.4 | 181)· „αὐτὰρ ὁ μήνιε νηυσὶ παρήμενοσ“ (Α 488). AT |
| book 1b.1 | ζητεῖται, διὰ τί ἀπὸ τῶν τελευταίων ἤρξατο καὶ μὴ ἀπὸ τῶν |
| book 1b.2 | πρώτων ὁ ποιητής. καί φαμεν ὡς σποράδην οἱ πρὶν ἐγίνοντο πόλεμοι, |
| book 1b.3 | καὶ οὐδὲ περὶ πόλεων μεγίστων· οἱ γὰρ Τρῶες Ἀχιλλέως παρόντος |
| book 1b.4 | οὐδέποτε ἐξῄεσαν τῶν πυλῶν, καὶ σχεδὸν ἄπρακτοι τὴν ἐνναετίαν |
| book 1b.5.1 | ἐτέλεσαν τὰς ὁμορούσας πολίχνας οἱ Ἕλληνες διαστρέφοντες· περὶ ὧν |
| book 1b.5.2 | ἀναγκαῖον αὐτῷ γράφειν οὐκ ἦν, μὴ παρούσης ὕλης τῷ λόγῳ. λέ‐ |
| book 1b.5.3 | γουσι δὲ καὶ ἀρετὴν εἶναι ποιητικὴν τὸ τῶν τελευταίων ἐπιλαμ‐ |
| book 1b.5.4 | βάνεσθαι καὶ περὶ τῶν λοιπῶν ἀνέκαθεν διηγεῖσθαι. | ἔτι ζητεῖται, διὰ |
| book 1b.5.5 | τί ἀπὸ δυσφήμου ὀνόματος τῆς μήνιδος ἄρχεται. ἐπιλύουσι δὲ αὐτὸ οἱ |
| book 1b.10.1 | περὶ Ζηνόδοτον οὕτως ὅτι πρέπον ἐστὶ τῇ ποιήσει τὸ προοίμιον, τὸν |
| book 1b.10.2 | νοῦν τῶν ἀκροατῶν διεγεῖρον καὶ προσεχεστέρους ποιοῦν, εἰ μέλλοι |
| book 1b.10.3 | πολέμους καὶ θανάτους διηγεῖσθαι ἡρώων. b (BC) T | πάλιν ζητεῖται, |
| book 1b.10.4 | διὰ τί Ἀχιλλέως ὡς ἐπὶ τὸ πλεῖστον ἀριστεύοντος οὐκ Ἀχίλλειαν ὡς |
| book 1b.10.5 | Ὀδύσσειαν ἐπέγραψε τὸ σωμάτιον. φαμὲν δ’ ὅτι ἐκεῖ μέν, ἅτε μόνως |
| book 1b.15.1 | ἐφ’ ἑνὸς ἥρωος τοῦ λόγου πλακέντος, καλῶς καὶ τοὔνομα τέθειται, |
| book 1b.15.2 | ἐνταῦθα δέ, εἰ καὶ μᾶλλον τῶν ἄλλων Ἀχιλλεὺς ἠρίστευεν, ἀλλά γε καὶ |
| book 1b.15.3 | οἱ λοιποὶ ἀριστεύοντες φαίνονται· οὐ γὰρ μόνον τοῦτον οἷος ἦν |
| book 1b.15.4 | δηλῶσαι βούλεται, ἀλλὰ σχεδὸν ἅπαντας, ὅπου γε καὶ ἐξισοῖ τινας |
| book 1b.15.5 | αὐτῷ. ἔκ τινος οὖν ὀνομάσαι μὴ ἔχων αὐτό, ἀπὸ τῆς πόλεως ὀνομάζει |
| book 1b.20 | καὶ τὸ αὐτοῦ καλῶς ὑποφαίνει ὄνομα. b (BCE4) T |
| book 1c | μῆνις παρὰ τὸ μένω μῆνις ὡς ἔνος ἦνις. A b (BCE4) T οἱ |
| book 1c | δὲ περὶ Γλαύκωνα τὸν Ταρσέα ἠξίουν ὀξύνειν τὸ ὄνομα, οὐκ ὀρθῶς. AT |
| book 1d.1 | ἄειδε: ὅτι κατὰ τὴν ποιητικὴν ἤτοι ἄδειαν ἢ συνήθειαν λαμ‐ |
| book 1d.2 | βάνει τὰ προστακτικὰ ἀντὶ εὐκτικῶν· καὶ γὰρ Ἡσίοδός φησι (opp. 2)· |
| book 1d.3 | „δεῦτε δὴ ἐννέπετε,“ καὶ Πίνδαρος (fr. 150 Sn.)· „μαντεύεο Μοῦσα“, |
| book 1d.4 | AT καὶ Ἀντίμαχος ὁ Κολοφώνιος (fr. 1 W.)· „ἐννέπετε Κρονίδαο |
| book 1d.5.1 | Διὸς μεγάλοιο θύγατρεσ“. A δεύτερον δέ, ὅτι οὐ κατὰ ἀλήθειαν |
| book 1d.5.2 | ταῖς Μούσαις ἐπιτάσσουσιν, ἀλλ’ ἑαυτοῖς. AT |
| book 1e1.1 | [ἄειδε:] ᾄδειν ποίει, [μετ]ωνυμικῶς [ὡς „πάντας μέν ῥ’ |
| book 1e1.2 | ἔλπει“ (β 91)· ἡδονῇ γὰρ αὐτὰ καλύπτειν θέ]λει δυσχερῆ [ὄντα. |
| book 1e1.3 | π]ερὶ δὲ τοῦ ῥή[τορος λέγων] „ἔννεπε“ [φησίν] (α 1).T |
| book 1e2.1 | 〈ἄειδε:〉 μετωνυμικῶς, ποίει τὸ ἀείδειν· βούλεται γὰρ τὰ |
| book 1e2.2 | λυπηρὰ μᾶλλον ᾄδειν, ἤτοι τῇ ἡδονῇ συγκαλύπτειν καὶ σκέπειν. ὅταν |
| book 1e2.3 | δὲ περὶ τοῦ ῥήτορος ὁ λόγος, „ἔννεπε“ φησὶν ἁπλῶς. b (BCE4) |
| book 1f1.1 | 〈ἄειδε, θεά:〉 ἔθος τοῦτο ποιητικόν, ὃ πάντες μικροῦ δεῖν |
| book 1f1.2 | ἐφυλάξαντο, καλεῖν τὰς Μούσας ἤτοι τὸ θεῖον ὡς ἐπικουρῆσον αὐτοῖς. |
| book 1f1.3 | καὶ ἐν Ὀδυσσείᾳ γάρ φησιν (α 1)· „ἄνδρα μοι ἔννεπε Μοῦσα“, καὶ |
| book 1f1.4 | πάλιν ἐπάγει (α 10)· „τῶν ἁμόθεν γε θεά“, καὶ ἀλλαχοῦ (θ 499)· |
| book 1f1.5.1 | „ὁ δ’ ὁρμηθεὶς θεοῦ ἤρχετο, φαῖνε δ’ ἀοιδήν“. οἱ δὲ λέγοντες ὡς ἐχρῆν |
| book 1f1.5.2 | ἐπὶ τοῖς οὕτω δυσφήμοις λέγειν „ἄειδέ μοι, ἠεροφοῖτις Ἐρινύσ“ τοῦ |
| book 1f1.1 | δέοντος ἁμαρτάνουσιν· οὐδὲ γάρ τι πρὸς γνῶσιν Ἐρινὺς συντελεῖ. |
| book 1f1.2 | ἐνθάδε μέντοι μίαν καλεῖ, ἐν δὲ τῇ ἀπαριθμήσει (Β 484) πάσας· |
| book 1f1.3 | „ἔσπετε νῦν μοι, Μοῦσαι“. b (BCE4) T |
| book 1f2.1 | θεά: οὕτως εἴωθε τὴν Μοῦσαν καλεῖν. ἀμέλει καὶ ἐν |
| book 1f2.2 | Ὀδυσσείᾳ (α 1)· „ἄνδρα μοι ἔννεπε, Μοῦσα.“ A |
| book 1g | 〈Πηληιάδεω:〉 παράγωγον. Til |
| book 1h.1 | Πηληιάδεω Ἀχιλῆος: οὕτως ἀναγνωστέον δι’ ἑνὸς λ |
| book 1h.2 | διὰ τὸ μέτρον καὶ διὰ τὸ ἄχος (ὅ ἐστι λύπην) ἐπενεγκεῖν τοῖς Ἰλιεῦσιν. |
| book 1h.3 | οἱ δὲ παρὰ τὸ μὴ θιγεῖν χείλεσι †τροφῆς†· ὅλως γὰρ οὐ μετέσχε |
| book 1h.4 | γάλακτος. AT |
| book 1i.1 | 〈Ἀχιλῆος:〉 ὁ Κοτιαεὺς Ἀχιλῆος, διὰ τὸ μέτρον ἓν λ |
| book 1i.2 | γράφει· καὶ γὰρ τὸ Κάμανδρος ἀντὶ τοῦ Σκάμανδρος γράφεσθαι. Aim |
| book 2a.1 | οὐλομένην: τὴν ὀλέσασαν ἢ τὴν ὀλεθρίαν. ὡς ἐπὶ ἰδίοις δὲ |
| book 2a.2 | ἀλγῶν δυσφημεῖ αὐτήν. ὅρα δὲ τὰς ἐν ἀρχῇ ἀναφωνήσεις, ὅσον ὑπο‐ |
| book 2a.3 | φαίνουσι τὸ πλῆθος τῶν ἱστορηθησομένων, ὡς καὶ ἐν Ὀδυσσείᾳ. |
| book 2a | b (BCE4) T ἔχει δὲ τοὺς γενικωτάτους τῶν τόπων τὸ προοίμιον· |
| book 2a.5.1 | b (BE4) T ποσόν, πολλάς· ποιόν, „ἰφθίμουσ“· οὐσίαν, „ψυ‐ |
| book 2a.5.2 | χάσ“· τόπον, „Ἄϊδι“· χρόνον, „προΐαψεν“ (Α 3). b (BE4) TTt |
| book 2b.1 | ἣ μυρία: ῥητορικὴ ἡ μετάληψις· παρὸν γὰρ ἦν φάναι· |
| book 2b.2 | ‘ὃς μυρί’ Ἀχαιοῖς ἄλγε’ ἔθηκεν‘· ἀλλ’ ὡς φιλέλλην οὐ τῷ ἥρωϊ ἐπάγει |
| book 2b.3 | τὴν βλασφημίαν, ἀλλὰ τῷ πάθει. | τὸ δὲ ἥ κατὰ δοτικήν τινες ἤκου‐ |
| book 2b.4 | σαν, οὐκ ὀρθῶς. b (BCE4) T |
| book 2c | ἣ μυρία: κατὰ συλλογισμὸν ἡ δ[ι]ή[γησις]. T |
| book 2d.1 | μυρία: τινὲς θρηνητικά, παρὰ τὸ μύρεσθαι, καὶ ἐπίθετον |
| book 2d.2 | αὐτὸ τῶν ἀλγέων ἤκουσαν, ἐφ’ οἷς μύρεσθαι τὸ κλαῦσαι. οὐδὲν δὲ |
| book 2d.3 | ἄτοπον, εἰ παρὰ Μουσῶν ταῦτα ἐρωτᾷ· φρόνησις μὲν γάρ ἐστιν ἡ πάν‐ |
| book 2d.4 | των εἴδησις, προαίρεσις δὲ ἀκριβὴς ἡ τῶν ἀμεινόνων πράξεων αἵρεσις. |
| book 2d.5 | A b (BCE4) T |
| book 2d | Ἀχαιοῖς: Ξοῦθος—ἐκλήθησαν Ἕλληνες. A |
| book 3a.1 | πολλὰς δ’ ἰφθίμους ψυχάς: κίνησιν οὐ τὴν τυχοῦσαν |
| book 3a.2 | ἔχει τὸ προοίμιον, εἰ μέλλει διηγεῖσθαι θανάτους πολλῶν ἰφθίμων ἡ‐ |
| book 3a.3 | ρώων. b (BCE4) T |
| book 3b1.1 | ψυχάς: Ἀπολλώνιος ὁ Ῥόδιος γράφει (fr. 13 M.) „κεφα‐ |
| book 3b1.2 | λάσ“. b (BCE4) TTt |
| book 3b2 | ὅτι κακῶς τινες μεταγράφουσι „πολλὰς δ’ ἰφθίμους κεφα‐ |
| book 3b2 | λάσ“, ἵνα περιφραστικῶς τοὺς ἀνδρείους καὶ ἀγαθοὺς λέγῃ κεφαλάς. Aim |
| book 3c.1 | 〈Ἄϊδι προΐαψεν:〉 ἐναντίον τῷ „μοῖραν δ’ οὔ τινά φημι |
| book 3c.2 | πεφυγμένον ἔμμεναι ἀνδρῶν“ (Ζ 488). ἀλλ’ οὐ ταὐτὸν ἐκείνῳ τοῦτο· |
| book 3c.3 | νῦν γὰρ δοκεῖ λέγειν ὡς οὐ διὰ τὴν Μοῖραν, ἀλλὰ τὴν μῆνιν Ἀχιλλέως |
| book 3c.4 | ἀπώλοντο. ῥητέον οὖν ὅτι μοῖραν ἐνταῦθα (sc. in Α 3) ἀκουστέον τὴν |
| book 3c.5.1 | πρὸ τῆς ὡρισμένης τελευτήν· πρεπώδης γὰρ ἀνθρώποις θάνατος ὁ ἐν |
| book 3c.5.2 | γήρᾳ γινόμενος· „γῆρασ“ γάρ φησι „καὶ θάνατος, τά τ’ ἐπ’ ἀν‐ |
| book 3c.5.3 | θρώποισι πέλονται“ (ν 59—60)· προΐαψεν οὖν ἔβλαψε πρὸ ὅρου |
| book 3c.5.4 | παραπέμψασα Ἅιδῃ, τουτέστι πρὸ τοῦ πρέποντος ἀνθρώποις θανά‐ |
| book 3c.5.5 | του. b (BCE4) T ἢ περιττεύει ἡ πρό, ὡς τὸ „νῆάς τε προπάσασ“ |
| book 3c.10 | (Β 493). b (BC) Tt |
| book 4a.1 | ἡρώων, αὐτοὺς δέ: ὅτι Ζηνόδοτος τοὺς δύο (sc. Α 4—5) |
| book 4a.2 | ἀθετεῖ. γίνεται δὲ τὸ προοίμιον κόλον. καὶ πρὸς τὰς ψυχὰς ἀντιδιέ‐ |
| book 4a.3 | σταλκε τὸ αὐτοὺς δέ, ἐπὶ τῶν σωμάτων. | ἥρωας δέ φασι—τὸ |
| book 4a.4 | γένος τῶν ἀνθρώπων. A |
| book 4b.1 | αὐτοὺς δὲ ἑλώρια: καὶ ἀλλαχοῦ (Ι 547)· „ἡ δ’ ἀμφ’ αὐτῷ |
| book 4b.2 | θῆκε πολὺν κέλαδον“ (ἤτοι περὶ τοῦ σώματος αὐτοῦ)· b (BCE4) T |
| book 4b.3 | „ἀμφὶ συὸσ“ γάρ φησι (Ι 548) „κεφαλῇ“. b (BE4) T |
| book 4c.1 | 〈ἑλώρια:〉 δασύνεται τὸ ἑλώρια· παρὰ γὰρ τὸ ἕλω |
| book 4c.2 | ἕλωρ ἐγίνετο, ὡς παρὰ τὸ πέλω πέλωρ. καὶ κτητικὸν τὸ ἑλώριον, ᾧ |
| book 4c.1 | ἐχρήσατο ἀντὶ τοῦ ἕλωρ. | χρειώδης δέ ἐστιν ἐνταῦθα καὶ ἡ τοῦ |
| book 4c.2 | τεῦχε αὐτῷ παράτασις. b (BCE4) T | Εὐκλείδης φησὶ τὸ ἑξῆς |
| book 4c.5.1 | τεῦχε κύνεσ〈σ〉ιν / „οἰωνοῖσί τε πᾶσιν (Α 5), / ἐξ οὗ δὴ τὰ πρῶτα |
| book 4c.5.2 | διαστήτην ἐρίσαντε“ (Α 6). T |
| book 4d.1 | αὐτοὺς δὲ ἑλώρια: δυσμενεῖς φασι τοὺς ἀκροωμένους |
| book 4d.2 | ἀπεργάζεται, τοὺς Ἕλληνας βλασφημεῖσθαι ποιῶν ὅτι τὰ σώματα οὐκ |
| book 4d.3 | ἐκήδευσαν ἀνελόμενοι. ἀλλ’ οὐδὲ δι’ ἀμέλειαν περιεῖδον ἀτάφους, |
| book 4d.4 | ἀλλὰ καιρὸν τοῦ κηδεύειν οὐκ ἔχοντες. τεκμήριον δέ· ἐν μὲν τῇ πρώτῃ |
| book 4d.5.1 | μάχῃ, ἐν ᾗ Τρώων ἐκράτουν, θάπτουσι τοὺς πεσόντας, τῇ δὲ μετ’ |
| book 4d.5.2 | αὐτὴν ἡττώμενοι, διὰ τὴν Διὸς βούλησιν, ἐπαυλιζομένων ταῖς ναυσὶ |
| book 4d.5.3 | τῶν βαρβάρων, οὐκέτι περὶ τοῦ θάψαι τοὺς τεθνεῶτας, ἀλλὰ περὶ τῆς |
| book 4d.5.4 | σφῶν αὐτῶν σωτηρίας φροντίζουσιν. b (BCE4) T εἶτα γράφει |
| book 4d.5.5 | ἡμέραν εἰς τὴν τοῦ Πατρόκλου ἔξοδον τελευτῶσαν. τῇ δὲ ἐπιούσῃ |
| book 4d.10.1 | Ἀχιλλεὺς ἔξεισι, καὶ τὰ ταύτῃ ἐχόμενα γράφει. εἶτα καταλαβούσης |
| book 4d.10.2 | ἑσπέρας εἰς τὰ Ἕκτορος λύτρα ἡ Ἰλιὰς τελευτᾷ. b (BCE4) |
| book 4e | 〈κύνεσσιν:〉 κατὰ Αἰολεῖς. Til |
| book 5a.1 | 〈οἰωνοῖσι:〉 καὶ ἀλλαχοῦ „τάχα κέν σε γῦπες ἔδονται“ |
| book 5a.2 | (cf. Χ 42)· οἱ γὰρ γῦπες ἀντερείδοντες τοῖς ποσὶ τῇ βίᾳ τὸ πᾶν ἕλ‐ |
| book 5a.3 | κουσι σῶμα. εἰ δὲ καὶ μὴ πάντες ἤσθιον, ἀλλ’ οὖν ἀνέδην πᾶσι |
| book 5a | προὔκειτο τούτων. b (BCE4) |
| book 5b.1 | Διὸς δ’ ἐτελείετο βουλή: τινὲς σὺν τῷ ι κατὰ δοτικήν, |
| book 5b.2 | οἷον τῇ βουλῇ τοῦ Διὸς ἐτελειοῦτο. A |
| book 5c.1 | 〈Διὸς δ’ ἐτελείετο βουλή:〉 Διὸς βουλὴν λέγει νῦν ὁ |
| book 5c.2 | ποιητὴς τὴν ἐπαγγελίαν τὴν πρὸς Θέτιδα· „Ζεὺς μὲν ἄρα Τρώεσσι καὶ |
| book 5c.3 | Ἕκτορι βούλετο κῦδοσ“ (Ν 347). Εὐκλείδης δέ φησιν ὅτι οὐχ ὡς ἑπό‐ |
| book 5c.4 | μενον τοῖς πρώτοις τοῦτο εἴρηται, ἀλλ’ ὡς κεχωρισμένον καὶ καθ’ ἑαυτὸ |
| book 5c.5.1 | λεγόμενον· ἡ δὲ τοῦ Διὸς ἐτελειοῦτο βουλὴ τὸ τοὺς ἠδικηκότας ἀξίαν |
| book 5c.5.2 | δοῦναι δίκην ὧν ἠδίκησαν, ὅπερ ἐστὶ τὸ τέλος τῆς Ἰλιάδος, ὡς εἶναι |
| book 5c.5.3 | τὸ μὲν ἐπὶ τοῦ Ἀχιλλέως εἰρημένον κοινὸν τῆς ὅλης φράσεως, τὸ |
| book 5c.5.4 | „πολλὰς δ’ ἰφθίμους ψυχάσ“, τὸ δὲ ἐπὶ θεοῦ κεχωρισμένον, ὅτι δίκην |
| book 5c.5.5 | ἔδοσαν ἱκανῶς τῇ βουλῇ αὐτοῦ. b (BE4) Tt |
| book 5-6.1 | Διὸς δ’ ἐτελείετο βουλή, / ἐξ οὗ δὴ τὰ πρῶτα: |
| book 5-6.2 | Ἀρίσταρχος συνάπτει, ἵνα μὴ προοῦσά τις φαίνηται βουλὴ καθ’ |
| book 5-6.3 | Ἑλλήνων, ἀλλ’ ἀφ’ οὗ χρόνου ἐγένετο ἡ μῆνις, ἵνα μὴ τὰ παρὰ τοῖς |
| book 5-6.4 | νεωτέροις πλάσματα δεξώμεθα. A |
| book 5-6.5 | Διὸς βουλὴν—καθάπερ ἐν τῷ προοιμίῳ. A |
| book 6.1 | 〈διαστήτην:〉 διέστησαν. ἡ δὲ τῶν δυϊκῶν κατάχρησις |
| book 6.2 | Ἀττική. τὸ δὲ „ἔριδι“ (Α 8) ἀντὶ τοῦ μετὰ ἔριδος, ὡς μεθ’ ὅπλων. |
| book 6.3 | b (BE4) Tt |
| book 7a | Ἀτρείδης: ἀντονομασία ὁ τρόπος ἀντὶ τοῦ Ἀγαμέμνων, |
| book 7a.1 | ὡς καὶ ἡ Τριτογένεια ἀντὶ τοῦ Ἀθηνᾶ. ἐπεὶ δὲ Ἀτρείδης καὶ τὸν |
| book 7a.2 | Μενέλαον ἐδήλου, ἀντιδιαστέλλων προσέθηκεν τὸ ἄναξ ἀνδρῶν. |
| book 7a.3 | b (BE4) T |
| book 7a.5.1 | Ἀτρείδης τε ἄναξ: Ἀγαμέμνων—Ἰφιγένειαν καὶ |
| book 7a.5.2 | Ἠλέκτραν. A |
| book 7b.1 | δῖος ὁ ἔνδοξος ἀπὸ τῆς Διὸς ὑπεροχῆς. ποσαχῶς δὲ τὸ δῖος, |
| book 7b.2 | φησὶν ἡ κατὰ συλλογισμὸν διήγησις· Ἀχιλλεὺς μὲν γὰρ πάντων χά‐ |
| book 7b.3 | ριν, Ὀδυσσεὺς δὲ φρονήσεως, Ἀλέξανδρος δὲ καὶ Κλυταιμνήστρα |
| book 7b.4 | κάλλους, Εὔμαιος εὐνοίας, θάλασσα καὶ Χάρυβδις μεγέθους. τὸν δὲ |
| book 7b.5.1 | Ἀχιλλέα καὶ διογενῆ δίχα τοῦ κυρίου: „αὐτὰρ ὁ διογενήσ“ (Φ 17). |
| book 7b.5.2 | b (BE4) T |
| book 8-9.1 | 〈τίς τάρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι; / Λητοῦς |
| book 8-9.2 | καὶ Διὸς υἱός:〉 ἐπὶ τὸ διηγηματικὸν μετιὼν οὐχ ὑποβάλλει τὰς |
| book 8-9.3 | διηγήσεις αὐτομάτους, ἵνα μὴ δοκῇ τοῖς ἀκούουσι προσκορὴς εἶναι, |
| book 8-9.4 | ἀλλὰ διὰ πεύσεως καὶ ἀποκρίσεως τὴν πραγματείαν πεποίηται, τὸν |
| book 8-9.5.1 | τῶν ἀκροατῶν νοῦν ἀναρτῶν καὶ ὑψῶν αὐτοὺς πρότερον τῇ πεύσει, |
| book 8-9.5.2 | εἶτα τὴν ἀπόκρισιν ἐπάγων. ἐν δὲ τῇ εἰσβολῇ τὸν λόγον ἀναρτήσας |
| book 8-9.5.3 | φιλοτέχνως διηγεῖται τὴν μῆνιν. τοιοῦτος δέ ἐστι, κεφαλαιώδεις τινὰς |
| book 8-9.5.4 | ἐκδιδοὺς περιοχὰς καὶ ἐξ ἀναστροφῆς κατὰ μέρος διηγούμενος. b (BE4) |
| book 8a | 〈σφωέ:〉 ὅτι Ζηνόδοτος „σφωι“ ἔγραφεν. Aim |
| book 8b | σφωέ: οἱ περὶ τὸν Σιδώνιον τῇ „σφωι“ ἀρέσκονται, οὐ |
| book 8b.1 | καλῶς· ἡ γὰρ σφῶϊ δύο πτώσεις ἐπιδέχεται, ὑμεῖς τε καὶ ὑμᾶς, ὧν |
| book 8b.2 | οὐδέτερον ἁρμόζει. τὸ δὲ σφωέ μᾶλλον τρίτου ἐστὶ δυϊκοῦ προσώπου |
| book 8b.3 | καὶ σημαίνει τὸ αὐτούς. b (BE4) T |
| book 8c | 〈ξυνέηκε:〉 δασύνεται τὸ ξυνἕηκε. Aint |
| book 8d | ἔριδι ξυνέηκε μάχεσθαι: ὡς δι’ ὅ γε Τρωσὶ μάχεσθαι. T |
| book 9.1 | Λητοῦς καὶ Διὸς υἱός: Ζεὺς ἐρασθεὶς—βάσεως ἐρ‐ |
| book 9.2 | ριζώθη. A |
| book 9.1 | 〈βασιλῆϊ:〉 διὰ τί οὐκ Ἀγαμέμνονι, ἀλλὰ βασιλεῖ φησιν; |
| book 9.2 | δείκνυσι διὰ τούτου ὡς οὐδὲν ὀνίνησι τύχη τοὺς περὶ τὸ θεῖον πλημ‐ |
| book 9.5 | μελήσαντας. b (BE4) |
| book 10a.1 | 〈ὦρσε:〉 ψιλωτέον τὸ ὦρσε· ἀπὸ γὰρ τοῦ ὄρω τὸ ὁρμῶ |
| book 10a.2 | Αἰολικῶς γίνεται. b (BE4) Tt |
| book 10b.1 | 〈λαοί:〉 καίτοι τοῦ λαός περιλημματικοῦ ὄντος πρὸς πλεί‐ |
| book 10b.2 | ονα ἔμφασιν τῷ πληθυντικῷ ἐχρήσατο. b (BE4) Tt |
| book 11a.1 | 〈τὸν Χρύσην ἠτίμης’ ἀρητῆρα:〉 διὰ τὴν τάξιν τοῦ |
| book 11a.2 | ἄρθρου, τὸν ἀρητῆρα Χρύσην. Aim |
| book 11b.1 | οὕνεκα τὸν Χρύσην: ὑπερβατόν, ἵν’ ᾖ τὸν ἀρητῆρα Χρύ‐ |
| book 11b.2 | σην· τὰ γὰρ ἐπιθετικώτερον συντασσόμενα κυρίοις ἢ προσηγορικοῖς |
| book 11b.3 | τὰ ἄρθρα δέχονται, εἰ μὴ τὰ ῥήματα διαφόρων γνώσεων κατηγοροίη· |
| book 11b.4 | τότε γὰρ ἀδιάφορον τὸ ἄρθρον. ἔστιν οὖν καθ’ ὑπερβατόν, ὡς τὸ |
| book 11b.5.1 | „ἀλλ’ ὅτε δὴ †ὁ μοχλὸς ἐλάϊνοσ“ (ι 378). | κατὰ συλλογισμὸν δὲ ἡ |
| book 11b.5.2 | διήγησις· εἰ γὰρ θεοφιλεῖ τις ἀνδρὶ προσκρούων τοιαῦτα πάσχει, |
| book 11b.5.3 | πόσῳ μᾶλλον εἰ θεῷ; καὶ εἰ βασιλεὺς οὕτω κολάζεται, τί ἄρα πείσεται |
| book 11b.5.4 | ἰδιώτης; b (BE4) T |
| book 13-6.1 | 〈λυσόμενός τε θύγατρα—κοσμήτορε λαῶν:〉 |
| book 13-6.2 | οὐ καλῶς γὰρ ἐν τοῖς ἑξῆς (sc. Α 372—5) μετετέθησαν. Aint |
| book 13-4a.1 | 〈φέρων τ’ ἀπερείσια δῶρα / στέμματ’ ἔχων— |
| book 13-4a.2 | Ἀπόλλωνος:〉 πανταχόθεν τὸν οἶκτον πεποίηται, τῷ γήρᾳ, τῇ |
| book 13-4a.3 | χηρώσει τῆς παιδός, τῇ πρὸς τοὺς ἐχθροὺς παρόδῳ καὶ τῇ τῶν |
| book 13-4a.4 | δώρων κομιδῇ. καὶ τὰ μὲν στέμματα κατέχει, τὰ δὲ δῶρα (χρυσὸς δὲ |
| book 13-4a.5.1 | ταῦτα καὶ ἐσθὴς καὶ χαλκὸς ἦν) δι’ οἰκετῶν προσῆγε· καὶ τὰ μὲν τῶν |
| book 13-4a.5.2 | θεῶν δείκνυσι, καὶ παραινεῖ ὡς θεοὺς τιμᾶν, τὰ δὲ δῶρα δίδωσιν, ἵνα |
| book 13-4a.5.3 | κἂν τὴν ἀπὸ τούτων ἀντιδέξηται φιλοφροσύνην. b (BCE4) T |
| book 13-4b1.1 | 〈φέρων—χερσίν:〉 ἵνα, εἰ μὲν θεοσεβής, τὰ στέμματα |
| book 13-4b1.2 | αἰδεσθῇ, εἰ δὲ φιλοχρήματος, τὰ δῶρα δέξηται, εἰ δὲ μή, τὸ γῆρας |
| book 13-4b1.3 | οἰκτειρήσῃ· πανταχόθεν δὲ τὸν ἔλεον θηρᾶται. b (BCE4) T |
| book 13-4b.1 | εἰ μὲν εἶεν θεοσεβεῖς, τὸ στέμμα, εἰ δὲ φιλοχρήματοι, τὰ |
| book 13-4b.2 | ἄποινα, εἰ δὲ οἰκτίρμονες, τὸ γῆρας αἰδεσθήσονται. Aint |
| book 14a.1 | 〈στέμματ’:〉 ὅτι ἔθος αὐτῷ πληθυντικῶς ἀντὶ τοῦ ἑνικῶς |
| book 14a.2 | λέγειν. Aim |
| book 14a | στέμματ’ ἔχων ἐν χερσίν: Λάδωνος—ἐστέψατο. A |
| book 14b.1 | 〈ἑκηβόλου:〉 τοῦ ἕκαθεν ἐπιτυγχάνοντος· πλεῖστοι γὰρ |
| book 14b.2 | ἕκαθεν βάλλουσιν, ἀλλ’ οὐ τυγχάνουσι τοῦ σκοποῦ· „οὐκ ἔβαλες τὸν |
| book 14b.3 | ξεῖνον“ (υ 305) ἀντὶ τοῦ οὐκ ἔτυχες· βάλλειν γὰρ κυρίως τὸ ἐπιτυγ‐ |
| book 14b | χάνειν. b (BCE4) T |
| book 15-6.1 | 〈καὶ λίσσετο πάντας Ἀχαιούς, / Ἀτρεΐδα δὲ |
| book 15-6.2 | μάλιστα δύω:〉 εἰώθασι συνάγεσθαι οἱ Ἀχαιοὶ „νηῒ παρὰ πρύμνῃ |
| book 15-6.3 | Ἀγαμέμνονοσ“ (Η 383). b (BCE4) T |
| book 16 | 〈Ἀτρείδα:〉 τινὲς „Ἀτρείδασ“. Aim |
| book 17.1 | 〈Ἀτρεΐδαι τε:〉 εἴωθεν ὑπεξαιρεῖν τὰ προὔχοντα πρόσωπα |
| book 17.2 | ὡς τὸ „Τρῶάς τε καὶ Ἕκτορα“ (Ν 1). ἀπὸ τοῦ διηγηματικοῦ δὲ ἐπὶ |
| book 17.3 | τὸ μιμητικὸν μέτεισιν, ὡς τὸ „ἱππεῦσιν μὲν †πρώτοις† ἐπετέλλετο“ |
| book 17.4 | (Δ 301). b (BC) T |
| book 18-9.1 | 〈ὑμῖν μὲν θεοὶ δοῖεν—οἴκαδ’ ἱκέσθαι:〉 θεραπευ‐ |
| book 18-9.2 | τικὴ ἡ τοιαύτη ἔντευξις, τὸ ὑπερεύχεσθαι χειρώσασθαι τοὺς ἐχθροὺς |
| book 18-9.3 | καὶ τὸ εὐθεῖαν καὶ εὐάγωγον δοθῆναι ὁδόν. οἰκεία δέ ἐστιν ἡ ἱκετεία τῷ |
| book 18-9.4 | ἱερεῖ. ἅπασαν οὖν αὐτῶν ἐπιθυμίαν πληρωθῆναι ἐπεύχεται, τὴν παῖδα |
| book 18-9.5.1 | πρὸ ὀφθαλμῶν βλέπων αἰχμάλωτον. καλῶς δὲ οὐκ ἀπὸ τῶν λύτρων |
| book 18-9.5.2 | ἤρξατο, ἵνα μὴ μᾶλλον αὐτοὺς ἀπηνεστέρους ποιήσῃ. ἡ ἀνάγκη δὲ |
| book 18-9.5.3 | αὐτὸν ποιεῖ καὶ τοῖς οἰκείοις ἐπαρᾶσθαι. ἢ εἰκότως τοὺς Τρῶας |
| book 18-9.5.4 | 〈ἐπ〉αρᾶται, ἐπειδὴ οὗτοι καὶ αὐτῷ καὶ πᾶσι τοῖς ἀστυγείτοσιν |
| book 18-9.5.5 | αἴτιοι κακῶν γεγόνασιν. ἰστέον δὲ ὡς εἰς Θήβας ἥκουσα ἡ Χρυσηῒς |
| book 18-9.10.1 | πρὸς Ἰφινόην τὴν Ἠετίωνος μὲν ἀδελφήν, Ἄκτορος δὲ θυγατέρα, |
| book 18-9.10.2 | θύουσαν Ἀρτέμιδι, ἥλω ὑπὸ Ἀχιλλέως. b (BCE4) |
| book 18.1 | 〈Ὀλύμπια δώματ’ ἔχοντες:〉 οὐκ ἐν οὐρανῷ μόνον, ἀλλὰ |
| book 18.2 | καὶ ἐπὶ γῆς τοὺς θεούς φησιν οἰκεῖν, ἵνα μὴ καταφρονῶσιν αὐτῶν ὡς |
| book 18 | μακρὰν ὄντων. b (BCE4) T |
| book 19 | εὖ δ’ οἴκαδ’ ἱκέσθαι: διὰ τί ὁ Χρύσης—κατ’ αὐτῶν. A |
| book 19 | 〈ἱκέσθαι:〉 μέσος ἀόριστος δεύτερος· διὸ παροξύνεται. Aim |
| book 20a1.1 | 〈ἐμοὶ ... φίλην ... δέχεσθαι:〉 ἀντιδιέσταλται πρὸς τὴν |
| book 20a1.2 | ὑμῖν· διὸ ὀρθοτονεῖται. | ἐλεεινὴ δὲ ἡ προσθήκη τοῦ φίλην· δηλοῖ γὰρ |
| book 20a1.3 | τὴν μόνην. b (BC) T | τὸ δὲ δέχεσθαι ἀντὶ προστακτικοῦ ἀπαρέμ‐ |
| book 20a1.4 | φατον. b (B) T |
| book 20a2 | {δέχθαι ἄποινα:} ἀπαρέμφατον ἀντὶ προστακτικοῦ. Aint |
| book 21a | 〈ἁζόμενοι:〉 δασύνεται διὰ τὸ σημαινόμενον. Ail |
| book 21b1.1 | 〈ἑκηβόλον Ἀπόλλωνα:〉 ἵνα μὴ δοκοῖεν ἔμπειροι τῆς |
| book 21b1.2 | τοξικῆς εἶναι, τὸν Ἀπόλλωνα πολεμοῦντα αὐτοῖς ὡς ἑκηβόλον |
| book 21b1.3 | εἰσάγει, διὰ τῶν τούτου τόξων ἐκφοβῶν αὐτούς. b (BCE4) T |
| book 21b2.1 | {ἁζόμενοι Διὸς υἱόν:} ἵνα μὴ δοκοῖεν †ἔμπορον† εἶναι, τὸν |
| book 21b2.2 | θεὸν παρεισάγει ἀξιοῦντα αὐτοὺς δέξασθαι, διὰ δὲ τοῦ ἑκηβόλου εἰς |
| book 21b2.3 | μνήμην ἄξων τῶν τόξων ἐκφοβεῖ αὐτούς. A |
| book 22a.1 | 〈ἐπευφήμησαν Ἀχαιοί:〉 δεισίδαιμον γὰρ τὸ πλῆθος |
| book 22a.2 | καὶ μισοπόνηρον. b (BC) T |
| book 22b.1 | 〈Ἀχαιοί:〉 ἰστέον ὅτι τὸ παλαιὸν ἡ Πελοπόννησος εἰς πέντε |
| book 22b.2 | διῃρεῖτο μοίρας, Ἀργολικήν, Πυλικήν, Λακωνικήν, Μεσσηνιακήν, |
| book 22b.3 | Ἀρκαδικήν. | ἰστέον δὲ ὅτι ἡ Πελοπόννησος—τὸν Ταντάλου υἱὸν |
| book 22b | Πέλοπα. A |
| book 23.1 | 〈αἰδεῖσθαί θ’ ἱερῆα:〉 ὡς τιμῶντες μὲν οὗτοι ἱερέα καλοῦσι, |
| book 23.2 | λέγοντες ὡς χρὴ τὸν ἱκέτην μετ’ αἰδοῦς δέχεσθαι. ὁ δὲ καὶ γέροντα |
| book 23.3 | αὐτὸν ὀνομάζει (sc. Α 26). b (BC) T |
| book 24a.1 | 〈ἀλλ’ οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ:〉 ὅτι |
| book 24a.2 | Ζηνόδοτος γράφει „ἀλλ’ οὐκ Ἀτρείδεω 〈Ἀγαμέμνονοσ〉“. ὁ δὲ |
| book 24a.3 | ποιητὴς δοτικὴν ἀντὶ γενικῆς παραλαμβάνει. A |
| book 24b.1 | 〈ἀλλ’ οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ:〉 ἀρχι‐ |
| book 24b.2 | κὸν τὸ μὴ ἐπιτρέπειν τοῖς ἀρχομένοις τὰς κρίσεις, ἄλλως τε καὶ οὐκ |
| book 24b.3 | ἐπεκηρυκεύσατο, ἀλλὰ τὸ τοῦ βασιλέως γέρας ᾔτει παρὰ τῶν ἀρχο‐ |
| book 24b.4 | μένων. Aext b (BC) T |
| book 25.1 | 〈ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ’ ἐπὶ μῦθον ἔτελλε: |
| book 25.2 | κακῶσ〉 αὐστηρῶς, ἢ σὺν τῷ οἰκείῳ κακῷ ἤτοι τῇ ἀπραξίᾳ. τὸ δὲ |
| book 25.3 | κρατερόν ἀντὶ τοῦ ἀπηνῆ, b (BC) T ὡς τὸ „ἀνδρὶ παρὰ |
| book 25.4 | κρατερῷ“ (Ω 212), „κρατέρ’ ἄλγεα πάσχων“ (Β 721). τὸ δὲ ἑξῆς |
| book 25.5 | ἐπέτελλεν. b (B) T |
| book 26a.1 | μή σε, γέρον, κοίλῃσι: μετὰ σπουδῆς ὁ Ἀγαμέμνων |
| book 26a.2 | ἀπελαύνει τὸν Χρύσην, εἰδὼς ὅτι παρὼν δυσωπεῖ τοὺς Ἕλληνας. A |
| book 26b.1 | 〈γέρον:〉 τὸ τοῖς ἄλλοις αἰδέσιμον γῆρας ἐπ’ ὀνείδει προ‐ |
| book 26b.2 | βάλλεται. b (BCE4) T |
| book 26c | 〈κιχείω:〉 ὅτι ἀντὶ τοῦ κιχείοιμι. Aim |
| book 27a | 〈δηθύνοντα:〉 ἓν μέρος λόγου. Ail |
| book 27b.1 | 〈ἢ νῦν δηθύνοντ’ ἢ ὕστερον αὖτις ἰόντα:〉 ἢ γὰρ ἐπι‐ |
| book 27b.2 | μένοντες ἀνύομεν, ἢ πρὸς τὸ ὀξὺ ἐνδιδόαμεν, ὕστερον δὲ ὀχλοῦμεν· |
| book 27b.3 | ὧν ἁπάντων αὐτὸν ἐκκόπτει. τὸ δὲ νῦν τὸν ἐνεστῶτα ἐσήμανεν, οὐ |
| book 27b | τὸν †πλατικὸν† χρόνον. b (BCE4) T |
| book 28.1 | μή νύ τοι οὐ χραίσμῃ 〈σκῆπτρον καὶ στέμμα θεοῖο〉: |
| book 28.2 | ἀναιρεῖ τὴν ἐλπίδα, καὶ ἔστι· μήποτε καὶ αὐτὸς ὁ θεὸς οὐκ ἀνεξόμενος |
| book 28.3 | τῆς σῆς ἀναιδείας περιόψεταί σε. ἢ ὡς πορθούμενον περιεῖδε, πάντως |
| book 28.4 | καὶ φονευόμενον. A |
| book 29-31.1 | τὴν δ’ ἐγὼ οὐ λύσω〈—ἀντιόωσαν〉: ἀθετοῦνται, |
| book 29-31.2 | ὅτι ἀναλύουσι τὴν ἐπίτασιν τοῦ νοῦ καὶ τὴν ἀπειλήν· ἠσμένισε γὰρ |
| book 29-31.3 | καὶ ὁ Χρύσης †εἰπούσης† αὐτῆς τῷ βασιλεῖ. ἀπρεπὲς δὲ καὶ τὸ τὸν |
| book 29-31.4 | Ἀγαμέμνονα τοιαῦτα λέγειν. A |
| book 29a.1 | 〈τὴν δ’ ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν:〉 |
| book 29a.2 | {καὶ} οὐ τοῦτο {δὲ} λέγει, ὅτι γηράσασαν αὐτὴν τότε ἀποδώσει, |
| book 29a.3 | ἀλλ’ ὅτι πρότερον γηράσει ἢ ἐκείνῳ ἀποδοθήσεται. A |
| book 29b.1 | 〈τὴν δ’ ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν:〉 |
| book 29b.2 | μᾶλλον γηράσει παρ’ ἐμοὶ ἢ λυθήσεται. ἔστι δὲ ὡς τὸ „οὐδέποτ’ |
| book 29b.3 | ἐκπέρσει· πρίν μιν κύνες ἠδ’ οἰωνοί“ (Σ 283). b (BC) Tt |
| book 29c.1 | 〈τὴν δ’ ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν:〉 |
| book 29c.2 | πολλὰς περικοπὰς ἔχει ὁ λόγος, τὸ θυμικὸν ἐμφαίνων. b (BC) Tt |
| book 29d.1 | τὴν δ’ ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν: |
| book 29d.2 | κατ’ ὀλίγον αὔξων τὰ τῆς διαστάσεως λυπεῖ τὸν γέροντα· ἔστι γάρ, ὥς |
| book 29d.3 | που τὸ περὶ αὐτοῦ ἐπίγραμμα δηλοῖ, „βασιλεύς τ’ ἀγαθὸς κρατερός τ’ |
| book 29d.4 | αἰχμητήσ“ (Γ 179). διὸ παρὰ μὲν τῶν ὑπηκόων ὑβρίζεται, τοῖς δὲ |
| book 29d.5.1 | πολεμίοις λίαν ἐστὶν ἀπηνής, ὡς Ἀδράστῳ (cf. Ζ 53—65) καὶ τοῖς |
| book 29d.5.2 | Ἀντιμάχου παισίν (cf. Λ 137—47). A b (BC) T |
| book 30a.1 | 〈ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ τηλόθι πάτρης:〉 καθ’ |
| book 30a.2 | ἑαυτὸ τοῦτο προφερόμεθα· καὶ γὰρ ἐμφαντικώτερον. Aint |
| book 30b | 〈Ἄργει:〉 διῃρημένως. A |
| book 31a.1 | 〈ἱστὸν ἐποιχομένην:〉 ταῦτα λέγων ὑπ’ ὄψιν ἄγει τὰ |
| book 31a.2 | τῆς Ἑλένης (sc. Γ 125—8). b (BC) Tt |
| book 31b.1 | 〈ἐμὸν λέχος ἀντιόωσαν:〉 τῆς ἐμῆς κοίτης μεταλαμβάνου‐ |
| book 31b.2 | σαν ὡς τὸ „ἀντιόων ταύρων τε“ (α 25). b (BC) Tt ἐφύβριστος δὲ |
| book 31b.3 | ἡ παρὰ πολεμίοις μίξις. ὅτι δὲ ἐφ’ ὕβρει φησὶν αὐτῇ χρῆσθαι, δηλοῖ |
| book 31b.4 | διὰ τοῦ ἐκφωνῆσαι τὸ ἱστὸν ἐποιχομένην καὶ τούτῳ τῷ λόγῳ |
| book 31b.5 | συμπεριλαβεῖν τὸ λέχος. b (BC) Tt |
| book 32a.1 | μή μ’ ἐρέθιζε: τὰ γὰρ ἀποθύμια ἐρεθιστικὰ ἡγούμεθα |
| book 32a.2 | εἶναι. πρῶτος δὲ Ὅμηρος τὴν δύναμιν τῆς Ἀδραστείας ἐνεδείξατο· ὁ |
| book 32a.3 | γὰρ τὸν ἱκέτην ἀτιμάσας αὐτὸς ἱκετεύων ἀποτυγχάνει· ὁ δῶρα μὴ |
| book 32a.4 | λαβὼν ἑτέρῳ δίδωσιν· ὁ κατασχὼν γέροντος θυγατέρα, διδοὺς τὴν |
| book 32a.5 | ἑαυτοῦ πρὸς γάμον ἀπαξιοῦται. b (BCE4) T |
| book 32b | 〈σαώτερος:〉 ὅτι τὸ σαώτερος ἀντὶ 〈τοῦ〉 ἁπλοῦ. Aim |
| book 33.1 | ἐπείθετο: ἀντὶ τοῦ οὐκ ἀντέπρασσε. διδάσκει δὲ ὁ ποιητὴς |
| book 33.2 | εἴκειν ταῖς ὑπερβολαῖς. οἰκείως δὲ τὸν ἠτιμασμένον καὶ φοβούμενον |
| book 33 | γέροντα καλεῖ καὶ οὐχ ἱερέα, πλέον οἰκτιζόμενος. b (BCE4) T |
| book 34a | 〈ἀκέων:〉 ὅτι Ζηνόδοτος διὰ τοῦ χ. Aim |
| book 34b.1 | 〈ἀκέων παρὰ θῖνα:〉 οὐκ οἰμώξας διὰ τὸν καιρόν. |
| book 34b.2 | b (BCE4) T τὸ δὲ θῖνα νῦν μὲν θηλυκῶς εἴρηται. ἔστι δὲ καὶ |
| book 34b.3 | ἀρσενικόν, ὡς τὸ „ἐκβάντες δ’ ἐπὶ θῖνα βαθύν“ (Theocr. 22, 32). b (BC) |
| book 34c | 〈πολυφλοίσβοιο:〉 ὀνοματοποιΐα. Ail |
| book 35.1 | ἀπάνευθε κιών: ἵνα μὴ ἀκούσωσιν οἱ πολέμιοι. ἐπισύνηθες |
| book 35.2 | δέ ἐστι τοῖς καταδεεστέροις καταφεύγειν ἐπὶ τὸ θεῖον ἀδικουμένους. |
| book 35.3 | b (BCE4) TTt |
| book 36a | 〈Ἀπόλλωνι:〉 ἐπὶ τῷ διχρόνῳ δεῖ ἐκτείνειν. Aim |
| book 36b.1 | 〈Ἀπόλλωνι ἄνακτι:〉 τὸ α ἐκτείνει Ἀρίσταρχος διὰ τὸ |
| book 36b.2 | μέτρον. b (BC) | τὸ δὲ ἄνακτι ἢ ὅτι αὐτός ἐστι τῶν φαινομένων καὶ |
| book 36b.3 | γενομένων αἴτιος, ἢ ὡς μουσικὸν ἄνακτα αὐτὸν ὁ ποιητής φησιν, ἢ τῷ |
| book 36b.4 | ἰδίῳ ἄνακτι. b (BCE4) T |
| book 37a | 〈κλῦθι:〉 Λαμψακηνῶν. Ail |
| book 37b.1 | 〈κλῦθί μευ:〉 ἐν γενικῇ τὸ μεῦ, οὐκ ἐν δοτικῇ· καὶ ἔστιν |
| book 37b.2 | ἀναλογοῦν τῷ „τοῦ δ’ ἔκλυε Φοῖβος Ἀπόλλων“ (Α 43). b (BC) T |
| book 37c.1 | 〈ἀργυρότοξε:〉 διὰ τὴν χρείαν τῶν βελῶν τοῦτό φησιν· |
| book 37c.2 | ἔοικε δὲ μηδὲν διαφέρεσθαι περὶ τὸν ἄργυρον καὶ τὸν χρυσόν· b (BCE4) |
| book 37c.3 | T „ἀμφὶ δ’ ἄρ’ ὤμοισι βάλετο ξίφος ἀργυρόηλον“ (Β 45) καὶ |
| book 37c.4 | „ἐν δέ οἱ ἧλοι / χρύσειοι πάμφαινον“ (Λ 29—30). b (BCE4) |
| book 37d.1 | 〈Χρύσην:〉 ἀπόρθητος καὶ αὕτη καὶ ἡ Κίλλα, ἡ δὲ Τένεδος |
| book 37d.2 | πεπορθημένη· „τὴν ἄρετ’ ἐκ Τενέδοιο γέρων“ (Λ 625). b (BCE4) T | |
| book 37d.3 | τὸ δὲ παρὸν ἕτοιμον πρὸς ὑπόμνησιν, ὥς πού φησιν ἐν τῷ τῆς Ἰλιάδος |
| book 37d.4 | ταύτης ἰῶτα (183) περὶ τῶν πρεσβευτῶν· „πολλὰ μάλ’ εὐχομένω |
| book 37d.5.1 | γαιηόχῳ“· b (BC) T ἃ γὰρ τὸν γέροντα πάσχειν ποιοῦσι, καὶ |
| book 37d.5.2 | αὐτοὶ ἀντιπάσχουσιν. b (BC) |
| book 37e.1 | 〈ἀμφιβέβηκας:〉 ὅτι κατὰ μεταφορὰν ἐκ τῶν τετραπό‐ |
| book 37e.2 | δων, ὑπερμαχεῖς. Aim |
| book 38a.1 | 〈Κίλλαν τε ζαθέην:〉 Κίλλος ἡνίοχος Πέλοπος περὶ Λέ‐ |
| book 38a.2 | σβον ἀποθανών. ἀθυμοῦντι δὲ αὐτῷ παρέστη, κελεύων Κιλλαίῳ Ἀπόλ‐ |
| book 38a.3 | λωνι θύειν διὰ τὸν αἰφνίδιον θάνατον, καὶ νικήσειν· ὅθεν καὶ τῆς ὀνο‐ |
| book 38a.4 | μασίας ἔτυχεν ἡ πόλις. b (BCE4) T |
| book 38a.5.1 | Κίλλαν τε ζαθέην: Πέλοψ ὁ Ταντάλου—ἡ ἱστορία |
| book 38a.5.2 | παρὰ Θεοπόμπῳ (FGrHist 115, 350). A |
| book 38b.1 | 〈Τενέδοιό τε:〉 Κύκνου καὶ Σκαμανδροδίκης Τέννης καὶ |
| book 38b.2 | Ἡμιθέα· ὃς ἀπελαθεὶς ὑπὸ τοῦ πατρὸς σὺν τῇ ἀδελφῇ Ἡμιθέᾳ διὰ τὴν |
| book 38b.3 | ἐπιβουλὴν τῆς μητρυιᾶς Καλύκης ᾤκησε τὴν Λεύκοφρυν, καὶ ἀφ’ ἑαυ‐ |
| book 38b.4 | τοῦ Τένεδον ὠνόμασεν. b (BCE4) Tt |
| book 38b.5.1 | Τενέδοιό τε: καὶ τῆς Τενέδου. ἡ δὲ Τένεδος—προση‐ |
| book 38b.5.2 | γόρευσαν. A |
| book 39.1 | Σμινθεῦ: ἐπίθετον Ἀπόλλωνος· Σμίνθος γὰρ—ἡ ἱστο‐ |
| book 39.2 | ρία παρὰ Πολέμωνι (fr. 31 Pr.). A |
| book 39 | ἄλλοι δὲ οὕτως, ὅτι Κρῆτες—διὰ τὸ ὑπερασπίζειν αὐ‐ |
| book 39 | τῆς. A |
| book 39a | 〈ἐπὶ νηὸν ἔρεψα:〉 ὅτι παρέλκει ἡ ἐπί. Aint |
| book 39b1.1 | ἔρεψα: παρὰ τὸ ἐρέφω· ὅθεν καὶ Εἰραφιώτης ὁ Διόνυσος |
| book 39b1.2 | λέγεται· ἐστέφετο γὰρ κισσῷ· ἢ ἀπὸ τοῦ ἐρράφθαι αὐτὸν τῷ μηρῷ |
| book 39b1.3 | τοῦ Διός· ἢ παρὰ τὸ ἐρίφῳ αὐτὸν συνανατραφῆναι· ἢ παρὰ τὸ ἐρίῳ |
| book 39b1.4 | αὐτὸν πλέκεσθαι. A |
| book 39b2.1 | ἐκ τοῦ ἐρέφω, ἐξ οὗ καὶ Εἰραφιώτης Διόνυσος· ἢ παρὰ τὸ |
| book 39b2.2 | ἐρίφῳ συνανατραφῆναι· ἢ παρὰ τὸ ἐρίῳ αὐτὸν πλέκεσθαι. Tt |
| book 41a.1 | 〈ταύρων ἠδ’ αἰγῶν:〉 θυσίαις ταύρων καὶ αἰγῶν ἥδεται |
| book 41a.2 | ὁ Ἀπόλλων· ὕλη γὰρ τοῖς τόξοις τὰ κέρατα αὐτῶν. b (BCE4) T |
| book 41b.1 | 〈τὸ δέ:〉 Ἀρίσταρχος δύο μέρη λόγου τὸ τὸ δέ, Ἡρω‐ |
| book 41b.2 | διανὸς ἕν. Aint |
| book 41c | 〈τὸ δέ:〉 ὅτι περιττὸς ὁ δέ συνήθως αὐτῷ. Aim |
| book 42a | 〈τίσειαν:〉 ὅτι Ζηνόδοτος †τίσειεν. Aim |
| book 42b | τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν: μικρῷ |
| book 42b.1 | λόγῳ μεγάλα αἰτεῖ· ἀνταποδοῖεν τοῖς βέλεσί σου ταῦτα τὰ δάκρυα, |
| book 42b.2 | ὅ ἐστι τοξεύων εἰσπράξαιο αὐτοὺς ἅπερ ἐγὼ ἐξέχεα δάκρυα. ἐν σχή‐ |
| book 42b.3 | ματι δὲ ὃ παρῆκεν ἔφρασεν ὡς ἄρα ἔκλαιεν ὁ γέρων. b (BCE4) T |
| book 42c.1 | 〈Δαναοί:〉 πῶς Ἕλλησιν ἐπαρᾶται τοῖς ἐπευφημήσασι |
| book 42c.2 | δοθῆναι αὐτῷ τὴν θυγατέρα καὶ μὴ μᾶλλον Ἀγαμέμνονι; φαμὲν οὖν |
| book 42c.3 | ὅτι, εἰ ἀπέθανεν Ἀγαμέμνων, ἀνεκζήτητος ἂν ἔμεινεν ἡ αἰτία τοῦ λοι‐ |
| book 42c.4 | μοῦ· ἢ πλεόντων ἐπὶ τὴν πατρίδα τῶν Ἑλλήνων ἀναπόδοτος ἔμεινεν |
| book 42c.5.1 | ἡ Χρυσηΐς· ἢ ὅτι αὐτοὶ Θήβας πορθήσαντες ἐξέδοντο αὐτὴν Ἀγαμέ‐ |
| book 42c.5.2 | μνονι· καὶ ὅτι συμπεριλαμβάνεται καὶ αὐτὸς τοῖς Δαναοῖς· καὶ ὅτι ὡς |
| book 42c.5.3 | βάρβαρος ὁ Χρύσης πᾶσιν Ἕλλησιν ἐχθρός ἐστιν. b (BCE4) T |
| book 42c.1 | Δαναοί: Ἕλληνες οὕτως. Βῆλος—ὠνόμασεν. ἱστορεῖ |
| book 42c.2 | Ἀπολλόδωρος ἐν βʹ (bi 1. 2, 10—3). A |
| book 43.1 | τοῦ δ’ ἔκλυε Φοῖβος Ἀπόλλων: συνητίμαστο γὰρ τῷ |
| book 43.2 | ἱερεῖ ἐν τῷ „μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο“ (Α 28)· |
| book 43.3 | καὶ ὅτι Τρωϊκός ἐστιν ὁ θεός. ἀπολίτευτον δὲ τὸ πρὸ τῆς εὐχῆς ἐπικου‐ |
| book 43.4 | ρῆσαι. διδάσκει οὖν ὅσον ὀνίνησιν εὐχὴ καθαρά, ὅσον δὲ ἀνωφελὴς ἡ |
| book 43.5 | μυσαρὰ θυσία, Αἴγισθος. b (BCE4) T |
| book 44a.1 | 〈Οὐλύμποιο καρήνων:〉 ὅτι ὄρος ὁ Ὄλυμπος· τὰ γὰρ |
| book 44a.2 | κάρηνα ἐπὶ ὄρους. Aint |
| book 44b | 〈κῆρ:〉 παρὰ τὴν καῦσιν. τὸ δὲ ἔμφυτον θερμόν φασιν |
| book 44b | εἶναι τὴν ψυχήν. b (BCE4) Tt |
| book 45a.1 | τόξα: προαναφώνησις· T ἓν εἶχε τόξον, ἀλλὰ τῇ |
| book 45a.2 | φωνῇ τοῦ πλήθους τῶν δεινῶν ἐμφαίνει τὸ μέγεθος. b(BCE4)T |
| book 45b | 〈ἀμφηρεφέα:〉 κοινή ἐστιν, οὐκ ἔκτασις. Ail |
| book 45c.1 | 〈ἀμφηρεφέα:〉 ἀμφοτέρωθεν ὠροφωμένην, ἐκ τοῦ ἐρέ‐ |
| book 45c.2 | φω. Til |
| book 46-7.1 | 〈ἔκλαγξαν—νυκτὶ ἐοικώς:〉 ὅτι Ζηνόδοτος ἀμ‐ |
| book 46-7.2 | φοτέρους ἠθέτηκεν, οὐ καλῶς. Aim |
| book 46.1 | ἔκλαγξαν δ’ ἄρ’ ὀϊστοί: ἐπιστρέφει πρὸς εὐσέβειαν τὸ καὶ |
| book 46.2 | τὰ ἄψυχα αἰσθάνεσθαι τῆς θείας δυνάμεως, b(BCE4) T ὡς καὶ |
| book 46.3 | ἐπὶ Ἀχιλλέως „τὰ δ’ ἀνέκραγεν“ (Τ 13). T |
| book 47a.1 | 〈αὐτοῦ κινηθέντος:〉 ὅτι αὐτοῦ τοπικὸν ἐπίρρημα, ἢ |
| book 47a.2 | ὅτι αὐτοῦ τοῦ δαίμονος. Til |
| book 47b | 〈νυκτὶ ἐοικώς:〉 τὰ φοβερὰ νυκτὶ εἰκάζει. b (BCE4) Til |
| book 48.1 | 〈ἕζετ’ ... ἰόν:〉 τὸ ἕζετο ἐφεδρείαν τινὰ δηλοῖ καὶ ἀναμονὴν |
| book 48.2 | ἐπιστροφῆς. b (BCE4) T τοὺς δὲ ὀϊστοὺς διὰ τὸ βλαπτικὸν ἰοὺς |
| book 48.3 | ἐκάλεσεν. b (BCE4) |
| book 49a.1 | 〈κλαγγή:〉 λέγεται καὶ ἐπὶ ἐμψύχων, ὡς καὶ ἐπὶ Τρώων |
| book 49a.2 | (sc. Γ 2). ἐπὶ δὲ ἀνθρωπίνου τόξου ψιλῶς, ὡς τὸ „λίγξε βιόσ“ (Δ 125). |
| book 49a.3 | b(BC)T |
| book 49b | 〈βιοῖο:〉 Ἀριστάρχειος ὁ τόνος. | παρὰ τὴν βίαν. Aint |
| book 50a.1 | 〈οὐρῆας:〉 ὅτι οὐκ ὀρθῶς τινες οὐρῆας τοὺς φύλακας· |
| book 50a.2 | ἀντιδιαστέλλει γὰρ διὰ τοῦ „αὐτοῖσι“ (Α 51). Aim |
| book 50b | οὐρῆας μὲν πρῶτον ἐπῴχετο 〈καὶ κύνας ἀργούς:〉 |
| book 50b.1 | οὐρῆες λέγονται διὰ τὸ ἄγονον, ὡς οὔρια ᾠὰ καλοῦμεν. εὐπαθῆ δὲ τὰ |
| book 50b.2 | ζῷα ταῦτα καὶ εὐάλωτα ὑπὸ νόσων· σύμμικτος γὰρ οὖσα ἡ φύσις |
| book 50b.3 | αὐτῶν καὶ ἐκ διαφερόντων τοῖς εἴδεσιν, οὐ μεγάλης εἰς τὸ φθείρεσθαι |
| book 50b.5.1 | δεῖται ἀνάγκης, οὐδὲ ἀντέχει μέχρι πολλοῦ βλαπτομένη. οἱ δὲ κύνες |
| book 50b.5.2 | καθαροῦ δέονται τοῦ ἀέρος ὀξυτέρᾳ τῇ ὀσφρήσει χρώμενοι. | ἀργούς |
| book 50b.5.3 | δὲ ἀκουστέον τοὺς λευκούς, ὅτι ἀσθενέστερά ἐστι ταῦτα τὰ σώματα |
| book 50b.5.4 | τῶν ἐναντίως ἐχόντων, ἀραιότερα ὄντα καὶ εὐπαθέστερα. A b (BCE4) |
| book 50b.5.5 | T εἰσὶ δὲ οἱ μὲν πρὸς γεωργίαν, οἱ δὲ πρὸς θήραν χρειώδεις· ὅθεν |
| book 50b.10.1 | μάλιστα τὰς τροφὰς ἐπορίζοντο. | εἰ δὲ καὶ θεὸς ὢν καὶ πολέμιος ἠτι‐ |
| book 50b.10.2 | μασμένος καιρὸν δίδωσι μετανοίας, τί δεῖ τοὺς ἀνθρώπους ποιεῖν; b |
| book 50b.10.3 | (BCE4) T |
| book 50b.1 | διὰ τί ἀπὸ τῶν κυνῶν—οὐ ζητοῦσιν, ἀλλ’ ἢ ὁ Ἀχιλ‐ |
| book 50b.2 | λεύς; Aext |
| book 50c.1 | 〈οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς:〉 |
| book 50c.2 | φιλάνθρωπος ὢν ὁ θεὸς πρῶτον τὰς ἡμιόνους καὶ τοὺς κύνας καὶ τὰ |
| book 50c.3 | ἄλογα ζῷα ἀναιρεῖ, ἵνα διὰ τούτων εἰς δέος ἀγαγὼν τοὺς Ἕλληνας |
| book 50c.4 | ἐπὶ τὸ εὐσεβεῖν παρασκευάσῃ. ἢ ὅτι αἱ ἡμίονοι καὶ οἱ κύνες τὴν αἴσθη‐ |
| book 50c.5.1 | σιν τῆς ὀσφρήσεως ἐνεργεστέραν ἔχουσιν· οἱ μὲν γὰρ κύνες ἀπὸ τῆς |
| book 50c.5.2 | ὀσφρήσεως τῶν ἰχνῶν ἐν αἰσθήσει τῶν θηρίων γίνονται, αἱ δὲ ἡμίονοι |
| book 50c.5.3 | πολλάκις ἀπολειφθεῖσαι τινων ἀπὸ τῆς ὀσφρήσεως καὶ τὰς ὁδοὺς |
| book 50c.5.4 | ἀνευρίσκουσιν. Aint |
| book 51a.1 | αὐτὰρ ἔπειτ’ αὐτοῖσι βέλος: διαφέρει ὁ αὐτάρ τοῦ δέ, |
| book 51a.2 | ὅτι ὁ μὲν προτάσσεται, ὁ δὲ ὑποτάσσεται· ὁ μὲν αὐτάρ προτάσσεται, |
| book 51a.3 | ὁ δὲ δέ ὑποτάσσεται. A |
| book 51b.1 | 〈αὐτοῖσι:〉 αὐτοῖς τοῖς Ἕλλησι. πρὶν ἢ δὲ τὸ ἄκρον |
| book 51b.2 | καταλαβεῖν, ἤτοι τοὺς ἀρχηγούς, Ἀχιλλεὺς δημηγορεῖ. b (BC) T |
| book 51c | 〈ἐχεπευκές:〉 ὅτι μεταφορικῶς ἀπὸ τῆς πεύκης. Aim |
| book 51c.1 | ἐχεπευκές: ἔχον πικρίαν· ἀπὸ τῆς πεύκης—ἐστι |
| book 51c.2 | πικρόν. A |
| book 51-2.1 | 〈βέλος ἐχεπευκὲς ἐφιείς | βάλλ’:〉 ἰοῖς ἔβαλλεν, ὡς τὸ |
| book 51-2.2 | „ᾤχετο“ (Α 53), κατὰ Ἰωνικὴν περίφρασιν· b (B) Tt ἢ τὸ βάλλεν |
| book 51-2.3 | ἀντὶ τοῦ ἐφόνευεν. b (B) TtTil |
| book 52.1 | θαμειαί: Πάμφιλος „θαμεῖαι“ λέγει ὡς „ὀξεῖαι“ (Λ 268. τ 517), Ἀρίσταρχος δὲ |
| book 52.2 | ὡς „πυκιναί“ (Δ 281 al.)· ὁμοίως δὲ καὶ τὸ ταρφειαί. b (BC) T |
| book 52 | θαμειαί: πῶς, φασίν, ὁ ποιητὴς—ἐκαίοντο. A |
| book 52 | αἰεὶ δὲ πυραὶ νεκύων: τὸ παλαιὸν—τυχεῖν. A |
| book 53-5.1 | ἐννῆμαρ μὲν〈—λευκώλενος Ἥρη〉: ἐπὶ ἐννέα |
| book 53-5.2 | ἡμέρας, ὅτι οὐδὲ ἄλλως ἠδύνατο γνωσθῆναι τὸ τῆς νόσου ἴδιον, ὅτι |
| book 53-5.3 | καὶ λοιμικὴ καὶ φθαρτική, ἢ ἐν τοσούτῳ χρόνῳ· ὡς γὰρ ἐπὶ πλέον ἐν |
| book 53-5.4 | ταῖς ἐννέα ἡμέραις καὶ μικρόν τι πρότερον ἢ ὕστερον κρίνεται τὰ τοι‐ |
| book 53-5.5.1 | αῦτα νοσήματα ἢ ἀπόλλυσι τοὺς νοσοῦντας. καλῶς οὖν καὶ ἡ Ἥρα |
| book 53-5.5.2 | μετὰ τὰς ἐννέα ἡμέρας ἐπὶ νοῦν τίθησι ζητῆσαι τὸν λοιμὸν Ἀχιλλεῖ (εἰ |
| book 53-5.5.3 | γὰρ μή, τοῦτο ἔλεξεν)· Ἥρα γὰρ ὁ ἀήρ, καὶ φθαρτὸν γενόμενον πρῶ‐ |
| book 53-5.5.4 | τος ὁ Ἀχιλλεὺς ὡς ὢν ἰατρὸς καὶ Χείρωνος μαθητὴς τοῦτον συνέβαλε. |
| book 53-5.5.5 | λευκώλενον δὲ τὴν Ἥραν φησίν, ὅτι διαφανής ἐστιν ὁ ἀήρ, καὶ παρ‐ |
| book 53-5.10.1 | όντων τῶν φωσφόρων καὶ λαμπρύνεται· διὸ καὶ „βοῶπισ“ (Α 551 |
| book 53-5.10.2 | al.), ὅτι δι’ αὐτοῦ ἡ τῆς ὄψεως ἐνέργεια ἐν νυκτὶ καὶ ἡμέρᾳ γνω‐ |
| book 53-5 | ρίζει. b (BCE4) T |
| book 53a.1 | ἐννῆμαρ: ἐχρῆν τὸ ἐννῆμαρ προπαροξύνειν, ὡς παρ’ |
| book 53a.2 | οὐδετέρου συγκείμενον. ἀλλ’ ὁ τόνος παρηλλάγη, ἐπεὶ καὶ ξένη ἡ |
| book 53a.3 | σύνθεσις· οὐδὲν γὰρ τῶν εἰς αρ συνετέθη οὐδετέρων. A |
| book 53b.1 | 〈ᾤχετο:〉 οὐκ εἶπεν ἐπέμπετο, ἀλλ’ ὥσπερ ἐπὶ ἐμψύχῳ |
| book 53b.2 | εἴδει ἐπορεύετο. b (BCE4) T |
| book 53c.1 | 〈κῆλα:〉 ὡς τὸ δόρυ κοινόν ἐστι καὶ εἰδικόν, οὕτω καὶ τὸ |
| book 53c.2 | κῆλον. ἢ κῆλα τὰ δείματά φησιν, ἢ b (BC) T τὰ καύσεως αἴτια. |
| book 53c.3 | b (BCE4) T |
| book 53c | 〈κῆλα:〉 νῦν τὰ βέλη· ὁτὲ δὲ καὶ σημεῖα. Ail |
| book 54.1 | 〈ἀγορὴν δὲ καλέσσατο λαὸν Ἀχιλλεύς:〉 αὐτοκράτωρ |
| book 54.2 | γάρ, οὐ μισθωτὸς ἦν· τὴν δὲ στρατιὰν ὁ θέλων συνῆγε· συνάγει μὲν |
| book 54.3 | γὰρ Ὀδυσσεὺς ἐν τῇ Β καὶ Ἀχιλλεὺς ἐν τῇ Τ. ἄλλως τε καὶ αὐτὸς |
| book 54.4 | ἡγεῖται τῆς ὑπαίθρου στρατιᾶς· ὅτι γὰρ οὐ τυραννὶς τοῦτο ἦν, ἐκ |
| book 54.5.1 | τῶν λόγων αὐτῶν δῆλον, καὶ μάλιστα τῶν ἐν ταῖς Λιταῖς (e. g. Ι 260. |
| book 54.5.2 | 315). b (BCE4) T |
| book 55.1 | 〈θεὰ λευκώλενος Ἥρη:〉 προϊὼν ἤδη καὶ τοὺς ἐπικούρους |
| book 55.2 | θεοὺς διασαφεῖ, τοῦτο μὲν τὸ προνοητικὸν τῶν θεῶν ἐνδεικνύμενος, |
| book 55.3 | τοῦτο δὲ καὶ φαντασίαν παρεντιθείς. b (BC) T |
| book 56a | κήδετο: πῶς ἡ τῆς μήνιδος αἰτία γενομένη τούτων ἐκή‐ |
| book 56a.1 | δετο; b (BCE4) T εἰ γὰρ μὴ τοῦτο ὑπῆρξεν, οὐκ ἂν διηνέχθη ὁ |
| book 56a.2 | Ἀγαμέμνων οὐδὲ ἐχθρὰ συνέβη, δι’ ὧν μᾶλλον ἐβλάβησαν Ἕλληνες. |
| book 56a.3 | T ῥητέον οὖν ὅτι συνέφερε τὸν Ἀχιλλέα μηνῖσαι, ἵνα θαρρήσαντες |
| book 56a.5.1 | οἱ Τρῶες τῷ πεδίῳ προέλθωσι καὶ νικηθῶσιν ἐκ τοῦ ἴσου μαχόμενοι· |
| book 56a.5.2 | εἰ γὰρ ἐν τῇ πόλει ἔμειναν πολιορκούμενοι, μακρὸς ἂν ἐγένετο καὶ ἀτε‐ |
| book 56a.5.3 | λεύτητος ὁ πόλεμος. b (BCE4) T |
| book 56a | κήδετο γὰρ Δαναῶν: εὐλόγως ἐφρόντιζε—ὄλεθρος. A |
| book 56b.1 | ὅτι ῥα: δασυντέον τὸν ῥά· πάσης γὰρ λέξεως τὸ ρ ἀρχό‐ |
| book 56b.2 | μενον δασύνεται, πλὴν τοῦ ᾿Ρᾶρος. b (BC) T |
| book 56c.1 | 〈ὁρᾶτο:〉 ὅτι Ζηνόδοτος „ὁρῆτο“ γράφει. ἀγνοεῖ δὲ ὅτι |
| book 56c.2 | Δωρικὸν γίνεται. Aim |
| book 57 | ἤγερθεν 〈ὁμηγερέες τε γένοντο〉: κατ’ ὀλίγον γὰρ συνιόντες πληθύνονται. b (BCE4) T |
| book 58 | 〈μετέφη:〉 διὰ τὴν μετά. Aint |
| book 58.1 | τοῖσι δ’ ἀνιστάμενος: τὸ γὰρ παλαιὸν—ὀρθὸς |
| book 58.2 | ἵστατο. A |
| book 59a.1 | Ἀτρείδη, νῦν ἄμμε: μετὰ τὸ Ἀτρείδη δεῖ στίζειν, ἐπεὶ |
| book 59a.2 | αἱ προσαγορευτικαὶ τῶν περιόδων αὐτοτελεῖς εἰσιν. A |
| book 59b.1 | Ἀτρείδη: κατ’ ἰδίαν τὸ Ἀτρείδη· κλητικὴ γάρ ἐστι καὶ |
| book 59b.2 | αὐτοτελής. οὐ μέντοι ἐν τῷ „Ἀτρείδη κύδιστε ἄναξ ἀνδρῶν“ (Β 434). |
| book 59b.3 | b (BC) T σχεδὸν δὲ πᾶσαι μιᾶς ἔχονται συντάξεως. b (B) T |
| book 59c.1 | 〈παλιμπλαγχθέντας:〉 πρὸς τὴν τῶν νεωτέρων ἱστο‐ |
| book 59c.2 | ρίαν, ὅτι ἐντεῦθεν τὴν κατὰ Μυσίαν ἱστορίαν ἔπλασαν. Aim |
| book 59d.1 | παλιμπλαγχθέντας: ὑφ’ ἓν Ἀρίσταρχος τὸ παλιμ‐ |
| book 59d.2 | πλαγχθέντας. | τὸ πάλιν δὲ σημαίνει τὸ εἰς τοὐπίσω, ἤτοι b (BC) |
| book 59d.3 | T μάτην ἀπράκτους ὑποστρέψαντας, μονονουχὶ πλάνην, οὐκ |
| book 59d.4 | εἰσβολὴν ποιησαμένους: b (BCE4) TTt τὰ γὰρ περὶ Μυσίαν |
| book 59d.5 | ἀγνοεῖ. Tt |
| book 59e.1 | παλιμπλαγχθέντας: εἰς τοὐπίσω πλανηθέντας | ἀπελ‐ |
| book 59e.2 | θεῖν, μάτην ἐπανακάμψειν εἰς τὰ οἰκεῖα, ἐάν περ δὴ ὅλως τὸν θάνατον |
| book 59e.3 | ὑπεκφύγοιμεν. | οὐκ ἐκ ῥήματος δὲ ἡ σύνθεσις τῆς μετοχῆς, ἀλλὰ συν‐ |
| book 59e.4 | τέθειται διὰ τὸ „ἂψ ἀπονοστήσειν“ (Α 60). A |
| book 59e.5.1 | Ἀτρείδη, νῦν ἄμμε παλιμπλαγχθέντας: οἱ νεώτεροι |
| book 59e.5.2 | —τὸν ἐπὶ Ἴλιον πλοῦν. A |
| book 60.1 | 〈εἴ κεν:〉 ὅτι Ζηνόδοτος „οἵ κεν“ γράφει, οὐ καλῶς· καλὴ γὰρ |
| book 60.2 | ἡ ἀπόγνωσις τῆς σωτηρίας. Aint |
| book 61 | 〈εἰ δή:〉 ἀντὶ τοῦ καὶ γάρ. Ail |
| book 62.1 | ἀλλ’ ἄγε δή τινα μάντιν: ἡ διπλῆ, ὅτι μάντις γενικῶς, |
| book 62.2 | ἱερεύς δὲ καὶ ὀνειροπόλος εἰδικῶς, εἴδη μάντεων. Ζηνόδοτος δὲ ἠθέτηκεν |
| book 62.3 | αὐτόν (sc. Α 63)· μήποτε δὲ ὀνειροκρίτην ὑπείληφεν, οὐκ ὀρθῶς. A |
| book 62-3a.1 | 〈μάντιν ἐρείομεν, ἢ ἱερῆα / ἢ καὶ ὀνειροπόλον:〉 |
| book 62-3a.2 | μέχρι τοῦ ἐρείομεν διασταλτέον, εἶτα ἢ ἱερῆα / ἢ καὶ ὀνειροπόλον, |
| book 62-3a.3 | ἵνα γενικὸν μὲν ᾖ τὸ μάντιν, εἴδη δὲ τὰ ἐπιφερόμενα. οὕτως Ἡρωδια‐ |
| book 62-3a.4 | νός (2, 22, 19). καὶ ὁ Νικάνωρ δὲ οὕτως λέγει (p. 141 Friedl.). A |
| book 62-3a.5 | ἔστι γένος τι ἡ μαντική, —τῶν ὀνειράτων. A |
| book 62-3b.1 | 〈μάντιν ἐρείομεν, ἢ ἱερῆα / ἢ καὶ ὀνειροπόλον:〉 |
| book 62-3b.2 | Ἡρωδιανὸς τελείαν δίδωσιν εἰς τὸ ἐρείομεν, ἵνα γενικὸν εἴη τὸ |
| book 62-3b.3 | μάντις. | ὁ δὲ Πορφύριος (1, 5, 14) τρία ἀποδέχεται, μάντιν λέγων τὸν |
| book 62-3b.4 | διὰ οἰωνῶν ἢ σημείων ἢ τεράτων μαντευόμενον, ἱερέα δὲ τὸν διὰ |
| book 62-3b.5 | θυσιῶν, ὀνειροπόλον δὲ τὸν †ὀνειροκρίτην. A b (BCE4) T |
| book 63a.1 | καὶ γάρ τ’ ὄναρ 〈ἐκ Διός ἐστιν〉: καὶ γάρ τι ὄναρ, ὅ ἐστι τὸ τέλειον. |
| book 63a.2 | ἐπεὶ δὲ τὸ ὄναρ σαθρόν ἐστιν, ὕψωσεν αὐτὸ τῇ προσθήκῃ. b (BC) T |
| book 63b.1 | καὶ γάρ τ’ ὄναρ 〈ἐκ Διός ἐστιν〉: τοῦ τι ἐστὶ συναλιφή, καὶ γάρ τι ὄναρ· |
| book 63b.2 | οὐ γὰρ πάντα λέγει ἀληθῆ. ἐπεί φησιν οὐ πάντας εἶναι τοὺς ὀνείρους |
| book 63b.3 | ἀληθεῖς· „αἱ μὲν γὰρ κεράεσσι τετεύχαται, αἱ δ’ ἐλέφαντι“ (τ 563). A |
| book 63c.1 | 〈ἐκ Διός ἐστιν:〉 τὸ ἔστιν ἐγκλιτικόν ἐστιν, εἰ μὴ ἄρχεται |
| book 63c.2 | ἢ προηγεῖται αὐτοῦ ἡ οὔ ἀπόφασις. b (BC) Tt |
| book 64.1 | 〈ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων:〉 τῶν αἰφνι‐ |
| book 64.2 | δίων θανάτων αἴτιόν φασιν εἶναι Ἀπόλλωνα. | τῷ δὲ ὅ τι λείπει ἡ διά. |
| book 64.3 | b (BCE4) T |
| book 65a.1 | εἴ ταρ: οὕτως ὀξεῖα εἰς τὸν εἴ· τὸ γὰρ τάρ ἐστιν ἐγκλι‐ |
| book 65a.2 | τικὸς σύνδεσμος ἐπιφερόμενος. καὶ οὐ δεῖ ἀπόστροφον βάλλειν εἰς τὸ |
| book 65a | τ· οὐ γάρ ἐστιν ὁ τέ σύνδεσμος· ἐπεφέρετο γὰρ ἂν ἕτερος τέ. A |
| book 65b | 〈εὐχωλῆς:〉 ὅτι ἐλλείπει ἡ περί. Aim |
| book 65c.1 | εὐχωλῆς: ὥσπερ παρὰ τὸ παύσω παυσωλή καὶ ἔλπω |
| book 65c.2 | ἐλπωρή, οὕτω παρὰ τὸ εὔχω εὐχωλή. | ἑκατόμβη δὲ ἀπὸ τοῦ ἑκατόν |
| book 65c.3 | καὶ τοῦ βοῦς. b (BC) T |
| book 65c | ἑκατόμβης: ἢ τῆς ἀπὸ ἑκατὸν βοῶν—ζώων. Aint |
| book 66a.1 | αἴ κέν πως: περισσὸς ὁ κέν, καὶ ἔστιν ἀντὶ τοῦ εἴ πως. A b |
| book 66a.2 | (BC) T |
| book 66b.1 | αἴ κέν πως ἀρνῶν κνίσης: Ἀρίσταρχος τὸ κνίσης |
| book 66b.2 | ἑνικῶς κατὰ γενικὴν πτῶσιν, ἄνευ τοῦ ι. A |
| book 66c.1 | κνίσης: Πυθαγορικός ἐστι μᾶλλον φιλόσοφος ἢ στρατι‐ |
| book 66c.2 | ώτης, ὡς δῆλον ἔκ τε τῶν νῦν καὶ ἐκ τοῦ „αὔριον ἱερὰ Διῒ ῥέξασ“ (Ι 357) |
| book 66c.3 | b (BC) T καὶ τῶν περὶ τοῦ δέπαος τῆς Πατροκλείας (cf. Π 225‐ |
| book 66c.4 | 54)· πῶς οὖν κατὰ Κράτητα καὶ Περσαῖον οὔτε φρόνιμος οὔτε σώφρων |
| book 66c.5.1 | οὔτε ἀνδρεῖος; T πηγὴ γάρ τίς ἐστι τῆς ἄλλης ἀρετῆς τὸ δοκεῖν |
| book 66c.5.2 | θεοὺς εἶναι. b (BC) T |
| book 67a.1 | ἡμῖν ἀπὸ λοιγόν: ὀρθοτονεῖται τὸ ἡμῖν· ἀρκτικὸν γάρ |
| book 67a.2 | ἐστι κατὰ τὴν τῆς ἀπό σύνταξιν, ὅτι πρὸς τὸ ἀμῦναι ἡ ἀπό φέρεται. |
| book 67a.3 | b (BC) T |
| book 67b.1 | ἀπὸ λοιγὸν ἀμῦναι: τὸ ἑξῆς ἐστιν ἀπαμῦναι· διὸ φυλάττει |
| book 67b.2 | τὸν ἴδιον τόνον· ὅταν γὰρ πρόθεσις τὴν σύνταξιν ἔχῃ πρὸς τὸ ἐπιφε‐ |
| book 67b.3 | ρόμενον, τὸν ἴδιον τόνον φυλάσσει, ἅτε δὴ ἐπέχουσα τὴν τάξιν. A |
| book 68.1 | κατ’ ἄρ’ ἕζετο: ὅτι Ζηνόδοτος γράφει „ἐκαθέζετο“. οὐκ ἐᾷ |
| book 68.2 | δὲ ἑλληνίζειν τὸν Ὅμηρον. ὥσπερ γὰρ οὐδὲ λέγει ἐκατέβαινεν, οὕτως |
| book 68.3 | οὐδὲ ἐκαθέζετο. A |
| book 69a.1 | Κάλχας Θεστορίδης: ὅτι Ζηνόδοτος γράφει „μάντις |
| book 69a.2 | Θεστορίδησ“. οὐ δύναται δὲ τῷ γένει τὸ εἶδος ἅμα συγκατατίθεσθαι. A |
| book 69b.1 | Θεστορίδης: ὅρα πῶς ἐν ἀρχῇ διασαφεῖ τὰ ὀνόματα, b |
| book 69b.2 | (BC) T Tt ὡς καὶ ἑτέρου ὑπάρχοντος. b (BC) T |
| book 70.1 | τά τ’ ἐόντα: τὰς αἰτίας φησίν, ἐπεὶ τὸν λοιμὸν ᾔδεσαν πάν‐ |
| book 70.2 | τες, οὐ μὴν τὴν αἰτίαν αὐτοῦ· b (BCE4) T διὸ καὶ τρίποδα τίθησι |
| book 70.3 | τῷ θεῷ. T |
| book 71a.1 | καὶ νήεσς’ ἡγήσατ’ Ἀχαιῶν 〈Ἴλιον εἴσω〉: ὅτι |
| book 71a.2 | ἀντὶ τοῦ νεῶν, καὶ ὅτι Κάλχας ἡγήσατο τοῖς Ἕλλησι καὶ οὐχὶ |
| book 71a.3 | Τήλεφος, ὥς τινες νεώτεροι, καὶ 〈ὅτι〉 τὸ εἴσω A ἀντὶ τοῦ εἴς. |
| book 71a.4 | A Aim |
| book 71b.1 | καὶ νήεσς’ ἡγήσατο: διὰ τὰς διοσημίας· „πειθόμενοι“ |
| book 71b.2 | γάρ φησι „τεράεσσι θεῶν“ (Δ 408). b (BCE4) T |
| book 72.1 | πόρε Φοῖβος: τὰς εἰς ἄκρον εὐεξίας θεῶν εἶναι δῶρά φησιν. |
| book 72.2 | b (BC) T Εὐρύτῳ „†τόξον πόρεν† Ἑκηβόλοσ“ (Ap. Rh. 1, 88). T |
| book 73a | 〈ὅ σφιν:〉 οὕτως διὰ τοῦ ἑνὸς ς. Aint |
| book 73b.1 | 〈ὅ σφιν εὖ φρονέων ἀγορήσατο καὶ μετέειπεν:〉 ὅτι |
| book 73b.2 | Ζηνόδοτος γράφει „ὅς μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα“. Aim |
| book 73c | ἐϋφρονέων: πρὸς τὴν τοῦ βασιλέως ἀβελτερίαν. b (BC) T |
| book 74.1 | ὦ Ἀχιλλεῦ, κέλεαί με: καὶ τῷ βασιλεῖ ἀπολογεῖται ὡς ἀναγ‐ |
| book 74.2 | καζόμενος ὑπὸ Ἀχιλλέως, καὶ τῷ πλήθει ὡς δέει τοῦ βασιλέως μὴ προ‐ |
| book 74 | ειπών. A b (BC) T |
| book 76a.1 | τοιγὰρ ἐγών: οὐκ ἔστιν ἀντωνυμία ἡ τοί (οὐδέποτε γὰρ |
| book 76a.2 | ἀρκτική ἐστιν), ἀλλ’ ἀντὶ τοῦ δή. b (BCE4) T |
| book 76b.1 | καί μοι ὄμοσσον: οὐκ ἀπιστῶν τῷ Ἀχιλλεῖ προβάλλει |
| book 76b.2 | τὸν ὅρκον, ἀλλ’ ἵνα ἔχῃ πρόφασιν πρὸς τὸν βασιλέα· ὃ συνεὶς Ἀχιλ‐ |
| book 76b.3 | λεὺς οὐκ ἀγανακτεῖ ἐξαιτούμενος, ἀλλ’ ἑτοίμως ὄμνυσιν. b (BCE4) T |
| book 77-8a1.1 | ἠμέν μοι πρόφρων〈— / ἦ γὰρ ὀΐομαι〉: ἐπὶ μὲν |
| book 77-8a1.2 | τοῦ προτέρου βαρεῖαν παραληπτέον κατὰ τὴν ἄρχουσαν· κεῖται γὰρ |
| book 77-8a1.3 | ἀντὶ τοῦ ἠμήν, ὅπερ ἐστὶν ὁρκικὸν ἐπίρρημα, ὅπερ ὁ ποιητὴς ἀεὶ διὰ |
| book 77-8a1.4 | τοῦ ε προφέρεται· „ἠμὲν τοὺς ἵππους τε καὶ ἅρματα“ (Κ 322) „ἠμὲν |
| book 77-8a1.5.1 | ἐμοὶ δώσειν“ (Ξ 275). τὸ δὲ ἦ γὰρ ὀΐομαι (78) περισπωμένῃ τάσει |
| book 77-8a1.5.2 | ἀναγνωστέον· διαβεβαιωτικὸς γὰρ ὁ σύνδεσμος. A |
| book 77-8a2.1 | ἠμέν μοι: ἀντὶ τοῦ ἠμήν. ἔστι δὲ ἐπίρρημα ὁρκικόν· διὸ |
| book 77-8a2.2 | βαρύνομεν τὸν η· εἰ γὰρ περισπάσομεν, ἔσται βεβαιωτικός. b (BC) T |
| book 78.1 | ὀΐομαι: ὡς ἐπιδιστάζων εἶπε τὴν ἐσομένην αὐτῷ μῆνιν. b |
| book 78.2 | (BC) T |
| book 80a.1 | 〈κρείσσων:〉 ὅτι Ζηνόδοτος χωρὶς 〈τοῦ ν〉 γράφει. τὰ δὲ |
| book 80a.2 | τοιαῦτα συγκριτικὰ ἔχει ἐπὶ τῆς εὐθείας τὸ ν. Aim |
| book 80b.1 | κρείσσων: μέλλων βαρύνειν τὸν βασιλέα προαπολογεῖται |
| book 80b.2 | αὐτῷ. b (BC) T | Ζηνόδοτος δὲ „κρείσσω“ γράφει. ἀθετεῖ δὲ καὶ τὸν |
| book 80b.3 | στίχον, b (BC) κακῶς. b (BC) T |
| book 80c.1 | χέρηϊ: ὡς „Ἄρηϊ“ (Β 385 al.). γέγονε δὲ οὕτως· ἔστι †τι |
| book 80c.2 | χερείωνος† γενικὴ καὶ αἰτιατικὴ „χερείονά περ καταπέφνων“ (Ρ 539). |
| book 80c.3 | ὃν οὖν τρόπον τὴν χερείονα αἰτιατικὴν συγκόψας ἔφη „ἀλλὰ τὸν υἱόν / |
| book 80c.4 | γείνατο εἷο χέρεια“ (Δ 399—400), πληθυντικῶς δὲ τὰ χερείονα χέρεια |
| book 80c.5.1 | „χέρεια δὲ χείρονι δόσκεν“ (Ξ 382), τοῦτον τὸν τρόπον καὶ τὴν χε‐ |
| book 80c.5.2 | ρείονι χέρειϊ· καὶ ἐπεὶ κακόφωνόν ἐστι, τροπὴ ἐγένετο τῆς ει διφθόγγου |
| book 80c.5.3 | εἰς τὸ η. οὕτως Ἡρωδιανός (2, 23, 9). A |
| book 81-2.1 | 〈εἴ περ γάρ τε—ἔχει κότον:〉 πιθανῶς τὴν εἰς τὸ |
| book 81-2.2 | μετέπειτα σωτηρίαν αἰτεῖ· εἰκὸς γὰρ ἦν τὸ μὲν παρόν, αἰδεσθέντα τὸ |
| book 81-2.3 | πλῆθος, παριδεῖν b (BCE4) T Tinf αὐτόν, εἰς δὲ τὸ μετέπειτα τι‐ |
| book 81-2.4 | μωρήσασθαι. b (BCE4) Tinf |
| book 81.1 | αὐτῆμαρ: ἐπίρρημα ὡς καὶ τὸ „ἐννῆμαρ“ (Α 53 al.) καὶ „ἑξ‐ |
| book 81.2 | ῆμαρ“ (κ 80 al.). καὶ ἐχρῆν μὲν αὐτὰ ἀναπέμπειν τὸν τόνον ὡς βού‐ |
| book 81.3 | κερως. ἀλλ’ ἐπεὶ οὐδὲν τῶν εἰς αρ συντέθειται ἢ μόνον τὸ ἦμαρ, πρὸς |
| book 81.4 | τὴν παρηλλαγμένην σύνθεσιν ἦν παρηλλαγμένος καὶ ὁ τόνος. δεῖ δὲ |
| book 81.5 | εἰδέναι ὡς μετὰ ἀκλίτων τίθενται. T |
| book 81 | καταπέψῃ: ἡ μεταφορὰ—γινομένην. A |
| book 82.1 | 〈ἔχει κότον:〉 ἔδειξε διαφορὰν κότου πρὸς χόλον. b (BCE4) |
| book 82.2 | T διὰ πάντων δὲ ὑποφαίνει τὸ ὕπουλον Ἀγαμέμνονος καὶ ἁπλοῦν |
| book 82.3 | Ἀχιλλέως. b (BC) T | τὸ ἔχω ἐνταῦθα ἀντὶ τοῦ κρύπτω. b (B) |
| book 83.1 | 〈φράσαι:〉 ὅτι Ζηνόδοτος γράφει „φράσον“. μᾶλλον δὲ τὸ |
| book 83.2 | φράσσαι ἁρμόζει. A |
| book 85a.1 | θαρσήσας: ὡς ἀγαθὸς προτρέπει, μᾶλλον δὲ προκρίνει τὸ |
| book 85a.2 | κοινῇ τοῦ ἰδίᾳ συμφέροντος. b (BC) T Tt |
| book 85b | 〈μάλα:〉 διασταλτέον ἐπὶ τὸ μάλα. Aim |
| book 85c.1 | {θαρσήσας μάλα} εἰπέ: τρία εἰσὶ τὰ ἐν τῇ κοινῇ ὀξυνόμενα, |
| book 85c.2 | ἐλθέ, εὑρέ, εἰπέ. ἰδίως δὲ καὶ μακρᾷ παραλήγονται. Ἀττικοὶ δὲ καὶ ἐπὶ |
| book 85c.3 | τῶν βραχυπαραλήκτων ὀξύνουσι τὸ ἰδέ καὶ λαβέ. A |
| book 85d.1 | θεοπρόπιον: τὸ προειρημένον ὑπὸ θεοῦ σοι. τοῦτο δὲ |
| book 85d.2 | πρὸς δυσώπησιν τῶν ἀκουόντων. b (BC) T |
| book 85e.1 | 〈οἶσθα:〉 ὅτι οἶσθα χωρὶς τοῦ ς· οὕτως γὰρ λέγει διὰ |
| book 85e.2 | παντός· „οἶσθα· τίη τοι ταῦτα“ (Α 365), „οἶσθα, γέρον“ (δ 465). A |
| book 86.1 | οὐ μὰ γὰρ Ἀπόλλωνα: ἡ οὔ ἀπωμοτικῶς—συνή‐ |
| book 86.2 | θειαν. A |
| book 86.1 | Κάλχαν: ὅτι Ζηνόδοτος χωρὶς τοῦ ν, „Κάλχα“. τὰ δὲ εἰς ας |
| book 86.2 | λήγοντα, διὰ τοῦ ντ κλινόμενα ἐπὶ τῆς γενικῆς, ἔχει τὴν κλητικὴν εἰς ν, |
| book 86.5 | „Θόαν“ (Ν 222. 228), „Αἶαν“ (Η 234 al.). A |
| book 88.1 | οὔτις ἐμεῦ ζῶντος: πεφυλαγμένος καὶ δεισιδαίμων ὁ ὅρκος· |
| book 88.2 | συνέβαινε γὰρ ἀποθανόντος ἢ ἀποδημοῦντος Ἀχιλλέως αἰκισθῆναι |
| book 88.3 | τὸν μάντιν. A b (BCE4) T |
| book 88-9.1 | 〈οὔ τις ἐμεῦ—ἐποίσει:〉 τινὲς τὸ σοί (89) τοῖς |
| book 88-9.2 | ἐπάνω προ〈σ〉διδόασιν, ἵν’ ᾖ σοὶ δερκομένοιο. βελτίων δὲ ἡ συνήθης |
| book 88-9.3 | ἀνάγνωσις. A |
| book 89 | βαρείας: τὰς ὅπλῳ βεβαρημένας. T |
| book 90.1 | οὐδ’ ἢν Ἀγαμέμνονα: ὁ τρόπος ὑπερβολή. A | ὃ δεδιὼς |
| book 90.2 | ἔσκεπεν ὁ μάντις, τοῦτο θαρσύνων ἀπεκάλυπτεν Ἀχιλλεύς. A b |
| book 90.3 | (BCE4) T οὐχ ὑβριστικῶς δὲ εἴρηται, ἀλλὰ φιλοφρόνως, ὡς ἂν |
| book 90.4 | ἐπιτρέποντος καὶ τοῦ βασιλέως τοιαύτην †ἀσφαλῆ† ποιεῖσθαι ἐγγύην. |
| book 90.5 | καὶ τῇ ὑπερβολῇ (cf. Α 91) θεραπεύει τὸν Ἀγαμέμνονα. b (BCE4) T |
| book 91.1 | 〈ἐνὶ στρατῷ:〉 „Ἀχαιῶν“, οὐκ ἐνὶ στρατῷ. οὕτω καὶ αἱ |
| book 91.2 | Ἀριστάρχου καὶ ἡ Σωσιγένους καὶ ἡ Ἀριστοφάνους καὶ ἡ Ζηνοδότου. |
| book 91.3 | Aint T |
| book 93a.1 | οὔ ταρ ὅ γ’ εὐχωλῆς: οὕτως ὀξεῖαν ἐπὶ τὴν οὔ· ὁ γὰρ |
| book 93a.2 | τάρ ἐστι σύνδεσμος ἐπιφερόμενος ἐγκλιτικός, ὡς καὶ ἐπὶ τοῦ „εἴ ταρ ὅ |
| book 93a.3 | γ’ εὐχωλῆσ“ (Α 65)· οὐ γάρ ἐστιν ὁ τέ συμπλεκτικός· εἰ γὰρ ἦν, ἐπεφέ‐ |
| book 93a.4 | ρετο ἂν πάλιν ὁ τέ μετὰ ἀποφάσεως, οὔθ’ ἑκατόμβης· οὕτως γὰρ |
| book 93a.5.1 | ἔστιν εὑρέσθαι τὸν τέ σύνδεσμον μετὰ τῆς οὔ ἀποφάσεως· „ἔνθα μὲν |
| book 93a.5.2 | οὔτε ἄναξ ἐπιδευὴς οὔτε τι ποιμήν“ (δ 87). A |
| book 93b.1 | οὔ ταρ ὅ γ’ εὐχωλῆς: οὐ δή. τέλειος δέ ἐστιν ὁ τάρ, οὐκ |
| book 93b.2 | ἐκ τοῦ τὲ ἄρ. b (BCE4) T | προθεραπεύει δὲ τὸ πλῆθος, εἰς εὔνοιαν |
| book 93b.3 | ἐπαγόμενος ὡς θυσίας οὐκ ὀφεῖλον. b (BC) T |
| book 93-5.1 | 〈εὐχωλῆς ἐπιμέμφεται—καὶ οὐκ ἀπεδέξατ’ |
| book 93-5.2 | ἄποινα:〉 ὅτι ἐλλείπει ἡ περί καὶ †περισσὸν† τὸ ἐπιμέμφεται. | κατ‐ |
| book 93-5.3 | εκερμάτισε δὲ τὸν Ἀγαμέμνονος λόγον εἰς διαβολήν. Aim |
| book 93-4a.1 | 〈οὔ ταρ ὅ γ’ εὐχωλῆς ἐπιμέμφεται οὐδ’ ἑκατόμ‐ |
| book 93-4a.2 | βης, / ἀλλ’ ἕνεκ’ ἀρητῆρος:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ ἑκατόμ‐ |
| book 93-4a.3 | βης (93) καὶ ἀρητῆρος (94). κοινὸν δὲ τὸ ἕνεκα (94), οὔτ’ εὐχωλῆς |
| book 93-4a.4 | οὔθ’ ἑκατόμβης ἕνεκα, ἀλλ’ ἀρητῆρος ἕνεκα μέμφεται. A |
| book 93-4b | τὸ ἐπιμέμφεται ἀπὸ κοινοῦ δεῖ λαμβάνειν. b (BC) Tsup |
| book 96.1 | τοὔνεκ’ ἄρ’ ἄλγε’: ἀθετεῖται, ὅτι περισσός. πρόκειται γὰρ |
| book 96.2 | „ἀλλ’ ἕνεκ’ ἀρητῆρος, A b (BC) Tsup Tsin ὃν ἠτίμης’ Ἀγα‐ |
| book 96.3 | μέμνων“ (Α 94). b (BC) Tsup |
| book 97a1.1 | 〈λοιμοῖο βαρείας χεῖρας ἀφέξει:〉 „Δαναοῖσιν ἀεικέα |
| book 97a1.2 | λοιγὸν ἀπώσει“. οὕτως αἱ Ἀριστάρχου. Aint |
| book 97a2.1 | καὶ ἡ Μασσαλιωτικὴ δὲ καὶ ἡ Ῥιανοῦ (fr. 7 M.) τὸν |
| book 97a2.2 | αὐτὸν ἔχει τρόπον. ἔοικεν οὖν ἡ ἑτέρα Ζηνοδότου εἶναι, ἡ „οὐδ’ ὅ γε |
| book 97a2.3 | πρὶν λοιμοῖο βαρείας χεῖρας ἀφέξει“. A |
| book 97a3.1 | οὐδ’ ὅ γε 〈πρὶν λοιμοῖο βαρείας χεῖρας ἀφέξει〉: καὶ |
| book 97a3.2 | ἡ Μασσαλιωτικὴ 〈καὶ〉 ἡ Ῥιανοῦ καὶ σχεδὸν πᾶσαι „οὐδ’ ὅ γε πρὶν |
| book 97a3.3 | Δαναοῖσιν ἀεικέα λοιγὸν ἀπώσει“. ἔοικε δὲ ἡ ἑτέρα Ζηνοδότου |
| book 97a3.4 | εἶναι. T |
| book 97b | 〈πρίν:〉 πρότερον. Til |
| book 97-9.1 | ἀεικέα λοιγὸν ... ἀπριάτην: λέξεις ἐκ τῶν Πρὸς Κο‐ |
| book 97-9.2 | μανόν, τὸ μὲν ἀεικέα λοιγόν ὄλεθρον ἀπεοικότα λέγειν (τοῦτο δέ |
| book 97-9.3 | ἐστιν ἀπεχθῆ), ἀπριάτην δὲ σαφές, ὡς ἄνευ τοῦ πρίασθαι καὶ ταὐτὸν |
| book 97-9.4 | τῷ νῦν λεγομένῳ δωρεάν. A |
| book 98a | 〈πρίν:〉 πρὸ τοῦ, πρότερον. Til |
| book 98b1.1 | 〈ἑλικώπιδα:〉 τὴν μελανόφθαλμον, ὡς Καλλίμαχος· ἢ |
| book 98b1.2 | τὴν οὐκ †ἀτενιτὴν τῇ θέα†ͅ· ἢ τὴν ἀξιοθέατον· ἢ b (BC) T πρὸς |
| book 98b1.3 | ἣν οἱ νέοι τοὺς ὦπας ἑλίσσουσιν. b (BCE4) TTt |
| book 98b2 | ἑλικώπιδα: μελανόφθαλμον, ἀφ’ οὗ εὐπρεπῆ 〈***〉 | |
| book 98b2.1 | ὡς {Καλλίμαχος} „ὕδωρ μέλαν Αἰσήποιο“ (Β 825) καὶ 〈Καλλίμαχοσ〉 |
| book 98b2.2 | (fr. 299, 1 Pf.)· „Αἴσηπον ἔχεις, ἑλικώτατον ὕδωρ“. | ἢ τὴν οὐκ ἀτενῆ |
| book 98b2 | τὴν θέαν· ἢ τὴν ἀξιοθέατον, πρὸς ἣν πάντες ἑλίσσουσι τὴν θέαν. A |
| book 99a | ἀπριάτην ἀνάποινον: ὅτι οὐ κατὰ προσηγορίαν τὴν |
| book 99a.1 | ἀπριάτην λέγει, ἀλλ’ ἀντὶ τοῦ ἀπρατί, καὶ παράλληλον τὸ ἀνά‐ |
| book 99a.2 | ποινον· τὸ γὰρ αὐτὸ δι’ ἀμφοτέρων δηλοῦται. | διασταλτέον δὲ |
| book 99a.3 | βραχὺ ἀπριάτην, ἀνάποινον, στικτέον δὲ „ἐς Χρύσην“ (Α 100), |
| book 99a.5.1 | ἐπεὶ κοινὸν κατὰ πάντων τὸ „πρίν“ (Α 98). A | τὸ ἀπριάτην |
| book 99a.5.2 | ἐπιρρηματικῶς ἀκούει Ἀπολλώνιος (adv. 198, 18) ἀντὶ τοῦ ἀπριάδην. |
| book 99a.5.3 | A b (BC) T |
| book 99b1.1 | ἄγειν: τοῦτο ἐπὶ νηὸς καὶ ἅρματος, ὡς τὸ „οἴκοθεν ἦγ’ ὁ |
| book 99b1.2 | γεραιόσ“ (Λ 632). καὶ „ἦγον δὲ Μαχάονα ποιμένα λαῶν“ (Λ 598). | |
| book 99b1.3 | παράλειψις δὲ ὁ τρόπος· οὐ γὰρ ἐπ’ ἴσοις ἀπαλλάσσεσθαι δεῖ τοὺς |
| book 99b1.4 | προαμαρτήσαντας. A |
| book 99b2.1 | 〈ἄγειν θ’〉 ἱερὴν ἑκατόμβην: οὐ γὰρ ἐκ μόνης μετα‐ |
| book 99b2.2 | μελείας, ἀλλὰ καὶ ἐκ κόπου καὶ προσφορᾶς τοὺς προημαρτηκότας |
| book 99b2.3 | ἀπαλλάττεσθαι δεῖ. | τὸ δὲ ἄγειν ἐπὶ νηὸς ἢ ἅρματος, „ὃ οἴκοθεν ἦγ’ |
| book 99b2.4 | ὁ †γηραιός†“, „ἦγον δὲ Μαχάονα ποιμένα λαῶν“. b (BC) T |
| book 100a.1 | τότε κέν μιν: ὅτι Ζηνόδοτος γράφει „αἴ κέν μιν“· γε‐ |
| book 100a.2 | λοῖον δὲ διστακτικῶς λέγειν τὸν μάντιν. A b (BC) T |
| book 100b.1 | 〈πεπίθοιμεν:〉 ὅμοιόν ἐστι τῷ „ῥηϊδίως πεπιθεῖν“ (Ι |
| book 100b.2 | 184). εἴωθε δὲ τοὺς δευτέρους ἀορίστους ἀναδιπλασιάζειν. b (BC) |
| book 103-4a | 〈ἀχνύμενος—ἐΐκτην:〉 ὅτι ἀμφότεροι εἰς τὴν |
| book 103-4a | Ὀδύσσειαν (δ 661—2) μετάκεινται, οὐκ ὀρθῶς. Aint |
| book 103b.1 | ἀχνύμενος—ἐΐκτην: ἐκκλίνειν δεῖ τὸν θυμὸν καὶ |
| book 103b.2 | φυλάττεσθαι, ὅπου γε καὶ τοῦ τοιούτου ἥρωος περιεγένετο. b (BC) T |
| book 103c.1 | 〈μένεος δὲ μέγα〉 φρένες ἀμφιμέλαιναι 〈/ πίμ‐ |
| book 103c.2 | πλαντ’〉: ἡ ἀμφί πρὸς τὸ πίμπλαντο, ἀπὸ τῆς τῶν ὑδάτων |
| book 103c.3 | μεταφορᾶς· A b (BC) T ὡς γὰρ ἐκ κεράμου ὑπερεξεχεῖτο ὁ θυμός. b |
| book 103c.4 | (BC) T | εἰσὶ δὲ τῶν ἐντοσθίων αἱ φρένες· „πλευρὰς ὑφ’ ἧπαρ καὶ |
| book 103c.5.1 | φρένασ“ (Soph. Trach. 931). ἤδη δὲ οἱ νεώτεροι μελαίνας τὰς φρένας |
| book 103c.5.2 | φασίν. A |
| book 104.1 | ὄσσε: παρὰ τὸ ὄπτω ὄσσω, ὥσπερ παρὰ τὸ †πέττω† πέσσω· |
| book 104.2 | ἐκ δὲ τοῦ ὄσσω γίνεται ὄνομα ὄσσος, τὸ δυϊκὸν ὄσσω καὶ τροπῇ τοῦ ω |
| book 104.3 | εἰς ε ὄσσε. b (BCE4) T |
| book 104-5 | ἐΐκτην 〈... πρώτιστα〉: εἴκω εἶκα εἴκειν εἰκείτην, καὶ |
| book 104-5.1 | συγκοπῇ εἴκτην, ἐν διαλύσει ἐΐκτην. b (BC) T | προδιατυποῖ δὲ τὰ |
| book 104-5.2 | λεχθησόμενα τῆς ὄψεως τὸ δεινόν, καὶ δοκεῖ τὸ „ὑπόδρα ἰδών“ (Α 148) |
| book 104-5.3 | ἔχειν καὶ ἐπεξήγησιν. | διὰ δὲ τοῦ πρώτιστα σημαίνει τὸν καὶ ἐπ’ |
| book 104-5.5 | ἄλλους μετάξοντα τὸν λόγον τῆς τοιαύτης ὀργῆς. b (BC) TTsin |
| book 105a.1 | κάκ’ ὀσσόμενος: ὅτι ἀπὸ τῶν ὄσσων κακῶς ὑπιδόμενος, |
| book 105a.2 | οὐκ ἀπὸ τῆς ὄσσης, τῆς φωνῆς, κακολογήσας· οὐ γὰρ χρῆται Ὅμηρος |
| book 105a.3 | τῇ ὄσσῃ ψιλῶς ἐπὶ τῆς φωνῆς, μᾶλλον δὲ ἐπὶ τῆς θείας κληδόνος. A |
| book 105b1.1 | κάκ’ ὀσσόμενος: παρατηρητέον ὅτι, ὅταν ἐκ προσώπου |
| book 105b1.2 | τινὸς ἐπάγειν λόγους μέλλῃ τινὰς ὁ ποιητής, προσημαίνει οἷος ἔσται ὁ |
| book 105b1.3 | λόγος· οἷον εἰπόντος „τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη“ (Α 148), |
| book 105b1.4 | ὑβριστικούς· καὶ πάλιν „καί μιν νεικείων“ (ς 9), θεωρητέον, εἰ οἱ μέλ‐ |
| book 105b1.5.1 | λοντες ἐπάγεσθαι λόγοι ἔχουσιν ὀνείδη· ὅταν δὲ „ὅ σφιν ἐϋφρονέων“ |
| book 105b1.5.2 | (Α 253), φρονίμους προσδεκτέον λόγους· b (BC) T φρόνιμον γὰρ |
| book 105b1.5.3 | τὸ τὰς αἰτίας τῶν ἐνεστηκότων εἰπεῖν καὶ μετὰ ταῦτα ἐπάγειν τὰ |
| book 105b1.5.4 | ποιητέα. T πάλιν δὲ ὅταν προείπῃ „καὶ τότε κουφότερον μετ‐ |
| book 105b1.5.5 | εφώνεε Φαιήκεσσιν“ (θ 201), δεῖ ἡμᾶς τῶν λεχθησομένων ὡς κούφων |
| book 105b1.10.1 | ἀκούειν, ἐπηρμένου καὶ ὑψηγοροῦντος Ὀδυσσέως b (BC) T διὰ |
| book 105b1.10.2 | τὴν νίκην. πάλιν τοίνυν ὁ ποιητὴς τοῦ Ἀγαμέμνονος μέλλοντος λέ‐ |
| book 105b1.10.3 | γειν πρὸς τὸν Κάλχαντα „μάντι κακῶν“ (Α 106) καὶ τὰ ἑξῆς, T |
| book 105b1.10.4 | προδιετύπωσεν ἡμῖν τοὺς λόγους διὰ τοῦ κάκ’ ὀσσόμενος, οὐχ, ὥς |
| book 105b1.10.5 | τινες οἴονται, κακῶς ὑποβλεψάμενος, ἀλλ’ ὅτι κακόμαντιν ἀποκαλῶν· |
| book 105b1.15.1 | ἐπεὶ γὰρ ὄσσα ἐστὶν ἡ θεία φωνή, τῆς ὀπὸς δὲ τῶν θεῶν ἀκούουσιν οἱ |
| book 105b1.15.2 | μάντεις b (BC) T—„ὣς γὰρ ἐγὼν ὄπ’ ἄκουσα θεῶν“ (Η 53)—, |
| book 105b1.15.3 | T διὰ τοῦτο κακοφημίζει αὐτὸν εἰς τοῦτο, b (BC) κακὸν |
| book 105b1.15.4 | ἄγγελον τῆς Διὸς ὄσσης ἀποκαλῶν. T |
| book 105b2 | 〈κάκ’ ὀσσόμενος:〉 κακοφημίσας. Til |
| book 106a1 | 〈μάντι κακῶν:〉 μετὰ τὸ κακῶν στικτέον. Aim |
| book 106a2.1 | μάντι κακῶν: ἡ συνήθεια μετὰ τὸ κακῶν στίζει, καὶ |
| book 106a2.2 | ἔστι τὸ σημαινόμενον κακόμαντι, ἤτοι τὸ δύσφημον τοῦ Κάλχαντος, |
| book 106a2.1 | καὶ ἀεὶ τοιοῦτον λοιδοροῦντος τοῦ Ἀγαμέμνονος, ἢ τὸ παρακολου‐ |
| book 106a2.2 | θοῦν ἀεὶ τοῖς μάντεσιν ὡς ἴδιον ἁμάρτημα τῷ Κάλχαντι προστριβο‐ |
| book 106a2.5 | μένου· μάντεως γὰρ τότε χρεία, ὅταν ἐν συμφορᾷ τινες ὦσιν. A |
| book 106b.1 | μάντι κακῶν: ὁ ζητῶν τὸ τί κακὸν ἐμαντεύσατο, ὀργῆς |
| book 106b.2 | οὐκ οἶδε φύσιν ἐπ’ ἀλήθειαν οὐ φερομένην. b (BC) T τάχα δὲ καὶ |
| book 106b.3 | κακόμαντιν αὐτόν φησι b (BCE4) T διὰ τὸ εἰπεῖν „τῷ δεκάτῳ δὲ |
| book 106b.4 | πόλιν αἱρήσομεν εὐρυάγυιαν“ (Β 329)· ᾤετο γὰρ ταχύτερον πορθή‐ |
| book 106b.5.1 | σειν αὐτὴν διὰ τὸ τὸν Δία „ἀστράπτειν ἐπιδέξι’, ἐναίσιμα σήματα |
| book 106b.5.2 | φαίνειν“ (cf. Β 353)· b (BC) T τὸ γὰρ Ἰφιγενείας ὄνομα οὐδὲ |
| book 106b.5.3 | οἶδεν ὁ ποιητής. ἐπεὶ οὖν οὐ κατέγνωσται, οὐ ψευδῆ αὐτόν, ἀλλὰ |
| book 106b.5.4 | κακόφημόν φησι διὰ τὴν ἀναβολὴν τῆς νίκης· T εἰ γὰρ καὶ ἀληθεῖς |
| book 106b.5.5 | αἱ τῶν φαύλων προγνώσεις, οὐδὲν ἧττον οἱ δυστυχοῦντες τοὺς προ‐ |
| book 106b.10 | ειρηκότας μισοῦσιν ὡς αἰτίους. b (BC) T |
| book 106c.1 | κρήγυον: ὅτι ἅπαξ εἴρηται τὸ κρήγυον, A Aext |
| book 106c.2 | καὶ οὐκ ἔστιν ἀληθές, ἀλλ’ ἀγαθόν· ἀντιδιαστέλλει γοῦν ἐπὶ τὸ „αἰεί |
| book 106c.3 | τοι τὰ κάκ’ ἐστὶ φίλα“ (Α 107). A |
| book 106c | μάντι κακῶν: συντείνει τοῦτο—τῶν στρουθῶν. A |
| book 106d.1 | 〈κρήγυον:〉 τροπῇ τοῦ δ εἰς γ, ὡς γνοφερὸν καὶ „δνο‐ |
| book 106d.2 | φερόν“ (Ι 15. Π 4), οἷον κρήδυνόν τι ὄν, τὸ ἡδῦνον τὸ κέαρ, ὅ ἐστι τὴν ψυχήν, οἷον |
| book 106d.3 | τὸ θυμῆρες τῇ ψυχῇ μου. Til |
| book 106e.1 | κρήγυον: τὸ τῷ κέαρι ἡδὺ καὶ προσηνές, ὃ ταὐτόν ἐστι |
| book 106e.2 | τῷ θυμῆρες. A b (BC) | τὸ δὲ εἶπες „εἶπασ“ Ἀρίσταρχος γράφει, |
| book 106e.3 | κακῶς· εἰπών γὰρ ἀεὶ καὶ εἴποιμι λέγομεν. b (BC) |
| book 108-9a1.1 | ἐσθλὸν δ’ οὔτε τί πω—ἀγορεύεις: δυσκατα‐ |
| book 108-9a1.2 | παύστως ἔχουσι πρὸς τὰς κατηγορίας οἱ ὀργιζόμενοι. | τὸ δὲ καί νυν |
| book 108-9a1.3 | ἐν Δαναοῖσι (109) μᾶλλον αὐτὸν λυπεῖ, ἐπεὶ μὴ κατ’ ἰδίαν ἐκοίνωσεν |
| book 108-9a1 | αὐτῷ. T |
| book 108-9a2.1 | δυσκαταπαύστως ἔχουσι πρὸς τὰς κατηγορίας οἱ ὀρ‐ |
| book 108-9a2.2 | γιζόμενοι καὶ τὰ αὐτὰ ἐπαναπολοῦσιν, ὡς μὴ κατ’ ἀξίαν εἰρηκότες. |
| book 108-9a2.3 | A b (BC) |
| book 108-9b.1 | ἐντεῦθεν οἱ νεώτεροι ὁρμηθέντες ἱστοροῦσιν ὅτι τῶν Ἑλλή‐ |
| book 108-9b.2 | νων ἐν Αὐλίδι, πόλει τῆς Βοιωτίας, ἁθροισθέντων καὶ ἀπλοίᾳ κα‐ |
| book 108-9b.3 | τασχεθέντων, Κάλχας ὁ μάντις ἐξεφώνησε μὴ δύνασθαι εἰς Ἴλιον ἄλ‐ |
| book 108-9b.4 | λως ἐκπλεῦσαι αὐτούς, εἰ μὴ Ἀγαμέμνων Ἰφιγένειαν τὴν θυγατέρα |
| book 108-9b.5.1 | αὐτοῦ σφαγιάσῃ Ἀρτέμιδι, διὰ τὸ φονεῦσαι αὐτὸν τὴν ἱερὰν αἶγα τὴν |
| book 108-9b.5.2 | τρεφομένην ἐν τῷ ἄλσει αὐτῆς καὶ πρὸς τούτῳ καυχησάμενον εἰπεῖν |
| book 108-9b.5.3 | ὅτι οὐδὲ ἡ Ἄρτεμις οὕτως ἂν ἐτόξευσε. τοῦ δὲ Ἀγαμέμνονος διὰ τὴν |
| book 108-9b.5.4 | πολλὴν ἀνάγκην παραστήσαντος τὴν κόρην τῷ βωμῷ, κατοικτει‐ |
| book 108-9b.5.5 | ρήσασαν τὴν θεὰν καὶ ἔλαφον ἀντὶ τῆς παρθένου παραστήσασαν |
| book 108-9b.10.1 | σῶσαι καὶ ἐν Ταύροις τῆς Σκυθίας εἰς τὸ ἱερὸν τῆς θεοῦ εἰπεῖν πεμφ‐ |
| book 108-9b.10.2 | θῆναι αὐτήν. ἡ ἱστορία παρὰ πολλοῖς τῶν νεωτέρων καὶ παρὰ Δί‐ |
| book 108-9b.10.3 | κτυϊ τῷ γράψαντι τὰ Τρωϊκά (FGrHist 49,5). A |
| book 108a.1 | ἐσθλὸν δ’ οὐδέ τί πω εἶπες ἔπος οὐδ’ ἐτέλεσ〈σ〉ας: |
| book 108a.2 | οὕτως 〈***〉 αἱ Ἀριστάρχου καὶ ἡ Ἀριστοφάνους. καὶ ἔστιν ἐμφα‐ |
| book 108a.3 | τικὸν τὸ „οὔτε“ δὶς λεγόμενον. A |
| book 108b.1 | 〈ἐσθλὸν δ’ οὐδέ τί πω εἶπες ἔπος οὐδ’ ἐτέλεσσας:〉 |
| book 108b.2 | ἐμφατικόν ἐστι τὸ †οὐδέ† δὶς λεγόμενον, | καὶ τὴν τῆς μαντείας τύχην |
| book 108b.3 | λοιδορεῖ, ὡς εἴ τι καὶ χρηστὸν προείποι, οὐκ εἰς ἀγαθὸν τελευτᾷ. b |
| book 108b.4 | (BC) T εὐτυχίας οὖν ἔργον καὶ τὴν τέχνην ἀμαυροῦν. T |
| book 110a1.1 | ὡς δὴ τοῦδ’ ἕνεκά σφιν: ἀθετεῖται, ὅτι αἰρομένου τούτου |
| book 110a1.2 | σύντομος γίνεται ἡ ἑρμηνεία καὶ οὐδὲν ἐλλιπὲς ἔχουσα. A |
| book 110a2 | ὅτι ἀθετουμένου αὐτοῦ οὐκ ἐλλιπής, ἀλλὰ σύντομος ἔσται |
| book 110a2 | ἡ ἑρμηνεία. b (BC) Tt |
| book 111 | 〈κούρης:〉 ὅτι ἐλλείπει ἡ περί πρόθεσις. AintTil |
| book 113a.1 | Κλυταιμνήστρης: ἐξαίρει τὸν πόθον, ὅπως μεγίστην |
| book 113a.2 | δοκῇ κατατίθεσθαι τοῖς Ἀχαιοῖς χάριν (δημαγωγικώτατος γάρ |
| book 113a.3 | ἐστιν). ἢ ὅτι περισπούδαστος τοῖς ἐπ’ ἀλλοδαπῆς ὁ τῶν γυναικῶν |
| book 113a.4 | πόθος· ἀπάγων δὲ τοὺς Ἕλληνας τοῦ τοιούτου πόθου ἐπαινεῖ τὴν |
| book 113a.5 | αἰχμάλωτον. b (BC) T |
| book 113a.1 | Κλυταιμήστρης: ἡ Κλυταιμήστρα—Ἑλένης δὲ |
| book 113a.2 | ἀδελφή. A |
| book 113b.1 | προβέβουλα: ἀπὸ τοῦ βούλω μέσος, μόνος ὀφθεὶς ἐν τοῖς |
| book 113b.2 | ἐνεργητικοῖς. A |
| book 114.1 | κουριδίης ἀλόχου: διὰ τί ὁ Ἀγαμέμνων—ἐφύβριστον |
| book 114.2 | πασχούσης; A |
| book 114a.1 | {ἐπεὶ} οὔ ἑθεν: οὕτως ὀξυτονητέον τὴν οὔ ἀπόφασιν, ἵν’ |
| book 114a.2 | εἰς ἁπλῆν μεταληφθῇ ἡ ἀντωνυμία· τοῦτο γὰρ καὶ Ἀρίσταρχος |
| book 114a.3 | παρήγγειλεν (ἐὰν γὰρ ὀρθοτονήσωμεν, ἔσται τὸ ἑαυτῆς σύνθετον). |
| book 114a.4 | οὕτως 〈οὖν〉 ὡς τὸ „οἵ ἑθεν ὀτρύνοντοσ“ (Ο 199) καὶ „οὕς ἑθεν εἵνεκ’ |
| book 114a.5 | ἔπασχον“ (Γ 128). A |
| book 114b.1 | οὔ ἑθεν: τὸ μὲν πρῶτον καὶ δεύτερον πρόσωπον τοῦ |
| book 114b.2 | ἕθεν ὀρθοτονεῖται, τὸ δὲ τρίτον δισσόν ἐστι τῷ τόνῳ· νῦν οὖν ἐγκλι‐ |
| book 114b.3 | τέον. b (BC) T |
| book 115.1 | 〈οὐ δέμας οὐδὲ φυὴν οὔτ’ ἂρ φρένας οὔτε τι ἔργα:〉 ἐν |
| book 115.2 | μονοστίχῳ πᾶσαν ἀρετὴν γυναικὸς περιέλαβεν. καὶ ἀλλαχοῦ· „κάλλεϊ |
| book 115.1 | καὶ ἔργοισιν ἰδὲ φρεσὶ πευκαλίμῃσιν“ (Ν 432), b (BCE4) Tt „καλή |
| book 115.2 | τε μεγάλη τε καὶ ἀγλαὰ ἔργ’ εἰδυῖα“ (ο 418). b (BCE4) T | φυήν δὲ τὸ |
| book 115.5.1 | δι’ ὅλου κάλλος, b (BCE4 E4il) T ὡς τὸ „φυήν γε μὲν οὐ κακός b |
| book 115.5.2 | (BCE4) T ἐστι / μηρούς τε κνήμας τε καὶ ἄμφω χεῖρασ“ (θ 134—5). |
| book 115.5.3 | b (BCE4) |
| book 115 | οὐ δέμας: δέμας ὁ ποιητὴς—σῶμα αἰσχύνομαι. A |
| book 116a.1 | 〈καὶ ὧς:〉 τὸ ὡς ὁπότε σημαντικόν ἐστι τοῦ ὅμως, περι‐ |
| book 116a.2 | σπᾶται. Aint |
| book 116b.1 | 〈ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν, εἰ τό γ’ ἄμει‐ |
| book 116b.2 | νον:〉 στικτέον ἐπὶ τὸ ἄμεινον· ψυχροὶ γὰρ οἱ ἐπὶ τὸ πάλιν στίζον‐ |
| book 116b.3 | τες. Aim |
| book 117a.1 | βούλομ’ ἐγὼ λαὸν σόον: ὅτι Ζηνόδοτος αὐτὸν ἠθέτη‐ |
| book 117a.2 | κεν ὡς τῆς διανοίας εὐήθους οὔσης. οὐ δεῖ δὲ αὐτὸν ἰδίᾳ προφέρε‐ |
| book 117a.3 | σθαι, ἀλλὰ συνάπτειν τοῖς ἄνω· ἐν ἤθει γὰρ λέγεται. A |
| book 117b1.1 | σόον ἔμμεναι: οὕτως „σῶν“ αἱ Ἀριστάρχου, οὐ διῃρη‐ |
| book 117b1.2 | μένως „σόον“, ἀλλὰ „σῶν“. συνᾴδει καὶ τὸ „νῦν μοι σῶς αἰπὺς ὄλε‐ |
| book 117b1.3 | θροσ“ (ε 305). ἔσθ’ ὅπου δὲ καὶ διαιρεῖ „σόον δ’ ἀνένευσε“ (Π 252). | ὁ |
| book 117b1.4 | δὲ λόγος τοιοῦτος· θέλω, φησίν, ἐγὼ τὸν ὄχλον μᾶλλον σώζεσθαι καὶ |
| book 117b1.5.1 | αὐτὸς ἀπολέσθαι· ὁ γὰρ ἤ σύνδεσμος ἀντὶ τοῦ καί παρείληπται τῷ |
| book 117b1.5.2 | ποιητῇ. | Πορφύριος (1,7,22) δὲ παραδιαζευκτικὸν ἀντὶ τοῦ καὶ ἀπολέσθαι |
| book 117b1.5.3 | ἐγώ. A |
| book 117b2.1 | αἱ πᾶσαι „σῶν“ εἶχον· καὶ συνᾴδει τὸ „νῦν τοι σῶς |
| book 117b2.2 | αἰπὺς ὄλεθροσ“ (Ν 773). b (BC) T |
| book 117c.1 | 〈ἢ ἀπολέσθαι:〉 διασαφητικῶς ἀντὶ τοῦ ἤπερ, ὡς τὸ „ἢ |
| book 117c.2 | ἀφνειότεροι“ (α 165). ἔστι δὲ μετὰ ἤθους. | Πορφύριος δὲ (1,7,22) |
| book 117c.3 | παραδιαζευκτικὸν ἀντὶ τοῦ καί, οἷον καὶ ἀπολέσθαι ἐγώ. b (BC) T |
| book 118.1 | αὐτὰρ ἐμοὶ 〈γέρας αὐτίχ’ ἑτοιμάσατ’〉: ἀλλοιωτικῇ |
| book 118.2 | στάσει κέχρηται μετατιθεὶς τὰ ὀνόματα πρὸς κόσμον ἑαυτοῦ. b (BC) |
| book 118.3 | T προσφυῶς δὲ πρὸς τὸν Ἀχιλλέα ἐπεισέρχεται. b (BC) |
| book 118-9.1 | μὴ οἶος / 〈Ἀργείων〉: ἱκανὸν μὲν ἦν αὐτῷ καὶ τῶν |
| book 118-9.2 | ἀριστέων μόνον εἰπεῖν. ἀλλὰ διὰ τοῦτο πάντων ἔφη, ἵνα τὴν εἰς αὑτὸν |
| book 118-9.3 | ἀτιμίαν αὐξήσῃ. b (BCE4) T |
| book 119.1 | ἀγέραστος: ὡς ἀπείραστος, ἀβίαστος. b (BC) T | ἵνα δὲ |
| book 119.2 | μὴ δοκῇ τοῦ μηδενὸς καταπεφρονηκέναι, τὸ ἴσον αἰτεῖ. b (BCE4) T |
| book 120a.1 | λεύσσετε: Ἀρίσταρχος διὰ δύο σς, ἐγὼ δὲ ἐνεστῶτα ἀπὸ |
| book 120a.2 | τοῦ μέλλοντος, ὡς „ἄξετε“ (Γ 105), „οἴσετε“ (Γ 103), „καταβήσεο |
| book 120a.3 | δίφρου“ (Ε 109). A |
| book 120b.1 | λεύσετε γὰρ τό γε πάντες〈—ἄλλῃ〉: Ἀρίσταρ‐ |
| book 120b.2 | χος μέλλοντά φησιν, ἐγὼ δὲ ἐνεστῶτα ἀπὸ μέλλοντος, ὡς τὸ „ἄξετε“, |
| book 120b.3 | „οἴσετε“ b (BC) T | τὸ δὲ ὅ μοι ἀποκοπὴ τοῦ ὅτι. b (BCE4) T | τὸ |
| book 120b.4 | δὲ ἄλλῃ μετὰ τοῦ ι γράφομεν. b (BC) T |
| book 120c | 〈ὅ μοι:〉 ἀποκοπὴ τοῦ ὅτι μοι. Ail |
| book 120d.1 | {λεύσσετε γὰρ πάντες ὅ μοι γέρας ἔρχεται} ἄλλῃ: σὺν τῷ |
| book 120d.2 | ι τὸ ἄλλῃ. καὶ ἔστιν ἄλλοσε, ὥσπερ τὸ „πάντῃ“ (Α 384. Ε 495 al.)· ὁ γὰρ νοῦς τῶν λεγο‐ |
| book 120d.3 | μένων τοιοῦτος· ἐμοὶ δὲ γέρας παρασκευάσατε, ὅπως μὴ ὑπολειφθῶ |
| book 120d | ἀγέραστος ἐν τοῖς Ἕλλησι· ὁρᾶτε γὰρ δή μου τὸ γέρας ἀλλαχόσε |
| book 120d.5.1 | ἀπερχόμενον. θαυμάσειε δ’ ἄν τις Πτολεμαίου τοῦ Ὀροάνδου τὴν |
| book 120d.5.2 | ἀπειρίαν· ἐν γὰρ τῷ τρίτῳ τῶν Ὁμηρικῶν ὑποδειγμάτων, παρα‐ |
| book 120d.5.3 | δεικνὺς ὅτι ἀντὶ τοῦ ἑτέρου τῷ ἄλλῳ ἔσθ’ ὅπῃ καταχρῆται Ὅμηρος, |
| book 120d.5.4 | καὶ τοῦτο φέρων ἐντέθεικε τὸ μαρτύριον „λεύσσετε γὰρ 〈...〉 ὅ μοι |
| book 120d.5.5 | γέρας ἔρχεται ἄλλῃ“ ὡς ἐκεῖνο „πῦρ ἕτερον μὲν ὑπ’ αἰθούσης εὐεργέος |
| book 120d.10.1 | αὐλῆς, / ἄλλο δ’ ἐνὶ προδόμῳ“ (Ι 472—3) καὶ „ὅς χ’ ἕτερον μὲν κεύθῃ |
| book 120d.10.2 | ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ“ (Ι 313). ἁπλῶς δ’ ἔοικε νοῦς ὑγιὴς μὴ ὑπο‐ |
| book 120d.10.3 | φαίνεσθαι διὰ τῆς ἐκδοχῆς ταύτης, καὶ εἴη ἂν τὸ παρόραμα οὐκ ἐπι‐ |
| book 120d.10.4 | στήσαντος αὐτοῦ τοῖς παραδείγμασιν. A |
| book 121.1 | ποδάρκης: ὁ ἑαυτῷ τοῖς ποσὶν ἐπαρκῶν, ἢ καὶ τοῖς ἄλλοις |
| book 121.2 | ὡς τὸ „λαοσσόοσ“ (Ν 128 al.). b (BC) T |
| book 122.1 | 〈φιλοκτεανώτατε:〉 οὐ γὰρ γέρως Ἀγαμέμνων, ἀλλὰ |
| book 122.2 | κέρδους ἀντιποιεῖται. b (BCE4) T |
| book 123.1 | πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί: ὡς |
| book 123.2 | ἐν ἀρχῇ προσκρούει μετρίως, κατ’ ὀλίγον ἐμφαίνων τὸ εἰρωνικόν. |
| book 123.3 | συνάξας δὲ τὴν ἐκκλησίαν δικαίως ὑπὲρ ἁπάντων στασιάζει, ὡς καὶ |
| book 123.4 | τῆς λείας ἄρχων ὤν. ἔστι δὲ καὶ τὸ μεγάθυμοι δημαγωγικόν. b (BC) T |
| book 123-4 | πῶς γάρ τοι, / οὐδέ τί πω ἴδμεν: ὁ δέ ἀντὶ τοῦ γάρ. | |
| book 123-4.1 | αἱ πᾶσαι δὲ που ἔχουσιν. | ὡς πρὸς ἐντροπὴν δὲ τὴν κοινὴν ἀπορίαν |
| book 123-4.2 | προβάλλεται. b (BC) TTinf |
| book 124a.1 | 〈οὐδέ τί πω:〉 διὰ τοῦ ο καὶ υ. οὕτως καὶ ἡ Σωσιγένους |
| book 124a.2 | καὶ ἡ Ἀριστοφάνους. A |
| book 124b | οὐδέ τί πω ἴδμεν ξυνήϊα 〈κείμενα πολλά〉: τινὲς ἐπὶ |
| book 124b.1 | τὸ κείμενα στίζουσι, καὶ τὸ πολλά τοῖς ἑξῆς συνάπτουσιν, κακῶς. |
| book 124b.2 | A | ξυνὸν δὲ ξυνεῖον ὡς κοινὸν κοινεῖον· καὶ διαιρέσει Ἰωνικῇ ξυνή‐ |
| book 124b.3 | ϊον. A b (BC) T |
| book 125.1 | τὰ δέδασται: †τὰ καθόλου. πᾶν δὲ ἄρθρον ἀντὶ ἀντωνυ‐ |
| book 125.2 | μίας λαμβανόμενον βαρύνεται. b (BC) T |
| book 126.1 | λαούς: παρὰ τὸ λᾶαν. λᾶας δὲ κατὰ διάλεκτον ὁ λίθος. |
| book 126.2 | Προμηθέως παῖς—οὓς δὲ ἡ Πύρρα γυναῖκες. A |
| book 126a | παλίλλογα 〈ταῦτ’〉: οὐ δίκαιόν ἐστι εἰς τὸ αὐτὸ πάλιν |
| book 126a.1 | συναγαγεῖν τοὺς Ἕλληνας τὰ ἅπαξ φθάσαντα αὐτοῖς διαμερισθῆναι |
| book 126a.2 | χρήματα. | παρὰ τὸ λέγω, ὅθεν καὶ τὸ συλλέγω. | τὸ δὲ ταῦτα |
| book 126a.3 | Τυραννίων (fr. 2 P. = H.) ὀξύνει. A |
| book 126b.1 | ταῦτ’ ἐπαγείρειν: ταῦτα Τυραννίων (fr. 2 P.) ὀξύ‐ |
| book 126b.2 | νει, ἵν’ ᾖ τὰ αὐτά. b (BCE4) T |
| book 127.1 | θεῷ πρόες: πρὸς τὸ ἀναγκαῖον τῆς ἀποδόσεως οὐκ εἶπε |
| book 127.2 | πατρὶ πρόες οὐδ’ Ἀχαιοῖς, ἀλλὰ τῷ θεῷ. b (BC) T |
| book 127-8.1 | αὐτὰρ Ἀχαιοί / τριπλῇ τετραπλῇ τ’ ἀποτίσο‐ |
| book 127-8.2 | μεν: οὐ χάριν αἰτεῖ, ἀλλ’ ὡς κακῷ δανειστῇ κέχρηται, καὶ διπλᾶ καὶ |
| book 127-8.3 | τριπλᾶ ἀποδώσειν ἐπαγγέλλεται. A |
| book 128a | 〈τριπλῇ:〉 ἀντὶ τοῦ τριπλῶς. Til |
| book 128b.1 | ἀποτίσομεν, αἴ κέ ποθι Ζεύς: πιστοῦται τὴν ὑπό‐ |
| book 128b.2 | σχεσιν ὡς ἐπὶ δανείου, καὶ ἑαυτὸν καθυπογράφει τῷ χρέει. A b (BC) T |
| book 128c | αἴ κέ ποθι Ζεύς: ὅτι μεθ’ ὑπεξαιρέσεως δεῖ ποιεῖσθαι τὰς |
| book 128c | ὑποσχέσεις διὰ τὸ ἄδηλον τῆς τύχης. A b (BC) |
| book 129a1 | δῷσι πόλιν Τροΐην: ὅτι Ζηνόδοτος γράφει „δῷσι πόλιν |
| book 129a1.1 | Τροίην“, ὡς ἐπὶ τὴν Ἴλιον βουλόμενος γενέσθαι τὴν ἀναφοράν, ἀπι‐ |
| book 129a1.2 | θάνως· ἄδηλον γὰρ ἦν, εἰ ἑλοῦσιν αὐτήν. ἔστιν οὖν ὁ λόγος περὶ μιᾶς |
| book 129a1.3 | πόλεως τῶν περιοίκων· ταύτας γὰρ ἐπόρθει ὁ Ἀχιλλεύς· διὸ καὶ ἐν τρισὶ |
| book 129a1.5.1 | συλλαβαῖς ἀναγινώσκεται. | Ζωΐλος δὲ ὁ Ἀμφιπολίτης (fr. 14 Friedl. |
| book 129a1.5.2 | = FGrHist 71,6) καὶ Χρύσιππος ὁ Στωϊκὸς (St. V. Fr. III 769) |
| book 129a1.5.3 | σολοικίζειν οἴονται τὸν ποιητήν, ἀντὶ ἑνικοῦ πληθυντικῷ χρησάμε‐ |
| book 129a1.5.4 | νον ῥήματι· τὸ γὰρ δῷσι φασὶ πληθυντικόν. ἀγνοοῦσι δέ· ἔστι γὰρ |
| book 129a1.5.5 | τὸ δῷ ἑνικὸν ἐκτεταμένον, ὡς τὸ λέγῃ λέγῃσι, φέρῃ φέρῃσι. τοιοῦτόν |
| book 129a1.10.1 | ἐστι καὶ τὸ ἐν Ὀδυσσείᾳ (α 168), τὸ „φῇσιν ἐλεύσεσθαι“ καὶ τὸ |
| book 129a1.10.2 | „εἰσόκε μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἕεδνα“ (θ 318)· κἀνταῦθα |
| book 129a1.10.3 | γὰρ ἀποδῷ· διὸ καὶ τὸ ι ἔχει προσκείμενον. | μέμνηται αὐτοῦ κἀν |
| book 129a1.10.4 | τῇ Ὀρθογραφίᾳ ὁ Ἡρωδιανός (2,419,8). A |
| book 129a2 | 〈δῷσι:〉 δίδωσιν, ὡς „φῇσιν ἐλεύσεσθαι“. Til |
| book 129b.1 | δῷσι: ἐξ ὑποτακτικοῦ τοῦ δῷ τρίτου προσώπου, κατὰ |
| book 129b.2 | ἐπέκτασιν τῆς σι συλλαβῆς δῷσι. b (BC) T | ἔμφασιν δὲ ἔχει καὶ ἡ |
| book 129b.3 | προσθήκη τῆς εξ. b (BC) T Til |
| book 129c.1 | Τροΐην: οὕτως Ἀρίσταρχος τρισυλλάβως, καὶ ἐνθάδε |
| book 129c.2 | καὶ ἐν τῇ λ τῆς Ὀδυσσείας (510)· „ἤτοι ὅτ’ ἀμφὶ πόλιν Τροΐην φρά‐ |
| book 129c.3 | ζευ“. καὶ ἐπείσθη αὐτῷ ἡ παράδοσις. ἔστι δὲ καὶ τὸ τῆς χρήσεως τῆς |
| book 129c.4 | Ὁμηρικῆς ἰδίωμα παραφυλάξαι οὕτως, ὡς ὅτι εἴ που λέγει τὸ Τροίη |
| book 129c.5 | δισυλλάβως, οὐδέποτε ἐπιφέρει τὸ πόλις, οἷον „εἰσόκε περ Τροίην |
| book 129c.1 | διαπέρσομεν“ (Ι 46), „ἔνθα κεν ὑψίπυλον Τροίην ἕλον υἷεσ“ (Π 698), |
| book 129c.2 | „Τροίῃ ἐν εὐρείῃ“ (Ω 256), καὶ ἀλλαχοῦ. ἐπὶ μέντοι τούτων τῶν δύο |
| book 129c.3 | ὁμοιοπτώτως ἐπήνεγκε τὸ πόλιν 〈τῷ〉 Τροΐην· δῷσι πόλιν Τρο‐ |
| book 129c.4 | ΐην καὶ τὸ „ἤτοι †ἀμφὶ πόλιν Τροΐην“ (λ 510). ταῦτα ὁ Ἡρωδιανός |
| book 129c.10 | (2, 23, 36). A |
| book 131a.1 | μηδ’ οὕτως ἀγαθός περ: ὅτι ἰδίως κέχρηται τῷ πέρ |
| book 131a.2 | συνδέσμῳ ἀντὶ τοῦ γέ ἢ τοῦ δή. A |
| book 131b.1 | ἀγαθός περ: ἀντειρωνεύεται b (BCE4) T πρὸς τὸ |
| book 131b.2 | „κύδιστε“ (Α 122). ὁ δὲ πέρ ἐναντιωματικός ἐστιν. b (BC) T |
| book 131b | θεοείκελ’ Ἀχιλλεῦ: εὐειδὴς γὰρ—ὅτι εἴη ἀνήρ. A |
| book 132.1 | κλέπτε νόῳ, 〈ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεισ〉: |
| book 132.2 | ἀπὸ τῶν δρομέων· b (BC) T οὔτε τῷ κλέπτειν νικήσεις οὔτε πεί‐ |
| book 132.3 | σεις. b (BCE4) T |
| book 133-4.1 | ἦε θέλεις, ὄφρ’〈—ἀποδοῦναι〉: ἀθετοῦνται, ὅτι |
| book 133-4.2 | εὐτελεῖς τῇ συνθέσει καὶ τῇ διανοίᾳ, καὶ μὴ ἁρμόζοντες Ἀγαμέμνονι. A |
| book 133a.1 | ἢ ἐθέλεις: πράγματος προκειμένου περὶ κοινῆς σωτηρίας |
| book 133a.2 | μέτεισιν ἐφ’ ἑτέραν παρασκευήν, ὡς οὐκ ἐξὸν Ἀχιλλεῖ λέγειν ὡς ὅτι |
| book 133a.3 | βλάπτει τὸ κοινὸν ἐχομένης τῆς παλλακῆς αὐτοῦ. b (BC) T |
| book 133b.1 | 〈ὄφρ’ αὐτὸς ἔχῃς γέρας, αὐτὰρ ἔμ’ αὔτως:〉 |
| book 133b.2 | ἐσχημάτισεν οὐχ ὁμοίως, τῷ αὐτός ἐπενεγκὼν αὐτὰρ ἔμ’ αὔτως. Aint |
| book 134.1 | κέλεαι: καὶ μὴν ὁ μάντις εἶπε· „πρίν γ’ ἀπὸ πατρὶ φίλῳ |
| book 134.2 | δόμεναι“ (Α 98). ἀλλά γε αὐτὸς ἐκκλησιάζει. b (BC) T |
| book 135-9.1 | ἀλλ’ εἰ μέν〈—ἄξω ἑλών〉: εὐφυῶς δὲ ἐπεισέρχε‐ |
| book 135-9.2 | ται Ἀχιλλεῖ. T |
| book 135-7 | ἀλλ’ εἰ μὲν δώσουσι〈—αὐτὸς ἕλωμαι〉: |
| book 135-7.1 | Ἀττικὴ τῶν προτέρων ἡ παράλειψις, ὡς τὸ „κἂν μὲν ἀποφήνω |
| book 135-7.2 | μόνην / ἀγαθῶν ἁπάντων οὖσαν αἰτίαν ἐμέ / ὑμῖν δι’ ἐμέ τε ζῶντας |
| book 135-7.3 | ὑμᾶς· εἰ δὲ μή, / ποιεῖτον ἤδη τοῦθ’ ὅ τι ἂν ὑμῖν δοκῇ“ (Ar. Plut. |
| book 135-7.5.1 | 468—71). καὶ ἐν Θεσμοφοριαζούσαις (536)· „εἰ μὲν οὖν ἔστι τις· εἰ δὲ |
| book 135-7.5.2 | μή, ἡμεῖς τε καὶ τὰ δουλάρια τέφραν ποθὲν λαβοῦσαι“· b(BCE4) |
| book 135-7.5.3 | T ἐπὶ γὰρ πάντων τὸ καλῶς ἔχει, ὡς καὶ ἐνταῦθα, ἐλλείπει. b |
| book 135-7.5.4 | (BCE4) |
| book 136a.1 | ἄρσαντες: Ἀρίσταρχος δασύνει· ἔνθεν γάρ φησι γεγο‐ |
| book 136a.2 | νέναι καὶ τὸ ἅρμα. ὁ δὲ Ἡρωδιανὸς (2,24,14) ψιλοῖ, λέγων ἀπὸ τοῦ |
| book 136a.3 | ἄρω, οὗ ὁ μέλλων Αἰολικῶς ἄρσω· τὸ δὲ α καὶ τὸ ε πρὸ τοῦ ρ ὄντα, |
| book 136a.4 | ἑτέρου φωνήεντος ἐπιφερομένου, ψιλοῦται. A b (BC) T | ἔοικε δὲ βα‐ |
| book 136a.5 | σιλικὸν εἶναι τὸ ἐκλέγεσθαι τῆς λείας ὃ θέλει. b (BCE4) TTil |
| book 136b | 〈ἀντάξιον:〉 τοῦτο πῶς ἀντάξιον ἔσται; Til |
| book 137.1 | ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι: ὅτι περισσεύει ὁ δέ σύνδεσμος, |
| book 137.2 | καὶ τὸ ῥῆμα ἤλλακται, ἕλωμαι ἀντὶ τοῦ ἑλοίμην. οὕτως δὲ γίνεται |
| book 137.3 | περισσὸς ὁ „ἄξω ἑλών“ (Α 139). A |
| book 138a.1 | ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας ἢ Ὀδυσσῆος: ἐνδεικνύ‐ |
| book 138a.2 | μενος τὴν ἀρχὴν πᾶσιν ἀπεχθάνεται, μάλιστα δὲ τοῖς Ἀχιλλέως. b |
| book 138a.3 | (BCE4) T | Ὀδυσσέως δὲ γέρας Λαοδίκη ἡ Κύκνου. b (BC) T | τούτων |
| book 138a.4 | δὲ μέμνηται, ὅτι ὁ μὲν συγγενής, ὁ δὲ φίλος. ἀμέλει καὶ τελευτῶντος |
| book 138a.5.1 | αὐτοῦ μόνοι προὔστησαν τοῦ σώματος αὐτοῦ, καὶ μόνοι πρεσβεύονται |
| book 138a.5.2 | πρὸς αὐτόν. b (BCE4) T |
| book 138b.1 | ἰὼν γέρας: μέχρι τοῦ γέρας δεῖ ἀναπαύειν τὸν λόγον, |
| book 138b.2 | τὰ δὲ λοιπὰ τοῖς ἑξῆς ἐπιφέρειν, ἵνα μὴ ἐνοχλεῖν δοκῇ δὶς τὸ ἑλεῖν |
| book 138b.3 | κείμενον. b (BCE4) T |
| book 139a.1 | ἄξω ἑλών: ἀθετεῖται, ὅτι πλήρης ὁ λόγος, ἀλλαγῆς γε‐ |
| book 139a.2 | νομένης τοῦ ῥήματος, „ἕλωμαι“ (Α 137) ἀντὶ τοῦ ἑλοίμην. καὶ εὔηθες |
| book 139a.3 | τὸ προσκείμενον ὁ δέ κεν κεχολώσεται· πῶς γὰρ οὐκ ἔμελλε χο‐ |
| book 139a.4 | λοῦσθαι; A |
| book 139b.1 | ὁ δέ κεν κεχολώσεται: δοκεῖ ὑπὲρ ἑαυτοῦ ἀπολογεῖ‐ |
| book 139b.2 | σθαι, τὸ διάφορον οὐκ εἰδὼς τῆς ἀφαιρέσεως. Tt |
| book 140.1 | ἀλλ’ ἤτοι μὲν ταῦτα: εὐσεβῶς καὶ βασιλικῶς μεταφέρει |
| book 140.2 | τὸν λόγον· καὶ οἶδε μὲν εὖ ἔχουσαν τὴν παραίνεσιν (ἐπεὶ οὐκ ἂν |
| book 140.3 | ἔπραξεν), ἐπιφέρει δὲ τὴν δυσχέρειαν κατὰ τῶν συμβουλευσάντων. b |
| book 140.4 | (BC) T |
| book 141-4.1 | 〈νῦν δ’ ἄγε νῆα—βήσομεν:〉 καὶ ταῖς φωναῖς |
| book 141-4.2 | κυρίως χρῆται, καὶ μίαν τὴν δωρεὰν οὖσαν πολλὰς ἐν τῇ διαιρέσει |
| book 141-4.3 | ποιεῖ. ἔστι δὲ ἐν τῷ λόγῳ καὶ τὸ ὁμοιοτέλευτον καλούμενον σχῆμα. b |
| book 141-4 | (BC) T | τὸ δὲ ἐπιτηδές (142) ὀξυντέον. T |
| book 141.1 | 〈ἐρύσσομεν:〉 ὅτι τὸ ἐρύσσομεν ἐστὶν ἀντὶ τοῦ ἐρύσωμεν· |
| book 141.2 | συνέσταλται γάρ. Aim |
| book 142a | 〈ἐς δ’ ἐρέτας:〉 διὰ τοῦ ν Ἀρίσταρχος, „ἐν δ’ ἐρέτασ“. Aint |
| book 142b | 〈ἐρέτας:〉 κωπηλάτας. Til |
| book 142c.1 | ἐπιτηδές: τὸ ἐπιτηδές ὀξυντέον· ἀπὸ τοῦ ἐπιτηδεῖς |
| book 142c.2 | γάρ, τὰ δὲ ὀνοματικὰ ἐπιρρήματα τὸν αὐτὸν τοῖς ὀνόμασι φυλάσσει |
| book 142c.3 | τόνον. b (BC) T |
| book 143.1 | θείομεν, ἂν δ’ αὐτήν: ὅτι Ζηνόδοτος αὐτὸν ἠθέτηκεν. |
| book 143.2 | ἀναγκαῖος δὲ ὁ περὶ τῆς Χρυσηΐδος λόγος· ταύτης γὰρ ἕνεκα ἐγένετο |
| book 143.3 | καὶ ὁ λοιμός. A |
| book 144a.1 | 〈εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω:〉 βραχὺ |
| book 144a.2 | διασταλτέον ἐπὶ τὸ ἀρχός, ἵν’ ᾖ ἀνὴρ βουληφόρος ἀρχὸς ἔστω. Aim |
| book 144b | 〈ἀρχός:〉 ναύαρχος. Til |
| book 144c.1 | βουληφόρος: ᾧ τὰ κοινὰ τῆς βουλῆς ἐπαναφέρεται. b |
| book 144c.2 | (BCE4) TTil | ἐκ τοῦ ἀρχός δὲ τὸν ναύαρχον ἐδήλωσεν. b (BC) T |
| book 145-6.1 | 〈ἢ Αἴας—ἐκπαγλότατ’ ἀνδρῶν:〉 θεραπεύει |
| book 145-6.2 | τοὺς δοκοῦντας σὺν τῷ Ἀχιλλεῖ διὰ τῆς ἀπειλῆς ὑβρίσθαι, παρενθεὶς |
| book 145-6.3 | ἕνεκα τοῦ μὴ δοκεῖν κολακεύειν τὸν Ἰδομενέα, b (BC) T ὅς ἐστι καὶ |
| book 145-6.4 | συγγενὴς αὐτῷ. T παραφυλακτέον δὲ ὅτι, ὅτε μὲν ἀτιμάσαι |
| book 145-6.5.1 | ἀπειλεῖ, προτίθησι τῶν ἀτιμαζομένων τὸν Ἀχιλλέα, b (BC) T „ἢ |
| book 145-6.5.2 | τεὸν ἢ Αἴαντοσ“ (Α 138), T ὅτε δὲ ὑπὲρ Ἑλλήνων θῦσαι ἔδει |
| book 145-6.5.3 | ἀπελθόντα, τελευταῖον αὐτὸν καταλέγει καὶ μετὰ ὕβρεως, b (BC) |
| book 145-6.5.4 | T ἐκπαγλότατε (146)· ὑβριστικὸν γὰρ τὸ ἔκπαγλον καὶ ἀεικές. |
| book 145-6.5.5 | b (BCE4) T |
| book 146 | 〈ἠὲ σύ, Πηλείδη:〉 ἵνα ἢ ἀπελθὼν ἠπιωθῇ, ἢ μὴ ἀπελθὼν |
| book 146 | αἰτίαν ἔχῃ τοῦ λοιμοῦ. b (BCE4) T |
| book 147a1.1 | ὄφρ’ ἥμιν: οὕτως ὀξυτόνως τὴν ἄρχουσαν τοῦ ἥμιν· |
| book 147a1.2 | ἁπλῆ γάρ ἐστιν. ἐκτατέον δὲ καὶ τὴν τελευταίαν· δεῖ γὰρ ῥωννύναι |
| book 147a1.3 | μᾶλλον τὸ μέτρον. A |
| book 147a2 | 〈ἥμιν:〉 ἐγκλιτέον. Ail |
| book 148.1 | τὸν δ’ ἄρ’ ὑπόδρα 〈ἰδών〉: τὸ σημεῖον ὅτι 〈***〉 | εἰκὸς |
| book 148.2 | ἦν διαπεπυρῶσθαι τὸν Ἀχιλλέα, ὅτε ἔλεγεν ὁ Ἀγαμέμνων „ἢ τεὸν ἢ |
| book 148.3 | Αἴαντοσ“ (Α 138). ὁ δὲ ποιητὴς διαστηματικὸς ὢν οὐκ ἠδυνήθη εἰ‐ |
| book 148.4 | πεῖν, μέχρις οὗ συγκλείσῃ τὸν Ἀγαμέμνονος λόγον. A |
| book 149a.1 | ὤ μοι ἀναιδείην: διετύπωσε νέον φιλότιμον, ἥττονα |
| book 149a.2 | †δικαίου† θυμοῦ, διὰ τοῦ „ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην“ (Α 104). |
| book 149a.3 | b (BCE4) T |
| book 149b.1 | 〈ἀναιδείην〉 ἐπιειμένε: προφανῆ τὴν ἀναίδειαν ἔχων, |
| book 149b.2 | b (BCE4) T ἀπὸ μεταφορᾶς τῆς ἔξω καὶ πᾶσιν ὁρωμένης ἐσθῆτος. |
| book 149b.3 | b (BCE4) ἔστι δὲ φύσει ὁ φιλοχρήματος καὶ ἀναιδής. b (BCE4) T |
| book 149b.4 | ἐάσας δὲ τὸ γέρας, ὃ ἄνω καὶ κάτω θρυλεῖ, κοινὰς ἀδικίας διέξεισι, |
| book 149b.5.1 | φιλοτέχνως τὴν ἰδίαν ὕβριν κοινοποιούμενος καὶ ἐπισείων αὐτῷ τὸ |
| book 149b.5.2 | πλῆθος. b (BE4) T |
| book 149c.1 | κερδαλεόφρον: παροξυτόνως ἡ κλητική. καὶ καθόλου τὰ |
| book 149c.2 | παρὰ τὸ φρήν συντεθέντα, εἰς ων καταλήξαντα, ἐπὶ κλητικῆς παρ‐ |
| book 149c.3 | οξύνεται, Λυκόφρον, „καρτερόθυμε δαΐφρον“ (Ε 277). τὰ δὲ ἄλλα ἐπὶ |
| book 149c.4 | κλητικῆς ἀναδίδωσι τὸν τόνον, ὁπότε ἐστὶ σύνθετα εἰς ον βαρύτονα, |
| book 149c.5.1 | „Ἀγάμεμνον“ (Β 362 al.), „ὀλβιόδαιμον“ (Γ 182), „κυλλοπόδιον“ |
| book 149c.5.2 | (Φ 331), „Ποσείδαον“ (Υ 115 al.). ἔνθεν παράλογος ἡ Λακεδαῖμον |
| book 149c | προπερισπωμένη κλητική. A |
| book 149d.1 | κερδαλεόφρον: ἁπλᾶ μὲν ὄντα μέσα ἐστί, συντιθέμενα δὲ |
| book 149d.2 | ψόγον δηλοῖ, ὡς ὄψα ἐσθίειν καὶ ὀψοφαγεῖν. φησὶ γοῦν· „κέρδεά θ’ οἷ’ |
| book 149d.3 | οὔ πώ τιν’ ἀκούομεν“ (β 118). A b (BC) T | φυλάσσει δὲ τὸν τόνον |
| book 149d.4 | τὰ παρὰ τὸ φρήν· τὰ δ’ ἄλλα ἀναπέμπει, οἷον „Ἀγάμεμνον“, |
| book 149d.5 | „δαΐφρον“ (Δ 93. Ε 277) δέ, πλὴν τοῦ Λακεδαῖμον. b (BC) T |
| book 150.1 | 〈πῶς τίς τοι:〉 τοῦτο κατὰ ἀγανάκτησιν, ἤτοι ἐπιτίμησιν. |
| book 150.2 | b (B) |
| book 151a.1 | ἢ ὁδόν: φασὶ μέν τινες περὶ τοῦ πλοῦ λέγειν. b (BCE4) |
| book 151a.2 | ἐγὼ δὲ τὸν λόχον φημί, b (BCE4) T ἐπείπερ τὴν ὁδὸν λοχῶσι, |
| book 151a.3 | T ἵνα τοὺς δύο κινδύνους ὁρίζῃ ἐν ταὐτῷ, ὃν μὲν τῶν ἀριστέων ὡς |
| book 151a.4 | ἴδιον, ὃν δὲ τῶν ὄχλων ὡς κοινόν, ὡς κἀκεῖ b (BE4) T „οὐδέ ποτ’ |
| book 151a.5.1 | ἐς πόλεμον ἅμα λαῷ / οὔτε λόχον 〈δ’〉 ἰέναι σὺν ἀριστήεσσιν“ (Α |
| book 151a.5.2 | 226—7). b (BCE4) T |
| book 151b.1 | ἶφι: ἐσχημάτισται οὕτως· ἴς ἰνός ἰνόφι, ὡς χαλκός χαλκοῦ |
| book 151b.2 | „χαλκόφι“ (Λ 351), καὶ κατὰ συγκοπὴν τῆς νο συλλαβῆς ἶφι. A |
| book 152.1 | 〈αἰχμητάων:〉 ὁ ἔπαινος τῶν πολεμίων καὶ Ἀγαμέμνονα |
| book 152.2 | λυπεῖ καὶ Ἀχιλλεῖ δόξαν φέρει, ὡς ἐπὶ γενναίους στρατεύσαντι. b |
| book 152.3 | (BCE4) T |
| book 153a.1 | δεῦρο μαχησόμενος: βέλτιον ἐπὶ τὸ δεῦρο διαστέλλειν, |
| book 153a.2 | ἵν’ ᾖ ἤλυθεν δεῦρο, 〈***〉 ἐπεὶ σόλοικον ἔσται, τὴν εἰς τόπον σχέσιν |
| book 153a.3 | δηλοῦντος τοῦ ἐπιρρήματος. δύναται δ’ ἴσως τις λέγειν ὡς καὶ τὴν ἐν |
| book 153a.4 | τόπῳ σχέσιν δηλοῖ ἐν Ὀδυσσείᾳ (δ 384) „πωλεῖταί τις δεῦρο γέρων |
| book 153a.5.1 | ἅλιοσ“, σημαίνει δὲ ἀντὶ τοῦ ἀναστρέφεται ἐν τούτῳ τῷ τόπῳ. βέλτιον |
| book 153a.5.2 | δέ ἐστι τὸ πρότερον, ἐπεὶ καὶ ἐκεῖ τὴν εἰς τόπον σχέσιν μᾶλλον δηλοῖ |
| book 153a.5.3 | ἀντὶ τοῦ παραγίνεται πολλάκις ἐνθάδε. A |
| book 153b.1 | οὔ τί μοι 〈αἴτιοί εἰσιν〉: ἅμα μὲν δηλοῖ ὅτι οὐκ οἰκείαν |
| book 153b.2 | πρόφασιν τῆς †στρατιᾶς† ἔχει (ἄλλως γὰρ ἂν προβάσης αἰτίας εὐλόγου |
| book 153b.3 | ἐστράτευσεν, ἢ διὰ βοῦς ἐλαθείσας ἢ διὰ δῃουμένην γῆν, οὐχὶ δ’ ὡς οἱ |
| book 153b.4 | Ἀτρεῖδαι διὰ πεπορνευκὸς γύναιον), ἅμα δέ γε παρεμφαίνει ὡς βια‐ |
| book 153b.5 | σθεὶς πρὸς Ἴλιον ἔπλευσεν. b (BCE4) T |
| book 154.1 | οὐ γὰρ πώποτ’: οὕτως ὑφ’ ἓν πώποτε Ἀρίσταρχος. | |
| book 154.2 | ἀεὶ δὲ τὸ πώποτε ἐν συνθέσει ὂν ἐπὶ παρῳχημένου παραλαμβάνεται, |
| book 154.3 | οὐδέποτε δὲ ἐπὶ μέλλοντος. A |
| book 155.1 | οὔτε ποτ’ 〈ἐν Φθίῃ ἐριβώλακι βωτιανείρῃ〉: διὰ τού‐ |
| book 155.2 | των ἐξαίρων δὲ τὴν χάριν ἐπαινεῖ τὴν πατρίδα. b (BC) T |
| book 156a1.1 | 〈ἐπειῆ:〉 περισπαστέον τὸ〈ν〉 η· ἔστι γὰρ βεβαιωτι‐ |
| book 156a1.2 | κός. Aim |
| book 156a2.1 | ἐπειῆ: καθόλου ὁ η βεβαιωτικὸς περισπᾶται· b (BCE4) |
| book 156a2.2 | T „ἐπειῆ καὶ ἐμέ“ (π 442), „ἐπειῆ φατε“ (ρ 196). T |
| book 157a1 | 〈σκιόεντα:〉 „σκιόωντα“ διὰ τοῦ ω Ἀρίσταρχος. Aint |
| book 157a2 | αἱ Ἀριστάρχου „σκιόωντα“. Til |
| book 157b.1 | οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα: ποιὰ ἡ |
| book 157b.2 | ἐκφώνησις τῶν ἐξ ὀρῶν καὶ γῆς καὶ θαλάσσης διαστημάτων. διὰ δὲ |
| book 157b.3 | τῶν ἐπιθέτων τῶν μὲν ὀρέων τὸ ὕψος, τῆς δὲ θαλάσσης ἐδήλωσε τὴν |
| book 157b | τραχύτητα. b (BCE4) TTinf |
| book 157b.5.1 | θάλασσά τε ἠχήεσσα: ὁ λόγος· οὐδέποτε—μήτε |
| book 157b.5.2 | ἀστυγείτονα. A |
| book 158.1 | ὦ μέγ’ ἀναιδές: μεταξὺ τῆς δικαιολογίας ἐντίθησι τὸ ἄτι‐ |
| book 158.2 | μον, τοῦ θυμοῦ τὰς βλασφημίας παραφωνοῦντος. b (BCE4) T |
| book 159.1 | τιμὴν ἀρνύμενοι: ὅτι Ζηνόδοτος γράφει „τιμὴν ἀρνύ‐ |
| book 159.2 | μενοσ“, καὶ τὸν ἑξῆς ἠθέτηκεν. ἠγνόηκε δὲ ὅτι ἡ τιμὴ νῦν ἀντὶ τῆς |
| book 159.3 | τιμωρίας κεῖται· καὶ τὸ ἀρνύμενος οὐκ ἔστι λαμβάνων, ἀλλ’ ἀντὶ τοῦ |
| book 159.4 | εἰσπραττόμενος παρὰ Τρώων. A |
| book 159-60.1 | τιμὴν ἀρνύμενοι〈— / πρὸς Τρώων〉: τὴν παρὰ |
| book 159-60.2 | τῶν Τρώων ἐκδίκησιν ἀπαιτοῦντες Μενελάῳ. λεληθότως δέ φησιν ὅτι |
| book 159-60.3 | ταῦτα πάσχομεν οἱ διὰ σέ, Μενέλαε, στρατεύσαντες. b (BCE4) T |
| book 160a.1 | πρὸς Τρώων τῶν οὔ τι μετατρέπῃ: τινὲς ἐπὶ τὸ |
| book 160a.2 | Τρώων στίζουσι, καὶ τὸ ἐπιφερόμενον μόριον ἐπὶ τὰ προειρημένα |
| book 160a.3 | πράγματα, οὐ〈κ〉 ἐπὶ τοὺς Τρῶας ἔχειν τὴν ἀναφορὰν βούλονται. ἐὰν |
| book 160a.4 | μέντοι ἐπὶ τὸ Τρώων ἀναφέρηται 〈καὶ〉 ἀντὶ ὑποτακτικοῦ τοῦ ὧν |
| book 160a.5.1 | κέηται, βραχὺ διαστελοῦμεν ἐπὶ τὸ Τρώων, ὡς ἐπὶ τοῦ „οὐλομένην, |
| book 160a.5.2 | ἣ μυρί’ Ἀχαιοῖσ“ (Α 2). A |
| book 160b1.1 | τῶν οὔ τι μετατρέπῃ οὐδ’ ἀλεγίζεις: ἤτοι τῶν |
| book 160b1.2 | πεπραγμένων εἰς τὴν σὴν χάριν, ἢ τῶν ἀκολουθησάντων. δύναται δὲ |
| book 160b1.3 | καὶ ὑπὲρ τῶν Τρώων ἀκούεσθαι, ἵν’ ᾖ ὧν οὐκ ἀλεγίζεις, τῶν ἐπικειμέ‐ |
| book 160b1.4 | νων πολεμίων. A |
| book 160b2.1 | τῶν οὔτι μετατρέπῃ: τῶν ἀκολουθησάντων· ἢ τῶν |
| book 160b2.2 | προπεπονημένων· ἢ τῶν Τρώων, ὧν ἀμελήσας περὶ παλλακιδίου |
| book 160b2.3 | διαλέγῃ. b (BCE4) T |
| book 161-2 | καὶ δή μοι γέρασ〈—Ἀχαιῶν〉: ὃ ἄλλοι δικαίως |
| book 161-2 | ἐδωρήσαντο (ἔκαμον γάρ), σὺ ἀπειλεῖς ἀφαιρήσεσθαι. b (BC) T |
| book 162 | 〈ἐμόγησα:〉 Ἰακῶς τὸ ἐμόγησα αἱ Ἀριστάρχου. Aint |
| book 163a.1 | 〈ἔχω γέρας ὁππότ’ Ἀχαιοί:〉 ὅτι Ζηνόδοτος γράφει |
| book 163a.2 | „οὐδ’ ὅτ’ Ἀχαιοί“. ἠγνόηκε δὲ ὅτι ἤλλακται τὸ ἔχω ἀντὶ τοῦ ἔσχον. |
| book 163a.3 | Aim |
| book 163b.1 | ἔχω: ἀντὶ τοῦ ἔσχον. | ἐναργοῦς δὲ ἀπαγγελίας τὰ γε‐ |
| book 163b.2 | γονότα ὡς γινόμενα ἀπαγγέλλειν. b (BC) T |
| book 164.1 | Τρώων ἐκπέρσως’ 〈εὖ ναιόμενον πτολίεθρον〉: ὅτι |
| book 164.2 | φανερὸν ἐκ τούτου, ὡς καὶ ἐν τοῖς ἐπάνω (sc. ad Α 129), ὅτι περί τινος |
| book 164.3 | τῶν περιχώρων ἐστὶ πόλεων ὁ λόγος. καὶ ὅτι ὁ χρόνος ἤλλακται, |
| book 164.4 | ἐκπέρσωσι〈ν〉 ἀντὶ τοῦ †ἐκπέρσουσι. A |
| book 165-6.1 | 〈ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο / χεῖρες |
| book 165-6.2 | ἐμαὶ διέπους’:〉 τὰ ἑαυτοῦ ἀνδραγαθήματα ἐπὶ τοὺς ἀκούοντας |
| book 165-6.3 | φέρει, ὑποθωπεύων τοὺς παρόντας, ἐπεὶ ὅταν μόνος ᾖ δικαιολογούμε‐ |
| book 165-6.4 | νος πρὸς τοὺς πρέσβεις, ἀποτομώτερον φέρεται καί φησι· „δώδεκα δὴ |
| book 165-6.5 | σὺν νηυσὶ πόλεισ“ (Ι 328). b (BC) T |
| book 165-7.1 | 〈ἀλλὰ τὸ μὲν πλεῖον—σοὶ τὸ γέρας πολὺ |
| book 165-7.2 | μεῖζον:〉 ἐξ ἐπιδρομῆς τῶν ἰδίων κατορθωμάτων μνησθεὶς εὔνοιαν, |
| book 165-7.3 | οὐκ ἀπέχθειαν παρὰ τῶν ἀκουόντων ἐπηγάγετο. ἄκρα δὲ Ἀγα‐ |
| book 165-7.4 | μέμνονος πλεονεξία, ὃς ἐν τῷ δασμῷ τὸ δίκαιον ὑπερβαίνων οὐδὲ |
| book 165-7.5 | τούτῳ ἀρκεῖται. b (BC) T |
| book 166 | 〈ἤν ποτε δασμὸς ἵκηται:〉 ὡς οὐκ ἀεὶ αὐτοῦ διανέμοντος, |
| book 166 | ἀλλὰ πάντα πολλάκις σφετεριζομένου. b (BC) T |
| book 167.1 | ὀλίγον τε φίλον τε: φίλον διὰ τὸ ἐξ ἰδίων εἶναι κατορθω‐ |
| book 167.2 | μάτων· αὕτη γὰρ ἡ κτῆσις εὐφραίνει, ἡ δὲ ἐναντία ἐλέγχει. ἐλεύθερον |
| book 167.3 | δὲ τὸ μὴ διὰ χρήματα, ἀλλὰ δι’ ἀρετὴν πονεῖν. b (BCE4) T |
| book 168a.1 | ἔρχομ’ ἔχων ἐπὶ νῆας, ἐπὴν κεκάμω: ὅτι δύναται ὑφ’ |
| book 168a.2 | ἓν κεκάμω, δύναται 〈δὲ〉 καὶ χωρὶς τοῦ κε. καὶ ὅτι ἤλλακται ὁ χρόνος, |
| book 168a.3 | ἔρχομαι ἀντὶ τοῦ ἠρχόμην. A |
| book 168b.1 | 〈ἐπὴν κεκάμω:〉 Ἀρίσταρχος γράφει „ἐπεί κε κάμω“, |
| book 168b.2 | ἵνα μὴ ᾖ διπλασιασμὸς ἐν τῷ ῥήματι. καὶ οὕτως ἡ συνήθης ἀνάγνωσις. | |
| book 168b.3 | οὕτω δὲ καὶ Ἡρωδιανὸς (2,24,24), φάσκων ὅτι „τὸ ἐπήν ἔχει τὸν |
| book 168b.4 | ἄν, καὶ τίς χρεία ἐν δευτέρῳ αὐτὸν κεῖσθαι; οὐκ ἀγνοῶ δὲ ὅτι τινὲς |
| book 168b.5 | ‘ἐπήν κε‘ γράφουσι.“ A |
| book 168c | ἐπήν κε 〈κάμω〉: Ἡρωδιανὸς μὲν καὶ Ἀρίσταρχος „ἐπεί |
| book 168c.1 | κε“ γράφουσιν. | οἱ δὲ γράφοντες ἐπήν τὸ „κεκάμω“ ὑφ’ ἓν ἀναγι‐ |
| book 168c.2 | νώσκουσιν, ὡς τὸ „λελάχωσι“ (Η 80 al.) καὶ †πεπίθονται†, ὅπερ καὶ |
| book 168c.3 | ἄμεινον. εἰσὶ δὲ πολλάκις καὶ ἄμφω σύνδεσμοι, ὡς τὸ „ἃς οὔτ’ ἄν κεν |
| book 168c.5 | Ἄρησ“ (Ν 127). b (BC) T |
| book 169a.1 | 〈Φθίην δ’:〉 οὕτως σὺν τῷ δ αἱ Ἀριστάρχου, Φθίην δέ. |
| book 169a.2 | καὶ ἡ Ζηνοδότου †ὁμοίως. Aim |
| book 169b.1 | 〈νῦν δ’ εἶμι Φθίην δέ:〉 νῦν δὲ ἄπειμι εἰς τὴν Φθίαν. |
| book 169b.2 | ἐκφοβῶν τὸν βασιλέα τοῦτό φησι. b (C) |
| book 169-71 | νῦν δ’ εἶμι Φθίην δέ〈—ἐνθάδ’ ἄτιμος ἐών〉: ὁ νοῦς |
| book 169-71.1 | ὑπερβατόν· νῦν δ’ εἶμι Φθίην δὲ σὺν νηυσὶ κορωνίσιν, ἐνθάδ’ ἄτιμος |
| book 169-71.2 | ἐών, ἐπειῆ πολὺ φέρτερόν ἐστιν. | οὐχ ὑπολαμβάνω δέ σέ φησιν ἐμοῦ |
| book 169-71.3 | ἀπόντος καταστρέψαι τὴν Ἴλιον καὶ πλοῦτον πολὺν σχεῖν. A |
| book 170 | 〈οὐδέ ς’ ὀΐω:〉 οὐδέ σοι τὸ τέλειον. Til |
| book 171a.1 | 〈ἄτιμος ἐών:〉 ὅτι πτῶσις ἐνήλ〈λ〉ακται· ἀντὶ γὰρ γενικῆς |
| book 171a.2 | κέχρηται ὀνομαστικῇ, ἀντὶ τοῦ οὐχ ὑπονοῶ δὲ ἐνθάδε σε ἐμοῦ ὄντος |
| book 171a.3 | 〈ἀτίμου〉 πλουτήσειν. Aint |
| book 171b.1 | 〈ἄφενος καὶ πλοῦτον ἀφύξειν:〉 πικρῶς φησι σκοπὸν |
| book 171b.2 | συναγωγῆς χρημάτων αὐτῷ τὸν πόλεμον ἐξευρεῖν. b (BC) T |
| book 171b.1 | ἄφενος καὶ πλοῦτον: ἄφενος καλεῖται—ἀπὸ πολ‐ |
| book 171b.2 | λῶν. A |
| book 173a.1 | φεῦγε μάλ’: διασταλτέον βραχὺ ἤτοι ἐπὶ τὸ φεῦγε ἢ |
| book 173a.2 | ἐπὶ τὸ μάλα· ἢ γὰρ φεῦγε μάλα, ἢ εἴ τοι μάλα θυμὸς ἐπέσσυται, εἰ |
| book 173a.3 | λίαν ὥρμησαι. ἢ τάχα περιττεύει τὸ μάλα. A |
| book 173b.1 | φεῦγε μάλ’: τὴν ὑποχώρησιν φυγὴν ὀνομάζει καταισχύ‐ |
| book 173b.2 | νων αὐτόν. b (BCE4) T | γράφεται δὲ καὶ „ἦ τοι θυμὸς ἐέλδεται“. T |
| book 173b.1 | θυμός: τοῦτο τὸ ὄνομα παρὰ τῷ ποιητῇ—ἐπίφρονι |
| book 173b.2 | βουλῇ. A |
| book 173c.1 | 〈ἔγωγε:〉 οὕτως προπαροξυτονητέον τὸ ἔγωγε, ἵν’ ᾖ |
| book 173c.2 | ἕν. Aim |
| book 173-4.1 | οὐδέ ς’ ἔγωγε / λίσσομαι εἵνεκ’ ἐμοῖο μένειν· |
| book 173-4.2 | πάρ’ ἔμοιγε καὶ ἄλλοι: ταπεινὸν γὰρ ἦν τὸ δεῖσθαι μένειν· οὐκ |
| book 173-4.3 | ἂν γὰρ ἐπένευσε δεομένου. | τὸ δὲ ἔμοιγε (174) προπαροξυτόνως ὡς |
| book 173-4.4 | ἔγωγε. b (BC) T Tsup |
| book 174 | πάρ’ ἔμοιγε: τὴν παρά πρόθεσιν κατὰ τὴν ἄρχουσαν ὀξυ‐ |
| book 174.1 | τονητέον. καὶ καθόλου ὁπότε σημαντικαί εἰσι ῥημάτων αἱ προθέσεις, |
| book 174.2 | τοῦτον τὸν τόνον ἀναδέχονται· „ἐπεὶ οὔ τοι ἔπι δέοσ“ (Α 515), „οὐ |
| book 174.3 | γὰρ ἔπ’ ἀνήρ / οἷος Ὀδυσσεύσ“ (β 58—9). τὴν δὲ ἔμοιγε προπα‐ |
| book 174.5 | ροξυτονητέον· ἔστι γὰρ Ἀττικὴ ὡς καὶ ἡ ἔγωγε. A |
| book 175a.1 | 〈οἵ κέ με τιμήσουσι:〉 ὅτι περισσὸς ὁ κέ σύνδεσμος, ἢ |
| book 175a.2 | τὸ τιμήσουσιν ἀντὶ τοῦ τιμήσειαν. Aint |
| book 175b.1 | οἵ κέ με τιμήσουσι: καὶ „τιμήσωσι“. T | οὐχ ὁμοτιμίαν |
| book 175b.2 | μὲν αὐτοῖς ἐνέδωκεν, οὐκ εἶπε δὲ πάλιν ὑπηρετήσουσι. προσάγεται οὖν |
| book 175b.3 | διὰ τῶν λόγων τούτων τὸ πλῆθος. b (BC) T |
| book 175c.1 | μάλιστα δὲ μητίετα Ζεύς: ὡς καὶ τὸ „ἐκ δὲ Διὸς βασι‐ |
| book 175c.2 | λῆεσ“ (Hsd. th. 96). T | θαρσύνει δὲ τοὺς ἄλλους, παρατιθεὶς αὐτοῖς |
| book 175c.3 | τὸν Δία ἀντὶ Ἀχιλλέως. τῇ δὲ πρὸς τὸν θεὸν κοινωνίᾳ οὐχ ὑπηρέτας |
| book 175c.4 | αὐτοὺς πεποίηκεν, εἰς δὲ τὴν ἰσόθεον εὐεργεσίαν ἐξῆρε τοὺς Ἕλληνας. |
| book 175c.5 | b (BC) T Tsup |
| book 175d.1 | 〈μητίετα:〉 οὕτως Ἀρίσταρχος τρίτην ἀπὸ τέλους |
| book 175d.2 | ποιεῖ τὴν ὀξεῖαν· καὶ ἐπεκράτησεν ἡ ἀνάγνωσις. καὶ ἴσως πλεονασμός |
| book 175d.3 | ἐστι τοῦ ε. Aim |
| book 175d | οἵ κέ με τιμήσουσι, μάλιστα δὲ μητίετα Ζεύς: Βοιωτῶν |
| book 175d.5 | καὶ Αἰολέων—ἐπὶ τῆς εὐθείας εἰς α λήγει. A |
| book 175e.1 | μητίετα: τὰ εἰς ης βαρύτονα βραχείᾳ παραληγόμενα, |
| book 175e.2 | ἀπρόσληπτα τοῦ ς κατὰ γενικήν, παροξυνόμενα, ἐν τῇ κλητικῇ φυ‐ |
| book 175e.3 | λάττει τὸν τόνον. σεσημείωται τὸ δέσποτα καὶ „εὐρύοπα“ (Ε 265. Θ 442 al.) καὶ μητίετα. |
| book 175e.4 | A Tt |
| book 176 | 〈ἔχθιστος:〉 ὅτι ὑπερθετικῷ ἀντὶ ἁπλοῦ ἐχρήσατο. Aint |
| book 176 | διοτρεφέων: τῶν σὺν Διὸς γνώμῃ—ἐκ δὲ Διὸς βα‐ |
| book 176 | σιλῆες. A |
| book 177a.1 | 〈αἰεὶ γάρ τοι ἔρις:〉 ὅτι ἐνταῦθα 〈οὐκ〉 ὀρθῶς κεῖται, ἐν |
| book 177a.2 | δὲ τῇ †ὀδυσσείᾳ οὔ†. A |
| book 177b.1 | αἰεὶ γάρ τοι ἔρις τε: τὰ πλεονεκτήματα τοῦ ἀνδρὸς εἰς |
| book 177b.2 | ὀνείδη μεθίστησιν, ὡς εἴ τις τὸν ἀνδρεῖον βίαιον καλεῖ καὶ τὸν σιωπη‐ |
| book 177b.3 | λὸν δόλιον. b (BC) T | τὸ δὲ „ἔχθιστοσ“ (Α 176) ἀναγνωστέον ὡς τὸ |
| book 177b.4 | „δικαιότατος Κενταύρων“ (Λ 832). T |
| book 178-80.1 | εἰ μάλα καρτερός ἐσσι〈—Μυρμιδόνεσσιν |
| book 178-80.2 | ἄνασσε〉: ἐπὶ τὸ ἐσσί (178) ὑποστικτέον, ἵνα στίζωμεν κατὰ τὸ |
| book 178-80.3 | τέλος τοῦ στίχου, τὰ δὲ ἑξῆς ἀπ’ ἄλλης ἀρχῆς προφερώμεθα, οἴκαδ’ |
| book 178-80.4 | ἰών (179). ἢ ὑποστικτέον καὶ ἐπὶ τὸ ἔδωκεν (178) ἀνυποκρίτως, ὡς |
| book 178-80.5.1 | διὰ μέσου τὸ ἡμιστίχιον ἀναφωνεῖσθαι καὶ τὸ ἑξῆς εἶναι· εἰ μάλα καρ‐ |
| book 178-80.5.2 | τερός ἐσσι, οἴκαδ’ ἰών (178—9). A |
| book 178.1 | θεός πού σοι τό γ’ ἔδωκε: εὐτυχίαν, οὐκ ἀρετὴν ἰδίαν |
| book 178.2 | αὐτῷ μαρτυρεῖ. b (BCE4) TTsup πιθανῶς δὲ ἐπὶ μὲν τοῦ Ἀχιλλέως |
| book 178.3 | ἀορίστως ἔφη τὸ θεός, ἐπὶ δὲ αὑτοῦ ὡρισμένως φέρει τὸν Δία (cf. Α |
| book 178.4 | 175). b (BC) T Tsup |
| book 180.1 | 〈Μυρμιδόνεσσιν ἄνασσε:〉 φασὶν Αἰγίνης τῆς Ἀσωποῦ |
| book 180.2 | ἐρασθῆναι τὸν Δία καί τῳ τῶν φίλων παρεικασθῆναι, καὶ εἰς Φλιοῦντα |
| book 180.3 | διακομίσαι, καὶ εἶθ’ οὕτως αὐτῇ μιγῆναι. ἀδημονοῦντος δὲ τοῦ ἐκεῖσε |
| book 180.4 | βασιλεύοντος διὰ τὴν τῶν ἐνοικούντων σπάνιν, λέγουσι τὸν Δία τοὺς |
| book 180.5.1 | αὐτόθι μύρμηκας ἀνδρωθῆναι ποιῆσαι, τοῦ βασιλέως Αἴγιναν αἰτησα‐ |
| book 180.5.2 | μένου καὶ αὐτῆς τὸν Δία παραπεισάσης. ἔνθεν τοὺς Μυρμιδόνας μυθο‐ |
| book 180 | λογοῦσι γενέσθαι. b (BC) |
| book 180.1 | Μυρμιδόνεσσιν ἄνασσε: Αἴγιναν τὴν Ἀσωποῦ— |
| book 180.2 | Μυρμιδόνες ἐκλήθησαν. A |
| book 181.1 | 〈οὐδ’〉 ὄθομαι: οὐ ταράσσομαι, παρὰ τὸν ὄτοβον τὸν τά‐ |
| book 181.2 | ραχον. T |
| book 181-2.1 | ἀπειλήσω δέ τοι ὧδε〈—Ἀπόλλων〉: στικτέον |
| book 181-2.2 | ἐπὶ τὸ ὧδε (181) καὶ ὑποστικτέον ἐπὶ τὸ Ἀπόλλων (182), ἵνα ἀπ’ |
| book 181-2.3 | ἄλλης ἀρχῆς ᾖ τὸ ὡς ἔμ’ ἀφαιρεῖται (182). A |
| book 182.1 | ὡς ἔμ’ ἀφαιρεῖται 〈Χρυσηΐδα Φοῖβοσ〉: πιθανῶς οὐχ |
| book 182.2 | ὑπὸ τῶν Ἑλλήνων φησὶν ἀφαιρεῖσθαι τὸ γέρας, ἵνα μὴ ὕποπτος γένηται |
| book 182.3 | ὡς μισῶν αὐτούς, διότι ἀποδίδωσιν, οὐδὲ ὑπὸ Ἀχιλλέως, ἵνα μὴ οἱ |
| book 182.4 | Ἕλληνες Ἀχιλλεῖ χάριν ἔχωσιν· ἀλλ’ ὑπὸ τοῦ θεοῦ ἀφαιρεῖσθαί φη‐ |
| book 182.5.1 | σιν, ὡς οὐκ ἀνθρώπων ἥττων, ἀλλὰ θεοῦ γενόμενος. εὖ δὲ καὶ τὸ καθ’ |
| book 182.5.2 | ἑαυτὸν ηὔξησεν, ὡς τοσοῦτον Ἀχιλλέως προὔχων ὅσον τοῦ θεοῦ |
| book 182.5.3 | ἀπολείπεται. b (BCE4) T |
| book 183.1 | σὺν νηΐ τ’ ἐμῇ 〈καὶ ἐμοῖς ἑτάροισι〉: ἵνα μὴ δοκῇ ἐξ ἀνάγκης αὐτὴν ἀποπέμπειν, |
| book 183.2 | ὡς οὐ γνωριοῦντος τοῦ θεοῦ τὸν αἴτιον τῆς ἀποστολῆς. b (BCE4) T | |
| book 183.3 | οὗτος ὁ λόγος ἤδη ἀποτέθειται τῶν φίλων τὸν Ἀχιλλέα. b (BC) T |
| book 184 | 〈ἄγω:〉 ὅτι τὸ ἄγω ἀντὶ τοῦ ἄγοιμι. Aim |
| book 184-5.1 | ἐγὼ δέ κ’ ἄγω Βρισηΐδα καλλιπάρῃον / αὐτὸς |
| book 184-5.2 | ἰὼν κλισίην δέ: ἐπειδὴ τὸ ἐγώ (184) ἠδύνατο καὶ διὰ θεραπόντων |
| book 184-5.1 | νοεῖσθαι, b (BCE4) T προσέθηκε τὸ αὐτὸς ἰών (185). T ὁμοία |
| book 184-5.2 | δέ ἐστιν ἡ ἀπειλὴ τῇ „τὴν δ’ ἐγὼ οὐ λύσω“ (Α 29). b (BCE4) T |
| book 185-7.1 | αὐτὸς ἰὼν κλισίην δὲ 〈τὸ σὸν γέρας, — |
| book 185-7.2 | ἶσον ἐμοὶ φάσθαι〉: βραχὺ διασταλτέον ἐπὶ τὸ γέρας (185) καὶ |
| book 185-7.3 | σέθεν (186) καὶ φάσθαι (187)· ἐπανάληψις γάρ ἐστιν ὑποτακτικοῦ |
| book 185-7.4 | μέρους. καὶ τὸ ὄφρα (185) κοινὸν κατὰ πάντων νοεῖται. A |
| book 185 | 〈εἰδῇς:〉 οὕτω περισπαστέον τὸ εἰδῇς. Aint |
| book 186 | 〈καὶ ἄλλος:〉 τῶν φιλούντων Ἀχιλλέα. Til |
| book 187.1 | ἶσον ἐμοὶ 〈φάσθαι〉: ἀναιρεῖ τὴν ἐν ταῖς ἐκκλησίαις ἰσηγο‐ |
| book 187.2 | ρίαν· διὸ καὶ οἱ Ἀχαιοὶ φεύγουσιν, οὐ δυνάμενοι δικαιολογεῖσθαι |
| book 187.3 | αὐτῷ. b (BCE4) T ὁ δὲ Διομήδης „ἣ θέμις ἐστίν, ἄναξ, ἀγορῇ“ |
| book 187.4 | (Ι 33) φησίν. b (BC) T |
| book 189a.1 | στήθεσσιν λασίοισι: νῦν περὶ τοῦ θυμοειδοῦς— |
| book 189a.2 | μανικὸν τῆς ψυχῆς. | σημαίνει δὲ καὶ τοῖς A θερμοῖς· ἡ θέρμη γὰρ |
| book 189a.3 | αἰτία τῆς ἐκφύσεως τῶν τριχῶν. A b (BCE4) T |
| book 189b.1 | μερμήριξε: μερίζω μερμερίζω, καὶ ἐκτάσει μερμηρίζω, |
| book 189b.2 | ὡς δάπτω δαρδάπτω. A |
| book 189c.1 | διάνδιχα μερμήριξεν: ὅτι δύο ἐμερίμνησεν οὐκ ἐναντία |
| book 189c.2 | ἀλλήλοις, ὅπερ ἐκλαβών τις προσέθηκεν· „ἦε χόλον παύσειεν“ (Α |
| book 189c.3 | 192). | βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ μερμήριξεν· ὁ γὰρ λόγος, |
| book 189c.4 | διχῶς ἐλογίσατο, τοὺς μὲν ἀναστῆσαι, τὸν δὲ Ἀγαμέμνονα ἀνελεῖν. A |
| book 189-93.1 | διάνδιχα μερμήριξεν—καὶ κατὰ θυμόν: |
| book 189-93.2 | θέλει εἰπεῖν ὡς δύο ἐβουλεύσατο, ἀναστῆσαι ἐκείνους καὶ ἀνελεῖν Ἀγα‐ |
| book 189-93.3 | μέμνονα· ὅθεν περισσόν φασι τὸν ἠὲ χόλον παύσειεν (192). ἀλλ’ |
| book 189-93 | οὐχ οὕτως, ἀλλὰ τὸ μὲν ἐκείνους ἀναστῆσαι καὶ ἀνελεῖν Ἀγαμέμνονα ἓν |
| book 189-93.5.1 | θετέον, τὸ δὲ ἠὲ χόλον παύσειε (192) δεύτερον· ὃ καὶ ἄμεινον· ἡ γὰρ |
| book 189-93.5.2 | ὕβρις ἀνεζωπύρει, ἡ δὲ φρόνησις κατέστελλε. τοῦτο δὲ ὑποφαίνει διὰ |
| book 189-93.5.3 | τοῦ κατὰ φρένα καὶ κατὰ θυμόν (193). b (BCE4) T |
| book 190-2.1 | ἠ ... ἠε: τὸν μὲν πρότερον σύνδεσμον βαρυτονητέον, |
| book 190-2.2 | τὸν δὲ δεύτερον περισπαστέον· διαπορητικὴ γάρ ἐστιν ἡ σύνταξις. |
| book 190-2.3 | A b (BCE4) T | καὶ οὕτως ἐν τῇ Καθόλου (1,517,12). b (BCE4) |
| book 190 | 〈ἐρυσσάμενος:〉 σπασάμενος. Til |
| book 192a.1 | 〈ἦε χόλον παύσειεν:〉 ὅτι ἐκλύεται τὰ τῆς ὀργῆς· διὸ |
| book 192a.2 | ἀθετεῖται. Aint |
| book 192b.1 | ἦε χόλον παύσειεν ἐρητύσειέ τε θυμόν: ἐπειδὴ τὸ |
| book 192b.2 | μὲν διαχεόμενόν ἐστιν, ὡς ἐπὶ ὕδατος ῥέοντος εἶπε παύσειεν. ὁ δὲ |
| book 192b.3 | θυμὸς ἐπειδὴ τὸ θῦόν ἐστι, τῷ ἐρητύσειεν ἐχρήσατο. b (BCE4) T |
| book 192c | 〈ἐρητύσειε:〉 κωλύσει〈ε〉. Til |
| book 193a | 〈ὥρμαινε:〉 διενοεῖτο. Til |
| book 193b.1 | κατὰ φρένα 〈καὶ κατὰ θυμόν〉: φρένα μὲν τὸν λογι‐ |
| book 193b.2 | σμόν, θυμόν δὲ τὸ θυμικόν. τὸ οὖν ἀναστῆσαι ἐκείνους ἀνελεῖν δὲ Ἀγα‐ |
| book 193b.3 | μέμνονα κατὰ τὸ θυμοειδὲς τῆς ψυχῆς μέρος ἐλογίζετο, τὸ δὲ „ἦε χόλον |
| book 193b.4 | παύσειε“ (Α 192) κατὰ τὴν φρένα. b (BCE4) T |
| book 193-4a.1 | ἕως ὁ ταῦθ’ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν: |
| book 193-4a.2 | ἐνταῦθα μὲν ὑποστικτέον, ἐπὶ δὲ τὸ ξίφος (194) ἤτοι ὑποστικτέον ἢ |
| book 193-4a.3 | στικτέον. ἐὰν μὲν οὖν ὑποστίζωμεν, ὁ ἐπιφερόμενος σύνδεσμος περισ‐ |
| book 193-4a.4 | σὸς ἔσται, ἦλθε δ’ Ἀθήνη (194)· ἐὰν δὲ στίζωμεν, οὗτος μὲν καλῶς |
| book 193-4a.5.1 | κείσεται, ὁ δὲ πρότερος πλεονάσει ἐν τῷ ἕλκετο δ’ ἐκ κολεοῖο |
| book 193-4a.5.2 | (194). βέλτιον δὲ ὑποστίζειν ἀμφότερα· ἐν ὅσῳ γὰρ λογίζεταί τε |
| book 193-4a.5.3 | καὶ σπᾶται, ἦλθεν ἡ Ἀθηνᾶ. A |
| book 193b.1 | ἕλκετο: ἡ παράτασις τοῦ χρόνου τὴν ἀπὸ τῶν ἐπιλογι‐ |
| book 193b.2 | σμῶν ἔνστασιν δηλοῖ. τὸ δὲ μέγα (194) καιρὸν δίδωσι καθόδου τῇ |
| book 193b.3 | Ἀθηνᾷ. τὸ δὲ ἕως (193) νῦν ἀντὶ τοῦ τέως ὡς τὸ „εἵως μέν ῥ’ ἐπέτον‐ |
| book 193b.4 | το“ (β 148). ἐπεὶ ποῦ ἡ ἀνταπόδοσις τοῦ ἕως; ἤγουν τῷ ἕλκετο δο‐ |
| book 193b.5.1 | τέον τὸν καί. b (BCE4) T | διδάσκει δὲ ὁ ποιητὴς μὴ ὑπερχρῆσθαι ταῖς |
| book 193b.5.2 | ἐξουσίαις τοὺς βασιλεῖς. b (BE4) T |
| book 194 | 〈ἦλθε δ’ Ἀθήνη:〉 ὅτι περισσὸς ὁ δέ σύνδεσμος. Aint |
| book 194-5.1 | ἦλθε δ’ Ἀθήνη / οὐρανόθεν: ἐκ τοῦ οὐρανοῦ παρεγέ‐ |
| book 194-5.2 | νετο—σὺν ὅπλοις. ἡ ἱστορία παρὰ Ἀπολλοδώρῳ ἐν πρώτῳ |
| book 194-5.3 | (bibl. 1, 20). A |
| book 195-6a.1 | 〈οὐρανόθεν· πρὸ γὰρ ἧκε—φιλέουσά τε |
| book 195-6a.2 | κηδομένη τε:〉 ὅτι οὐκ ὀρθῶς ἐκ τοῦ ποιητικοῦ προσώπου λέγον‐ |
| book 195-6a.3 | ται. Aim |
| book 195b.1 | πρὸ γὰρ ἧκε: τοῦ μὲν ἵνα μή τι πάθῃ δεινόν, τοῦ δὲ ἵνα |
| book 195b.2 | μή τι δράσῃ, ἐκήδετο. εἴωθε δὲ εἰς τοσοῦτον αὔξειν τὰς περιπετείας ὡς |
| book 195b.3 | μὴ δύνασθαι ἄνθρωπον αὐτὰς παῦσαι, b (BCE4) T ὡς καὶ ἐπὶ τῆς |
| book 195b.4 | Πείρας (sc. Β 166—82) χρείαν πάλιν ἔσχε τῆς Ἀθηνᾶς. T |
| book 197.1 | ξανθῆς δὲ κόμης ἕλε Πηλείωνα: ὅτι οὕτως λέγει, τὸν |
| book 197.2 | Πηλείωνα τῆς κόμης εἷλεν, οὐχὶ τοῦ Πηλείωνος τὴν κόμην. ἀγνοή‐ |
| book 197.3 | σαντες δέ τινες γράφουσι „ξανθῆς δὲ κόμης ἕλε Πηλείωνοσ“. | διὰ τού‐ |
| book 197.4 | του δὲ αἰνίττεται τὸ θερμὸν καὶ ὀργίλον τοῦ ἥρωος· οἱ γὰρ ξανθόχολοι |
| book 197.5 | τοιοῦτοι. A |
| book 198a.1 | οἴῳ φαινομένη: τοὺς γὰρ μεγαλοψύχους ὀργιζομένους |
| book 198a.2 | οὐκ ἐμφανῶς δεῖ παύειν, τῶν ἐχθρῶν ὁρώντων. b (BC) T | τὸ δὲ φαινο‐ |
| book 198a.3 | μένη ἀντὶ τοῦ φανησομένη. b (BC) γράφεται δὲ καὶ „φαινο‐ |
| book 198a.4 | μένην“. | πολλὴ δὲ ἡ φαντασία, ὅτι καὶ ἐνεργείας ἐδέησε τῇ θεῷ. b |
| book 198a.5 | (B) T |
| book 198b1.1 | 〈ὁρᾶτο:〉 ὅτι Ζηνόδοτος γράφει „ὁρῆτο“. τοῦτο δὲ |
| book 198b1.2 | Δώριον. Aint |
| book 198b2.1 | Ζηνόδοτος ἀγνοήσας τὸ τῆς διαλέκτου ἰδίωμα ὡς Ἰωνι‐ |
| book 198b2.2 | κὸν ἐξέθετο 〈„ὁρῆτο“〉. ἔστι δὲ Δώριον· οἱ γὰρ Δωριεῖς τῆς δευτέρας |
| book 198b2.3 | συζυγίας τῶν περισπωμένων τὸ α εἰς η τρέπουσιν. b (BC) Tt |
| book 199-200.1 | αὐτίκα δ’ ἔγνω / 〈Παλλάδ’ Ἀθηναίην〉: εἶδεν: ἢ |
| book 199-200.2 | ὅτι συνήθης ἡ θέα τοῖς ἐπικουρουμένοις Ἕλλησιν, ἢ ὅτι τοῖς διογενέσι |
| book 199-200.3 | δηλοῦνται οἱ θεοί, ὡς τῇ Ἑλένῃ (sc. Γ 396—7). b (BCE4) T καὶ |
| book 199-200.4 | „Αἰνείας δ’ ἑκατηβόλον Ἀπόλλωνα / ἔγνω ἐς ἄντα ἰδών“ (Ρ 333—4). | |
| book 199-200.5.1 | Παλλὰς δὲ παρὰ τὰς παλάμας, ἢ ὅτι εὐκίνητος ὁ νοῦς „ὡσεὶ πτερὸν ἠὲ |
| book 199-200.5.2 | νόημα“ (η 36). b (BE4) T |
| book 200 | Παλλάδα τὴν Ἀθηνᾶν—προσκομίσαι τῷ Διΐ. A |
| book 200.1 | δεινὼ δέ οἱ ὄσσε φάανθεν: ὁ δέ ἀντὶ τοῦ γάρ. b (BC) |
| book 200.2 | T | διὰ δὲ τῆς ἐκπλήξεως Ἀχιλλέως τὴν Ἀθηνᾶν γλαυκῶπιν παρέ‐ |
| book 200.3 | στησεν. A b (BC) T τινὲς δὲ φάανθεν ἀντὶ τοῦ ἐφωτίσθησαν A b |
| book 200.5 | (BCE4) T οἱ τοῦ ἥρωος ὀφθαλμοί. A b (BC) T |
| book 201a | 〈καί μιν:〉 τὸ μίν Ἰώνων. Aint |
| book 201b | φωνήσας: προσκαλεσάμενος, ἢ τὸ ὄνομα αὐτῆς εἰπών. b |
| book 201b | (BCE3E4) T |
| book 202.1 | αἰγιόχοιο: τοῦ ἀπὸ τῆς αἰγὸς ὀχὴν λαβόντος· ὅθεν καὶ |
| book 202.2 | Ζεὺς τῇ Ἀμαλθείᾳ τὸ κέρας δίδωσι πάσης τροφῆς ποριστικὸν τυγχά‐ |
| book 202.3 | νον. A b (BCE3) T | πυνθανομένου μᾶλλον ἤπερ ὀργιζομένου ὁ λό‐ |
| book 202.4 | γος. b (BCE3) T |
| book 203a.1 | 〈ἴδῃ:〉 ὅτι χωρὶς τοῦ ς τὸ ἴδῃ. | οὕτως καὶ ἡ Ἀρι‐ |
| book 203a.2 | στάρχου. Aim |
| book 203b.1 | ἴδῃ: δίχα τοῦ ς. | ὑψοῖ δὲ τὴν ὕβριν, ὡς καὶ θεοὺς κι‐ |
| book 203b.2 | νήσασαν εἰς θέαν. b (BCE3) T |
| book 204a.1 | ἀλλ’ ἔκ τοι ἐρέω: ἤτοι στικτέον ἐπὶ τὸ ἐρέω ἢ βραχὺ |
| book 204a.2 | διασταλτέον. ἐὰν μὲν οὖν στίζωμεν, ἔσται τὸ λεγόμενον, τοῦτο δὲ τε‐ |
| book 204a.3 | τελέσθαι ὑπολαμβάνω· ἐὰν δὲ διαστέλλωμεν, ἔσται ὁ δέ κείμενος ἀντὶ |
| book 204a.4 | τοῦ δή, καὶ τὸ τό ἀντὶ ὑποτακτικοῦ τοῦ ὅ. A |
| book 204b.1 | τὸ δὲ καὶ τετελέσθαι ὀΐω: ὅτι Ζηνόδοτος γράφει „τὸ |
| book 204b.2 | δὲ καὶ τετελεσμένον ἔσται“. τοῦτο δὲ τῇ Ἀθηνᾷ ἁρμόζει μᾶλλον διαβε‐ |
| book 204b.3 | βαιοῦν. A |
| book 204c.1 | 〈τετελέσθαι:〉 Ἀρίσταρχος „τελέεσθαι“, οὐ τετελέ‐ |
| book 204c.2 | σθαι γράφει. Aint b (BCE4) T |
| book 205a.1 | 〈ᾗς ὑπεροπλίῃσι τάχ’ ἄν ποτε θυμὸν ὀλέσσῃ:〉 |
| book 205a.2 | πρὸ τῶν λόγων ἐνέδωκε τῇ παρουσίᾳ αὐτῆς. b (BCE4) T |
| book 205b.1 | ἄλλως. τάχ’ ἄν 〈ποτε θυμὸν ὀλέσσῃ〉: ταχέως· καὶ |
| book 205b.2 | πλεονάζει τὸ ποτέ. ὑπ’ ἐμοῦ δέ φησιν ἀπολεῖται· διό φησιν ἡ θεὸς |
| book 205b.3 | „μηδὲ ξίφος ἕλκεο χειρί“ (Α 210). b (BCE3) T |
| book 207-9.1 | ἦλθον ἐγώ〈—ἄμφω ὁμῶς θυμῷ φιλέουσα〉: |
| book 207-9.2 | τὸ σφριγῶν τοῦ θυμοῦ μαλακοῖς ἰᾶται λόγοις. ὅμως ἐκδειματοῖ, καὶ τὸν |
| book 207-9.3 | ἐχθρὸν θεοφιλῆ εἶναι λέγουσα. A b (BCE3E4) T οὐ πᾶς δὲ ὁ φιλῶν |
| book 207-9.4 | κήδεται ὡς λύκος ἄρνα. A b (BE3E4) T |
| book 208-9.1 | οὐρανόθεν· πρὸ δέ μ’ ἧκεν〈—φιλέουσά τε |
| book 208-9.2 | κηδομένη τε〉: ὅτι ἀμφοτέρους Ζηνόδοτος ἠθέτηκεν. οἰκείως δὲ μᾶλ‐ |
| book 208-9.3 | λον κεῖνται εἰς προτροπὴν τοῦ Ἀχιλλέως. A |
| book 210-1.1 | ἀλλὰ λῆγ’ ἔριδοσ〈—ὀνείδισον〉: τεχνικῶς |
| book 210-1.2 | λίαν οὐχ ἅμα πάσης αὐτὸν ἐκκόπτει τῆς ἐπιθυμίας, ἀλλ’ ὡς ἰατρὸς |
| book 210-1.3 | οἶνον ἀπαγορεύων ὕδωρ δίδωσιν, οὕτως διὰ τὸ τοῦ μείζονος ἐκτρέψαι |
| book 210-1.4 | συγχωρεῖ τὸ ὀλίγον, ὡς καὶ Ἡσίοδος „τοῦ κε κορεσσάμενος νείκεα καὶ |
| book 210-1.5.1 | δῆριν ὀφέλλοισ“ (opp. 33). | ἢ ὀνειδίσαι φησὶ τὸ ὑπομνῆσαι τῶν |
| book 210-1.5.2 | εὐεργεσιῶν, ὡς Πορφύριός φησιν (1,9,10), b (BCE3) T ὡς ὑπό‐ |
| book 210-1.5.3 | μνησίς ἐστιν ἀχάριστον αἰτιᾶσθαι. b(BCE3E4)T |
| book 211-2a1.1 | ἀλλ’ ἤτοι ἔπεσιν μὲν ὀνείδισον〈—τετε‐ |
| book 211-2a1.2 | λεσμένον ἔσται〉: Πτολεμαῖος (p. 40) καὶ Σέλευκος (fr. 5 M. = 8 D.) |
| book 211-2a1.3 | ἐπὶ τὸ ὀνείδισον στίζειν ἀξιοῦσι, καὶ ὑποστίζειν κατὰ τὸ τέλος τοῦ |
| book 211-2a1.4 | στίχου, ἵν’ ᾖ τὸ λεγόμενον· ὥσπερ γὰρ ἔσται, οὕτω καὶ ἐρῶ. ἐναντι‐ |
| book 211-2a1.5.1 | οῦται δὲ αὐτοῖς τό τε ὑπερβατὸν τοῦ γάρ (212) συνδέσμου, καὶ τὸ |
| book 211-2a1.5.2 | διλογεῖσθαι τὰ ἡμιστίχια ταῦτα, ὡς ἔσεταί περ (211) καὶ ὣς τετε‐ |
| book 211-2a1.5.3 | λεσμένον ἔσται (212). μήποτε οὖν ἄμεινον στίζειν ἐπὶ τὸ τέλος τοῦ |
| book 211-2a1.5.4 | στίχου, ἵνα μὴ μόνον συμβουλεύῃ, ἀλλὰ καὶ μαντεύηται, ὃ θεοῖς μά‐ |
| book 211-2a1 | λιστα πρέπει. A |
| book 211-2a2.1 | ἀναπαυστέον τὸν λόγον εἰς τὸ ὀνείδισον· τὸ δὲ ὡς |
| book 211-2a2.2 | ἔσεταί περ / ὧδε γὰρ ἐξερέω ἀναγνωστέον ἐν ταὐτῷ. b(BCE3)T |
| book 212a | τὸ δέ: δύο μέρη λόγου εἰσίν. Aint |
| book 212b.1 | τετελεσμένον ἔσται: ὅτι Ζηνόδοτος γράφει „τετελέ‐ |
| book 212b.2 | σθαι ὀΐω“. τοῦτο δὲ Ἀχιλλεῖ ἥρμοζεν. A |
| book 212c.1 | τετελεσμένον ἔσται: ὁ μὲν ὡς ἄνθρωπος „ὀΐω“ φησίν |
| book 212c.2 | (Α 204), ἡ δὲ ὡς θεὸς διαβεβαιοῦται. b(BCE3E4)T |
| book 213.1 | τρὶς τόσσα: πρὸς τὴν ὕβριν ἡ σύγκρισις ἢ τὴν κόρην. τὰς |
| book 213.2 | Λιτὰς δὲ οἰκονομεῖ. ἐν δὲ τῷ ἐπ’ ἀτιμίᾳ δυσχεραίνοντι τὴν ἐσομένην |
| book 213.3 | τιμὴν προβέβληται. | πόθεν δέ φασιν ἡ Ἀθηνᾶ οἶδεν, ὅτι ὁ Ἀχιλλεὺς |
| book 213.4 | λήψεται πολλαπλάσια δῶρα; οὐδέπω γὰρ τῇ Θέτιδι τὴν Ἀχιλλέως |
| book 213.5.1 | τιμὴν ὑπέσχετο ὁ Ζεύς. ὅτι οὐ μόνον θεός, ἀλλὰ καὶ ὁ τυχὼν ἄνθρωπος |
| book 213.5.2 | γνοίη, ὅτι οἱ τοὺς κρείττους ἀτιμάσαντες, εἰ κινδυνεύσειαν, ἐπὶ τοὺς |
| book 213.5.3 | ὑβρισμένους καταφεύγουσιν. T |
| book 214a1.1 | 〈ὕβριος εἵνεκα τῆσδε· σὺ δ’ ἴσχεο, πείθεο δ’ ἡμῖν:〉 |
| book 214a1.2 | μαλάσσουσα αὐτὸν συμφωνεῖ αὐτῷ, ὑβρίσθαι αὐτὸν λέγουσα. b |
| book 214a1.3 | (BCE3E4)T | τὸ δὲ ἡμῖν ὀρθοτονητέον· διέσταλται γάρ, ἀντὶ τοῦ |
| book 214a1.4 | ἡμῖν πείθου καὶ μὴ τῇ σῇ ὀργῇ. κακῶς οὖν Ἀρίσταρχος συστέλλει τὴν |
| book 214a1.5 | μιν. b(BCE4)T |
| book 214a2 | 〈ἡμῖν:〉 ὅτι ὀρθο〈το〉νητέον, ἵνα ᾖ διασταλτική. Aim |
| book 216a.1 | χρή: ὀξυτονούμενον καὶ ἐν τῇ συντάξει βαρυνόμενον |
| book 216a.2 | σημαίνει ἐπίρρημα τὸ δεῖ, χρὴ μὲν σφωΐτερόν γε, θεά, ἔπος |
| book 216a.3 | εἰρύσσασθαι, περισπώμενον δὲ ῥῆμα Ἀττικόν· ἀπὸ γὰρ τοῦ χρῶ‐ |
| book 216a | μαι τὸ δεύτερον τῆς κοινῆς διαλέκτου ἐστὶ χρᾷ Ἰωνικῶς, Ἀττικὸν δὲ |
| book 216a.5.1 | χρῇ, ὡς εἴρηται Ἀλεξάνδρῳ ἐν Διονύσῳ (fr. 1, III p. 372 K.)· „ἰδοὺ |
| book 216a.5.2 | κάτοπτρον. εἰπέ μοι †τί χρὴ τοῦτο;“ A |
| book 216b.1 | χρὴ μὲν σφωΐτερόν γε: ὅτι πρὸς δύο ἀμείβεται· τὸ γὰρ |
| book 216b.2 | σφωΐτερόν ἐστι δυϊκόν. κακῶς ἄρα ἀθετεῖ Ζηνόδοτος τὸν „〈οὐρανό‐ |
| book 216b.3 | θεν·〉 πρὸ δέ μ’ ἧκε θεά“ καὶ 〈τὸν〉 „ἄμφω ὁμῶσ“ (Α 208—9). A |
| book 216-8.1 | 〈χρὴ μὲν σφωΐτερόν γε—μάλα τ’ ἔκλυον αὐ‐ |
| book 216-8.2 | τοῦ:〉 ὁ λόγος αἱρεῖ στίζειν ἐπὶ τὸ κεχολωμένον (217) καὶ ἄμεινον |
| book 216-8.3 | (217)· ἕκαστος γὰρ καθ’ ἑαυτὸν λόγος ἀπηρτισμένος ἐστί, καὶ οἱ μὲν |
| book 216-8.4 | πρῶτοι δύο ὑπὸ τοῦ γάρ (217) συνδέσμου συνημμένοι εἰσίν· ὁ δὲ |
| book 216-8.5.1 | τρίτος (ὅς κε θεοῖς ἐπιπείθηται, 218) ἀσύνδετός ἐστι πρὸς τὸν δεύ‐ |
| book 216-8.5.2 | τερον· διὸ τελείαν ἔχει τὴν πρὸ ἑαυτοῦ στιγμήν. γελοίως δὲ ὁ Πτολε‐ |
| book 216-8.5.3 | μαῖος (p. 40) αἰτίαν ἡγεῖται τῶν διαστολῶν ἐνθάδε τὸ γνωμικῶς λέ‐ |
| book 216-8.5.4 | γεσθαι τὸν τελευταῖον στίχον· καὶ γὰρ εἰ μὴ γνωμικὸς ἦν, οὐδαμῶς |
| book 216-8.5.5 | ἐδύνατο συνάπτεσθαι τοῖς ἄνω ἀσύνδετος ὢν ὁ λόγος. A |
| book 216-9.1 | ὣς γὰρ ἄμεινον: στικτέον, εἶτα ἀπ’ ἄλλης ἀρχῆς „ὅς |
| book 216-9.2 | κε θεοῖς ἐπιπείθηται, μάλα τ’ ἔκλυον αὐτοῦ“ (Α 218)· γνωμικώτερον |
| book 216-9.3 | γὰρ τὸ τοιοῦτο εἴρηται. οὕτως Ἡρωδιανός. A |
| book 218a.1 | 〈ἔκλυον:〉 πρὸς τὸ σχῆμα, ὅτι οὐ κλύουσιν εἶπεν ἢ ἀκού‐ |
| book 218a.2 | σονται. Aim |
| book 218b | 〈ἔκλυον:〉 οἱ θεοί. Til |
| book 219a.1 | ἦ καὶ ἐπ’ ἀργυρέῃ: τοῦτο τὸ ἦ ψιλῶς λεγόμενον καὶ πε‐ |
| book 219a.2 | ρισπωμένως δηλοῖ σύνδεσμον παραπληρωματικὸν τὸν ἤτοι, ἴσον τῷ |
| book 219a.3 | δή, οἷον „ἐπειῆ πολὺ φέρτερόν ἐστι“ (Α 169), καὶ παραλλήλως „ἦ δὴ |
| book 219a | λοίγια ἔργα“ (Α 518). δηλοῖ δὲ καὶ ἀπορηματικὸν σύνδεσμον· „ἦ οὐχ |
| book 219a.5.1 | Ἑλένης ἕνεκ’ ἠϋκόμοιο; / ἦ μοῦνοι φιλέους’ ἀλόχους μερόπων ἀν‐ |
| book 219a.5.2 | θρώπων / Ἀτρεῖδαι;“ (Ι 339—41). δηλοῖ δὲ καὶ τὸ ἔφη· „ἦ καὶ κυα‐ |
| book 219a.5.3 | νέῃσιν“ (Α 528). | καὶ σεσημείωται Ἀρίσταρχος ὅτι ὁ μὲν Ὅμηρος ἀεὶ |
| book 219a.5.4 | ἐπὶ προειρημένοις λόγοις ἐπιφέρει τὸ δηλοῦν τὸ ἔφη, ὡς ἐπὶ τοῦ προ‐ |
| book 219a.5.5 | κειμένου, ὁ δὲ Πλάτων μετ’ αὐτὸ ἐπιφέρει τὸν λόγον. | ψιλούμενον δὲ |
| book 219a.10.1 | καὶ βαρυτονούμενον δηλοῖ σύνδεσμον διαζευκτικόν· „ἦ εὖ ἠὲ κακῶσ“ (Β |
| book 219a.10.2 | 253). ἔστι δὲ ὅτε καὶ ἀντὶ συναπτικοῦ τοῦ εἴ τίθεται, οἷον „οὐδ’ ἀφα‐ |
| book 219a.10.3 | μαρτοεπής, ἢ καὶ γένει ὕστερος ἦεν“ (Γ 215). ποτὲ δὲ παρέλκει· „ἀλλὰ |
| book 219a.10.4 | τίη με ταῦτα παρεξερέεσθαι ἕκαστα;“ (Κ 432). δασυνόμενον δὲ καὶ |
| book 219a.10.5 | ὀξυτονούμενον ἄρθρον προτακτικὸν δηλοῖ· „ἣ δ’ ἑτέρη θέρεϊ προρρέει |
| book 219a.15.1 | εἰκυῖα χαλάζῃ“ (Χ 151). δηλοῖ δὲ καὶ ἄρθρον ὑποτακτικόν, οἷον „ἣ |
| book 219a.15.2 | μυρί’ Ἀχαιοῖσ“ (Α 2). δηλοῖ δὲ καὶ ἀναφορικὴν ἀντωνυμίαν· „ὣς ἥ γ’ |
| book 219a.15.3 | ἀμφιπόλοισι μετέπρεπεν“ (ζ 109). 〈***〉 δηλοῖ δὲ καὶ τὴν σύναρθρον |
| book 219a.15.4 | ἀντωνυμίαν τρίτου προσώπου, συζυγοῦσαν τῇ ἐμή, σή. ὑποδείγματα |
| book 219a.15.5 | δὲ ταύτης παρ’ Ὁμήρῳ οὐχ εὑρίσκεται, ἐκ δὲ τοῦ ἀναλόγου νοεῖται· |
| book 219a.20 | αἱ γὰρ πλάγιοι πᾶσαι δι’ αὐτῆς παρ’ Ὁμήρῳ σώζονται. A |
| book 219b.1 | 〈ἦ καὶ ἐπ’ ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν:〉 τῇ |
| book 219b.2 | ἀργυροήλῳ. κώπη δὲ τὸ κωπίον, ἤγουν ἡ τοῦ ξίφους λαβή. βαρεῖαν δὲ |
| book 219b.3 | b(BCE3)Til τὴν πρώην ἐπτερωμένην τῷ θράσει, ἢ τὴν ἑτέρους |
| book 219b.4 | τοῖς ὅπλοις βαρύνουσαν. b(BCE3E4)Til |
| book 219c | κώπη: παρὰ 〈τὸ〉 κοπτικὸν τοῦ ξίφους. A |
| book 219-20.1 | ἦ καὶ ἐπ’ ἀργυρέῃ〈—οὐδ’ ἀπίθησε〉: ὅτι |
| book 219-20.2 | Ζηνόδοτος μεταγράφει „ὣς εἰπὼν πάλιν ὦσε μέγα ξίφος οὐδ’ ἀπί‐ |
| book 219-20.3 | θησε“ καὶ τοὺς δύο ἕνα ἐποίησεν. A |
| book 220.1 | 〈κουλεὸν ... ξίφος:〉 κουλεόν παρὰ 〈τὸ〉 κοῖλον εἶναι, |
| book 220.2 | ξίφος παρὰ τὸ σκίπτω σκίφος καὶ ξίφος Δωρικῶς. A |
| book 222a.1 | 〈δώματ’ ἐς αἰγιόχοιο Διός:〉 βραχὺ διασταλτέον ἐπὶ |
| book 222a.2 | τὸ Διός. Aim |
| book 222b | 〈μετά:〉 ὅτι ἀντὶ τοῦ ἐπί. Ail |
| book 222c.1 | δώματ’ ἐς αἰγιόχοιο 〈Διὸς μετὰ δαίμονας ἄλλουσ〉: |
| book 222c.2 | δύναται μὲν ἀθετεῖσθαι· οἱ γὰρ θεοὶ πρὸ μιᾶς ἡμέρας εἰς Αἰθιοπίαν εἰσὶ |
| book 222c.3 | κεχωρισμένοι. δύναται δὲ καὶ Ὁμηρικῷ τρόπῳ ἀκούεσθαι †ἡμῶν† |
| book 222c.4 | μετὰ δαίμονας ἄλλους, εἰς τὸν τῶν δαιμόνων τόπον. A |
| book 222d.1 | δαίμονας ἄλλους: τὸν τῶν δαιμόνων τόπον μετωνυμι‐ |
| book 222d.2 | κῶς ἐκάλεσεν, ὡς „ὕεσσι παρήμενον“ (ν 407). ἢ μόνους τοὺς ἄρσενάς |
| book 222d.3 | φησι ἕπεσθαι τῷ Διῒ εἰς Αἰθιοπίαν καὶ τὰς θηλείας καταλελεῖφθαι, „οἱ |
| book 222d.4 | δ’ ἅμα πάντες ἕποντο“ (Α 424). ἢ ὅτι τὸ „πάντεσ“ ἐκεῖσε ἀντὶ τοῦ οἱ |
| book 222d.5 | πλείους τέτακται. b(BCE3E4)T |
| book 222d.1 | μετὰ δαίμονας ἄλλους: οὕτως δαίμονας καλεῖ τοὺς θεοὺς |
| book 222d.2 | —δαίμονας φύλακας θνητῶν ἀνθρώπων. A |
| book 223a1.1 | 〈ἀταρτηροῖς:〉 ἀτηροῖς, | καὶ πλεονασμῷ τῆς ταρ συλ‐ |
| book 223a1.2 | λαβῆς ἀταρτηροῖς, ὡς τὸ τάρροθος καὶ μετὰ τῆς ἐπί προθέσεως „ἐπι‐ |
| book 223a1.3 | τάρροθοσ“ (Ε 808 al.). b(BCE3) |
| book 223a2 | πλεονάζει ἡ ταρ ὡς τὸ „ἐπιτάρ〈ρ〉οθοσ“. Til |
| book 225-33.1 | οἰνοβαρὲς κυνὸς ὄμματ’ ἔχων〈—ὅρκον |
| book 225-33.2 | ὀμοῦμαι〉: ὅτι Ζηνόδοτος τοῦτον τὸν τόπον ἠθέτηκεν, ἕως τοῦ „ναὶ |
| book 225-33 | μὰ τόδε σκῆπτρον“ (Α 234). A |
| book 225a.1 | 〈οἰνοβαρές, κυνὸς ὄμματ’ ἔχων, κραδίην δ’ ἐλά‐ |
| book 225a.2 | φοιο:〉 καθ’ ἑκάστην {δὲ} λοιδορίαν βραχὺ διασταλτέον, ἐπὶ δὲ τὸ |
| book 225a.3 | τέλος στικτέον· προσαγορευτικὴ γὰρ ἡ περίοδος. ἡ δὲ ἑξῆς περίοδος |
| book 225a.4 | ῥηματική· διὸ ἀπ’ ἄλλης ἀρχῆς „οὔτε ποτ’ ἐς πόλεμον / οὔτε λόχον“ |
| book 225a.5 | (Α 226—7). A |
| book 225b.1 | οἰνοβαρές, κυνὸς ὄμματ’ ἔχων, κραδίην δ’ ἐλά‐ |
| book 225b.2 | φοιο: Ἰσοκράτης (4, 142) Κόνωνι τῷ Ἀθηναίων στρατηγῷ τρία |
| book 225b.3 | μαρτυρεῖ, ἐπιμέλειαν, πίστιν, ἐμπειρίαν πολέμου. τούτων τὰ ἐναντία |
| book 225b.4 | κατανοήσας Ἀγαμέμνονα ὀνειδίζει· ἐξ οἰνοποσίας μὲν γὰρ ἀμέλεια, |
| book 225b.5.1 | ἀπιστία δὲ ἐξ ἀναιδείας, καὶ πολέμων ἀπειρίαν ἡ δειλία ἐργάζεται. καὶ |
| book 225b.5.2 | δειλὸν μὲν ἐπὶ τρίτον ἐν Ἰλιάδι φαίνεται λέγων διὰ τὸ „φεύγωμεν σὺν |
| book 225b.5.3 | νηυσί“ (Β 140. Ι 27, cf. Σ 75), μέθυσον δὲ διὰ τὸ „πλεῖαί τοι οἴνου |
| book 225b.5.4 | κλισίαι“ (Ι 71) b(BCE3E4)T καὶ „σὸν δὲ {μάλιστα} πλεῖον δέπας |
| book 225b.5.5 | αἰεί“ (Δ 262) παρ’ Ἀτρείδῃσι, καὶ Εὔνηος „χίλια μέτρα“ (Η 471) |
| book 225b.10.1 | αὐτοῖς ἀποστέλλει, καὶ „Τρώων δ’ ἄνδρα ἕκαστον ἑλοίμεθα οἰνο‐ |
| book 225b.10.2 | χοεύειν“ (Β 127). T μάλιστα δὲ τῷ ἀναιδεῖ ἐπιμένει, ὅπου μὲν |
| book 225b.10.3 | λέγων „ἀλλὰ σοί, ὦ μέγ’ ἀναιδέσ“ (Α 158), ὅπου δὲ „ἀναιδείην ἐπιει‐ |
| book 225b.10.4 | μένε“ (Α 149), πῇ δὲ „σοί τε, κυνῶπα“ (Α 159)· ἐπεὶ προμεμαρτύρηται |
| book 225b.10.5 | αὐτοῦ τὸ τῆς θέας ἰταμὸν ἐν τῷ πρὸς Κάλχαντα b(BCE3E4)T |
| book 225b.15.1 | διαλόγῳ, „ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην“ (Α 104) καὶ „κάκ’ |
| book 225b.15.2 | ὀσσόμενος προσέειπεν“ (Α 105). T φύσει δὲ ἀλλήλαις αἱ κακίαι, |
| book 225b.15.3 | ὡς καὶ αἱ ἀρεταί, παρέπονται. b(BCE3E4)T |
| book 225c.1 | ἄλλως: εἰώθασιν οἱ ἄνθρωποι τὰ πλεονεκτήματα πολλάκις |
| book 225c.2 | ὡς ἐλαττώματα προάγειν· „στρεπτὴ γὰρ γλῶσς’ ἐστὶ βροτῶν“ (Υ |
| book 225c.3 | 248)· ἐπειδὴ γὰρ τοῖς βασιλεῦσι πλεῖον δέπας οἴνου παρέκειτο ἀξιώμα‐ |
| book 225c | τος χάριν, τοῦτο εἰς μέθην ὀνειδίζει τῷ βασιλεῖ. τὸ δὲ διὰ τὸ μὴ περι‐ |
| book 225c.5.1 | φρονεῖσθαι ἰταμὸν τῶν βασιλέων καὶ δυσπαράκλητον ἀναίδειαν εἶπεν. |
| book 225c.5.2 | ἐπεὶ δὲ καὶ προκινδυνεύειν τῆς φάλαγγος οὐκ οἰκεῖόν ἐστι βασιλεῖ, τοῦ‐ |
| book 225c.5.3 | το δειλίαν ἐκάλεσεν. οὐκ οἰητέον δὲ τοιοῦτον εἶναι τὸν Ἀγαμέμνονα |
| book 225c.5.4 | οἷον νῦν λοιδορεῖ, ὃν †Ἕλληνες ἐν τοῖς πρώτοις ἠρίθμουν· „ἢ Αἴαντα |
| book 225c.5.5 | λαχεῖν ἢ Τυδέως υἱόν, / ἢ αὐτὸν βασιλῆα πολυχρύσοιο 〈Μυκήνησ〉“ |
| book 225c.10.1 | (Η 179—80). οὐχ ὅτι τρίτος ἦν κατ’ ἀρετὴν Ἀγαμέμνων, τρίτον αὐ‐ |
| book 225c.10.2 | τὸν ἀριθμοῦσιν, ἀλλ’ ὡς ἧττον διὰ τὴν ἀρχὴν κινδυνεύειν ὀφείλοντα. |
| book 225c.10.3 | εἴς τε τὸ πρὸς Ἕκτορα μονομάχιον „ὦρτο πολὺ πρῶτος μὲν ἄναξ |
| book 225c.10.4 | ἀνδρῶν Ἀγαμέμνων“ (Η 162). ἀλλὰ καὶ τὴν ἀριστείαν αὐτοῦ ταῖς ἄλ‐ |
| book 225c.10.5 | λαις παραβάλλων μείζονα εὕροι τις ἄν· Διομήδης μὲν γὰρ ἠρίστευσεν |
| book 225c.15.1 | ἔτι τῶν Τρώων ἀγνοούντων τὴν μῆνιν Ἀχιλλέως b(BCE3E4) |
| book 225c.15.2 | T καὶ διὰ τὸ συνειδέναι σφίσιν αὐτοῖς τὴν τῶν ὅρκων παράβασιν |
| book 225c.15.3 | κατεπτηχότων, T τὸν δὲ Αἴαντα ὁ περὶ τῶν νεῶν κίνδυνος καὶ ἡ |
| book 225c.15.4 | τῆς σωτηρίας ἀπόγνωσις διήγειρε, καὶ Πάτροκλος ἠρίστευσεν Ἀχιλ‐ |
| book 225c.15.5 | λεὺς νομιζόμενος, b(BCE3E4)T Ἀχιλλεὺς δὲ αὐτοῖς φοβερὸς ὤφθη |
| book 225c.20.1 | διὰ τὴν τῶν θείων ὅπλων εὐπρέπειαν. T Ἀγαμέμνονι δὲ ἡσσήθη‐ |
| book 225c.20.2 | σαν νικῶντες τῇ προτεραίᾳ καὶ ἐπαυλιζόμενοι ταῖς ναυσὶ τῶν πο‐ |
| book 225c.20.3 | λεμίων. διὰ τοῦτο Ἕκτωρ Αἴαντι μὲν καὶ Πατρόκλῳ καὶ Ἀχιλλεῖ καὶ |
| book 225c.20.4 | Διομήδει θαρρῶν εἰς μάχην ἔρχεται, Ἀγαμέμνονα δὲ ἐκκλίνει. b(BCE3 |
| book 225c.20.5 | E4)T ἀλλὰ καὶ ὁ Ζεὺς αὐτῷ παραινεῖ· „ὄφρα μέν κεν ὁρᾷς Ἀγα‐ |
| book 225c.25.1 | μέμνονα ποιμένα λαῶν ἐν προμάχοισι, τόφρ’ ὑπόεικε μάχησ“ (cf. Λ |
| book 225c.25.2 | 202—4). b(BE3E4)T |
| book 225d.1 | 〈κραδίην δ’ ἐλάφοιο:〉 λέγεται A b (BCE3)T καρ‐ |
| book 225d.2 | δίαν μὴ ἔχειν τὸ ἐλάφιον, | μᾶλλον δὲ T χολὴν οὐκ ἔχειν ἐν τῷ ἥπα‐ |
| book 225d.3 | τι περικειμένην ἡ ἔλαφος. A b (BCE3)T |
| book 226.1 | οὔτε ποτ’ ἐς πόλεμον: τοῦτο δημοκρατικοῦ βασιλέως καὶ |
| book 226.2 | δημαγωγικοῦ. ATil |
| book 227.1 | οὔτε λόχον δ’ ἰέναι: τοῦτο ἀριστοκρατικοῦ. ἅμα οὖν τῶν |
| book 227.2 | ἰδίων κατορθωμάτων ὑπομιμνήσκει· ὅτι γὰρ καὶ ἐλόχα, δῆλον ἀπὸ |
| book 227.3 | Λυκάονος (cf. Φ 35—9). A b (BCE3)T καὶ „ἐς λόχον, ἔνθα μάλιστ’ |
| book 227.4 | ἀρετὴ διαείδεται ἀνδρῶν“ (Ν 277). AT |
| book 228.1 | τὸ δέ {τοι κήρ}: ἐν δύο μέρεσι λόγου, ἵνα ᾖ τοῦτο δέ σοι |
| book 228.2 | θάνατος νομίζεται. A |
| book 229a1.1 | ἦ πολὺ λώϊόν 〈ἐστι κατὰ στρατὸν εὐρὺν Ἀχαι‐ |
| book 229a1.2 | ῶν:〉 περισπαστέον τὸν ἦ· κατ’ ἀρχὴν γὰρ κεῖται, ἰσοδυναμῶν τῷ |
| book 229a1.3 | δή. | δύναται δὲ βραχὺ διαστέλλεσθαι ἐπὶ τὸ εὐρύν, ἵν’ ᾖ Ἀχαιῶν / |
| book 229a1.4 | „δῶρ’ ἀποαιρεῖσθαι“ (Α 230). A |
| book 229a2.1 | περισπαστέον τὸν ἦ. καὶ ἐν τῷ „ἦ γὰρ ἄν, Ἀτρείδη“ |
| book 229a2.2 | (Α 232). Aim |
| book 229-31.1 | 〈ἦ πολὺ λώϊόν ἐστι—ἀνάσσεις:〉 περι‐ |
| book 229-31.2 | σπαστέον τὸν ἦ· ἀρκτικὸς γάρ ἐστιν, ἀντὶ τοῦ δή. | ἀπολελυμένον δὲ |
| book 229-31.3 | τὸ σχῆμα καὶ πολλὰς ἔχον περικοπάς· ἄπληστον γάρ ἐστι πρὸς λοι‐ |
| book 229-31.4 | δορίαν ὀργή. b(BCE3)T | ὑποστικτέον δὲ εἰς τὸ εὐρύν (229). |
| book 229-31.5 | b(BCE3E4)T |
| book 230a.1 | 〈δῶρα:〉 ἃ δωροῦνται οἱ Ἀχαιοί, ὡς τὸ „δόσαν δέ μοι |
| book 230a.2 | υἷες Ἀχαιῶν“ (Α 162). Til |
| book 230b.1 | 〈ἀντίον εἴπῃ:〉 οὐκ εἶπεν ἀδικήσει τις, ἀλλ’ ὡς ἀναι‐ |
| book 230b.2 | ροῦντα τὴν ἰσολογίαν διαβάλλει. ἐπεγείρει δὲ αὐτῷ τοὺς στρατηγούς. |
| book 230b.3 | b(BCE3)TTil |
| book 231a.1 | δημοβόρος βασιλεύς: καθ’ ἑαυτὸ τοῦτο ἀναγνωστέον, |
| book 231a.2 | ὡς καὶ Φιλοξένῳ ἐν τῷ Περὶ προσῳδιῶν δοκεῖ, ἵνα τὸ κομματικὸν τῆς |
| book 231a.3 | προφορᾶς τὴν ὀργὴν μᾶλλον ἐμφαίνῃ. δύναται δὲ καὶ τὸ εἶ ῥῆμα λεί‐ |
| book 231a.4 | πειν, ὑφ’ ἓν ἡμῶν ὅλον προφερομένων τὸν στίχον, ἵν’ ᾖ δημοβόρος εἶ |
| book 231a.5 | βασιλεύς, ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις. ἀλλ’ οὐκ ἐπείγει. A |
| book 231b.1 | δημοβόρος: κινητικὰ ταῦτα τοῦ πλήθους· μεγίστη γὰρ |
| book 231b.2 | κατηγορία τὸ σφετερίζεσθαι τὰ κοινά. b(BCE3E4)T |
| book 232 | ἦ γὰρ ἄν, Ἀτρείδη, 〈νῦν ὕστατα λωβήσαιο〉: ὅτι τὸ |
| book 232.1 | εὐκτικὸν ἀντὶ παρεληλυθότος ὁριστικοῦ τοῦ ἐλωβήσω παρείληπται, ὡς |
| book 232.2 | „καί νύ κεν ἔνθ’ ἀπόλοιτο ἄναξ ἀνδρῶν Αἰνείασ“ (Ε 311). | τὸν δὲ |
| book 232.3 | η περισπαστέον· βεβαιωτικὸς γάρ ἐστιν. A |
| book 233.1 | καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι: ἐπιομοῦμαι. b(BCE3)T | |
| book 233.2 | ἐπόμνυσθαί ἐστι τὸ ὑπισχνούμενον ὀμόσαι, ἀπομνύναι δὲ τὸ ἀπο‐ |
| book 233.3 | φάσκειν. A b (BCE3)T | μέγαν δὲ ὅρκον ἢ τὸν κοινὸν τῶν ὅρκων ἢ |
| book 233.4 | τὸν ὡς ἀληθῶς παρ’ αὐτοῦ τελεσθησόμενον. b(BCE3)T |
| book 234.1 | ναὶ μὰ τόδε: πεπλεόνακεν τὸ μά—τὸν ἔφορον τῆς |
| book 234.2 | βασιλείας θεόν. A |
| book 234-40a.1 | ναὶ μὰ τόδε σκῆπτρον〈—ἦ ποτ’ Ἀχιλ‐ |
| book 234-40a.2 | λῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶν〉: ὅλη ἡ παρέκβασις διὰ μέσου |
| book 234-40a.3 | ἕως τοῦ ἦ ποτ’ Ἀχιλλῆος ποθή (240)· διὸ τὰ μεταξὺ διαστολαῖς τε |
| book 234-40a.4 | καὶ ἀνυποκρίτοις στιγμαῖς ἀναπαύσομεν· τὸ γὰρ ἑξῆς ναὶ μὰ τόδε |
| book 234-40a.5 | σκῆπτρον, ἦ ποτ’ Ἀχιλλῆος. A |
| book 234-40b.1 | ναὶ μὰ τόδε σκῆπτρον〈—〉ἦ ποτ’ Ἀχιλλῆος: |
| book 234-40b.2 | μεταξὺ παρενείρει, ἅτε σκεπτόμενος ὅπως ὀμόσῃ, †οὔτε ὁμοίως ἐὼν |
| book 234-40b.3 | ὅλως† κατὰ τῆς βεβαιότητος τοῦ ὅρκου, ἀλλὰ δεικνὺς ἐν ἤθει ὅτι τι‐ |
| book 234-40b.4 | μιώτερον †καταξύλον† τὸ σκῆπτρον καθ’ Ὅμηρον· διὸ καὶ ἐπιφέρει· |
| book 234-40b.5 | ὁ δέ τοι μέγας ἔσσεται ὅρκος (239) A |
| book 234-5.1 | 〈ναὶ μὰ τόδε σκῆπτρον—λέλοιπεν:〉 τὸν τῆς |
| book 234-5.2 | βασιλείας ἔφορον ὄμνυσι θεόν, ὡς εἰ τράπεζαν ἢ πέλαγός τις ὀμόσει ἢ |
| book 234-5.3 | τοὺς ἰδίους δεσμούς. ἐν σχήματι δὲ ἔφρασεν, ὅτι δημηγοροῦντι αὐτῷ |
| book 234-5.4 | δέδοται τὸ σκῆπτρον. διὰ δὲ τῆς ἐκκοπῆς τὴν ἀπαλλαγὴν ἴσως τῆς |
| book 234-5.5 | συνηθείας αὐτοῦ δηλοῖ· μόνος δὲ Ἀγαμέμνων ἐσκηπτροφόρει. b |
| book 234-5 | (BCE3E4)T |
| book 238-9.1 | οἵτε θέμιστας 〈/ πρὸς Διὸς εἰρύαται〉: εἰς δικαιοσύ‐ |
| book 238-9.2 | νην παρακαλεῖ τοὺς ἄρχοντας, εἴγε τὸ δίκαιον ἐγχειρίζει αὐτοῖς ὁ Ζεύς, |
| book 238-9.3 | παραφθειρομένου δὲ αὐτοῦ δίκας δώσουσι Διΐ. ἢ ὅτι οὔπω νομογρα‐ |
| book 238-9.4 | φίας οὔσης ὁ λόγος τῶν βασιλέων νόμος ἦν. b(BC) T |
| book 239.1 | ὁ δέ {τοι μέγας ἔσσεται}: ἄμεινον δύο μέρη λόγου ποιεῖν· „ὁ |
| book 239.2 | δέ τοι νημερτὲς ἐνίψει“ (λ 148). A |
| book 240a.1 | ἦ ποτ’ Ἀχιλλῆος 〈ποθὴ ἵξεται υἷας Ἀχαιῶν〉: |
| book 240a.2 | τοῦτό φησι πεισθεὶς Ἀθηνᾷ. T |
| book 240b | 〈ποθή:〉 τὸ ποθή ὀξυτόνως. Aim |
| book 241 | 〈τότε δ’ οὔτι:〉 οὕτως Ἀρίσταρχος, „τότε δ’ οὔτι“. Aint |
| book 242.1 | Ἕκτορος ἀνδροφόνοιο: προσυνίστησιν ἡμῖν τὸν Ἕκτορα |
| book 242.2 | λεληθότως ὁ ποιητής, μέλλων αὐτῷ χρῆσθαι πρὸς τὰ ἐπιφανῆ τῆς |
| book 242.3 | Ἰλιάδος ἔργα. b(BCE3)T πρὸς δὲ κατάπληξιν τῶν ἀκουόντων |
| book 242.4 | καὶ τὸ ἐπίθετον αὐτοῦ δεδήλωκεν. T |
| book 243.1 | θνήσκοντες 〈πίπτωσι〉: †ἀναστροφὴ† ὁ τρόπος· b(BCE3 |
| book 243.2 | E4)TTil τὸ ἐναντίον γὰρ γίνεται. b(BCE3)TTil |
| book 244a | ὅτ’ ἄριστον: ἐπειδή. „νῦν δ’ †ὑμέων ὅτε δὴ γλῶσσαν“, |
| book 244a | „ὅτε με βροτοὶ οὔτι τίουσιν“ (ν 129). TT |
| book 244b.1 | 〈ἄριστον Ἀχαιῶν:〉 ἢ τὸν ἐν Ἀχαιοῖς ἀριστέα, ἢ τὸν |
| book 244b.2 | τῶν Θεσσαλῶν· „Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί“ |
| book 244b.3 | (Β 684). b(BCE3)Til |
| book 244c.1 | οὐδὲν ἔτισας: πλεονάζει τὸ δεν· ἰσοδυναμεῖ γὰρ τῷ οὐκ |
| book 244c.2 | ἔτισας. A |
| book 244d.1 | 〈οὐδέν:〉 Ἀρίσταρχος παρέλκειν λέγει τὸ δεν, Ἀπολ‐ |
| book 244d.2 | λόδωρος δὲ ἐν Γλώσσαις (FGr Hist 244, 221) εἶναι τὸ πλῆρες οὐδὲ ἕν· |
| book 244d.3 | πολλοῖς γὰρ καὶ τῶν ἄλλων γραμματικῶν δοκεῖ τρία εἶναι μέρη λόγου, |
| book 244d.4 | οὔ καὶ δέ καὶ ἕν. A |
| book 245a.1 | ποτὶ δὲ σκῆπτρον βάλε 〈γαίῃ〉: νῦν μὲν τὸν Ἀχιλλέα, |
| book 245a.2 | ἐν δὲ τῇ Ὀδυσσείᾳ (sc. β 80—1) τὸν Τηλέμαχον ποιῶν τὸ σκῆπτρον ἀποτιθεμέ‐ |
| book 245a.3 | νους, ἐπ’ ἐκείνου μὲν καὶ πλῆθος ἐξέχεε δακρύων (καὶ γὰρ νεώτερος, |
| book 245a.4 | καὶ αἱ συμφοραὶ δειναί). ὁ δὲ Ἀχιλλεὺς οὐ μάλα ὀλοφύρεται· οὔτε |
| book 245a.5 | γὰρ ὁμοίως νέος, καὶ περὶ γυναικὸς ἡ μάχη. b(BCE3E4)T |
| book 245b.1 | 〈ποτὶ δὲ σκῆπτρον βάλε γαίη:〉 ὁ θυμὸς τὰ μετὰ |
| book 245b.2 | χεῖρας ἐχόμενα ῥίπτει. b(BCE3E4) |
| book 247-8.1 | 〈Ἀτρείδης δ’ ἑτέρωθεν ἐμήνιε·〉 τοῖσι δὲ Νέστωρ / |
| book 247-8.2 | 〈ἡδυεπὴς ἀνόρουσε, λιγὺς Πυλίων ἀγορητήσ〉: ἔστι μὲν ἔγγο‐ |
| book 247-8.3 | νος Ποσειδῶνος, ἐνενήκοντα δὲ ἄρχει νεῶν, γεραίτερος δὲ πάντων καὶ |
| book 247-8.4 | ἡδύγλωσσος· οἱ περὶ Ὀδυσσέα γὰρ παραινοῦντες ἐδόκουν θωπεύειν |
| book 247-8.5.1 | b(BCE3E4)T πρὸς τὸ μὴ ἀφαιρεῖσθαι τοῦ γέρως. T ἀλλ’ |
| book 247-8.5.2 | οὔτε Μενέλαος ἠδύνατο παραινεῖν· τῷ μὲν γὰρ ἀδελφῷ προστιθέμενος |
| book 247-8.5.3 | ἀπήχθετο Ἀχιλλεῖ b(BCE3E4)T τῷ δι’ αὑτὸν προπονήσαντι· |
| book 247-8.5.4 | T τῷ δὲ Φοίνικι ταμιεύεται τὰς Λιτάς. ἐν κινδύνοις οὖν παρεισάγων |
| book 247-8.5.5 | τὸν Νέστορα πολλὴν αὐτῷ μαρτυρεῖ λόγων εἴδησιν, b(BCE3E4) |
| book 247-8.10 | T ἡδυεπῆ λέγων αὐτὸν καὶ λιγύν. T | προσυνίστησι τὸ εἶδος τῶν |
| book 247-8.1 | λόγων ὡς προσηνὲς καὶ καταστέλλειν ὀργὴν δυνάμενον· b(BCE3E4) |
| book 247-8.2 | T ὁ γὰρ αὐστηρὸς λόγος θυμὸν ἀναζωπυρεῖ. b(BE3E4)T | ἑτέ‐ |
| book 247-8.3 | ρωθε (247) δὲ ἐκ τῆς ἑτέρας στάσεως. T |
| book 248.1 | 〈ἡδυεπὴς ἀνόρουσε λιγὺς Πυλίων ἀγορητής:〉 καὶ ἐκ |
| book 248.2 | πατέρων ἔχων αὐτὸν ἐπαινεῖν, οὐκ ἀναγκαῖον ἡγήσατο· οὐδεὶς γὰρ |
| book 248.3 | λόγος εὐγενείας ὅσον λόγων δυνάμεως ἐν τοιούτῳ καιρῷ. | τὸ δὲ |
| book 248.4 | προνοητικὸν τῶν ὁμοφύλων νεανικὴν αὐτῷ περιτίθησι κίνησιν· οὐδὲ |
| book 248.5.1 | γὰρ γέροντα κυβερνήτην μέμψαιο κινδυνεύοντος σκάφους ὑπὲρ τὸ |
| book 248.5.2 | δέον κινούμενον. b(BCE3E4)T |
| book 249.1 | τοῦ καὶ ἀπὸ γλώσσης: ἡ γλῶσσα τρία σημαίνει— |
| book 249.2 | τῶν λέξεων. A |
| book 249a.1 | μέλιτος γλυκίων 〈ῥέεν αὐδή〉: μέλιτος διὰ τὸ πεί‐ |
| book 249a.2 | θειν, ῥέεν δὲ διὰ τὸ ἀνεμπόδιστον. A b (BCE3E4)T ἔοικε δὲ ἀπο‐ |
| book 249a.3 | τείνεσθαι εἰς ἑαυτὸν ὁ κατὰ συλλογισμὸν ἔπαινος. A b (BCE3) |
| book 249b.1 | 〈γλυκίων:〉 ὅτι Ζηνόδοτος χωρὶς τοῦ ν „γλυκίω“. τὰ |
| book 249b.2 | δὲ τοιαῦτα συγκριτικὰ ἔχει τὸ ν. Aim |
| book 250a.1 | τῷ δ’ ἤδη δύο μὲν γενεαί: ἥ τε τῶν πατέρων, ὑφ’ ὧν |
| book 250a.2 | γεννηθεὶς ἀνετράφη, καὶ ἡ τῶν ἀδελφῶν. „ἐλθὼν γὰρ ἐκάκωσε βίη |
| book 250a.3 | Ἡρακλη〈ε〉ίη / τῶν οἶος λιπόμην“ (Λ 690 et 693). τριτάτης δὲ ἄρχει |
| book 250a.4 | τῆς τῶν παίδων ἑαυτοῦ γενεᾶς, οἳ σὺν αὐτῷ ἐστρατεύσαντο· καὶ γὰρ |
| book 250a.5 | ὁ ληγούσης ἡμέρας ἐπιδημήσας καὶ †τῇ τρίτῃ τῇ ἐξ ἑωθινοῦ ἐξιὼν διὰ |
| book 250a.1 | τρίτης ἀποδημεῖν λέγεται καίτοι μίαν μόνην τὴν μέσην τελέσας. ἄλλως |
| book 250a.2 | τε ἡ γενεὰ τριάκοντα ἔτη ἔχει· δύο οὖν γενεὰς πληρώσας εἰς τὴν τρί‐ |
| book 250a.3 | την κατελέγετο, ὥστε δύο γενεαὶ ἀνθρώπων ἐφθάρησαν. οὐχ ὅτι δὲ |
| book 250a.4 | ἀνθρώπους φησὶν ἀποθανεῖν, ἀλλὰ δύο περιοδικὰς γενεάς, τουτέστι τὰς |
| book 250a.10.1 | καλουμένας δύο γενεὰς ἀνθρωπείας, ὡσεὶ ἔλεγε δύο τριακονταετίας. b |
| book 250a.10.2 | (BCE3E4)T οὕτω δὲ ζώντων τινῶν τῶν σὺν αὐτῷ ἀνθρώπων, |
| book 250a.10.3 | ὅμως αἱ γενεαὶ ἂν εἶεν ἐφθαρμέναι. αὐτὸς δὲ ναύαρχος ἦν τῶν ἐν τῇ |
| book 250a.10.4 | τρίτῃ γενεᾷ γενομένων, οἳ ἦγον τὴν στρατεύσιμον ἡλικίαν. b(BE3E4)T |
| book 250b.1 | καὶ παρ’ ἄλλῳ· δύο τριακονταετηρίδες παρεληλύθεισαν |
| book 250b.2 | ἐπὶ αὐτῷ· ἡ γὰρ γενεὰ τριάκοντα ἔτη ἔχει· τελεία γὰρ αὕτη πρὸς |
| book 250b.3 | γένεσιν ἡλικία, „μήτε τριηκόντων ἐτέων“ (Hsd. opp. 696). οἱ μὲν οὖν |
| book 250b.4 | συντεχθέντες αὐτῷ ἀπολώλεισαν ὑπὸ Ἡρακλέους, οἱ δὲ συγγηρά‐ |
| book 250b.5.1 | σαντες οὐ συνεστράτευσαν, αὐτὸς δὲ „οὐ †μὴν† ἐπέτρεπε γήραϊ |
| book 250b.5.2 | λυγρῷ“ (Κ 79). τῶν οὖν υἱῶν αὐτῶν ἦρχεν. ἔστιν οὖν ἑβδομηκον‐ |
| book 250b.5.3 | τούτης. ἀμέλει τήν τε Ἑκαμήδην ἔχει καὶ μετὰ τὸν νόστον σύνεστι |
| book 250b.5.4 | τῇ γυναικί. A b (BCE3, E4 [fol. 3r et 9v]) T |
| book 250c.1 | μερόπων ἀνθρώπων: μεμερισμένην—τὴν φωνήν. |
| book 250c.2 | A | ἀπὸ Μέροπος τοῦ Ὕαντος, ὃς μετὰ τὸν κατακλυσμὸν πρῶτος συν‐ |
| book 250c.3 | ῴκισε τοὺς ἀνθρώπους. ἢ A b (BCE3E4) τῶν μορούντων περὶ τὴν |
| book 250c.4 | ὄπα· ἢ τῶν παρεξηλλαγμένην ὄπα ἐχόντων. A b (BCE3E4)T |
| book 251a.1 | {ἐφθίαθ’} οἵ οἱ: ὅτι Ζηνόδοτος γράφει „αἵ οἱ“. γενέσθαι |
| book 251a.2 | δὲ ἅμα τραφῆναί τε 〈γενεὰσ〉 ἀδύνατον. A |
| book 251b.1 | οἵ οἱ πρόσθεν: οἱ μὲν εὐθεῖαν ἀντὶ γενικῆς, ὡς τὸ „οἱ δὲ |
| book 251b.2 | δύο σκόπελοι“ (μ 73), b(BCE3E4)T ἵν’ ᾗ οἵτινες αὐτῶν, τῶν |
| book 251b.3 | ἀνθρώπων δηλονότι· καὶ ἔστι τὸ δεύτερον οἱ ἀντὶ τοῦ αὐτῷ. b |
| book 251b.4 | (BE3E4)T οἱ δὲ πρὸς τὸ „γενεαί,“ ὡς „φάλαγγες / ἱστάμενοι“ (Π |
| book 251b.5 | 280—1). b(BCE3E4)T |
| book 251c.1 | 〈ἅμα τράφεν ἠδ’ ἐγένοντο:〉 ὡς „ἀμφιέσασα 〈θυώ‐ |
| book 251c.2 | δεα〉 καὶ λούσασα“ (ε 264), „ἔσω εἰσῄει“ (cf. ρ 30). b(BCE3) |
| book 251d | 〈ἅμα:〉 τὸ ἅμα ἐπὶ καιροῦ, τὸ ὁμοῦ ἐπὶ τόπου. Aim |
| book 252a.1 | ἐν Πύλῳ ἠγαθέῃ: τοῦ〈το〉 καὶ τοῖς ἡγουμένοις καὶ τοῖς |
| book 252a.2 | ἑπομένοις δύναται συντάττεσθαι. A |
| book 252b.1 | 〈τριτάτοισιν:〉 τοῖς ἀπὸ τῆς αὐτοῦ γενέσεως τρίτην |
| book 252b.2 | ἡλικίαν ἄγουσιν. b(BCE3E49 [fol. 3r et 10r]) Til |
| book 254-6 | {ὢ πόποι:} ὅταν τὸ πρᾶγμα προοίμιον ᾖ τῷ μεγέθει καὶ |
| book 254-6.1 | τῷ πάθει, οὐ δεῖ πορίζειν ἑτέρωθεν προοίμια. b(BE3)T ἔχει δὲ τὴν |
| book 254-6.2 | προσοχὴν ἀπὸ ὀλοφυρμοῦ ἀρξάμενος. b(BCE3)T | δημηγορικῶς δὲ |
| book 254-6.3 | τὰς δύο παρίστησιν ἠπείρους αὐτοῖς, τὴν μὲν πενθήσουσαν, τὴν δὲ |
| book 254-6.5 | χαρησομένην, εἰς κατήφειαν αὐτοὺς ἄγων. b(BE3)T |
| book 255-8.1 | ἦ κεν γηθήσαι Πρίαμοσ〈—περὶ δ’ ἐστὲ μάχε‐ |
| book 255-8.2 | σθαι〉: ἕως τοῦ μάχεσθαι (258) συναπτέον. βραχὺ δὲ διασταλτέον |
| book 255-8.3 | παῖδες (255), θυμῷ (256), μαρναμένοιϊν (257). | περισπαστέον δὲ |
| book 255-8.4 | τὸν η (255)· βεβαιωτικὸς γάρ. τὸ δὲ γηθήσαι (255) παροξυτο‐ |
| book 255-8.5 | νητέον, ἐπειδὴ εὐκτικόν ἐστιν, ἡ δὲ αι ἐν τοῖς εὐκτικοῖς μακρά ἐστιν. A |
| book 255.1 | ἦ κεν γηθήσαι 〈Πρίαμος Πριάμοιό τε παῖδεσ〉: ἐρεθι‐ |
| book 255.2 | στικὸς ὁ τῶν ἐχθρῶν ἔπαινος· καὶ διὰ μὲν Πριάμου Ἀγαμέμνονα, διὰ |
| book 255.3 | δὲ Ἕκτορος Ἀχιλλέα ἐρεθίζει, b(BCE3E4)T οὗ τὸ ὄνομα ἐφυλά‐ |
| book 255.4 | ξατο, ὅπως μὴ δοκῇ συνηγορεῖν Ἀχιλλεῖ. b(BE3E4)T |
| book 257.1 | τάδε πάντα 〈... μαρναμένοιϊν〉: ἔμφασιν ἔχει καὶ αὔξησιν |
| book 257.2 | ἡ δεῖξις καὶ οἱ ἀριθμοί. | τὸ δὲ μαρναμένοιϊν διὰ τὴν ξιφουλκίαν. b |
| book 257.3 | (BCE3E4)T |
| book 258a1.1 | οἳ περὶ μὲν βουλῇ: ἡ περί ἀντὶ ἑτέρας κεῖται τῆς ὑπέρ. |
| book 258a1.2 | τὸν ἴδιον οὖν τόνον φυλάξει· πρόθεσις γὰρ ἀντὶ ἑτέρας προθέσεως πα‐ |
| book 258a1.3 | ραλαμβανομένη τὸν ἴδιον τόνον φυλάττει. οὕτως ἔχει καὶ τὸ „ἀλλ’ ὅδ’ |
| book 258a1.4 | ἀνὴρ ἐθέλει περὶ πάντων“ (Α 287). εἴτε τοῖς ἑξῆς συνάπτεται, ἀντὶ τοῦ |
| book 258a1.5.1 | περίεστε, πάλιν φυλάξει τὸν ἴδιον τόνον· πάλιν γὰρ πᾶσα πρόθεσις |
| book 258a1.5.2 | ἔχουσα σύνταξιν πρὸς ἐπιφερόμενόν τι τὸν ἴδιον τόνον φυλάσσει, ὡς τὸ |
| book 258a1.5.3 | „νήπιοι, οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο / ἤσθιον“ (α 8—9). A |
| book 258a2.1 | φυλάττεται τῆς περί ὁ τόνος, κἄν τε ἀντὶ τῆς ὑπέρ ἐστι, |
| book 258a2.2 | κἄν τε πρὸς τὸ ἐστέ φέρηται, b(BCE3E4)Til ὥς φησιν Ἡρω‐ |
| book 258a2 | διανός (cf. 2, 25, 17). b(BCE3E4) |
| book 258b1.1 | 〈βουλήν:〉 διὰ τοῦ ν βουλήν, οὐ διὰ τοῦ ι. οὕτως Ἀρί‐ |
| book 258b1.2 | σταρχος, καὶ ἐν τῇ πολυστίχῳ (Seleuc. fr. 6 = fr. dub. D.). Aim |
| book 258b2.1 | τὸ δὲ βουλήν διὰ τοῦ ν, καὶ οὐ διὰ τοῦ ι. b(BCE3E4) |
| book 258b2.2 | T Til |
| book 260.1 | ἠέπερ ἡμῖν: ὅτι Ζηνόδοτος γράφει „ἠέπερ ὑμῖν“. ἐφύβρι‐ |
| book 260.2 | στος δὲ ὁ λόγος. διὰ δὲ τοῦ ἡμῖν καὶ ἑαυτὸν συγκαταριθμεῖ καὶ πάν‐ |
| book 260.3 | τας τοὺς καθ’ αὑτόν. A |
| book 261a.1 | ἀθέριζον: ἀνεπαχθὲς τοῦτο, παρὰ τοὺς ἀθέρας, οἳ εἰς |
| book 261a.2 | οὐδὲν συντελοῦντες ἀνεμόφθοροι γίνονται. b(BCE3E4)T σημαί‐ |
| book 261a.3 | νει δὲ τὸ ἀπεκήρυττον καὶ ἀδόκιμον ἔκρινον. b(BE3E4) | μαλακτικώ‐ |
| book 261a.4 | τατον δὲ τοῖς θυμουμένοις μῦθος, ὥς που καὶ Φοῖνίξ φησι πρὸς Ἀχιλ‐ |
| book 261a.5 | λέα (cf. Ι 526—99). b(BE3E4)TT |
| book 261b | 〈ἀθέριζον:〉 ἀπεδίωκον. Til |
| book 262a.1 | οὐ γάρ πω τοίους 〈ἴδον ἀνέρας οὐδὲ ἴδωμαι〉: ἀπο‐ |
| book 262a.2 | λογούμενος ὑπὲρ ὧν ἠλάττωσεν αὐτούς, οὐδὲ ἔσεσθαι τοιούτους λέ‐ |
| book 262a.3 | γει· b(BCE3E4) τοῖς γὰρ ἀποθανοῦσιν οὐδεὶς φθονεῖ, ἐπειδὴ τὸ |
| book 262a.4 | ἀπὸν ἀνεμποδίστῳ εὐνοίᾳ τετίμηται. b(BCE3E4)T οὐ παρέθετο |
| book 262a.5.1 | δὲ τὰ ἐν Πελοποννήσῳ πεπραγμένα ἑαυτῷ ἐν τῷ πρὸς Ἠλείους πο‐ |
| book 262a.5.2 | λέμῳ †πρὸς Ἀρκάδας· οὐ γὰρ οὕτω τὸν Ἀγαμέμνονα πείθειν προ‐ |
| book 262a.5.3 | ῃρεῖτο ὡς τὸν Ἀχιλλέα, ὃν εἶδε σπώμενον τὸ ξίφος. καλῶς οὖν ἀπὸ |
| book 262a.5.4 | Θετταλικῶν παραινεῖ, ἐπεὶ κἀκείνοις περὶ γυναικῶν ἦν ἡ στάσις, ἵν’ ἐξ |
| book 262a.5.5 | ἑτοίμου τῷ μύθῳ τούτῳ πείσῃ αὐτόν. b(BE3E4)T |
| book 262b.1 | οὐδὲ ἴδωμαι: ὅτι παραλέλειπται ἡ μή ἀπαγόρευσις· |
| book 262b.2 | ἔστι γὰρ οὐδὲ μὴ ἴδωμαι, ὅμοιον τῷ „πληθὺν δ’ οὐκ ἂν ἐγὼ μυθήσομαι |
| book 262b.3 | οὐδ’ ὀνομήνω“ (Β 488). A |
| book 263.1 | οἷον Πειρίθοον: Πειρίθους ὁ Ἰξίονος—τῇ μητρὶ |
| book 263.2 | αὐτοῦ. A |
| book 264.1 | Καινέα τ’: ὁ Καινεὺς Ἐλάτου—καταΐγδην ἐλάτῃσι. |
| book 264.2 | A |
| book 264a1.1 | Ἐξάδιόν τε: παρὰ τῷ ποιητῇ ἀπὸ τοῦ ε τὸ ὄνομα |
| book 264a1.2 | ἤρξατο, παρὰ δὲ τοῖς νεωτέροις καὶ χωρὶς τοῦ ε εὑρέθη, ὡς καὶ Ὀϊλεὺς |
| book 264a1.3 | μὲν παρὰ τῷ ποιητῇ, †καὶ† παρ’ Ἡσιόδῳ (cf. fr. 235, 1). εἰ δὲ χρὴ |
| book 264a1.4 | πρὸς τὸν χαρακτῆρά τι λέγειν, ἐκεῖνο ἔχομεν εἰπεῖν, ὡς ὅτι ἐχρῆν |
| book 264a1.5.1 | δασύνεσθαι αὐτό· τὸ γὰρ ε πρὸ τοῦ ξ, ὑποστελλομένων τῶν παρὰ |
| book 264a1.5.2 | τὴν ἔξ πρόθεσιν, θέλει δασύνεσθαι, ἕξις ἑξῆς ἕξω. χωρὶς εἰ μὴ λέγοι τις |
| book 264a1.5.3 | διὰ τὴν ἰδιότητα τὸ πνεῦμα μεταπεπτωκέναι. A |
| book 264a2 | παρὰ μὲν τῷ ποιητῇ ἀπὸ τοῦ ε ἄρχεται τὸ Ἐξάδιον, ὃ |
| book 264a2 | καὶ ἄμεινον, παρὰ δὲ τοῖς νεωτέροις ἀπὸ τοῦ ξ. b(BCE4)TT |
| book 266-8.1 | 〈κάρτιστοι δὴ κεῖνοι—ἀπόλεσσαν:〉 κάρτι‐ |
| book 266-8.2 | στοι μὲν οὗτοι τῶν ἀνδρῶν· ἐκεῖνοι δὲ κράτιστοι πρὸς τὰ λοιπὰ |
| book 266-8.3 | συγκρινόμενοι θηρία. b(BCE3E4)TT | ἐκ Στίλβης μὲν οὖν τῆς Πη‐ |
| book 266-8.4 | νειοῦ κόρης καὶ Ἀπόλλωνος γέγονε Λαπίθης, ἀφ’ οὗ Λαπίθαι. ἑξήκον‐ |
| book 266-8.5.1 | τα δὲ τοὺς ἐπισημοτάτους αὐτῶν καταλέγει Πορφύριος. οἱ δὲ Κένταυ‐ |
| book 266-8.5.2 | ροι κατὰ μὲν τοὺς ποιητὰς λέγονται Ἰξίονος καὶ νεφέλης· τινὲς δὲ |
| book 266-8.5.3 | Δουλίδι Ἰξίονα μιγῆναι, ἅμα δὲ καὶ Πήγασον τὸν πτερωτὸν κατὰ τὴν |
| book 266-8.5.4 | αὐτὴν νύκτα, ἐξ ὧν γενέσθαι Κένταυρον, ἀφ’ οὗ πολὺ πλῆθος γίνεται. |
| book 266-8.5.5 | ὁ δὲ Χείρων δοκεῖ ἐκ Κρόνου γεγενῆσθαι. ἀσελγεῖς δὲ λίαν γεγόνασιν. |
| book 266-8.10.1 | ἐκ Φολόης δὲ αὐτοὺς Ἡρακλῆς ἐδίωξεν· εἶτα ἧκον εἰς τὸ Πήλιον. b |
| book 266-8.10.2 | (BCE3E4) |
| book 268.1 | φηρσίν: τοῖς Κενταύροις. Ἰξίων ὁ Φλεγύου παῖς—ἐπὶ |
| book 268.2 | τροχοῦ σιδηροῦ. A |
| book 268a.1 | φηρσίν: θηρσίν, Αἰολικῶς· ἢ φυήρεσιν, τοῖς τὴν φύσιν |
| book 268a.2 | ἡρμοσμένοις. ᾤκουν δὲ περὶ τὸ Πήλιον A b (BCE3)TT καὶ τὴν |
| book 268a.3 | Οἴτην. b(BCE3)T τὸ δὲ ἀπώλοντο, b(BCE3E4)T ἵνα μὴ |
| book 268a.4 | ζητῶμεν τὸ γένος αὐτῶν. b(BCE3E4)TTsup |
| book 268b | ὀρεσκῴοισι: κείω κοῖος κῷος ὀρεσικῷος καὶ ὀρεσκῷος. A |
| book 269a.1 | 〈μεθ’ ὁμίλεον:〉 οὕτως Ἀρίσταρχος τὴν μετά φυλάσσειν |
| book 269a.2 | τὸν τόνον. Aint |
| book 269b.1 | μεθομίλεον: οὐκ εἶπεν ἐπεκούρουν οὐδὲ συνεμάχουν· οὐ |
| book 269b.2 | γὰρ ἂν αὐτοῖς συνεμάχει μὴ ὢν καὶ παρόμοιος. b(BCE3E4)T |
| book 270a.1 | τηλόθεν ἐξ ἀπίης: ὅτι παραλλήλως τηλόθεν ἐξ ἀπίης. |
| book 270a.2 | οἱ δὲ νεώτεροι ἐξεδέξαντο τὴν Πελοπόννησον. A |
| book 270b1 | ἐξ ἀπίης δὲ ἀντὶ τοῦ ἀπούσης. T |
| book 270b2 | τῆς πόρρωθεν οὔσης, ἐκ τοῦ ἴημι. b(BCE3E4) |
| book 270c.1 | καλέσαντο: ἐπεὶ ἐνδέχεται καὶ τὸν ἄποθεν οἰκοῦντα |
| book 270c.2 | αὐτεπάγγελτον ἥκειν, δόξης ἕνεκεν τοῦτό φησιν, ὅτι μετεπέμψαντο καὶ |
| book 270c.3 | οὕτως ἧκεν. b(BCE3E4)T |
| book 271a.1 | 〈κατ’ ἔμ’ αὐτόν:〉 ὅτι Ζηνόδοτος γράφει „κατ’ ἐμωυ‐ |
| book 271a.2 | τόν“. τὸ δὲ πλῆρες ἐμὲ αὐτόν. Aim |
| book 271b.1 | κατ’ ἔμ’ αὐτόν: οὕτως κατὰ παράθεσιν ἐν δύο τόνοις, |
| book 271b.2 | ἐμὲ αὐτόν· σύνθετος γὰρ ἀντωνυμία παρὰ τῷ ποιητῇ οὐκ ἔστιν. A |
| book 271c.1 | κείνοισι: Κενταύροις. T | παρεισάγει τοὺς πάντας ἡσ‐ |
| book 271c.2 | σωμένους αὐτοῖς, b(BCE3E4) ἵνα τῇ συμβουλῇ δοκοῖεν καὶ τῶν |
| book 271c.3 | κρεισσόνων περιγεγενῆσθαι. Πηλέως δὲ οὐκ ἐμνήσθη ὡς Ἀγαμέ‐ |
| book 271c.4 | μνονος φίλος, ἵνα μὴ δοκῇ ἐλέγχειν Ἀχιλλέα, εἴ γε ὁ πατὴρ αὐτοῦ τι |
| book 271c.5 | πέπεισται, ὁ δὲ οὔ. b(BCE3E4)T |
| book 272 | μαχέοιτο: ὅτι ἀντὶ τοῦ μάχοιτο, οὐ κατὰ διαίρεσιν, ἀλλὰ |
| book 272 | κατὰ παρένθεσιν τοῦ ε. A |
| book 273a1.1 | 〈ξύνιεν:〉 οὕτως ἡ Ἀριστάρχειος διὰ τοῦ ε ξύνιεν, ὡς |
| book 273a1.2 | „κόσμηθεν“ (Γ 1). Aint |
| book 273a2.1 | ξύνιεν: διὰ τοῦ ε τὸ ξύνιεν, ὡς τὸ „αὐτὰρ ἐπεὶ κόσμη‐ |
| book 273a2.2 | θεν“. A b (BCE3) | μέμνηται δὲ αὐτοῦ καὶ ἐν τῷ ιζʹ ὁ Ἡρωδιανός |
| book 273a2.3 | (1,469,2). A |
| book 273a3 | ξύνιον: γράφεται καὶ „ξύνιεν“, ὡς τὸ „κόσμηθεν“. T |
| book 275a.1 | μήτε σὺ 〈τόνδ’ ἀγαθός περ ἐὼν ἀποαίρεο κούρην〉: |
| book 275a.2 | διὰ τῆς δευτέρας συλλαβῆς δίδωσιν ὑπόνοιαν ὡς οὐδὲ τὸν ἄλλον ἀνου‐ |
| book 275a.3 | θέτητον ἐάσει. ἤρξατο δὲ ἀπὸ Ἀγαμέμνονος, ὅτι αὐτὸς ἦρξε τῆς στά‐ |
| book 275a.4 | σεως καὶ τὰ δοθέντα ἀφῃρεῖτο καὶ μᾶλλον συνήθης ἦν τῷ Νέστορι |
| book 275a.5.1 | (διὸ παρρησιάζεται), καὶ διὰ τὸ θυμῶδες Ἀχιλλέως. b(BCE3E4)T |
| book 275a.5.2 | προκαταστέλλει δὲ τὸν θυμὸν διὰ τοῦ ἀγαθός, b(BCE3E4E4il) |
| book 275a.5.3 | T ὅ ἐστι μὴ θελήσῃς ἀνάξια σαυτοῦ ποιεῖν. b(BCE3E4il)T | τὸ |
| book 275a.5.4 | δὲ ἀποαίρεο Ἀττικόν. T |
| book 275b.1 | 〈τόνδ’ ἀποαίρεο:〉 ὅτι ἀρχαϊκῶς τόνδε ἀφαιροῦ, οὐχὶ |
| book 275b.2 | τοῦδε. Aim |
| book 276a | 〈ἔα:〉 ἐκτατέον τὸ α. Aint |
| book 276b.1 | 〈πρῶτα:〉 πρῶτα μὲν καὶ πρῶτον τὰ ἐπιρρήματα· τὸ δὲ |
| book 276b.2 | πρώτως ἀντὶ τοῦ ἐξόχως. b(BCE3E4)Til |
| book 277a.1 | 〈Πηλείδήθελ’:〉 ὅτι ἐγκεκλιμένως ἀναγνωστέον, ἵνα δια‐ |
| book 277a.2 | λύηται εἰς τὸ ἔθελε. Aim |
| book 277b.1 | Πηλείδήθελ’: Ἀρίσταρχος ἀποφαίνεται ὡς κατὰ τὴν |
| book 277b.2 | Ὁμηρικὴν συνήθειαν τὸ ῥῆμα κατὰ τὸν ἐνεστῶτα ἀπὸ τοῦ ε ἄρχεται. |
| book 277b.3 | ἀλλὰ μὴν καὶ ἡ κίνησις ἡ τοῦ παρατατικοῦ. „ἀλλ’ ὅδ’ ἀνὴρ ἐθέλει“ |
| book 277b | (Α 287), „ἤθελε Μηριόνησ“ (Κ 229). καὶ ἐνθάδε οὖν ἄμεινον τῇ συν‐ |
| book 277b.5.1 | ηθεστέρᾳ ἀναγνώσει προσέχοντας ἐπὶ τὴν δη συλλαβὴν ὀξεῖαν παρα‐ |
| book 277b.5.2 | λαμβάνειν, ἵνα κρᾶσις ᾖ τοῦ ἔθελε τρισυλλάβου γενομένου, ὡς καὶ |
| book 277b.5.3 | συνήθης ἐστὶν ὁ ποιητής. τὸ μέντοι ῥῆμα τῶν παραλόγων κατὰ τόνον |
| book 277b.5.4 | ἐστὶ τρισύλλαβον ὄν, ὡς δείκνυται ἐν τοῖς Περὶ ῥημάτων (fr. 1 [2, |
| book 277b.5.5 | 787,6]). A |
| book 277c.1 | 〈Πηλείδ’ ἤθελ’:〉 Ἀρίσταρχος ὀξύνει τὸν δη, τὸ πλῆρες |
| book 277c.2 | λέγων ἔθελε· ἀεὶ γὰρ τὸ ἐθέλω παρὰ τῷ ποιητῇ ἀπὸ τοῦ ε ἄρχεται. | ἐν‐ |
| book 277c.3 | ταῦθα δὲ διὰ τὸ μέτρον ἀποκοπὴ μὲν τοῦ ὀνόματος ἐγένετο, μετά‐ |
| book 277c.4 | βασις δὲ τοῦ ε εἰς η. b(BE3E4) |
| book 277-8.1 | 〈ἐριζέμεναι βασιλῆϊ /〉 ἀντιβίην: πολλαχοῦ ἀγαθὸν |
| book 277-8.2 | ἡ ἔρις· διὸ ἀντιδιαστέλλων ἐπήνεγκε τὸ ἀντιβίην, τὸ μετὰ βίας καὶ |
| book 277-8.3 | φιλονεικίας δηλῶσαι θέλων· ἐν γὰρ ταῖς μέσαις τῶν λέξεων τὸ μὲν |
| book 277-8.4 | ἀγαθὸν δίχα ἐπιθέτου φησί, τὸ δὲ φαῦλον μετὰ ἐπιθέτου. καὶ τὸ μὲν |
| book 277-8.5.1 | ἀγαθὸν ὡς τὸ „δῶκε μένος καὶ θάρσοσ“ (Ε 2), τὸ δὲ κακὸν „θάρσος |
| book 277-8.5.2 | ἄητον ἔχουσα“ (Φ 395), „καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε“ (Δ 339)· |
| book 277-8.5.3 | πρόσκειται γὰρ τὸ κακοῖσιν. ἔστι δὲ καὶ ἄμφω εὑρεῖν ἐν ἑνὶ στίχῳ· |
| book 277-8.5.4 | „ἀλλ’ ἐπεὶ οὖν δὴ ἔργα κάκ’ ἔμαθεν, οὐκ ἐθελήσει / ἔργον ἐποίχεσθαι“ |
| book 277-8.5.5 | (ρ 226—7): b(BCE3E4)T ἰδοὺ γὰρ τὸ ἔργον χωρὶς ἐκτέθειται. |
| book 277-8.10 | b(BCE3E4). |
| book 280-1a.1 | εἰ δὲ σὺ καρτερός ἐσσι〈—φέρτερός ἐστιν〉: |
| book 280-1a.2 | ὑποστικτέον ἐπὶ τὸ ἐσσί (280) καὶ μήτηρ (280), τοῦ ἀλλά (281) |
| book 280-1a.3 | πρὸς μὲν τὴν σύνδεσιν πλεονάζοντος, μόνην δὲ ἐναντίωσιν παριστάν‐ |
| book 280-1a | τος. δύναται δέ τις τὸ μὲν ἐσσί (280) ὑποστίζειν, τὸ δὲ μήτηρ (280) |
| book 280-1a.5.1 | στίζειν, ἵνα ὁ δέ (280) περισσεύῃ, ἀπ’ ἄλλης δὲ ἀρχῆς ἀλλ’ ὅδε |
| book 280-1a.5.2 | φέρτερός ἐστιν (281). βέλτιον δὲ τὸ πρότερον. A |
| book 280-1b.1 | 〈εἰ δὲ σὺ καρτερός ἐσσι—ἀνάσσει:〉 πλείονα |
| book 280-1b.2 | μὲν τὰ Ἀχιλλέως πλεονεκτήματα, ἓν δὲ τὸ Ἀγαμέμνονος, ὅπερ δὴ |
| book 280-1b.3 | πολυλογῶν ἀντισηκοῖ τοῖς ἄλλοις. b(BCE4)T |
| book 280a.1 | 〈εἰ δὲ σὺ καρτερός ἐσσι, θεὰ δέ σε γείνατο μήτηρ:〉 |
| book 280a.2 | ἡ σύ διὰ τὸ σέ. Tt |
| book 280b.1 | καρτερός: τὰ εἰς τερος τρισύλλαβα βαρύνεται, οἷον σφέ‐ |
| book 280b.2 | τερος, „πρότεροσ“ (Α 548 al.), κύντερος. πῶς οὐχὶ κάρτερος κατὰ |
| book 280b.3 | βαρεῖαν λέγομεν; ὅτι τοῦτο οὐκ ἦν εἰς τερος, ἀλλ’ εἰς ερος· τὸ γὰρ τ |
| book 280b.4 | οὐκ ἐν τῇ παραγωγῇ ἔσχεν· ἦν γὰρ ἀπὸ τοῦ κράτος. ὡς ἀπὸ τοῦ |
| book 280b.5.1 | βλάβος βλαβερός οὐ διὰ τοῦ βερος ἡ παραγωγή (ἐν γὰρ πρωτοτύπῳ |
| book 280b.5.2 | τὸ β), οὕτως καὶ ἀπὸ τοῦ κράτος κρατερός διὰ τοῦ ερος ἡ παραγωγή, |
| book 280b.5.3 | οὐ διὰ τοῦ τερος. A |
| book 281.1 | 〈ἀλλ’ ὅδε φέρτερός ἐστι:〉 οὐ γὰρ γενναῖός τις ὢν ἢ εὐ‐ |
| book 281.2 | σθενής τε καὶ εὐγενὴς ἄρξει βασιλέως, τοὐναντίον δέ, ἐπειδὴ καὶ θείας |
| book 281.3 | λήξεως ὁ βασιλεὺς τυγχάνει. b(BCE3E4)T |
| book 282-4.1 | ἔγωγε〈—κακοῖο〉: πρὸς δυσώπησιν μὲν ἰδίαν |
| book 282-4.2 | ὁρίζεται χάριν, ὡς ὑπερέχοντα δὲ παρακαλεῖ. ὑψοῖ δὲ Ἀχιλλέα ὡς |
| book 282-4.3 | δίχα αὐτοῦ οὐδὲν ὄντων τῶν ἄλλων Ἀχαιῶν. b(BCE3E4)T |
| book 283-4 | 〈μέγα πᾶσιν / ἕρκος:〉 πιθανῶς προσέθηκε τὸ μέγα, |
| book 283-4 | ἐπεὶ ἕρκος φησὶ καὶ τὸν Αἴαντα (e. g. Γ 229). b(BCE3E4)Tt |
| book 286.1 | 〈ναὶ δὴ ταῦτά γε πάντα, γέρον, κατὰ μοῖραν ἔειπες:〉 |
| book 286.2 | καὶ διὰ τί μὴ πείσει; ἢ ὅτι αἰδούμενοι τὴν πρόληψιν τὰς αἰτίας τοῖς |
| book 286.3 | πέλας ὑπὸ φιλονεικίας τίθεμεν. εἴπομεν δὲ ἐν ἀρχῇ (sc. ad Α 3), ὅσα |
| book 286.4 | δηλοῖ τὸ μοῖρα. T |
| book 287-9a.1 | ἀλλ’ ὅδ’ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλ‐ |
| book 287-9a.2 | λων〈—ἅ τιν’ οὐ πείσεσθαι ὀΐω〉: ἴδιον τῶν θυμουμένων |
| book 287-9a.3 | ἐπανακυκλοῦν τὰ αὐτά· οὐδέποτε γὰρ οἴονται ἱκανῶς εἰρηκέναι οἱ |
| book 287-9a.4 | θυμούμενοι. καλεῖται δὲ τὸ σχῆμα ἐπιβολή, ἐν μιᾷ περιόδῳ ἀρχὰς |
| book 287-9a.5.1 | πλείους ἐπιφερόμενον. οὕτως ἔχει καὶ τὸ „ἐν δ’ Ἔρις, ἐν δὲ Κυδοιμὸς |
| book 287-9a.5.2 | A b (BCE3E4)T †ὡμίλεον†, ἐν δ’ ὀλοὴ Κήρ“ (Σ 535). ἐκτὸς εἰ μὴ |
| book 287-9a.5.3 | τὸ κρατεῖν σημαίνει τὸ νικᾶν, ἄρχειν δὲ τὸ ἀνάσσειν, ἐπιτάσσειν δὲ τὸ |
| book 287-9a.5.4 | σημαίνειν. b(BCE3E4)T |
| book 287-9b.1 | 〈ἀλλ’ ὅδ’ ἀνὴρ—ὀΐω:〉 τῷ Ἀχιλλεῖ κινεῖ φθόνον |
| book 287-9b.2 | ὡς οὐχ ὑπὲρ τῆς Βρισηΐδος, ἀλλ’ ὑπὲρ τῆς ἀρχῆς πρὸς αὐτὸν διαφε‐ |
| book 287-9b.3 | ρομένῳ. b(BCE3E4)Tt |
| book 289.1 | 〈ἅ τιν’ οὐ πείσεσθαι ὀΐω:〉 ἱκανὸν ἦθος ἔχει ὁ δισταγμός. |
| book 289.2 | b(BCE3)Til Tt |
| book 290-1.1 | εἰ δέ μιν αἰχμητὴν〈—μυθήσασθαι〉: ὑποστι‐ |
| book 290-1.2 | κτέον ἐπὶ τὸ ἐόντες, ἐπὶ δὲ τὸ μυθήσασθαι (291) στικτέον· οὐδὲν γὰρ |
| book 290-1.3 | ἐλλείπει, ὡς ᾠήθησάν τινες. ἀναφέρεται δὲ ταῦτα ἐπὶ τὸ „οὔ〈τε〉 ποτ’ ἐς |
| book 290-1.4 | πόλεμον“ (Α 226) καὶ „οὔτε λόχον δ’ ἰέναι“ (Α 227). τοῦ δευτέρου οὖν |
| book 290-1.5.1 | στίχου πευστικῶς ἀναγινωσκομένου γίνεται ὁ λόγος τοιοῦτος· εἰ δὲ |
| book 290-1.5.2 | πολεμικὸν αὐτὸν ἐποίησαν οἱ θεοί, ἆρα ὀφείλει διὰ τοῦτο ἄλλοις ὀνει‐ |
| book 290-1 | δίζειν; A |
| book 291a.1 | 〈τούνεκα—μυθήσασθαι:〉 ἦθος ὑποφαίνει ὁ |
| book 291a.2 | λόγος, εἰ κατ’ ἐρώτησιν ἐκφέροιτο. b(BCE3) |
| book 291b.1 | 〈προθέουσιν ὀνείδεα:〉 ὅτι συνήθως ἑαυτῷ προθέουσι |
| book 291b.2 | τὰ ὀνείδη. A |
| book 292.1 | 〈ὑποβλήδην:〉 σύμβολον θυμοῦ μὴ ἀνέχεσθαι διεξοδικῆς |
| book 292.2 | κατηγορίας. b(BCE3)T |
| book 293a.1 | 〈δειλός:〉 μέγιστον ὄνειδος ἄριστος ὢν οἴεται τὴν δει‐ |
| book 293a.2 | λίαν. b(BCE3)T |
| book 293b.1 | οὐτιδανός: ὡς πευκεδανός (cf. Κ 8), ληθεδανός. οἱ δὲ |
| book 293b.2 | οὔτις οὐτίδανος, ὡς οὐδάμινος. A | μέγιστον δὲ ὄνειδος ἡγεῖται τὴν |
| book 293b.3 | δειλίαν. A Aint |
| book 294a1.1 | εἰ δὴ σοὶ πᾶν ἔργον: οὕτως ὀρθοτονητέον τὴν ἀντωνυ‐ |
| book 294a1.2 | μίαν· ἀντιδιασταλτικὴ γάρ ἐστιν. διδάσκει καὶ ἡ γραφὴ διὰ τοῦ ς |
| book 294a1.3 | οὖσα· εἰ γὰρ ἦν ἐγκλιτική, ὁμοίως ἂν ἐγράφετο τῷ „εἰ δή τοι σοῦ |
| book 294a1.4 | πατρόσ“ (β 271), „καί τοι ἐγὼ συνέριθοσ“ (ζ 32). περὶ δὲ ταύτης τῆς |
| book 294a1.5.1 | ἀναγνώσεως ἐντελέστερον διαληψόμεθα ἐν τῇ γʹ τῆς Ὀδυσσείας |
| book 294a1.5.2 | (sc. ad v. 50), ὅταν περὶ τῆς Ζηνοδοτείου γραφῆς ἐπιζητῶμεν, πότε‐ |
| book 294a1.5.3 | ρον „τοῦ ἕνεκα σοὶ προτέρῳ“ ἢ „τοῦ ἕνεκά τοι“. A |
| book 294a2.1 | ὀρθοτονεῖ Ἡρωδιανὸς (2,26,13) τὴν σοί· b(BCE3) |
| book 294a2.2 | T δῆλον γὰρ κἀκ τῆς γραφῆς· b(BE3)T εἰ γὰρ ἦν ἐγκλιτική, |
| book 294a2.3 | ἐγράφετο ἂν διὰ τοῦ τ, b(BCE3)T ὡς τὸ „εἰ δή τοι σοῦ πατρὸς |
| book 294a2.4 | ἐνέστακται b(BE3)T μένος ἠΰ“ καὶ τὸ „†ἐγὼ δὲ καί τοι συνέριθος |
| book 294a2.5 | ἕψομαι“. b(BE3) |
| book 295a | 〈ἄλλοισι δὴ ταῦτ’ ἐπιτέλλεο, μὴ γὰρ ἔμοιγε:〉 κοι‐ |
| book 295a | νὸν τὸ ἐπιτέλλεο. καὶ †ὁ γάρ περισσὸς ὁ ἑξῆς· διὸ ἀθετεῖται. Aim |
| book 295b.1 | 〈ἄλλοισι δὴ ταῦτ’ ἐπιτέλλεο· μὴ γὰρ ἔμοιγε:〉 ταῦ‐ |
| book 295b.2 | τα ἃ ἐμοὶ ἐπιτάττεις. b(BCE3E4) | τὸ δὲ ἐμοί b(BCE3) ὀφείλει ὀρθοτο‐ |
| book 295b.3 | νεῖσθαι διὰ τὴν ἀντιδιαστολὴν τοῦ ἄλλοισιν. b(BCE3)T |
| book 296.1 | ἐγώ γ’ ἔτι: ἐὰν μὲν ἔτι, ἠθικῶς, ἐὰν δὲ τί, ἀποφαντικῶς λέ‐ |
| book 296.2 | γει. ἄμεινον δὲ ἔτι διὰ τὸ καὶ τὸ ὀΐω ἠθικὸν εἶναι. b(BCE3E4)T |
| book 298a.1 | 〈χερσὶ μὲν οὔτοι ἔγωγε μαχέσσομαι:〉 ἔγνω οὐκ |
| book 298a.2 | ἐνδιδόντα Ἀγαμέμνονα· καὶ δὴ αὐτὸς μεγαλοφυῶς εἴκει· πέπεισται γὰρ |
| book 298a.3 | μετανοήσειν αὐτόν. ἑτοίμως δὲ ἀποδιδοὺς διαβάλλει τὸν μόγις δόντα |
| book 298a.4 | Χρυσηΐδα ὑπὲρ πάντων. b(BCE3E4)T |
| book 298b.1 | 〈χερσὶ μὲν οὔτοι ἔγωγε μαχέσσομαι:〉 ὁ μὲν τυραν‐ |
| book 298b.2 | νικὸν αὐτόν φησιν, ὁ δὲ τὸ ἐναντίον παύσεσθαί φησιν ὑπεικόμενος. b |
| book 298b.3 | (BCE3) |
| book 298c1.1 | μαχήσομαι: οὕτως διὰ τοῦ η, A Aint οὐ διὰ τοῦ ες, |
| book 298c1.2 | καὶ ἡ Μασσαλιωτικὴ καὶ ἡ Ἀργολικὴ καὶ ἡ Σινωπικὴ καὶ ἡ Ἀντι‐ |
| book 298c1.3 | μάχου (fr. 131) καὶ 〈ἡ〉 Ἀριστοφάνους. A |
| book 298c2.1 | ὁ μὲν Ἀρίσταρχος διὰ τοῦ η γράφει, ὁ δὲ Ἡρακλέων (fr. |
| book 298c2.2 | 1) τὰ μὲν ὀνόματα διὰ τοῦ η, ὡς τὸ „μαχήμων“ (Μ 247), „μαχητήσ“ |
| book 298c2.3 | (e. g. Ε 801), τὰ δὲ ῥήματα διὰ τοῦ ε καὶ τῶν δύο σς, ὡς τὸ „Σο‐ |
| book 298c2.4 | λύμοισι μαχέσσατο“ (Ζ 184)· ὃ καὶ ἄμεινον. b(BCE3)T |
| book 299 | οὔτε τῳ: τὸ τω σημαίνει πέντε—οὐ δύναμαι. A |
| book 299a.1 | οὔτε σοὶ οὔτε τῳ ἄλλῳ: ἵνα μὴ νομισθῇ πρὸς ἕνα μόνον |
| book 299a.2 | ἀξιόχρεως εἶναι μάχεσθαι. ἢ ὡς κοινωνοὺς τῆς ὕβρεως τοὺς Ἕλληνας |
| book 299a.3 | συμπεριείληφεν, οὐκ ἐπαμύνοντας αὐτῷ στερουμένῳ τῆς δωρεᾶς, A b |
| book 299a | (BCE3E4)T καὶ πρὸς τὸ μὴ δοκεῖν βίᾳ, ἀλλ’ ἐθελοντὴς δεδωκέναι. |
| book 299a.5.1 | καὶ οἱ μὲν οὖν ἔφασαν, ὅπως μὴ ἀκρατὴς εἶναι δοκῇ, ἀποδοῦναι ταύ‐ |
| book 299a.5.2 | την τῷ βασιλεῖ, εἰ καὶ πλείω τῶν ἄλλων, ὧν φείδεται, προσίετο, καὶ |
| book 299a.5.3 | ὅτι νόμος ἦν τῷ βασιλεῖ ἐξαιρεῖσθαι πρώτῳ. γεγένηται δὲ ἀναδάσιμα |
| book 299a.5.4 | πάντα τὰ τῶν αἰχμαλωτίδων τῆς Χρυσηΐδος ἀποληφθείσης, ὥστε |
| book 299a.5.5 | παρηνόμει μὴ δοὺς τὴν αἱρεθεῖσαν ὑπὸ τοῦ βασιλέως· ἐξῆν γὰρ αὐτῷ |
| book 299a.10.1 | ὅ, τι βούλοιτο λαβεῖν· διό φησιν· „ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας, ἢ †ὀδυσ‐ |
| book 299a.10.2 | σῆος†“ (Α 138), καὶ πάλιν· „αὐτὰρ ἐμοὶ γέρας αὐτίχ’ ἑτοιμάσατε“ (Α |
| book 299a.10.3 | 118). ὥστε τὸ μὲν τῶν αἰχμαλωτίδων ἀναγκαῖον ἦν εἴκειν, τῶν δὲ |
| book 299a.10.4 | ἄλλων, εἴ τι ἐλάμβανεν, ὡς ὑβρίζοντι οὐκ ἐπιτρέπειν· οὔτε γὰρ ἀδικεῖν |
| book 299a.10.5 | δεῖ οὔτε ἀδικεῖσθαι· τὸ μὲν γὰρ πονηρίας ἐστί, τὸ δὲ ἀνανδρίας. b |
| book 299a.15 | (BCE3E4)T |
| book 299b.1 | ἐπεί μ’ ἀφέλεσθέ γε δόντες: ὅτι Ζηνόδοτος γράφει |
| book 299b.2 | „ἐπεί ῥ’ ἐθέλεις ἀφελέσθαι“. ἔργῳ δὲ κοινωνεῖ εἰς ἅπαντας, τὴν αἰτίαν |
| book 299b.3 | τῆς ἀφαιρέσεως ἀγνοῶν. A |
| book 299b | καὶ ὑβρίσατε ἑαυτούς· οὐ γὰρ ἐμέ. Aint |
| book 301a.1 | 〈ἀνελών:〉 ὑφ’ ἓν τὸ ἀνελών· Aim b(BCE3) προείρη‐ |
| book 301a.2 | ται γὰρ οὐκ ἄν τι φέροις. b(BCE3) |
| book 301b.1 | ἀνελών: προείρηται γὰρ οὐκ ἄν. | Ἀττικοὶ δὲ περισσά‐ |
| book 301b.2 | κις χρῶνται τῷ ἄν. T |
| book 301c.1 | 〈ἀέκοντος:〉 δασυντέον τὸ ἀέκοντος· κατὰ στέρησιν |
| book 301c.2 | γάρ ἐστι τὸ α. b(BCE3) |
| book 302a1.1 | πείρησαι: προπαροξυτονητέον τὸ πείρησαι, ἵνα ᾖ |
| book 302a1.2 | προστακτικόν, καίτοι πολλάκις τῶν τοιούτων τὸν τόνον ἐχόντων τῶν |
| book 302a1.1 | ἀπαρεμφάτων, λέγω δὲ τῶν εἰς αι ληγόντων· „ἀλλά με κακκεῖαι σὺν |
| book 302a1.2 | τεύχεσι“ (λ 74), „τῆ δέ, τόδε κρήδεμνον ὑπὸ στέρνοιο τανύσσαι“ (ε |
| book 302a1.5.1 | 346). οὐ μέντοι τὸ τοιοῦτο διηνεκές· ἔστι γὰρ ἃ καὶ ἐφύλαξαν τὸν ἴδιον τό‐ |
| book 302a1.5.2 | νον· „ἀλλὰ σὺ μὲν κατάλεξαι“ (τ 44), „νῦν αὖτ’ ἐμὸν ἔγχος ἄλευαι“ |
| book 302a1.5.3 | (Χ 285). καὶ τὸ τοιοῦτο †δόξει† ἂν ὅτι ἐπί τινων 〈μὲν〉 ἤλλαξαν τοὺς |
| book 302a1.5.4 | τόνους, ἐπί τινων δ’ οὔ. ἐνθάδε μέντοι κατὰ λόγον δοκεῖ ἡ προστα‐ |
| book 302a1.5.5 | κτικὴ ἀνάγνωσις κεῖσθαι· εἰ γὰρ πρόκειται τὸ ἄγε παρακελευστικὸν |
| book 302a1.10.1 | ἐπίρρημα, ὅπερ σημεῖόν ἐστι προστακτικῆς ἐγκλίσεως, οἰκείως καὶ τὰ |
| book 302a1.10.2 | τῆς ἀναγνώσεως ἐνεγένετο, ἄγε πείρησαι, ὡς καὶ ἐν ἑτέροις „δεῦρ’ |
| book 302a1.10.3 | ἄγε καὶ σὺ ξεῖνε †πείρησαι ἀέθλων“ (θ 145). A |
| book 302a2.1 | τὸ πείρησαι προπαροξυτόνως· προστακτικὸν γάρ |
| book 302a2.2 | ἐστιν, ὡς τὸ „σὺ δὲ φράσαι“ (Α 83). Aint b (BCE3) |
| book 303.1 | 〈ἐρωήσει:〉 παρὰ τὴν ἐρωήν, ὁρμήσει. ἐναργῶς δὲ πεφάν‐ |
| book 303.2 | τασται τὸ περὶ τὸ δόρυ μεθ’ ὁρμῆς ἐκχεόμενον αἷμα. καὶ ταύτας ἐμ‐ |
| book 303.3 | ψύχους ἔλεγεν εἶναι παρ’ αὐτῷ τὰς λέξεις Ἀριστοτέλης (rhet. 3, 11 p. |
| book 303.4 | 1411b32). b(BCE3E4)T |
| book 304a.1 | ὣς τώ γε: ὁ τρόπος παραγραφή· μετιὼν γὰρ ἐπὶ ἑτέραν |
| book 304a.2 | διήγησιν τούτῳ χρῆται. b(BCE3)T |
| book 304b.1 | 〈μαχεσσαμένω:〉 καὶ τοῦτο ὁμοίως τῷ προκειμένῳ (sc. |
| book 304b.2 | Α 298) διὰ τοῦ η ἀξιοῖ Ἀρίσταρχος. Aim |
| book 305a.1 | 〈ἀνστήτην:〉 ὥσπερ ἀνασχεθέειν „ἀνσχεθέειν“ (ε 320), |
| book 305a.2 | οὕτως ἀναστήτην ἀνστήτην. b(BCE3) |
| book 305b | 〈ἀγορήν:〉 τὸ πλῆθος. Til |
| book 305c.1 | {ἀνστήτην,} λῦσαν δ’ ἀγορὴν παρὰ νηυσὶν 〈Ἀχαι‐ |
| book 305c.2 | ῶν〉: δύναταί τις διαστέλλειν βραχὺ ἐπὶ τὸ νηυσίν, ἵν’ ᾖ τὸ ἑξῆς |
| book 305c.3 | ἀγορὴν Ἀχαιῶν. A |
| book 306 | 〈ἐΐσας:〉 τινὲς πορευτικὰς παρὰ τὸ ἴω. Tt |
| book 307a.1 | ἤϊε σύν τε Μενοιτιάδῃ: ὅτι εἰπὼν τὸ πατρωνυμικὸν |
| book 307a.2 | παρέλιπε τὸ κύριον. A |
| book 307b.1 | 〈ἤϊε σύν τε Μενοιτιάδῃ:〉 εἰκότως τῷ Ἀχιλλεῖ θυμικῷ |
| book 307b.2 | ὄντι ἤπιος ὢν Πάτροκλος πάρεστι πρὸς τὸ τὸν θυμὸν αὐτοῦ μαλάσ‐ |
| book 307b.3 | σειν. ὅτι δὲ πρᾷός ἐστι, δῆλον ἐξ ὧν οἰκτείρει τοὺς Ἀχαιούς· Εὐρύπυ‐ |
| book 307b.4 | λον μὲν γὰρ ἰᾶται (sc. Λ 844—8), καὶ περὶ τῶν λοιπῶν Ἀχιλλεῖ παρακλαίει (sc. Π 3—11). καὶ |
| book 307b.5.1 | Μενέλαος περὶ αὐτοῦ φησι· „νῦν τις ἐνηείης Πατροκλῆος / μεμνήσθω“ |
| book 307b.5.2 | (Ρ 670—1). κατ’ ἐξοχὴν δὲ ἰδιαζόντως εἶπε περὶ αὐτοῦ καὶ νῦν, ἵνα |
| book 307b.5.3 | ἀξιόχρεως ᾖ, ὅταν τελευταῖον αὐτὸν εἰς τὴν μάχην ἐγείρῃ (cf Σ 98—126). b(BCE3,E4 |
| book 307b.5.4 | [fol. 3r] T |
| book 308-11.1 | 〈Ἀτρείδης δ’ ἄρα νῆα—πολύμητις |
| book 308-11.2 | Ὀδυσσεύς:〉 αὐτεπαγγέλτους ἔχουσι τὰς ἐννοίας οἱ στίχοι, ὧν ἀφ‐ |
| book 308-11.3 | ελών τι ἢ προσθεὶς μᾶλλον ἀδικήσεις. δῆλον δὲ ὅτι οὐκ ἐθαλάσσευ‐ |
| book 308-11.4 | όν τινες τῶν νεῶν, ἐπεὶ τίς χρεία νεουλκίας; ἔστι δὲ ὁμοιοτέλευτον τὸ |
| book 308-11.5.1 | σχῆμα· προέρυσσεν (308), ἔκρινεν (309), βῆσεν (310), εἷσεν |
| book 308-11.5.2 | ἄγων (311). b(BCE3E4)T |
| book 309.1 | 〈ἐς δ’ ἐρέτας:〉 διὰ τοῦ ν Ἀρίσταρχος, „ἐν δ’ ἐρέτασ“. |
| book 309.2 | Aim |
| book 311.1 | εἷσεν ἄγων: ἀνάγων τὴν Χρυσηΐδα εἷσεν. ὁ δὲ μετὰ δώρων |
| book 311.2 | μὴ διδοὺς αὐτὴν μετὰ προσθήκης ἀποδίδωσιν ἐξυπηρετούμενος πρὸς |
| book 311 | δυσώπησιν τοῦ θεοῦ. b(BCE3E4)T |
| book 312a1.1 | {ὑγρὰ} κέλευθα: παρὰ τὸ ἐλεύθω. ἔστι δὲ ὡς τὸ δίφρα, |
| book 312a1.2 | λύχνα, μεταβολὴ γένους· ἀντὶ γὰρ θηλυκῶν τὰ οὐδέτερα εἶπεν· |
| book 312a1.3 | γίνεται γὰρ μεταβολὴ γένους εἰς ἕτερον γένος, ὡς ἀπὸ τοῦ τράχηλος |
| book 312a1.4 | τὸ τράχηλον, ἔνθεν πληθυντικὸν παρὰ Καλλιμάχῳ (fr. 191, 86)· „τὰ |
| book 312a1.5.1 | τράχηλα γυμνάζει“. καὶ λύχνος λύχνα, δίφρος δίφρα, καὶ ἀπὸ τοῦ |
| book 312a1.5.2 | ἐρετμὸς τὸ ἐρετμόν, ἔνθεν „ἐρετμὰ προήκεα“ (μ 205). Τάρταρος |
| book 312a1.5.3 | ἀρσενικῶς καὶ κατὰ μεταβολὴν ἡ Τάρταρος παρὰ Πινδάρῳ (P. 1, 15)· |
| book 312a1.5.4 | „ὅς τ’ ἐν αἰνᾷ Ταρτάρῳ,“ καὶ οὐδέτερον τὸ Τάρταρον Ἡσίοδος |
| book 312a1.5.5 | (th. 119)· „Τάρταρά τ’ ἠερόεντα“. τοιοῦτόν ἐστι καὶ τὸ ὑγρὰ |
| book 312a1.10 | κέλευθα. A |
| book 312a2.1 | τὰς ὁδούς. | ὡς ἀπὸ τοῦ δίφρος δίφρα, οὕτως ἀπὸ τοῦ |
| book 312a2.2 | κέλευθος κέλευθα· καὶ ἔστι μεταβολὴ γένους. b(BCE3E4 |
| book 312-3.1 | 〈οἱ μὲν ἔπειτ’ ἀναβάντες— / λαοὺς δ’ |
| book 312-3.2 | Ἀτρείδης ἀπολυμαίνεσθαι ἄνωγεν:〉 διὰ τί μὴ καθαροὺς |
| book 312-3.3 | ἐκπέμπει; b(BCE3E4)Til ὅτι προὐργιαιτέρα τῷ θεῷ ἡ ἀπόδο‐ |
| book 312-3.4 | σις. ψυχαγωγεῖ δὲ διὰ τούτου καὶ τὸ πλῆθος, ὡς ἤδη καθαρθέντες |
| book 312-3.5 | εἶεν διὰ τὴν τοιαύτην ἀπόδοσιν. b(BCE3E4) |
| book 314a.1 | καὶ εἰς ἅλα λύματ’ ἔβαλλον: τὰ περιττώματα εἰς |
| book 314a.2 | τὴν ἀπέριττον θάλασσαν βάλλουσι. καὶ Εὐριπίδης (I. T. 1193)· |
| book 314a | „θάλασσα κλύζει †πάντ’ ἀνθρώπων† κακά“. A |
| book 314b.1 | 〈οἱ δ’ ἀπελυμαίνοντο—βάλλον:〉 ἀπεκα‐ |
| book 314b.2 | θαίροντο καὶ εἰς τὴν θάλατταν τὰ περιττώματα καὶ καθάρματα |
| book 314b.3 | ἔβαλλον. | Ἰακῶς δέ ἐστι τὸ βάλλον, κατὰ ἀποκοπήν· τὸ δὲ ὄνομά |
| book 314b.4 | ἐστιν ὁλόκληρον. b(BCE3) |
| book 314b.5 | φύσει γὰρ τὸ ὕδωρ τῆς θαλάσσης καθαρτικόν. Aint |
| book 315-7.1 | 〈ἔρδον δ’ Ἀπόλλωνι—περὶ καπνῷ:〉 ἀξιο‐ |
| book 315-7.2 | πρεπὴς ἡ παρὰ τὸν αἰγιαλὸν θέα. μεγαλοφυεῖς δὲ καὶ αἱ ἐπιτελού‐ |
| book 315-7.3 | μεναι θυσίαι· τοῦτο γὰρ δηλοῖ τὸ τεληέσσας (315). b(BCE3E4) |
| book 317a.1 | 〈κνίση δ’ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ κα‐ |
| book 317a.2 | πνῷ:〉 ὡς ἂν μελλόντων τῶν ἄλλων θεοσεβέστατα, T ὑπ’ ὄψιν |
| book 317a.3 | ἤγαγεν ἅμα τῷ μέλανι τοῦ καπνοῦ συναναμισγομένην τὴν λευκότητα |
| book 317a.4 | τῆς πιμελῆς φανταστικῶς. b(BCE3E4)T |
| book 317b.1 | κνίση δ’ οὐρανὸν ἷκεν: δοκεῖ ἡ λέξις τέσσαρα σημαί‐ |
| book 317b.2 | νειν, ὡς καὶ τῷ Πορφυρίῳ (1,253,13) δοκεῖ, αὐτό τε τὸ λίπος καὶ |
| book 317b.3 | τὸν ἐπίπλουν καὶ τὸ κρέας καὶ τὴν ἀναθυμίασιν. | ἔστι δὲ παρὰ τὸ |
| book 317b.4 | κνίσω. | ὑπ’ ὄψιν δὲ ἤγαγεν ἅμα τῷ μέλανι τοῦ καπνοῦ συναναμισγο‐ |
| book 317b.5.1 | μένην τὴν λευκότητα τῆς πιμελῆς φανταστικῶς. | ἀπὸ οὖν τοῦ κνίσω |
| book 317b.5.2 | μέλλοντος γέγονε· πλεῖστα γὰρ ὀνόματα ἀπὸ μελλόντων γέγονεν, |
| book 317b.5.3 | οἷον ἅψω ἁψίς, λέξω λέξις, δόξω δόξα, ἄξω ἄξα καὶ ἅμαξα. οὕτως |
| book 317b.5.4 | οὖν καὶ κνίσω κνίσα. εἰ δέ τις εἴποι ὅτι πόθεν δῆλον ὅτι δίφθογγον |
| book 317b.5.5 | οὐκ ἔστι, φαμὲν ὅτι κνίζω ἐστὶ καὶ ἔχει τὸ ι· τὰ γὰρ διὰ τοῦ ιζω τὸ |
| book 317b.10.1 | ι μόνον ἔχουσι. τὸ δὲ κνισμός ὁμοίως ἐκ τοῦ †κνίσω† κνισμός, ὡς |
| book 317b.10.2 | λογίσω λογισμός. τὸ κνίσα καὶ τὸ ι καὶ τὸ α βραχύ, καὶ τὸ μὲν ι, |
| book 317b.10.3 | ἐπειδὴ τὰ διὰ τοῦ ιζω τὸ ι βραχὺ ἔχει, τὸ δὲ α, ἐπειδὴ τὰ εἰς α θηλυκά, |
| book 317b.10.4 | ἀπὸ μελλόντων ἢ ἐνεστώτων γινόμενα, βραχὺ ἔχει τὸ α, δόξω δόξα, |
| book 317b.10.5 | ἄξω ἄξα καὶ ἅμαξα, μῶ μῶσα καὶ μοῦσα. ἐκτέταται δὲ ποιητικῶς |
| book 317b.15 | τὰ δύο· κνίση δ’ οὐρανὸν ἷκεν. A |
| book 320a.1 | {ἀλλ’ ὅ γε Ταλθύβιόν τε καὶ} Εὐρυβάτην: ὅτι καὶ ἕτε‐ |
| book 320a.2 | ρος Εὐρυβάτης, Ὀδυσσέως κῆρυξ (cf. Β 184). ἡ δὲ ἀναφορὰ πρὸς τὸν |
| book 320a.3 | Πυλαιμένεα (cf. Β 851. Ε 576. Ν 643). A |
| book 320b.1 | 〈Εὐρυβάτην:〉 ἄλλος ὁ κατὰ Ὀδυσσέα Εὐρυβάτης καὶ |
| book 320b.2 | οὗτος ἄλλος. b(BCE3)Til |
| book 321.1 | ὀτρηρὼ θεράποντε: παρὰ τὸ ὄρω τὸ ὁρμῶ. θεράποντες |
| book 321.2 | δὲ οἱ τοὺς κρείσσονας δι’ ὠφέλειαν θεραπεύοντες ὡς Ἐτεωνεὺς (cf. δ |
| book 321.3 | 22—3) καὶ Μηριόνης (cf. Κ 58—9). ὁμωνύμως δὲ καὶ οἱ δοῦλοι θερά‐ |
| book 321.4 | ποντες καλοῦνται. A b (BCE3)T |
| book 322.1 | ἔρχεσθον κλισίην 〈Πηληϊάδεω Ἀχιλῆοσ〉: στι‐ |
| book 322.2 | κτέον κατὰ τὸ τέλος τοῦ στίχου· αὐτοτελὴς γὰρ ὁ λόγος, καὶ ὁ ἑξῆς |
| book 322.3 | ὁμοίως. τὸ δὲ „ἀγέμεν“ (Α 323) ἀντὶ προστακτικοῦ τοῦ ἄγε. A |
| book 322-3.1 | 〈ἔρχεσθον κλισίην—Βρισηΐδα καλλιπά‐ |
| book 322-3.2 | ρῃον:〉 βασιλικὸν τὸ ἀπόλυτον τῆς φράσεως καὶ τὸ δι’ ἄλλων |
| book 322-3.3 | πειρᾶσθαι καὶ οὕτως ἐπιχειρεῖν. ὑβριστικὸν δὲ καὶ τοῦτο· οὐ γὰρ |
| book 322-3.4 | ἐντυχεῖν Ἀχιλλεῖ κελεύει, ἀλλ’ ὡς κενῆς οὔσης τῆς νεὼς ἄγειν αὐτήν. |
| book 322-3.5 | b(BCE3E4)T |
| book 323.1 | χειρὸς ἑλόντ’ 〈ἀγέμεν〉: †ὅτι „χειρὸς ἑλόντε ἄγειν“ |
| book 323.2 | Ἀριστόνικος† ἵνα τὸ δυϊκὸν εὔδηλον ᾖ· ἀμφίβολον γὰρ ἔσται, ἐὰν |
| book 323.3 | κατὰ συναλιφὴν ἀναγινώσκωμεν. A |
| book 324-5.1 | εἰ δέ κε μὴ δώῃσιν, 〈ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι/ |
| book 324-5.2 | ἐλθὼν σὺν πλεόνεσσι〉: πρὸς τὸ σχῆμα, ὅτι ἀντὶ τοῦ ἑλοίμην. | |
| book 324-5.3 | ὑποστικτέον δὲ εἰς τὸ δώῃσι (324), στικτέον δὲ ἐπὶ τὸ πλεόνεσσι |
| book 324-5.4 | (325), ἵνα ὁ δέ (324) περιττεύῃ. A |
| book 324.1 | 〈δώῃσιν—ἕλωμαι:〉 δώῃσιν ἀπὸ τοῦ δώω, ἐπεὶ |
| book 324.2 | δύο δεῖ λαμβάνειν τὰς ἐπεκτάσεις, †ἐάν† ἐστιν ἀπὸ τοῦ δῶ, A b (BCE3) |
| book 324.3 | T τό τε η καὶ τὴν σι συλλαβήν. A | τὸ δὲ ἕλωμαι ἀντὶ τοῦ |
| book 324.4 | ἑλοῦμαι ἢ ἑλοίμην. b(BCE3)T |
| book 325a.1 | 〈τό οἱ καὶ ῥίγιον ἔσται:〉 δύναται ὑπερβατὸν εἶναι, |
| book 325a.2 | καὶ τοῦτο αὐτῷ ῥίγιον ἔσται. Aim |
| book 325b.1 | 〈τό οἱ καὶ〉 ῥίγιον 〈ἔσται〉: βδελυρώτερον τὸ ἐπὶ πλειόνων ἀσχημονεῖν· |
| book 325b.2 | „πάντες δέ με πεφρίκασιν“ (Ω 775) ἀντὶ τοῦ βδελύσσονται. b(BCE3 |
| book 325b.3 | E4)T |
| book 326.1 | προΐει: ἀπὸ τοῦ ἱῶ περισπωμένου. T | τὸ δὲ ἐπὶ ἔτελλεν |
| book 326.2 | ἀντὶ τοῦ συνεχῶς ἐπέταττεν. b(BCE3E4)T |
| book 327.1 | τὼ δ’ ἀέκοντε βάτην: εἰκότως· καὶ τὸν Ἀγαμέμνονα |
| book 327.2 | γὰρ δεδοίκασι καὶ πρὸς ὃν ἀποστέλλονται. b(BCE3E4)T |
| book 329a.1 | 〈παρά τε κλισίῃ:〉 πλησίον τῆς σκηνῆς. b(BCE3E4) |
| book 329a.2 | T |
| book 329b.1 | καὶ νηῒ μελαίνῃ: διὰ τῆς μελαίνης νηὸς τὸ σκυθρωπὸν |
| book 329b.2 | τῆς ἕδρας δηλοῖ. b(BCE3)T |
| book 330a.1 | {ἥμενον·} οὐδ’ ἄρα τώ γε 〈ἰδὼν γήθησεν〉: ὅτι |
| book 330a.2 | ἐκ τοῦ ἐναντίου τὸ ἐναντίον ἀκουστέον· οὐκ ἐγήθησεν, ἀλλ’ ἐλυπήθη. A |
| book 330b | οὐδ’ ἄρα τώ γε ἰδὼν γήθησεν: ὁ τρόπος ἀντίφρασις. |
| book 330b | T |
| book 330c.1 | οὐδ’ ἄρα 〈...〉 γήθησεν: μεμετρημένη ἡ διάθεσις οὔτε |
| book 330c.2 | πλέον λυπουμένου (ἀγεννὲς γάρ) οὔτε ἧττον· ἀσυμπαθὲς γάρ. b |
| book 330c.3 | (BCE3E4)T |
| book 331a.1 | τὼ μὲν ταρβήσαντε 〈καὶ αἰδομένω〉: εὖ τὸ |
| book 331a.2 | αἰδεσθῆναι, καὶ μάλιστα τοὺς ἐπὶ τοιαύτην χρείαν ἐληλυθότας. δύο |
| book 331a.3 | δὲ ταῦτα συμβαίνειν περὶ τοὺς χρηστοὺς ἀεὶ ὁ ποιητής φησιν, αἰδῶ |
| book 331a.4 | καὶ φόβον· „αἰδοῖός τέ μοί ἐσσι, φίλε ἑκυρέ, δεινός τε“ (Γ 172). b |
| book 331a.5 | (BCE3E4)T |
| book 331b.1 | τὼ μὲν ταρβήσαντε: διὰ τὴν ξιφουλκίαν. b(BCE3 |
| book 331b.2 | E4)T |
| book 331c.1 | αἰδομένω: παρὰ τὸ αἴδω. οἶδε δὲ καὶ τὸ αἰδῶ· „ἀλλή‐ |
| book 331c.2 | λους τ’ αἰδεῖσθε“ (Ε 530). T |
| book 332a.1 | 〈οὐδέ τι:〉 διὰ τοῦ ι, οὐδέ τι, οὐ διὰ τοῦ ε. καὶ ἡ Κύ‐ |
| book 332a.2 | πριος. Aim |
| book 332b.1 | οὐδέ τί μιν προσεφώνεον: τὸ μὲν γὰρ εἰπεῖν τι |
| book 332b.2 | παροξυντικόν, τὸ δὲ θωπεῦσαι δουλοπρεπές. πρῶτος δὲ Ὅμηρος |
| book 332b.3 | πρόσωπα κωφὰ παρήγαγεν εἰς τὴν τραγῳδίαν. A b (BCE3E4)T |
| book 334-5.1 | χαίρετε κήρυκεσ〈—ὔμμες ἐπαίτιοι, ἀλλ’ |
| book 334-5.2 | Ἀγαμέμνων〉: στικτέον κατὰ τὸ τέλος τοῦ στίχου (sc. 334), καὶ |
| book 334-5.3 | βραχὺ διασταλτέον ἐπὶ τὸ ἐπαίτιοι (335)· ὡς γὰρ ἀγγέλους σεμ‐ |
| book 334-5.4 | νύνων αὐτοὺς εἶπεν. A |
| book 334a1.1 | Διὸς ἄγγελοι: ἢ ὅτι τὰς ἑορτὰς αὐτοῦ ἀγγέλλουσιν, |
| book 334a1.2 | ἢ ὅτι ἀπὸ Ἑρμοῦ εἰσιν, ὃς ἄγγελος Διός. b(BCE3)T καλῶς δὲ |
| book 334a1.3 | οὐκ Ἀγαμέμνονος ἔφη, ἀλλ’ ἀνδρῶν καὶ Διός, οἷς δικαίως ὑπηρε‐ |
| book 334a1.4 | τοῦσι· τούτῳ γὰρ ἀδίκως. b(BCE3E4)T κοινὸς δὲ νόμος μὴ |
| book 334a1.5.1 | ἀδικεῖσθαι κήρυκα· ἱεροὶ γὰρ οὗτοι καὶ τὰ πρὸς θυσίαν ἑτοιμάζοντες· |
| book 334a1.5.2 | b(BCE3)T {ἀμέλει παρ’ Ἀθηναίοις τὸ τῶν Κηρύκων γένος} |
| book 334a1.5.3 | „κήρυκες δ’ ἀπάνευθεν ὑπὸ δρυΐ“ (Σ 558), „κήρυκες Τρώων καὶ |
| book 334a1.5.4 | Ἀχαιῶν νεῖμαν“ (Γ 274). T |
| book 334a2.1 | Διὸς ἄγγελοι: ἄσυλον γὰρ—Κήρυκα, ἀφ’ οὗ τὸ |
| book 334a2.2 | τῶν Κηρύκων γένος, ὡς ἱστορεῖ Πτολεμαῖος (fr. inc. sed. 2 [p. 46 |
| book 334a2.3 | Chatz.]) | ἢ ὅτι τὰς ἑορτὰς αὐτοῦ ἀγγέλλουσιν, ἢ ὅτι ἀπὸ Ἑρμοῦ |
| book 334a2.4 | εἰσιν, ὃς ἄγγελος Διός. A |
| book 335a.1 | ἆσσον ἴτε: διὰ σχήματος ἐδήλωσεν, ὡς τῷ δέει οὐ προ‐ |
| book 335a.2 | έκοψαν. b(BCE3E4)T τιμήσαντες οὖν ἀντιτιμῶνται. b(BCE3)T |
| book 335b1.1 | {οὔτι μοι} ὔμμες: οὕτως ψιλωτέον τὸ υ τοῦ ὔμμες· ἡ |
| book 335b1.2 | γὰρ λέξις Αἰολική. ἐπιμαρτυρεῖ καὶ ἡ συναλιφή, „αἴ κ’ ὔμμιν ὑπέρ‐ |
| book 335b1.3 | σχῃ χεῖρα Κρονίων“ (Δ 249). A |
| book 335b2.1 | τὸ δὲ ὔμμες ψιλοῦται· Αἰολικὸν γάρ ἐστιν, ὡς δηλοῖ καὶ |
| book 335b2.2 | ἡ συναλιφή, „αἴ κ’ ὔμμιν ὑπέρσχῃ χεῖρα“. b(BCE3)T |
| book 335c.1 | οὔτί μοι ὔμμες ἐπαίτιοι: πεπαιδευμένως· οὐ γὰρ δεῖ |
| book 335c.2 | τὰς αἰτίας ἐφ’ ἑτέρους μετάγειν ὡς κύνα κατὰ τοῦ βεβλημένου λίθου. |
| book 335c.3 | A b (BCE3)T |
| book 335d | 〈οὔ τί μοι ὔμμες ἐπαίτιοι:〉 ἀντίφρασις. T |
| book 336a.1 | ὃ σφῶϊ: διὰ τοῦ ἑνὸς ς, ὃ σφῶϊ, ὁμοίως τῷ „καὶ θώρηχ’· |
| book 336a.2 | ὃ γὰρ ἦν οἱ“ (Σ 460). A b (BCE3)T | ἡ διπλῆ δέ, ὅτι Ζηνόδοτος |
| book 336a.3 | γράφει σὺν τῷ ν „ὃ σφῶϊν“. τοῦτο δὲ σημαίνει ὑμῶν ἢ ὑμῖν, ὧν |
| book 336a | οὐδὲν ἁρμόζει τῷ λόγῳ τούτῳ, ἀλλὰ τὸ ὑμᾶς. A |
| book 336b.1 | 〈ὃ σφῶϊ προΐει:〉 „σφῶϊ μὲν ἀμφὶ βοόσ“ (Λ 776), |
| book 336b.2 | ὑμεῖς· ὃ σφῶϊ προΐει, ὑμᾶς· „ὃ σφῶϊ〈ν〉 μάλα πολλάκισ“ (Ψ 281), |
| book 336b.3 | ὑμῶν· „καί σφωϊν δὸς ἄγειν“ (Α 338), αὐτοῖς. T |
| book 337a.1 | διογενὲς Πατρόκλεις: ἐξαίρει πάλιν τὸ πρόσωπον· |
| book 337a.2 | τοῖς γὰρ τῶν φίλων γνησιωτάτοις εἰώθαμεν πιστεύειν τὰ γύναια. |
| book 337a.3 | b(BCE3E4)T |
| book 337b | 〈Πατρόκλεις:〉 ἡ εὐθεῖα Πατροκλῆς ὡς Ἡρακλῆς. Til |
| book 337b.1 | Πατρόκλεις: ἀντὶ τοῦ Πάτροκλε, ἐσχημάτισται— |
| book 337b.2 | Ἡρακλῆς. A |
| book 338a | 〈σφωΐν:〉 αὐτοῖς. Til |
| book 338b.1 | μάρτυροι ἔστων: μαρτύρεται τὼ κήρυκε, ὅπως μὴ |
| book 338b.2 | δοκῇ προδότης εἶναι ὑπερορῶν τοὺς Ἀχαιοὺς ἀναιρουμένους. τὰ |
| book 338b.3 | δὲ ἄλλα οὐχ ἅπτεται Ἀγαμέμνονος, ὅπως μὴ δοκῇ μικροψυχεῖν ἐπὶ |
| book 338b.4 | τῇ ἀφαιρέσει. b(BCE3E4)T |
| book 339-40a.1 | πρός τε θεῶν μακάρων〈— / καὶ πρὸς |
| book 339-40a.2 | τοῦ βασιλῆος ἀπηνέοσ〉: πρότερος τῶν Πυθαγορικῶν Ὅμηρος |
| book 339-40a.3 | μέσην ἀνθρώπου καὶ θεοῦ φύσιν b(BCE3E4)T βασιλικὴν τέ‐ |
| book 339-40a.4 | θεικε· τὸν μὲν γὰρ ἁπλῶς ἄνθρωπον τοῦ βασιλέως κατ’ ἀμφότερά |
| book 339-40a.5.1 | φησιν ἐλάττονα, καίπερ b(BCE3E4) ἀνθρώπου καὶ αὐτοῦ ὄντος· |
| book 339-40a.5.2 | θεοῦ δὲ ἥττονα τὸν βασιλέα εἶναί φησι διὰ τὸ φθαρτόν. b(BCE3E4)T |
| book 339-40b1.1 | 〈πρός τε θεῶν μακάρων—βασιλῆος ἀπη‐ |
| book 339-40b1.2 | νέος:〉 ἵνα ἐγκαλούμενος καὶ ὑπὸ θεῶν καὶ ὑπὸ ἀνθρώπων καὶ ὑπὸ |
| book 339-40b1.3 | Ἀγαμέμνονος εὔλογον ἔχῃ τὴν ἀφορμὴν τῆς ἀπηνείας ἕνεκεν. b |
| book 339-40b1 | (BCE3E4) |
| book 339-40b2.1 | {πρός τε θνητῶν:} ἵνα ἐγκαλούμενος καὶ ὑπὸ θεῶν καὶ |
| book 339-40b2.2 | ὑπὸ ἀνθρώπων καὶ ὑπὸ Ἀγαμέμνονος αὐτοὺς ἔχω μάρτυρας. T |
| book 340a | ἀπηνέος: Σέλευκος (fr. 7 M. = 9 D.) ἐν τῇ πολυστίχῳ |
| book 340a.1 | γράφει „ἀναιδέοσ“· εὐεπίφορον γὰρ εἶναι τὸν Ἀχιλλέα εἰς τὸ ἀναιδῆ |
| book 340a.2 | καλεῖν τὸν Ἀγαμέμνονα· „αἰὲν ἀναιδείην ἐπιειμένε κερδαλεόφρον“ |
| book 340a.3 | (cf. Α 149). ἀπηνῆ δὲ καλεῖ τὸν Ἀγαμέμνονα διὰ τὰ εἰς αὐτὸν πεπραγ‐ |
| book 340a.5.1 | μένα. | διασταλτέον δὲ μετὰ τὸ ἀπηνέος. | ἡ διπλῆ δέ, ὅτι τὸ ἄρθρον |
| book 340a.5.2 | μετάκειται. ἔδει δὲ ‘καὶ πρὸς τοῦ ἀπηνέος βασιλῆοσ‘. καὶ ἄνω κατὰ |
| book 340a.5.3 | τὸ „οὕνεκα τὸν Χρύσην ἠτίμασεν 〈ἀρητῆρα〉“ (Α 11). A |
| book 340b.1 | εἴ ποτε: καλῶς οὐκ εἶπεν ὁπότε· νεμεσητὸν γὰρ ἦν. b |
| book 340b.2 | (BCE4) |
| book 341a.1 | χρειώ: ὡς Κλειώ· Aim b (BCE3E4)T καὶ γὰρ |
| book 341a.2 | „χρειοῖ ἀναγκαίῃ“ (Θ 57) Aim b (BCE4)T ὡς Κλειοῖ. Aim |
| book 341b.1 | ἀεικέα λοιγόν: τὸν ὑβριστικόν· „ἀεικίζει μενεαίνων“ |
| book 341b.2 | (Ω 54) b(BCE3E4)T |
| book 342a | 〈ὀλοιῇσι:〉 ὀλοῇσι πλεονασμῷ τοῦ ι. Aint |
| book 342b.1 | φρεσὶ θύει: ἐμφαντικῶς τὸ λυσσῶδες αὐτοῦ καὶ ἄλογον |
| book 342b.2 | παρέστησε. μάρτυρας οὖν ὑμᾶς σχήσω τῆς παραπληξίας αὐτοῦ, |
| book 342b | ὅτι οὐκ οἶδε προνοῆσαι στρατιᾶς. b(BCE3E4)T |
| book 343-4.1 | οὐδέ τι οἶδε νοῆσαι〈—μαχέοιντο Ἀχαι‐ |
| book 343-4.2 | οί〉: διασταλτέον ἐπὶ τὸ ὀπίσσω (343), ἴσως δὲ καὶ ἐπὶ τὸ νοῆσαι |
| book 343-4.3 | (343), ἵν’ ᾖ ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο ἅμα |
| book 343-4.4 | πρόσσω καὶ ὀπίσσω, καὶ νῦν καὶ ὕστερον, ἢ καὶ ἑτέρως ἐκ τῶν |
| book 343-4.5.1 | ἔμπροσθεν στοχάσασθαι τὰ ὕστερα, ἢ ἐν ἀμφιβολίᾳ· κἀν τῇ Γ (109— |
| book 343-4.5.2 | 10) ἐστίν· „οἷς δ’ ὁ γέρων μετέῃσιν ἅμα πρόσσω καὶ ὀπίσσω / 〈λεύσ‐ |
| book 343-4.5.3 | σει〉“. A |
| book 343.1 | οὐδέ τι οἶδεν 〈νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω〉: |
| book 343.2 | τὸ δὲ ἐναντίον „ὅρα πρόσ〈σ〉ω καὶ ὀπίσ〈σ〉ω“ (Σ 250): T δεῖ |
| book 343.3 | γὰρ τὸν ὅλως ἔχοντα γνῶσιν μὴ τὰ παρόντα μόνον, ἀλλὰ καὶ τὰ |
| book 343.4 | μέλλοντα σκοπεῖν. b(BCE3E4)T λείπει οὖν τοῖς ἐπιρρήμασι τὸ |
| book 343.5.1 | †τ. T μέγιστον δὲ καὶ ψιλῷ ἀνθρώπῳ πρὸς κατηγορίαν ἡ ἀπρο‐ |
| book 343.5.2 | νοησία, ὥς πού φησι „νήπιοι ἀγροιῶται, ἐφημέρια φρονέοντεσ“ |
| book 343.5.3 | (φ 85). b(BCE3E4)T |
| book 344.1 | 〈μαχέοιντο:〉 μάχοιντο. b(BCE3E4) πλεονασμὸς δέ ἐστι |
| book 344.2 | τοῦ ε. b(BCE3E4)Til |
| book 345.1 | Πάτροκλος δὲ φίλῳ 〈ἐπεπείθετ’ ἑταίρῳ〉: τὸ ἤπιον αὐ‐ |
| book 345.2 | τοῦ διὰ τῆς σιωπῆς τῆς νῦν τε κἀν ὅλῃ τῇ στάσει κἀν τῷ μηνιθμῷ (sc. |
| book 345.3 | Ι 205) δείκνυται. καὶ νῦν δὲ οὐ φθέγγεται, ἵνα μὴ ᾖ παροξυντικός. b |
| book 345.4 | (BCE3)T |
| book 346.1 | 〈καλλιπάρῃον:〉 εὔκαιρον τὸ ἐπίθετον, τὴν τοῦ ἐρῶντος |
| book 346.2 | διάθεσιν ἐμφαῖνον τῷ δηλοῦν οἵας ἐρᾶται. b(BCE3)Til |
| book 347.1 | τὼ δ’ αὖτις ἴτην: οὔτε γὰρ ἐπαινεῖν οὔτε ψέγειν εἶχον τὸ |
| book 347.2 | λεχθέν. b(BCE3)T οὐ λαβόμενοι δὲ τῆς χειρὸς ἦγον, ὡς ἐπετά‐ |
| book 347.3 | χθησαν. b(BCE3E4)T |
| book 348.1 | 〈ἀέκουσα:〉 ἔστι γὰρ φίλανδρος, ὡς τὸ πρόσωπον αὐτῆς |
| book 348.2 | δηλοῖ. δευτέραν δὲ ταύτην ὁρίζεται εἶναι αἰχμαλωσίαν καὶ διὰ μιᾶς |
| book 348 | λέξεως ὁλόκληρον ἡμῖν ἦθος προσώπου δεδήλωκεν. b(BCE3)T |
| book 349a.1 | δακρύσας ἑτάρων: βραχὺ διασταλτέον ἐπὶ τὸ δακρύ‐ |
| book 349a.2 | σας· μᾶλλον γὰρ σαφηνίζει τὰ πράγματα. A |
| book 349b.1 | δακρύσας ἑτάρων: ἕτοιμον τὸ ἡρωϊκὸν πρὸς δάκρυα. |
| book 349b.2 | καὶ Ὀδυσσεὺς „ὡς δὲ γυνὴ κλαίῃσι“ (θ 523), καὶ ἡ παροιμία „ἀεὶ δ’ |
| book 349b.3 | ἀριδάκρυες ἀνέρες ἐσθλοί“ (cf. Zenob. 1, 14). b(BCE3E4)T Ἀγα‐ |
| book 349b.4 | μέμνων 〈***〉 „ἥτε κατ’ αἰγίλιπος πέτρησ“ (Ι 15). T ἄλλως τε |
| book 349b.5.1 | καὶ φιλότιμος ὢν ἀνιᾶται τῇ ὕβρει παλαιᾶς τε συνηθείας στέρεται, ἴσως |
| book 349b.5.2 | δὲ καὶ τὸ γύναιον ἀκουσίως ἀπαλλαττόμενον ἐλεεῖ. ἄκρως δὲ ἐρῶντα |
| book 349b.5.3 | χαρακτηρίζει· οὗτοι γὰρ ταῖς ἐρημίαις ἥδονται, ἵν’ οὕτω τῷ πάθει |
| book 349b.5.4 | σχολάζωσιν b(BCE3E4)T ὑπὸ μηδενὸς ὀχλούμενοι. T |
| book 349c1.1 | 〈νόσφι:〉 ὅπως μὴ γελῷτο παρὰ τῶν ἑταίρων. ἢ πρὸς |
| book 349c1.2 | τὴν διάλεξιν τῆς μητρός. τὸ δὲ ἄφαρ δηλοῖ καὶ τὸ ἔπειτα· „τό κεν |
| book 349c1.3 | ἧμιν ἄφαρ πολὺ λώϊον“ (Ρ 417). Til |
| book 349c2.1 | τὸ δὲ νόσφι, ὅπως μὴ γνώριμον τοῖς ἑτέροις ᾖ τὸ πρὸς |
| book 349c2.2 | τὴν μητέρα ἐντύχημα. τὸ δὲ ἄφαρ δηλοῖ καὶ τὸ ἔπειτα, b(BCE3E4) |
| book 349c2.3 | ὡς ἐν τῷ „τό κεν ἧμιν ἄφαρ πολὺ λώϊον“. b (E4) |
| book 350a.1 | θῖν’ ἐφ’ ἁλὸς πολιῆς, ὁρ〈ό〉ων ἐπὶ οἴνοπα πόντον: |
| book 350a.2 | οἰκεῖον τῇ θινὶ τὸ πολιόν, τῷ δὲ πόντῳ τὸ οἶνοψ. | γράφεται καὶ „ἐπ’ |
| book 350a.3 | ἀπείρονα πόντον“. b(BCE3E4)T |
| book 350b.1 | 〈οἴνοπα:〉 οὕτως „ἀπείρονα“, οὐκ οἴνοπα ἡ Ἀριστάρ‐ |
| book 350b.2 | χου. Aint |
| book 350c.1 | ὁρόων ἐπὶ οἴνοπα πόντον: ἱκανὴ παραμυθία τοῖς ἐπὶ |
| book 350c.2 | ξένης λυπουμένοις εἰς τὴν θάλασσαν ἀφορᾶν, δι’ ἧς τῶν πατρίδων εἴρ‐ |
| book 350c.3 | γονται. καὶ Ὀδυσσεὺς „πόντον ἐπ’ ἀτρύγετον δερκέσκετο“ (ε 84). |
| book 350c.4 | τάχα δὲ ὁ Ἀχιλλεὺς καὶ ὡς εἰς συγγενὲς τῇ μητρὶ χωρίον ἀφορᾷ τὴν |
| book 350c.5 | θάλασσαν. b(BCE3E4)T |
| book 351a.1 | 〈χεῖρας ὀρεγνύς:〉 ὅτι Ζηνόδοτος γράφει „χεῖρας ἀνα‐ |
| book 351a.2 | πτάσ“. Aim |
| book 351b.1 | χεῖρας ὀρεγνύς: ὥσπερ ἀσπαζόμενος ὀρέγει τὼ χεῖρε τῇ |
| book 351b.2 | μητρί. καὶ ἐπὶ Πολυφήμου „εὔχετο χεῖρ’ ὀρέγων b(BCE3E4)T εἰς |
| book 351b.3 | οὐρανόν“ (ι 527). | τινὲς „ἀνασχών“ γράφουσιν. T |
| book 352a.1 | μινυνθάδιον: τοῦτο μάλιστα δύναται λυπῆσαι μητέρα, |
| book 352a.2 | ὀλιγοχρόνιος υἱός· ὃ πρῶτον προβάλλεται. b(BCE3E4)T |
| book 352b.1 | 〈μινυνθάδιόν περ〉 ἐόντα: ἐσόμενον. ᾔδει δὲ δι’ ὧν |
| book 352b.2 | εἶπεν αὐτῷ ἡ μήτηρ „διχθαδίας κῆρασ“ (Ι 411). παιδευτικὸν δὲ τὸ μὴ |
| book 352b.3 | εἰς ῥᾳστώνην, ἀλλ’ εἰς †πρακτικὸν νεῦσαι τὸν ἥρωα. φιλοστοργίᾳ δὲ |
| book 352b.4 | καὶ ἐλέῳ προκαλεῖ τὴν μητέρα. ἐν κεφαλαίῳ δὲ τὴν εὐχὴν ἐκθέμενος |
| book 352b.5.1 | ὕστερον λεπτολογήσει. | ἔστι δὲ παρὰ τὸ μίνυνθα. παραπληροῖ δὲ |
| book 352b.5.2 | ὁ περ. b(BCE3E4)T |
| book 353a1 | ὄφελλεν: ἡ μὲν ἀρχὴ Ἰακή, τὸ δὲ μέσον Αἰολικόν. T |
| book 353a2 | ὄφειλεν ὄφελλεν Αἰολικῶς, ὡς χεῖρες χέρρες. Aim |
| book 353b.1 | Ὀλύμπιος: οὕτω κατ’ ἐξοχὴν τὸν Δία. καὶ „Κρονίδην“ |
| book 353b.2 | (Α 498 al.) αὐτόν φησιν. b(BCE3)T |
| book 353b.1 | Ὀλύμπιος: ὁ Ὄλυμπος ὄρος—ἀλληγορικῶς δὲ ὁ |
| book 353b.2 | οὐρανός. A |
| book 353c.1 | ἐγγυαλίξαι: κυρίως τὸ ἐγγυῆσαι, παρὰ τὸ †γῦον†, ὃ |
| book 353c.2 | κυρίως ἐπὶ χειρός. T |
| book 354a.1 | ὑψιβρεμέτης: ὁ ἐν ὕψει βρέμων διὰ τῶν βροντῶν ἢ τῶν |
| book 354a.2 | ἀνέμων. b(BCE3E4)T |
| book 354b | ὑψιβρεμέτης: βρόμος κυρίως ὁ τοῦ πυρὸς ἦχος. | ὅθεν |
| book 354b | καὶ τὸν ἀπὸ πυρὸς Διόνυσον Βρόμιον καλοῦσιν. A |
| book 354c.1 | οὐδέ με τυτθόν: φιλεγκλήμονες κατὰ θεῶν οἱ ἀτυχεῖς. b |
| book 354c.2 | (BCE3)T |
| book 355 | 〈εὐρυκρείων〉: ποιητικὸν τὸ ἐπίθετον. b(BCE3) |
| book 356a.1 | 〈ἠτίμησεν:〉 τῶν σπανίων ἡ τομὴ κατὰ τὸν ἕβδομον χρό‐ |
| book 356a.2 | νον. Aint |
| book 356b.1 | ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας: ἑλὼν ἔχει |
| book 356b.2 | T ἀντὶ τοῦ ἔλαβεν, οὐ πειθοῖ, ἀλλ’ ἀπουρίσας· „ἄλλοι γάρ οἱ ἀπου‐ |
| book 356b.3 | ρίσσουσιν ἀρούρασ“ (Χ 489). b(BCE3E4)T συγκοπὴ οὖν ἐστιν. T |
| book 357a.1 | δακρυχέων: τὸ δακρυχέων ὑφ’ ἓν ἀναγνωστέον· b |
| book 357a.2 | (BCE3)T καὶ „δακρυπλώειν“ γάρ πού φησιν (τ 122). T |
| book 357b.1 | πότνια: σεπτή· οἱ γὰρ σεβόμενοι προσπίπτουσι τοῖς |
| book 357b.2 | ἕδεσι τῶν θεῶν. A b (BCE3)T ἢ παρὰ τὸν πότμον, ἡ εὐτυχής, ὅς |
| book 357b.3 | ἐστιν ἀπὸ τοῦ „πέσῃ μετὰ †ποσὶ† γυναικόσ“ (Τ 110). AT καὶ |
| book 357b.4 | ποτνιᾶσθαι δὲ τὸ προσπίπτειν καὶ παρακαλεῖν. A b (BCE3)T |
| book 358.1 | 〈πατρὶ γέροντι:〉 ἴσως τοὺς ἐν θαλάσσῃ τιμωμένους ἁλίους |
| book 358.2 | γέροντάς φησιν, ὡς Πρωτέα Φόρκυνα Νηρέα. b(BCE3)T |
| book 358.1 | παρὰ πατρὶ γέροντι: τῷ Νηρεῖ. τὸν δὲ—αἱ Νηρεΐ‐ |
| book 358.2 | δες. A |
| book 359.1 | καρπαλίμως 〈δ’ ἀνέδυ πολιῆς ἁλὸς ἠΰτ’ ὀμίχλη〉: |
| book 359.2 | ἀντὶ τοῦ κραιπνῶς. ταχεῖα δὲ ἡ ἄνοδος ὡς μητρὸς καὶ θεοῦ. φαντασία δὲ |
| book 359.3 | περίκειται τῇ θεῷ διὰ τῆς ὁμίχλης. b(BCE3E4)T ἢ ὅτι θαλασσία |
| book 359.4 | ἐστὶν ἡ θεός. τὴν δὲ Ἥραν τῷ ἀέρι εἰκάζει· λεπτομερὴς γὰρ ὁ ἀὴρ ὡς |
| book 359.5 | πρὸς σύγκρισιν τῶν ὑδάτων. b(BE3E4)T |
| book 360a1 | 〈δακρυχέοντος:〉 οὐκ ἐξίσταται τοῦ κλαυθμοῦ, ἐπεὶ οὐ |
| book 360a1.1 | μεμπτέος· οὐδὲν γὰρ ἄτοπον, εἰ καὶ ἄλκιμος ἦν, ὅτι λελύπηται· ἐλεύ‐ |
| book 360a1.2 | θερος γὰρ ὢν καὶ ἁπλοῦς τοῦτο ποιεῖ, οὐ διὰ μικροψυχίαν. b(BCE3) |
| book 360a2.1 | οὐκ ἐξίσταται τούτου· οὐ γὰρ ἄτοπον ἐλεύθερον ἁπλοῦν |
| book 360a2.2 | ἄλκιμον λυπεῖσθαι. T |
| book 361.1 | χειρί τέ μιν κατέρεξεν 〈ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε〉: |
| book 361.2 | στικτέον ἐπὶ τὸ κατέρεξεν καὶ ἔφατο καὶ ὀνόμαζεν· ἡ περίοδος |
| book 361.3 | γὰρ καθ’ ἑαυτὴν ἑκάστη. A |
| book 362.1 | τέκνον, 〈τί κλαίεισ〉: φυσικῶς φθέγγεται, καὶ τῶν κοινῶν |
| book 362.2 | ὀνομάτων οὐκ ἐξίσταται· b(BCE3E4)T ἕνα γὰρ ἔχουσα καὶ τοῦ‐ |
| book 362.3 | τον ἄθλιον, πῶς ἂν αὐτὸν ἄλλως καλέσειεν; b(BE3E4)T ἔστι δὲ |
| book 362.4 | καὶ ἡ πεῦσις σύντομος, ὡς ἂν μαθεῖν ἐπειγομένης. b(BCE3E4)T |
| book 363a.1 | ἐξαύδα: τῇ γὰρ τῶν λόγων ἀνοχῇ καὶ κουφιεῖται τοῦ |
| book 363a.2 | βάρους ἡ ψυχή. b(BE3E4)T |
| book 363b.1 | ἵνα εἴδομεν ἄμφω: προπαροξύνεται τὸ εἴδομεν, ἀπὸ |
| book 363b.2 | βαρυτόνου τοῦ εἴδω. οὐ θαῦμα δέ, εἰ τὸ αὐτὸ καὶ ὡς βαρύτονον καὶ |
| book 363b.3 | ὡς περισπώμενον κλίνει. ἢ ὅτι A ἀνθ’ ὑποτακτικοῦ ἐστι καὶ ἡ |
| book 363b.4 | συστολὴ ἀνέδωκε τὸν τόνον· A b (BCE3)T οὐ γὰρ παροξύνομεν |
| book 363b.5 | κατὰ τὸν Πάμφιλον. A b (BE3)T |
| book 364a.1 | 〈βαρυστενάχων:〉 ὅτι τὸ βαρυστενάχων κατὰ βα‐ |
| book 364a.2 | ρεῖαν τάσιν. Aint |
| book 364b1.1 | τὴν δὲ βαρὺ στενάχων: βαρύνεται ἡ μετοχή. διδα‐ |
| book 364b1.2 | σκόμεθα δὲ ἐξ ἐκείνου „τοὺς δὲ βαρὺ στενάχων μετέφη κρείων Ἀγα‐ |
| book 364b1.3 | μέμνων, / χειρὸς ἔχων Μενέλαον· ἐπεστενάχοντο δ’ ἑταῖροι“ (Δ |
| book 364b1.4 | 153—4)· ἡ γὰρ ἐπίζευξις τοῦ „ἐπεστενάχοντο“ διδάσκει ὅτι καὶ τὸ |
| book 364b1.5 | στενάχω βαρύνεται· εἰ γὰρ ἦν περισπώμενον, ἐστεναχοῦντο ἐγίνετο |
| book 364b1.1 | ὡς ἐν〈ε〉νοοῦντο. καὶ ἡ κλίσις δὲ τοῦτο δείκνυσι· „βαρὺ δὲ στενάχον‐ |
| book 364b1.2 | τος ἄκουσα“ (θ 95), οὐχὶ στεναχοῦντος. καὶ ἡ δοτικὴ „τῷ δὲ βαρὺ |
| book 364b1.3 | στενάχοντι“ (Σ 70). A |
| book 364b2.1 | βαρὺ στενάχων: ὁ Σιδώνιος περισπᾷ· b(BCE3)T |
| book 364b2.2 | περισπᾶσθαι γὰρ καὶ „ἀδινὰ στοναχῆσαι“ (Σ 124) φησίν. T Ἀρί‐ |
| book 364b2.3 | σταρχος δὲ βαρύνει· τὰ πολλὰ γὰρ κινήματα ὡς ἀπὸ βαρυτόνου γέ‐ |
| book 364b2.4 | γονε· „βαρὺ δὲ στενάχοντος ἄκουσα“ (θ 95), „ἐπεστενάχοντο δ’ |
| book 364b2.5 | ἑταῖροι“ (Δ 154). b(BCE3)T |
| book 365a.1 | οἶσθα· τίη τοι 〈ταῦτα ἰδυίῃ πάντ’ ἀγορεύω;〉: ὅτι |
| book 365a.2 | παλιλλογεῖν παρῄτηται. ἀλλότριοι ἄρα οἱ ἐπιφερόμενοι στίχοι εἴκοσι |
| book 365a.3 | ἑπτά (sc. Α 366—92). A |
| book 365b.1 | οἶσθα: ἄκρως ἐνέφηνε τὸ βαρύθυμον διὰ τοῦ προοιμίου. |
| book 365b.2 | καὶ πρὸς εἰδότας δὲ ἔθος λέγειν ἐπικουφίζοντας τὴν ὀδύνην. b(BCE3 |
| book 365b.3 | E4)T |
| book 366.1 | ᾠχόμεθ’ ἐς Θήβην: νῦν λέγει τὰς Ὑποπλακίους—καὶ |
| book 366.2 | αἱ τῆς Αἰγύπτου, ὧν μνημονεύει ἐν τῇ Ι (381). A |
| book 366a.1 | ᾠχόμεθ’ ἐς Θήβην: ῥητορικὸς ὢν ὁ ποιητὴς καὶ τρόπον |
| book 366a.2 | ἀνακεφαλαιώσεως βουλόμενος διδάξαι ἡμᾶς ταὐτὰ πάλιν ἐξ ἀρχῆς |
| book 366a.3 | διηγεῖται. b(BCE3)T |
| book 366b.1 | ᾠχόμεθ’ ἐς Θήβην: ὁ τρόπος ἀνακεφαλαίωσις. AAim b |
| book 366b.2 | (BCE3E4)T τέσσαρες δὲ διηγήσεων ἰδέαι· ἡ μὲν ὁμιλητική, ὡς |
| book 366b.1 | ὅταν παρά τινος ἀκούσας τις αὐτῷ διηγῆται ἃ ἤκουσεν, ὡς τὸ „πολ‐ |
| book 366b.2 | λάκι γὰρ σέο πατρόσ“ (Α 396). τὸ δὲ ἀπαγγελτικόν, ὅταν ἃ παρ’ |
| book 366b.5.1 | ἑτέρου ἤκουσεν ἑτέρῳ διηγῆται, ὡς τὸ „ἀγγελίην τινά τοι, γαιήοχε“ |
| book 366b.5.2 | (Ο 174). τὸ δὲ ὑποστατικόν, ὅταν τῶν πραγμάτων τινὰ ἀπαγγεῖλαι |
| book 366b.5.3 | ὑποθέμενοι διηγώμεθα, A b (BCE3E4)T ὡς τὸ „ὡς ὁπόθ’ Ἠλείοι‐ |
| book 366b.5.4 | σι καὶ ἡμῖν νεῖκος ἐτύχθη“ (Λ 671). b(BCE3E4)T τὸ δὲ μικτὸν ἐξ |
| book 366b.5.5 | ὁμιλητικοῦ καὶ ὑποστατικοῦ, ὡς τὸ „ἀλλὰ σὺ τόν γ’ ἐλθοῦσα, θεά, |
| book 366b.10.1 | ὑπελύσαο δεσμῶν“ (Α 401): A b (BCE3E4)T εἰ γὰρ ἦν ὁμιλητι‐ |
| book 366b.10.2 | κόν, οὕτως ἂν εἶπεν· ἀλλὰ σὲ τῶν δεσμῶν αὐτὸν ἀπολῦσαι καλέσασαν |
| book 366b.10.3 | τὸν ἑκατόγχειρον. ὁ δὲ ἐφ’ ἑτέραν πτῶσιν μετελθὼν ὡς ἴδιον ἤδη λόγον |
| book 366b.10.4 | καὶ οὐχ ὡς παρ’ ἐκείνης ἀκούσας διέξεισιν. b(BCE3E4)T |
| book 366c.1 | 〈ᾠχόμεθ’ ἐς Θήβην:〉 Θήβη χωρίον ἔρημον πλησίον |
| book 366c.2 | Λέσβου, ἀπὸ Θήβης τῆς Ἀδράμυος· ἆθλον γὰρ ταύτην ὁ πατὴρ |
| book 366c.3 | προὔθετο τῷ προὔχοντι γυμνικῷ ἀγῶνι, λαβὼν δὲ αὐτὴν Ἡρακλῆς |
| book 366c.4 | ἔκτισε τὴν πόλιν, ὀνομάσας ἐκ ταύτης. ὅσοι δὲ ἀθετοῦσι τοὺς στίχους |
| book 366c.5.1 | (sc. Α 366—92), οὐκ ἐῶσιν ἡμᾶς μαθεῖν, ὅθεν ἥλω Χρυσηΐς. ἔπλει δὲ |
| book 366c.5.2 | πορθήσων Ἀχιλλεὺς Χρῦσαν, Ἀθηνᾶ δ’ οὐκ εἴα φάσκουσα μὴ αἱρήσειν |
| book 366c.5.3 | δι’ Ἀπόλλωνα. εἰς Θήβας δὲ ἥκουσα ἡ Χρυσηῒς πρὸς Ἰφινόην τὴν |
| book 366c.5.4 | Ἠετίωνος ἀδελφήν, Ἄκτορος δὲ θυγατέρα, θύουσαν Ἀρτέμιδι, ἥλω |
| book 366c.5.5 | ὑπὸ Ἀχιλλέως. μεγαλοφυῶς δὲ συντέμνει τὰ περισσὰ τῶν λόγων καὶ |
| book 366c.10 | τῶν ἱστοριῶν. b(BCE3E4)T |
| book 368a.1 | 〈δάσσαντο μετὰ σφίσιν:〉 κοινωνὸν μὲν ἑαυτὸν ἐν τοῖς |
| book 368a.2 | κατορθώμασί φησιν (cf. Α 367), ἐν δὲ τῷ δάσσαντο χωρίζει. b(BCE3) |
| book 368b1.1 | μετὰ σφίσιν: τοῦ σφίσι τὴν πρώτην ὀξυτονητέον, |
| book 368b1.2 | ἐπειδήπερ εἰς σύνθετον ἡ μετάληψις, εἰ καὶ οὐκέτι διηνεκὴς ὁ λόγος· |
| book 368b1.1 | ἔστι γάρ τινα ἐναντιούμενα· „τοὺς δ’ ἄναγον ζῳούς, σφίσιν ἐργάζε‐ |
| book 368b1.2 | σθαι, ἀνάγκῃ“ (ξ 272. ρ 441), „σφίσι δ’ αὐτοῖς δαῖτα πένεσθαι“ (δ 683). |
| book 368b1.5.1 | καὶ ὅτι μετὰ προθέσεώς ἐστιν· ὅταν γὰρ πρόθεσις ᾖ μετὰ ἀντωνυμίας, |
| book 368b1.5.2 | ὀρθοτονεῖται ἡ ἀντωνυμία· „σὺν σοί, δῖα θεά“ (Κ 290), „προτὶ οἷ |
| book 368b1.5.3 | δ’ ἔλαβ’ †ἔντεα“ (Υ 418), „κατὰ σφέας γὰρ μαχέοιντο“ (Β 366), |
| book 368b1.5.4 | „ἀπὸ ἕο κάββαλεν“ (Ε 343), „ἀμφὶ ἓ παπτήνασ“ (Δ 497), τοῦ „ἆλτ’ |
| book 368b1.5.5 | ἐπί οἱ μεμαώσ“ (Φ 174) ζήτησιν ἔχοντος. A |
| book 368b2.1 | ὀρθοτονητέον τὴν σφίσιν, ἐπεὶ εἰς σύνθετον παραλαμβά‐ |
| book 368b2.2 | νεται, καὶ ὅτι προθέσει συντέτακται. b(BCE3)Til |
| book 371.1 | 〈χαλκοχιτώνων:〉 λαμπρὸν ἢ πορφυροῦν ἐχόντων χιτῶνα. |
| book 371.2 | Til |
| book 374a | λίσσετο: οὕτως Ἰακῶς τὸ λίσσετο. Aim T |
| book 374b.1 | καὶ ἐλίσσετο: οὐ προσέθηκε τοὺς λόγους, οὓς οὗτος ἔφη‐ |
| book 374b.2 | σεν· οὐ γὰρ ἀναγκαῖον νῦν. ἢ καὶ διὰ τὸ μῆκος ἀπέφυγεν. b(BCE3)T |
| book 381.1 | ἐπεὶ μάλα οἱ φίλος ἦεν: Σέλευκός (fr. 8 M. = 10 D.) φησιν |
| book 381.2 | ἐν τῇ Κυπρίᾳ καὶ Κρητικῇ „ἐπεί ῥά νύ οἱ φίλος ἦεν“, καὶ Θεαγένης |
| book 381.3 | (Vors.6 8, 3) δὲ οὕτως προφέρεται· ἀπίθανον γὰρ τὸ †οδένυ† λίαν |
| book 381.4 | φίλος ἦν. A |
| book 382 | 〈οἱ δέ νυ:〉 οἱ δὲ δή. Til |
| book 383a.1 | ἐπασσύτεροι: Αἰολικόν ἐστιν. ἆσσον ἀσσότερος ἀσσύ‐ |
| book 383a.2 | τερος, ὡς ὄνομα ὄνυμα, καὶ ἐπασσύτερος. A |
| book 383b | ἐπασσύτεροι: παρὰ τὸ ἆσσον ἀσσύτεροι, ὡς ἀφάρτεροι, |
| book 383b | παροίτεροι ἢ ἑκάτεροι. b(BCE3E4)T |
| book 384.1 | ἄμμι δὲ μάντις: οὐ προσέθηκεν, ὡς αὐτὸς τὴν ἐκκλησίαν |
| book 384.2 | συνήγαγεν, οὐδὲ ὅλως ὕποπτον ἑαυτὸν καθίστησι τῇ μητρί. T |
| book 386.1 | αὐτίκ’ ἐγὼ πρῶτος: ὡς καὶ τῶν ἄλλων τοῦτον ἐχόντων |
| book 386.2 | τὸν σκοπόν. b(BCE3)T |
| book 388.1 | ἠπείλησεν μῦθον 〈ὃ δὴ τετελεσμένος ἐστί〉: ἀμφίβολος |
| book 388.2 | ἡ στιγμὴ διὰ τὸ μόριον, ἐπεὶ καὶ αὐτὸ ἀμφίβολον. ὅμως δὲ εἰς τὸ ὅς |
| book 388.3 | ὑποτακτικὸν ἄρθρον αὐτὸ μεταληπτέον. A |
| book 392a | 〈κούρην Βρισῆος:〉 ἀντονομασία. Til |
| book 392b.1 | κούρην Βρισῆος: ἔοικε πατρωνυμικῶς—δὲ Ἱππο‐ |
| book 392b.2 | δάμεια. | ὁ δὲ τρόπος ἀντωνομασία. A |
| book 393a.1 | 〈ἀλλὰ σὺ εἰ δύνασαί γε, περίσχεο παιδὸς ἑῆος:〉 |
| book 393a.2 | ὑποστικτέον ἐπὶ τὸ γέ, στικτέον δὲ κατὰ τὸ τέλος τοῦ στίχου. Aim |
| book 393b.1 | εἰ δύνασαί 〈γε〉: οὐ διστάζων, ἀλλὰ σχετλιάζων φησίν, |
| book 393b.2 | εἴ γέ σοι κἂν τοῦτο χαριεῖται ὁ Ζεύς, b(BCE3E4)T ἅμα δὲ καὶ κολα‐ |
| book 393b.3 | κεύων αὐτήν, ὅπως ἐρεθίσῃ πρὸς τὸ αἰτούμενον, καὶ τὴν ἰσχὺν ἐν‐ |
| book 393b.4 | δείξηται ὡς δῆθεν τοῦ παιδὸς ἀγνοοῦντος. T |
| book 393c | ἑῆος: ὅτι Ζηνόδοτος γράφει „ἑοῖο“. A |
| book 394.1 | Δία λίσαι: ἀπὸ τοῦ ἔλισα, ὅθεν καὶ „ἐλισάμην b(BCE3E4) |
| book 394.2 | T καί σφιν μενοεικέα“ (ν 273), „καὶ κῆρα λιτέσθαι“ (Π 47). T |
| book 396-407.1 | πολλάκι γάρ〈— / τῶν νῦν μιν μνήσασα |
| book 396-407.2 | παρέζεο καὶ λαβὲ γούνων:〉 δικαίως ἡ αἰτία ἡμῖν εἴρηται τῆς ἀπο‐ |
| book 396-407.3 | στάσεως Διός, ὅπως μὴ δοκῇ εἶναι †ὡς ἕλλην† ὁ Ζεύς. οἱ δὲ βασιλεῖς |
| book 396-407.4 | θεοποιοῦντες αὑτοὺς τοιαῦτα περὶ θεῶν ἐφήμιζον, ὅπως καὶ αὐτοὶ |
| book 396-407.5.1 | αὐχοῦντες μὴ ἀπιστοῖντο θεῶν εἶναι φάσκοντες παῖδες. ἐστοχάσατο δὲ |
| book 396-407.5.2 | πάντων ὁ ποιητής, ἐν μὲν τῷ πρὸς Δία 〈δια〉λόγῳ (sc. Α 503—27) οὐδὲν εἰπών, ὅπως μὴ |
| book 396-407.5.3 | ὀνειδίζειν δοκῇ, οὐ μὴν τὴν αἰτίαν ἐάσας ἄγνωστον. b(BCE3E4) |
| book 396-407.1 | T διαθρύπτονται δὲ πρὸς τοὺς ἄνδρας γυναῖκες, †εἴ πού τι δρά‐ |
| book 396-407.2 | σουσι† θαυμαστόν. T ἄξιον δὲ καὶ τοῦτο παρασημήνασθαι, ὅτι |
| book 396-407.10 | καθ’ Ὅμηρον οὐ νεογνὸν κατέλιπεν Ἀχιλλέα ἡ Θέτις. b(BCE3E4)T |
| book 396a.1 | 〈πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα:〉 |
| book 396a.2 | ἡ διπλῆ {δέ}, ὅτι ἀπὸ τούτου τοῦ στίχου ἕως τοῦ „τὸν καὶ ὑπέδδει‐ |
| book 396a.3 | σαν“ (Α 406) Ζηνόδοτος ἀθετεῖ. | βραχὺ δὲ διασταλτέον μετὰ τὴν |
| book 396a.4 | ἀντωνυμίαν· τὸ γὰρ ἑξῆς ἐστι, πολλάκι γάρ σου ἤκουσα. A |
| book 396b1.1 | πολλάκι γάρ σεο: Ἀρίσταρχος ἐγκλιτικὴν παρέ‐ |
| book 396b1.2 | λαβε τὴν ἀντωνυμίαν, λέγων τὸ δηλούμενον εἶναι τοιοῦτο, πολλά‐ |
| book 396b1.3 | κις γάρ σου, ἐν τοῖς τοῦ πατρός μου δόμοις, ἤκουσα καυχωμένης· |
| book 396b1.4 | ἐὰν γάρ, φησί, κατ’ ὀρθὸν τόνον ἀναγνῶμεν, ἔσται ἐν τοῖς τοῦ |
| book 396b1.5.1 | Νηρέως οἴκοις ὁ Ἀχιλλεὺς αὐτῆς ἀκηκοώς. ταύτην δὲ τὴν ἱστορίαν |
| book 396b1.5.2 | οὐκ οἶδεν Ὅμηρος. τοσαῦτα ὁ Ἀρίσταρχος καὶ οἱ ἀπ’ αὐτοῦ. |
| book 396b1.5.3 | Πτολεμαῖος (p. 40) δὲ συγκατατίθεται μὲν τῇ ἐγκλιτικῇ ἀνα‐ |
| book 396b1.5.4 | γνώσει, οὐ μὴν τῇ προκειμένῃ αἰτίᾳ, εἴ γε ἤδη καὶ αὐτὸς ὁ Ἀρίσταρχος |
| book 396b1.5.5 | τὸ τοιοῦτο, φησί, παρεφύλασσεν, ὡς ὅτι ταῖς μὲν πρωτοτύποις οὕτως |
| book 396b1.10.1 | χρῆται κατὰ γενικήν, ἐμέο ἐμεῖο ἐμεῦ ἐμέθεν (ὁμοίως καὶ ἐπὶ δευτέρου |
| book 396b1.10.2 | καὶ τρίτου), ταῖς δὲ κτητικαῖς ἤτοι ἐμοῦ ἢ ἐμοῖο, σοῦ σοῖο. ἐγίνετο οὖν, |
| book 396b1.10.3 | εἴπερ ἦν κτητική, σοῖο, ὥστε κἂν ὀρθοτονήσωμεν τὴν σέο, οὐ δύναται |
| book 396b1.10.4 | ἀμφίβολος καθίστασθαι· ἡ γὰρ γραφὴ διελέγχει ὅτι πρωτότυπός |
| book 396b1.10.5 | ἐστιν. ἐγένετο οὖν ἐγκλιτικὴ ἡ ἀνάγνωσις, ἐπειδήπερ ἁπλῆ ἐστι καὶ |
| book 396b1.15 | οὐκ ἔχει ἀντιδιαστολήν. καὶ ἐπεκράτησεν ἡ ἀνάγνωσις. A |
| book 396b2.1 | Ἀρίσταρχος ἐγκλίνει τὴν σέο, λέγων ἁπλῆν τε εἶναι αὐ‐ |
| book 396b2.2 | τὴν καὶ ἀντιδιαστολὴν οὐκ ἔχειν. ὁ δὲ Ἡρωδιανὸς (cf. 2,27,22) καί‐ |
| book 396b2.3 | τοι, φησίν, ὀφείλουσα ὀρθοτονεῖσθαι, ἵνα λέγῃ σοῦ καὶ οὐκ ἄλλης |
| book 396b2.4 | ἀκήκοα, ὅμως πεπεῖσθαί φησι τὴν ἀνάγνωσιν Ἀριστάρχῳ. b(BCE3 |
| book 396b2.5 | E4)T |
| book 396c | πολλάκι γάρ σεο: ὁ νοῦς οὕτως, πολλάκις γάρ σου ἐν |
| book 396c | τοῖς τοῦ ἐμοῦ πατρὸς δόμοις ἤκουσα εὐχομένης. b(BCE3E4)T |
| book 397-401.1 | εὐχομένησ〈—Ἀθήνη· / ἀλλὰ σὺ τόν γ’ |
| book 397-401.2 | ἐλθοῦσα〉: διασταλτέον μετὰ τὸ εὐχομένης (397) καὶ ἀμῦναι (398), |
| book 397-401.3 | ἐπὶ δὲ τὸ Ἀθήνη (400) στιγμήν. ἐνδέχεται δὲ καὶ οὕτως, ἐπὶ μὲν τὸ |
| book 397-401.4 | λοιγὸν ἀμῦναι (398) στίζειν, τὰ δ’ ἄλλα ἀπ’ ἄλλης προφέρεσθαι |
| book 397-401.5 | ἀρχῆς ἕως τοῦ Ἀθήνη (400). A |
| book 397.1 | κελαινεφέϊ: παρὰ τὸ μελαίνοντα τὸν ἀέρα νείφειν αὐτόν. |
| book 397.2 | A b (BCE3)T |
| book 399-406.1 | ὁππότε μιν ξυνδῆσαι〈—ἔδησαν〉: τί ποτε |
| book 399-406.2 | ἄρα βουλόμενος ταῦτα ἔπλασε, πολὺ ἔχοντα τὸ ἄλογον καὶ ἀνάρ‐ |
| book 399-406.3 | μοστον, εἴ γε Ἀθηνᾶ καὶ Ἥρα καὶ Ποσειδῶν ἐβούλοντο συνδῆσαι τὸν |
| book 399-406.4 | Δία, ἡ μὲν θυγάτηρ οὖσα, οἱ δὲ ἀδελφοί; διὸ καὶ ἀντὶ τῆς Ἀθηνᾶς τινες |
| book 399-406.5.1 | γράφουσι „καὶ Φοῖβος Ἀπόλλων“, ὥσπερ οὐ τοῦ αὐτοῦ μένοντος |
| book 399-406.5.2 | ἀτόπου. καὶ ἄλλοι πάλιν ἐναλλάσσουσι τὰ ἔπη· „οἴη ἐν ἀθανάτοισιν |
| book 399-406.5.3 | ἀεικέα λοιγὸν ἀμῦναι / Ἥρη τ’ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη, / |
| book 399-406.5.4 | ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι“ (Α 398. 400. 399), |
| book 399-406.5.5 | ἵνα οὗτοι μὲν οἱ θεοὶ φαίνωνται βοηθήσαντες αὐτῷ μετὰ τῆς Θέτιδος, |
| book 399-406.10.1 | ἄλλοι δέ τινες οἱ ξυνδῆσαι θέλοντες· καὶ μύθους λέγουσιν ἐπὶ τούτοις |
| book 399-406.10.2 | πολλούς. μάχεται δὲ τοῖς ἐναλλάσσουσι τὰ ἔπη τὸ „οἴη ἐν ἀθανάτοισι“ |
| book 399-406.10.3 | (Α 398)· πῶς γὰρ τοῦ ποιητοῦ λέγοντος ὅτι μόνη, ἐνδέχεται καὶ ἄλ‐ |
| book 399-406.10.4 | λους ἐπεισάγειν βοηθούς; τίνα δὲ καὶ τὸν Βριάρεων χρὴ νοεῖν; καὶ πῶς |
| book 399-406.10.5 | οὗτος βίῃ οὗ πατρὸς ἀμείνων (404); —δεῖ τοίνυν φυσικόν τινα |
| book 399-406.15.1 | μᾶλλον ἐν τούτοις ὑπονοεῖν λόγον· Δία γάρ φησι τὴν ἄκρατον θερ‐ |
| book 399-406.15.2 | μασίαν, τὴν καὶ τοῦ ζῆν καὶ τοῦ εἶναι ἡμᾶς αἰτίαν, Ποσειδῶνα τὸ |
| book 399-406.15.3 | ὕδωρ, Ἥραν τὸν ἀέρα, Ἀθηνᾶν τὴν γῆν, Βριάρεων τὸν ἥλιον (πάν‐ |
| book 399-406.15.4 | των γὰρ τῶν ἄστρων φωτεινότατός ἐστι), Θέτιν δὲ τὴν θέσιν καὶ φύ‐ |
| book 399-406.15.5 | σιν τοῦ παντός. τοῦ ἡλίου τοίνυν ἀφισταμένου ἐπὶ τὰ μεσημβρινά, |
| book 399-406.20.1 | ψύξεως γινομένης ἐν τοῖς καθ’ ἡμᾶς μέρεσι, συμβαίνει τὸν ἀέρα, φύσιν |
| book 399-406.20.2 | ἔχοντα μεταβάλλειν εἰς ὕδωρ, τότε μάλιστα ἐξυγραίνεσθαι πλέον καὶ |
| book 399-406.1 | δυσχείμερον γίνεσθαι. Ποσειδῶνα οὖν καὶ Ἥραν καὶ Ἀθηνᾶν διὰ |
| book 399-406.2 | τοῦτο βουλομένους συνδῆσαι τὸν Δία φησίν, ἐμφαίνων, ὡς ἔφην, τὴν |
| book 399-406.3 | χειμερινὴν κατάστασιν, ἐν ᾗ συμβαίνει τὸ ψυχρὸν ἐπικρατέστερον |
| book 399-406.25.1 | εἶναι τοῦ θερμοῦ. ἀλλ’ ἡ Θέτις ἀνάγουσα τὸν ἥλιον ἐπὶ τὰ βόρεια |
| book 399-406.25.2 | φαίνεται ὥσπερ βοηθοῦσα τῷ Διΐ. εἰκότως δὲ ἑκατόγχειρον τοῦτόν |
| book 399-406.25.3 | φησιν, ὅτι πάντα τρέφει καὶ αὔξει καὶ φύει, καθάπερ πολλαῖς ὁμοῦ |
| book 399-406.25.4 | χερσὶν ἐργαζόμενος. οὗ πατρὸς δὲ ἀμείνων, τοῦ Διός· Ἀπόλλωνα |
| book 399-406.25.5 | γάρ φησι τὸν ἥλιον. b(BCE3E4)T |
| book 399.1 | ὁππότε μιν ξυνδῆσαι: Ζεὺς παραλαβὼν—ἐτα‐ |
| book 399.2 | μιεύσατο. ἱστορεῖ Δίδυμος (p. 179). A |
| book 400a.1 | Παλλὰς Ἀθήνη: ὅτι Ζηνόδοτος γράφει „Φοῖβος |
| book 400a.2 | Ἀπόλλων“. ἀφαιρεῖται δὲ τὸ πιθανόν· ἐπίτηδες γὰρ τοὺς τοῖς |
| book 400a.3 | Ἕλλησι βοηθοῦντας 〈***〉. A |
| book 400b.1 | Ἥρη τ’ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη: |
| book 400b.2 | πιθανῶς τοὺς Ἀχαϊκοὺς θεοὺς ἠχθρευκέναι Διΐ φησιν, ἵνα ἀκούοιτο |
| book 400b.3 | Θέτις. τινὲς δὲ γράφουσι „καὶ Φοῖβος Ἀπόλλων“· τοῦτον γὰρ |
| book 400b.4 | εἰκὸς ἠχθρευκέναι μὴ φέροντα τὸν ζῆλον τῆς ἐκείνου τυραννίδος· |
| book 400b.5.1 | ὅθεν Ἥραν μὲν δεῖ, τοὺς δὲ Λαομέδοντι ὑποτάσσει. οἱ δὲ Ἥραν μὲν |
| book 400b.5.2 | διὰ τὸ πολλαῖς μίγνυσθαι, Ποσειδῶνα δὲ διὰ τὸ πλεονεκτεῖσθαι εἰς |
| book 400b.5.3 | τὴν διανομήν, Ἀθηνᾶν δὲ διὰ τὸ ἀναγκασθῆναι ζευχθῆναι Ἡφαίστῳ. |
| book 400b.5.4 | b(BCE3E4)T |
| book 400c.1 | Ἥρη τ’ ἠδὲ Ποσειδάων 〈καὶ Παλλὰς Ἀθήνη〉: |
| book 400c.2 | τὴν τῶν στοιχείων παλαιὰν σύγχυσιν δηλοῖ, Δία τὸ πῦρ, Ποσειδῶνα |
| book 400c.3 | τὸ ὕδωρ, Ἥραν τὸν ἀέρα, Ἀθηνᾶν τὴν γῆν (ὀργανικὴ γάρ ἐστι |
| book 400c.4 | καὶ ἐπινοητικὴ τῶν ἁπάντων)· μόνον γὰρ τὸ πῦρ ἐν αὐτοῖς καθαρὰν |
| book 400c.5 | καὶ ἀμιγῆ τὴν φύσιν ἔχει. b(BCE3E4)T |
| book 401.1 | 〈ἀλλὰ σὺ τόν γ’ ἐλθοῦσα θεὰ ὑπελύσαο δεσμῶν:〉 |
| book 401.2 | συναπτέον τοῦτον τῷ ἑξῆς. βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ „Ὄλυμ‐ |
| book 401 | πον“ (402). Aint |
| book 402.1 | 〈μακρὸν Ὄλυμπον:〉 ὅτι μακρὸν τὸν Ὄλυμπον ὡς |
| book 402.2 | ὄρος· τὸν δὲ οὐρανὸν εὐρύν (cf. Γ 364 al.). Aint |
| book 403.1 | ὃν Βριάρεων: Ἡσίοδος δὲ „Ὀβριάρεῳ δ’ ὡς πρῶτα“ |
| book 403.2 | (th. 617). T ὡς μουσοτραφὴς καὶ τὰς παρὰ θεοῖς ἐπίσταται |
| book 403.3 | λέξεις. ἢ τὰ τελειότερα θεοῖς ἀνατίθησιν. b(BCE4)T |
| book 403 | ὃν Βριάρεων καλέουσι: τῶν διωνύμων—δὲ Σκά‐ |
| book 403.5 | μανδρον. A |
| book 404a.1 | {αἰγαίων’·} ὁ γὰρ αὖτε 〈βίῃ οὗ πατρὸς ἀμεί‐ |
| book 404a.2 | νων〉: ὅτι Ζηνόδοτος γράφει „ὁ γὰρ αὖτε βίῃ πολὺ φέρτατος †ἁπάν‐ |
| book 404a.3 | των / ὁππόσοι ναίους’ ὑπὸ Τάρταρον εὐρώεντα“. οὐκ ἔστι δὲ τῶν |
| book 404a.4 | Τιτάνων ὁ Αἰγεύς, ἀλλὰ ἐνάλιος δαίμων· οὕτως γὰρ καὶ ἡ σύγκρισις |
| book 404a.5 | λαμβανομένη πρὸς τὸν Ποσειδῶνα λόγον ἕξει. A |
| book 404b | 〈βίῃ:〉 οὕτως διὰ τοῦ ν βίην Ἀρίσταρχος. Aim |
| book 404c.1 | οὗ πατρὸς ἀμείνων: Ὅμηρος ὡς Στωϊκὸς Ποσειδῶνος |
| book 404c.2 | αὐτὸν εἶναί φησιν. ἢ ὅτι, φησί, „παῦροι δέ τε πατρὸς ἀρείουσ“ (β |
| book 404c.3 | 277). AT |
| book 405a.1 | ὅς ῥα παρὰ Κρονίωνι 〈καθέζετο κύδεϊ γαίων〉: |
| book 405a.2 | ὅτι ἐντεῦθεν ἐπὶ τοῦ Ἄρεως λέγεται οὐκ ὀρθῶς „πὰρ δὲ Διῒ Κρονίωνι |
| book 405a.3 | καθέζετο κύδεϊ γαίων“ (Ε 906). A |
| book 405b | παρὰ Κρονίωνι: καθ’ ὑπεροχὴν αὐτὸν Κρονίδην καὶ |
| book 405b | Ὀλύμπιον ὀνομάζει. T |
| book 407-12.1 | 〈τῶν νῦν μιν μνήσασα παρέζεο〉 καὶ λαβὲ |
| book 407-12.2 | γούνων〈—οὐδὲν ἔτισεν〉: βραχὺ διασταλτέον μνήσασα, |
| book 407-12.3 | παρέζεο (407) 〈***〉 καὶ κτεινομένους 〈καὶ〉 βασιλῆος (410) |
| book 407-12.4 | καὶ ἣν ἄτην (412)· πάντα γὰρ ἤρτηται τοῦ αἴ κέν πως ἐθέλῃσι |
| book 407-12.5 | (408). A |
| book 407a.1 | τῶν νῦν μιν μνήσασα: καὶ πῶς ταύτην οὐκ ᾔτει |
| book 407a.2 | τὴν χάριν κατὰ τῶν Τρώων, ὅτε φησὶ „πολλὰς μὲν ἀΰπνους νύκτας |
| book 407a.3 | ἴαυον“ (Ι 325); ἢ ὅτι ἡ δόξα τῆς νίκης εἰς Ἀγαμέμνονα ἀνέτρεχεν, |
| book 407a.4 | b(BCE3E4)T ὥς φησιν „τούτῳ μὲν γὰρ κῦδος ἅμ’ ἕψεται, εἴ |
| book 407a.5.1 | κεν Ἀχαιοί / Τρώων ἐκπέρσως’ εὖ ναιόμενον πτολίεθρον“ (Δ 415. |
| book 407a.5.2 | Α 164), τά τε τῆς νίκης ὡμολογήσατο διὰ τοῦ ἀστράπτειν τὸν Δία |
| book 407a.5.3 | (cf. Β 353). T εὐημερούντων τοίνυν τῶν οἰκείων οὐκ ἔδει χαρίτων |
| book 407a.5.4 | ἀμοιβὰς ἀπαιτεῖν παρὰ τοῦ ἐπινεύσαντος τὴν ἧτταν τῶν πολεμίων, |
| book 407a.5.5 | ὀργισθέντα δὲ τοῖς ἀδικήσασιν αὐτὸν μεταβαλεῖν τὴν Διὸς γνώμην. |
| book 407a.10.1 | ἀλλ’ εἴπερ, φησίν, ἔδει κατὰ φίλων ἀδικησάντων χρήσασθαι τῇ |
| book 407a.10.2 | παρὰ Διὸς ἐπικουρίᾳ, κατὰ τοῦ Ἀγαμέμνονος δίκαιον ἦν δήπου· |
| book 407a.10.3 | ἀλλ’ εἰ Ἀγαμέμνων ἐκολάσθη, ἀθῷοι ἀναπλεύσαντες οἱ Ἀχαιοὶ |
| book 407a.10.4 | οὐκ ἐζήτησαν Ἀχιλλέα. μένει δὲ συγκολαζόμενος αὐτοῖς ἀχαρίστοις |
| book 407a.10.5 | οὖσιν ὁ βασιλεύς, οἳ τῷ διὰ τὴν κοινὴν ὑβρισθέντι σωτηρίαν οὐκ |
| book 407a.15 | ἐπήρκεσαν. b(BCE3E4)T |
| book 407b.1 | μνήσασα: διὰ τὴν Ἥραν· διό φησιν· „αἴ κέν πως ἐθέ‐ |
| book 407b.2 | λῃσιν b(BCE3E4)Til ἐπὶ Τρώεσσιν ἀρῆξαι“ (Α 408). b(BCE3E4) |
| book 407c.1 | καὶ λαβὲ γούνων: κεφαλῆς μὲν λαμβανόμεθα, ἐπεὶ |
| book 407c.2 | ἡγεμονικόν· δεξιᾶς, ἐπεὶ πρακτικόν· γονάτων (δι’ αὐτῶν γὰρ ἐπικλᾶ‐ |
| book 407c.3 | ται τὸ σῶμα) ἐπικλᾶν οἰωνιζόμενοι τὴν ψυχὴν τοῖς λόγοις. A b (BC |
| book 407c | E3)T |
| book 408.1 | 〈ἐπὶ Τρώεσσιν ἀρῆξαι:〉 τὸ ἑξῆς, ἐπαρῆξαι τοῖς Τρωσίν. |
| book 408.2 | Til |
| book 410.1 | ἐπαύρωνται: ὅτι ἐπὶ κακοῦ τὸ ἀπολαῦσαι, b(BCE3E4) |
| book 410.2 | T καὶ κατ’ εἰρωνείαν εἴρηται παρ’ αὐτοῦ. b(BCE3E4) | τὸ δὲ |
| book 410.3 | ἐπαυρῶ ἐστι καὶ πρώτης καὶ δευτέρας συζυγίας, τὸ δὲ ἁμαρτῶ |
| book 410.4 | πρώτης, καὶ ἁμαρτῶν ἡ μετοχή. T |
| book 412 | 〈οὐδέν:〉 ὅτι τὸ δεν παρέλκει. Aim Til |
| book 414a.1 | ὤ μοι τέκνον: οὐκ εὐθὺς αὐτῷ τὴν διακονίαν ὑπισχνεῖ‐ |
| book 414a.2 | ται, προολοφύρεται δὲ εἰδυῖα τὴν αἴτησιν πρόξενον αὐτῷ οὖσαν |
| book 414a.3 | θανάτου. b(BCE3E4)T |
| book 414b | 〈ἔτρεφον:〉 ἀνέθρεψα. Til |
| book 414c | 〈ἔτρεφον:〉 παρατατικῶς. Til |
| book 414-6.1 | τί νύ ς’ ἔτρεφον αἰνὰ τεκοῦσα, / αἴθ’ ὄφελες |
| book 414-6.2 | —ἀπήμων / ἧσθαι, ἐπεί νύ τοι αἶσα μίνυνθά περ: |
| book 414-6.3 | τὸ ἑξῆς αἰνὰ τεκοῦσα (414), ἐπεί νύ τοι αἶσα (416). τὸ δὲ |
| book 414-6.4 | αἴθ’ ὄφελες παρὰ νηυσί (415) διὰ μέσου. | τὸ δὲ αἰνά (414) |
| book 414-6.5 | ἀντὶ τοῦ αἰνῶς, ἤτοι ματαίως καὶ ἀπράκτως. b(BCE3E4)T |
| book 415a.1 | αἴθ’ ὄφελες: μᾶλλον ἂν προεθέμην σε τὸν ἄπρακτον |
| book 415a.2 | βίον ζῆσαι· ἐπὶ λύμῃ γὰρ ἐμῇ τοῦτον εἵλου τὸν βίον. διὸ καὶ „δυσ‐ |
| book 415a.3 | αριστοτόκειαν“ (cf. Σ 54) ἑαυτὴν ὀνομάζει. b(BCE3)T |
| book 415b.1 | ὄφελες: ῥῆμά ἐστι κατὰ παντὸς ἀριθμοῦ φερόμενον· „ὡς |
| book 415b.2 | δὴ μὴ ὄφελον νικᾶν“ (λ 548), „ὥς μ’ ὄφελ’ Ἕκτωρ κτεῖναι“ (Φ 279), |
| book 415b.1 | A b (BCE3)T „μὴ ὄφελες λίσσεσθαι“ (Ι 698), AT „Ἕκτορος |
| book 415b.2 | ὠφέλετ’ ἀντί“ (Ω 254). T Καλλίμαχος δὲ ἐπίρρημα εὐκτικόν· |
| book 415b.5 | „ὤφελε μηδ’ ἐγένοντο θοαὶ νῆεσ“ (ep. 17, 1). AT |
| book 416.1 | μίνυνθα: ἐπ’ ὀλίγον χρόνον, ἢ κατὰ ἀποκοπὴν τοῦ „μι‐ |
| book 416.2 | νυνθάδιος δέ τοι αἰών“ (Δ 478. Ρ 302). παιδευτικὸν δὲ τὸ μηδὲ τὸν |
| book 416.3 | ὀλίγον τῶν ἀνθρώπων βίον ἄλυπον εἶναι. ἔστι δὲ περίφρασις ἐν τῷ |
| book 416.4 | στίχῳ, ὡς τὸ „ἐπεί με κατ’ αἶσαν ἐνείκεσας οὐδ’ ὑπὲρ αἶσαν“ (Γ 59). |
| book 416.5 | b(BCE3E4)T |
| book 417a.1 | ὀϊζυρός: εἰ τοιαῦτα περὶ Ἀχιλλέως ὁ ποιητής φησι, τί |
| book 417a.2 | περὶ τῶν ἄλλων εἴποιμεν; b(BCE3)T |
| book 417b | ὀϊζυρός: ταλαίπωρος. | μετωνυμία. T |
| book 418 | ἔπλεο: λέγεται τὴν Θέτιν—μία τῶν Κυκλάδων. A |
| book 419.1 | τοῦτο δέ τοι ἐρέουσα: διὰ μὲν τὴν περίστασιν οὐκ ἀν‐ |
| book 419.2 | τιπράσσει τῷ παιδί, καιρὸν δὲ μετανοίας αὐτῷ δίδωσι. b(BCE3)T | |
| book 419.3 | τερπικεραύνῳ δὲ τῷ τρέποντι τοῖς κεραυνοῖς, καθ’ ὑπέρθεσιν. b |
| book 419.4 | (BCE3) |
| book 420a.1 | εἶμ’ {αὐτῆ}: προπερισπᾶται, ὅτε ἐπὶ τοῦ πορεύομαι· |
| book 420a.2 | ὅτε δὲ ἐπὶ τοῦ ὑπάρχω, ὀξύνεται. A |
| book 420b | 〈πρὸς Ὄλυμπον:〉 ὅτι ὄρος ὁ Ὄλυμπος. Aim |
| book 420c.1 | ἀγάννιφον: τὸν λίαν νιφόμενον κατὰ τὰ ὑπὸ τοῖς νέ‐ |
| book 420c.2 | φεσι †ὄρη· T τὰ γὰρ ἄκρα τοῦ Ὀλύμπου ὡς ὑπερνεφῆ οὔτε |
| book 420c.3 | νίφεται οὔτε κατομβρεῖται, κατ’ αὐτὸν τὸν ποιητὴν λέγοντα· „†ὀ‐ |
| book 420c.4 | λυμπόν θ’†, ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεί / ἔμμεναι· οὔτ’ ἀνέμοισι |
| book 420c.5 | †τινασσόμενον† οὔτε ποτ’ ὄμβρῳ / δεύεται, οὔτε χιὼν ἐπιπίλναται, |
| book 420c.1 | ἀλλὰ μάλ’ αἴθρη / πέπταται ἀννέφελος, λευκὴ δ’ ἐπιδέδρομεν αἴγλη“ |
| book 420c.2 | (ζ 42—5). ἀγάννιφον οὖν ἢ τὸν πάνυ κατανιφόμενον, ἢ τὸν †οὔτε |
| book 420c.3 | ὅλως, AT | εἴπερ ἀπόστροφος εἰς τὸ γ τεθῇ. T |
| book 420d.1 | ἀγάννιφον: τινὲς ἐπὶ τοῦ οὐρανοῦ, τὸν ἄγαν νίφοντα, |
| book 420d.2 | b(BCE3)T ὡς βριήπυον (cf. Ν 521) καὶ γαιήοχον (cf. Ι 183 al.)· |
| book 420d.3 | T τὰ γὰρ ὄρη „νιφόεντα“ καλεῖ (Ξ 227 al.), ὡς καὶ Τήλεφος. |
| book 420d.4 | b(BCE3)T | τὸ δὲ αἴ κε πίθηται διὰ τὸ ἄδικα μέλλειν αἰτεῖν. |
| book 420d.5 | b(BCE3E4) |
| book 420e.1 | 〈ἀγάννιφον:〉 τὸ νείφω σημαίνει τὸ βρέχω, ὅπερ γράφεται |
| book 420e.2 | διὰ τῆς ει διφθόγγου, ἐξ οὗ νέφος καὶ νεφρός. νίφω τὸ χιονίζω διὰ |
| book 420e.3 | τοῦ ι, ἐξ οὗ τὸ ἀγάννιφον. νήφω τὸ σπένδω διὰ τοῦ η, ἐξ οὗ 〈τὰ〉 |
| book 420e.4 | νηφάλια ξύλα. νήφω τὸ προσέχω· καὶ διὰ τοῦ η τοῦτο· ἐξ οὗ τὸ |
| book 420e.5 | „νήφων προσεύχου“. A |
| book 421-2.1 | ἀλλὰ σὺ μὲν νῦν 〈... / μήνι’〉: τὸ νῦν ἀντὶ τοῦ |
| book 421-2.2 | δή· διὸ καὶ Τυραννίων (fr. 4 P.) ἠξίου ὀξύνειν αὐτό, οὐκ εὖ. AAint b |
| book 421-2.3 | (BCE3)T | τῆς ὀργῆς δὲ αὐτὸν οὐκ ἐπέχει, εἰδυῖα τὸ φιλόνεικον |
| book 421-2.4 | αὐτοῦ καὶ φιλότιμον. καλῶς δὲ καὶ λόγοις μὲν χαρίζεται αὐτῷ, ἔργοις |
| book 421-2.5 | δὲ ἀναβάλλεται. b(BCE3)T |
| book 423-4.1 | 〈Ζεὺς ... μετ’ ἀμύμονας Αἰθιοπῆας /〉 χθιζὸς |
| book 423-4.2 | ἔβη 〈κατὰ δαῖτα, θεοὶ δ’ ἅμα πάντες ἕπονται〉: λέξις |
| book 423-4.3 | Ἀριστάρχου ἐκ τοῦ Α τῆς Ἰλιάδος ὑπομνήματος· „τὸ μὲν μετ’ |
| book 423-4.4 | ἀμύμονας (423) ἐπ’ ἀμύμονας, ὅ ἐστι πρὸς ἀμώμους, ἀγαθούς, τὸ |
| book 423-4.5.1 | δὲ κατὰ δαῖτα (424) ἀντὶ τοῦ ἐπὶ δαῖτα· οὕτως γὰρ νῦν Ὅμηρος |
| book 423-4.5.2 | τέθεικεν. ἔνιοι δὲ ποιοῦσι ‘μετὰ δαῖτα‘, ὅπως ᾖ αὐτοῖς αὐτόθεν τὸ |
| book 423-4.5.3 | μετά ἐπί. χρῶνται δὲ καὶ πλείονες ἄλλοι τῶν ποιητῶν τῇ κατά ἀντὶ |
| book 423-4.5.4 | τῆς ἐπί. Σοφοκλῆς (fr. 812 N. = 898 P. = R.)· ‘ἐγὼ κατ’ αὐτόν, ὡς ὁρᾷς, |
| book 423-4.5.5 | ἐξέρχομαι‘. οὕτως δὲ εὕρομεν καὶ ἐν τῇ Μασσαλιωτικῇ καὶ Σινωπικῇ |
| book 423-4.10.1 | καὶ Κυπρίᾳ καὶ Ἀντιμαχείῳ (fr. 132) καὶ Ἀριστοφανείῳ (p. 43).“ |
| book 423-4.10.2 | Καλλίστρατος δὲ ἐν τῷ Πρὸς τὰς ἀθετήσεις (p. 320,36) ὁμοίως, καὶ ὁ |
| book 423-4.10.3 | Σιδώνιος καὶ ὁ Ἰξίων ἐν τῷ ἕκτῳ Πρὸς τὰς ἐξηγήσεις (fr. 27). καὶ τὸ |
| book 423-4.10.4 | θεοὶ †δὲ† πάντες ἕπονται (424) διὰ τοῦ αι. A |
| book 423a.1 | ἐς Ὠκεανόν 〈μετ’ ἀμύμονας Αἰθιοπῆασ〉: νῦν τὸν |
| book 423a.2 | ποταμὸν δηλοῖ, ἔστι δὲ ὅτε καὶ σωματοειδῆ †τῶν† „θεῶν γένεσιν“ |
| book 423a.3 | (Ξ 201). b(BCE3E4)T ἡ δὲ ἔς ἀντὶ τῆς πρὸς b(BCE3E4)T |
| book 423a.4 | ἐπὶ ἐμψύχων· „ἀλλ’ ἐς 〈μὲν〉 Μενέλαον“ (γ 317), „εἰς Ἀγαμέμνονα δῖον“ |
| book 423a.5.1 | (Ψ 36). | εὐσεβῶς δέ φησι μηδὲ τῶν πόρρωθεν ἀνθρώπων ἀμελεῖν |
| book 423a.5.2 | τοὺς θεούς. δισσοὶ δέ εἰσιν Αἰθίοπες, ὑπὸ Νείλου ὁριζόμενοι. T | τινὲς |
| book 423a.5.3 | δὲ γράφουσι „μετὰ Μέμνονας Αἰθιοπῆασ“. ἔθνος δὲ οὗτοι. AT |
| book 423b.1 | μετ’ ἀμύμονας: Ἀρίσταρχος „ἐπ’ ἀμύμονασ“. T | ἡ |
| book 423b.2 | μετά ἀντὶ τῆς ἐπί. ἔστι δὲ καὶ ἀντὶ τῆς ἔν· „στεροπὴν μετὰ χερσὶν“ |
| book 423b.3 | (Λ 184) ἔχων. b(BCE3E4)T |
| book 423c1.1 | Αἰθιοπῆας: ὅμοιόν ἐστι τῷ ἡνιοχῆας. | δισσοὶ δέ εἰσιν |
| book 423c1.2 | οἱ Αἰθίοπες, ὑπὸ Νείλου ὁριζόμενοι, ὡς ἡ Ἰθάκη καὶ αἱ λοιπαὶ νῆσοι. A |
| book 423c2.1 | τὸ Αἰθιοπῆας ὅμοιόν ἐστι τῷ ἡνιοχῆας. | εὐσεβῶς δέ |
| book 423c2.2 | φησι μηδὲ τῶν πόρρωθεν ἀνθρώπων ἀμελεῖν τὸ θεῖον. διττοὶ δέ εἰσιν |
| book 423c2.3 | οἱ Αἰθίοπες· οἱ μὲν πρὸς ἀνατολήν, οἱ δὲ πρὸς δύσιν, ὁριζόμενοι διχῆ |
| book 423c2.4 | ὑπὸ Νείλου. b(BCE3E4) |
| book 424a.1 | χθιζός 〈... πάντεσ〉: ἐπιρρηματικῶς ὡς καὶ τὸ τήμερος |
| book 424a.2 | παρὰ τοῖς Ἀττικοῖς. τὸ δὲ πάντες συλληπτικόν, ὡς τὸ „ἀριστῆες |
| book 424a.3 | Παναχαιῶν / εὗδον παννύχιοι“ (Κ 1—2)· καὶ γὰρ Ἀθηνᾶ πρὸ ὀλίγου |
| book 424a.4 | ἐξ οὐρανοῦ κατῆλθε, πεμφθεῖσα ὑπὸ Ἥρας. b(BCE3E4)T |
| book 424b1 | 〈μετὰ δαῖτα:〉 Ἀρίσταρχος „κατὰ δαῖτα“. Aim |
| book 424b2.1 | Ἀρίσταρχος γράφει „ἐπὶ δαῖτα“, οἱ δὲ ἄλλοι „κατὰ δαῖ‐ |
| book 424b2.2 | τα“, καὶ τὸ ἕπονται διὰ τῆς αι. T |
| book 424c.1 | 〈κατὰ δαῖτα, θεοὶ δ’ ἅμα πάντες ἕπονται:〉 ὅτι |
| book 424c.2 | τινὲς γράφουσι 〈***〉 „μετὰ δαίμονας ἄλλουσ“ (Α 222)· διὸ ἀθετεῖ‐ |
| book 424c.3 | ται. Aint |
| book 425.1 | δωδεκάτῃ δέ τοι αὖθις: φασὶν ἐν Διοσπόλει μέγιστον |
| book 425.2 | εἶναι Διὸς ἱερόν, ἀφ’ οὗ λαμβάνοντας τὸ ξόανον Αἰθίοπας μετὰ καὶ τῶν |
| book 425.3 | ἄλλων ἐγχωρίων θεῶν κατά τινα χρόνον περινοστεῖν τὰ μέρη τῆς |
| book 425.4 | Λιβύης καὶ πολυτελεῖς ποιεῖν πανηγύρεις ἐπὶ δώδεκα ἡμέρας, ὅτι καὶ |
| book 425.5 | τοσοῦτοι οἱ θεοί. A b (BCE3E4)T |
| book 426.1 | 〈χαλκοβατές:〉 στερεὰν ἔχον τὴν βάσιν. b(BCE3E4)T | |
| book 426.2 | οὐκ ἄπεισι δὲ εἰς Αἰθιοπίαν ἡ Θέτις, ὅτι ἐκεῖ ἦσαν οἱ Ἀχαιϊκοὶ θεοί, |
| book 426.3 | καὶ τῷ υἱῷ καιρὸν μετανοίας διδοῦσα καὶ αὐτοῖς τοῖς Ἕλλησι, καὶ |
| book 426.4 | ἵνα Τρῶες αἴσθωνται τῆς μήνιδος καὶ τολμήσωσι λοιπὸν εἰς τὴν |
| book 426.5 | μάχην. b(BCE3E4)T |
| book 427.1 | καί μιν πείσεσθαι ὀΐω: ἀπιοῦσα ἐν χρηστῇ ἐλπίδι κατα‐ |
| book 427.2 | λιμπάνει τὸν παῖδα. ὅμοιον δέ ἐστι τῷ „αἴ κε πίθηται“ (Α 420). b |
| book 427.3 | (BCE3E4)T |
| book 429.1 | γυναικός: ὅτι ἐλλείπει ἡ περί· Aim Til ἔστι γὰρ περὶ |
| book 429.2 | γυναικός. Aim |
| book 430a.1 | τήν ῥα βίῃ 〈ἀέκοντος ἀπηύρων〉: ἐν τάξει ἀπολο‐ |
| book 430a.2 | γίας τοῦτό φησιν, ὅτι οὐκ ἦν εὔλογον περὶ γυναίου αὐτὸν θυμοῦσθαι. |
| book 430a.3 | ἄλλως τε τὴν ἰδίαν ἀποφαίνει γνώμην ὁ ποιητής, ἠδικῆσθαι αὐτὸν |
| book 430a.4 | ὁμολογῶν. b(BCE3E4)T |
| book 430b.1 | αὐτὰρ Ὀδυσσεύς: ὅπως μὴ τῇ τῆς Θέτιδος ἀπαλλαγῇ |
| book 430b.2 | συνάψῃ τὴν ἐπάνοδον, διὰ μέσου βάλλει τὰ κατὰ τὸν Ὀδυσσέα, |
| book 430b.3 | μόνον οὐχὶ λόγῳ καταμετρήσας τὸν ἐπὶ Χρύσην πλοῦν. ἑκατέροις δὲ |
| book 430b.4 | μετρίως χρώμενος διαναπαύει τὸν ἀκροατήν, τῶν μὲν τὸν κόρον |
| book 430b.5 | περιαιρῶν, τῶν δὲ τὴν ἐπιθυμίαν ἀποπληρῶν. b(BE3)T |
| book 430c.1 | αὐτὰρ Ὀδυσσεύς: ζήτει τὸ προηγούμενον τῆς τοιαύ‐ |
| book 430c.2 | της ἐννοίας· „ὣς οἱ μὲν τὰ πένοντο κατὰ στρατόν“ (Α 318). ἐκεῖσε |
| book 430c.3 | καταλιμπάνει τὸν Ὀδυσσέα. T |
| book 432a.1 | λιμένος πολυβενθέος: ἤδη καὶ λιμένων ἐπεσημήνατο |
| book 432a.2 | φύσιν μιᾷ λέξει ὁ ποιητής. b(BCE3)T | διαφέρει δὲ λιμὴν ὅρμου· |
| book 432a.3 | λιμὴν μὲν γάρ ἐστι τὸ πᾶν, ὅρμος δὲ τὸ πρὸς τὴν γῆν. b(BCE3) |
| book 432b.1 | 〈ἐντός:〉 Ἀρίσταρχος „ἐγγύσ“, οἷον πλησίον, οὐχὶ ἐν‐ |
| book 432b.2 | τός. Aint |
| book 434a1.1 | ἱστοδόκῃ: διὰ τοῦ κ ἐστι τὰ παρὰ τὸ δέχω, ὡς ξεινο‐ |
| book 434a1.2 | δόκος καὶ πανδοκεῖον. b(BCE3E4)T |
| book 434a2.1 | ἱστοδόκη τὸ κατὰ τὴν πρύμναν ἐξέχον ξύλον, καθ’ οὗ |
| book 434a2.2 | κλίνεται ὁ ἱστός. | τὰ δὲ παρὰ τὸ δέχω πάντα διὰ τοῦ κ, ξεινοδόκος, |
| book 434a2.3 | ἱστοδόκη. A |
| book 434b.1 | πέλασαν: πελασθῆναι ἐποίησαν, ὡς τὸ „πάντας μέν ῥ’ |
| book 434b.2 | ἔλπει“ (β 91). b(BCE3)Til καὶ ἔστιν ὁ τρόπος μετωνυμία. b |
| book 434b.3 | (BCE3) |
| book 434c | 〈ὑφέντες:〉 Ἀρίσταρχος „ἀφέντεσ“. Aim |
| book 434d.1 | 〈προτόνοισιν ὑφέντες:〉 Ζηνόδοτος μὲν ὑφέντες, αἱ |
| book 434d.2 | δὲ ἄλλαι πᾶσαι „ἐφέντεσ“. | πρότονοι δὲ τὰ ἀπὸ πρύμνης εἰς πρῷραν |
| book 434d.3 | διήκοντα σχοινία. b(BCE3E4)T |
| book 435a | 〈καρπαλίμως:〉 βέλτιον τοῖς ἐπάνω προσδίδοσθαι τὸ |
| book 435a | καρπαλίμως. Aim |
| book 435b.1 | τὴν δ’ εἰς ὅρμον προέρεσσαν ἐρετμοῖς: οὐ γὰρ |
| book 435b.2 | ᾔδεσαν τῶν ἀνέμων τὸ παλίμβολον. ἄλλως τε ἐν Ἰλιάδι ταύτην |
| book 435b.3 | μόνην ἔχων ἔκπλοιαν τρόπον ἐδίδαξε προσορμισμοῦ. A b (BCE3E4)T |
| book 435c1.1 | προέρυσσαν: διὰ τοῦ ε, „προέρεσσαν“, οὐ διὰ τοῦ υ, |
| book 435c1.2 | προέρυσσαν, καὶ ἡ Ἀργολικὴ καὶ ἡ Σινωπικὴ καὶ ἡ Σωσιγένους. |
| book 435c1.3 | A |
| book 435c2 | 〈προέρεσσαν:〉 οὕτω πᾶσαι. Til |
| book 436-9.1 | ἐκ δ’ εὐνὰς ἔβαλον— / ἐκ δὲ Χρυσηῒς νηὸς |
| book 436-9.2 | βῆ ποντοπόροιο: πολλὴν ἔχει τὴν ἡδονὴν ἡ τῆς προθέσεως |
| book 436-9.3 | ἐπαγωγή. τὸ δὲ σχῆμα ἐπανάληψις. b(BCE3E4)T |
| book 436 | ἐκ δ’ εὐνάς: παρὰ τὸ εὐνάζειν—ἔμμεναι εὐνάς. A |
| book 437.1 | ἐπὶ ῥηγμῖνι: ἀλλαχοῦ ἡρμήνευκεν αὐτὸ διὰ τοῦ „χέρσῳ |
| book 437.2 | ῥηγνύμενον μεγάλα βρέμει“ (Δ 425). πάντα δὲ ἐν ὀλίγῳ πέφρασται. |
| book 437.3 | A b (BCE3)T |
| book 440a.1 | ἐπὶ βωμὸν ἄγων: προσάγει τὴν κόρην τῷ βωμῷ |
| book 440a.2 | ὥσπερ ἀποδιδοὺς ἐπὶ τοῦ θεοῦ μάρτυρος. ἔστι δὲ ἡ ἐπί ἀντὶ τῆς παρά. |
| book 440a.3 | b(BCE3E4)T |
| book 440b.1 | πολύμητις: τὰ ἐπίθετα Ὀδυσσέως „δῖος Ὀδυσσεύσ“ |
| book 440b.2 | (Α 145 al.), πολύμητις Ὀδυσσεύς. ὅτε δὲ καιρὸς τῆς σοφίας |
| book 440b.3 | „Διῒ μῆτιν ἀτάλαντον“ (Β 169 al.) φησίν. A b (BCE3) |
| book 441a1.1 | ἐν χερσὶ τίθει: ὅτι οὐ μόνον τὸ τίθημι κέκλιται, b |
| book 441a1.2 | (BCE3)T ἀλλ’ ἔστι καὶ περισπώμενον. b(BCE3) καὶ ὅτι οὐκ |
| book 441a1.3 | ἐπὶ μόνων τῶν ἀψύχων τὸ τιθέναι. b(BCE3)T |
| book 441a2 | τίθει: ἐπὶ ἐμψύχων. T |
| book 442-3.1 | ὦ Χρύση, πρό μ’ ἔπεμψεν〈—ἱερὴν ἑκα‐ |
| book 442-3.2 | τόμβην〉: αὐτὰ τὰ ἀναγκαῖα συλλαβὼν λέγει ἁπλῶς, ὡς ἐπὶ θεοῦ |
| book 442-3.3 | πανοῦργον οὐδέν. b(BCE3)T |
| book 442.1 | πρό μ’ ἔπεμψε: πρό τὴν εἰς τὸ ἔμπροσθεν δηλοῖ σχέσιν, |
| book 442.2 | οὐ χρονικήν. b(BCE3)T |
| book 443a.1 | παῖδά τε σοὶ ἀγέμεν, 〈Φοίβῳ θ’ ἱερὴν ἑκατόμ‐ |
| book 443a.2 | βην〉: ὅτι τὸ ἀγέμεν κοινόν, ὥστε γίνεσθαι τὸν ἑξῆς περισσόν· διὸ |
| book 443a.3 | ἀθετεῖται. A |
| book 443b.1 | σοί: ὡς ἀντιδιαστελλόμενον τῷ Φοίβῳ δεῖ ὀρθοτονεῖν καὶ |
| book 443b.2 | διὰ τὸν τέ. b(BCE3)T |
| book 444a.1 | 〈ῥέξαι ὑπὲρ Δαναῶν, ὄφρ’ ἱλασόμεσθα ἄνακτα:〉 |
| book 444a.2 | ὅτι περισσός. Aint |
| book 444b.1 | ῥέξαι: καὶ σφάξαι· τὸ δὲ θῦσαι ἐπὶ τοῦ †θυσιάσαι† μόνως |
| book 444b.2 | φησίν. b(BCE3)T |
| book 444c | ἱλασόμεσθα: πλεονασμὸς τοῦ ς. b(BCE3)Til |
| book 445.1 | ὃς νῦν Ἀργείοισι 〈πολύστονα κήδε’ ἐφῆκεν〉: ἐμφρό‐ |
| book 445.2 | νως τὸ μὴ ἐπενεγκεῖν ὅτι Χρύσου εὐξαμένου ὁ λοιμὸς ἐπηνέχθη, ἵνα μὴ |
| book 445.3 | διατρέψῃ τὸν γέροντα ὡς κακῶν αἴτιον. καίτοι Ἀχιλλεύς φησι· „τοῖο |
| book 445.4 | δ’ Ἀπόλλων / εὐξαμένου ἤκουσεν“ (Α 380—1). b(BCE3E4)T |
| book 446-8.1 | ὣς εἰπὼν ἐν χερσὶ τίθει〈—ἔστησαν〉: ὅτι |
| book 446-8.2 | Ζηνόδοτος οὕτως συντετμημένως· „ὣς †εἰπῶν†· τοὶ δ’ ὦκα θεῷ ἱερὴν |
| book 446-8.3 | ἑκατόμβην / ἑξείης ἔστησαν“. τὴν δὲ ἀναγκαιοτάτην Χρυσηΐδα πε‐ |
| book 446-8.4 | ριεῖλεν. A |
| book 446.1 | ἐδέξατο χαίρων: περιέτεμε τὸν λόγον τοῦ γέροντος· οὔτε |
| book 446.2 | γὰρ ἐπαινεῖν οὔτε ψέγειν ἦν τοὺς ἀποδόντας· τὸ μὲν γὰρ δουλοπρε‐ |
| book 446.3 | πές, τὸ δὲ παροξυντικόν. ἀλλ’ οὐδὲ τοσαύτην κίνησιν ἔχει τὰ ἡδέα λε‐ |
| book 446.4 | γόμενα ὁπόσην τὰ λυπηρά. b(BCE3E4)T |
| book 447a1.1 | κλειτήν {ἑκατόμβην}: „ἱερήν“, οὐ κλειτήν εἶχον αἱ |
| book 447a1.2 | Ἀριστάρχου. A |
| book 447a2 | κλειτήν: πᾶσαι „ἱερήν“ εἶχον. T |
| book 448a.1 | ἑξείης: οἶμαι τὴν ει πεπλεονακέναι ὡς ἐν τῷ „ἀδελφειόσ“ |
| book 448a.2 | (cf. Ε 21 al.). b(BCE3E4)T |
| book 448b.1 | ἐΰδμητον: δέμω δμῶ δμήσω δέδμηται, δμητός, ἐΰδμητος, |
| book 448b.2 | ὡς „ἐΰννητοσ“ (cf. Σ 596 al.). b(BCE3)T |
| book 449a.1 | χερνίψαντο: δεῖ γὰρ προσιόντα θεῷ κατὰ τὸ δυνατὸν εἰ‐ |
| book 449a.2 | κάζειν αὑτὸν θεῷ. b(BCE3E4)T ἀπὸ δὲ τῆς χερὸς ἑνικῆς χερνί‐ |
| book 449a.3 | ψαντο. T | διὰ τί μετὰ τὸ δεῖπνον οὐ ποιεῖ τοὺς ἀνθρώπους ἀπονίζον‐ |
| book 449a.4 | τας τὰς χεῖρας; ὅτι οὐδὲ ὄψοις τοιούτοις ἐχρῶντο ὥστε δεῖσθαι ἀπο‐ |
| book 449a.5.1 | νίψεως, καὶ ὅτι παυσάμενοι τοῦ δειπνεῖν ἔσπενδον· μετὰ δὲ σπονδὰς οὐ |
| book 449a.5.2 | δεῖ ἀπονίζεσθαι. ῥητέον δὲ καὶ τοῦτο· ὅταν γὰρ λέγῃ· „χέρνιβα δ’ |
| book 449a.5.3 | ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα / καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο |
| book 449a.5.4 | λέβητος / νίψασθαι“ (α 136—8), φήσομεν οὐκ εἰς τὸ νίψασθαι πρὸ τοῦ |
| book 449a.5.5 | δείπνου μόνον· ἁπλῶς γὰρ τὰς ἀρχὰς μηνύσας οὐκέτι τὰ κατὰ μέρος |
| book 449a.10.1 | ἐπέξεισιν, ὥστε παρέκειτο τὰ χειρόνιπτρα ὅτε βούλοιντο νίζεσθαι· καὶ |
| book 449a.10.2 | γὰρ καὶ ἡ τράπεζα καὶ τὰ ἄλλα ἄχρις ὅτου βούλοιντο χρήσασθαι αὐ‐ |
| book 449a.1 | τοῖς παρέκειτο. οὕτω καὶ τοὺς Πυλίους ἐν τῷ κατάπλῳ Τηλεμάχου |
| book 449a.2 | εὐωχουμένους (sc. γ 5—9) οὐκέτι δεδήλωκεν, ὅπως ἐκ τῆς ἠϊόνος |
| book 449a.3 | ἀναστάντες ἀπηλλάγησαν. καὶ τὴν Ἀθηνᾶν Μέντῃ ὁμοιωθεῖσαν καὶ |
| book 449a.15.1 | τὸ δόρυ δοῦσαν τῷ Τηλεμάχῳ (sc. α 121) οὐκέτι φησίν, ὅπως τοῦτο |
| book 449a.15.2 | ἀπιοῦσα ἀπέλαβεν· ἐπεὶ καὶ τὸ τόξον εἰς κατασκοπὴν ἀπιόντι δίδωσι |
| book 449a.15.3 | Μηριόνης Ὀδυσσεῖ (sc. Κ 260)· ὅπως δὲ τοῦτο ἀπέδωκεν, οὐκέτι |
| book 449a.15.4 | ἐπεσημήνατο, διδοὺς τοῖς ἀκροαταῖς καθ’ ἑαυτοὺς λογίζεσθαι τὰ |
| book 449a.15.5 | ἀκόλουθα. καὶ πολλὰ τοιαῦτα ἔστι γνῶναι παρ’ αὐτῷ· οὐ γὰρ |
| book 449a.20 | μόνον, τί εἴπῃ, ἀλλὰ καὶ τί μὴ εἴπῃ, ἐφρόντισεν. b(BCE3E4)T |
| book 449b.1 | οὐλοχύτας: τινὲς τὰ κανᾶ, δι’ ὧν ἐπέχεον τὰς οὐλάς, |
| book 449b.2 | †αἳ† πρὸς ἀντιδιαστολὴν εἴρηνται τῶν ψαιστῶν, A b (BCE3E4) |
| book 449b.3 | T ἀπαρχὴ δὲ τῆς προτέρας ζωῆς θεοῖς ἀπεδίδοντο· b(BCE3E4) |
| book 449b.4 | T πρὸ τῶν πυρῶν γὰρ εὕρηνται, καὶ ἀπὸ τοῦ προκριθῆναι τῶν |
| book 449b.5.1 | βαλάνων οὕτως ὠνομάσθησαν. A b (BCE3E4)T | κριθὰς δὲ μετὰ |
| book 449b.5.2 | ἁλῶν μεμιγμένας ἐπέχεον—αὐτάς φησιν ὁ ποιητής. A |
| book 450.1 | μεγάλ’ εὔχετο 〈χεῖρας ἀνασχών〉: μεγάλως ἀνασχὼν |
| book 450.2 | τὰς χεῖρας· ἐπὶ σωτηρίᾳ γὰρ εὐχόμενος παρρησίαν ἄγει. ὅτε δὲ κατη‐ |
| book 450.3 | ρᾶτο τοὺς Ἕλληνας, ἡσυχῇ ηὔχετο· ἐπ’ ὀλέθρῳ γὰρ ἀνθρώπων ἡ |
| book 450.4 | αἴτησις. b(BCE3E4)T |
| book 451 | 〈κλῦθί μευ:〉 τὸ μεῦ διὰ τοῦ ευ κατὰ γενικὴν πτῶσιν. Aim |
| book 453.1 | πάρος ἔκλυες: ἐλεύθερον ἅμα καὶ †προσακτικὸν† τὸ χάριτας |
| book 453.2 | εἰδέναι. φησὶν οὖν, εἰ προήκουσάς μου, καὶ νῦν δίκαιος εἶ ἀκοῦσαι. b |
| book 453.3 | (BCE3)T |
| book 454.1 | 〈τιμήσας μὲν ἐμέ,〉 μέγα δ’ ἴψαο λαὸν 〈Ἀχαιῶν〉: ὅτι |
| book 454.2 | κατὰ τὴν Πατρόκλου ἔξοδον (sc. Π 237) οὐκ ὀρθῶς λέγεται, ἐντεῦθεν |
| book 454.3 | μετενεχθείς· Aim b (BCE3)T οὐ γὰρ εἰκότως Ἀχιλλεὺς ἐπιχαίρει |
| book 454.4 | τῇ ἥττῃ τῶν Ἑλλήνων. ὁ δὲ Χρύσης βάρβαρος καὶ μισέλλην. b(BCE3) |
| book 454.5 | T |
| book 456.1 | λοιγὸν ἄμυνον: οὐ πολλῆς ἐδέησεν εὐχῆς αὐτῷ· ἐλεῆμον |
| book 456.2 | γάρ ἐστι τὸ θεῖον. T |
| book 457.1 | τοῦ δ’ ἔκλυε: δεξιὸν καὶ παιδευτικὸν τὸ παραχρῆμα μετα‐ |
| book 457.2 | τίθεσθαι εἰς ἔλεον τὸν θεόν. b(BCE3E4)T |
| book 458a.1 | προβάλοντο προεβάλοντο εἰς τὸν βωμόν· b(BCE3E4) |
| book 458a.2 | T οὐχ ὡς Ἀριστοφάνης (pac. 960)· „σείου σὺ ταχέως· σὺ δὲ |
| book 458a.3 | πρότεινε τῶν ὀλῶν“. T |
| book 458b | 〈προβάλοντο:〉 ὁμοιοτέλευτον τὸ σχῆμα. b(BCE3E4)Til |
| book 459.1 | αὐέρυσαν: τὸ αὖ τὸ πάλιν δηλοῖ. b(BCE3E4)T ἢ ἃ |
| book 459.2 | ἔρυσαν, καὶ πλεονασμῷ τοῦ υ. T Κυμαίων δὲ ἔθος τὸ αὐερύειν, |
| book 459.3 | αἰτούντων τὸν θεὸν ἀπὸ τῶν κάτω ἐπὶ τὰ ἄνω αὐτοὺς ἕλκειν. τηρεῖ δὲ |
| book 459.4 | τὰ Ἑλληνικὰ ἔθη. b(BCE3E4)T |
| book 459.5.1 | αὐέρυσαν μὲν πρῶτα: εἰς τοὐπίσω ἀνέκλων—κάτω |
| book 459.5.2 | εἰς γῆν. A |
| book 460.1 | μηρούς 〈τ’ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν〉: ἐπεὶ |
| book 460.2 | στάσεως αἴτια μᾶλλον τῶν ἄλλων ὀστῶν. τὸ δὲ λίπος ὡς λαμπρόν, ἢ |
| book 460.3 | διὰ τὸ καίεσθαι δι’ αὐτοῦ τὰ μηρία. b(BCE3E4)T |
| book 461a.1 | δίπτυχα: τινὲς ὡς ὑπόβρυχα. καὶ τῷ μὲν ἑνὶ ἐπιτίθεται |
| book 461a.2 | ὁ μηρός, θατέρῳ δὲ τὰ ἄκρα. b(BCE3E4)T |
| book 461b.1 | ὠμοθέτησαν: ἀπὸ τῶν ὠμῶν ἱερείων ἀπαρξάμενοι |
| book 461b.2 | ἔκοψαν μικρὸν ἀπὸ παντὸς μέλους, καὶ ἐπέθηκαν ἐπὶ τὰ μηρία, ὡς |
| book 461b.3 | δοκεῖν ὅλα τὰ μέλη τοῦ ἱερείου καρποῦσθαι. | διὸ ἡ διπλῆ. A |
| book 461c.1 | ἐπ’ αὐτῶν δ’ ὠμοθέτησαν: ἀλλαχοῦ ἡρμήνευσε τί |
| book 461c.2 | ἐστι τὸ ὠμοθέτησαν· „ὁ δ’ ὠμοθετεῖτο συβώτης, / πάντοθεν ἀρχό‐ |
| book 461c | μενος μελέων, ἐς πίονα δημόν“ (ξ 427—8). b(BCE3E4)T |
| book 463.1 | πεμπώβολα: διὰ τὸ μὴ συμπεσεῖν τῷ πεντώβολον. καὶ |
| book 463.2 | τοὺς μὲν ἄλλους τρισὶν ὀβελοῖς πείρειν, Κυμαίους δέ φασι πέντε. b |
| book 463.3 | (BCE3)T |
| book 464a.1 | αὐτὰρ ἐπεὶ κατὰ μῆρ’ ἐκάη: Πτολεμαῖος (p. 41) τὸ ε |
| book 464a.2 | τελευταῖον λαμβάνει τοῦ μῆρε, ἵνα Ἰακώτερον ἐκδέξηται τὸ κάη· καὶ |
| book 464a.3 | Ἀρίσταρχος δὲ οὕτως. δύναται δὲ καὶ ἐκάη εἶναι τὸ πλῆρες, ἐκθλίψεως |
| book 464a.4 | γενομένης τοῦ α, ὥσπερ καὶ ἐπὶ τοῦ ἐντελεστέρου αὐτοῦ ὁρῶμεν „ἢ |
| book 464a.5.1 | εἰ δή ποτέ τοι κατὰ πίονα μηρί’ ἔκηα“ (Α 40). τὸ δὲ τοιοῦτο πολὺ |
| book 464a.5.2 | παρὰ τῷ ποιητῇ, λέγω δὲ τὸ καὶ τὸν χρόνον τὸν ἔξωθεν φυλάσσειν τὸ |
| book 464a.5.3 | ῥῆμα καὶ συνάρχεσθαι τῷ ἐνεστῶτι. ἀπεφηνάμην δὲ ἐντελέστερον τὸ |
| book 464a.5.4 | μηρίον τοῦ μῆρον· ἐκ γὰρ συγκοπῆς αὐτοῦ ἐγεγόνει, ἐπεί τοι εὐθύνεται ὁ |
| book 464a.5.5 | τόνος· τὰ γὰρ εἰς ος λήγοντα μεταπλασσόμενα εἰς οὐδέτερον γένος τὸ |
| book 464a.10.1 | εἰς ον λῆγον τὸν αὐτὸν τόνον φυλάσσει· ὁ ζυγός τὸ ζυγόν τὰ ζυγά, |
| book 464a.10.2 | δίφρος δίφρον δίφρα. ὅθεν εἰ καὶ μηρός, καὶ μηρόν καὶ μηρά, εἰ δὲ μῆρα, |
| book 464a.10.3 | καὶ μήρους. εἰ δὲ δοίημεν ὅτι κυρίως τὰ ἁγιαζόμενα θεοῖς μῆρα καλεῖ‐ |
| book 464a.10.4 | ται, τὸ περὶ τοῦ σημαινομένου καὶ τοῦ περὶ τὸν τόνον ἁμαρτήματος |
| book 464a.10.5 | τὴν λέξιν ἀπολύει. A |
| book 464b1.1 | 〈μῆρ’ ... πάσαντο:〉 ἀπὸ τοῦ μηρία συνεκόπη καὶ |
| book 464b1.2 | ἐγένετο μῆρα, b(BCE3E4) καὶ κατὰ ἀποκοπὴν μῆρ’. δηλοῖ δὲ τὰ |
| book 464b1.3 | ἐναγίσματα τῶν θεῶν. | Ἰακῶς δὲ τὸ πάσαντο προενεκτέον. b |
| book 464b1 | (BCE3) |
| book 464b2.1 | μῆρα: ἀπὸ τοῦ μηρία συνεκόπη, καὶ μάλιστα τὰ ἐναγί‐ |
| book 464b2.2 | σματα τῶν θεῶν δηλοῖ. T |
| book 464c.1 | σπλάγχνα: ἀντὶ τοῦ τῶν σπλάγχνων, ὅ ἐστι τῶν ἐντο‐ |
| book 464c.2 | σθιδίων, ἥπατος νεφρῶν καὶ τῶν ἑξῆς. τούτων δὲ πάντων ἀπεγεύσαν‐ |
| book 464c.3 | το, ἀπὸ σπλάγχνων καὶ ψυχικῆς σπουδῆς δηλοῦντες τὴν θυσίαν ποι‐ |
| book 464c.4 | εῖν. b(BCE3E4)T |
| book 464d.1 | 〈σπλάγχν’ ἐπάσαντο:〉 Ἀρίσταρχος Ἰακῶς „πάσαν‐ |
| book 464d.2 | το“. Aim |
| book 465a.1 | 〈μίστυλλον:〉 παρὰ τὸ μεῖον, b(BCE3E4)T Til μείως |
| book 465a.2 | ἔτιλλον, καὶ κατὰ συγκοπὴν μίστυλλον. b(BCE3E4)T οὐκ ἔχει |
| book 465a.3 | δὲ τὸ ε, ὡς οὐδὲ τὸ μικρός παρὰ τὸ μεῖον ὄν. b(BE3E4)T Til |
| book 465b1.1 | ἄρα τ’ ἄλλα: Πτολεμαῖος (p. 41) ὡς τἆργα „τἆλλα“. ἡ |
| book 465b1.2 | μέντοι κοινὴ ἀνάγνωσις παραπληρωματικὸν ἔλαβε τὸν τέ σύνδεσμον, |
| book 465b1.3 | ἐν ἐκείνῳ δὲ συνεσταλμένον τὸ α ἐφύλαξεν, καθότι ἤδη ἔθος ἐστὶ τῷ |
| book 465b1.4 | ποιητῇ ἐλλείπειν τοῖς ἄρθροις. A |
| book 465b2.1 | τὸ δὲ τἆλλα κατὰ συναλιφὴν ὡς τἆργα. b(BE3E4) |
| book 465b2.2 | T ὁ δὲ Ἡρωδιανὸς (2,28,16) τὸν τέ παραπληρωματικὸν ἀπο‐ |
| book 465b2.3 | δέχεται, καὶ λείπει τὸ ἄρθρον Ὁμηρικῷ ἔθει. b(BE3)T |
| book 466.1 | 〈ὤπτησάν τε〉 περιφραδέως: ἐμπειρίας γὰρ προσδεῖ τοῖς |
| book 466.2 | ὀπτῶσι· καὶ ὀπτᾶν δὲ εἴρηται διὰ τὸ πυκνότερον ἐποπτεύειν τὸν |
| book 466 | ὀπτῶντα. b(BCE3E4)T |
| book 467a.1 | {αὐτὰρ ἐπεὶ παύσαντο} πόνου: ὅτι πόνον τὸ ἐπὶ τῆς ἱε‐ |
| book 467a.2 | ρουργίας ἔργον. οὐδέποτε δὲ τὴν ἀλγηδόνα πόνον εἴρηκεν. A |
| book 467b1.1 | πόνου τῆς περὶ τὴν ἱεροποιΐαν σπουδῆς, ἐνίοτε δὲ καὶ |
| book 467b1.2 | τὴν ταλαιπωρίαν δηλοῖ· „ἦ μὴν καὶ πόνος ἐστί“ (Β 291). | οἱ δὲ μόνην |
| book 467b1.3 | τὴν τῆς ἱερουργίας φασὶ σπουδήν, καὶ οὐδέπω πόνον τὴν ἀλγηδόνα |
| book 467b1.4 | καλεῖν τὸν ποιητήν. T |
| book 467b2.1 | τοῦ τῆς ἱερουργίας πόνου, ἤτοι τῆς ἐνεργείας· οὐδέποτε |
| book 467b2.2 | γὰρ πόνον τὴν ἀλγηδόνα φησὶν ὁ ποιητής. | ἐνίοτε δὲ καὶ τὴν τα‐ |
| book 467b2.3 | λαιπωρίαν δηλοῖ· „ἦ μὴν καὶ πόνος ἐστί“. νῦν δὲ τὴν περὶ τὴν ἱερο‐ |
| book 467b2.4 | ποιΐαν σπουδήν. b(BCE3E4) |
| book 467c.1 | τετύκοντο: τεύχω ἔτυχον ἐτυχόμην ἐτύχοντο, ποιητικὸς |
| book 467c.2 | Ἰωνικὸς διπλασιασμὸς οἰκεῖος τοῖς δευτέροις ἀορίστοις· μετὰ τροπῆς |
| book 467c.3 | τετύκοντο, ὡς παρὰ τὸ χάζω „κεκάδοντο“ (Δ 497. Ο 574). A b |
| book 467c.4 | (BCE3)T „κεχάροντο δὲ πάντες Ἀχαιοί“ (δ 344 = ρ 135). AT |
| book 468.1 | δαιτὸς ἐΐσης: τῆς ὁμοίως πᾶσιν ἐπιγινομένης διὰ τὸν |
| book 468.2 | ἔρωτα. ἢ τῆς μεριζομένης, ἐπεὶ κἀν τοῖς εὐτελέσι τὴν ἰσότητα ἐτήρουν |
| book 468.3 | ὡς τὸ „δαιτρὸν πίνωσιν“ (Δ 262). b(BCE3E4)T |
| book 469a.1 | ἐξ ἔρον ἕντο: τὸ μὲν ἔρον ὡς Αἰολικὸν ψιλωτέον, ἢ καθὸ |
| book 469a.2 | τὸ ε καὶ α πρὸ τοῦ ρ φωνήεντος ἐπιφερομένου ψιλοῦται. τὸ δὲ ἕντο |
| book 469a.1 | δασυντέον· ἔστι γὰρ A b (BE3)T παρὰ τὸ ἵημι, δεύτερος ἀόριστος |
| book 469a.2 | ἧν, καὶ εἵς ἡ μετοχὴ καὶ ἀφείς, ἕμαι, ἕμην ἕσο ἕτο ἕντο. A b (BE3E4) |
| book 469a.5 | T ταῦτα δὲ καὶ πλεονάζουσι †τὸ† ι. A b (BE3)T |
| book 469b.1 | 〈ἐξ ἔρον ἕντο:〉 ἀστικὸν δὲ τὸ μὴ φάναι ὅτι μέχρι κόρου |
| book 469b.2 | ἤσθιον· τοῦτο γὰρ δουλοπρεπές, ὡς ἐπὶ Εὐμαίου· „πλησάμενος δ’ ἄρα |
| book 469b.3 | θυμὸν ἐδητύος ἠδὲ ποτῆτος / βῆ ῥ’ ἴμεναι μεθ’ †υἵας†“ (ρ 603—4)· |
| book 469b.4 | διὸ b(BE3)T τὸ μὲν ἔρος ἐπὶ πάντων λέγουσι λέγεσθαι, τὸ δὲ |
| book 469b.5.1 | ἔρως ἐπὶ μόνων τῶν ἀφροδισίων, b(BE3E4)T ὅ ἐστι ἀπίθανον· |
| book 469b.5.2 | Πίνδαρος γοῦν „καὶ γάρ / ἑτέροις ἑτέρων ἔρως ἔκνιξε φρένασ“ (P. |
| book 469b.5.3 | 10, 59—60). T |
| book 470a.1 | κοῦροι μὲν κρητῆρας: ἀρχαῖον ἔθος οἰνοχοεῖν τοὺς νέ‐ |
| book 470a.2 | ους· A b (BCE3E4)T „οἰνοχόει δ’ υἱὸς Μενελάου“ (ο 141), „ἐπὶ δ’ |
| book 470a.3 | ἀνέρες ἐσθλοὶ †ὤροντο† / οἶνον ἐνοινοχοεῦντεσ“ (γ 471—2): b(BCE3 |
| book 470a.4 | E4)T διὸ καὶ παῖδας μέχρι τοῦ νῦν τοὺς δούλους φαμέν· καὶ Γανυ‐ |
| book 470a.5.1 | μήδης (cf. Υ 234) καὶ Ἥβη (cf. Δ 2—3) ὑπηρέται θεῶν εἰσιν. A b |
| book 470a.5.2 | (BCE3E4)T |
| book 470b.1 | ἐπεστέψαντο: ὑπὲρ τὸ χεῖλος ἐπλήρωσαν ὡς δοκεῖν |
| book 470b.2 | ἐστέφθαι τῷ ὑγρῷ· A b (BCE3E4)T „κρητῆρας ἐπιστεφέας |
| book 470b.3 | οἴνοιο“ (Θ 232). b(BCE3E4)T |
| book 471 | νώμησαν: διέδωκαν. T | ἐπαρξάμενοι δὲ ἐπιχέαντες. b |
| book 471.1 | (BCE3E4)T ὁ δὲ νοῦς· τῇ οἰνοχόῃ ἐπιχέαντες τοῖς ποτηρίοις διέ‐ |
| book 471.2 | δωκαν πᾶσιν. ἢ ἀπαρξάμενοι σπονδὴν τοῖς θεοῖς πᾶσιν ἐνώμησαν. | |
| book 471.3 | νέμω δὲ νωμῶ, b(BE3E4)T ὡς τρέχω τρωχῶ. b(BCE3E4). | τὸ |
| book 471.5 | δὲ δεπάεσσι πλεονασμῷ τοῦ ε ὡς πλέοσι πλεόνεσσι. b(BE3E4) |
| book 472a.1 | οἱ δὲ πανημέριοι: ὅτι οὐ δι’ ὅλης φησὶ τῆς ἡμέρας, ἀλλὰ |
| book 472a.2 | τοῦ λείποντος τῆς ἡμέρας· καὶ γὰρ τὸ μὲν πεπλεύκασι, τὸ δὲ λεῖπον |
| book 472a.3 | εὐωχήθησαν. A |
| book 472b.1 | πανημέριοι: ἀντὶ τοῦ τὸ πᾶν τὸ λοιπὸν τῆς ἡμέρας εἰς |
| book 472b.2 | τὴν ᾠδὴν ἀναλίσκοντες· οὐ γὰρ δι’ ὅλης τῆς ἡμέρας. | ἡ δὲ μολπή |
| book 472b.3 | ποτε καὶ ἐπὶ παιδιᾶς τίθεται, „ἤρχετο μολπῆσ“ (ζ 101), κυνῶν δὲ |
| book 472b.4 | μέλπηθρα τὰ ὀρχήματά φησιν (cf. Ν 233). b(BCE3E4)T |
| book 473a1.1 | καλὸν ἀείδοντες 〈παιήονα〉: ὅτι παιήονα οὐ τὸν |
| book 473a1.2 | Ἀπόλλωνα, ἀλλὰ τὸν ἐπὶ καταλύσει λοιμοῦ ὕμνον. καὶ τὸ καλόν |
| book 473a1.3 | ἀντὶ τοῦ καλῶς. A |
| book 473a2.1 | παιήονα: οὔτε τὸν Ἀπόλλωνα οὔτε τὸν ἰατρὸν τῶν |
| book 473a2.2 | θεῶν, ἀλλὰ τὸν ὕμνον b(BCE3)T τὸν ἐπὶ καταπαύσει τοῦ λοι‐ |
| book 473a2.3 | μοῦ. T |
| book 473b1.1 | παιήονα: παιὼν καὶ παιὰν ὕμνος ἐπὶ καταπαύσει |
| book 473b1.2 | λοι[μοῦ] ἢ πολέμου ᾀδόμενος, πολλάκις καὶ προσδοκωμένου τοῦ δει‐ |
| book 473b1.3 | νοῦ. πέντε δὲ αἱ παρὰ τοῖς ἥρωσιν ᾠδαί, παιανικόν, ὡς [νῦν· θρη]‐ |
| book 473b1.4 | νητικόν, ὅπερ ἐπὶ γυναικῶν τάσσει, „ἆνερ, ἀπ’ αἰῶνος νέος ὤλεο“ |
| book 473b1.5.1 | (Ω 725)· ὑπορχηματικόν, „κοῦροι δ’ ἐπελήκεον ἄλλ[οι]“ (θ 379)· σω‐ |
| book 473b1.5.2 | φρονιστικόν, ὡς ὁ τοῦ ἀοιδοῦ Κλυταιμνήστρας (cf. γ 267)· ἐγκωμια‐ |
| book 473b1.5.3 | στικόν, οἷον †ὁ φήμιος† εὕρηται ᾄδων, „ἄειδε δ’ ἄρα κλέα ἀνδρῶν“ |
| book 473b1 | (Ι 189). T |
| book 473b2.1 | παιήων γὰρ καὶ παιὰν ὕμνοι εἰσὶν ἐπὶ καταπαύσει λοι‐ |
| book 473b2.2 | μοῦ ἢ πολέμου ᾀδόμενοι, πολλάκις καὶ προσδοκωμένου τοῦ δεινοῦ. b |
| book 473b2.3 | (BCE3E4) πέντε δὲ αἱ παρὰ τοῖς ἥρωσιν ᾠδαί· σωφρονιστικόν, |
| book 473b2.4 | ὡς τὸ τοῦ ἀοιδοῦ Κλυταιμνήστρας· ἐγκωμιαστικόν, οἷον Ἀχιλλεὺς |
| book 473b2.5.1 | εὕρηται ᾄδων· παιανικόν, ὡς νῦν· θρηνητικόν, ὅπερ ἐπὶ γυναικῶν |
| book 473b2.5.2 | μᾶλλον τάσσει, καὶ ὑπορχηματικόν. b(BE3E4) |
| book 474a.1 | μέλποντες ἑκάεργον· 〈ὁ δὲ φρένα τέρπετ’ ἀκούων〉: |
| book 474a.2 | ἀθετεῖται, ὅτι νομίσας τις τὸν Ἀπόλλωνα Παιήονα εἰρῆσθαι προσέ‐ |
| book 474a.3 | θηκεν αὐτόν. καὶ γίνεται δισσολογία· προείρηκε γὰρ „οἱ δὲ πανη‐ |
| book 474a.4 | μέριοι μολπῇ θεὸν ἱλάσκοντο“ (Α 472). | ἀπὸ δὲ τοῦ εἰπεῖν— |
| book 474a.5 | ἕκαστος ὕμνοις. A |
| book 474b.1 | τέρπετο: ὡς μουσηγέτης, ἢ ὅτι κάλλιστον τῶν εἰς θεοὺς |
| book 474b.2 | δώρων λόγος. b(BCE3)T | ἀθετεῖται δὲ ὁ στίχος. T |
| book 475.1 | ἠέλιος κατέδυ: ὅρος τοῦ κατὰ φύσιν ὕπνου καὶ παρὰ θε‐ |
| book 475.2 | οῖς καὶ παρ’ ἀνθρώποις ἡλίου δύσις. b(BCE3)T καὶ ἄλλως· „οὐ |
| book 475.3 | γὰρ ἔοικε / δηθὰ θεῶν ἐν δαιτὶ θαασσέμεν, ἀλλὰ νέεσθαι“ (γ 335—6). |
| book 475.4 | b(BE3)T |
| book 476.1 | 〈παρὰ πρυμνήσια νηός:〉 ἵνα, ἐὰν εὔφορος αὔρα γένηται, |
| book 476.2 | αἴσθωνται κινηθείσης τῆς νεώς. b(BCE3E4)Til |
| book 477a.1 | ἦμος δ’ ἠριγένεια: ὅτι τῇ ἑξῆς ἐκ τῆς Χρύσης κατέρ‐ |
| book 477a.2 | χονται. ἡ δὲ ἀναφορὰ ἀπὸ τῆς σημειώσεως πρὸς τὸν τῶν ἡμερῶν |
| book 477a.3 | ἀριθμόν. A |
| book 477b.1 | ἠριγένεια: ἡ ἐκ τοῦ ἦρι γεννωμένη· „ἦρι μάλ’ Ἑλ‐ |
| book 477b.2 | λήσποντον“ (Ι 360), b(BCE3E4)T ὡς „λυκηγενήσ“ (cf. Δ 101), |
| book 477b.1 | „τριτογενήσ“ (cf. h. Hom. 28, 4)· ὅλα γὰρ ταῦτα εἰς πάθος ἀναλύεται, |
| book 477b.2 | οὐκ εἰς ἐνέργειαν. b(BE3E4)T τί οὖν ἐστι τὸ „αἰθρηγενέος Βο‐ |
| book 477b.5.1 | ρέαο“ (Ο 171); τὸ δὲ ἦρι ὀνοματικόν ἐστιν ἐπίρρημα. T γίνεται |
| book 477b.5.2 | δὲ ἐκ τοῦ ἀήρ ἀέρος ἀέρι καὶ ἦρι. b(BCE3E4) |
| book 477c.1 | ῥοδοδάκτυλος: πυρώδης γὰρ—ἀκτίνων σχῆμα. |
| book 477c.2 | A | συνεκδοχή, ἀπὸ μέρους τὸ ὅλον. A b (BE3E4)T τὴν δὲ πολὺ |
| book 477c.3 | τοῦ φωτὸς μετέχουσαν οὕτω καλεῖ, τὴν δὲ πολὺ τοῦ σκότους „κρο‐ |
| book 477c.4 | κόπεπλον“ (cf. Θ 1 al.). A b (BCE3E4)T |
| book 478 | 〈ἀνάγοντο:〉 ἐφ’ ὕψους γάρ ἐστιν ἡ Τροία. Til |
| book 479.1 | ἴκμενον: παρὰ τὸ ἱκνεῖσθαι—ἀέντων. A | ἰκμάδος |
| book 479.2 | γὰρ ὑδάτων ἀτμιζομένης τὸ διαχυθὲν ἄνεμόν τινες ἔφασαν· διὸ ψι‐ |
| book 479.3 | λωτέον· οὐ γὰρ παρὰ τὸ ἱκνεῖσθαι. ἅμα δὲ φύσιν ἀνέμων διδάσκει· τὸ |
| book 479.4 | γὰρ στυγνὸν τοῦ λοιμοῦ διασκεδάζει ὁ ἄνεμος. A b (BE3E4)T |
| book 480.1 | πέτασ〈σ〉αν: ἔστιν ἰδεῖν λυόμενον ἄρμενον καὶ ὑπὸ τοῦ ἀνέ‐ |
| book 480.2 | μου ἐπαιρόμενον. b(BCE3)T |
| book 481a.1 | πρῆσεν: ἐφύσησεν, b(BCE3)T | ἐς κόλπον ἐνέπρησεν. T |
| book 481a.2 | ὑπέγραψε δὲ τὴν οὐριοδρομοῦσαν ναῦν. | συγχαίρων αὐτοῖς νῦν |
| book 481a.3 | καλλιγραφεῖ τὸν ἀπόπλουν, οὐχ ὅτε ἀπῄεσαν, ὅπερ καὶ ἐπὶ Ποσει‐ |
| book 481a.4 | δῶνος (cf. Ν 17—31). b(BCE3)T |
| book 481b.1 | ἐν δ’ ἄνεμος πρῆσεν: Ἀριστοτέλης φησὶν (rhet. 3, |
| book 481b.2 | 11 p. 1411 b 31) ὡς κινούμενα ὀνόματα γράφει ὁ ποιητής. b(BCE3)T |
| book 482 | στείρῃ: ἐπεὶ στερεώτερα—τὰ ἄλλα ξύλα τῆς νεώς. A |
| book 483 | 〈κατὰ κῦμα:〉 ἀντὶ τοῦ κατὰ κύματος. τὸ δὲ πρὸς κῦμα |
| book 483 | ἐναντίωσιν σημαίνει. b(BCE3)Til |
| book 484a1.1 | 〈μετὰ στρατόν:〉 Ἀρίσταρχος „κατά“, οὐ μετά. καὶ |
| book 484a1.2 | „χθιζὸς ἔβη κατὰ δαῖτα“ (Α 424). Aim |
| book 484a2 | „κατὰ στρατόν“ Ἀρίσταρχος, οὐ μετά. Til |
| book 485.1 | ἐπ’ ἠπείροιο ἔρυσ〈σ〉αν: διδάσκει πολὺ ἀπὸ θαλάττης |
| book 485.2 | νεωλκεῖν ὑφορωμένους τὴν πλήμμυραν. b(BCE3E4)T |
| book 486a.1 | ὑψοῦ ἐπὶ ψαμάθοις: ψάμαθος. A καὶ ἡ ποταμία |
| book 486a.2 | οὕτως καλεῖται· „κείμενον ἐν ψαμάθοις Αἰσήποιο“ (Φ 202 + B 825). |
| book 486a.3 | A b (BCE3) |
| book 486b.1 | {ὑπὸ δ’} ἕρματα {μακρά}: τὸ ἕρματα, εἰ καὶ ἐκ τοῦ |
| book 486b.2 | ἐρείσματα, οὐ ψιλοῦται, ὥς τινες, ἐπεὶ τὰ βραχυνόμενα φωνήεντα |
| book 486b.3 | καταλήγοντα εἰς ρ ἐπιφερομένου τοῦ μ δασύνεται, ὅρμος ἅρμα Ἑρμῆς |
| book 486b.4 | ὅρμαθος. ἔνθεν ἡ πλείων χρῆσις τὸ ἁρμοῖ δασύνει. τὸ μέντοι „ἄρμενον“ |
| book 486b.5 | (Σ 600 al.) καὶ „ὄρμενον“ (Ρ 738 al.) ψιλὸν πνεῦμα ἀνεδέξατο. A |
| book 486c.1 | 〈ἕρματα〉 δασύνεται· τὰ γὰρ βραχέα πρὸ τοῦ ρ, ἐπαγο‐ |
| book 486c.2 | μένου τοῦ μ, δασύνεται πλὴν τοῦ ἄρμενον. b(BCE3) |
| book 487.1 | αὐτοὶ δ’ ἐσκίδναντο: περισσὸν τὸ ἀποπρεσβεύεσθαι |
| book 487.2 | πρὸς Ἀγαμέμνονα· φανερὸν γὰρ ἦν ἀπὸ τῆς παύσεως τοῦ λοιμοῦ. |
| book 487.3 | b(BCE3)T |
| book 488.1 | αὐτὰρ ὁ μήνιε: ὅτι Ζηνόδοτος ἠθέτηκεν ἕως τοῦ „αὖθι |
| book 488.2 | μένων“ (Α 492). τὸν δὲ „οὔτέ ποτ’ ἐς πόλεμον“ (Α 491) οὐδὲ ἔγραφεν. |
| book 488.3 | A |
| book 488-9 | 〈αὐτὰρ ὁ— / διογενής:〉 ὁ δὲ διογενής. Til |
| book 490-1a.1 | οὔτέ ποτ’ εἰς ἀγορήν〈—οὔτέ ποτ’ ἐς πόλε‐ |
| book 490-1a.2 | μον〉: ἢ πρόληψίς ἐστιν, ἢ T εἰκὸς κατὰ τὸ σιωπώμενον καὶ |
| book 490-1a.3 | ἐκκλησίαν καὶ πόλεμον πρὸς τοὺς περιοίκους γενέσθαι· ἐφ’ ἑκάστης |
| book 490-1a.4 | γὰρ συνῄεσαν „νηῒ παρὰ πρυμνῇ Ἀγαμέμνονοσ“ (Η 383), αὐτὸς |
| book 490-1a.5 | δὲ ἦν ὁ ἐπὶ τοὺς πολεμίους ἐξάγων, ὅπερ οὐκ ἐποίει νῦν. εὖ δὲ τῶν |
| book 490-1a.1 | γενναίων ψυχῶν φθορὰν εἶπε τὴν ἀργίαν· τοῖς πρακτικοῖς γὰρ ἡ |
| book 490-1a.2 | ἀργία φθορά ἐστιν· καὶ „κεῖτο γὰρ ἐν νήεσσι“ (Β 688) φησὶ καὶ |
| book 490-1a.3 | „κεῖτ’ ἀπομηνίσασ“ (Β 772). b(BCE3E4)T |
| book 490-1b.1 | 〈οὔτέ ποτ’ εἰς ἀγορὴν πωλέσκετο κυδιάνει‐ |
| book 490-1b.2 | ραν /〉 οὔτέ ποτ’ ἐς πόλεμον: δύο οἶδεν ἀνδρῶν ἀρετάς, πρᾶ‐ |
| book 490-1b.3 | ξιν καὶ λόγον. προκρίνει δὲ τὸν λόγον. καὶ ἀλλαχοῦ „οὔπω εἰδόθ’ |
| book 490-1b.4 | ὁμοιΐου πτολέμοιο / οὐδ’ ἀγορέων, ἵνα τ’ ἄνδρες ἀριπρεπέες τελέ‐ |
| book 490-1b.5 | θουσιν“ (Ι 440—1). b(BCE3E4)T |
| book 492.1 | 〈ποθέεσκε:〉 ἐχθρὸς γὰρ τῆς ἀργίας ὁ ἥρως, φιλότιμος δὲ |
| book 492.2 | περὶ τὰς πράξεις. Aint |
| book 493a.1 | ἀλλ’ ὅτε δή ῥ’ ἐκ τοῖο: Ἀρίσταρχος „ὁτεδή“ ὡς |
| book 493a.2 | δηλαδή παραλόγως ἀνεγίνωσκε. Πάμφιλος δὲ τὸ ὅτε κατ’ ἰδίαν |
| book 493a.3 | ἀναφορικὸν ἀναλόγως· διαφέρει γὰρ τὸ ὅτε ὀξυνόμενον κατὰ τὴν |
| book 493a.4 | πρώτην τοῦ ὁτέ ἀ〈ο〉ρίστου. ὥστε ἐὰν θελήσῃ ὁ Ἀρίσταρχος ἀνα‐ |
| book 493a.5.1 | γινώσκειν „ὁτεδή“ ὡς δηλαδή, πρῶτον τὴν μὴ οὖσαν χρῆσιν παρὰ |
| book 493a.5.2 | τῷ ποιητῇ παραλήψεται, δεύτερον τὸ σημαινόμενον παραφθείρει. τὸ |
| book 493a.5.3 | δὲ τοῖο προπερισπαστέον· τὸ γὰρ τοῦ Θεσσαλικῶς παραυξηθὲν |
| book 493a.5.4 | ἐγίνετο τοῖο, ὡς καλοῦ καλοῖο. | ἀποφήνασθαι δεῖ ὅτι ὁ Ἡρωδιανὸς |
| book 493a.5.5 | ἐν τῇ Ἰλιακῇ προσῳδίᾳ (cf. 2,28,26) διαλαμβάνων περὶ τοῦ „ἀλλ’ |
| book 493a.10.1 | ὅτε δή ῥ’ ἐκ τοῖο“ λέγει ὅτι τοῦ ὁτέ ὀξυτόνου ἀορίστου οὐκ ἔστιν ἡ |
| book 493a.10.2 | χρῆσις παρὰ τῷ ποιητῇ, ἐν μέντοι τῷ ἐννεακαιδεκάτῳ τῆς Καθόλου |
| book 493a.10.3 | (1,498,3) τὸ „ὣς Ἕκτωρ ὁτὲ μέν 〈τε〉 μετὰ πρώτοισι φάνεσκεν“ |
| book 493a.10.4 | (Λ 64) ὀξυτόνως δεῖν φησιν ἀναγινώσκεσθαι. A |
| book 493b.1 | 〈ἐκ τοῖο:〉 ἐκ τούτου δὴ τοῦ χρόνου, τοῦ τῆς μήνιδος· |
| book 493b.2 | εἶπε γὰρ ἡ Θέτις· „χθιζὸς ἔβη μετὰ δαῖτα“ (Α 424). b(BCE3E4) Til |
| book 495 | 〈πάντες ἅμα:〉 οἱ ἐκεῖσε ἀπομείναντες. Til |
| book 496.1 | ἀνεδύσετο: παρατατικοῦ παθητικοῦ, ὡς ἀπὸ δύω ἐνεστῶ‐ |
| book 496.2 | τος τὸ παράγωγον δῦμι, ὁ μέλλων δύσω καὶ ἐγένετο ὁ μέλλων ἐνε‐ |
| book 496.3 | στώς, οὗ ὁ παθητικὸς δύσομαι, ὁ παρατατικὸς ἐδυσόμην ἐδύσετο. | |
| book 496.4 | ὥσπερ ἐκ τοῦ βῶ βιβῶ βίβημι, ὁ μέλλων βήσω· καὶ μετάγεται εἰς |
| book 496.5 | ἐνεστῶτα, οὗ παθητικὸς βήσομαι, ὁ παρατατικὸς ἐβησόμην ἐβήσετο. A |
| book 497a.1 | ἠερίη δ’ ἀνέβη: ἐπιρρηματικῶς. b(BCE3)T διδά‐ |
| book 497a.2 | σκει δὲ καὶ τὸν τῶν ἐντεύξεων καιρόν· ἥσυχος γὰρ καὶ νηφάλιος ὁ |
| book 497a.3 | ἐωθινὸς καιρός. b(BCE3E4)T |
| book 497b1.1 | μέγαν οὐρανὸν Οὔλυμπόν τε: ὅτι οὕτως εἴρηκεν |
| book 497b1.2 | οὐχ ὡς τοῦ Ὀλύμπου ἐπ’ οὐρανοῦ ὄντος, ἀλλ’ ἐπεὶ καὶ αἱ κορυφαὶ |
| book 497b1.3 | τοῦ ὄρους ὑπὲρ τὰ νέφη εἰσίν, ὁ δὲ ὑπὲρ τὰ νέφη τόπος οὐρανὸς |
| book 497b1.4 | καλεῖται ὁμωνύμως τῷ στερεμνίῳ. †ἀλλὰ καὶ† ἐν οὐρανῷ καὶ ἐν |
| book 497b1.5 | Ὀλύμπῳ γεγονέναι αὐτὴν λέγει. A |
| book 497b2.1 | μέγαν οὐρανόν: οὕτω καὶ τὸ στερέωμα καλεῖ („οὐρα‐ |
| book 497b2.2 | νοῦ ἐκκατεπᾶλτο δι’ αἰθέροσ“ [Τ 351]) καὶ τὸν ὑπερνέφιον τόπον. |
| book 497b2.3 | αἱ δὲ κορυφαὶ τῶν ὀρέων ὑπερνέφιοί εἰσιν. b(BCE3E4)T |
| book 497c.1 | 〈οὐρανὸν Οὔλυμπόν τε:〉 ὅτι ἐν τῷ ἄκρῳ τοῦ Ὀλύμ‐ |
| book 497c.2 | που ἐστὶν ὁμώνυμος πόλις Ὄλυμπος. Aim |
| book 498 | εὐρύοπα: ἤτοι μεγαλόφθαλμον—ὅ ἐστι τὴν φωνήν. A |
| book 498.1 | εὐρύοπα: ψιλῶς μεγαλόφωνον, ὡς τὸ „ἐριβρεμέτησ“ (cf. Ν |
| book 498.2 | 624). ἢ μεγαλόφθαλμον διὰ τὸ προνοητικόν. A b (BCE3)T ἰδίᾳ δὲ |
| book 498.3 | κάθηται διὰ τὴν ἐξοχήν, b(BCE3)T „ὁ δ’ ἀφήμενος οὐκ ἀλεγίζει“ |
| book 498.5 | (Ο 106), ἅμα δὲ καὶ πρὸς τὸ παρόν. T |
| book 499a1.1 | 〈πολυδειράδος Οὐλύμποιο:〉 ὅτι καὶ ἀρσενικῶς τὸ |
| book 499a1.2 | πολυδειράδος ὡς ἐνταῦθα. Aint |
| book 499a2 | ἀρσενικὸν τὸ πολυδειράδος. Til |
| book 499b.1 | 〈πολυδειράδος Οὐλύμποιο:〉 παροιμία· „τρὶς δὲ |
| book 499b.2 | τριηκόσιαι κορυφαὶ νιφόεντος Ὀλύμπου.“ Aint |
| book 500a1.1 | καὶ λάβε γούνων: ἱκανὸν καὶ τὸ σχῆμα ἐπικλάσαι. |
| book 500a1.2 | εἰκόνα δὲ ὡς ἐν γραφῇ προέβαλεν. T |
| book 500a2.1 | εἰκόνα δεομένου ὡς ἐν γραφῇ προέβαλεν. ἱκανὸν δὲ τὸ |
| book 500a2.2 | σχῆμα ἐπικλάσαι αὐτόν. b(BCE3) |
| book 501.1 | ὑπ’ ἀνθερεῶνος ἑλοῦσα: ὑπολαβοῦσα τὸν ἀνθερεῶνα· |
| book 501.2 | ἀντιφράζων γοῦν φησιν· „ἥ οἱ γούνατ’ ἔκυσσε καὶ ἔλαβε χειρὶ |
| book 501.3 | γενείου“ (Θ 371). ἀγαθὰ δὲ οἰωνιζομένη λεχθῆναι τοῦ γενείου αὐτοῦ |
| book 501.4 | προσελάβετο. b(BCE3)T |
| book 503.1 | ὄνησα: πεφεισμένως ὠφέλειαν εἶπε τὴν τῆς ἀρχῆς σωτηρί‐ |
| book 503.2 | αν· b(BCE3E4)T ὑπέμνησε μέντοι τῆς χάριτος, ἀλλ’ οὐκ ὠνεί‐ |
| book 503.3 | δισεν. b(BCE3E4)Til |
| book 504a.1 | ἢ ἔπει ἢ ἔργῳ: ὅτι εἰ μὴ προϊστορήσαμεν τὰ περὶ τῶν |
| book 504a.2 | δεσμῶν, ἐφ’ ὧν ἡ Θέτις ἐβοήθησεν αὐτῷ, ἐζητοῦμεν ἂν, τί αὐτὸν |
| book 504a.3 | ὤνησεν. A |
| book 504b.1 | ἢ ἔπει ἢ ἔργῳ: ἔνιοι μέν φασιν ὅτι καὶ λόγῳ ὤνησε |
| book 504b.2 | τὸν Δία καὶ ἔργῳ, λόγῳ μὲν βοηθὸν ἐλθεῖν πείσασα τὸν Βριάρεων, |
| book 504b.3 | ἔργῳ δὲ διὰ τὸ μηκέτι δεθῆναι. ἄμεινον δὲ φάσκειν, ὅτι προσέθηκε |
| book 504b.4 | †τῷ† λόγῳ οὐ γενόμενον, ἵνα μὴ δοκῇ φανερῶς ὀνειδίζειν τὸ ἔργον. |
| book 504b.5 | b(BCE3E4)T |
| book 505a.1 | τίμησόν μοι υἱόν: εἰ ἐγὼ ἀλλοτρία οὖσα ὠφέλησα, |
| book 505a.2 | πῶς οὐ δίκαιον ἐμὲ παρακαλεῖν ὑπὲρ τοῦ ἐμοῦ παιδός, καὶ ταῦτα ὑβρι‐ |
| book 505a.3 | σθέντος καὶ δυστυχοῦντος; b(BCE3E4)T πλήρωσον οὖν μοι |
| book 505a.4 | τὴν αἴτησιν. b(BCE3E4) |
| book 505b.1 | τίμησόν μοι υἱόν: εὖ τὸ μὴ εἰπεῖν „Ἀχιλλέα“· ἀγωγὸν |
| book 505b.2 | γὰρ πειθοῦς μᾶλλον τὸ τῆς φύσεως ὄνομα. καὶ ἐν τοῖς ἑξῆς „υἱὸν |
| book 505b.3 | ἐμὸν τίσωσιν“ (Α 510). b(BCE3E4) T |
| book 505c.1 | ὃς ὠκυμορώτατος: ἔλεον ἐπάγει τὴν ἀωρίαν τοῦ |
| book 505c.2 | παιδὸς οἰκτισαμένη, καὶ δεικνύουσα ὅτι βίου πολυχρονίου προκρίνας |
| book 505c.3 | τιμὴν καὶ ταύτης συνεστέρηται. ἐν βραχεῖ δὲ πάντα πέφρασται. b |
| book 505c.4 | (BCE3E4)T |
| book 508a.1 | ἀλλὰ σύ πέρ μιν: ἠθικὸν τὸ σύ· ὃν ἐκεῖνος ὕβρισε, |
| book 508a.2 | σὺ μὴ ἐξουθενήσῃς. b(BCE3)T |
| book 508b | μητίετα: βουλευτικώτατε. | ἐχρῆν αὐτὸ παροξύνειν, εἴγε |
| book 508b.1 | τὰ εἰς της λήγοντα βαρύτονα, βραχείᾳ παραληγόμενα, ἀπρόσληπτα |
| book 508b.2 | τοῦ ς ἐπὶ γενικῆς, καὶ 〈ἐπὶ〉 κλητικῆς παροξύνεται, οἰκέτα φυλέτα εὐ‐ |
| book 508b.3 | νέτα. παραλόγως ἄρα ἡ „εὐρύοπα“ (Π 241), δέσποτα καὶ τὸ μη‐ |
| book 508b.5.1 | τίετα. ἔστι δὲ εἰπεῖν ὅτι ἀπὸ τοῦ μητῖτα κατὰ πλεονασμὸν τοῦ ε καὶ |
| book 508b.5.2 | συστολῇ τοῦ ι, ἀπὸ εὐθείας τῆς μητίτης, κλητικὴ γέγονε μητίετα· |
| book 508b.5.3 | καὶ ὁ τόνος ἐπὶ τοῦ αὐτοῦ τόπου ἔμεινε μετὰ τὸν πλεονασμόν. οὕτως |
| book 508b.5.4 | Ὦρος. | καὶ Ἀπολλώνιος ἐν τῷ Περὶ παρωνύμων (Fr. p. 47, 37) καὶ |
| book 508b.5.5 | ἀπὸ τοῦ μητῖτά φησι τὸ μητίετα. A |
| book 509-10.1 | 〈τόφρα δ’ ἐπὶ Τρώεσσι τίθει κράτος, ὄφρ’ |
| book 509-10.2 | ἂν Ἀχαιοί / υἱὸν ἐμὸν τίσωσιν, ὀφέλλωσίν τέ ἑ τιμῇ:〉 |
| book 509-10.3 | βραχὺ διασταλτέον ἐπὶ τὸ κράτος (509) καὶ τίσωσιν (510). Aim |
| book 509.1 | τόφρα δ’ ἐπὶ Τρώεσσιν: ἐλάχιστον ὁρίζει καιρὸν πρὸς |
| book 509.2 | πειθώ. κακῶς δὲ τὸ ἀναφορικόν. ἀλλαχοῦ δὲ „ὄφρα μὲν ἠέλιος, /τόφρα |
| book 509.3 | μάλ’ ἀμφοτέρων βέλε’ ἥπτετο“ (Π 777—8). b(BCE3)T |
| book 510a.1 | ὀφέλλωσιν 〈τέ ἑ τιμῇ〉: αὐξήσωσιν αὐτὸν τιμῇ. | |
| book 510a.2 | εἰκότως δὲ τὸ τῆς τιμῆς ὄνομα πολλάκις ἀνακυκλεῖ· τοῖς γὰρ ἀγαθοῖς |
| book 510a.3 | ἀνδράσι τιμὴ φίλον, ἀτιμία δ’ ἐχθρόν. b(BCE3)T |
| book 510b | 〈ὀφέλλωσιν:〉 αὔξωσιν. ὅθεν καὶ ὄφλημα τὸ χρέος διὰ |
| book 510b | τὸν τόκον. Aim |
| book 511.1 | τὴν δ’ οὔ τι προσέφη: ὅτι μετ’ ἐπισκέψεως ποιεῖσθαι |
| book 511.2 | τὰς ἀποκρίσεις δεῖ, ὅπου καὶ ὁ Ζεὺς σκέπτεται· ἅμα δὲ καὶ ὅτι περὶ |
| book 511.3 | πάσης ἐνθυμεῖται τῆς Ἰλιακῆς περιπετείας. b(BCE3E4)T | τὸ δὲ τί |
| book 511.4 | περιττόν. b(BCE3)T |
| book 512a | ἀκέων: ἀντὶ τοῦ ἀκεόντως. T |
| book 512b.1 | Θέτις δ’ ὡς ἥψατο γούνων: ὑποστιγμὴ ἐν ὑποκρίσει |
| book 512b.2 | ἐπὶ τὸ γούνων διὰ τὸ ὡς μόριον. A |
| book 512c.1 | ὡς ἥψατο γούνων: ὡς ὥσπερ, ἀναφορικῶς. διδάσκει |
| book 512c.2 | δὲ ἡμᾶς ὁ ποιητὴς μὴ ἀποκάμνειν ἐν ταῖς ἱκεσίαις. b(BCE3E4)T |
| book 513a.1 | ὣς ἔχετ’ ἐμπεφυυῖα: οὕτως, ἀνταποδοτικῶς. b |
| book 513a.2 | (BCE3E4)T ἐμφαντικὴ δὲ ἡ μεταφορά, ὥσπερ ἡνωμένης. διά‐ |
| book 513a.3 | στημα δὲ δίδωσιν ἐπικλῶσα αὐτὸν εἰς ἔλεον καὶ τῷ σχήματι καὶ τῷ |
| book 513a.4 | λόγῳ. b(BCE3)T |
| book 513b.1 | 〈εἴρετο:〉 Δημήτριος ὁ Ἰξίων (fr. 1) προπερισπᾷ παρα‐ |
| book 513b.2 | λαμβάνων τὸ τό ἄρθρον. Aim |
| book 513c.1 | εἴρετο: ἔλεγεν. b(BCE3)TTil „εἴροντο δὲ κήδε’ |
| book 513c.2 | ἑκάστη“ (λ 542). b(BCE3)T | ὁ Ἰξίων „καὶ εἶρε τὸ δεύτερον“, |
| book 513c.3 | κακῶς. T |
| book 515.1 | ἐπεὶ οὔ τοι ἔπι δέος: ἐπεί σύνδεσμος, ἔπι πρόθεσις |
| book 515.2 | ἀναστραφεῖσα· οὐδένα φοβῇ ἀρνήσασθαι καὶ συγκαταθέσθαι. τοῦτο |
| book 515.3 | δὲ δυσωπητικόν, b(BCE3)T †καὶ ὅτι† ὁ τηλικαύτην ὀφειλήσας |
| book 515.4 | χάριν οὐδὲ τὴν τυχοῦσαν χαριεῖται. b(BCE3) |
| book 516.1 | 〈ἀτιμοτάτη θεός εἰμι:〉 ἣν ἔδει καὶ λίαν τιμιωτάτην εἶναι |
| book 516.2 | παρὰ σοί. πιθανῶς δὲ οὐκ εἶπεν, ὅσον ἀχάριστος παρὰ πάντας εἶ, |
| book 516.3 | ἑαυτὴν δὲ ἀτιμοτάτην ἔσεσθαι. b(BCE3) |
| book 517.1 | ὀχθήσας: εἰς ὕψος ἐπάρας τὸν θυμόν, παρὰ τοὺς ὄχθους. |
| book 517.2 | ἢ παρὰ τὸ ἄχθος ἀχθήσας, ὅ ἐστιν ἀχθεσθείς, καὶ ὀχθήσας. A b (BCE3 |
| book 517.3 | E4)T |
| book 518a.1 | ἦ δὴ λοίγια: περισπαστέον τὸν ἦ· ἔστι γὰρ βεβαιω‐ |
| book 518a.2 | τικὸς ἐν ἀρχῇ κείμενος ὁμοίως τῷ „ἦ δὴ ἀλιτρός ἐσσι“ (ε 182). A |
| book 518b.1 | ἐχθοδοπῆσαι ἐφήσεις: ἐντέχνως ηὔξησε τὴν χάριν, δι’ |
| book 518b.2 | αὐτὴν φάσκων τὴν εἰς τοὺς φιλτάτους παρορᾶν τιμήν. b(BCE3E4)Tt |
| book 519a | Ἥρῃ, ὅτ’ ἄν μ’ ἐρέθῃσιν: Ἀρίσταρχος τὸ „Ἥρη“ |
| book 519a.1 | κατ’ εὐθεῖάν φησιν, οὐ κατὰ δοτικήν, ἵν’ ᾖ ὅταν με ἐρέθῃ Ἥρη, |
| book 519a.2 | ἐχθοδοπῆσαί με ἐφήσεις. A b (BCE3E4)Tt | τὸ δὲ ὅτ’ ἄν 〈με〉 τρία |
| book 519a.3 | μέρη λόγου. A |
| book 519b | ὅτ’ ἄν με: τρία μέρη λόγου. T |
| book 519c.1 | ὅταν {μ’ ἐρέθῃσιν}: τὸ τέλειον ὅτε ἄν ἐστι, καὶ κατὰ |
| book 519c.2 | συναλιφὴν ὅτ’ ἄν. ἐν δὲ τῇ συντάξει κεκοίμισται ἡ ὀξεῖα τοῦ ἄν, ὡς |
| book 519c.3 | τὸ „οὐκ ἂν ἐφ’ ὑμετέρων ὀχέων“ (Θ 455), „οὐκ ἂν δὴ μείνειασ“ |
| book 519c.4 | (Γ 52). ἀεὶ οὖν οὕτως ὀφείλομεν ἀναγινώσκειν ἐπὶ τὴν ἄρχουσαν ὀξεῖαν |
| book 519c.5.1 | ποιοῦντες· „ὡς ὅτ’ ἂν ὠδίνουσαν“ (Λ 269). καὶ τοτὲ μὲν ἐν σημαινομέ‐ |
| book 519c.5.2 | νῳ ὀφείλομεν παραλαμβάνειν τὸν ἄν, ὅταν ὑποτακτικὸν ἐπιφέρῃ ἢ |
| book 519c.5.3 | εὐκτικόν, τοτὲ δὲ παρέλκοντα, ὅταν μὴ οὕτως ἔχῃ. πρόδηλον δὲ ἐκ |
| book 519c.5.4 | τοῦ χαρακτῆρος ὅτι οὐ δύναται ἓν εἶναι, εἴ γε τὰ εἰς αν ἐπιρρήματα |
| book 519c.5.5 | οὐδέποτε συστέλλει τὸ α· τὸ γὰρ „πάμπαν“ (Α 422 al.) οὐ φύσει |
| book 519c.10.1 | ἐπίρρημα. ἀλλὰ μὴν οὐδὲ σύνθετον δύναται εἶναι· οὐδέποτε γὰρ τὰ |
| book 519c.10.2 | ἀναφορικὰ τῶν ἐπιρρημάτων κατ’ ἀρχὰς συντίθεται. A |
| book 519c | Ζεὺς ἐρασθεὶς—πάντας ἥρωας. A |
| book 520.1 | αὔτως: μάτην, ψευδῶς, ἐμοῦ μὴ ταῖς ἀληθείαις ἐπικουροῦν‐ |
| book 520.2 | τος αὐτοῖς. ἄκρως δὲ γυναικεῖον ἦθος ἐξέθετο· ὑποπτεύουσι γὰρ |
| book 520.3 | ἅπαντα, καὶ τοῖς ἀνδράσιν ὀνειδίζουσιν ὡς οὐ πράττουσι τὰ κεχα‐ |
| book 520.4 | ρισμένα αὐταῖς. b(BCE3E4)T |
| book 522a1.1 | μή σε {νοήσῃ}: οὐχὶ μή σε, ἀλλὰ „μή τι“ αἱ Ἀριστάρ‐ |
| book 522a1.2 | χου καὶ αἱ ἄλλαι σχεδὸν πᾶσαι διορθώσεις. καὶ μήποτε ἐκ περισσοῦ |
| book 522a1.3 | τὸ τί πρόσκειται, ὡς ἐπὶ τούτων „μή τι φόβον δ’ ἀγόρευε“ (Ε 252), |
| book 522a1.4 | „μή τί μευ ἠΰτε παιδόσ“ (Η 235), „μή τι σὺ ταῦτα ἕκαστα διείρεο“ |
| book 522a1.5 | (A 550). A |
| book 522a2.1 | μή σε {νοήσῃ}: αἱ πᾶσαι „μή τι“, καὶ ἔστιν ἐκ περιττοῦ |
| book 522a2.2 | τὸ τί, ὡς τὸ „μή τι φόβον δ’ ἀγόρευε“, „μή τί μευ ἠΰτε παιδὸς ἀ‐ |
| book 522a2.3 | φαυροῦ πειρήτιζε“ (Η 235). T |
| book 523a | 〈ἐμοὶ δέ κε ταῦτα μελήσεται:〉 ὅτι περισσὸς ὁ κέ. Aim |
| book 523b.1 | μελήσεται: μελήσει δέ μοι, πῶς ταῦτα τελέσω. τῆς δω‐ |
| book 523b.2 | ρεᾶς δὲ ἐμφήνας τὸ μέγεθος ὅτι τε τῇ γυναικὶ προσκρούσει δοὺς αὐ‐ |
| book 523b.3 | τήν, ὅμως ἐπὶ τελέσει ἐπινεύει, διδάσκοντος τοῦ ποιητοῦ ὡς μέ‐ |
| book 523b.4 | γιστόν ἐστιν ἀποδιδόναι χάριν ὀφείλοντα. b(BCE3)T |
| book 524a | 〈εἰ δ’ ἄγε τοι:〉 ἰδοὺ δή σοι. Til |
| book 524b.1 | κεφαλῇ κατανεύσομαι: τὸ λογιστικὸν περὶ κεφαλήν, |
| book 524b.2 | τὸ θυμικὸν περὶ καρδίαν, „κραδίη δέ οἱ ἔνδον ὑλάκτει“ (υ 13), Ab |
| book 524b.3 | (BCE3E4)T „οἰδάνεται κραδίη χόλῳ“ (Ι 646), AT τὸ |
| book 524b.4 | ἐπιθυμητικὸν περὶ ἧπαρ, „ἧπαρ ἔκειρον“ (λ 578). A b (BCE3E4)T |
| book 524c.1 | κεφαλῇ κατανεύσομαι: οὕτως κατανεύσομαι, οὐχὶ |
| book 524c.2 | „ἐπινεύσομαι“ Ἀρίσταρχος ἐν τοῖς Πρὸς Φιλίταν (fr. 54 = Test. A 7 K.) προ‐ |
| book 524c.3 | φέρεται. A |
| book 525-7 | 〈τοῦτο γὰρ—μέγιστον /〉 τέκμωρ· οὐ γὰρ |
| book 525-7.1 | ἐμὸν παλινάγρετον 〈οὐδ’ ἀπατηλόν / οὐδ’ ἀτελεύτη‐ |
| book 525-7.2 | τον〉: ὅτι περιώρικε τοὺς τρόπους. | στικτέον δὲ ἐπὶ τὸ †παλινάγρε‐ |
| book 525-7.3 | τον†, τὰ δὲ ἄλλα συναπτέον. εἰ δέ τις στίζοι ἐπὶ τὸ τέκμωρ (526), |
| book 525-7.5.1 | ὑγιεστέρα μὲν ἡ σύνταξις ἔσται 〈***〉. | διὰ τοῦ παλινάγρετον |
| book 525-7.5.2 | (526) ἐσήμανεν ὅτι βέβαιός ἐστιν· ὅτι φιλάγαθος διὰ τοῦ ἀπατηλόν |
| book 525-7.5.3 | (526)· ὅτι τελεσιουργός διὰ τοῦ ἀτελεύτητον (527). A |
| book 526-7.1 | οὐ γὰρ ἐμὸν παλινάγρετον 〈οὐδ’ ἀπατηλόν / |
| book 526-7.2 | οὐδ’ ἀτελεύτητον〉: ταῦτα παιδευτικὰ πρὸς πίστιν. τὰς δὲ αἰτίας |
| book 526-7.3 | εἶπε, δι’ ἃς οὐ τελοῦμεν τὰς ὑποσχέσεις, ἢ μετανοήσαντες, ὅπερ |
| book 526-7.4 | δηλοῖ τὸ παλινάγρετον (526), ἢ παραλογιζόμενοι τοὺς δεηθέντας, |
| book 526-7.5.1 | ὅπερ ἐν τῷ †ἀπατηλῷ† νοεῖται, ἢ οὐ δυνηθέντες ἐπιτελεῖν τὰς ὑποσχέ‐ |
| book 526-7.5.2 | σεις, ὅπερ εἶχε τὸ ἀτελεύτητον (527). b(BCE3E4)T |
| book 526a.1 | 〈παλινάγρετον:〉 ὑστερόληπτον, οἱονεὶ μεταμελητόν. |
| book 526a.2 | Ail |
| book 526b | 〈παλινάγρετον:〉 εὐμετάτρεπτον. b(BCE3E4)Til |
| book 528a.1 | ἦ: ἔφη, εἶπεν. | δηλοῖ δὲ πλείονα, καὶ τὸ ἥτις, ὡς ἐπὶ τοῦ |
| book 528a.2 | „ἣ μυρί’ Ἀχαιοῖσ“ (Α 2), | καὶ τὸν καί σύνδεσμον, ὡς ἐπὶ τοῦ „βούλομ’ |
| book 528a.3 | ἐγὼ λαὸν σόον ἔμμεναι ἢ ἀπολέσθαι“ (Α 117). | δηλοῖ καὶ τὸ ἀληθῶς, |
| book 528a.4 | ὡς ἐπὶ τοῦ „ἦ δὴ λοίγια ἔργα“ (Α 573)· τὸ γὰρ ὄντως ἐπὶ τοῦ |
| book 528a.5 | ἀληθοῦς λαμβάνεται. A |
| book 528b.1 | ἐπ’ ὀφρύσι: ταῖς ὀφρύσι, | συνεκδοχικῶς ὡς ἀπὸ μέρους |
| book 528b.2 | τὴν κεφαλήν· εὐθὺς γὰρ ἐπάγει „ἀμβρόσιαι δ’ ἄρα χαῖται ἐπερρώσαν‐ |
| book 528b.3 | το ἄνακτος / κρατὸς ἀπ’ ἀθανάτοιο“ (Α 528—9). A |
| book 528c | ἐπ’ ὀφρύσι νεῦσε: ἐπένευσε ταῖς ὀφρύσι· b(BCE3)T |
| book 528c.1 | μέρος γὰρ αὗται τῆς κεφαλῆς. b(BCE3E4)T κυάνεαι δὲ αἱ μέλαιναι, |
| book 528c.2 | b(BCE3)T „κυάνεον, τοῦ δ’ οὔ τι μελάντερον“, (Ω 94) T |
| book 528c.3 | καὶ αἱ καταπληκτικαί, b(BCE3)T „κυάνεαι σάκεσίν τε καὶ |
| book 528c.5 | ἔγχεσι“ (Δ 282). T |
| book 528-9.1 | ἦ καὶ κυανέῃσιν—ἐπερρώσαντο ἄνακτος: |
| book 528-9.2 | ἀπὸ τούτων λέγεται τῶν δύο στίχων Φειδίαν τὸν ἀγαλματοποιὸν |
| book 528-9.3 | ποιῆσαι τὸν ἐν Ἤλιδι χαλκοῦν ἀνδριάντα οὕτως καμπτόμενον καὶ |
| book 528-9.4 | συνωθούμενον. A |
| book 530a.1 | κρατός {ἀπ’ ἀθανάτοιο}: ὅτι Ζηνόδοτος γράφει „κρη‐ |
| book 530a.2 | τόσ“. οὐκ ἔστι δὲ Ἰακόν· „ἂψ Ὀδυσεὺς κατὰ κρᾶτα καλυψάμενοσ“ |
| book 530a.3 | (θ 92). A |
| book 530b.1 | μέγαν δ’ ἐλέλιξεν Ὄλυμπον: κατὰ συλλογισμὸν ὁ |
| book 530b.2 | ἔπαινος· οἷος γάρ ἐστιν ὅλος κινούμενος, ὃς νεύματι τὸν Ὄλυμπον κι‐ |
| book 530b.3 | νεῖ. περὶ δὲ τῆς Ἥρας μετριώτερον· „σείσατο δ’ εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ |
| book 530b.4 | μακρὸν Ὄλυμπον“ (Θ 199). b(BCE3E4)T | Εὐφράνωρ δὲ Ἀθήνησι |
| book 530b.5.1 | τοὺς δώδεκα θεοὺς γράφων ἐν τῇ στοᾷ, ὡς ἠπόρει ποῖον ἀρχέτυπον |
| book 530b.5.2 | περιθείη Διΐ, παριὼν ἐν διδασκάλου τῶν ἐπῶν 〈τούτων〉 ἤκουσε, |
| book 530b.5.3 | κεκραγώς τε ὡς ἔχοι τὸ ἀρχέτυπον ἀπιὼν ἔγραψεν. ἴσως οὖν τοῦτο |
| book 530b.5.4 | ἐνεφάνισεν αὐτῷ ἡ Ἥρα (cf Θ 199). T |
| book 530c.1 | μέγαν δ’ ἐλέλιξεν: οὐκ ἀργὸν τὸ μέγαν, ἀλλ’ ὅτι καὶ το‐ |
| book 530c.2 | σοῦτος ὢν τῷ νεύματι ἐσείσθη. b(BCE3E4)T | τῷ δὲ τάχει τῶν συλ‐ |
| book 530c.3 | λαβῶν τὸν τρόμον τοῦ ὄρους διαγράφει καὶ τὸ ταχὺ τῆς κινήσεως δη‐ |
| book 530c.4 | λοῖ. A b (BCE3E4)T |
| book 531a | διέτμαγεν: αἱ πᾶσαι διὰ τοῦ ε. | ἡ μεταφορὰ δὲ ἀπὸ τῶν |
| book 531a | τεμνομένων σωμάτων. AT |
| book 531b.1 | 〈διέτμαγεν:〉 διεχωρίσθησαν. b(BCE3) | ἡ δὲ μετα‐ |
| book 531b.2 | φορὰ ἀπὸ τῶν τεμνομένων σωματών. b(BCE3E4) |
| book 532a.1 | ἆλτο: ψιλωτέον. καὶ τάχα μὲν ἀπέλαβε τὸ προοφειλόμε‐ |
| book 532a.2 | νον πνεῦμα· ἠλόγητο γὰρ τὸ ἅλλομαι δασυνόμενον, εἴ γε τὸ α πρὸ |
| book 532a.3 | δύο λλ ἐψιλοῦτο, ἄλλος ἀλλότριος. τάχα δέ, ὅπερ καὶ μᾶλλον, ἐπεὶ τὸ |
| book 532a.4 | α καταλῆγον εἰς λ, ἐπιφερομένου στοιχείου ἑνὸς τῶν τῆς τρίτης συζυ‐ |
| book 532a.5.1 | γίας, ψιλοῦται· „Ἄλτεω, ὃς Λελέγεσσι“ (Φ 86), „ληΐου ἀλδήσκον‐ |
| book 532a.5.2 | τοσ“ (Ψ 599), „ἄλθετο χείρ“ (Ε 417). ἔνθεν τινὲς καὶ τὸ „ὃς τοῦτον τὸν |
| book 532a.5.3 | ἄναλτον“ (ς 114) ψιλῶς προφέρονται. A |
| book 531b.1 | εἰς ἅλα ἆλτο: πρὸς τὸν παῖδα γὰρ ἀπιοῦσα ὑπόνοιαν |
| book 531b.2 | ἂν ἔδωκε τῇ Ἥρᾳ. b(BCE3E4)T | τὸ δὲ ἆλτο ψιλωτέον· τὸ γὰρ α |
| book 531b.3 | καταλῆγον εἰς λ, ἑνὸς τῶν τῆς τρίτης συζυγίας ἐπαγομένου, ψιλοῦται. |
| book 531b.4 | b(BCE3)T |
| book 534.1 | ἐξ ἑδέων: δασύνεται παρὰ τὸ ἕζω. | οἱ δὲ μετὰ τοῦ ρ, „ἐξ |
| book 534.2 | ἑδρέων“. A b (BCE3)T |
| book 534-5a.1 | 〈ἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον—ἅπαν‐ |
| book 534-5a.2 | τες:〉 ἀπὸ τούτων τῶν δύο στίχων λέγουσι γέροντας τιμῆσαι τὸν |
| book 534-5a.3 | Λυκοῦργον τὸν τῶν Λακεδαιμονίων γράψαντα νόμον ἐπανίστασθαι |
| book 534-5a.4 | τοὺς νέους τοῖς πρεσβυτέροις. A |
| book 534-5b.1 | σφοῦ: συγκοπῇ τοῦ σφετέρου. Aim b(BCE3E4)T | ἔνθεν |
| book 534-5b.2 | καὶ Λυκοῦργος ἐθέσπισεν ἐπανίστασθαι τοῖς γεραιτέροις. τοιοῦτος |
| book 534-5b.3 | καὶ Τηλέμαχος (sc. π 44?). b(BCE3)T |
| book 535a.1 | 〈μεῖναι〉 ἐπερχόμενον 〈... ἔσταν〉: ἀντὶ τοῦ ἐπερ‐ |
| book 535a.2 | χομένου. b(BCE3E4)T | ἄμεινον δὲ „ἦλθον“ γράφειν· τοῦτο γὰρ |
| book 535a | ἐναντίον τῷ μεῖναι καὶ πλείονος τιμῆς ἐχόμενον. b(BCE3)T |
| book 535b.1 | ἔσταν {ἅπαντες}: ψιλωτέον τὸ ἔσταν, ἐπεὶ γίνεται „στὰν |
| book 535b.2 | δὲ μεταστοιχεί“ (Ψ 358)· τὸ γὰρ αἰρόμενον ἐκ τοῦ ῥήματος ε ἐν ψιλῷ |
| book 535b.3 | πνεύματι †οὐ δασύνεται, ἐπεὶ οὐκ ἀποβάλλει τὸ ε. ὁ δὲ ἔστησα |
| book 535b.4 | ψιλοῦται, ἐπεὶ γίνεται „στῆσα δ’ ἐν Ἀμνησῷ ποταμῷ“ (τ 188). A |
| book 538a.1 | ἀργυρόπεζα: κόσμον περὶ τὰς ᾤας ἔχουσα· ἢ διὰ τοὺς |
| book 538a.2 | αἰγιαλούς. A Aint b(BCE3)T |
| book 538b.1 | ἁλίοιο γέροντος: ἄδηλον Πρωτέως ἢ Φόρκυνος, εἰ μὴ |
| book 538b.2 | διὰ τὸ „κλῦτε κασίγνηται Νηρηΐδεσ“ (Σ 52). A b (BCE3)T |
| book 539.1 | κερτομίοισι: τοῖς τὸ κέαρ βάλλουσι. γυναικεῖα δὲ ἄμφω, τό |
| book 539.2 | τε ὑπονοῆσαι καὶ τὸ μὴ ἐπισχεῖν τοῦ λόγου. b(BCE3)T |
| book 539.1 | κερτομίοισ〈ι〉: τοῖς τὸ κέαρ τέμνουσιν, ὅ ἐστι τὴν ψυχήν, |
| book 539.2 | καὶ λυποῦσιν, οἱονεὶ κεαροτομίοις. A |
| book 540a1.1 | {τίς δ’ αὖ τοι} δολομῆτα: προπερισπαστέον τὸ δολο‐ |
| book 540a1.2 | μῆτα ὁμοίως τῷ „σχέτλιε, ποικιλομῆτα“ (ν 293). καὶ καθόλου τὰ εἰς |
| book 540a1.3 | της λήγοντα βαρύτονα, ὅτε ἐπὶ κλητικῆς εἰς α λήγει, προπερισπᾶται, |
| book 540a1.4 | ἀλῆτα πλανῆτα νικῆτα πεδῆτα αἰσυμνῆτα. ὅθεν οὖν σημειωτέον τὸ |
| book 540a1.5 | „ἀκάκητα“ (cf. Π 185. ω 10). A |
| book 540a2.1 | δολομῆτα: τὰ εἰς ης βαρύτονα τῷ η παραληγόμενα καὶ |
| book 540a2.2 | εἰς α τὴν κλητικὴν ἔχοντα προπερισπᾶται, ἀγκυλομῆτα πεδῆτα, πλὴν |
| book 540a2 | τοῦ „ἀκάκητα“. b(BCE3)T |
| book 541.1 | ἀπὸ νόσφιν ἐόντα: τὸ ἑξῆς ἀπεόντα· A b (BCE3E4) |
| book 541.2 | T διὸ οὐκ ἀναστρεπτέον τὴν ἀπό. A b (BCE3)T | ἡ δὲ φράσις |
| book 541.3 | συνήθης ἀπὸ δοτικῆς εἰς αἰτιατικὴν ἔρχεσθαι, ὡς „σφῶϊν μέν τ’ ἐπέοικε |
| book 541.4 | μετὰ πρώτοισιν ἐόντασ“ (Δ 341), ἀντὶ τοῦ ἐοῦσιν. A b (BCE3E4)T |
| book 542a | 〈κρυπτάδια:〉 ὡς „διχθάδια“ (cf. Ξ 21). Ail |
| book 542b | 〈δικαζέμεν:〉 τὸ δικαζέμεν ἀντὶ τοῦ πράττειν. Aim |
| book 542c1.1 | 〈οὐδέ τί πώ μοι:〉 τὸ δὲ πω ὀξύνεται διὰ τὴν μοί ἀντ‐ |
| book 542c1.2 | ωνυμίαν, ἥτις νῦν ἐγκλιτική ἐστιν. Aint |
| book 542c2 | οὐδέ τί πώ μοι: ὀξυντέον τὸ πω διὰ τὴν μοί. T |
| book 542d.1 | οὐδέ τί πώ μοι: δυσχεραίνουσιν αἱ γυναῖκες, εἰ μὴ πάν‐ |
| book 542d.2 | τα αὐταῖς ἀνακοινοῖντο οἱ ἄνδρες. A b (BCE3)T | ἀρχοντικὸν δὲ τὸ |
| book 542d.3 | δικάζειν. b(BE3)T |
| book 544.1 | πατὴρ ἀνδρῶν τε θεῶν τε: διὰ τί τὸν Δία μόνον τῶν θεῶν |
| book 544.2 | οὕτω καλεῖ; ὅτι τὸ συναμφότερον ἔχει οὗτος μόνος· θεῶν μέν ἐστι |
| book 544.3 | πατὴρ καθ’ Ὅμηρον Ἀπόλλωνος, Ἡφαίστου, Ἄρεος, Ἑρμοῦ, Διονύ‐ |
| book 544.4 | σου, Χαρίτων, Μουσῶν, Ἀφροδίτης, καὶ πολλῶν θνητῶν, Σαρπηδό‐ |
| book 544.5.1 | νος, Αἰακοῦ, Ζήθου, Ἀμφίονος, Μίνωος, Ῥαδαμάνθυος, Ἡρακλέους, |
| book 544.5.2 | Περσέως καὶ ἑτέρων πολλῶν. οἱ δὲ ἄλλοι πολλοὶ καθ’ Ὅμηρον πατέ‐ |
| book 544.5.3 | ρες εἰσὶ μόνως ἢ θνητῶν ἢ ἀθανάτων, οἷον Κρόνος μὲν Διός, Ἥρας, |
| book 544.5.4 | Ἅιδου, Ποσειδῶνος, θνητοῦ δὲ οὐδενός· καὶ Ποσειδῶν πάλιν θεοῦ μὲν |
| book 544.5.5 | οὐδενός, θνητοῦ δὲ Κύκλωπος, Ἐφιάλτου, Ὤτου, A b (BCE3E4) |
| book 544.10 | T Πελίου, T Νηλέως. AT |
| book 545 | μὴ δὴ 〈...〉 ἐπιέλπεο: θεσπίζει μὴ πάντα ὀφείλειν αὐταῖς |
| book 545.1 | κοινοῦσθαι, ὅπως, εἰ καί τι μάθοιεν, ἀγαπῷεν. ἀκόλουθα δὲ τούτοις καὶ |
| book 545.2 | τὰ παρὰ Ἀγαμέμνονος πρὸς Ὀδυσσέα λεγόμενα „ἀλλὰ τὸ μὲν φάσθαι |
| book 545.3 | b(BCE3E4)T ἔπος, τὸ δ’ ἐνὶ φρεσὶ κεύθειν“ (λ 443). b(BCE3E4) |
| book 547.1 | ἀλλ’ ὃν μέν κ’ ἐπιεικές: ἀλλ’ ὅντινα μὲν—οὔτε |
| book 547.2 | ἀνθρώπων. A |
| book 547a.1 | ἐπιεικές: πράως διαλεγόμενος ὡς τιμὴν αὐτῇ περιάπτει. |
| book 547a.2 | ἔστι δὲ καὶ βιωτικὰ μιμήματα, A b (BCE3E4)T πρῶτον ἠπίως |
| book 547a.3 | ἀρξάμενον ἐπάγειν τὰς ἀπειλὰς ὕστερον. A b (BCE3E4) |
| book 547b | 〈ἔπειτα:〉 ἀντὶ τοῦ δή. Til |
| book 552.1 | ποῖον τὸν μῦθον ἔειπες: τὸν ποῖον μῦθον, Ἀττικῶς προσ‐ |
| book 552.2 | ελθόντος τοῦ ἄρθρου τῷ πύσματι. b(BCE3)T |
| book 553a.1 | καὶ λίην σε πάρος: ἔθος γυναιξὶν ἀρνεῖσθαι, ὅτι ποτὲ |
| book 553a.2 | παρηνώχλησαν τοῖς ἀνδράσιν. b(BCE3)T |
| book 553b.1 | οὔτ’ εἴρομαι οὔτε μεταλλῶ: οὕτως αἱ Ἀριστάρχου |
| book 553b.2 | καὶ ἡ Ῥιανοῦ (fr. 11 M.) καὶ ἡ Ἀριστοφάνους. καὶ ἔστιν ἐμφατικὸν |
| book 553b.3 | δὶς λεγόμενον τὸ οὔτε. οἱ γράφοντες „οὐδὲ μεταλλῶ“ κακῶς γράφου‐ |
| book 553b.4 | σιν. A |
| book 553c.1 | οὔτ’ εἴρομαι οὔτε μεταλλῶ: οὔτε οὔτε, ἄμφω διὰ τοῦ |
| book 553c.2 | τ, ἵν’ ᾖ ἐμφαντικὸν †δεύτερον† λεγόμενον. | καὶ ἐν τῇ ἀπολογίᾳ δὲ |
| book 553c.3 | μέμφεται ὡς ἀεὶ ἰδιάζοντος αὐτοῦ. b(BCE3)T |
| book 554a1.1 | εὔκηλος: τὸ εὔκηλος ψιλοῦται κατὰ δύο λόγους, καὶ |
| book 554a1.2 | ὅτι τὸ υ ἐπεντιθέμενον ψιλοῖ τὰ δασυνόμενα φωνήεντα, ὅρος „οὖροσ“ (cf. Φ 405), |
| book 554a1.3 | ὅλος „οὖλοσ“ (cf. ρ 343), καὶ ὅτι ἡ ευ δίφθογγος ἐπιφερομένου συμφώνου ψιλοῦται, |
| book 554a1.4 | „εὐνή“ (cf. Ξ 349 al.), „εὐχή“ (cf. κ 526), „εὖροσ“ (λ 312, cf. Β 145 al.). ἐναντιοῦται τὸ |
| book 554a1.4 | „εὕδω“ (cf. Β 2 al.) καὶ „εὑρίσκω“ (cf. Α 498 al.)· τὸ γὰρ „εὗσεν“ (ι 389) ἀπὸ |
| book 554a1.5 | θέματος τοῦ εὕω. A |
| book 554a2 | εὔκηλος: ἡ ευ πρὸ συμφώνου ψιλοῦται πλὴν τοῦ εὕδω, |
| book 554a2 | εὑρίσκω· τὸ γὰρ εὗσεν ἀπὸ τοῦ εὕω. b(BCE3)T |
| book 554b.1 | ἅσς’ {ἐθέληισθα}: ὁ μὲν Πτολεμαῖος (p. 41) δασύνει, τρία |
| book 554b.2 | λέγων σημαίνειν τὸ ἅσσα, τό τε ἅτινα καὶ ὅσα καὶ τινά. καὶ ὅτε μὲν |
| book 554b.3 | ἰσοδυναμεῖ τῷ ἅτινα, δασύνεται, ἀλλὰ καὶ ὅτε τῷ ὅσα, ὡς ἐπὶ τοῦ |
| book 554b.4 | „ἅσς’ ἂν ἐμοί περ / αὐτῇ“ (ε 188—9). ψιλοῖ δὲ ὅτε ἐπὶ τοῦ τινά πα‐ |
| book 554b.5 | ραλαμβάνεται. A |
| book 554c.1 | ἄσσα: Ἀρίσταρχός φησι τρία σημαίνειν τὴν λέξιν, τὸ |
| book 554c.2 | τινά, τὸ ἅτινα, τὸ ὅσα. καὶ ἀεὶ ψιλοῦται, πλὴν τοῦ ὅτε δηλοῖ τὸ ἅτινα· |
| book 554c.3 | τότε γὰρ δασύνεται. καὶ ἔστι κατὰ Ἡρωδιανὸν (cf. 1,541,30) δύο |
| book 554c.4 | μέρη λόγου, τὸ ἅ ἄρθρον καὶ τὸ σά Μεγαρικὸν δηλοῦν τὸ τινά. ἐν δὲ |
| book 554c.5.1 | τῷ προκειμένῳ στίχῳ ψιλοῦται τὸ ἄσσα, καί φησιν αὐτὸ δηλοῦν τὸ |
| book 554c.5.2 | ὅσα. b(BCE3E4)T καὶ ὁ μὲν Ἀρίσταρχος οὕτως, ὁ δὲ Σιδώνιος |
| book 554c.5.3 | „ὅττι“. T |
| book 555a.1 | νῦν δ’ αἰνῶς δείδοικα 〈κατὰ φρένα〉: πάνυ ἐμφρόνως |
| book 555a.2 | οὐκ ἐπήγαγε „καὶ κατὰ θυμόν.“ T |
| book 555b.1 | αἰνῶς δείδοικα: ἠθικῶς δεδοικέναι φησί, μὴ πλεονεκτη‐ |
| book 555b.2 | θῇ ὑπὸ Θέτιδος b(BCE3E4)T |
| book 557-8.1 | ἠερίη: καὶ τοῦτο καὶ τὸ κατανεῦσαι (558) ἐλεγχούσης |
| book 557-8.2 | εἰσίν. b(BCE3E4)T |
| book 558.1 | τῇ ς’ ὀΐω κατανεῦσαι 〈ἐτήτυμον〉: διασταλτέον ἐπὶ τὸ |
| book 558.2 | ἐτήτυμον, ἵν’ ᾖ ἀληθὲς κατανενευκέναι. A |
| book 559 | πολέας: Ζηνόδοτος „πολεῖσ“. T |
| book 560.1 | 〈τὴν δ’ ἀπαμειβόμενος:〉 γράφεται „τὴν δὲ μέγ’ ὀχθή‐ |
| book 560.2 | σασ“. Aint |
| book 561a | δαιμονίη: μακαρία, ἐν σαρκασμῷ. b(BCE3)T |
| book 561b | ὀΐεαι: ἀπὸ τοῦ οἴει· δύο διαιρέσεις. b(BCE3)T |
| book 561c | 〈ὀΐεαι:〉 ὑπονοεῖς τὰ ἐμὰ βουλεύματα. Til |
| book 562-3.1 | ἀλλ’ ἀπὸ θυμοῦ 〈...〉 ἔσεαι: ὡς τὸ „ἐκ θυμοῦ πεσέειν“ |
| book 562-3.2 | (Ψ 595). T |
| book 563.1 | ῥίγιον: ἡ γὰρ ἄγνοια οὐ τοσοῦτον λυπεῖ, ὅσον τὸ ἀποθύμια |
| book 563.2 | γινώσκειν. b(BCE3E4)T |
| book 564 | εἰ δ’ οὕτω τοῦτ’ ἐστί: εἰ δὲ τοῦτο οὕτως—τιμήν. A |
| book 564a.1 | εἰ δ’ οὕτω τοῦτ’ ἔστιν: εἰ συνεθέμην δέ, πάντως τοῦτο |
| book 564a.2 | κατὰ τὸ ἀρέσκον μοι ἐποίησα. ἀρχοντικῶς δὲ οὔτε συντίθεται οὔτε |
| book 564a.3 | ἀρνεῖται. b(BCE3E4)T |
| book 564b.1 | 〈μέλλει:〉 ὅτι τὸ μέλλει οὐκ ἔστι χρονικόν, ἀλλ’ ἀντὶ |
| book 564b.2 | τοῦ ἔοικεν. Aim |
| book 565a.1 | κάθησο: προπαροξυτόνως· τὰ γὰρ σύνθετα προστα‐ |
| book 565a.2 | κτικὰ βραχυκατάληκτα ὡς ἐπὶ τὸ πλεῖστον ἀναπέμπει τὸν ἑαυτῶν τό‐ |
| book 565a.3 | νον, τὰ δὲ μακροκατάληκτα τὸν αὐτὸν τοῖς ἁπλοῖς φυλάσσει τόνον. |
| book 565a.4 | βραχυκατάληκτα μὲν λέγε κατάλεγε, σπεῖρε κατάσπειρε. οὕτως οὖν |
| book 565a.5.1 | καὶ ἧσο κάθησο. μακροκατάληκτα δὲ νοοῦ διανοοῦ, ποίει περιποίει. |
| book 565a.5.2 | A |
| book 565b1 | ἀλλ’ ἀκέουσα κάθησο: τὴν πολυπραγμοσύνην αὐτῶν |
| book 565b1 | ἀναιρεῖ, καὶ διὰ τοῦ „ἀλλ’ εἰς οἶκον ἰοῦσα“ (Ζ 490 al.). T |
| book 565b2.1 | ἀποπαύει δὲ διὰ τούτου καὶ τὴν τῶν λοιπῶν πολυπραγ‐ |
| book 565b2.2 | μοσύνην. b(BCE3E4) |
| book 566a.1 | μή νύ τοι οὐ χραίσμωσι: νῦν μὲν λόγοις αὐτὴν ἀπο‐ |
| book 566a.2 | κρούεται, ἑτέρωθι δὲ (cf. Ο 18—24) καὶ ἔργῳ κολάζει, b(BCE3E4) |
| book 566a.3 | TTsin διδάσκοντος ἴσως τοῦ ποιητοῦ ὅτι ἀφόρητον ἂν εἴη γυνὴ |
| book 566a.4 | μὴ ἐπηρεαζομένη. b(BCE3E4)Tsin |
| book 566b.1 | εἰς’: ἀπὸ τοῦ εἰμί τοῦ σημαίνοντος τὸ ὑπάρχω πρῶτον |
| book 566b.2 | πρόσωπον ἐμέν, ὡς τίθημι τίθεμεν τίθετε, καὶ τὸ τρίτον ἐσί, καὶ κατὰ |
| book 566b.3 | πλεονασμὸν τοῦ ι εἰσί. μαρτυρεῖ τὸ ἔασι τῇ διφθόγγῳ γραφῇ· ὥσπερ |
| book 566b.4 | γὰρ ἐκ τοῦ τιθέασι τιθεῖσιν, οὕτως καὶ ἐκ τοῦ ἔασιν εἰσίν. A |
| book 567a1.1 | 〈ἄσσον ἰόνθ’:〉 ὅτι Ζηνόδοτος γράφει „ἄσσον ἰόντε“. |
| book 567a1.2 | οὐκ ἔστι δέ, ἀλλ’ ἀντὶ 〈τοῦ〉 ἰόντος. συγχεῖ δὲ καὶ τὸ δυϊκόν. Aint |
| book 567a2 | ἀντὶ τοῦ ἰόντος· δοτικῇ δὲ κέχρηται ἀντὶ γενικῆς. Aim |
| book 567a3 | ἄσσον ἰόνθ’: ἰόντα ἀντὶ τοῦ ἰόντος. T |
| book 567b1.1 | ἀάπτους {χείρας}: οὕτως ψιλῶς προενεκτέον. οὕτως δὲ |
| book 567b1.2 | καὶ Ἀρίσταρχος. ἤκουε δὲ τὰς δεινὰς καὶ ἀπτοήτους. ὁ δὲ Ζηνόδοτος |
| book 567b1.3 | (sc. in glossis, p. 191. 194 Pusch) καὶ αὐτὸς ὁμοίως τῷ πνεύματι, εἰς |
| book 567b1.4 | τὰς ἰσχυρὰς δὲ μετελάμβανεν. ἐν δὲ ταῖς Ἀριστοφάνους Γλώσσαις (fr. |
| book 567b1.5 | 59, p. 212) διὰ τοῦ ε ἐγέγραπτο „ἀέπτουσ“. εἰσὶ δὲ οἳ ἀπροσπελάστους |
| book 567b1.1 | ἀποδιδόασιν, ἀπὸ τοῦ ἅψασθαι, ὧν οὐδεὶς ἂν ἅψαιτο δι’ ἰσχύν. ἐμοὶ δὲ |
| book 567b1.2 | δοκεῖ παρὰ τὸ ἰάπτω γεγενῆσθαι, ὃ σημαίνει τὸ διαφθείρω καὶ βλά‐ |
| book 567b1.3 | πτω· ἔνθεν τὸ „πολλὰς δ’ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν“ (Α 3). καὶ |
| book 567b1.4 | μέσον αὐτοῦ κατ’ ἔλλειψιν τοῦ α „μέγα δ’ ἴψαο λαὸν Ἀχαιῶν“ (Α |
| book 567b1.10.1 | 454). ἔνθεν καὶ ὁ ἴψ· ἔστι δὲ θηρίον διατρῶγον τὰ ξύλα. ἀπὸ δὴ τού‐ |
| book 567b1.10.2 | του τοῦ ἰάπτω τὸ ἀϊάπτους ἦν, καὶ κατ’ ἔλλειψιν τοῦ ι ἀάπτους, ἤτοι |
| book 567b1.10.3 | τὰς μὴ δυναμένας διαφθαρῆναι καὶ βλαβῆναι, ἢ κατ’ ἐπίτασιν τὰς ἄγαν |
| book 567b1.10.4 | δυναμένας βλάψαι καὶ διαφθεῖραι. A |
| book 567b2.1 | ἀάπτους: Ἡρωδιανὸς (2,30,11) παρὰ τὸ ἰάπτω τὸ |
| book 567b2.2 | βλάπτω, κατ’ ἔλλειψιν τοῦ ι ἄπτους, καὶ πλεονασμὸν τοῦ α ἀάπτους, |
| book 567b2.3 | ἃς οὐδεὶς βλάψαι δύναιτο, ἢ κατ’ ἐπίτασιν τὰς δυναμένας μεγάλως |
| book 567b2.4 | βλάψαι. τινὲς δὲ ὧν οὐδεὶς ἅψαιτο· ἢ ἀπτοήτους. b(BCE3E4)T |
| book 567c | ἀάπτους: αἱ πᾶσαι „ἀέπτουσ“ ἔχουσιν. T |
| book 569a.1 | καθῆστο: τοῦ ἕζω ἐστὶν ἡ κλίσις, ἧσμαι ἥσμην ἧσο ἧστο, |
| book 569a.2 | A b (BCE3)T καὶ ἐν συνθέσει καθῆστο· εἰ γὰρ ἦν ἐκ τοῦ ἧμαι, ὡς |
| book 569a.3 | ἀπὸ τῶν εἰς μι, ἀνεδίδου τὸν τόνον. A οἱ δὲ τοιοῦτοι παρακείμενοι |
| book 569a.4 | καὶ ὑπερσυντέλικοι δισύλλαβοι, ἔχοντες δύο σύμφωνα ἐν τῇ συνθέσει, |
| book 569a.5.1 | φυλάσσουσι τὸν τόνον, εἶργμαι καθεῖργμαι, ἦγμαι κατῆγμαι. οὕτως |
| book 569a.5.2 | οὖν καὶ τὸ καθῆστο. A b (BCE3)T |
| book 569b.1 | ἐπιγνάμψασα: τὴν ἀκουσίως πεισθεῖσαν δηλοῖ. b(BCE3 |
| book 569b.2 | E4)T |
| book 569c.1 | φίλον κῆρ: φίλον τὸ ἴδιον, ὡς „φίλα εἵματα“ (Β 261). |
| book 569c.2 | διδάσκει δὲ ὡς καὶ τὰ λίαν ἀσθενῆ μὴ κολαζόμενα λίαν ἐστὶν ἀφόρητα. |
| book 569c.3 | β (BCE3E4)T |
| book 570 | 〈ὄχθησαν δ’ ἀνὰ δῶμα Διὸς θεοὶ Οὐρανίωνες:〉 βραχὺ |
| book 570 | διασταλτέον ἐπὶ τὸ Διός· ὁ γὰρ οἶκος Διός. Aint |
| book 571.1 | τοῖσι δ’ Ἥφαιστος: εἰ μὲν ἄνθρωποι ἦσαν, διὰ πρεσβυτι‐ |
| book 571.2 | κοῦ προσώπου τὴν στάσιν ἔλυσεν. ἀλλ’ ὅρα τὸ ἀξίωμα τοῦ Διός· |
| book 571.3 | Ποσειδῶν μὲν γὰρ συμβουλεύων ἔδοξεν ἂν θωπεύειν δι’ Ἕλληνας, ἄλ‐ |
| book 571.4 | λως τε καὶ αἰτίαν ἔχει εἰς Θέτιν· ὁμοίως καὶ Ἀθηνᾶ. βιωτικῶς οὖν διὰ |
| book 571.5.1 | τοῦ παιδὸς λύει τὴν στάσιν καὶ τὸ κατηφὲς τοῦ συμποσίου, γελώμενον |
| book 571.5.2 | παρεισάγων τὸν Ἥφαιστον. b(BCE3E4)T | καιρὸν δὲ δίδωσι Διΐ, |
| book 571.5.3 | χάριτας εἰδὼς τῇ Θέτιδι· „εἰ μή μ’ Εὐρυνόμη τε Θέτις θ’ ὑπεδέξατο |
| book 571.5.4 | κόλπῳ“ (Σ 398). b(BE3E4) |
| book 572a.1 | {μητρὶ φίλῃ} ἐπίηρα: ὅτι ἐπίηρα τὴν μετὰ χάριτος ἐπι‐ |
| book 572a.2 | κουρίαν. οἱ δὲ νεώτεροι ἀντὶ συνδέσμου αἰτιώδους χρῶνται, ἀντὶ τοῦ |
| book 572a.1 | χάριν, ἕνεκα. | ἔστι δὲ παρὰ τὸ ἔρω ἔρανον ὡς ἔχω ὄχανον καὶ κόπτω |
| book 572a.2 | κόπανον, τροπῇ τοῦ ε εἰς η ἤρανον. ἡ εὐθεῖα τοῦ πληθυντικοῦ ἤρανα, |
| book 572a.5.1 | εἶτα συγκοπῇ ἢ ἀποκοπῇ ἦρα. ἐν δὲ τῇ Καθόλου (1,398,8) οὕτως· |
| book 572a.5.2 | ἔστιν ἢρ ἡ ἐπικουρία, καὶ ὀξύνεται ἡ γενική, ἠρός· καὶ ἡ αἰτιατικὴ |
| book 572a.5.3 | ἦρα καὶ ἐν συνθέσει ἐπίηρα. Ἀρίσταρχος δὲ ὑφ’ ἓν κατ’ ὀρθὴν ση‐ |
| book 572a.5.4 | μασίαν †τὸ ἐπίηρα. | καὶ ἐπεκράτησεν ἡ Ἀριστάρχου, καίτοι λόγον |
| book 572a.5.5 | οὐκ ἔχουσα. A |
| book 572b.1 | ἐπίηρα: παρὰ τὸ ἔρω ἔρανον καὶ ἤρανον ὡς ἔχω ὄχανον, |
| book 572b.2 | τὰ ἤρανα καὶ κατὰ ἀποκοπὴν ἦρα. Ἀρίσταρχος δὲ ὑφ’ ἕν. b(BCE3E4) |
| book 572b.3 | T |
| book 572c.1 | λευκωλένῳ Ἥρῃ: ἄμεινον γράφειν „τετιημένῃ ἦτορ“. |
| book 572c.2 | b(BCE3)T |
| book 573 | 〈ἀνεκτά:〉 διασταλτέον ἐπὶ τὸ ἀνεκτά· ἔχεται γὰρ τῶν |
| book 573 | ἑξῆς. Aim |
| book 574a.1 | σφώ: πρωτόθετον αὐτήν φησιν Ἡρωδιανός (2,30,19), |
| book 574a.2 | οὐκ ἀπὸ τοῦ σφῶϊ· b(BCE3E4)T διὸ ὀξύνεται· τὸ γὰρ ω τῶν |
| book 574a.3 | δυϊκῶν ἀπέστραπται τὴν περισπωμένην. b(BCE3)T |
| book 574b.1 | σφώ: τοῦτο πρὸς ἔμφασιν τῶν προσώπων. b(BCE3)T |
| book 574b.2 | τὸ δὲ ἕνεκα θνητῶν πρὸς εὐτελισμὸν τῆς αἰτίας. τὸ δὲ ὧδε πρὸς |
| book 574b.3 | τὴν αὔξησιν τῆς ἔριδος. b(BCE3E4)T |
| book 575a1.1 | κολῳόν: ἀπὸ τοῦ κολοιός ἐγένετο τὸ κολῳός, τοῦ ο |
| book 575a1.2 | τραπέντος εἰς τὸ ω· διὸ καὶ τὸ ι 〈προσ〉γράφεται, ὡς κλοιός κλῳός. | |
| book 575a1.3 | ὁ δὲ Φιλόξενος—τὸ ι. A |
| book 575a2.1 | κολῳόν: παρὰ τὸ κολοιός. ὁ δὲ Φιλόξενος παρὰ τὸ κλῶ |
| book 575a2.2 | κλωός καὶ κολωός. καὶ οὐδὲ προσγράφει τὸ ι. τοῦ δὲ κλῶ παράγωγον |
| book 575a2.3 | τὸ κλάζω. b(BCE3)T |
| book 575b.1 | 〈ἐλαύνετον:〉 ἐπιτείνετε, ὡς καὶ τὸ „ἤλασε τάφρον“ |
| book 575b.2 | (Ι 349). Til |
| book 576.1 | ἦδος: ψιλωτέον ὡς τροχαϊκὸν A b (BCE3)Til τῶν εἰς |
| book 576.2 | ος ληγόντων. κατὰ μετασχηματισμόν ἐστι τὸ ἦδος τοῦ ἡδονή· |
| book 576.3 | δασυνόμενον γὰρ μετασχηματίζεται εἰς τὸ ἦδος ψιλούμενον, ὡς τὸ |
| book 576 | ἡμέρα μετασχηματίζεται εἰς τὸ „ἦμαρ“ (Δ 164 al.) ψιλούμενον καὶ |
| book 576.5.1 | τὸ ἅμα εἰς τὸ „ἄμυδισ“ (Ι 6 al.) οὕτως Ἡρωδιανὸς ἐν τῇ Ἰλιακῇ |
| book 576.5.2 | προσῳδίᾳ (2,30,22). A |
| book 577a1.1 | παράφημι: ὡς σύνθετον ἀνεβίβασε τὸν τόνον· τὰ γὰρ |
| book 577a1.2 | ὀξυνόμενα τῶν εἰς μι τοιαῦτα. A |
| book 577a2.1 | τὸ ἠμί καὶ φημί καὶ εἰμί ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν |
| book 577a2.2 | τόνον. b(BCE3)T |
| book 577b.1 | νοεούσῃ: οὐ δεομένῃ παραινέσεώς τινος. ἀνθρωπίνως δὲ |
| book 577b.2 | κοινῇ μὲν ἀμφοτέροις ἐπιπλήττει ἕνεκεν ἀνθρώπων διαφερομένοις, |
| book 577b.3 | ἰδίᾳ δὲ τῇ Ἥρᾳ εἴκειν τῷ Διῒ παραινεῖ. b(BCE3E4)T |
| book 578 | 〈ἐπίηρα:〉 πρὸς τὸ αὐτό. Aim |
| book 579a.1 | {σὺν δ’} ἥμιν {δαῖτα:}: πιθανώτερον ὀξύνειν τὴν πρώτην |
| book 579a.2 | τοῦ ἡμῖν καὶ ἐκτείνειν τὴν τελευταίαν. A |
| book 579b | 〈ἡμῖν:〉 ἀντὶ τοῦ ἡμῶν. Til |
| book 580-3a.1 | 〈εἴπερ γάρ κ’ ἐθέλῃσιν—ἔσσεται |
| book 580-3a.2 | ἡμῖν:〉 αἱ διορθώσεις τῶν στίχων τούτων διάφοροι· οἱ μὲν εἰς τὸ |
| book 580-3a.3 | ἀστεροπητής (580) ὑποστίζουσιν καὶ τὸ στυφελίξαι (581) |
| book 580-3a.4 | ὑποτελείαν στίζουσι στιγμήν, ἐκδεχόμενοι αὐτὸ εὐκτικὸν εἶναι ῥῆμα, |
| book 580-3a.5.1 | ὁμοίως δὲ καὶ τὸ ἐστίν (581)· καὶ τὸ μαλακοῖσι (582) τελείαν. οἱ |
| book 580-3a.5.2 | δὲ τὸ στυφελίξαι (581) ὑποστίξαντες καὶ τὸ ἐστί (581) καὶ τὸ |
| book 580-3a.5.3 | μαλακοῖσι (582), ἐκδεχόμενοι συνεκδοχικῶς ὑπακούεσθαι τῷ στίχῳ |
| book 580-3a.5.4 | τὸ ἐθέλῃς, τοῦ ἀλλά (582) παραλαμβανομένου ἀντὶ τοῦ δέ, ἵν’ ᾖ ἡ |
| book 580-3a.5.5 | ἔννοια τοιαύτη „σὺ δὲ τοῦτον ἐθέλῃς θεραπεῦσαι“, {καὶ} εἰς τὸ |
| book 580-3a.10.1 | ἔσσεται ἡμῖν (583) τελείαν στίζουσιν. ἄλλοι δὲ ὑποστίζοντες εἰς |
| book 580-3a.10.2 | τὸ στυφελίξαι (581) καὶ τὸ ἐστίν (581), εἰς τὸ μαλακοῖσι (582) |
| book 580-3a.10.3 | τιθέασι τὴν τελείαν, ἵν’ ᾖ ἐλλεῖπον τῷ λόγῳ τὸ ὀφείλεις. A |
| book 580-3b.1 | εἴπερ γάρ κ’ ἐθέλῃσιν〈—ἡμῖν〉: θωπευτικῶς τὰ |
| book 580-3b.2 | τῆς δυνάμεως αὐτοῦ προβάλλεται, ἅμα δὲ καὶ πρὸς κατάπληξιν |
| book 580-3b.3 | τῆς μητρός. τὸ δὲ ὅλον· εἰ θέλοι καταβαλεῖν ἡμᾶς ὁ Ζεύς (δυνήσεται |
| book 580-3b.4 | γάρ), b(BCE3E4)T σὺ δὲ θωπεύσεις αὐτόν, εὐθέως ἡμερωθήσε‐ |
| book 580-3b.5 | ται. b(BCE3)T |
| book 580 | ἀστεροπητής: ἀστραπὰς ποιῶν. A |
| book 581a | 〈στυφελίξαι:〉 ἀντὶ τοῦ στυφελίξειε. Aint |
| book 581b | 〈στυφελίξαι:〉 λείπει τὸ δύναται. Aim |
| book 583.1 | ἵλαος: διὰ τί ἵλαος; T τοσαύτην ὑπεροχὴν δείκνυσι |
| book 583.2 | πρὸς θεοὺς τοῦ Διός, ὅση πρὸς ἀνθρώπους ἐστὶ θεῶν. b(BCE3E4)T |
| book 584a | 〈ἀναΐξας:〉 βραχὺ διασταλτέον μετὰ τὴν μετοχήν. Aim |
| book 584b1.1 | καὶ ἀναΐξας: γέλωτα κινεῖ τὸ ἀναΐξας ἐπὶ τοῦ χωλοῦ |
| book 584b1.2 | τιθέμενον· γελοῖος γάρ ἐστι μιμούμενος τοὺς καλλίστους οἰνοχόους, |
| book 584b1.3 | Ἥβην καὶ Γανυμήδεα, καὶ μεμνημένος, πῶς ὁ Ζεὺς τοῦ ποδὸς λαβόμε‐ |
| book 584b1.4 | νος ἔρριψεν αὐτὸν οὐρανόθεν. b(BCE3E4)T |
| book 584b2.1 | γελοῖος δέ ἐστιν Ἥφαιστος ἀναπηδῶν καὶ μιμούμενος |
| book 584b2.2 | Ἥβην καὶ Γανυμήδεα καὶ μεμνημένος τῆς ῥίψεως. A |
| book 584c.1 | δέπας: οἱονεὶ δέχας. καὶ „πλησάμενος δ’ οἴνοιο δέπασ“ |
| book 584c.2 | (Ι 224), „καὶ δεικανόωντο δέπασσιν“ (Ο 86). AT |
| book 584d | 〈ἀμφικύπελλον:〉 ἀμφίκυρτον, ἐξ οὗ τὸ περιφερές. Til |
| book 585a1.1 | ἐν χερσὶ τίθει: οὕτως αἱ Ἀριστάρχου „ἐν χειρί“, οὐ |
| book 585a1.2 | πληθυντικῶς ἐν χερσίν. ὁμοίως δὲ καὶ ἡ Μασσαλιωτικὴ καὶ ἡ Σω‐ |
| book 585a1.3 | σιγένους καὶ ἡ Ἀριστοφάνους. συνᾴδει δὲ καὶ τὸ ἐπιφερόμενον „μει‐ |
| book 585a1.4 | δήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον“ (Α 596). A |
| book 585a2.1 | ἐν χερσὶ τίθει: πᾶσαι ἑνικῶς ἔχουσι τὸ „χειρί“, οὐ |
| book 585a2.2 | πληθυντικῶς. καὶ συνᾴδει τῷ „ἐδέξατο χειρὶ κύπελλον“. T |
| book 586a.1 | 〈τέτλαθι, μῆτερ ἐμή:〉 ὅτε κατεπράϋνε τὸν θυμόν, |
| book 586a.2 | τότε καὶ τὴν ἰδίαν παραίνεσιν ἐπήγαγεν. b(BCE3E4)Til |
| book 586b | 〈κηδομένη:〉 λυπουμένη. Til |
| book 588.1 | οὔτι δυνήσομαι: κωμικῶς τὴν ἰδίαν πήρωσιν προτίθησι. |
| book 588.2 | T |
| book 589.1 | ἀντιφέρεσθαι: ἐναντιοῦσθαι ἢ ἐξισοῦσθαι. λείπει δὲ ἡ εἴς |
| book 589.2 | πρόθεσις. T |
| book 590 | ἤδη γάρ με: εἰς ἀπόδειξιν τῆς ἰσχύος τοῦ Διός. T |
| book 590.1 | ἤδη γάρ με καὶ ἄλλοτ’ ἀλεξέμεναι μεμαῶτα: |
| book 590.2 | Ἡρακλῆς ἀνακομιζόμενος—διὸ καὶ ἱερὰ τοῦ θεοῦ ἡ Λῆμνος. A |
| book 591a.1 | ῥῖψε ποδός: ὅτι ἀπὸ δυεῖν τόποιν συμπεπλήρωκε τὸν |
| book 591a.2 | μῦθον· νῦν μὲν γάρ, ὅτι ἐρρίφη, κατὰ δὲ τὴν ὑπόμνησιν τῶν τῆς Ἥρας |
| book 591a.3 | δεσμῶν (Ο 18—30) καὶ τὸν καιρὸν καὶ τὴν αἰτίαν, δι’ ἣν ἐρρίφη. A |
| book 591b.1 | 〈ῥῖψε ποδός:〉 δύο ῥίψεις Ἡφαίστου, προτέρα μὲν ἡ |
| book 591b.2 | ὑπὸ τὴν γένεσιν 〈ὑπὸ〉 τῆς Ἥρας (cf. Σ 395—7), δευτέρα δὲ ἡ ὑπὸ |
| book 591b.3 | Διὸς διὰ τοὺς τῆς Ἥρας δεσμούς. A |
| book 591b | ἀπὸ βηλοῦ: ἀπὸ τοῦ βεβηκέναι—ἀπὸ τοῦ διοδεύε‐ |
| book 591b.5 | σθαι. A |
| book 591c.1 | ἀπὸ βηλοῦ: βηλόν τινες κατὰ Χαλδαίους τὴν ἀνωτάτω |
| book 591c.2 | τοῦ οὐρανοῦ περιφέρειαν, οἱ δὲ κατὰ Δρύοπας τὸν Ὄλυμπον. ἄμεινον |
| book 591c.3 | δὲ τὸν βατῆρα λέγειν. A b (BE3)T |
| book 592.1 | πᾶν δ’ ἦμαρ φερόμην: πῶς τῶν ἄλλων θεῶν †οὐ |
| book 592.2 | κινήσει† ἀπὸ τοῦ οὐρανοῦ φερομένων ἐπὶ γῆς, Ἥφαιστος δι’ ὅλης |
| book 592.3 | ἡμέρας φέρεται; φαμὲν οὖν ὅτι τὸ πᾶν ἦμαρ οὐ δηλοῖ τὸν ἀπὸ |
| book 592 | πρωΐας ἕως ἑσπέρας καιρόν, ἀλλὰ τὴν πελάζουσαν τῇ νυκτὶ ὥραν, |
| book 592.5.1 | ὡς καὶ ἀλλαχοῦ (Α 472) „οἱ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο“ |
| book 592.5.2 | καὶ ἑξῆς (Α 601—2) „πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα / δαίνυντο“. |
| book 592.5.3 | b(BCE3E4)T |
| book 593a1.1 | κάππεσον ἐν Λήμνῳ: πρὸς τὰ περὶ Ὀλύμπου· |
| book 593a1.2 | παράκειται γὰρ ἡ Λῆμνος τῇ Θρᾴκῃ. | τινὲς δὲ μεταποιοῦσιν „ἐς |
| book 593a1.3 | Λῆμνον“. ἀλλ’ ὁ ποιητὴς χρῆται τῷ τοιούτῳ σχήματι· „ἐν δ’ ἔπες’ |
| book 593a1.4 | Ὠκεανῷ“ (Θ 485), „κάππεσεν ἐν κονίῃσι“ (Ο 538), „θοῇ ἐν νηῒ |
| book 593a1.5 | πέσῃσιν“ (Ο 624). οὕτως Ἀρίσταρχος. A |
| book 593a2 | 〈ἐν Λήμνῳ:〉 ἀντὶ τοῦ εἰς Λῆμνον. Til |
| book 593b.1 | ὀλίγος δ’ ἔτι θυμὸς ἐνῆεν: ὀλίγη δὲ ἰσχὺς ἐνῆν μοι. T |
| book 593b.2 | | εἰ ἐλασσοῦται, φασί, τὸ θεῖον, καὶ τέλεον ἐπιλείψει. ἀγνοοῦσι δὲ |
| book 593b.3 | ὅτι πολλαὶ ἐν τῷ κόσμῳ φύσεις μειοῦσθαι μὲν πεφύκασιν, οὐκ ἐκ‐ |
| book 593b.4 | λείπουσι δὲ τέλεον· καὶ γὰρ καὶ αὐχμῶν πλεοναζόντων μειοῦται τὸ |
| book 593b.5.1 | ὑγρόν, ἀλλ’ οὐκ ἐπιλείπει, καὶ Ἄρης „μόγις δ’ ἐσαγείρατο θυμόν“ |
| book 593b.5.2 | (Φ 417). b(BCE3E4)T |
| book 594.1 | Σίντιες ἄνδρες: Φιλόχορος (FGrHist 328, 101) φησὶ Πε‐ |
| book 594.2 | λασγοὺς αὐτοὺς ὄντας οὕτω προσαγορευθῆναι, ἐπεὶ πλεύσαντες εἰς |
| book 594.3 | Βραυρῶνα κανηφόρους παρθένους ἥρπασαν· σίνεσθαι δὲ τὸ βλάπτειν |
| book 594.4 | λέγουσιν. Ἐρατοσθένης (FGrHist 241, 41) δέ, ἐπεὶ γόητες ὄντες |
| book 594.5.1 | εὗρον δηλητήρια φάρμακα. ὁ δὲ Πορφύριος, ἐπεὶ πρῶτοι τὰ πολεμιστή‐ |
| book 594.5.2 | ρια ἐδημιούργησαν ὅπλα, ἃ πρὸς βλάβην ἀνθρώπων συντελεῖ. ἢ |
| book 594.5.3 | ἐπεὶ πρῶτοι λῃστήρια ἐξεῦρον. b(BCE3)T |
| book 594.1 | Σίντιες: ἀπὸ τοῦ σίνεσθαι—ὁμολογουμένως βλά‐ |
| book 594.2 | πτει. A |
| book 595a1 | 〈μείδησεν:〉 παρὰ τὸν μείονα γέλωτα. Til |
| book 595a2.1 | παρὰ τὸ μειδιῶ, τὸ δὲ μειδιῶ παρὰ τὸ τὸν μέσον διϊέναι |
| book 595a2.2 | γέλωτα. b(BCE3E4) |
| book 596a.1 | 〈μειδήσασα δέ:〉 βραχὺ μετὰ τὸν σύνδεσμον διασταλτέ‐ |
| book 596a.2 | ον. Aim |
| book 596b.1 | 〈παιδὸς ἐδέξατο:〉 ὅτι ἐλλείπει ἡ παρά πρόθεσις, ἵν’ |
| book 596b.2 | ᾖ παρὰ παιδός. Aint |
| book 597 | 〈ἐνδέξια:〉 ἐπιδεξίως. Til |
| book 598a.1 | ᾠνοχόει: οὕτως „οἰνοχόει“ Ἀρίσταρχος, Ἰακῶς· καὶ ἐν |
| book 598a.2 | τῇ Ἀργολικῇ καὶ Μασσαλιωτικῇ καὶ Ἀντιμαχ〈ε〉ίῳ (fr. 133) καὶ ἐν |
| book 598a.3 | τῇ Ζηνοδότου καὶ Ἀριστοφάνους. A |
| book 598b.1 | ᾠνοχόει: „οἰνοχόει“ Ἰακῶς πᾶσαι. | κατάχρησις δὲ ὁ |
| book 598b.2 | τρόπος. T |
| book 600a1.1 | 〈Ἥφαιστον:〉 Ἥφαιστος δασύνεται διὰ τὴν ἐτυμολο‐ |
| book 600a1.2 | γίαν· παρὰ γὰρ τὸ ἅπτω ἐγένετο. A |
| book 600a2.1 | δασύνεται τὸ Ἥφαιστος· παρὰ γὰρ τὸ ἅπτω ἐστίν, |
| book 600a2.2 | ὅθεν καὶ Ἥβη. b(BCE3)T |
| book 600b.1 | ποιπνύοντα: „ποιπνύσαντα“ αἱ πᾶσαι, συντελικῶς. |
| book 600b.2 | T | ἔστι δὲ παρὰ τὸ πονῶ, πονύω, πνύω, ποπνύω καὶ ποιπνύω. b |
| book 600b | (BCE3E4)T |
| book 601.1 | πρόπαν ἦμαρ: τὸ ὑπόλοιπον ὅλον τῆς ἡμέρας. b(BCE3 |
| book 601.2 | E4)T τὸ δὲ ἐς ἠέλιον καταδύντα Ἀττικόν ἐστιν, b(BCE3)T |
| book 601.3 | ὡς τὸ ἐς τρίτην ἥκειν. T |
| book 602.1 | δαίνυντ’ οὐδέ τι θυμός 〈ἐδεύετο δαιτὸς ἐΐσησ〉: |
| book 602.2 | βραχὺ διασταλτέον κατὰ τὸ τέλος τοῦ στίχου, καὶ ἐν τῷ ἑξῆς κοινόν |
| book 602.3 | ἐστι τὸ ἐδεύετο. A |
| book 604a1.1 | Μουσάων θ’: εὖ τὸ μὴ ἀπειροκάλως ἐπιμηκῦναι, τίνα |
| book 604a1.2 | ᾖδον αἱ Μοῦσαι, ὡς Ἡσίοδος „ἄειδον δ’ οὓς Γαῖα καὶ Οὐρανὸς εὐρὺς |
| book 604a1.3 | ἔτικτεν, / οἵ τ’ ἐκ τῶν ἐγένοντο“ (th. 45—6). T |
| book 604a2.1 | εὖ τὸ μὴ ἀπειροκάλως ἐπιμηκῦναι τὴν ᾠδήν, †ἀλλ’ αὐτόν, |
| book 604a2.2 | εἶτα τὰς Μούσας ᾆσαι. b(BCE3) |
| book 604a2.1 | Μουσάων θ’ αἳ ἄειδον: ὁ λόγος· ὥσπερ τῆς εὐωχίας |
| book 604a2.2 | —παρὰ μέρος ᾖδον. A |
| book 606a.1 | οἱ μὲν κακκείοντες ἔβαν: ὅτι οἱ θεοὶ καὶ οἱ ἄνθρωποι |
| book 606a.2 | κατὰ τὸν ποιητὴν ἀναλύουσιν οἴκαδε καὶ κοιμῶνται. | πρῶτος δὲ |
| book 606a.3 | Ὅμηρος—ἴδιον οἶκον ἔχειν. A |
| book 606b.1 | οἱ μὲν κακκείοντες: „οἱ μὲν δὴ κείοντεσ“, οὕτω πᾶσαι. |
| book 606b.2 | καὶ ἔστιν ὅμοιον τῷ „κείων ἐς θάλαμον“ (τ 48). T |
| book 607a1.1 | 〈ἧχι:〉 Ἀρίσταρχος τὸ ἧχι χωρὶς τοῦ ι γράφει, καὶ |
| book 607a1.2 | Διονύσιος (fr. 31). παρατίθεται δὲ ὁ Διονύσιος τοὺς Δωριεῖς λέγοντας |
| book 607a1.3 | ἇχι. Aint |
| book 607a2.1 | ἧχι ἑκάστῳ: τὸ ἧχι χωρὶς τοῦ ι κελεύει γράφειν |
| book 607a2.2 | Διονύσιος καὶ παρατίθεται τοὺς Δωριεῖς λέγοντας ἇχι. b(BCE3)T |
| book 607b.1 | ἀμφιγυήεις: ὁ ἀμφοτέρωθεν βεβλαμμένος, παρὰ τὸ γυῶ |
| book 607b.2 | τὸ τὰ μέλη διαλύω, ἐπειδὴ τὸ πῦρ πολλῆς δεῖται τῆς ὕλης. b(BCE3 |
| book 607b | E4)T |
| book 607b | ἀμφιγυήεις: ὁ ἀμφιγυήεις τοῦ ἀμφιγυήεντος, διότι |
| book 607b.5 | —ἀμφιγυήεντος. A |
| book 608 | 〈εἰδυίῃσι:〉 Ἰωνικῶς διὰ τοῦ ι. Til |
| book 609a1.1 | {Ζεὺς δὲ} πρὸς ὃν λέχος: ὅτι Ζηνόδοτος χωρὶς τοῦ |
| book 609a1.2 | ν, „πρὸς ὃ 〈λέχοσ〉“, οὐ νοῶν ὅτι κοινόν ἐστι τὸ ὅν ἀρσενικοῦ καὶ |
| book 609a1.3 | οὐδετέρου. A |
| book 609a2 | Ζηνόδοτος „πρὸς ὅ“. Til |
| book 609a2.1 | Κρόνου καὶ Ῥέας ἐγένοντο υἱοὶ ἄρρενες—παρίστησιν ὁ |
| book 609a2.2 | ποιητής. A |
| book 609b.1 | 〈πρὸς ὃν λέχος ἤϊ’ Ὀλύμπιος ἀστεροπητής:〉 |
| book 609b.2 | βραχὺ διασταλτέον ἐπὶ τὸ ἀστεροπητής· τὸ γὰρ ἐπιφερόμενον |
| book 609b.3 | „ἔνθα“ (Α 610) τὸ ὅπου σημαίνει. ἐν δὲ τῷ ἑξῆς στιγμὴν τελείαν θε‐ |
| book 609b.4 | τέον ἐπὶ τὸ „ἱκάνοι“ (Α 610)· πρεπωδέστερον γὰρ ἐκεῖ ἐκ τοῦ „ἔνθα“ |
| book 609b.5 | (Α 611) τὸ ἐνταῦθα σημαίνεσθαι. A |
| book 611a.1 | ἔνθα καθεῦδ’ ἀναβάς: ὅτι Ζηνόδοτος γράφει „ἔνθ’ |
| book 611a.2 | ἐκάθευδ’ ἀναβάσ“. | τὸ δὲ καθεῦδε προπερισπᾶται, ὅτι τὰ ἀπὸ |
| book 611a.3 | φύσει μακρᾶς ἀρχόμενα ῥήματα κατὰ τοὺς παρῳχημένους χρόνους ἐν |
| book 611a.4 | ὁριστικοῖς, ἀπαθῆ ὄντα, φυλάσσει τὸν τόνον ἐν τῇ συνθέσει, εἶχον κατ‐ |
| book 611a.5.1 | εῖχον· ὅθεν εἰ „εὗδε δ’ ἀνακλιθείσ“ (δ 794), δῆλον ὅτι καθεῦδεν ὁμοτό‐ |
| book 611a.5.2 | νως ὀφείλομεν προφέρεσθαι. A |
| book 611b.1 | ἔνθα καθεῦδ’ ἀναβάς: ἀνέβη καθευδήσων, ἢ ἀντὶ τοῦ |
| book 611b.2 | ἀνεκέκλιτο. b(BCE3E4)T | τὸ δὲ καθεῦδε προπερισπωμένως· |
| book 611b.1 | ἐφύλαξε γὰρ ἡ σύνθεσις τὸν τόνον. b(BE3)T | διδάσκει δὲ ὁ ποιητὴς |
| book 611b.2 | μὴ χωρίζεσθαι ἄνδρα γυναικὸς ἐν κοίτῃ, b(BCE3)T ὡς μὴ τῇ |
| book 611b.5 | ἀπουσίᾳ λυπήσῃ αὐτόν. b(BCE3) |
| book 611b.1 | χρυσόθρονος: ἐπειδὴ τὰ πρὸς τῷ αἰθέρι—ἐπὶ τοῦ |
| book 611b.2 | πυρός. A |
| book postscr.1 | Παράκειται τὰ Ἀριστονίκου σημεῖα, καὶ τὰ Διδύμου Περὶ τῆς |
| book postscr.2 | Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας |
| book postscr | καὶ Νικάνορος Περὶ στιγμῆς. A |
| book 397 | 〈γένωνται:〉 ἢ κοινῶς „γένηται“. |
| book 436 | 〈ἐγγυαλίζει:〉 [ ] „ἐ̣γγυαλίζει“. |
| book 447 | 〈ἀγήραον:〉 [Ἀρί]σταρχ(ος) „ἀγήρω[ν“. |
| book 462.1 | 〈ποτῶνται:〉 ]........ |
| book 462.2 | πο]τῶνται ε̣ι̣.. |
| book 665 | 〈βῆ φεύγων:〉 ἔν τ(ισι) „βῆ φεύγειν“. |
| book 671.1 | 〈ἄγεν τρεῖς νῆας:〉 Ἀρίσταρχ(ος) „ἄγε“ διὰ τὸ ε....... |
| book 671.2 | σ̣υμφων̣ο. |
| book 682.1 | 〈Τρηχεῖν’ ἐνέμοντο:〉 Ἀρίσταρχ(ος) Ἰακῶς „Τρη‐ |
| book 682.2 | χεῖνα νέμοντο“. |
| book 694 | 〈ἀνστήσεσθαι:〉 Ἀρίσταρχ(ος) „ἀνστής̣..[ |
| book 707 | 〈ὁ δ’ ἄρα πρότερος:〉 Ἀρίσταρχ(ος) „ὁ δ’ ἅμα πρότ(εροσ)“. |
| book 751 | 〈ἔργ’ ἐνέμοντο:〉 ............ „ἔ̣ρ̣γ̣α̣ νέμοντο“. |
| book 769 | 〈φέρτερος ἦεν:〉 ἔν τ(ισι) „φέρτερος ἦεν“. |
| book 782.1 | 〈χωομένωι:〉 Ἀρ̣ί̣σταρχ(ος) ὅτι τινὲς „χωόμενοσ“ ὡς ἀπ’ ἄλλης |
| book 782.2 | ἀρχῆς. |
| book 798 | 〈ἦ μὲν δή:〉 Ἀρίσ̣τ̣α̣ρ̣χ̣(ος) „ἦ δ̣ὴ̣ μέν“. |
| book 865 | 〈Γυγαίη τέκε:〉 ἔν τ(ισι) „Γυραίη τέκε“. |
| book 751.1 | [......................) οἵ τ’ ἀμφ’ {ε}ἱ]μερτὸν Τιταρήσιον |
| book 751.2 | ἔρ[γ.]νέμοντο: {ε}ἱμερτόν |
| book 752.1 | [ἐπιθυμητόν. ὅς ῥ’ ἐς Πηνειὸν προΐει] καλλίρροον ὕδωρ: |
| book 752.2 | ὁ Τιταρήσιος ποταμὸς ἔχων τὴν |
| book 752.3 | [πηγὴν ἀπὸ τοῦ Τιταρίου ὄρους ἐκ τοῦ] Σ̣τυγὸς ὕδατος |
| book 752.4 | ἐπιρρέων τῶι Πηνειῶ〈ι〉 οὐ συμμισ‐ |
| book 752.5.1 | [γ......................... ὥσ]περ ἔλαιον ἐπιρρεῖ |
| book 752.5.2 | τὸν Πηνειόν. λέγεται δὲ δι‐ |
| book 752.5.3 | [........................... ἢ] διὰ τὸ τὸν Πηνειὸν |
| book 752.5.4 | θολερὸν εἶναι, τοῖς δὲ Τιταρη‐ |
| book 752.5.5 | [σίου ...................... Τέ]μ̣πη ἑκατέρωθεν (εἶ‐ |
| book 752.10.1 | ναι) τοῦ Πηνειοῦ, ἅ ἐστι δενδρηισου |
| book 752.10.2 | [......................... σκιά]ζει τὸν ποταμὸν |
| book 752.10.3 | ὥστε τὸν ἀέρα μὴ ὁρᾶσθαι διὰ τὴν |
| book 756.1 | [σκιάν. Μαγνήτων δ’ ἦρχε Πρόθ]οος Τενδρηδόνος |
| book 756.2 | υἱός: ἡ Μαγνησία χώρα ὠνόμασ‐ |
| book 757 | [ται ............... οἳ περ]ὶ Πηνειὸν κ(αὶ) |
| book 757.1 | Πήλιον εἰνο̣σίφυλλον: κινησίφυλλον· |
| book 757.2 | [....................... ακολο]υθοῦντος βούλεται |
| book 757.3 | τὸ σύνδενδρον δηλοῦν. |
| book 763.1 | [ἵπποι μ(ὲν) μέγ’ ἄρισται: τὸ σημεῖον ὅτ]ι πρ(ὸς) τὸ δεύτερον |
| book 763.2 | πρότερον ἀπήντησεν. τὴν δ’ ἀ‐ |
| book 763.3 | [πολογίαν τοῦ ποιητοῦ ἐντεῦθεν ὁ Ἀρ]ίσταρχος πεπο̣ίηται |
| book 763.4 | πρ(ὸς) Πραξιφάνην· ἐκεῖνος |
| book 763.5.1 | [γὰρ ........................]π̣αρη[γ]ο̣ρ̣ικῶς ὡ‐ |
| book 763.5.2 | μ{ε}ιληκότα τῆι μητρὶ κα‐ |
| book 763.5.3 | [τὰ ...........(.) περὶ Τηλεμάχου κ(αὶ) ]Πηνελόπης ἐρωτῆ‐ |
| book 763.5.4 | σαι, ἐπειδήπερ ὡς ἔνι μάλιστα |
| book 763.5.5 | [..............................(.) ἀ]πουσία̣ι̣. ἡ δέ, φησίν, |
| book 763.10.1 | ἡ Ἀντίκλεια συνετωτάτη |
| book 763.10.2 | [..............................(.) ]γίνεται· δι’ ἣν αἰ‐ |
| book 763.10.3 | τίαν ὁ Ἀρίσταρχος δεικνὺς ὁ‐ |
| book 763.10.4 | [..........................]ε̣ι̣ ἡ Ἀντίκλεια. ση‐ |
| book 763.10.5 | μειοῦται δὲ ὅτι διὰ παντὸς |
| book 763.15 | [.......................... πρ]ότερο̣ς ἀπή̣ντα κατὰ |
| book 764.1 | ἰδίαν συνήθειαν. τὰς |
| book 764.2 | [Εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας] ὥς: ὄρνιθας ὥς, |
| book 764.3 | ὡς ὄρνιθας, οὕτως ταχη‐ |
| book 765.1 | [............................(.)]μ̣εν̣α̣. ὄτριχας |
| book 765.2 | οἰέτεας 〈σ〉ταφύληι ἐπὶ νῶτον |
| book 765.3 | [ἐ{ε}ΐσας: ὄτριχας ὁμότρ]ι̣χας, οἰέτε̣ας ἰσοετεῖς, στα‐ |
| book 765.4 | φύληι ἐπὶ νῶτον ἐ{ε}ΐσας |
| book 765.5 | [οὕτως ἴσας τοῖς νώτο]ι̣ς ὥστε σταφύληι ἀφισοῦσθαι. στα‐ |
| book 765.1 | φύλη δέ ἐστιν ὁ λαο‐ |
| book 765.2 | [ξοϊκὸς διαβήτης, ὃς ἔ]χει ἐπ̣’ αὐτοῦ σπάρτο̣ν κ(αὶ) ἐπ’ |
| book 765.3 | ἄκρου τοῦ σπάρτου μολύβιον ἐξ‐ |
| book 765.4 | [ημμένον, ὧι μετροῦσι ]τὴν ἰσότητα. σταφύλην δὲ ὠνόμασεν, |
| book 765.10 | ἐπεὶ τὸ |
| book 766.1 | [μολύβιόν (ἐστι) ἀσταφίδι ψυ]κτῆι ὅμοιον. τὰς̣ ἐμ Πηρείη〈ι〉 |
| book 766.2 | θρέψ’ ἀργυρότοξος Ἀπόλλων: |
| book 766.3 | [..................]ἔνιοι δὲ ἀγνοοῦντες γράφουσιν „τὰς |
| book 766.4 | ἐμ Π{ε}ιερίη〈ι〉“ πλα‐ |
| book 766.5 | [νώμενοι, ἐπεὶ ἡ μ(ὲν) Πιερί]α τῆς Μακεδονίας, ἡ δὲ Πήρεια τῆς |
| book 767.1 | Θεσσαλίας. 〉ἄμφω θη‐ |
| book 767.2 | [λείας φόβον Ἄρηος φορ]ε̣ούσας: τὸ σημεῖον πρ(ὸς) τὸν |
| book 767.3 | φόβον ὅτι τὴν τοῦ Ἄ‐ |
| book 767.4 | [ρεως φυγὴν σημαίνει,] τουτέστιν τὴν ἐκ τοῦ πολέμου φυγὴν |
| book 767.5.1 | ὑπομε‐ |
| book 767.5.2 | [νούσας ............]οι ἔλαβον ἐπικεχαράχθαι αὐταῖς πρό‐ |
| book 767.5.3 | σωπον, ὅ (ἐστι) φόβου |
| book 767.5.4 | [σημεῖον ...........]καλων τὸ ἐμ παρατάξει ἵππους θηλείας |
| book 767.5.5 | ἔχειν· οἱ γ(ὰρ) ἄρσε‐ |
| book 767.10.1 | [νες ...............].ουρ̣ίζονται, αἱ δὲ θήλειαι οὐδὲν |
| book 767.10.2 | τούτ(ων) ποιοῦσιν. ἔτι δὲ |
| book 767.10.3 | [.............. ἐν τῶ]ι φυγεῖν χρησιμεύ[ο]υσιν, ὅθεν κ(αὶ) |
| book 767.10.4 | ἐπὶ τ(ῶν) τοῦ Αἰνεία{ι} φησίν· |
| book 767.10.5 | [„οἷοι Τρώϊοι ἵπποι ἐπιστάμ]ενοι πεδίοιο / κραιπνὰ μάλ’ ἔνθα |
| book 767.15 | καὶ ἔνθα διωκέμ(εν) |
| book 776.1 | [ἠδὲ φέβεσθαι.“ λωτὸ]ν ἐρεπτόμενοι ἐλεόθρεπτόν τε σέ‐ |
| book 776.2 | λινον: λωτὸν ἐρε‐ |
| book 776.3 | [πτόμενοι οἷον λωτὸ]ν̣ ἀναρπάζοντες. λ[ω]τὸν δὲ ἤτοι |
| book 776.4 | τὸν παρ’ ἡμ{ε}ῖν λεγόμενον |
| book 776.5.1 | [μελίλωτον ἢ κ(αὶ) ἄλλο ὅ]μοιόν τι τούτωι ἔδεσμα. ἐλεόθρε‐ |
| book 776.5.2 | πτον δὲ σέλινον τὸ |
| book 777.1 | [ἐξ ἕλους .........] ἕσ[τ]ασαν· ἅρματα δ’ αὖ |
| book 777.2 | πεπυκασμένα κεῖτο ἀνά‐ |
| book 777.3 | [κτων ............ ]πεπυκα̣[σ]μένα. ἐκ δὲ τούτου τὰ |
| book 777.4 | ἐπιμελείας κα‐ |
| book 779 | [θηκούσης ........] φοίτ(ων) [ἔ]νθα [καὶ ἔν]θα |
| book 779 | κατὰ στρατόν: φοιτᾶν (ἐστι) τὸ αἰεὶ |
| book 780.1 | ἐπὶ τοῦ αὐτοῦ τό̣π̣ου ἐνθουσιωδῶς ὁρμᾶν. οἱ δ’ ἄρ’ [ἴ]σαν ὡς ε[ἴ] |
| book 780.2 | τε πυρὶ χθὼν πᾶ[σ]α νέμοιτο: |
| book 780.3 | οὕτως δὲ ἐπορεύοντο ὥς[τ]ε̣ δόξαι ὅτι καθ’ ὅλην τὴν γῆν πῦρ κατα‐ |
| book 780.4 | νέμεται. τοῦ[τ]ο̣ δὲ δεῖ λα‐ |
| book 780.5.1 | βεῖν πρ(ὸς) τὸ ἄνω τὸ „ἵπποι θ’ οἳ φορ[έεσ]κον ἀμύμονα“, οἱ δ’ |
| book 780.5.2 | ἄρ’ ἴσαν ὡς εἴ τε πυρὶ χθών. τὰ δ̣ὲ λοιπὰ πα‐ |
| book 781-2.1 | ραναπεφώνηται. γαῖα δ’ ὑπεστενάχιζε Διῒ ὣς τερπικεραύνωι / |
| book 781-2.2 | χωομένωι, ὅτε τ’ ἀμφὶ Τυ‐ |
| book 781-2.3 | φωέϊ γαῖαν ἱμάσση̣〈ι〉: ἡ̣ δ̣ὲ̣ γῆ οὕτως ὑπέστεν̣εν ὡς ὅτε περὶ τῶι |
| book 781-2.4 | Τυφωέϊ χωόμενος |
| book 781-2.5.1 | ὁ Ζεὺς ἔπλησσεν αὐτήν· ἱμάσσαι γ(ὰρ) κυρίως (ἐστὶ) τὸ ἱμάντι πλῆξαι, |
| book 781-2.5.2 | καταχρηστικῶς δὲ ὁ‐ |
| book 781-2.5.3 | πωσδήποτε. τὸ δὲ σημεῖον πρ(ὸς) τὸ χωομένωι ὅτι νῦν τὸ χολου‐ |
| book 781-2.5.4 | μένωι δηλοῖ. ἐσχη‐ |
| book 783.1 | μάτικε δὲ †τα Τυφωέα ἀπ̣ὸ̣ τῆς Τυφωεύς. εἰν Ἀρίμοις, ὅθι φασὶ |
| book 783.2 | Τυφωέος ἔμμεναι |
| book 783.3 | εὐνάς: Ἄριμα τῆς Πισιδίας̣ (ἐστίν), ὑφ’ οἷς δοκεῖ ὁ Τυφὼς |
| book 783.4 | (εἶναι) καθ’ Ὅμηρον. οἱ μ(έν)τοι γε νεώτε‐ |
| book 783.5.1 | ροι ὑπὸ τὴν Αἴτν̣[ην] τὸ ἐν Σικελίαι ὄρος φασὶν αὐτὸν (εἶναι), ὧν |
| book 783.5.2 | Πίνδαρος· „κείνωι μ(ὲν) |
| book 784.1 | Αἴτνα δεσμὸς ὑπερφίαλος ἀμφίκειται“. ὣς ἄρα τ(ῶν) ὑπὸ ποσσὶ |
| book 784.2 | μέγα στεναχίζετο |
| book 784.3 | γαῖα: ὣς ἄρα τ(ῶν) οὕτως τούτ(ων). μέγα ἀντὶ το̣ῦ̣ |
| book 784 | μεγάλως. στεναχίζετο ἀντὶ τοῦ ἔσ‐ |
| book 784.5.1 | τενεν, τῶι παθητικῶι ἀντὶ τοῦ ἐνεργητικοῦ. ὁ δὲ λόγος οὕτως, |
| book 784.5.2 | τούτ(ων) ὑπὸ τοῖς |
| book 785.1 | ποσσὶν μεγάλως ἔστενεν ἡ γῆ. 〉ἐρχομένων. μάλα δ’ ὦκα διέ‐ |
| book 785.2 | πρησσον πεδίοιο: ἡ |
| book 785.3 | διπλῆ ὅτι ἐλλείπε[ι] ἡ δ̣ιά πρόθ̣ε̣σις. ὦκα δὲ ἀντὶ τοῦ ὠκέως· ὠκέως |
| book 785.4 | δὲ διέπρησ‐ |
| book 787.1 | σον διὰ πεδίοιο. πὰρ Διὸς αἰγιόχοιο σὺν ἀγγελίηι ἀλεγεινῆι: |
| book 787.2 | ἀλεγεινῆι τὴν ἄλγος ἐ‐ |
| book 788.1 | πιφέρουσαν. ο[ἱ] δ’ ἀγορὰς ἀγόρευον ἐπὶ Πριάμοιο: οἷον |
| book 788.2 | μύθους ἔλεγον, μύθους ἐμυθοῦν‐ |
| book 788.3 | το. δεῖ δὲ νοεῖν ὅ[τ]ι κα̣[τ’ αὐ]τ̣ὸν τὸν χρόνον τοῦ ὀνείρου ἔ̣τι κ(αὶ) |
| book 788.4 | αὕτ̣η̣ ἀπέσταλται. ὁ δὲ ποιη‐ |
| book 788.5.1 | τὴς διηγηματικὸς ὤν, [ο]ὐ δυνάμενος ἅπαντα εἰπεῖν, τὰ κατὰ τὸν |
| book 788.5.2 | χρόνον πραχθέντα |
| book 790.1 | παρὰ μέρος εἴρηκεν. ἀγχοῦ δ’ ἱσταμένη πρ(οσ)έφη πόδας ὠκέ̣α̣ |
| book 790.2 | Ἶρις: ἱσταμένη ἀντὶ |
| book 791-3 | τοῦ στᾶσα. 〈—〉εἴ[σ]ατο δὲ φθογγὴν ὑεῖ Πριάμοιο |
| book 795.1 | Πολ{ε}ίτηι, / —ὃς Τρώων σκοπὸς ἷζε ποδω‐ |
| book 795.2 | κείη〈ι〉σι πεποιθώς, / —τύμβωι ἐπ’ ἀκροτάτωι Αἰσυιήταο γέρον‐ |
| book 795.3 | τος· / —τῶι σφιν ἐεισα‐ |
| book 795.4 | μένη μετέφη πόδας ὠκέα Ἶρις: ἀθετεῖ τούτους Ἀρίσταρχος, ὅτι |
| book 795.5.1 | πρῶτον μ(ὲν) οὐδέπο‐ |
| book 795.5.2 | τε ὑπὸ Διὸς πεμπομένη ἡ Ἶρις ὁμοιοῦταί τινι, ἀλλ’ αἰεὶ αὐτοπρόσω‐ |
| book 795.5.3 | πος παραγ{ε}ίνε‐ |
| book 795.5.4 | ται. ἔτι δὲ κ(αὶ) ἡ ὑπόκρισις ἀπίθανος· εἰ γ(ὰρ) ἕνεκα τοῦ ψιλῶς |
| book 795.5.5 | εἰπεῖν ὅτι ἔρχονται παρῆκται ἡ Ἶρις, |
| book 795.10 | τοῦτο κ(αὶ) ὁ Πολίτης ἠδύνατ̣ο ποιῆσαι· εἰ δὲ πρ(ὸς) τοῦτο, ἵνα οἱ |
| book 795.1 | πρότερον μὴ τολμῶντες |
| book 795.2 | ἐξελθεῖν ἐξέλθωσιν, 〈ἡ〉 Ἶρις ἔστω λέγουσα ὡς κ(αὶ) παρὰ τοῦ Διὸς |
| book 795.3 | ἀπεσταλμένη. ὅτι |
| book 795.4 | δὲ Ὅμηρος, ὅταν τινὰ εἰκάζη〈ι〉 τινί, κ(αὶ) τοὺς πρέποντας λόγους |
| book 795.15.1 | περιτίθησιν, δῆλον. ἡ |
| book 795.15.2 | γοῦν ἀρχὴ οὐ Πολίτου (ἐστίν), ἀλλ’ ὑπὲρ τὸν Πολίτην· φησὶ γ(άρ) |
| book 795.15.3 | „ὦ γέρον, αἰεί τοι μῦθοι φίλοι |
| book 795.15.4 | ἄκριτοί εἰσιν“. τοῦτο εἰ μ(ὲν) ἡ Ἶρις λέγουσα, πρεπόντως ἔχει, εἰ |
| book 795.15.5 | δὲ ὁ υἱὸς πατρί, ἀπρε‐ |
| book 795.20.1 | πῶς· ἔδει γ(ὰρ) λέγειν ‘ὦ πάτερ‘. κ(αὶ) τὸ „μῦθοι φίλοι ἄκριτοί εἰ‐ |
| book 795.20.2 | σιν“, ὅ (ἐστιν) ἀχώριστοι· κρῖ‐ |
| book 795.20.3 | ναι γ(ὰρ) τὸ χωρίσαι· κ(αὶ) τοῦτο οὐ Πολίτου πρ(ὸς) πατέρα· |
| book 795.20.4 | †ἀκουοντ.ς † λέγειν ἔοικεν· ἀλλὰ μᾶλ‐ |
| book 797.1 | λον τῆς Ἴριδος. ὥς τέ ποτ’ ε[ἰ]ρήνης· πόλεμος δ’ ἀλίαστος |
| book 797.2 | ὄρωρεν: ἀλίαστος ἀν‐ |
| book 797.3 | έκκλιτος, ἀναπότρεπτος, ὃν οὐ ῥά〈ι〉διόν (ἐστιν) ἐκκλῖναι· κ(αὶ) γ(ὰρ) |
| book 797.4 | ἐν ἄλλοις „νόσφι λιασθείσ“, τοῦ‐ |
| book 798.1 | το (ἔστι) χωρὶς ἐκκλίνων. ἦ μ(ὲν) δὴ μάλα πολλὰ μάχας εἰσ‐ |
| book 798.2 | ήλυθον ἀνδρῶν: κ(αὶ) τοῦ‐ |
| book 798.3 | το δὲ ἀπ{ο}εοικὸς Πολίτηι λέγ̣ειν, τῆι δὲ Ἴριδι πρ(οσ)ῆκον, ὅτι αἰεί |
| book 798.4 | ποτέ (ἐστιν) |
| book 799.1 | ἐμ πολέμοις, ἐκ〈ε〉ῖνος δὲ οὔ. ἀλλ’ οὔ πω τοιόνδε τοσόνδε τε |
| book 799.2 | λαὸν ὄπωπα: κ(αὶ) οὗ‐ |
| book 799.3 | τος δὲ τῆς αὐτῆς ἐννοίας ἔχεται ὥστε, εἰ μ(ὲν) ἡ Ἶρις ἡ λέγουσα αὐ[τ]‐ |
| book 799.4 | ο̣π[ρ]ό‐ |
| book 799.5.1 | σωπος, {ειχ} οἰκείως ἔχειν, εἰ δὲ Πολίτης, ἀπίθανον. πότε γ̣(ὰρ) |
| book 799.5.2 | ε̣[ἶδε λα]ό̣[ν, ὃς ἄξ]ι̣‐ |
| book 799.5.3 | ός (ἐστι) θαυμασμοῦ; ἐπίστ̣ασθαι οὖν Ἴριδι οἰκεῖον, Πολίτηι δὲ οὐ |
| book 800.1 | [πρέ]πο̣ν̣[ λί‐] |
| book 800.2 | ην γ(ὰρ) φύ̣λλοισιν ἐοικότες ἢ ψαμάθοισιν: [............... |
| book 800.3 | ..... εἰ γ(ὰρ) ὑπὸ Ἴ‐] |
| book 801.1 | ριδος λέγοιτο̣, ἔχοι ἂν πρεπόντως, εἰ δὲ Π[ολίτης λέγει, οὔ. 〉ἔρ‐ |
| book 801.2 | χονται πεδίοιο] |
| book 801.3 | μαχησόμενοι περὶ ἄστυ: τὸ σημεῖον ὅτ̣[ι ἐλλείπει πάλιν ἡ διά |
| book 802.1 | πρόθεσις. Ἕκ‐] |
| book 802.2 | τορ, σοὶ δὲ μάλιστ̣’ ἐπιτέλλομαι, ὧδε δὲ ῥέξαι: κ[.......... |
| book 802.3 | .......... πρεσβύ‐] |
| book 802.4 | τερον ὄντα ἀδελφὸν ἀπίθανον· ἔδει γ(ὰρ) εἰπε[ῖν ............... |
| book 802.5.1 | ..... εἰ αὐ‐] |
| book 802.5.2 | τοπρόσωπος̣ ἡ Ἶρις̣ παραγ{ε}ίνεται. κ(αὶ) γ(ὰρ) λέγει .[........ |
| book 802.5.3 | ...............] |
| book 802.5.4 | τουτ.. ῥ̣[έ]ξ̣α̣ι̣ πρ̣ᾶξαι. ἀπίθανον οὖν ἀδ[ελφῶι πρεβυτέρωι |
| book 802.5.5 | νεώτερον ἐπι‐] |
| book 802.10 | τάσσειν. ἕ̣ν̣ε̣κ̣ε̣ν̣ τούτ(ων) πάντ(ων) ἠθέτη̣σ̣ε̣ν̣[ ὁ Ἀρίσταρχος τοὺς |
| book 804.1 | στίχους. ἄλλη] |
| book 804.2 | δ’ ἄλλων γλῶσσα πολυσπερέων ἀ[νθρώπων: .......... |
| book 805.1 | ......... τοῖσιν ἕκασ‐] |
| book 805.2 | τος ἀνὴ̣ρ̣ σημαινέτω οἷσί περ ἄρχει: τούτοις δὲ ἕκαστος ἐπιτασ‐ |
| book 805.3 | σέτ[ω, ὧν ἄρχει· ...(.)] |
| book 805.4 | σημαίνειν τὸ ἐπιτάσσειν. φαίνεται δὲ πάλιν ἐπιτάσσειν ὁ Πολίτησ[. |
| book 805.5 | ......(.) οἰ‐] |
| book 806.1 | κεῖον ὑπ̣ὸ αὐτοῦ λέγεσθαι, ἀλλ’ ὑπὸ Ἴριδος. 〈τῶν δ’ ἐξηγείσθω |
| book 806.2 | κοσμησάμενος πολιήτας:〉 τούτ(ων) δ’ ἡγ̣ε̣ίσθω διατά‐ |
| book 806.3 | ξας̣ [ἕκαστος τοὺς πο‐] |
| book 807.1 | λίτας. ὣς ἔφαθ’, Ἕκτωρ δ’ οὔ τι θεᾶς ἔπος ἠγνοίησεν: τοῦτο |
| book 807.2 | ἀμφίβολ[ον· ἕτερον μ(ὲν) γ(ὰρ) ση‐] |
| book 807.3 | μαίνει, οἷον ἔγνω ὅτι θεᾶς (ἐστιν) ἔπος, ἕτερον δὲ οὐ̣[κ ἠ]γ̣ν̣όησεν τὸ |
| book 807.4 | τῆς [θεᾶς ἔπος, οἷ‐] |
| book 807.5.1 | ον οὐκ ἠφ̣ροντίστησεν· ὃ καὶ μᾶλλον· ὅτι μ(ὲν) γ(ὰρ) ἐξ.[.].[..... |
| book 807.5.2 | ................... αὐ‐] |
| book 807.5.3 | τὴν ὁμοιοῦσθαι, αὐτόπτιν δὲ λέγ̣ειν, δῆλον ἐκ τ(ῶν) πρ[οειρημένων. |
| book 807.5.4 | τῆς δὲ λεγούσης ὡς] |
| book 809.1 | γ{ε}ινωσκομένης ὅτι Ἶρίς (ἐστι), πάλι μὴ ἀγνοεῖσθαι τὸ ἔπος. 〉[πᾶ‐ |
| book 809.2 | σαι δ’ ὠΐγνυντο πύλαι, ἐκ] |
| book 809.3 | δ’ ἔσσυτο λαός: τὸ σημεῖον πρ(ὸς) τοῦτο ὅτι τὴν πύλην π̣[ληθυν‐ |
| book 811.1 | τικῶς εἴρηκεν. ἔσ‐] |
| book 811.2 | τι δέ τις προπάροιθε πόλιος αἰπεῖα κολώνη: τοῦτο ὁ ποιη[τὴς |
| book 811.3 | ............. ἐκ] |
| book 811.4 | δὲ τούτου τὸν αὐτόπτ[η]ν ἐνδείκνυσ̣[ι]. κολώνη (ἐστὶ) [π]ᾶ̣ν̣ [ἀνά‐] |
| book 812.1 | σ[τ]η̣μ̣α̣ [γῆς. ἐν πεδίωι ἀπά‐] |
| book 812.2 | νευθε περίδρομος ἔνθ[α κ]αὶ ἔνθα: ἀπάνευθε χω[ρὶς σημαίνει |
| book 812.3 | ὡς „εἵως μ(έν) ῥ’ ἀπάνευ‐] |
| book 813-4 | θε θεοὶ θνητῶν ἔσαν ἀνδ[ρ]ῶν“. τὴν ἤτοι ἄνδρες [Βατίειαν κι‐ |
| book 813-4.1 | κλήσκουσιν, / ἀθάνα‐] |
| book 813-4.2 | τοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης: ταύτη[ν .......... |
| book 813-4.3 | ..................] |
| book 813-4.5.1 | γυναῖκα, οἱ δὲ οὔ, ἀλλὰ μίαν τ(ῶν) Ἀμαζονίδων [............... |
| book 813-4.5.2 | .......... πολύσκαρ‐] |
| book 813-4.5.3 | θμον δὲ αὐτὴν εἴρηκεν τὴν πολυσκάριστον· σ[καρθμὸς γ(ὰρ) ἡ τ(ῶν) |
| book 815.1 | ποδῶν κίνησις. ἔν‐] |
| book 815.2 | θα τότε Τρῶές τε διέκριθεν ἠδ’ ἐπίκουροι: ἔνθα ὅπου, [..... |
| book 816.1 | .................... 〉Τρω‐] |
| book 816.2 | σὶ μ(ὲν) ἡγεμόνευε μέγας κορυθαίολος Ἕκτωρ: τὸ σημ̣[εῖον |
| book 816.3 | πρ(ὸς) τὴν ἐναλλαγὴν τῆς] |
| book 816.4 | πτώσεως, ὅτι εἴρηκεν Τρωσὶν ἀντὶ τοῦ Τρώων, ὁμοί[ως τῶι „Τρωσὶν |
| book 816.5.1 | μ(ὲν) προμάχιζεν Ἀ‐] |
| book 816.5.2 | λέξανδρος θεοειδήσ“. κορυθαίολος δέ (ἐστιν) ἤτοι ὁ ποικίλη[ν ..... |
| book 816.5.3 | ............... αἰό‐] |
| book 816.5.4 | λον γ(ὰρ) τὸ ποικίλον· ἢ καὶ ὁ ἐν τῆι πε̣ρικεφαλαίαι ὀξέω[ς ..... |
| book 816.5.5 | ............... εὐ‐] |
| book 816.10.1 | θετεῖ γ(ὰρ) κ(αὶ) ἐπὶ τοῦ ὀξέος κ(αὶ) εὐστραφοῦς τὸ αἰόλον, οἷον ὅταν |
| book 816.10.2 | λέγηι· „ἔ̣[νθα ἴδον πλείσ‐] |
| book 816.1 | τους Φρύγας ἀνέρας αἰολοπώλουσ“. ὅθεν Ἀλκαῖος ἀμφο̣[τερ.. |
| book 816.2 | ...............] |
| book 816.3 | λέγων οὕτως· „καὶ χρυσοπάσταν τὰν κυνίαν ἔχων / ἔλαφρα π[... |
| book 816.15 | ...............] |
| book 819 | ζων. 〉Δαρδανίων αὖτ’ ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο: τὸ |
| book 819.1 | σημ[εῖον ὅτι ............] |
| book 819.2 | τοὺς Τ̣ρ̣[ῶ]α̣ς διέστα〈λ〉κεν τ(ῶν) Δαρδάνων. τὸ δὲ ἑξῆς (ἐστι) |
| book 819.3 | Δαρδα[νίων αὖτ’ ἦρχεν ἐῢς] |
| book 819.5.1 | πάϊς Ἀγχίσαο / „Αἰνείασ“, „οὐκ οἶοσ“, τὰ δὲ λοιπὰ .[..... |
| book 819.5.2 | ......................... τὴν] |
| book 824.1 | εὐγένειαν. οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατο[ν Ἴδης: |
| book 824.2 | τὴν ὑπώρειαν, τὸν ἔσχα‐] |
| book 825.1 | τ[ον] πόδα τῆς Ἴδης. ἀφνειοί, π{ε}ίν[ο]ν̣τες ὕδωρ μ[έλαν |
| book 825.2 | Αἰσήποιο: ...............] |
| book 827.1 | ε̣[.]..λ̣... „μέλαν Ἀνδ̣είροιο“. Πάνδαρος, ὧ〈ι〉 κ(αὶ) τό[ξον |
| book 827.2 | Ἀπόλλων αὐτὸς ἔδωκεν: ..........] |
| book 827.3 | [...]ν[ ]νοητέον ἐκ του̣[.....].[..]τ[ὴν το]ξικὴν[ .......... |
| book 827.4 | ....................] |
| book 827.5 | [...]σεν· αὐτὸς γ(ὰρ) ἑαυ[τ]ῶ̣ι̣ [ἐποίησεν] [ |
| book 1a1.1 | ἄλλοι {μέν ῥα}: ὅτι Ζηνόδοτος γράφει „ὦλλοι“. ὁ δὲ ποιητὴς |
| book 1a1.2 | ἀσυνάρθρως ἐκφέρει. A |
| book 1a2.1 | Ζηνόδοτος „ὦλλοι“ γράφει, κακῶς· ἐλλείπει γὰρ ὁ ποιητὴς |
| book 1a2.2 | τοῖς ἄρθροις ἀεί. b(BCE3) |
| book 1b.1 | θεοί τε καὶ ἀνέρες: ὅτι μετὰ θεὸν ἄνθρωπος· καὶ ἀπὸ τοῦ |
| book 1b.2 | ἀνδρὸς τὸ πᾶν γένος. b(BCE3E4)T |
| book 1c.1 | ἱπποκορυσταί: οὓς ἀγρυπνεῖν ἔδει διὰ τὴν τοῦ πολέμου |
| book 1c.2 | πρόνοιαν. οἱ δὲ τοὺς βασιλεῖς ἤκουον. b(BCE3E4)T |
| book 1-2 | 〈θεοὶ—παννύχιοι:〉 ἀπὸ κοινοῦ τὸ παννύχιοι. Aim |
| book 2.1 | παννύχιοι: πῶς ἐν τῇ Α εἰπὼν—τῆς νυκτός, ὡς οἱ |
| book 2.2 | ἄλλοι, μεριμνῶν. A |
| book 2a.1 | Δία δ’ οὐκ ἔχε: καὶ πῶς φησιν „ἔνθα καθεῦδ’ ἀναβάσ“ |
| book 2a.2 | (Α 611); λύοιτο δ’ ἂν κατὰ λέξιν· τὸ γὰρ εὕδειν, ἰαύειν, κοιμᾶσθαι καὶ |
| book 2a.3 | ἐπὶ ψιλῆς ἀνακλίσεως λαμβάνει, οἷον „πολλὰς μὲν ἀΰπνους νύκτας |
| book 2a.4 | ἴαυον“ (Ι 325) καὶ „Εὐρυνόμη δ’ ἄρ’ ἐπὶ χλαῖναν βάλε κοιμηθέντι. / |
| book 2a.5.1 | ἔνθ’ Ὀδυσεὺς μνηστῆρσι κακὰ φρονέων ἐνὶ θυμῷ / κεῖτ’ ἐγρηγορόων“ |
| book 2a.5.2 | (υ 4—6). ἢ οἱ μὲν ἄλλοι παννύχιοι εὗδον, ὁ δὲ Ζεὺς οὐ παννύχιος. |
| book 2a.5.3 | b(BCE3E4)T |
| book 2b.1 | νήδυμος: ὅτι τὸ νήδυμος μετὰ τοῦ ν, καὶ οὐχὶ „ἥδυμοσ“ |
| book 2b.2 | (ὡς ἔνιοι) παρὰ τὸ ἡδύς, ὡς δῆλον ἐκ τοῦ „νήδυμος ἀμφιχυθείσ“ (Ξ |
| book 2b.3 | 253). οἱ δὲ μεθ’ Ὅμηρον καὶ χωρὶς τοῦ ν λέγουσι· καὶ Ἀντίμαχος (fr. |
| book 2b.4 | 94 W.)· „ἐπεί ῥά οἱ ἥδυμος ἐλθών“, καὶ Σιμωνίδης (fr. 94 P.)· „οὗτος |
| book 2b.5.1 | δέ τοι ἥδυμον ὕπνον ἔχων“. ἴσως οὖν ἐνόμισαν ἀπὸ τοῦ ἡδύς εἶναι |
| book 2b.5.2 | παράγωγον τὸ ἥδυμος, ὡς ἔτυμος ἐτήτυμος. ὁ δὲ ποιητὴς ἐπὶ τοῦ |
| book 2b | ἀνεκδύτου τίθησι τὴν λέξιν. A |
| book 2c1.1 | νήδυμος: Ἀρίσταρχός φησιν ἐκ τοῦ δύνω δύμος καὶ ἐν ἐπ‐ |
| book 2c1.2 | εκτάσει νήδυμος (ὅθεν καὶ οἱ δίδυμοι δύο ἐκ μιᾶς καταδύσεως τῆς |
| book 2c1.3 | γαστρός)· οὐ γὰρ παρὰ τὸ ἡδύς· λέξει γὰρ δασυνομένῃ οὐ συντίθησι |
| book 2c1.4 | τὸ νη. οἱ δέ, ὃν οὐ δυνατὸν ἀποδύσασθαι, ἢ ὁ βαθύς (παρὰ τὴν νηδύν) |
| book 2c1.5.1 | ἢ ἀνώδυνος. | ὅτι δὲ μετὰ τοῦ ν φησὶ „νήδυμος ἀμφιχυθείσ“ (Ξ 253). |
| book 2c1.5.2 | b(BCE3E4)T |
| book 2c2.1 | καὶ δῆλον ὅτι παρὰ τὸ δύω ἢ δύνω ἐξέπιπτε ῥηματικὸν τὸ |
| book 2c2.2 | δύμος, καὶ κατὰ στέρησιν τοῦ νη ὁ νήδυμος ἐγίνετο (ὅθεν καὶ οἱ δίδυ‐ |
| book 2c2.3 | μοι δύο ἐκ μιᾶς καταδύσεως τῆς γαστρός), καὶ οὐ παρὰ τὸ ἡδύς· λέξει |
| book 2c2.4 | γὰρ δασυνομένῃ οὐ συντίθησι τὸ νη. οἱ δέ, ὃν οὐ δυνατὸν ἀποδύ‐ |
| book 2c2.5 | σασθαι, ἢ ὁ βαθύς (παρὰ τὴν νηδύν) ἢ ὁ ἀνώδυνος. A |
| book 3a1.1 | ἀλλ’ ὅ γε μερμήριζε: ἐμερίμνα. | διδάσκει δὲ μηδὲν ἀπερι‐ |
| book 3a1.2 | σκέπτως ποιεῖν· ὅτε γὰρ ἀμελεῖ, ἁλίσκεται, ὡς ἐν τῇ Ξ ἀπατᾶται ὑπὸ |
| book 3a1.3 | Ἥρας, καὶ ἐπὶ Ὀδυσσέως „στάσκεν, ὑπαὶ δὲ ἴδεσκεν“ (Γ 217). καὶ |
| book 3a1.4 | πρῶτον μὲν ἐδίσταζεν ἐπὶ Θέτιδος, εἰ πρακτέον, νῦν δὲ τὸ πῶς πρα‐ |
| book 3a1.5 | κτέον. T |
| book 3a2.1 | διδάσκει μηδὲν ἀπερισκέπτως ποιεῖν, ὥσπερ αὐτὸς ὑπὸ Ἥρας |
| book 3a2.2 | ἐν τῷ Ξ ἁλίσκεται, καὶ τοὺς ἄλλους, εἰ μὴ προγνοῖεν, ταὐτὸν πάσχειν |
| book 3a2.3 | οἰόμενος. καὶ πρῶτον μὲν ἐδίσταζεν ἐπὶ Θέτιδι, εἰ πρακτέον, b(BCE3 |
| book 3a2.4 | E4) νῦν δὲ τὸ πῶς πρακτέον. b (E3E4) |
| book 3b.1 | ἀλλ’ ὅ γε μερμήριζε: διδάσκει ὅτι καὶ θεοῖς πρὸς σκέψιν |
| book 3b.2 | εὔθετον νύξ, τούς τε ἄρχοντας οὐ παννυχίζειν δεῖ, καὶ παντὶ τρόπῳ τὰς |
| book 3b.3 | ὑποσχέσεις πληροῦν. A b (BCE3E4)T διὰ τοῦτο οἱ μὲν τοῦ Διὸς |
| book 3b.4 | δεηθέντες καθεύδοντες αὐτῷ πεποίηνται, ἀγρυπνῶν δὲ ὁ ὑπεσχημένος |
| book 3b.5 | προτιμῆσαι Ἀχιλλέα. b(BCE3E4)T |
| book 3c.1 | μερμήριζε: εἰς μέρη ἐμερίζετο· καὶ διάνοια μὲν ἡ ἑδραία, |
| book 3c.2 | μέριμνα δὲ ἡ μεριζομένη. b(BCE3E4)T |
| book 3-4.1 | 〈μερμήριζε κατὰ φρένα, ὡς Ἀχιλῆα / τιμήσῃ:〉 |
| book 3-4.2 | βραχὺ διασταλτέον μετὰ τὸ φρένα καὶ τιμήσῃ. Aint |
| book 4a.1 | τιμήσει’: τοῦτο εὐκτικόν, τὸ δὲ ὀλέσῃ ὑποτακτικόν, A b |
| book 4a.2 | (BCE3)T ὡς τὸ „χόλον τελέσει’ Ἀγαμέμνων“ (Δ 178). A | στι‐ |
| book 4a.3 | κτέον δὲ ἐν τῷ νηυσί· μόνους γὰρ τούτους ἀνελεῖν ἤθελε· διό φησιν· |
| book 4a.4 | „ὑπὲρ αἶσαν Ἀχαιοὶ φέρτεροι ἦσαν“ (Π 780), ὥστε διωχθῆναι μέχρι |
| book 4a.5 | νηῶν. A b (BCE3)T |
| book 4b.1 | πολέας: ὅτι Ζηνόδοτος γράφει „πολύσ“. μόνα δὲ τὰ εἰς υς |
| book 4b.2 | μονογενῆ δύναται παρὰ τὴν ἔκτασιν ἢ συστολὴν ἑνικὰ καὶ πληθυν‐ |
| book 4b.3 | τικὰ γίνεσθαι, οἷον βότρῠς καὶ βότρῡς. A |
| book 4c | 〈πολέας:〉 ὡς ταχέας. Ail |
| book 5a.1 | ἥδε δέ οἱ κατὰ θυμὸν 〈ἀρίστη φαίνετο βουλή〉: πολλὰ |
| book 5a.2 | προσκεψάμενος ταύτην εὗρε χρειώδη βουλήν. ἔστιν οὖν ὡς τὸ „αἱ |
| book 5a.3 | δεύτεραί πως φροντίδες σοφώτεραι“ (Eur. Hipp. 436) καὶ „ἕτερος δέ |
| book 5a.4 | με θυμὸς ἔρυκεν“ (ι 302). A b (BCE3E4)T |
| book 5b.1 | 〈ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή:〉 βραχὺ |
| book 5b.2 | διασταλτέον κατὰ τὸ τέλος· μέρος γὰρ κατὰ τὸ ἐπιφερόμενον τῆς πε‐ |
| book 5b.3 | ριόδου. Aim |
| book 6a.1 | πέμψαι ἐπ’ Ἀτρείδῃ: οὐκ ἀναστρέφεται ἡ πρόθεσις· αἱ |
| book 6a.2 | γὰρ συναλειφόμεναι οὐκ ἀναστρέφονται, εἰς μονοσυλλαβίαν περιϊστά‐ |
| book 6a | μεναι. A |
| book 6b.1 | 〈οὖλον:〉 ὅτι οὐ τὸν μαλακόν, ἀλλὰ τὸν ὀλέθριον· πέμπεται |
| book 6b.2 | γὰρ ἐπ’ ἀπίστῳ καὶ κακῷ. Aint |
| book 6c.1 | οὖλον: τοῦτο κατὰ συμπάθειαν, ὡς „οὐλομένην“ (Α 2), b |
| book 6c.2 | (BCE3E4)T καὶ ἵνα ποθοῖμεν μαθεῖν, τί εἴργασται ὁ οὖλος ὄνειρος. |
| book 6c.3 | Ἕκτορι δὲ Ἶρις πέμπεται (cf. Λ 182—210), ἀλλ’ οὐχὶ νῦν, ὅπως μὴ πρὸ τοῦ Καταλό‐ |
| book 6c.4 | γου ἡ ναυμαχία γένηται. ἢ οὖλον τὸν ἀσαφῆ καὶ ὕπουλον b(BCE3) |
| book 6c.5.1 | T (εἰ μὴ ἄρα τὸν μαλακὸν λέγει, ἐπεὶ καὶ πρὸς αὐτὸν διαλεγόμενος |
| book 6c.5.2 | οὕτω φησίν· b [BE3] T „οὖλε“ [Β 8])· καὶ Τρῶας γὰρ ἀπώλεσε |
| book 6c.5.3 | θαρρήσαντας ὑπομεῖναι τὸν Ἀχιλλέα, ποιητικὸν δὲ τὸ πλάσσειν ὀνεί‐ |
| book 6c.5.4 | ρους. ἢ τὸν ἐπ’ ὀλέθρῳ πεμπόμενον. ἢ τὸν ὁλόκληρον, ὡς τὸ 〈***〉 |
| book 6c.5.5 | „οὖλέ τε καὶ μέγα χαῖρε“ (ω 402). T |
| book 6c.10.1 | οὖλον ὄνειρον: δηλοῖ ἡ λέξις καὶ τὸν προσηνῆ—ὄλβια |
| book 6c.10.2 | δοῖεν. A |
| book 7.1 | 〈καί μιν φωνήσας:〉 τὸ μίν τριγενές· νῦν ἀρσενικόν, θηλυκῶς |
| book 7.2 | δὲ ὡς τὸ „καί μιν ἔτις’, ὡς οὔτις ἐπὶ χθονὶ τίεται ἄλλη“ (η 67), καὶ |
| book 7.3 | οὐδέτερον ὡς τὸ „νῦν αὖτέ μιν υἷες Ἀχαιῶν / ἐν παλάμῃ φορέουσιν“ |
| book 7.4 | (Α 237—8), τὸ σκῆπτρον. Tt Til |
| book 8a1.1 | βάσκ’ ἴθι {οὖλε}: Τυραννίων (fr. 5 P.) ὑφ’ ἕν, ὡς ἄπιθι. παρ‐ |
| book 8a1.2 | αιτητέον δέ· τὰ γὰρ εἰς μι λήγοντα μετὰ προθέσεως φιλεῖ συντίθεσθαι, |
| book 8a1.3 | μετ’ ἄλλων δὲ λέξεων οὐκέτι. καὶ πάλιν τὰ διὰ τοῦ θι παραχθέντα κατ’ |
| book 8a1.4 | ἀρχὴν οὐ θέλει συντίθεσθαι. | καὶ ἄμεινον ταὐτολογίαν εἶναι ἐμφαίνου‐ |
| book 8a1.5.1 | σαν τὴν ἔπειξιν. καὶ ἀλλαχοῦ „ἔλθοι καὶ ἵκοιτο“ (ρ 539 al.), „ὣς ἔφατ’ |
| book 8a1.5.2 | ἔκ τ’ ὀνόμαζε“ (Α 361 al.). καὶ Ἡρωδιανὸς (cf. 2,843,18) μέν φησι |
| book 8a1.5.3 | τὸ ἴθι ἐνεστῶτα νῦν, Ἐπαφρόδιτος (fr. 17 L.) δὲ ἀόριστον. δύναται δὲ |
| book 8a1.5.4 | καὶ ἴθι ἐπίρρημα παρακελεύσεως 〈εἶναι ἀντὶ τοῦ ἄγε〉 ὡς 〈τὸ〉 „ἴθ’ |
| book 8a1.5.5 | ἐκκάλυψον, ὡς ἴδω τὸ πᾶν κακόν“ (Soph. Ai. 1003). Aext |
| book 8a2 | βάσκ’ ἴθι: Ἡρωδιανὸς μὲν τὸ ἴθι ἐνεστῶτός φησι νῦν, |
| book 8a2.1 | Ἐπαφρόδιτος δὲ ἀορίστου. T | Τυραννίων δὲ ὑφ’ ἕν, ὡς ἄπιθι. | ἄμει‐ |
| book 8a2.2 | νον δὲ b(BCE3)T ταὐτολογίαν εἶναι ἐμφαίνουσαν τὴν ἔπειξιν. b |
| book 8a2.3 | (BCE3E4)T καὶ ἀλλαχοῦ „ἔλθοι καὶ ἵκοιτο“ καὶ „ὣς ἔφατ’ ἔκ τ’ |
| book 8a2.5.1 | ὀνόμαζε.“ καὶ πάνυ σφόδρα φασὶν Ἀττικοί. δύναται δὲ τὸ ἴθι καὶ |
| book 8a2.5.2 | ἐπίρρημα παρακελεύσεως εἶναι ἀντὶ τοῦ ἄγε, ὡς τὸ „ἴθ’ ἐκκάλυψον, ὡς |
| book 8a2.5.3 | ἴδω τὸ πᾶν κακόν.“ b(BCE3)T |
| book 8b.1 | 〈βάσκ’ ἴθι:〉 ὅτι παραλλήλως βάσκε καὶ ἴθι· ἰσοδυναμοῦσι |
| book 8b.2 | γὰρ αἱ λέξεις. Aint |
| book 8c.1 | βάσκ’ ἴθι 〈οὖλε ὄνειρε θοὰς ἐπὶ νῆας Ἀχαιῶν〉: στι‐ |
| book 8c.2 | κτέον κατὰ τὸ τέλος τοῦ στίχου· περίοδον γὰρ αὐτοτελῆ ὁ στίχος |
| book 8c.3 | ἔχει, καὶ τὸ πρέπον τῆς ἐγκελεύσεως διὰ τοῦ ἀσυνδέτου φαίνεται. A Aext |
| book 9.1 | ἐλθὼν ἐς κλισίην: ἀσύνδετος καὶ ἀρχοντικὸς ὁ λόγος. b |
| book 9.2 | (BCE3)T |
| book 10a.1 | πάντα μάλ’ ἀτρεκέως: διδάσκει τοὺς ἀγγέλους μὴ πε‐ |
| book 10a.2 | ρισσὸν τῶν ἀκουομένων περιεργάζεσθαι. b(BCE3)T |
| book 10b.1 | 〈ἀγορευέμεν:〉 ὅτι ἀπαρεμφάτῳ χρῆται ἀντὶ προστακτι‐ |
| book 10b.2 | κοῦ, ἀγορευέμεν ἀντὶ τοῦ ἀγόρευε. Aim |
| book 10c.1 | ἀγορευέμεν: Ἀττικῶς· „φάσκειν Μυκήνασ“ (Soph. El. |
| book 10c.2 | 9). ἐπιτέλλω δὲ ἀντὶ τοῦ ἐπιστέλλω. T |
| book 11a.1 | 〈θωρῆξαί ἑ:〉 ἐγκλιτέον τὴν ἕ. b(BCE3)Til | θωρήσ‐ |
| book 11a.2 | σεσθαι καὶ κορύσσεσθαι ἀπὸ τῶν ἡγεμονικῶν, ὡς „ὄμματα καὶ κεφαλήν,/ |
| book 11a.3 | Ἄρεϊ δὲ ζώνην“ (cf. Β 478—9). καὶ ὁπλίζεσθαι δέ πού (cf. Η 417 al.) |
| book 11a | φησιν ὁ ποιητής. b(BCE3)T |
| book 11b1.1 | κάρη κομόωντας: κομῶσι γὰρ Λάκωνες, ἀφ’ ὧν τὸ πᾶν |
| book 11b1.2 | Ἑλληνικόν, ἢ διὰ τὸ πρὸς τοὺς πολεμίους βλοσυρόν, ἢ πρὸς τὸ μὴ |
| book 11b1.3 | ὁμοιοῦσθαι τοῖς βαναύσοις, ἢ διὰ τὸ μὴ θλίβεσθαι ταῖς κόρυσι· Τρῶες |
| book 11b1.4 | γὰρ τιάρας ἐφόρουν. Σκύθαι δὲ πρῶτοι ἐκείραντο· διὸ καὶ ἀπεσκυθι‐ |
| book 11b1.5.1 | σμένοι λέγονται. b(BCE3E4)T | κάρη κομόωντες, ἕκαστος τὸ ἴδιον |
| book 11b1.5.2 | κάρη, ὡς „ἀπὸ βλεφάροιϊν ὀλώλει“ (Κ 187). T |
| book 11b2.1 | κομόωντας: διαίρεσις. | κάρη κομόωντας: ἕκαστος τὸ |
| book 11b2.2 | ἴδιον. | ὅτι οἱ Τρῶες τιάρας ἐφόρουν. T |
| book 11b2.1 | κάρη κομόωντας: τῶν Ἑλλήνων τὸ παλαιὸν— |
| book 11b2.2 | ἀναθεῖναι τῷ Ἀπόλλωνι. A |
| book 12a.1 | 〈πανσυδίῃ:〉 οὕτως διὰ τοῦ ν τὸ πανσυδίῃ ὁ Ἀρίσταρ‐ |
| book 12a.2 | χος, καὶ τὰ παραπλήσια τούτοις „ἄνστησον“ (Κ 176) καὶ „τάχα δ’ |
| book 12a.3 | ἀνστήσεσθαι ἔμελλεν“ (Β 694). κἀν ταῖς πλείοσι δὲ καὶ χαριεστέραις |
| book 12a.4 | τῶν ἐκδόσεων κἀν τῇ Καλλιστράτου οὕτως εἶχον. A |
| book 12b.1 | νῦν: τὸ νῦν τοὺς τρεῖς δηλοῖ χρόνους· „νῦν γὰρ δὴ γένος |
| book 12b.2 | ἐστί“ (Hsd. opp. 176)· „νῦν ὤλετο πᾶσα κατ’ ἄκρησ“ (Ν 772)· „νῦν |
| book 12b | δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει“ (Υ 307). A b (BCE3E4)T |
| book 12c.1 | ἕλοις: ὅτι Ζηνόδοτος χωρὶς τοῦ ς, „ἕλοι“. ἀπέστροφε δὲ |
| book 12c.2 | τὸν λόγον σχηματίσας, ὡς ἂν αὐτὸς ὁ ὄνειρος εἴποι πρὸς τὸν Ἀγα‐ |
| book 12c.3 | μέμνονα. A |
| book 13-4.1 | ἀμφὶσ〈—〉φράζονται: διχογνωμοῦσι περὶ— |
| book 13-4.2 | ὑπὲρ Ἑλλήνων. A |
| book 13 | 〈ἀμφίς:〉 χωρίς. Til |
| book 14.1 | ἐπέγναψεν γὰρ ἅπαντας: δῆλον ἐξ ὧν φησι περὶ Ἄρεος· |
| book 14.2 | „ὃς πρώην μὲν ἐμοί“ (Ε 832), καὶ Ἀπόλλωνος· „αἰὲν ἄπιστε“ (Ω |
| book 14.3 | 63). T |
| book 19.1 | ἀμβρόσιος: ἥδιστος αὐτῷ ἐστιν ὁ ὕπνος διὰ τὴν κατά‐ |
| book 19.2 | παυσιν τοῦ λοιμοῦ, ἐπεὶ ἐν ταῖς χρείαις ἀεὶ διαγρυπνεῖ. b(BCE3E4)T |
| book 20a.1 | στῆ δ’ ἄρ’ ὑπὲρ κεφαλῆς: ὑπὲρ κεφαλῆς ἵσταται ὡς τῶν |
| book 20a.2 | αἰσθήσεων φθεγγόμενος πλησίον. αἱ δὲ αἰσθήσεις ἀπὸ τῆς βάσεως |
| book 20a.3 | τοῦ ἐγκεφάλου τὴν ἀρχὴν ἔχουσιν. A b (BCE3E4)T |
| book 20b.1 | Νηληΐῳ υἷϊ: τῷ Νέστορι ὡμοίωται A b (BCE3E4) |
| book 20b.2 | T ὡς συμβούλῳ καὶ φιλεταίρῳ, b(BCE3E4)T ὡς Ναυσικάᾳ |
| book 20b | (cf. ζ 21—3) ἢ Πηνελόπῃ (cf. δ 796—803). | τὸ δὲ υἷϊ †διχῶς. T |
| book 21a.1 | 〈Νέστορι:〉 μετὰ τὸ Νέστορι βραχὺ διασταλτέον, μετὰ |
| book 21a.2 | δὲ τὸ τέλος τοῦ στίχου τελείαν θετέον. Aim |
| book 21b.1 | μάλιστα γερόντων: τῶν †ἐννέα τιμίων†, ἐν οἷς καὶ Διο‐ |
| book 21b.2 | μήδης καὶ Αἴαντες. AT |
| book 23a.1 | δαΐφρονος: συνετοῦ, παρὰ τὸ δαῆναι, b(BCE3E4) |
| book 23a.2 | T ὡς „δαΐφρονι Πηνελοπείῃ“. ἐπὶ δὲ Τυδέως (cf. Ε 181) πολεμικοῦ. |
| book 23a.3 | δυσωπεῖ δὲ τοῖς ἐγκωμίοις τοῦ πατρός. ἢ ὅτι ἡ πατρωνυμία τοὺς |
| book 23a.4 | εὐγενεῖς ἥδει, ὡς τοὐναντίον „οὐ χρή“ (Β 24). τῶν δὲ οἰκείων ἐστὶ τὸ |
| book 23a.5.1 | ἐγκαλεῖν, b(BCE3)T ὡς καὶ ἀλλαχοῦ (Κ 159) γνωμολογεῖ ὁ |
| book 23a.5.2 | Νέστωρ· „τί πάννυχον ὕπνον ἀωτεῖς;“ b(BCE3) |
| book 23b.1 | εὕδεις, Ἀτρέος υἱὲ 〈δαΐφρονος, ἱπποδάμοιο〉: τελεία |
| book 23b.2 | στιγμὴ κατὰ τὸ τέλος, ἐπεὶ ἀσύνδετος ὁ λόγος. τέσσαρας δὲ αὕτη χρό‐ |
| book 23b.3 | νους σιωπῆς δύναται. A |
| book 24-5.1 | οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα, / |
| book 24-5.2 | ᾧ λαοί τ’ ἐπιτετράφαται καὶ τόσσα μέμηλε: ταῦτα πρὸς τὸ |
| book 24-5.3 | πεῖσαι· „ἐσθλὸν“ γὰρ „καὶ τὸ τέτυκται“ (Ο 207). ἀλλ’ οὐδὲ Νέστορι |
| book 24-5.4 | εἰκασθῆναι ἐκελεύσθη. b(BCE3)T |
| book 25 | 〈μέμηλε:〉 διὰ φροντίδος ἐστίν. Til |
| book 26a.1 | ξύνες ὦκα· 〈Διὸς δέ τοι ἄγγελός εἰμι〉: αὔξησιν ἔχει |
| book 26a.2 | τὸ μὴ πολλὰ εἰπεῖν, ἀλλὰ δεῖξαι ὅτι προσοχὴν ἐργάζεται τὸ τοῦ |
| book 26a.3 | προστάσσοντος ἀξίωμα. b(BCE3)T |
| book 26b | 〈ξύνες:〉 ἀπὸ τοῦ ξυνίημι. Til |
| book 26c | 〈ἄγγελος:〉 τὴν λος ὀξυτονητέον διὰ τὸ εἰμί. Aint |
| book 27a.1 | ὃς σεῦ ἄνευθεν ἐὼν 〈μέγα κήδεται ἠδ’ ἐλεαίρει〉: ὅτι |
| book 27a.2 | τοῦτο ὀρθῶς πρὸς Πρίαμον Ἶρις λέγει (Ω 174)· ἐπεὶ καὶ τίνος χάριν |
| book 27a | ἐλεεῖν αὐτὸν μέλλει; A |
| book 27b.1 | ὃς σεῦ: ὀρθοτονητέον τὴν σεῦ. ἀντιδιέσταλται γὰρ πρὸς |
| book 27b.2 | τὸν Ἀχιλλέα. ἢ ὅτι πρόκειται τοῦ ῥήματος ἡ ἀντωνυμία. A b (BCE3 |
| book 27b.3 | E4)T |
| book 27c.1 | μέγα κήδεται: δυσωπεῖ τοῦτον νυστάξαντα. ἠλέηται δὲ |
| book 27c.2 | b(BCE3)T διὰ τὸν χρόνον τῆς ξενιτείας, διὰ τὸν λοιμόν, διὰ τὴν |
| book 27c.3 | πρὸς Ἀχιλλέα στάσιν. b(BCE3E4)T |
| book 28.1 | 〈θωρῆξαί σε:〉 τοῦ θωρῆξαι τὴν τελευταίαν ὀξυτονητέον· |
| book 28.2 | ἀπολελυμένη γάρ ἐστιν ἡ σέ. Aim |
| book 29a.1 | πανσυδίῃ: ἐν δοτικῇ, | διὰ τοῦ ν, ὡς „ἀνστήτην“ (Α 305), |
| book 29a.2 | κατὰ Ἀρίσταρχον. T |
| book 29b.1 | νῦν γάρ κεν: ἐκείνη γὰρ ἡ ἡμέρα πεπόρθηκε τὴν πόλιν διὰ |
| book 29b.2 | τὴν τῶν ὅρκων παράβασιν. b(BCE3E4)T |
| book 31 | 〈ἐπέγναψεν:〉 ἐπέκαμψεν. Til |
| book 32 | 〈ἐφῆπται:〉 ἐπήρτηται. Til |
| book 33 | ἔχε: ἀντὶ τοῦ φύλασσε. b(BCE3E4)Til |
| book 33-4a1.1 | 〈μηδέ σε λήθη / αἱρείτω, εὖτ’ ἄν σε— |
| book 33-4a1.2 | ἀνήῃ:〉 τὸ λήθη προστέθειται, ἵνα μὴ πάλιν τῷ ὕπνῳ μαλακισθεὶς |
| book 33-4a1.3 | ἐπιλάθηται. b(BCE3E4) τῷ οὖν τέλει τοῦ ὁράματος καὶ ἡ ἔγερσις |
| book 33-4a1.4 | ἕπεται, καὶ διὰ τοῦτο παννυχίζειν αὐτὸν οὐκ εἴασεν. b(BE3E4) |
| book 33-4a2.1 | {μηδέ σε λήθη:} διὰ τοῦτο γὰρ οὐκ ἐᾷ αὐτὸν παννυχί‐ |
| book 33-4a2.2 | ζειν· τῷ γὰρ τέλει τοῦ ὁράματος καὶ ἔγερσις ἕπεται. T |
| book 34.1 | ἀνήῃ: διαίρεσίς b(BCE3E4)T ἐστι τῆς τοῦ ῥήματος τοῦ |
| book 34.2 | †ἕω† κλίσεως, ὡς b(BCE3E4) καὶ Πλάτων (Prot. 310 d)· „ἐπεὶ |
| book 34 | ἤδη με ἀνῆκεν ὁ ὕπνοσ“. b(BCE3E4)T |
| book 35a.1 | 〈ἀπεβήσετο:〉 εἰ μὲν ἀντὶ τοῦ ἀπέβαινε παρατατικοῦ, |
| book 35a.2 | 〈διὰ τοῦ ε γραπτέον „ἀπεβήσετο“, εἰ δὲ ἀντὶ τοῦ ἀπέβη ἀορίστου,〉 |
| book 35a.3 | διὰ τοῦ α γραπτέον. οὕτως Ἐπαφρόδιτος (fr. 18). Aim |
| book 35b | 〈δὲ λίπ’:〉 οὕτως Ἰωνικῶς τὸ λίπε. Aint |
| book 36a.1 | 〈ἅ ῥ’:〉 δασυντέον τὸ ἅ· ἄρθρον γάρ ἐστι. καὶ δύο μέρη |
| book 36a.2 | λόγου· ἅ ῥα, ἃ δή. Aim |
| book 36b.1 | ἅ ῥ’ οὐ τελέεσθαι: διδάσκει ὁ ποιητὴς μὴ ἐπαίρεσθαι ταῖς |
| book 36b.2 | ὄψεσι τῶν ὀνείρων. b(BCE3E4)T |
| book 36c.1 | ἔμελλον: πρὸς τὸ σχῆμα, ὅτι ἔμελλον. ἡμεῖς δὲ ἐροῦμεν |
| book 36c.2 | „ἔμελλεν“ ἑνικῶς. καὶ ὅτι τὸ ἔμελλον ἀντὶ τοῦ ἐῴκεσαν. A |
| book 36d1.1 | {ἄρ’ οὐ τελέεσθαι} ἔμελλεν: ἡ Ζηνοδότειος γραφὴ διὰ |
| book 36d1.2 | τοῦ ε. οἱ δὲ διὰ τοῦ ο. T |
| book 36d2.1 | ὁ μὲν Ζηνόδοτος διὰ τοῦ ε γράφει, ὃ καὶ ἄμεινον. οἱ δὲ ἄλλοι |
| book 36d2.2 | διὰ τοῦ ο. b(BCE3) |
| book 38a.1 | 〈νήπιος:〉 νήπιος ὁ Ἀγαμέμνων, ὅτι τὸ „νῦν“ (Β 12. 29) |
| book 38a.2 | ἐπὶ μιᾶς ἡμέρας ἐνόμισεν· b(BCE3E4)T οὐ γὰρ δὴ διὰ τὸ „παν‐ |
| book 38a.3 | συδίῃ“ (Β 12. 29)· οὐδ’ εἰ γὰρ τὸ Θεσσαλικὸν ἐστράτευσεν, ἐπόρθει, |
| book 38a.4 | „οὐδ’ ὑπ’ Ἀχιλῆοσ“ (Π 709). T |
| book 38b | 〈μήδετο:〉 ἐβουλεύετο. Til |
| book 39a | θήσειν γὰρ ἔτ’ 〈ἔμελλεν ἐπ’ ἄλγεα〉: τὸ ἑξῆς ἐπιθήσειν |
| book 39a | ἄλγεα. b(BCE3)T |
| book 39b.1 | θήσειν γὰρ ἔτι: ἡ προαναφώνησις ἐγερτική. πείθεται δὲ |
| book 39b.2 | ὀνείρῳ Ἀγαμέμνων σφαλλόμενος ὑπὸ Διός. b(BCE3)T |
| book 40.1 | 〈διὰ κρατερὰς ὑσμίνας:〉 τὸ ὑσμίνας αἰτιατικὴ ἀντὶ |
| book 40.2 | γενικῆς b(BCE3) ἀντὶ τοῦ διὰ ὑσμινῶν. b(BCE3)T |
| book 41.1 | ἀμφέχυτ’ ὀμφή: ὅτι ὀμφή ἡ θεία κληδών, οὐ πᾶσα φήμη· |
| book 41.2 | διὸ καὶ ὁ Ζεὺς πανομφαῖος (cf. Θ 250), ὁ κληδόνιος. A | ὀμφὴ δὲ ἡ τὸ |
| book 41.3 | ὂν φαίνουσα. λέγει δὲ ὅτι ἔναυλον εἶχε τὴν τοῦ ὀνείρου φωνήν. ἐμφαν‐ |
| book 41.4 | τικὸν δὲ τὸ ἀμφέχυτο πρὸς τὸ μηδὲν αὐτῆς ἐπιλελῆσθαι. A b (BCE3 |
| book 41.5 | E4)T |
| book 42a | 〈ἕζετο: τὸ〉 ἕζετο ἐκαθέσθη, καὶ δασύνεται. b (C) |
| book 42b.1 | ὀρθωθείς: ὀρθωθεὶς b(BCE3)T ἐκ τῆς ἀνακλίσεως, |
| book 42b.2 | b(BCE3E4)T ὡς τὸ „ὀρθωθεὶς δ’ ἄρ’ ἐπ’ ἀγκῶνοσ“ (Κ 80). b |
| book 42b.3 | (BCE3)T καὶ τὸ ἐπὶ γόνατα δὲ †ἐνεχθῆναι† στῆναί φησιν (cf. Θ |
| book 42b.4 | 329). b(BCE3E4)T |
| book 42c.1 | χιτῶνα: χιτὼν εἴρηται τὸ λεπτότερον ἱμάτιον A b (BCE3 |
| book 42c.2 | E4)T παρὰ τὸ οἱονεὶ περιχεῖσθαι αὐτὸ τῷ σώματι. ἰστέον δὲ |
| book 42c.3 | ὅτι ἐπὶ μὲν ἀνδρὸς χιτῶνα λέγει, ἐπὶ δὲ γυναικὸς πέπλον. A b (BCE3)T |
| book 43a1.1 | νηγάτεον: ἢ ἀγέννητον, ἢ λεπτόν, ἢ νεήγατον νεωστὶ |
| book 43a1.2 | γεγονότα. δηλοῖ δὲ ὁ χιτὼν παρ’ αὐτῷ καὶ τὸν σιδηροῦν (cf. Ν |
| book 43a1.3 | 439). b(BCE3)T |
| book 43a2.1 | νηγάτεον: ἢ ἀγέννητον, ἢ λεπτόν, ἢ τὸ νεωστὶ γε‐ |
| book 43a2.2 | γονός, νεογάτεόν τι ὄν. | ἢ ὥσπερ παρὰ τὸ τείνω τατός, οὕτως |
| book 43a2 | γείνομαι γατός, νεήγατος, ὑπέρθεσις τοῦ ε, νηγάτεος. A |
| book 43b.1 | μέγα 〈βάλλετο〉 φᾶρος: τῷ μεγέθει τοῦ ἱματίου καὶ |
| book 43b.2 | τὸ τοῦ φοροῦντος αὐτὸ συνεμφαίνει μέγεθος. πρεπώδης δὲ στολὴ |
| book 43b.3 | τῷ ἐπὶ βουλὴν ἐξιόντι, ἐπὶ δὲ κατασκοπὴν λεοντῆ καὶ δόρυ (cf. Κ 29—31). |
| book 43b.4 | ἀφαιρεῖται δὲ τὸν τῦφον, ἑαυτοῖς διακονεῖσθαι λέγων· καὶ τί θαυμάσεις |
| book 43b.5 | Τηλέμαχον ὀρφανὸν ὄντα καὶ νησιώτην (cf. β 2—4); b(BCE3)T |
| book 43c.1 | φᾶρος: παρὰ τὸ φέρεσθαι, A b (BCE3) ἢ τῇ ὑφῇ ἀρη‐ |
| book 43c.2 | ρέναι. b(BCE3) καὶ ἐπὶ γυναικὸς δὲ τάσσεται αὐτό· „αὐτὴ δ’ |
| book 43c.3 | ἀργύφεον φᾶροσ“ (ε 230). καὶ τὸ ἔσθος δὲ καὶ ἡ λώπη ἐν διαφόροις |
| book 43c.4 | εἰσὶ γλώσσαις. A b (BCE3) |
| book 44.1 | πέδιλα: παρὰ τὸ—περιτίθεσθαι. ἢ A | παρὰ τὴν |
| book 44.2 | ἕλην, τὰ τοὺς πόδας θερμαίνοντα. A b (BCE3E4) |
| book 45a.1 | ξίφος ἀργυρόηλον: ὅτι τὸ Ἀγαμέμνονος 〈ξίφοσ〉 νῦν |
| book 45a.2 | μὲν ἀργυρόηλον, ἐν ἄλλοις δὲ (cf. Λ 29—30) χρυσόηλον. καὶ |
| book 45a.3 | Εὐριπίδης „σφυρῶν σιδηρᾶ κέντρα“ εἰπὼν (Phoen. 26) ἐν ἄλλοις |
| book 45a.4 | φησί (ib. 805)· „χρυσοδέτοις περόναισ“. τὰ τοιαῦτα δὲ κυρίως οὐ |
| book 45a.5.1 | λέγεται, ἀλλὰ κατ’ ἐπιφοράν ἐστι ποιητικῆς ἀρεσκείας. ὥσπερ δὲ τὰ |
| book 45a.5.2 | περὶ τὸν θώρακα καὶ τὴν ἀσπίδα διαφορώτερον φράζει (sc. Λ 19—28 |
| book 45a.5.3 | et 32—40), οὕτω καὶ τὸ ξίφος κοσμεῖ (sc. Λ 29—31). A |
| book 45b | ἀργυρόηλον: ἢ παρέλκει τὸ ἐπίθετον, ἢ μεμιγμένους ἔχον |
| book 45b | χρυσοῦς ἥλους. T |
| book 46.1 | ἄφθιτον 〈αἰεί〉: τὸ μηδέπω φθαρέν· οὔπω γὰρ ἦν ὑπὸ |
| book 46.2 | τῶν Ἡρακλειδῶν ᾑρημένον. ἢ ὅτι Ἡφαιστότευκτον. οὐκ ἀκριβολο‐ |
| book 46.3 | γεῖται δὲ νῦν περὶ αὐτοῦ, ἀλλ’ ἑξῆς (sc. Β 101—8). A b (BCE3)T |
| book 47 | 〈κατὰ νῆας:〉 ἀντὶ τοῦ ἐπὶ νῆας. Til |
| book 48a.1 | ἠὼς μέν ῥα 〈θεὰ προσεβήσετο μακρὸν Ὄλυμ‐ |
| book 48a.2 | πον〉: πρὸς 〈τὸν〉 τῶν ἡμερῶν ἀριθμόν, ὅτι τρίτη καὶ εἰκοστή· δέκα |
| book 48a.3 | μὲν μέχρι τῆς μήνιδος, δώδεκα τῶν θεῶν ἐν Αἰθιοπίᾳ ὄντων. ἡ δὲ |
| book 48a.4 | ἀνατολὴ αὕτη τρίτη καὶ εἰκοστή ἐστιν. καὶ ὅτι ὄρος ὁ Ὄλυμπος· διὸ |
| book 48a.5 | καὶ μακρός. A |
| book 48b.1 | ἠώς: νῦν τὸν ὄρθρον λέγει. σημαίνει δὲ καὶ τὴν θεάν, „ἥρπα‐ |
| book 48b.2 | σεν Ἠώσ“ (ο 250), καὶ τὸ ἑωθινὸν κατάστημα, „ὄφρα μὲν ἠὼς ἦν“ |
| book 48b.3 | (Θ 66), καὶ τὴν ἀνατολήν, „πρὸς ἠῶ τ’ ἠέλιόν τε“ (ι 26), καὶ τὴν |
| book 48b.4 | ἡμέραν, „ἠὼς εἶσι δυσώνυμοσ“ (τ 571). τὸν ὄνειρον δὲ εὐθὺς διεδέ‐ |
| book 48b.5.1 | ξατο ἡ ἡμέρα. b(BCE3E4)T οἱ δὲ πρὸς ἕω ὄνειροι ἀληθεῖς |
| book 48b.5.2 | πεπτομένων τῶν σιτίων. Aint b (BCE3E4)T |
| book 48c.1 | προσεβήσατο μακρὸν Ὄλυμπον: αἱ γὰρ ἀκρώρειαι |
| book 48c.2 | πρῶται φωτίζονται b(BCE3E4)T |
| book 49a.1 | φόως: φῶς. | τὸν ἥλιον· τοῦτον γὰρ ἀγγέλλει, ὡς καὶ |
| book 49a.2 | αὐτὴν ὁ ἑωσφόρος. κατ’ ἐξοχὴν δὲ ὁ ἥλιος φῶς λέγεται. b(BCE3E4)T |
| book 49b.1 | 〈ἐρέουσα:〉 ὅτι μεταφορικῶς τὸ ἐρέουσα ἀντὶ τοῦ |
| book 49b.2 | σημανοῦσα. Aim |
| book 50 | 〈λιγυφθόγγοισι:〉 ὀξυφώνοις. Til |
| book 52a | 〈ἐκήρυσσον:〉 ἐπὶ τὸ κήρυσσον ἄνω πρώτη στιγμή, |
| book 52a | ἥτις δύο δύναται χρόνους σιωπῆς. Aim |
| book 52b.1 | ἠγείροντο μάλ’ ὦκα: πάνυ σπουδαίως διὰ τὸ εὐπει‐ |
| book 52b.2 | θές. ἢ πευσόμενοί τι περὶ Ἀχιλλέως. T |
| book 53a1.1 | βουλήν {δὲ πρῶτον}: αἱ πλείους καὶ χαριέσταται δίχα |
| book 53a1.2 | τοῦ ν, „βουλή“, καὶ ἡ Ἀριστοφάνους. ἐν δὲ ταῖς κοιναῖς ἐγέγραπτο |
| book 53a1.3 | καὶ τῇ Ζηνοδοτείῳ βουλήν. ἀστειοτέρα δὲ ἡ χωρὶς τοῦ ν καὶ Ἀρι‐ |
| book 53a1.4 | στάρχειος. A |
| book 53a2.1 | βουλήν: αἱ πλείους καὶ χαριέστεραι δίχα τοῦ ν †εἰσι† |
| book 53a2.2 | καὶ ἡ Ἀριστάρχειος. ἡ δὲ σὺν τῷ ν Ζηνοδότειος. b(BE3E4)T |
| book 53b.1 | βουλὴν δὲ πρῶτον: τὸ κενὸν τῆς συναγωγῆς τοῦ πλή‐ |
| book 53b.2 | θους ἀναπληροῖ. b(BCE3E4)T φθάνει δὲ τὴν Λακώνων πολιτείαν, |
| book 53b.3 | βουλὴν γερόντων καὶ δύο βασιλεῖς λέγων. A b (BCE3E4)T εἰσὶ |
| book 53b.4 | δὲ Ἰδομενεὺς μὲν καὶ Αἴας Βοιωτοί, Φιλοκτήτης δὲ καὶ Πρωτεσίλαος |
| book 53b.5.1 | Λοκροί, Ἐπειὸς δὲ Ἠλεῖος, Ἀθηναῖοι δὲ Μαχάων, Εὐρύπυλος, Με‐ |
| book 53b.5.2 | νέλαος, Ἀγαμέμνων, Νέστωρ, Ὀδυσσεύς, Διομήδης. b(BE3E4)T |
| book 53c1.1 | ἵζε: Ἀρίσταρχος τὸ ἷζε ἐκτείνει, ἡ δὲ κοινὴ συστέλλει. |
| book 53c1.2 | b(BCE3E4)T |
| book 53c2 | 〈ἵζε:〉 συσταλτέον τοῦ ἵζε τὴν ἄρχουσαν. Aint |
| book 53c3 | ἵζε {γερόντων}: ἡ κοινὴ τὸ ἵζε συστέλλει. A |
| book 53d.1 | γερόντων: γέροντας συνεχῶς ὁ ποιητὴς τοὺς γερα‐ |
| book 53d.2 | σμίους φησί, διδάσκων ὅτι δεῖ τοὺς ἡγεμόνας οὐ μόνον καθ’ ἡλικίαν, |
| book 53d.3 | ἀλλὰ καὶ πρὸ ἡλικίας φαίνεσθαι γέροντας τοῖς ἤθεσιν. A b (BCE3E4) |
| book 53d | T τὸν δὲ ἔντιμον ἑνικῶς οὐδέποτε ὠνόμασεν. b(BCE3E4)T |
| book 54.1 | Νεστορέῃ παρὰ νηΐ: εἰκότως παρὰ τῇ νηῒ Νέστορος· |
| book 54.2 | τούτῳ γὰρ ὁ ὄνειρος εἴκασται. b(BCE3E4)T Πυλοιγενέος δὲ |
| book 54.3 | b(BCE3)T ὡς „ὁδοιπόροσ“ (cf. Ω 375) καὶ χοροιτύπος. b(BE3) σημαίνει |
| book 54.4 | δὲ τὸν b(BCE3) ἐν Πύλῳ τὸ γένος ἔχοντα. b(BCE3)T |
| book 55a.1 | τοὺς ὅ γε συγκαλέσας 〈πυκινὴν ἀρτύνετο βου‐ |
| book 55a.2 | λήν〉: ὅτι Ζηνόδοτος γράφει „αὐτὰρ ἐπεί ῥ’ ἤγερθεν ὁμηγερέες τ’ |
| book 55a.3 | ἐγένοντο, / τοῖσι δ’ ἀνιστάμενος μετέφη κρείων Ἀγαμέμνων“. ἀπί‐ |
| book 55a.4 | θανον δὲ ἐν ἑπτὰ ὀρθὸν δημηγορεῖν. A |
| book 55b.1 | ἠρτύνετο: ἥρμοζε παρὰ τὸ ἄρω. ὡς ὀργιζόμενος δὲ οὐκ |
| book 55b.2 | ἀναφέρει Κάλχαντι, ἢ ὡς †αὐτοκρίτου† ὄντος, ἢ ὅτι τῶν ὀνείρων τὰ |
| book 55b.3 | χρηστὰ φίλοις λέγομεν. οὐκ ἄποθεν δὲ μαντικῆς ὁ Νέστωρ. b(BCE3 |
| book 55b.4 | E4)T |
| book 56a.1 | 〈κλῦτε φίλοι:〉 τελεία στιγμὴ ἐπὶ τὸ φίλοι· αὐτοτελὴς |
| book 56a.2 | γὰρ ὁ λόγος. Aint |
| book 56b.1 | θεῖός μοι ἐνύπνιον: ὅτι Ζηνόδοτος γράφει „θεῖόν μοι |
| book 56b.2 | ἐνύπνιον“. οὐ λέγει δὲ ὡς ἡμεῖς, ἀλλ’ ἀντὶ τοῦ κατὰ τοὺς ὕπνους, |
| book 56b.3 | ἐνυπνίως. ὁ δὲ ἀστερίσκος, ὅτι ἐν τῇ ξ τῆς Ὀδυσσείας (495) κακῶς |
| book 56b.4 | φέρεται. A |
| book 56c.1 | θεῖός μοι ἐνύπνιον: ὀνοματικὸν ἐπίρρημα, ἀντὶ τοῦ |
| book 56c.2 | ἐνυπνίως. b(BCE3E4)T ἔστι δὲ καὶ ὄνομα. Κρατῖνος †θράττει |
| book 56c.3 | μέν (fr. 363 K.). b(BCE3)T |
| book 57 | διὰ νύκτα: ἀντὶ τοῦ διὰ τῆς νυκτός. b(BCE3E4)T |
| book 58a1 | φυήν τ’ ἄγχιστα 〈ἐῴκει〉: ἴσως τῷ ἐξειδέναι ψυχῆς |
| book 58a1 | φυὴν τοῦτό φησιν. T |
| book 58a2.1 | τὸ ἐκ σωματικοῦ καὶ ψυχικοῦ εἴδους σύγκραμα φυὴν ἴσως |
| book 58a2.2 | ὀνομάζει. b(BCE3E4) |
| book 60-71.1 | εὕδεις, Ἀτρέος υἱὲ〈—ᾤχετ’ ἀποπτάμενοσ〉: |
| book 60-71.2 | ὅτι Ζηνόδοτος συντέτμηκεν, οὕτως εἰπών· „ἠνώγει σε πατὴρ ὑψίζυ‐ |
| book 60-71.3 | γος, αἰθέρι ναίων, / Τρωσὶ μαχήσασθαι προτὶ Ἴλιον. ὣς ὁ μὲν εἰπών / |
| book 60-71.4 | ᾤχετ’ ἀποπτάμενοσ“. τὰ δὲ ἀπαγγελτικὰ ἐξ ἀνάγκης δὶς καὶ τρὶς |
| book 60-71.5.1 | ἀναπολεῖται ταῖς αὐταῖς λέξεσι. καὶ οὐ δυσωπητέον· ἀναγκαῖον |
| book 60-71.5.2 | γὰρ καὶ τοῖς συγκεκλημένοις βουλευταῖς διηγήσασθαι. A |
| book 64.1 | 〈ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδ’ ἐλεαίρει:〉 |
| book 64.2 | ὅτι ὑπὸ τῆς Ἴριδος πρὸς Πρίαμον δεόντως λέγεται (sc. Ω 174). Aim |
| book 70.1 | 〈σῇσιν ἔχε φρεσίν:〉 ὅτι οὐ λέγει μηδενὶ εἴπῃς, ἀλλ’ οἷον |
| book 70.2 | φύλαξον ταῖς φρεσὶ καὶ διαμνημόνευσον. Aim |
| book 72a.1 | 〈ἀλλ’ ἄγετε:〉 λείπει τὸ σκοπήσωμεν. οἶδε δὲ καὶ αὐτὸς |
| book 72a.2 | τὸ δυσχερές. Til |
| book 72b.1 | ἀλλ’ ἄγετ’ αἴ κέν πως: δισταγμὸς ὁ τρόπος. οὐ πε‐ |
| book 72b.2 | ριμένει δὲ κρίσιν· οὐ γὰρ ἐπὶ τούτῳ συνῆξεν αὐτούς, ἀλλ’ ὅπως |
| book 72b.3 | εὐέλπιδας ποιήσῃ. b(BCE3E4)T |
| book 72c.1 | ἀλλ’ ἄγετ’ αἴ κέν πως 〈θωρήξομεν υἷας Ἀχαι‐ |
| book 72c.2 | ῶν〉: ἀπόπειραν τοῦ πλήθους λαμβάνει ὁ βασιλεὺς Ἀγαμέμνων |
| book 72c.3 | κατά τι παλαιὸν ἔθος, βουλόμενος μαθεῖν, πότερον οἰκείᾳ πολεμοῦσι |
| book 72c.4 | προθυμίᾳ ἢ ἀνάγκῃ· AT | ὃ τὸ πλῆθος μὴ νενοηκὸς πρὸς φυγὴν |
| book 72c.5 | ηὐτομόλησεν. T |
| book 72d.1 | 〈θωρήξομεν:〉 ὅτι συνεσταλμένως θωρήξομεν ἀντὶ τοῦ |
| book 72d.2 | θωρήξωμεν. Aint |
| book 73a | πρῶτα δ’ ἐγὼν ἔπεσιν πειρήσομαι: οἶδεν αὐτοὺς |
| book 73a.1 | ἀποκαμόντας τῷ χρόνῳ καὶ τῷ λοιμῷ καὶ τῇ ἀποστάσει Ἀχιλλέως. |
| book 73a.2 | παρακαλεῖν δ’ οὐκ ἐνῆν τὸν πρώην φοβερὸν καὶ λέγοντα „στυγέῃ |
| book 73a.3 | δὲ καὶ ἄλλος / ἶσον ἐμοὶ φάσθαι“ (Α 186—7), ἀλλ’ †οὔτε† ἐπιτάσσειν, |
| book 73a.5.1 | μή πως ἀντιλεγόντων δευτέρα στάσις γένηται. (ἄλλως τε τῇ παρα‐ |
| book 73a.5.2 | δόξῳ χαρᾷ καὶ λύπῃ τὴν ποίησιν ἐκτραγῳδεῖ), φίλτρον τε πορίζεται |
| book 73a.5.3 | ἑαυτῷ· μισεῖ γὰρ τοὺς ῥιψοκινδύνους στρατηγοὺς ὁ στρατός. καὶ εἰ |
| book 73a.5.4 | μὲν κατεδέξαντο φυγεῖν, εἶργε διὰ τῶν βασιλέων, εἰ δὲ μή, ἐλάνθανε |
| book 73a.5.5 | τὸ βούλευμα. A b (BCE3E4)T ἄλλως δ’ ἀπέβη· βλάπτει γὰρ ὁ |
| book 73a.10 | Ζεύς. b(BCE3E4)T |
| book 73b1.1 | ἣ θέμις ἐστί: τὸ ἥ δασυντέον· οὐ γάρ ἐστι σύνδεσμος, |
| book 73b1.2 | ἀλλ’ ἰσοδυναμοῦν τῷ ὥς ἐπιρρήματι. A |
| book 73b2 | ἀντὶ τοῦ ὥς· διὸ δασύνεται. Til |
| book 74.1 | πολυκλήϊσι: κληῒς παρὰ τὸ κλᾶσθαι ἐπ’ αὐτῆς καθεζο‐ |
| book 74.2 | μένους. A b (BCE3E4)T |
| book 75a.1 | ἄλλοθεν: τὸ ἄλλοθεν προπαροξύνεται, ὅτι ἀόριστον |
| book 75a.2 | τόπον σημαίνει· τὰ γὰρ εἰς θεν λήγοντα ἐπιρρήματα, ἔχοντα πρὸ |
| book 75a.3 | τοῦ τέλους τὸ ο μόνον, μὴ ὄντος ἑτέρου συμφώνου, παρωξύνετο, |
| book 75a.4 | Κυπρόθεν, „Ἀβυδόθεν“ (Δ 500). ταῦτα δὲ προπαρωξύνετο, λέγω |
| book 75a.5.1 | δὲ τὸ ἄλλοθεν, „πάντοθεν“ (Ν 28 al.), „οἴκοθεν“ (Η 364 al.), καθότι |
| book 75a.5.2 | ἀόριστον καὶ κοινὴν τόπου σημασίαν ἀναδέχεται. A |
| book 75b.1 | ἐρητύειν: οὐκ ἐκείνους φεύγοντας, ἀλλ’ ἐμὲ ταῦτα λέ‐ |
| book 75b.2 | γοντα· οὐ γὰρ ᾤετο τοσοῦτον ταχέως ἀναπτερωθῆναι πρὸς φυγὴν |
| book 75b.3 | αὐτούς. b(BCE3E4)T |
| book 76a | ἤτοι ὅγ’ ὣς εἰπών: ἀπὸ τούτου ἕως τοῦ „ἀλλ’ ἄγετ’ |
| book 76a.1 | αἴ κέν πωσ“ (Β 83) ἀθετοῦνται στίχοι ὀκτώ, ὅτι οὐκ ὀρθοῦ εἰρηκότος |
| book 76a.2 | τοῦ Ἀγαμέμνονος λέγει ἤτοι ὅγ’ ὣς εἰπὼν κατ’ ἄρ’ ἕζετο, |
| book 76a.3 | ὅπερ ἀπίθανον, καὶ ὅτι οὐδὲν περισσὸν λέγει ὁ Νέστωρ. ἀλλὰ καὶ |
| book 76a.5.1 | εὔηθες τὸ εἰπεῖν „εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε, / |
| book 76a.5.2 | ψεῦδός κεν φαῖμεν“ (Β 80—1)· οὐ γὰρ κατὰ διαφορὰν οἱ δυνατώτεροι |
| book 76a.5.3 | ἀληθεῖς ὀνείρους ὁρῶσιν. αἰρομένων δὲ αὐτῶν ὀρθῶς ἐπὶ τοῦ Ἀγαμέ‐ |
| book 76a.5.4 | μνονος ἐπενεχθήσεται „πείθοντο δὲ ποιμένι λαῶν“ (Β 85)· μὴ παρόντος |
| book 76a.5.5 | γὰρ τοῦ Ἀγαμέμνονος τὸν Νέστορα λέγει ποιμένα λαῶν (cf. Ψ 411. |
| book 76a.10 | o 151)· ἄτοπον γὰρ τούτῳ ἕπεσθαι τοὺς ἄλλους. A |
| book 76b1 | τοῖσι δ’ ἀνέστη: ἔθος γὰρ ὀρθοὺς λέγειν. T |
| book 76b2 | ἔθος γὰρ ἦν αὐτοῖς ἵστασθαι καὶ δημηγορεῖν. b(BCE3E4) |
| book 77a.1 | 〈Νέστωρ, ὅς ῥα Πύλοιο ἄναξ ἦν ἠμαθόεντος:〉 |
| book 77a.2 | μετὰ τὸ ὄνομα βραχὺ διασταλτέον, μετὰ δὲ τὸ τέλος τοῦ στίχου |
| book 77a.3 | τελείαν στιγμὴν θετέον. Aim |
| book 77b.1 | ἠμαθόεντος: παραθαλασσίας. b(BCE3)T ἢ †Ἠμα‐ |
| book 77b.2 | θόης† ποταμὸς Πύλου. b(BE3E4)T |
| book 79.1 | μέδοντες: πρόβουλοι παρὰ τὸ μήδεα. b(BCE3E4)T τὸ |
| book 79.2 | δὲ ῥῆμα καὶ ὡς περισπώμενον· b(BCE3)T „Ἴδηθεν μεδέων“ |
| book 79.3 | (Γ 276). b(BCE3) |
| book 80a.1 | 〈εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε:〉 |
| book 80a.2 | ὑποστιγμὴ ἐπὶ τὸ ἔνισπε διὰ τὸν εἴ σύνδεσμον. Aint |
| book 80b | {ἄλλος} ἔνισπε: ὡς ἤνιπτε. T |
| book 81.1 | νοσφιζοίμεθα: ἐχωριζόμεθα τῆς πίστεως. τὸ δὲ μᾶλλον |
| book 81.2 | ἢ Ἀττικῶς παρέλκει, ἢ ἐπεὶ φύσει ψευδεῖς οἱ ὄνειροι, b(BCE3E4)T |
| book 81.3 | ἐξαιρέτως ἂν ἐχωρίσθημεν. b(BCE3E4) |
| book 82a.1 | νῦν δ’ ἴδεν, ὃς μέγ’ ἄριστος: οἷς οἰκεῖον τὸ μεριμνᾶν, τού‐ |
| book 82a.2 | τοις ἀληθεῖς αἱ ἐμφάσεις, καὶ ᾧ ἡ ἀποτυχία κίνδυνον φέρει, οὐκ ἂν |
| book 82a.3 | ψεύσαιτο. A |
| book 82b.1 | νῦν δ’ ἴδεν, ὃς μέγ’ ἄριστος: ἀληθῆ γὰρ δοκεῖ, ὅσα |
| book 82b.2 | ἢ θεοὶ ἢ ἀξιόλογοι ἄνδρες δοκοῦσι λέγειν. T |
| book 84.1 | βουλῆς ἐξῆρχε 〈νέεσθαι〉: ἐκ τοῦ βουλευτηρίου ὥστε |
| book 84.2 | νεῖσθαι. τοῦτο δὲ ἡ ἡλικία καὶ ἡ τιμὴ ἡ παρὰ Ἀγαμέμνονος δίδωσι |
| book 84.3 | τῷ Νέστορι. b(BCE3)T |
| book 85-6.1 | οἱ δ’ ἐπανέστησαν, 〈πείθοντό τε ποιμένι |
| book 85-6.2 | λαῶν, / σκηπτοῦχοι βασιλῆεσ〉: διαστολὴ ἐπὶ τὸ ἀνέστησαν |
| book 85-6.3 | (85) καὶ λαῶν (85). κοινὸν δὲ τὸ σκηπτοῦχοι βασιλῆες (86) |
| book 85-6.4 | κατ’ ἀμφοτέρων. A |
| book 85a.1 | οἱ δὲ πανέστησαν: ἀντὶ τοῦ πάντες ἀνέστησαν. b |
| book 85a.2 | (BCE3)T τινὲς „δ’ ἐπανέστησαν“. T |
| book 85b.1 | 〈ποιμένι λαῶν:〉 δεῖ γὰρ τὸν ἄρχοντα τοσοῦτον εἶ‐ |
| book 85b.2 | ναι τῶν ἀρχομένων προνούστερον ὅσον ποιμένα προβάτων. λέγει |
| book 85b.3 | δὲ τὸν Ἀγαμέμνονα. b(BCE3E4) |
| book 86a | σκηπτοῦχοι βασιλῆες: καὶ γέροντες γὰρ καὶ ἱερεῖς |
| book 86a | ἐσκηπτροφόρουν. b(BCE3)T |
| book 86b.1 | ἐπεσσεύοντο 〈δὲ λαοί〉: ὁρῶντες ἤδη συνιόντας τοὺς |
| book 86b.2 | ἐν τέλει b(BCE3E4)T καὶ αὐτοὶ ἠκολούθουν ἅμα. b(BCE3E4) |
| book 86-90.1 | 〈ἐπεσσεύοντο δὲ λαοί· / ἠΰτε—αἱ δέ τε |
| book 86-90.2 | ἔνθα:〉 στικτέον κατὰ τὸ λαοί (86), ἵνα ἀπ’ ἄλλης ἀρχῆς ἡ παραβολὴ |
| book 86-90.3 | γενομένη ὑποστίζηται μέχρι τοῦ αἱ δέ τε ἔνθα (90)· οὕτως γὰρ |
| book 86-90.4 | βέλτιον. Aim |
| book 87a.1 | ἔθνεα: πρὸς τοὺς εἰκαζομένους Ἕλληνας, ἐπεὶ σμήνεα |
| book 87a.2 | ἔδει. | πρώτη δὲ αὕτη παραβολὴ τῷ ποιητῇ. συγγενὲς δὲ ποιητικῇ |
| book 87a.3 | τὸ ζῷον διὰ τὸν μόχθον καὶ τὸ γλυκὺ καὶ τὴν σύνθεσιν τοῦ κηρίου. |
| book 87a.4 | ἡ μὲν οὖν φαλαγγηδὸν γινομένη πρόοδος εὖ ἔχει· ὡπλισμέναι τε |
| book 87a.5.1 | κέντροις εἰσίν, ὑπήκοοι τε καὶ αὐταί εἰσι καὶ ἐπ’ ἔργον ἐξίασιν, οὐχ |
| book 87a.5.2 | ὡς αἱ γέρανοι (cf. Γ 3—7), φιλάλληλοί τέ εἰσι μεταβαίνουσαί τε |
| book 87a.5.3 | πολλὰς ἀρχὰς πτήσεως ποιοῦνται. A b (BCE3E4)T |
| book 87b.1 | ἔθνεα εἶσι: τὸ εἰσι καὶ ἑνικὸν δύναται εἶναι ὡς „δοῦρα |
| book 87b.2 | σέσηπε“ (Β 135), καὶ πληθυντικόν, ὡς „σπάρτα λέλυνται“ (ib.). |
| book 87b.3 | b(BE3)T |
| book 87c1.1 | 〈ἁδινάων:〉 δασυντέον τὸ ἁδινάων· ἀπὸ γὰρ τοῦ ἅδην |
| book 87c1.2 | καὶ ἁδινός ἡ κίνησις. Aim |
| book 87c2 | ἁδινάων: παρὰ τὸ ἅδην· διὸ δασύνεται. b(BCE3)T |
| book 88.1 | αἰεὶ νέον ἐρχομενάων: οἱ μὲν πρὸς τὸ πλῆθος τοῦτο |
| book 88.2 | εἰρῆσθαι θέλουσιν, ὅτι συνεχῶς οὕτω προΐασι πολλαὶ ὡς νεωστὶ |
| book 88.3 | δοκεῖν αὐτὰς ἄρχεσθαι τῆς ἐξόδου. A b (BCE3E4)T οἱ δὲ νέον τὸ |
| book 88.4 | ἔαρ φασίν. b(BCE3E4)T ἄμεινον δὲ λέγειν ὅτι τοῖς μὲν ἄλλοις |
| book 88.5.1 | ζῴοις αἱ πτήσεις ἀποτεταμέναι γίνονται, αἱ δὲ μέλισσαι βραχεῖαν |
| book 88.5.2 | τὴν κίνησιν ποιησάμεναι ἐφίζουσι τοῖς ἄνθεσι καὶ ἐπαρθεῖσαι πέτονται |
| book 88.5.3 | πάλιν καὶ πάλιν ἐφίζουσι. A b (BCE3E4)T κατ’ ὀλίγον οὖν ἡ |
| book 88.5.4 | πτῆσις αὐτῶν ὥσπερ ἄρτι ἀρχομένων γίνεται. συμβέβηκε δὲ καὶ |
| book 88.5.5 | ἄλλο ταῖς μελίσσαις, ὁμότονον ἀεὶ τὴν πτῆσιν ποιεῖσθαι ἀπ’ ἀρχῆς |
| book 88.10.1 | ἕως πέρατος, οὐκ ἀποληγούσαις κατ’ ὀλίγον ὥσπερ καὶ τὰ ἄλλα |
| book 88.10.2 | πτηνὰ καὶ χερσαῖα ζῷα. πάντα οὖν τὸν καιρὸν αὐτῶν τῆς πτήσεως |
| book 88.10.3 | ἐπισημαίνεται ὡς ἄρτι γινομένης. A |
| book 89a.1 | βοτρυδόν: πυκναὶ καὶ ἐξηρτημέναι ἀλλήλων ὡς ῥᾶγες. |
| book 89a.2 | οὕτω δὲ ἵπτανται σκιάζειν θέλουσαι ἀλλήλας, ὀχλούμεναι ὑπὸ τοῦ |
| book 89a.3 | ἡλίου. Aint b(BCE3E4)T |
| book 89b.1 | 〈ἐπ’ ἄνθεσιν εἰαρινοῖσιν:〉 ὅτι ἀντὶ τοῦ ἐπ’ ἄνθη |
| book 89b.2 | εἰαρινά, ὡς ἐν τῇ Δ (251)· „ἦλθε δ’ ἐπὶ Κρήτεσσιν“ ἀντὶ τοῦ ἐπὶ |
| book 89b.3 | τοὺς Κρῆτας. Aim |
| book 89c | εἰαρινοῖσιν: τότε γὰρ γλυκέα καὶ τῆς ἰκμάδος πλήρη |
| book 89c | τὰ ἄνθη διὰ τὸ εὔκρατον τοῦ ἀέρος. b(BCE3E4)T |
| book 92a1.1 | ἠϊόνος προπάροιθε 〈βαθείησ〉: χρόνου καὶ τόπου. | |
| book 92a1.2 | ἠϊὼν δέ, οὗ ἀκούεται τῶν κυμάτων ὁ κτύπος. βαθείης δὲ οἱ μὲν μα‐ |
| book 92a1.3 | κρᾶς, ἐπεὶ καὶ „φρείατα μακρὰ νάουσιν“ (Φ 197) ἀντὶ τοῦ βαθέα. ἢ τοῖς |
| book 92a1.4 | μὲν ἀπὸ γῆς δοκεῖ βαθεῖα, τοῖς δὲ ἀπὸ θαλάσσης ὑψηλή· διό φησι |
| book 92a1.5 | „προκρόσ〈σ〉ασ“ (Ξ 35). Ἀρίσταρχος. T |
| book 92a2.1 | 〈προπάροιθε:〉 καὶ ἐπὶ χρόνου· „οὔ τις ἀνὴρ προπά‐ |
| book 92a2.2 | ροιθεν“ (λ 483). Til |
| book 92a3.1 | οὐ λέγεται ὁ τῶν κυμάτων κτύπος, ἀλλ’ αὐτὸς ὁ αἰ‐ |
| book 92a3.2 | γιαλός. βαθείης δὲ οἱ μὲν μακρᾶς, ἐπεὶ καὶ „φρείατα μακρὰ νάουσιν“ |
| book 92a3.3 | ἀντὶ τοῦ βαθέα· b(BCE3) ἢ ὅτι τοῖς μὲν ἀπὸ γῆς δοκεῖ βαθεῖα, |
| book 92a3.4 | τοῖς δὲ ἀπὸ θαλάσσης ὑψηλή. b(BCE3E4) | τὸ δὲ προπάροιθεν |
| book 92a3.5 | καὶ ἐπὶ τόπου καὶ ἐπὶ χρόνου λαμβάνεται. b(BCE3) |
| book 92b.1 | ἐστιχόωντο: στείχω στιχῶ, ὡς πείθω πιθῶ καὶ φείδω |
| book 92b.2 | φιδῶ. b(BCE3)T |
| book 93a.1 | ἰλαδόν: ὁμοίως τῷ „βοτρυδόν“ (Β 89), b(BCE3)T |
| book 93a.2 | ᾧ καὶ ἀκολουθεῖ· σημαίνει δὲ τὸ b(BCE3) μετὰ συστροφῆς καὶ |
| book 93a.3 | εὐκινησίας. b(BCE3E4) |
| book 93b.1 | 〈ὄσσα:〉 ὅτι ὄσσα ἡ θεία κληδών, οἱ δὲ νεώτεροι ψιλῶς |
| book 93b.2 | ἐπὶ πάσης φωνῆς. Aim |
| book 93c1.1 | μετὰ δέ σφισιν ὄσσα δεδήει: ἐν αὐτοῖς δὲ θεία τις |
| book 93c1.2 | φήμη ἐξῆπτο καὶ διηγείρετο παρορμῶσα τὸν λαὸν ἐπὶ τὴν ἀγοράν. T |
| book 93c2 | δεδήει δὲ ἀντὶ τοῦ ἐξήπτετο παρὰ τὸ δαίω. b(BCE3E4) |
| book 94.1 | 〈Διὸς ἄγγελος:〉 πανομφαῖος γὰρ ὁ Ζεὺς λέγεται (cf. |
| book 94.2 | Θ 250), ὅτι τὰ αὐτομάτως γινόμενα εἰς αὐτὸν ἀναφέρεται. ἄγγε‐ |
| book 94 | λος δὲ ἡ θεία κληδών, ἣ περὶ ἀπόπλου λέγειν ἔμελλε. b(BCE3E4) |
| book 95a1.1 | τετρήχει: ἐκ τοῦ ταράσσω, οὗ ὁ παρακείμενος τε‐ |
| book 95a1.2 | τάραχα καὶ κατὰ συγκοπὴν καὶ αὔξησιν Ἰωνικὴν τοῦ α εἰς η τέ‐ |
| book 95a1.3 | τρηχα, ὁ ὑπερσυντέλικος ἐτετρήχειν. ἐτεθορύβητο οὖν καὶ ἀσύμ‐ |
| book 95a1.4 | φωνος ἦν. T |
| book 95a2.1 | ἐθορυβεῖτο καὶ ἀσύμφωνος ἦν. ἐκ τοῦ ταράσσω. b(BCE3 |
| book 95a2.2 | E4) |
| book 95b | ἀγορή: τὸ πλῆθος. b(BCE3E4)Til |
| book 95-6.1 | 〈τετρήχει δ’ ἀγορὴ ὑπὸ δὲ στεναχίζετο γαῖα / |
| book 95-6.2 | λαῶν ἱζόντων:〉 ἤτοι στικτέον ἐπὶ τὸ ἀγορή, ἢ διασταλτέον καὶ |
| book 95-6.3 | ἐπ’ αὐτὸ καὶ ἐπὶ τὸ γαῖα, ἵν’ ᾖ κοινὸν τὸ λαῶν ἱζόντων. Aint |
| book 96a.1 | ὅμαδος: ὁμόαυδός τις ὤν, b(BCE3E4)T ἡ ὁμοῦ |
| book 96a.2 | αὐδή, T ὡς ὀπαδὸς παρὰ τὴν ὄπα. b(BCE3E4)T | πιθανῶς δὲ |
| book 96a.3 | ἐν μὲν ταύτῃ τῇ ἐκκλησίᾳ κήρυκές εἰσιν οἱ τὴν βοὴν παύοντες, ἐν δὲ |
| book 96a.4 | τοῖς ἑξῆς (cf. Β 169 sq.) τὴν Ἀθηνᾶν τῷ Ὀδυσσεῖ παρέστησε· πλείων |
| book 96a.5 | γὰρ ἦν ὁ θόρυβος. A b (BCE3E4)T |
| book 96b.1 | 〈ἐννέα:〉 τὸ ἐννέα ψιλοῦται, ὅτι πᾶν φωνῆεν καταλῆ‐ |
| book 96b.2 | γον ἢ εἰς ν ἢ εἰς γ, τῆς ἑξῆς συλλαβῆς ἀρχομένης ἀπὸ συμφώνου, |
| book 96b.3 | ψιλοῦται, „ἀντίοσ“ (Β 185 al.), „ἔγχοσ“ (Γ 317 al.), τοῦ ἁνδάνω (cf. |
| book 96b.4 | β 114) ὑπεξ〈αιρουμένου〉. Aim |
| book 96-7.1 | ἐννέα δὲ〈— /〉 κήρυκες: οἱ τῶν †ἐννέα† γερόντων, |
| book 96-7.2 | Ὁδίος Αἴαντος, οἱ περὶ Ταλθύβιον καὶ Εὐρυβάτην Ἀγαμέμνονος, |
| book 96-7.1 | Εὐρυβάτης Ὀδυσσέως, Ἀσφαλίων καὶ Ἐτεωνεὺς Μενελάου, Θο‐ |
| book 96-7.2 | ώτης, Στέντωρ b(BCE3E4)T Νέστορος, Μηριόνης Διομήδους. |
| book 96-7.5 | b(BCE3E4) |
| book 99a.1 | 〈σπουδῇ:〉 ὅτι σπουδῇ λέγει οὐχ οἷον ἐν τάχει, ἀλλὰ |
| book 99a.2 | μόγις καὶ δυσχερῶς, ὡς τὸ „ὣς ἄρ’ ἄτερ σπουδῆς τάνυσεν μέγα τόξον |
| book 99a.3 | Ὀδυσσεύσ“ (φ 409). Aint |
| book 99b.1 | σπουδῇ δ’ ἕζετο: μόγις. δηλοῖ δὲ ἡ λέξις καὶ τὸ ταχέως· |
| book 99b.2 | „σπουδῇ νῦν ἀνάβαινε“ (ο 209). b(BCE3E4)T |
| book 99c | ἐρήτυθεν δὲ καθ’ ἕδρας: λαὸς ἐρήτυθεν. T |
| book 99-100.1 | σπουδῇ δ’ ἕζετο λαός, 〈ἐρήτυθεν δὲ καθ’ |
| book 99-100.2 | ἕδρας / παυσάμενοι κλαγγῆσ〉: ἤτοι στικτέον ἐπὶ τὸ λαός (99) |
| book 99-100.3 | καὶ τὰ ἑξῆς συναπτέον ἕως κλαγγῆς (100)· ἢ ὡς διὰ μέσου κειμένου |
| book 99-100.4 | τοῦ ἐρήτυθεν δὲ καθ’ ἕδρας (99), ἀνυποκρίτως ὑποστικτέον |
| book 99-100.5.1 | ἐπὶ τὸ καθ’ ἕδρας (99), ὅτε ἐστὶ διαστολὴ ἐπὶ τὸ λαός (99), ἵν’ ᾖ |
| book 99-100.5.2 | τὸ ἑξῆς· σπουδῇ δ’ ἕζετο λαὸς παυσάμενοι κλαγγῆς. καὶ |
| book 99-100.5.3 | τὸ σχῆμα Ὁμηρικόν, καὶ ἡ διὰ μέσου ἀναφώνησις ὁμοίως. ὁ δὲ νοῦς |
| book 99-100.5.4 | τοῦ ἡμιστιχίου οὗτος, ἐρήτυθεν δὲ κατὰ τὰς ἕδρας, οἷον ἠρέμησαν |
| book 99-100.5.5 | καθίσαντες. A |
| book 100-1a1.1 | ἀνὰ δὲ κρείων 〈Ἀγαμέμνων / ἔστη σκῆπ‐ |
| book 100-1a1.2 | τρον ἔχων〉: ἢ ἐπὶ βήματος ἀνέστη, ἢ ἀνέχων τὸ σκῆπτρον. T |
| book 100-1a2.1 | τὸ ἑξῆς ἀνέστη. ἅμα δὲ καὶ τὸ σκῆπτρον ἀνέτεινε κατ’ |
| book 100-1a2.2 | ἔθος. b(BCE3) |
| book 101-7a.1 | τὸ μὲν Ἥφαιστος 〈κάμε τεύχων. / Ἥφαι‐ |
| book 101-7a.2 | στος μὲν δῶκε—Ἀγαμέμνονι λεῖπε φορῆναι〉: ὁ |
| book 101-7a.3 | τρόπος κλῖμαξ· τὸ λῆγον γὰρ τῆς διανοίας ἀρχὴ γίνεται τῶν ἑξῆς. |
| book 101-7a.4 | Aint b(BCE3E4)T ἕκαστος δὲ στίχος τὸ γένος, τὸν δόντα, τὸν |
| book 101-7a.5.1 | εἰληφότα φησί. μέγα δέ ἐστι καὶ θεῖον ὂν καὶ ὑπὸ θεῶν διακονούμενον. |
| book 101-7a.5.2 | b(BCE3E4)T |
| book 101-7b.1 | 〈Ἥφαιστος κάμε τεύχων. /〉 Ἥφαιστος μὲν |
| book 101-7b.2 | δῶκε〈—λεῖπε φορῆναι〉: ὁ μὲν Ἥφαιστος κατεσκεύασε τῷ |
| book 101-7b.1 | Διῒ ὡς χειρῶναξ κελευόμενος· ὁ δὲ Ἑρμῆς εἴληφε παρὰ Διὸς κομίσαι |
| book 101-7b.2 | διακονίαν τινὰ Πέλοπι· Πέλοψ δὲ καταλείπει Ἀτρεῖ πρεσβυτάτῳ ὄντι |
| book 101-7b.5.1 | τῶν υἱῶν· Ἀτρεὺς δὲ ἐπὶ μικροῖς τελευτῶν τοῖς παισὶ διαδόχῳ |
| book 101-7b.5.2 | χρῆται τῷ ἀδελφῷ· ὁ δὲ οὐ τῷ ἑαυτοῦ παιδὶ Αἰγίσθῳ τὴν ἀρχὴν |
| book 101-7b.5.3 | ἐνεχείρισεν, ἀλλ’ ὥσπερ ἀγαθὸς ἐπίτροπος διαφυλάξας ἀπέδωκεν |
| book 101-7b.5.4 | Ἀγαμέμνονι. A b (BCE3E4)T | ἄχρι δὲ τοῦ αὐτὰρ ὁ αὖτε Θυέστ’ |
| book 101-7b.5.5 | Ἀγαμέμνονι λεῖπε φορῆναι (107) καλεῖται κλῖμαξ. δίδωσι δὲ |
| book 101-7b.10.1 | Ἥφαιστος τῷ μὲν Διῒ τὸ σκῆπτρον ὡς βασιλικόν, τῷ δὲ Ἑρμῇ |
| book 101-7b.10.2 | πάλιν ὁ Ζεὺς ὡς κηρυκικόν. A |
| book 101.1 | κάμε τεύχων: καμὼν ἔτευξεν. ἀντιστροφὴ ὁ τρόπος. b |
| book 101.2 | (BCE3)T |
| book 103-7.1 | αὐτὰρ ἄρα Ζεὺσ〈— / αὐτὰρ ὁ αὖτε Θυέστ’ |
| book 103-7.2 | Ἀγαμέμνονι λεῖπε φορῆναι〉: καλῶς ὁτὲ μὲν ἀπὸ τοῦ ὀνόματος, |
| book 103-7.3 | ὁτὲ δὲ ἀπὸ τοῦ συνδέσμου ἄρχεται, τὸ ὁμοειδὲς ἐκκλίνων. b(BCE3E4)T |
| book 103.1 | ἀργεϊφόντῃ: ἀργῷ φόνου· b(BCE3E4)T „μηδέ τί τοι |
| book 103.2 | θάνατοσ“ (Ω 152) καταθύμιος ἔστω· b(BCE3)T „τοῖον γάρ τοι |
| book 103.3 | πομπὸν 〈ὀπάσσομεν ἀργεϊφόντην〉“ (Ω 153)· καὶ „δώτορα ἑάων“ |
| book 103.4 | αὐτόν φησι (cf. θ 335). b(BE3)T ἢ ἀεργοφόντης ἀργεοφόντης |
| book 103.5.1 | καὶ ἀργειφόντης, ὡς πλέον πλεῖν, Νεόλαος Νείλεως· τὸν γὰρ Ἰοῦς |
| book 103.5.2 | ἔρωτα οὐκ οἶδεν ὁ ποιητής, πέπλασται δὲ τοῖς νεωτέροις τὰ περὶ |
| book 103 | τὸν Ἄργον. b(BCE3)T |
| book 103.1 | αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ ἀργεϊφόντῃ: ἀργεϊ‐ |
| book 103.2 | φόντῃ ἀργῷ καὶ—παρὰ Ἀπολλοδώρῳ ἐν δευτέρῳ (5—8). A |
| book 104-6.1 | 〈Ἑρμείας δὲ ἄναξ δῶκεν Πέλοπι πληξίππῳ / — |
| book 104-6.2 | ἔλιπεν πολύαρνι Θυέστῃ:〉 ἐκ τοῦ Πέλοπι πληξίππῳ (104) ὁ |
| book 104-6.3 | ἱππικὸς ἀγὼν Πέλοπος καὶ Οἰνομάου δηλοῦται. τὸ δὲ ἐπίθετον Θυέ‐ |
| book 104-6.4 | στου, ὅτι πολύαρνος ὢν ἐγέννησε τὸν μῦθον τὸν περὶ τῆς χρυσῆς ἀρνός. |
| book 104-6.5 | b(BCE3) |
| book 104a.1 | 〈Ἑρμείας δὲ ἄναξ:〉 Ἑρμείας, „Αἰνείασ“ (B 820 al.), |
| book 104a.2 | „Αὐγείασ“ (Λ 701) διὰ τοῦ α παρὰ τῷ ποιητῇ. ἄναξ δὲ ὁ θεός. T |
| book 104b.1 | Ἑρμείας δὲ ἄναξ δῶκεν Πέλοπι 〈πληξίππῳ〉: Ἑρ‐ |
| book 104b.2 | μοῦ γάρ φασιν αὐτὸν καὶ Καλύκης· ἢ †διὰ τὸν κύνα†. πέπλασται οὖν |
| book 104b.3 | τοῖς νεωτέροις τὰ περὶ Οἰνόμαον καὶ τὴν χρυσῆν ἄρνα. T | πλήξιπ‐ |
| book 104b.4 | πον δέ φασιν εἰρῆσθαι τὸν Πέλοπα διὰ τὸ μετὰ θάνατον Μυρτίλου |
| book 104b.5.1 | αὐτὸν ἡνιοχῆσαι τοὺς ἵππους ἀπὸ Εὐβοίας μέχρι Πελοποννήσου. b |
| book 104b.5.2 | (BCE3E4)T |
| book 104b.1 | Ἑρμείας δὲ ἄναξ δῶκε: Ἱπποδάμεια ἡ Οἰνομάου— |
| book 104b.2 | διὰ τὴν τῶν ἵππων αὐτουργίαν. A |
| book 105.1 | Πέλοψ δῶκ’ Ἀτρέϊ: φασὶν Ἀτρέα καὶ Θυέστην ἐπιβου‐ |
| book 105.2 | λεύσαντας Χρυσίππῳ νόθῳ ἑαυτῶν ἀδελφῷ ἐκβεβλῆσθαι ὑπὸ τοῦ |
| book 105.3 | πατρός, μετὰ δὲ θάνατον Πέλοπος Ἀτρέα ἐπιστρατηγήσαντα εἰς |
| book 105.4 | Ἦλιν κρατῆσαι τῶν σκήπτρων τοῦ πατρός. b(BCE3)T |
| book 105.5.1 | αὐτὰρ ὁ αὖτε Πέλοψ: Πέλοψ ἐκ προτέρας γυναικὸς— |
| book 105.5.2 | ἐκράτησε τῶν τόπων. ἱστορεῖ Ἑλλάνικος (FGrHist 4, 157). A |
| book 106a.1 | Ἀτρεὺς δὲ θνῄσκων ἔλιπεν πολύαρνι Θυέστῃ: ἡ |
| book 106a.2 | διπλῆ, ὅτι 〈οὐ〉 γινώσκει τὴν ἔχθραν Ἀτρέως καὶ Θυέστου. αὐτῷ |
| book 106a.3 | γοῦν παραδίδωσι τὸ σκῆπτρον, οὐ τοῖς υἱοῖς ὁ Ἀτρεύς. A |
| book 106b.1 | ἔλιπεν πολύαρνι Θυέστῃ: ὅτι Ὅμηρος οἶδεν αὐτοὺς |
| book 106b.2 | ἄχρι τέλους ἀδελφικὴν εὔνοιαν φυλάξαντας. εἰ δὲ ἦν αὐτοῖς ἔχθρα, οὔτ’ |
| book 106b.1 | ἂν b(BCE3)T ὡς Αἴγισθον Ἀγαμέμνων κατήγετο, οὔτε T οἱ |
| book 106b.2 | θεοὶ ἐπέστελλον Αἰγίσθῳ μὴ ἀμύνασθαι Ἀγαμέμνονα (cf. α 37—9)· |
| book 106b.5.1 | †οὔτε† τὸν Αἴγισθον Ὅμηρος πικρῶς οὕτως ἐλοιδόρει ἄναλκιν (cf. γ |
| book 106b.5.2 | 310) καὶ „δολόμητιν“ (α 300 al.) καλῶν, εἰ μὴ τὰ τῆς συγγενείας πρῶ‐ |
| book 106b.5.3 | τος ἐλυμήνατο. Λικύμνιος (fr. 7 R.) δὲ παραδηλοῦσθαί φησι τὴν |
| book 106b.5.4 | ἔχθραν λεληθότως, ἵνα μὴ βλασφημήσῃ τὸ γένος· τὸ μὲν γὰρ „δῶκε“ |
| book 106b.5.5 | (Β 105) φιλίας τεκμήριόν φησι, τὸ δὲ καταλιπεῖν ἀνάγκης· διὸ ἐφ’ ὧν |
| book 106b.10.1 | μὲν τῷ „δῶκεν“ ἐχρήσατο, ἐφ’ ὧν δὲ τῷ ἔλιπεν. b(BCE3)T | πο‐ |
| book 106b.10.2 | λύαρνι δὲ ἐκ τοῦ †ποληάρην. T |
| book 106b.1 | Ἀτρεὺς ὁ Πέλοπος, βασιλεύων—καὶ Θυέστην |
| book 106b.2 | ἐφυγάδευσεν. A |
| book 107a.1 | αὐτὰρ ὁ αὖτε Θυέστ’: ὅτι συμφωνοῦντας αὐτοὺς συν‐ |
| book 107a.2 | ίστησι· καὶ γὰρ ὁ Θυέστης οὐ τῷ υἱῷ αὐτοῦ Αἰγίσθῳ καταλείπει τὸ |
| book 107a.3 | σκῆπτρον, ἀλλ’ Ἀγαμέμνονι. καὶ ὅτι κλητικὴ ἀντὶ τῆς ὀρθῆς, Θυέστα |
| book 107a.4 | ἀντὶ τοῦ Θυέστης. A |
| book 107b1.1 | λεῖπε φορῆναι: μέγα πρὸς ἀρχὴν παρασκευὴ πολυ‐ |
| book 107b1.2 | χρόνιος καὶ παλαιὸν †τροφῆς† ἀξίωμα. ἐξῆρεν οὖν τὸν φοροῦντα. |
| book 107b1.3 | | φορῆναι δὲ ἐφόρη φορῆναι. T |
| book 107b2.1 | μεγάλη καὶ πολυχρόνιος πρὸς ἀρχὴν ἡ τοιαύτη κατα‐ |
| book 107b2.2 | σκευὴ καὶ τὸ παλαιὸν ἀξίωμα. ἐξαίρει δὲ τὸν φοροῦντα. b(BCE3E4) |
| book 108.1 | 〈πολλῇσιν νήσοισι:〉 τούτῳ τοῦτο συνέβη διὰ τὴν ἐπὶ |
| book 108.2 | Ἴλιον στρατείαν· Ῥόδιοι γὰρ καὶ Αἰγινῆται καὶ οἱ λοιποὶ λαοὶ |
| book 108.3 | Ἀτρείδεω Ἀγαμέμνονος λέγονται. τινὲς δὲ ἐννέα κώμας φασὶν ἐν |
| book 108.4 | Ἄργει, αἳ ὑπέκειντο αὐτῷ, ἃς καλοῦσι καὶ νήσους. b(BCE3) |
| book 109a1 | 〈ἐρεισάμενος:〉 ἐπερείσας ἑαυτόν. Til |
| book 109a2 | ἀπερείδων ἑαυτὸν καὶ ἀναπαύων. b(BCE3E4) |
| book 109b.1 | 〈ἔπε’ Ἀργείοισι μετ’ ηὔδα:〉 ὅτι τὸ ἑξῆς ἐστι μετ’ |
| book 109b.2 | Ἀργείοισιν ἔπεα ηὔδα. Aim |
| book 110a.1 | 〈ὦ φίλοι ἥρωες Δαναοί, θεράποντες Ἄρηος:〉 ὅτι |
| book 110a.2 | πρὸς πάντας ἀποτεινόμενος τὸν λόγον ἥρωας λέγει. ἡ δὲ ἀναφορὰ |
| book 110a.3 | πρὸς Ἴστρον (FGrHist 334, 69) λέγοντα μόνους τοὺς βασιλεῖς ἥρωας |
| book 110a.4 | λέγεσθαι. | στικτέον δὲ κατὰ τὸ τέλος· προσαγορευτικὴ γὰρ ἡ περίοδος. A |
| book 110b.1 | ἥρωες Δαναοί: προεπαίρει τοῖς ἐγκωμίοις, ὅπως αἰδοῖν‐ |
| book 110b.2 | το φεύγειν. οὐ λέγει δὲ αὐτοῖς τὸ ὄναρ, ὅπως μὴ δοκῇ σκευώρημα b |
| book 110b.3 | (BCE3E4)T εἶναι, ἢ ἑτέρως ἀποβῇ καὶ θεομισὴς δόξῃ. b(BE3E4)T |
| book 111a.1 | Ζεύς με μέγα 〈Κρονίδησ〉: ὅτι Ζηνόδοτος γράφει |
| book 111a.2 | „Ζεύς με μέγας Κρονίδησ“. καὶ ὅτι ἀπὸ τούτου ἕως 〈τοῦ) „αἰσχρὸν |
| book 111a.3 | γὰρ τόδε γ’ ἐστί“ (Β 119) οὕτως συντέμνει „ὦ φίλοι ἥρωες Δαναοί, θε‐ |
| book 111a.4 | ράποντες Ἄρηος· / λώβη γὰρ τάδε γ’ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι / |
| book 111a.5 | μὰψ οὕτω“ (= Β 110. ω 433. Β 120). A |
| book 111b.1 | {Ζεύς με} μέγα {Κρονίδης}: σχολικὸν ἀγνόημα τὸ δοκεῖν |
| book 111b.2 | Ζηνοδότειον εἶναι τὴν μετὰ τοῦ ς γραφήν. καὶ δόξειεν ἂν ὑπὸ Διονυ‐ |
| book 111b.3 | σίου τοῦ Θρᾳκὸς ταῦτα δεδόσθαι· ἐν γὰρ τῷ Περὶ ποσοτήτων (fr. 6) καθ‐ |
| book 111b.4 | άπτεται Ζηνοδότου ὡς ἠγνοηκότος ὅτι τῷ μέγα ἀντὶ τοῦ μεγάλως |
| book 111b.5.1 | Ὅμηρος ἀποχρῆται· παρ’ ὃ δὴ καὶ κατά τινα τῶν ὑπομνημάτων μετ‐ |
| book 111b.5.2 | ειλῆφθαι τὸ μέγα ἀντὶ τοῦ μεγάλως. τὸ δὲ οὐκ ἔχει τἀκριβὲς οὕτως· |
| book 111b.5.3 | εἰ γὰρ τὰ συγγράμματα τῶν ὑπομνημάτων προτάτ〈τ〉οιμεν, ἕνεκα γοῦν |
| book 111b.5.4 | τἀκριβοῦς γράφοιμεν κατὰ Ἀρίσταρχον „Ζεύς με μέγασ“. ἐν γοῦν τῷ |
| book 111b | Πρὸς Φιλήταν συγγράμματι (fr. 55 K.) τῇ γραφῇ κέχρηται, δύο |
| book 111b.10.1 | λέγων τὸ μέγας σημαίνειν, τοτὲ μὲν τὸ καθ’ αὑτό, καθάπερ νῦν „Ζεύς |
| book 111b.10.2 | με μέγα〈σ〉 Κρονίδησ“ καὶ „κεῖτο μέγας μεγαλωστί, λελασμένος ἱππο‐ |
| book 111b.10.3 | συνάων“ (Π 776), τοτὲ δὲ αὖ τὸ πρὸς τὴν κατὰ τὸν Αἴαντα τὸν ἕτερον |
| book 111b.10.4 | διάκρισιν „Αἴας δ’ ὁ μέγασ“ (Π 358). κἀν ταῖς Λιταῖς ἐξηγούμενος |
| book 111b.10.5 | „αὐτὰρ ἔπειτ’ Αἴας τε μέγασ“ (Ι 169) ἔν τινι τῶν ἠκριβωμένων ὑπομνη‐ |
| book 111b.15.1 | μάτων γράφει ταῦτα κατὰ λέξιν· „οὐ κατ’ ἐπίθετον λέγει μέγας, ἀλλὰ |
| book 111b.15.2 | πρὸς ἀντιδιαστολὴν τοῦ ἑτέρου Αἴαντος. ὅταν δὲ λέγῃ ‘Ζεύς με μέγας |
| book 111b.15.3 | Κρονίδησ‘, οὐκέτι ὅτι καὶ ἕτερος μικρός ἐστιν.“ καὶ τοὺς ἀπ’ αὐτοῦ δὲ |
| book 111b.15.4 | χρωμένους ἔστιν εὑρεῖν τῇ γραφῇ Διονυσόδωρον καὶ Ἀμμώνιον τὸν |
| book 111b.15.5 | Ἀλεξανδρέα. ἐπιλέγουσι δὲ οὐδέν· διὸ καὶ τὰς μαρτυρίας αὐτῶν οὐκ |
| book 111b.20.1 | ἐγράψαμεν. καὶ Καλλίστρατος δὲ ἐν τῷ Περὶ Ἰλιάδος (p. 320, 36 |
| book 111b.20.2 | Schm.) οὕτως προφέρεται ὥστε ὅμοιον εἶναι τῷ „ἐπεὶ μέγας ὠδύσατο |
| book 111b.20.3 | Ζεύσ“ (Σ 292). οὐδὲ ὁ Ἐπιθέτης δὲ Πτολεμαῖος, τὰς Ζηνοδότου γρα‐ |
| book 111b.20.4 | φὰς ἐκτιθέμενος, ταύτην ὡμολόγει Ζηνοδότου εἶναι. ταῦτα ὁ Δίδυμος |
| book 111b.20.5 | (p. 112 Schm.). A |
| book 111c.1 | ἄτῃ: ἡ ἑκούσιος ἁμαρτία· b(BCE3)TTil καὶ ἀτηρός καὶ |
| book 111c.2 | „ἶσα ἄτῃσιν“ (Hsd. opp. 352). οἱ δὲ ζημία· b(BCE3)T τοῦτο δὲ |
| book 111c.3 | ἀναπόδεικτόν ἐστιν. b(BE3)T |
| book 112a.1 | σχέτλιος: τοῦτο καθ’ ἑαυτὸ προενεκτέον, ὡς ἐν τοῖς ἄνω |
| book 112a.2 | (Β 38) τὸ „νήπιοσ“. μᾶλλον γάρ, κομματικῶς λεγόμενον, ἐμφαίνει. A |
| book 112b.1 | ὃς πρὶν μέν μοι 〈ὑπέσχετο καὶ κατένευσεν〉: προ‐ |
| book 112b.2 | τρεπτικὸν τοῦτο πρὸς τὸ μένειν τοὺς Ἀχαιούς· οὐ γὰρ ἀτελεύτητον |
| book 112b.3 | „ὅ τί κεν κεφαλῇ κατανεύσει“ (Α 527). ἀνάγει δὲ ἐπὶ τοὺς νεοσσοὺς (cf. |
| book 112b.4 | Β 311) καὶ τὰς διοσημίας (cf. Β 353). b(BCE3E4)T |
| book 113a.1 | 〈Ἴλιον:〉 Ἴλιον μὲν λέγει Ὅμηρος, Ἰλιεῖς δὲ οὐκέτι φησί· |
| book 113a.2 | καὶ „Εὔβοιαν“ (Β 536 al.), ἀλλ’ οὐκ Εὐβοεῖς. Aim |
| book 113b.1 | ἐκπέρσαντ’: τὸ ἐντελὲς ἐκπέρσαντι, ὡς „χρυσέῃ κερκίδ’ |
| book 113b.2 | ὕφαινε“ (ε 62) b(BCE3)T καὶ „Αἴανθ’, ὃς βελέεσσι βιάζετο καὶ οὐ |
| book 113b | χάζετ’ ὄπισθεν“ (cf. Λ 589 et Σ 160). b(BCE3) |
| book 114.1 | κακὴν ἀπάτην: ἔστι γὰρ καὶ δικαία. Αἰσχύλος (fr. 301 |
| book 114.2 | N.2 = 601 c M.)· „ἀπάτης δικαίας οὐκ ἀποστατεῖ θεόσ“. A b (BCE3E4)T |
| book 114.3 | καὶ τίς πείθοιτο θεὸν ἐναντία ἑαυτῷ βουλεύσασθαι; A b (BE3E4)T |
| book 115a.1 | δυσκλέα Ἄργος: ὅτι κατὰ συστολὴν Ὅμηρος τὰ τοι‐ |
| book 115a.2 | αῦτα ἐκφέρει, δυσκλέα καὶ „ἀκλέα“ (δ 728), Ἰωνικῶς. οἱ δὲ Ἀττικοὶ |
| book 115a.3 | ἐκτείνουσιν. A |
| book 115b.1 | δυσκλέα: συσταλτέον τὴν τελευταίαν τοῦ δυσκλέα ὡς |
| book 115b.2 | „ἀμφηρεφέα“ (Α 45), ὁμοίως τῷ „ἄρα κλέα ἀνδρῶν“ (Ι 189), „ἀκλέα |
| book 115b.3 | ἐν μεγάρῳ“ (δ 728). A |
| book 115c.1 | 〈δυσκλέα:〉 ἐκ τοῦ δυσκλεεύς δυσκλεέα. ἔστι δὲ b(BCE3) |
| book 115c.2 | ἔλλειψις τοῦ ε, οὐ συναλιφή. b(BCE3)Til οἱ δὲ νεώτεροι ἐκτεί‐ |
| book 115c.3 | νουσι καὶ περισπῶσιν ὡς ἀπὸ τοῦ δυσκλεής. b(BCE3) | τοῦτο δὲ εἶπεν |
| book 115c.4 | οἰόμενος ὡς οὐ πείσονται οἱ Ἕλληνες δυσκλεεῖς ὑποστρέψαι. b |
| book 115c.5 | (BCE3E4) |
| book 115d.1 | 〈ἐπεὶ πολὺν ὤλεσα λαόν:〉 ἀντὶ τοῦ ὅτε ἢ ἀφ’ οὗ. |
| book 115d.2 | οἰκειοῦται δὲ τὴν ἀπώλειαν b(BCE3)Til τοῦ στρατοῦ παραμυ‐ |
| book 115d.3 | θίας ἕνεκεν. b(BCE3) |
| book 116-8.1 | οὕτω που Διῒ μέλλει〈—τοῦ γὰρ κράτος ἐστὶ |
| book 116-8.2 | μέγιστον〉: πρὸς τὸ μέλλει (116), ὅτι ἀντὶ τοῦ ἔοικεν. ὁ δὲ ἀστερί‐ |
| book 116-8.3 | σκος, ὅτι εἰς τὰς Λιτὰς (Ι 23—5) οὐκ ὀρθῶς μετάκεινται οἱ τρεῖς. A |
| book 116a.1 | 〈μέλλει:〉 ἔοικε. | διὰ τούτου δὲ διστάξιμον αὐτὸ ἐποίησεν. |
| book 116a.2 | b(BCE3)Til |
| book 116b | 〈ὑπερμενέϊ:〉 συσταλτέον τὸ ι τοῦ ὑπερμενέϊ. Aint |
| book 117a.1 | 〈πολλάων:〉 τὸ πολλάων ἐπέκτασις, καὶ ἴδιον |
| book 117a.2 | Ἰώνων. Aim |
| book 117b.1 | πολλάων πολίων: ἀδίκων, ὡς „ἔπαθον αἳ μεγάλα“ |
| book 117b.2 | (Pind. O1. 2, 23). T | ἄδηλον δὲ εἴτε καθολικῶς αὐτὸ λέγει εἴτε περὶ |
| book 117b.3 | τῶν εἰκοσιτριῶν A b (BCE3E4)T ὑπόνοιαν διδοὺς καὶ περὶ Ἰλίου· |
| book 117b.4 | πιθανὸν γὰρ ἐκ τῶν ὑποκειμένων τὴν δύναμιν δεῖξαι τοῦ θεοῦ. A b |
| book 117b.5 | (BE3E4)T |
| book 118a1.1 | 〈τοῦ γὰρ κράτος:〉 Πυθαγόρας †φησὶ† τί ἐστι θεῖον |
| book 118a1.2 | ἐρωτηθεὶς τὸ πάντων ἔφη κρατοῦν, τῷ αἰτίῳ καὶ τοῖς ἄλλοις, ὥστε καὶ |
| book 118a1.3 | πολέμων ἔχειν ἐξουσίαν. τίς ἂν οὖν εἴην ἐγώ, φησὶν Ἀγαμέμνων, πρὸς |
| book 118a1.4 | τὸ κράτος ἐκείνου; b(BCE3E4) |
| book 118a2.1 | Πυθαγόρας ἐρωτηθείς, τί ἐστι θεός, τὸ πάντων κρατοῦν |
| book 118a2.2 | εἶπεν, ὅς γε καὶ πολέμων ἐξουσίαν ἔχει. Til |
| book 118a3.1 | τοῦ γὰρ κράτος: Πυθαγόρας φησὶ τί ἐστι θεός· τὸ πάν‐ |
| book 118a3.2 | των κρατοῦν, ὅς γε καὶ πολέμων ἐξουσίαν ἔχει. τίς οὖν ἂν εἴην ἐγώ; A |
| book 119 | 〈πυθέσθαι:〉 ὅτι τὸ πυθέσθαι ἀντὶ τοῦ ἀκοῦσαι τίθησιν. Aim |
| book 120.1 | τοσόνδε τε λαόν: διὰ τῶν ἐγκωμίων μείζων ἡ κατηγορία· |
| book 120.2 | καὶ ὅτι ἀΐδιος ἔσται αὐτοῖς ὕβρις τὸν πόλεμον ἀτελῆ καταλιποῦσιν. b |
| book 120.3 | (BCE3E4)T |
| book 122a.1 | 〈ἀνδράσι παυροτέροισι:〉 ὅτι ἥσσονες κατὰ τὸν |
| book 122a.2 | ἀριθμὸν οἱ βάρβαροι. Aim |
| book 122a.1 | παυροτέροισι: οἱ μὲν Τρῶες χωρὶς—ἄλλοι δὲ |
| book 122a.2 | ιδʹ. A |
| book 122b.1 | τέλος δ’ οὔ πώ τι: τὸ δέ ἀντὶ τοῦ γάρ· b(BCE3)T |
| book 122b.2 | κρίσις γὰρ νίκης ἢ ἥττης οὐ πεφανέρωται. πῶς οὖν πρὸ τέλους |
| book 122b.3 | ὑποχωρήσουσιν; ἐκδεκτέον οὖν τὸ τῆς μάχης πέρας. b(BCE3E4)T |
| book 123-7.1 | εἴπερ γάρ κ’ ἐθέλοιμεν〈—ἑλοίμεθα οἰνο‐ |
| book 123-7.2 | χοεύειν〉: ἕως τοῦ οἰνοχοεύειν (127) ὑποστιγμαί εἰσιν ἐν ὑπο‐ |
| book 123-7.3 | κρίσει πᾶσαι, ἄμφω (124) καὶ ἔασιν (125) καὶ Ἀχαιοί (126) καὶ |
| book 123-7 | οἰνοχοεύειν (127). τῆς δὲ ἀναρτήσεως ὁ εἴ σύνδεσμος αἴτιος. A |
| book 123a.1 | 〈εἴπερ γάρ κ’ ἐθέλοιμεν:〉 ὅτι περισσὸς ὁ κέ σύνδε‐ |
| book 123a.2 | σμος. Aint |
| book 123b.1 | εἴπερ γάρ κ’ ἐθέλοιμεν: ταχεῖα οὖν ἐλπὶς τῆς νίκης, εἴ |
| book 123b.2 | γε καὶ πλείους καὶ ἰσχυρότεροι καὶ Δία ἔχοντες σύμμαχον, καὶ τῆς |
| book 123b.3 | ἥττης πολλὴ ἡ αἰσχύνη. b(BCE3E4)T |
| book 124a.1 | ὅρκια πιστὰ ταμόντες: ἀθετεῖται· οὐ γὰρ ἐπ’ ἀλη‐ |
| book 124a.2 | θείας λέγεται, ἀλλ’ ὑπερβολικῶς τὰ τῶν δεκάδων. πρὸς τί οὖν ὅρκια; A |
| book 124b | ὅρκια πιστά: πρὸς τὸ συνελθεῖν. T |
| book 125a.1 | Τρῶας μὲν λέξασθαι 〈ἐφέστιοι ὅσσοι ἔασιν〉: Ἀρι‐ |
| book 125a.2 | στάρχου λέξεις ἐκ τῶν ὑπομνημάτων· „ἐὰν καὶ τὰ παιδία καὶ τοὺς |
| book 125a.3 | πρεσβύτας ἀριθμήσωσιν, οὐ μὴ γένωνται ὅσοι ἡμεῖς. τοῦτο δέ ἐστι, |
| book 125a.4 | κατοικίδιοι καὶ ἔναυλοι. καὶ ἐν Ὀδυσσείᾳ (ζ 265)· ‘πᾶσιν γὰρ ἐπί‐ |
| book 125a.5.1 | στιόν ἐστιν ἑκάστῳ‘, ὡσεὶ κατάλυμα παρὰ τῇ νηΐ.“ | ἡ διπλῆ δέ, ὅτι |
| book 125a.5.2 | τὸ λέξασθαι νῦν οὔτε ἐπὶ τοῦ κοιμηθῆναι οὔτε ἐπὶ τοῦ καταριθμη‐ |
| book 125a.5.3 | θῆναι κεῖται, ἀλλ’ ἐπὶ τοῦ συλλεγῆναι καὶ ἁθροισθῆναι ἐν ταὐτῷ· καὶ |
| book 125a.5.4 | ὅτι ἐφέστιοι, ὅσοι ἑστίας (τουτέστιν οἰκίας) αὐτόθι †διαμένουσιν. A |
| book 125b.1 | 〈λέξασθαι:〉 τὸ λέξασθαι δηλοῖ πέντε· τὸ λέγειν, ὡς τὸ |
| book 125b.2 | „λέξασθαι δὲ περὶ τῶν οὐ δύναται“ (auct. ign.), τὸ κοιμᾶσθαι, ὡς τὸ |
| book 125b.3 | „λέξομαι {δ’} εἰς εὐνήν“ (ρ 102), τὸ ἐκλέγεσθαι, ὡς τὸ „λέξασθαι |
| book 125b.4 | κούρουσ“ (Φ 27), τὸ ἀριθμεῖν, ὡς τὸ „λέγε κήτεσσι“ (δ 452), τὸ οἰκο‐ |
| book 125b.5 | δομεῖν, ὡς τὸ „αἱμασιὰς λέξονται“ (ω 224). b(BCE3E4) |
| book 125c.1 | Τρῶας μὲν λέξασθαι: ἀπὸ κοινοῦ τὸ θελήσουσιν. T | τὸ |
| book 125c.2 | λέξασθαι δηλοῖ τὸ κοιμᾶσθαι, „λέξομαι εἰς εὐνήν“· τὸ ἐπιλέξασθαι, |
| book 125c.3 | „λέξατο κούρουσ“· τὸ ἀριθμεῖν, „λέγε κήτεσι“· AT τὸ οἰκοδομεῖν, |
| book 125c | „αἱμασιὰς λέξοντεσ“. T |
| book 125d.1 | ἐφέστιοι: ἔνοικοι, συναριθμουμένων παιδίων καὶ γερόν‐ |
| book 125d.2 | των· οὗτοι γάρ εἰσιν οἱ προθύμως ὑπὲρ τῆς σφετέρας ἀμυνόμενοι. b |
| book 125d.3 | (BCE3E4)T |
| book 125e | 〈ἔασιν:〉 ἀντὶ τοῦ εἰσίν. Til |
| book 125-6.1 | 〈Τρῶας μὲν λέξασθαι, ἐφέστιοι ὅσσοι ἔασιν, /〉 |
| book 125-6.2 | ἡμεῖς δ’ ἐς δεκάδας 〈διακοσμηθεῖμεν Ἀχαιοί〉: ἐσχημάτισεν |
| book 125-6.3 | οὐχ ὁμοίως τῷ Τρῶας (125) τὸ ἡμεῖς (126) ἐπαγαγών. Aim b |
| book 125-6.4 | (BCE3E4)T ἀντίστροφον δὲ τοῦτο κατὰ τὰς πτώσεις τῷ „ἢ |
| book 125-6.5.1 | ἐθέλεις †ὄφρ’ αὐτὸς μὲν ἔχειν† γέρας, αὐτὰρ ἔμ’ αὔτωσ“ (Α 133). b |
| book 125-6.5.2 | (BCE3E4)T |
| book 126a.1 | ἐς δεκάδας: ἔθος ἦν πλείονας τῶν δέκα μὴ συνεσθίειν, ὡς |
| book 126a.2 | καὶ Ἀριστοτέλης ἐν Πολιτείαις φησίν (fr. 503 R.). b(BCE3E4)T |
| book 126b.1 | διακοσμηθήμεν’: ἀντὶ τοῦ διακοσμηθῆναι, ἵν’ ᾖ ἀπὸ |
| book 126b.2 | κοινοῦ τὸ „ἐθελήσομεν“ (β 123). οἱ δὲ „διακοσμηθεῖμεν“, ἵν’ ᾖ δια‐ |
| book 126b.3 | κοσμηθείημεν εὐκτικόν. b(BCE3E4)T |
| book 127a1 | 〈ἕκαστον:〉 ὁ Ἰξίων (fr. 2 St.) διὰ τοῦ ν, ἕκαστον. Aint |
| book 127a2.1 | {ἄνδρα} ἕκαστον 〈ἑλοίμεθα〉: ὁ Ἰξίων διὰ τοῦ †ι†, |
| book 127a2.2 | τινὲς δὲ διὰ τοῦ †ν†, „ἕκαστοι ἑλοίμεθα“, οἱ ἐν τῇ δεκάδι. οὕτως |
| book 127a2.3 | †ἰξίων. T |
| book 127b.1 | ἑλοίμεθα οἰνοχοεύειν: πιθανῶς κἀν τῷ ἀριθμεῖν τὰ |
| book 127b.2 | ἔθνη αἰχμαλωσίαν οἰωνίζεται Τρωσίν, ἢ ὡς φιλοίνοις ἢ ὡς ἐν συμπο‐ |
| book 127b.3 | σίοις ἀλαζονευομένοις. ἢ διαπαίζει τὸν Γανυμήδους μῦθον. b(BCE3E4) |
| book 127b | T |
| book 128.1 | πολλαί κεν δεκάδες: ὑπερβολικῶς· Τρώων μὲν γὰρ ἦσαν |
| book 128.2 | μυριάδες πέντε, Ἑλλήνων δὲ δώδεκα. T |
| book 129.1 | 〈πλέας:〉 τὸ πλέας ἀπὸ τοῦ πλέονας συγκέκοπται. Aim b |
| book 129.2 | (BCE3)Til |
| book 130-3.1 | Τρώων οἳ ναίουσι: ἕως τοῦ Ἰλίου ἐκπέρσαι (133) |
| book 130-3.2 | ἀθετοῦνται στίχοι τέτταρες, ὅτι καθόλου πάντας τοὺς βαρβάρους σὺν |
| book 130-3.3 | τοῖς ἐπικούροις ἥσσονας τῶν Ἑλλήνων διὰ παντός φησι〈ν〉 εἶναι. A |
| book 130-1a.1 | ἀλλ’ ἐπίκουροι / πολ〈λ〉έων ἐκ πολίων: καὶ γάρ |
| book 130-1a.2 | φησι· „κέκλυτε, μυρία φῦλα περικτιόνων ἐπικούρων“ (Ρ 220). b |
| book 130-1a.3 | (BCE3)T ἐπίκουροι δὲ οἱ ἐξ ἀλλοδαπῆς ἥκοντες πρὸς συμ‐ |
| book 130-1a.4 | μαχίαν. b(BCE3) |
| book 130-1b.1 | 〈ἀλλ’ ἐπίκουροι / —〉ἐγχέσπαλοι ἄνδρες: |
| book 130-1b.2 | διὰ τούτου ὑποχωρεῖν κελεύει, καὶ ὀνειδίζει τῷ ἰδίῳ συμμαχικῷ. b |
| book 130-1b.3 | (BCE3)T ἐπίκουροι μὲν οὖν λέγονται οἱ τοῖς πολεμουμένοις |
| book 130-1b.4 | βοηθοῦντες, σύμμαχοι δὲ οἱ τοῖς πολεμοῦσιν. T |
| book 131a1.1 | {ἐγχέσπαλοι ἄνδρες} ἔασιν: ἐν τῇ ἑτέρᾳ τῶν Ἀρι‐ |
| book 131a1.2 | στάρχου εὕρομεν „ἔνεισιν“. καὶ Καλλίστρατος οὕτως ἐν τῷ Περὶ |
| book 131a1.3 | Ἰλιάδος (p. 320, 36 Schm.) γράφει, καθάπερ καὶ τὸ „ἡμεῖς δὲ μαχό‐ |
| book 131a1.4 | με〈σ〉θ’, οἵπερ τ’ ἐπίκουροι ἔνειμεν“ (Ε 477). παρ’ ὃ καὶ διχῇ γράφομεν. | |
| book 131a1.5.1 | ἐγχέσπαλοι δέ, ὅτι ἔσειον τὰ δόρατα πρὸ τῆς ἀφέσεως, μήποτε |
| book 131a1.5.2 | ἄρα εἶεν κλασθέντα. A |
| book 131a2.1 | τὸ δὲ ἔασι τινὲς „ἔνεισιν“, b(BCE3) ὡς τὸ „ἔνειμεν“. |
| book 131a2.2 | b(BE3) |
| book 131-2.1 | 〈ἐγχέσπαλοι ἄνδρες ἔασιν /〉 οἵ με μέγα πλά‐ |
| book 131-2.2 | ζουσι: τὸ οἵ (132) ἤτοι ἄρθρον ὑποτακτικόν ἐστιν, ἢ ἀντὶ τῆς οὗτοι |
| book 131-2.1 | ἀντωνυμίας. πάλιν οὖν ἤτοι τελείαν στιγμὴν ἢ διαστολὴν θήσομεν |
| book 131-2.2 | ἐπὶ τὸ ἄνδρες ἔασιν (131). ἐπὶ δὲ τὸ πλάζουσι (132) θετέον τὴν |
| book 131-2.5 | ἄνω δευτέραν στιγμήν, ἥτις ἕνα χρόνον δύναται σιωπῆς. A |
| book 132a1.1 | οἵ με μέγα πλάζουσι: ἀποσφάλλουσι τῆς ὁρμῆς. b |
| book 132a1.2 | (BCE3E4)T εὖ δὲ τὸ οἰκειοῦσθαι τὴν ἧτταν καὶ μὴ ἐλέγχειν τὸ |
| book 132a1.3 | κοινόν. b(BCE3)T |
| book 132a2.1 | 〈οἵ με μέγα πλάζουσι:〉 πλανῶσι καὶ ἀπείργουσι |
| book 132a2.2 | τῆς πολλῆς προθυμίας. | καλὸν δὲ τὸ οἰκειοῦσθαι τὴν ἧτταν καὶ μὴ |
| book 132a2.3 | ἐλέγχειν τὸ κοινόν. Aint |
| book 132b.1 | καὶ οὐκ εἰῶς’ ἐθέλοντα: ἀντὶ τοῦ δυνάμενον. b(BC |
| book 132b.2 | E3E4)T |
| book 133a.1 | Ἰλίου {ἐκπέρσαι}: ἐν τοῖς κατ’ Ἀριστοφάνην ὑπο‐ |
| book 133a.2 | μνήμασιν Ἀριστάρχου „Ἴλιον“ ἐγέγραπτο, οὐκ Ἰλίου· καὶ μήποτε |
| book 133a.3 | ἄμεινον ἔχει. A |
| book 133b1.1 | Ἰλίου {ἐκπέρσαι}: ἄμεινον τὸ „Ἴλιον“ ἤπερ Ἰλίου. | |
| book 133b1.2 | Ἰλίου πτολίεθρον ὡς „Ἀργοῦς σκάφοσ“ (Eur. Med. 1). T |
| book 133b2.1 | Ἰλίου δὲ πτολίεθρον ἄμεινον ἦν εἰπεῖν τὸ „Ἴλιον“ |
| book 133b2.2 | ἤπερ Ἰλίου. | ἀλλὰ συνωνυμικῶς εἶπεν ὡς „Ἀργοῦς νηὸς σκάφοσ“. |
| book 133b2.3 | b(BE3) |
| book 134a.1 | ἐννέα δή: κοινὸν καὶ τοῦτο πρός τε τὸ ἀπιέναι, ὡς |
| book 134a.2 | ἐγκαθημένων ἀπράκτων τοσοῦτον χρόνον, καὶ πρὸς τὸ μένειν, ὡς τοῦ |
| book 134a.3 | τῆς ἁλώσεως χρόνου πληρωθέντος· τῷ γὰρ δεκάτῳ ἔτει ἁλώσεσθαι |
| book 134a.4 | τὴν Ἴλιον ὁ Κάλχας ἔφη (cf. Β 329). | ἐλπίδα τοῦ τέλους ὑπογράφων |
| book 134a.5.1 | αὐτοῖς οὐκ ἐνεστηκέναι τὸν ἔνατον ἐνιαυτὸν εἶπε· καίτοι τοῦτο ἦν |
| book 134a.5.2 | τὸ ἀληθές, ὥσπερ καὶ Ὀδυσσεύς φησιν· „ἡμῖν δ’ εἴνατός ἐστι περι‐ |
| book 134a.5.3 | τροπέων ἐνιαυτόσ“ (Β 295)· ἀλλὰ παρεληλύθασί φησιν ἐννέα ἐνιαυτοί. |
| book 134a.5.4 | b(BCE3E4)T |
| book 134b.1 | βεβάασι: ἀντὶ τοῦ πεπόρευνται, ὡς τὸ „βῆ δ’ ἄρ’ ἐπ’ |
| book 134b.2 | Ἀτρεΐδην“ (Β 18) ἀντὶ τοῦ ἐπορεύθη. b(BCE3)T |
| book 134c.1 | Διὸς μεγάλου: τοῦ ἡλίου ἢ τοῦ διερχομένου χρόνου. |
| book 134c.2 | b(BCE3E4)Til |
| book 135a.1 | 〈καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυν‐ |
| book 135a.2 | ται:〉 ὅτι κατὰ τὸν αὐτὸν στίχον καὶ ἑαυτῷ καὶ ἡμῖν συνήθως ἐξε‐ |
| book 135a.3 | νήνοχε τὸ λέλυνται καὶ σέσηπε. Aim |
| book 135b.1 | 〈καὶ δὴ δοῦρα—λέλυνται:〉 ἐν ἑνὶ στίχῳ |
| book 135b.2 | ἔθηκε τὴν Ἀτθίδα καὶ κοινὴν χρῆσιν. b(BCE3E4)Til |
| book 135c.1 | καὶ δὴ δοῦρα σέσηπε: καὶ τοῦτο ἀμφοτέροις συνᾴδει, |
| book 135c.2 | τῷ μὲν ἀπιέναι πρὶν διαφθαρῆναι τέλεον τὰς νῆας, καὶ τῷ μένειν |
| book 135c.3 | ὡς διὰ τὸ σεσηπέναι τὰς ναῦς τέως πλεῖν οὐ δυναμένων. καὶ Θεό‐ |
| book 135c.4 | πομπος (FGrHist 115, 351) δὲ ταύτην αἰτίαν αὐτοῖς τοῦ ναυαγίου |
| book 135c.5.1 | φησίν, ὡς καὶ τοὺς περὶ Κάλχαντα καὶ Ἀμφίλοχον πεζοὺς ἀπαλ‐ |
| book 135c.5.2 | λάττεσθαι. b(BCE3E4)T |
| book 136-7.1 | αἱ δέ που ἡμέτεραί τ’ ἄλοχοι〈—ποτιδέγ‐ |
| book 136-7.2 | μεναι〉: συναπτέον ἕως τοῦ ποτιδέγμεναι (137)· μία γὰρ ἡ |
| book 136-7.3 | περίοδος. εἰ δέ τις ἐπὶ τὸ ἄλοχοι (136) διαστέλλοι, ἀπρεπῆ τὸν |
| book 136-7.4 | νοῦν τίθησι. A |
| book 136-8.1 | αἱ δέ που ἡμέτεραι〈—ἱκόμεσθα〉: ἀπαλλαττώ‐ |
| book 136-8.2 | μεθα οὖν ὡς ποθούμενοι, ἢ ὡς μηδὲν ἄξιον τῆς προσδοκίας εἰργασμένοι. |
| book 136-8.3 | b(BCE3E4)T |
| book 138 | 〈αὔτως:〉 ἔτι, ἀκμήν. „λευκὸν ἔτ’ αὔτωσ“ (Ψ 268). Til |
| book 139a | 〈ἀλλ’ ἄγεθ’:〉 ἄγετε ἐπίρρημα. Til |
| book 139b.1 | ἀλλ’ ἄγετ’ ὡς ἂν ἐγὼ εἴπω: ὑποστικτέον ἐν ὑπο‐ |
| book 139b.2 | κρίσει μετὰ τὸ εἴπω διὰ τὸ ὡς μόριον· ᾧ λόγῳ καὶ τῶν παραβολῶν |
| book 139b.3 | αἱ πλεῖσται ἀνήρτηνται μέχρι τῆς ἀνταποδόσεως. A |
| book 140a.1 | φεύγωμεν σὺν νηυσί: ἠδύνατο μὲν εἰπεῖν στείχωμεν. |
| book 140a.2 | ἀλλὰ τῷ αἰσχρῷ ὀνόματι ἀποτρέπει τοῦ ἀπόπλου. b(BCE3E4)T |
| book 140b.1 | φίλην ἐς πατρίδα γαῖαν: φίλην τὴν ἰδίαν· „φίλους |
| book 140b.2 | λήθοντε τοκῆασ“ (Ξ 296). πατρίδα δέ, ἕκαστος τὴν ἰδίαν. b(BC |
| book 140b.3 | E3E4)T ἔδει δὲ πατρίδα αἶαν. b(BCE3)T |
| book 141.1 | οὐ γὰρ ἔτι Τροίην: οὗτος ὁ στίχος ἀναιρεῖ τὴν ἀμ‐ |
| book 141.2 | φιβολίαν· διὸ ἔν τισι οὐ φέρεται. T |
| book 142.1 | τοῖσι δὲ θυμὸν〈—〉ὄρινε: τὸ αἰφνίδιον τῆς τῶν |
| book 142.2 | ἀνθρώπων ὁρμῆς ἐσήμανε περὶ τῶν οἴκοι τερπνῶν ἀκουσάντων. b |
| book 142.3 | (BCE3E4)T |
| book 143a.1 | 〈πᾶσι μετὰ πληθύν, ὅσοι οὐ βουλῆς ἐπάκου‐ |
| book 143a.2 | σαν:〉 ἀθετεῖται, ὅτι κενῶς ἐπεξηγεῖται· τὸ γὰρ νοούμενον τὸ αὐτό. |
| book 143a.3 | Aint |
| book 143b.1 | μετὰ πληθύν: ἐν τῷ πλήθει ἢ κατὰ τὸ πλῆθος. b(BCE3 |
| book 143b.2 | E4)Til |
| book 143c.1 | ὅσοι οὐ βουλῆς ἐπάκουσαν: ἀντὶ τοῦ ᾔσθοντο τῆς |
| book 143c.2 | τοῦ Ἀγαμέμνονος γνώμης. b(BCE3E4)T |
| book 144-5.1 | 〈κινήθη δ’ ἀγορὴ ὡς κύματα μακρὰ θαλάσσης / |
| book 144-5.2 | πόντου Ἰκαρίοιο:〉 ἐπὶ τὸ Ἰκαρίοιο στιγμή. βραχὺ δὲ δια‐ |
| book 144-5.3 | στελοῦμεν ἐπὶ τὸ ἀγορή. Aim |
| book 144a | 〈κινήθη:〉 ὥρμησε. b(BCE3E4)Til |
| book 144b | ὡς κύματα: ὅτι Ζηνόδοτος γράφει „φὴ κύματα“. οὐδέ‐ |
| book 144b | ποτε δὲ Ὅμηρος τὸ φή ἀντὶ τοῦ ὥς τέταχεν. A |
| book 144c.1 | ὡς κύματα μακρά: ὑψηλά, τὰ ἐκ βάθους κινούμενα· |
| book 144c.2 | συνωθοῦνται γὰρ ἄλλα ἐπ’ ἄλλοις, ὡς ὅλης ἐκ βυθοῦ ταρασσομένης |
| book 144c.3 | τῆς θαλάσσης. A b (BCE3E4)T |
| book 144d.1 | 〈κινήθη δ’ ἀγορὴ ὡς κύματα:〉 διὰ τί προειπόντος |
| book 144d.2 | τοῦ Ἀγαμέμνονος ἐν τοῖς προβεβουλευμένοις „ὑμεῖς δ’ ἄλλοθεν |
| book 144d.3 | ἄλλος ἐρητύειν ἐπέεσσιν“ (Β 75), ὁρμησάντων τῶν Ἑλλήνων ἐπὶ |
| book 144d.4 | τὰς ναῦς, οὔτε ἄλλος οὐδεὶς οὔτε Ὀδυσσεὺς τοῦτο ἐποίησε ταχέως, |
| book 144d.5.1 | ἀλλ’ ὁ μὲν ἕστηκεν ἁπλῶς μόνον οὐχ ἁπτόμενος τῆς νηός (cf. Β |
| book 144d.5.2 | 170—1), οἱ δὲ ἐπὶ τῆς ἐκκλησίας μένουσι, καὶ παραγίνεται ἡ Ἀθηνᾶ |
| book 144d.5.3 | ἀπὸ μηχανῆς ὥσπερ καθεύδοντα τὸν Ὀδυσσέα ἐγείρουσα; ἢ ὅτι |
| book 144d.5.4 | οὐχ οἷόν τε ἦν ὁρμησάντων παραχρῆμα ἐπέχεσθαι αὐτούς, θορύβου |
| book 144d.5.5 | κατέχοντος τοσούτου· θεατὰς γοῦν ἡμᾶς σχεδὸν ποιῶν τῆς τότε |
| book 144d.10.1 | ἀταξίας αὐτῶν ἐπιτραγῳδεῖ ταῦτα τὰ ἔπη· κινήθη δ’ ἀγορὴ |
| book 144d.10.2 | ὡς κύματα· διὸ ὁ Ὀδυσσεύς, μετὰ τὸν Νέστορα συνέσει προὔχων, |
| book 144d.10.3 | ἵσταται μὴ καθέλκων τὴν ναῦν, διὰ τούτου ἐπιδεικνὺς ὃ ἐβούλετο καὶ |
| book 144d.10.4 | τοὺς ἄλλους ποιεῖν. ἔστι δὲ Ὀδυσσεὺς ἱκανώτερος Νέστορος πάντα |
| book 144d.10.5 | πρᾶξαι τὰ διὰ τοῦ σώματος, τῶν δὲ ἄλλων συνετώτερος· διὸ πρὸς |
| book 144d.15.1 | τοῦτον ἐλήλυθεν ἡ Ἀθηνᾶ· οὐ γὰρ δίχα θεοῦ πιθανὸν τοσοῦτον |
| book 144d.15.2 | καταστέλλεσθαι θόρυβον. b(BCE3E4)T |
| book 145.1 | πόντου Ἰκαρίοιο: τοῦ Ἰκαρίου πελάγους, κεκλημένου |
| book 145.2 | —καὶ Καλλίμαχος ἐν Αἰτίοις (cf. fr. 23, 3 et 43, 48). A |
| book 146a | 〈ὤρορ’:〉 ἀπὸ τοῦ ὄρωρε ὑπέρθεσις χρόνου. Aint Til |
| book 146b.1 | 〈ὤρορ’ ἐπαΐξας:〉 ἀπὸ τοῦ ὄρωρεν Ἀττικοῦ ὑπέρ‐ |
| book 146b.2 | θεσις ἐγένετο τοῦ χρόνου. ἐπαΐξας δὲ b(BCE3) ἄνωθεν αἰγι‐ |
| book 146b.3 | δώδης πνεύσας. b(BCE3E4)Til |
| book 147a1.1 | 〈ὡς δ’ ὅτε κινήσῃ Ζέφυρος βαθὺ λήϊον:〉 πρὸς |
| book 147a1.2 | συμπλήρωσιν τῶν ἀσταχύων οἱ ζέφυροι πνέουσι. | ληΐῳ δὲ τὴν ἠϊόνα |
| book 147a1.1 | παρεικάζει. ἠπειρωτικὴ δὲ ἡ παραβολή, ὅπερ ἄμεινον ἐνταῦθα· ἡ |
| book 147a1.2 | πρώτη μὲν γὰρ τὸν τάραχον, ἡ δὲ δευτέρα τὴν ὁμοθυμαδὸν ὁρμὴν |
| book 147a1.5 | παρίστησιν. b(BCE3E4) |
| book 147a2.1 | ὡς δ’ ὅτε κινήσῃ Ζέφυρος 〈βαθὺ λήϊον〉: πρὸς |
| book 147a2.2 | συμπλήρωσιν τῶν σταχύων πνέουσι ζέφυροι. AT | λήϊον δὲ ἀντὶ |
| book 147a2.3 | τοῦ γήϊον, ὡς μόγις μόλις. T | †ἠπειρώταις† ἡ παραβολή, ὅπερ |
| book 147a2.4 | ἄμεινον· ἡ πρώτη μὲν τὸν τάραχον, ἡ δὲ τὴν ὁμοθυμαδὸν ὁρμήν. ATil |
| book 148a.1 | λάβρος ἐπαιγίζων, 〈ἐπί τ’ ἠμύει ἀσταχύεσ‐ |
| book 148a.2 | σιν〉: ὅτι χωρὶς προθέσεως εἴρηκεν ἀντὶ τοῦ ἐπικαταιγίζων· αἰγίδας |
| book 148a.3 | γὰρ ἔλεγον, ἃς ἡμεῖς καταιγίδας. καὶ ὅτι πτῶσις ἤλλακται· ἀντὶ τοῦ |
| book 148a.4 | ἐπιμύει δὲ τοὺς ἀστάχυας, οἷον ἐπικλίνει. A |
| book 148b.1 | 〈λάβρος ἐπαιγίζων, ἐπί τ’ ἠμύει ἀσταχύεσσιν:〉 |
| book 148b.2 | ὑποστιγμαὶ ἐν ὑποκρίσει 〈ἐπὶ τὸ〉 ἐπαιγίζων 〈καὶ〉 ἀσταχύεσσιν. |
| book 148b.3 | Aim |
| book 148c1.1 | ἐπί τ’ ἠμύει: ἠμύει τὸ λήϊον τοῖς στάχυσιν, ὡς „ἔφρι‐ |
| book 148c1.2 | ξεν δὲ μάχη †ἐγχείῃσιν“ (Ν 339). ἢ οἱ στάχυες τῷ ἀνέμῳ ἠμύουσι. AT |
| book 148c2.1 | πυκνοῖ τὸ λήϊον τοῖς στάχυσιν, b(BCE3E4) ὡς „ἔφριξε |
| book 148c2.2 | δὲ μάχη ἐγχείῃσιν“. b(BCE3) οἱ δὲ στάχυες ὑπὸ τοῦ ἀνέμου |
| book 148c2.3 | συνειλούμενοι πυκνοῦσι τὸ λήϊον. b(BCE3E4) |
| book 150a.1 | 〈νῆας ἐπεσσεύοντο:〉 οὕτως νῆας ἐπεσσεύοντο. |
| book 150a.2 | Aint |
| book 150b1.1 | νῆας ἐπεσσεύοντο: οὐκ ἀναστρέφεται ἡ πρόθεσις, |
| book 150b1.2 | ὅτι συνήλειπται· διὸ καὶ ἐλέγομεν ἕνεκα ἑτέρου σημαινομένου τὸν |
| book 150b1.3 | Ἀρίσταρχον κατὰ ἀναστροφὴν ἀνεγνωκέναι τὸ „στεῦτο γὰρ Ἡφαί‐ |
| book 150b1.4 | στοιο πάρ’ οἰσέμεναι“ (S 191)· οὐκ ἀναστρέφονται γάρ, εἰ μὴ ἐπὶ |
| book 150b1.5 | τέλους κέωνται ῥῆμα δηλοῦσαι. A |
| book 150b2 | οὐκ ἀναστρεπτέον· αἱ γὰρ συναλειφόμεναι οὐκ ἀναστρέ‐ |
| book 150b2 | φονται, εἰ μὴ ἐπὶ τέλους κεῖνται ῥῆμα δηλοῦσαι. b(BCE3)Til |
| book 150-1.1 | ποδῶν δ’ ὑπένερθε 〈κονίη / ἵστατ’ ἀειρομένη〉: |
| book 150-1.2 | ὑπὸ δὲ τῶν ποδῶν αὐτῶν νέρθεν ἀειρομένη ἡ κόνις ἀνίστατο. b |
| book 150-1.3 | (BCE3E4)T |
| book 152.1 | 〈ἅπτεσθαι—δῖαν:〉 ἐπιλαμβάνεσθαι, Aint b (BCE3) |
| book 152.2 | Til ὡς τὸ „ἑανοῦ ἁπτομένη“ (Π 9). Aint b (BCE3) τὸ δὲ |
| book 152.3 | δῖαν Δωρικῶς συνέστειλεν. b(BCE3) |
| book 153a.1 | οὐρούς {τ’ ἐξεκάθαιρον}: ψιλοῦται· ἐν πλεονασμῷ γὰρ |
| book 153a.2 | τοῦ υ ἐγένετο, ὡς καὶ ὅλος „οὖλοσ“ (cf. ρ 343. ω 118). ἀνεγνώσθη |
| book 153a.3 | δὲ κατ’ ὀξεῖαν τάσιν· ὁ γὰρ Ἀρίσταρχος παρήγγελλεν. ἴσως δὲ |
| book 153a.4 | σημειώδης ὁ τόνος· τὰ γὰρ εἰς ρος λήγοντα δισύλλαβα ἁπλᾶ, ἔχοντα |
| book 153a.5.1 | τὴν ου δίφθογγον ἐβαρύνετο, „κοῦροσ“ (Δ 321), „θοῦροσ“ (Ε 507. |
| book 153a.5.2 | Ω 498), „οὖροσ“ (cf. Φ 405)· καὶ γὰρ ταῦτα περισσὸν ἔχει τὸ υ. |
| book 153a.5.3 | ἴσως οὖν εἰς ἀποφυγὴν τοῦ ἐπὶ τοῦ ἀνέμου· καὶ γὰρ καὶ ἐπ’ ἄλλων |
| book 153a.5.4 | τὸ τοιοῦτο ποιεῖ ὁ ἀνήρ. A |
| book 153b.1 | 〈οὐρούς:〉 ἐκ τοῦ ὀρούειν· b(BCE3) δι’ αὐτῶν γὰρ |
| book 153b.2 | αἱ νῆες ὀρούουσιν. b(BCE3E4)Til τῷ δὲ χρόνῳ πολλή τις ὕλη |
| book 153b.3 | περὶ αὐτοὺς ἦν, b(BCE3)Til ἣν καὶ ὑφεῖλκον. b(BCE3) |
| book 153c.1 | ἀϋτὴ δ’ οὐρανὸν ἷκεν: μεγαλοφυῶς ηὔξησε τὴν ταρα‐ |
| book 153c.2 | χήν, ἣν κατελεπτολόγησεν Ἀριστοφάνης Ἀχαρνεῦσιν (sc. 545—6). |
| book 153c.3 | A b (BCE3E4)T |
| book 154a.1 | ᾕρεον: δασυντέον τὸ ᾕρεον· ἀπὸ γὰρ τοῦ αἱρῶ περι‐ |
| book 154a.2 | σπωμένου καὶ δασυνομένου γέγονεν. A |
| book 154b | 〈ᾕρεον:〉 παραλόγως δασύνεται τὸ αἱρῶ. Aim |
| book 155-6.1 | ἔνθα κεν Ἀργείοισι〈ν ὑπέρμορα νόστος ἐτύ‐ |
| book 155-6.2 | χθη, / εἰ μὴ Ἀθηναίην〉: ἀσύνδετος ὁ λόγος πρὸς τὰ ἐπάνω· διὸ |
| book 155-6.3 | προϋποστικτέον τελείᾳ. βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ ἐτύχθη (155) |
| book 155-6 | διὰ τὸν εἴ σύνδεσμον, εἰ μὴ Ἀθηναίην (156). A |
| book 155a.1 | ὑπέρμορα: οὕτως ὑφ’ ἓν τὸ ὑπέρμορα· οὐ γὰρ (ὥς τι‐ |
| book 155a.2 | νες) κατὰ διάστασιν. ἔστιν οὖν τι μόρος, ὃ συντεθὲν γίνεται ὑπέρ‐ |
| book 155a.3 | μορος ὡς ὠκύμορος, οὗ οὐδέτερον τὸ ὑπέρμορον καὶ πληθυντικὸν |
| book 155a.4 | τὸ ὑπέρμορα. ὡς οὖν τὸ καλά καὶ ὄνομα, ἀλλὰ καὶ ἐπίρρημα—„ἦ |
| book 155a.5.1 | μευ καλὰ πατὴρ ὣς κήδεαι υἷοσ“ (ρ 397) καὶ „πυκνὰ μάλα στενά‐ |
| book 155a.5.2 | χων“ (Σ 318)—, οὕτως καὶ ὑπέρμορα νόστος ἐτύχθη. A |
| book 155b | ὑπέρμορα: ὀνοματικὸν ἐπίρρημα. b(BCE3E4)Til |
| book 155c.1 | νόστος: ἡ εἰς τὸν οἰκεῖον τόπον ὑποστροφή· „νόστου |
| book 155c.2 | †δεῖ† μνῆσαι“ (Κ 509) καὶ „νοστήσαντα ἄνακτα“ (Ν 38). b(BCE3)T |
| book 156-69.1 | εἰ μὴ Ἀθηναίην〈— / εὗρεν ἔπειτ’ Ὀδυ‐ |
| book 156-69.2 | σῆα〉: ὅτι Ζηνόδοτος οὕτως ἐπισυντέτμηκεν· „εἰ μὴ Ἀθηναίη |
| book 156-69.3 | λαοσσόος ἦλθ’ ἀπ’ Ὀλύμπου. / εὗρεν ἔπειτ’ Ὀδυσῆα“, καθόλου |
| book 156-69.4 | τὸν τῆς Ἥρας λόγον περιγράψας Ὁμηρικῶς ἔχοντα· καὶ γὰρ καὶ |
| book 156-69.5.1 | τῆς ξιφουλκίας αὕτη ἀφίστησιν, ἡ δὲ Ἀθηνᾶ ὑπηρετεῖ (cf. Α 195. |
| book 156-69.5.2 | 208), κατὰ διαφορὰν τῆς ἀξίας τηρουμένης τῶν προσώπων. A |
| book 156.1 | εἰ μὴ Ἀθηναίην: εἰς τοσοῦτον προάγει τὰς περιπετείας |
| book 156.2 | ὡς δύνασθαι θεὸν μόνον αὐτὰς μεταθεῖναι. πρῶτος δὲ καὶ τοῖς τραγι‐ |
| book 156.3 | κοῖς μηχανὰς εἰσηγήσατο. b(BCE3)T |
| book 157-61.1 | ὦ πόποι〈—Ἀργείην Ἑλένην〉: καὶ τῷ |
| book 157-61.2 | σχετλιασμῷ καλῶς κέχρηται, καὶ τὴν αἰσχύνην τῶν φίλων προβέβλη‐ |
| book 157-61.3 | ται, καὶ τῶν πολεμίων τὴν χαρὰν ἐπάγει. συμφέρεσθαι δὲ ἀλλήλαις |
| book 157-61 | Ἥραν καὶ Ἀθηνᾶν λέγων δείκνυσιν ὅτι οὔτε μητρυιὰ πρόγονον |
| book 157-61.5.1 | μισεῖ οὔτε πρόγονοι μητρυιαῖς διαφέρονται νοῦν ἔχοντες. b(BCE3E4) |
| book 157-61.5.2 | T |
| book 157.1 | αἰγιόχοιο: αἰγίς ἐστιν ὅπλον—καλεῖσθαι. ἱστορεῖ |
| book 157.2 | Εὐφορίων (fr. 162 Pow.) A |
| book 159.1 | 〈νῶτα θαλάσσης:〉 οὐδετέρως—οὐκ ἀρσενικῶς τὸν |
| book 159.2 | νῶτον. Aint |
| book 160a.1 | κὰδ δέ κεν εὐχωλήν: ἀπὸ τούτου ἕως τοῦ „ἐν Τροίῃ |
| book 160a.2 | ἀπόλοντο“ (Β 162) ἀθετοῦνται στίχοι τρεῖς, καὶ ἀστερίσκοι παρά‐ |
| book 160a.3 | κεινται, ὅτι οἰκειότερον ἐν τῷ τῆς Ἀθηνᾶς λόγῳ ἑξῆς εἰσι τεταγμένοι |
| book 160a.4 | (sc. Β 176—8), νῦν δὲ κυκλικώτερον λέγονται. A |
| book 160b.1 | Πριάμῳ καὶ Τρωσί: καλῶς οὐκ Ἀλεξάνδρῳ, ἀλλὰ |
| book 160b.2 | Τρωσὶν εἶπε καὶ Πριάμῳ, τῆς Ἑλένης τὸ ἐγκώμιον αὔξων. b(BCE3 |
| book 160b.3 | E4)T |
| book 161a.1 | Ἀργείην Ἑλένην: ὅτι Ζηνόδοτος γράφει „Ἀργείην |
| book 161a.2 | θ’ Ἑλένην“ σὺν τῷ συνδέσμῳ ὥστε εἶναι χωρὶς καύχημα καὶ σὺν |
| book 161a.3 | τούτῳ τὴν Ἑλένην. οὐ λέγει δὲ οὕτως, ἀλλ’ αὐτὴν τὴν Ἑλένην καύ‐ |
| book 161a.4 | χημα. A |
| book 161b | Ἀργείην Ἑλένην: ἣν τὸ δίκαιον αὐτῶν οἶδεν. T |
| book 161b.1 | 〈Ἀργείην:〉 ἡ Λακωνικὴ πέμπτον τῆς ὅλης Πελοποννή‐ |
| book 161b.2 | σου. Aint |
| book 162.1 | φίλης ἀπὸ πατρίδος αἴης: οὐκ ἀναστρεπτέον τὴν |
| book 162.2 | πρόθεσιν, ὡς Τυραννίων (fr. 6 P.) καὶ Πτολεμαῖος (p. 41 B.)· ὁπότε |
| book 162.3 | γὰρ γενικῇ συντάττεται ἡ ἀπό, 〈***〉 τηρεῖ τὸν τόνον· „καὶ γάρ |
| book 162.4 | τίς θ’ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο“ (Β 292). A |
| book 163a.1 | ἀλλ’ ἴθι νῦν: οὐκ ἄτοπον καὶ τοῖς ἐνδόξοις ἡ χρειώδης |
| book 163a.2 | ὑπηρεσία. b(BCE3E4)T |
| book 163b | 〈κατὰ λαόν:〉 οὕτω „κατὰ λαόν“ συμφώνως εἶχον |
| book 163b | ἅπασαι. Aim |
| book 164a1 | σοῖς δ’ ἀγανοῖς: χωρὶς τοῦ δ εἶχον αἱ χαριέσταται, |
| book 164a1.1 | „σοῖς ἀγανοῖσ“· καὶ ἡ Ἀριστοφάνους οὕτως εἶχεν. | ἀγανοῖς δὲ |
| book 164a1.2 | ἄγαν προσηνέσι, πράοις, ὑπάγεσθαι δυναμένοις· οὕτω γὰρ ἔδει μα‐ |
| book 164a1.3 | λάσσειν τὸν θυμὸν ζέοντα. | ἀθετεῖται δὲ καὶ ἀστερίσκος παράκει‐ |
| book 164a1.5.1 | ται, ὅτι καὶ οὗτος πρὸς Ἀθηνᾶς οἰκείως πρὸς Ὀδυσσέα λέγεται (sc. Β |
| book 164a1.5.2 | 180), καὶ ψεῦδος περιέχει νῦν· οὐ γὰρ ἡ Ἀθηνᾶ παρίσταται ἑκά‐ |
| book 164a1.5.3 | στῳ, ἀλλ’ ὁ Ὀδυσσεύς. A |
| book 164a2.1 | σοῖς δ’ ἀγανοῖς: προσηνέσι, πράοις, b(BCE3)T | |
| book 164a2.2 | ὑπάγεσθαι δυναμένοις· οὕτω γὰρ ἔδει μαλάσσειν τὸ σφριγῶδες τοῦ |
| book 164a2.3 | θυμοῦ. b(BCE3E4)T |
| book 164b1.1 | 〈ἀγανοῖς:〉 ψιλωτέον τὸ ἀγανός· τοιοῦτο γὰρ τὸ α |
| book 164b1.2 | πρὸ τοῦ γ. Aint |
| book 164b2.1 | τὸ δὲ α πρὸ τοῦ γ ψιλοῦται πλὴν τοῦ „ἁγνόσ“ (cf. ε 123 |
| book 164b2.2 | al.). b(BCE3) |
| book 165.1 | ἀμφιελίσ〈σ〉ας: ἀμφοτέρωθεν στρεφομένας b(BCE3E4)T |
| book 165.2 | καὶ ἐρεσσομένας. b(BCE3E4) |
| book 167a | 〈Οὐλύμποιο:〉 ὅτι ὄρος ὁ Ὄλυμπος. Aim |
| book 167b.1 | 〈ἀΐξασα:〉 τελεία ἐπὶ τὸ ἀΐξασα· ἀσύνδετον γὰρ τὸ |
| book 167b.2 | ἑξῆς πρὸς τὰ ἐπάνω. Aint |
| book 169a.1 | εὗρεν ἔπειτ’ Ὀδυσῆα: ὃ κεκέλευσται ποιεῖν ἡ Ἀθηνᾶ, |
| book 169a.2 | δι’ ἑνὸς ἀδρανοῦς ὑπηρέτου ποιεῖ, ὡς σοφὸς ἀρχιτέκτων· οὗτος γὰρ |
| book 169a.3 | μετὰ τοῦ λόγου καὶ τὸ πρακτικὸν ἔχει, οὐχ ὡς Νέστωρ τὸ ἕν. b(BC |
| book 169a.4 | E3)T |
| book 169b.1 | Διῒ μῆτιν ἀτάλαντον: εἰ μὴ δεξιὰ Ὅμηρος περὶ θεῶν |
| book 169b.2 | ἐφρόνει, οὐκ ἂν τὸν Ὀδυσσέα Διῒ μῆτιν ἀτάλαντον ἔλεγε καὶ |
| book 169b.3 | „θεοῖς ἐναλίγκια μήδε’ ἔχοντα“ (ν 89)· πῶς γὰρ οἱ θεοὶ ἄδικοι ἢ |
| book 169b.4 | ἄφρονες, ὁπότε ὁ ἔπαινος τῶν ἀγαθῶν ἐπὶ τούτους ἀναφέρει τὴν |
| book 169b.5 | εἰκόνα; b(BCE3)T |
| book 170a1.1 | 〈οὐδ’ ὅγε νηός:〉 ὃ οἱ ἄλλοι βασιλεῖς μὴ ἐποίουν, |
| book 170a1.2 | οὐδὲ αὐτὸς ποιεῖ. b(BCE3E4) |
| book 170a2 | ὡς οὐδὲ οἱ ἄλλοι βασιλεῖς. Til |
| book 170b.1 | ἐϋσ〈σ〉έλμοιο: σέλματα αἱ σανίδες, σελμὶς τὸ σπάρτον |
| book 170b.2 | {κλητικῶς ὁμοιόπτωτον}. T |
| book 171.1 | ἐπεί μιν ἄχος: τὸ μίν ἀντὶ τοῦ αὐτοῦ. ἄχος δὲ ἡ ἄφω‐ |
| book 171.2 | νος ἀνία, οἵαν ἔσχεν ἡ Νιόβη. b(BCE3)T |
| book 173a.1 | 〈διογενὲς Λαερτιάδη, πολυμήχαν’ Ὀδυσσεῦ:〉 |
| book 173a.2 | προσαγορευτικὴ ἡ περίοδος· διὸ τελείαν στικτέον. Aint |
| book 173b.1 | διογενὲς Λαερτιάδη, 〈πολυμήχαν’ Ὀδυσσεῦ〉: |
| book 173b.2 | τὸ σχῆμα ὁμοιόπτωτόν ἐστι καὶ κλητικὸν προσαγορεύεται. b(BCE3) |
| book 173b.3 | T ἔστι δὲ Λαέρτου τοῦ Ἀρκεισίου τοῦ Κιλ〈λ〉έως τοῦ Κεφάλου |
| book 173b.4 | τοῦ Ἑρμοῦ. ἐναρχόμενος δὲ τῶν πράξεων τοῦ ἀνδρὸς ὅσοις αὐτὸν |
| book 173b.5 | κοσμεῖ ἐγκωμίοις. T |
| book 173c.1 | πολυμήχανε: τινὲς ταὐτὸν τῷ πολύτροπέ φασιν. b |
| book 173c.2 | (BCE3)Til |
| book 175a.1 | φεύξεσθε: εὖ τὸ καὶ τὸν Ὀδυσσέα συμπεριλαβεῖν τῇ |
| book 175a.2 | φυγῇ· παρώξυνε γὰρ αὐτὸν πρὸς τὸ τοὺς ἄλλους ἐπέχειν, ἐπαγαγοῦσα |
| book 175a.3 | τῷ ἥρωϊ δειλίας ἔγκλημα. b(BCE3E4)T |
| book 175b | πολυκλήϊσι: τινὲς προπερισπῶσιν, ὡς καὶ τὸ ἁπλοῦν |
| book 175b.1 | „ἐπὶ κληῖσι κάθιζον“ (β 419)· ὡς γὰρ πλοκαμίς „ἐϋπλοκαμῖδες |
| book 175b.2 | Ἀχαιαί“ (β 119), οὕτως καὶ κληΐς καὶ πολυκληΐς. οὐκ ἔχει δὲ οὕτως ἡ |
| book 175b.3 | ἀνάγνωσις. ἔστιν οὖν λόγος ὑπὲρ τῆς βαρυνομένης λέξεως οὗτος· τὰ |
| book 175b.5.1 | εἰς ις λήγοντα θηλυκὰ ὀξυνόμενα, εἰ μὲν ἐν τῇ συνθέσει φυλάσσοι μόνον |
| book 175b.5.2 | τὸ θηλυκὸν γένος, καὶ τὸν αὐτὸν τόνον φυλάσσει, εἰ δὲ †μεταληπτικὸν† |
| book 175b.5.3 | γίνοιτο καὶ ἀρσενικοῦ, μεθίσταται καὶ εἰς βαρεῖαν τάσιν ἀναγκαίως. |
| book 175b.5.4 | τοῦ μὲν προτέρου, φυλάσσοντος τὸ αὐτὸ γένος καὶ τὸν αὐτὸν τόνον, |
| book 175b.5.5 | περισκελίς, τοῦ δὲ δευτέρου, δύσελπις. ταύτῃ οὖν τὸ μὲν καταιγίς ὀξύ‐ |
| book 175b.10.1 | νεται, τὸ δὲ μελάναιγις βαρύνεται. οὕτως οὖν καὶ τὸ „εὐκλήϊσ“ (Ω |
| book 175b.10.2 | 318) καὶ πολυκλήϊς βαρυνθήσεται· τίθεται γὰρ καὶ ἐπὶ ἀρσενικοῦ, ὡς |
| book 175b.10.3 | καὶ ἐκ τοῦ ἐναντίου τὸ λεύκασπις (cf. Χ 294)· καὶ γὰρ ἐπὶ Ἀμαζόνος |
| book 175b.10.4 | ταγείη ἄν. καὶ τὸ εὐκνήμις ἀμέλει ἐπὶ τῆς Ἀθηνᾶς τέτακται παρὰ |
| book 175b.10.5 | Ῥιανῷ ἐν Θεσσαλικοῖς (fr. 47 Pow. = FgrHist 265,29)· „τοὶ δ’ ἤδη ἐπὶ νηὸν ἐϋκνήμιδος |
| book 175b.15 | Ἰτώνης.“ A |
| book 175c.1 | πολυκλήϊσι: ταῖς πολλὰς τὰς τάξεις ἐχούσαις. b(BCE3 |
| book 175c.2 | E4) | τὰ τῷ η παραληγόμενα εἰς ιϛ μακροκατάληκτα ἐν τῇ συνθέσει |
| book 175c.3 | ἀναδίδωσι τὸν τόνον, οἷον μελαμψήφις, μελαγκρήπις εὐκνήμις· οὕτω |
| book 175c.4 | καὶ τὸ πολυκλήϊς. b(BCE3)T |
| book 175d1.1 | πεσόντες: πεσόντες, οὐκ ἐμβάντες· ὅ ἐστι σύμβολον |
| book 175d1.2 | ἀτάκτου φυγῆς. Aint T |
| book 175d2.1 | τὸ δὲ πεσόντες σύμβολόν ἐστιν ἀτάκτου φυγῆς· οὐ γὰρ |
| book 175d2.2 | δηλοῖ τὸ ἐμβάντες. b(BCE3E4) |
| book 176-8.1 | 〈κὰδ δέ κεν εὐχωλὴν—φίλης ἀπὸ πατρίδος |
| book 176-8.2 | αἴης:〉 ὅτι ἐνταῦθα τάξιν ἐπέχουσιν. Aim |
| book 179a.1 | ἀλλ’ ἴθι νῦν: ἴσον ἐποίησε τῇ Ἀθηνᾷ τὸν Ὀδυσσέα, τοῦ‐ |
| book 179a.2 | το παραγαγὼν αὐτὸν ὑπ’ αὐτῆς κελευόμενον, ὅπερ ἐκείνη ὑπὸ τῆς |
| book 179a.3 | Ἥρας ποιεῖν ἐπετέτακτο. b(BCE3)T |
| book 179b.1 | ἀλλ’ ἴθι νῦν μετὰ λαόν:〉 ἐνταῦθα καὶ τὸν λόγον ὑπο‐ |
| book 179b.2 | τέθεικεν Ἀρίσταρχος οὕτως ὥστε νοεῖσθαι· ἴθι κατὰ λαόν. Aint |
| book 179c | μηδ’ ἔτ’ ἐρώει: ὁρμᾶν ἔα, ἢ μὴ παύου. T |
| book 180a.1 | 〈σοῖς δ’ ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον:〉 |
| book 180a.2 | ὅτι ἐνταῦθα οἰκείως τέτακται. Aim |
| book 180b.1 | 〈σοῖς δ’ ἀγανοῖς:〉 καθὰ καὶ ἄνω (sc. Β 164) χωρὶς τοῦ δέ |
| book 180b.2 | συνδέσμου. Ail |
| book 182a.1 | ὁ δὲ ξυνέηκε 〈θεᾶς ὄπα φωνησάσησ〉: συνῆκε τὴν ὄπα |
| book 182a.2 | φωνησάσης τῆς θεᾶς. b(BCE3)T |
| book 182b | ὄπα φωνησάσης: φωνὴν εἰπούσης. T |
| book 183a.1 | βῆ δὲ θέειν: ὥστε θέειν. T | ἀφείλετο τὴν ἀπόκρισιν ἡ |
| book 183a.2 | ἔπειξις τοῦ καιροῦ. ἔστι δέ, ὥρμησεν ἐπὶ τὸ θέειν. A b (BCE3E4) |
| book 183a.3 | T ἢ Ἀττικῶς λείπει τὸ ὥστε. ἢ τὸ ἀπαρέμφατον ἀντὶ μετοχῆς. |
| book 183a.4 | A b (BCE3)T |
| book 183b.1 | ἀπὸ δὲ χλαῖναν 〈βάλε〉: χλαῖνα ἡ τετράγωνος, χλαμύς |
| book 183b.2 | ἡ εἰς ὀξὺ λήγουσα. Aint T | ἀπέβαλε δὲ τὴν χλαῖναν ἢ διὰ τὸ εὐπερί‐ |
| book 183b.3 | σταλτον, ἢ διὰ τὸ ἐπιστρέφειν τῇ παραδόξῳ θέᾳ τοὺς πολλούς, ἢ ἵνα |
| book 183b.4 | ταπεινὸς ὑπηρέτης δοκῇ εἶναι τῶν βασιλικῶν δογμάτων. οἱ δέ, ὅτι |
| book 183b.5.1 | ἀπὸ τῆς σπουδῆς αὐτομάτως πέπτωκε. καὶ περὶ Ἀγαμέμνονος δὲ |
| book 183b.5.2 | ἑτέρωθί φησι· „πορφύρεον μέγα φᾶρος ἔχων“ (Θ 221). b(BCE3)T |
| book 184a | 〈κῆρυξ Εὐρυβάτης:〉 ὅτι καὶ ἕτερος Εὐρυβάτης ὁμώ‐ |
| book 184a | νυμος (sc. Α 320. Ι 170). Aim |
| book 184b.1 | κῆρυξ Εὐρυβάτης 〈Ἰθακήσιοσ〉: ἕτερός ἐστιν οὗτος |
| book 184b.2 | παρὰ τὸν Ἀγαμέμνονος, ὡς Πορφύριος (1,85,7)· διὸ καὶ τὸ Ἰθακή‐ |
| book 184b.3 | σιος προσέθηκεν. T |
| book 184c | 〈ὀπήδει:〉 ἠκολούθει. Til |
| book 186a.1 | δέξατό οἱ σκῆπτρον: ὅτι ἀρχαϊκώτερον δέξατο αὐτῷ τὸ |
| book 186a.2 | σκῆπτρον ἀντὶ τοῦ παρ’ αὐτοῦ. A |
| book 186b.1 | δέξατό οἱ σκῆπτρον: τὸ σκῆπτρον δέχεται, ἵνα δόξῃ |
| book 186b.2 | παρὰ τοῦ βασιλέως εἰληφέναι τὴν κατὰ τῶν ἀκοσμούντων ἐξουσίαν καὶ |
| book 186b.3 | μὴ χολῷεν ἐπιτιμώμενοι. ἡ ἔπειξις δὲ τοῦ καιροῦ περιεῖλε τοὺς Ἀγα‐ |
| book 186b.4 | μέμνονος λόγους. b(BCE3)T |
| book 186c.1 | πατρώϊον ἄφθιτον: ποιητικῶς τοῦτο πέπλασται. b |
| book 186c.2 | (BCE3)T τὸ δὲ ἀθάνατον ἐπὶ τῶν ἐμψύχων οἱ φιλόσοφοι τάσ‐ |
| book 186c.3 | σουσι, τὸ δὲ ἄφθιτον ἐπὶ τῶν ἀψύχων. Aim b (BCE3E4)T |
| book 186c | {αὐτὸς δ’ ἀτρείδεω ἀγαμέμνονος:} Ὀδυσσεύς, φησί, παρὰ |
| book 186c.5 | —κρατεῖν αὐτούς. A |
| book 187.1 | 〈σὺν τῷ ἔβη κατὰ νῆας:〉 ὅτι Ζηνόδοτος γράφει „σὺν τῷ |
| book 187.2 | βὰς κατὰ νῆασ“. Aim |
| book 188a | πρὸς τὴν τάξιν τῶν ἑξῆς (sc. Β 203—5) τὸ ἀντίσιγμα. Aint |
| book 188b | {ἔξοχον ἄνδρα} κιχείη: τινὲς „κιχοίη“. T |
| book 189a.1 | τὸν δ’: δύο μέρη λόγου εἰσίν. ὁ δὲ δέ ἀντὶ τοῦ δή. b |
| book 189a.2 | (BCE3)T |
| book 189b1.1 | τὸν δ’: ὅτι οὐκ ἐγκλιτέον τὸν δέ AT σύνδεσμον, ὡς |
| book 189b1.2 | ἄν τις εἴποι ὑφ’ ἓν τόνδε· χρῆται γὰρ συνήθως αὐτῷ περισσῷ. A |
| book 189b2 | οὐκ ἐγκλιτέον δὲ αὐτόν· χρῆται γὰρ αὐτῷ συνήθως ὁ |
| book 189b2 | ποιητὴς περιττῷ. b(BCE3) |
| book 189c | 〈ἐρητύσασκε:〉 ἀντὶ τοῦ ἐρήτυεν. Aim |
| book 190 | δαιμόνι’: αὕτη ἡ λέξις—ὑπερέχοντα δὲ ἀνθρώπου. A |
| book 190a.1 | οὔ σε ἔοικε: ἡ μὲν ἀκρίβεια ὀρθοτονεῖ, ἐγκλίνει δὲ ἡ |
| book 190a.2 | συνήθεια. b(BCE3)T |
| book 190b.1 | κακὸν ὣς δειδίσσεσθαι: εὐλαβεῖσθαι. θωπεύων δὲ δυσ‐ |
| book 190b.2 | ωπεῖ. b(BCE3E4)T |
| book 191a1 | κάθησο: κάθου Ἀττικῶς. T |
| book 191a2 | τοῦτο οἱ Ἀττικοὶ κάθου λέγουσιν. b(BCE3) |
| book 191b.1 | καὶ ἄλλους ἵδρυε 〈λαούσ〉: αὐτὸς διὰ τῶν ἐπιφανῶν τὸ |
| book 191b.2 | πᾶν ἱδρύει πλῆθος. b(BCE3)T |
| book 192a.1 | οὐ γάρ πω σάφα οἶσθ’: τὸ ἀντίσιγμα, ὅτι ὑπὸ τοῦτον |
| book 192a.2 | ἔδει τετάχθαι τοὺς ἑξῆς παρεστιγμένους τρεῖς στίχους (sc. Β 203—5)· |
| book 192a.3 | εἰσὶ γὰρ πρὸς βασιλεῖς ἁρμόζοντες, οὐ πρὸς δημότας· „οὐ μέν πως |
| book 192a.4 | πάντες AT βασιλεύσομεν ἐνθάδ’ Ἀχαιοί· / οὐκ ἀγαθὸν πολυκοι‐ |
| book 192a.5 | ρανίη“ καὶ τὰ ἑξῆς. A |
| book 192b1.1 | οἷος νόος Ἀτρείδαο: „οἷος νόος Ἀτρείωνοσ“ κἀν ταῖς |
| book 192b1.2 | διορθώσεσι καὶ ἐν τοῖς ὑπομνήμασιν οὕτως ἐγέγραπτο „Ἀτρείωνοσ“. |
| book 192b1.3 | καὶ αἱ πλείους δὲ τῶν χαριεστάτων οὕτως εἶχον, καὶ ἡ Ἀριστοφάνειος. |
| book 192b1.4 | καὶ ὁ Σιδώνιος δὲ καὶ ὁ Ἰξίων (fr. 3 St.) οὕτως γράφουσιν. A |
| book 192b2 | οἷος νόος Ἀτρείδαο: αἱ χαριέστεραι „Ἀτρείωνοσ“. T |
| book 193a1.1 | νῦν μὲν πειρᾶται: ἀπὸ τούτου ἕως τοῦ „τιμὴ δ’ ἐκ |
| book 193a1.2 | Διός ἐστιν“ (Β 197) ἀθετοῦνται AT στίχοι πέντε, ὅτι ἀπεοικότες |
| book 193a1.3 | οἱ λόγοι καὶ A οὐ προτρεπτικοὶ εἰς καταστολήν. AT |
| book 193a2.1 | ἀπὸ τοῦ νῦν μέν ἕως τοῦ „τιμὴ δ’ ἐκ Διός ἐστι“ τὸ νόημα |
| book 193a2.2 | εἴρηται. b(BCE3E4) ἀθετοῦνται δὲ τὰ ἔπη ὡς εἰς καταστολὴν οὐ |
| book 193a2.3 | προτρεπτικά. b(BCE3) |
| book 193b | τάχα: διστακτικὸν τοῦτο. b(BCE3E4)T |
| book 194a.1 | ἐν βουλῇ δ’ οὐ πάντες: εἰς ὑπόνοιάν τε αὐτοὺς ἄγει καὶ |
| book 194a.2 | οὐ δοκεῖ ἐκφαίνειν τὰ τοῦ βασιλέως ἀπόρρητα, b(BCE3E4)T ἀλλὰ |
| book 194a.3 | συγκαλύπτει τὸν τοῦ λόγου νοῦν. b(BCE3E4) |
| book 194b.1 | ἐν βουλῇ δ’ οὐ πάντες ἀκούσαμεν: μετρίως, ἵνα μὴ |
| book 194b.2 | καταισχύνῃ τοὺς ἄλλους, εἶπε τὸ ἀκούσαμεν. τινὲς δὲ ἐν ἐρωτήσει· |
| book 194b.3 | μὴ οὐκ ἠκούσαμεν πάντες οἱ βασιλεῖς, τί εἶπεν ἐν τῇ βουλῇ ὁ Ἀγα‐ |
| book 194b.4 | μέμνων; b(BCE3E4)T |
| book 195a.1 | μή τι χολωσάμενος 〈ῥέξῃ κακὸν υἷας Ἀχαιῶν〉: |
| book 195a.2 | καθ’ ἑαυτὸν ὁ στίχος λέγεται· βούλεται γὰρ λέγειν, εὐλαβοῦμαι μή τι |
| book 195a.3 | χολωσάμενος ῥέξῃ κακόν. A |
| book 195b | 〈μή τι:〉 τὸ μή τι διστακτικόν. b(BCE3E4)Til |
| book 196a.1 | μέγας: ἐπηρμένος καὶ φοβερός. καὶ „μεγαλήτορασ“ (cf. Β |
| book 196a.2 | 547. 641 al.) γοῦν αὐτούς φησιν. b(BCE3E4)T |
| book 196b.1 | διοτρεφέος βασιλῆος: ὅτι Ζηνόδοτος γράφει „διοτρε‐ |
| book 196b.2 | φέων βασιλήων“. ἐπὶ δὲ τὸν Ἀγαμέμνονα ἀναφέρεται ὁ λόγος· διό |
| book 196b.3 | φησι „φιλεῖ δέ ἑ μητίετα Ζεύσ“ (Β 197). A |
| book 196c1.1 | διοτρεφέος βασιλῆος: οὕτως ἑνικῶς αἱ Ἀριστάρχου. |
| book 196c1.2 | καὶ Πτολεμαῖος δὲ ὁ Ἐπιθέτης ἐν τῷ πρώτῳ Περὶ Ἰλιάδος Ἀριστάρχειον |
| book 196c1.3 | ὁμολογεῖ τὴν γραφήν. εἶχον δὲ καὶ αἱ χαριέσταται οὕτως ἄνευ τῆς |
| book 196c1.4 | Ζηνοδότου. A |
| book 196c2.1 | διοτρεφέος βασιλῆος: οὕτως αἱ πᾶσαι πλὴν τῆς Ζηνο‐ |
| book 196c2.2 | δότου. T |
| book 197a1.1 | τιμὴ δ’ ἐκ Διός ἐστι: καλῶς καὶ ταῦτα, ἵνα δεδοικότες |
| book 197a1.2 | μὲν ὦσιν ὡς μεγαλόφρονα—τοῦτο γὰρ δηλοῖ „θυμὸς δὲ μέγας ἐστίν“ |
| book 197a1.3 | (Β 196)—, σέβωσι δὲ ὡς θεοφιλῆ τὸν βασιλέα. καὶ θεῷ πειθαρχεῖ ὁ |
| book 197a1.4 | ὑποκείμενος †βασιλεύς. T |
| book 197a2.1 | καλῶς δὲ ταῦτα προστέθειται, ἵν’ ὦσι μὲν δεδοικότες ὡς |
| book 197a2.2 | μεγαλόφρονα, τιμῶσι δὲ ὡς θεοφιλῆ τὸν βασιλέα, ἐπειδὴ καὶ θεὸν τιμᾷ |
| book 197a2.3 | ὁ μετ’ αἰδοῦς πειθαρχῶν βασιλεῖ. b(BCE3E4) |
| book 198a.1 | 〈ὃν δ’ αὖ δή μου τ’ ἄνδρα ἴδοι βοόωντά τ’ ἐφεύροι:〉 |
| book 198a.2 | ἐπὶ τὸ ἐφεύροι ὑποστικτέον διὰ τὸ ὅν ἄρθρον ὑποτακτικόν. Aim |
| book 198b1.1 | βοόωντά τ’ ἐφεύροι: περὶ Ἀχιλλέως, αὐτὸν ἄρχειν |
| book 198b1.2 | θέλοντες. ἢ ἐπεί φησι· „τοὶ δ’ ἀλλήλοισι κέλευον / ἅπτεσθαι νηῶν“ |
| book 198b1.3 | (Β 151—2). T |
| book 198b2.1 | ἐπειδὴ περὶ Ἀχιλλέως ὀργισθέντες ἤθελον ἑαυτῶν ἄρχειν, |
| book 198b2.2 | οὗ χάριν καὶ βοὴν ἐκίνουν. ἢ ἐπεί φησι· „τοὶ δ’ ἀλλήλοισι κέλευον / |
| book 198b2.3 | ἅπτεσθαι νηῶν“. b(BCE3) |
| book 199a.1 | τὸν σκήπτρῳ ἐλάσασκε: δόξειε καὶ τοῦτο εἶναι ἄλογον, |
| book 199a.2 | ὅτι τῆς Ἀθηνᾶς εἰπούσης „σοῖς δ’ ἀγανοῖς b(BCE3E4)T ἐπέεσσιν |
| book 199a.3 | ἐρήτυε φῶτα ἕκαστον“ (Β 180) b(BCE3E4) φαίνεται τύπτων |
| book 199a.4 | τινάς, ὡς παρακούων τῆς θεοῦ, ὅπερ ἁρμόζον οὐδαμῶς ἐπὶ Ὀδυσσέως. |
| book 199a.5.1 | ἐροῦμεν δὲ ὅτι ἡ μίμησις οὐκ ἄλογος· τὸ γὰρ ἐν τοσούτῳ θορύβῳ μη‐ |
| book 199a.5.2 | δὲν σφαλλόμενον τὸν Ὀδυσσέα ποιεῖν ἀμίμητον· πάντες γὰρ ἐν τοιού‐ |
| book 199a.5.3 | τοις καιροῖς ταραττόμεθα παρηχούμενοι ὡς πολλὰ ἐπιλανθάνεσθαι. b |
| book 199a.5.4 | (BCE3E4)T |
| book 199b.1 | τὸν σκήπτρῳ ἐλάσασκεν: οἱ γὰρ θρασεῖς κολακευόμε‐ |
| book 199b.2 | νοι ἐπαίρονται, εἴκουσι δὲ πληγαῖς μᾶλλον. A b (BCE3E4)T πῶς |
| book 199b.3 | οὖν „δημοχαριστήσ“ κατὰ τοὺς τραγικοὺς (sc. Eur. Hec. 132) ὁ |
| book 199b.4 | Ὀδυσσεύς; AT |
| book 200.1 | ἀτρέμας ἧσο 〈καὶ ἄλλων μῦθον ἄκουε〉: ἐν ἡσυχίᾳ κάθ‐ |
| book 200.2 | ησο καὶ b(BCE3)T ἄκουε τῶν βασιλέων. b(BCE3E4)T τοῦ‐ |
| book 200.3 | το δέ φησιν, b(BCE3E4) ἵνα ἔκδηλος τοῖς πολλοῖς ἡ βουλὴ γένη‐ |
| book 200 | ται. b(BCE3E4)T |
| book 201.1 | οἳ σέο: οὕτως ὀρθοτονητέον τὴν σέο· Aint T ἀντιδια‐ |
| book 201.2 | σταλτικὴ γάρ ἐστιν. Aint |
| book 203a.1 | 〈οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδ’ Ἀχαιοί:〉 |
| book 203a.2 | τούτῳ καὶ τοῖς μετ’ αὐτὸν δύο (sc. Β 204—5) ἡ στιγμὴ παράκειται. Aim |
| book 203b.1 | οὐ μέν πως πάντες βασιλεύσομεν: οὐκ ἔσται δημοκρα‐ |
| book 203b.2 | τία, φησίν. εἰ δὲ τοῖς μείζοσι ταῦτα ἔλεγεν, b(BCE3E4)T ἐξῆπτε |
| book 203b.3 | τὴν στάσιν, σπουδαρχιδῶν ἀνδρῶν ἐν τοσούτῳ θορύβῳ καθαπτό‐ |
| book 203b.4 | μενος. b(BCE3)T |
| book 204-5.1 | οὐκ ἀγαθὸν πολυκοιρανίη· 〈εἷς κοίρανος ἔστω, / |
| book 204-5.2 | εἷς βασιλεύς, ᾧ ἔδωκε Κρόνου παῖς ἀγκυλομήτεω〉: τελεία |
| book 204-5.3 | στιγμὴ ἐπὶ τὸ πολυκοιρανίη (204), ἐπὶ δὲ τὸ ἔστω (204) διαστολὴ |
| book 204-5.4 | καὶ ὁμοίως ἐπὶ τὸ βασιλεύς (205). καὶ καθόλου τὰς ἐπαναλήψεις |
| book 204-5.5 | τῶν λέξεων οὕτως κατορθοῦμεν. A |
| book 204.1 | οὐκ ἀγαθὸν πολυκοιρανίη: ἀντὶ τοῦ οὐ συμφέρον. δογ‐ |
| book 204.2 | ματίζει δὲ περὶ πολιτειῶν. b(BCE3)T |
| book 204 | κοίρανος: οὕτως ἡ Περσῶν ἀρχὴ—ἀφ’ οὗ φθορά. A |
| book 205a1.1 | 〈ᾧ ἔδωκε Κρόνου παῖς:〉 εἰ μὴ γὰρ ἦν, φησί, καλόν, |
| book 205a1.2 | οὐδ’ ἂν οἱ θεοὶ αὐτῷ ἐχρῶντο. δηλοῖ δὲ ὅτι μισητὸν αὐτοῖς τὸ περὶ |
| book 205a1.3 | βασιλείας φιλονεικεῖν καὶ διαφέρεσθαι, ἅμα δὲ καὶ σημαίνει, ὅτι τὸ βα‐ |
| book 205a1.4 | σιλεύειν οὐκ ἔστιν ἄλλο ἢ θεόσδοτον. b(BCE3) |
| book 205a2.1 | ᾧ ἔδωκε Κρόνου παῖς: εἰ μὴ γὰρ ἦν καλόν, οὐδὲ θεοὶ |
| book 205a2.2 | αὐτῷ ἐχρῶντο. ἅμα δὲ σημαίνει ὅτι θεόσδοτόν ἐστι τὸ τῆς βασιλείας |
| book 205a2 | γέρας. T |
| book 205b.1 | εἷς βασιλεὺς ᾧ δῶκε: τὸ δῶκε Ἰακῶς. AintT οὕτως |
| book 205b.2 | Ἀρίσταρχος. Aint |
| book 205b.1 | ἀγκυλομήτεω: ἀγκυλομήτης ὁ Κρόνος—ὥς φησι |
| book 205b.2 | καὶ ἡ Δημώ (fr. 2 L.). A |
| book 207a1.1 | κοιρανέων δίεπε 〈στρατόν〉: βασιλικὰ διαπρασσό‐ |
| book 207a1.2 | μενος ἔργα {ἢ} διὰ τοῦ στρατοῦ ἐνήργει. T |
| book 207a2.1 | ἀντὶ τοῦ βασιλικὰ διαπρασσόμενος καὶ οἱονεὶ ὡς περὶ |
| book 207a2.2 | ἑαυτοῦ φροντίζων. δίεπε δὲ ἀντὶ τοῦ διὰ τοῦ στρατοῦ ἐνήργει. b |
| book 207a2.3 | (BCE3E4) |
| book 207b.1 | 〈δίἑπε:〉 δασυντέον τὸ ἕπω· πρόδηλον γὰρ κἀκ τῆς |
| book 207b.2 | συναλιφῆς· „ὣς ἔφεπε κλονέων“ (Λ 496). Aim |
| book 207-10.1 | οἱ δ’ ἀγορὴν δέ / αὖτις ἐπεσσεύ〈ον〉το〈— |
| book 207-10.2 | πόντοσ〉: συναπτέον ἕως 〈τοῦ〉 ἠχῇ (209), ἐφ’ ὃ διασταλτέον βραχύ· |
| book 207-10.3 | ἀν〈τ〉έστραπται γὰρ ἡ παραβολὴ καὶ 〈ἡ〉 ἀνταπόδοσις προτερεῖ. |
| book 207-10.4 | εἰ οὖν τεταγμένη ἦν ἡ παραβολὴ προτέρα καὶ ἡ ἀνταπόδοσις δευτέρα, |
| book 207-10.5.1 | πάντως ἂν πρὸ τῆς παραβολῆς ἐστίξαμεν τὸν τρόπον τοῦτον· ὡς |
| book 207-10.5.2 | ὅτε κῦμα πολυφλοίσβοιο θαλάσσης / αἰγιαλῷ βρέμεται |
| book 207-10.5.3 | (209—10), οὕτως ἐκεῖνοι ἀγορὴν δὲ αὖτις ἐπεσσεύοντο. καὶ ἐγίνοντο |
| book 207-10.5.4 | αἱ συνήθεις ταῖς ἀνταποδοτικαῖς περιόδοις ὀρθαὶ ὑποστιγμαί. ἐπεὶ δὲ |
| book 207-10.5.5 | ἀν〈τ〉έστραπται καὶ ἡ ἀνταπόδοσις πρώτη ἐστίν, ἀδύνατον πρὸ τῆς |
| book 207-10.10 | παραβολῆς στίζειν. A |
| book 209a1.1 | {ἠχῇ ὡς ὅτε} κῦμα: τὸ †ἠχῇ† πρὸς τὴν κίνησιν, τὸν δὲ |
| book 209a1.2 | βρόμον (cf. Β 210) πρὸς τὴν ἀντήχησιν. T |
| book 209a2.1 | τοῦτο μὲν πρὸς τὴν κίνησιν ἔλαβε τὸ εἰκόνισμα, πρὸς δὲ |
| book 209a2.2 | τὴν ἀπήχησιν τὸν βρόμον (cf. Β 210). b(BCE3) |
| book 210a.1 | βρέμεται, σμαραγεῖ: συμφυῶς τῷ ὑποκειμένῳ τετρά‐ |
| book 210a.2 | χυνται τὸ ἔπος ταῖς ὀνοματοποιΐαις. b(BCE3)T καλῶς δὲ καὶ τὸ |
| book 210a.3 | μεγάλῳ αἰγιαλῷ, ἐμφῆναι θέλων τὴν παράτασιν τῶν κυμάτων. b |
| book 210a.4 | (BCE3E4)T |
| book 210b | 〈βρέμεται:〉 ἠχεῖ, κτυπεῖ. Til |
| book 212-6.1 | Θερσίτης δ’ ἔτι μοῦνοσ〈—ἔμμεναι〉: ἕως τοῦ |
| book 212-6.2 | ἔμμεναι (216) στιγμὴ οὐδεμία ἐστίν, ἀλλὰ πᾶσαι διαστολαί, ἐκο‐ |
| book 212-6.3 | λῴα (212) ᾔδη (213), μάψ (214), βασιλεῦσιν (214), ἐπὶ δὲ τὸ |
| book 212-6.4 | ἔμμεναι (216) στιγμή. ὁ δὲ λόγος· Θερσίτης δ’ ἔτι μοῦνος ἐθορύβει, |
| book 212-6.5.1 | ὃς πολλά τε καὶ ἄτακτα λέγειν ἠπίστατο ὥστε μάτην καὶ οὐ πρὸς λό‐ |
| book 212-6.5.2 | γον φιλονεικεῖν τοῖς βασιλεῦσιν, ἀλλ’ ὅ τι ἂν αὐτῷ ἔδοξε γέλωτος |
| book 212-6.5.3 | ἄξιον φανήσεσθαι τοῖς Ἕλλησι. τινὲς δὲ ὑποστίζουσιν εἰς τὸ εἴσαιτο |
| book 212-6.5.4 | (215) καὶ ἀφ’ ἑτέρας γελοίϊον Ἀργείοισιν / ἔμ〈μ〉εναι (215—6), |
| book 212-6.5.5 | τελεία, ἵν’ ᾖ ὁ λόγος τοιοῦτος· πᾶν τὸ παραστὰν αὐτῷ, κἂν εἰ μετὰ |
| book 212-6.10.1 | σπουδῆς παρέστη, τοῦτο γελοῖον ἦν· τὸ γὰρ ἔμμεναι (216) ἀντὶ |
| book 212-6.10.2 | τοῦ ἦν κεῖται. πιθανώτερον δὲ τὸ πρότερον τὸ καὶ ἐκ προνοίας αὐτὸν |
| book 212-6.10.3 | καὶ ἑκόντα ἁμαρτάνειν. οὕτως Νικάνωρ (p. 156 Friedl.) A |
| book 212a1.1 | Θερσίτης δ’ ἔτι: ὠνοματοποίησε τὸ ὄνομα παρὰ τὸ |
| book 212a1.2 | θέρσος Αἰολικόν. T |
| book 212a2.1 | Θερσίτης δὲ παρὰ τὸ θάρσος, Αἰολικῶς θέρσος· θάρσος |
| book 212a2.2 | γὰρ ἐκ θράσους εἶχεν ἀκόσμου. b(BCE3) |
| book 212a2.1 | Θερσίτης δ’ ἔτι μοῦνος: Οἰνεῖ ἀμελήσαντι— |
| book 212a2.2 | παρίστησιν. ἱστορεῖ Εὐφορίων (fr. 106 Pow.). | ἐζήτηται δὲ διὰ ποίαν |
| book 212a2.5 | αἰτίαν—ὑψώσεως χάριν. A |
| book 212a2.1 | σχόλιον. Οἰνεὺς καὶ Ἄγριος ἀδελφοί—Θερσίτου |
| book 212a2.2 | Δία. A |
| book 212b.1 | Θερσίτης δ’ ἔτι: ἐπίτροπον τοῦ ποιητοῦ φασιν αὐτόν, |
| book 212b.2 | σφετερισάμενον τὴν οὐσίαν, A b (BCE3E4)T ὃν κακῶς λέγει. b |
| book 212b.3 | (BCE3E4)T τῶν ἀκόσμων δὲ εἰδὼς τὴν ὀργὴν ἐπιπλήξεσιν ἢ γέ‐ |
| book 212b.4 | λωτι παυομένην πρὸς μὲν τὸ ἐπιπλήσσειν Ὀδυσσέα, πρὸς δὲ τὸ †γε‐ |
| book 212b.5.1 | λᾶν† Θερσίτην ἔλαβεν, A b (BCE3E4)T ὡς καὶ ἐπὶ τῶν θεῶν ἐν τῇ |
| book 212b.5.2 | Α τὴν Ἥραν καταστέλλει Ζεὺς μὲν ἀπειλῶν, Ἥφαιστος δὲ γελοῖος φα‐ |
| book 212b.5.3 | νείς. καὶ νῦν οὖν τὸν Θερσίτην ὁ ποιητὴς παρέλαβε πρὸς τὸ διαλῦσαι |
| book 212b.5.4 | τὸ στυγνὸν τῆς ἐκκλησίας καὶ ὑβρίσαι τὸν Ἀγαμέμνονα· δίκαιον γάρ· |
| book 212b.5.5 | ἀλλ’ οὐ λυπεῖ ἀνάξιος ὤν. ἤδη δὲ οὐ Ξενοφάνει (cf. Vors.6 21A), ἀλλ’ Ὁμήρῳ πρώτῳ |
| book 212b.10.1 | σίλλοι πεποίηνται, ἐν οἷς αὐτόν τε τὸν Θερσίτην σιλλαίνει καὶ ὁ Θερ‐ |
| book 212b.10.2 | σίτης τοὺς ἀρίστους. οὐκέτι δὲ μέμνηται αὐτοῦ, ἐπεὶ σεσωφρόνισται |
| book 212b.10.3 | τοῦ λοιποῦ „νεικείειν βασιλῆασ“ (Β 277). Φερεκύδης δὲ καὶ τοῦτον |
| book 212b.10.4 | ἕνα τῶν ἐπὶ τὸν Καλυδώνιον κάπρον στρατευσάντων φησίν (FGr |
| book 212b.10.5 | Hist 3, 123). ἐκκλίνοντα δὲ τὴν τοῦ συὸς μάχην ὑπὸ Μελεάγρου κα‐ |
| book 212b.15.1 | τακρημνισθῆναι· διὸ καὶ λελωβῆσθαι τὸ σῶμα. Ἀγρίου δὲ καὶ Δίας |
| book 212b.15.2 | τῆς Πορθάονος αὐτόν φασιν. εἰ δὲ συγγενὴς ἦν Διομήδους, οὐκ ἂν |
| book 212b.15.3 | αὐτὸν ἔπληξεν Ὀδυσσεύς· τοὺς γὰρ ἰδιώτας μόνον ἔτυπτεν. εὖ δὲ καὶ |
| book 212b.15.4 | οὐκ ἀπὸ πατρὸς αὐτὸν συνέστησεν, οὐδ’ ἀπὸ πατρίδος, ἀλλ’ ἀπὸ |
| book 212b.15.5 | τοῦ τρόπου μόνου καὶ τῆς μορφῆς, ὧν χρεία τὰ νῦν. b(BCE3E4)T |
| book 212c.1 | 〈μοῦνος:〉 γινώσκειν χρὴ ὅτι αἱ τῶν διχρόνων ἐπενθέσεις |
| book 212c.2 | τὰ μὲν ψιλούμενα οὐ μεταβάλλουσιν εἰς δασέα, τὰ δὲ δασυνόμενα ψι‐ |
| book 212c.3 | λοῦσιν. A |
| book 212d | ἀμετροεπής: „πάντων γὰρ κόρος ἐστίν“ (Ν 636), b |
| book 212d.1 | (BCE3E4)T ὃν οὐκ ᾔδει οὗτος. b(BCE3E4) οἱ δὲ μέτρον τὴν |
| book 212d.2 | τάξιν. ἡμεῖς δὲ ἀπεραντολόγον τοῦτόν φαμεν. ἴσως δὲ στάσεως ῥυό‐ |
| book 212d.3 | μενοι τὴν πατρίδα ἤγαγον μετ’ αὐτῶν αὐτόν· b(BCE3E4)T ἦσαν |
| book 212d.5 | γὰρ „καὶ ταμίαι παρὰ νηυσίν“ (Τ 44). T |
| book 213.1 | ἄκοσμά τε 〈πολλά τε〉: τοῦτο ἄτοπον, κἂν ᾖ βραχύ. b |
| book 213.2 | (BCE3)T |
| book 214 | ἐριζέμεναι βασιλεῦσιν: ἀπὸ κοινοῦ τὸ „ᾔδει“ (B 213). T |
| book 215a | ἀλλ’ ὅ τι οἱ: τὸ ὅ τι ἀναφορικόν ἐστιν. b(BCE3)T |
| book 215b | εἴσαιτο: φανείη, δόξειεν. b(BCE3)T |
| book 215c.1 | ἀλλ’ ὅ τι οἱ εἴσαιτο: τὸ εὐκτικὸν ἀντὶ ὁριστικοῦ, |
| book 215c.2 | b(BCE3)T ἀντὶ τοῦ ἐδόκει, T ὡς τὸ „καί νύ κεν ἔνθ’ ἀπόλοιτο |
| book 215c.3 | Ἄρησ“ (Ε 311), b(BCE3)T „καί νύ κε δὴ τανύσειε βίῃ τὸ τέταρ‐ |
| book 215c.4 | τον ἀνέλκων“ (φ 128). T |
| book 215-6 | Ἀργείοισιν / ἔμμεναι: ἀπὸ κοινοῦ τὸ ἐδόκει. T |
| book 216a | αἴσχιστος: τοῦτο καὶ ἐπὶ πιθήκου. T |
| book 216b.1 | ὑπὸ Ἴλιον ἦλθεν: „πῶς ἦλθες ὑπὸ ζόφον;“ (λ 57), |
| book 216b.2 | ἀντὶ τοῦ ἐπί. T |
| book 217a | φολκός: ὅτι ἅπαξ εἴρηται. Aim b (BCE3)T | ἔστι δὲ |
| book 217a | φολκὸς ὁ τὰ φάη εἱλκυσμένος, ὅ ἐστιν ἐστραμμένος. Aim |
| book 217.1 | φολκὸς ἔην: ὡς ἀνδριαντοπλάστης ἀπὸ τοῦ καλλίστου |
| book 217.2 | ἄρχεται, ὡς b(BCE3)T „ὄμματα καὶ κεφαλήν“ (Β 478), „κάρη |
| book 217.3 | κομόωντεσ“ (Β 323 al.), „ὄψιν τ’ ἀγαθὴν καὶ μῦθον“ (Ω 632). b |
| book 217.4 | (BE3)T ἔστιν οὖν ἐφελκόμενος τὰ φάη· b(BE3E4)T ὁ γὰρ |
| book 217.5 | τυφλὸς μᾶλλον ἐλεεῖται. b(BCE3)T |
| book 217c.1 | ἕτερον πόδα: οἰκείως ἐπὶ δύο, ἢ τὸν ἀριστερὸν ἢ τὸν |
| book 217c.2 | δεξιόν. τοῦτο δὲ πρὸς τὸ γελωτοποιεῖν· ἧττον γὰρ ἐγελᾶτο, εἰ |
| book 217c.3 | ἄμφω τὼ πόδε. A b (BCE3)T |
| book 218a.1 | ἐπὶ στῆθος: ἵν’ ὁρῷτο τὸ κυρτὸν ἔμπροσθεν. b(BCE3) |
| book 218a.2 | T |
| book 218b.1 | συνοχωκότε: ἀπὸ τοῦ συνοχωκώς, ὅ ἐστι συμπεπτω‐ |
| book 218b.2 | κότες. b(BCE3E4)T καὶ „ξυνοχῇσιν ὁδοῦ“ (Ψ 330) ταῖς b |
| book 218b.3 | (BCE3)T ἀπὸ πλάτους εἰς στενὸν συμπτώσεσιν. b(BCE3E4)T |
| book 219a.1 | φοξὸς ἔην: φοξὰ κυρίως εἰσὶ τὰ πυρορραγῆ ὄστρακα, |
| book 219a.2 | †φλοξά† τινα ὄντα. b(BCE3)T |
| book 219b.1 | φοξός: φοξὸς εἴρηται ἀπὸ τῶν κεραμεικῶν ἀγγείων |
| book 219b.2 | τῶν ἐν τῇ καμίνῳ ἀπὸ τοῦ φωτὸς ἀπωξυμμένων, καθά φησι καὶ Σι‐ |
| book 219b.3 | μωνίδης (immo Semon.). „αὕτη δέ“ φησι (fr. 24 D.3 = 27 W.) „φοξίχειλος |
| book 219b.4 | Ἀργείη κύλιξ“. ἔνιοι δὲ κυρίως τὸν ἐπὶ τὰ φάη, τουτέστι τὰ ὄμματα, |
| book 219b.5 | ἀπωξυμμένην ἔχοντα τὴν κεφαλήν. †ἀμφοτέρων† τὸ πρότερον. A |
| book 219c | ψεδνή: πιθανῶς, ὅπως μὴ λανθάνῃ τὸ φοξὸν τῇ κόμῃ |
| book 219c | καλυπτόμενον. b(BCE3E4)T |
| book 219d1.1 | ἐπενήνοθεν: ἀπὸ τοῦ θέω· ὑπερβιβασμὸς ἔθω, ὡς ῥέων |
| book 219d1.2 | Ἀχέρων, ἐνέθω, ἤνοθα καὶ Ἀττικῶς ἐνήνοθα, ὅθεν καὶ †ἔνωσις. T |
| book 219d2.1 | ἐπενήνοθε: ἀπὸ τοῦ ἔθω ἐνέθω, ἤνοθα καὶ ἐπενήνοθα. | |
| book 219d2.2 | ὅθεν καὶ †ἔνωσις†. ἢ ἀπὸ τοῦ θέω ὑπερβιβασμὸς ἔθω, ὡς ῥέω ἔρω· |
| book 219d2.3 | ἐν συνθέσει ἐνέθω, ἤνοθα καὶ Ἀττικῶς ἐνήνοθα. A |
| book 219d3.1 | τὸ δὲ ἐπενήνοθεν ἀπὸ τοῦ θέω, ἐν ὑπερβιβασμῷ ἔθω, |
| book 219d3.2 | ἀναδιπλασιασμῷ ἐνέθω, ἤνοθα καὶ ἐνήνοθα. b(BCE3) |
| book 219e | λάχνη: πύκνωσις, παρὰ τὸ λα καὶ τὸν χ〈ν〉οῦν. T |
| book 220a.1 | ἔχθιστος δ’ Ἀχιλῆϊ: ὅτι Ζηνόδοτος τοῦτον καὶ τοὺς |
| book 220a.2 | μετ’ αὐτὸν τρεῖς (sc. Β 221—3) ἠθέτηκεν. πρὸς ὑπόθεσιν δέ τινα |
| book 220a.3 | λέγονται· ἐπίτηδες γὰρ τούτων τῶν ἀγαθῶν „〈λωβητῆρα〉 ἐπεσβόλον“ (Β 275) παραγείο‐ |
| book 220a.4 | χεν. | ἰστέον δὲ ὅτι Ἀχιλλεὺς—αὐτοῦ ἐνεχθέντων χαμαί. A |
| book 220b.1 | 〈ἔχθιστος δ’ Ἀχιλῆϊ μάλιστ’ ἦν ἠδ’ Ὀδυσῆϊ:〉 |
| book 220b.2 | τοῦτο τὸ ἔπος δηλοῖ ὅτι ἐν τῷ πρώτῳ ζυγῷ τῶν ἀριστέων ἐτέτακτο |
| book 220b.3 | Ὀδυσσεύς. ἄκρως δὲ ὑπογράφει τὸ μισοπόνηρον αὐτῶν, ὡς οὐκ |
| book 220b.4 | ἠνείχοντο γελώντων πονηρῶν ἀνθρώπων· καὶ τὸ παροιμιῶδες δὲ |
| book 220b.5.1 | συνᾴδει τούτοις· „†συνετὸς συνετὸν φιλεῖ†, ἄφρονα δὲ ἄφρων.“ τοῖς |
| book 220b.5.2 | οὖν καλλίστοις ἐναντίος ὁ αἴσχιστος. b(BCE3) |
| book 221.1 | τώ {γὰρ νεικείεσκε}: κἀν ταῖς Ἀριστάρχου ἐκδόσεσι |
| book 221.2 | δυϊκῶς εἶχε τὸ τώ, κἄν τισι δὲ τῶν παλαιῶν ὑπομνημάτων οὕτως |
| book 221.3 | ἐφέρετο. A |
| book 221-2.1 | τότ’ αὖτ’ Ἀγαμέμνονι δίῳ / ὀξέα κεκληγὼς |
| book 221-2.2 | λέγ’ ὀνείδεα: αἱ τῶν μεγάλων ἀτυχίαι ὑψοῦσι τοὺς ταπεινούς. |
| book 221-2.3 | A b (BCE3E4)T αἴτιος δὲ ὁ τὸν ἀριστέα ὑβρίσας· διὸ οὐδὲ τολμᾷ |
| book 221-2 | σωφρονίσαι. b(BCE3E4)T |
| book 222-3.1 | 〈τῷ δ’ ἄρ’ Ἀχαιοί /〉 ἐκπάγλως 〈κοτέοντο〉: |
| book 222-3.2 | ὑβριστικῶς. κοτέοντο δὲ ἡδόμενοι τῷ βασιλεῖ. T |
| book 223.1 | 〈νεμέσσηθέν τ’:〉 ὁ τέ σύνδεσμος ἐγκλιτικὸς ὢν τὴν πρὸ |
| book 223.2 | ἑαυτοῦ συλλαβὴν ὀξύνει. Aim |
| book 224 | νείκεε μύθῳ: ἐξήγησις τοῦ „λέγ’ ὀνείδεα“ (Β 222). T |
| book 225a.1 | Ἀτρείδη, τέο δ’ αὖτ’ ἐπιμέμφεαι: τὸν ἀμετροεπῆ |
| book 225a.2 | δείκνυσιν· ἃ γὰρ ἔδει ἐπὶ τῆς προτέρας ἐκκλησίας λέγεσθαι, ὅτε |
| book 225a.3 | ἔλεγεν Ἀγαμέμνων „ἀγέραστος ἔω“ (Α 119) καὶ „ἧσθαι δευόμενον“ |
| book 225a.4 | (Α 134), νῦν προβάλλεται, ἴσως τότε τῷ πρὸς Ἀχιλλέα φθόνῳ νι‐ |
| book 225a.5 | κώμενος. b(BCE3)T |
| book 225b.1 | τέο δ’ αὖτε: οὕτως Ἀρίσταρχος. Ζηνόδοτος δὲ διὰ |
| book 225b.2 | τοῦ η. T |
| book 225c | †ἐπιμέμφεαι†: παρονομασία. T |
| book 225d.1 | ἐπιμέμφεαι: πρὸς τὸ „ὄφρα μὴ ἀγέραστος ἔω“ (Α |
| book 225d.2 | 118—9). T |
| book 226a.1 | πλεῖαί τοι χαλκοῦ κλισίαι: τοιαῦτα μὲν ἦν καὶ τὰ |
| book 226a.2 | παρὰ Ἀχιλλέως „ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται, / σοὶ τὸ γέρας πολὺ |
| book 226a.3 | μεῖζον“ (Α 166—7). τοῦτον δὲ τὸ ἄκαιρον μετὰ τῆς πηρώσεως εἰς |
| book 226a.4 | καταφρόνησιν ἄγει. A b (BCE3)T |
| book 226a.5.1 | πολλαὶ δὲ γυναῖκες: ὅτι Ζηνόδοτος γράφει „πλεῖαι |
| book 226a.5.2 | δὲ γυναικῶν“ καὶ τοὺς ἑξῆς δύο (sc. Β 227—8) ἠθέτηκεν, ἐν οἷς |
| book 226a.5.3 | μάλιστα ὁ Θερσίτης γελοιοποιός. A |
| book 227.1 | εἰσὶν ἐνὶ κλισίῃς: ὅτι τοῦτον καὶ τὸν ἑξῆς (sc. Β 228) |
| book 227.2 | Ζηνόδοτος ἠθέτηκεν. ἡ δὲ αἰτία προείρηται. A |
| book 228a | πρωτίστῳ: φωνὴ ὑπερθετική, ὡς ἐλευθεριώτατα μονώ‐ |
| book 228a | τατα. b(BCE3)T |
| book 228b1.1 | εὖτ’ ἂν πτολίεθρον ἕλωμεν: ὁ δὲ Ἀχιλλεὺς „Τρώων |
| book 228b1.2 | ἐκπέρσωσι“ (Α 164). T |
| book 228b2.1 | οὗτος μὲν οὖν ἕλωμέν φησιν, ὁ δὲ Ἀχιλλεὺς „Τρώων |
| book 228b2.2 | ἐκπέρσωσ’“· οὗτος γὰρ καὶ ἑαυτῷ ἐπιγράφει τοὺς πολεμίους (cf. |
| book 228b2.3 | Β 231). b(BCE3) |
| book 229a.1 | ἢ ἔτι καὶ χρυσοῦ: οἶμαι τὸ ἔτι τὴν παράτασιν τῆς |
| book 229a.2 | ἀπληστίας αὐτοῦ δηλοῦν. b(BCE3E4)T |
| book 229b.1 | ἢ ἔτι τοῦ χρυσοῦ ἐπιδεύεαι 〈ὅν κέ τις οἴσει〉: |
| book 229b.2 | πῶς μὴ προγνωσθέντος τοῦ χρυσοῦ τὸ ἄρθρον ἐπῆξε καὶ τῷ οἴσει μέλ‐ |
| book 229b.3 | λοντι τὸν ἄν; T |
| book 229c | 〈ὅν κέ τις οἴσει:〉 ὅτι περισσὸς ὁ κέ. Aint |
| book 231-4.1 | ὅν κεν ἐγὼ δήσασ〈—υἷας Ἀχαιῶν〉: ὅτι |
| book 231-4.2 | Ζηνόδοτος τοὺς τέσσαρας ἠθέτηκεν, ἐν οἷς πάλιν ἐστὶ τὰ γελοιότατα. A |
| book 231a1.1 | ὅν κεν ἐγὼ δήσας ἀγάγω ἢ ἄλλος Ἀχαιῶν: ἐνταῦ‐ |
| book 231a1.2 | θα καὶ τῶν ἄλλων προὔθηκεν ἑαυτόν. πάντως δὲ ἐπιθεὶς τῷ στήθει |
| book 231a1.3 | τὴν χεῖρά φησιν. T |
| book 231a2.1 | ἐνταῦθα καὶ τῶν ἄλλων προὔθηκεν ἑαυτόν, ὃ δὴ δεί‐ |
| book 231a2.2 | κνυσιν αὐτὸν καὶ γελοῖον παρὰ πᾶσιν ὑπὲρ πάντα. b(BCE3) |
| book 232a1.1 | 〈ἠὲ γυναῖκα νέην:〉 ἐλεεινὸς παρ’ αὐτοῦ καὶ ἐφύβρι‐ |
| book 232a1.2 | στος διὰ Χρυσηΐδα ὁ βασιλεὺς δείκνυται. τὸ δὲ „ἀγάγω“ (Β 231) |
| book 232a1.3 | ἀπὸ κοινοῦ. b(BCE3) |
| book 232a2 | γυναῖκα ἀγάγω. Til |
| book 232b | 〈γυναῖκα:〉 ἀντὶ τοῦ γυναικός. Aim |
| book 233-4a1 | οὐ μὲν ἔοικεν / ἀρχὸν ἐόντα 〈κακῶν ἐπιβα‐ |
| book 233-4a1.1 | σκέμεν υἷας Ἀχαιῶν〉: διὰ τὸν λοιμὸν καὶ τὴν ἀποστασία〈ν〉 |
| book 233-4a1.2 | Ἀχιλλέως. τὸ δὲ ἀρχὸν ἐόντα τῶν Ἀχαιῶν· ἀπὸ κοινοῦ γάρ ἐστι |
| book 233-4a1.3 | τὸ Ἀχαιῶν. T |
| book 233-4a2.1 | ἄρχοντα ὄντα τῶν Ἀχαιῶν· ἀπὸ κοινοῦ γάρ ἐστι. |
| book 233-4a2.2 | κακῶν δὲ b(BCE3) διὰ τὸν λοιμὸν καὶ τὴν Ἀχιλλέως ἀπόστασιν |
| book 233-4a2.3 | δι’ αὐτόν. b(BCE3E4) |
| book 235a.1 | ὦ πέπονες, 〈κάκ’ ἐλέγχε’, Ἀχαιΐδες, οὐκέτ’ |
| book 235a.2 | Ἀχαιοί〉: ἡ μὲν τελευταία τοῦ στίχου τελεία, αἱ δὲ μεταξὺ βραχεῖαι |
| book 235a.3 | διαστολαί, πέπονες, ἐλέγχεα, Ἀχαιΐδες. A | ὁ πέπων καὶ ἡ |
| book 235a.4 | πέπων κοινῶς καὶ τὰ πέπονα. A b(BCE3)T παρὰ δὲ τὸ „ἐπεὶ |
| book 235a.5.1 | οὐτιδανοῖσιν ἀνάσσεισ“ (Α 231). b(BCE3)T γέλωτα δὲ κινεῖ |
| book 235a.5.2 | κακὰ ἐλέγχεα ἀποκαλῶν τοὺς Ἀχαιοὺς ὁ ἐπονείδιστος καὶ σῶμα |
| book 235a.5.3 | καὶ ψυχήν. A b (BCE3)T |
| book 235b.1 | Ἀχαιΐδες: παρονομασία, οἵα „οὐ Φίλιππος, ἀλλὰ Φι‐ |
| book 235b.2 | λίππιον κεκράτηκεν δὶς Ἑλλάδος.“ T |
| book 236.1 | οἴκαδέ περ σὺν νηυσὶ 〈νεώμεθα〉: σὺν τῷ στόλῳ. |
| book 236.2 | κακοήθως δὲ τοὺς Ἕλληνας ὑπέμνησε τοῦ νόστου, ἐφ’ ὅνπερ ὁρμήσαν‐ |
| book 236.3 | τες κατεσχέθησαν. καὶ διὰ τοῦ νεώμεθα τὸ „φεύγωμεν“ (Β 140) |
| book 236.4 | ἰάσατο. b(BCE3)T |
| book 237.1 | 〈γέρα πεσσέμεν:〉 κυβεύειν· ἢ κατέχειν, b(BCE3)Til |
| book 237.2 | ὡς τὸ „χόλον θυμαλγέα πέσσων“ (Ι 565). b(BCE3E4)Til |
| book 237 | γέρα πεσσέμεν: τὰ γέρα, ὅ ἐστι—οὐ πέπτεται. A |
| book 238a.1 | 〈προσαμύνομεν:〉 διὰ τὸ „οἵ με μέγα πλάζουσιν“ (Β |
| book 238a.2 | 132). Til |
| book 238b | 〈ἠὲ καὶ οὐκί:〉 ὅτι τὴν ἀπόφασιν διὰ τοῦ κ, οὐ διὰ |
| book 238b | τοῦ χ. Aim |
| book 239.1 | ἕο: ὅτι Ζηνόδοτος γράφει „ἑοῦ“. τοῦτο δὲ σύναρθρον καὶ |
| book 239.2 | οὐχ ἁρμόζον τῷ λόγῳ. A |
| book 241a.1 | ἀλλὰ μάλ’ οὐκ Ἀχιλῆϊ χόλος: οὕτω τὴν ἐκ |
| book 241a.2 | χολῆς γινομένην τοῦ θυμοῦ κίνησιν ὀνομάζει. τοῦτο δὲ πρὸς τὸ |
| book 241a.3 | ἀτελὲς τῆς ξιφουλκίας ἔφησεν (cf. Α 220). b(BCE3E4)T |
| book 241b | ἀλλὰ μεθήμων: ἔκλυτος· ἔνθεν καὶ μέθη. T |
| book 242.1 | λωβήσαιο: πρὸς τὸ σχῆμα, ἀντὶ τοῦ ἐλωβήσω ἄν, ἔβλα‐ |
| book 242.2 | ψας ἢ λωβητὸς ἐγένου. A |
| book 243-4a.1 | ὣς φάτο νεικείων Ἀγαμέμνονα〈—〉Θερ‐ |
| book 243-4a.2 | σίτης: μεθ’ ὑποκρίσεως ἀντιπαρέθηκε πρὸς ἀγανάκτησιν τὰ ὀνό‐ |
| book 243-4a.3 | ματα, ἐμφαίνων ὅτι τὸν ἄριστον ὁ αἴσχιστος ὠνείδιζεν. ἠθικὴ οὖν |
| book 243-4a.4 | ἔσται ἡ ἀνάγνωσις. A b (BCE3E4)T |
| book 243-4b.1 | ὣς φάτο νεικείων〈—Ὀδυσσεύσ〉: ὡς καὶ |
| book 243-4b.2 | μεταξὺ λέγοντι παρέστη Ὀδυσσεύς. ἀναφέρει δὲ ἐπὶ τὰ „ὃν δ’ αὖ |
| book 243-4b.3 | δήμου †ἄνδρα ἴδοι“ (Β 198). οὐκοῦν οὐ τῶν βασιλέων Θερσίτης. |
| book 243-4b.4 | βασιλικῶς δὲ ὑπερφρονεῖ τούτου Ἀγαμέμνων. καὶ τὸν Ἀλεξάνδρου |
| book 243-4b.5.1 | φασὶ κύνα τὰ μὲν μικρὰ θηρία παρορᾶν, ἐπὶ δὲ σῦς ἢ λέοντας ὁρμᾶν. |
| book 243-4b.5.2 | b(BCE3E4)T |
| book 245 | ἠνίπαπε: ἐνίπτω, ἤνιπα καὶ ἠνίπαπε〈ν〉 ὡς ἠρύκακεν. T |
| book 246.1 | ἀκριτόμυθε: μετὰ εἰρωνείας, ὡς καὶ τὸ λιγύς. οἱ δὲ |
| book 246.2 | ἀκριτόμυθε ἀντὶ τοῦ ἀμετροεπές (cf. Β 212), πρὸς κατάγνωσιν |
| book 246 | τῶν εἰρημένων. A b (BCE3E4)T |
| book 247a | 〈μηδὲ ἔθελ’:〉 ὅτι ἔθελε κατὰ συναλιφήν. Aim |
| book 247b.1 | μηδ’ ἔθελε: ἀεὶ ἐθέλω ἔφησεν ὁ ποιητής· καὶ ἀλλαχοῦ |
| book 247b.2 | γὰρ „οὔτ’ ἔθελεν“ (Φ 366). T |
| book 247c.1 | μηδ’ ἔθελ’ οἶος ἐριζέμεναι: καὶ τοῦτον ἐλέγχει καὶ |
| book 247c.2 | τῶν λοιπῶν ἐνεχυράζει τὴν γνώμην. ὁμώνυμον δὲ ἔρις καὶ ὄνειδος |
| book 247c.3 | (cf. Β 251). b(BCE3E4)T |
| book 248 | χερειότερον: ὡς μειζότερον καὶ βελτιώτερον. b(BCE3)T |
| book 249.1 | ὅσσοι ἅμ’ Ἀτρείδῃς: οὗτοι ἦσαν κατὰ μὲν τὸ σύνηθες |
| book 249.2 | —αὐτοῦ παῖδες ἐκλήθησαν. A |
| book 250a.1 | {βασιλῆας} ἀνὰ στόμ’ ἔχων: ἀνὰ στόμα T διὰ |
| book 250a.2 | συνεχοῦς μνήμης· ἢ ἀντὶ σκήπτρου τὸ στόμα ἀνέχων. b(BCE3E4)T |
| book 250b1.1 | {ἀνὰ στόμ’ ἔχων} ἀγορεύοις: ὀνομάζοις, μή τι καὶ |
| book 250b1.2 | ὑβρίζοις. T |
| book 250b2.1 | ἀγορεύοις δὲ ὀνομαστὶ περιφέροις ἢ ὑβρίζοις. b(BCE3 |
| book 250b2.2 | E4) |
| book 251.1 | νόστον τε φυλάσσοις: τὴν πρὸς τὴν φυγὴν εὐκαιρίαν |
| book 251.2 | παρατηροῖς. b(BCE3E4)T |
| book 252a.1 | οὐδέ τί πω σάφα ἴδμεν: ἀπὸ τούτου ἕως τοῦ „ἥρωες |
| book 252a.2 | Δαναοί“ (Β 256) ἀθετοῦνται στίχοι πέντε, ὅτι πεζότεροι τῇ συνθέσει |
| book 252a.3 | καὶ τὸ „ἧσαι“ (Β 255) οὐ κυρίως ἔστι δέξασθαι· οὐ γὰρ κάθηται, |
| book 252a.4 | οὐδ’ ὡς ὁ Διομήδης λέγει „τέττα, σιωπῇ ἧσο“ (Δ 412) ἀντὶ τοῦ |
| book 252a.5.1 | ἡσύχαζε. | διασταλτέον δὲ κατὰ τὸ τέλος τοῦ στίχου (sc. 252)· τὸ |
| book 252a.5.2 | γὰρ ἐπιφερόμενον (sc. Β 253) τοιοῦτον, πότερον εὖ ἢ κακῶς· διὸ καὶ |
| book 252a.5.3 | περισπᾶται. A |
| book 252b | οὐδέ τί πω σάφα ἴδμεν: ὡς περιττοὶ οἱ πέντε ἀθετοῦν‐ |
| book 252b.1 | ται. ἔχουσι δέ τι καὶ ψευδές· τῶν γὰρ ἄλλων καθεσθέντων Θερσί‐ |
| book 252b.2 | της μόνος ἀκοσμεῖ. b(BCE3E4)T ἐνταῦθα δὲ ὡς περὶ καθημένου |
| book 252b.3 | λέγει. ἢ τὸ „ἧσαι“ (Β 255) ἀντὶ τοῦ b(BCE3E4) προεδρεύεις καὶ |
| book 252b.5 | προηγῇ τῆς ὕβρεως. b(BCE3E4E4il) |
| book 252-3.1 | οὐδέ τί πω σάφα ἴδμεν〈—Ἀχαιῶν〉: |
| book 252-3.2 | ἐντέχνως πάνυ ὡς πρὸς τὸν Θερσίτην λέγων πρὸς τοὺς Ἕλληνας |
| book 252-3.3 | ἀποτείνεται· μέσης γὰρ αὐτῷ δεῖ γνώμης στοχαζομένῳ τοῦ πλήθους. |
| book 252-3.4 | φησὶν οὖν ὡς οὐκ ἴσασιν, εἰ ἐπ’ ἀγαθῷ τὰ τῆς ἐπανόδου αὐτοῖς |
| book 252-3.5 | ἔσται. b(BCE3E4)T |
| book 254-5.1 | τῷ νῦν Ἀτρείδῃ〈— /〉 ἧσαι ὀνειδίζων: |
| book 254-5.2 | ἀδήλου ὄντος τοῦ νόστου σὺ τὸν βασιλέα ἐπισκώπτεις, λέγων ὡς |
| book 254-5.3 | πολλὰ παρὰ τῶν Ἑλλήνων λαμβάνει. b(BCE3E4)T |
| book 255a.1 | ἧσαι ὀνειδίζων: προσεδρεύεις, ἀπὸ τῶν πολιορκούν‐ |
| book 255a.2 | των· „ἧμαι ἐν〈ὶ〉 Τροίῃ“ (Ω 542). ἢ ἀντὶ τοῦ τέρπῃ. T |
| book 255b.1 | ὅτι οἱ: τὸ ὅτι οἱ ἐν μιᾷ ὀξείᾳ προενεκτέον· πᾶσα γὰρ |
| book 255b.2 | δίβραχυς λέξις πρὸ ἐγκλιτικοῦ οὐκ ἐπιδέχεται ἐπάλληλον ὀξεῖαν, εἰ |
| book 255b.3 | μὴ ἐπιφέροιτο ἀντωνυμία A b (BCE3E4)T διὰ τοῦ σφ, σεσημειω‐ |
| book 255b.4 | μένου τοῦ „ἔνθ’ ἔσάν οἱ πέπλοι“ (ο 105). AT |
| book 255c.1 | 〈διδοῦσιν:〉 οὕτως περισπωμένως τὸ διδοῦσιν· τὸ |
| book 255c.2 | γὰρ ῥῆμα διδῶ. Aim |
| book 258a1 | εἴ κ’ ἔτι ς’ ἀφραίνοντα 〈κιχήσομαι, ὥς νύ |
| book 258a1.1 | περ ὧδε〉: ὅτι περισσὸς ὁ κέ. †καὶ ὅτι συνεκδοχῇ εἴ σε „ἀφραίνοντα† |
| book 258a1.2 | κιχήσομαι ὕστερον αὖτισ“. ἐν δὲ τῇ κατὰ Φιλήμονα τὸν Κρητικὸν |
| book 258a1 | „κιχήσομαι ἐν Δαναοῖσι“. δύναιτο δ’ ἂν τὸ ὥς νύ περ ὧδε ἀκούε‐ |
| book 258a1.5.1 | σθαι ἁπλούστερον ἀντὶ τοῦ οὕτως, ὡσαύτως. ταῦτα ὁ Δίδυμος (p. |
| book 258a1.5.2 | 113 Schm.). A |
| book 258a2.1 | εἴ κ’ ἔτι ς’ ἀφραίνοντα 〈κιχήσομαι, ὥς νύ |
| book 258a2.2 | περ ὧδε〉: αἱ μὲν Ἀριστάρχου εἶχον „εἰ δέ τί σε“. ἡ δὲ Σινωπικὴ |
| book 258a2.3 | εἶχε „κιχήσομαι ὡς τὸ πάρος περ“, ἡ δὲ Μασσαλιωτικὴ „ὕστερον |
| book 258a2.4 | αὖτισ“, ἡ δὲ κατὰ Φιλήμονα „ἐν Δαναοῖσιν“. T |
| book 258a3.1 | ὁ μὲν Ἀρίσταρχος „εἰ δέ τί σε“, ὁ δὲ Ζηνόδοτος „εἴ |
| book 258a3.2 | κ’ ἔτι σε“, ὃ προκριτέον. ἡ δὲ Σινωπικὴ εἶχε „κιχήσομαι ὡς τὸ πάρος |
| book 258a3.3 | περ“, ἡ δὲ Μασσαλιωτικὴ „ὕστερον αὖτισ“, ἡ δὲ κατὰ Φιλήμονα |
| book 258a3.4 | „ἐν Δαναοῖσιν“. b(BCE3E4) |
| book 258a4 | κιχήσομαι: Πτολεμαῖος „κιχείομαι“ γράφει. T |
| book 258b.1 | 〈εἴ κ’ ἔτι—ὥς νύ περ ὧδε:〉 κατὰ τὸ τέλος |
| book 258b.2 | τοῦ στίχου ὑποστικτέον. Aim |
| book 258c.1 | 〈ἀφραίνοντα〉 κιχήσομαι, ὥς νύ περ 〈ὧδε〉: ὅτι |
| book 258c.2 | ἀφρόνων ἐστὶ τὸ τὰ τοιαῦτα πράσσειν. T |
| book 259a.1 | μηκέτ’ ἔπειτ’ Ὀδυσῆϊ κάρη: οἱ γὰρ πολέμιοι |
| book 259a.2 | δειροτομοῦσιν, οὓς λήψονται, ὡς τὸ „ἵν’ ἀπ’ ὤμοιϊν κεφαλὴν τάμοι“ |
| book 259a.3 | (Ρ 126) καὶ „σὺν σφῇσιν κεφαλῇσιν“ (Δ 162). b(BCE3E4)T |
| book 259b | κάρη ὤμοισι: σὺν τῷ αὐχένι κάρη λέγεται. T |
| book 260a.1 | μηδ’ ἔτι Τηλεμάχοιο πατὴρ κεκλημένος εἴην: |
| book 260a.2 | οὐχ ἑαυτῷ νῦν ἀρᾶται, ἀλλὰ τῷ παιδί. καὶ ἔστιν ἡ μὲν πρώτη κατάρα |
| book 260a.3 | κατὰ τοῦ Ὀδυσσέως, ἡ δὲ δευτέρα κατὰ τοῦ Τηλεμάχου· εἰ γὰρ |
| book 260a.4 | ἀπόλοιτο ὁ παῖς, οὐκέτι πατήρ ἐστιν Ὀδυσσεύς. A b (BCE3E4)T |
| book 260a.5.1 | προοικονομεῖ δὲ τὰ περὶ τὴν Ὀδύσσειαν. T | ἡ διπλῆ δὲ 〈ὅτι〉 προ‐ |
| book 260a.5.2 | διασυνίστησιν τὰ κατὰ τὴν Ὀδύσσειαν μέλλοντα λόγου τυχεῖν |
| book 260a | πλείονος. A |
| book 260b.1 | μηδ’ ἔτι Τηλεμάχοιο: ἅμα καὶ τοῖς Ἕλλησιν ἐντέχνως |
| book 260b.2 | ἐμφαίνει ὅτι υἱὸν μονογενῆ ἔχων οὐ σπεύδει ἐπ’ αὐτόν. καὶ προ‐ |
| book 260b.3 | συνίστησι τὰ κατὰ τὴν Ὀδύσσειαν ὁ ποιητής. b(BCE3E4)T |
| book 261a | 〈λαβών:〉 ἐκλαβών. Til |
| book 261b | 〈φίλα:〉 ἴδια. Til |
| book 262a.1 | 〈χλαῖνάν τ’ ἠδὲ χιτῶνα, τά τ’ αἰδῶ ἀμφικα‐ |
| book 262a.2 | λύπτει〉: διαστολαὶ χιτῶνα, ἀμφικαλύπτει. Aim |
| book 262b.1 | {τά τ’} αἰδῶ {ἀμφικαλύπτει}: Ἀρίσταρχος περισπω‐ |
| book 262b.2 | μένως ἀναγινώσκει, ὁμοίως καὶ τὸ „ἠῶ δῖαν ἔμιμνε“ (Ι 662). καὶ |
| book 262b.3 | ἡμεῖς δὲ αὐτῷ συγκατατιθέμεθα. Διονύσιος δὲ ὁ Σιδώνιος ὀξύνει. |
| book 262b.4 | Πάμφιλος δὲ πάσας τὰς τοιαύτας αἰτιατικὰς περισπᾷ, „Λητῶ γὰρ |
| book 262b.5.1 | ἥλκησε“ (λ 580) καὶ „Πυθῶ δ’ ἐρχομένην“ (λ 581). ἐπεί, φησί, Λη‐ |
| book 262b.5.2 | τόα ἐστὶ καὶ Πυθόα. Διονύσιος δὲ ὁ Θρᾷξ (fr. 14) φησι κακῶς ἀνεγνωκέναι |
| book 262b.5.3 | τὸν Ἀρίσταρχον κατὰ τὸν περισπώμενον τόνον τὸ μὲν αἰδῶ καὶ ἠῶ, |
| book 262b.5.4 | τὰ δὲ ἄλλα κατ’ ὀξεῖαν τάσιν, Πυθώ, Λητώ· ἐχρῆν γάρ, φησίν, ὁμοί‐ |
| book 262b.5.5 | ως ἀνεγνωκέναι. οὐκ εὖ δὲ μέμφεται τῷ Ἀριστάρχῳ, εἴ γε ἤδη διά‐ |
| book 262b.10.1 | φοροι αἱ εὐθεῖαι, ἠώς αἰδώς, Λητώ δὲ καὶ Πυθώ. ἔστιν οὖν λόγος |
| book 262b.10.2 | ὑπὲρ τῆς Ἀρισταρχείου ἀναγνώσεως καὶ τῆς κατεγνωσμένης προσ‐ |
| book 262b.10.3 | ῳδίας οὗτος ὅτι ἐχρῆν μὲν τὸ Πυθώ περισπᾶσθαι, ἐπειδήπερ Πυθόα |
| book 262b.10.4 | ἐστί, καὶ τοῦτο ἀπῄτει ἡ συναλιφή· ἀλλὰ πάλιν τὸ πτωτικὸν ω |
| book 262b.10.5 | ἀπέστραπται τὸν περισπώμενον τόνον· κατὰ τοῦτο ὠξύνετο. ταύτῃ |
| book 262b.15.1 | γοῦν καὶ τοῦ χρυσοῦς περισπωμένου τὸ δυϊκὸν ὀξυνοῦμεν. οὕτως |
| book 262b.15.2 | ἀποδείκνυται ὅτι καὶ ἡ καλῷ δοτικὴ εἰς ι λήγει καὶ οὐκ εἰς ω. δεύτερος |
| book 262b.15.3 | δὲ λόγος ἀληθής ἐστιν ὡς εὐθεῖα καὶ αἰτιατικὴ ὁμόφωνος οὖσα κατὰ |
| book 262b.15.4 | φωνὴν ἐν τῷ αὐτῷ ἀριθμῷ πάντως καὶ τὸν αὐτὸν τόνον ἐπιφέρεται, οἱ |
| book 262b | ταχεῖς τοὺς ταχεῖς. εἰ δὲ ἡ εὐθεῖα ὀξύνεται, πάντως καὶ ἡ αἰτιατική. |
| book 262b.20.1 | διὰ τοῦτο οὖν ἡ μὲν αἰδῶ αἰτιατικὴ καὶ ἠῶ, μὴ κρατούμεναι ὑπὸ |
| book 262b.20.2 | τῆς συνεμπτώσεως κατὰ τὴν εὐθεῖαν, περισπῶνται, κατεχόμεναι |
| book 262b.20.3 | τῷ λόγῳ τῆς συναλιφῆς, οὐχ ὑπὸ τοῦ πτωτικοῦ χαρακτῆρος. ἡ δὲ |
| book 262b.20.4 | Λητώ καὶ Πυθώ, καθάπερ κατεχόμεναι ὑπὸ τῆς συνεμπτώσεως τῆς |
| book 262b.20.5 | φωνῆς, κατέχονται καὶ τῷ τόνῳ. A |
| book 262c.1 | αἰδῶ: ἢ τὴν τοῦ ὅλου σώματος ἢ τὴν τοῦ μορίου, b |
| book 262c.2 | (BCE3)T ὅπερ καὶ ἄμεινον· b(BCE3) „μέχρι παρ’ αἰδῶ“ |
| book 262c.3 | (Arat. Ph. 493), ἀντὶ τοῦ μορίου. T |
| book 264a.1 | 〈πεπληγώς:〉 ὅτι Aint ἀντὶ τοῦ πλήσσων Aint |
| book 264a.2 | Til τὸ παθητικὸν παρείληφεν. Aint |
| book 264b | 〈πεπληγώς:〉 τινὲς „πεπλήγων“, ὡς τὸ „πέπληγον δὲ |
| book 264b.1 | χορὸν †ποσσίν“ (θ 264). | ἢ ὅτι τὸ πεπληγώς ἀντὶ τοῦ πλήσσων. |
| book 264b.2 | b(BCE3) |
| book 265-6.1 | ὣς ἄρ’ ἔφη, σκήπτρῳ δὲ μετάφρενον ἠδὲ καὶ |
| book 265-6.2 | ὤμω / πλῆξεν: πῶς ἠπείλησε μὲν περὶ τῶν ἔπειτα, νῦν δὲ τὴν ἀπει‐ |
| book 265-6.3 | λὴν ἐκτελεῖ; ἀλλ’ οὐχ ἃ ἠπείλησεν ἐτέλεσεν, ἀλλὰ διὰ τῆς βραχείας |
| book 265-6.4 | πληγῆς πιστοῦται ὅτι μὴ σωφρονιζόμενος καὶ ταῖς μείζοσιν αἰκίσεται |
| book 265-6.5.1 | πληγαῖς. ἢ ἀπόπειρα ἦν διὰ τῆς ἀπειλῆς, ὅπως οἱ πολλοὶ ἕξουσι |
| book 265-6.5.2 | τυπτομένου, εἶτα βουλομένους ἰδὼν τοὺς Ἕλληνας οὐχ ὑπερέθετο τὴν |
| book 265-6.5.3 | κόλασιν, ἀλλὰ παίει τὸν κυρτόν, ἐκ τούτου γέλωτα κινῶν. ἢ νῦν μὲν |
| book 265-6.5.4 | ἐνδεδυμένον παίει, ὕστερον δὲ γυμνὸν πλήξειν ἀπειλεῖ. δικαίως δὲ τιμω‐ |
| book 265-6.5.5 | ρεῖται βραχείᾳ πληγῇ· b(BCE3E4)T κολάζεται γὰρ ὁ μὲν |
| book 265-6.10.1 | εὐφυὴς νουθεσίᾳ, ὁ δὲ ἄκοσμος ὕβρει, ὑγιὴς δὲ τὸ σῶμα βασάνοις καὶ |
| book 265-6.10.2 | χρημάτων εἰσφοραῖς, ὁ δὲ λελωβημένος, οἷος ὁ Θερσίτης, βραχείᾳ |
| book 265-6 | πληγῇ καὶ μεθ’ ὅρκων ἀπειλῇ. A b (BCE3E4)T |
| book 266a.1 | 〈ἰδνώθη:〉 ἀνεκλάσθη, ὅπως πλεῖον προκύψῃ τὸ κυρτόν. |
| book 266a.2 | b(BCE3E4)Til |
| book 266b.1 | θαλερὸν δέ οἱ 〈ἔκπεσε δάκρυ〉: θαλερὸν ἔνικμον, |
| book 266b.2 | ἀπὸ τῶν φυτῶν. | τινὲς δὲ γράφουσιν „ἔκφυγε δάκρυ“ διὰ τὸ τάχος |
| book 266b.3 | δηλοῦν τὴν λέξιν. b(BCE3E4)T |
| book 266c.1 | ἔκπεσε: οὕτως αἱ Ἀριστάρχου „ἔκφυγε“. καὶ ἔστιν ἡ |
| book 266c.2 | χρῆσις Ὁμηρικὴ τῆς λέξεως· παρίστησι γὰρ ἐνίοτε τάχος· „φύγεν |
| book 266c.3 | ἡνία“ (Θ 137 al.) καὶ „ἔκφυγε χειρόσ“ (Ε 18 al.). A |
| book 267a | σμῶδιξ: τὸ ἐκ πληγῆς οἴδημα. b(BCE3E4)Til |
| book 267b1.1 | ἐξυπανέστη: ἐμφαντικῶς τὰς προθέσεις πυκνὰς παρέλα‐ |
| book 267b1.2 | βεν b(BCE3E4)T ὡς ἐν τῷ „ὑπεξαναδύσ“ (Ν 352), b(BCE3) |
| book 267b1.3 | T καὶ διὰ μὲν τῆς ὑπό τὴν κάτωθεν, διὰ δὲ τῆς ἔξ τὴν εἰς εὐθύ, διὰ |
| book 267b1.4 | δὲ τῆς ἀνά τὴν εἰς ὕψος σχέσιν. ἢ ὑποτρέχοντος τοῦ αἵματος ἔξω |
| book 267b1.5 | διῆρεν. b(BCE3E4)T |
| book 267b2.1 | ἐξυπανέστη: ἀνέστη ὑπὸ τῆς πληγῆς τῆς χρυσῆς |
| book 267b2.2 | ῥάβδου. | ἐμφατικῶς ὡς τὸ „ὑπεξαναδύσ“. διὰ τῆς ὑπό τὴν κατ’ |
| book 267b2.3 | ὀλίγον, διὰ τῆς ἔξ τὴν εἰς εὐθύ, διὰ τῆς ἀνά τὴν εἰς ὕψος σχέσιν. A |
| book 268 | ὁ δ’ ἄρ’ ἕζετο: δηλοῖ ὅτι νῦν καθέζεται. μάτην ἄρα ἔλεγε τὸ |
| book 268 | „ἧσαι ὀνειδίζων“ (Β 255). b(BCE3E4)T |
| book 269a1.1 | ἀχρεῖον {ἰδών}: Διονύσιος (fr. 32) καὶ Τυραννίων (fr. 7) τὴν |
| book 269a1.2 | πρώτην ὀξύνουσιν, ὥσπερ καὶ παρὰ τοῖς Ἀττικοῖς, καὶ ἀναλόγως· |
| book 269a1.3 | παρὰ γὰρ τὸ χρεία τὸ κατὰ στέρησιν ἄχρειος, ὡς μοῦσα ἄμουσος. ἡ |
| book 269a1.4 | μέντοι παρὰ τῷ ποιητῇ ἀνάγνωσις, ἀφορμῆς ἐχομένη τῆς κατὰ τὴν |
| book 269a1.5.1 | συνεκδρομήν, 〈προ〉περιεσπάσθη· τὰ γὰρ ἐν τῇ πρώτῃ συλλαβῇ |
| book 269a1.5.2 | ἔχοντα τὸ α μὴ καθαρὸν ἐπιφερομένων δύο συμφώνων μετὰ τῆς ει |
| book 269a1.5.3 | διφθόγγου, μὴ σημαίνοντα μέρος σωματικόν, προπερισπᾶται, ἀν‐ |
| book 269a1.5.4 | δρεῖος, „Ἀργεῖοσ“ (cf. B 161 al.). οὕτως καὶ ἀχρεῖος. A |
| book 269a2.1 | ἀχρεῖον: παρὰ μὲν τῷ ποιητῇ προπερισπώμενον, παρὰ |
| book 269a2.2 | δὲ τοῖς Ἀττικοῖς προπαροξύτονον. b(BE3)Til |
| book 269b.1 | ἀχρεῖον: χρῶ ἐστι ῥῆμα δηλοῦν τὸ ἅπτομαι καὶ πλησιάζω, |
| book 269b.2 | οὗ παράγωγον χραύω· „χραύσῃ μέν τ’ αὐλῆς ὑπεράλμενον“ (Ε 138). |
| book 269b.3 | ἀφ’ οὗ †ἔχραε τὸ βαρύνειν† καὶ μετὰ τοῦ ἄλφα τοῦ στερητικοῦ ἀχρὴς |
| book 269b.4 | καὶ ἀχρεῖον τὸ ἀσθενὲς καὶ βάρους μὴ μετέχον· „ἀλγήσας δ’ ἀχρεῖον |
| book 269b.5.1 | ἰδών“. ἐπὶ δὲ τῆς Πηνελόπης „ἀχρεῖον δὲ γέλασσε〈ν〉“ (ς 163), |
| book 269b.5.2 | ἐπίπλαστον καὶ ὑποκεκριμένον μέχρι τοῦ τὰ χείλη μόνον διανοίγειν. |
| book 269b.5.3 | τοῦ δὲ ἀχρής κτητικῷ τύπῳ ἀχρήϊον. οὕτως Φιλόξενος ἐν τῷ Περὶ |
| book 269b.5.4 | μονοσυλλάβων ῥημάτων (fr. 3 Th.). A |
| book 269c.1 | {ἀλγήσας δ’} ἀχρεῖον ἰδών: ὅτι Φιλίτας (fr. 56 K.) τὸ |
| book 269c.2 | ἰδών περισπᾷ, οἷον τῶν ὀφθαλμῶν, ἰδεῶν. οὐδέποτε δὲ Ὅμηρος ἰδέας |
| book 269c.3 | τοὺς ὀφθαλμοὺς εἶπεν. ἔστιν οὖν τὸ ἀχρεῖον ἰδών εὐτελῶς σχηματί‐ |
| book 269c.4 | σας. A |
| book 269d.1 | ἀχρεῖον ἰδών: ὀργιζομένου καὶ μὴ δυναμένου ἀμύνασθαι |
| book 269d.2 | τὸ βλέμμα διαγράφει. b(BCE3E4)T ἔστιν οὖν ἀκαίρως ὑποβλέψας, |
| book 269d.3 | ὡς τὸ „ἀχρεῖον δ’ ἐγέλασσεν“ (ς 163), ἢ b(BCE3)T τὸ πρόσω‐ |
| book 269d.4 | πον τοῖς δάκρυσιν ἀμορφώσας, „ὡς αἰσχρόν ἐστιν μὴ καλῶν ἀπ’ ὀμ‐ |
| book 269d.5.1 | μάτων / κλᾶον πρόσωπον καὶ δακρυρροοῦν ὁρᾶν“ (trag. ad. fr. 447 |
| book 269d.5.2 | N.2). b(BCE3E4)T ἄκρως δὲ τὸ εὐτελὲς τῶν θρασυδείλων κωμῳ‐ |
| book 269d.5.3 | δεῖ. b(BCE3)T |
| book 269e | 〈δάκρυ:〉 δάκρυον, ἀποκοπῇ τοῦ ον. b(BCE3) |
| book 270.1 | οἱ δὲ καὶ ἀχνύμενοί περ: στικτέον μετὰ τὸ—ἐπὶ τῇ |
| book 270.2 | ὄψει τοῦ Θερσίτου. A | ἀχνύμενοι δὲ διὰ τὸν τῶν οἴκοι ἔρον. b |
| book 270.3 | (BCE3)T στασιάζον δὲ πλῆθος πληγαῖς ἢ γέλωτι παύεται, οἷς |
| book 270.4 | ἀμφοῖν ἐχρήσατο ὁ ποιητής. A b (BCE3E4)T |
| book 271a.1 | ὧδε {δέ τις εἴπεσκεν}: κατὰ Ἀρίσταρχον οὐδέποτε το‐ |
| book 271a.2 | πικῶς, ἀλλ’ ἀντὶ τοῦ οὕτως τάσσει· „ὧδε δέ τις εἴπεσκεν ἰδών“. ἐπὶ δὲ |
| book 271a.3 | τοῦ „Ἥφαιστε, πρόμολ’ ὧδε“ (Σ 392) οὕτως ἀκούει, πρόελθε οὕτως |
| book 271a.4 | ὡς ἔχεις, ἐκ προχείρου. A |
| book 271b | 〈ἰδών:〉 βλέπων. Til |
| book 272a.1 | ἦ {δυμυρί}: τὸν ἦ περισπαστέον· παραλλήλως γὰρ κεῖται |
| book 272a.2 | τῷ δή, βεβαιωτικὸς ὤν, ὁμοίως τῷ „ἦ δὴ λοίγια ἔργα“ (Α 573). A |
| book 272b.1 | ἦ δὴ μυρί’ Ὀδυσσεύς: φιλαλήθεις οἱ Ἕλληνες, οἳ καὶ |
| book 272b.2 | τυφθέντες ὑπὸ Ὀ[δυσσέως] οὐκ ἀποκρύπτουσι τὸν [ἔ]παινον. T |
| book 272c | ἦ δὴ μυρί’ Ὀδυσσεύς: πῶς προειπὼν αὐτοὺς γεγελα‐ |
| book 272c.1 | κέναι σπουδαῖα καὶ οὐ γελοῖα παράγει λέγοντας; τάχα οὖν τοῖς ἐπὶ |
| book 272c.2 | Θερσίτου παρῄρηται τὸ θρασὺ καὶ παρρησιαστικὸν αὐτῶν Ὀδυσ‐ |
| book 272c.3 | σεύς. ἄλλως τε προοικονομεῖ τὴν εἰς ὅλην τὴν ποίησιν ἀμνηστίαν Θερ‐ |
| book 272c.5 | σίτου διὰ τοῦ „οὔ θήν μιν πάλιν“ (Β 276). b(BCE3E4)T |
| book 273a.1 | βουλάς τ’ ἐξάρχων: Ἴων (fr. 63, 3 N.2)· „βουλὴ μὲν |
| book 273a.2 | ἄρχει, χεὶρ δ’ †ἐπεργάζεται.“ b(BCE3E4)T |
| book 273b1 | 〈κορύσσων:〉 Αἰολικῶς, ἀπὸ τοῦ κορύπτω. Til |
| book 273b2.1 | τὸ δὲ κορύσσων Αἰολικὸν ἀπὸ τοῦ κόρυς, ὃ δηλοῖ τὴν |
| book 273b2.2 | περικεφαλαίαν. b(BCE3) |
| book 275a.1 | 〈λωβητῆρα:〉 τὸν ψεύστην ἢ τὸν λωβηθέντα. b(BCE3 |
| book 275a.2 | E4)Til |
| book 275b.1 | 〈ἐπεσβόλον〉 ἔσχ’ ἀγοράων: ὡς συνεχῶς αὐτοῦ παρ‐ |
| book 275b.2 | ρησιαζομένου. | ἐπεσβόλον δὲ ὡς ἐγχεσπάλον (cf. Β 131) b(BCE3 |
| book 275b.3 | E4)T ἤτοι τὸν ἔπεσι βάλλοντα τοὺς πολλούς. b(BCE3E4) |
| book 276a.1 | 〈πάλιν αὖτις:〉 ὅτι τὸ μὲν πάλιν εἰς τοὐπίσω, τὸ δὲ |
| book 276a.2 | αὖτις χρονικόν, ἐξ ὑστέρου. Aim |
| book 276b1.1 | οὔ θήν μιν πάλιν: τοῦτο διὰ τὸ μὴ ἔτι μνησθῆναι αὐτοῦ |
| book 276b1.2 | ἐν τῇ ποιήσει. | τὸ δὲ πάλιν εἰς τὸ ὀπίσω, τὸ δὲ αὖτις χρονικόν. | |
| book 276b1.3 | σημειοῦνται δέ τινες καὶ τὸν πρὸ αὐτοῦ, „ὃς τὸν λωβητῆρα ἐπεσβό‐ |
| book 276b1.4 | λον“ (Β 275), ὅτι ἕν ἐστιν ἐξ ἀμφοτέρων. T |
| book 276b2.1 | σημειοῦνται δέ τινες τὸ „λωβητῆρα“ καὶ „ἐπεσβόλον“ |
| book 276b2.2 | ὅτι ἕν ἐστιν ἐξ ἀμφοτέρων. b(BCE3) | τὸ μὲν οὖν πάλιν τὸ εἰς τοὐ‐ |
| book 276b2.3 | πίσω δηλοῖ, τὸ δὲ αὖτις χρονικόν ἐστιν. b(BCE3E4) |
| book 278a.1 | ὣς φάσαν ἡ πληθύς· 〈ἀνὰ δ’ ὁ πτολίπορθος Ὀδυσ‐ |
| book 278a.2 | σεύσ〉: πρὸς τὸ σχῆμα, ὅτι πρὸς τὸ νοητὸν ἀπήντηκε· τῷ γὰρ ἔν‐ |
| book 278a.1 | νοιαν ἔχοντι πλήθους ὀνόματι πληθυντικὸν ῥῆμα συνέζευξε τὸ φά‐ |
| book 278a.2 | σαν· ᾧ εἴη ἂν ὅμοιον „ἀγρόμενοι πᾶς δῆμοσ“ (Υ 166). καὶ πρὸς τὸ |
| book 278a.5.1 | πτολίπορθον, ὅτι διὰ τῆς Ὀδυσσείας δέδεικται τὰ κατὰ τὸν δούρειον |
| book 278a.5.2 | ἵππον (cf. δ 271—89). A |
| book 278b.1 | ἀνὰ δ’ ὁ πτολίπορθος: οὕτως Ἀρίσταρχος· τινὲς δὲ |
| book 278b.2 | χωρὶς τοῦ ἄρθρου, κακῶς. | προαναφωνεῖ τὴν πόρθησιν δι’ αὐτοῦ |
| book 278b.3 | γενησο[μένην]. T |
| book 278c1.1 | ὁ μὲν Ἀρίσταρχος μετὰ τοῦ ἄρθρου· τινὲς δὲ χωρίς, κα‐ |
| book 278c1.2 | κῶς. b(BCE3) |
| book 278c2.1 | οὕτως Ἀρίσταρχος, 〈ἀνὰ δ’ ὁ〉 πτολίπορθος· ἄλλοι |
| book 278c2.2 | δὲ διὰ τοῦ ε, οὐκ ὀρθῶς. Aim |
| book 278c2.1 | ἀνὰ δ’ ὁ πτολίπορθος: ἀνέστη δὲ ὁ τὰς πόλεις— |
| book 278c2.2 | Πριάμοιο ἄνακτος (cf. Χ 230). A |
| book 278-82.1 | ἀνὰ δ’ ὁ πτολίπορθος Ὀδυσσεύς / ἔστη〈— |
| book 278-82.2 | βουλήν〉: πρὸς τὸ σχῆμα. | ψῆφον λαβὼν παρὰ τοῦ πλήθους τολμᾷ |
| book 278-82.3 | παρελθεῖν. ἡ δὲ Ἀθηνᾶ πρὸς ἡσυχίαν καὶ πειθώ· πῶς γὰρ ἄλλως |
| book 278-82.4 | ἡσύχασαν, οὓς πρώην ἐννέα μόγις ἐπεῖχον κήρυκες; ἔθος δὲ ἦν τοῖς |
| book 278-82.5.1 | δημηγόροις παρίστασθαι κήρυκα, ὅπως σιωπήσωσι καὶ νοήσωσιν. διὰ |
| book 278-82.5.2 | τί δὲ ὁ Ὀδυσσεὺς πρὸ τοῦ Νέστορος πρεσβύτου ὄντος λέγει; ὅτι |
| book 278-82.5.3 | αὐτὸς συνήγαγε τὴν ἐκκλησίαν· καὶ θορύβου τοσούτου ὄντος ὡς καὶ |
| book 278-82.5.4 | τὴν Ἀθηνᾶν εἰδομένην κήρυκι σιωπᾶν λαὸν ἀνώγειν, ἔδει τὸν πρῶ‐ |
| book 278-82.5.5 | τον δημηγοροῦντα γεγωνότερον βοᾶν, ὡς ἅμα οἱ πρῶτοί τε καὶ |
| book 278-82.10.1 | ὕστατοι μῦθον ἀκούσειαν. ὁ μὲν οὖν Νέστωρ, ὡς γέρων, βοᾶν οὐκ |
| book 278-82.10.2 | ἠδύνατο, ὁ δὲ Ὀδυσσεὺς „ὄπα τε μεγάλην ἐκ στήθεος †εἴ熓 (Γ 221). |
| book 278-82.10.3 | διὰ τοῦτο ὁ μὲν ἔτι τεταραγμένων δημηγορεῖ, ὁ δὲ Νέστωρ ἤδη |
| book 278-82 | ἡσυχίαν ἀγόντων. b(BCE3E4)T |
| book 279-80.1 | 〈παρὰ δὲ γλαυκῶπις—ἀνώγει:〉 ἐπεὶ ἔδει |
| book 279-80.2 | κήρυκα συμπαρεῖναι τῷ δημηγοροῦντι. Til |
| book 283.1 | ὅ σφιν ἐῢ φρονέων ἀγορήσατο καὶ μετέειπεν: τρία ῥη‐ |
| book 283.2 | τορικῆς εἴδη· συμβουλευτικόν, ὅ ἐστιν ἐκ προτροπῆς καὶ ἀποτροπῆς, |
| book 283.3 | ὡς νῦν· δικανικὸν ἐκ κατηγορίας καὶ ἀπολογίας, ὡς „δύο δ’ ἄνδρες |
| book 283.4 | ἐνείκεον εἵνεκα ποινῆσ“ (Σ 498)· πανηγυρικὸν ἐξ ἐγκωμίου καὶ ψόγου, |
| book 283.5.1 | ὡς „ὦ μάκαρ Ἀτρείδη“ (Γ 182), „οἰνοβαρές, κυνὸς ὄμματ’ ἔχων“ (Α |
| book 283.5.2 | 225). A b (BCE3E4)T |
| book 284a.1 | Ἀτρείδη, νῦν γάρ σε: ὅτι αὕτη ἡ γραφὴ ἡ διὰ τοῦ γάρ |
| book 284a.2 | μετὰ τῆς προσηγορίας †καὶ τὸν† λόγον ἔχει. ἔθος δὲ αὐτῷ ἀπὸ τοῦ |
| book 284a.3 | γάρ ἄρχεσθαι, „ὢ πόποι, ἦ γὰρ ὀΐω ἐϋκνήμιδας Ἀχαιούσ“ (ς 259). A |
| book 284b.1 | 〈Ἀτρείδη, νῦν δή σε:〉 ἀντὶ τοῦ γάρ. | ἔθος δὲ τῷ |
| book 284b.2 | ποιητῇ ἀπὸ τοῦ γάρ ἄρχεσθαι, ὡς τὸ „πολλοὶ γὰρ τεθνᾶσι“ (Η |
| book 284b.3 | 328) καὶ „νῦν γὰρ καὶ πόνος ἐστί“ (Β 291). b(BCE3E4) |
| book 284-5a1.1 | Ἀτρείδη, νῦν δή σε〈—βροτοῖσιν〉: ἐντέ‐ |
| book 284-5a1.2 | χνως πρὸς τὸν βασιλέα κατὰ τῶν Ἑλλήνων λέγει. T |
| book 284-5a2.1 | ἐθέλουσιν Ἀχαιοὶ / 〈πᾶσιν—μερόπεσσι |
| book 284-5a2.2 | βροτοῖσιν〉: τὸ μὲν ἐθέλουσιν ὡς ἐξ οὐδεμιᾶς αἰτίας τοῦτο προαι‐ |
| book 284-5a2.3 | ρούμενοι. διασύρει δὲ αὐτοὺς ὡς οὐ νοήσαντας τὴν ἀπόπειραν· εἰ γὰρ |
| book 284-5a2 | ἐπονείδιστος ἔσται φευγόντων αὐτῶν, πῶς ἂν αὐτοὺς προτρέποιτο |
| book 284-5a2.5.1 | φεύγειν; ηὔξηται δὲ καὶ τῷ πᾶσι βροτοῖσιν, ἀλλὰ μὴ Ἕλλησιν εἰ‐ |
| book 284-5a2.5.2 | πεῖν. ἐντέχνως δὲ πρὸς τὸν βασιλέα κατὰ τῶν Ἑλλήνων λέγει ὥσπερ |
| book 284-5a2.5.3 | συναχθόμενος αὐτῷ ὅτι καταλείπεται· πικρὸν γάρ ἐστι τὸ φάναι |
| book 284-5a2.5.4 | ‘ἐπονείδιστον, ὦ Ἀχαιοί, ποιήσετε τὸν βασιλέα‘. πικρὸν δὲ ἦν |
| book 284-5a2.5.5 | κἀκεῖνο πρὸς αὐτοὺς λέγειν ‘ὡς γὰρ νήπιοι παῖδες ἢ κόρη ἀποδύρεσθε‘ |
| book 284-5a2.10.1 | (cf. Β 289). ἅμα δὲ καὶ ἐμφαίνει ὅτι κατέχει αὐτοὺς ἐκείνου θέλοντος. b |
| book 284-5a2.10.2 | (BCE3E4)T |
| book 286.1 | 〈ἐκτελέουσιν:〉 πρὸς τὴν ἐναλλαγὴν τοῦ χρόνου, ὅτι ἀντὶ |
| book 286.2 | 〈τοῦ〉 ἐκτελέσουσιν. Aim |
| book 286-7.1 | οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν〈—ἱππο‐ |
| book 286-7.2 | βότοιο〉: τοῦτο ἀνελεύθερον καὶ δουλοπρεπές. καλῶς δὲ ἀπὸ τῶν |
| book 286-7.3 | ὡμολογημένων ἤρξατο, ὃ μάλιστα δυσωπεῖ. οὐκ οἶδε δὲ τοὺς πρὸς |
| book 286-7.4 | τοὺς Τυνδαρίδας ὅρκους ὁ ποιητής· καὶ γοῦν Ἰδομενεύς φησιν· „ὡς |
| book 286-7.5 | τὸ πρῶτον ὑπέστην καὶ κατένευσα“ (Δ 267). b(BCE3E4)T |
| book 287.1 | ἐνθάδ’ ἔτι στείχοντες: πορευθησόμενοι, ὡς „ὅν μοι δῶκε |
| book 287.2 | πατὴρ ἔτι δεῦρο κι[ούσῃ]“ (δ 736). T |
| book 288.1 | Ἴλιον ἐκπέρσαντι: πορθήσαντί σοι τὸ Ἴλιον συναπονέε‐ |
| book 288.2 | σθαι. T |
| book 289-90.1 | ὥς τε γὰρ ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες / |
| book 289-90.2 | —νέεσθαι: ἄμφω παρέτεινε, τὸ μὲν τῷ νεαροί, τὸ δὲ τῷ |
| book 289-90.3 | χῆραι· οἱ μὲν γὰρ εὐθὺς κόρον λαβόντες τῆς ἀγορᾶς ἵενται οἴκαδε, αἱ |
| book 289-90.4 | δὲ τὸν οἴκοι φυλάσσοντα μὴ κεκτημέναι. κωμῳδεῖ δὲ τὸ ἀσύνετον καὶ |
| book 289-90.5.1 | ἀγεννές, ὡς οὐ διὰ τὴν ὑπερτέλειαν τῶν πολεμίων, διὰ δὲ τὸ ἴδιον |
| book 289-90.5.2 | μαλακὸν αὐτῶν θελόντων τοῦτο ποιεῖν. A b (BCE3E4)T |
| book 291a | 〈ἦ:〉 ὁμοίως τὸν ἦ περισπαστέον. Aint |
| book 291b.1 | 〈πόνος ἐστίν:〉 πρὸς τὸν πόνον, ὅτι ἀντὶ τοῦ ἔργον· |
| book 291b.2 | οὐδέποτε γὰρ οὕτως εἶπε τὴν ἀλγηδόνα. Aim |
| book 291c.1 | 〈πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι:〉 ἀναγκαίως ἐνδί‐ |
| book 291c.2 | δωσιν, ὅπως πικρὰ θεραπευθέντες μεγάλα χαρήσονται. b(BCE3)Til |
| book 291d.1 | 〈ἦ μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι:〉 πολὺς |
| book 291d.2 | μὲν οὖν ἐστιν ὁ πόνος ὥστε λοιπὸν ἀκηδιάσαντά τινα νεῖσθαι. ἀνίησι |
| book 291d.3 | δὲ τὴν ἐπιτίμησιν τῇ συγγνώμῃ. δυνάμεως δὲ ῥητορικῆς, ἀπὸ τοῦ |
| book 291d.4 | αὐτοῦ πράγματος πρὸς ἑκάτερον ἐξ ἐναντίου λαμβάνειν τὰς ἀφορμάς. |
| book 291d.5 | b(BCE3)T |
| book 292a.1 | καὶ γάρ τις θ’ ἕνα μῆνα: ἀνίησι τὴν ἐπιτίμησιν τῆς φυ‐ |
| book 292a.2 | γῆς τῇ συγγνώμῃ· πάντες γὰρ ἀγαπῶμεν τοὺς ὑπὲρ ὧν ἡμάρτομεν |
| book 292a.3 | ἀπολογουμένους. δύναται δὲ καὶ ἀνάγκην μείζονα ἐπιτιθέναι τούτοις |
| book 292a.4 | τοῦ μένειν, αὐτοῖς αἰσχρὸν δεικνὺς τὸ ἐπανελθεῖν ἀπράκτως καὶ ὀφθῆ‐ |
| book 292a.5.1 | ναι διὰ τοῦ τοσούτου χρόνου τοῖς οἰκείοις ἐπονειδίστως· διὸ ἐπάγει· |
| book 292a.5.2 | „αἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι“ (Β 298). b(BCE3)T |
| book 292b1.1 | ἀπὸ ἧς ἀλόχοιο: τινὲς ἀνέγνωσαν „ἄπο ἧς ἀλόχοιο“ |
| book 292b1.2 | κατὰ ἀναστροφήν, ἵνα σημαίνηται τὸ ἄπωθεν. ἄμεινον δὲ πείθεσθαι |
| book 292b1.3 | τῇ κατηθισμένῃ ἀναγνώσει· συντέτακται γὰρ τῇ γενικῇ. A |
| book 292b2 | ἀπὸ ἧς 〈ἀλόχοιο〉: τῇ γενικῇ δεῖ συντάττειν. Aint |
| book 292c.1 | 〈ἀπὸ ἧς ἀλόχοιο:〉 τοῦτο καὶ τὴν Ὀδυσσέως καὶ Πηνε‐ |
| book 292c.2 | λόπης προανακρούεται στοργήν· ἅμα δὲ ὅτι καὶ αὐτῷ τὸ γύναιον |
| book 292c.3 | ὑπολέλειπται, οὐ μόνον δέ, ἀλλὰ καὶ νήπιος ἔτι παῖς τῇ ἡλικίᾳ. τότε |
| book 292c.4 | δὲ πιθανοὶ οἱ λέγοντες, ὅταν τοῖς ἀκούουσιν ὁμοιοπαθεῖς καὶ αὐτοὶ |
| book 292c.5 | τυγχάνωσιν. b(BCE3) |
| book 292-3.1 | 〈καὶ γάρ τίς θ’—ἀλόχοιο〉 / ἀσχαλάᾳ σὺν |
| book 292-3.2 | νηῒ 〈πολυζύγῳ〉: διασταλτέον· τὸ γὰρ ἑξῆς ἐστι, καὶ γάρ τις θ’ |
| book 292-3.3 | ἕνα μῆνα μένων σὺν νηῒ πολυζύγῳ ἀπὸ ἧς ἀλόχοιο ἀσχα‐ |
| book 292-3.4 | λάᾳ. γελοίως δὲ οἱ πλεῖστοι ἐπὶ τὸ ἀσχαλάᾳ (293) διϊστᾶσι. A |
| book 293-6.1 | ὅνπερ ἄελλαι〈—ἐνθάδε μιμνόντεσσι〉: τὸ |
| book 293-6.2 | δυσχερὲς τῆς ἀνακομιδῆς πρὸ ὀφθαλμῶν αὐτοῖς ἄγει, b(BCE3E4) |
| book 293-6 | T καὶ τὴν τοῦ ὡρισμένου χρόνου συμπλήρωσιν. b(BCE3) |
| book 295.1 | περιτροπέων ἐνιαυτός: τροπὰς λαμβάνων, τουτέστι |
| book 295.2 | συμπληρούμενος. b(BCE3E4)T |
| book 296.1 | ἐνθάδε μιμνόντεσσι: ἀργοῦσιν, ἀπράκτοις καθημένοις, |
| book 296.2 | b(BCE3E4)T ἐπεὶ παρῆν αὐτῷ φάναι καὶ τὸ μαρναμένοισιν. b |
| book 296.3 | (BCE3)T |
| book 297.1 | ἀσχαλάαν παρὰ νηυσὶ 〈κορωνίσιν. ἀλλὰ καὶ ἔμ‐ |
| book 297.2 | πησ〉: ὅτι Ζηνόδοτος γράφει „ἀσχαλάαν †μιμνόντεσσ醓, τὰ πλη‐ |
| book 297.3 | θυντικὰ δυϊκῶς ἐκφέρων. περιττεύει δὲ ὁ καί σύνδεσμος. A |
| book 298a.1 | αἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι: |
| book 298a.2 | ἀνιαρὸν τὸ χωρίζεσθαι τῶν οἴκοι ἐπὶ πολὺ καὶ ἄπρακτον ὑποστρέψαι. |
| book 298a.3 | b(BCE3E4)T τὸ δὲ κενεόν ἤτοι διὰ κενῆς πολεμήσαντα ἢ |
| book 298a.4 | κενὸν λαφύρων. δέλεαρ δὲ τοῦ μένειν ὑποβάλλει αὐτοῖς λαφύρων ἐλ‐ |
| book 298a.5 | πίδα. b(BCE3E4) |
| book 298b | 〈δηρόν:〉 ἐπὶ πολὺν χρόνον. Til |
| book 299a.1 | 〈τλῆτε φίλοι:〉 μαλάξας τὸ πλῆθος ἀποστρέφει τε πρὸς |
| book 299a.2 | αὐτοὺς τὸν λόγον καὶ ἀντὶ Ἀχαιῶν φίλους καλεῖ. b(BCE3E4)T |
| book 299b.1 | ἐπὶ χρόνον: ὅτι Ζηνόδοτος γράφει „ἔτι χρόνον“, ἀπι‐ |
| book 299b.2 | θάνως· ἔμφασις γὰρ γίνεται πολλοῦ χρόνου διὰ τοῦ ἔτι. A |
| book 300a.1 | 〈ἢ ἐτεὸν ... οὐκί:〉 ὅτι διὰ τοῦ κ γραπτέον, οὐ διὰ τοῦ |
| book 300a.2 | χ. | καὶ τὸ ἢ ἐτεόν διὰ τοῦ η Ἀρίσταρχος. Aim |
| book 300b.1 | 〈ἤ:〉 ἀντὶ τοῦ εἴ, ὡς τὸ „ἢ καὶ ἐμὸν δόρυ μαίνεται“ (Θ 111). |
| book 300b.2 | Til |
| book 300c.1 | ἢ ἐτεὸν Κάλχας: δικαίως ἀπὸ τοῦ ἔναγχος εὐδοκιμήσαν‐ |
| book 300c.2 | τος Κάλχαντος τὴν πίστιν λαμβάνει. ὅτι δὲ ἠγάπητο τῷ πλήθει, |
| book 300c.1 | Ποσειδῶν καὶ Ἀθηνᾶ καθ’ ὁμοιότητα αὐτοῦ προτρέπονται τὸ πλῆ‐ |
| book 300c.2 | θος (cf. Ν 45). στρατὸς δὲ ἐπὶ ξυροῦ τυγχάνων ψυχαγωγεῖται διο‐ |
| book 300c.5.1 | σημίαις, τὴν ἐλπίδα τῆς σωτηρίας ἔχων εἰς θεούς. b(BCE3E4) |
| book 300c.5.2 | T ἄκρως δὲ κατηγορεῖ αὐτῶν, ὅτι τότε μὲν τὸ μῆκος ἀκούσαντες |
| book 300c.5.3 | οὐκ ὤκνησαν στρατεύειν, νῦν δὲ πρὸς τὸ τέλος ἐκλέλυνται. b(BCE3E4) |
| book 302a.1 | μάρτυροι {οὓς μὴ κῆρες}: ὅτι Ζηνόδοτος γράφει „μάρ‐ |
| book 302a.2 | τυρεσ“. ὁ δ’ Ὅμηρος οὕτως ἐσχημάτικεν· „Ζεὺς δ’ ἄμμ’ ἐπιμάρτυρος |
| book 302a.3 | ἔστω“ (Η 76), οὗ τὸ πληθυντικὸν μάρτυροί ἐστε. A |
| book 302b | 〈μάρτυροι,〉 οὓς μὴ κῆρες ἔβαν: κῆρες ἐπὶ τοῦ λοιμοῦ. |
| book 302b.1 | b(BCE3E4)T | Ζηνόδοτος „μάρτυρεσ“, Ὁμήρου σχηματίζοντος ἀπὸ |
| book 302b.2 | τοῦ μάρτυρος. b(BCE3)T | πιστὸς δὲ ὁ λόγος γίνεται, ὅταν τοὺς |
| book 302b.3 | ἀκούοντας μάρτυρας ἔχῃ τῶν λεγομένων. b(BCE3E4) |
| book 303.1 | 〈χθιζά τε:〉 τὸν τοσοῦτον χρόνον χθιζά φησιν, ὅπως τὸν |
| book 303.2 | προσδοκώμενον b(BCE3E4)Til ὡς μηδὲν ἡγήσωνται. b(BCE3E4) |
| book 303.1 | χθιζά τε καὶ πρωΐζ’: κατεσμίκρυνε τὸν—Ἕλλη‐ |
| book 303.2 | νας. A |
| book 303.5.1 | ὅτ’ ἐς Αὐλίδα: Αὐλὶς οὕτως ἐκλήθη ἀπὸ τοῦ— |
| book 303.5.2 | στρατόν. A |
| book 304.1 | 〈κακὰ Πριάμῳ καὶ Τρωσὶ φέρουσαι:〉 δεῖ οὖν ἀναπλη‐ |
| book 304.2 | ρῶσαι τὸν σκοπόν. Til |
| book 305-9.1 | ἡμεῖς δ’ ἀμφὶ περὶ κρήνην〈—σμερδαλέοσ〉: |
| book 305-9.2 | ἕως 〈τοῦ〉 ἀγλαὸν ὕδωρ (307) ὑποστικτέον, καὶ τὸ ἔνθα (308) |
| book 305-9.3 | 〈***〉 ἵν’ ᾖ τοπικὸν διὰ τὴν πλατάνιστον, χρονικὸν διὰ τὸ „χθιζά |
| book 305-9.4 | τε καὶ πρωϊζά“ (Β 303). ἐνδέχεται δὲ καὶ τεληέσσας ἑκατόμβας |
| book 305-9.5.1 | (306) ὑποστίζειν, ἵνα συνάπτηται καλῇ ὑπὸ πλατανίστῳ (307) |
| book 305-9.5.2 | ἕως 〈τοῦ〉 σμερδαλέος (309). δύναται δὲ καὶ τοῖς ἄνω συνάπτεσθαι |
| book 305-9.5.3 | τὸ „χθιζά τε καὶ πρωΐζ’“ (Β 303), ἵνα πάντα συνημμένα ᾖ ἐκ τοῦ |
| book 305-9.5.4 | „εὖ γὰρ δὴ τόδε ἴδμεν“ (Β 301). A |
| book 305.1 | ἀμφὶ περὶ κρήνην: οὐ διὰ τὸ μέτρον αἱ δύο προθέσεις, |
| book 305.2 | ἀλλὰ τὴν περὶ τὸν αὐτὸν τόπον συναγωγὴν παντὸς τοῦ στρατοῦ |
| book 305.3 | ἐσήμανε. πιστοῦται δὲ τὸ τέρας, εἴ γε ἐπὶ τοσούτου πλήθους καὶ θυ‐ |
| book 305 | σιῶν ἔν τε ἱερῷ γέγονεν. b(BCE3E4)T |
| book 307a1.1 | καλῇ ὑπὸ πλατανίστῳ: μόνον οὐχὶ χρώμασιν ἡμῖν |
| book 307a1.2 | τὸν †λόγον† ἐσήμανε. καὶ Πλάτων Φαίδρῳ (cf. 230 b) πλάτανον |
| book 307a1.3 | καὶ τὸ παραρρέον ὕδωρ φησί· b(BCE3)T διυδατίζεσθαι γὰρ |
| book 307a1.4 | θέλει ἡ πλάτανος, καὶ ἔστιν ἐπιτηδεία πρὸς γένεσιν στρουθῶν. b |
| book 307a1.5.1 | (BCE3E4)T οἶδε δὲ τὰς φύσεις ἁπάντων, καὶ „ὠλεσικάρπουσ“ τὰς |
| book 307a1.5.2 | ἰτέας φησίν (κ 510). b(BE3) |
| book 307a2.1 | καλῇ ὑπὸ πλατανίστῳ: τῇ τάσει ἀναγνωστέον ὡς κυ‐ |
| book 307a2.2 | παρίσσῳ. | διυδατίζεσθαι δὲ θέλει ἡ πλάτανος, καὶ ἔστιν ἐπιτηδεία |
| book 307a2.3 | πρὸς γένεσιν στρουθῶν. A |
| book 308 | 〈σῆμα:〉 ὧδε ἡ στιγμή. Til |
| book 308.1 | δράκων: τοῦτο τὸ ὄνομα—Διονυσίῳ ἐν τῷ εʹ τῶν |
| book 308.2 | Ἀπόρων (F Gr Hist 15, 15). A |
| book 308-19.1 | ἔνθ’ ἐφάνη μέγα σῆμα— / λᾶαν γάρ μιν ἔθη‐ |
| book 308-19.2 | κε Κρόνου παῖς: ὁ δράκων Ἀθηνᾶς ἱερός, οἱ στρουθοὶ Ἀφροδίτης, |
| book 308-19.3 | χρόνον τε δηλοῦσιν, ἐπεὶ πτηνὸς ὁ χρόνος. ὁ δὲ λίθος, ἐπεὶ οὐκέτι |
| book 308-19.4 | κίνησιν ἔλαβεν ὁ πόλεμος. ἢ τὸ μὲν ἐφ’ ὕψους κεῖσθαι τὴν νεοσσιάν, |
| book 308-19.5.1 | τὴν ἠνεμόεσσαν Ἴλιον, οἱ δὲ ὑποπετάλιοι νεοσσοὶ τὸ ὀλιγοχρόνιον |
| book 308-19.5.2 | τῶν Τρώων· μαραινομένων γὰρ ὅσον οὐδέπω τῶν φύλλων ἀποπε‐ |
| book 308-19.5.3 | σοῦνται. ἡ δὲ ἐνάτη μήτηρ τῆς ἐννεατηρίδος τὸν ἔσχατον ἀγῶνα |
| book 308-19.1 | ἐσήμανεν, ἡ δὲ διὰ τοῦ ὕδατος πορεία τοῦ δράκοντος τὴν δι’ ὕδατος |
| book 308-19.2 | ἄφιξιν τῶν Ἑλλήνων, τὸ δὲ περιλειφθῆναι τὴν νεοσσιὰν τὸ μὴ παν‐ |
| book 308-19.10.1 | τελῶς ἠφανίσθαι τὸν τόπον· οἰκεῖται γὰρ μέχρι τοῦ νῦν. ἡ δὲ ἀπο‐ |
| book 308-19.10.2 | λίθωσις ἢ τὸ δυσδιεξόδευτον τῶν νόστων A b (BCE3E4)T ἢ |
| book 308-19.10.3 | ὅλου τοῦ ἀγῶνος παῦσιν (οὐ γὰρ ἠμύναντο ἔτι τοῦ λοιποῦ τοὺς Ἕλ‐ |
| book 308-19.10.4 | ληνας οἱ Τρῶες) b(BCE3)T ἢ ὅτι εἰς λίθους περιστήσεται τοῦ πο‐ |
| book 308-19.10.5 | λέμου τὸ τέλος. ἔστι δὲ σημεῖον μὲν τὸ παρὰ τόπον γινόμενον ὡς μέλισ‐ |
| book 308-19.15.1 | σαι ἢ πτηνοὶ μύρμηκες ἐν οἴκῳ, τέρας δὲ τὸ παρὰ φύσιν. τοῦτο οὖν |
| book 308-19.15.2 | ἄμφω εἶχε, σημεῖον μὲν τὸ ἐπ’ ἄκρῳ τῷ φυτῷ εἶναι τὴν νεοσσιάν, τέρας |
| book 308-19.15.3 | δὲ τὸ ὀκτὼ τετοκέναι· ἑπτὰ γὰρ τίκτει, ὧν τὸ ἓν οὔριον ἐᾷ. A b |
| book 308-19.15.4 | (BCE3E4)T |
| book 309a | 〈σμερδαλέος:〉 καταπληκτικός, φοβερός. Til |
| book 309b.1 | 〈αὐτὸς Ὀλύμπιος ἧκε φόως δέ:〉 ἐπεὶ τὸ σημεῖον τὸ |
| book 309b.2 | φανὲν δύναιτό τις ἀποφαίνειν καὶ ἄλλως γενόμενον (πολλὰ γὰρ τοιαῦ‐ |
| book 309b.3 | τα συμβαίνει καὶ ἐν οἰκίαις γίνεσθαι), ἐξαίρειν δὲ αὐτὸ πειρᾶται ὡς |
| book 309b.4 | μέγα καὶ θεῖον καὶ δηλωτικὸν τῶν τοῦ πολέμου ἀγαθῶν. b(BCE3E4) |
| book 309c | 〈φόως δέ:〉 ἐς φανερόν. Til |
| book 310a.1 | βωμοῦ ὑπαΐξας: ἀφ’ ἑτέρας ἀρχῆς· ἀσύνδετος γὰρ ὁ λό‐ |
| book 310a.2 | γος· διὸ καὶ τελείαν στικτέον ἐπὶ τὸ „φόως δέ“ (Β 309). A |
| book 310b | 〈ὄρουσεν:〉 ἀνώρμησεν. Til |
| book 311.1 | στρουθοῖο: ὡς ἀπὸ ὀξυτόνου εὐθείας ἡ ἀνάγνωσις. Χαίριδι |
| book 311.2 | (fr. 7 B.) δὲ ἤρεσκε βαρύνειν, καὶ ἴσως ἐπεὶ τὰ εἰς θος λήγοντα δισσύ‐ |
| book 311.3 | λαβα μονογενῆ, φύσει μακρᾷ παραληγόμενα, ἐβαρύνετο, Ξοῦθος, |
| book 311.4 | „Ζῆθοσ“ (cf. λ 262. τ 523) καὶ „μῦθοσ“ (Ε 493 a.). | ἔχει δὲ ἡ τετριμ‐ |
| book 311.5.1 | μένη ἀνάγνωσις ἀφορμὴν τὸ ἐγκεῖσθαι τὸ θέειν· ἐτυμολογοῦσι γὰρ |
| book 311.5.2 | τὸ ζῷον παρὰ τὸ μετὰ οἴστρου θέειν. τὰ δὲ παρὰ τοῦτο τὸ ῥῆμα |
| book 311.5.3 | ἑωρῶμεν ὀξυνόμενα, ὥσπερ τὸ ἀγαθός καὶ βοηθός. A |
| book 312a.1 | ὑποπεπτηῶτες: δύναται καὶ ἀναστρέφεσθαι. πιθανώ‐ |
| book 312a.2 | τερον δὲ συντάσσειν τῇ μετοχῇ τὴν πρόθεσιν διὰ τὴν ἔμφασιν. A |
| book 312b | ὑποπεπτηῶτες: ὑφ’ ἕν. τοῦτο δὲ διὰ τὴν ἀσθένειαν τῶν |
| book 312b | νεοσσῶν. A b (BCE3E4)T |
| book 314a.1 | κατήσθιε: ἐπὶ δὲ λύκων „οἵ τ’ ἔλαφον κεραὸν μέγαν οὔ‐ |
| book 314a.2 | ρεσι δῃώσαντεσ“ (Π 158), ἐπὶ δὲ λεόντων „ἔγκατα καὶ μέλαν αἷμα |
| book 314a.3 | λαφύσσετον“ (Σ 583), b(BCE3)T ὥσπερ ἐπαναβαίνων ταῖς λέ‐ |
| book 314a.4 | ξεσιν. b(BE3)T |
| book 314b.1 | τετριγῶτας: ὅτι Ζηνόδοτος γράφει „τιτίζοντασ“. εὐ‐ |
| book 314b.2 | τελὴς δὲ ἡ λέξις· κατὰ φύσιν γὰρ φθεγγόμενοι οἱ νεοσσοὶ τιτίζουσιν, |
| book 314b.3 | οἱ δὲ κατεσθιόμενοι τρίζουσιν. A |
| book 316a.1 | ἐλελιξάμενος: ἐπιστραφείς. | οὐδὲ τοῦτο δὲ ἄχρηστον |
| book 316a.2 | πρὸς τὴν μαντείαν· οὐ γὰρ ἐκ τοῦ εὐθέος ἐκράτησαν αὐτοὺς καὶ εἷλον, |
| book 316a.3 | ἀλλ’ ἀναχθέντες ἀπὸ τῆς Τρωάδος, εἶτα ὑποστρέψαντες. b(BCE3E4) |
| book 316a.4 | T |
| book 316b.1 | πτερύγος: παροξυτόνως. καὶ ὁ μὲν κανὼν θέλει προπαρ‐ |
| book 316b.2 | οξυτόνως, ὡς δοίδυκος. ἀλλ’ ἐπειδὴ οὕτως δοκεῖ στίζειν τῷ Ἀρι‐ |
| book 316b.3 | στάρχῳ, πειθόμεθα αὐτῷ ὡς πάνυ ἀρίστῳ γραμματικῷ. AT |
| book 316c.1 | ἀμφιαχυῖαν: μετοχή ἐστι· διὸ προπερισπαστέον. ση‐ |
| book 316c.2 | μειωτέον δὲ τὸν ἐν ἀρχῇ χρόνον, ὅτι συνεστάλη τὸ α. A |
| book 316d.1 | ἀμφιαχυῖαν: τελειοτέρᾳ φωνῇ ἐχρήσατο τοῦ „†τε‐ |
| book 316d.2 | τρηγότασ“ (Β 314). b(BE3E4)T |
| book 318.1 | {τὸν μὲν} ἀρίζηλον: ὅτι Ζηνόδοτος γράφει „ἀρίδηλον“ καὶ |
| book 318.2 | τὸν ἐχόμενον προσέθηκεν 〈***〉 τὸ γὰρ „ἀρίδηλον“ ἄγαν ἐμφανές, |
| book 318.3 | ὅπερ ἀπίθανον· ὃ γὰρ ἐὰν πλάσῃ, τοῦτο ἀναιρεῖ. λέγει μέντοι γε ὅτι |
| book 318.4 | ὁ φήνας αὐτὸν θεὸς καὶ ἄδηλον ἐποίησεν. A |
| book 319a1.1 | λᾶαν γάρ μιν ἔθηκε Κρόνου παῖς ἀγκυλομήτεω: |
| book 319a1.2 | ἀθετεῖται· πιθανώτερον γὰρ αὐτὸν καθάπαξ πεποιηκέναι ἀφανῆ τὸν |
| book 319a1.3 | καὶ φήναντα θεόν. T |
| book 319a2 | ἀθετεῖται. προείρηται δὲ ἡ αἰτία. Aim |
| book 320a.1 | {ἡμεῖς δ’ ἑσταότες} θαυμάζομεν: ὅτι ἀντὶ τοῦ ἐξεπλητ‐ |
| book 320a.2 | τόμεθα, οὐχ ὡς ἐνίοτε τίθησιν ἀντὶ ψιλοῦ τοῦ θεάσασθαι. A |
| book 320b.1 | 〈ἡμεῖς δ’ ἑσταότες θαυμάζομεν:〉 καὶ ἀπὸ τῆς τῶν ὁ‐ |
| book 320b.2 | ρώντων διαθέσεως κινεῖ τὴν ἔμφασιν. b(BCE3) |
| book 323a.1 | τίπτ’ ἄνεῳ ἐγένεσθε: ἐπιτιμᾷ ὡς οὐ δεομένοις μαντείας. |
| book 323a.2 | καλῶς δὲ οὐ περιέτεμε τὸν λόγον, ἀλλὰ τοῖς τοῦ μάντεως κέχρηται |
| book 323a.3 | ῥήμασιν, ὅπως ψυχαγωγοῖντο δοκοῦντες αὐτοῦ ἀκούειν. b(BCE3)T | |
| book 323a.4 | τὸ δὲ ἄνεῳ ὧδε μὲν διὰ τοῦ ι, b(BCE3) ἐπὶ δὲ τοῦ „ἡ δ’ |
| book 323a.5 | ἄνεω δὴν ἧστο“ (ψ 93) χωρὶς τοῦ ι. b(BE3) |
| book 323b.1 | {τίπτ’} ἄνεῳ: κατὰ στέρησιν τῆς ἰωῆς, ὅ ἐστι φωνῆς. | |
| book 323b.2 | ὧδε δὲ μετὰ τοῦ ι, οἷον οἱ ἄνεῳ, ἐπὶ δὲ τοῦ „ἡ δ’ ἄνεω δὴν ἧστο“ |
| book 323b.3 | (ψ 93) δίχα τοῦ ι. A |
| book 325a.1 | ὅου κλέος 〈οὔποτ’ ὀλεῖται〉: κλέος τοῦ πολέμου ἢ τοῦ |
| book 325a.2 | σημείου. τοῦτο δὲ πρὸς τὸ πεῖσαι. τὸν δὲ λίθον οὐκ ἐξηγεῖται ἢ πρὸς |
| book 325a.3 | τὸ μὴ λυπῆσαι, ἢ ὅτι τέρας ἐστί. προσέθηκε δὲ καὶ τὸ οὔποτ’ ὀλεῖ‐ |
| book 325a | ται, ἵνα μὴ διὰ τὸ μῆκος ἀπογνῶσι πρὸς τὴν μάχην. b(BCE3E4)T |
| book 325b.1 | ὅου κλέος: τὰ ἄρθρα διαιροῦνται· αἱ γὰρ ἀντωνυμίαι |
| book 325b.2 | πλεονάζουσι τῷ ε. T |
| book 328a.1 | ὣς ἡμεῖς τοσαῦτ’ ἔτεα: τρεῖς εἰσι χρόνοι, δι’ ὧν ὁ πᾶς |
| book 328a.2 | αἰὼν ἀριθμεῖται, ἡμέρα, μήν, ἐνιαυτός. καὶ ἡ μὲν ἡμέρα οὐρανοῦ ἐστιν |
| book 328a.3 | ἀποκατάστασις, ὁ δὲ μὴν σελήνης, ὁ δὲ ἐνιαυτὸς ἡλίου. εἰ μὲν οὖν ἦσαν |
| book 328a.4 | ἐν τῷ στελέχει, ἡμέρας εἶπεν, εἰ δὲ ἐν μέσῳ, μῆνας. ἐπεὶ δὲ πρὸς τῷ τέ‐ |
| book 328a.5 | λει, ἐνιαυτούς. b(BCE3)T |
| book 328b.1 | αὖθι: ὅτι τὸν τοῦ Κάλχαντος λόγον μεταλαβὼν ἐποίησεν |
| book 328b.2 | ἐπὶ τῆς Αὐλίδος, αὐτὸς ὢν ἐπὶ τῆς Τροίας· διὸ κέχρηται τῷ αὖθι το‐ |
| book 328b.3 | πικῷ ἀντὶ τοῦ αὐτόθι, ὅπου νῦν ἐσμεν. A |
| book 328c | 〈αὖθι:〉 τὸ αὖθι ἐν Ἰλίῳ, οὐκ ἐν Αὐλίδι. b(BCE3E4)Til |
| book 329a.1 | τῷ δεκάτῳ δὲ πόλιν: διὰ τί οὐχὶ ἐνάτῳ ἔφη ἐνιαυτῷ |
| book 329a.2 | ἔσεσθαι τὴν πόρθησιν, καίτοι τῆς ἀκολουθίας τῶν σημείων τοῦτο |
| book 329a.3 | ἐχούσης „ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν“ (Β 313); ἢ ὅτι τῶν ἐννέα πλη‐ |
| book 329a.4 | ρωθέντων ἀνάγκη νοεῖν τὸν ἐπέκεινα δέκατον· ἢ καὶ τὸν δράκοντα |
| book 329a.5.1 | αὐτὸν δεῖ συναριθμεῖν, ὅς ἐστι δέκατος, ὡς ὅλου τοῦ ἀγῶνος ἐν τούτῳ |
| book 329a.5.2 | μέλλοντος παύεσθαι. A b (BCE3E4)T ὁ λιθωθεὶς οὖν δράκων |
| book 329a.5.3 | ἐσήμανεν ὅτι οὐκέτι κίνησιν ἔλαβεν ὁ πόλεμος. b(BCE3E4)T |
| book 329b.1 | 〈τῷ δεκάτῳ:〉 ἱσταμένου γὰρ τοῦ δεκάτου ἐπόρθησαν. |
| book 329b.2 | b(BCE3E4)Til |
| book 330a.1 | 〈κεῖνός θ’ ὥς:〉 ὀξυτονητέον τὴν νος διὰ τὸν τέ. οὕτως |
| book 330a.2 | Ἀρίσταρχος. ὁ δὲ Ἡρωδιανὸς ὡς „τὼς δέ ς’ ἀπεχθήρω“ (Γ 415). |
| book 330a | b(BCE3)T |
| book 330b.1 | 〈κεῖνός θ’ ὥς:〉 οὕτως Ἡρωδιανὸς διὰ τοῦ θ. Ἀρίσταρ‐ |
| book 330b.2 | χος διὰ τοῦ τ. Aim |
| book 330c.1 | ὣς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται: πρὸς τὸ |
| book 330c.2 | „χθιζά τε καὶ πρωϊζά“ (Β 303) καὶ τὸ νῦν φησι, καὶ τὸ τελεῖται ἀντὶ |
| book 330c.3 | τοῦ τελεσθήσεται, εἴπερ ὁ ὄνειρος εἶπε· „νῦν γάρ κεν ἕλοις πόλιν“ (Β |
| book 330c.4 | 29). b(BCE3E4)T |
| book 332.1 | εἰς ὅ κεν: καλῶς ἐπὶ πέρατι τοῦ λόγου πιστοῦται τὸ λόγιον, |
| book 332.2 | οὐχ ὡς ἐν ἀρχῇ· „ἢ ἐτεὸν Κάλχας μαντεύεται“ (Β 300). T |
| book 333-5.1 | ὣς ἔφατ’, Ἀργεῖοι δὲ μέγ’ ἴαχον〈— / μῦθον |
| book 333-5.2 | ἐπαινήσαντεσ〉: ἐπὶ τὸ ἴαχον (333) διαστολή, καὶ ἐπὶ τὸ Ἀχαι‐ |
| book 333-5.3 | ῶν (334) ὑποστιγμή· διὰ μέσου δὲ τὸ ἀμφὶ δὲ νῆες καὶ τὰ ἑξῆς ἕως |
| book 333-5.4 | 〈τοῦ〉 Ἀχαιῶν (333—4). καὶ τὸ ἑξῆς ἐστιν ἴαχον μῦθον ἐπαινή‐ |
| book 333-5.5.1 | σαντες (333. 335). ἐὰν δὲ στίζωμεν, γίνεται σολοικισμός, ἀϋσάν‐ |
| book 333-5.5.2 | των ὑπ’ Ἀχαιῶν / μῦθον ἐπαινήσαντες (334—5). A |
| book 333a.1 | ὣς ἔφατ’, Ἀργεῖοι δὲ μέγ’ ἴαχον: „οἷόν γέ πού ’στι |
| book 333a.2 | γλῶσσα κἀνθρώπου λόγοσ“ κατὰ Εὔπολιν (fr. 314 K. = 342 [V p. 493] K.—A.)· ὁ μὲν γὰρ |
| book 333a.3 | λέγων „φεύγωμεν“ (Β 140) ἀναπτεροῖ, ὁ δὲ „μίμνωμεν“ (cf. Β 331) |
| book 333a.4 | πείθει. ἅμα δὲ καὶ τὸ παλίμβολον τῶν δήμων ἐσήμανεν. b(BCE3E4)T |
| book 333b.1 | μέγ’ ἴαχον: ἐπὶ μὲν τούτων ἴαχον, ἐπὶ δὲ Τρώων „κε‐ |
| book 333b.2 | λάδησαν“ (Θ 542). T |
| book 333c | 〈ἀμφὶ δὲ νῆες:〉 ἀντὶ τοῦ πᾶσαι. Til |
| book 333-4.1 | νῆεσ〈—〉κονάβησαν: ἴδιος ἦχος τῶν πεπληγό‐ |
| book 333-4.2 | των ξύλων ὁ κόναβος. T |
| book 336-59.1 | τοῖσι δὲ καὶ μετέειπε—ἐπίσπῃ: δεινῶς ἅμα |
| book 336-59.2 | καὶ εὐπόρως τὴν αὐτὴν ῥητορείαν ἑτέραις λέξεσιν ἐκφράζει ὁ ποιητής. |
| book 336-59.3 | παρρησιαστικὸς δὲ διὰ τὸ γῆρας ὁ Νέστωρ. b(BCE3E4)T |
| book 336 | Γερήνιος ἱππότα Νέστωρ: ἀντὶ τοῦ ἱππικός, νῦν δὲ |
| book 336 | —ὠνομάσθη. ἱστορεῖ Ἡσίοδος ἐν Καταλόγοις (fr. 33 b M.—W.). A |
| book 337a.1 | ὦ πόποι: στικτέον ἐπὶ τὸ ὦ πόποι· κομματικὸν γάρ, καὶ |
| book 337a.2 | μᾶλλον ἐμφαίνει καθ’ ἑαυτὸ λεγόμενον. A Aim |
| book 337b1.1 | ἦ δὴ παισίν: παισίν, οὐ γυναιξίν· ἔστι γὰρ καὶ ταύ‐ |
| book 337b1.2 | ταις φρόνησις. T |
| book 337b2.1 | καλῶς οὐκ εἶπε γυναιξίν, ἀλλὰ παισί· καὶ γὰρ ταύταις |
| book 337b2.2 | ἐστὶ φρόνησις. b(BCE3E4) |
| book 337c.1 | 〈ἦ δὴ παισὶν ἐοικότεσ〉 ἀγοράασθε: τότε ὅτε συνετί‐ |
| book 337c.2 | θεσθε Ἀγαμέμνονι. ἢ μᾶλλον πρὸς Ὀδυσσέα ἀποτείνεται δημοχαρι‐ |
| book 337c.3 | στικῶς παρελθόντα· ἐπιτρίψει γὰρ †ταῦτα† μᾶλλον εἰς ἀναρχίαν τὸ |
| book 337c.4 | πλῆθος, πῇ μὲν „σέ“ λέγων „ἐθέλουσιν Ἀχαιοὶ ἐλέγχιστον θέμεναι“ |
| book 337c.5 | (Β 284—5), πῇ δὲ τῷ „οὐ νεμεσίζομ’ Ἀχαιούσ“ (Β 296). b(BCE3)T |
| book 339-42.1 | πῇ δὴ συνθεσίαι τε〈— / αὔτως γὰρ ἐπέεσς’ |
| book 339-42.2 | ἐριδαίνομεν〉: τινὲς ἐλεγκτικῶς ὅλα προφέρονται· ποῦ ἀπῆλθον αἱ |
| book 339-42.3 | συνθῆκαι καὶ τὰ ὅρκια σπονδαί τε καὶ δεξιαί; ἵν’ ᾖ καὶ τὸ βήσεται |
| book 339-42.4 | (339) ἀντὶ τοῦ ἔβησαν, καὶ τὸ γενοίατο (340) ἀντὶ τοῦ ἐγένοντο, |
| book 339-42.5.1 | καὶ τὸ A b (BCE3E4)T ἐριδαίνομεν (342) ἀντὶ παρῳχημένου, |
| book 339-42.5.2 | ἵν’ ᾖ μάτην ἐφιλονεικοῦμεν λόγοις μόνον ὑπισχνούμενοι, καὶ τὸ |
| book 339-42.5.3 | AT „ἀγοράασθε“ (Β 337) ἀντὶ τοῦ ἠγοράασθε A b (BCE3E4) |
| book 339-42.5.4 | T τότε ὅτε συνετίθεσθε Ἀγαμέμνονι. A b (BCE3E4) |
| book 339a.1 | πῇ δὴ συνθεσίαι τε: ἐν δισταγμῷ· ποῦ ἄρα τελευτήσει |
| book 339a.2 | τὰ τῶν ὅρκων καὶ συνθηκῶν; b(BCE3E4)T |
| book 339b.1 | συνθεσίαι τε: οὕτως συνθεσίαι τε ὡς θυσίαι τε. ὅσοι δὲ |
| book 339b.2 | προπαροξύνουσι, πταίουσι· τῆς γὰρ μεταγενεστέρας Ἀτθίδος ἡ |
| book 339b.3 | τοιάδε ἀνάγνωσις. A |
| book 339c.1 | βήσεται ἥμιν: ἀπολύτως ἀναγνωστέον τὸ ἥμιν. b |
| book 339c.2 | (BCE3E4)T |
| book 339c | πῆ δὴ συνθεσίαι τε: τῶν ἐκ τῆς Ἑλλάδος—τοὺς |
| book 339c | γενομένους †ὄρθρους†. ἡ ἱστορία παρὰ τῷ Στησιχόρῳ (fr. 13 P.). A |
| book 340a.1 | ἐν πυρὶ δὴ βουλαί τε 〈γενοίατο〉: οὐκέτι βουλῶν ὄνη‐ |
| book 340a.2 | σις. ἀφανισθήσεται δὲ παντελῶς ἡ βουλή, b(BCE3E4)T εἰ λογο‐ |
| book 340a.3 | μαχεῖν μόνον παρασκευάζουσιν, T οὐδὲν ἀνίσχουσα τὸ ὠφελοῦν. |
| book 340a.4 | οὐχ ὑποσχέσεις δὲ κατὰ τὸν Ὀδυσσέα (cf. Β 286), ἀλλὰ γυμνότερον |
| book 340a.5.1 | αὐτὰ τῶν πίστεων τὰ ὀνόματά φησιν (sc. Β 341)· ὅσα γὰρ παρέδρα‐ |
| book 340a.5.2 | μεν ἐκεῖνος, ἐπεξεργάζεται οὗτος, καὶ τοὐναντίον. δεινῶς δὲ ἐλέγχει ὡς |
| book 340a.5.3 | ἐνεδρεύσαντας ὁσιώμασιν· οὐκ ἂν γὰρ ἐστράτευσε μὴ συνθεμένων αὐ‐ |
| book 340a.5.4 | τῶν. b(BCE3E4)T |
| book 340b.1 | 〈ἀνδρῶν:〉 εὖ τὸ μὴ εἰπεῖν ὑμῶν, ἀλλὰ καθολικῶς ἀν‐ |
| book 340b.2 | δρῶν. b(BCE3E4)Til |
| book 341.1 | σπονδαί τ’ ἄκρητοι: ὅτι ὅταν λέγῃ ἐν ἄλλοις „κρητῆρι δὲ |
| book 341.2 | οἶνον / μίσγον“ (Γ 269—70), οὐ σημαίνει τὸ ὕδατι κίρνασθαι, ἀλλ’ |
| book 341.3 | ὅτι τὸν τῶν Τρώων καὶ Ἀχαιῶν οἶνον ἔμισγον. A b (BCE3E4)T |
| book 342-3.1 | οὐδέ τι μῆχος / εὑρέμεναι: καὶ Ὀδυσσεὺς „αἰσχρόν |
| book 342-3.2 | τοι δηρόν 〈τε〉 μένειν“ (Β 298). T |
| book 344a.1 | Ἀτρείδη, σὺ δ’ ἔθ’ ὡς πρὶν ἔχων: ἐναντίως τῷ Ὀδυσ‐ |
| book 344a.2 | σεῖ ἀπὸ τοῦ πλήθους εἰς τὸν βασιλέα μετῆλθεν. b(BCE3)T |
| book 344b.1 | σὺ δ’ ἔθ’ ὡς πρὶν ἔχων ἀστεμφέα βουλήν: ἀντὶ τοῦ |
| book 344b.2 | μηδὲν ἐνδιδούς, ὡς νῦν ἐνδέδωκας πρὸς φυγήν. b(BCE3E4)T ἀ‐ |
| book 344b.3 | στεμφέα δὲ ἀντὶ τοῦ ἀμετακίνητον, βεβαίαν. T |
| book 345.1 | ἄρχευ’ Ἀργείοισιν: καταπλήττει διὰ τούτων τὸ πλῆ‐ |
| book 345.2 | θος. b(BCE3E4)T |
| book 346a | 〈τοῦσδε:〉 ἕν ἐστι τὸ τοῦσδε· διὸ προπερισπαστέον. Aint |
| book 346b | τούσδε δ’ ἔα: ὑφ’ ἓν ἀναφορικῶς. τὰ δὲ τοιαῦτα ἀεὶ |
| book 346b | δεικτικά ἐστιν. b(BCE3)T |
| book 346c.1 | ἕνα: τῷ ἐλαχίστῳ ἀριθμῷ κἀκείνους εὐτελίζει καὶ τοὺς |
| book 346c.2 | ἄλλους εὐέλπιδας ποιεῖ. b(BCE3E4)Til |
| book 346c.1 | ἕνα καὶ δύο: εὐφυέστερον αἰνίττεται—καὶ ἕτερον |
| book 346c.2 | τοιοῦτον. A |
| book 346d.1 | τοί κεν Ἀχαιῶν: Ἀχαιῶν, οὐκ εἶπε σοῦ, ἀλλὰ κοινὴν |
| book 346d.2 | αὐτῶν κατηγορίαν ποιεῖται, ἐφελκόμενος τὸ πλῆθος. b(BCE3)T |
| book 347a | 〈βουλεύως’:〉 †ὅτι† βουλεύωσιν αἱ Ἀριστάρχου. Aim |
| book 347b.1 | ἄνυσις δ’ οὐκ ἔσσεται αὐτῶν: ἐντελὴς δὲ πρᾶξις |
| book 347b.2 | —πρὶν γνῶμεν τὴν Διὸς γνώμην. A | τὸ δὲ α πρὸ τοῦ ν ψιλοῦται, |
| book 347b.3 | πλὴν τοῦ „ἁνδάνω“. (cf. β 114). A b (BCE3) |
| book 347-9a.1 | 〈ἄνυσις δ’ οὐκ ἔσσεται αὐτῶν, /〉 πρὶν Ἄργος |
| book 347-9a.2 | δ’ ἰέναι, 〈πρὶν καὶ Διὸς αἰγιόχοιο / γνώμεναι, εἴ τε— |
| book 347-9a.3 | οὐκί〉: ἀμφίβολος ὁ λόγος ἢ διαστελλόντων ἡμῶν ἐπὶ τὸ αὐτῶν ἢ |
| book 347-9a.4 | συναπτόντων μέχρι τοῦ ἰέναι· ἤτοι γὰρ ὃ λέγει τοῦτό ἐστιν, οὐδὲν |
| book 347-9a.5.1 | ἐπινοήσουσιν ὥστε ὑποστρέψαι αὐτοὺς πρὶν τέλος ποιήσασθαι τοῦ |
| book 347-9a.5.2 | πολέμου· ἢ τοῦτο, ἀνύσουσι δὲ οὐδὲν πρὶν ὑποστρέψαι τε ἡμᾶς καὶ |
| book 347-9a.5.3 | πρὶν τέλος εὑρέσθαι τοῦ πολέμου, ἀντεστραμμένου τοῦ λόγου. A |
| book 347-9b.1 | ἄνυσις δ’ οὐκ ἔσσεται αὐτῶν〈—καὶ οὐκί〉: |
| book 347-9b.2 | οὐδὲν ἀνύσουσι πρὸς τὸν ἀπόπλουν, ἄχρις ὅτου πέρας λάβῃ ἡ τοῦ |
| book 347-9b.3 | Διὸς ὑπόσχεσις. Ὀδυσσεὺς δὲ αὐτοῖς ἐπέτρεπε λέγων „τλῆτε φίλοι b |
| book 347-9b.4 | (BE3E4)T καὶ μείνατε“ (Β 299). b(BE3E4) |
| book 349a | εἴτε ψεῦδος ὑπόσχεσις: ἀντὶ τοῦ ψευδής. b(BCE3)T |
| book 349b.1 | εἴτε ψεῦδος ὑπόσχεσις: ταῦτα παρὰ τοῖς Στωϊκοῖς |
| book 349b.2 | (St. V. Fr. II fr. 169) λεκτὰ καλοῦνται, τὰ πρὸς τὴν σημασίαν |
| book 349b | φερόμενα. | ψεῦδος τὸ ἐπάγγελμα. A b (BCE3)T |
| book 349c | οὐκί: ὅτι διὰ τοῦ κ καὶ οὐ διὰ τοῦ χ. A |
| book 350.1 | φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα: |
| book 350.2 | οἰκείως ὁ μὲν Ὀδυσσεὺς δημοχαριστικῶς δημηγορῶν τοῦ Κάλχαντος |
| book 350.3 | προβάλλεται τὴν μαντείαν, ὃς ἦν τοῖς Ἀτρείδαις ἐχθρός, τῷ δὲ πλή‐ |
| book 350.4 | θει γλυκύς· ὁ δὲ Νέστωρ τῷ βασιλεῖ χαριζόμενος τὰ τοῦ βασιλέως τῶν |
| book 350.5.1 | θεῶν προβάλλεται· διὸ ὁ μὲν παρὰ τῶν Ἑλλήνων, ὁ δὲ Νέστωρ παρὰ |
| book 350.5.2 | τοῦ βασιλέως ἐγκωμιάζεται, b(BCE3E4)T „ἦ μὰν αὖτ’ ἀγορῇ |
| book 350.5.3 | νικᾷς, γέρον, υἷας Ἀχαιῶν (Β 370). ἐπὶ δὲ Ὀδυσσέως „ὣς ἔφατ’, |
| book 350.5.4 | Ἀργεῖοι δὲ μέγ’ ἴαχον“ (Β 333) καὶ τὰ ἑξῆς. b(BE3E4) |
| book 350-2.1 | 〈φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα / |
| book 350-2.2 | ἤματι τῷ, ὅτε—φέροντεσ〉: διασταλτέον ἐπὶ τὸ Κρονίωνα |
| book 350-2.3 | (350)· ἐπὶ δὲ τὸ φέροντες (352) ὑποστιγμή. Aim |
| book 350-3.1 | φημὶ γὰρ οὖν〈—ἀστράπτων〉: τελειότερον |
| book 350-3.2 | ἀφεὶς τοὺς νεοσσοὺς ἐπὶ τὸν βασιλέα φέρεται τῶν θεῶν. τὸ δὲ ἑξῆς |
| book 350-3.3 | ὑπερμενέα Κρονίωνα ἀστράπτων, ἀντὶ τοῦ ἀστράπτοντα. b |
| book 350-3.4 | (BE3E4)T |
| book 352.1 | 〈Τρώεσσι φόνον καὶ κῆρα φέροντες:〉 καὶ Ὀδυσσεὺς |
| book 352.2 | ὁμοίως „ὅτ’ ἐς Αὐλίδα νῆες Ἀχαιῶν / ἠγερέθοντο κακὰ Πριάμῳ καὶ |
| book 352.3 | Τρωσὶ φέρουσαι“ (Β 303—4). b(BCE3E4) |
| book 353a1 | ἀστράπτων 〈ἐπιδέξι’, ἐναίσιμα σήματα φαίνων〉: |
| book 353a1.1 | ὅτι ἀκαταλλήλως εἴρηται· ἔδει γὰρ ἀστράπτοντα καὶ φαίνοντα, b |
| book 353a1.2 | (BCE3E4)T ὡς καὶ Εὐριπίδης ἐν Παλαμήδει (fr. 579 N.2)· „Λάϊε, |
| book 353a1.3 | πάλαι δή ς’ ἐξερωτῆσαι θέλων / σχολή μ’ ἀπεῖργε.“ b(BE3E4) | |
| book 353a1.5 | βραχὺ δὲ διασταλτέον ἐν τῷ ἐπιδέξι’ ἀσύνδετος γὰρ ὁ λόγος, λεί‐ |
| book 353a1 | ποντος τοῦ καί. b(BE3E4)T |
| book 353a2.1 | ἀστράπτων ἐπιδέξι’: ὅτι ἀκαταλλήλως· ἔδει γὰρ |
| book 353a2.2 | „κατανεῦσαι“ (Β 350) ἀστράπτοντα. | διασταλτέον δὲ βραχὺ ἐπι‐ |
| book 353a2.3 | δέξι’· ἀσύνδετος γὰρ ὁ λόγος, λείποντος τοῦ καί, {καὶ} ἀστράπτων |
| book 353a2.4 | καὶ φαίνων. A |
| book 353b | 〈ἐπιδέξι’:〉 ἐπὶ δεξιά, ὡς „ἐνδέξια πᾶσιν“ (Α 597). Til |
| book 353c.1 | ἐναίσιμα: λείπει ὁ καί· T Til καὶ ἐναίσιμα σήματα T |
| book 353c.2 | φαίνοντα. T Til |
| book 354a1.1 | τῶ μή τις πρὶν ἐπειγέσθω: προστακτικῶς· ὁ δὲ |
| book 354a1.2 | Ὀδυσσεὺς „ἀλλ’ ἄγε, μίμνετε πάντεσ“ (Β 331). T |
| book 354a2.1 | ὁ δὲ Ὀδυσσεὺς ἐπιταγματικῶς „ἀλλ’ ἄγε, μίμνετε πάν‐ |
| book 354a2.2 | τεσ“. οὗτος δὲ συμβουλευτικῶς. b(BCE3E4) |
| book 355a1.1 | πρίν τινά περ Τρώων: οὕτως Ἀρίσταρχος διὰ τοῦ ε |
| book 355a1.2 | καὶ τὰ ὑπομνήματα. A |
| book 355a2.1 | ἐν τοῖς Ἀριστάρχου ὑπομνήμασι „πρίν τινά περ“, οὐ |
| book 355a2.2 | καλῶς. b(BCE3) |
| book 355b.1 | 〈πρίν τινα πὰρ Τρώων ἀλόχῳ κατακοιμηθῆναι:〉 |
| book 355b.2 | μέγιστον εἰς κόλασιν ᾤοντο οἱ παλαιοὶ τὸ τὰς γυναῖκας ὑπὸ πολε‐ |
| book 355b.3 | μίους γενέσθαι. b(BCE3E4)Til |
| book 355c.1 | πρίν τινα πὰρ Τρώων: φασί τινες ὡς αἰσχρὸν αὐτοὺς |
| book 355c.2 | μένειν δελεαζομένους τῇ προσδοκίᾳ τῶν ἀφροδισίων ὑπὸ τοῦ παν‐ |
| book 355c.3 | σόφου Νέστορος. ῥητέον οὖν ὡς ἐξ ὧν ἐπλημμέλησαν Τρῶες, ἐκ τού‐ |
| book 355c.4 | των αὐτοὺς δίκας αἰτεῖν πεπείραται. οἶδε δὲ τὸ πλῆθος Ἀφροδίτης |
| book 355c.5.1 | ἡττημένον, καὶ ταῦτα ὅταν εὔλογος ἡ ἡδονή. ὁ δὲ Ὀδυσσεὺς οὐδέ |
| book 355c.5.2 | φησι τοιοῦτον, ἀλλ’ ὁ τῶν ἀφροδισίων ἤδη παυσάμενος. T |
| book 356a1.1 | τίσασθαι δ’ Ἑλένης 〈ὁρμήματά τε στοναχάς τε〉: |
| book 356a1.2 | πρὸς τοὺς Χωρίζοντας· ἔφασαν (fr. 1 K.) γὰρ τὸν μὲν τῆς Ἰλιάδος |
| book 356a1.1 | ποιητὴν δυσανασχετοῦσαν συνιστάνειν καὶ στένουσαν διὰ τὸ βίᾳ |
| book 356a1.2 | ἀπῆχθαι ὑπὸ τοῦ Ἀλεξάνδρου, τὸν δὲ τῆς Ὀδυσσείας ἑκοῦσαν, οὐ |
| book 356a1.5.1 | νοοῦντες ὅτι οὐκ ἔστιν ἐπ’ αὐτῆς ὁ λόγος, ἀλλ’ ἔξωθεν πρόθεσιν τὴν |
| book 356a1.5.2 | περί δεῖ λαβεῖν, ἵν’ ᾖ περὶ Ἑλένης. καὶ ἔστιν ὁ λόγος, τιμωρίαν λαβεῖν |
| book 356a1.5.3 | ἀνθ’ ὧν ἐστενάξαμεν καὶ ἐμεριμνήσαμεν περὶ Ἑλένης· παραλειπτικὸς |
| book 356a1.5.4 | γὰρ προθέσεών ἐστιν ὁ ποιητής. A |
| book 356a2.1 | λείπει ἡ περί, ἵν’ ᾖ τίσασθαι τὰ περὶ τῆς Ἑλένης ὁρμήματα |
| book 356a2.2 | b(BCE3E4)Til καὶ τὰς στοναχάς. Til |
| book 356b.1 | Ἑλένης ὁρμήματα: μεριμνήματα, ὡς αὐτῆς ἀκουσίως |
| book 356b.2 | παρὰ τοῖς πολεμίοις οὔσης, ἵν’ ἀξιόχρεως ᾖ βοηθεῖσθαι. A b (BCE3E4) |
| book 356b.3 | T |
| book 357 | 〈ἐκπάγλως:〉 ὑβριστικῶς. Til |
| book 359.1 | 〈ὄφρα πρόσθ’ ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ:〉 |
| book 359.2 | τοῦτο παρὰ ὑπόνοιαν ἐπήγαγεν. ἀρετῆς δὲ ῥήτορος τὰ μὲν χαρίζεσθαι, |
| book 359.3 | τὰ δὲ καταπλήσσειν ἀπειλῇ κολάσεων. b(BCE3E4)Til |
| book 359 | θάνατον καὶ πότμον: εὐθὺς πρὸ—τὴν εἱμαρμένην. A |
| book 360a1.1 | ἀλλὰ ἄναξ: φοβερώτερον καθιστὰς τοῖς ἁμαρτάνουσι |
| book 360a1.2 | τὸν Ἀγαμέμνονα ἄνακτα αὐτὸν καλεῖ, οὐκ Ἀτρείδην. T |
| book 360a2.1 | φοβερώτερον καθίσταται τοῦτο τοῖς ἁμαρτάνουσι τὸ τὸν |
| book 360a2.2 | Ἀγαμέμνονα ἄνακτα αὐτῶν καὶ οὐκ Ἀτρείδην καλεῖν. b(BCE3) |
| book 360a2.1 | ἀλλὰ ἄναξ, αὐτός τ’ εὖ: ἀποστρέφει τὸν λόγον— |
| book 360a2.2 | ἀποστροφή. A |
| book 360a2.5 | τὸ σχῆμα ἀποστροφή. Aint |
| book 360b.1 | ἀλλὰ ἄναξ—τ’ ἄλλῳ: τοῖς βασιλεῦσι νόμον |
| book 360b.2 | τίθησιν, εἰς δύο μερίζων αὐτῶν τὴν εὐβουλίαν, τήν τε ἰδίαν καὶ τὴν σὺν |
| book 360b.3 | ἄλλοις γινομένην· ἄριστον γὰρ τὸ ἐπικρίνειν τὸ εὖ ἔχον· „οὗτος μὲν |
| book 360b.4 | πανάριστος, ὃς αὐτῷ πάντα νοήσει“ (Hsd. opp. 293). b(BCE3)T |
| book 361.1 | 〈οὔ τοι ἀπόβλητον:〉 ἐξ ἀποφάσεως τὴν κατάφασιν δηλοῖ |
| book 361.2 | τῶν ἐπαίνων, φεύγων τὸ φορτικόν· διὸ οὐκ εἶπεν ‘ἐπαινέσεις τὴν |
| book 361 | βουλήν‘. b(BCE3)Til |
| book 362a.1 | κρῖν’ ἄνδρας κατὰ φῦλα: προοικονομεῖ ἑαυτῷ τὸν Κα‐ |
| book 362a.2 | τάλογον, ὅπως τὰς φυλὰς διεξιὼν ἀναγκάζηται τὸν ἀριθμὸν τῶν |
| book 362a.3 | νεῶν λέγειν. περὶ τάξεως δὲ εἰσηγεῖται ὡς ἀναμφιβόλως δόξαν αὐτοῖς |
| book 362a.4 | μένειν· καὶ εἰς τοῦτο τρέπων λήθην ἐμποιεῖ τοῦ νόστου. τί δήποτε δὲ |
| book 362a.5.1 | οὐκ ἐν ἀρχῇ τοῦ πολέμου τὸ στράτευμα διατάττει ὁ Νέστωρ; ῥητέον |
| book 362a.5.2 | δὲ ὅτι ἔχοντες πρώην Ἀχιλλέα τούτων οὐκ ἐδέοντο ὡς οὐδὲ τοῦ |
| book 362a.5.3 | πλήθους. b(BCE3)T |
| book 362b | 〈φῦλα:〉 τὰς φυλὰς παρὰ Ἀττικοῖς. Til |
| book 362c | 〈φρήτρας:〉 τὰς τριττῦς, ὅ ἐστι τρίτον φυλῆς. Til |
| book 363.1 | ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ: τοῦτο ἐξηγήσατο ἐν τῷ |
| book 363.2 | „ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν“ (Γ 9)· τοῦτο δὲ ἵνα μὴ περι‐ |
| book 363.3 | ορῷεν τοὺς οἰκείους, καὶ εὐδοξεῖν σπουδάζοιεν γνωριζόμενοι. οὕτω δὲ |
| book 363.4 | τὸ βούλευμα χαρίεν τὸ περὶ τῆς διατάξεως ὥστε καὶ τὸν Δία εἰσηγή‐ |
| book 363.5 | σασθαι αὐτὸ τοῖς βαρβάροις διὰ τῆς Ἴριδος (sc. Β 805). b(BCE3E4)T |
| book 366.1 | 〈κατὰ σφέας:〉 διακεκριμένοι. b(BCE3E4)Til τοῦτο |
| book 366.2 | δὲ χαρίζεται Νέστορι τὸ γῆρας καὶ ἡ ἐμπειρία τῶν πολέμων. b |
| book 366.3 | (BCE3E4) |
| book 367a1.1 | γνώσεαι εἰ καὶ θεσπεσίῃ: λείπει βουλῇ, ὡς Πίνδαρος b |
| book 367a1.2 | (BCE3E4)T „τὸν δὲ ἄνδρα δαιμονίᾳ γεγάμεν“ (Ol. 9, 110): |
| book 367a1.3 | T ἢ ἀπὸ κοινοῦ τὸ „κακότητι“ (Β 368), θεσπεσίῃ κακότητι ἢ ἀν‐ |
| book 367a1.4 | δρῶν κακότητι. b(BCE3E4)T |
| book 367a2 | βουλῇ ἢ κακότητι. Til |
| book 368a1.1 | ἦ {ἀνδρῶν κακότητι}: Πτολεμαῖος (p. 42 B.) περισπᾷ τὸν |
| book 368a1.2 | η, διαπορητικὸν ἐκδεχόμενος. εἰσὶ δὲ οἳ ὀξύνουσιν, ὥσπερ καὶ οἱ περὶ |
| book 368a1 | τὸν Ἀλεξίωνα (fr. 27 B.), ἐκδεχόμενοι παραδιαζευκτικὸν τὸν η. A |
| book 368a2.1 | ἢ ἀνδρῶν: Πτολεμαῖος περισπᾷ τὸν η, „ἦ ἀνδρῶν“, ὡς |
| book 368a2.2 | διαπορητικὸν ἐκδεχόμενος. οἱ δὲ περὶ Ἀλεξίωνα ὀξύνουσιν ὡς δια‐ |
| book 368a2.3 | ζευκτικόν, ἵν’ ᾖ ὁ ἤ ἀντὶ τοῦ ἀλλά. b(BCE3)T |
| book 368a2 | καὶ ἀφραδίῃ πολέμοιο: ἐζήτηται διὰ τί—διά‐ |
| book 368a2.5 | ταξιν εἰσάγει. A |
| book 370a.1 | ἦ μὰν αὖτ’ ἀγορῇ 〈νικᾶσ〉: ἐπιεικὴς ὁ βασιλεύς, ὃς οὐκ |
| book 370a.2 | οἴεται δεῖν ἐν ἅπασι πάντων ὑπερέχειν. ἅμα δὲ καὶ πλέον Ὀδυσσέως |
| book 370a.3 | αὐτὸν θαυμάζει, ὅτι ὁ μὲν εἰσηγήσατο ὡς μενετέον, ὁ δὲ Νέστωρ καὶ τί |
| book 370a.4 | χρὴ πράττειν μένοντας. b(BCE3E4)T |
| book 370b1.1 | ἦ μὰν αὖτ’ ἀγορῇ: τὸν μὲν τὸ πλῆθος, τὸν δὲ ὁ βασι‐ |
| book 370b1.2 | λεὺς ἐπαινεῖ. ἰσοστάσιος οὖν ὁ ἔπαινος. T |
| book 370b2.1 | ἰσοστάσιος δὲ ὁ ἔπαινος, εἰ καὶ τὸν μὲν τὸ πλῆθος, τὸν δὲ |
| book 370b2.2 | αὐτὸς ἐπαινεῖ. b(BCE3E4) |
| book 371.1 | αἲ γάρ, Ζεῦ τε πάτερ 〈καὶ Ἀθηναίη καὶ Ἄπολλον〉: |
| book 371.2 | πάτριοι τοῖς Ἀθηναίοις οἱ θεοί. b(BCE3E4)T |
| book 371.1 | αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη: ἐντεῦθέν τινες |
| book 371.2 | —τὸν ὅρκον φασὶ τῶν Ἀθηναίων. A |
| book 372a.1 | τοιοῦτοι δέκα μοι συμφράδμονες: εἰ πάντες †φησὶ† |
| book 372a.2 | συμβουλεύσειαν τὰ αὐτὰ τῷ Νέστορι, οὐδὲν ἐκείνου διοίσουσιν· ἀπαρ‐ |
| book 372a.3 | κεῖ οὖν τὸ χρηστὸν τῆς γνώμης ὁ Νέστωρ μόνος εἰσηγούμενος. ἀγνο‐ |
| book 372a.4 | οῦσι δὲ ὅτι οὐ τοὺς ἀλλήλων †μηδὲ ἅμα† διοίσοντας τοῖς λόγοις φη‐ |
| book 372a.5.1 | σίν, ἀλλ’ οἷς ἡ αὐτὴ μέν ἐστιν ἕξις· b(BE3E4)T „πολλῶν δ’ |
| book 372a.5.2 | ἀγρομένων τῷ πείσεαι, ὅς κεν ἀρίστην / βουλὴν βουλεύσει“ (Ι 74—5). |
| book 372a.5.3 | T τάχα δὲ ἐπὶ ταύτην τὴν εὐχὴν κατηνέχθη, ἵνα τῇ ὑπερβολῇ |
| book 372a.5.4 | τῶν τοῦ Νέστορος ἐπαίνων προτρέψῃ τὸ στράτευμα πείθεσθαι ταῖς |
| book 372a.5.5 | παραινέσεσιν αὐτοῦ. b(BE3E4)T |
| book 372b | τοιοῦτοι δέκα μοι: δῆλός ἐστιν ὁ ποιητὴς τῶν σωματι‐ |
| book 372b.1 | κῶν τὰ ψυχικὰ προτιμῶν· ἐνθάδε μὲν γὰρ δέκα Νέστορες †ἀπαρκέσω‐ |
| book 372b.2 | σιν† αὐτῷ πρὸς τὴν ἅλωσιν τῆς Ἰλίου· τοὺς δὲ Αἴαντας ἐπὶ τὸν πό‐ |
| book 372b.3 | λεμον προτρέπων Ἀγαμέμνων φησί· „τοῖος πᾶσι θυμὸς ἐνὶ στήθεσσι |
| book 372b.5.1 | γένοιτο“ (Δ 289). ἐντεῦθεν δὲ ὁ Εὐριπίδης λαβὼν λέγει (fr. 200, |
| book 372b.5.2 | 3—4 N.2)· „†σὺν ὄχλῳ δ’ ἓν† βούλευμα τὰς πολλὰς χέρας / νικᾷ, σὺν |
| book 372b.5.3 | ὄχλῳ δ’ ἀμαθία πλεῖστον κακόν.“ b(BE3E4)T |
| book 373a.1 | τῶ {κε τάχ’}: τὸ τῶ πολλὰ σημαίνει. | ἐπὶ μὲν τοῦ τοιού‐ |
| book 373a.2 | του περισπᾶται καὶ τὸ ι οὐκ ἔχει. Aim |
| book 373b.1 | ἠμύσειε: ἀπὸ τῶν ὀφθαλμῶν, οἳ σὺν τῷ μύειν τοῦ φωτὸς |
| book 373b.2 | στερίσκονται. Aim b (BCE3E4)T ὅθεν „ἑτερόφθαλμον“ ἔσεσθαι |
| book 373b.3 | τὴν Ἑλλάδα ἔφασαν, καὶ „Σικελίας τ’ ἔσαν / ὀφθαλμόσ“ (Pind. Ol. |
| book 373b.4 | 2, 9—10). T |
| book 374.1 | ἁλοῦσά τε περθομένη τε: ἐζήτηται διὰ τί Ὀδυσσέως |
| book 374.2 | —βεβαιότερον γὰρ νίκης φῶς. A |
| book 375.1 | ἀλλά μοι αἰγίοχος: εὐεπίφοροι κατὰ θεῶν οἱ ἀτυχεῖς. b |
| book 375.2 | (BCE3E4)T |
| book 376.1 | ὅς με μετ’ ἀπρήκτους ἔριδας: προμαλάσσει τὸ πλῆθος |
| book 376.2 | τὴν αἰτίαν θεῷ ἀνατιθεὶς καὶ θυμῷ, ὡς μήτις ἐθελοκακοίη αὐτῷ. συγ‐ |
| book 376.3 | γνώμονες δὲ πάντες τοῖς ὁμολογοῦσι τὰ πταίσματα. b(BCE3E4)T |
| book 377a1.1 | 〈μαχεσσάμεθ’:〉 διὰ τοῦ η αἱ Ἀριστάρχου. καὶ ἔστιν |
| book 377a1.2 | ὅμοιον τῷ „μαχήσονται περὶ σεῖο“ (Γ 137). Aim |
| book 377a2.1 | μαχεσ〈σ〉άμεθ’ {εἵνεκα κούρης}: οὕτως „μαχησόμεθ“, |
| book 377a2.2 | ὡς „μαχήσονται περὶ σεῖο“. T |
| book 377-8 | 〈καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχεσσάμεθ’ εἵνεκα |
| book 377-8.1 | κούρης / ἀντιβίοις ἐπέεσσιν, ἐγὼ δ’ ἦρχον χαλεπαίνων:〉 |
| book 377-8.2 | πόρρωθεν ἑαυτῷ τὰς πρὸς Ἀχιλλέα διαλλαγὰς μνηστεύεται, τοὺς |
| book 377-8.3 | ᾠκειωμένους ἐκείνῳ ὑπερχόμενος. b(BCE3E4)Til |
| book 379.1 | εἰ δέ ποτ’ ἔς γε μίαν βουλεύσομεν: καὶ πῶς οὐ παρακα‐ |
| book 379.2 | λεῖ; αἰδεῖται γὰρ χωρὶς ἀνάγκης, καὶ πέποιθε τῷ ὀνείρατι. b(BCE3)T |
| book 380a1.1 | οὐδ’ ἠβαιόν: οἱ μὲν τὸ πλῆρές φασι βαιόν, οἱ δὲ ἠβαι‐ |
| book 380a1.2 | όν. ἔστι δὲ εἰπεῖν ὅτι παρὰ μὲν τῷ ποιητῇ ἀπὸ τοῦ η ποιεῖ τὴν ἀρχὴν |
| book 380a1.3 | ἀεί, „ἐλθόντες δ’ ἠβαιόν“ (ι 462), παρὰ μέντοι τοῖς νεωτέροις δισσὴ ἡ |
| book 380a1.4 | χρῆσις· „βαιὸν ὑπὲρ Ποταμοῖο“ (Arat. Ph. 358), καὶ Καλλίμαχος δὲ |
| book 380a1.5 | (fr. 625)· „ἠβαιὴν οὔτι κατὰ πρόφασιν“. A |
| book 380a2.1 | οὐδ’ ἠβαιόν: ἀεὶ μὲν παρὰ τῷ ποιητῇ ἐν ἑνὶ μέρει λό‐ |
| book 380a2.2 | γου. ἔνθεν καὶ Καλλίμαχος· „ἠβαιὴν οὔτι κατὰ πρόφασιν“. b(BCE3) |
| book 380a2.3 | T |
| book 381a.1 | δεῖπνον: τὸ ἑωθινὸν ἄριστον, ὃ δι’ ἀνάγκην πρὸ τοῦ |
| book 381a.2 | δέοντος ποιοῦνται. δόρπον δὲ τὸ ἑσπερινόν, A b (BCE3E4) δό‐ |
| book 381a.3 | ροπόν τι ὄν, τὸ μετὰ τὴν παῦσιν τῶν δοράτων διδόμενον. τὸ δὲ |
| book 381a.4 | δεῖπνον ἔσθ’ ὅτε πᾶσαν τροφήν. A b (BCE3) Αἰσχύλος (fr. 182, |
| book 381a.5.1 | 3 N.2 = 304 c M. = 182,3 R.) δὲ κακῶς· „ἄριστα, δεῖπνα δόρπα θ’ αἱρεῖσθαι |
| book 381a.5.2 | τρίτα“. A b (BE3) τρισὶ δὲ οὐδέποτε οὔτε μνηστῆρες οὔτε μὴν |
| book 381a.5.3 | Κύκλωψ ἐχρῶντο τροφαῖς. b(BE3E4) |
| book 381b | {νῦν δ’ ἔρχεσθ’ ἐπὶ} δεῖπνον: τρισὶ τροφαῖς ἐχρῶντο οἱ |
| book 381b.1 | παλαιοί. καὶ τὴν μὲν πρώτην ἐκάλουν ἄριστον, ἣν ἐλάμβανον πρωΐας |
| book 381b.2 | σχεδὸν ἔτι σκοτίας οὔσης· καὶ ὠνόμασται ἄριστον ἢ παρὰ τὸ λαμβά‐ |
| book 381b.3 | νειν αὐτὸ πρὶν εἰς ἀριστείαν προέρχεσθαι, ἢ ἀπὸ τοῦ προφέρεσθαι |
| book 381b.5.1 | ταύτην πρώτην τροφήν, παρὰ τὸ ἄειρε, „μή μοι οἶνον ἄειρε“ (Ζ 264). |
| book 381b.5.2 | τὴν δὲ δευτέραν δεῖπνον, τὸ καθ’ ἡμᾶς ἄριστον· καὶ ἔστι κατὰ τὸ |
| book 381b.5.3 | ἔτυμον δεῖπνον, μεθ’ ὃ δεῖ πονεῖν· λαβόντες γὰρ ταύτην τὴν τροφὴν |
| book 381b.5.4 | πάλιν περὶ τὰ πολεμικὰ ἔργα ἐπόνουν. τὸ δὲ τρίτον δόρπον, τὸ καθ’ |
| book 381b.5.5 | ἡμᾶς δεῖπνον· καὶ ἔστι κατὰ τὸ ἔτυμον ἰαύερπον, ὅταν εἰς τὸ ἰαύειν |
| book 381b.10.1 | πορευώμεθα, ὅ ἐστι κοιμᾶσθαι, ἢ παρὰ τὸ παῦσιν ἔχειν τοῦ δόρα‐ |
| book 381b.10.2 | τος. T |
| book 381c.1 | ἵνα ξυνάγωμεν Ἄρηα: ἰδὼν ὁ Ἀγαμέμνων τοὺς |
| book 381c.2 | Ἀχαιοὺς καὶ τὸν Ὀδυσσέα ἐπαινέσαντας καὶ τὴν Νέστορος ἐπιτίμη‐ |
| book 381c.3 | σιν πρᾴως ἐνεγκόντας τρέπεται ἐπὶ τὸ προστάσσειν. b(BE3)T |
| book 382a.1 | εὖ μέν τις δόρυ 〈θηξάσθω, εὖ δ’ ἀσπίδα θέσθω〉: |
| book 382a.2 | κινητικὰ τοῦ μέλλοντος ἔσεσθαι πολέμου ταῦτα, καὶ τὴν πολεμικὴν |
| book 382a.3 | παρασκευὴν διδάσκοντα τὸν ἀκροατήν· οἶδε γὰρ καὶ ταῦτα αἴτια |
| book 382a.4 | εἶναι τῆς ἥττης· „οὐδὲ διαπρὸ δυνήσατο“ (Ν 607), „τῇ ὅ γ’ ἐνὶ βλα‐ |
| book 382a.5.1 | φθεὶς πέσεν ὕπτιοσ“ (Ο 647). δεῖ οὖν μὴ τὴν αἰτίαν ἐξ ἡμῶν εἶναι τοῦ |
| book 382a.5.2 | κακοῦ. b(BCE3)T |
| book 382b.1 | εὖ μέν τις δόρυ〈—θέσθω〉: δύο συνέπλεξε σχή‐ |
| book 382b.2 | ματα, ὁμοιοτέλευτον καὶ ἐπαναφοράν, ἐπανιὼν μὲν εἰς τὴν αὐτὴν |
| book 382b.3 | λέξιν, καταλήγων δὲ εἰς τὸ ὁμοιοτελὲς τῶν ῥημάτων. A b (BCE3)T |
| book 382c.1 | εὖ δ’ ἀσπίδα θέσθω: ὁ τρόπος ἐπαναφορικός, ὡς τὸ |
| book 382c.2 | „εὖ μὲν Μυρμιδόνας φάς’ ἐλθέμεν, εὖ δὲ Φιλοκτήτην“ (γ 188. 190), |
| book 382c.3 | „κλαῖε μὲν Ἀργείη Ἑλένη, κλαῖε δὲ Τηλέμαχοσ“ (δ 184. 185). b(BE3) |
| book 382c.4 | T |
| book 382d | 〈θέσθω:〉 ἀντὶ τοῦ περιθέσθω. b(BCE3)Til |
| book 384.1 | 〈ἅρματος ἀμφὶς ἰδών:〉 περιβλεψάμενος τὸ ἅρμα. Til |
| book 384.2 | τοῦτο δὲ καὶ ὁ †Θουκυδίδης† ἐν Πολιτείαις φησὶ τὸ ὅπλισμα. b(BCE3) |
| book 385a.1 | ὥς κε πανημέριοι στυγερῷ κρινώμεθ’ Ἄρηϊ: |
| book 385a.2 | ἀβέλτερος, †φησίν†, Ἀγαμέμνων μὴ συνορῶν ὅτι ἐν πολέμῳ οὐκ ἐπὶ |
| book 385a.3 | τοῖς μαχομένοις κεῖται τὸ τοῦ πολέμου τέλος, ἀλλ’ ὡς ἂν τύχῃ. |
| book 385a.4 | ἀγνοοῦσι δὲ ὅτι καλόν ἐστι δυσχερῆ ἐλπίζειν, ἵνα ὡς ἐπὶ πλείονι |
| book 385a.5.1 | πόνῳ προθυμότερον παρασκευασθῶσιν· ἢ γὰρ ἀποβάντων ἧττον |
| book 385a.5.2 | ἠχθέσθημεν ἢ μὴ τελεσθέντων ὑπεράγαν ἐχάρημεν. b(BCE3)T |
| book 385a.5.3 | καὶ Ἀττικοὶ δὲ „ἥκειν ἔχοντας σιτί’ 〈ἡμερῶν τριῶν〉“ (Ar. Pax 312) |
| book 385a.5.4 | βοῶσιν. T |
| book 385b.1 | {ὥς κε} πανημέριοι: ὅτι προεληλυθυίας λέγει τῆς ἡμέρας |
| book 385b.2 | ἤδη τὸ πανημέριοι ἐπὶ τοῦ ἀπολείποντος αὐτῆς μέρους, καὶ οὐ πάν‐ |
| book 385b.3 | τως τὸ ἀπ’ ἀνατολῆς μέχρι δύσεως λέγει „πρόπαν ἦμαρ“ (Α 601. Τ 162 al.). A |
| book 385b | κρινώμεθ’ Ἄρηϊ: τούτῳ τῷ ὀνόματι τετραχῶς κέχρηται |
| book 385b.5 | —ὀϊζυροῖσι βροτοῖσιν (Ν 569). A |
| book 388a | 〈τελαμών:〉 ὅτι ἐκ τελαμώνων ἀνῆπτον τὰς ἀσπίδας. Aim |
| book 388b.1 | ἱδρώσει μέν τευ 〈τελαμών〉: ὅτι οὔπω πόρπακες, ἀλλὰ |
| book 388b.2 | τελαμῶνες ἦσαν. εἴρηται δὲ τελαμὼν παρὰ τὸ τέταμαι. | ἱδρῶτα μὲν |
| book 388b.3 | καὶ πόνον προβάλλεται, κίνδυνον δὲ οὐδαμοῦ. b(BCE3)T πρὸς |
| book 388b.4 | ἕκαστον δὲ τῶν προτραπέντων αἰτίαν ἐπάγει. b(BE3)T | τὸ δὲ |
| book 388b.5 | ἱδρώσει ὑγρανθήσεται ὑπὸ τοῦ ἱδρῶτος τοῦ πολεμοῦντος. b(B) T |
| book 388b | τελαμών: ὁ ἀναφορεὺς—τοῦ ξίφους. A |
| book 389a | ἀσπίδος ἀμφιβρότης: ὅτι περιφερεῖς καὶ ἀνδρομήκεις αἱ |
| book 389a | ἀσπίδες. A |
| book 389b.1 | ἀμφιβρότης: ἐν τῇ συνθέσει προσλαμβάνει τὸ μ ὡς κε‐ |
| book 389b.2 | χρεωστημένον τὸ βροτός, A b (BCE3) ὡς τὸ ἄμβροτος καὶ τὰ |
| book 389b.3 | ὅμοια. b(BE3) τοῦτο δὲ οὐχ οὕτως. A b (BE3) ἴσως δὲ διὰ τὸ |
| book 389b.4 | †προεῖναι. b(BCE3) |
| book 391-3.1 | ὃν δέκ’ ἐγών〈—οἰωνούσ〉: εὐτόνως κατέστρεψε |
| book 391-3.2 | τὸν λόγον· οὐ γὰρ τῆς πειθοῦς μόνης, ἀλλὰ καὶ ἀπειλῆς προσδεῖ τῷ |
| book 391-3.3 | πλήθει. b(BCE3)T πρῶτος δὲ τὸν κατὰ τῶν λειποτακτῶν συν‐ |
| book 391-3.4 | εῖδε θάνατον· καὶ ὁ Ἕκτωρ „ἀλλὰ κύνες ἐρύουσιν“ (Ο 351). τοῦτο |
| book 391-3.5.1 | δέ, ὅπως τὸν εὐκλεᾶ ἀντὶ τοῦ δυσκλεοῦς καὶ τὸν ἄδηλον ἀντὶ τοῦ |
| book 391-3.5.2 | προδήλου θάνατον ἕλωνται. b(BE3)T |
| book 392-3.1 | 〈οὔ οἱ ἔπειτα / ἄρκιον ἐσσεῖται φυγέειν:〉 ἐπαρ‐ |
| book 392-3.2 | κοῦν αὐτῷ οὐκ ἔσται πρὸς τὸ φυγεῖν. b(BCE3)Til |
| book 393a.1 | {ἄρκιον} ἐσσεῖται: προπερισπαστέον τὸ ἐσσεῖται· οὐ |
| book 393a.2 | γὰρ 〈προ〉παροξυντέον, ὥς τινες, ἐπεὶ Δώριον· ἤδη γὰρ πολλὴ χρῆ‐ |
| book 393a.3 | σις τῶν τοιούτων παρὰ Ἀττικοῖς. A |
| book 393b.1 | 〈ἐσσεῖται:〉 τὸ δὲ ἐσσεῖται Ἀττικόν ἐστιν, ἔσσεται |
| book 393b.2 | ἐσσεῖται ἔσται. b(BCE3) |
| book 393b.1 | ἄρκιον ἐσσεῖται φυγέειν: ὁ λόγος, τῷ θέλοντι φυγεῖν |
| book 393b.2 | —διασπασθῆναι. A |
| book 395a1.1 | ἀκτῇ ἐφ’ ὑψηλῇ〈—ἐλθών〉: ἐξηγεῖται αὐτὸ διὰ τοῦ „ἔνθα νότος |
| book 395a1.2 | μέγα κῦμα“ (γ 295) †ἄγων σκαιὸν χαλεπώτατον τὸ κῦμα τὸ |
| book 395a1.3 | μετεώρῳ ἐπιφερόμενον αἰγιαλῷ. T |
| book 395a2.1 | ἐξηγεῖται διὰ τούτου ὅτι ὁ νότος ὅπῃ πνεῖ, τὸ κῦμα μᾶλλον |
| book 395a2.2 | οἰδεῖ τῶν ἄλλων· καὶ ὅτι σκαιὸν ἐκεῖνο τὸ κῦμα καὶ χαλεπώτατον τῷ |
| book 395a2 | μετεώρῳ αἰγιαλῷ προσρησσόμενον. b(BCE3E4) |
| book 396 | 〈σκοπέλῳ:〉 ἀφ’ οὗ ἐστιν ἅλις σκοπεῖν. Til |
| book 397a.1 | γένωνται: ὅτι οὐ γραπτέον, ὥς τινες, „γένηται“· Ὁμη‐ |
| book 397a.2 | ρικώτερον γὰρ οὕτως λέγειν, γένωνται τὰ κύματα, ὡς „σπάρτα λέ‐ |
| book 397a.3 | λυνται“ (Β 135). A |
| book 397a | γένωνται: οὕτως γένωνται αἱ Ἀριστάρχου. τούτῳ δὲ |
| book 397a.5.1 | καὶ ὁ ἐκ τῶν ὑπομνημάτων λόγος ὑπόκειται ἔχων τῇδε· „ἐπὶ τῶν |
| book 397a.5.2 | κυμάτων λέγει τὸ γένωνται. τῷ τοιούτῳ πλεονάκις κέχρηται, ὥστε |
| book 397a.5.3 | καὶ ἐπὶ τῶν οὐδετέρων τὰ πληθυντικὰ παραλαμβάνει.“ μεταποιοῦσι |
| book 397a.5.4 | δέ τινες „γένηται“, οὐκ ὀρθῶς. ταῦτα ὁ Δίδυμος (p. 113 Schm.) A |
| book 397a | γένωνται: γένωνται οἱ ἄνεμοι. | οἱ δὲ ἀήθεις μετα‐ |
| book 397a.10 | γράφουσι „γένηται“. b(BCE3)T |
| book 398a.1 | ἀνστάντες: διὰ τοῦ ν· τὸ γὰρ πλῆρές ἐστιν ἀναστάντες. |
| book 398a.2 | T |
| book 398b | 〈ὀρέοντο:〉 ὥρμων. Til |
| book 399 | 〈κάπνισσαν:〉 πῦρ ἀνῆψαν. Til |
| book 400.1 | ἄλλος δ’ ἄλλῳ ἔρεζε: δείκνυσιν ὡς πολύκλητοι ἦσαν· ἕκα‐ |
| book 400.2 | στος γὰρ τοῖς πατρίοις θύει· τὸ γὰρ θεῖον φύσει μὲν ἕν, θέσει δὲ πολύ. |
| book 400.3 | Ἑλληνικὸν δὲ τὸ ἔχειν εἰς θεοὺς τὴν ἐλπίδα. b(BE3E4)T |
| book 401a1.1 | εὐχόμενος θάνατόν τε φυγεῖν: ἤρκει γὰρ αὐτοῖς μό‐ |
| book 401a1.2 | νον τὸ ζῆν, τῷ δὲ βασιλεῖ τὸ εὐκλεῶς ζῆν· διὸ ἐκεῖνος πρεπόντως εὔχε‐ |
| book 401a1.3 | ται „καταπρηνὲς βαλέειν Πριάμοιο μέλαθρον / αἰθαλόεν“ (Β 414—5). T |
| book 401a2.1 | ἀλλ’ οἱ μὲν ηὔχοντο μόνον τὸ ζῆν (ἤρκει γὰρ αὐτοῖς), ὁ δὲ |
| book 401a2.2 | βασιλεὺς τὸ εὐκλεῶς ζῆν· διὸ ἐκεῖνος πρεπόντως εὔχεται „καταπρηνὲς |
| book 401a2 | βαλέειν Πριάμοιο μέλαθρον / αἰθαλόεν.“ b(BE3E4) |
| book 402.1 | αὐτὰρ ὁ βοῦν: ἐπὶ μὲν τῶν ἄλλων τὴν θυσίαν ἐπὶ κεφα‐ |
| book 402.2 | λαίου λέγων, πῶς καὶ τίνι ἔθυον οὐ λέγει· ἐπὶ δὲ τοῦ βασιλέως ἅπαντα |
| book 402.3 | ἀκριβῶς διέξεισι. καλῶς δὲ ὁ βασιλεὺς βασιλεῖ θύει, καὶ τῷ τελειοτάτῳ |
| book 402.4 | τῶν θεῶν τὸ μέγιστον τῶν ζῴων. b(BCE3)T πρόσθες δὲ ὅτι καὶ |
| book 402.5 | τὸν ὄνειρον αὐτὸς ἦν ὁ πέμψας. T |
| book 403a.1 | πίονα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι: οἰκεῖα |
| book 403a.2 | ταῦτα τῷ τελείῳ Διΐ. T |
| book 403b | 〈πενταέτηρον:〉 τότε γὰρ ἀκμάζει. Til |
| book 404-7.1 | κίκλησκεν δὲ γέροντασ〈—Διῒ μῆτιν ἀτάλαν‐ |
| book 404-7.2 | τον〉: αἱ κατὰ τὰ τέλη τῶν τεσσάρων στίχων στιγμαὶ ἐν αἰτήματι· ὁ |
| book 404-7.3 | γὰρ λόγος συνάπτει καὶ τοὺς ἑξῆς ἕως τοῦ ἀτάλαντον (407)· κοινὸν |
| book 404-7.4 | γὰρ αὐτοτελὲς ῥῆμα τὸ κίκλησκεν (404) κατὰ πάντων, τὸ δὲ πρέπον |
| book 404-7.5 | διΐστησι. A b (BCE3) |
| book 404.1 | κίκλησκεν δὲ γέροντας: κοινωνικὸν τὸ συνθύειν τοῖς |
| book 404.2 | ἀρίστοις b(BCE3E4)T καὶ βασιλεῖ ἁρμόδιον. b(BCE3E4) |
| book 405-9.1 | Νέστορα μὲν πρώτιστα〈—ὡς ἐπονεῖτο〉: |
| book 405-9.2 | ἄριστα τῇ τάξει ὁ πρεσβύτερος καὶ σύμβουλος πρῶτος καλεῖται· δεύ‐ |
| book 405-9.3 | τερος Ἰδομενεύς, καὶ οὗτος δὲ καθ’ ἡλικίαν καὶ ὅτι τῶν Ἀτρειδῶν γέ‐ |
| book 405-9.4 | νους· τρίτος Αἴας, ὅτι ἄριστος ἦν τῶν Ἑλλήνων μετ’ Ἀχιλλέα, καὶ ὁ |
| book 405-9.5.1 | Λοκρὸς σὺν αὐτῷ, ὅτι „ἶσον θυμὸν †ἔχοντες†“ (Ν 704)· πέμπτος Διο‐ |
| book 405-9.5.2 | μήδης, τῷ Αἴαντι †δευτερῶν† κατ’ ἀλκήν· ἕκτος Ὀδυσσεύς, οὐχ ὡς |
| book 405-9.5.3 | τῶν προειρημένων ἥττων—πῶς γὰρ ὁ „βουλάς τ’ ἐξάρχων ἀγα‐ |
| book 405-9.5.4 | θὰς πόλεμόν τε κορύσσων“ (Β 273); —, ἀλλ’ ὡς μᾶλλον αὐτὸν φιλῶν |
| book 405-9 | παρεῖδεν ὁ Ἀγαμέμνων· τὸν γὰρ ἀδελφὸν οὐδὲ ἐκάλεσεν, ἀλλ’ αὐτό‐ |
| book 405-9.10.1 | ματος ἦλθεν· b(BCE3E4)T ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεόν, |
| book 405-9.10.2 | ὡς ἐπονεῖτο (409). ἅμα δὲ διδάσκει συμπεριφέρεσθαι ταῖς τῶν ἀδελ‐ |
| book 405-9.10.3 | φῶν ἀσχολίαις. b(BE3E4)T |
| book 407.1 | 〈ἕκτον δ’ αὖτ’ Ὀδυσσῆα, Διῒ μῆτιν ἀτάλαντον:〉 |
| book 407.2 | ἴσως ἔσχατον ἐᾷ τὸν Ὀδυσσέα, b(BCE3)T ὅπως ὑψώσῃ τοῖς |
| book 407.3 | ἐγκωμίοις. ἄμεινον δὲ λέγειν ὅτι τὰ δύο ἄκρα τοῖς σοφωτάτοις ἀπένειμε, |
| book 407.4 | Νέστορι καὶ Ὀδυσσεῖ. b(BCE3E4)T |
| book 408a1.1 | αὐτόματος δέ οἱ ἦλθε: ἀπαλ〈λ〉άσσει τὸν ἀδελφὸν τῆς |
| book 408a1.2 | περὶ ἑαυτὸν σπουδῆς· ᾔδει γὰρ αὐτὸν ἠσχολημένον. T |
| book 408a2.1 | καὶ ἵνα μὴ δόξῃ ἐπιλελῆσθαι αὐτοῦ ὁ ἀδελφός, αὐτόματος |
| book 408a2.2 | ἔρχεται ἀπαλλάσσων αὐτὸν ὡς πονούμενον τοῦ ἐγκλήματος. b |
| book 408a2.3 | (BE3E4) |
| book 408b.1 | βοὴν ἀγαθός: τί δήποτε τοὺς ἀνδρείους βοὴν ἀγαθοὺς |
| book 408b.2 | ἀποκαλεῖ, νῦν μὲν τὸν Μενέλαον, ἀλλαχοῦ δὲ (sc. Β 563. Ε 114) τὸν |
| book 408b.3 | Διομήδην, b(BCE3E4)T πῇ δὲ „βοὴν ἀγαθὸς βάλεν Αἴασ“ (Ο |
| book 408b.4 | 249) καὶ „Ἕκτορα δ’ ἐφράσσα〈ν〉το βοὴν ἀγαθόν“ (Ο 671) καὶ ἑτέ‐ |
| book 408b.5.1 | ρους; b(BE3E4)T ῥητέον δὲ ὅτι μήπω σάλπιγγος εὑρεθείσης βοῇ |
| book 408b.5.2 | διῴκουν τὰς τῆς μάχης ἐπιθέσεις καὶ ἀνακλήσεις, ἄλλως τε καὶ σημεῖον |
| book 408b.5.3 | τοῦ θαρσεῖν τὸ βοᾶν· b(BCE3E4)T | ἡ γὰρ δειλία θραύουσα τὸ πνεῦ‐ |
| book 408b.5.4 | μα βραχίστην ἀπεργάζεται τὴν φωνήν. b(BE3E4)T | διὰ τοῦτο |
| book 408b.5.5 | βοῶντας παρεισάγει τοὺς ἥρωας· „σμερδαλέον δ’ ἐβόησεν“ (Θ 92), |
| book 408b.10 | „ἤϋσεν δὲ διαπρύσιον“ (Θ 227). b(BCE3E4)T |
| book 408b | βοὴν ἀγαθός: ἡ γὰρ δειλία—τὴν φωνήν. A |
| book 409 | ᾔδεε γὰρ〈—〉ἀδελφεὸν ὡς ἐπονεῖτο: ὅτι θυσίαν |
| book 409 | ἐπετέλει. T |
| book 412a.1 | Ζεῦ κύδιστε μέγιστε: ὅτι ἔν τισι γέγραπται „Ζεῦ |
| book 412a.2 | πάτερ, Ἴδηθεν μεδέων, 〈κύδιστε μέγιστε〉“ (= Γ 276). οὐχ ἁρμόζει δὲ |
| book 412a.3 | τὸν ἐγχώριον Δία προσκαλεῖσθαι ἐπὶ τῆς πορθήσεως, ἀλλὰ βέλτιον |
| book 412a.4 | κοινοτέραν. A |
| book 412b.1 | Ζεῦ κύδιστε μέγιστε: κύδιστε T ἐν δόξῃ προὔχων, |
| book 412b.2 | μέγιστε δυνάμει προὔχων. b(BE3)T |
| book 413.1 | μὴ πρὶν ἐπ’ ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν: ἀντὶ |
| book 413.2 | τοῦ δύναντος ἡλίου τὸ κνέφας ἐλθεῖν. b(BCE3)T λείπει δὲ τὸ δός. |
| book 413.3 | b(BCE3E4)T οἰκεία δὲ ἡ περίφρασις τοῖς ἐκτενῶς εὐχομένοις· ἐν‐ |
| book 413.4 | διατρίβομεν γὰρ ὡς οὐ διδάξοντες τἀληθῆ τὸ θεῖον. b(BCE3)T |
| book 414a.1 | πρίν με καταπρηνὲς βαλέειν: ἄπληστος ἡ ὄρεξις τοῦ |
| book 414a.2 | πρὸ τῆς τῶν φίλων σωτηρίας τὴν καταστροφὴν εὐχομένου· διὸ ἀνα‐ |
| book 414a.3 | νεύει ὁ Ζεύς. b(BCE3E4)T |
| book 414b.1 | 〈κατὰ πρηνὲς βαλέειν:〉 ἔμφασιν ἔχει ἡ ἀπὸ τῶν ἐμ‐ |
| book 414b.2 | ψύχων μεταφορά. b(BCE3E4)T |
| book 415a.1 | αἰθαλόεν: κατὰ πρόληψιν τὸ αἰθαλωθησόμενον, ἢ τὸ |
| book 415a.2 | διαφανές. μικροῖς δὲ λόγοις μεγάλα αἰτεῖ· ἀντὶ γὰρ Ἰλίου οἰκίαν |
| book 415a.3 | μίαν πρῆσαι. ὁ δὲ θυμὸς ἄκρως διὰ τῶν προσώπων παρίσταται Πριά‐ |
| book 415a.4 | μου (cf. Β 414) καὶ Ἕκτορος (cf. Β 416). b(BCE3E4)T |
| book 415b.1 | {αἰθαλόεν} πρῆσαι {δὲ}: ἐν ταῖς πλείσταις διὰ τοῦ λ· καὶ αἱ |
| book 415b.2 | Ἀριστάρχου. δύναιτο δ’ ἂν καὶ διὰ τοῦ πρῆσαι ταὐτὸν δηλοῦσθαι, |
| book 415b.3 | ὡς ἐκεῖ „ἐν δ’ ἄνεμος πρῆσεν μέσον ἱστίον“ (Α 481). A |
| book 416 | Ἑκτόρεον δὲ χιτῶνα: προσυνίστησιν ἡμῖν καὶ νῦν τὸν |
| book 416 | Ἕκτορα. b(BCE3)T |
| book 417a.1 | χαλκῷ ῥωγαλέον: ὅτι οὕτως εἴρηκεν ἀντὶ τοῦ χαλκῷ ῥη‐ |
| book 417a.2 | γέντα, καὶ ἐκ παρεπομένου †ἐν μέρει† τὸ ἀνελεῖν. A |
| book 417b1.1 | χαλκῷ ῥωγαλέον: τῷ σιδήρῳ διακοφθησόμενον· | ἢ παρὰ |
| book 417b1.2 | τὸ ῥήσσω, ἐξ οὗ καὶ τὸ κατερρωγότα ἱμάτια. T |
| book 417b2 | διερρωγότα, b(BCE3) παρὰ τὸ ῥήσσω. b(BCE3E4) |
| book 418.1 | ὀδὰξ λαζοίατο: δάκω δάξω δάξ ὀδάξ. τοῦτο δὲ συμβαίνει |
| book 418.2 | τοῖς ὀδυνωμένοις. b(BCE3)T |
| book 419.1 | οὐδ’ ἄρα πώ οἱ ἐπεκραίαινε: διὰ τοῦ πώ ἐλπίδα ὑπολείπει |
| book 419.2 | τῆς εὐχῆς. ἐπὶ δὲ Θεανοῦς „ἀνένευε δέ“ (Ζ 311). b(BCE3)T |
| book 420a1.1 | ἀλλ’ ὅ γε δέκτο μὲν ἱρά, πόνον δ’ ἀλίαστον 〈ὄφελ‐ |
| book 420a1.2 | λεν〉: τούτῳ καὶ λέξις ὑπόκειται διὰ τοῦ Β τῶν ὑπομνημάτων, καὶ |
| book 420a1.3 | ἔστιν ἐμφατικωτέρα. οὐ χεῖρον δ’ ἂν εἴη τὴν ἐκλογὴν ἐκθεῖναι· „ἀλλ’ |
| book 420a1.4 | ὅ γε δέκτο μὲν ἱρά, πόνον δ’ ἀλίαστον ὄφελλεν, οἷον αἴσια ἐσή‐ |
| book 420a1.5.1 | μαινε〈ν〉 ὥστε λέγειν τοὺς μάντεις ὅτι δέδεκται, τοιοῦτον μέντοι πόνον |
| book 420a1.5.2 | αὐτὸς ηὖξεν, ὃν οὐκ ἂν †ἐκκλίνειεν†· γελοῖον γὰρ ἂν ἦν, εἰ μὴ ἐποίει |
| book 420a1.5.3 | τοῦτο.“ A |
| book 420a2.1 | ἀλλ’ ὅ γε δέκτο μὲν ἱρά: ὡς τῶν μάντεων λεγόντων ὡς |
| book 420a2.2 | δέδεκται τὴν θυσίαν. καὶ δώσει τὸ πέρας, οὐκ ἀκονιτὶ δέ. T |
| book 420b | πόνον δ’ ἀμέγαρτον: ἄφθονον, πολύν. T |
| book 422 | αὖ ἔρυσαν: ὅτι τὸ αὖ ἔρυσαν ἀντὶ τοῦ εἰς τοὐπίσω ἀνέκλα‐ |
| book 422 | σαν, ὃ ποιοῦσιν οἱ σφάζοντες. A |
| book 424.1 | ὠμοθέτησαν: πρὸς τὸ ὠμοθέτησαν ὅτι ἐστὶν ἀπὸ τῶν |
| book 424.2 | μελῶν τῶν ὠμῶν ἀπάρξασθαι καὶ εἰς τὸν ἐπίπλουν ἐνθέντας ἱερεῦσαι. A |
| book 427a.1 | {αὐτὰρ ἐπεὶ κατὰ} μῆρ’ ἐκάη: Πτολεμαῖος (p. 42 B.) ἀπὸ |
| book 427a.2 | τοῦ κ τὴν ἀρχὴν ποιεῖται, „μῆρε“ παραλαμβάνων, εἶτα „κάη“, ἵνα, |
| book 427a.3 | φησίν, Ἰωνικώτερον γένηται. τοῦτο δὲ οὐ συνεκτικόν, ὥσπερ εἶπον |
| book 427a.4 | ἐντελῶς, ὁπότε διέλαβον ἐπὶ τοῦ „ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί’ |
| book 427a.5 | ἔκηα“ (Α 40), εἴ γε ἤδη οἶδε καὶ τὰ μῆρα· „μῆρα δὲ κείαντεσ“ (ν 26). A |
| book 427b | 〈ἐπάσαντο:〉 Ἀρίσταρχος Ἰακῶς „πάσαντο“. Aim |
| book 435a1.1 | μηκέτι νῦν δήθ’ αὖθι λεγώμεθα: οὕτως αἱ Ἀριστάρχου. |
| book 435a1.2 | λέξεις ἐκ τοῦ Β τῆς Ἰλιάδος· „δηθά πολὺν χρόνον, αὖθι αὐτοῦ, λε‐ |
| book 435a1.3 | γώμεθα συναθροιζώμεθα.“ ὁ δὲ λόγος τοιοῦτος· μηκέτι νῦν ἐπὶ πολὺν |
| book 435a1.4 | χρόνον αὐτοῦ συνηθροισμένοι μένωμεν. Ζηνόδοτος δὲ ποιεῖ ‘μηκέτι |
| book 435a1.5.1 | †νῦν† ταῦτα λεγώμεθα‘. Καλλίστρατος δὲ ἐν τῷ πρώτῳ Περὶ Ἰλιάδος |
| book 435a1.5.2 | οὕτως προφέρεται „μηκέτι δὴ νῦν αὖθι λεγώμεθα“· καὶ ἔστιν εὐφρα‐ |
| book 435a1.5.3 | δὴς μᾶλλον, ἀλλ’ οὐκ Ἀριστάρχειος. ταῦτα ὁ Δίδυμος (p. 113 |
| book 435a1.5.4 | Schm.). A |
| book 435a2.1 | μηκέτι νῦν δήθ’ αὖθι λεγώμεθα: αἱ μὲν Ἀριστάρχου |
| book 435a2.2 | μη〈κέ〉τι νῦν δῆθ’ αὖθι λεγώμεθα, ἡ δὲ Ζηνοδότου „μηκέτι †νῦν† |
| book 435a2.3 | ταῦτα“, τινὲς δὲ „δὴ αὖθι“ χωρὶς τοῦ θ, Καλλίστρατος δὲ „μηκέτι δὴ |
| book 435a2.4 | νῦν b(BCE3)T αὖθι λεγώμεθα“. T |
| book 435b.1 | μηκέτι νῦν δήθ’ 〈αὖθι λεγώμεθα〉: ὅτι Ζηνόδοτος γράφει |
| book 435b.2 | „〈***〉 ταῦτα λεγώμεθα.“ ὁ δὲ Ὅμηρος εἴωθε λέγειν, ὅταν πολλὰ |
| book 435b.3 | προειρημένα ᾖ, ὡς ἐπ’ Αἰνείου καὶ Ἀχιλλέως· „ἀλλ’ ἄγε μηκέτι ταῦτα |
| book 435b.4 | λεγώμεθα“ (Υ 244). A |
| book 435c1 | λεγώμεθα: ἠθροισμένοι ὦμεν. b(BCE3)T |
| book 435c2 | ἀντὶ τοῦ ἀναλεγώμεθα. Aim |
| book 435-6.1 | μηδ’ ἔτι δηρόν / ἀμβαλλώμεθα ἔργον: στρατηγικὴ |
| book 435-6.2 | ἡ παραγγελία χρόνου †μὴ† φείδεσθαι· A b (BCE3)T οὔτε γὰρ |
| book 435-6.3 | παρελθόντα ἀνακαλεῖσθαι οὔτε αἰτήσαντες λαβεῖν αὐτὸν δυνάμεθα. |
| book 435-6.4 | AT ἐρωτηθεὶς γοῦν Ἀλέξανδρος, πῶς τῆς Ἑλλάδος ἐκράτησε, |
| book 435-6.5 | „μηδὲν ἀναβαλλόμενοσ“ εἶπεν. A b (BCE3)T |
| book 436a.1 | {ὃ δὴ θεὸς} ἐγγυαλίξει: διὰ τοῦ ζ τὸ „ἐγγυαλίζει“ αἱ |
| book 436a.2 | Ἀριστάρχειοι, καὶ Ἀπολλώνιος δὲ ὁ Ῥόδιος (fr. 14 M.) ὁμοίως προ‐ |
| book 436a.3 | φέρεται, καὶ ἡ Ἀριστοφάνους. A |
| book 436b.1 | ὃ δὴ θεὸς ἐγγυαλίξει: δώσει τὴν πόρθησιν, ἣν διὰ τοῦ |
| book 436b.2 | ὀνείρου ἐπηγγείλατο. b(BCE3E4)T | αἱ πᾶσαι δὲ διὰ τοῦ ζ εἶχον. T |
| book 437-8.1 | ἀλλ’ ἄγε κήρυκες μὲν〈—κατὰ νῆασ〉: ἀδιάφορον |
| book 437-8.2 | εἴτε ἐπὶ τὸν μέν (437) σύνδεσμον διαστέλλοιμεν, ἵν’ ᾖ Ἀχαιῶν λαόν, |
| book 437-8.3 | εἴτε ἐπὶ τὸ χαλκοχιτώνων (437), ἵν’ ᾖ κήρυκες Ἀχαιῶν (437). A |
| book 438 | 〈ἀγειρόντων:〉 ἀντὶ τοῦ ἀγειρέτωσαν. Aim |
| book 439a.1 | 〈ἀθρόοι:〉 δασύνειν δεῖ καὶ παροξύνειν τὸ ἁθρόοι ἐνθάδε. |
| book 439a.2 | Aint |
| book 439b.1 | ἡμεῖς δ’ ἀθρόοι ὧδε: θαυμαστῶς τὴν τάξιν τοῦ Ἀχιλλέως |
| book 439b.2 | ἀποπληροῖ· τὴν γὰρ στρατηγίαν †πρώτην† εἶχεν. b(BCE3E4)T |
| book 440 | 〈ἐγείρομεν:〉 ἀντὶ τοῦ ἐγείρωμεν. Aim |
| book 444.1 | τοὶ δ’ ἠγείροντο μάλ’ ὦκα: δύο αὐτοῖς τὰ μέγιστα μαρ‐ |
| book 444.2 | τυρεῖ, εὐταξίαν καὶ εὐψυχίαν. b(BCE3E4)T |
| book 446a | 〈κρίνοντες:〉 φυλοκρινοῦντες. Til |
| book 446b.1 | 〈θῦνον κρίνοντες,〉 μετὰ δὲ γλαυκῶπις Ἀθήνη: λείπει |
| book 446b.2 | τὸ ἦν αὐτοτελὲς ῥῆμα· διὸ καὶ στικτέον ἐπὶ τὸ κρίνοντες. εἰ δέ τις |
| book 446b.3 | κοινὸν λαμβάνοι τὸ ἔθυνεν ἀπὸ τοῦ θῦνον, συναπτέον τοῖς ἐπάνω. A |
| book 446c.1 | θῦνον κρίνοντες, μετὰ δὲ γλαυκῶπις Ἀθήνη: ἵνα μὴ |
| book 446c.2 | ἀπιστοῖτο τὸ τάχος, τὴν θεὸν παρέλαβεν, καὶ ὡς ἄξια τῆς θεοῦ μελ‐ |
| book 446c.3 | λόντων αὐτῶν κατορθοῦν. b(BCE3E4)T |
| book 447a | 〈ἐρίτιμον:〉 μεγαλότιμον. Til |
| book 447b.1 | ἀγήραον ἀθανάτην τε: διὰ τοῦ ων „ἀγήρων“ ἡ Ἀρι‐ |
| book 447b.2 | στάρχου, καὶ ἔστι παραπλήσιον τὸ σχῆμα τῷ „ὑμεῖς δ’ ἐστὸν ἀγήρω |
| book 447b.3 | τ’ ἀθανάτω τε“ (Ρ 444). οὕτως καὶ ἡ Ἀριστοφάνειος. A |
| book 447c.1 | ἀγήραον: Ἀρίσταρχος „ἀγήρων“ καὶ †Ἀριστοτέλης†, |
| book 447c.2 | ὡς κἀκεῖ „ὑμεῖς δ’ ἐστὸν ἀγήρω τ’ ἀθανάτω τε“ (Ρ 444). b(BCE3E4)T | ἡ δὲ |
| book 447c.3 | αἰγὶς ὅπλον Διός. T |
| book 448a.1 | τῆς ἑκατὸν θύσανοι: ἀντὶ τοῦ πολλοί· ἢ τῷ ἀριθμῷ |
| book 448a.2 | πίστιν πεπόρισται. b(BCE3E4)T |
| book 448b.1 | θύσανοι: οἱ κροσ〈σ〉οί. | θύσανοι δὲ παρὰ τὸ †αἰθύεσθαι. |
| book 448b.2 | T |
| book 448c | ἠερέθονται: αἰωροῦνται. | παράγωγον δέ ἐστι τοῦ ἀείρω, |
| book 448c.1 | ὡς τοῦ ἀγείρω τὸ „ἠγερέθονται“ (Γ 231). | Ζηνόδοτος δὲ γράφει πα‐ |
| book 448c.2 | ρατατικῶς „ἠερέθοντο“, ὅπερ οὐχ ἁρμόζει ἐπὶ ἀθανάτων. A |
| book 449 | ἑκατόμβοιος: ἑκατὸν βοῶν—βασιλέως πρόσωπον. A |
| book 450a1.1 | παιφάσσουσα: πάντῃ τὰ φάη ἀΐσσουσα. AintT φῶ |
| book 450a1.2 | τὸ φαίνω, ἀναδιπλασιασμὸς παφάσσω, πλεονασμὸς παιφάσσω, οἱονεὶ |
| book 450a1.3 | φανερῶ, ὡς πταίνω παπταίνω, πάσω πάλη παιπάλη. καὶ ἐπὶ Τυδέως |
| book 450a1.4 | μὴ „ἐκπαιφάσσειν“ (Ε 803), φανεροῦν ἑαυτὸν, ἀλλ’ ἐν ἀγγέλου σχή‐ |
| book 450a1.5 | ματι μένειν. T |
| book 450a2.1 | ἀναδιπλασιασμός ἐστι b(BCE3) φάσσω παιφάσσω, |
| book 450a2.2 | οἱονεὶ φανερῶ, ὡς πάσσω πάλη †πασπάλη†. παιφάσσειν δέ ἐστι τὸ |
| book 450a2.3 | φανεροῦν ἑαυτόν, ἀλλ’ ἐν ἀγγέλου σχήματι μένειν. b(BCE3E4) |
| book 450b.1 | λαὸν Ἀχαιῶν: ἑκατέρῳ δύναται προσδίδοσθαι, καὶ λόγον |
| book 450b.2 | ἔχει ἀμφότερα. A |
| book 452a.1 | καρδίῃ ἄλληκτον: ἐπὶ τὸ καρδίῃ βραχὺ διασταλτέον. |
| book 452a.2 | ἔχει δὲ λόγον καὶ ἐπὶ τὸ ἄλληκτον διαστέλλειν, ἵν’ ᾖ „σθένοσ“ (Β 451) |
| book 452a.3 | ἄλληκτον. A |
| book 452b.1 | καρδίῃ ἄληκτον: εἰς τὸ καρδίῃ στικτέον. | τὸ δὲ ἄλη‐ |
| book 452b.2 | κτον ἀντὶ τοῦ ἀλήκτως. b(BCE3)T |
| book 453-4a.1 | τοῖσι δ’ ἄφαρ πόλεμος 〈γλυκίων γένετ’ ἠὲ νέε‐ |
| book 453-4a.2 | σθαι / —γαῖαν〉: ὅτι πρὸ τῆς Ἀγαμέμνονος ἀριστείας (Λ 13—4) |
| book 453-4a.3 | οὐκ ὀρθῶς φέρονται. | διαστολὴ δὲ βραχεῖα ἐπὶ τὸ γένετ’, ἐπεὶ μέρος |
| book 453-4a.4 | ἐστὶ περιόδου 〈***〉. A |
| book 455-4b | τοῖσι δ’ ἄφαρ πόλεμος γλυκίων〈—γαῖαν〉: |
| book 455-4b.1 | νῦν ἄμεινον κεῖνται ἤπερ ἐν τῇ Λ (sc. 13—4): b(BCE3)T πρόσ‐ |
| book 455-4b.2 | φατος γὰρ αὐτοῖς ἡ τοῦ νόστου μνήμη. καὶ ἡ αἰφνίδιος δὲ μετα‐ |
| book 455-4b.3 | βολὴ οὐκ ἄνευ θεῶν· πῶς γάρ; b(BCE3E4)T |
| book 455-6.1 | ἠΰτε πῦρ ἀΐδηλον〈—αὐγή〉: νῦν μάλιστα ἡ |
| book 455-6.2 | δύναμις τοῦ ποιητοῦ, ὅτε καθ’ ἕκαστον πρᾶγμα διαφόρων εἰκόνων |
| book 455-6.3 | εὐπορεῖ. πρώτη δὲ εἰκὼν ἡ ἀπὸ τῆς τῶν ὅπλων λαμπηδόνος. μεγε‐ |
| book 455-6.4 | θύνεται δὲ τῇ ἀσπέτῳ ὕλῃ καὶ τῷ ὄρει, ἔνθα καταιγίδες εἰσί, καὶ τῇ |
| book 455-6.5.1 | κορυφῇ· διὸ θαρρῶν ἐπάγει ἕκαθεν δέ τε φαίνεται αὐγή (456). A b |
| book 455-6.5.2 | (BCE3E4)T | ἀΐδηλον (455) δὲ παρὰ τὸ ἀϊδνόν. T |
| book 457 | ὣς τῶν ἐρχομένων: ὧδε στικτέον. T |
| book 457-8.1 | ἀπὸ χαλκοῦ θεσπεσίοιο / —οὐρανὸν ἷκε· |
| book 457-8.2 | παμφανόωσα (458) τοῦ χαλκοῦ ἡ αἴγλη εἰς οὐρανὸν παρεγίνετο. T |
| book 458.1 | δι’ αἰθέρος: ὅτι καθ’ Ὅμηρον πρῶτος ἀπὸ γῆς ἐστιν ὁ |
| book 458.2 | ἀήρ, εἶτα μετὰ τὰ νέφη αἰθήρ, ὃν καὶ ὁμωνύμως τῷ στερεμνίῳ οὐρανὸν |
| book 458.3 | καλεῖ. A |
| book 460.1 | χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων: μουσικὰ |
| book 460.2 | καὶ ἥμερα καὶ συναγελαστικά. b(BCE3E4)T ὅθεν διδαχθεὶς Ἀρι‐ |
| book 460.3 | στοτέλης (cf. h. an. 1, 1p. 488a 3) τὰ γαμψώνυχα οἰονόμα φησί, τὰ δὲ |
| book 460.4 | τὴν ἐπιδερμίδα ἔχοντα συναγελαστικά. T οἰκείως οὖν ἐπ’ αὐτῶν |
| book 460.5 | καὶ „ἔθνεα“ (Β 459) φησίν. b(BCE3E4)T |
| book 461a.1 | Ἀσίω ἐν λειμῶνι 〈Καϋστρίου ἀμφὶ ῥέεθρα〉: οἱ μὲν |
| book 461a.2 | τῷ ἄσιν ἔχοντι. ἀλλὰ πιστότερον αὐτῷ τὸ κύριον ὄνομα περιτιθέναι, b |
| book 461a.3 | (BCE3)T ὡς τὸ ἀπὸ τοῦ Ἀσίου, ὃς ἦρξε Λυδίας. T ἐν γενικῇ |
| book 461a.4 | οὖν αὐτὸ ἐκληπτέον καὶ χωρὶς τοῦ ἰῶτα, ὡς τὸ „ἐϋμελίω Πριάμοιο“ |
| book 461a.5.1 | (Δ 165), ὡς Ἡρωδιανὸς b(BE3E4)T ἐν τῇ Καθολικῇ (1,408,16) |
| book 461a.5.2 | καὶ Πτολεμαῖος ἐν τῷ Περὶ συναλιφῆς (p. 64 B.). κατὰ δὲ τὰς προχοὰς |
| book 461a.5.3 | πηλώδη τὸν τόπον ὁ Κάϋστρος ἀπεργάζεται. b(BE3)T ὅπου δὲ |
| book 461a.5.4 | ὕδωρ καὶ βοτάνη, ἀφθονία ὀρνίθων. b(BCE3)T |
| book 461b | Ἀσίω ἐν λειμῶνι: Ἰωνικὴ γενικὴ παθοῦσα· τὸ γὰρ |
| book 461b | ὑγιές ἐστιν Ἀσίεω ὡς „Ἀτρείδεω“ (Β 185 al.)· διὸ χωρὶς τοῦ ι. A |
| book 461c.1 | 〈Ἀσίω:〉 Ἄσιος υἱὸς Κότυος καὶ Μυιοῦς, Λυδῶν βασιλεύς, |
| book 461c.2 | ὥς φησι Χριστόδωρος ἐν τοῖς Λυδιακοῖς (FGrHist 283, 1)· „Κότυς |
| book 461c.3 | λευκώλενον ἄλλην / ἤγετο κουριδίην ὁμοδέμνιον, οὔνομα Μυιοῦν· / ἡ |
| book 461c.4 | δ’ Ἄσιον τέκε κοῦρον“. A |
| book 461d | 〈Ἀσίω:〉 ἀπὸ τοῦ Ἀσίου τοῦ Κότυος βασιλέως Λυδίας |
| book 461d.1 | Κάϋστρος υἱὸς Πενθεσιλείας τῆς Ἀμαζόνος, ὃς ἐν Ἀσκάλωνι ἔγημεν |
| book 461d.2 | τὴν Δερκετὼ καὶ ἐξ αὐτῆς ἔσχεν τὴν Σεμίραμιν. | ἡ δὲ Δερκετὼ παρὰ |
| book 461d.3 | Σύροις καλεῖται Ἀταργατῖς. A |
| book 462a1.1 | ἀγαλλόμενα: οὕτως χωρὶς τοῦ ι ἀγαλλόμενα Ἀρί‐ |
| book 462a1.2 | σταρχος, ἵν’ ᾖ τὰ ἔθνη ἀγαλλόμενα. ἔνιοι δὲ προστιθέασι τὸ ι, πρὸς τὸ |
| book 462a1.3 | „ὀρνίθων“ (Β 459) ἀνάγοντες τὸ „ἀγαλλόμεναι“· καὶ λόγου τινὸς |
| book 462a1.4 | ἔχονται. A |
| book 462a2.1 | Ἀρίσταρχος ἀγαλλόμενα, ἵν’ ᾖ πρὸς τὰ ἔθνη. ἀλλ’ |
| book 462a2.2 | οὐδὲ τὸ „ἀγαλλόμεναι“ ἄχαρι. b(BCE3) |
| book 462a3.1 | Ἀρίσταρχος ἀγαλλόμενα, ἵν’ ᾖ πρὸς τὰ ἔθνη. οὐδὲ ἡ |
| book 462a3.2 | ἄλλη δὲ γραφὴ ἄχαρις. T |
| book 462b.1 | 〈ἀγαλλόμεναι:〉 πρὸς τὸ νοητὸν ὑπήντησε τὸ ὄρνιθες |
| book 462b.2 | (cf. Β 459), ὡς τὸ „ἐκίνηθεν δὲ φάλαγγες / ἐλπόμενοι παρὰ ναῦφι“ |
| book 462b.3 | (Π 280—1)· „τῶν δ’ ὥς τ’ ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ“ ἀγαλ‐ |
| book 462b.4 | λόμεναι πτερύγεσσι. b(BCE3)T |
| book 463a.1 | κλαγγηδὸν προκαθιζόντων: ἄλλου πρὸ ἄλλου καθ‐ |
| book 463a.2 | ιπταμένου μετὰ βοῆς. ἢ πρὸ τοῦ καθίσαι βοώντων· κέκραγε γὰρ τὰ |
| book 463a.3 | ὄρνεα ἐπὶ τὴν γῆν καταφερόμενα. καὶ ὧδε μὲν κατέμιξε τὰς γεράνους |
| book 463a.4 | μουσικοῖς ὀρνέοις καὶ εἰς λειμῶνάς φησιν αὐτὰς ἐξιέναι, ἐπὶ δὲ Τρώων |
| book 463a.5 | ἐπὶ φθορᾷ (cf. Γ 6). b(BCE3E4)T |
| book 463b.1 | κλαγγηδὸν προκαθιζόντων, 〈σμαραγεῖ δέ τε λει‐ |
| book 463b.2 | μών〉: ὑποστιγμὴ ἐπὶ τὸ προκαθιζόντων διὰ τὸ „ὥσ“ (Β 459) |
| book 463b.3 | μόριον, καὶ ἐπὶ τὸ λειμών· μακρὰ γὰρ ἡ περίοδος, πέντε ἔπη περιέ‐ |
| book 463b.4 | χουσα. τὸ δὲ ἑξῆς· „ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ“ (Β 459) κλαγ‐ |
| book 463b.5.1 | γηδὸν προκαθιζόντων, „ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμενα |
| book 463b.5.2 | πτερύγεσσι“ (Β 462), σμαραγεῖ δέ τε λειμών. τὰ δὲ ἄλλα (sc. Β |
| book 463b.5.3 | 460—1) διὰ μέσου A b (BCE3E4)T | τὸ δὲ σμαραγεῖ λάμπει· ὅθεν |
| book 463b.5.4 | καὶ σμάραγδος ὁ λαμπρὸς λίθος. A |
| book 463b | προκαθιζόντων: τὰ συναγελαστικὰ—εἴωθε τὰ |
| book 463b.10 | ὑστεροῦντα. A |
| book 463c.1 | σμαραγεῖ δέ τε λειμών: τὸ τραχὺ τῆς ἀπὸ τοῦ σμαρα‐ |
| book 463c.2 | γεῖ ὀνοματοποιΐας τὸ τοῦ λειμῶνος παρέτεινε μέγεθος. b(BCE3E4) |
| book 463c.3 | T | Ἀρίσταρχος οὕτως ἔφη· T „‘σμαραγεῖ 〈δέ〉 τε γαῖα‘ εἰς |
| book 463c.4 | βραχεῖαν τελευτῶσα τὸν ἦχον ἐμείου.“ b(BE3)T |
| book 465-6.1 | αὐτὰρ ὑπὸ χθών / 〈σμερδαλέον κονάβιζε ποδῶν〉: |
| book 465-6.2 | ἡ ὑπό πρὸς τὸ ποδῶν b(BCE3)T ἀποδοτέα. κονάβιζε δὲ |
| book 465-6.3 | ἀντὶ τοῦ ἤχει. b(BCE3) |
| book 467.1 | Σκαμανδρίῳ ἀνθεμόεντι: τὸ τῷ Σκαμάνδρῳ— |
| book 467.2 | καλεῖται δὲ οὗτος καὶ Ξάνθος. A |
| book 467.1 | Σκαμανδρίῳ ἀνθεμόεντι: τῷ πρώην ἄνθη ἔχοντι, b |
| book 467.2 | (BCE3E4)T ὡς „ἐϋμελίω Πριάμοιο“ (Δ 165), „ἥρως Αἰγύπτιοσ“ |
| book 467.5 | (β 15), „ἠϋκόμος Νιόβη“ (Ω 602). T ἐπεὶ πῶς ἠχεῖ, ἢ πῶς ἀνθεῖ |
| book 467 | πατούμενα; b(BE3E4)T |
| book 468 | 〈φύλλα:〉 φύλλα πρὸς τὸ οἰκεῖον τῆς †ἐσθῆτος. Til |
| book 469-72.1 | ἠΰτε μυϊάων〈—Τρώεσσι〉: ἀπ’ ἄλλης ἀρχῆς |
| book 469-72.2 | τὴν παραβολὴν προοιστέον, ἵνα ὑποστίζωμεν ἐπὶ τὸ δεύει (471), τῆς |
| book 469-72.3 | ἀνταποδιδομένης τῷ ἠΰτε (469) λέξεως ἀνακολούθως ἐχούσης, ὡς ἐν |
| book 469-72.4 | τῇ Θ (555—60)· „ὡς δ’ ὅτ’ ἐν οὐρανῷ ἄστρα, τόσσα μεσηγὺ νεῶν“. A |
| book 469a.1 | ἠΰτε μυιάων: πρὸς τὸ ἐπιθυμητικὸν τοῦ αἵματος. ἐπάγει |
| book 469a.2 | γοῦν „τόσσοι ἐπὶ Τρώεσσι 〈κάρη κομόωντες Ἀχαιοί / ἐν πεδίῳ |
| book 469a.3 | ἵσταντο διαρραῖσαι μεμαῶτεσ〉“ (Β 472—3). b(BCE3E4)T |
| book 469b.1 | ἁδινάων: ἁθρόως ἱπταμένων, b(BCE3E4)Til ἢ |
| book 469b.2 | τῶν λεπτῶν μυϊῶν. Til |
| book 470a1.1 | αἵ τε κατὰ σταθμόν: τὴν ἔπαυλιν, καὶ „σταθμὸν ἔχουσα |
| book 470a1.2 | καὶ εἴριον“ (Μ 434) καὶ „σταθμοῖϊν ἑκάτερθε“ (ζ 19). τρία οὖν δηλοῖ ἡ |
| book 470a1.3 | λέξις. τῷ δὲ δυσώδει καὶ τῷ θάλπει τῶν †ἐρίων† αὔξονται αἱ μυῖαι. T |
| book 470a2.1 | σταθμόν νυνὶ τὴν ἔπαυλιν. τρία δὲ δηλοῖ ἡ λέξις, τὸν |
| book 470a2.2 | σταθμόν, τὴν τῆς θύρας παραστάδα καὶ τὸν ἀριθμὸν τοῦ μέτρου. b |
| book 470a2.3 | (BCE3E4) τῷ δὲ δυσώδει καὶ τῷ θάλπει τῶν ἀερίων αὔξονται αἱ |
| book 470a2.4 | μυῖαι. b(BE3E4) |
| book 470b.1 | ἠλάσκουσιν: ἤτοι συνελαύνονται ἢ ἀποπλανῶνται. b |
| book 470b.2 | (BCE3E4) οὐ γὰρ διατέταται τῶν μυιῶν ἡ πτῆσις, ἀλλὰ περὶ τὸν |
| book 470b.3 | αὐτὸν εἰλεῖται τόπον· ὡς πλανώμεναι οὖν εἰσιν. b(BE3E4)T |
| book 471 | 〈ὥρῃ ἐν εἰαρινῇ:〉 κατ’ ἐξοχὴν τῶν ἄλλων ὡρῶν. Aim |
| book 474a.1 | 〈αἰπόλια:〉 αἰπόλιον αἰγῶν πλῆθος, ποίμνιον προβάτων, |
| book 474a.2 | συβόσιον χοίρων, βουκόλιον βοῶν, ἱπποφόρβιον ἵππων. b(BCE3E4) |
| book 474a | τοὺς ὥς τ’ αἰπόλια: αἰπόλιον τὸ—τὸ τῶν ἵππων. A |
| book 474b.1 | αἰπόλια πλατέα: διεσκεδασμέναι γὰρ νέμονται. b |
| book 474b.2 | (BCE3E4)T ἐπὶ δὲ προβάτων „ἁδινά“ φησιν (α 92) καὶ „αἱ μέν τ’ |
| book 474b.3 | ἀγχηστῖναι“ (Ε 141). T |
| book 474b | πλατέα: μεγάλα· ἢ ὅτι—αἱ αἶγες. Aint |
| book 474-5.1 | τοὺς δ’ ὥς τ’ αἰπόλια〈—μιγέωσιν〉: ὅταν αἰ‐ |
| book 474-5.2 | πόλια πολλὰ ἀλλήλοις ἀναμιχθῇ νεμόμενα, ἀπαλλαττόμενοι περὶ τὴν |
| book 474-5.3 | ἑσπέραν οἱ αἰπόλοι ἕκαστος ἐπιλαμβάνεται τράγου, ᾧ τὸ οἰκεῖον ἕπε‐ |
| book 474-5.4 | ται αἰπόλιον. εὐπειθὲς δὲ τὸ Ἑλληνικόν. b(BCE3)T |
| book 476 | 〈τούς:〉 ἐπανείληφε τὸ ἄρθρον. Til |
| book 477.1 | 〈μετὰ δὲ κρείων Ἀγαμέμνων:〉 ἀπὸ κοινοῦ τὸ διεκό‐ |
| book 477.2 | σμει. Til |
| book 478-9a.1 | ὄμματα καὶ κεφαλὴν ἴκελος Διῒ〈—Ποσει‐ |
| book 478-9a.2 | δάωνι〉: γραφεῖς μὲν τὸ ἀληθὲς μεταδιώκουσι, τραγικοὶ δὲ τὸ σεμνό‐ |
| book 478-9a.3 | τερον, κωμικοὶ δὲ τὸ ἔλασσον, ἅπερ ἅπαντα παρὰ τῷ ποιητῇ ἐστι, |
| book 478-9a.4 | κωμῳδία μὲν ὡς ἐπὶ Θερσίτου, γραφικὴ δὲ ὡς ἐπὶ τοῦ „τῷ δ’ ἔχεν |
| book 478-9a.5.1 | Αὐτομέδων, τάμνεν δ’ ἄρα δῖος Ἀχιλλεύσ“ (Ι 209), A b (BCE3E4)T |
| book 478-9a.5.2 | ἐπὶ δὲ τοῦ Ἀγαμέμνονος νῦν A b (BE3E4)T καλλίων τῆς ἀληθι‐ |
| book 478-9a.5.3 | νῆς καὶ μεγαλοπρεπεστέρα ἡ ὄψις ἀναπέπλασται. b(BE3E4)T |
| book 478-9b.1 | ὄμματα καὶ κεφαλὴν〈—Ποσειδάωνι〉: ἱκανὸν |
| book 478-9b.2 | μὲν ἑνὶ θεῷ εἰκάζειν αὐτόν. ὁ δὲ τρεῖς παρέλαβεν, ἑκάστου τὸ διαπρε‐ |
| book 478-9b.1 | πὲς ἐκλεξάμενος, τοῦ βασιλέως μὲν τὸ ἡγεμονικὸν καὶ ἐποπτικόν, ἐν‐ |
| book 478-9b.2 | νοσιγαίου δὲ τὸ ἰσχυρόν, τὸ δὲ κόσμιον τῆς παντευχίας ὅμοιον Ἄρει. |
| book 478-9b.5 | οἱ δὲ τὸ ἀξιωματικόν, τὸ γεραρόν, τὸ πολεμικόν. A b (BCE3E4)T |
| book 478 | 〈ἴκελος Διΐ:〉 τὸ ὅμοιος καὶ—συντάσσεται. Aim |
| book 480.1 | ἠΰτε βοῦς ἀγέληφι: πῶς μετὰ θεοὺς βοῒ παρέβαλε τὸν |
| book 480.2 | Ἀγαμέμνονα; ἔνιοι μὲν οὖν φασιν τοῖς μὴ δυναμένοις τὴν θείαν νοῆσαι |
| book 480.3 | φύσιν ἀπὸ γνωρίμου ζῴου παρέλαβε τὴν εἰκόνα ὡς νοητῆς οὔσης τῆς |
| book 480.4 | προτέρας παραβολῆς καὶ ἐπὶ τὴν αἰσθητὴν καὶ ὁρατὴν ἐλθών. ἔστι δὲ |
| book 480.5.1 | εἰπεῖν ὅτι τὴν πορείαν αὐτοῦ ταύρῳ εἴκασε βαδίζοντι δι’ ἀγέλης, |
| book 480.5.2 | ὅπερ ἐστὶ ζῷον ἡγεμονικώτατον. b(BE3)T τὴν αὐτὴν δὲ ταύτην |
| book 480.5.3 | εἰκόνα Ὀδυσσεῖ προσθεῖναι θέλων τὸ μὲν ὅμοιον ἐφύλαξε, τὸ δὲ μέγεθος |
| book 480.5.4 | ἐμείωσεν, ἀρνειῷ παρεικάσας αὐτόν (cf. Γ 193—7). b(BE3E4)T |
| book 480.5.5 | ἐπειδὴ δὲ ἐν τῇ πρώτῃ μάχῃ οὐ πλεονεκτήσει Ἀγαμέμνων, κατὰ τὴν |
| book 480.10.1 | ἔξοδον αὐτὸν κοσμεῖ· οὐ γὰρ ἔδει εὐτυχεῖν, ἵνα δεηθῇ Ἀχιλλέως. b |
| book 480.10.2 | (BE3)T |
| book 480-1.1 | 〈ἠΰτε βοῦς ἀγέληφι〉 μέγ’ ἔξοχος ἔπλετο πάν‐ |
| book 480-1.2 | των 〈/ ταῦροσ〉: πάντων, T τῶν ἄλλων ταύρων· εἰ μὴ γὰρ |
| book 480-1.3 | ἐπαρθείη, οὐ γίνεται κήλων. ἐπεὶ δὲ τὸ βοῦς (480) καὶ τὸ ἔξοχος |
| book 480-1.4 | (480) κοινὰ τῷ γένει, προσῆψε τὸ ταῦρος (481). b(BCE3E4)T |
| book 482.1 | τοῖον ἄρ’ Ἀτρεΐδην θῆκε Ζεὺς ἤματι κείνῳ: ἐπεὶ ἄπι‐ |
| book 482.2 | στα τὰ τῶν εἰκόνων ὧν προσήρτησεν Ἀγαμέμνονι, πρῶτον μὲν αὐτὰ |
| book 482.3 | τῇ θείᾳ δυνάμει πεπίστωται, ἔπειτα πρὸς μίαν ἡμέραν συμβῆναί |
| book 482 | φησιν. b(BCE3E4)T |
| book 484-93a1.1 | 〈ἔσπετε:〉 ψιλωτέον· ἀπὸ γὰρ τοῦ ἔπω ἐστὶ τοῦ ση‐ |
| book 484-93a1.2 | μαίνοντος τὸ λέγω κατὰ πλεονασμὸν τοῦ ς. | ὁ δὲ λόγος· ἔσπετε νῦν |
| book 484-93a1.3 | μοι, Μοῦσαι, οἵτινες ἡγεμόνες Δαναῶν· ἀρχοὺς γὰρ νηῶν ἐρέω, πλη‐ |
| book 484-93a1.4 | θὺν δ’ οὐκ ἂν ἐγὼ μυθήσομαι, οὐδὲ εἰ δεκαπλασίων ἐμαυτοῦ γένωμαι· |
| book 484-93a1.5.1 | ὑμῶν γάρ ἐστι τὸ ἔργον A T τοῦτο. | γράφεται δὲ καὶ „ἔνσπετε“ |
| book 484-93a1.5.2 | ἀπὸ τοῦ ἐνίσπετε, ἐπεὶ καὶ „ἐνίσπεσ“ (Λ 186) φησίν. T |
| book 484-93a2.1 | τὸ ἔσπετε ἀπὸ τοῦ ἐνίσπετε κατὰ συγκοπήν. καὶ „ἔνι‐ |
| book 484-93a2.2 | σπε“ (Λ 186) φησὶν ἀλλαχοῦ. | ἢ ἀπὸ τοῦ ἔπω τοῦ σημαίνοντος τὸ |
| book 484-93a2.3 | λέγω κατὰ πλεονασμὸν τοῦ ς. ψιλωτέον οὖν αὐτό. b(BCE3E4) | ὁ δὲ |
| book 484-93a2.4 | λόγος τοιοῦτος· ἔσπετε νῦν μοι, Μοῦσαι, οἵτινες ἡγεμόνες· ἀρχοὺς γάρ, |
| book 484-93a2.5.1 | φησί, νηῶν ἐρέω, πληθὺν δ’ οὐκ ἂν ἐγὼ μυθήσομαι, οὐδ’ εἰ δεκαπλα‐ |
| book 484-93a2.5.2 | σίων ἐμαυτοῦ γένωμαι· ὑμῶν γάρ ἐστι τὸ ἔργον τοῦτο. b(BE3E4) |
| book 484-93a2.1 | ζητοῦσί τινες, διὰ ποίαν αἰτίαν—τὸν λόγον ἀπερεί‐ |
| book 484-93a2.2 | δεται. A |
| book 484-7.1 | ἔσπετε νῦν μοι, Μοῦσαι, 〈—ἡγεμόνεσ〉: τὸ |
| book 484-7.2 | ἑξῆς ἐστιν, ἔσπετε οἵ τινες (484 et 487), τὰ δὲ λοιπὰ διὰ μέσου· καὶ |
| book 484-7.3 | διασταλτέον μὲν ἐπὶ τὸ ἔχουσαι (484), ἀνυποκρίτως δὲ στίζεται ἐπὶ |
| book 484-7.4 | τὸ ἐστέ καὶ πάρεστέ 〈τε〉 καὶ πάντα (485) καὶ ἀκούομεν καὶ ἴδμεν |
| book 484-7.5.1 | (486). δύναται δὲ καὶ στίζεσθαι κατὰ τὸ τέλος ὁ πρῶτος στίχος καὶ ὁ |
| book 484-7.5.2 | δεύτερος, ἵνα ἕκαστον ᾖ καθ’ ἑαυτὸ καὶ συνάπτηται οὐδέ τι ἴδμεν / |
| book 484-7.5.3 | οἵτινες ἡγεμόνες (486—7), περισσεύοντος τοῦ τί μορίου· πρότερον |
| book 484-7.5.4 | γὰρ ἐπεῖχέ τινα χώραν. A |
| book 484.1 | Ὀλύμπια δώματ’ ἔχουσαι: ὅτι Ζηνόδοτος γράφει |
| book 484.2 | „Ὀλυμπιάδες βαθύκολποι“. οὐδέποτε δὲ τὰς Ἑλληνίδας γυναῖκας |
| book 484.3 | βαθυκόλπους εἴρηκεν, ὥστε οὐδὲ τὰς Μούσας. A |
| book 485-6a.1 | ὑμεῖς γὰρ θεαί ἐστε〈—οὐδέ τι ἴδμεν〉: ὡς ἐπὶ |
| book 485-6a.2 | ἐργώδη καὶ θαυμασίαν περιπέτειαν τὰς Μούσας παρακαλεῖ ὡς τὸν |
| book 485-6a.3 | ἀκροατὴν διὰ τὸ μέγεθος ὄρεξιν ἔχειν καὶ συγγινώσκειν τοῖς ἐνδεέστε‐ |
| book 485-6a.4 | ρον λεγομένοις. εὐτελίζων δὲ τὴν ἰδίαν φύσιν τὴν ἀπὸ τῶν ἀκουόντων |
| book 485-6a.5 | ἐπεσπάσατο εὔνοιαν. A b (BE3)T |
| book 485-6b.1 | ὑμεῖς γὰρ θεαί ἐστε〈—οὐδέ τι ἴδμεν〉: ὁ νοῦς· |
| book 485-6b.2 | ὑμεῖς γὰρ θεαί ἐστε καὶ ἀεὶ ἐνυπάρχετε τοῖς ζῶσι καὶ ἐπίστασθε πάντα |
| book 485-6b.3 | ἀκριβῆ. ἡμεῖς δὲ μόνα τὰ ἐν τῷ βίῳ εὐκλεῆ ἀκούομεν. T |
| book 485.1 | πάρεστε: ὅτι τινὲς γράφουσι „παρῆστε“, οἷον κατ’ ἐκεῖνον |
| book 485.2 | τὸν χρόνον. βέλτιον δὲ καθολικῶς ἐπὶ πάντων. A |
| book 486-93.1 | οὐδέ τι ἴδμεν / οἵτινες ἡγεμόνεσ〈—προπά‐ |
| book 486-93.2 | σασ〉: εἴ φησιν ἀγνοεῖν τοὺς ἡγεμόνας, πῶς ὑποκατιών φησιν ἀρχοὺς |
| book 486-93.3 | αὖ νηῶν ἐρέω (493); στικτέον οὖν εἰς τὸ ἴδμεν (486) καὶ τὸν λόγον |
| book 486-93.4 | οὕτως ἐκδεκτέον· A b (BCE3)T δύο ὑποτίθεται, ὧν τὸ μὲν μηδὲ |
| book 486-93.5.1 | ὅλως δύνασθαι διὰ τὸ πλῆθος εἰπεῖν, τὸ δὲ δύνασθαι μέν, χρῄζειν δὲ |
| book 486-93.5.2 | τῆς τῶν Μουσῶν συμμαχίας. A b (BE3)T ἔστιν οὖν τὸ πᾶν· |
| book 486-93.5.3 | „ἔσπετε νῦν μοι, Μοῦσαι,“ (Β 484) οἵτινες ἡγεμόνες (487). ἀρχοὺς |
| book 486-93.5.4 | αὖ νηῶν ἐρέω νῆάς τε προπάσας (493), πληθὺν δ’ οὐκ ἂν ἐγὼ |
| book 486-93.5.5 | μυθήσομαι (488), εἰ μὴ αὐταὶ αἱ Μοῦσαι δι’ ἑαυτῶν εἴποιεν (cf. |
| book 486-93.10.1 | 491—2). τὸ δὲ „ὑμεῖς γὰρ θεαί ἐστε“ (Β 485) ἐμεσολάβησε τοῦ „ἔ‐ |
| book 486-93.10.2 | σπετε νῦν μοι, Μοῦσαι,“ οἵτινες ἡγεμόνες (Β 484 et 487), ὥσπερ |
| book 486-93.10.3 | αἰτίαν ἐπαγαγὼν τοῦ πρὸς τὰς Μούσας ἀπερεῖσαι τὸν λόγον. A b |
| book 486-93.10.4 | (BCE3)T |
| book 488-92.1 | πληθὺν δ’ οὐκ ἂν ἐγὼ μυθήσομαι〈—θυγα‐ |
| book 488-92.2 | τέρεσ〉: ἤτοι ὅτι περισσὸς †εἰ† μυθήσομαι εἴρηκεν ἀντὶ τοῦ μυθησαί‐ |
| book 488-92.3 | μην. | πάλιν δὲ διὰ μέσου τὸ διστίχιον (sc. 489—90)· τὸ γὰρ ἑξῆς, |
| book 488-92.4 | πληθὺν δ’ οὐκ ἂν ἐγὼ μυθήσομαι, εἰ μὴ Ὀλυμπιάδες (488 et |
| book 488-92.5.1 | 491), τὰ δὲ λοιπὰ διὰ μέσου, ὡς ἔθος. διὸ στίζομεν ἀνυποκρίτως ἐπὶ τὸ |
| book 488-92.5.2 | †μοῦσαι. διασταλτέον δὲ† καὶ θυγατέρες (492). A |
| book 488a.1 | πληθὺν δ’ οὐκ ἂν ἐγὼ μυθήσομαι: καίτοι λέγει καὶ |
| book 488a.2 | περὶ τοῦ πλήθους· δι’ ὧν γὰρ τὰς μὲν Φιλοκτήτου φησὶν ἐκ πεντή‐ |
| book 488a.3 | κοντα εἶναι ἐρετῶν, „ἑπτὰ νεῶν, ἐρέται δ’ ἐν ἑκάστῃ πεντήκοντα“ (Β |
| book 488a.4 | 719), τὰς δὲ τῶν Βοιωτῶν ἑκατὸν εἴκοσι (sc. Β 510), δηλονότι ὡς |
| book 488a.5.1 | ἐμφῆναι βουλόμενος τὸ πλῆθος, ὡς ὀφειλόντων ἡμῶν b(BCE3) |
| book 488a.5.2 | T ἐξ ἀμφοῖν τούτοιν συντιθεμένων τὸ μέσον σκοπεῖν· ἔστι γὰρ τὸ |
| book 488a.5.3 | μέσον τοῦ πλείονος καὶ ἐλάττονος λαμβάνοντας κατὰ τὸν Θουκυδίδην |
| book 488a.5.4 | (sc. 1, 10, 4) τεκμαίρεσθαι, πόσοι δύνανται εἶναι τῷ ἀριθμῷ. χρὴ οὖν |
| book 488a.5.5 | νομίζειν ὅτι οὐ χαλεπὸν τὸ εἰπεῖν τὸν ἀριθμόν, ἀλλὰ τὸ περὶ ἑκάστου |
| book 488a.10.1 | διελθεῖν οὕτως ἀκριβῶς ὡς περὶ τῶν ἡγεμόνων, τίς καὶ πόθεν καὶ τίνων |
| book 488a.10.2 | πατέρων καὶ προγόνων, b(BE3)T καὶ τὰς πράξεις καὶ τὰ πάθη, |
| book 488a.10.3 | ἃ καὶ ὑπὲρ διήγησιν. b(BE3) |
| book 488b.1 | πληθὺν δ’ οὐκ ἂν ἐγὼ μυθήσομαι: ὑπισχνεῖται τοὺς |
| book 488b.2 | ἡγεμόνας μὲν εἰπεῖν Μουσῶν συλλαμβανομένων, τὸ δὲ πλῆθος οὐδὲ |
| book 488b.3 | τῆς παρ’ ἐκείνων βοηθείας τυχών. μήποτε οὖν τὸ „μνησαίατε“ (Β |
| book 488b.4 | 492) τοιαύτην χώραν ἔχῃ· αὐταὶ εἴποιεν καὶ διεξέλθοιεν. b(BE3)T |
| book 489-90.1 | οὐδ’ εἴ μοι δέκα μὲν γλῶσσαι〈—ἦτορ |
| book 489-90.2 | ἐνείη〉: ὅτι ἡ ἰδιότης τῆς ὑπερβολῆς Ὁμηρική. καὶ ἐν Ὀδυσσείᾳ |
| book 489-90.3 | „οὐδ’ εἴ οἱ χεῖρές τε ἐείκοσι καὶ πόδες εἶεν“ (μ 78). ἡ δὲ ἀναφορὰ πρὸς |
| book 489-90.4 | τοὺς περιγράφοντας τούτους τοὺς στίχους. A |
| book 490.1 | 〈φωνὴ δ’ ἄρρηκτος:〉 διὰ {δὲ} τοῦ εἰπεῖν φωνὴ δ’ ἄρρηκ‐ |
| book 490.2 | τος δηλοῖ ὅτι σῶμα ἡ φωνή. ATil |
| book 493 | 〈προπάσας:〉 ὅτι περισσὴ ἡ πρό πρόθεσις. Aim |
| book 494-877.1 | 〈Βοιωτῶν μὲν—Ξάνθου ἄπο δινήεντος:〉 |
| book 494-877.2 | θαυμάσιος ὁ ποιητὴς μηδ’ ὁτιοῦν παραλιμπάνων τῆς ὑποθέσεως, πάν‐ |
| book 494-877.3 | τα δ’ ἐξ ἀναστροφῆς κατὰ τὸν ἐπιβάλλοντα καιρὸν διηγούμενος, τὴν |
| book 494-877.4 | τῶν θεῶν ἔριν, τὴν τῆς Ἑλένης ἁρπαγήν, τὸν Ἀχιλλέως θάνατον· ἡ |
| book 494-877.5.1 | γὰρ κατὰ τάξιν διήγησις νεωτερικὸν καὶ συγγραφικὸν καὶ τῆς ποιητι‐ |
| book 494-877.5.2 | κῆς ἄπο σεμνότητος. εὔκαιρον τοίνυν ἐπιθεὶς Νέστορι ῥητορείαν (cf. Β 362—8) τὸν |
| book 494-877.1 | Κατάλογον ἐμνηστεύσατο, ὅπως μὴ ἐν τῷ αὐτῷ λόγῳ λέγων τὰ πρα‐ |
| book 494-877.2 | κτικὰ καὶ γενεαλογικὰ τὴν ἀκοὴν ἐπιταράσσοι· τὸ γὰρ μὴ γνωρίζεσθαι |
| book 494-877.3 | τοὺς ἥρωας ζήτησιν ἐποίει. τρεῖς δέ φησιν ὁ Πλάτων (cf. rep. 393 d |
| book 494-877.10.1 | —394d) λόγων ἰδέας, δραματικήν, ἔνθα ὁ ποιητὴς συνεχῶς εὐδοκι‐ |
| book 494-877.10.2 | μεῖ τοῖς ἤθεσι τῶν ὑποκειμένων προσώπων, ἀμίμητον, ὡς τὴν Φωκυλί‐ |
| book 494-877.10.3 | δου, †μιμητικήν†, ὡς τὴν Ἡσιόδου. ἐν τῇ οὖν ἀμιμήτῳ καὶ ψιλῇ τοῖς |
| book 494-877.10.4 | κεφαλαίοις ἀνάγκη τὸν ποιητὴν ἐπαγωνίζεσθαι, τοῖς σχήμασι καὶ ταῖς |
| book 494-877.10.5 | ἐναλλαγαῖς ἐπικαλλύνοντα τὴν φράσιν, ὅπερ ἐποίησε πρῶτα μὲν ἐν |
| book 494-877.15.1 | τοῖς τῶν πόλεων ἐπιθέτοις καὶ τούτοις ἠκριβωμένοις· οὐ γὰρ ἀνεξέλεγ‐ |
| book 494-877.15.2 | κτος ἦν περὶ χωρίων Ἑλληνικῶν διεξιών. καί ποτε μὲν τῷ ἔναιον |
| book 494-877.15.3 | (511 al.), ἄλλοτε δὲ τῷ εἶχον (500 al.), ποτὲ δὲ τῷ ἐνέμοντο (496 |
| book 494-877.15.4 | al.) χρῆται. καί ποτε μὲν τοὺς ἄρχοντας προλέγων ἐπιφέρει τὰς πό‐ |
| book 494-877.15.5 | λεις (cf. 494—510 al.), ποτὲ δὲ τοὐναντίον (cf. 511—2 al.). καί ποτε |
| book 494-877.20.1 | μὲν διὰ τέλους ἐξαριθμεῖ τὰς πόλεις (496—508 al.), ποτὲ δὲ κατ’ ἐπι‐ |
| book 494-877.20.2 | τομήν (645—9 al.). Νεῶν δὲ κατάλογος ἀντὶ τοῦ ἐξαρίθμησις, ὡς κατά‐ |
| book 494-877.20.3 | λογος στρατιωτῶν. ἦρκται δὲ ἀπὸ Βοιωτῶν κατὰ μὲν Ἀρίσταρχον |
| book 494-877.20.4 | οὐκ ἔκ τινος παρατηρήσεως, κατὰ δὲ ἐνίους, ἐπεὶ †μεσαιτάτῳ† τῆς |
| book 494-877.20.5 | Ἑλλάδος ἡ Βοιωτία· ἔστι δ’ αὐτῆς ἐξ ἀνατολῶν μὲν Εὔριπος, ἐκ |
| book 494-877.25.1 | δυσμῶν δὲ Φωκίς, βορείων δὲ Λοκρίς, ἀπὸ δὲ μεσημβρίας Ἀττική. ἢ |
| book 494-877.25.2 | ὅτι μέγιστον εἶχε ναυτικὸν ὡς Φοινίκων ἄποικος. ἢ ὅτι ἐν Αὐλίδι |
| book 494-877.25.3 | συνήχθη τὸ ναυτικόν. b(BCE3E4) ἢ ὅτι Ἕλλην ὁ Δευκαλίωνος ἐν |
| book 494-877.25.4 | Βοιωτίᾳ ᾤκησεν. b(BE3E4) οὕτω δὲ ἡδὺς καὶ μεγαλοπρεπὴς ὁ |
| book 494-877.25.5 | Κατάλογος, ὥστε καὶ πόλεις ἀμφισβητοῦσαι τοῖς Ὁμήρου ἔπεσι χρῶν‐ |
| book 494-877.30.1 | ται. Καλυδῶνα μὲν Αἰτωλοῖς ἐχαρίσατο ἀμφισβητοῦσι πρὸς Αἰολέας, |
| book 494-877.30.2 | μνησθεὶς αὐτῆς ἐν Αἰτωλῶν καταλόγῳ (sc. 640). Ἀβυδηνοὶ δὲ Σηστὸν |
| book 494-877.30.3 | παρὰ Ἀθηναίων ἐκομίσαντο διὰ τοῦτο τὸ ἔπος· καὶ Σηστὸν καὶ |
| book 494-877.30.4 | Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην (836). Μιλησίοις δὲ πρὸς Πριη‐ |
| book 494-877.30.5 | νεῖς ὑπὲρ Μυκαλησ〈σ〉οῦ διαφερομένοις ἤρκεσε πρὸς νίκην τὰ ἔπη ταῦ‐ |
| book 494-877.35 | τα· οἳ Μίλητον ἔχον Φθειρῶν τ’ ὄρος ἀκριτόφυλλον / Μαιάν‐ |
| book 494-877.1 | δρου τε ῥοὰς Μυκάλης τ’ αἰπεινὰ κάρηνα (868—9). b(BCE3E4) |
| book 494-877.2 | καὶ Σόλων τὴν Σαλαμῖνα Ἀθηναίοις ἀπένειμε διὰ τὸ Αἴας δ’ ἐκ Σα‐ |
| book 494-877.3 | λαμῖνος ἄγεν δυοκαίδεκα νῆας (557), προσθεὶς τὸ στῆσε δ’ |
| book 494-877.4 | ἄγων ἵν’ Ἀθηναίων ἵσταντο φάλαγγες (558) καίτοι Μεγαρέων |
| book 494-877.40 | ἀντεχομένων τῆς νήσου. b(BE3E4) |
| book 494.1 | Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον: ἄρξασθαι |
| book 494.2 | φασί τινες—τὴν αἰτίαν τῆς ἀρχῆς. A |
| book 494-5.1 | 〈Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον / Ἀρ‐ |
| book 494-5.2 | κεσίλαός τε Προθοήνωρ τε Κλονίος τε:〉 Ἄρνης τῆς Αἰόλου καὶ |
| book 494-5.3 | Ποσειδῶνος Βοιωτός (ἀφ’ οὗ ἡ Βοιωτία), οὗ †Ἐτεωνός†, οὗ Ἀρηΐλυ‐ |
| book 494-5.4 | κος, Ἠλεκτρύων, Ἵππαλκμος, Ἀλεγήνωρ. Ἀρηϊλύκου Ἀρκεσί‐ |
| book 494-5.5.1 | λαος καὶ Προθοήνωρ, Ἠλεκτρύονος Λήϊτος, Ἱππάλκμου Πηνέ‐ |
| book 494-5.5.2 | λεως, Ἀλεγήνορος Κλονίος. πάντες δ’ ἅμα ᾤκουν. b(BCE3E4) |
| book 494-5.1 | Βοιωτῶν μὲν Πηνέλεωσ〈—Κλονίος τε〉: ἰστέον |
| book 494-5.2 | ὅτι ἐτίθεσαν—κλόνος γὰρ ἡ μάχη. A |
| book 494-5 | Βοιωτῶν {μὲν Πηνέλεως}: ἡ Βοιωτία τὸ πρότερον— |
| book 494-5.10 | καὶ Ἀπολλόδωρος ἐν τῷ τρίτῳ (21—5 W.). A |
| book 495a1.1 | Κλονίος: παροξύνεται, ἐπεὶ τὰ εἰς ος λήγοντα, τῷ ι πα‐ |
| book 495a1.2 | ραληγόμενα, τριβράχεα, ἐπὶ κυρίων παροξύνεται, „Σχεδίοσ“ (Β 517 |
| book 495a1.3 | al.), „Χρομίοσ“ (Δ 295 al.), „Δολίοσ“ (δ 735 al.). ἀντιπίπτει τὸ |
| book 495a1.4 | „Ἅλιοσ“ (cf. Ε 678) κατὰ τὴν παράδοσιν καὶ τὸ Ἄνιος καὶ Κρόνιος καὶ |
| book 495a1.5 | Ξένιος. A |
| book 495a2 | τὰ εἰς ος κύρια τριβράχεα, παραληγόμενα τῷ ι, παροξύ‐ |
| book 495a2 | νεται πλὴν τοῦ Ἄνιος, „Ἅλιοσ“, Κρόνιος, Ξένιος. b(BCE3) |
| book 496a1.1 | οἵ θ’ Ὑρίην ἐνέμοντο: τινὲς οὐ παρέλαβον σύνδεσμον |
| book 496a1.2 | τὸν τέ, ἀλλ’ οὕτως „Θυρίαν“ τὴν πόλιν, οὐκ εὖ δέ· ἀπὸ γὰρ Ὑριέως |
| book 496a1.3 | καὶ ἡ Ὑρία οὕτως ὀφείλει ἔχειν τὸν τοῦ υ φθόγγον. μαρτυρεῖ καὶ |
| book 496a1.4 | Ἡσίοδος λέγων (fr. 181 M.—W.)· „ἢ †δίη† Ὑρίη †Βοιωτίης τρέφε† |
| book 496a1.5 | κούρην“. A |
| book 496a2.1 | ἀπὸ Ὑριέως. b(BCE3E4) οἱ δὲ „Θυρίην“ γράφοντες |
| book 496a2.2 | ἁμαρτάνουσιν. b(BCE3) |
| book 496b.1 | Αὐλίδα {πετρήεσσαν}: ὡς ἀπὸ ὀξυτόνου εὐθείας ἡ ἀνά‐ |
| book 496b.2 | γνωσις, καὶ εἰ μέντοι παρὰ τῷ Εὐφορίωνι (fr. 60 Pow.) „Αὖλιν †τεσφά‐ |
| book 496b.3 | γο톓 αἰτιατικὴ ἀπὸ εὐθείας βαρυνομένης γέγονεν· ἡ γὰρ εἰς ιν κατά‐ |
| book 496b.4 | ληξις ἀπὸ βαρυτόνων ἐστίν, ἡ δὲ εἰς δα καὶ ἀπὸ βαρυτόνων καὶ ὀξυ‐ |
| book 496b.5 | τόνων. A |
| book 496c.1 | 〈Αὐλίδα:〉 παρὰ τὸ τοὺς Ἀχαιοὺς ἐκεῖ αὐλισθῆναι. b |
| book 496c.2 | (BCE3E4) |
| book 497a.1 | Σχοῖνόν τε Σκῶλόν τε πολύκνημόν τ’ Ἐτεωνόν: |
| book 497a.2 | καθ’ ἕκαστον ὄνομα ἐκ φύσεως καὶ λόγου διαστολή ἐστι βραχυτάτη |
| book 497a.3 | διὰ τὴν ἐπανάληψιν τῶν ὀνοματικῶν, ἣν ἐν τοῖς ἀντιγράφοις τιθέναι |
| book 497a.4 | οὐκ ἐπείγει, κατὰ δὲ τὴν προφορὰν σώζει〈ν〉. A |
| book 497b.1 | 〈Σχοῖνον:〉 ἀπὸ Σχοινέως τοῦ πατρὸς Ἀταλάντης. b |
| book 497b.2 | (BCE3) |
| book 497c.1 | πολύκνημόν τ’ Ἐτεωνόν: ἀπὸ Ἐτεωνοῦ τοῦ ἀπογό‐ |
| book 497c.2 | νου μὲν Βοιωτοῦ, πατρὸς δὲ Ἐλεῶνος καὶ τῶν ἄλλων. b(BCE3E4) |
| book 497c.3 | ὀξυτόνως δὲ ὡς μελεδωνός. πολύκνημον δὲ b(BE3) ὀρεινήν, 〈ἢ〉 τὴν |
| book 497c | πολὺ κνημὸν ἔχουσαν ἤτοι ὀρίγανον. b(BE3E4) |
| book 498a.1 | Θέσπιαν {Γραῖάν τε}: ἐκτετάσθαι φασὶ διὰ τὸ μέτρον· τὸ |
| book 498a.2 | γὰρ τῆς ἱστορίας ἐν συστολῇ τέ ἐστι πληθυντικῶς τε λεγόμενον. ἴσως |
| book 498a.3 | οὖν ὅλον ποιητικόν ἐστιν· σύνηθες γὰρ αὐτῷ πολλάκις τὰ πληθυντι‐ |
| book 498a.4 | κῶς λεγόμενα καὶ ἑνικῶς προφέρεσθαι, „καὶ εὐρυάγυιαν Ἀθήνην“ (η |
| book 498a.5.1 | 80), „πολυχρύσοιο Μυκήνησ“ (Η 180), καὶ ἐκ τοῦ ἐναντίου τὰ ἑνικὰ |
| book 498a.5.2 | πληθυντικῶς· „ἐκ μὲν Κρητάων γένος εὔχομαι“ (ξ 199). ταῦτα ἐν τῇ |
| book 498a.5.3 | Προσῳδίᾳ ὁ Ἡρωδιανός (2,34,25). | ἐν μέντοι τῷ ιαʹ τῆς Καθολικῆς |
| book 498a.5.4 | προσῳδίας (1,280,18) ἐν τοῖς προπαροξυτόνοις καὶ ἔχουσι πρὸ τέ‐ |
| book 498a.5.5 | λους τὴν ει δίφθογγον αὐτὸ καταριθμεῖ, καὶ τοῦτο αὐτὸ τὸ Ὁμηρικὸν |
| book 498a.10.1 | παρατίθησι, | καὶ ἀλλαχοῦ (cf. 2, 451, 23) λέγει τὴν ει ἔχειν αὐτὸ |
| book 498a.10.2 | φανερῶς, καὶ ἐπιφέρει ὅτι καὶ Θεσπιαί ὀξυτόνως λέγεται. A |
| book 498b.1 | Θέσπειαν 〈Γραῖάν τε καὶ εὐρύχορον Μυκαλησσόν〉: |
| book 498b.2 | ἀπὸ Θεσπειοῦ τοῦ Κηφέως, ᾧ θυγατέρες ἦσαν πεντήκοντα. b(BCE3 |
| book 498b.3 | E4) Μυκαλησσὸς δὲ παρὰ τὸ ἐκεῖσε τὰς Γοργόνας ἐλθούσας μυκή‐ |
| book 498b.4 | σασθαι. ἔστι δὲ καὶ ὄρος ἀντικρὺ Σάμου Μυκάλη (cf. Β 869). b(BE3 |
| book 498b.5 | E4) |
| book 498c.1 | 〈Γραῖαν:〉 ἀπὸ Γραίας τῆς Μεδεῶνος θυγατρός, Λευκίπ‐ |
| book 498c.2 | που δὲ γυναικός· b(BCE3E4) Ταναγραῖοι γὰρ οὐκ ἐστράτευσαν, |
| book 498c.3 | ὡς Εὐφορίων (fr. 59 Pow.)· „οἳ πλόον ἠρνήσαντο καὶ ὅρκους Αἰγια‐ |
| book 498c.4 | λήων“. b(BE3E4) |
| book 499a.1 | 〈Ἅρμ’:〉 ὅτι ἐκεῖ †κατεπάγη† τὸ ἅρμα τοῦ Ἀδράστου, |
| book 499a.2 | οἱ δὲ τὸ Ἀμφιαράου. b(BCE3) |
| book 499b.1 | 〈Ἐρυθράς:〉 ὑπὸ τὸν Κιθαιρῶνα οὗτος ὁ τόπος. b |
| book 499b.2 | (BCE3E4) ἔστι δὲ ἀπὸ Ἐρυθρίου τοῦ νεωτέρου τῶν Ἀθαμαν‐ |
| book 499b.3 | τιδῶν. b(BE3E4) |
| book 500a | 〈Ἐλεῶν’:〉 ἀπὸ Ἐλεῶνος τοῦ Ἐτεωνοῦ. b(BCE3E4) |
| book 500b.1 | Ὕλην: ὅτι νῦν μὲν ἐκτεταμένως Ὕλην εἴρηκεν, ἐν ἄλλοις δὲ |
| book 500b.2 | συνεσταλμένως „Ὕλῃ ἔνι οἰκία ναίων“ (Η 221). νῦν δὲ καλοῦνται |
| book 500b.3 | Ὗλαι πληθυντικῶς. A |
| book 500c.1 | 〈ἠδ’ Ὕλην:〉 ἐξέτεινε τὸ υ διὰ τὸ μέτρον· b(BCE3) |
| book 500c.2 | „Ὕλῃ ἔνι οἰκία ναίων“ (Η 221). b(BCE3E4) | ἔστι δὲ καὶ Ὕλη ἑτέρα ἐν Λυδίᾳ· |
| book 500c.3 | „Τμώλῳ ὕπο νιφόεντι, Ὕλης ἐν πίονι δήμῳ“ (Υ 385). b(BE3E4) |
| book 502.1 | πολυτρήρωνά τε Θίσβην: ὅτι Ζηνόδοτος γράφει „πο‐ |
| book 502.2 | λυτρήρωνά τε Μέσσην“. ἔστι δὲ ἡ Μέσση τῆς Λακωνικῆς, ἣν ἐν ἄλλοις |
| book 502.3 | (sc. φ 15) Μεσσήνην καλεῖ. A |
| book 503.1 | 〈Κορώνειαν ... Ἁλίαρτον:〉 Κόρωνος καὶ Ἁλίαρτος |
| book 503.2 | Θερσάνδρου τοῦ Σισύφου παῖδες, ἀφ’ ὧν ὠνομάσθησαν αἱ πόλεις. b |
| book 503.3 | (BCE3E4) |
| book 504a.1 | 〈Πλάταιαν:〉 ἀντὶ τοῦ Πλαταιάς, b(BCE3) ἀπὸ |
| book 504a.2 | Πλάτης τῆς Ὀγχήστου θυγατρός. b(BCE3E4) |
| book 504b.1 | 〈Γλισαντ’:〉 ἡ συνήθεια προπερισπᾷ τὸ ὄνομα, ἡ δὲ |
| book 504b.2 | ἱστορία προπαροξύνει. b(BCE3) |
| book 505.1 | 〈οἵ θ’ ὑπὸ Θήβας εἶχον ἐϋκτίμενον πτολίεθρον:〉 πο‐ |
| book 505.2 | λίχνιον ἀνώνυμον· οὐ γὰρ εὔλογον στρατεύειν Θηβαίους, νεωστὶ ὑπ’ |
| book 505.3 | Ἀργείων πορθηθέντας. ἢ ὅτι νεωστὶ ἦν οἰκισθεῖσα· διό φησιν ἐϋκτί‐ |
| book 505.4 | μενον. b(BCE3E4) |
| book 506.1 | 〈Ὀγχηστόν θ’ ἱερόν, Ποσιδήϊον ἀγλαὸν ἄλσος:〉 |
| book 506.2 | οὗτος Βοιωτοῦ παῖς, ὃς ἐν τῷ τόπῳ πρῶτος Ποσειδῶνος ἱδρύσατο |
| book 506.3 | ἱερόν. b(BCE3E4) |
| book 507a.1 | Ἄρνην ἔχον: ὅτι Ζηνόδοτος γράφει „Ἄσκρην ἔχον“. |
| book 507a.2 | οὐ δύναται δὲ πολυστάφυλος ἡ Ἄσκρη λέγεσθαι· ἀξιοπιστότερος γάρ |
| book 507a.3 | ἐστιν Ἡσίοδος λέγων· „Ἄσκρη χεῖμα κακή, θέρει ἀργαλέη“ (opp. |
| book 507a.4 | 640)· ὥστε οὐδὲ πολύκαρπος λέγοιτο ἄν. A |
| book 507b.1 | 〈Ἄρνην ἔχον:〉 ἡ νῦν Χαιρώνεια. ἑτέρα δὲ ἡ Λεοντάρνη, |
| book 507b.2 | ἡ ὑπὸ τὸν Ἑλικῶνα, ἀπὸ τοῦ αὐτόθι λέοντος. b(BCE3E4) |
| book 508.1 | 〈Νῖσάν τε ζαθέην Ἀνθηδόνα τ’:〉 Νῖσα Βοιωτίας, οὐ |
| book 508.2 | Μεγαρίδος. ἔστι δὲ ἐν αὐτῇ Διονύσου ἐπιφανὲς ἱερόν. | Ἀνθηδὼν δὲ |
| book 508.3 | παρὰ τὰ ἄνθη ἢ Ἄνθιον τὸν Ποσειδῶνος. b(BCE3E4) ἔστι δὲ πα‐ |
| book 508.4 | ρὰ τὸν Εὔριπον. b(BCE3) |
| book 509.1 | 〈πεντήκοντα νέες:〉 ἀπὸ Φοινίκων εἰσί· καὶ Τῖφυς γὰρ |
| book 509.2 | Βοιωτὸς ὑπῆρχεν. b(BCE3) |
| book 511a.1 | Ὀρχομενὸν Μινύειον: ὅτι καὶ ἕτερος Ὀρχομενός ἐστιν |
| book 511a.2 | Ἀρκαδικός. ἀλλ’ ὁ μὲν Βοιωτιακὸς Μινύειος καλεῖται, ὁ δὲ Ἀρκαδικὸς |
| book 511a.3 | πολύμηλος (cf. Β 605), καὶ τοῖς ἐπιθέτοις διαστέλλεται ἡ ὁμωνυμία. A |
| book 511b.1 | 〈Ὀρχομενὸν Μινύειον:〉 ἀπὸ Μινυοῦ τοῦ Σισύφου τοῦ |
| book 511b.2 | Αἰόλου· ὁ γὰρ Ἀρκαδίας Ὀρχομενὸς πολύμηλος (cf. Β 605). b(BCE3) |
| book 511c.1 | 〈Ὀρχομενὸν Μινύειον:〉 Ὄλμος Πορφυρίων Ἀθάμας |
| book 511c.2 | οἱ Σισύφου παῖδες πρὸς τὸν Ἑλικῶνα πόλιν ᾤκησαν, ἣν ὠνόμασαν |
| book 511c.3 | Ὄλμιον. Ὄλμου δὲ υἱὸς Μινυός, ὃς ἀφ’ ἑαυτοῦ Μινύας αὐτοὺς ἐκάλε‐ |
| book 511c.4 | σεν. τούτῳ παῖς ἦν Ὀρχομενός, ὃς τὴν πόλιν ἀφ’ ἑαυτοῦ ὠνόμασεν. |
| book 511c.5 | b(BCE3) |
| book 514.1 | ὑπερώϊον εἲς ἀναβᾶσα: τὴν εἴς πρόθεσιν χωριστέον τοῦ |
| book 514.2 | ἀναβᾶσα· ἀναστροφὴ γάρ, εἰς ὑπερῷον ἀναβᾶσα. τὸ δὲ διάστημα |
| book 514.3 | οὐ πάνυ τι αἰσθητόν. A |
| book 514 | ὑπερώϊον 〈εἰς〉αναβᾶσα: εἰς τὸ δίστεγον—αὐτὰς |
| book 514.5 | εἶναι. A |
| book 516.1 | τῶν δέ {τριήκοντα γλαφυραί}: κατὰ δοτικὴν „τοῖς δέ“ αἱ |
| book 516.2 | Ἀριστάρχου. καὶ ἔστιν ὅμοιον τῷ „τοῖσι δ’ ἅμ’ ὀγδώκοντα“ (Β |
| book 516.3 | 568). καὶ τὸ ἑνικὸν „τῷ δ’ ἅμα τεσσαράκοντα“ (Β 534). A |
| book 517a.1 | {αὐτὰρ} Φωκήων: τὰ τοιαῦτα διχῶς ἐν ταῖς Ἀριστάρχου |
| book 517a.2 | εὑρίσκομεν, καὶ διὰ τοῦ ει „Φωκείων“, καὶ διὰ τοῦ η Φωκήων. | τοὺς |
| book 517a | δὲ Φωκεῖς—τῆς Ἀσωποῦ. A |
| book 517b.1 | 〈Φωκήων:〉 Ὄρνυτος ὁ Σισύφου εἰς Ὑάμπολιν ἐλθὼν |
| book 517b.2 | ἐπικουρῆσαι τοῖς αὐτόθι τοῖς Λοκροῖς πολεμοῦσι καὶ νικήσας, ἦρξε τῆς |
| book 517b.3 | χώρας αὐτός· οὗ υἱὸς Φῶκος, ἀφ’ οὗ Φωκέας αὑτοὺς ὠνόμασαν, οὗ |
| book 517b.4 | Ὀρνυτίων, οὗ Ναύβολος, οὗ Ἴφιτος, οὗ Σχεδίος. τὰ δὲ δυτικὰ τῆς |
| book 517b.5 | Φωκίδος Ὀζόλαι καὶ Λοκροὶ οἰκοῦσιν. b(BCE3E4) |
| book 517c.1 | Σχεδίος: ὅτι καὶ ἕτερος Σχεδίος ἐστὶ Φωκεύς, τῶν ἐπὶ |
| book 517c.2 | μέρους ἡγεμών, καὶ ἀμφότεροι ὑφ’ Ἕκτορος ἀναιροῦνται (sc. Ο 515. |
| book 517c.3 | Ρ 306). „ἔνθ’ Ἕκτωρ μὲν ἕλε Σχεδίον, / ἀρχὸν Φωκήων“ (Ο 515—6). |
| book 517c.4 | ἡ δὲ ἀναφορὰ πρὸς τὰ 〈περὶ〉 Πυλαιμένους. A |
| book 517d.1 | 〈Σχεδίος:〉 δύο Σχεδίοι παρ’ Ὁμήρῳ, „Σχεδίον Περι‐ |
| book 517d.2 | μήδεος υἱόν“ (Ο 515) καὶ „Σχεδίον μεγαθύμου Ἰφίτου υἱόν“ (Ρ |
| book 517d.3 | 306). b(BCE3E4) καὶ δύο Εὐρυβάται κήρυκες, ὁ μὲν Ἀγαμέμνο‐ |
| book 517d.4 | νος (cf. Α 320), ὁ δὲ Ὀδυσσέως (cf. Β 184)· πάλιν τε δύο Εὐρυμέδον‐ |
| book 517d.5.1 | τες, ὅ τε Ἀγαμέμνονος (cf. Δ 228) καὶ ὁ Νέστορος (cf. Θ 114. Λ 620) |
| book 517d.5.2 | ἡνίοχος. b(BCE3) |
| book 518.1 | υἱέες Ἰφίτου: τὴν μέσην συλλαβὴν ἐκτείνομεν τοῦ Ἰφίτου |
| book 518.2 | διὰ τὸ μέτρον. ἐν ἑτέροις γοῦν φυλάσσομεν τὸν χρόνον· „Ἴφιτος |
| book 518.3 | Εὐρυτίδησ“ (φ 14). A |
| book 519a.1 | οἳ Κυπάρισσον ἔχον: ὠνομάσθη Κυπάρισσος ἀπὸ— |
| book 519a.2 | —φυομένων κυπαρίσσων. | ὁμωνύμως δὲ τῷ δένδρῳ ἀνεγνώσθη. A |
| book 519b.1 | 〈Κυπάρισσον:〉 Κυπάρισσος ἡ νῦν Ἀπολλωνιάς, ἀπὸ |
| book 519b.2 | Κυπαρίσσου τοῦ υἱοῦ Μινυοῦ. b(BCE3) |
| book 519b | Πυθῶνά τε: καὶ αὕτη πόλις—περὶ ὧν ἐθέλουσιν. A |
| book 520.1 | καὶ Πανοπῆα: ὅτι Ζηνόδοτος γράφει „καὶ Πανοπτέων“, |
| book 520.2 | ἄμετρον ποιῶν τὸν στίχον καὶ οὐ καθ’ Ὅμηρον σχηματίζων τὸ ὄνομα· |
| book 520.3 | ἔστι γὰρ Πανοπεύς ὡς Ἀχιλλεύς· „ὃς ἐν κλειτῷ Πανοπῆϊ“ (Ρ 307). A |
| book 520 | Κρῖσα: πεδίον ἐν Λοκρίδι—Δηϊονέως. | Δαυλὶς δὲ |
| book 520.5 | πόλις Φωκίδος—ἔλεγον οἱ ἀρχαῖοι. A |
| book 520.1 | Πανοπῆα: πόλις Φωκίδος, ῥηθεῖσα ἀπὸ Πανοπέως τοῦ |
| book 520.2 | Φωκοῦ. A |
| book 521a.1 | 〈Ἀνεμώρειαν:〉 ἀνεμώδη καὶ δυσχείμερον, παρὰ τὸ κατ‐ |
| book 521a.2 | αιγίζεσθαι ἀπὸ τοῦ Κατοπτευτηρίου. b(BCE3) |
| book 521a.1 | οἵ τ’ Ἀνεμώρειαν: αὕτη μεταξὺ κεῖται—αὐτὴν |
| book 521a.2 | σφοδρῶς. A |
| book 521b.1 | {καὶ} Ὑάμπολιν: οὕτως ἀνεγνώσθη ὡς φιλόπολις· ἓν |
| book 521b.2 | γάρ ἐστιν. ἱστοροῦσι δὲ τοὺς ἐγχωρίους καὶ σὺν τῷ ς λέγειν Ὑσάμπο‐ |
| book 521b.3 | λιν. A |
| book 522.1 | οἵ τ’ ἄρα πὰρ ποταμὸν Κηφισσόν: οὗτοι Ἐπικηφίσιοι |
| book 522.2 | —καλλίρροον ὕδωρ (Hsd. fr. 70, 18 M.—W.) A |
| book 523a.1 | 〈Λίλαιαν:〉 τόπος παρὰ τὸν Παρνασσόν, ἀπὸ Λιλαίας |
| book 523a.2 | τῆς Κηφισσοῦ θυγατρός, οὗ μέμνηται καὶ Ἡσίοδος (cf. fr. 70, 18). b |
| book 523a.3 | (BCE3) |
| book 523b.1 | πηγῇς ἔπι Κηφισοῖο: Πτολεμαῖος (p. 42 B.) ἀναστρέφει |
| book 523b.2 | καὶ Πάμφιλος, Ἀλεξίων (fr. 28 B.) συντάσσει τῇ γενικῇ τὴν πρόθεσιν |
| book 523b.3 | καὶ οὐκ ἀναστρέφει. Ἀρίσταρχος δὲ τοῖς κυριωτέροις συνέτασσε τὰς |
| book 523b | προθέσεις. A |
| book 523c.1 | 〈πηγῇς ἔπι:〉 ἐπὶ ταῖς ἀκροχθίοις βρύσεσιν, αἳ καλοῦνται |
| book 523c.2 | ποτάμιοι. τοῦτο δὲ τὸ ὄνομα μέτρῳ οὐχ ὑπόκειται. b(BCE3E4) |
| book 526.1 | 〈ἔμπλην:〉 ἐμπελάδην. δηλοῖ δὲ καὶ τὸ χωρίς· „ἔμπλην αἰ‐ |
| book 526.2 | γιαλοῦ τε καὶ ἄστεοσ“ (Call. h. 4, 73). b(BCE3E4) |
| book 527-31 | Λοκρῶν δ’ ἡγεμόνευεν 〈Ὀϊλῆος ταχὺς Αἴασ〉: |
| book 527-31.1 | ὅτι τινὲς τῶν νεωτέρων (cf. Hsd. fr. 235, 1) ἀνέγνωσαν χωρὶς τὸ ο, |
| book 527-31.2 | ὡς ἄρθρου ὄντος, εἶτα Ἰλῆος. ὁ δὲ Ὅμηρος σὺν τῷ ο λέγει τὸν Ὀϊλῆα. | |
| book 527-31.3 | τὸ δὲ ἑξῆς ἐστι Λοκρῶν 〈δὲ〉 (527) οἳ Κῦνον (531)· τὰ δὲ λοιπὰ διὰ μέ‐ |
| book 527-31.5 | σου, ὧν ἡ διόρθωσις προείρηται (e. g. ad Β 488—92). A |
| book 527 | Λοκρῶν νῦν μέμνηται—τῆς Ἰταλίας παροικεῖν. A |
| book 527.1 | 〈Ὀϊλῆος:〉 ψιλωτέον· οὐ γάρ ἐστιν ἄρθρον. ὁ δὲ Ἡσίο‐ |
| book 527.2 | δος (fr. 235, 1 M.—W.) διχῶς. b(BCE3) |
| book 528.1 | μείων, οὔτι τόσος γε 〈ὅσος Τελαμώνιος Αἴασ〉: ὅτι |
| book 528.2 | Ζηνόδοτος ἠθέτηκεν αὐτόν. ἀναγκαῖος δέ ἐστι· προδιασυνίστησι γὰρ |
| book 528.3 | ὅτι ἥττων ἐστὶ κατὰ τὸ μέγεθος τοῦ Τελαμωνίου. ἐκεῖνον μέντοι γε |
| book 528.4 | „μέγαν“ (Ρ 115, cf. Π 358) λέγει. A |
| book 529-30 | ἀλλὰ πολὺ μείων〈—Ἀχαιούσ〉: ἀθετοῦνται |
| book 529-30.1 | ἀμφότεροι, ὅτι προείρηκε „μείων, οὔτι τόσος γε“ (Β 528), καὶ πρὸς |
| book 529-30.2 | οὐδὲν διλογεῖ ἀλλὰ πολὺ μείων. καὶ οὐδὲ πολὺ λείπεται τοῦ ἑτέ‐ |
| book 529-30.3 | ρου. κακῶς δὲ καὶ τὸ λινοθώρηξ· οἱ γὰρ Ἕλληνες οὐκ ἐχρῶντο λι‐ |
| book 529-30.5.1 | νοῖς θώραξι· διὰ παντὸς γὰρ χαλκοχίτωνας (cf. Α 371 al.) αὐτοὺς |
| book 529-30.5.2 | λέγει. καὶ Ἕλληνας οὐδέποτε εἴρηκεν, ἀλλ’ Ἀργείους (cf. Α 79 al.) ἢ |
| book 529-30.5.3 | Δαναούς (cf. Α 42 al.)· καὶ οὐδὲ Ἑλλάδα τὴν οἰκουμένην ὑπὸ Ἑλλή‐ |
| book 529-30.5.4 | νων, ἀλλὰ μίαν πόλιν Θεσσαλίας, ἧς τοὺς οἰκήτορας Ἕλληνας λέγει· |
| book 529-30.5.5 | „Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί“ (Β 684). A |
| book 532a.1 | Βῆσσαν {τε}: ὅτι Ζηνόδοτος γράφει „Βῆσαν“ ἐν τῷ ἑνὶ ς, |
| book 532a.2 | διὰ τὸ βήσ〈σ〉ας λέγεσθαι τῶν ὀρῶν τοὺς καθύγρους τόπους. ἔστι μέντοι |
| book 532a.3 | προσηγορικά, ἅ τινων κύρια γίνεται, οἷον κυπάρισσος καὶ πόλεως |
| book 532a.4 | ὄνομα (cf. Β 519). A |
| book 532b1.1 | Αὐγειάς: ὡς καλιάς· συνήθης γὰρ ἡ τοιαύτη ἀνάγνωσις |
| book 532b1.2 | {παρὰ} τῷ ποιητῇ Ἰωνικωτέρα οὖσα. A |
| book 532b2.1 | ὡς „παρειάσ“ (Γ 35 al.)· ἡ γὰρ τοιαύτη ἀνάγνωσις |
| book 532b2.2 | Ἰωνικωτέρα οὖσα συνήθης Ὁμήρῳ ἐστίν. b(BCE3) |
| book 535 | ἱερῆς Εὐβοίης: Εὔβοια νῆσος παρακειμένη—ἀπὸ |
| book 535 | Εὐβοίας τῆς Ἀσωποῦ. A |
| book 536-41.1 | 〈οἳ δ’ Εὔβοιαν ἔχον—ἀρχὸς Ἀβάντων:〉 |
| book 536-41.2 | ἐπὶ μὲν τῶν ἄλλων „Βοιωτῶν μέν“ (Β 494), „αὐτὰρ Φωκήων“ (Β |
| book 536-41.3 | 517). ὧδε δέ, ἐπεὶ διαφόρως ὡς πρὸς τὴν πόλιν ὀνομάζονται, διαφο‐ |
| book 536-41.4 | ρὰν αὐτοῖς προσῆψεν· ἢ τὸ ὁμοειδὲς ἐκκλίνων τῆς φράσεως. γίνεται δὲ |
| book 536-41.5.1 | ἀπὸ μὲν Ἐρεχθέως Κέκροψ, οὗ Μητίων, ἀφ’ οὗ οἱ Μητιονίδαι, οὗ Χάλ‐ |
| book 536-41.5.2 | κων, οὗ Ἄβας, ὃς Ἄβαντας αὐτοὺς ἐκάλεσεν, οὗ Χαλκώδων, οὗ Ἐλε‐ |
| book 536-41.5.3 | φήνωρ. b(BCE3E4) |
| book 537a.1 | Χαλκίδα: οὗτος ἀντικρύ ἐστιν Αὐλίδος παρὰ τὸν Εὔρι‐ |
| book 537a.2 | πον ὁ τόπος. b(BCE3E4) |
| book 537b | Εἰρέτριαν: καὶ αὕτη πέραν τοῦ Εὐρίπου. b(BCE3E4) |
| book 537c.1 | 〈Ἱστίαιαν:〉 αὕτη ἐστὶν ἡ νῦν Ὠρεὸς καλουμένη. b |
| book 537c.2 | (BCE3E4) |
| book 538.1 | 〈Κήρινθόν τ’ ἔφαλον:〉 τούτου γὰρ τὰ θεμέλια ὑπὸ θα‐ |
| book 538.2 | λάσσης ἁλμίζεται. ἔστι δὲ περὶ τὴν παρὰ τὸ Αἰγαῖον πλευράν. b |
| book 538.3 | (BCE3E4) |
| book 540-1.1 | 〈Ἐλεφήνωρ— / Χαλκωδοντιάδης: Χαλκώδον‐ |
| book 540-1.2 | τος παῖς Ἐλεφήνωρ. εἰ δέ, ὡς προείρηται (D ad Β 494—5), προλη‐ |
| book 540-1.3 | πτικῶς τὰ ὀνόματα ἐτίθουν οἱ παλαιοὶ τοῖς παισί, πεποίηται παρὰ τὸ |
| book 540-1.4 | ἐλεφαίρεσθαι αὐτὸν τοὺς πολεμίους βλάπτοντα. A |
| book 542-3.1 | τῷ δ’ ἅμ’ Ἄβαντες 〈ἕποντο θοοὶ ὄπιθεν κομόων‐ |
| book 542-3.2 | τες / αἰχμηταί〉: βραχὺ διασταλτέον θοοί, κομόωντες, αἰχμη‐ |
| book 542-3 | ταί· μᾶλλον γὰρ ἐμφαίνει ἕκαστον συμβεβηκὸς ἰδίᾳ λεγόμενον. A |
| book 542.1 | 〈ὄπιθεν κομόωντες:〉 Ἀρχέμαχος ὁ Εὐβοεὺς (F Gr Hist |
| book 542.2 | 424,9) φησὶ τοὺς Κουρῆτας ἐν Χαλκίδι οἰκῆσαι· συνεχῶς δὲ τοῖς ἀστυ‐ |
| book 542.3 | γείτοσι ἐπολέμουν. ἐπεὶ δὲ οἱ πολέμιοι τῆς κόμης ἁπτόμενοι κατέσπων |
| book 542.4 | αὐτούς, ὀπισθοκόμους γενέσθαι φησί, τὰ δὲ ἔμπροσθεν κείρεσθαι· διὸ |
| book 542.5 | καὶ Κουρῆτας ἀπὸ τῆς κουρᾶς κληθῆναί φησιν. b(BCE3E4) |
| book 542.1 | ὄπιθεν κομόωντες: τὰ ὀπίσω μέρη—τρίχας βα‐ |
| book 542.2 | θείας ἔχειν. A |
| book 543.1 | αἰχμηταί: καὶ ὁ χρησμὸς περὶ αὐτῶν οὕτως· „ἄνδρες δου‐ |
| book 543.2 | ρίμαχοι ναίουσιν ὕδωρ καλῆς Ἀρεθούσησ“ (cf. fr. 1, 3 P.—W.). ἦν |
| book 543.3 | δὲ παρ’ αὐτοῖς αἰσχρὸν τὸ τοξεύειν. A b (BCE3E4) |
| book 543 | ὀρεκτῇσι μελίῃσι: τοῖς ἐκ χειρῶν—ἐκ χειρὸς πα‐ |
| book 543.5 | τάξαι. A |
| book 546.1 | οἳ δ’ ἄρ’ Ἀθήνας εἶχον: Ἀθήνας νῦν κέκληκε—κα‐ |
| book 546.2 | ταταγῆναι. A |
| book 547.1 | δῆμον Ἐρεχθῆος: Ἐρεχθέως τοῦ βασιλέως—ἱστορεῖ |
| book 547.2 | Καλλίμαχος (cf. fr. 260, 19). A |
| book 547-9.1 | 〈ὅν ποτ’ Ἀθήνη / —ἐν πίονι νηῷ:〉 ἐξαίρει τὴν |
| book 547-9.2 | χώραν τῇ γενέσει, τῇ ἀνατροφῇ, τῇ τῆς βασιλείας μεγαλειότητι. b |
| book 547-9.3 | (BCE3) |
| book 548a1.1 | ζείδωρος ἄρουρα: τοῦτο ὡς κύριον ἔλαβεν ἐπὶ τῆς |
| book 548a1.2 | Ἀττικῆς· ἐκεῖ γὰρ πρῶτον ἀνεδόθη καρπός· διὸ νῦν πρῶτον τῷ ἐπι‐ |
| book 548a1 | θέτῳ ἐχρήσατο. A |
| book 548a2.1 | κυρίως ἐπὶ Ἀττικῆς τὸ ζείδωρος· δοκεῖ γὰρ ἐκεῖσε πρῶ‐ |
| book 548a2.2 | τον ἀναδοθῆναι καρπός· διὸ νῦν ὡς ἐπιθέτῳ ἐχρήσατο αὐτῷ. b |
| book 548a2.3 | (BCE3E4) |
| book 550.1 | 〈ἔνθα δέ μιν ταύροισι καὶ ἀρνειοῖς ἱλάονται:〉 ἡ θεὸς |
| book 550.2 | γὰρ ἔχρησε τοῦτον τιμᾶν. θήλεα δὲ τῇ Ἀθηνᾷ θύουσι· διὸ τὸ μίν οὐκ |
| book 550.3 | ἐπ’ αὐτῆς. b(BCE3E4) |
| book 552.1 | 〈Πετεῶο:〉 Πετεώ. πλεονασμὸς γάρ ἐστι τοῦ ο, ὡς Ἡρω‐ |
| book 552.2 | διανός (2,198,25). b(BCE3) |
| book 553a.1 | τῷ δ’ οὔ πώ τις ὁμοῖος: ὅτι Ζηνόδοτος ἀπὸ τούτου |
| book 553a.2 | τρεῖς στίχους (sc. 553—5) ἠθέτηκεν, μήποτε διότι διὰ τῶν ἐπὶ μέρους |
| book 553a.3 | οὐδέποτε αὐτὸν διατάσσοντα συνέστησεν. πολλὰ μέντοι Ὅμηρος |
| book 553a.4 | κεφαλαιωδῶς συνίστησιν, αὐτὰ τὰ ἔργα παραλιπών, ὡς τὴν Μαχάο‐ |
| book 553a.5 | νος ἀριστείαν· „παῦσεν ἀριστεύοντα μάχασ“ (Λ 506). A |
| book 553b.1 | 〈τῷ δ’ οὔ πώ τις ὁμοῖος:〉 τοῦτο χαρίζεται αὐτῷ, ἐπεὶ |
| book 553b.2 | μὴ εὐδοκιμήσει ἐν ταῖς μάχαις. b(BCE3) |
| book 554.1 | 〈κοσμῆσαι:〉 πρῶτος κόσμον πολέμου τὴν παράταξιν ὠνό‐ |
| book 554.2 | μασεν. b(BCE3) |
| book 555.1 | 〈ὁ γὰρ προγενέστερος ἦεν:〉 καὶ οὗτος, φησίν, οὐκ ἐκ |
| book 555.2 | πείρας, ἀλλ’ ἐξ ἡλικίας. b(BCE3E4) |
| book 557a1.1 | {αἴας δ’ ἐκ σαλαμῖνος ἄγεν} δυοκαίδεκα: Πάμφιλος τρία |
| book 557a1.2 | ποιεῖ καὶ κατὰ παράθεσιν ἀναγινώσκει. ἀφορμὴν δὲ ἔχει ἡ κατὰ σύν‐ |
| book 557a1.3 | θεσιν ἀνάγνωσις τὴν ποιητικὴν χρῆσιν, ἥτις τὰ κατὰ παράθεσιν πολ‐ |
| book 557a1 | λάκις ἑνοῖ, ὡς τὸ „πασιμέλουσα“ (μ 70) καὶ τὰ τοιαῦτα. A |
| book 557a2.1 | τὸ δυοκαίδεκα ὑφ’ ἓν ἀναγνωστέον. καὶ ἔστι ποιητικὴ ἡ |
| book 557a2.2 | χρῆσις. b(BCE3) |
| book 558.1 | 〈στῆσε δ’ ἄγων, ἵν’ Ἀθηναίων ἵσταντο φάλαγγες:〉 |
| book 558.2 | γράφει δὲ καὶ τὸν Σόλωνος λόγον, ὥς τινες, παραλόγως, τὸ ἵν’ Ἀθη‐ |
| book 558.3 | ναίων ἵσταντο· ἐν γὰρ τῇ πρώτῃ οὐκ †εἶχε ποιήσει† τοῦτο, ἀλλ’ |
| book 558.4 | ἡ ἀκολουθία οὕτως, „οἳ δ’ Ἄργος 〈τ’〉 εἶχον“ (Β 559). b(BCE3) |
| book 559.1 | 〈οἳ δ’ Ἄργος τ’ εἶχον:〉 ἀπὸ Ἄργου τοῦ Διὸς καὶ Νιόβης |
| book 559.2 | τῆς Φορωνέως. διὰ δὲ τὸ πρῶτον ᾠκίσθαι πρότερον ἐτάχθη τῶν ὑπὸ |
| book 559.3 | Ἀγαμέμνονα. ἀφ’ οὗ καὶ πάντας Ἕλληνας Ἀργείους καλεῖ. b(BCE3) |
| book 561a | 〈Τροιζῆν’:〉 ἀπὸ Τροιζῆνος τοῦ Πέλοπος. b(BCE3) |
| book 561b.1 | 〈Ἠϊόνας: ***〉 λέγουσι δὲ τὴν Καλαυρίαν εἶναι. b |
| book 561b.2 | (BCE3) |
| book 562.1 | 〈οἵ τ’ ἔχον Αἴγιναν Μάσητά τε:〉 Αἴγινα πλησίον Ἐπι‐ |
| book 562.2 | δαύρου. ὁ δὲ Μάσης ἐπίνειον Ἀργείων. ἐκτέταται δὲ διὰ τὸ μέτρον. |
| book 562.3 | b(BCE3) |
| book 564.1 | 〈Σθένελος:〉 Προίτου Μεγαπένθης, οὗ Ἀναξαγόρας, οὗ |
| book 564.2 | Ἱππόνους, οὗ Καπανεύς, οὗ Σθένελος. b(BCE3) |
| book 565.1 | 〈Εὐρύαλος:〉 Βίαντος Περιάλκης, οὗ Ταλαός, οὗ Μηκιστεύς, |
| book 565.2 | οὗ Εὐρύαλος. b(BCE3) |
| book 565.1 | ἰσόθεος φώς: τὸ φώς ὀξυτονούμενον—Λυκάονος |
| book 565.2 | ἕνδεκα δίφροι (Ε 193). A |
| book 566.1 | 〈Ταλαϊονίδαο:〉 ἀπὸ τοῦ Ταλαΐων ἐστὶν ἡ κλίσις. ἢ κατὰ |
| book 566.2 | πλεονασμόν ἐστι τοῦ ονι. b(BCE3) |
| book 567.1 | 〈ΣΥΜΠΑΝΤΩΝ δ’ ἡγεῖτο:〉 ὡς ἄριστος. ἢ κατὰ τὸν τῶν |
| book 567.2 | Φαιάκων νόμον· „τρισκαιδέκατος δ’ ἐγὼ αὐτόσ“ (θ 391). b(BCE3) |
| book 569.1 | 〈οἳ δὲ Μυκήνας εἶχον:〉 Μυκηνῶν ἦρχεν Εὐρυσθεύς. ἐπεὶ |
| book 569.2 | δὲ συμβαλὼν Ἀθηναίοις ἐτελεύτα, ἱστῶσιν Ἀτρέα αὐτόθι διάγοντα, |
| book 569 | ἅμα Θυέστῃ ἐπὶ τῷ φόνῳ Χρυσίππου φυγόντα. b(BCE3) |
| book 570a1.1 | ἀφνειόν τε Κόρινθον: ἐμπόριον γὰρ τῆς Ἑλλάδος κατὰ |
| book 570a1.2 | Θουκυδίδην (cf. 1, 13, 5) ἡ Κόρινθος. | ἡ διπλῆ δέ, ὅτι ἐκ τοῦ ἰδίου |
| book 570a1.3 | προσώπου Κόρινθον· ὅταν δὲ ἡρωϊκῷ προσώπῳ περιτιθῇ τὸν λό‐ |
| book 570a1.4 | γον, Ἔφυραν λέγει· „ἔστι πόλις Ἐφύρη“ (Ζ 152). A |
| book 570a2.1 | ἐμπόριον γὰρ ἦν τῆς Ἑλλάδος κατὰ Θουκυδίδην. | ἡνίκα |
| book 570a2.2 | δὲ ἡρωϊκόν ἐστι τὸ λαλοῦν πρόσωπον, „Ἐφύρην“ αὐτὴν καλεῖ. b |
| book 570a2.3 | (BCE3) |
| book 571.1 | Ἀραιθυρέην: ὅτι Ζηνόδοτος γράφει „Παραιθυρέην“. οὐκ |
| book 571.2 | ἐπίσταται δὲ ταύτην τὴν πόλιν οὕτως ὀνομαζομένην. A |
| book 572.1 | 〈Ἄδρηστος:〉 ἐκπεσὼν γὰρ Ἄργους παρὰ Πολύβῳ τῷ |
| book 572.2 | μητροπάτορι ᾤκει, καὶ ὑπέταξεν αὐτοὺς οὐκ εἰωθότας ἄρχεσθαι. b |
| book 572.3 | (BCE3) |
| book 574.1 | Πελλήνην τ’ εἶχον: διαφέρει Πελλήνη Παλλήνης· Παλλήνη |
| book 574.2 | 〈μὲν〉 γὰρ πόλις Θρᾴκης. | Παλλῆναι δὲ δῆμος τῆς Ἀττικῆς. | Πελλήνη |
| book 574.3 | δὲ πολίχνιον τῆς Ἀχαΐας, ἥ ἐστι Πελοπόννησος. A |
| book 575.1 | Αἰγιαλόν τ’ ἀνὰ πάντα: οὕτως ἐκαλεῖτο ἡ παραθαλασσία |
| book 575.2 | —μέχρι Ἤλιδος. A |
| book 576.1 | τῶν ἑκατὸν νηῶν 〈ἦρχε〉: ὅτι τὸ τῶν οὐχ ὡς ἄρθρον παρ‐ |
| book 576.2 | είληπται, ἀλλ’ ἀντὶ ἀντωνυμίας τῆς τούτων, καὶ παραλέλειπται ἡ ἔκ |
| book 576.3 | πρόθεσις, ἵν’ ᾖ ἐκ τούτων τῶν πόλεων ἑκατὸν νηῶν ἦρχεν. A |
| book 579-80a.1 | κυδιόων ὅτι πᾶσι〈—λαούσ〉: ὅτι Ζηνόδο‐ |
| book 579-80a.2 | τος ἀμφοτέρους ἠθέτηκεν, ἐπεὶ διὰ τῶν ἑξῆς (sc. Β 768) ἄριστος ὁ |
| book 579-80a.3 | Αἴας λέγεται. ἐν διαφόροις δὲ πράγμασίν εἰσιν οὗτοι ἄριστοι, ὁ μὲν |
| book 579-80a.4 | πλούτῳ καὶ εὐγενείᾳ, ὁ δὲ τῇ κατὰ πόλεμον ἀρετῇ. A |
| book 579-80b.1 | 〈κυδιόων—λαούς:〉 οὐ τοῖς οἰκείοις μόνον, ἀλλὰ |
| book 579-80b.2 | καὶ τοῖς ἄλλοις, ἵνα καὶ τὸ οὕνεκ’ ἄριστος ἔην (580) ἔχῃ αἰτίαν. |
| book 579-80b.3 | διέπρεπε δὲ κάλλει καὶ μεγέθει. κυδιᾷ δὲ οὐκ ἐπὶ πλούτῳ, ἀλλ’ ἐπ’ |
| book 579-80b.4 | ἀρετῇ. b(BCE3E4) |
| book 579.1 | πᾶσιν δέ: οὕτως ἡ ἑτέρα τῶν Ἀρισταρχείων, καὶ ἔστι χα‐ |
| book 579.2 | ριεστέρα· „ἐν δ’ αὐτὸς ἐδύσετο νώροπα χαλκόν / κυδιόων· πᾶσι〈ν〉 |
| book 579.3 | δὲ μετέπρεπεν ἡρώεσσιν, / οὕνεκ’ ἄριστος ἔην, πολὺ δὲ πλείστους |
| book 579.4 | ἄγε λαούσ“ (Β 578—80)· ἡ γὰρ αἰτία τοῦ διαπρέπειν διὰ τοῦ ἑξῆς |
| book 579.5 | ἀποδίδοται, „οὕνεκ’ ἄριστος ἔην, πολὺ δὲ πλείστους ἄγε λαούσ“ (Β |
| book 579 | 580). ὁμοίως δὲ καὶ Ζηνόδοτος γράφει. A |
| book 581-6.1 | 〈οἳ δ’ εἶχον κοίλην Λακεδαίμονα—βοὴν |
| book 581-6.2 | ἀγαθὸς Μενέλαος:〉 Οἴβαλος ὁ Περιήρους ἦρχε Λακεδαιμονίων, οὗ |
| book 581-6.3 | Τυνδάρεως Ἰκάριος Ἀρήνη καὶ νόθος Ἱπποκόων, ὃς συμφρασάμενος |
| book 581-6.4 | Ἰκαρίῳ τὸν Τυνδάρεων ἀπελαύνει, καὶ ἄρχει πολλοῖς πλήθων υἱοῖς. |
| book 581-6.5.1 | Ἡρακλῆς δὲ μετὰ τὴν ἐν Πύλῳ μάχην θύσων εἰς Ἀμύκλας κατὰ |
| book 581-6.5.2 | χρησμὸν ἐξέρχεται. Λικυμνίου δὲ †τοῦ υἱωνοῦ αὐτοῦ† προελθόντος ἐπὶ |
| book 581-6.5.3 | θέαν Λακεδαίμονος, ἀναιροῦσιν αὐτὸν οἱ Ἱπποκοωντίδαι θανάτου |
| book 581-6.5.4 | κυνὸς ἕνεκα. ἐφ’ οἷς Ἡρακλῆς ἅμα τῷ πατρὶ κατακτείνας αὐτοὺς τὴν |
| book 581-6.5.5 | ἀρχὴν Τυνδάρεῳ δίδωσι καὶ τοῖς παισί, Κάστορι καὶ Πολυδεύκει. ὧν |
| book 581-6.10.1 | μὴ στρατευσάντων (cf. Γ 239—44) Μενέλαος ἄρχει. κοίλην (581) δέ, |
| book 581-6.10.2 | ὅτι περιέχεται ὑπὸ Ταϋγέτου καὶ Παρθενίου. b(BCE3E4) |
| book 581.1 | κοίλην Λακεδαίμονα: τὴν ὑπὸ ὀρῶν—τὴν δὲ |
| book 581.2 | πόλιν Σπάρτην καλοῦσιν. A |
| book 581 | κητώεσσαν: μεγάλην, παρὰ τὸ κῆτος—ζῴων. A |
| book 582a.1 | Μέσσην: ὅτι Μέσσην τὴν ἐπὶ τῆς Λακωνικῆς Μεσσήνην |
| book 582a.2 | λέγει, συγκόψας τοὔνομα. A |
| book 582b | Μέσσην: τὴν Μεσ〈σ〉ήνην λέγει· b(BCE3E4) ὅτι γὰρ |
| book 582b.1 | ὑπὸ Λακεδαιμονίους αὐτὴν οἶδεν, δῆλον ἐξ ὧν φησι „δῶρα τά οἱ ξεῖνος |
| book 582b.2 | Λακεδαίμονι δῶκε. / τὼ δ’ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν“ (φ 13 et |
| book 582b.3 | 15). A b (BCE3E4) |
| book 585.1 | οἵ τε Λάαν εἶχον ἠδ’ Οἴτυλον: ὁ ποιητὴς διεῖλεν· μονο‐ |
| book 585.2 | συλλάβως γὰρ λέγεται Λᾶς. | Οἴτυλον δὲ ὡς δάκτυλον· ἄρχεται γὰρ |
| book 585.3 | τὸ ὄνομα ἀπὸ τῆς οι διφθόγγου. κακῶς δὲ Τυραννίων (fr. 8 P.), οἰό‐ |
| book 585.4 | μενος ἄρθρον εἶναι τὸ οι καὶ παρὰ τὴν συνήθειαν τοῦ ποιητοῦ ἁμαρτά‐ |
| book 585.5.1 | νων καὶ παρὰ τὴν ἱστορίαν, εἴ γε οὕτως φησὶ καὶ Φερεκύδης (FGr |
| book 585.5.2 | Hist 3, 168)· „τοῦ δὲ γίνεται Ἀμφ〈ι〉άναξ, τοῦ δ’ Οἴτυλος, ἀφ’ οὗ ἡ πό‐ |
| book 585.5.3 | λις ἡ ἐν Σπάρτῃ καλεῖται“. | τὸ δὲ κεφάλαιον ἐκτέταται ἐν τῇ Προσῳ‐ |
| book 585.5.4 | δίᾳ τῷ Ἡρωδιανῷ (1,163,19) περὶ τῆς ἀναγνώσεως τῆς Τυραννίω‐ |
| book 585.5.5 | νος. A |
| book 588.1 | 〈προθυμίῃσι πεποιθώς:〉 βασιλεὺς ὢν ἑαυτὸν αὐτὸς |
| book 588.2 | διατάττει. | ἐξέτεινε δὲ τὴν μι διὰ τὸ μέτρον. b(BCE3) |
| book 591.1 | 〈οἳ δὲ Πύλον τ’ ἐνέμοντο:〉 ἐξ Αἰόλου Κρηθεύς, ὃς Ἰωλκὸν |
| book 591.2 | κατέσχε Πελασγοὺς ἐκβαλών. τούτου δὲ οἱ παῖδες Πελίας μὲν ἅμα |
| book 591.3 | Ἰάσονι Ἰωλκὸν ᾤκουν, Νηλεὺς 〈δὲ〉 Πύλον σὺν Ἀμυθάονι, Φέρης δὲ |
| book 591 | Φεράς. τρεῖς δὲ Πύλοι εἰσίν, Μεσ〈σ〉ηνίας Τριφυλίας Ἀρκαδίας. b(BCE3) |
| book 592a.1 | καὶ Θρύον {ἀλφειοῖο}: ὅτι Θρύον εἶπεν τὴν ἐν ἄλλοις |
| book 592a.2 | Θρυόεσσαν· „ἔστι δέ τις Θρυόεσσα πόλισ“ (Λ 711). A |
| book 592b | καὶ ἐΰκτιτον Αἰπύ: Ἀρίσταρχος ὡς „ὀξύ“ (Α 190 al.)· |
| book 592b.1 | συγκατατίθεται δὲ αὐτῷ καὶ Ἀπολλόδωρος (FGrHist 244, 176). |
| book 592b.2 | Φερεκύδης δὲ ὁ Ἀθηναῖος (FGrHis 3, 169) τὸ μὲν Ἐΰκτιτον κύριον |
| book 592b.3 | ὄνομα παρέλαβεν, τὸ δὲ αἰπύ ἐπίθετον. ἐκ δὲ τοῦ ἐναντίου τινὲς τὸ |
| book 592b.5.1 | μὲν ἐΰκτιτον ἐπίθετον, τὸ δὲ Αἰπύ κύριον, ἐπεὶ καὶ ἐν ἄλλοις (Λ 711) |
| book 592b.5.2 | εἴρηκεν· „ἔστι δέ τις Θρυόεσσα πόλις, αἰπεῖα κολώνη“, ὃ νῦν εἴρηκεν |
| book 592b.5.3 | Αἰπύ, καὶ ὡς ἴδιον γενόμενον βούλονται βαρυτονεῖν. Πτολεμαῖος δὲ |
| book 592b.5.4 | (p. 42 B.) φησὶ μὲν κύριον εἶναι τὸ Αἰπύ, οὐ μὴν συγκατατίθεται τῷ |
| book 592b.5.5 | τόνῳ, φάσκων ὡς ὅτι πολλαὶ πόλεις ὁμοφωνοῦσι προσηγορικοῖς, |
| book 592b.10.1 | „Ἕλοσ“ (Β 584. 594), „Αἰγιαλόσ“ (cf. Β 575. 855). χρὴ μέντοι |
| book 592b.10.2 | γινώσκειν ὅτι ἀναλογωτέρα ἀνάγνωσις ἦν ἡ βαρεῖα· τὰ γὰρ εἰς υ |
| book 592b.10.3 | μονογενῆ οὐδέτερα βαρύνεται, „πῶϋ“ (Γ 198 al.), „μέθυ“ (Η 471 |
| book 592b.10.4 | al.). ταῦτα ἐν τῇ Προσῳδίᾳ (2,35,22). | καὶ ἐν τῇ Καθόλου (1,354, |
| book 592b.10.5 | 24) δὲ ὁμοίως ἀμφίβολον αὐτὸ ἐᾷ. | ἐν μέντοι τῇ Ζ (422) τῆς Ἰλιάδος |
| book 592b.15.1 | διαλαμβάνων περὶ τοῦ ἰῷ, „οἱ μὲν πάντες ἰῷ κίον ἤματι“, φανερῶς |
| book 592b.15.2 | λέγει ὅτι Ἀρίσταρχος ὀξύνει τὸ Αἰπύ, καὶ ἐπείσθη αὐτῷ ἡ πλείων |
| book 592b.15.3 | χρῆσις. A |
| book 592c.1 | 〈Αἶπυ:〉 τοῦτο κύριόν ἐστι, περὶ ἧς φησι „πόλις αἰ‐ |
| book 592c.2 | πεῖα κολώνη“ (Λ 711). Ἡρωδιανὸς δὲ ἀναλογωτέραν φησὶ τὴν |
| book 592c.3 | βαρεῖαν εἶναι τάσιν. | ἴσως δὲ ἀπὸ τοῦ Αἰπύτου. κατὰ ταύτην δὲ |
| book 592c.4 | τὴν πόλιν ποσὶ περατός ἐστιν ὁ Ἀλφειός, κἂν σφόδρα ῥυῇ. b(BCE3) | |
| book 592c.5 | βαρυτόνως λεκτέον τὸ Αἶπυ· ὄνομα γάρ ἐστι πόλεως. τὸ δὲ ὀξυτο‐ |
| book 592c | νούμενον ἐπίθετόν ἐστι καὶ σημαίνει τὸ ὑψηλόν. b(BE3) |
| book 595.1 | 〈Θάμυριν:〉 Θρᾷξ ἐστι, Φιλάμμονος υἱός. ἑαυτῷ δὲ ὥρισε |
| book 595.2 | τῆς μὲν ἥττης τὴν πήρωσιν πρόστιμον, τῆς δὲ νίκης γάμον μιᾶς τῶν |
| book 595.3 | Μουσῶν. b(BCE3) φασὶ δὲ αὐτὸν τῶν ὀφθαλμῶν τὸν μὲν γλαυκὸν |
| book 595.4 | ἔχειν, τὸν δὲ μέλανα. τότε δὲ τελείως τὸν ἕτερον ἀπώλεσεν. b(BCE3E4) |
| book 595.5.1 | ἀντόμεναι Θάμυριν: οὗτος παῖς ἦν—καὶ τοῦ νοῦ |
| book 595.5.2 | ἐστέρησαν. A |
| book 596-600.1 | 〈Οἰχαλίηθεν ... Οἰχαλιῆος· στεῦτο γὰρ |
| book 596-600.2 | —κιθαριστύν:〉 πιθανῶς τῷ ὁμ〈οι〉οτρόπῳ ἐνδιατρίβει. | |
| book 596-600.3 | διδάσκει οὖν μὴ ποιεῖσθαι πονηρὰς ὁμιλίας. b(BCE3E4) |
| book 596.1 | Οἰχαλίηθεν {ἰόντα}: ὅτι Θεσσαλίας ἡ Οἰχαλία καθ’ Ὅμη‐ |
| book 596.2 | ρον. οἱ δὲ νεώτεροι ἐπ’ Εὐβοίας πεποιήκασιν. A |
| book 597.1 | στεῦτο γὰρ εὐχόμενος 〈νικησέμεν, εἴπερ ἂν |
| book 597.2 | αὐταί〉: ὅτι τὸ στεῦτο κατὰ διάνοιαν ὡρίζετο, οὐκ ἐπὶ τῆς τῶν |
| book 597.3 | ποδῶν στάσεως, ὡς ἐν τοῖς κατὰ τὴν Νέκυιαν ἠθετημένοις „στεῦτο δὲ |
| book 597.4 | διψάων“ (λ 584). καὶ ὅτι εἴπερ ἂν αὐταί ἀντὶ τοῦ εἰ καὶ αὐταί. A |
| book 599a | πηρὸν θέσαν: ὅτι πηρόν οὐ τυφλὸν †ἀπεδέξαντο οἱ |
| book 599a.1 | νεώτεροι, ἀλλὰ τῆς ᾠδῆς πηρόν· τί γὰρ ἦν αὐτῷ βλαβερὸν κιθαρῳδῷ |
| book 599a.2 | ὄντι, εἰ τῶν ὀφθαλμῶν ἐστηρήθη; μᾶλλον γὰρ προσεκτικὸς ἂν ἐγέ‐ |
| book 599a.3 | νετο τῇ φωνασκίᾳ. τόν γε δή τοι Δημόδοκον ἡ Μοῦσα „ὀφθαλμῶν |
| book 599a.5 | μὲν ἄμερσε, δίδου δ’ †ἰδίαν† ἀοιδήν“ (θ 64). A |
| book 599b.1 | πηρόν {θέσαν}: ὡς χρηστὸν κατ’ ὀξεῖαν τάσιν παρὰ τῷ |
| book 599b.2 | ποιητῇ. παρὰ δὲ τοῖς Ἀττικοῖς πῆρον ὡς λῆρον. ὑγιεστέρα δὲ ἡ πα‐ |
| book 599b.3 | ρὰ τῷ ποιητῇ ἀνάγνωσις, ἐπεὶ τὰ εἰς ος λήγοντα δισύλλαβα, εἰ ἔχοι |
| book 599b.4 | τὴν πρώτην συλλαβὴν ἔχουσαν τὸ π καὶ τὸ η, ὀξύνονται, οἷον „πη‐ |
| book 599b.5 | όσ“ (θ 581), πηλός. οὕτως καὶ πηρός. A |
| book 599c.1 | 〈πηρὸν θέσαν:〉 ὁ μὲν ποιητὴς ὀξυτόνως. οἱ δὲ Ἀττι‐ |
| book 599c.2 | κοὶ ὡς τὸ λῆρος. | οὐδὲν δὲ ἄρα ἡ τέχνη δίχα συνέσεως πρὸς μόνον |
| book 599c.3 | ἄγουσα ὄγκον. b(BCE3) |
| book 600.1 | ἀφέλοντο καὶ ἐκλέλαθον: ἐπὶ μὲν τοῦ φυσικοῦ ἀφέλον‐ |
| book 600.2 | το, ἐπὶ δὲ τοῦ διδακτοῦ ἐκλέλαθον· ὃ γὰρ ἔμαθέ τις, οὐκ ἀπόλλυσιν |
| book 600.3 | ἄλλως, ἀλλ’ ἐπιλήθεται. A b (BCE3E4) |
| book 603-9.1 | οἳ δ’ ἔχον Ἀρκαδίην〈—Ἀγαπήνωρ〉: |
| book 603-9.2 | Ἀρκαδία ἀπὸ Ἀρκάδος τοῦ Διός, οὗ Ἀμφιδάμας, οὗ Λυκοῦργος, οὗ |
| book 603-9.3 | Ἀγκαῖος, οὗ Ἀγαπήνωρ. A b (BCE3) | ὡς ἐπισήμων δὲ ὄντων, ἐκ |
| book 603-9.4 | τάφου καὶ ὄρους ἐσήμανε τὴν χώραν. b(BCE3) |
| book 603.1 | 〈Κυλλήνης:〉 Κυλλήνη ὄρος ὑφηλὸν—τὸν θεόν |
| book 603.2 | φασιν. A |
| book 605 | καὶ Ὀρχομενὸν πολύμηλον: πρὸς τὴν ὁμωνυμίαν τοῦ |
| book 605 | Ὀρχομενοῦ, ὅτι τῷ ἐπιθέτῳ διέσταλκεν. A |
| book 608 | 〈Στύμφηλον:〉 ὡς Εὔμηλον (cf. Β 714 al.)· ἴδιον γάρ. Aint |
| book 612.1 | αὐτὸς γάρ σφιν: ἀπὸ τούτου ἕως τοῦ „Ἀτρεΐδης, ἐπεὶ |
| book 612.2 | οὔ σφι“ (Β 614) Ζηνόδοτος ἠθέτηκε τρεῖς στίχους. ἀναγκαῖοι δέ εἰ‐ |
| book 612.3 | σιν· παριστόρηται γὰρ δι’ αὐτῶν ὅτι παρέσχεν αὐτοῖς ναῦς ὁ Ἀγα‐ |
| book 612.4 | μέμνων, „ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει“ (Β 614). A |
| book 612-4.1 | αὐτὸς γάρ σφιν〈—μεμήλει〉: ἐπεὶ μεσογείους |
| book 612-4.2 | ὄντας εἰς Ἴλιον ἤγαγε, λύει τὸ ζήτημα, πόθεν εἶχον ναῦς. A b (BCE3) |
| book 615-7.1 | οἳ δ’ ἄρα Βουπράσιον〈—ἐντὸς ἐέργει〉: |
| book 615-7.2 | Βουπράσιον πόλις, ἡ δὲ χώρα Ἦλις. ὁρίοις δὲ αὐτὴν περιγράφει, |
| book 615-7.3 | μὴ θέλων πάλιν τὰ κατὰ μέρος λεπτολογεῖν. A b (BCE3) |
| book 616.1 | ὅσσον ἐφ’ Ὑρμίνη: ἐφ’ ὅσον ἥ τε Ὑρμίνη—οἱ |
| book 616.2 | Ἠλεῖοι ἐβασίλευον. | ἡ διπλῆ δέ, ὅτι Ζηνόδοτος σὺν τῷ ι γράφει. |
| book 616.3 | γίνεται δὲ ἀκατάλληλος ὁ λόγος. A |
| book 618.1 | 〈δέκα δ’ ἀνδρὶ ἑκάστῳ:〉 ἔδειξε τὴν διαίρεσιν τῆς |
| book 618.2 | ἀρχῆς, μὴ εἰπών, ὡς ἐπὶ τῶν ἄλλων, „τοῖς δ’ ἅμα τεσσαράκοντα“ |
| book 618 | (cf. Β 524). b(BCE3) |
| book 619.1 | 〈Ἐπειοί:〉 διῃρημένως πρὸς τὴν πόλιν ὀνομάζονται, ὡς |
| book 619.2 | 〈οἱ〉 Ἄβαντες (cf. Β 536. 542). b(BCE3) |
| book 621.1 | υἷες ὁ μὲν Κτεάτου, 〈ὁ δ’ ἄρ’ Εὐρύτου, Ἀκτο‐ |
| book 621.2 | ρίωνε〉: ὅτι παρὰ τὸ ἠθισμένον πρὸς τὸ πρότερον ἀπήντηκεν· ἔστι |
| book 621.3 | γὰρ ὁ προκατειρημένος „Ἀμφίμαχοσ“ (Β 620) Κτεάτου υἱός, ὁ δὲ |
| book 621.4 | „Θάλπιοσ“ (ib.) Εὐρύτου. καὶ ὅτι οὕτως εἴρηκεν Ἀκτορίωνε, |
| book 621.5 | δέον Ἀκτοριώνων. A |
| book 625a.1 | οἳ δ’ ἐκ Δουλιχίοιο 〈Ἐχινάων θ’ ἱεράων〉: ὅτι |
| book 625a.2 | οὐχ ὡς κεχωρισμένου Δουλιχίου τῶν Ἐχινά〈δ〉ων οὕτως εἴρηκεν, |
| book 625a.3 | ἀλλ’ ἀντὶ τοῦ ἐκ Δουλιχίου καὶ τῶν ἄλλων Ἐχινάδων. καὶ ὅτι ἀπό |
| book 625a.4 | του Ἐχίνου εἴρηκεν Ἐχινάων. A |
| book 625b.1 | 〈Δουλιχίοιο:〉 μία τῶν Ἐχινάδων τὸ Δουλίχιον. ὅτι |
| book 625b.2 | δὲ πλησίον Πελοποννήσου, δηλοῖ Τηλέμαχος πρὸς Νέστορα ἀπιών |
| book 625b | (cf. γ 4—5). b(BCE3) |
| book 626a1.1 | 〈αἳ ναίουσι:〉 ὅτι Ζηνόδοτος γράφει „οἳ ναίουσι“, ἐπὶ |
| book 626a1.2 | τῶν ἀνδρῶν. οὐ νοεῖ δὲ ὅτι ἀντὶ τοῦ ναίονται. Aim |
| book 626a2.1 | ἀντὶ τοῦ ναίονται, ὡς τὸ „νῆσοι / πολλαὶ ναιετάουσι |
| book 626a2.2 | 〈μάλα〉 σχεδὸν ἀλλήλῃσιν“ (ι 22—3). b(BCE3) |
| book 629a.1 | ὅς ποτε Δουλίχιον 〈δ’ ἀπενάσσατο πατρὶ |
| book 629a.2 | χολωθείσ〉: πρὸς τὴν ἀμφιβολίαν, πότερον ὁ Μέγης ἀπῴκησεν ἢ |
| book 629a.3 | ὁ Φυλεύς, ὃ καὶ 〈Ὁ〉μηρικώτερον· Ὅμηρος γὰρ ἀεὶ πρὸς τὸ δεύτερον |
| book 629a.4 | πρότερον ἀπαντᾷ. A |
| book 629b.1 | 〈ὅς ποτε Δουλίχιον δ’ ἀπενάσσατο πατρὶ |
| book 629b.2 | χολωθείς:〉 διδάσκει ὡς ἀνηκέστου διαφορᾶς τῶν οἰκείων κρείσσων |
| book 629b.3 | ὁ χωρισμός. b(BCE3E4) |
| book 629b | Δουλίχιον νῆσος πρὸ τῆς Κεφαλληνίας. αἱ δὲ Ἐχινάδες |
| book 629b.5 | —καλοῦνται Ἐπειοί. A |
| book 629b.1 | πατρὶ χολωθείς: ὃς εἰς τὸ Δουλίχιον—ἡ ἱστο‐ |
| book 629b.2 | ρία καὶ παρὰ Καλλιμάχῳ (fr. 77). A |
| book 631.1 | 〈Κεφαλλῆνας:〉 ἡ Κεφαλληνία παράκειται ταῖς Ἐχινάσι· |
| book 631.2 | Κέφαλος γὰρ ὁ Δηΐονος, φεύγων ἐκ Φωκίδος διὰ τὸν τῆς γυναικὸς |
| book 631.3 | ἀκούσιον φόνον ᾤκει ἐν Θήβαις. συστρατεύσας δὲ Ἀμφιτρύωνι καὶ |
| book 631.4 | ταύτην γέρας λαβὼν οὕτως ἀφ’ ἑαυτοῦ ὠνόμασεν. ἐκ τούτου Κιλλεύς, |
| book 631.5 | οὗ Ἀρκείσιος, οὗ Λαέρτης. b(BCE3) |
| book 634.1 | ἠδ’ οἳ Σάμον ἀμφενέμοντο: ὅτι Ζηνόδοτος γράφει |
| book 634.2 | „ἠδ’ οἳ Σάμην 〈ἐνέμοντο〉“, καὶ ἄμετρον ποιῶν καὶ ἀγνοῶν ὅτι κατὰ |
| book 634.3 | τὸ ἀρσενικὸν ἐνίοτε ἐκφέρεται τὰ εἰς η λήγοντα· „μεσσηγὺς Τενέδοιο |
| book 634.4 | Σάμοιό τε“ (cf. Ν 33 et δ 845)· οὐ γὰρ εἶπε Σάμης τε. | φρούριον |
| book 634.5 | δὲ τῆς Κεφαλληνίας μέχρι νῦν Σάμος, ὅπερ φασὶ Ῥωμαῖοι Κάστρον. A |
| book 637.1 | μιλτοπάρῃοι: ὅτι ἤδη ἡ ἐκ χρωμάτων μίξις τῇ ζωγραφι‐ |
| book 637.2 | κῇ ἐπιπολάσασα ἦν. αἱ δὲ νῆες Ὀδυσσέως ἐξηλλαγμέναι, ὅπως ὀλί‐ |
| book 637.3 | γαι οὖσαι κἂν διὰ τῆς χρίσεως τὸ ἐπίσημον ἔχωσι, καὶ ὅτε δέοι |
| book 637.4 | πλεῖν, μὴ σκορπίζοιντο. ἀμέλει καὶ μέσας αὐτὰς πρὸς κόσμον τῶν |
| book 637.5 | ἄλλων ἔταξαν, A b (BCE3E4) καὶ τὴν ἀγορὴν ἐκεῖσε ἐποίησαν. A |
| book 641.1 | οὐ γὰρ ἔτ’ Οἰνῆος: ὅτι Ζηνόδοτος τοῦτον καὶ τὸν ἑξῆς |
| book 641.2 | ἠθέτηκεν, ἴσως ὑποπτεύσας τὸν Μελέαγρον κεχωρίσθαι τῶν Οἰνέως |
| book 641.3 | παίδων. εἴρηται δὲ ἐξ ὀνόματος κατ’ ἐξοχήν, καθάπερ ἐπὶ τοῦ „Ζεὺς |
| book 641.4 | δ’ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα“ (Ν 1)· καὶ γὰρ ὁ Ἕκτωρ Τρὼς ἦν. A |
| book 641-2.1 | 〈οὐ γὰρ ἔτ’ Οἰνῆος—Μελέαγρος:〉 ἄστατος |
| book 641-2.2 | ἡ τύχη, ὅταν μάλιστα δι’ ἀσέβειάν τινες πορθοῖντο. προαπώλοντο |
| book 641-2.3 | δὲ Μελεάγρου οὗτοι. b(BCE3E4) |
| book 642a.1 | οὐδ’ ἄρ’ ἔτ’ αὐτὸς ἔην, 〈θάνε δὲ ξανθὸς Μελέα‐ |
| book 642a.2 | γροσ〉: ἐὰν στίζωμεν ἐπὶ τὸ ἔην, ἔσται τὸ αὐτός ἐπὶ τοῦ Οἰνέως· ἐὰν |
| book 642a.3 | δὲ βραχὺ διαστέλλωμεν, ὅλος ὁ στίχος ἐπὶ τοῦ Μελεάγρου, καὶ τὰ |
| book 642a.4 | ἑξῆς, οὐδ’ ἄρ’ ἔτ’ αὐτὸς ἔην ξανθὸς Μελέαγρος, θάνε δέ. A |
| book 642b.1 | 〈θάνε δὲ ξανθὸς Μελέαγρος:〉 διὰ τὸ προὔχειν |
| book 642b.2 | αὐτὸν τῶν ἀδελφῶν καὶ ἰδίᾳ παρ’ αὐτοὺς ἔταξεν. b(BCE3) |
| book 643 | 〈τῷ:〉 ἐπὶ τοῦ Θόαντος (cf. Β 638), ἵν’ ᾖ τούτῳ. Aint |
| book 645-80.1 | 〈Κρητῶν δ’ Ἰδομενεὺς—γλαφυραὶ νέες |
| book 645-80.2 | ἐστιχόωντο:〉 ἀκολούθως ἐπὶ τὴν πρὸς ἀνατολὰς τοῦ Ἰσθμοῦ |
| book 645-80.3 | θάλασσαν μέτεισι καὶ τὰς νήσους αὐτῆς ὀνομάζει. b(BCE3) |
| book 647.1 | 〈Λύκτον Μίλητόν τε καὶ ἀργινόεντα Λύκαστον:〉 |
| book 647.2 | πᾶσαι ἐν τῇ ἀρχούσῃ τὸν τόνον ἔχουσι. „Λυκαστόν“ δέ τινές φασιν, |
| book 647.3 | οὐκ ὀρθῶς. b(BCE3) |
| book 648a.1 | Φαιστόν: ὡς „πιστόν“ (Ο 331 al.), ὀξυτόνως· βαρυνό‐ |
| book 648a.2 | μενον γὰρ ἐπὶ τοῦ ἥρωος τίθεται, „Ἰδομενεὺς δ’ ἄρα Φαῖστον“ |
| book 648a.3 | (Ε 43). A |
| book 648b.1 | Ῥύτιον: προπαροξυτόνως ὡς στάδιον. οὐκ εὖ δὲ Τυραν‐ |
| book 648b.2 | νίων (fr. 9 P.) παροξύνει αὐτὸ ὡς „πεδίον“ (Β 465 al.)· οὔτε γὰρ |
| book 648b.3 | ὑποκοριστικὸν οὔτε εἰ ἦν ὑποκοριστικόν, παρωξύνετο καθότι τρί‐ |
| book 648b | βραχυ. τοῦτο δὲ εἴπομεν καὶ ἐπὶ τοῦ „Θρόνιον“ (Β 533). A |
| book 649.1 | ἄλλοι θ’ οἳ Κρήτην 〈ἑκατόμπολιν ἀμφενέμοντο〉: |
| book 649.2 | πρὸς τοὺς Χωρίζοντας (fr. 2 K.), ὅτι νῦν μὲν ἑκατόμπολιν τὴν |
| book 649.3 | Κρήτην, ἐν Ὀδυσσείᾳ (cf. τ 174) δὲ ἐνενηκοντάπολιν. ἤτοι οὖν |
| book 649.4 | ἑκατόμπολιν ἀντὶ τοῦ πολύπολιν, ἢ ἐπὶ τὸν σύνεγγυς καὶ ἀπαρτί‐ |
| book 649.5.1 | ζοντα ἀριθμὸν κατενήνεκται νῦν, ἐν Ὀδυσσείᾳ δὲ τὸ ἀκριβὲς ἐξενή‐ |
| book 649.5.2 | νοχεν, ὡς παρὰ Σοφοκλεῖ (fr. 813 N.2 = 899 P. = 899 R.). τινὲς δέ †φασι |
| book 649.5.3 | πυλαιμένη† τὸν Λακεδαιμόνιον δεκάπολιν κτίσαι. A |
| book 654 | 〈ἀγερώχων:〉 ἄγαν γέρας ἐχόντων, ἐντίμων. b(BCE3) |
| book 655.1 | τρίχα: τὸ τρίχα βαρύνεται, ὅτι τὰ εἰς ως λήγοντα ἐπιρ‐ |
| book 655.2 | ρήματα, εἰ ἔχοι παρακείμενα εἰς α λήγοντα μὴ συνεμπίπτοντα ὀνόμασι, |
| book 655.3 | πάντως βαρυνόμενα ἔχει, οἷον σαφῶς „σάφα“ (Β 192 al.)· ὅθεν εἰ |
| book 655.4 | τριχῶς, τρίχα. A |
| book 658.1 | Ἡρακληείῃ: ὅτι Ζηνόδοτος γράφει „Ἡρακλεΐῃ“, καὶ |
| book 658.2 | ἄμετρον ποιῶν καὶ οὐχ Ὁμηρικὸν τὸ σχῆμα· ἀπὸ γὰρ τοῦ Ἡρακλῆος |
| book 658.3 | Ἡρακληείῃ ἐκπίπτει. A |
| book 659.1 | τὴν ἄγετ’ ἐξ Ἐφύρης 〈ποταμοῦ ἄπο Σελλήεν‐ |
| book 659.2 | τοσ〉: ὅτι ἡ Ἔφυρα αὕτη ἑτέρα ἐστὶ τῆς Κορίνθου, τῆς Θεσπρωτίας |
| book 659.3 | οὖσα· καὶ ὅτι σὺν τῷ ς Σελλήεντα τὸν ποταμὸν λέγει, ἀφ’ οὗ τὸ |
| book 659.4 | παροικοῦν ἔθνος Σελλοὺς καλεῖ (sc. Π 234). οἱ δὲ νεώτεροι Ἑλλοὺς |
| book 659.5 | λέγουσι πλανηθέντες. A |
| book 662.1 | αὐτίκα πατρὸς ἑοῖο: ἱστόρηται ὅτι Τληπόλεμος— |
| book 662.2 | φυγὰς τῆς πατρίδος. A |
| book 662a1.1 | {φίλον μήτρωα} κατέκτα: Πτολεμαῖός φησιν ὁ Ἀσκα‐ |
| book 662a1.2 | λωνίτης (p. 42 B.) Ἀρίσταρχον ἀνεγνωκέναι ὁμοίως τῷ „ἔκτα σὺν |
| book 662a1.3 | οὐλομένῃ ἀλόχῳ“ (λ 410) κατὰ συστολήν. Τυραννίων (fr. 10 P.) |
| book 662a1.4 | δὲ κατ’ ἔκτασιν. οἶμαι δὲ ἀκόλουθον εἶναι ἐκείνῃ τῇ γραφῇ τῇ κομι‐ |
| book 662a1.5.1 | ζομένῃ ὑπ’ Ἀριστάρχου „ὣς ἔμεν †ὅτε δῖον Ἐρευθαλίωνα κατέκτα〈ν〉“ |
| book 662a1.5.2 | (Δ 319). ἡ μέντοι κοινὴ ἀνάγνωσις ἡ κατὰ συστολὴν ἀφορμὴν ἔσχε |
| book 662a1 | τὴν τῆς ἀποκοπῆς, ὁμοίως τῷ „οὖτα κατὰ λαπάρην“ (Ζ 64). A |
| book 662a2.1 | διὰ βραχέος τοῦ α· ἀποκοπὴ γάρ ἐστι τοῦ „ἔκτανεν“ |
| book 662a2.2 | (Β 701 al.). b(BCE3) |
| book 665a.1 | βῆ φεύγων {ἐπὶ πόντον}: τὸ μὲν Ὁμηρικὸν ἔθος „βῆ |
| book 665a.2 | φεύγειν“ προφέρεται. ἀλλ’ ὅ γε Ἀρίσταρχος οὐ μετέθηκεν, ἀλλ’ οὕ‐ |
| book 665a.3 | τως γράφει βῆ φεύγων. A |
| book 665b.1 | 〈βῆ φεύγων:〉 Ἑλληνικόν ἐστι τὸ μὴ φόνῳ φόνον λύειν, |
| book 665b.2 | φυγαδεύειν δὲ τὸν ἅπαντα χρόνον· ὅθεν Σόλων (fr. 7 R. = 388 M.) ἔτη πέντε |
| book 665b.3 | ὥρισεν. b(BCE3E4) |
| book 665c1.1 | {ἀπείλησαν} γάρ οἱ {ἄλλοι}: ὁ γάρ ὀξύνεται, ἵνα |
| book 665c1.2 | ἀντωνυμία γένηται ἐγκλιτικὴ δοτικῆς πτώσεως 〈τὸ οἱ〉, καὶ μὴ ἄρ‐ |
| book 665c1.3 | θρον· καὶ γὰρ ἔθος μᾶλλον τῷ ποιητῇ παραλείπειν τὰ ἄρθρα. A |
| book 665c2.1 | τὸ οἱ ἀντωνυμία ἐστίν, οὐκ ἄρθρον· ἐλλειπτικὸς γάρ |
| book 665c2.2 | ἐστι τοῖς ἄρθροις ὁ ποιητής. b(BCE3) |
| book 667.1 | αὐτὰρ ὅ γ’ ἐς Ῥόδον: ὅτι Ζηνόδοτος γράφει „αἶψα δ’ |
| book 667.2 | ὅ γ’ ἐς Ῥόδον“. οὐ δύναται δὲ ταχέως ἐληλυθέναι ἐπὶ τὴν Ῥόδον ὁ |
| book 667.3 | πρότερον μὲν ναῦς πεπηχώς, εἶτα ἀλώμενος καὶ οὐκ †εὐθὺ πλοικῶς†. |
| book 667.4 | A |
| book 668.1 | τριχθὰ δὲ ᾤκηθεν 〈καταφυλαδὸν ἠδὲ φίληθεν〉: |
| book 668.2 | σεσημείωται πρὸς τὸν ἑξῆς ἀθετούμενον· οὐ γὰρ νοήσας τις ὅτι τὸ |
| book 668.3 | σημαινόμενον τοιοῦτόν ἐστι, καίπερ οὐκ ἐπὶ τῆς αὐτῆς οἰκοῦντες |
| book 668.4 | πόλεως, ἀλλὰ τριχῇ διασπαρέντες ἐφιλήθησαν ὑπὸ ἀλλήλων καὶ οὐ |
| book 668.5.1 | διήχθρευσαν, ἐζήτησεν ὑπὸ τίνος ἐφιλήθησαν. διὸ προσέθηκε τὸν „ἐκ |
| book 668.5.2 | Διός, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει“ (Β 669). A |
| book 668-9.1 | 〈ἠδὲ φίληθεν / ἐκ Διός:〉 τοῦτο πρὸς τὴν κοινὴν ὑπό‐ |
| book 668-9.2 | νοιαν καὶ δόξαν· θεοφιλεῖς γὰρ οἱ πολλοὶ τοὺς πλουσίους οἴονται. |
| book 668-9.3 | b(BCE3E4) |
| book 669 | 〈ἐκ Διός, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει:〉 |
| book 669 | ἀθετεῖται. ἡ δὲ αἰτία προείρηται (ad Β 668). Aim |
| book 670.1 | καί σφιν θεσπέσιον πλοῦτον 〈κατέχευε Κρονίων〉: |
| book 670.2 | ὅτι Πίνδαρος (Ol. 7, 34) κυρίως δέδεκται χρυσὸν ὗσαι τὸν Δία, Ὁμή‐ |
| book 670.3 | ρου μεταφορᾷ κεχρημένου διὰ τοῦ κατέχευε πρὸς ἔμφασιν τοῦ |
| book 670.4 | πλούτου. A |
| book 671.1 | Νιρεὺς αὖ Σύμηθεν: ἐνταῦθα τρὶς ὀνομάσας— |
| book 671.2 | εἵπετο λαός (Β 675). A |
| book 671a1.1 | ἄγε τρεῖς νῆας: χωρὶς τοῦ ν τὸ ἄγε. καὶ ὅλως ἐφ’ ὧν |
| book 671a1.2 | †τὰ ἐπιφερόμενα† σύμφωνά ἐστι, τὸ ἐκ τῆς προτέρας λέξεως σύμφω‐ |
| book 671a1.3 | νον περιαιρετέον. A |
| book 671a2.1 | ὅτε δύο σύμφωνα ἡ συλλαβὴ ἐπάγεται, περιγραπτέον |
| book 671a2.2 | αὐτῇ τῆς προτέρας τὸ σύμφωνον. b(BCE3) |
| book 672.1 | Χαρόποιο {τ’ ἄνακτος}: ὡς Μενάνδροιο· καὶ γὰρ ἀπὸ |
| book 672.2 | γενικῆς εὐθεῖά ἐστι παρειλημμένη ὡς τὸ „υἱὸς Τροιζήνοιο“ (Β 847). |
| book 672.3 | καὶ εἰς ἰδιότητα ὀφείλει ἡ βαρεῖα τάσις παραλαμβάνεσθαι. A |
| book 673-5.1 | Νιρεὺς ὃς κάλλιστοσ〈—εἵπετο λαόσ〉: |
| book 673-5.2 | τρισὶ στίχοις παράκεινται διπλαῖ περιεστιγμέναι, ὅτι ἐκ τῶν τριῶν |
| book 673-5.3 | τοὺς δύο (sc. 673. 675) ἠθέτηκε Ζηνόδοτος, τὸν δὲ μέσον (sc. 674) |
| book 673-5.4 | οὐδὲ ἔγραφεν, τοῦ Ὁμήρου φιλοτιμουμένου ἐν πᾶσι τὸν Ἀχιλλέα |
| book 673-5.5 | προτεροῦντα στῆσαι. A |
| book 673-4.1 | 〈Νιρεύς, ὃς κάλλιστος—μετ’ ἀμύμονα |
| book 673-4.2 | Πηλείωνα:〉 οὐδὲ ἓν πρὸς δόξαν κάλλος ἀγεννές· Ἀχιλλεὺς δὲ ἀμ‐ |
| book 673-4.3 | φοτέροις κεκόσμηται. φιλέλλην δὲ ὢν πάντας ἀξιομνήστους ποιεῖ |
| book 673-4.4 | καὶ πάντας ἐπαινεῖ, ὅπως πιστεύοιτο, καὶ ἵνα τοὺς ἐν ἀνδρείᾳ καὶ |
| book 673-4.5 | σώματι καὶ κάλλει διαφέροντας εἰδῶμεν Ἕλληνας. b(BCE3E4) |
| book 675.1 | 〈ἀλλ’ ἀλαπαδνὸς ἔην:〉 ἀπήλλαξεν ἡμᾶς τῆς ζητήσεως |
| book 675.2 | τῆς πολυπράγμονος τοῦτο ἐπαγαγών. b(BCE3E4) |
| book 676.1 | Κράπαθον {τε}: ὡς λάπαθον, οὕτως Κράπαθον· καὶ |
| book 676.2 | γὰρ ὁ τοιοῦτος χαρακτὴρ ὀφείλει βαρύνεσθαι ἐπὶ θηλυκῶν, λέγω δὲ |
| book 676.3 | ὁ εἰς θος λήγων ὑπὲρ δύο συλλαβάς, τῷ α παραληγόμενος, ἄμαθος |
| book 676.4 | (cf. Ε 587), „ψάμαθοσ“ (λ 385). A |
| book 677a.1 | 〈καὶ Κῶν Εὐρυπύλοιο πόλιν:〉 ταύτην ἑλὼν |
| book 677a.2 | Ἡρακλῆς μίγνυται Χαλκιόπῃ τῇ Εὐρυπύλου καὶ ποιεῖ Θεσσαλόν, |
| book 677a.3 | οὗ μέμνηται οὗτος (sc. Β 679). b(BCE3) |
| book 677b | 〈Καλύδνας:〉 ὡς καλύβας ἀναγνωστέον. Aint |
| book 681a.1 | νῦν αὖ τοὺς ὅσσοι 〈τὸ Πελασγικὸν Ἄργος |
| book 681a.2 | ἔναιον〉: ὅτι Ζηνόδοτος μετέγραφεν οὕτως „οἳ δ’ Ἄργος τ’ εἶχον |
| book 681a.3 | τὸ Πελασγικόν, οὖθαρ ἀρούρησ“, τοῦ Ὁμήρου φιλοτέχνως ὥσπερ |
| book 681a.4 | προοιμιαζομένου διὰ τὸ μεταβαίνειν ἀπὸ τῶν νήσων καὶ τῆς Πελοπον‐ |
| book 681a.5 | νήσου ἐπὶ τὰ κατὰ Θεσσαλίαν, οὐκ ὄντα συναφῆ τοῖς προειρημένοις. A |
| book 681b.1 | 〈νῦν αὖ τοὺς ὅσσοι τὸ Πελασγικὸν Ἄργος |
| book 681b.2 | ἔναιον:〉 ἐπιστρέφει ἠθικῶς τὸν Κατάλογον ἐπὶ Ἀχιλλέα, δευτέ‐ |
| book 681b.1 | ραν ἀρχὴν Καταλόγου ποιούμενος. ἔστι δὲ ἡ Θεσσαλία πεδίον μέγα |
| book 681b.2 | καὶ κοῖλον, πάντοθεν ὄρεσι καλυπτόμενον. τούτου πρῶτος ἦρχε Θεσ‐ |
| book 681b.5.1 | σαλός, ἀφ’ οὗ καὶ ὠνομάσθη· b(BCE3E4) οὗ ἔκγονος Αἵμων, ἐξ |
| book 681b.5.2 | οὗ καὶ Αἵμονες· οὗ Πελασγός, Φθῖος, Ἀχαιός. ἄρχει δὲ Πελασγὸς ταύ‐ |
| book 681b.5.3 | της τῆς χώρας· Ἄργος δὲ ἀπὸ Ἀργείας τῆς αὐτοῦ μητρός, μετὰ δὲ |
| book 681b.5.4 | θάνατον αὐτοῦ οἱ ἀδελφοὶ ἄρξαντες Φθίαν καὶ Ἀχαΐαν ὠνόμασαν. |
| book 681b.5.5 | ᾤκει δὲ αὐτόθι καὶ Δευκαλίων ὁ τούτων κατά τινας ἔκγονος· οὗ |
| book 681b.10 | Ἕλλην, ὃς Ἕλληνας αὐτοὺς ὠνόμασεν. b(BE3E4) |
| book 681-5.1 | νῦν αὖ τοὺς ὅσσοι τὸ Πελασγικὸν Ἄργος |
| book 681-5.2 | ἔναιον〈—Ἀχιλλεύσ〉: μακρόθεν ὑπακούεται τὸ „ἔσπετε“ |
| book 681-5.3 | (Β 484) ἢ τὸ „ἐρέω“ (Β 493)· καὶ τὰ τοιαῦτα τοῖς αἰτήμασιν ὑποπί‐ |
| book 681-5.4 | πτει. στικτέον δὲ ἐπὶ τὸ ἔναιον (681), ἵν’ ᾖ τὸ ἐπιφερόμενον οἵ τ’ |
| book 681-5.5.1 | Ἄλον †τε καὶ Ἀλόπην† ἐνέμοντο (682)· τὸ γὰρ οἵ κατ’ |
| book 681-5.5.2 | ἐπανάληψιν περισσεύει. δύναται δὲ καὶ ὑποστίζεσθαι ἕκαστος στίχος |
| book 681-5.5.3 | ἕως τοῦ Ἀχαιοί (684) κατὰ τέλος. ἡ δὲ συνήθεια συνάπτουσα τὰ |
| book 681-5.5.4 | τοιαῦτα τοῖς ἐπάνω οὐ κατορθοῖ· οὐ γὰρ μόνοι τὸ Πελασγικὸν |
| book 681-5.5.5 | Ἄργος κατοικοῦσιν οἱ ὑπ’ Ἀχιλλεῖ τεταγμένοι. | τὸ δὲ τούς (681) |
| book 681-5.10 | ἀντωνυμία ἐστί· διὸ περισπαστέον τὸ νῦν καὶ τὸ αὖ. A |
| book 682 | 〈Τρηχῖν’ ἐνέμοντο:〉 Ἰακῶς τὸ ἐνέμοντο Ἀρίσταρχος. |
| book 682 | Aint |
| book 683.1 | Ἑλλάδα: οἱ μὲν πόλιν μίαν, οἱ δὲ πᾶσαν Φθιῶτιν· ὃ καὶ |
| book 683.2 | βέλτιον. b(BCE3) |
| book 684 | Μυρμιδόνες δὲ καλεῦντο 〈καὶ Ἕλληνεσ〉: ὅτι |
| book 684 | μόνους τοὺς ὑπ’ Ἀχιλλεῖ τεταγμένους Ἕλληνας καλεῖ. A |
| book 685.1 | 〈ἦν ἀρχὸς Ἀχιλλεύς:〉 τοῦ πρακτικοῦ μόνου καὶ πολιτι‐ |
| book 685.2 | κοῦ ἡγεῖται, τὸ δὲ λοιπὸν ἐᾷ. b(BCE3) |
| book 686.1 | ἀλλ’ οἵ γ’ οὐ πολέμοιο: ὅτι Ζηνόδοτος ἀθετεῖ ἀπὸ τούτου |
| book 686.2 | ἕως τοῦ „τῆς ὅ γε κεῖτ’ ἀχέων“ (Β 694) στίχους ἐννέα. ἀναγκαῖοι δέ |
| book 686.3 | εἰσιν· δι’ αὐτῶν γὰρ δηλοῦται ὅτι ἐφ’ ἑαυτῶν ἔμενον οἱ Μυρμιδό‐ |
| book 686.4 | νες. A |
| book 689 | 〈κούρης χωόμενος:〉 ὅτι ἐλλείπει ἡ περί πρόθεσις. Aim |
| book 690.1 | τὴν ἐκ Λυρνησσοῦ: ὅτι Ζηνόδοτος γράφει „τὴν ἐν Λυρ‐ |
| book 690.2 | νησσῷ“. οὐκ ἔλαβε δὲ αὐτὴν ἐν Λυρνησσῷ, ἀλλὰ πρότερον κατάξας |
| book 690.3 | τῷ Ἀγαμέμνονι ἐξαίρετον ἔλαβεν αὐτὴν γέρας. A |
| book 692.1 | 〈κὰδ δὲ Μύνητ’ ἔβαλεν:〉 ἀπὸ μετοχῆς (cf. Β 691) μετ‐ |
| book 692.2 | ῆλθεν εἰς ῥῆμα. ἀεὶ δὲ πρὸς Ἀχιλλέα προσπαθῶς ἔχει. b(BCE3) |
| book 694a.1 | ἀνστήσεσθαι ἔμελλεν: ὅτι Ζηνόδοτος γράφει „†ἀνα‐ |
| book 694a.2 | τάσασθαι† ἔμελλεν“, †διὰ τοῦ καταπροηγουμένως λόγου† αἰολίζον‐ |
| book 694a.3 | τος, ἀλλ’ οὐχὶ σπανίως δι’ εὐφωνίαν. οὐδ’ οἱ Αἰολεῖς δὲ οὕτως λέγου‐ |
| book 694a.4 | σιν. A |
| book 694b.1 | 〈τάχα δ’ ἀνστήσεσθαι ἔμελλεν:〉 ψυχαγωγεῖ ταῖς |
| book 694b.2 | ἐλπίσι τοὺς ἀκροατάς. | σὺν τῷ ν δὲ ἡ γραφή. b(BCE3) |
| book 695a.1 | 〈Φυλάκην:〉 βαρυτονητέον τὸ Φυλάκην πρὸς ἀντι‐ |
| book 695a.2 | διαστολὴν τοῦ ὀξυνομένου. Aint |
| book 695b.1 | 〈Φυλάκην:〉 εἷς τῶν Αἰολιδῶν ὁ Δηΐων, οὗ Φύλακος, |
| book 695b.2 | ἀφ’ οὗ ἡ Φυλάκη, οὗ 〈***〉 Ποίας καὶ Ἴφικλος, οὗ Πρωτεσίλαος. b |
| book 695b | (BCE3) |
| book 696a.1 | Δήμητρος τέμενος: ὅτι οὐ τὸν „Πύρασον“ (Β 695) λέ‐ |
| book 696a.2 | γει Δήμητρος τέμενος, ἀλλὰ πόλις ἐστὶ Δημήτρειον καλουμένη. A |
| book 696b.1 | Δήμητρος τέμενος: τοῦτο καὶ τῶν ἐπάνω καὶ τῶν ἑξῆς |
| book 696b.2 | χωριστέον· ἡ Δημήτρειον γὰρ πόλις καθ’ ἑαυτήν ἐστιν. ἀσυνδέτως δὲ |
| book 696b.3 | ἐξενήνεκται ὡς καὶ ἐπάνω „Ἑρμιόνην †Ἄσην† τε“ (Β 560), „Τροι‐ |
| book 696b.4 | ζῆνα Ἠϊόνας τε“ (Β 561)· ἡ γὰρ Ἑρμιόνη καὶ ἡ Τροιζὴν ἀσύνδετα. |
| book 696b.5.1 | 〈οἱ δὲ〉 πρὸς τὰ ἐπάνω συνάπτουσιν, ἵν’ ὁ Πύρασος (cf. Β 695) λέ‐ |
| book 696b.5.2 | γηται Δήμητρος τέμενος δι’ εὐκαρπίαν, κακῶς. A |
| book 697.1 | ἀ〈γ〉χίαλόν τ’ Ἀντρῶνα: ὅτι Ζηνόδοτος γράφει |
| book 697.2 | „ἀ〈γ〉χιάλην τ’ Ἀντρῶνα“. καὶ εἰ θηλυκῶς δὲ λέγεται ἡ Ἀντρών, |
| book 697.3 | κοινόν ἐστι τὸ ὄνομα, ὁ ἀγχίαλος καὶ ἡ ἀγχίαλος. | διάφοροι δὲ καὶ |
| book 697 | ἄριστοι ὄνοι—παρῆλθεν τὸ Ἀντρώνιος ὄνος. A |
| book 699a1.1 | ἔχεν κάτα {γαῖα μέλαινα}: εἰ συντάσσεται τῷ ἔχεν, |
| book 699a1.2 | δῆλον ὅτι καὶ ἀναστρέφεται. πρόδηλον δὲ ὅτι συντάσσεται, ἐν οἷς |
| book 699a1.3 | φησιν ἐν ἄλλοις „τοὺς δ’ ἤδη κάτεχεν φυσίζοος αἶα“ (Γ 243). A |
| book 699a2 | ἀναστρεπτέον τὴν κατά πρὸς τὸ εἶχεν. b(BCE3) |
| book 701.1 | καὶ δόμος ἡμιτελής, τὸν δ’ ἔκτανε Δάρδανος ἀνήρ: |
| book 701.2 | ἤτοι ἄτεκνος ἢ—ἀλλὰ πρότερον ἐστράτευσεν. A |
| book 701.1 | Δάρδανος ἀνήρ: οἱ μὲν τὸν Αἰνείαν—τῶν Δαρδα‐ |
| book 701.2 | νίων λέγειν. A |
| book 702.1 | 〈ἀποθρῴσκοντα:〉 ἀφορμῶντα διὰ τὸ πρόθυμον. b |
| book 702.2 | (BCE3) |
| book 703 | 〈πόθεόν γε μέν:〉 καίτοι ἔχοντες τὸν κοσμήσαντα. τῇ δὲ |
| book 703 | ἐπαναλήψει (sc. Β 709) οἰκτρότερον τὸ πάθος ἐποίησεν. b(BCE3) |
| book 707.1 | 〈ἄρα:〉 οὕτως αἱ Ἀριστάρχου „ἅμα“, οὐ διὰ τοῦ ρ ἄρα. |
| book 707.2 | Aint |
| book 716.1 | 〈Μηθώνην:〉 ἐξέτεινε τὴν ε εἰς η. Μεθῶναι δὲ τρεῖς, ἡ ἐν |
| book 716.2 | Μακεδονίᾳ, ἡ ὑπὸ Φιλοκτήτην καὶ ἡ περὶ Τροιζῆνα. b(BCE3) |
| book 717.1 | Ὀλιζῶνα: προπερισπωμένως ὡς „Μεδεῶνα“ (Β 501). |
| book 717.2 | Νικίας (fr. 1 B.) δὲ οὐκ εὖ ὡς περίζωμα. A |
| book 718.1 | τῶν δὲ Φιλοκτήτης ἦρχεν 〈τόξων ἐῢ εἰδώς〉: ὅτι Ζηνό‐ |
| book 718.2 | δοτος γράφει „τῶν αὖ ἡγεμόνευε Φιλοκτήτης ἀγὸς ἀνδρῶν“. ὁ δὲ |
| book 718.3 | ποιητὴς προδιασυνίστησιν ἐν τῷ Καταλόγῳ τὴν {περὶ} ἑκάστου |
| book 718.4 | ἀρετήν. A |
| book 721a.1 | 〈ἐν νήσῳ:〉 περὶ Τένεδον ἢ περὶ Ἴμβρον δηχθεὶς ὑπὸ |
| book 721a.2 | ἐχίδνης εἰς Λῆμνον ἐξετέθη. b(BCE3) |
| book 721b | ἄλγεα: καὶ ἐπὶ τῶν ψυχικῶν ὀδυνῶν ἔλαβεν. Aim |
| book 722.1 | Λήμνῳ ἐν ἠγαθέῃ: ὅτι ἐν Λήμνῳ ἔμενε καταλελειμμένος ὁ |
| book 722.2 | Φιλοκτήτης. οἱ δὲ νεώτεροι ἐν νησιδίῳ ἐρήμῳ. A |
| book 722.1 | ἱστόρηται ὅτι Φιλοκτήτης—θεραπεύειν τοὺς ὀφιο‐ |
| book 722.2 | δήκτους. A |
| book 723.1 | 〈ἕλκεϊ μοχθίζοντα κακῷ ὀλοόφρονος ὕδρου:〉 πρόσ‐ |
| book 723.2 | κειται τὸ κακῷ, ἵνα τὸ τοῦ ἥρωος καρτερικὸν δηλωθῇ. ὕδρου δὲ τοῦ |
| book 723.3 | χερσύδρου· οὗτος γὰρ τῷ σώματι σηπεδόνας παρέχει. λέγουσι δὲ |
| book 723.4 | κατέχειν αὐτοῦ τὴν σῆψιν προσραινόμενον θαλάσσης ὕδωρ. b(BCE3 |
| book 723.5 | E4) |
| book 724a.1 | ἔνθ’ ὅ γε κεῖτ’ ἀχέων· 〈τάχα δὲ μνήσεσθαι ἔμελ‐ |
| book 724a.2 | λον〉: ὅτι Ζηνόδοτος τοῦτον καὶ τὸν ἑξῆς ἠθέτηκεν. ἀναγκαῖον δέ ἐστι |
| book 724a.3 | γνῶναι ὅτι ὕστερον ἀνεκομίσθη ἐκ Λήμνου ὁ Φιλοκτήτης. A |
| book 724b.1 | 〈μνήσεσθαι:〉 φροντίσαι καὶ μνείαν ποιήσασθαι. καλῶς |
| book 724b.2 | δὲ προστέθειται· οὐδαμοῦ γὰρ ἔδειξε τῆς ποιήσεως, πότε αὐτὸν μετε‐ |
| book 724b.3 | πέμψα〈ν〉το. b(BCE3E4) |
| book 724b | τάχα δὲ μνήσεσθαι ἔμελλον: ταχέως δὲ οἱ Ἕλληνες |
| book 724b.5 | —ἐν τῇ τελευτῇ αὐτοῦ τοῦτο ἐποίησεν ὁ Φιλοκτήτης. A |
| book 727.1 | ἀλλὰ Μέδων κόσμησεν: ὅτι Ζηνόδοτος γράφει „τοὺς δὲ |
| book 727.2 | Μέδων κόσμησεν“, ἵνα συνδήσῃ τὴν φράσιν, ἠθετηκὼς τοὺς προειρη‐ |
| book 727.3 | μένους στίχους (sc. Β 724—6). A |
| book 730.1 | {οἵ τ’ ἔχον} Οἰχαλίην: ὅτι οὐ τῆς Εὐβοίας ἡ Οἰχαλία καθ’ |
| book 730.2 | Ὅμηρον, ὡς παρὰ τοῖς νεωτέροις, ἀλλὰ τῆς Θεσσαλίας. A |
| book 731.1 | 〈Ἀσκληπιοῦ:〉 οὕτως ἐκτατέον διὰ τὸ μέτρον τὸ Ἀσκλη‐ |
| book 731.2 | πιοῦ. Aim |
| book 732.1 | 〈ἰητῆρ’ ἀγαθώ:〉 ἔθος ἦν τοῖς πάλαι βασιλεῦσι μανθάνειν |
| book 732.2 | τι τῶν χρησίμων· ὃ καὶ οὗτοι ποιοῦσι καλῶς, ἵνα καὶ τοῖς ἰδίοις καὶ |
| book 732.3 | τοῖς ἑτέρων νοσήμασι μάχοιντο. b(BCE3E4) |
| book 733.1 | 〈τοῖς δέ:〉 οὕτως κατὰ δοτικὴν πτῶσιν τοῖς δέ Ἀρίσταρ‐ |
| book 733.2 | χος, ὡς πρόκειται (sc. ad Β 516). Aim |
| book 735a1.1 | 〈Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα:〉 Ἀστέ‐ |
| book 735a1.2 | ριον, ὅτι ἐφ’ ὑψηλοῦ ἐστι τόπου· διὰ δὲ τὸ διαφανὲς οὕτως κέκληκε. b |
| book 735a1.3 | (BCE3E4) Τιτάνοιο δὲ διὰ τὸ λευκόν· τίτανος γὰρ ἡ κονία κα‐ |
| book 735a1.4 | λεῖται, A b(BCE3E4) καὶ διὰ τὸ τιτάνῳ κεχρῖσθαι τὰς οἰκίας. A |
| book 735a2 | 〈Ἀστέριον:〉 διαφανὴς καὶ ἐφ’ ὕψους κειμένη πόλις. |
| book 735a2 | Aim |
| book 739a.1 | Ὄρθην: ὡς „Σπάρτην“ (Β 582). Ἠλώνην τε ὡς |
| book 739a.2 | „κορώνην“ (Δ 111). | ταύτην δὲ Ἡρακλῆς κτίζει ἐπὶ τῷ θανάτῳ |
| book 739a.3 | Κενταύρου. A |
| book 739b | 〈Ὄρθην:〉 οὕτως ὡς „Σπάρτην (Β 582. α 93 al.), ἵν’ ᾖ ἴδιον. Aim |
| book 739c.1 | Ὀλοοσ〈σ〉όνα {δὲ}: οὕτως παροξυτόνως φησὶν ἐν τῇ |
| book 739c.2 | Καθόλου (1,36,8). Aim |
| book 739d | 〈λευκήν:〉 οὕτως ὀξυτόνως· ἐπιθετικῶς γὰρ τέτακται. Aim |
| book 739e.1 | 〈Ὄρθην Ἠλώνην τε πόλιν τ’ Ὀλοοσσόνα λευ‐ |
| book 739e.2 | κήν:〉 Ὄρθην ὡς ἅρπην, Ἠλώνην δὲ ὡς κορώνην. | ταύτην |
| book 739e.3 | Ἡρακλῆς κτίζει ἐπὶ τῷ θανάτῳ Κενταύρων. | λευκήν δὲ ὀξυτόνως· |
| book 739e.4 | τῆς γὰρ Ὀλοοσσόνος ἐστὶν ἐπίθετον. b(BCE3E4) |
| book 740.1 | μενεπτόλεμος Πολυποίτης: ὁ Πολυποίτης ἦν— |
| book 740.2 | ὑβρίσαι ἐπεχείρησαν. A |
| book 741 | τὸν ἀθάνατος τέκετο Ζεύς: ὅτι Ζηνόδοτος γράφει „τὸν |
| book 741 | ἀθάνατον τέκετο Ζεύσ“· ὅπερ ψεῦδος. A |
| book 742.1 | 〈κλυτὸς Ἱπποδάμεια:〉 ὅτι ἀντὶ τοῦ κλυτή κλυτός εἶ‐ |
| book 742.2 | πεν. Aint |
| book 744.1 | {καὶ} Αἰθίκεσσι {πέλασσεν}: Δημοκρίνης ἀγνοήσας „Αἰ‐ |
| book 744.2 | θιόπεσσιν“ ἔγραφεν, κακῶς. A |
| book 745.1 | οὐκ οἶος, ἅμα τῷ γε: ὅτι διὰ μέσου τὰ περὶ τοὺς Κενταύ‐ |
| book 745.2 | ρους παριστόρηται. τὸ δὲ ἑξῆς ἐστι τοῦ λόγου, „τῶν αὖθ’ ἡγεμόνευε |
| book 745.3 | μενεπτόλεμος Πολυποίτησ“ (Β 740) οὐκ οἶος, ἅμα τῷ γε Λεοντεὺς |
| book 745.4 | ὄζος Ἄρηος. A |
| book 749 | 〈τῷ δ’ Ἐνιῆνες ἕποντο—Περαιβοί:〉 ἤδη εἰς βαρ‐ |
| book 749 | βάρους ἥκων ἐθνικῶς καὶ οὐκ ἀπὸ πόλεως αὐτοὺς ὀνομάζει. b(BCE3) |
| book 750.1 | οἳ περὶ Δωδώνην: χωρίον ἐν Ὑπερβορέοις—τοῦ |
| book 750.2 | Δωδωναίου Διός. A |
| book 751 | 〈ἔργ’ ἐνέμοντο:〉 Ἰακῶς τὸ „νέμοντο“ Ἀρίσταρχος. Aim |
| book 755a.1 | 〈ὅρκου γὰρ—ἀπορρώξ:〉 εἰς αὐτὸν γὰρ ὀμνύου‐ |
| book 755a.2 | σιν οἱ ἐπιχώριοι. Aim |
| book 755b.1 | ἀπορρώξ: Ἀρίσταρχος ὀξυτόνως ὡς θυλακοτρώξ. καὶ ἡ |
| book 755b.2 | σύνθεσις δὲ τοῦτο ἀπαιτεῖ, ὅ τι ἂν σημαίνῃ, εἴτε πάθος εἴτε ἐνέργειαν. A |
| book 755c.1 | ὀξυτόνως ἀπορρώξ ἡ ἀπορροή, βαρυτόνως δὲ τὸ †ἀπόρ‐ |
| book 755c.2 | ρυμα. A |
| book 756a.1 | 〈Μαγνήτων δ’ ἦρχε Πρόθοος, Τενθρηδόνος υἱός:〉 |
| book 756a.2 | Μάγνης εἷς τῶν Αἰολιδῶν ὑπὸ τὸ Πήλιον κτίσας πόλιν ἀπὸ τῆς γυναι‐ |
| book 756a.3 | κὸς Μελίβοιαν ἐκάλεσεν, ὕστερον δὲ τὴν πᾶσαν χώραν Μαγνησίαν· |
| book 756a.4 | οὗ Ἀλέκτωρ 〈***〉 οὗ Τενθρηδών, οὗ Πρόθοος. b(BCE3) |
| book 756b.1 | 〈ἦρχε:〉 χωρὶς τοῦ ν τὸ ἦρχε διὰ τὸ ἐπιφέρεσθαι δύο |
| book 756b.2 | σύμφωνα. Aint |
| book 760.1 | 〈οὗτοι:〉 διὰ τοῦ οὗτοι συνεκεφαλαιώσατο τὸν Κατάλο‐ |
| book 760.2 | γον, τῶν μὲν εἰρημένων μνήμην, τῶν δὲ ῥηθησομένων ἔφεσιν ἐργα‐ |
| book 760.3 | ζόμενος. ἀφορισμὸν δὲ τοῦτο καλοῦσιν οἱ ῥήτορες. b(BCE3E4) |
| book 761-5 | 〈σύ μοι ἔννεπε, Μοῦσα, / —ἐΐσας:〉 ἐπὶ μὲν |
| book 761-5.1 | Τρώων οὐκ ἀξιοῖ Μοῦσαν καλεῖν· ἢ ὅτι οὗτοι μὲν ἐφάμιλλοι, Ἕκτωρ |
| book 761-5.2 | δὲ μόνος ἄριστος. παρὰ Μούσης δὲ τὴν ψῆφον ἐξάγει, ὅπως μὴ λυπεῖν |
| book 761-5.3 | ἢ χαρίζεσθαι δοκῇ. Εὐμήλου δὲ ἵππους προκρίνει ὡς Θεσσαλικάς. |
| book 761-5.5.1 | καὶ εἰ προὔχουσι δὲ αἱ Ἀχιλλέως ὡς ἐκ θεῶν, ἀλλ’ οὖν γε καὶ αὐταὶ |
| book 761-5.5.2 | Θεσσαλὸν ἡνίοχον ἔχουσιν. σπέρματα δὲ προκαταβάλλει τῇ ἱππο‐ |
| book 761-5.5.3 | δρομίᾳ καὶ τῇ ἀριστείᾳ τούτων τῶν ἵππων. b(BCE3E4) |
| book 763.1 | 〈ἵπποι μὲν μέγ’ ἄριστοι ἔσαν Φηρητιάδαο:〉 ὅτι πρὸς |
| book 763.2 | τὸ δεύτερον πρότερον ἀπήντηκεν. Aim |
| book 764.1 | ποδώκεας: τινὲς ὡς εὐσεβέας· καὶ οὕτως αἱρεῖ ὁ λόγος, εἴ γε |
| book 764.2 | καὶ τὸ ποδώκης ὀφ〈ε〉ίλει ὀξύνεσθαι, καθὸ τὰ εἰς υς ὀξύτονα, φυλάσ‐ |
| book 764.3 | σοντα ἐν τῇ συνθέσει τὴν κατάληξιν, ἀναδίδωσι τὸν τόνον, δριμύς ἄδρι‐ |
| book 764.4 | μυς, οὐχ οὕτως δὲ ἔχοντα, ἀλλὰ τρέποντα τὸ τέλος ἵσταται ἐπὶ τῆς |
| book 764.5.1 | ὀξείας, ἡδύς ἀηδής, βαρύς ἀβαρής, ἠΰς ἐνηής. οὕτως οὖν ὤφειλε καὶ |
| book 764.5.2 | τὸ ποδώκης ὀξυτονεῖσθαι, γενόμενον ἀπὸ τοῦ ὠκύς. ἀλλά φασιν εἰς |
| book 764.5.3 | ἰδιότητα τοῦ Ἀχιλλέως βεβαρυτονῆσθαι τὸ ποδώκης· παρὰ γοῦν τῷ |
| book 764.5.4 | Ἡσιόδῳ ἀνεγνώκασι· „ποδωκὴς δῖ’ Ἀταλάντη“ (fr. 73, 2 = 76, 5. |
| book 764.5.5 | 20). τί οὖν ἐπὶ τοῦ Δόλωνος; κατὰ βαρεῖαν τάσιν ἀνεγνώκασιν καὶ ἐπὶ |
| book 764.10 | τούτου· „ὃς δή τοι εἶδος μὲν ἔην κακός, ἀλλὰ ποδώκησ“ (Κ 316). A |
| book 765a.1 | ὄτριχας οἰέτεας, 〈σταφύλῃ ἐπὶ νῶτον ἐΐσασ〉: συν‐ |
| book 765a.2 | τόμως πᾶσαν ἵππων ἀρετὴν καὶ ὁμοιότητα περιέλαβεν· διαφέρουσι |
| book 765a.3 | γὰρ ἀλλήλων ἵπποι ἡλικίᾳ, χρόᾳ, μεγέθει, γένει, δυνάμει. A b |
| book 765a.4 | (BCE3E4) | τοῦτο δὲ ἔθος τῷ ποιητῇ πολλάκις ἐν μονοστίχῳ πᾶσαν |
| book 765a.5.1 | ἀρετὴν ἐμφαίνειν, ὡς τὸ „καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργ’ εἰδυῖα“ |
| book 765a.5.2 | (ο 418) καὶ τὸ „οὐ δέμας οὐδὲ φυήν, οὔτ’ ἄρ’ φρένας οὔτε τι ἔργα“ |
| book 765a | (Α 115). A |
| book 765b.1 | οἰέτεας: ὡς Διομήδεας. ἔστι δὲ καὶ ἐπὶ τούτου τοῦ σχη‐ |
| book 765b.2 | ματισμοῦ παράλογος ὁ τόνος· τὰ γὰρ παρὰ τὰ εἰς ος λήγοντα οὐδέ‐ |
| book 765b.3 | τερα δισύλλαβα, συντιθέμενα, εἰς ης λήγοντα ἐπιθετικά, μὴ ἔχοντα τὸ |
| book 765b.4 | η πρὸ τέλους, πάντα ὀξύνεται, εὐγενής ἀκλεής εὐειδής· οὕτως δὲ καὶ |
| book 765b.5.1 | εὐτ〈ε〉ιχής. ἐχρῆν μὲν οὖν καὶ τὰ παρὰ τὸ ἔτος τὸ αὐτὸ ἀναδέχεσθαι· |
| book 765b.5.2 | νυνὶ δὲ κατὰ βαρεῖαν τάσιν ἀναγινώσκουσιν, ἀλλ’ οὐδὲ τοῦτο πάλιν |
| book 765b.5.3 | καθολικῶς σώζοντες· „ἑξετέα“ γὰρ „ἀδμήτην“ (Ψ 266) ἀναγινώ‐ |
| book 765b.5.4 | σκουσιν ὡς εὐσεβέα. A |
| book 765c.1 | 〈οἰέτεας:〉 οἰέτης ὡς εὐνέτης γαμέτης· συνεξηκολούθησε |
| book 765c.2 | γὰρ αὐτοῖς καὶ τοῦτο. τὸ δὲ εὑρετής μόνον σεσημείωται. b(BCE3E4) |
| book 765d.1 | σταφύλῃ: οὕτως σταφύλῃ ὡς κοτύλῃ. | ἔστι δέ, ἄμφω |
| book 765d.2 | ἴσας τὸν νῶτον ὡς σταφύλῃ μετρεῖσθαι, ὅ ἐστι †λαοξικῷ† διαβήτῃ, |
| book 765d.3 | A b (BCE3) ὃς ἅμα πλάτος καὶ ὕψος μετρεῖ, A b (BCE3E4) ὁ δὲ |
| book 765d.4 | διαβήτης μόνον πλάτος. A |
| book 765e | 〈σταφύλῃ:〉 διαβήτῃ. Aim |
| book 767a.1 | φόβον Ἄρηος φορεούσας: ὅτι τὴν ἐν πολέμῳ |
| book 767a.2 | φυγὴν φόβον Ἄρεως εἴρηκεν· ἀρετὴ γὰρ ἵππων οὐ μόνον διώκειν, |
| book 767a.3 | ἀλλὰ καὶ ὅτε δέοι ἀταράχως φεύγειν, „διωκέμεν ἠδὲ φέβεσθαι“ (Ε |
| book 767a.4 | 223. Θ 107). A |
| book 767b.1 | 〈φόβον Ἄρηος φορεούσας:〉 τὸ δόρυ, ἢ τὸν ἐκ |
| book 767b.2 | σιδήρου καυτῆρα. οἱ δὲ μὴ φοβουμένας, ὡς λύπην φέρειν τὸ μὴ |
| book 767b.3 | λυπεῖσθαι. οἱ δὲ ἀπτοήτως φευγούσας. ἄμεινον δὲ ὡς τὸ „ἐπιστά‐ |
| book 767b.4 | μενοι πεδίοιο“ (Ε 222. Θ 106). ἐπειδὴ δὲ ἱκανὸν πρὸς νίκην τὸ ἱππικόν, |
| book 767b.5.1 | καὶ θηλείας ἤγαγον, τοῦτο μὲν ἀφθονίας τοῦ γένους χάριν, ὅπως τε |
| book 767b.5.2 | οἱ ἄρσενες ῥυθμίζοιντο μὴ ἐξοιστροῦσθαι (ἔστι γὰρ μάλιστα αἰσθό‐ |
| book 767b.5.3 | μενον ἵππος), διά τε τὸ μὴ χρεμετίζειν ἐν τοῖς λόχοις. b(BCE3E4) |
| book 769.1 | 〈φέρτατος:〉 οὕτως φέρτατος, οὐ „φέρτεροσ“ αἱ Ἀρι‐ |
| book 769.2 | στάρχου. Aim |
| book 774.1 | 〈δίσκοισιν τέρποντο:〉 διδάσκει τοὺς εἰωθότας κινεῖσθαι |
| book 774.2 | μὴ ἀγυμναστεῖν. Λυκοῦργός τε γυμνοπαιδίας ὥρισεν, ὅπως μέμνοιν‐ |
| book 774.3 | το καὶ παρὰ καιρὸν τῶν πόνων. b(BCE3E4) |
| book 776.1 | ἐλεόθρεπτόν τε σέλινον: ἄλλο τοῦτο τὸ ἕλειον σέλινον |
| book 776.2 | παρὰ τὸ πετροσέλινον, στραγγουριῶσι δὲ συμβάλλεται· στραγ‐ |
| book 776.3 | γουρία γὰρ ἀεὶ πολεμεῖ τοὺς ἀργοῦντας τῶν ἵππων. A b (BCE3E4) | |
| book 776.4 | ἠτυμολόγηκεν δὲ διὰ τοῦ ἐλεόθρεπτον τὸ σέλινον, τὸ ἐξ ἕλους |
| book 776.5 | σευόμενον· ἐν τοῖς ἕλεσι γὰρ τοῦτο ὡς ἐπὶ τὸ πλεῖστον. A |
| book 777 | ἕστασαν: δασυντέον τὸ ἕστασαν· ὑπερσυντέλικος γάρ |
| book 777.1 | ἐστι συγκεκομμένος, ὁ δὲ παρακείμενος δασὺ ἔχει τὸ ε καὶ ὁ ὑπερσυν‐ |
| book 777.2 | τέλικος· οἱ δὲ ἀόριστοι ψιλόν, ἐπεὶ καὶ κατὰ ἀποβολὴν τοῦ ε λέ‐ |
| book 777.3 | γονται· „στὰν δὲ μεταστοιχεί“ (Ψ 358), καὶ ὁ πρότερος „στῆσαν |
| book 777.5 | ἀείραντεσ“ (β 425). οὐκέτι δὲ ὁ ἕστασαν στάσαν. A |
| book 779.1 | 〈φοίτων ἔνθα καὶ ἔνθα κατὰ στρατόν:〉 τῇ γὰρ |
| book 779.2 | ἐπιθυμίᾳ τοῦ πολεμεῖν περιῄεσαν τὴν παράταξιν θεώμενοι. b(BCE3 |
| book 779.3 | E4) |
| book 780.1 | 〈ὡσεί τε πυρὶ χθὼν πᾶσα νέμοιτο:〉 θείᾳ δυνάμει |
| book 780.2 | τὴν ἰσχὺν τῆς πορείας αὐτῶν παρέβαλε, καὶ διὰ μὲν τοῦ πυρὸς τὴν |
| book 780.3 | ἔκλαμψιν, διὰ δὲ τοῦ πᾶσα τὸ ταχὺ τῆς ἐπιδρομῆς ἐδήλωσεν. b |
| book 780.4 | (BCE3E4) |
| book 781-4.1 | 〈γαῖα δ’ ὑπεστενάχιζε—ὣς ἄρα τῶν ὑπὸ |
| book 781-4.2 | ποσσὶ μέγα στεναχίζετο γαῖα:〉 ἐνταῦθα ἡ ἀνταπόδοσις καὶ |
| book 781-4.3 | προλέγεται καὶ ἐπιλέγεται. Aim |
| book 783a.1 | 〈εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς:〉 |
| book 783a.2 | φασὶ τὴν Γῆν ἀγανακτοῦσαν ἐπὶ τῷ φόνῳ τῶν Γιγάντων διαβαλεῖν |
| book 783a.3 | Δία τῇ Ἥρᾳ. τὴν δὲ πρὸς Κρόνον ἀπελθοῦσαν ἐξειπεῖν. τὸν δὲ δοῦναι |
| book 783a.4 | αὐτῇ δύο ᾠά, τῷ ἰδίῳ χρίσαντα θορῷ καὶ κελεύσαντα κατὰ γῆς ἀπο‐ |
| book 783a.5.1 | θέσθαι, ἀφ’ ὧν ἀναδοθήσεται δαίμων ὁ ἀποστήσων Δία τῆς ἀρχῆς. ἡ |
| book 783a.5.2 | δέ, ὡς εἶχεν ὀργῆς, ἔθετο αὐτὰ ὑπὸ τὸ Ἄριμον τῆς Κιλικίας. ἀναδο‐ |
| book 783a.5.3 | θέντος δὲ τοῦ Τυφῶνος Ἥρα διαλλαγεῖσα Διῒ τὸ πᾶν ἐκφαίνει. ὁ δὲ |
| book 783a.1 | κεραυνώσας Αἴτνην τὸ ὄρος ὠνόμασεν. καλῶς δὲ καὶ τὸ φασίν, ἵνα |
| book 783a.2 | μὴ προσκρούοιμεν ὡς Ὁμηρικῷ ὄντι τῷ στίχῳ. εὐφήμως δὲ τὸν |
| book 783a.10 | τάφον εὐνὰς ἐκάλεσεν. b(BCE3E4) |
| book 783b.1 | {εἰν ἀρίμοις ὅθι φασὶ} Τυφωέος: οὕτως Τυφωέος ὡς |
| book 783b.2 | Ἀχιλλέως· καὶ γὰρ „Τυφωέϊ γαῖαν ἱμάσσῃ“ (Β 782), ἀπ’ εὐθείας τῆς |
| book 783b.3 | Τυφωεύς. συνήθης δὲ αὐτῷ ὁ τοιοῦτος τύπος παρώνυμος. A |
| book 787.1 | 〈ἀλεγεινῇ:〉 φροντίδος ἀξίᾳ. | ἤδη δὲ τὸ δειλὸν τῶν Τρώ‐ |
| book 787.2 | ων προανακρούεται ὁ ποιητής. b(BCE3E4) |
| book 788.1 | 〈ἐπὶ Πριάμοιο θύρῃσιν:〉 πρὸ γὰρ τῶν βασιλείων ἦν τὸ |
| book 788.2 | ἐκκλησιαστήριον. ἡ δὲ βουλὴ ἴσως περὶ πολέμου, ἀκούσασι τὴν μῆ‐ |
| book 788.3 | νιν Ἀχιλλέως. Πρίαμος μὲν οὖν διὰ γῆρας ἔσω διῴκει τὰ τοῦ πολέ‐ |
| book 788.4 | μου, ὁ δὲ Ἕκτωρ διὰ θράσος ἔξω αὐτὰ ἔπραττεν. b(BCE3E4) |
| book 789.1 | 〈πάντες ὁμηγερέες:〉 παρὰ δὲ τοῖς Ἕλλησιν οἱ δυνατοὶ |
| book 789.2 | καὶ ἄριστοι. ἔστι δὲ ἀπὸ τοῦ ὁμηγερεῖς. b(BCE3) |
| book 791.1 | εἴσατο δὲ φθογγήν: ἀπὸ τούτου ἕως τοῦ „τῷ μιν ἐεισα‐ |
| book 791.2 | μένη“ (Β 795) ἀθετοῦνται στίχοι πέντε· εἰ γὰρ ἕνεκα τοῦ προαπαγγεῖ‐ |
| book 791.3 | λαι ὅτι παραγίνονται οἱ Ἕλληνες, ἤρκει ὁ Πολίτης, εἴπερ ὅλως |
| book 791.4 | ἐπετήρει. εἰ δὲ ἕνεκα τοῦ προτρέψασθαι μὴ τολμῶντας προελθεῖν, |
| book 791.5.1 | ἔδει αὐτοπρόσωπον παρεῖναι. ἔθος τέ ἐστι τοῖς μεταμορφουμένοις |
| book 791.5.2 | θεοῖς κατὰ τὴν ἄφοδον ἀπολιπεῖν τεκμήριον εἰς ἐπίγνωσιν. οἵ τε |
| book 791.5.3 | λόγοι οὐχ οὕτως εἰσὶν ἐσχηματισμένοι τοῦ Πολίτου ὡς πρὸς πατέρα, |
| book 791.5.4 | ἀλλ’ εἰσὶν ἐπιτεταμένοι καὶ ἐπιπληκτικοί. καὶ τὸ „Ἕκτορ, σοὶ δὲ |
| book 791.5.5 | μάλιστ’ ἐπιτέλλομαι“ (Β 802) Πολίτῃ ἀνοίκειον. μᾶλλον δὲ Ἴριδι |
| book 791.10 | ἁρμόζει ἐπιτάσσειν. A |
| book 792.1 | 〈ποδωκείῃσι πεποιθώς:〉 κωμῳδῶν τοῦτό φησιν, ἢ |
| book 792.2 | πρὸς τὸ προλαμβάνειν τὴν ἔφοδον τῶν πολεμίων. b(BCE3) |
| book 795 | 〈προσέφη:〉 γράφεται „μετέφη“. Aim |
| book 796.1 | 〈ὦ γέρον, αἰεί τοι μῦθοι φίλοι ἄκριτοί εἰσιν:〉 |
| book 796.2 | διὰ ταύτης τῆς ἐπιπλήξεως ἐμφαίνει ὅτι 〈οὐ〉 Πολίτης ἐστίν. ἄκριτοι |
| book 796.3 | δὲ οἱ ἀναρίθμητοι. b(BCE3E4) |
| book 798a.1 | ἦ μὲν δή {μάλα πολλά}: οὕτως αἱ Ἀριστάρχου „ἤδη |
| book 798a.2 | 〈μέν〉“. καὶ ἐν τοῖς Πρὸς Κομανὸν ὁμοίως προφέρεται. καὶ μήποτε |
| book 798a.3 | παραπλήσιόν ἐστι τῷ „ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν“ |
| book 798a.4 | (Γ 184). A |
| book 798b | 〈ἦ:〉 τὸν ἦ περισπαστέον· ἔστι γὰρ βεβαιωτικός. Aint |
| book 801a.1 | {μαχησόμενοι} προτὶ ἄστυ: οὕτως προτὶ ἄστυ, οὐ |
| book 801a.2 | „περὶ ἄστυ“, ἵνα ὦσιν ἐρχόμενοι πρὸς τὴν πόλιν. ὁμοίως καὶ Ζηνόδο‐ |
| book 801a.3 | τος καὶ Ἀριστοφάνης γράφουσιν. A |
| book 801b.1 | 〈μαχησόμενοι περὶ ἄστυ:〉 τοῦτο ἀράσσουσα αὐτούς |
| book 801b.2 | φησιν, ὅπως ὡς περὶ πόλεως ἀμύνοιντο. b(BCE3E4) |
| book 802 | 〈ὧδε δὲ ῥέξαι:〉 ὅτι περισσεύει ὁ δέ σύνδεσμος. Aint |
| book 805a.1 | τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω: ἀπ’ ἄλλης ἀρχῆς· |
| book 805a.2 | ἀσύνδετος γὰρ ὁ λόγος. τὸ δὲ ἑξῆς τοῖσιν ἕκαστος ἀνὴρ σημαι‐ |
| book 805a.3 | νέτω· „πολλοὶ γὰρ κατὰ ἄστυ μέγα“, (Β 803), τὴν αἰτίαν (sc. Β |
| book 805a.4 | 803—4) προλαβόντος τοῦ ποιητοῦ. A |
| book 805b.1 | 〈τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω, οἷσί περ |
| book 805b.2 | ἄρχει:〉 τοῦτο πρῶτον, εἶτα „πολλοὶ γὰρ“ [Β 803), τὴν αἰτίαν προθέν‐ |
| book 805b.3 | τος τοῦ ποιητοῦ, ὡς τὸ „ἔνδον γάρ τις ἐποιχομένη“ (κ 226). | |
| book 805b | ἀρχαϊκὸν δὲ τὸ κατὰ δοτικῆς τίθεσθαι τὸ ἄρχει. ἔδειξεν οὖν ὅτι |
| book 805b.5.1 | θεοῦ κοινὸν καὶ ἀνθρώπου ἀρετή, καὶ μᾶλλον τοῦτο ἐν πολέμῳ ἀδιά‐ |
| book 805b.5.2 | φορον. b(BCE3E4) |
| book 807.1 | ἠγνοίησεν: ὅτι τοῦτό ἐστι τὸ πλανῆσαν τὸν τὰ ἐπάνω |
| book 807.2 | (sc. Β 791—5) διασκευάσαντα. οὐ κεῖται δὲ συνήθως ἡμῖν τὸ ἠγνοί‐ |
| book 807.3 | ησεν, ἀλλ’ ἀντὶ τοῦ οὐκ ἀπίθησεν. A |
| book 808.1 | {αἶψα} δ’ ἔλυς’ {ἀγορήν}: τινὲς ἀπὸ τοῦ λ τὴν ἀρχὴν |
| book 808.2 | ποιοῦνται καὶ προπερισπῶσιν, ἵνα ποιητικώτερον γένηται. ἔφαμεν |
| book 808.3 | δὲ (sc. ad Α 464) τὸ τοιοῦτο παρὰ τῷ ποιητῇ 〈ἀ〉διαφόρως ὁρᾶσθαι· |
| book 808.4 | „ἂν δ’ ἄρ’ ἔβη Πρίαμοσ“ (Γ 261), „αὐτὰρ ὁ βῆ ῥ’ ἰέναι“ (Κ 73)· |
| book 808.5 | „οὐδ’ ἔλαθ’ Ἀτρέος υἱόν“ (Ρ 1), „ἐμὲ δ’ οὐ λάθεν“ (ι 281). A |
| book 809.1 | πᾶσαι δ’ ὠΐγνυντο πύλαι: ὅτι ἔμφασιν ἔχει πολλῶν |
| book 809.2 | πυλῶν, μία δέ ἐστι, καὶ ἔστι τὸ πᾶσαι ἀντὶ τοῦ ὅλαι. A |
| book 811 | 〈αἰπεῖα:〉 οὕτως αἰπεῖα ὡς „ὀξεῖα“ (Ρ 372). Aim |
| book 813-4.1 | 〈τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν, / ἀθά‐ |
| book 813-4.2 | νατοι δὲ—Μυρίνης:〉 τὴν μὲν δημωδεστέραν ἀνθρώποις, |
| book 813-4.3 | τὴν δὲ ἀληθῆ θεοῖς προσάπτει. ἢ ὡς μουσοτραφὴς οἶδε τὴν τῶν θεῶν |
| book 813-4.4 | διάλεκτον. Βατίεια δὲ παρὰ τὸ βαίνεσθαι ἐν τοῖς πολέμοις. b(BCE3E4) |
| book 813.1 | Βατίειαν: οὕτως προπαροξυτόνως Βατίειαν ὡς Ἀλεξάν‐ |
| book 813.2 | δρειαν. A |
| book 814 | πολυσκάρθμοιο: πολυκινήτου—Μυρίνα δὲ Ἀμα‐ |
| book 814 | ζόνος ὄνομα. A |
| book 816.1 | 〈κορυθαίολος:〉 ποικίλος καὶ παρηλλαγμένος περὶ τὸν |
| book 816.2 | ὁπλισμόν, ἢ τὴν κόρυν κινῶν. | δι’ ἐθνῶν δέ, οὐ πόλεων ὀνομάζει |
| book 816.3 | τοὺς βαρβάρους. b(BCE3) |
| book 816 | κορυθαίολος: ὁ αἰόλλων τὴν—ἐν τοῖς πολέμοις. A |
| book 819.1 | Δαρδανίων αὖτ’ ἦρχεν 〈ἐῢς πάϊς Ἀγχίσαο〉: ὅτι |
| book 819.2 | τῶν Δαρδάνων ἦρχεν Αἰνείας καὶ αὐτὸς ὢν Δάρδανος. πρὸς τὸ „τὸν |
| book 819.3 | δ’ ἔκτανε Δάρδανος ἀνήρ“ (Β 701). A |
| book 820 | 〈ὑπ’ Ἀγχίσῃ:〉 ὅτι περιττεύει ἡ ὑπό. Aim |
| book 822.1 | 〈δύω Ἀντήνορος υἷε:〉 ἴσως ὑποπτεύων Αἰνείαν 〈ὁ |
| book 822.2 | βασιλεὺσ〉 τούτους αὐτῷ φύλακας ἔταξεν. b(BCE3E4) |
| book 824a.1 | ὑπαὶ πόδα: οὕτως ὑπαί ὡς καταί καὶ παραί· αἱ γὰρ |
| book 824a.2 | προθέσεις ἐπαυξανόμεναι διὰ τοῦ ι φυλάσσουσι τὸν αὐτὸν τόνον. A |
| book 824b.1 | 〈ὑπαὶ πόδα:〉 ἔμπροσθεν τοῦ ποδός, ἣν ἡμεῖς ὑπώρειαν |
| book 824b.2 | καλοῦμεν. b(BCE3) |
| book 825.1 | 〈μέλαν:〉 τοῦτο κοινὸν ὑδάτων ἐπίθετον, ὡς „κυανώπιδος |
| book 825.2 | Ἀμφιτρίτησ“ (μ 60). b(BCE3E4) καὶ Καλλίμαχος (fr. 299, 1)· |
| book 825.3 | „Αἴσηπον ἔχεις, ἑλικώτατον ὕδωρ“. b(BE3E4) |
| book 826-7 | 〈Τρῶες, τῶν αὖτ’ ἦρχε Λυκάονος ἀγλαὸς υἱός |
| book 826-7.1 | / Πάνδαρος:〉 Πάνδαρος οὗτος ὁ Λυκάονος ἡγεῖτο τῶν ἐκ Ζελείας, |
| book 826-7.2 | ὧν τὴν μὲν χώραν καλεῖ Λυκίαν (cf. Ε 105. 173), τοὺς δὲ οἰκήτορας |
| book 826-7.3 | Τρῶας. b(BCE3E4) |
| book 827a.1 | Πάνδαρος, ᾧ καὶ τόξον 〈Ἀπόλλων αὐτὸς |
| book 827a.2 | ἔδωκεν〉: ὅτι οὐ τὸ τόξον λέγει, ἀλλὰ τὴν τοξικὴν ἐμπειρίαν· τὸ |
| book 827a.3 | γοῦν τόξον αὐτῷ ὁ κεραοξόος κατασκευάζει (cf. Δ 110). A |
| book 827b.1 | 〈Πάνδαρος, ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς |
| book 827b.2 | ἔδωκεν:〉 τὴν τοξείαν μετωνυμικῶς. b(BCE3) προσυνίστησι δὲ |
| book 827b.3 | αὐτὸν κατὰ Μενελάου (sc. Δ 116—40). τὰς δὲ εἰς ἄκρον εὐεξίας |
| book 827b.4 | θεοῖς ἀνατίθησιν ὁ ποιητής. b(BCE3E4) |
| book 828.1 | Ἀπαισοῦ: οὕτως Ἀπαισοῦ ὡς ἀγανοῦ. καὶ ἴσως ἀκο‐ |
| book 828.2 | λούθως τῷ „ὅς ῥ’ ἐνὶ Παισῷ“ (Ε 612). A |
| book 829 | 〈Πιτύειαν:〉 διὰ τὸ πλῆθος τῶν ἐν αὐτῇ πιτύων. b(BCE3) |
| book 830a.1 | 〈Ἄμφιος λινοθώρηξ:〉 ὅτι καὶ ἕτερος Ἄμφιος Περκώ‐ |
| book 830a.2 | σιος, Ἐλάτου υἱός (sc. Ε 612). Aim |
| book 830b | 〈λινοθώρηξ:〉 σφενδονήτης ἢ τοξότης. b(BCE3E4) |
| book 831a.1 | 〈Περκωσίου, ὃς περὶ πάντων:〉 ἐν Περκώτῃ τρα‐ |
| book 831a.2 | φέντος. | τὸ δὲ περὶ πάντων οὐ δεῖ ἀναστρέφειν. b(BCE3) |
| book 831b.1 | ὃς περὶ πάντων: οὕτως φυλακτέον τὸν τόνον τῆς προ‐ |
| book 831b.2 | θέσεως· εἴτε γὰρ πρόθεσίς ἐστιν ἀντὶ προθέσεως παρειλημμένη, ἀν‐ |
| book 831b.3 | τὶ τοῦ ὑπὲρ πάντων, φυλάσσεται ὁ τόνος, καθότι πᾶσα πρόθεσις |
| book 831b.4 | ἀντὶ ἑτέρας προθέσεως λαμβανομένη φυλάσσει τὸν αὐτὸν τόνον· εἴτε |
| book 831b.5.1 | ἀντὶ τοῦ περισσός, φυλάσσει τὸν τόνον, ὡς τὸ „ὃς περὶ μὲν νόον ἐστὶ |
| book 831b.5.2 | βροτῶν, περὶ δ’ ἱρὰ θεοῖσιν“ (α 66)· „οὗ περὶ μὲν πρόφρων κραδίη“ |
| book 831b.5.3 | (Κ 244). καὶ τὸ αἴτιον ἐν ἑτέροις εἴπομεν, ὡς ὅτι πρὸς αὐτοὺς τοὺς |
| book 831b.5.4 | τόνους τῶν ἐπιρρημάτων καὶ αὐταὶ ὀρθοτονοῦνται. A |
| book 832a1.1 | {οὐδ’ ἑοὺς παῖδας} ἔασκε: οὕτως τὸ α τοῦ ἔασκε κατὰ |
| book 832a1.2 | συστολήν. οὕτως καὶ πάντες· τὰ γὰρ διὰ τοῦ σκ παρηγμένα Ἰα‐ |
| book 832a1.3 | κῶς βραχεῖαν ἔχει τὴν παραλήγουσαν· „ὧδε δέ τις εἴπεσκε“ (Β |
| book 832a1.4 | 271), „τὴν αὐτὸς φορέεσκε“ (Ο 646). A |
| book 832a2.1 | διὰ βραχέος α· τὰ γὰρ διὰ τοῦ ς καὶ κ παράγωγα Ἰα‐ |
| book 832a2.2 | κὰ βραχείᾳ παραλήγεται. b(BCE3) |
| book 833.1 | 〈πόλεμον φθισήνορα:〉 „Ἄρης γὰρ οὐδένα τῶν κακῶν |
| book 833.2 | ληΐζεται“ (Soph. fr. 657, 4 N.2 = 724,4 P. = 724,4 R.). b(BCE3) |
| book 834.1 | 〈κῆρες γὰρ ἄγον:〉 οὐδὲν ἄρα μαντικὴ μοίρας ἀντιτασσο‐ |
| book 834.2 | μένης. b(BCE3E4) |
| book 835a.1 | 〈Πράκτιον:〉 ὅτι ἔνιοι ποταμὸν λέγουσι τὸν Πράκτιον. |
| book 835a.2 | Aim |
| book 835b | 〈Πράκτιον:〉 τινὲς ἐκτείνουσι τὴν πρώτην τοῦ Πρά‐ |
| book 835b | κτιον. Ail |
| book 836.1 | 〈καὶ Σηστόν:〉 Σηστὸς ἐναντίον Ἀβύδου ἐν τῇ Θρακῴῳ |
| book 836.2 | Χερσονήσῳ. b(BCE3E4) |
| book 836.1 | καὶ Σηστὸν καὶ Ἄβυδον: πόλεις περὶ—Τρῳάδα |
| book 836.2 | πορθμός. | εἴρηται δὲ Ἑλλήσποντος ἀπὸ τοῦ ἐκεῖσε ποντισθῆναι |
| book 836.5 | Ἕλλην τὴν Φρίξου μὲν ἀδελφὴν Ἀθάμαντος δὲ θυγατέρα. A |
| book 837-8.1 | τῶν αὖθ’ Ὑρτακίδης 〈ἦρχ’ Ἄσιος, ὄρχαμος |
| book 837-8.2 | ἀνδρῶν, / Ἄσιος Ὑρτακίδησ〉: ὅτι ὁ Ἄσιος οὗτος ὁμώνυμός |
| book 837-8.3 | ἐστι τῷ Ἑκάβης ἀδελφῷ (cf. Π 717). ἐσημειοῦτο δὲ ὁ Ἀρίσταρχος |
| book 837-8.4 | τὰς ὁμωνυμίας πρὸς τὰ 〈περὶ〉 Πυλαιμένους. καὶ πρὸς τὴν ἐπανάληψιν, |
| book 837-8.5 | ὅτι πλεονάζει ἐν Ἰλιάδι. A |
| book 838.1 | 〈Ἄσιος Ὑρτακίδης:〉 τῇ ἐπαναλήψει ἐσημειώσατο τὸν |
| book 838.2 | ἥρωα ὡς λέξων περὶ αὐτοῦ. καὶ ὅτι διὰ τοὺς ἵππους ὀλεῖται (cf. |
| book 838.3 | Ν 392). b(BCE3) |
| book 839a.1 | ποταμοῦ ἀπὸ Σελλήεντος: ὅτι Σελλήεις ποταμός |
| book 839a.2 | ἐστιν Ἀσίας, ὁμώνυμος τῷ Θεσπρωτίας. A |
| book 839b1.1 | ποταμοῦ ἀπὸ Σελλήεντος: Πτολεμαῖος ὁ Ἀσκαλωνί‐ |
| book 839b1.2 | της (p. 43 B.) ἀναστρέφει, πρὸς τὰ προσηγορικώτερα ποιούμενος |
| book 839b1.3 | τὰς συντάξεις· ὁμοίως καὶ Νικίας (fr. 2 B.). οὐκέτι μέντοι ἐπὶ τοῦ |
| book 839b1.4 | „Ξάνθῳ ἐπὶ δινήεντι“ (Ε 479), „μάχῃ ἐνὶ κυδιανείρῃ“ (Ζ 124)· |
| book 839b1.5.1 | ἐπεφέρετο γὰρ τὰ προσηγορικώτερα. ὁ μέντοι Ἀρίσταρχος τοῖς |
| book 839b1.5.2 | κυριωτέροις συνέταττε τὰς προθέσεις· διὸ ἀναστρέφων ἀνεγίνωσκε |
| book 839b1.5.3 | „Ξάνθου ἄπο δινήεντοσ“ (Β 877), φυλάσσων δὲ τὸν τόνον ἐπὶ τοῦ |
| book 839b1.5.4 | ποταμοῦ ἀπὸ Σελλήεντος. εἶτα πολλὰ εἰπὼν ὁ Ἡρωδιανός |
| book 839b1.5.5 | φησιν ὅτι (2,38,21) „ἐμοὶ μέντοι δοκεῖ τὸ τοιοῦτον ὅλον εἶδος ἀνα‐ |
| book 839b1.10.1 | γινώσκειν κατὰ ἀναστροφήν· εἰ γὰρ δύο ὀνόματά ἐστι καθ’ ἑνὸς |
| book 839b1.10.2 | ὑποκειμένου λαμβανόμενα καὶ σχεδὸν ἕν ἐστι τὸ ὅλον καὶ θέλει ἡ |
| book 839b1.10.3 | πρόθεσις προηγεῖσθαι, μέση δὲ παρείληπται καθ’ ὑποταγήν, ὡς |
| book 839b1.10.4 | ὑποτεταγμένη ἀναστραφήσεται.“ A |
| book 839b2 | ἀναστρεπτέον τὴν πρόθεσιν. b(BCE3) |
| book 841.1 | 〈τῶν οἳ Λάρισαν:〉 ταύτην οἱ ἀπὸ τῶν Αἰολίδων μετανα‐ |
| book 841.2 | στάντες ἔκτισαν· διὸ 〈καὶ „δίουσ“ τοὺσ〉 Πελασγούς φησιν (cf. Κ |
| book 841.3 | 429), ὡς ἄνωθεν Ἕλληνας ὄντας. καὶ μετὰ τὸν κατακλυσμὸν σῶσαι |
| book 841.4 | τὰ στοιχεῖα μόνους Ἑλλήνων φασίν. b(BCE3) |
| book 842.1 | Πύλαιος {τ’ ὄζος ἄρηος}: τοῦ Πύλαιος τὴν πρώτην ὀξυ‐ |
| book 842.2 | τονητέον πρὸς ἀντιδιαστολὴν τοῦ τοπικοῦ· καὶ τὸν Ἑρμῆν τὸν |
| book 842.3 | Πυλαῖον. A |
| book 844.1 | 〈αὐτὰρ Θρήϊκας ἦγ’ Ἀκάμας καὶ Πείροος ἥρως:〉 |
| book 844.2 | καὶ πῶς Ἰφιδάμαντα (cf. Λ 221—30) καὶ Ῥῆσόν (cf. Κ 434—5) φησιν |
| book 844.3 | ἄρχειν τῶν Θρᾳκῶν; ἀλλὰ προστέθεικεν „ὅσ〈σ〉ους Ἑλλήσποντοσ“ |
| book 844.4 | (Β 845)· τῶν γὰρ Ἑλλησποντίων ἤτοι τῶν περὶ Μαρώνειαν ἦρχεν |
| book 844.5.1 | Ἀκάμας, ἑτέρων δὲ Ἰφιδάμας, ὃς ἦλθε „σὺν δυοκαίδεκα νηυσίν“ (Λ |
| book 844.5.2 | 228), ἄλλων δὲ Ῥῆσος, ἤτοι τῶν περὶ Λυδίαν. b(BE3) |
| book 847.1 | {υἱὸς} Τροιζήνοιο: οὕτως Τροιζήνοιο ὡς „Εὐμήλοιο“ |
| book 847.2 | (Ψ 380)· ἀπὸ γὰρ γενικῆς τῆς Τροιζῆνος ἐγένετο εὐθεῖα ἔθει ποιητι‐ |
| book 847.3 | κῷ. A |
| book 848 | 〈Παίονας ἀγκυλοτόξους:〉 οὗτοι τοξόται, οἱ δὲ ὑπὸ |
| book 848.1 | Ἀστεροπαῖον δολιχέγχεες (cf. Φ 155). εἰκὸς δὲ τὸν Ἀστεροπαῖον |
| book 848.2 | χρονίζοντος τοῦ πολέμου ὕστερον ἐλθεῖν, ὡς καὶ Ἰφιδάμαντα (cf. Λ |
| book 848.3 | 221—40) καὶ Ῥῆσον (cf. Κ 435—97). b(BCE3) |
| book 851a.1 | 〈Παφλαγόνων:〉 ἀπὸ τῶν Εὐρωπαίων ἐπὶ τοὺς Ἀσια‐ |
| book 851a.2 | νοὺς ἔρχεται. b(BCE3) |
| book 851b.1 | Πυλαιμένεος: ὅτι οὗτός ἐστι Πυλαιμένης, περὶ οὗ πολ‐ |
| book 851b.2 | λοὶ τῶν ἀρχαίων ἐζητήκασιν. A |
| book 851c | 〈λάσιον κῆρ:〉 μεταληπτικῶς τὸ συνετόν. b(BCE3E4) |
| book 852a | 〈ἐξ Ἐνετῶν:〉 ὅτι Ζηνόδοτος γράφει „ἐξ Ἐνετῆσ“. Aint |
| book 852b.1 | ἐξ Ἐνετῶν ὅθεν ἡμιόνων 〈γένος ἀγροτεράων〉: |
| book 852b.2 | παρὰ Ἐνετοῖς πρῶτον ἡ ὄνων καὶ ἵππων μίξις. ἀγροτεράων δὲ |
| book 852b.3 | τῶν μάλιστα ἐν ἀγροῖς ἐπιτηδείων. A b (BCE3E4) | τὸ δὲ Ἐνετῶν |
| book 852b.4 | ὡς Θεσσαλῶν. A |
| book 854.1 | 〈ἀμφί τε Παρθένιον ποταμόν:〉 ὅτι ἡ παρθένος |
| book 854.2 | Ἄρτεμις ἀπολούεται ἐν αὐτῷ. b(BCE3) |
| book 854.1 | ἀμφί τε Παρθένιον ποταμόν: τοῦτον ἔνιοι—ἐν |
| book 854.2 | αὐτῷ ἐλούσατο. A |
| book 855 | Ἐρυθίνους: ὡς Ἀκραγαντίνους. | παραδηλοῖ δὲ τὴν ἣν |
| book 855 | ἔχουσι τόπου θέσιν. b(BCE3) |
| book 856a.1 | 〈Ἁλιζώνων:〉 οὗτοι γὰρ οἰκοῦσι γῆν ὑπὸ θαλάσσης |
| book 856a.2 | ἐζωσμένην. b(BCE3E4) |
| book 856b.1 | {αὐτὰρ ἀλιζώνων} Ὀδίος 〈καὶ Ἐπίστροφοσ〉: ὅτι |
| book 856b.2 | καὶ ἕτερός ἐστιν Ὀδίος ὁμώνυμος (Ι 170), καὶ παρὰ τοῖς Ἕλλησιν |
| book 856b.3 | Ἐπίστροφος (Β 517). | Ἀλίζωνες δὲ ἔθνος—οἱ δὲ ἔθνος |
| book 856b.4 | Αἰακῶν. A |
| book 858.1 | {μυσῶν τε} Χρόμις: ὅτι νῦν μὲν Χρόμιν, ἐν ἄλλοις (sc. |
| book 858.2 | Ρ 218) δὲ λέγει Χρομίον τὸν αὐτόν. A |
| book 860-1.1 | ἀλλ’ ἐδάμη ὑπὸ χερσὶ〈—καὶ ἄλλουσ〉: |
| book 860-1.2 | ἀθετοῦνται ἀμφότεροι, ὅτι κατὰ τὴν παραποταμίαν μάχην (sc. in |
| book 860-1.3 | libro Φ) οὐχ εὑρίσκεται ἐπ’ ὀνόματι πίπτων. εἴωθεν δὲ ὁ ποιητὴς |
| book 860-1.4 | τοὺς τῶν ἡγεμόνων θανάτους διαδήλως λέγειν. ἐὰν δὲ μὴ ὁρισθῇ ὁ |
| book 860-1.5 | τόπος καὶ ὁ καιρός, δύναται ὁ ἕτερος μένειν. A |
| book 862a1 | Φρύγας: ὅτι οἱ νεώτεροι τὴν Τροίαν καὶ τὴν Φρυγίαν |
| book 862a1.1 | τὴν αὐτὴν λέγουσιν, ὁ δὲ Ὅμηρος οὐχ οὕτως. Αἰσχύλος (fr. 446 N.2 |
| book 862a1.2 | = 242c M. = 446 R.) δὲ συνέχεεν. | οὗτοι δὲ τῆς μικρᾶς εἰσι Φρυγίας. ἡ δὲ |
| book 862a1.3 | μεγάλη παρὰ τῷ Σαγγαρίῳ κεῖται, ὅθεν καὶ Ἄσιος, „ὃς μήτρως ἦν |
| book 862a1.5 | Ἕκτορος ἱπποδάμοιο“ (Π 717). A |
| book 862a2.1 | τοὺς Φρύγας ὁ ποιητὴς διαστέλλει, ὁ δὲ Αἰσχύλος συν‐ |
| book 862a2.2 | έχεεν. | οὗτοι δὲ τῆς μικρᾶς εἰσι Φρυγίας. ἡ δὲ μεγάλη παρὰ τῷ |
| book 862a2.3 | Σαγγαρίῳ κεῖται. b(BCE3) |
| book 864.1 | 〈Μέσθλης:〉 μέδω Μέστρης Μέσθλης ὡς φύτρη φύτλη. b |
| book 864.2 | (BCE3) |
| book 865.1 | {τῶι} Γυγαίη τέκε λίμνη: ἄνευ τοῦ ι, Γυγαίη τέκε |
| book 865.2 | λίμνη, ἡ κατὰ Ἀρίσταρχον εἶχε διόρθωσις. οἱ δὲ περὶ Χαῖριν (fr. 1 |
| book 865.3 | B.) καὶ Διόδωρον καί τινες τῶν καθ’ ἡμᾶς προστιθέασι τὸ ι, ἵν’ |
| book 865.4 | 〈ᾖ〉 λίμνῃ ἔπι Γυγαίη τέκε, †κακῶς†· μηδέποτε γὰρ Ὅμηρον λιμνῶν |
| book 865.5 | τέκνα ἱστορεῖν. βίαιοι δέ εἰσιν. A |
| book 867a.1 | βαρβαροφώνων: ὅτι Θουκυδίδης (1,3,3) λέγει τὴν |
| book 867a.2 | ὀνομασίαν τῶν βαρβάρων νεωτερικὴν εἶναι. ἐλέγχεται δὲ ἐντεῦθεν. A |
| book 867b.1 | 〈βαρβαροφώνων:〉 ὅτι Κρητῶν ἄποικοι ὄντες ἠχρή‐ |
| book 867b.2 | στωσαν τὴν Ἑλληνίδα φωνήν. ἢ βαρβαροφωνεῖν ἐστι τὸ τοὺς ἐπι‐ |
| book 867b.3 | μιγνυμένους Ἕλλησι βαρβάρους ἑλληνίζειν μὲν διδάσκεσθαι, τῇ φωνῇ |
| book 867b.4 | δὲ μὴ καθαρεύειν. ἢ ὅτι μεγαλόφωνοι ὑπῆρχον. b(BCE3E4) |
| book 868.1 | 〈Φθειρῶν τ’ ὄρος:〉 Φθειρῶν ὄρος τὸ πιτυῶδές φησιν· |
| book 868.2 | φθεὶρ γὰρ ὁ τῆς πίτυος καρπός. b(BCE3) |
| book 868.1 | Φθειρῶν ὄρος τῆς Καρίας—ἢ ἀπὸ Φθιρὸς τοῦ Ἐν‐ |
| book 868.2 | δυμίωνος. A |
| book 869a1.1 | 〈Μαιάνδρου τε ῥοὰς Μυκάλης τ’ αἰπεινὰ κάρη‐ |
| book 869a1.2 | να:〉 ὁ γὰρ Μαίανδρος σκολιός ἐστι καὶ πολλὰς ἐκροὰς ποιούμενος. |
| book 869a1.3 | Μυκάλη δὲ ὄρος ἀντικρὺ Σάμου. ἔστι δὲ καὶ ἐν μυχοῖς Καρίας ἕτερον. |
| book 869a1.4 | b(BCE3) |
| book 869a2 | Μαιάνδρου τε ῥοάς: Μαίανδρος ποταμὸς— |
| book 869a2 | Μιλήτου. | σκολιὸς δέ ἐστι καὶ πολλὰς ἐκροὰς ποιούμενος. A |
| book 872a.1 | ὃς καὶ χρυσὸν ἔχων〈—ἠΰτε κούρη〉: ὅτι ἐπὶ |
| book 872a.2 | τοῦ Ἀμφιμάχου ἐστὶ τὸ ὃς καὶ χρυσὸν ἔχων, ὁ δὲ Σιμωνίδης (fr. |
| book 872a.3 | 60 P.) ἐπὶ τοῦ Νάστου λέγει. καὶ ὅτι οὐ λέγει ὅπλα αὐτὸν ἔχειν |
| book 872a.4 | χρυσᾶ, ὡς καὶ πάλιν ὁ Σιμωνίδης ἐξέλαβεν, ἀλλὰ κόσμον χρυσοῦν· |
| book 872a.5.1 | λέγει γὰρ ἠΰτε κούρη· ἐνεπλέκοντο γὰρ χρυσὸν οἱ βάρβαροι· |
| book 872a.5.2 | „πλοχμοί θ’, οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο“ (Ρ 52). A |
| book 872b.1 | 〈ὃς καὶ χρυσὸν ἔχων—ἠΰτε κούρη:〉 προ‐ |
| book 872b.2 | ανεφώνησεν, ἵνα μὴ ἔτι αὐτοῦ μνησθῇ. Εὔφορβος μέντοι καὶ Γλαῦκος |
| book 872b.3 | (cf. Ρ 52. Ζ 236) χρυσᾶ ὅπλα ἔχουσιν, ἀλλ’ οὐ κωμῳδοῦνται, ἐπεὶ |
| book 872b.4 | μὴ γυναικεῖα τὰ αὐτῶν ὡς τὰ τούτου. b(BCE3E4) |
| book 876.1 | 〈Σαρπηδών:〉 εἴασε νῦν τὸ γένος αὐτοῦ, ἵν’ ἐν ἄλλῳ τό‐ |
| book 876.2 | πῳ μνείαν τούτου ποιούμενος πρὸς πλείονα αὐτὸ ποικιλίαν ἔχῃ. b |
| book 876.3 | (BCE3) |
| book 877a | Ξάνθου ἄπο δινήεντος: πᾶσα πρόθεσις μεταξὺ |
| book 877a.1 | κυρίου καὶ ἐπιθετικοῦ τῷ κυρίῳ ἕπεται κατὰ Ἀρίσταρχον, κατὰ δὲ |
| book 877a.2 | Πτολεμαῖον (p. 43 Β.) τῷ προσηγορικῷ. κατὰ δὲ Ἀπολλώνιον (Fr. |
| book 877a.3 | p. 136, 16) πάντως ἀναστρέφεται. A b (BCE3) | τὸ δὲ Ξάνθου πρὸς |
| book 877a.5 | τοὺς Ζελείτας Λυκίους (cf. Β 824). A |
| book 877b.1 | 〈Ξάνθου ἄπο δινήεντος:〉 στικτέον {δὲ} ἐπὶ τὸ |
| book 877b.2 | δινήεντος, ἐπειδὴ εἱρμός ἐστι τῶν ἑξῆς. ἐπὶ μέντοι τοῦ τέλους τῶν |
| book 877b | ἄλλων ποιημάτων οὐκέτι· σιωπὴ γὰρ ἐκδέχεται. b(BCE3) |
| book postscr.1 | Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς |
| book postscr.2 | Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας |
| book postscr | Ἡρωδιανοῦ καὶ ἐκ τοῦ Νικάνορος Περὶ στιγμῆς. A |
| book 1.1 | διαφέρει δὲ ὁ αὐτάρ τοῦ δέ, καθὸ ὁ μὲν αὐτάρ προτάσσεται |
| book 1.2 | —πάντες δὲ ὀξύνονται. A |
| book 1.1 | κόσμηθεν: ὁ τρόπος μεταφορὰ—Δωρίς. | εὐταξίᾳ δὲ |
| book 1.2 | μάλιστα πόλεμος κατορθοῦται. A |
| book 1a.1 | ἅμ’ ἡγεμόνεσσιν ἕκαστοι: ἀντὶ τοῦ ἑκάτεροι. καὶ |
| book 1a.2 | ἕκαστος ἀντὶ τοῦ ἑκάτερος. T |
| book 1b.1 | ἅμ’ ἡγεμόνεσσιν ἕκαστοι: πῶς ἐπὶ δύο στρατιῶν τὸ |
| book 1b.2 | ἕκαστοι ἔταξεν; ἢ ὅτι κατὰ ἔθνη καὶ φυλὰς ἐκοσμήθησαν, ἢ ἑκάτεροι, |
| book 1b.3 | Τρῶές τε καὶ Ἕλληνες, ὡς τὸ „δενδίλλων ἐς ἕκαστον“ (λ 180)· δύο γὰρ |
| book 1b.4 | πρέσβεις. ἔστι δὲ Ἀττικόν. b(BCE3E4)T |
| book 2a.1 | 〈Τρῶες μὲν κλαγγῇ τ’ ἐνοπῇ τ’ ἴσαν:〉 ὅτι ἀντὶ τοῦ |
| book 2a.2 | μετὰ κλαγγῆς καὶ ἐνοπῆς. ἄμφω δὲ ἤχου ὀνόματα. Aint |
| book 2b1.1 | Τρῶες μὲν κλαγγῇ: λείπει Ἀττικῶς ἡ σύν, „αὐταῖς |
| book 2b1.2 | διαβολαῖσ“ (Ar. equ. 7). ἐκ τοῦ κλάζω κλαγγή κατὰ πλεονασμὸν τοῦ |
| book 2b1.3 | γ. T | ἄμφω δὲ τὰς στρατιὰς διατυποῖ καὶ μέχρι τέλους οὐκ ἐξίσταται |
| book 2b1.4 | τοῦ ἤθους· „ὥστ’ ὄϊες πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ“ (Δ 433) καὶ „ἐς |
| book 2b1.5 | Τρώων ὅμαδον κίε“ (Η 307). AT |
| book 2c1.1 | ὄρνιθες ὥς: τὸ διάκενον τῆς πορείας ἀναπληροῦσιν αἱ |
| book 2c1.2 | παραβολαί. T |
| book 2b2/c2.1 | κλάζω κλαγγή κατὰ πλεονασμὸν τοῦ ἑνὸς γ. ἐνοπῇ δὲ |
| book 2b2/c2.2 | b(BCE3) τῇ εἰς ὀπὴν ὤτων φέρεσθαι δυναμένῃ βοῇ. b(BCE3E4) |
| book 2b2/c2.3 | | τὸ μέντοι διάκενον τῆς πορείας ἀναπληροῦσιν αἱ παραβολαί. | |
| book 2b2/c2.4 | ἀμφοτέρας δὲ τὰς στρατιὰς διατυποῖ καὶ μέχρι τέλους οὐκ ἐξίσταται |
| book 2b2/c2.5.1 | τοῦ ἤθους. „ὥστ’ ὄϊες πολυπάμονοσ“ καὶ „ἐς Τρώων ὅμαδον κίε“. |
| book 2b2/c2.5.2 | b(BCE3) |
| book 2d.1 | ὄρνιθες ὥς: βραχὺ διασταλτέον ἐπὶ τὸ ὥς· ἡ γὰρ ἀντ‐ |
| book 2d.2 | απόδοσις πρόκειται, καὶ ἀνεστραμμένη ἡ περίοδός ἐστιν. A |
| book 3a.1 | ἠΰτε περ κλαγγὴ 〈γεράνων πέλει〉: μετὰ τοσαύτης |
| book 3a.2 | κραυγῆς, ὅσης καὶ γέρανοι. ἐπὶ δὲ τοῦ ἠΰτε ἡ ἀπόδοσις. T |
| book 3b.1 | οὐρανόθι πρό: ὅτι ἀντὶ τοῦ ἐν τῷ ὑπὸ τὰ νέφη τόπῳ· οὐ‐ |
| book 3b.2 | ρανὸν γὰρ καλεῖ τὸν †ὑπὸ† τὰ νέφη τόπον· διὸ καὶ τὰς τοῦ Ὀλύμπου |
| book 3b.3 | κορυφὰς ἐπουρανίους νοητέον. A |
| book 3c.1 | οὐρανόθι πρό: καὶ τὸν περὶ τὰ νέφη τόπον καὶ τὸν ἀπὸ |
| book 3c.2 | νεφελῶν εἰς οὐρανὸν οὕτω καλεῖ. παρέλκει δὲ ἡ πρό, b(BCE3E4)T |
| book 3c.3 | ὡς „ὀφθαλμοῖο διαπρό“ (Ξ 494). T | τὴν δὲ τοῦ λόγου ἀπόδοσιν εἰς |
| book 3c.4 | τὸ ἠΰτε περ. εἶτά φησιν ὅτι μετὰ τοσαύτης πορεύονται κραυγῆς, |
| book 3c.5 | ὅσης αἱ γέρανοι. b(BCE3E4) |
| book 4a.1 | χειμῶνα: ὅτι χειμῶνα οὐ τὴν χειμερινὴν κατάστασιν λέ‐ |
| book 4a.2 | γει, ἀλλὰ τὸν χειμερινὸν τόπον τῆς Θρᾴκης· οὐ γὰρ ἐνστάντος |
| book 4a.3 | χειμῶνος τότε ἀπαίρουσιν, ἀλλὰ προσδοκίας οὔσης. A |
| book 4b1 | 〈ἀθέσφατον〉: ὃν οὐδὲ θεὸς ἑρμηνεύσειεν. Til |
| book 4b2 | ὃν οὐδεὶς ὅσος ἐστὶν ἑρμηνεύσειε λόγος. b(BCE3E4) |
| book 5.1 | 〈κλαγγῇ ταί γε πέτονται〉 ἐπ’ Ὠκεανοῖο ῥοάων: |
| book 5.2 | ἀντὶ τοῦ εἰς ῥοάς, Ἀττικῶς. A b (BCE3)T | τὸ ἀδιάλειπτον δὲ τοῦ |
| book 5.3 | θορύβου δηλῶν πολλάκις ὀνομάζει τὴν κλαγγήν. τὰ δὲ δειλότερα |
| book 5.4 | τῶν ζῴων φωνητικώτερα μᾶλλον τῶν ἀνδρείων. A b (BCE3E4)T |
| book 6.1 | ἀνδράσι Πυγμαίοισι· καὶ τῷ ξένῳ τῆς ἱστορίας ψυχαγωγεῖ |
| book 6.2 | καὶ τὸν θροῦν αὔξει· A b (BCE3)T κροτάλοις γὰρ αὐτὰς ἀλέξονται. |
| book 6.3 | T φησὶ δὲ αὐτοὺς Ἑκαταῖος (FGrHist 1, 328) †ἐπὶ σχημάτων |
| book 6.4 | κριῶν ἐξιόντας ἀλέξασθαι αὐτάς, τὰς δὲ καταφρονούσας τοῦ μήκους |
| book 6.5 | πολεμεῖν πρὸς αὐτούς. A b (BCE3)T |
| book 7 | 〈ἠέριαι:〉 διὰ τὸν καύσωνα. Til |
| book 8a1.1 | οἱ δ’ ἄρ’ ἴσαν σιγῇ 〈μένεα πνείοντες Ἀχαιοί〉: |
| book 8a1.2 | ποῦ τῆς προτέρας παραβολῆς ἡ ἀπόδοσις; ἢ τάχα οὕτως ἔχει· |
| book 8a1.3 | „Τρῶες μὲν κλαγγῇ ἴσαν, / ἠΰτε περ“ (Γ 2—3), ἵνα τὸ „ἠΰτε“ (Γ 3) |
| book 8a1.4 | ἀπόδοσις ᾖ. καὶ ἔστι „Τρῶες μὲν κλαγγῇ“ (Γ 2), οἱ δ’ ἄρ’ ἴσαν |
| book 8a1.5 | σιγῇ. ἐπεὶ δὲ καὶ κατάπληξις σιωπὴν ποιεῖ, προσέθηκεν μένεα. T |
| book 8a2.1 | ταύτης ποῦ τῆς παραβολῆς ἡ ἀπόδοσις ἢ τάχα εἰς τὸ |
| book 8a2.2 | „Τρῶες μὲν κλαγγῇ τ’ ἐνοπῇ τ’ ἴσαν“, †οἱ δ’ ἄρ’ ἴσαν „ἠΰτε |
| book 8a2.3 | περ“, ἵνα τὸ „ἠΰτε“ ἀπόδοσις ᾖ. ἐπεὶ δὲ πολλάκις καὶ κατάπληξις |
| book 8a2.4 | σιωπὴν ποιεῖ, τὸ μένεα προστέθειται. b(BCE3E4) |
| book 9a1.1 | 〈ἀλεξέμεν ἀλλήλοισιν:〉 τοῦτο γὰρ ἐν ταῖς φάλαγξι· |
| book 9a1.2 | σκέπει γὰρ τὸν †ὑπασπίζοντα† ἕκαστος ὡς αὑτόν, κἀκεῖνος τοῦτον. b |
| book 9a1.3 | (BCE3E4) |
| book 9a2.1 | ἡ γὰρ φάλαγξ σωθείη, ὅταν τὸ τοῦ παρασπίζοντος σκοπῇ |
| book 9a2.2 | Til |
| book 10a.1 | 〈εὖτ’:〉 ὅτι τὸ εὖτε οὐκ ἔστιν χρονικόν, ἀλλ’ ὁμοιω‐ |
| book 10a.2 | ματικόν, ἀναλογοῦν τῷ „ἠΰτε“ (Β 87 al.). Aint |
| book 10b.1 | εὖτ’ ὄρεος κορυφῇσι: διὰ τοῦ ε αἱ Ἀριστάρχου τὸ |
| book 10b.2 | εὖτε καὶ τὸ ἐτέρωθί που λεγόμενον „τῷ δ’ εὖτε πτερὰ γίνετ’“ (Τ |
| book 10b.3 | 386) ἀντὶ τοῦ ὡς πτερὰ ἐγίνετο ἐλαφρὰ τὰ τοῦ Ἡφαίστου ὅπλα |
| book 10b.4 | τῷ Ἀχιλλεῖ. ἐν ἐνίαις δὲ τῶν ἐκδόσεων, τῇ τε Χίᾳ καὶ τῇ Μασσαλι‐ |
| book 10b.5.1 | ωτικῇ καί τισιν ἄλλαις, ἐκ πλήρους ἐγέγραπτο „ἠΰτε ὄρευς κο‐ |
| book 10b.5.2 | ρυφῇσι“, παρὰ τὸ εἰωθὸς Ὁμήρῳ· ἐκ πλήρους γὰρ παρ’ ἕκαστα |
| book 10b.5.3 | γράφειν „ὄρεοσ“ (Ε 554 al.). εἰσὶ δὲ οἳ καὶ ἑτέρως ἀκούουσι τὸ εὖτε |
| book 10b.5.4 | ἀντὶ τοῦ ὅτε, καθάπερ καὶ ἐν ἄλλοις· „εὖτε γὰρ ἠέλιος φαέθων“ (Λ |
| book 10b.5.5 | 735) καὶ „εὖτ’ ἀστὴρ ὑπερέσχε“ (ν 93). λαμβάνουσι δὲ ὑπὸ μίαν |
| book 10b.10.1 | περιγραφὴν τὸ ὅλον· εὖτ’ ὄρεος κορυφῇσι νότος κατέχευεν |
| book 10b.10.2 | ὁμίχλην / „ποιμέσιν οὔτι φίλην, κλέπτῃ δέ τε νυκτὸς ἀμείνω, / τόσ‐ |
| book 10b.10.3 | σον τίς τ’ ἐπιλεύσσει ὅσον ἐπὶ λᾶαν ἵησιν“ (Γ 10—2)· ὁπότε ὁ νότος |
| book 10b.10.4 | ταῖς τοῦ ὄρους κορυφαῖς κατέχεεν ὁμίχλην τοῖς μὲν ποιμέσιν οὐ |
| book 10b | προσφιλῆ, τῷ δὲ κλέπτῃ νυκτὸς κρείσσονα, τότε ἐπὶ τοσοῦτον δύναταί |
| book 10b.15.1 | τις βλέπειν, ὅσον ἐστὶ λίθου βολῆς διάστημα. ἄμεινον δὲ τὸ πρότερον· |
| book 10b.15.2 | τῷ γὰρ ὥσπερ ἀνταποδίδοται τὸ „ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσα‐ |
| book 10b.15.3 | λοσ“ (Γ 13). ταῦτα ὁ Δίδυμος (p. 114 Schm.). A |
| book 11a.1 | ποιμέσιν οὔτι φίλην· οὐ βουκόλοις, ἐπεὶ μὴ νέμουσιν |
| book 11a.2 | ἡμέρας διὰ τοὺς οἴστρους. b(BCE3E4)T |
| book 11b.1 | ἀμείνω: ὅτι τινὲς γράφουσι σὺν τῷ ν „ἀμείνων“. εἰ δὲ |
| book 11b.2 | κατ’ αἰτιατικήν ἐστι, χωρὶς τοῦ ν γράφεται· ἀνάλογον γάρ ἐστι τῷ |
| book 11b.3 | ἀμείνονα. ἄλλοι δὲ γράφουσιν ἀντὶ τοῦ νυκτὸς ἀμείνω. A |
| book 12a.1 | 〈ὅσον τ’ ἐπὶ λᾶαν ἵησιν:〉 ἀόριστα ταῦτα, καὶ „ὅσον |
| book 12a.2 | τε γέγωνε βοήσασ“ (μ 181). b(BCE3)Til |
| book 12b | 〈ἵησιν:〉 ἀφίησιν. Til |
| book 13a.1 | 〈ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ὄρνυτ’ |
| book 13a.2 | ἀελλής:〉 ὅτι οὐ λέγει ὑπὸ ποδῶν ἀέλλης, ἀλλὰ κονίσαλος ἀελλής, |
| book 13a.3 | ἀελλώδης. Aint |
| book 13b.1 | κονίσαλος 〈ὤρνυτ’〉 ἀελλής: Ἀριστοφάνης γράφει |
| book 13b.2 | „κονισάλου ὤρνυτ’ ἀέλλησ“. b(BCE3)T | ἄριστος δὲ κριτὴς |
| book 13b.3 | ὁμοιοτήτων Ὅμηρος· ὁμίχλη γὰρ καὶ κονιορτὸς ὁμόχροα καὶ ὁμοίως |
| book 13b.4 | ἐπιπροσθοῦντα τοῖς ὄμμασιν. b(BCE3E4)T |
| book 14 | 〈διέπρησσον πεδίοιο:〉 τὴν πεδιάδα διήνυον. Til |
| book 16 | 〈Τρωσίν:〉 ἀντὶ τοῦ Τρώων. πτωτικὸν—ποιηταί. Aint |
| book 16a | 〈Τρωσὶν μέν:〉 τῷ μέν οὐκ ἐπάγει τὸν δέ. Til |
| book 16b.1 | Τρωσὶν 〈μὲν〉 προμάχιζεν Ἀλέξανδρος θεοειδής: |
| book 16b.2 | τὸ δίκαιον νομοθετεῖ· οἱ γὰρ αἴτιοι προασπίζουσιν. ἐγείρει δὲ τὸν |
| book 16b.3 | ἀκροατὴν προκινδυνεύοντα εἰσάγων τὸν πλείστων κινδύνων ἑτέροις |
| book 16b.4 | αἴτιον. b(BCE3E4)T | ὁ δὲ μέν τὸ δέ ἐνταῦθα οὐκ ἐπάγεται. b |
| book 16b.5.1 | (BCE3E4) | διὰ τί δὲ θεοειδέα φησὶ τὸν πάσαις κακίαις χρώμενον; |
| book 16b.5.2 | τοῦτο γὰρ ἐγκωμιάζοντος δόξειεν εἶναι καὶ ἀποσεμνύνοντος τὸν |
| book 16b.5.3 | ἄνδρα. λεκτέον δὲ ὅτι, εἰ μὲν πάντα ἐπαινῶν ἐφαίνετο τὰ ἐν τούτῳ, |
| book 16b.5.4 | δικαία ἦν ἂν ἡ μέμψις. ἐπαινεῖ δὲ αὐτοῦ τὴν μορφήν, ἵνα καὶ ἐπὶ τῶν |
| book 16b.5.5 | ψεκτῶν νομίζηται ἀληθεύειν. εἶτα καὶ μεῖζον κατασκευάζεται τὸ μῖσος, |
| book 16b.10 | εἰ τοιοῦτος ὢν τὴν μορφὴν καταισχύνει. b(BCE3E4)T |
| book 17 | 〈παρδαλέην:〉 τὸ δὲ ζῷον πάρδαλις. Til |
| book 18a.1 | {καὶ ξίφος} αὐτὰρ ὁ δοῦρε: Ἀρίσταρχος ἄνευ τοῦ |
| book 18a.2 | ἄρθρου, „αὐτὰρ δοῦρε“. οὕτως καὶ ἡ Ἀριστοφάνους καὶ ἡ Καλλιστρά‐ |
| book 18a.3 | του (p. 320 Schm.) καὶ σχεδὸν οὕτως καὶ αἱ χαριέσταται· καὶ ὁ |
| book 18a.4 | Ἰξίων (fr. 28 St.) ἐν τῷ πρώτῳ Πρὸς τὰς ἐξηγήσεις ὁμοίως προφέρε‐ |
| book 18a.5.1 | ται. ἔχει δὲ τὸν Ὁμηρικὸν χαρακτῆρα καὶ ἡ σὺν τῷ ἄρθρῳ γραφή, |
| book 18a.5.2 | καίπερ οὐκ οὖσα Ἀριστάρχειος· σύνηθες γὰρ τῷ ποιητῇ ἐπὶ τῶν |
| book 18a.5.3 | αὐτῶν μένοντι ὑπόνοιαν παρέχειν ὡς περὶ ἑτέρου διαλέγοιτο προσ‐ |
| book 18a.5.4 | θέσει ἄρθρου καὶ μεταλλάξει τοῦ συνδέσμου, ὡς ἐπὶ τοῦ Κύκλωπος |
| book 18a.5.5 | „κὰδ δέ μιν ὕπνος / ᾕρει πανδαμάτωρ, ὁ δ’ ἐρεύγετο οἰνοβαρείων“ |
| book 18a.10.1 | (cf. ι 372—4) ἀντὶ τοῦ καὶ ἐρεύγετο. | Ζηνόδοτος δὲ ἠθέτηκε τοῖς |
| book 18a.10.2 | ἑξῆς οὐ συντιθέμενον. δεῖ δὲ κοινὸν παραλαβεῖν „αὐτὰρ ὁ δοῦρε δύω |
| book 18a.10.3 | ἔχων“ (cf. Γ 17—8), καὶ νοεῖν τὸ ἄρθρον ἐξ ἐπαναλήψεως παρειλημ‐ |
| book 18a.10.4 | μένον ἐπὶ τοῦ αὐτοῦ προσώπου. A |
| book 18b1 | αὐτὰρ ὁ δοῦρε δύω: ἄνευ τοῦ ἄρθρου τὸ „αὐτὰρ |
| book 18b1.1 | δοῦρε“ ἐν πάσαις ταῖς χαριεστέραις. ἡ δὲ σὺν τῷ ἄρθρῳ γραφή, καίτοι |
| book 18b1.2 | μὴ οὖσα Ἀριστάρχου, ὅμως ἔχει Ὁμηρικὴν συνήθειαν· ἔθος γὰρ |
| book 18b1.3 | αὐτῷ περὶ τοῦ αὐτοῦ διαλεγομένῳ μεσολαβεῖν τὸ ἄρθρον, ὡς περὶ |
| book 18b1.5.1 | ἄλλου λέγοντι, ὡς ἐπὶ τοῦ Σαρπηδόνος· „αὐτοῦ μὲν ἤμβροτεν, ὁ δὲ |
| book 18b1.5.2 | Πήδασον οὔτα“ (cf. Π 466—7). T |
| book 18b2.1 | τὸ αὐτάρ παρὰ Ζηνοδότῳ καὶ τοῖς ἄλλοις οὐκ ἐπάγεται |
| book 18b2.2 | τὸ ἄρθρον. ὅμως οὖν ἐστι καὶ τοῦτο τῆς Ὁμηρικῆς συνηθείας· ἔθος |
| book 18b2.3 | γὰρ αὐτῷ περὶ αὐτοῦ διαλεγομένῳ μεσολαβεῖν τὸ ἄρθρον, ὡς καὶ |
| book 18b2.4 | περὶ ἄλλου λέγων ποιεῖ· „Σαρπηδὼν αὐτοῦ μὲν ἀπήμβροτεν, ὁ δὲ |
| book 18b2.5 | Πήδασον“ b(BCE3) |
| book 18c.1 | δοῦρε δύω: δῆθεν ἵνα, εἰ †ἀποτύχῃ† τοξεύων, προσ‐ |
| book 18c.2 | πεσὼν μάχοιτο. b(BCE3E4)T |
| book 18d | 〈κεκορυθμένα:〉 ἠκονημένα, ἐστομωμένα. Til |
| book 19-20.1 | 〈πάλλων Ἀργείων—ἐν αἰνῇ δηϊοτῆτι:〉 |
| book 19-20.2 | τὸ πάλλων (19) καὶ τὸ ἀντίβιον (20) ἀθετοῦνται ἀμφότεροι· ὁ |
| book 19-20.3 | γὰρ παρδαλέην ἀνειληφὼς καὶ τοξικὴν στολὴν ἔχων οὐκ ἂν προκα‐ |
| book 19-20.4 | λοῖτο εἰς μονομαχίαν, ἀλλ’ ὕστερον ἐπὶ τοῦτο ἔρχεται ὀνειδισθεὶς |
| book 19-20.5 | ὑφ’ Ἕκτορος. ἄτοπον δὲ καὶ τὸ ἅμα πάντας προκαλεῖσθαι. A |
| book 19.1 | προκαλίζετο πάντας ἀρίστους: τῇ φαντασίᾳ, οὐ |
| book 19.2 | λόγῳ, ὡς „αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηροσ“ (π 294). κραδαίνων |
| book 19.3 | δέ φησι τὰ δόρατα προεκαλεῖτο τοὺς ἀρίστους τῶν Ἑλλήνων „ἀντί‐ |
| book 19.4 | βιον μαχέσασθαι“ (Γ 20). ἢ τοὺς ἀρίστους τῶν Τρώων προετρέπετο |
| book 19.5.1 | κατὰ τῶν Ἑλλήνων. ἦθος δὲ θρασυδείλων κωμῳδεῖ διὰ Πάριδος, |
| book 19.5.2 | Δόλωνος, Θερσίτου, Ἕκτορος, προπετὲς ἐν ἐπαγγέλματι, δειλὸν ἐν |
| book 19.5.3 | πράξει, ἐπονείδιστον πρὸς τῷ τέλει. b(BCE3E4)T |
| book 19 | ἐζήτηται, πῶς ὁ Ἀλέξανδρος—τὸν γέλωτα. A |
| book 20.1 | 〈δηϊοτῆτι:〉 οὕτως ὁ Ἀρίσταρχος προπερισπᾷ δηϊοτῆτι, |
| book 20.2 | ὡς ἀπὸ ὀξυτόνου εὐθείας. τὸ δὲ κεφάλαιον ἐκτέταται ἐν τῇ Ἰλιακῇ |
| book 20.3 | προσῳδίᾳ. Aint |
| book 21a1.1 | 〈ἐνόησεν ἀρηΐφιλος Μενέλαος:〉 καθεστὼς γὰρ καὶ |
| book 21a1.2 | ζητῶν τὸν ἀδικήσαντα, ὁ δὲ ἀλαζονείᾳ ἐπτοημένος. Til |
| book 21a2.1 | οὗτος γὰρ ἦν μόνον ἑστὼς καὶ τὸν ἀδικήσαντα ζητῶν, ὁ |
| book 21a2.2 | δὲ ἀλαζονείᾳ ἐπτοημένος. b(BCE3E4) |
| book 22.1 | 〈ἐρχόμενον προπάροιθεν ὁμίλου μακρὰ βιβάντα:〉 |
| book 22.2 | τὸ προπάροιθεν ὁμίλου †ἤτοι τοῖς ἐπάνω προσδοτέον. Ail |
| book 23-7.1 | 〈ὥς τε λέων— / ὣς ἐχάρη Μενέλαος:〉 συνα‐ |
| book 23-7.2 | πτέον ἕως τοῦ πεινάων (25)· φαῦλοι γὰρ οἱ συνάπτοντες τὸ |
| book 23-7.3 | πεινάων τοῖς ἑπομένοις. ὑποστικτέον δὲ εἰς τὸ αἰζηοί (26). Aim |
| book 23.1 | μεγάλῳ ἐπὶ σώματι κύρσας: σῶμα μὲν Ὅμηρος ἐπὶ |
| book 23.2 | νεκροῦ, οἱ δὲ ἄλλοι καὶ ἐπὶ ζώντων· ἢ ὃ αὐτὸς νεκρὸν εἰργάσατο ἢ |
| book 23.3 | τὸ τοξευθέν, b(BCE3E4)T ὡς τὸ „θῶες μέν τε διέτρεσαν“ (Λ |
| book 23.4 | 481)· ἢ τῷ „πεινάων“ (Γ 25) λύεται. T |
| book 23.5 | νεκροῦ γάρ φασι σώματος μὴ ἅπτεσθαι λέοντα. Aint |
| book 24a.1 | εὑρὼν ἢ ἔλαφον: ὁ μὲν ἐλάφῳ καὶ τεθνεῶτι, ὁ δὲ λέοντι |
| book 24a.2 | καὶ πεινῶντι παρείκασται. A b (BCE3E4)T μέγα δὲ πρὸς θάρσος |
| book 24a.3 | καὶ δειλίας ὄνειδος. b(BCE3E4)T |
| book 24b | κεραόν: τέλειον· τὰ νέα γὰρ ἀμβλυκέρατά φασιν. T |
| book 24b.1 | ἢ ἔλαφον κεραόν: αἱ γὰρ θήλειαι—φωλεῶν ἐξία‐ |
| book 24b.2 | σιν. A |
| book 24c.1 | ἄγριον αἶγα: κατωφερὴς καὶ ὁ τράγος καὶ κερασφόρος. |
| book 24c.2 | τοξότης δὲ καὶ ὁ Πάρις. b(BCE3E4)T |
| book 25a.1 | πεινάων: δύναται ἐπὶ τοῦ πεινάων καὶ στιγμὴ καὶ ὑπο‐ |
| book 25a.2 | στιγμὴ εἶναι· οὐ γὰρ συναπτέον τοῖς ἑξῆς. b(BCE3)T | χαλεπὸς δέ |
| book 25a.3 | ἐστι πεινῶν, ὅσον ἥμερος βεβρωκώς· τῶν γὰρ ἄλλων ἐστὶ θερμότερος. |
| book 25a.4 | A b (BCE3)T |
| book 25b.1 | 〈μάλα γάρ τε κατεσθίει, εἴπερ ἂν αὐτόν:〉 ὅτι τὸ |
| book 25b.2 | εἴπερ ἂν αὐτόν ἀντὶ τοῦ εἰ καὶ αὐτόν, ὡς ὅταν λέγῃ „εἴπερ ἂν |
| book 25b.3 | αὐταί / Μοῦσαι ἀείδοιεν“ (Β 597—8) ἀντὶ τοῦ 〈εἰ〉 καὶ αὐταί. καὶ |
| book 25b.4 | ὅτι ὁ τέ σύνδεσμος περισσός. Aint |
| book 25-6.1 | εἴπερ ἂν αὐτόν / σεύωνται: ὥσπερ οὖν λέοντα |
| book 25-6.2 | παροξύνει λιμὸς εἰς ἀπερίσκεπτον κίνδυνον, οὕτω καὶ νέον ἄνδρα |
| book 25-6.3 | πολεμίου ζῆλος εἰς ἀνεκλόγιστον ἀγῶνα προτρέπεται. A b (BCE3E4) |
| book 25-6.4 | T |
| book 28a.1 | 〈ὀφθαλμοῖσιν ἰδών·〉 φάτο γάρ: πρώην γὰρ |
| book 28a.2 | ἀναπολῶν αὐτὸν τῇ διανοίᾳ νῦν τὴν θέαν πρὸς ἐρεθισμὸν ἐδέξατο. |
| book 28a.3 | b(BCE3E4)T |
| book 28b.1 | ἀλείτην: ὅτι Ζηνόδοτος γράφει „ἀλείτασ“, τὰς ἁμαρτίας |
| book 28b.2 | ἐκλαμβάνων. κρεῖττον δὲ αὐτὸν τὸν Ἀλέξανδρον λέγεσθαι ἀλείτην. A |
| book 29a.1 | ἐξ ὀχέων: ἀπὸ τοῦ ὄχος, ὅθεν καὶ τὸ „ἐς δ’ ὄχεα φλόγεα |
| book 29a.2 | ποσὶ βήσετο“ (Ε 745). b(BCE3)T |
| book 29b.1 | χαμᾶζε: προπερισπᾶται. ἐχρῆν δὲ πρὸς τὸν χαρακτῆρα |
| book 29b.2 | τρίτην ἀπὸ τέλους εἶναι τὴν ὀξεῖαν συστελλομένου τοῦ α, ὥσπερ τὸ |
| book 29b.3 | Ἀφίδναζε, Θήβαζε, „ἔραζε“ (Μ 156 al.), χωρὶς εἰ μή ἐστιν ἀφορμὴ |
| book 29b.4 | ὅτι ταῦτα ἀπὸ ὀνομάτων, τοῦτο δὲ ἀπὸ ἐπιρρήματος τοῦ χαμαί. τὸ |
| book 29b.5 | δὲ „μέταζε“ (Hsd. opp. 394) χρονικὸν παρὰ πρόθεσιν παρῆκται. A |
| book 31a.1 | ἐν προμάχοισι φανέντα: φανέντα μόνον, οὐ μαχό‐ |
| book 31a.2 | μενον. | διὰ δὲ τοῦ „ἐξ ὀχέων“ (Γ 29) ἐν σχήματι πέφρακεν ὡς ἱππεὺς |
| book 31a.3 | ἦν Μενέλαος. b(BCE3E4)T |
| book 31b.1 | ἐν προμάχοισι φανέντα, 〈κατεπλήγη〉: ἡ ὑπο‐ |
| book 31b.2 | στιγμὴ διὰ τὸ „ὡσ“ μόριον, „τὸν δ’ ὡς οὖν“ (Γ 30). | ἡ διπλῆ δέ, ὅτι |
| book 31b.3 | ἀντὶ τοῦ κατεπλάγη. A |
| book 31c | 〈κατεπλήγη:〉 ἔδει διὰ τοῦ α. Til |
| book 32.1 | 〈ἑτάρων:〉 εἶχε γὰρ ἴσως Ἀντιμαχείους φίλους (cf. Λ 123). |
| book 32.2 | Til |
| book 33.1 | ὡς δ’ ὅτε τίς τε δράκοντα ἰδών: ἀνωτέρω περὶ τοῦ |
| book 33.2 | λέοντος ἐξειργάσατο, οὐ τοῦ ἐλάφου· τοῦ δρῶντος γὰρ ἦν ἡ εἰκών. |
| book 33.3 | καὶ τὰ μὲν ἄλλα τῶν ζῴων καὶ πόρρωθεν ὁρᾶται ἢ μεγέθει ἢ φωνῇ, |
| book 33.4 | ὄφις δὲ ἐγγὺς γεγονότι παραδόξως ὁρᾶται· ὃ συνέβη Ἀλεξάνδρῳ. |
| book 33.5 | A b (BCE3E4)T |
| book 34.1 | ὑπό τε τρόμος ἔλαβε γυῖα: γυῖα πάντα τὰ μέλη· „ἀπὸ |
| book 34.2 | πραπίδων ἦλθ’ ἵμερος ἠδ’ ἀπὸ γυίων“ (Ω 514). b(BCE3E4)T |
| book 35a | ἄψ: συνωνύμως τῷ „παλίνορσοσ“ (Γ 33). b(BCE3)T |
| book 35b1.1 | ὦχρος: οὕτως ὦχρος ὡς μῶμος, εἰς ἀποφυγὴν τοῦ |
| book 35b1.2 | ἐπιθετικοῦ. τάχα δὲ καὶ ἄχροός ἐστιν, ὃ ἐν ὑπερθέσει γίνεται ἄοχρος, |
| book 35b1.1 | καὶ κατὰ συναλιφὴν ποιεῖ τὸ ὦχρος βαρυνόμενον, ἄλλως τε τὰ εἰς |
| book 35b1.2 | ος λήγοντα δισύλλαβα μονογενῆ, ἀρχόμενα ἀπὸ τοῦ ω, μὴ προσκει‐ |
| book 35b1.5.1 | μένου τοῦ ι, βαρύνεται, „ὦμοσ“ (Π 519), †ὦμος†. πρόσκειται μὴ |
| book 35b1.5.2 | ἔχοντα τὸ ι διὰ τὸ ᾠδός τραγῳδός. A |
| book 35b2.1 | ὦχρος τέ μιν: ὡς μῶμος· ἄχροος, ἄοχρος, ᾦχρος. b |
| book 35b2.2 | (BCE3)T |
| book 35c.1 | παρειά: οὕτως Ἀρίσταρχος, | ὀξυτόνως καὶ χωρὶς τοῦ ς γραπτέον, ἵνα |
| book 35c.2 | ᾖ οὐδέτερον· τὰ γὰρ ἀπὸ τῶν τοιούτων θηλυκῶν μεταποιούμενα εἰς |
| book 35c.3 | οὐδέτερον γένος, τοῦ αὐτοῦ σημαινομένου μένοντος, τὸν αὐτὸν φυ‐ |
| book 35c.4 | λάσσει τόνον, πλευραί πλευρά, πυραί πυρά. οὐκ ἀντίκειται τὸ |
| book 35c.5.1 | νευραί καὶ νεῦρα· διάφορον γὰρ τὸ σημαινόμενον. οὕτως παρειαί |
| book 35c.5.2 | παρειά. φασὶ μέντοι Ἀρίσταρχον καὶ Ἀριστοφάνην γράφειν |
| book 35c.5.3 | „παρειάσ“ σὺν τῷ ς, ἐπειδὴ καὶ „παρειάων ἁπαλάων“ λέγει (Σ 123). |
| book 35c | A |
| book 35d.1 | εἷλε παρειά: Ἀρίσταρχος οὐδετέρως, ἔν τισι δὲ θηλυ‐ |
| book 35d.2 | κῶς. b(BCE3E4)T ὁ δὲ Σιδώνιος διὰ τοῦ η διὰ τὸ „παρήϊον“ (Δ |
| book 35d.3 | 142 al.). T | τὸ δὲ παρειά ὡς ἀγαθά· τὰ γὰρ ἀπὸ τῶν τοιούτων |
| book 35d.4 | θηλυκῶν Ἰωνικῶς μεταποιούμενα εἰς οὐδέτερον γένος φυλάσσει τὸν |
| book 35d.5.1 | αὐτὸν τόνον, πλευραί πλευρά. b(BE3E4)T οὕτως οὖν καὶ τὸ |
| book 35d.5.2 | παρειά παρῆκται. b(BE3) |
| book 35e | 〈παρειά:〉 μεταπλασμός. Aint |
| book 36a.1 | καθ’ ὅμιλον ἔδυ: τὸ ἑξῆς κατέδυ. | ἀπὸ μεταφορᾶς τῶν |
| book 36a.2 | εἰς τοὺς φωλεοὺς καταδυομένων ἑρπετῶν. T |
| book 36b.1 | 〈Τρώων〉 ἀγερώχων: ὅτι ἀγερώχους τοὺς Τρῶας, οὐ |
| book 36b.2 | μόνον τοὺς Ῥοδίους (cf. Β 654), ὥς τινες ᾠήθησαν, διὰ τὸ ἀγεί‐ |
| book 36b.3 | ρειν τὴν ὀχήν, τουτέστι τὴν τροφήν· ὁ γὰρ Ὅμηρος ἀγερώχους τοὺς |
| book 36b.4 | ἄγαν γεραόχους καὶ σεμνοὺς λέγει. A |
| book 36c.1 | ἀγερώχων: λίαν γέρας ἐχόντων, ὅ ἐστι μεγαλοφρόνων. |
| book 36c.2 | b(BCE3E4)T |
| book 37 | δείσας Ἀτρέος υἱόν: διὰ τοῦ ὀνόματος τοῦ πατρὸς Μενε‐ |
| book 37 | λάου καὶ τὸ τούτου παρεδήλωσεν ἀδεὲς ἐν σχήματι. b(BCE3)T |
| book 38 | 〈αἰσχροῖς:〉 αἶσχος ἐπάγουσι. Til |
| book 39a.1 | Δύσπαρι: ἐπὶ κακῷ ὠνομασμένε Πάρι, κακὲ Πάρι. | καὶ |
| book 39a.2 | Ἀλκμὰν (fr. 77 P.) φησί· „Δύσπαρις, Αἰνόπαρις, κακὸν Ἑλλάδι |
| book 39a.3 | βωτιανείρῃ“. A |
| book 39b.1 | Δύσπαρι: ἠθικῶς τὸ τῆς παρονομασίας προσέρριψε |
| book 39b.2 | δυσχεραίνων τῷ ὀνόματι, ὡς καὶ „Κακοΐλιον“ πού φησιν ἡ Πηνελόπη |
| book 39b.3 | (τ 260. 597. ψ 19). b(BCE3E4)T |
| book 39c.1 | εἶδος ἄριστε: ἐφ’ ᾧ μεγαλύνεται, τούτῳ αὐτὸν διασύ‐ |
| book 39c.2 | ρει. ὄνειδος δέ ἐστιν οὐχ ὁμοιούμενον τῇ ψυχῇ, ὡς τὸ „Ἕκτορ, |
| book 39c.3 | εἶδος ἄριστε“ (Ρ 142) καὶ „εἶδος ἀγητόσ“ (Ω 376) καὶ „σὲ δὲ μή τι |
| book 39c.4 | νόον κατελεγχέτω εἶδοσ“ (Hsd. opp. 714). b(BCE3E4)T | γυναι‐ |
| book 39c.5.1 | μανὴς δὲ ὁ τὰς γυναῖκας ὡς μαινάδας τῇ τῆς ὥρας ποιῶν ἀπάτῃ, b |
| book 39c.5.2 | (BCE3) | ἢ ὁ ἐπ’ αὐταῖς μαινόμενος. b(BCE3E4) |
| book 40a.1 | ἄγονός τ’ ἔμεναι: ὁ τέ ἀντὶ τοῦ διαζευκτικοῦ ἤ, ὡς |
| book 40a.2 | καὶ ὁ καί, οἷον „πρώτῃσι καὶ ὑστατίῃσι βόεσσι“ (Ο 634). ἢ τῷ |
| book 40a.3 | θυμῷ ἐπὶ τὸ ἀδύνατον τῆς κατάρας ἐκπίπτει. b(BCE3)T |
| book 40b.1 | ἄγονός 〈τ’ ἔμεναι〉: Διονύσιός φησιν ὁ Σκυτοβραχίων |
| book 40b.2 | (FgrHist 32, 11 = fr. 39 Rusten) Δάρδανον ἀπὸ Ἑλένης καὶ Πάριδος γενέσθαι. A |
| book 41-2 | 〈καί κε τὸ—ἄλλων:〉 στικτέον ἐπὶ τὸ βουλοί‐ |
| book 41-2 | μην (41), τὰ δὲ ἑξῆς συναπτέον ἕως 〈τοῦ〉 ἄλλων. Aim |
| book 41a1.1 | 〈καί κε τὸ βουλοίμην καί κεν πολὺ κέρδιον |
| book 41a1.2 | ἦεν:〉 ἐβουλόμην ἂν τοῦτο ὡς καλῶς γενησόμενον. ἀλλὰ καὶ πολύ, |
| book 41a1.3 | φησί, κρεῖττον ἂν ἐγεγόνει, σοὶ δηλονότι. b(BCE3E4) |
| book 41a2.1 | καί κε τὸ βουλοίμην, 〈καί κεν πολὺ κέρδιον |
| book 41a2.2 | ἦεν〉: ἐβουλόμην ἂν τοῦτο. †φέρτερον† δὲ κρεῖττον, σοὶ δηλονότι. T |
| book 42a.1 | ἢ οὕτω λώβην τ’ ἔμεναι 〈καὶ ὑπόψιον ἄλλων〉: |
| book 42a.2 | ἢ {ὅτι} οὕτως ἐπὶ πάντων ὁρώντων τὴν ἀπὸ τῆς φυγῆς αἰσχύνην |
| book 42a.3 | κερδαίνειν. T | δεῖ δὲ εἰς τὸ λώβην 〈τ’〉 ἔμεναι στίξαι καὶ τὸ |
| book 42a.4 | λοιπὸν συνάψαι ἕως τοῦ ἄλλων b(BCE3E4)T ἵν’ ᾖ βουλοίμην |
| book 42a.5 | ἄν σε ἄγονον καὶ ἄγαμον εἶναι 〈***〉. b(BCE3E4) |
| book 42b.1 | ὑπόψιον ἄλλων: ἢ ὑφορώμενον τοὺς ἄλλους, μὴ ἃ |
| book 42b.2 | δέδρακας πείσῃ, b(BCE3E4)T ἢ ὃν διὰ μῖσος ὑπόδρα ὁρᾷ τὸ |
| book 42b.3 | πλῆθος. T βαρύτερον δὲ φόβου ἐχθρῶν ἡγεῖται τὸ τῶν πολιτῶν |
| book 42b.4 | μῖσος. b(BCE3E4)T Ἀριστοφάνης δὲ „ἐπόψιον“ γράφει καὶ οὐ |
| book 42b.5.1 | στίζει, ἵν’ ᾖ ἐπὶ πάντων ὁρώντων κερδᾶναι τὴν ἀπὸ τῆς φυγῆς |
| book 42b.5.2 | αἰσχύνην. b(BE3E4)T |
| book 43a.1 | ἦ {που καγχαλόωσι}: περισπαστέον τὸν ἦ· βεβαιωτικὸς |
| book 43a.2 | γάρ ἐστι καὶ ἰσοδυναμεῖ τῷ δή. A |
| book 43b.1 | ἦ που καγχαλόωσι: ἐκ προοιμίου τὸ φιλότιμον δεί‐ |
| book 43b.2 | κνυσιν Ἕκτορος καὶ τῆς παρὰ τοῖς πολλοῖς πεφροντικὸς δόξης· „αἰδέο‐ |
| book 43b.3 | μαι Τρῶασ“ (Ζ 442), „πατρὸς δ’ ὅγε πολλὸν ἀμείνων“ (Ζ 479), |
| book 43b.4 | „ὅν ποτ’ ἀριστεύοντα κατέκτανε φαίδιμος Ἕκτωρ“ (Η 90). b |
| book 43b.5 | (BCE3E4)T |
| book 43-5 | ἦ που καγχαλόωσι〈—βίη φρεσὶν οὐδέ τις |
| book 43-5.1 | ἀλκή〉: τὸ ἑξῆς· ἦ που καγχαλόωσιν (43), οὕνεκα καλόν / |
| book 43-5.2 | εἶδος ἐπ’, ἀλλ’ οὐκ ἔστι βίη φρεσίν (44—5). τὸ δὲ φάντες |
| book 43-5.3 | ἀριστῆα (44) διὰ μέσου· καίτοι γε, φησίν, ἀριστέα σε ὑπονοήσαντες |
| book 43-5.5.1 | εἶναι ἐκ τῆς καθοπλίσεως καὶ τοῦ προηγεῖσθαι τῆς παρατάξεως. b |
| book 43-5.5.2 | (BCE3E4)T |
| book 44a.1 | φάντες ἀριστῆα: πότε ὑπέλαβον αὐτὸν ἀριστέα εἶναι; |
| book 44a.2 | δῆλον ὅτι ὁπότε πάλλων τὰ δόρατα „Ἀργείων προκαλίζετο πάντας |
| book 44a.3 | ἀρίστουσ“ (Γ 19). A b (BCE3)T |
| book 44b.1 | πρόμον: ὅτι κατὰ συγκοπὴν τὸν πρόμαχον εἴρηκεν, οὐχ |
| book 44b.2 | ὡς οἱ Γλωσσογράφοι τὸν βασιλέα. A |
| book 45.1 | εἶδος ἐπ’: μετὰ τὸ εἶδος ἐπ’ ἐὰν στίξῃς, A b (BCE3)T |
| book 45.2 | τὸ ἑξῆς ὡς ἀπὸ τοῦ Ἕκτορος δώσεις, ἐὰν δὲ ὑποστίξῃς, b(BCE3)T |
| book 45.3 | ὃ καὶ ἄμεινον, ἀπὸ κοινοῦ τὸ „φάντεσ“ (Γ 44) ὅτι καλὸς μέν ἐστι, |
| book 45.4 | γύννις δέ. A b (BCE3)T |
| book 45.5.1 | 〈οὐκ ἔστι βίη φρεσίν:〉 βίη δύναμις—ἔχεις δύναμιν. |
| book 45.5.2 | A |
| book 46-52.1 | ἢ τοιόσδε ἐὼν〈—ἀρηΐφιλον Μενέλαον〉: |
| book 46-52.2 | τινὲς κατὰ πεῦσιν καὶ θαυμασμόν· τοιοῦτος ὢν δειλός, συναγαγὼν |
| book 46-52.3 | πλῆθος, διελθὼν πέλαγος γυναῖκα ἀνδρὸς πολεμικοῦ ἤγαγες, τῷ |
| book 46-52.4 | πατρὶ καὶ τοῖς ἄλλοις κακὸν μέγα; εἶτα ἀπὸ ἄλλης ἀρχῆς οὐκ ἂν δὴ |
| book 46-52.5.1 | μείνειας †Μενέλαον (52), ἠθικῶς μετὰ πεύσεως ἢ διαβεβαιωτικῶς. |
| book 46-52.5.2 | τινὲς δὲ τὸ πᾶν οὕτως· τὸν ἤ ἀντὶ τοῦ εἴ, εἰ τοιοῦτος ὢν ἐπηγάγου |
| book 46-52.5.3 | πλῆθος καὶ ἀπὸ ξένης γῆς γυναῖκα ἀνδρὸς πολεμικοῦ ἤγαγες, οὐκ ἂν |
| book 46-52.5.4 | ὑπομείναις τὸν ταύτης ἄνδρα. ὃ καὶ προκρίνει Νικάνωρ (p. 166—7) |
| book 46-52 | ὡς μᾶλλον τὴν δικαιολογίαν ἔχον. A b (BE3E4)T |
| book 46.1 | 〈ἢ τοιόσδε ἐών:〉 ἐνταῦθα {δὲ} ἐγκλίνεται ὁ σύνδεσμος |
| book 46.2 | ὁμοίως τῷ „ἢ καὶ Λαέρτῃ αὐτὴν ὁδὸν ἄγγελος ἔλθω“ (π 138)· καί μοι |
| book 46.3 | δοκεῖ ἰσοδυναμεῖν τῷ εἴ. λέγω δὲ τὸ τοιοῦτον· „†εἰ ἤδεις σάφα οἵη† |
| book 46.4 | περίφρων Πηνελόπεια“ (ω 404). A |
| book 47a.1 | ἐπιπλώσας: ὁ Ἀπολλώνιος (Frg. 3, 129, 9) σχηματίζει |
| book 47a.2 | τὸ ἐπιπλώσας οὕτως· πλέω καὶ ἐπιπλώω, οὗ ἀόριστος ἐπέπλωσα, |
| book 47a.3 | μετοχὴ ἐπιπλώσας, εἶτα ἀποκοπὴ ἐπιπλώς. καὶ τὸ ἐπέπλως δὲ |
| book 47a.4 | ῥῆμα „τοὔνεκα γὰρ καὶ πόντον ἐπέπλωσ“ (γ 15) ὁμοίως ἐκ τοῦ |
| book 47a.5.1 | †ἐπιπλώσας ἀπεκόπη· ὅτι γὰρ τὸ ἐπέπλως οὐκ ἔστιν ἀπὸ θέματος |
| book 47a.5.2 | τοῦ πλῶμι δῆλον ἐκ τοῦ μηδὲ〈ν〉 εἶναι ὡς ἀπὸ τῶν εἰς μι κίνημα, οὐκ |
| book 47a.5.3 | ἀπαρέμφατον ἐπιπλῶναι, οὐκ εὐκτικὸν ἐπιπλοίην, οὐ προστακτικὸν |
| book 47a.5.4 | ἐπίπλοθι, οὐκ ἄλλο οὐδέν. ἔδει δὲ καὶ τὴν μετοχὴν εἶναι ἐπιπλούς ὡς |
| book 47a.5.5 | βιούς καὶ γνούς· ὅτι γὰρ οὐ Δωρικῶς ἐτράπη εἰς τὸ ω ὡς βοῦς βῶς, |
| book 47a.10 | δῆλον ἐκ τοῦ μὴ προκεῖσθαι αὐτοῦ ἐν χρήσει τὸ κοινόν. A |
| book 47b.1 | ἐρίηρας: παρὰ τὸ ερι καὶ τὸ ἄρω, ὅ ἐστιν ἁρμόζω, b |
| book 47b.2 | (BCE3E4)T 〈ἢ〉 τὸ ἦρα, ὅ ἐστι χάρις. T |
| book 48.1 | ἀνῆγες: ἡ διπλῆ, ὅτι ἀναγωγὴν λέγει τὸν ἐκ Πελοποννήσου |
| book 48.2 | εἰς Τροίαν πλοῦν· ἔστι γὰρ ὑψηλότερα τὰ πρὸς ἄρκτους. A |
| book 49a1.1 | ἐξ ἀπίης γαίης: ὅτι ἀπίαν τὴν πολὺ ἀφεστῶσαν, οὐχ |
| book 49a1.2 | ὡς οἱ νεώτεροι τὴν Πελοπόννησον. A |
| book 49a2 | οὐ τῆς Πελοποννήσου· φησὶ γοῦν „ἐξ ἀπίης γαίης δεκά‐ |
| book 49a2 | τῳ ἐνιαυτῷ“ (π 18). Til |
| book 49b.1 | νυὸν ἀνδρῶν 〈αἰχμητάων〉: πάντες γὰρ οἱ ἄριστοι |
| book 49b.2 | ἐμνηστεύσαντο τὴν Ἑλένην, Μενελάου δὲ γέγονε θαλερὴ παράκοιτις |
| book 49b.3 | (cf. Γ 53). b(BCE3E4)T ἢ ὅτι παντὶ {τῷ} οἰκείῳ τοῦ νυμφίου |
| book 49b.4 | νυὸς ὀνομάζεται. T |
| book 50.1 | πατρί τε σῷ μέγα πῆμα: ἀπλήρωτον καὶ ἄτακτον ὁ |
| book 50.2 | θυμός. πολλὰς γοῦν εἴωθεν ἐπὶ τῶν ὀργιζομένων ποιεῖσθαι ἀρχὰς ὁ |
| book 50.3 | ποιητής, ἀσύνδετον ἐῶν τὸν λόγον, ὡς τὸ „οἰνοβαρέσ“ (Α 225) καὶ τὰ |
| book 50.4 | ἑξῆς· ἄτοπον γὰρ πῆμα καλεῖν τὴν Ἑλένην Ἕκτορα, περὶ οὗ φησιν |
| book 50.5 | „ἀλλ’ οὔπω σεῦ ἄκουσα κακὸν ἔποσ“ (Ω 767). b(BCE3)T |
| book 51.1 | κατηφείην {δὲ σοὶ αὐτῶι}: οὕτως κατηφείην σὺν τῷ ν |
| book 51.2 | ὡμολόγουν αἱ Ἀριστάρχου καὶ ἡ Ἀριστοφάνους καὶ ἡ Σωσιγένους |
| book 51.3 | καὶ ἡ Ἀργολική, καὶ σχεδὸν ἐν ταῖς χαριεστάταις οὕτως εἶχεν. ἡ δὲ |
| book 51.4 | Ζηνοδότου χωρὶς τοῦ ν. A |
| book 53a.1 | γνοίης 〈χ’〉 οἵου φωτός: ἀσύνδετος ὁ λόγος· θυμου‐ |
| book 53a.2 | μένου γὰρ ἀνδρὸς τὰ ῥήματα. T |
| book 53b1.1 | 〈γνοίης χ’ οἵου φωτὸς ἔχεις θαλερὴν παράκοι‐ |
| book 53b1.2 | τιν:〉 οἷος ὤν, φησί, τίνα τίνος ἐστέρησας. οὐκ ἄρα Χίλωνος (cf. Vors.6 10 γ 1), ὡς |
| book 53b1.3 | ὑποφαίνεται, δόγμα τὸ „γνῶθι σαυτόν“, ἀλλ’ Ὁμήρου. b(BCE3E4) |
| book 53b2.1 | οἷος ὢν τίνα ἐστέρησας, ἵν’ ᾖ τὸ „γνῶθι σαυτὸν“ ὑπο‐ |
| book 53b2.2 | φαινόμενον. Til |
| book 54a.1 | κίθαρις: ὅτι τινὲς μὴ εὑρίσκοντες κατὰ τὴν ποίησιν τὸν |
| book 54a.2 | Ἀλέξανδρον κιθαρίζοντα μετέγραψαν {οὐκ ἄν τοι χραίσμη} „κί‐ |
| book 54a.3 | δαρισ“. τοῦτο δὲ πίλου γένος εἶναι λέγουσιν. πολλὰ δέ ἐστιν ἅπαξ |
| book 54a.4 | λεγόμενα παρὰ τῷ ποιητῇ. A |
| book 54b.1 | οὐκ ἄν τοι χραισμῇ κίθαρις: κίθαρις ἡ ἐπὶ πορνείᾳ |
| book 54b.2 | πρὸς χάριν Ἀφροδίτης, οὐ Μουσῶν διδομένη. ἡ δὲ Ἀχιλλέως κιθάρα |
| book 54b.3 | καὶ τὸ εἶδος ἐνάρετον. b(BCE3E4)T πᾶν δὲ σωματικὸν πλεο‐ |
| book 54b.4 | νέκτημα δίχα ψυχικῆς ἀρετῆς ἄχρειόν ἐστι· διὸ καὶ Ἀφροδίτης αὐτά |
| book 54b.5.1 | φησι, b(BCE3)T τὸ δὲ ἄλλο θεῶν. „τῷ δὲ θεοὶ κάλλος τε καὶ |
| book 54b.5.2 | ἠνορέην ἐρατεινήν / ὤπασαν“ (Ζ 156—7). T |
| book 55 | 〈ὅτ’ ἐν κονίῃσι μιγείης:〉 ὅταν συνέλθῃς εἰς μάχην. Til |
| book 56a.1 | δειδήμονες: ὅτι Ζηνόδοτος γράφει „ἐλεήμονεσ“. οὐκ |
| book 56a.2 | ἐλεοῦσι δὲ αὐτόν, ἀλλὰ μισοῦσι〈ν〉· „οὐ μὲν γὰρ φιλότητί γ’ ἐκεύ‐ |
| book 56a.3 | θανον· / ἶσον γάρ σφιν πᾶσι〈ν〉 ἀπήχθετο“ (cf. Γ 453—4). διὰ δὲ τὸν |
| book 56a.4 | Πρίαμον καὶ τὸν Ἕκτορα εὐλαβοῦνται αὐτῷ ἀντιπράσσειν. A |
| book 56b.1 | Τρῶες δειλήμονες: εὐλαβεῖς περὶ τοὺς ἄρχοντας. φι‐ |
| book 56b.2 | λάδελφος δέ, ὃς κατὰ πρόσωπον λοιδορεῖ, ἡττώμενον δὲ οὐ προδίδωσιν |
| book 56b.3 | b(BCE3E4)T |
| book 57a.1 | ἕσσο διὰ τῶν δύο σς εἶχον αἱ Ἀριστάρχου· καὶ οὐ μόνον ἐν |
| book 57a.2 | τοῖς ὑπομνήμασι〈ν〉 †εἶχον† οὕτως, ἀλλὰ καὶ ἐν ἐνίοις λόγος ὑπέκειτο |
| book 57a.3 | ὅτι ἀνάλογον ἦν τῷ „ἕσσω μιν χλαῖνάν τε“ (π 79) καὶ „ἕσσασ“ |
| book 57a.4 | (ξ 396). καὶ ἡ Ζηνοδότου δὲ οὕτως εἶχεν καὶ ἡ Ἀριστοφάνους. A |
| book 57b1.1 | 〈κακῶν ἕνεχ’ ὅσσα ἔοργας:〉 ἐπὶ τὸ ἕνεκα βραχὺ |
| book 57b1.2 | διασταλτέον· ἀνέστραπται γὰρ ὁ λόγος. Σέλευκος (fr. 11 M. = 12 D.) |
| book 57b1.3 | δὲ ἀξιοῖ στίζειν, ἵνα γένηται θαυμαστικόν, ὅσσα ἔοργας, καθ’ ἑαυ‐ |
| book 57b1.4 | τὸ λεγόμενον· ὅπερ οὐ πάνυ τι δοκεῖ μοι. A |
| book 57b2.1 | εἰς τὸ ἕνεκα στικτέον, b(BCE3E4)T καὶ τὸ ἑξῆς ἰδίᾳ |
| book 57b2.2 | μετὰ ἤθους προενεκτέον. b(BCE3)T |
| book 59-64a.1 | Ἕκτορ, ἐπεί με κατ’ αἶσαν〈—χρυσέης |
| book 59-64a.2 | Ἀφροδίτησ〉: μετὰ τὴν κλητικὴν στικτέον, κατὰ δὲ τὸ τέλος τοῦ |
| book 59-64a.1 | στίχου στικτέον ἐν ὑποκρίσει. ὅλη δὲ ἡ ὁμοίωσις διὰ μέσου· τὸ γὰρ |
| book 59-64a.2 | ἑξῆς, ἐπεί με κατ’ αἶσαν ἐνείκεσας (59), μή μοι δῶρ’ ἐρατὰ |
| book 59-64a.5.1 | πρόφερε (64). τὰ δὲ ἄλλα διὰ μέσου. ἐπὶ δὲ τῶν τοιούτων ὑπερ‐ |
| book 59-64a.5.2 | βατῶν τὰς παραλλήλους δύο ὀξείας ὑποτίθεμεν ἑκατέρωθεν τῶν διὰ |
| book 59-64a.5.3 | μέσου. ἔστι δὲ καὶ αὕτη ἀνταπόδοσις· αἰεί τοι κραδίη πέλεκυς |
| book 59-64a.5.4 | 〈ὥς〉 (60), ὁ δὲ λόγος, ἐπεί μοι ἐπέπληξας, σιδήρου τομώτερον |
| book 59-64a.5.5 | εἶναί σέ φημι. A |
| book 59-64b.1 | Ἕκτορ, ἐπεί με κατ’ αἶσαν〈—χρυσέης |
| book 59-64b.2 | Ἀφροδίτησ〉: τὸ ἑξῆς· ἐπεί με κατ’ αἶσαν ἐνείκεσας (59), |
| book 59-64b.3 | μή μοι δῶρ’ ἐρατὰ πρόφερε (64). διὰ μέσου δὲ ἡ παραβολή. |
| book 59-64b.4 | b(BCE3E4)T | τοιοῦτον δέ φησιν, ὅτι ἐπιπλήττει μὲν αὐτῷ εἰκότα, |
| book 59-64b.5 | οὐ μὴν ἀληθῆ. b(BCE3) |
| book 59a1.1 | Ἕκτορ: οὐκ „ἠθεῖε“ οὐδὲ „κασίγνητε“, AT ὡς |
| book 59a1.2 | πολλαχοῦ (Ζ 518 al., Δ 155 al.), ἀλλ’ Ἕκτορ· A πᾶσαν γὰρ |
| book 59a1.3 | εὐνοϊκὴν προσηγορίαν ὁ θυμὸς ἐξέκοψεν. AT |
| book 59a2.1 | οὔτε κασίγνητόν φησιν οὔτε φίλον: πᾶσαν γὰρ εὐνοϊκὴν |
| book 59a2.2 | προσηγορίαν ὁ θυμὸς ἐξέκοψε. b(BCE3) |
| book 60.1 | αἰεί τοι κραδίη πέλεκυς ὥς: μή †πώ† μου οὖν καταγί‐ |
| book 60.2 | νωσκε πρὸς ἑαυτόν με συγκρίνων. εὖ δὲ καὶ εἰκόνα ἀπαθεστάτην |
| book 60.3 | εὗρε τὴν τοῦ σιδήρου, καὶ οὐκ ἀργοῦ ἀλλὰ καὶ δρῶντός τι. b(BCE3)T |
| book 61 | 〈δουρός:〉 παντὸς ξύλου διὰ τὴν δρῦν. Til |
| book 62.1 | ὀφέλλει δ’ ἀνδρὸς ἐρωήν: ὀξὺς ὢν καὶ ἠκονημένος τὴν |
| book 62.2 | ὁρμὴν τοῦ τέμνοντος αὔξει, b(BCE3E4)T ὡς καὶ ὁ ἀμβλὺς |
| book 62.3 | θραύει. b(BCE3)T |
| book 63a.1 | ὣς σοί {ἐνὶ στήθεσσιν}: ἡ σοί ἀντωνυμία ὀρθοτονεῖται |
| book 63a.2 | νῦν διὰ τὴν ἀντιδιαστολήν. A |
| book 63b | ὥς τοι ἐνὶ στήθεσσιν ἀτάρβητος: δύο ὑπεροχῶν |
| book 63b.1 | ὁμοιότητας παρέθετο, πελέκεως καὶ γνώμης, ὡς εἴ τις λέγοι· ὅσον |
| book 63b.2 | ἦν Αἴας πρᾶξαι δυνατός, τοσοῦτον Ὀδυσσεὺς βουλεύειν. b(BCE3)T |
| book 63c | 〈ἀτάρβητος:〉 †ἀκατάπαυστος. Til |
| book 64a.1 | μή μοι δῶρ’: τὸ ἑξῆς „ἐπεί με κατ’ αἶσαν ἐνείκεσασ“ |
| book 64a.2 | (Γ 59), μή μοι δῶρα. διὰ μέσου δὲ ἡ παραβολή. A |
| book 64b.1 | μή μοι δῶρ’ ἐρατὰ πρόφερε 〈χρυσῆς Ἀφροδί‐ |
| book 64b.2 | τησ〉: ὡς ὑγρὸς ἄμφω αὔξει. ὁ δὲ Ἕκτωρ „δῶρ’ Ἀφροδίτησ“ (Γ 54). |
| book 64b.3 | T |
| book 64c.1 | 〈χρυσῆς Ἀφροδίτης:〉 χρυσῆν {δὲ} τὴν Ἀφροδίτην |
| book 64c.2 | ἀπὸ τῆς στολῆς καλεῖ. b(BCE3) |
| book 65.1 | οὔ τοι ἀπόβλητ’: πρὸς τὸ ζητούμενον, πῶς, εἰ οὐκ ἔστιν |
| book 65.2 | ἀπόβλητα, „ἑκὼν οὐκ ἄν τις ἕλοιτο“ (cf. Γ 66). A |
| book 65 | ἀπόβλητα: τὰ ὑπὸ τῶν θεῶν—σπουδῇ. A |
| book 68a1.1 | 〈ἄλλους μὲν κάθισον:〉 ἐν σχήματι δηλοῖ ὅτι οὐ διὰ |
| book 68a1.2 | τὴν Μενελάου δύναμιν δειλιᾷ, ἀλλὰ διὰ τὴν τῶν συμμαχούντων, καὶ |
| book 68a1.3 | διὰ τοῦτο μόνος μόνῳ αἰτεῖ πολεμῆσαι. b(BCE3E4) |
| book 68a2.1 | ἄλλους μὲν κάθισον: ὡς διὰ τοὺς συμμάχους αὐτοῦ μὴ |
| book 68a2.2 | πολεμῶν. T |
| book 69.1 | 〈αὐτὰρ ἔμ’ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον:〉 |
| book 69.2 | βαρβαρικὸν τὸ μονομαχεῖν ἔθος. b(BCE3)T τὸ δὲ ἐπίθετον |
| book 69.3 | Μενελάου ποιητικόν. b(BCE3)Til |
| book 70a.1 | 〈συμβάλετ’:〉 πολεμοῦσιν, ἵνα ὁ μὲν λάβῃ ἅπερ ἀφῄρητο, |
| book 70a.2 | ὁ δὲ ἀσφαλῶς κτήσηται. b(BCE3E4) |
| book 70b | 〈κτήμασι:〉 ἀντὶ τοῦ χρήμασιν. Til |
| book 71a | ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται: |
| book 71a | καὶ εἰς τὸ νικήσῃ καὶ εἰς τὸ γένηται βραχὺ διασταλτέον. b(BCE3)T |
| book 71b.1 | κρείσσων: ὅτι Ζηνόδοτος γράφει χωρὶς τοῦ 〈ν〉 „κρείσ‐ |
| book 71b.2 | σω“. τὰ δὲ τοιαῦτα συγκριτικὰ ἐπὶ τῆς ὀρθῆς ἔχει τὸ ν. A |
| book 73.1 | 〈ταμόντες:〉 δι’ ἐντόμων ποιησάμενοι, b(BCE3) του‐ |
| book 73.2 | τέστι θυσιῶν. b(BCE3E4) |
| book 74a.1 | ναίοιτε: ὅτι Ζηνόδοτος γράφει „ναίοιμεν“. γελοῖος δέ |
| book 74a.2 | ἐστιν ἑαυτὸν καταριθμῶν τοῖς ὕστερον οἰκήσουσι τὴν Τροίαν, ἀδη‐ |
| book 74a.3 | λότητος οὔσης εἰ †οἰκήσει. A |
| book 74b | ναίοιτε: διὰ τὸ νεμεσητὸν οὐκ εἶπε ναίοιμεν. b(BCE3)T |
| book 75a.1 | Ἄργος {ἐς ἱππόβοτον}: τὴν Θεσσαλίαν. καὶ ὁ Ἀχιλλεὺς |
| book 75a.2 | „οἶον ἐμὲ φθίσεσθαι ἀπ’ Ἄργεοσ“ (Τ 329). T |
| book 75b.1 | Ἄργος ἐς ἱππόβοτον: Ἑλ〈λ〉άνικός φησι (FGrHist |
| book 75b.2 | 4, 36a) Φορωνέως γεγενῆσθαι παῖδας τρεῖς, οἵτινες μετὰ θάνατον |
| book 75b.3 | τοῦ πατρὸς διενείμαντο τὴν Ἀργείαν. καὶ τὴν μὲν πρὸς Ἐρασίνῳ |
| book 75b.4 | τῷ ποταμῷ Πελασγὸς λαχὼν ἔκτισε τὴν νῦν καλουμένην Λάρισσαν, |
| book 75b.5.1 | Ἴασος δὲ τὰ πρὸς † Ἦλιν†. ἀναλωθείσης δὲ τῆς γῆς ὁ νεώτερος Ἀγή‐ |
| book 75b.5.2 | νωρ πολλὴν ἵππον ἐκτήσατο, ὅθεν ἐν τῷ αὐτῷ χρόνῳ ὠνόμασται |
| book 75b.5.3 | τριχῶς τὸ Ἄργος· Ἴασον Ἄργος, Πελασγικὸν Ἄργος, ἱππόβοτον |
| book 75b.5.4 | Ἄργος. T |
| book 75b | ἱππόβοτον: Ἴασος καὶ Πελασγὸς—Ἑλλάνικος ἐν |
| book 75b.10 | Ἀργολικοῖς (FGrHist 4, 36). A |
| book 75c.1 | Ἀχαιΐδα 〈καλλιγύναικα〉: τὴν πᾶσαν Ἑλλήνων γῆν |
| book 75c.2 | A b (BCE3)T Ἀχαιΐδα φησί. AT τῷ δὲ ἔρωτι Ἑλένης τὴν |
| book 75c | πᾶσαν τοιαύτην εἶναι μαντεύεται. A b (BCE3)T |
| book 76.1 | Ἕκτωρ δ’ αὖτ’ ἐχάρη 〈μέγα〉: εἰκότως ἥδεται· ἢ γὰρ |
| book 76.2 | νικήσει, ἢ ἀκλεοῦς ἀδελφοῦ ἀπαλλαγήσεται. b(BCE3E4)T |
| book 77 | 〈ἀνέεργε:〉 ἐκώλυε τοῦ πολέμου. Til |
| book 78.1 | μέσσου δουρὸς ἑλών: διὰ τί μέσ〈σ〉ου δουρὸς ἑλών; |
| book 78.2 | ἐπεὶ ἕως ἐν καταστάσει τὰ τῆς μάχης, καὶ ἀκούεται. ἡνίκα δὲ μεσοῖ ὁ |
| book 78.3 | πόλεμος, τοῦτο ποιεῖ. T |
| book 79.1 | τῷ δ’ ἐπετοξάζοντο: πληροῦν γὰρ τούτῳ τὴν μάχην |
| book 79.2 | ᾤοντο· Ἀλεξάνδρου δὲ προϊόντος οὐκ ἠκόντιζον. b(BCE3)T |
| book 80a.1 | ἰοῖσίν τε τιτυσκόμενοι 〈λάεσσί τ’ ἔβαλλον〉: |
| book 80a.2 | ἀπὸ μετοχῆς εἰς ῥῆμα, ἢ ἀπὸ κοινοῦ τὸ ἔβαλλον. οἱ δὲ τιτυσκόμενοι |
| book 80a.3 | ἰοῖς ἐτόξαζον. b(BCE3E4)T |
| book 80b.1 | ἔβαλλον: ὅτι Ὅμηρος τὸ βάλλειν ἐπὶ τοῦ τιτρώσκειν |
| book 80b.2 | τίθησι· νῦν δὲ ἔμφασιν ἔχει. A |
| book 82a | 〈ἴσχεσθ’:〉 ἀντὶ τοῦ ἴσχετε Aim Til ἐνεργητικοῦ. Aim |
| book 82b | βάλλετε: ὅτι τὸ βάλλετε ἀντὶ τοῦ τιτρώσκετε. A |
| book 83a1.1 | στεῦται {γάρ τι ἔπος}: ὅτι τὸ στεῦται ἀντὶ τοῦ κατὰ |
| book 83a1.2 | διάνοιαν ὁρίζεται. A |
| book 83a2 | ὁρίζεται. Til |
| book 85 | 〈ἐσσυμένως:〉 σπουδαίως. Til |
| book 87a.1 | μῦθον Ἀλεξάνδροιο: οἶδεν ἄδικα ἀξιῶν· διὸ Ἀλεξάν‐ |
| book 87a.2 | δρου φησὶν ἐρεῖν, οὐχ ἑαυτοῦ λόγον, ἐλευθερῶν ἑαυτόν· ἐπιδυσχε‐ |
| book 87a.3 | ραίνων τε αὐτῷ φησι· τοῦ εἵνεκα b(BCE3E4)T νεῖκος |
| book 87a | ὄρωρεν. T |
| book b | 〈νεῖκος ὄρωρεν:〉 φιλονεικία διεγήγερται. Til |
| book 89.1 | πουλυβοτείρῃ: βραχὺ διασταλτέον· κοινὸν γὰρ τὸ „κέλε‐ |
| book 89.2 | ται“ (Γ 88) ῥῆμα. A |
| book 92.1 | κρείσσων: ὅτι Ζηνόδοτος γράφει χωρὶς τοῦ ν „κρείσσω“. |
| book 92.2 | τὰ δὲ τοιαῦτα συγκριτικὰ ἐπὶ τῆς ὀρθῆς τὸ ν προσλαμβάνει. A |
| book 94.1 | 〈ὅρκια πιστὰ τάμωμεν:〉 μετὰ γὰρ τὴν ἱερείων τομὴν οἱ |
| book 94.2 | ὅρκοι συντελοῦνται. b(BCE3E4) |
| book 95a.1 | ὣς ἔφαθ’· οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο |
| book 95a.2 | σιωπῇ: καλῶς. καταπλήσσει δὲ αὐτοὺς τὸ ξένον, ὡς εἴ τις μοιχείας |
| book 95a.3 | διωκόμενος προκαλοῖτο τὸν ἄνδρα τῆς γυναικὸς εἰς μάχην, ὡς μετὰ |
| book 95a.4 | τοῦ γυναίου καὶ τὴν ψυχὴν ἀφελούμενος. Ἀγαμέμνων δὲ οὐδὲν |
| book 95a.5.1 | φθέγγεται, οὔτε προκινδυνεύειν τὸν ἀδελφὸν θέλων (φιλάδελφος γάρ) |
| book 95a.5.2 | οὔτε ἀναδύεσθαι· οὐ γὰρ ἔπρεπε γινομένης τῆς κρίσεως περὶ τῶν |
| book 95a.5.3 | ὅλων. b(BCE3E4)T |
| book 95b.1 | ἀκὴν ἐγένοντο σιωπῇ: πρεπόντως οἱ πολλοὶ σιωπῶ‐ |
| book 95b.2 | σιν· ἕνα γὰρ προὐκαλοῦντο εἰς μάχην. b(BCE3E4)T |
| book 97-9.1 | κέκλυτε νῦν καὶ ἐμεῖο〈—πολλὰ πέπασθε〉: |
| book 97-9.2 | ἀκούσατέ μου, φησίν· οὐ μὲν ἐπὶ δικαίοις κινδυνεύσω, ἀλλὰ λυπούμενος |
| book 97-9.3 | ἐφ’ ὑμῖν καταπονουμένοις, καὶ εἰς τὸ ἀπαλλάξαι ὑμᾶς τὸν ἀλυσι‐ |
| book 97-9.4 | τελῆ ὑπομενῶ πόλεμον· b(BCE3)T Τυνδάρεων γὰρ ἔδει τοῦτο |
| book 97-9.5 | προτείνειν. T |
| book 97.1 | νῦν: τὸ νυν AAim περισπαστέον, κἂν παρέλκῃ παρὰ τῷ |
| book 97.2 | ποιητῇ. A |
| book 99a.1 | Ἀργείους καὶ Τρῶας: ὅτι Ζηνόδοτος γράφει „Ἀργεῖοι |
| book 99a.2 | καὶ Τρῶεσ“, ὡς ἀποστροφῆς τοῦ λόγου γεγονυίας πρὸς αὐτούς. ἔστι |
| book 99a.3 | δὲ τὸ διακρινθῆναι (cf. Γ 98) διχῶς χωρισθῆναι. ὁ δὲ Ζηνόδοτος |
| book 99a | συνήθως ἡμῖν τέταχεν. A |
| book 99b | 〈πέποσθε:〉 διὰ τοῦ α τὸ „πέπασθε“ Ἀρίσταρχος. Aint |
| book 99c.1 | πέποσθε: „πέπασθε“ οὕτω πᾶσαι. | ἀπὸ τοῦ πήθω δὲ |
| book 99c.2 | τὸ πέποσθε 〈ἢ〉 τοῦ πεπόνησθε συγκοπῇ. οἱ δὲ ἀπὸ τοῦ πέπασθε |
| book 99c.3 | μεταβολῇ. T |
| book 100a.1 | εἵνεκ’ ἐμῆς ἔριδος καὶ Ἀλεξάνδρου ἕνεκ’ ἀρχῆς: |
| book 100a.2 | ἐπιεικῶς συγκατασπᾷ καὶ ἑαυτὸν ὡς προσφιλονεικήσαντα τῷ |
| book 100a.3 | ἄρξαντι. ἀντέστρεψε δὲ τὴν τάξιν. b(BCE3)T |
| book 100b.1 | ἕνεκ’ ἀρχῆς: ὅτι Ζηνόδοτος γράφει „ἕνεκ’ ἄτησ“. ἔσται |
| book 100b.2 | δὲ ἀπολογούμενος Μενέλαος ὅτι ἄτῃ περιέπεσεν ὁ Ἀλέξανδρος. διὰ |
| book 100b.3 | μέντοι τοῦ ἕνεκ’ ἀρχῆς ἐνδείκνυται ὅτι προκατῆρξεν. A |
| book 101.1 | ἡμέων δ’ ὁπποτέρῳ: καταγνωστέος, φασίν, Ἀλέξανδρος |
| book 101.2 | μαχόμενος περὶ ὧν ἔχει, καὶ Μενέλαος περὶ τῶν ἰδίων. ἀλλ’ ὁ μὲν |
| book 101.3 | εἶχε μέν, οὐκ ἴδια δέ, μάχεται δὲ ἵνα γένηται ἴδια, ὁ δὲ ἵνα τῶν ἰδίων |
| book 101.4 | κρατήσῃ, καὶ ὁ μέν, ἵνα τὴν πόλιν ἐλευθερώσῃ, ὁ δέ, ἵνα τὸ πρόστιμον |
| book 101.5 | ἀπαιτήσῃ. b(BCE3)T |
| book 102.1 | διακρινθεῖτε {τάχιστα}: οὕτως προπερισπᾶται· ἔστι γὰρ |
| book 102.2 | εὐκτικόν, κατὰ πάθος γεγονὸς ἐκ τοῦ διακρινθείητε, ὁμοίως τῷ „καὶ |
| book 102.3 | εἴ ποθεν ἄλλ’ ἐπιθεῖτε“ (χ 62). ὧν πάλιν πρῶτα διακρινθείημεν καὶ |
| book 102.4 | διακρινθεῖμεν, ὥσπερ καὶ τὸ „ἡμεῖς δ’ ἐς δεκάδας διακοσμηθεῖμεν |
| book 102.5 | Ἀχαιοί“ (Β 126). A |
| book 103a.1 | οἴσετε: πρὸς τὸ οἴσετε, ὅτι οὐ μέλλοντός ἐστι χρό‐ |
| book 103a.2 | νου, ἀλλ’ ἀντὶ τοῦ φέρετε, ἀπὸ τοῦ „οἶσε“ (χ 106. 481), ὅ ἐστι |
| book 103a | φέρε. A |
| book 103b.1 | 〈ἄρν’:〉 ἐπὶ τὸ ἄρνε διαστολὴ βραχεῖα· συλληπτικῶς |
| book 103b.2 | γὰρ λέγει ἄρνε, εἶτα διαιρεῖ. Aim |
| book 103c.1 | οἴσετε δ’ ἄρν’: ἐὰν στίξωμεν εἰς τὸ ἄρνε, δυϊκὸν |
| book 103c.2 | ἔσται, ἐὰν δὲ συνάψωμεν, ἔσται αἰτιατικῆς πτώσεως. ἀπὸ κοινοῦ |
| book 103c.3 | τὸ νοούμενον. b(BCE3E4)T |
| book 103-4.1 | οἴσετε: ἀπὸ τοῦ „οἶσε“ (χ 106. 481), ὡς „ἄξετε“ (Γ 105) ἀπὸ τοῦ |
| book 103-4.2 | ἄξε. T | ταῦτα δὲ θύουσιν, ἐπεὶ καρποφόρα, τῇ Γῇ καὶ †ἥλιος δὲ καὶ |
| book 103-4.3 | γῆ αἴτια τῶν καρπῶν. διὰ τί δὲ οἱ Τρῶες Γῇ καὶ Ἡλίῳ; ὅτι ὁ κίν‐ |
| book 103-4.4 | δυνος περὶ σωτηρίας καὶ γῆς. Ἕλληνες δὲ Διΐ, ἐπεὶ ξένιος· περὶ ξενίαν |
| book 103-4.5.1 | δὲ ἠδίκηνται. μέλαιναν δὲ καὶ λευκόν, ὅτι οἰκειότατα τὰ χρώματα |
| book 103-4.5.2 | ἑκατέρῳ τῶν θεῶν. b(BCE3E4)T ἐπὶ δὲ Διὸς οὐκ εἶπε τί χρῶμα· |
| book 103-4.5.3 | γῆν μὲν γὰρ καὶ ἥλιον ὁρῶμεν, Δία δὲ νοοῦμεν μόνον. b(BE3E4)T |
| book 103-4.1 | ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν: τὰ οἰκεῖα |
| book 103-4.2 | —τοιαύτη ἡ θεός. | τῷ δὲ Διΐ—προσαγορεύεται. A |
| book 104.1 | ἄλλον: ὅτι Ἑλληνικῶς ἐπὶ μὲν τῶν δύο τὸ ἕτερον τῷ |
| book 104.2 | ἑτέρῳ ἀντιδιέσταλκεν, ἐπὶ δὲ τοῦ τρίτου ἄλλον εἴρηκεν. A (bis) |
| book 105a.1 | 〈ἄξετε:〉 ὅτι τὸ ἄξετε οὐ τὸν μέλλοντα σημαίνει, ἀλλ’ |
| book 105a.2 | ἴσον τῷ ἄγετε. Aint |
| book 105b.1 | ὄφρ’ ὅρκια τάμνῃ: συνετῶς ἀξιοῖ ὅρκους γενέσθαι, |
| book 105b.2 | ὅπως εἰ μὲν στέργοιεν Τρῶες, εὖ ἔχοι, εἰ δὲ μή, τὸν θεὸν αὐτοῖς ἐκπολε‐ |
| book 105b | μώσαι. ἐμφρόνως δὲ γέροντι πιστεύει τοὺς ὅρκους. b(BCE3E4)T |
| book 106.1 | ἐπεί οἱ παῖδες ὑπερφίαλοι: οὐκ ἀλόγως· αὐτὸς γάρ |
| book 106.2 | ἐστι τῆς ἀπιστίας Ἀλέξανδρος κατήγορος. T |
| book 108a.1 | αἰεὶ δ’ ὁπλοτέρων: ἀπὸ τούτου ἕως τοῦ „λεύσσει“ (Γ |
| book 108a.2 | 110) ἀθετοῦνται στίχοι τρεῖς, ὅτι ἀπολογία ἐστὶν αὕτη ὑπὲρ τῶν |
| book 108a.3 | παραβάντων Πριαμιδῶν· εἰ γὰρ κατὰ κοινοῦ αἱ φρένες τῶν νέων |
| book 108a.4 | κρέμανται, οὐδὲν ξένον ἁμάρτημα πεποιήκασιν. A |
| book 108b | 〈αἰεὶ δ’ ὁπλοτέρων:〉 ὁ δέ ἀντὶ τοῦ γάρ. Til |
| book 108c.1 | ἠερέθονται: ἀβέβαιοί εἰσιν καὶ ἄστατοι. | ὑποτέμνε‐ |
| book 108c.2 | ται δὲ τὴν ὕβριν, ἀνάγων ἐφ’ ἅπαντας τοὺς νέους τὸ ἔγκλημα. b |
| book 108c.3 | (BCE3E4)T |
| book 109-10a.1 | οἷς δ’ ὁ γέρων μετέῃσιν ἅμα πρόσσω καὶ |
| book 109-10a.2 | ὀπίσ〈σ〉ω / 〈λεύσσει—γένηται〉: ὑποστικτέον ἤτοι μετέῃ‐ |
| book 109-10a.3 | σιν ἢ ὀπίσσω. ἡ μὲν οὖν προτέρα τοιοῦτον ποιεῖ τὸν λόγον· τά τε |
| book 109-10a.4 | παρόντα καὶ τὰ ὕστερον προορᾶται, ὅπως ἐν ἀμφοτέροις ἄριστα |
| book 109-10a.5.1 | πραχθῇ. ἡ δὲ δευτέρα οὕτως· οἷς δ’ ἂν παρῇ πρεσβύτης εἴς τε τὸ |
| book 109-10a.5.2 | παρὸν καὶ εἰς ὕστερον, οἷον πάντοτε. A |
| book 109-10b.1 | οἷς δ’ ὁ γέρων μετέῃσιν: περὶ Πριάμου ὁ λόγος· |
| book 109-10b.2 | πεπείραται γὰρ αὐτοῦ. | ἡ δὲ στιγμὴ εἰ μὲν μετὰ τὸ μετέῃσιν εἴη, |
| book 109-10b.3 | οὕτως ὁ νοῦς· τὰ παρόντα καὶ τὰ μέλλοντα προορᾷ, ὅπως ἄμφω |
| book 109-10b.4 | ἄριστα πραχθῇ· εἰ δὲ εἰς τὸ ὀπίσσω, οὕτως· οἷς παρῇ ὁ γέρων εἰς |
| book 109-10b.5 | τὸ νῦν καὶ τὸ μέλλον, ὅ ἐστιν ἑκάστοτε. b(BCE3E4)T |
| book 113 | 〈ἔρυξαν:〉 κατέσχον. Til |
| book 114 | τεύχεά τ’ ἐξεδύοντο: τὰς ἀσπίδας· αὗται γὰρ τελα‐ |
| book 114 | μῶνας εἶχον, οὐκ ὄχανα. b(BCE3E4)T |
| book 114-5.1 | κατέθεντ’ ἐπὶ γαίῃ / πλησίον ἀλλήλων: μὴ γέ‐ |
| book 114-5.2 | νοιτό τις αὐτῶν χρεία. T |
| book 115.1 | ὀλίγη δ’ ἦν ἀμφὶς ἄρουρα: ἡ διακεχωρισμένη γῆ μετα‐ |
| book 115.2 | ξὺ Τρώων καὶ Ἑλλήνων. T |
| book 117a1.1 | καρπαλίμως 〈ἄρνας τε φέρειν〉: οὕτως συναπτέον |
| book 117a1.2 | καρπαλίμως ἄρνας τε φέρειν: ἐνετείλατο γὰρ φέρειν ταχέως, |
| book 117a1.3 | ἐπεὶ παρελκόμενον ἔσται τὸ καρπαλίμως. A |
| book 117a2.1 | καρπαλίμως ἄρνας τε φέρειν: τὸ καρπαλίμως |
| book 117a2.2 | τούτῳ τῷ στίχῳ συναπτέον, οὐ τοῖς ὀπίσω. T |
| book 121.1 | 〈Ἶρις δ’ αὖθ’ Ἑλένῃ〉 λευκωλένῳ ἄγγελος ἦλθε: |
| book 121.2 | ἐν ἀρχαῖς τῷ τῆς Ἥρας αὐτὴν ἐπιθέτῳ κοσμεῖ, Ἀργείας τε ἄμφω κα‐ |
| book 121.3 | λεῖ· „Ἥρη τ’ Ἀργείη“ (Δ 8) καὶ „Ἀργείη †Ἑλένη“ (Ζ 323). | ἦλθε |
| book 121.4 | δὲ ἄγγελος b(BCE3E4) δηλονότι παρὰ τοῦ Διός· οὐ γὰρ αὐ‐ |
| book 121.5.1 | τάγγελος. θῆλυ δὲ θήλεϊ πείθεται· ἐρωτική τε θεὸς ἡ Ἶρις |
| book 121.5.2 | b(BCE3E4)T καὶ ἀεὶ συμπαροῦσα τῇ Ἀφροδίτῃ. b(BCE3E4) |
| book 121.5.3 | τινὲς δὲ αὐτῆς καὶ Ζεφύρου τὸν Ἔρωτα λέγουσιν εἶναι υἱόν. |
| book 121.5.4 | b(BCE3E4)T |
| book 122a.1 | {εἰδομένη} γαλόῳ· βαρύνειν δεῖ· τὰ γὰρ εἰς ως θηλυκὰ |
| book 122a.2 | ὑπὲρ μίαν συλλαβὴν βραχείᾳ παραληγόμενα βαρύνεται, ἅλως Κέως |
| book 122a.3 | ἕως· οὕτω γάλως. τοῦτο δὲ ἀξιοῖ καὶ Τρύφων ἐν τῷ πρώτῳ Περὶ |
| book 122a.4 | ἀρχαίας ἀναγνώσεως (fr. 94). A |
| book 122b | 〈γαλόῳ:〉 διὰ τὸ γαλόῳ. Aint |
| book 122c | 〈γαλόῳ:〉 γάλως ὡς Ἄθως· καὶ διαίρεσις γαλόῳ ὡς |
| book 122c | „ἐξ Ἀθόω δ’ ἐπὶ πόντῳ“ (Ξ 229). Aim |
| book 122d | 〈γαλόῳ:〉 ἀνδρὸς ἀδελφῇ. ἡ γάλως, τῆς γάλω. Til |
| book 122-4.1 | 〈εἰδομένη γαλόῳ,〉 Ἀντηνορίδαο δάμαρτι 〈/ |
| book 122-4.2 | τὴν— / Λαοδίκην〉: οὔτε τῇ γαλόῳ (122) δοτικῇ, οὔτε τῇ |
| book 122-4.3 | Ἀντηνορίδαο (122) γενικῇ ὑπήντησε σχηματίζων τὸν λόγον. b |
| book 122-4.4 | (BCE3E4)T |
| book 123a1.1 | τὴν Ἀντηνορίδης: τὸ γένος γὰρ Ἀντήνορος ἠγάπα |
| book 123a1.2 | μᾶλλον Ἑλένη, ἐπεὶ πρόξενος ἦν τῶν Ἑλλήνων. T |
| book 123a2.1 | ἠγάπα δὲ τὸ γένος τοῦ Ἀντήνορος ἡ Ἑλένη, ἐπεὶ †πρώ‐ |
| book 123a2.2 | ην ξένος† ἦν τῶν Ἑλλήνων. b(BCE3E4) |
| book 124.1 | εἶδος ἀρίστην: ἀντὶ τοῦ ἁπλοῦ· φησὶ γοῦν „Πριάμοιο |
| book 124.2 | θυγατρῶν εἶδος ἀρίστην / †Κασάνδρα톓 (Ν 365—6). εἰ μὴ τὴν μὲν |
| book 124.3 | παρθένων, τὴν δὲ γαμηθεισῶν ἀρίστην φησὶν εἶναι. T |
| book 125a.1 | ἐν μεγάρῳ: ἐν θαλάμῳ· A οὗτος γὰρ διαίτημα γαμη‐ |
| book 125a.2 | θεισῶν, χηρῶν δὲ καὶ παρθένων ὑπερῷον. A b (BE3E4)T |
| book 125b.1 | ἡ δὲ μέγαν ἱστὸν ὕφαινε: οὐκ ᾄδει ὡς Κίρκη καὶ |
| book 125b.2 | Καλυψώ· ἀπαθῶς γὰρ ἐκεῖναι καὶ ἠρέμα ζῶσαι. T |
| book 126a.1 | δίπλακα μαρμαρέην: καὶ αἱ Ἀριστάρχου καὶ ἡ Ζηνο‐ |
| book 126a.2 | δότου καὶ ἡ Ἀριστοφάνους „πορφυρέην“ εἶχον, οὐ μαρμαρέην. |
| book 126a.3 | καὶ ἔστι πρεπωδέστερον· καὶ γὰρ ἐπὶ τῶν νυμφῶν „φάρε’ ὑφαίνουσιν |
| book 126a.4 | ἁλιπόρφυρα“ (ν 108). A (bis) |
| book 126b1.1 | δίπλακα μαρμαρέην: διπλοΐδα χλαῖναν, οἱ δὲ δίμι‐ |
| book 126b1.2 | τον. | αἱ πᾶσαι δὲ „πορφυρέην“ εἶχον, καὶ ἔστι συνῳδὸν τῷ „ἰοδνεφὲς |
| book 126b1 | εἶρος ἔχουσα“ (δ 135) καὶ „†φάρεα ὑφαίνουσα† ἁλιπόρφυρα“. T |
| book 126b2.1 | δίμιτον χλαῖναν. | τὸ δὲ μαρμαρέην τὴν λαμπράν. | |
| book 126b2.2 | συνῳδὸν δὲ τοῦτο τῷ „ἰοδνεφὲς εἶρος ἔχουσα“ καὶ τῷ „φάρε’ †ὑφαί‐ |
| book 126b2.3 | νουσ’† ἁλιπόρφυρα“. b(BCE3) |
| book 126c.1 | 〈δίπλακα μαρμαρέην·〉 ὅτι παραλέλειπται τὸ κύριον, |
| book 126c.2 | ἡ χλαῖνα. λέγει δὲ δίπλακα χλαῖναν, ἣν ἔστι διπλῆν ἀμφιέσασθαι. |
| book 126c.3 | Aint |
| book 126-7.1 | πολέας δ’ ἐνέπασσεν ἀέθλουσ〈—χαλκοχι‐ |
| book 126-7.2 | τώνων〉: ἀξιόχρεων ἀρχέτυπον ἀνέπλασεν ὁ ποιητὴς τῆς ἰδίας |
| book 126-7.3 | ποιήσεως. ἴσως δὲ τούτῳ τοῖς ὁρῶσιν ἐπειρᾶτο δεικνύναι τὴν Τρώων |
| book 126-7.4 | βίαν καὶ τὴν Ἑλλήνων δικαίαν ἰσχύν. b(BCE3E4)T |
| book 128a.1 | οὕς ἑθεν: ἐγκλιτικῶς ἀνεγνώσθη διὰ τὸ μεταλαμβα‐ |
| book 128a.2 | νόμενον, ἐπεὶ εἰς ἁπλῆν ἡ μετάληψις, οὓς αὐτῆς. τοῦτο δὲ ἐπὶ τῆς |
| book 128a.3 | ἕθεν φασὶν ὅτι εἰ μὲν εἰς ἁπλῆν μεταλαμβάνοιτο, ἐγκλιτικῶς ἀνα‐ |
| book 128a.4 | γινώσκειν δεῖ, εἰ δὲ εἰς σύνθετον, ὀρθοτονητέον. διὸ κἀκεῖνα οὕτως |
| book 128a.5.1 | ἀνεγνώσθη, „ἐπεὶ οὔ ἑθέν ἐστι χερείων“ (Α 114), „οἵ ἑθεν †ὤτρυνο톓 |
| book 128a.5.2 | (Ο 199)· ἐκεῖνο δὲ κατ’ ὀρθὴν τάσιν „ἀπὸ ἕθεν ὤσατο χειρί“ (Ζ 62)· |
| book 128a.5.3 | ὅθεν ὁ Σιδώνιος μέμφεται Ἀριστάρχῳ μὴ ἐγκλιτικῶς ἀναγνόντι τὸ |
| book 128a.5.4 | „πρόσθεν ἕθεν φεύγοντα“ (Ε 56. 80. Υ 402)· ἡ γὰρ διάνοια ἁπλῆν |
| book 128a.5.5 | αἰτεῖ τὴν μετάληψιν. A |
| book 128b.1 | οὕς ἑθεν: ἐγκλιτικῶς. τὸ δὲ „ἐμέθεν“ (Α 525 al.) καὶ |
| book 128b.2 | „σέθεν“ (Α 180 al.) †μόνα† ὀρθοτονοῦνται παρ’ αὐτῷ. b(BCE3)T |
| book 130a1.1 | δεῦρ’ ἴθι, 〈νύμφα〉: δεῦρο ἀντὶ τοῦ ἄγε. b(BE3) |
| book 130a1.2 | T | τὸ δὲ νύμφα Ἰωνικὸν ὡς τὸ τόλμα, τῆθα, κοῦρα. T |
| book 130a2 | Ἰωνικὰ νύμφα, τόλμα. Aint |
| book 130b | ἵνα θέσκελα: θεοείκελα θέσκελα, ὡς θεόφατα θέσφατα· |
| book 130b | Aim b(BCE3)T μετὰ τὴν συγκοπὴν ὁ πλεονασμός. Aim b(BE3)T |
| book 130-4.1 | δεῦρ’ ἴθι, νύμφα φίλη, ἵνα θέσκελα ἔργα |
| book 130-4.2 | ἴδηαι / —ἕαται σιγῇ: 〈***〉 εἶτα ἀπ’ ἄλλης ἀρχῆς· |
| book 130-4.3 | ἀσύνδετα γὰρ πρὸς τὰ ἐπάνω· διὸ τελεία〈ν〉 στικτέον, ὑποστικτέον |
| book 130-4.4 | δὲ ἐν ὑποκρίσει, ἀνταποδοτικῆς οὔσης τῆς περιόδου, ὑποτακτικοῦ δὲ |
| book 130-4.5.1 | τοῦ προτέρου οἵ (132), τοῦ δὲ δευτέρου (sc. 134) ἀντωνυμίαν δηλοῦν‐ |
| book 130-4.5.2 | τος. A |
| book 132.1 | οἳ πρὶν ἐπ’ ἀλλήλοισι φέρον: ἡ ἐπί πρὸς τὸ φέρον. T |
| book 132.2 | | τοῦτο δὲ τὸ οἵ ὑποτακτικόν ἐστιν ἄρθρον, τὸ δὲ ἑξῆς (sc. Γ 134) |
| book 132.3 | ἀντωνυμικόν. b(BCE3)T |
| book 133 | λιλαιόμενοι πολέμοιο: εἰς τὸ πολέμοιο ὑποστικτέον. T |
| book 134a1.1 | οἱ δὴ νῦν ἕαται: ἀπὸ τοῦ ἧνται, ὡς μέμνηνται μεμνέα‐ |
| book 134a1.2 | ται. T |
| book 134a2 | ἀπὸ τοῦ ἧνται, διάλυσις. Aim |
| book 134b.1 | πόλεμος δὲ πέπαυται: διὰ μέσου τὸ ἡμιστίχιον |
| book 134b.2 | πόλεμος δὲ πέπαυται· διόπερ διαστέλλομεν ἐπὶ τὸ σιγῇ, στίζο‐ |
| book 134b.3 | μεν δὲ ἀνυποκρίτως ἐπὶ τὸ πέπαυται. A |
| book 134-6.1 | 〈οἱ δὴ νῦν ἕαται σιγῇ— / αὐτὰρ Ἀλέξαν‐ |
| book 134-6.2 | δρος:〉 διὰ μέσου τὸ πόλεμος δὲ πέπαυται (134), b(BCE3E4) |
| book 134-6.3 | Til ἵν’ ᾖ οἱ δὴ νῦν ἕαται σιγῇ (134), ἀσπίσι κεκλιμένοι, |
| book 134-6.4 | παρὰ δ’ ἔγχεα μακρὰ πέπηγε (135). πόλεμος δὲ πέπαυται |
| book 134-6.5 | (134). αὐτὰρ Ἀλέξανδρος (136). b(BCE3E4) |
| book 135.1 | ἀσπίσι κεκλιμένοι: ὑπὸ τῆς ἀπορρίψεως τῶν ὅπλων |
| book 135.2 | ἐμποδιζόμενοι πολεμεῖν. b(BCE3E4)T |
| book 137 | μακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο: τὸ δέος |
| book 137.1 | ἀναιρεῖ τοῦ μὴ τοξευθῆναι Μενέλαον b(BCE3E4)T ὑπὸ Ἀλεξάν‐ |
| book 137.2 | δρου, ἐπεὶ τὴν τοξείαν εὖ ἤσκητο, τὸ δ’ ἔγχος οὐδαμῶς, εἰ καὶ δύο |
| book 137.3 | πάλλων προὐκαλεῖτο πάντας ἀρίστους· καὶ τοῦτο γὰρ δειλίας τεκ‐ |
| book 137.5 | μήριον, ὡς τῇ θέᾳ δῆθεν ἐκπλήξῃ τὸν ἀντιτεταγμένον. T |
| book 138a.1 | 〈τῷ δέ κε νικήσαντι:〉 ὅτι περισσὸς ὁ κέ, καὶ ὅτι πτῶσις |
| book 138a.2 | ἐνήλλακται, ἀντὶ τοῦ 〈τοῦ〉 δὲ νικήσαντος. Aim |
| book 138b.1 | φίλη κεκλήσῃ ἄκοιτις: ὅτι οὐ μνησικακήσει ὁ λαβών. |
| book 138b.2 | b(BCE3)T τὸ δὲ κεκλήσῃ ἀντὶ τοῦ ἔσῃ, ὡς τὸ „σὴ παράκοι‐ |
| book 138b.3 | τις / κέκλημαι“ (Δ 60—1). b(BCE3E4)T |
| book 140a.1 | ἀνδρός τε προτέροιο: ἀγνοεῖ τὴν Θησέως ἁρπαγὴν ὁ |
| book 140a.2 | ποιητής· b(BCE3E4)T ἐπὶ δύο γοῦν τὸ προτέροιό φησιν. T |
| book 140a.3 | ἢ τὸ προτέροιο ἐπὶ μόνου Μενελάου τέθεικεν ὡς εἶναι δεύτερον |
| book 140a.4 | Ἀλέξανδρον· ἐπεὶ πρῶτον μὲν ὑπὸ Θησέως, εἶτα Μενελάου, εἶτα |
| book 140a.5.1 | Ἀλεξάνδρου, Δηϊφόβου καὶ Ἀχιλλέως ἐν ὀνείρῳ, ὧν αὐτὸς οὐ μέμνη‐ |
| book 140a.5.2 | ται. b(BCE3E4) |
| book 140b.1 | καὶ ἄστεος ἠδὲ τοκήων: καὶ περὶ Ἡρακλέους „κρατε‐ |
| book 140b.2 | ρὸς παῖς Ἀμφιτρύωνοσ“ (Ε 392) φησίν· διὰ τοῦτο κἀνταῦθα καὶ |
| book 140b.3 | ἄστεος ἠδὲ τοκήων. T |
| book 141.1 | ἀργεν〈ν〉ῇσι καλυψαμένη 〈ὀθόνῃσιν〉: οὗτος γὰρ |
| book 141.2 | σώφρονι γυναικὶ κόσμος· καὶ ποικίλλειν γοῦν εἰδυῖα οὐκ ἀμπίσχεται |
| book 141.3 | ποικίλα. ὀθόνη δὲ ὁ ἑανὸς, ὃν καὶ „πέπλον“ (Ε 734 al.) καλεῖ. b |
| book 141.4 | (BCE3E4)T |
| book 142a1.1 | δάκρυ χέουσα: διαίρεσις, οὐ σύνθεσις. | ἐθρήνει δὲ |
| book 142a1.2 | δεδοικυῖα ὑπὲρ Μενελάου, ἢ μνήμῃ χαρᾶς. T |
| book 142a2 | δακρύει ὑπὲρ Μενελάου δεδοικυῖα, ἢ καὶ τῇ μνήμῃ αὐτοῦ |
| book 142a2 | μόνῃ συγχεῖται. b(BCE3E4) |
| book 143a1.1 | οὐκ οἴη: στικτέον μετὰ τοῦτο τελείαν· τοῖς γὰρ ἄνω |
| book 143a1.2 | συνάπτεται. τὸ δὲ ἑξῆς ἀσύνδετον. εἰ δὲ προστεθῇ ὁ ἀλλά εἰς τὸ |
| book 143a1.3 | πλῆρες, καὶ ὁ λόγος συνδεδεμένος καὶ ἡ στιγμὴ †ὑποτείνεται. A |
| book 143a2.1 | οὐκ οἴη: στικτέον εἰς τὸ οἴη, καὶ τὸ ἑξῆς ἀσύνδετον. b |
| book 143a2.2 | (BCE3)T |
| book 144a.1 | Αἴθρη, Πιτθῆος θυγάτηρ: εἰ μὲν τὴν Θησέως λέγει |
| book 144a.2 | μητέρα ἀθετητέον· ἀπίθανον γάρ ἐστιν Ἑλένης ἀμφίπολον 〈εἶναι〉 |
| book 144a.3 | τὴν οὕτως ὑπεραρχαίαν, ἣν οὐκ ἐκποιεῖ ζῆν διὰ τὸ μῆκος τοῦ χρόνου. |
| book 144a.4 | εἰ δὲ ὁμωνυμία ἐστί, καθάπερ καὶ ἐπὶ πλειόνων, δύναται μένειν· καὶ |
| book 144a.5.1 | γὰρ ἄλλοι εἰσὶν ὁμώνυμοί τινες κατὰ τὰ Ἰλιακά, „Ἄδραστοσ“ (Β |
| book 144a.5.2 | 572, 830 al.), Τεύθρας (cf. Ε 705), Οἰνόμαος (cf. Ε 706. Μ 140 al.). A |
| book 144b1.1 | Αἴθρη, Πιτθῆος 〈θυγάτηρ, Κλυμένη τε βοῶ‐ |
| book 144b1.2 | πισ〉: εἰ μὲν ὁμωνυμία ἐστίν, ἐατέον· εἰ δὲ οὔ, στικτέον ἐν τῷ Αἴθρη |
| book 144b1.3 | καὶ τὸ ἑξῆς συναπτέον. Ἀντίμαχος δὲ τὴν Κλυμένην Ἱππάλκ〈μ〉ου |
| book 144b1.4 | θυγατέρα εἶναί φησιν (fr. 144 W.). T |
| book 144c1.1 | Πιτθῆος θυγάτηρ: καὶ πῶς τοσούτων ἐτῶν οὖσα ἀμ‐ |
| book 144c1.2 | φιπολεῖν δύναται; ἀλλὰ καὶ ἐπὶ τῆς γραὸς κεῖται „γρηῒ σὺν ἀμ‐ |
| book 144c1.3 | φιπόλῳ“ (α 191). πιθανώτερον δὲ ὁμωνυμίαν εἶναι· οὐ γὰρ ἡλικία |
| book 144c1.4 | ἐᾷ· τοὺς περὶ Θησέα γὰρ προτέρους ἄνδρας ὁ Ὀδυσσεύς φησιν (cf. |
| book 144c1.5.1 | λ 630—1). πῶς τε ἡ ἐν Τροιζῆνι ἐκεῖ ἦν; πῶς τε Μενέλαος τὴν θείαν |
| book 144c1.5.2 | δουλεύειν ἠνείχετο; Πελοπὶς γὰρ ἦν, „κουρι〈δί〉ην“ τε „ἄλοχον“ |
| book 144c1.5.3 | Μενέλαος αὐτήν φησιν (Ν 626). T |
| book 144b2/c2.1 | εἰ μὲν ὁμωνυμία ἐστίν, ἐατέον· εἰ δὲ οὔ, στικτέον |
| book 144b2/c2.2 | ἐν τῷ Αἴθρη καὶ τὸ ἑξῆς συναπτέον. | πιθανώτερον δὲ ὁμωνυμίαν |
| book 144b2/c2.3 | εἶναι· οὐ γὰρ ἂν τοσούτων οὖσα ἐτῶν ἀμφιπολεῖν ἠδύνατο. b(BCE3 |
| book 144b2/c2 | E4) |
| book 144b2/c2.5.1 | Αἴθρη, Πιτθῆος θυγάτηρ: ἑτέρα τῆς Θησέως μητρός |
| book 144b2/c2.5.2 | ἐστιν αὕτη ἡ Αἴθρα· αἰσχρὸν γὰρ ὑπάρχει—αἰχμαλωτί‐ |
| book 144b2/c2.5.3 | ζουσιν. A |
| book 145.1 | ὅθι Σκαιαὶ πύλαι: καὶ Δαρδανίας ἐνίοτε (cf. Ε 789. |
| book 145.2 | Χ 194 al.) αὐτάς φησιν, ἢ τὰς ἀριστεράς, ἢ ὅτι κατὰ ταύτας εἰσῆλθεν |
| book 145.3 | ὁ δούρειος ἵππος καὶ ἐπορθήθη ἡ πόλις. T |
| book 145 | Σκαιαὶ πύλαι: Δαρδανίας αὐτὰς ἐνίοτέ φησι, δι’ ὧν |
| book 145.5 | —κατὰ ταύτας ἐδέξαντο τὰς πύλας. A |
| book 146.1 | οἱ δ’ ἀμφὶ Πρίαμον: ὡς ἡμεῖς οἱ περὶ τόνδε καὶ τόνδε |
| book 146.2 | ἀντὶ τοῦ ὅδε καὶ ὅδε. T |
| book 147.1 | Ἱκετάονά 〈τ’〉 ὄζον Ἄρηος: ὡς καὶ ὁ Πρίαμος |
| book 147.2 | εὐμελίης (cf. Δ 47 al.) οὐ νῦν, ἀλλ’ ἐπὶ νεότητι. T |
| book 148.1 | Οὐκαλέγων τε 〈καὶ Ἀντήνωρ〉: μεταβὰς ἐπὶ ἕτερον |
| book 148.2 | γένος καὶ τὴν πτῶσιν ἤλλαξεν· b(BCE3)T Αἰσυήτου γὰρ |
| book 148.3 | οὗτοι. T Ἀττικὸν δὲ τὸ ἀπὸ αἰτιατικῆς εἰς εὐθεῖαν μεταβαίνειν. |
| book 148.4 | b(BCE3)T |
| book 149.1 | εἵατο δημογέροντες: οἱ γέρας ἐν τῷ δήμῳ ἔχοντες. ἀπὸ |
| book 149.2 | δὲ τῶν ἐνδόξων τοὺς πάντας δηλοῖ. b(BCE3)T |
| book 150a1 | 〈γήραϊ:〉 γράφεται καὶ „γήρεϊ“ ὡς „οὔδεϊ“ (Ψ 283). Aim |
| book 150b1 | 〈γήραϊ:〉 ἀσυναλείπτως τῷ γήραϊ ἀναγνωστέον. Aint |
| book 150b2/a2.1 | γήραϊ: ἐντελῶς γήραϊ b(BCE3)T | γράφεται δὲ καὶ |
| book 150b2/a2.2 | „γήρεϊ“ ὡς „οὔδεϊ“. b(BCE3E4)T |
| book 150c.1 | γήραϊ δὴ πολέμοιο πεπαυμένοι, 〈ἀλλ’ ἀγορη‐ |
| book 150c.2 | ταί〉: δύο οἶδεν ἀνδρῶν ἀρετάς· „βουλάς τ’ ἐξάρχων ἀγαθὰς πόλεμόν |
| book 150c.3 | τε κορύσσων“ (Β 273). b(BCE3E4)T |
| book 151.1 | 〈ἐσθλοί:〉 διασταλτέον βραχὺ ἐπὶ τὸ ἐσθλοί· τὴν γὰρ |
| book 151.2 | ἐπίτασιν μᾶλλον ἐμφαίνει. Aim |
| book 151 | ἐσθλοὶ τεττίγεσ〈σ〉ιν: Τιθωνοῦ τοῦ Λαομέδοντος— |
| book 151 | εἰκάζει ὁ ποιητής. ἱστορεῖ Ἑλλάνικος (FGrHist 4, 140). A |
| book 151-2a1.1 | τεττίγεσσιν— / δενδρέῳ ἐφεζόμενοι: |
| book 151-2a1.2 | ἀρσενικῶς· οἱ γὰρ ἄρσενες μόνοι τέττιγες ᾄδουσιν. | τούτοις δὲ |
| book 151-2a1.3 | παρείκασε τοὺς γέροντας· A ἄναιμον γὰρ καὶ ψυχρὸν τὸ ζῷον. |
| book 151-2a1.4 | ἐπί τε τείχους κάθηνται. AT |
| book 151-2a2.1 | τεττίγεσ〈σ〉ιν ἐοικότες: ὅτι οἱ ἄρσενες τῶν τετ‐ |
| book 151-2a2.2 | τίγων ᾄδουσιν. T |
| book 151-2a3.1 | ἄναιμα καὶ ψυχρὰ ταῦτα τὰ ζῷα. | οἱ δὲ ἄρρενες ᾄδου‐ |
| book 151-2a3.2 | σιν ἐφ’ ὑψηλῶν καθήμενοι τόπων διὰ τὸ θέρεσθαι. b(BCE3E4) |
| book 152a1.1 | δενδρέῳ {ἐφεζόμενοι}: ὅτι Ζηνόδοτος γράφει „δέν‐ |
| book 152a1.2 | δρει“. ὁ μὲν οὖν λέγων δένδρος ὡς κάλλος ἐρεῖ δένδρει ὡς κάλλει, ὁ δὲ |
| book 152a1.3 | δένδρον ὡς βάθρον ἐρεῖ δένδρῳ ὡς βάθρῳ. Ὅμηρος δὲ λέγων „δέν‐ |
| book 152a1.4 | δρεον ὑψιπέτηλον“ (Ν 437) ὡς χάλκεον ἐρεῖ καὶ δενδρέῳ ὡς χαλκέῳ. |
| book 152a1.5 | A |
| book 152a2 | ὅτι Ζηνόδοτος γράφει „δένδρει“. Aint |
| book 152b.1 | ὄπα λειριόεσσαν: ἀνθηράν. T παρὰ τὰ λείρια, ἀπὸ |
| book 152b.2 | τῶν ὁρωμένων ἐπὶ τὰ ἀκουόμενα. οἱ δὲ τὴν ἐκ δρόσου ἀνθοῦσαν ὡς |
| book 152b.3 | βοτάνην. b(BCE3E4)T |
| book 152c.1 | ἱεῖσιν: προπερισπαστέον ὡς „τιθεῖσιν“ (Π 262. β 125)· |
| book 152c.2 | τὰ γὰρ τρίτα πληθυντικὰ ὁριστικὰ ἐνεστῶτος χρόνου τὴν αὐτὴν |
| book 152c.3 | φωνὴν καὶ τὸν αὐτὸν τόνον ἀποφέρεται ταῖς πληθυντικαῖς δοτικαῖς |
| book 152c.4 | μετοχαῖς, λέγομεν λέγετε λέγουσι καὶ τοῖς λέγουσιν, ἵσταμεν ἵστατε |
| book 152c.5.1 | ἱστᾶσι καὶ τοῖς ἱστᾶσι〈ν〉· οὕτως ἵεμεν ἵετε ἱεῖσι· καὶ γὰρ ἱέντες |
| book 152c.5.2 | ἱέντων ἱεῖσιν. ἀντιπίπτει μόνον διά τι αἴτιον τὸ „φασί“ (Β 783. α |
| book 152c.5.3 | 33) πρὸς τὸ φᾶσι μετοχικόν, ὡς στᾶσι. A |
| book 155a.1 | ἦκα {πρὸς ἀλλήλους}: ὅτι Ζηνόδοτος γράφει „ὦκα“. |
| book 155a.2 | εἴτε δὲ ἐπὶ τῆς Ἑλένης ἐστίν, ὅτι ὦκα ἐπορεύετο, ἀπρεπὲς ἔσται· |
| book 155a.3 | εἴτε ἐπὶ τῶν δημογερόντων, ὅτι ὦκα διελέγοντο, ἀνάρμοστον· |
| book 155a.4 | βραδυλόγοι γάρ εἰσιν οἱ γέροντες. A |
| book 155b.1 | ἦκα {πρὸς ἀλλήλους}: Πτολεμαῖος ὁ Ἀσκαλωνίτης ἐν |
| book 155b.2 | τῷ Περὶ τῆς Κρατητ〈ε〉ίου αἱρέσεως (p. 64 B.) φησίν· „‘ὦκα‘ γράφει |
| book 155b.3 | ἀντὶ τοῦ ἦκα“. καὶ ἀπολογούμενός φησιν ὅτι μετ’ αὐτὸ διασταλτέ‐ |
| book 155b.4 | ον, ἵν’ ᾖ „Ἑλένην ἐπὶ πύργον ἰοῦσαν“ (Γ 154) / ὦκα. πρὸς δὲ τῷ |
| book 155b.5.1 | μὴ ἁρμόζειν ἐπὶ τῆς Ἑλένης τὸ δρομαίαν αὐτὴν προσέρχεσθαι, μὴ |
| book 155b.5.2 | καὶ ἔτι καταλάβῃ αὐτοὺς ταῦτα διαλεγομένους, καὶ ἡ ἀρετὴ τοῦ πρέ‐ |
| book 155b.5.3 | ποντος ἀφαιρεῖται· τὸ γὰρ ἦκα ἐπὶ πρεσβυτῶν ὡς οὐδὲν ἕτερον ἁρ‐ |
| book 155b.5.4 | μόζει, καὶ μάλιστα ὅτι κάλλος γυναικὸς θαυμάσαντες τῶν ἰδίων κα‐ |
| book 155b.5.5 | ταφρονοῦσι κινδύνων. τοῦτο οὖν οὐκ ἦν πρέπον ἄλλον ἀκούειν. |
| book 155b.10.1 | ἀμφότερα δὲ ὁ ποιητὴς ἐφύλαξεν, καὶ τὸ τῆς Ἑλένης ἐγκώμιον καὶ |
| book 155b.10.2 | τὸ τοῖς πρεσβύταις πρέπον, προσθεὶς τὸ ἦκα. A |
| book 155c.1 | ἦκα πρὸς ἀλλήλους: ἠρέμα, ἡσύχως· T | αἰσχύνην γὰρ |
| book 155c.2 | αὐτοῖς ὁ λόγος ἔφερε παρ’ ὥραν κάλλος γυναικὸς θαυμάζουσιν καὶ |
| book 155c.3 | ἄλλως φιλαλήθης ἡ μὴ κατὰ πρόσωπον μαρτυρία. b(BCE3E4)T |
| book 156-8a.1 | οὐ νέμεσις Τρῶασ〈—ἔοικεν〉: ἡ στιγμὴ |
| book 156-8a.2 | κατὰ τὸ τέλος τοῦ ἑξῆς στίχου ἐπὶ τὸ πάσχειν (157). εἶτα ἀφ’ |
| book 156-8a.3 | ἑτέρας ἀρχῆς αἰνῶς ἀθανάτῃσι (158), τοῦ αἰνῶς ἐν ἴσῳ κειμένου |
| book 156-8a.4 | τῷ λίαν, ὡς κἀκεῖ „αἰνῶς γὰρ κεφαλήν τε καὶ ὄμματα καλά“ (α 208). |
| book 156-8a.5 | τινὲς δὲ τῶν καθ’ ἡμᾶς τοῖς ἄνω προστιθέασι τὸ αἰνῶς. A |
| book 156-8b.1 | οὐ νέμεσις 〈Τρῶας—ἔοικεν〉: τρίγωνον ἐπί‐ |
| book 156-8b.2 | γραμμα πρῶτος Ὅμηρος γέγραφε τὸ „οὐ νέμεσις Τρῶασ“· ἀφ’ οἵου |
| book 156-8b.3 | γὰρ τῶν τριῶν στίχων ἀρξόμεθα, ἀδιάφορον. AT |
| book 156.1 | οὐ νέμεσις: οὐ νεμεσητόν, ὡς τὸ „οὐχ ὁσίη“ (χ 412) ἀντὶ |
| book 156.2 | τοῦ οὐχ ὅσιον. b(BCE3E4)T |
| book 157 | 〈τοιῇδ’:〉 ἕν ἐστι· διὸ προπερισπαστέον τὸ τοιῇδε. Aint |
| book 158a.1 | αἰνῶς ἀθανάτῃσι: ἀντὶ τοῦ λίαν. b(BCE3E4) | ὡς τὸ |
| book 158a.2 | „αἰνῶς γὰρ κεφαλήν τε καὶ ὄμματα“ (α 208): Aint b (BCE3E4)T |
| book 158a.3 | οὐκ ὀρθῶς οὖν τινες τὸ αἰνῶς τῷ „πάσχειν“ (Γ 157) συνάπτουσιν. |
| book 158a.4 | Aim b (BCE3E4)T |
| book 158b | ἀθανάτῃσι θεῇσι: δι’ ὑπερβολὴν ἄμφω κεῖται. T |
| book 159 | 〈ὧσ〉: περισπαστέον τὸ ως· ἀντὶ γὰρ τοῦ ὅμως. Aint |
| book 160a.1 | ἡμῖν: ὀρθοτονητέον· ἔστι γὰρ ἐν συμπλοκῇ διασταλτι‐ |
| book 160a.2 | κῶς εἰλημμένη, ἡμῖν καὶ τοῖς τέκνοις. A |
| book 160b.1 | μηδ’ ἡμῖν τεκέεσ〈σ〉ί τ’ 〈ὀπίσσω πῆμα λίποι‐ |
| book 160b.2 | το〉: ὀρθοτονητέον τὸ ἡμῖν· b(BCE3)T | μόλις δὲ ἀνακαλοῦνται τοῦ |
| book 160b.3 | πάθους τὸν λογισμόν. b(BCE3E4)T |
| book 161.1 | 〈ἐκαλέσσατο φωνῇ:〉 ἐφώνησεν, ἀλλ’ b(BCE3E4) |
| book 161.2 | οὐ δι’ ἀγγέλου b(BCE3E4)T ἐκάλεσε. b(BCE3E4) |
| book 162a1.1 | φίλον τέκος: φίλον, ἵνα μὴ ὑπονοοῦντας αὐτοὺς ἀπο‐ |
| book 162a1.2 | στρέφηται. T |
| book 162a2.1 | φίλον {δὲ} τέκος, ἵνα μὴ ὑπονοοῦσά τι ἐν αὐτοῖς |
| book 162a2.2 | δεινὸν ἀποστραφῇ. b(BCE3E4) |
| book 163a | 〈ἴδῃ:〉 ὅτι χωρὶς τοῦ ς γράφειν ὁμηρικώτερον. Aint |
| book 163b1.1 | πηούς: πηοὶ λέγονται οἱ ἐπίκτητοι συγγενεῖς παρὰ τὸ |
| book 163b1.2 | πάσασθαι. T |
| book 163b2 | πηοὶ οὐχ οἱ κυρίως, ἀλλ’ οἱ ἐπείσακτοι συγγενεῖς b |
| book 163b2 | (BCE3E4) καὶ ἐπίκτητοι. b(BE3E4) |
| book 164a1.1 | οὔτι μοι αἰτίη ἐσσί: πατρικὴν σῴζων διάθεσιν οὔ |
| book 164a1.2 | φησι ‘παῖς νύ μοι αἴτιός ἐστι‘. T |
| book 164a2.1 | πατρικήν πως σώζων διάθεσιν κατὰ τὸν λόγον οὔ φησιν |
| book 164a2.2 | αὐτὴν αἰτίαν· πῶς γάρ; b(BCE3) |
| book 165.1 | οἵ μοι ἐφώρμησαν 〈πόλεμον πολύδακρυν Ἀχαι‐ |
| book 165.2 | ῶν〉: ἐμφαντικῶς ἀπὸ τῶν θηρευτικῶν κυνῶν φησι τὸ ἐφώρμησαν. b |
| book 165.3 | (BCE3E4)T δῆλον δ’ ὅτι τοὺς Ἕλληνάς φησιν. b(BE3E4) |
| book 166a.1 | 〈ὥς μοι καὶ τόνδ’ ἄνδρα πελώριον ἐξονο‐ |
| book 166a.2 | μήνῃς:〉 πῶς ἐν ταῖς πρώην πρὸ τείχους γενομέναις συμβολαῖς οὐ |
| book 166a.3 | παρεκάλει Πρίαμος παρ’ Ἑλένης τοὺς ἀρίστους μαθεῖν; ὡς ἐνόπλων |
| book 166a.4 | αὐτῶν †προσβαλόντων† τῷ τείχει δυσχερὲς ἦν ἐπισημήνασθαι τῶν |
| book 166a.5.1 | ὅπλων πολλάκις δυναμένων ἀπατᾶν, ὡς καὶ ἐπὶ Πατρόκλου „καί τοι |
| book 166a.5.2 | τεύχεα καλὰ δότω, / αἴ κέ σε τῷ ἴσκοντες ἀπόσχωνται“ (cf. Λ 798—9). |
| book 166a.5.3 | b(BCE3E4)T |
| book 166a.1 | ἐζήτηται πῶς ὁ Πρίαμος τῷ δεκάτῳ ἔτει—πάντας |
| book 166a.2 | ἐνόπλους ὡς νῦν. A |
| book 166b1.1 | ὥς μοι καὶ τόνδ’ ἄνδρα 〈πελώριον ἐξονο‐ |
| book 166b1.2 | μήνῃσ〉: ἐὰν τὸ ἵνα ἐκ τοῦ ὥς σημαίνηται, ἔσται τῶν ἄνω ἐχόμενος |
| book 166b1.3 | ὁ λόγος, „ὄφρα ἴδῃ πρότερόν τε πόσιν“ (Γ 163) καὶ ὥς μοι τόνδ’ |
| book 166b1.4 | ἄνδρα (cf. 166). βέλτιον δέ, εἴ γε καὶ τὸ ἐξονομήνῃς ἀντὶ τοῦ |
| book 166b1.5 | εὐκτικοῦ παραλαμβάνῃς. A |
| book 166b2.1 | ὥς μοι καὶ τόνδ’ ἄνδρα 〈πελώριον ἐξονο‐ |
| book 166b2.2 | μήνῃσ〉: τὸ ἑξῆς, „ὄφρα ἴδῃς πρότερόν τε πόσιν“ καὶ ὥς μοι τόνδ’ |
| book 166b2.3 | ἄνδρα, ἵν’ ᾖ τὸ ὥς ἀντὶ τοῦ ἵνα. τινὲς δὲ τὸ ὥς ἀντὶ τοῦ εἴθε καὶ τὸ |
| book 166b2 | ὀνομήνῃς ἀντὶ τοῦ ὀνομήναις. b(BCE3E4)T |
| book 168.1 | κεφαλῇ καὶ μείζονες ἄλλοι: καὶ πῶς „κεφαλὴν ἴκελος |
| book 168.2 | Διΐ“ (Β 478); ἢ τὸ ἡγεμονικὸν ἔλεγε τότε, ἢ τῷ εἰπεῖν „ἤματι τῷ“ |
| book 168.3 | (Β 482) δηλοῖ τότε μόνον πρὸς ἡμέραν ταῦτα συμβῆναι αὐτῷ. T |
| book 169.1 | καλὸν δ’ οὕτω ἐγὼν 〈οὔπω ἴδον ὀφθαλμοῖσιν〉: |
| book 169.2 | τὸ ἑξῆς, καλὸν ὀφθαλμοῖσιν. T |
| book 170 | γεραρόν: τὸν γεραηρόν, συγκοπῇ. T |
| book 172.1 | αἰδοῖός τέ μοί ἐσσι, 〈φίλε ἑκυρέ, δεινός τε〉: |
| book 172.2 | εὐφυῶς τὰ τῆς δυσαρεστήσεως ἰάσατο, φάσκουσα τὰ μὲν αἰδεῖσθαι, |
| book 172.3 | τὰ δὲ φοβεῖσθαι αὐτόν. ἐπειδὴ δὲ αὐτὸς „τέκοσ“ (Γ 162) αὐτὴν εἶπε, |
| book 172.4 | καὶ αὐτή φησιν· πατρικὴν αἰδῶ καὶ φόβον σῴζω περὶ σέ· ἡ γὰρ |
| book 172.5 | ὑπερβάλλουσα τιμὴ ἐν αἰδοῖ καὶ φόβῳ κεῖται. b(BCE3E4)T |
| book 173a1.1 | 〈ὡς ὄφελεν θάνατός μοι ἁδεῖν:〉 ὄφελεν ἐμοὶ |
| book 173a1.2 | τερφθῆναι. εἰ δὲ ἀρέσαι λέγοι, δηλοῖ ὡς ὡραϊσθεῖσα ἠκολούθησεν |
| book 173a1.3 | Ἀλεξάνδρῳ, ἀλλὰ μὴ ἀπατηθεῖσα. b(BCE3E4) |
| book 173a2.1 | θάνατός μοι ἁδεῖν κακός: τερφθῆναί μοι· ἐρασθεῖσα |
| book 173a2.2 | γὰρ ἠκολούθησεν Ἀλεξάνδρῳ. T |
| book 174 | θάλαμον: μετ’ ἐπικρύψεως τὸν ἄνδρα δηλοῖ. T |
| book 175.1 | παῖδά τε τηλυγέτην: λέγει τὴν Ἑρμιόνην. ὁ δὲ Πορφύ‐ |
| book 175.2 | ριος—δύο παῖδες τιμῶνται, Νικόστρατος καὶ Αἰθιόλας. A |
| book 175.1 | τηλυγέτην: καταχρηστικῶς εἶπεν. κυρίως δὲ τηλύγετοι |
| book 175.2 | —μᾶλλον ἀγαπᾶσθαι. A |
| book 176 | 〈τά γ’:〉 διὰ τοῦ κέ συνδέσμου συνήλειπται, „τά κε“. |
| book 176 | γράφεται δὲ καὶ τά γε. Aint |
| book 178.1 | οὗτός γ’ Ἀτρείδησ〈—αἰχμητήσ〉: ὡς ἑνὶ λόγῳ ἐπιγραμματικῶς αὐτὸν |
| book 178.2 | δηλοῖ. T |
| book 179.1 | ἀμφότερον: τοῦτο συναπτέον τῷ ἀγαθός, ἵν’ ᾖ κατ’ ἄμ‐ |
| book 179.2 | φω ἀγαθός· καὶ τὸν ἰσχυρὸν γὰρ ἀγαθόν φησιν. μέγιστα δὲ πρὸς βα‐ |
| book 179.3 | σιλείαν ταῦτα, τήν τε τῶν οἰκείων καὶ τὴν τῶν πολεμίων εἰρήνην |
| book 179.4 | πραγματευόμενα. A b (BCE3E4)T τοιοῦτος δὲ Ἀγαμέμνων, ὑπὸ |
| book 179.5.1 | μὲν Ὀδυσσέως καὶ Διομήδους ἐνίοτε ὑβριζόμενος (cf. Ξ 82—102 et |
| book 179.5.2 | Ι 31—44), ὑπὸ δὲ Ἀδράστου ἱκεσίαν οὐ δεχόμενος (cf. Ζ 53—65). b |
| book 179.5.3 | (BCE3E4)T |
| book 180a1.1 | δαὴρ αὖτ’ ἐμὸς 〈ἔσκε〉 κυνώπιδος: πρὸς τὴν |
| book 180a1.2 | σημασίαν ὑπήντησεν· τὸ γὰρ δαὴρ ἐμός δηλοῖ τὸ δαήρ †μου† τῆς |
| book 180a1.3 | κυνώπιδος. AT | τούτου δὲ τὸ θηλυκὸν οὐ δάειρα, ἀλλὰ γάλως. διὰ |
| book 180a1.4 | δὲ τοῦ δαέρος λεληθότως τὸν ἄνδρα ὀλοφύρεται. T |
| book 180b1 | εἴποτ’ ἔην γε: εἴποτε ἦν δαήρ, ἐμὸς ἦν δαήρ. T |
| book 180a2/b2.1 | πρὸς τὴν σημασίαν ὑπήντησε· τοῦ κυνώπιδος καὶ τὸ |
| book 180a2/b2.2 | ἐμός· δαὴρ γὰρ ἐμοῦ κυνώπιδος. b(BCE3) | ἢ οὕτως· εἴ ποτ’ ἔην |
| book 180a2/b2.3 | δαήρ, ἐμὸς ἔην. b(BCE3E4) | τούτου δὲ τὸ θηλυκὸν οὐ δάειρα, ἀλλὰ |
| book 180a2/b2.4 | γάλως. διὰ δὲ τοῦ δαέρος λεληθότως τὸν ἄνδρα ὀλοφύρεται. b(BE3) |
| book 180a2/b2.5 | T |
| book 182a.1 | ὦ μάκαρ Ἀτρείδη, 〈μοιρηγενές, ὀλβιόδαι‐ |
| book 182a.2 | μον〉: ἱκανὸς πρὸς πίστιν ὁ παρὰ τῶν ἐχθρῶν οὐ κατὰ πρόσωπον |
| book 182a.3 | γινόμενος ἔπαινος. b(BCE3E4)T | σημειώσαιο δ’ ἂν ὡς κατὰ πρόο‐ |
| book 182a.4 | δον συλλαβῇ ηὔξηται μετ’ ἐκπλήξεως ὁ ἔπαινος κλιμακηδόν. Aim b |
| book 182a.5 | (BCE3)T |
| book 182b | ὀλβιόδαιμον: προπαροξυτόνως· ἔστι γὰρ σύνθετον. τὰ |
| book 182b.1 | δὲ μακρᾷ παραληγόμενα βαρύτονα, ἔχοντα κλητικὴν εἰς ον περατου‐ |
| book 182b.2 | μένην, προπερισπᾶται ἁπλᾶ ὄντα, „Μαχᾶον“ (Ξ 3) Ἀρετᾶον (cf. |
| book 182b.3 | Ζ 31), σύνθετα μέντοι ὄντα ἀναδίδωσι τὸν τόνον, „κυλλοπόδιον“ |
| book 182b.5.1 | (Φ 331) „Ποσείδαον“ (Ξ 357 al.) ὀλβιόδαιμον. καὶ ἐπὶ τῶν ἄλλων |
| book 182b.5.2 | δὲ συνθέτων τὸ αὐτό, λέγω δὲ τὸ „Αὐτόμεδον“ (Ρ 469) καὶ „Ἀγά‐ |
| book 182b.5.3 | μεμνον“ (Β 362 al.)· ταῦτα γὰρ πάλιν τὸν τόνον ἀνεβίβασε κατὰ κλη‐ |
| book 182b.5.4 | τικήν, ἐπεὶ σύνθετα ἦν. τὰ μέντοι παρὰ τὸ φρήν συντιθέμενα ἐφύλαξε |
| book 182b.5.5 | τὸν τόνον, Λυκόφρον (cf. Ο 430) „δαΐφρον“ (Δ 93). ὅθεν σημειῶδες |
| book 182b.10.1 | ἐκεῖνο κατὰ κλητικὴν „ἰὼ Λακεδαῖμον“ Ἀριστοφάνης Ὁλκάσι (fr. |
| book 182b.10.2 | 401 K. = 420 K.—A.), καὶ εἰ σύνθετον τὸ „ψευδόμεναί σε Παλαῖμον“ (Call. fr. 787). |
| book 182b.10.3 | A |
| book 183a.1 | ἦ ῥά νύ τοι πολλοὶ δεδμήατο: λείπει τὸ δικαίως, ὡσεὶ |
| book 183a.2 | λέγοι· δικαίως αὐτῷ πολλοὶ ὑπείκουσι τοιούτῳ ὄντι. T |
| book 183b.1 | δεδμήατο: ἡ μεταφορὰ ἀπὸ τῶν ἀλόγων ζῴων· δαμάζον‐ |
| book 183b.2 | ται γὰρ κυρίως ταῦτα. | τοῦτο δὲ ἔκτασιν ἔχει ποιητικὴν τοῦ ε εἰς τὸ |
| book 183b.3 | η διὰ τὴν ἐπαλληλίαν τῶν βραχέων. τοιοῦτόν ἐστι καὶ τὸ „πεφο‐ |
| book 183b.4 | βήατο“ (Φ 206). ἔστι δὲ συγκεκομμένον· παρὰ γὰρ τὸ δαμῶ δεδαμέατο |
| book 183b.5.1 | ἦν τὸ ἐντελές. δύο οὖν πάθη ὑπέμεινε, συγκοπὴν τοῦ α καὶ ἔκτασιν τοῦ |
| book 183b.5.2 | ε. A |
| book 184a.1 | ἤδη καὶ Φρυγίην: ὅτι διαφέρει ἡ Φρυγία τῆς Τροίας |
| book 184a.2 | καθ’ Ὅμηρον, οἱ δὲ νεώτεροι συγχέουσιν. καὶ ὅτι τὸ ἤδη παρείληπται |
| book 184a.3 | ἀντὶ χρονικοῦ τοῦ ποτέ· διὸ καὶ παραλλήλως λέγεται τὸ ἤδη τῷ |
| book 184a.4 | ποτέ· „ἤδη γὰρ καὶ δεῦρό ποτ’ ἤλυθεν“ (Γ 205). A |
| book 184b | ἤδη καὶ Φρυγίην: τὴν παρὰ τῷ Σαγγαρίῳ, ἥ ἐστι |
| book 184b | μεγάλη· ἡ γὰρ μικρὰ παρὰ τῇ Τροίᾳ. b(BCE3E4)T |
| book 185 | αἰολοπώλους: εὐκινήτους πώλους ἔχοντας. T |
| book 186.1 | λαοὺς Ὀτρῆος: λαοὺς τοὺς ἐπικούρους φησίν· „λαοὶ δ’ |
| book 186.2 | Ἀτρείδεω Ἀγαμέμνονοσ“ (ι 263). b(BCE3E4)T |
| book 187.1 | ἐστρατόωντο παρ’ ὄχθας: διὰ τούτου τὸ μῆκος δηλοῖ |
| book 187.2 | τοῦ ποταμοῦ· διϊὼν γὰρ Φρυγίαν †ἐξίεισι† διὰ Βιθυνίας. b(BCE3E4)T |
| book 188.1 | καὶ γὰρ ἐγὼν ἐπίκουρος 〈ἐών〉: ἴσως διὰ τούτου καὶ τοῦ |
| book 188.2 | γάμου τῆς Ἑκάβης ἠξίωται. b(BCE3E4)T |
| book 188-9.1 | καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν〈—ἀντιάνει‐ |
| book 188-9.2 | ραι〉: Μελανίππη καὶ Ἱππολύτη—σὺν αὐτοῖς, κατ’ ἐκεῖνον |
| book 188-9.3 | ἀκμάζων τὸν καιρόν. A |
| book 189.1 | Ἀμαζόνες 〈ἀντιάνειραι〉: παρὰ τῷ Θερμώδοντι οἰκοῦσιν. |
| book 189.2 | b(BCE3E4)T Ἄρεος καὶ Ἁρμονίας νύμφης Ναΐδος θυγατέρες |
| book 189.3 | εἰσίν. T αἱ δὲ ἐπιφανεῖς αὐτῶν Ἱππολύτη, Ἀντιόπη, ἣν |
| book 189.4 | ἥρπασε Θησεύς, Ἀναία, Ἀνδρομάχη, Γλαύκη, Ὀτρηρή, ἧς |
| book 189.5.1 | Πενθεσίλεια· ἃς ἐπὶ πυριπνόων ἵππων μαχομένας ληΐζεσθαι τὰς |
| book 189.5.2 | περιχώρους καταδραμεῖν τε ὕστερον τὴν Φρυγίαν λείας ἕνεκεν ἐπὶ |
| book 189.5.3 | Μύγδονος τοῦ Ἄκμονος b(BCE3E4)T καὶ Ὀτρέως τοῦ Δύμαν‐ |
| book 189.5.4 | τος. T ὠνομάσθησαν δὲ ἢ παρὰ τὸ μὴ ἔχειν τὸν ἕτερον τῶν |
| book 189 | μαζῶν (ἐπυράκτουν γὰρ αὐτὸν πρὸς τὸ μὴ ἐμποδίζεσθαι ἐν τῇ |
| book 189.10.1 | τοξείᾳ) ἢ παρὰ τὸ μὴ χρῆσθαι μάζαις, χελώναις δὲ καὶ σαύροις καὶ |
| book 189.10.2 | ὄφεσιν. b(BCE3E4)T τινὲς δὲ ταῖς Σαυροματίσι φασὶ 〈τὰσ〉 |
| book 189.10.3 | αὐτάς. T | ἀντιάνειραι δὲ αἱ ἶσαι ἢ ἐναντίαι τοῖς ἀνδράσιν. |
| book 189.10.4 | b(BCE3E4) |
| book 189 | Ἀμαζόνες ἀντιάνειραι: αἱ Ἀμαζόνες λέγονται εἶναι |
| book 189.15 | —ἐν τῷ τοξεύειν. A |
| book 190a | ἑλίκωπες: ἀξιοθέατοι, εὐγενεῖς τὴν θέαν. b(BCE3E4)T |
| book 190b.1 | 〈ἀλλ’ οὐδ’ οἳ τόσοι ἦσαν, ὅσοι ἑλίκωπες Ἀχαιοί:〉 |
| book 190b.2 | οὐκ ἀλόγως αὔξει τοὺς Ἕλληνας· τοὺς γὰρ πλείους καὶ κρατῆσαι |
| book 190b.3 | καλὸν καὶ ἡσσᾶσθαι ὑπὸ τούτων οὐκ ἐπονείδιστον. b(BCE3E4)Til |
| book 191.1 | δεύτερον αὖτ’ Ὀδυσῆα: οὐδετέρως διὰ 〈τὸ〉 „τὸ τρίτον |
| book 191.2 | αὖτ’ Αἴαντα“ (Γ 225), εἰ μὴ ἐνήλλακται, ὡς τὸ „πρώτην ἄλοχον θέτο |
| book 191.3 | Μῆτιν“ (Hsd. th. 886), „τὸ τρίτον ἠγάγετο“ (ib. 901). T |
| book 192.1 | εἴπ’ ἄγε μοι καὶ τόνδε: καλῶς ἔταξεν ἀρχήν, φρόνησιν, |
| book 192.2 | ἀνδρίαν. | ὁ δὲ χρόνος αὐτῷ λήθην ἐνεποίησεν Ὀδυσσέως. T |
| book 193a.1 | 〈μείων μὲν κεφαλῇ Ἀγαμέμνονος Ἀτρείδαο:〉 |
| book 193a.2 | Ἀρίσταρχος „κεφαλήν“. | βέλτιον δὲ ἀπ’ ἄλλης ἀρχῆς, ἵνα λείπῃ τὸ |
| book 193a.3 | ἐστίν. Aim |
| book 193b.1 | 〈μείων μέν:〉 τοῦτο ἀπὸ ἄλλης ἀρχῆς λείποντος τοῦ |
| book 193b.2 | ἐστί. Til |
| book 194 | ἰδέ {στέρνοισιν}: ἀντὶ τοῦ καί. σημαίνει δὲ ἐνίοτε καὶ τὸ |
| book 194 | ὅπως. T |
| book 196.1 | αὐτὸς δὲ κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν: |
| book 196.2 | περιφοιτᾷ, μὴ δόλος τις εἴη περὶ τὴν στρατιάν. στὶξ δὲ τὸ ἐκ δύο φα‐ |
| book 196.3 | λάγγων, ὅ ἐστι διακοσίων τετταράκοντα ἀνδρῶν. b(BCE3E4)T | |
| book 196.4 | κτίλος οἱονεὶ κίλος τις ὢν παρὰ τὸ κίειν. T |
| book 197.1 | πηγεσιμάλλῳ: μελανομάλλῳ· οὗτος γὰρ ἐν λευκῷ ποιμνίῳ |
| book 197.2 | διάδηλος ἔσται. A b (BCE3E4)T τῷ πραϋτάτῳ δὲ εἴκασται A b |
| book 197.3 | (BCE3)T διὰ τὸ ἀτάραχον. A b (BCE3E4)T |
| book 198a.1 | {ὥστ’} οἰῶν: Ἀρίσταρχος δισυλλάβως ὡς αἰγῶν, καὶ Πτο‐ |
| book 198a.2 | λεμαῖος ὁ Ἀσκαλωνίτης (p. 44 B.). Ἀριστόνικος δὲ τρισυλλάβως, ὅς |
| book 198a.3 | τ’ ὀΐων μέγα πῶϋ. ὁ μέντοι Πτολεμαῖος οὐχ ὑγιὲς αἴτιον ἐπιφέρει τῆς |
| book 198a.4 | δισυλλάβου ἀναγνώσεως· φησὶ γὰρ ὅτι ἡ εὐθεῖα μονοσύλλαβός ἐστιν, |
| book 198a.5.1 | οἶς ὡς αἴξ. διαμαρτάνει δέ· οὐδέποτε γὰρ ὁ ποιητὴς μονοσυλλάβως |
| book 198a.5.2 | εἶπε τὴν εὐθεῖαν, δισυλλάβως δέ, „τοῖσι δ’ ὄϊς λάσιοσ“ (Ω 125). καὶ |
| book 198a.5.3 | τὰς πλαγίους δὲ κατὰ διάστασιν τοῦ ι λέγει, εἰ μὴ κωλύοι μέτρον· „ἐν |
| book 198a.5.4 | δ’ ἄρα νῶτον ἔθηκ’ ὄϊοσ“ (Ι 207) καὶ „μῆλ’ ὄϊές τε καὶ αἶγεσ“ (ι 184) |
| book 198a.5.5 | καὶ „Τειρεσίῃ δ’ ἀπάνευθεν ὄϊν“ (κ 524). ἕνεκα δὲ μέτρου „οἰὸς ἀώτῳ“ |
| book 198a.10.1 | (α 443) καὶ „οἰῶν τε βληχήν“ (μ 266). ὥστε εἰ καὶ ἐνθάδε μέτρον οὐ |
| book 198a.10.2 | κωλύει, οὐδὲν ἦν ἐμποδὼν παραδέξασθαι τὴν τοῦ Ἀριστονίκου ἀνά‐ |
| book 198a.10.3 | γνωσιν· καὶ γὰρ ἄλλως τὸ ὄϊς ἀναλογώτερον ἔσται δισύλλαβον ὂν |
| book 198a.10.4 | τοῦ μονοσυλλάβου· πολλὰ γὰρ τὰ εἰς ις λήγοντα ἐπ’ εὐθείας, οὐδὲν δὲ |
| book 198a.10.5 | εἰς οις, ὅ τι μὴ μόνον τὸ οἶς καὶ παρ’ Ἀττικοῖς τὸ φθοῖς. A |
| book 198b.1 | ὅς τ’ οἰῶν μέγα πῶϋ: ὁ μὲν Ἀρίσταρχος οἰῶν ὡς, |
| book 198b.2 | αἰγῶν ὁ δὲ Ἡρωδιανὸς „ὀΐων“ ὡς δαΐδων, λέγων ὡς οὐ κλίνει τὸ |
| book 198b.3 | μονοσύλλαβον ὁ ποιητής, εἰ μὴ μέτρον κωλύσειεν. A b (BCE3E4)T | |
| book 198b.4 | πῶϋ δὲ παρὰ τὴν πόαν· ἢ πῶϋ ἐστὶ 〈παρὰ τὸ πῶ τὸ〉 πίνω. T |
| book 200-2.1 | οὗτος δ’ αὖ Λαερτιάδης πολύμητις Ὀδυσσεύς / |
| book 200-2.2 | 〈—πυκνά〉: ἐν βραχεῖ τὸ ἐπίγραμμα πάντα ἔχει. μετὰ ἐπαίνων |
| book 200-2.3 | δὲ περὶ ἑκάστου ἐκτίθεται διὰ τὸ προσπεπονθέναι τῷ Ἑλληνικῷ. A b |
| book 200-2.4 | (BCE3E4)T |
| book 201.1 | ἐν δήμῳ Ἰθάκης: ἔστι νῆσος τῆς Κεφαλ〈λ〉ηνίας. καὶ |
| book 201.2 | τόπος—καὶ πλῆθος τῶν ἀνδρῶν. A |
| book 201.1 | κραναῆς περ ἐούσης: καὶ λυπρὰ γὰρ χωρία πέφυκεν ἀρί‐ |
| book 201.2 | στους ἄνδρας ἐκβάλλειν. ᾔδει δὲ τούτους ὡς ξενισθέντας παρ’ αὐτῇ, ὃ |
| book 201.5.1 | διὰ τὸ προσκορὲς ἐπὶ μόνου Ἰδομενέως ἐσήμανε· b(BCE3)T „πολ‐ |
| book 201.5.2 | λάκι μιν ξείνισ〈σ〉ε〈ν〉“ (Γ 232). T |
| book 202.1 | 〈παντοίους τε δόλους:〉 εἰσὶ γὰρ καὶ κακοὶ καὶ καλοί. b |
| book 202.2 | (BCE3E4)Til |
| book 203-6.1 | 〈Ἀντήνωρ πεπνυμένος—δῖος Ὀδυσσεύς / |
| book 203-6.2 | —σὺν ἀρηϊφίλῳ Μενελάῳ:〉 ὁ ἄρχων τὸν ἄρχοντα καὶ ὁ |
| book 203-6.3 | ῥήτωρ τὸν ῥήτορα ἐπαινεῖ. b(BCE3)Til |
| book 205a.1 | ἤδη γὰρ καὶ δεῦρο: ὅτε ἐκ Τενέδου ἐπρεσβεύοντο οἱ περὶ |
| book 205a.2 | Μενέλαον, τότε Ἀντήνωρ ὁ Ἱκετάονος ὑπεδέξατο αὐτούς, b(BCE3) |
| book 205a.3 | T καὶ δολοφονεῖσθαι μέλλοντας ἔσωσεν· ὅθεν μετὰ τὴν ἅλωσιν |
| book 205a.4 | τῆς Τροίας ἐκέλευσεν Ἀγαμέμνων φείσασθαι τῶν οἰκείων Ἀντήνορος, |
| book 205a.5 | παρδάλεως δορὰν ἐξάψας πρὸ τῶν οἴκων αὐτοῦ. b(BCE3E4)T |
| book 205b | 〈ἤδη γὰρ καὶ δεῦρό ποτ’:〉 ὅτι παραλλήλως τὸ ἤδη |
| book 205b | τῷ ποτέ. Aint |
| book 205c | 〈δεῦρό ποτ’:〉 ποτὲ δεῦρο, εἰς τόπον. Til |
| book 206a.1 | σεῦ ἕνεκ’ 〈ἀγγελίησ〉: ὅτι Ζηνόδοτος γράφει „σῆς |
| book 206a.2 | ἕνεκ’ ἀγγελίησ“. οὐ λέγει δὲ συνήθως ἡμῖν, τῆς σῆς ἀγγελίας χάριν, |
| book 206a.3 | ἀλλ’ ἀγγελίης ἀντὶ τοῦ ἄγγελος. | πρὸ τοῦ στρατεῦσαι—Ἀν‐ |
| book 206a.4 | τήνωρ ξενίζει φιλοφρόνως. A |
| book 206b | 〈ἀγγελίης:〉 ὡς ἀγχονίης· θάνατος, ὀρθῆς. Til |
| book 206c.1 | σεῦ ἕνεκ’ ἀγγελίης 〈σὺν ἀρηϊφίλῳ Μενελάῳ〉: οὐ |
| book 206c.2 | ῥιψοκινδύνως Μενέλαος ἔρχεται, ἀλλ’ εἴ πως αἰδεσθῶσι τὸν παθόντα· |
| book 206c.3 | εἰ γὰρ Ἑλένης χάριν ὁ πόλεμος, πόσον εἰ Μενέλαος ἀνῄρητο; b |
| book 206c.4 | (BCE3E4)T Ὀδυσσεὺς δὲ ὡς συνετὸς σκοπῆσαι τὰ βαρβάρων, |
| book 206c.5.1 | ὅπως ῥώμης ἔχοιεν. οὐχὶ δὲ Νέστωρ· οὐ γὰρ μόνον συνετούς, ἀλλὰ καὶ |
| book 206c.5.2 | δραστηρίους πρεσβεύεσθαι δεῖ. b(BE3E4)T |
| book 207.1 | 〈ἐξείνισσα καὶ ἐν μεγάροισι φίλησα:〉 ὅτι παραλλήλως |
| book 207.2 | ἐξείνισα καὶ ἐφίλησα· τὸ γὰρ φιλεῖν ἐνίοτε ἀντὶ τοῦ ξενίζειν τίθησι. Aint |
| book 208 | 〈φυήν:〉 τὸ εἶδος. Til |
| book 210 | 〈ὑπείρεχεν:〉 ὑπὲρ αὐτὸν εἶχεν. Til |
| book 211a1.1 | ἄμφω δ’ ἑζομένω 〈γεραρώτερος ἦεν Ὀδυσσεύσ〉: |
| book 211a1.2 | ὅτι Ζηνόδοτος σὺν τῷ ν γράφει „ἑζομένων“. τὸ δὲ ἄμφω δύο πτώσεις |
| book 211a1.3 | ἔχει, ἀμφότεροι ἢ ἀμφοτέρους. καὶ νῦν λέγει ἀμφότεροι δὲ καθήμενοι, |
| book 211a1.4 | κατ’ ἐναλλαγὴν πτώσεως, ἀντὶ τοῦ καθημένων δὲ ἀμφοτέρων, καὶ |
| book 211a1.5 | ἔστι σύνηθες ὡς ἐπ’ ἐκείνου· „οἱ δὲ δύο σκόπελοι, ὁ μέν“ (μ 73), ἀντὶ |
| book 211a1 | 〈τοῦ〉 τῶν δύο σκοπέλων. A |
| book 211a2.1 | ἄμφω δ’ ἑζομένω, γεραρώτερος ἦεν Ὀδυσσεύς: |
| book 211a2.2 | ὡς τὸ „σύν τε δύ’ ἐρχομένω“ (Κ 224) καὶ „οἱ δὲ δύο σκόπελοι“. T |
| book 212.1 | ἀλλ’ ὅτε δὴ μύθους: τρεῖς τρόπους ῥητορείας οἶδεν Ὅμη‐ |
| book 212.2 | ρος, τὸν ἀπολελυμένον, βραχύν, ἱκανὸν αὐτὰ τὰ ἀναγκαῖα παραστῆ‐ |
| book 212.3 | σαι, ὃν Λυσίας ἐζήλωσεν· τὸν δὲ ὑψηλόν, καταπληκτικόν, μεστὸν |
| book 212.4 | ἐνθυμημάτων, καὶ τούτων ἀθρόως λεγομένων, ὃν Δημοσθένης· τὸν δὲ |
| book 212.5.1 | πιθανὸν καὶ τεχνικόν, πολλῶν πλήρη δογμάτων, ὃν Ἰσοκράτης |
| book 212.5.2 | ἐζήλωσε, τὸ γνωμικὸν καὶ σαφὲς ἐπιλεγόμενος. A b (BE3E4)T |
| book 212.5.3 | ἀπολελυμένος Μενέλαος Λυσίας, πυκνὸς Ὀδυσσεὺς Δημοσθένης, πιθα‐ |
| book 212.5.4 | νὸς Νέστωρ Ἰσοκράτης. T |
| book 213.1 | ἐπιτροχάδην ἀγόρευε: παρατρέχων καὶ τὰ καίρια μόνον |
| book 213.2 | λέγων. b(BCE3E4)T |
| book 213.1 | ἐπιτροχάδην: βραχυλόγοι γὰρ οἱ Λάκωνες—τουτ‐ |
| book 213.2 | έστι πυκνὰ καὶ πολλά. A |
| book 214a1.1 | παῦρα μέν, ἀλλὰ μάλα λιγέως: οὐχ ὡς Λάκων· |
| book 214a1.2 | οὔπω γὰρ Δωριεῖς. ἀλλ’ ὅτι ἀπορώτεροι οἱ νέοι καὶ τὸ ἀνθηρὸν διώ‐ |
| book 214a1.3 | κοντες. T |
| book 214a2.1 | οἱ γὰρ νέοι, ἀπειρότεροι τοῦ τὰ πλείονα καὶ συμφέροντα |
| book 214a2.2 | λέγειν ὄντες τὸ ἀνθηρὸν μόνον καὶ χαρίεν διώκουσιν. b(BCE3E4) |
| book 215a1.1 | 〈οὐδ’ ἀφαμαρτοεπήσ〉 ἠ καὶ γένος ὕστερος ἦεν: |
| book 215a1.2 | ἐὰν βαρύνωμεν τὸν ἤ σύνδεσμον, διαστελοῦμεν βραχύ· κείσεται γὰρ |
| book 215a1.3 | ἀντὶ τοῦ εἴ συναπτικοῦ. ἐὰν δὲ περισπῶμεν, τελείαν στίξομεν· παρα‐ |
| book 215a1 | πληρωματικὸς γάρ ἐστι· καίτοι νεώτερος ἦν. A |
| book 215a2.1 | ἀντὶ τοῦ εἴ. τινὲς δὲ εἰς τὸ ἀφαμαρτοεπής στίζουσι |
| book 215a2.2 | τελείαν, εἶτα καὶ περισπῶσι τὸν η μετ’ ἐπιτάσεως· καίτοι νεώτερος ἦν. |
| book 215a2.3 | b(BCE3E4)T |
| book 215b.1 | 〈ἤ:〉 πιθανώτερον βαρύνειν τὸν η, καὶ ἀντὶ τοῦ εἴ παρα‐ |
| book 215b.2 | λαμβάνεται. Aim |
| book 216.1 | ἀναΐξειεν Ὀδυσσεύς: τὸ πρόθυμον δηλοῖ τῆς ἐγέρσεως |
| book 216.2 | πρὸς κατάπληξιν. b(BCE3E4)T |
| book 217a.1 | στάσκεν: ὅτι οὐ σχεδιάζειν δεῖ, ἀλλὰ καὶ τὴν στάσιν τῶν |
| book 217a.2 | ἐρούντων μεμελετημένην εἶναι· b(BCE3E4)T οἶδε γὰρ καὶ αὕτη |
| book 217a.3 | πολλάκις ὑπόνοιαν κινεῖν. ῥητορικὴ οὖν ἡ στάσις αὐτοῦ. ἀφροσύνην δὲ |
| book 217a.4 | σχηματίζεται πρὸς τὸ μὴ ὑπονοεῖσθαι παρὰ τοῖς ὁρῶσιν· ἢ οἷα εἰκὸς |
| book 217a.5.1 | Μενελάου τὰς οἰκείας βλάβας ἐκθεμένου τεταράχθαι τὴν ἀγοράν· τῇ |
| book 217a.5.2 | εἰς ἑαυτὸν οὖν ἐπιστροφῇ καταρτίζει τοὺς ὁρῶντας. A b (BCE3E4)T |
| book 217b.1 | 〈ὑπαί:〉 ὡς εἰ καὶ ἐντελὴς ἦν, οὕτως ἀναγνωστέον, φυλάτ‐ |
| book 217b.2 | τοντας τῆς προθέσεως τὸν τόνον. Aim |
| book 218.1 | 〈σκῆπτρον:〉 σημειωτέον δὲ ὅτι—ὄμνυσι κατ’ αὐ‐ |
| book 218.2 | τοῦ. Aint |
| book 219a.1 | ἀλλ’ ἀστεμφὲς 〈ἔχεσκεν ἀΐδρεϊ φωτὶ ἐοικώσ〉: |
| book 219a.2 | πρὸς τὸ ἀστεμφές, ὅτι τὸ ἀμετακίνητον· ὁ γὰρ Ἀνακρέων· „σὺ |
| book 219a.3 | γὰρ ἦς ἔμοιγ’ ἀστεμφήσ“ (fr. 22 P.). καὶ ὅτι τὸ ἀΐδρεϊ κατὰ τὸ |
| book 219a.4 | βαρὺ προενεκτέον. A |
| book 219b1.1 | 〈ἀΐδρεϊ φωτὶ ἐοικώς:〉 ἀΐδρεϊ προπαροξυτόνως |
| book 219b1.2 | ὡς ἀπ’ εὐθείας τῆς ἄϊδρις· „χώρου ἄϊδρις ἐών“ (κ 282). ταύτης δὲ |
| book 219b1.3 | τῆς εὐθείας ὀφείλει γενικὴ ἐκπίπτειν ἀΐδρεος, καὶ ἀΐδρεϊ· οὐ γὰρ |
| book 219b1 | δή γε διὰ τοῦ δ· οὐ γάρ ἐστι παρώνυμον μακρᾷ παραληγόμενον. |
| book 219b1.5.1 | ἀλλ’ ὡς τὸ ἔχις πόσις ὄφις, οὕτως ὀφείλει κλίνεσθαι. ὥστε ἐκ τοῦ |
| book 219b1.5.2 | ἐναντίου ἁμάρτημα τὸ παρὰ τῇ Σαπφοῖ τὸ „πολυΐδριδι“ (fr. 190 |
| book 219b1.5.3 | L.—P.), εἰ μὴ ἄρα ὁμοίως τοῖς Ἀττικοῖς ἐκλίθη· ὁ γὰρ Σοφοκλῆς |
| book 219b1.5.4 | „ἴδριδα“ ἔφη (fr. 953 N.2 = 1056 P. = 1056 R.) τὴν αἰτιατικήν. ὅ τε Φρύνι‐ |
| book 219b1.5.5 | χος (fr. 22 N.2 = com. fr. 90 K.) τὴν εὐθεῖαν „ἴδριδεσ“. γένοιτο |
| book 219b1.10.1 | οὖν ἡ δοτικὴ ἀΐδρεϊ φωτὶ ἐοικώς κατὰ τὸν προκείμενον λόγον. |
| book 219b1.10.2 | οὐδὲν δὲ θαυμαστόν, εἰ διὰ τοῦ ι πολλάκις τῶν τοιούτων γενικῶν |
| book 219b1.10.3 | τὴν παραλήγουσαν προφέρονται Ἴωνες, τὴν δὲ δοτικὴν διὰ τοῦ |
| book 219b1.10.4 | ε, οὐχὶ δὲ διὰ τοῦ ι· τάχα γὰρ διὰ τὸ κακόφωνον. ὁ γοῦν ποιητής |
| book 219b1.10.5 | φησιν „εὐνήν τ’ αἰδομένη πόσιοσ“ (π 75), τὴν δὲ δοτικὴν „χαριζο‐ |
| book 219b1.15 | μένη πόσεϊ ᾧ“ (Ε 71). A |
| book 219b2.1 | ἀΐδριϊ ἀπὸ τοῦ ἄϊδρις, καὶ δι’ εὐφωνίαν τὸ ἕτερον ι |
| book 219b2.2 | μετατίθεται. b(BCE3)T |
| book 220a.1 | φαίης κεν: ὅτι τὸ φαίης τὴν φαντασίαν ἔχει ὡς πρὸς |
| book 220a.2 | τὴν Ἑλένην λεγόμενον. κατὰ μέντοι γε Ὁμηρικὴν συνήθειαν ἐκληπτέ‐ |
| book 220a.3 | ον ἐν ἴσῳ τῷ ἔφη τις ἄν, ὡς ἔχει τὸ „ἔνθ’ οὐκ ἂν βρίζοντα ἴδοισ“ |
| book 220a.4 | (Δ 223) ἀντὶ τοῦ ἴδοι τις ἄν. A |
| book 220b.1 | ζάκοτον〈—ἄφρονα〉: διὰ τὸ ὑπόδρα ὁρᾶν, |
| book 220b.2 | ἄφρονα δὲ διὰ τὸ ἀκίνητον τοῦ σκήπτρου. b(BCE3E4)T |
| book 221-2.1 | ἀλλ’ ὅτε δὴ ὄπα τε μεγάλην〈—χειμερίῃ‐ |
| book 221-2.2 | σιν〉: τετράκις ἐν τῷ προσώπῳ φυλακτέον τὰς ὑποστιγμὰς διὰ τοῦ |
| book 221-2 | 〈ὅτ〉ε 〈ἀποτελουμένασ〉. T |
| book 221.1 | μεγάλην: διὰ τὸν θόρυβον τῶν Τρώων ἢ διὰ τὴν κατά‐ |
| book 221.2 | πληξιν τῶν ἀδίκων. b(BCE3E4)T |
| book 222a1.1 | 〈νιφάδεσσιν ἐοικότα χειμερίῃσιν〉: ἡ εἰκὼν ἀφορᾷ |
| book 222a1.2 | πρὸς τὸ τάχος τῆς ῥητορείας· διὰ μὲν γὰρ τοῦ †ἔπεα† πλήθους δηλοῖ |
| book 222a1.3 | τὸ πυκνὸν τοῦ λόγου, διὰ δὲ τοῦ λευκοῦ τὸ σαφές, διὰ τῆς νιφάδος |
| book 222a1.4 | τὴν φρίκην τῶν ἀκουόντων. καὶ αἱ μὲν χειμέριαι ἁπαλαί, αἱ δὲ ἐαριναὶ |
| book 222a1.5 | ἐκκόπτουσι τοὺς καρπούς. b(BCE3E4) |
| book 222a2.1 | νιφάδεσσιν ἐοικότα 〈χειμερίῃσιν〉: ἡ εἰκὼν πρὸς |
| book 222a2.2 | τὸ τάχος, τὸ πλῆθος, τὸ πυκνόν, τὸ σαφές, τὸ λευκὸν τῆς νιφάδος, |
| book 222a2.3 | τὴν φρίκην τῶν ἀκουόντων. καὶ αἱ μὲν χειμέριαι ἁπαλαί, αἱ δὲ ἐα‐ |
| book 222a2.4 | ριναὶ ἐκκόπτουσι τοὺς καρπούς. T |
| book 224a.1 | οὐ τότε γ’ ὧδ’ Ὀδυσῆος 〈ἀγασσάμεθ’ εἶδος |
| book 224a.2 | ἰδόντεσ〉: πρὸς τὸ σιωπώμενον, ὅτι συνυπακοῦσαι δεῖ τὸ οὐ τότε |
| book 224a.3 | οὕτως ἐθαυμάσαμεν τὸ εἶδος ἰδόντες ὡς τὴν κατὰ λόγον δύναμιν. A |
| book 224b1.1 | οὐ τότε γ’ ὧδ’ Ὀδυσῆος ἀγασ〈σ〉άμεθα: οὐχ |
| book 224b1.2 | ὡς ἔτι τὴν μορφὴν ἐθαυμάσαμεν, ὥσπερ τὸν λόγον. T |
| book 224b2.1 | οὐχ οὕτως ἐπὶ τῇ μορφῇ τότε ἐθαυμάσαμεν, ὅσον ἐπὶ τῷ |
| book 224b2.2 | λόγῳ ἐξεπλάγημεν. b(BCE3) |
| book 225a1.1 | 〈τὸ τρίτον αὖτ’ Αἴαντα:〉 μετὰ τὴν τῆς φρονήσεως |
| book 225a1.2 | τάξιν τὴν τῆς ἀνδρίας τέταχεν· Ὀδυσσεὺς μὲν γὰρ φρονιμώτερος, |
| book 225a1.3 | Αἴας δὲ ἀνδρειότερος. b(BCE3E4) |
| book 225a2 | τὸ τρίτον αὖτ’ Αἴαντα: μετὰ φρόνησιν ἡ ἀνδρεία. T |
| book 226 | ἠΰς τε: προσηνὴς τὴν ὄψιν. T |
| book 227a.1 | κεφαλήν τε καὶ εὐρέας ὤμους: οὕτως σὺν τῷ τέ ἡ |
| book 227a.2 | Ἀριστάρχου καὶ ἡ Ἀριστοφάνους. καὶ ἔστιν εὐφραδέστερον. Aim |
| book 227b | ἔξοχοσ〈—〉κεφαλὴν ἠδ’ εὐρέας ὤμους: διὰ |
| book 227b | μὲν τῆς κεφαλῆς τὸ μῆκος, διὰ δὲ τῶν ὤμων τὸ πλάτος. T |
| book 229.1 | 〈πελώριος,〉 ἕρκος Ἀχαιῶν: πελώριος οὗτος διὰ τὸν |
| book 229.2 | ἕτερον Αἴαντα, τὸν Ὀϊλέως. | ὅρα δὲ πῶς b(BCE3E4) ἐπὶ μὲν |
| book 229.3 | Ἀχιλλέως „μέγα ἕρκοσ“ φησίν (cf. Α 283—4), b(BCE3E4)T ἐν‐ |
| book 229.4 | ταῦθα δὲ μόνον ἕρκος ἁπλῶς. b(BCE3E4) |
| book 230a.1 | Ἰδομενεὺς δ’ ἑτέρωθεν: ὅτι πλησίον ὁ Ἰδομενεὺς |
| book 230a.2 | Αἴαντος τοῦ Τελαμωνίου ἐτάσσετο κατὰ τὴν ἐπιπώλησιν (cf. Δ |
| book 230a.3 | 251—74) συμφώνως. παραιτητέον ἄρα ἐκεῖνον τὸν στίχον τὸν ἐν τῷ |
| book 230a.4 | Καταλόγῳ (Β 558) ὑπό τινων γραφόμενον „στῆσε δ’ ἄγων ἵν’ |
| book 230a.5.1 | Ἀθηναίων ἵσταντο φάλαγγεσ“· οὐ γὰρ ἦσαν πλησίον Αἴαντος |
| book 230a.5.2 | Ἀθηναῖοι (cf. Δ 326—7). A |
| book 230b.1 | 〈ἐνὶ Κρήτεσσι〉 θεὸς ὥς: τῷ κάλλει. τὸ δὲ Κρήτεσσι |
| book 230b.2 | προσέθηκεν, ὅπως δειχθῇ μὴ δελεασθεῖσα. ἢ τοῖς τρόποις αὐτὸν |
| book 230b.3 | ἐχαρακτήρισεν ὡς εἰδυῖα τῇ συνεχεῖ ξενίᾳ. b(BCE3E4)T |
| book 232 | 〈ξείνισσεν:〉 ὡς συγγενῆ. Til |
| book 235.1 | 〈οὕς κεν εὖ γνοίην καὶ τοὔνομα μυθησαίμην:〉 |
| book 235.2 | ἀντὶ τοῦ γινώσκω b(BCE3E4)Til καὶ μυθοῦμαι. b(BCE3E4) |
| book 236a.1 | οὐ δύναμαι ἰδέειν: τοῦτό φησιν ὡς πάντη μὲν ἐκπετά‐ |
| book 236a.2 | σασα τὴν θέαν, οὐδαμῆ δὲ ἰδοῦσα. | πῶς δὲ οὐκ ἐρωτηθεῖσα προβάλ‐ |
| book 236a.3 | λεται τὰ περὶ τῶν ἀδελφῶν; δῆλον οὖν ὅτι προοικονομεῖ ὁ ποιητής, |
| book 236a.4 | βουλόμενος εἰπεῖν τὴν ἀφάνειαν αὐτῶν. ἠγνόει δὲ τὰ περὶ αὐτῶν, |
| book 236a.5.1 | ἴσως μὴ συγχωρουμένη συντυγχάνειν τοῖς αἰχμαλώτοις. b(BCE3E4) |
| book 236a.5.2 | T | Ζηνόδοτος δὲ διοικητὰς ὑπολελεῖφθαι τῆς Ἑλλάδος φησὶν τοὺς |
| book 236a.5.3 | Διοσκούρους. T |
| book 236b.1 | ἰδέειν: οὐκ ἔστιν ἐντελὲς τὸ ἰδέειν, ἀλλὰ τοὐναντίον |
| book 236b.2 | ἀπὸ τοῦ ἰδεῖν γέγονε κατὰ διάλυσιν, ὥσπερ ἀπὸ τοῦ εὐφρανεῖν τὸ |
| book 236b.1 | „εὐφρανέειν“ (Ε 688)· οἱ γὰρ δεύτεροι 〈ἀόριστοι καὶ〉 μέλλοντες οὐκ ἔχουσι |
| book 236b.2 | τὴν περισπωμένην ἀπὸ ἐντελείας ὥσπερ οἱ περισπώμενοι ἐνεστῶτες. A |
| book 237.1 | πὺξ ἀγαθόν: ἐν πυγμῇ ἀνδρεῖον—Ὅμηρος ἐπ‐ |
| book 237.2 | εμνήσθη. A |
| book 238a1.1 | αὐτοκασιγνήτω: τοῦτο καὶ τοῖς πρώτοις δύναται |
| book 238a1.2 | συνάπτεσθαι. b(BCE3)T |
| book 238a2 | δύναται αὕτη ἡ λέξις συνάπτεσθαι. Aim |
| book 238b.1 | αὐτοκασιγνήτω: ἀλλήλων ἀδελφοὺς ὁμομητρίους· καὶ |
| book 238b.2 | τοὺς ὁμοπατρίους δὲ οὕτω καλεῖ, ὡς Αἴαντα καὶ Τεῦκρον. b(BCE3)T |
| book 239-41.1 | 〈ἢ οὐχ ἑσπέσθην Λακεδαίμονος ἐξ ἐρατεινῆς / |
| book 239-41.2 | ἦ δεύρω—ἀνδρῶν:〉 ὁ μὲν πρῶτος ἤ σύνδεσμος βαρύνεται, |
| book 239-41.3 | ὁ δὲ δεύτερος περισπᾶται, ἵνα τοιαύτη ἡ φράσις γένηται· ἢ οὐκ |
| book 239-41.4 | ἠκολούθησαν, 〈ἦ ἠκολούθησαν〉 μέν, οὐκ ἐθέλουσι δὲ μάχην κατα‐ |
| book 239-41.5 | δύμεναι ἀνδρῶν; Aim |
| book 239-40 | ἢ οὐχ ἑσπέσθην〈—〉 / ἠ δεῦρο μὲν ἕποντο: |
| book 239-40.1 | ὁ Νικάνωρ (p. 170 Friedl.) ἄμφω ὀξύνει ὡς διαζευκτικούς, ὁ δὲ |
| book 239-40.2 | Ἡρωδιανὸς τὸν δεύτερον περισπᾷ, ὡς διαπορητικοὺς ἄμφω δεχό‐ |
| book 239-40.3 | μενος. Aim b (BCE3E4)T |
| book 240a | ἢ δεύρω〈—νέεσς’ ἐνὶ ποντοπόροισιν〉: οὐκ |
| book 240a.1 | ἔστιν Ἀττικὸν τὸ δεύρω b(BCE3E4)T (οὔποτε γὰρ μακρᾶς |
| book 240a.2 | προκειμένης τὴν τοιαύτην ἔκτασιν ποιοῦνται), b(BCE3)T ἀλλ’ |
| book 240a.3 | Ἰωνικόν. b(BCE3E4) | τὴν δὲ πρόθεσιν ἔδει μὲν ἀναστρέφεσθαι καὶ |
| book 240a.5 | τῷ κυριωτέρῳ συντάττεσθαι· ὅμως ἀδιαφόρως συντέτακται. b |
| book 240a | (BCE3)T |
| book 240b.1 | νέεσς’ ἐνὶ ποντοπόροισιν: Νικίας (fr. 3 B.) 〈οὐκ〉 |
| book 240b.2 | ἀναστρέφει. οὐ συμφωνεῖ δὲ τὰ τῆς ἱστορίας αὐτῷ· φασὶ γὰρ Ἀρί‐ |
| book 240b.3 | σταρχον τοῖς κυριωτέροις συντάσσειν τὰς προθέσεις. A |
| book 242a.1 | δειδιότες: στυγοῦντες, b(BCE3E4)T ὡς „ῥιγε‐ |
| book 242a.2 | δανῆς Ἑλένησ“ (Τ 325) τῆς στυγητῆς. T |
| book 242b1.1 | ὀνείδεα 〈πόλλ’ ἅ μοί ἐστιν〉: ἐπὶ τὸ ὀνείδεα βραχὺ |
| book 242b1.2 | διασταλτέον· ἐπὶ δὲ τὸ πολλά ὁ λόγος μὲν αἱρεῖ, διὰ δὲ τὴν συναλι‐ |
| book 242b1.3 | φὴν οὐ παραδεκτέα ἡ ἀνάγνωσις. A |
| book 242b2.1 | καὶ ὀνείδεα 〈πόλλ’ ἅ μοί ἐστιν〉: εἰς τὸ ὀνείδεα |
| book 242b2.2 | στικτέον, ἐπειδὴ τὸ πολλά συναλειφόμενον οὐ δέχεται στιγμὴν ἐν |
| book 242b2.3 | μεταξύτητι. b(BCE3E4)T |
| book 242c.1 | πόλλ’ ἅ μοί ἐστιν: ἀντὶ τοῦ δι’ ἐμέ ἐστιν. b(BCE3E4) |
| book 242c.2 | T ἑαυτῆς δὲ κατηγοροῦσα ἔλεον ἐπισπᾶται. b(BCE3)T |
| book 242c.1 | αἴσχεα: Ἑλένη ἁρπασθεῖσα—παρὰ Ἀλκμᾶνι τῷ |
| book 242c.2 | λυρικῷ (fr. 21 P.). A |
| book 243.1 | ὣς φάτο· τοὺς δ’ ἤδη κάτεχεν 〈φυσίζοος αἶα〉: |
| book 243.2 | οὗτοι δέ φησι—λελόγχασιν ἶσα θεοῖσιν. | φυσίζοος δὲ ἤτοι |
| book 243.3 | ἡ τὰ πρὸς τὸ ζῆν—πάλιν ἀναδοθῆναι. A |
| book 243 | ἄλλως: Ἴδας καὶ Λυγκεύς, Ἀφαρέως παῖδες— |
| book 243.5 | ἀποθανεῖν καὶ ζῆν. ἡ ἱστορία παρὰ Πινδάρῳ (N. 10, 55—90). A |
| book 244.1 | 〈φίλῃ〉 ἐν πατρίδι {γαίῃ}: ὅτι Ζηνόδοτος γράφει „ἑῇ |
| book 244.2 | ἐν πατρίδι“. εἴτε δὲ ἐπὶ τῶν Διοσκούρων ἔσται τὸ „ἑῇ“, ἑνικὸν οὐχ |
| book 244.3 | ἁρμόσει, εἴτε ἐπὶ τῆς Ἑλένης, ἔκθεσμόν ἐστι τὸ οὕτω λέγειν· τοὺς δὲ |
| book 244 | ἤδη κάτεχεν φυσίζοος αἶα ἐν τῇ ἑαυτῆς πατρίδι. A |
| book 245a1.1 | κήρυκες δ’ ἀνὰ ἄστυ θεῶν φέρον 〈ὅρκια πι‐ |
| book 245a1.2 | στά〉: τὸ θεῶν δύναται καὶ 〈τοῖσ〉 ἐπάνω συνάπτεσθαι, ἵν’ ᾖ κήρυ‐ |
| book 245a1.3 | κες θεῶν, δύναται καὶ τοῖς ἑξῆς, ὅρκια πιστὰ θεῶν· ὅπερ καὶ |
| book 245a1.4 | βέλτιον. A |
| book 245a2.1 | κήρυκες δ’ ἀνὰ ἄστυ θεῶν 〈φέρον ὅρκια πι‐ |
| book 245a2.2 | στά〉: ἐδύνατο τὸ θεῶν καὶ τοῖς πρώτοις συντάσσεσθαι, εἰ μὴ ὅτι |
| book 245a2.3 | ἐν τοῖς ἑξῆς (Γ 269) φησιν· „ὅρκια πιστὰ θεῶν σύναγον“. b(BCE3)T |
| book 246a1.1 | καὶ οἶνον ἐΰφρονα: παρὰ γὰρ τὴν ὄνησιν ἐτυμολο‐ |
| book 246a1.2 | γοῦσιν· „καὶ αὐτὸς ὀνήσεαι, αἴ κε πίῃσθα“ (Ζ 260). T |
| book 246a2.1 | ἐτυμολογεῖται παρὰ τὴν ὄνησιν, ὡς καὶ τὸ „αὐτὸς ὀνή‐ |
| book 246a2.2 | σεαι“. ἢ παρὰ τὴν οἴησιν. b(BCE3) |
| book 248 | κύπελλα: χύπελά τινα ὄντα, ἔνθα ὁ πηλὸς χεῖται. T |
| book 250a.1 | 〈ὄρσεο, Λαομεδοντιάδη, καλέουσιν ἄριστοι:〉 |
| book 250a.2 | τελεία〈ν〉 στικτέον μετὰ τὴν κλητικήν· καὶ γὰρ τὰ ἑξῆς ἀσύνδετα· |
| book 250a.3 | καλέουσιν ἄριστοι. Aint |
| book 250b.1 | ὄρσεο, Λαομεδοντιάδη: μετὰ τὴν προσαγορευτικὴν |
| book 250b.2 | ἡ στιγμή. b(BCE3)T | τὸ δὲ ὄρσεο ἀπὸ τοῦ ὄρσω ἐνεστῶτός |
| book 250b.3 | ἐστιν. b(BCE3E4)T |
| book 250b | Λαομεδοντιάδη: μήτηρ Πριάμου—κατὰ δὲ Ἑλλάνικον |
| book 250b.5 | (FGrHist 4, 139) Στρυμώ. A |
| book 252 | ἐς πεδίον καταβῆναι: „ἠνεμόεσσαν“ (cf. Γ 305 al.) γὰρ ἡ πόλις. T |
| book 254.1 | μακρῇς ἐγχείῃσι: τοῦτο εἰς ἀγωνίαν ἄγει τὸν γέροντα. |
| book 254.2 | b(BCE3E4)T τὰ δὲ ὑπὸ Μενελάου βλασφημηθέντα (sc. Γ |
| book 254 | 108—10) σιωπῶσιν. b(BCE3E4) |
| book 257.1 | ναίοιμεν: ὅτι νῦν ὀρθῶς ἐν τῷ τοῦ κήρυκος λόγῳ γράφε‐ |
| book 257.2 | ται ναίοιμεν, ἐν δὲ τοῖς ἐπάνω, ὅτε Ἀλέξανδρος λέγει (cf. Γ 74), |
| book 257.3 | οὐκέτι. A |
| book 258.1 | Ἄργος ἐς ἱππόβοτον 〈καὶ Ἀχαιΐδα καλλιγύ‐ |
| book 258.2 | ναικα〉: Ἄργος καὶ τὴν πόλιν καὶ τὴν Πελοπόννησον καὶ τὴν |
| book 258.3 | Θεσσαλίαν καλεῖ. ἄμεινον δὲ Ἄργος ἱππόβοτον τὴν Θεσσαλίαν |
| book 258.4 | λέγειν, Ἀχαιΐδα δὲ πᾶσαν τὴν Ἑλλήνων. b(BCE3)T |
| book 259a.1 | ῥίγησεν δ’ ὁ γέρων: φυσικὴ γὰρ ἡ φιλοπαιδία. ὁ δὲ |
| book 259a.2 | Ἕκτωρ „ἐχάρη μέγα μῦθον ἀκούσασ“ (Γ 76), b(BCE3E4)T τέλος |
| book 259a.3 | ὡσανεὶ ἐπιζητῶν τοῦ πολέμου. b(BCE3E4) |
| book 259b.1 | 〈ἐκέλευσε δ’ ἑταίροις:〉 οὕτως τοῖς ἑταίροις κατὰ |
| book 259b.2 | δοτικὴν αἱ Ἀριστάρχου. συνεφώνει καὶ ἡ Ζηνοδότου. Aint |
| book 261-2a.1 | ἂν δ’ ἄρ’ ἔβη Πρίαμος, 〈κατὰ δ’ ἡνία τεῖνεν |
| book 261-2a.2 | ὀπίσσω· / πὰρ δέ οἱ Ἀντήνωρ〉: ὅτι δύο ἐπεδέχοντο οἱ δίφροι· |
| book 261-2a.3 | διὸ νῦν Πρίαμος ἡνιοχεῖ παραβατοῦντος Ἀντήνορος. καὶ ὅτι οἱ |
| book 261-2a.4 | ἥρωες πάντες ἔμπειροι καὶ αὐτουργοί· διὸ καὶ ὁ Ὀδυσσεὺς ναυπηγεῖ |
| book 261-2a.5 | (sc. ε 234—61) καὶ κυβερνᾷ (sc. ε 270—7). A |
| book 261-2b.1 | ἂν δ’ ἄρ’ ἔβη Πρίαμοσ〈—Ἀντήνωρ〉: |
| book 261-2b.2 | προοικονομεῖ τὴν ἐν τῇ Ω ἡνιοχείαν (sc. 326—7). ἄγει δὲ τὸν Ἀντή‐ |
| book 261-2b.3 | νορα ὡς συνετὸν καὶ πρόξενον Ἑλλήνων. b(BCE3E4)T |
| book 262a1.1 | 〈βήσετο:〉 προκρίνει μὲν τὴν διὰ τοῦ ε γραφήν, βήσετο, |
| book 262a1.2 | πλὴν οὐ μετατίθησιν, ἀλλὰ διὰ τοῦ α γράφει ὁ Ἀρίσταρχος. Aint |
| book 262a2 | βήσετο {δίφρον}: ὁ μὲν Ἀρίσταρχος ἄμεινόν φησι τὸ |
| book 262a2 | βήσετο, οὐ μεταποιεῖ δὲ τὴν γραφήν. T |
| book 263.1 | {τῶι δὲ διὰ} Σκαιῶν: ὅτι παραλέλοιπε τὸ πυλῶν, καὶ |
| book 263.2 | ὅτι ἀδιαιρέτως ἐξενήνοχεν· ἤθισται γὰρ λέγειν „Σκαιάων“ (Χ 6). A |
| book 267 | ὤρνυτο δ’ αὐτίκ’ ἔπειτα: ἔπειτα ἀντὶ τοῦ δή. T |
| book 269-70.1 | κρητῆρι δὲ οἶνον / μίσγον: λείπει τὸν Τρώων |
| book 269-70.2 | καὶ τὸν Ἑλλήνων. T |
| book 270a.1 | μίσγον: ὅτι οὐχ ὕδατι ἔμισγον τὸν οἶνον, ἀλλὰ τὸν |
| book 270a.2 | τῶν Τρώων καὶ Ἀχαιῶν· διὸ καὶ ἐν ἄλλοις „σπονδαί τ’ ἄκρητοι“ |
| book 270a.3 | (Β 341. Δ 159). A |
| book 270b1.1 | 〈ἔχευαν:〉 Ἀρίσταρχος διὰ τοῦ ο· καὶ ἀναλογεῖ τῷ |
| book 270b1.2 | μίσγον. Aint |
| book 270b2.1 | ἔχευον: διὰ τοῦ ο τὸ ἔχευον, καὶ ἔστιν ἀναλογοῦν τῷ |
| book 270b2.2 | μίσγον. b(BCE3)T |
| book 271a.1 | Ἀτρείδης δὲ ἐρυσσάμενος: ἀξιόχρεως αὐτουργῶν |
| book 271a.2 | ὁ βασιλεύς. ἢ ὡς ἀγνοούντων τῶν Τρώων b(BCE3E4)T τὸν ἐν |
| book 271a.3 | θυσίαις νόμον· b(BCE3E4) Μενέλαος γοῦν αὐτοὺς διδάσκει (cf. |
| book 271a.4 | Γ 103—10). T |
| book 271b.1 | μάχαιραν: ὅτι τὴν παραξιφίδα μάχαιραν καλεῖ· διὸ καὶ |
| book 271b.2 | λέγει αὐτὴν παρηρτῆσθαι τῷ κουλεῷ τοῦ ξίφους. τὸ δὲ πολεμιστή‐ |
| book 271b.3 | ριον ἄορ, ξίφος, φάσγανον καλοῦσιν· συνώνυμα γάρ. A |
| book 272a1.1 | ἄωρτο: ἄρω ἐστὶ τὸ σημαντικὸν τοῦ ἁρμόζω, οὗ |
| book 272a1.2 | μέλλων ἄρσω, ἀόριστος ἦρσα· „θύρας σταθμοῖσιν ἐπῆρσεν“ (Ξ 167. |
| book 272a1.3 | 339) ἀντὶ τοῦ ἐφήρμοσε· „καὶ πώμασιν ἄρσον ἅπαντα“ (β 353) ἀντὶ |
| book 272a1 | τοῦ ἐφάρμοσον. τοῦ ἄρω ὁ παρακείμενος ἦρκα, ὁ παθητικὸς ἦρμαι, |
| book 272a1.5.1 | ὑπερσυντέλικος ἤρμην, τὸ τρίτον ἦρτο, συστολῇ ἄρτο, ἐπενθέσει |
| book 272a1.5.2 | τοῦ ω ἄωρτο. οὕτως Ἡρωδιανὸς ἐν τῷ βʹ ὑπομνήματι †τὸ† Περὶ |
| book 272a1.5.3 | παθῶν Διδύμου (2,389,25). A |
| book 272a2 | ἄωρτο: Ἡρωδιανὸς ἄρω κατὰ πλεονασμὸν τοῦ ω. T |
| book 273a.1 | ἀρνῶν ἐκ κεφαλέων: ὅτι Ζηνόδοτος γράφει „ἀρνέων |
| book 273a.2 | ἐκ κεφαλέων“. ἀπὸ δὲ τῶν κατὰ τὴν ὀρθὴν ληγόντων εἰς ες οὐ γίνονται |
| book 273a.3 | τοιαῦται διαιρέσεις, ἀλλ’ ἀπὸ τῶν εἰς αι· εἰ δὲ ἄρνες, ἀρνῶν. ἀπὸ |
| book 273a.4 | δὲ τοῦ κεφαλαί κατὰ λόγον κεφαλέων. A |
| book 273b.1 | ἀρνῶν ἐκ κεφαλέων: τινὲς „ἀρνέων“, ἵν’ ᾖ ὡς „ἱππεί‐ |
| book 273b.2 | ων ὁπλέων“ (Λ 536). b(BCE3)T | σημειωτέον δὲ ὅτι τῶν ἐναγιζο‐ |
| book 273b.3 | μένων οὐκ ἐπιβάλλουσι τὰς τρίχας πυρί, ὡς οὐδὲ τοῦ κάπρου (cf. |
| book 273b.4 | Τ 254—5). b(BCE3E4)T |
| book 274 | νεῖμον ἀρίστοις: τοῦ οἴνου, ἢ τῶν τριχῶν ἅψασθαι. T |
| book 276-9a1 | Ζεῦ πάτερ, Ἴδηθεν〈—ἐπίορκον ὀμόσ‐ |
| book 276-9a1.1 | σῃ〉: καθ’ ἑκάστην προσαγόρευσιν διασταλτέον, μέγιστε (276), |
| book 276-9a1.2 | ἐπακούεις (277), ποταμοί, γαῖα (278). τελεία δὲ ἐπὶ τὸ ὀμόσσῃ |
| book 276-9a1.3 | (279)· ἀσύνδετον γὰρ πρὸς τὰ ἑξῆς. A |
| book 276-9a2.1 | Ζεῦ πάτερ, Ἴδηθεν μεδέων〈—ἐπίορκον |
| book 276-9a2.2 | ὀμόσσῃ〉: καθ’ ἑκάστην προαγόρευσιν διασταλτέον. b(BCE3E4)T |
| book 276a | 〈Ἴδηθεν μεδέων:〉 ὅτι ἀντὶ τοῦ Ἴδης μεδέων. Aim |
| book 276b.1 | Ἴδηθεν μεδέων: ἀντὶ τοῦ ἐξ Ἴδης ἐποπτεύων. | τὸν |
| book 276b.2 | ἐπιχώριον καλεῖ ἐκπολεμῶν αὐτὸν αὐτοῖς, εἰ παραβαῖεν τοὺς ὅρκους. |
| book 276b.3 | b(BCE3E4)T |
| book 277a1.1 | Ἠέλιος {θ’}: ὅτι ἀντὶ τοῦ Ἥλιε, ὡς κἀκεῖ „δός, φίλοσ“ |
| book 277a1.2 | (ρ 415) καὶ „ἀλλά, φίλος, θάνε καὶ σύ“ (Φ 106). καὶ πρὸς τὴν ἀθέ‐ |
| book 277a1.3 | τησιν τῶν ἐν Ὀδυσσείᾳ „ὠκέα δ’ Ἠελίῳ Ὑπερίονι ἄγγελος ἦλθεν“ |
| book 277a1.4 | (μ 374) περὶ τῆς ἀπωλείας τῶν βοῶν τῷ πάντα ἐφορῶντι. A |
| book 277a2 | Ἠέλιος {τε}: Ἀττικῶς· „ἀλλά, φίλος, θάνε καὶ σύ.“ T |
| book 278-9a1.1 | καὶ οἳ ὑπένερθε〈—ὀμόσσῃ〉: ἐκφοβῶν |
| book 278-9a1.2 | τοὺς Τρῶας οὐρανίους, ἐπιγείους, ὑπογείους καλεῖ θεούς· δεισιδαι‐ |
| book 278-9a1.3 | μονεῖν δὲ διδάσκει μηδὲ μετὰ θάνατον ἀπαλλάσσεσθαι τοὺς ἁμαρτά‐ |
| book 278-9a1.4 | νοντας λέγων. ὑπένερθε δὲ θεοὺς λέγει Πλούτωνα καὶ Περσεφόνην. T |
| book 278-9a2.1 | Πλούτωνα καὶ Περσεφόνην φησίν. b(BCE3) ἐκφοβῶν |
| book 278-9a2.2 | οὖν πρῶτον μὲν τοὺς οὐρανίους, ἔπειτα τοὺς ὑπογείους καλεῖ. δεισιδαι‐ |
| book 278-9a2.3 | μονεῖν δὲ διδάσκει, μηδὲ μετὰ θάνατον ἀπαλλάσσεσθαι τοὺς ἁμαρτά‐ |
| book 278-9a2.4 | νοντας λέγων. b(BCE3E4) |
| book 279a.1 | ἀνθρώπους τίνυσθον: πρὸς Ζηνόδοτον, ὅτι ἐκ τοῦ |
| book 279a.2 | δυϊκῶς γράφεσθαι τὸ τίνυσθον ἐλέγχεται ὅτι ἐπὶ Περσεφόνης καὶ |
| book 279a.3 | Πλούτωνός ἐστιν ὁ λόγος, οὐκ ἐπὶ τῶν νεκρῶν. A |
| book 279.1 | ἐπίορκον: οὕτως προπαροξυτόνως· ἓν γάρ ἐστι τὸ |
| book 279.2 | ὅλον, ὥσπερ καὶ τὸ πρᾶγμα· „οὐδ’ ἐπιορκήσω πρὸς δαίμονα“ (Τ |
| book 279.3 | 188). A |
| book 279c.1 | ὅστις 〈κ’〉 ἐπίορκον ὀμόσσῃ: τελεία εἰς τὸ ὀμόσσῃ. |
| book 279c.2 | b(BE3)T |
| book 280a.1 | {ὑμεῖς} μάρτυροι ἔστε: ὅτι Ζηνόδοτος γράφει „μάρτυ‐ |
| book 280a.2 | ρεσ“. Ὅμηρος δὲ μάρτυρος κατὰ τὸ ἑνικὸν λέγει· „Ζεὺς δ’ ἄμμ’ ἐπι‐ |
| book 280a.3 | μάρτυρος ἔστω“ (Η 76), οὗ πληθυντικὸν ἔσται τὸ μάρτυροι. | παρ‐ |
| book 280a.4 | οξύνεται δὲ τὸ ἔστε, ἵνα προστακτικὸν γένηται ὁμοίως τῷ φυλάσ‐ |
| book 280a.5 | σετε· πιθανωτέρα γὰρ ἡ τοιαύτη ἀνάγνωσις· πολλὰ γάρ ἐστι προσ‐ |
| book 280a.1 | τακτικὰ ὡς πρὸς τοὺς θεούς· „Ζεῦ πάτερ, ἀλλὰ σὺ ῥῦσαι, / ποίησόν |
| book 280a.2 | τ’ αἴθρην, δὸς δ’ ὀφθαλμοῖσιν“ (cf. P 645—6). ἀναγκαῖον μέντοι |
| book 280a.3 | ἐστὶ παραφυλάξαι ἐκεῖνο ὡς ὅτι τὰ εἰς τε λήγοντα πληθυντικὰ |
| book 280a.4 | ὁριστικὰ καὶ προστακτικὰ ἀεὶ ὁμοτονεῖ ὑπεσταλμένου τοῦ ἔστε, |
| book 280a.10 | οἷον λέγετε—ὅτι λέγετε, ἄγετε—ὅτι ἄγετε. A |
| book 280b.1 | ἔστε: βαρυντέον τὸ ἔστε καὶ προστακτικῶς ἐκδεκτέον. |
| book 280b.2 | b(BCE3)T |
| book 280c.1 | φυλάσσετε δ’ ὅρκια πιστά: ἀντὶ τοῦ πιστώσασθε |
| book 280c.2 | τὰ ἐπὶ πίστει γινόμενα ὅρκια. b(BCE3E4)T |
| book 281.1 | 〈εἰ μέν κεν Μενέλαον〉 Ἀλέξανδρος καταπέφνῃ: |
| book 281.2 | ἀνεμεσήτως προέταξε τὴν τοῦ ἀδελφοῦ ἧτταν. b(BCE3E4)T |
| book 281-7.1 | εἰ μέν κεν Μενέλαον〈—πέληται〉: ὅλῃ τῇ |
| book 281-7.2 | παραβάσει τῶν συνθηκῶν ἀπολογίαν δίδωσι προσθεὶς τὸ κτείνῃ |
| book 281-7.3 | ξανθὸς Μενέλαος (284)· δικαίαν γὰρ ἀπολογίαν παρέχει τοῖς |
| book 281-7.4 | Τρωσὶ δυναμένοις λέγειν ὅτι οὐκ ἐγένετο τὸ ὁρισθὲν ὑπὸ σοῦ· οὐ γὰρ |
| book 281-7.5.1 | ἀπέκτεινε τὸν Ἀλέξανδρον ὁ Μενέλαος. b(BCE3E4)T δύνανται |
| book 281-7.5.2 | δὲ καὶ οἱ Ἕλληνες, τὴν πρόκλησιν τοῦ Ἕκτορος προβαλλόμενοι |
| book 281-7.5.3 | „ὁππότερος δέ κε †νικήσει† κρείσσων τε γένηται“ (Γ 92), εὐλόγως |
| book 281-7.5.4 | ἀπαιτεῖν τὰς συνθήκας. ἰσχυρότερα δὲ τὰ τῶν Τρώων, ὅτι μάλιστα |
| book 281-7.5.5 | δεῖ ὁρᾶν τὰ ἐπὶ τοῖς ὅρκοις ὁριζόμενα. b(BE3E4)T |
| book 285.1 | 〈Τρῶας ἔπειθ’ Ἑλένην καὶ κτήματα πάντ’ ἀπο‐ |
| book 285.2 | δοῦναι:〉 ἀντὶ τοῦ Τρῶες ἀποδότωσαν. Aim |
| book 286a | τιμήν {δ’ ἀργείοις}: ὅτι τιμὴν τὸ ἐπιτίμιον λέγει, ὃ |
| book 286a | πολλάκις λέγει ποινήν. A |
| book 286b1.1 | τιμὴν δ’ Ἀργείοις: ἔθος τοῖς παρακαθημένοις τὰς |
| book 286b1.2 | ἡμίσεις αἰτεῖν. ὁ οὖν Μενέλαος σπεύδων ἀπολαβεῖν τὸ γύναιον |
| book 286b1.3 | οὐδὲν περὶ τούτων φησίν, ὁ δὲ μεγαλοφυῶς τὸ ἐπιζήμιον ὁρίζει. |
| book 286b1.4 | ἐπειδὴ δὲ οὐδεὶς ἐμνήσθη τοῦ κεφαλαίου, ἐπιμένει τῷ λόγῳ. T |
| book 286c1.1 | τιμὴν δ’ Ἀργείοις: οὐ δίκαιον γὰρ τοὺς προκατάρ‐ |
| book 286c1.2 | ξαντας ἐπίσης ἀπαλλάττεσθαι. T |
| book 286b2/c2.1 | ἔθος γὰρ τοῖς παρακαθημένοις αἰτεῖν καὶ πρόστιμα· | |
| book 286b2/c2.2 | καὶ οὐ δίκαιον τοὺς προκατάρξαντας ἐπ’ ἴσης ἀπαλλάττεσθαι. | ὁ |
| book 286b2/c2.3 | μὲν οὖν Μενέλαος σπεύδων ἀπολαβεῖν τὸ γύναιον οὐδὲν περὶ τούτων |
| book 286b2/c2.4 | φησίν, ὁ δὲ μεγαλοφυῶς ὁρίζει τὸ ἐπιζήμιον. ἐπεὶ δὲ οὐδεὶς ἐμνήσθη |
| book 286b2/c2.5 | τοῦ κεφαλαίου, ἐπιμένει τῷ λόγῳ. b(BCE3E4) |
| book 287.1 | ἥ τε καὶ ἐσσομένοισιν: καὶ τοῦτο πρὸς εὔκλειαν τοῦ |
| book 287.2 | κατορθώματος. T |
| book 288.1 | εἰ δ’ ἂν ἐμοὶ τιμήν: τρίτον ἐν τῇ προσωποποιΐᾳ †ὅτι† |
| book 288.2 | ὑποστιγμὴν ἐποίησε. | τὸ δὲ ἐμοί ὡς τῷ μὲν ἀδελφῷ τῆς Ἑλένης, |
| book 288.3 | αὐτῷ δὲ τῆς ποινῆς ὀφειλομένης. T |
| book 290a.1 | 〈μαχήσομαι:〉 οὕτως διὰ τοῦ η τὸ μαχήσομαι |
| book 290a.2 | Ἀρίσταρχος. Aim |
| book 290b.1 | καὶ ἔπειτα μαχήσομαι: οἶδε γὰρ εὔνους τοὺς θεούς, |
| book 290b.2 | εἰ παραβαῖεν. ἁπλοϊκὸν δὲ τὸ ἦθος τῶν ἡρώων, εἴ γε οὐ μεσεγγυᾶται |
| book 290b.3 | ἡ Ἑλένη. b(BCE3E4)T |
| book 292a1.1 | {ἦ καὶ} ἀπὸ στομάχους: οὕτως αἱ Ἀριστάρχου, ἀπὸ |
| book 292a1.2 | στομάχους. αἱ δὲ πλείους διὰ τοῦ ε, „ἐπὶ στομάχουσ“· καὶ ἔστιν |
| book 292a1.3 | οὐκ ἄχαρις ἡ γραφή. A |
| book 292a2.1 | {ἦ καὶ} ἀπὸ στομάχους: οὕτως Ἀρίσταρχος. αἱ δὲ |
| book 292a2.2 | ἄλλαι πᾶσαι „ἐπὶ στομάχουσ“. T |
| book 295a1.1 | 〈ἀφυσσόμενοι:〉 Ἀρίσταρχος ἀφυσσόμενοι διὰ τοῦ |
| book 295a1.2 | ο, ἄλλοι δὲ διὰ τοῦ α. Aim |
| book 295a2 | ἀφυσσόμενοι: διὰ †τὴν† ο τὸ ἀφυσσόμενοι ἐν |
| book 295a2 | παρατατικῷ· καὶ ἀναλογεῖ τῷ „ἔκχεον“ (Γ 296). T |
| book 296a1 | ἔκχεον: οὐκ εἶπεν ἔσπενδον προειδὼς τὸ ἀτελὲς αὐτῶν. T |
| book 296a2.1 | προειδὼς τὸ αὐτῶν ἀτελὲς οὐκ εἶπεν ἔσπενδον, ἀλλ’ |
| book 296a2.2 | †ἔχεον. b(BCE3E4) |
| book 296b1 | θεοῖς ἀειγενέτῃσι: ἀΐδιον γενεὰν ἔχουσιν. T |
| book 296b2.1 | ἀειγενέτῃσι δὲ τοῖς ἀΐδιον ἔχουσι τὴν γενεὰν ἤτοι ἀεὶ |
| book 296b2.2 | οὖσιν. b(BCE3E4) |
| book 297a.1 | ὧδε {δέ τις εἴπεσκεν}: ὅτι τὸ ὧδε οὐδέποτε τοπικῶς, |
| book 297a.2 | καθάπερ ἡμεῖς, λέγει, ἀλλ’ ἀντὶ τοῦ οὕτως τοῦτο παραλαμβάνει. A |
| book 297b.1 | εἴπεσκεν: τὸ εἴπεσκεν ἀπὸ τοῦ εἶπα, ὡς τὸ στρέψα‐ |
| book 297b.2 | σκε. T |
| book 299 | 〈ὑπὲρ ὅρκια:〉 ὑπερβάντες τὰ ὅρκια. Til |
| book 300.1 | ὧδέ σφ’ ἐγκέφαλος: ἀντὶ τοῦ αὐτῶν, ὡς „ἡμῖν δ’ αὖτε |
| book 300.2 | κατεκλάσθη φίλον ἦτορ / δεισάντων b(BCE3)T φθόγγον τε |
| book 300.3 | βαρύν“ (ι 256—7). b(BCE3) |
| book 301-2.1 | 〈αὐτῶν καὶ τεκέων—〉οὐδ’ ἄρα πώ σφιν: |
| book 301-2.2 | κεφαλαιωδῶς τὴν τῶν μελλόντων προαπήγγειλεν ἐπίδειξιν b |
| book 301-2.3 | (BCE3)T διὰ τοῦ αὐτῶν καὶ τεκέων: ἄλοχοι δ’ ἄλλοισι |
| book 301-2.4 | δαμεῖεν (301). T διὰ δὲ τοῦ πώ ἐλπίδα πάλιν ὑπολείπεται τῷ |
| book 301-2.5 | φιλέλληνι. b(BCE3)T |
| book 305a.1 | εἶμι προτὶ Ἴλιον ἠνεμόεσσαν: ἐπεὶ σῴζειν μέλλει |
| book 305a.2 | Ἀλέξανδρον, πιθανῶς ὑπεξάγει τὸν πατέρα, Ἕκτορος δὲ αὐτόπτην |
| book 305a.3 | ἐᾷ ἐπὶ τῷ τὸν οἶκτον αὔξειν (cf. Χ 25—78). καὶ παρὼν ἔδωκεν ἂν |
| book 305a | τὴν Ἑλένην ὡς τοὺς ὅρκους ἐμπιστευθείς. b(BCE3E4)T |
| book 305b.1 | 〈Ἴλιον ἠνεμόεσσαν:〉 ὅτι θηλυκῶς ἀεὶ τὴν Ἴλιον |
| book 305b.2 | λέγει. Aim |
| book 306a.1 | ἄψ, ἐπεί: βραχὺ διασταλτέον ἐπὶ τὸ ἄψ διὰ τὸν λόγον. |
| book 306a.2 | ὁ γὰρ ἐπεί σύνδεσμος, ὥσπερ τὰ ἑξῆς συνδέων, ὑποστιγμὴν ἀποτε‐ |
| book 306a.3 | λεῖ. A |
| book 306b.1 | ἐπεὶ οὔπω τλήσομαι: εἰ καὶ πᾶσι γὰρ ὡς κὴρ ἀπέχθε‐ |
| book 306b.2 | ται Ἀλέξανδρος, ἀλλ’ ὁ πατὴρ τὸ φυσικὸν οὐ δύναται μὴ σῴζειν. b |
| book 306b.3 | (BCE3E4)T |
| book 306-10.1 | ὁρᾶσθαι: παθητικὸν ἀντὶ ἐνεργητικοῦ. | ἀντέστρα‐ |
| book 306-10.2 | πται δὲ ἡ περίοδος. ὀρθὴ δ’ ἂν ἦν οὕτως· ὁπποτέρῳ θανάτοιο τέλος |
| book 306-10.3 | πεπρωμένον 〈ἐστίν〉, Ζεὺς μὲν τοῦτό γε οἶδεν. | εἰς δὲ τὴν πόλιν ὁ |
| book 306-10.4 | Πρίαμος τοὺς ἄρνας τεθυμένους ἔχων ἄπεισιν, ἵνα αὐτοὺς περιστείλῃ· |
| book 306-10.5.1 | ἔθος γὰρ ἦν τὰ ἐπὶ τοῖς ὅρκοις γιγνόμενα ἱερεῖα τοὺς μὲν ἐγχωρίους |
| book 306-10.5.2 | γῇ περιστέλλειν, τοὺς δὲ ἐπήλυδας εἰς τὴν θάλασσαν ῥίπτειν. A |
| book 308a.1 | Ζεὺς μέν που: ἴσως ὁ μέν που ἀντὶ τοῦ μέντοι, ὅς |
| book 308a.2 | ἐστιν ἀντὶ τοῦ δέ· ἐγὼ μὲν ἄπειμι, Ζεὺς δὲ τὸ τέλος οἶδε, τὸν οἰωνὸν |
| book 308a.3 | καὶ τὴν τύχην. οὐκ ἀποκόπτει δὲ τοῦ υἱοῦ τὴν ἐλπίδα. b(BCE3E4)T |
| book 308b.1 | Ζεὺς μέν που 〈τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ |
| book 308b.2 | ἄλλοι〉: βραχὺ διασταλτέον ἐπὶ τὸ ἄλλοι· ἀντέστραπται γὰρ ἡ |
| book 308b.3 | περίοδος. A |
| book 310a | καὶ ἐς δίφρον ἄρνας: τὰ γὰρ θεοῖς θυόμενα ἤσθιον· |
| book 310a | ἡγοῦντο γὰρ ὥσπερ συσσιτεῖσθαι τοῖς θεοῖς. AT |
| book 310b.1 | καὶ ἐς δίφρον ἄρνας θέτο: τὰ γὰρ ἐν ὅρκοις σφαζόμε‐ |
| book 310b.2 | να οἱ μὲν ἐγχώριοι ἔκρυπτον γῇ, οἱ δὲ ξένοι θαλάσσῃ. ἢ δείξων |
| book 310b.3 | ἀποφέρει τοῖς ἐν ἄστει, πιστωσόμενος κἀκείνοις, ἢ ὡς ἀγνοοῦντας |
| book 310b.4 | διδάξων. A b (BCE3E4)T |
| book 313.1 | ἄψορροι: διὰ τί χωρίζεται ὁ Πρίαμος; καὶ—ὅπερ |
| book 313.2 | ἄμεινον. A |
| book 314-5.1 | Πριάμοιο πάϊς καὶ δῖος Ὀδυσσεὺς / χῶρον |
| book 314-5.2 | 〈—〉διεμέτρεον: ὑπηρετικὸν γὰρ τοῦτο. τὸ δὲ τῶν σπονδῶν |
| book 314-5.3 | βασιλικόν. b(BCE3E4)T |
| book 314.1 | Πριάμοιο πάϊς: Πορφύριος ἐν τοῖς—Εὐφορίων (fr. |
| book 314.2 | 56 Pow.), Λυκόφρων (Al. 265). A |
| book 315.1 | χῶρον μὲν πρῶτον: καὶ πῶς ἐπὶ Ἕκτορος, ὅτε Αἴαντι μο‐ |
| book 315.2 | νομαχεῖ (cf. Η 200—312), μὴ διαμετρεῖται ὁ τόπος; ἢ ὅτι ἐκεῖνοι μὲν |
| book 315.3 | περὶ τῆς ἀλλήλων σφαγῆς διαμιλλῶνται, ἐνθάδε δὲ περὶ τῆς κοινῆς |
| book 315.4 | ἐλπίδος ἐστὶν ὁ πόλεμος· b(BCE3E4)T διὸ οἵ τε ὅρκοι καὶ ἡ |
| book 315.5.1 | γύμνωσις τῶν στρατῶν, μή ποτέ τις ἔνοπλος ὢν προσαμύνῃ τῷ |
| book 315.5.2 | στρατηγῷ. ἢ ὅτι ἡ διαμέτρησις καρτερικωτέρους ἐργάζεται τοὺς πολε‐ |
| book 315.5.3 | μοῦντας. ἄλλως τε δεδίασι μὴ τοξότης ὢν Ἀλέξανδρος δραπετεύσῃ |
| book 315.5.4 | τὴν συμβολὴν καὶ τὴν τοξείαν ἀντεπεισάξῃ τῷ Μενελάῳ· σκόπει γὰρ |
| book 315.5.5 | ὅτι καὶ ἀφανισθέντος αὐτοῦ, Μενελάου δὲ τοξευθέντος οὐκ ἴσασι μὴ καὶ |
| book 315.10.1 | αὐτὸς εἴη ὁ τοῦτο δράσας· φησὶ γὰρ Ἀγαμέμνων „ὅν τις ὀϊστεύσας |
| book 315.10.2 | ἔβαλεν τόξων εὖ εἰδώς, / Τρώων ἢ Λυκίων“ (Δ 196—7). b(BE3E4)T |
| book 315.1 | χῶρον μὲν πρῶτον: ἀναγκαίως διεμέτρουν—τῇ |
| book 315.2 | περιγραφῇ μένωσιν. A |
| book 315-6.1 | αὐτὰρ ἔπειτα / κλήρους: μετὰ ταῦτα δεόντως— |
| book 315-6.2 | ἀνελεῖν τὸν πολέμιον. | ψῆφοι δέ τινες ἦσαν οἱ κλῆροι, εἰς οὓς ἐση‐ |
| book 315-6.3 | μειοῦτο ἕκαστος· οὓς οὕτως ὠνόμασαν διὰ τὸ καλεῖσθαι ὑπ’ αὐτῶν |
| book 315-6.4 | εἰς τὰς πράξεις. A |
| book 316a1.1 | χαλκήρεϊ: προπαροξυτόνως· ἔστι γὰρ παραγωγὴ ἡ |
| book 316a1.2 | διὰ τοῦ ηρης, ἥτις βαρύνεται, ξιφήρης, ὀλιγήρης, θυμήρης, ἔνθεν τὸ |
| book 316a1.3 | „θυμῆρες κεράσασα“ (κ 362). εἰ μέντοι γε τὸ ἄρω ἔγκειται ἐπὶ τούτου, |
| book 316a1.4 | καὶ διὰ τοῦ α ἡ σύνθεσις γένοιτο καὶ ὀξεῖα τάσις ἐστίν· „ἔχει δ’ |
| book 316a1.5 | ἄλοχον θυμαρέα“ (Ι 336). A |
| book 316a2.1 | χαλκήρει: ἡ διὰ τοῦ ηρης παραγωγὴ βαρύνεται, εἰ μὴ |
| book 316a2.2 | τοῦ ἄρω ἐγκειμένου διὰ τοῦ α γένοιτο ἡ παραγωγή, ὡς τὸ „ἔχει δ’ |
| book 316a2.3 | ἄλοχον θυμαρέα“. b(BCE3)T |
| book 318a1.1 | λαοὶ δ’ ἠρήσαντο 〈θεοῖσι δὲ χεῖρας ἀνέσχον〉: |
| book 318a1.2 | ἐὰν εἰς τὸ ἠρήσαντο στίξωμεν, φησὶν ὁ Νικάνωρ (p. 172 Friedl.), |
| book 318a1.3 | ὡς ἑτέροις ἔσονται θεοῖς ἀνατείναντες τὰς χεῖρας· διὸ στίζει εἰς τὸ |
| book 318a1.4 | θεοῖς, καὶ τὸ ἰδέ ἀντὶ τοῦ καί. A b (BCE3E4)T |
| book 318a2.1 | δύναται καὶ οὕτως, ἠρήσαντο θεοῖς ἰδὲ χεῖρας |
| book 318a2.2 | ἀνέσχον, καὶ ὁ ἰδέ ἀντὶ τοῦ καί. Aim |
| book 320 | 〈Ἴδηθεν μεδέων:〉 ἀντὶ τοῦ Ἴδης μεδέων. Aint |
| book 321.1 | ὁππότερος τάδε ἔργα: „ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο |
| book 321.2 | κηρὶ μελαίνῃ“ (Γ 454). T |
| book 323a1.1 | 〈ἡμῖν δ’ αὖ φιλότητα καὶ ὅρκια πιστὰ γενέσθαι:〉 |
| book 323a1.2 | ἐὰν στίζωμεν πρὸ τούτου τοῦ στίχου ἐπὶ τὸ „εἴσω“ (Γ 322), ἐλλείπει |
| book 323a1.3 | ῥῆμα εὐκτικὸν τὸ εἴη· ἐὰν δὲ διαστέλλωμεν, κοινὸν ἔσται τὸ „δόσ“ (Γ |
| book 323a1.4 | 322). Aim |
| book 323a2 | ἀπὸ κοινοῦ τὸ „δόσ“ ἐπ’ ἀμφοτέροις τέτακται. b(BCE3E4) |
| book 323b.1 | ἡμῖν δ’ αὖ φιλότητα〈—γενέσθαι〉: ἢ φιλότης |
| book 323b.2 | γενέσθω, ὡς καὶ παρὰ Θεοκρίτῳ (10, 48)· „σῖτον ἀλοιῶντας φεύγειν |
| book 323b.3 | 〈τὸ〉 μεσαμβρινὸν ὕπνον“ ἀντὶ τοῦ ἀλοιῶντες φευγέτωσαν. T |
| book 324a1.1 | πάλλεν δὲ μέγας 〈κορυθαίολος Ἕκτωρ〉: παν‐ |
| book 324a1.2 | ταχόθεν ἀπροφασίστους καθίστησι τοὺς Τρῶας. T |
| book 324a2 | πανταχόθεν τοὺς Τρῶας ἀπροφασίστους ποιεῖ. b(BCE3). |
| book 325a.1 | ἂψ ὁρόων· Πάριος δὲ θοῶς 〈ἐκ κλῆρος ὄρουσεν〉: |
| book 325a.2 | τούτῳ μὲν τὰ ἀπὸ τῆς τύχης, ὅτι καὶ τοῖς ἥσσοσι προσγίνεται ἡ τύχη, |
| book 325a.3 | τῷ δὲ τὰ ἀπ’ ἀρετῆς περιποιεῖ. δηλοῖ δὲ διὰ τούτων ὡς κενὰ τὰ τῆς |
| book 325a.4 | τύχης πρὸς τοὺς ἀνεπιτηδείους. b(BCE3E4)T |
| book 325b.1 | Πάριος δέ: Πάρις ὁ Ἀλέξανδρος ἐκλήθη παρὰ τὸ— |
| book 325b.2 | εὐειδέστατον ἀνελόμενος ἀνέθρεψεν. | Πορφύριός φησιν ἱστορεῖν τὸν |
| book 325b.3 | γράψαντα τὰ Τραγῳδούμενα (cf. FGrHist 12, 12) ὅτι ὁ θρέψας τὸν |
| book 325b.4 | Πάριν νομεὺς †ἀρχιάλας† ἐκαλεῖτο. A |
| book 326a | 〈ἧχι:〉 τὸ ἧχι χωρὶς τοῦ ι ἡ Ἀριστάρχου. Aint |
| book 326b1 | 〈ἑκάστῳ:〉 Ἀρίσταρχος κατὰ γενικὴν „ἑκάστου“. Aim |
| book 326b2 | {ἧχι} ἑκάστῳ: μόνως κατὰ γενικὴν τὸ „ἑκάστου“. T |
| book 326c.1 | 〈ἑκάστῳ:〉 μόνως κατὰ γενικήν. | τὸ ἑκάστῳ ἀντὶ τοῦ |
| book 326c.2 | ἑκάστου. b(BCE3). |
| book 327a.1 | ἵπποι ἀερσίποδες 〈καὶ ποικίλα τεύχε’ ἔκειντο:〉 τὸ |
| book 327a.2 | ἔκειντο οὐκ ἔστι κοινὸν ἐπὶ τῶν ἵππων, ἀλλὰ προσυπακούομεν τὸ |
| book 327a.3 | ἑστήκεσαν, ὡς ἐπὶ τοῦ „ποῦ δέ οἱ ἔντεα κεῖται ἀρήϊα, ποῦ δέ οἱ ἵπποι;“ |
| book 327a.4 | (Κ 407). b(BCE3)T „ἐλεύσομεν ἐγγὺς ἐόντων / καπνὸν 〈τ’〉 αὐτῶν |
| book 327a.5.1 | τε φθογγήν“ (ι 166—7). T ἢ ὡς ἰσοδυναμοῦν τῷ ἕστασαν· ἐφ‐ |
| book 327a.5.2 | ίστασθαι γοῦν τὴν στήλην φαμὲν ἀντὶ τοῦ ἐπικεῖσθαι. ἢ καὶ ἐπὶ ἀργῶν |
| book 327a | ἵππων τὸ ἔκειντο. b(BCE3)T |
| book 327b.1 | ἀερσίποδες: αἴροντες εἰς ὕψος—τρέχειν ἵπποι. A | |
| book 327b.2 | καὶ ἔστιν ἰδίωμα παρὰ τὸ ἀείρω ἀέρω ἀέρσω, ὡς κέρσω. AT |
| book 328.1 | ἐδύσατο τεύχεα καλά: ὡς ἰδίᾳ μέλλοντες κινδυνεύειν |
| book 328.2 | ἀσφαλέστερον ὁπλίζονται· ἢ ὡς μέλλοντες κάμνειν προανεκτήσαντο |
| book 328.3 | αὑτοὺς τῇ τῶν ὅπλων ἀνέσει. b(BCE3E4)T |
| book 329.1 | Ἑλένης πόσις ἠϋκόμοιο: κοσμεῖ αὐτὸν τῷ γάμῳ ὡς „πό‐ |
| book 329.2 | σις Ἥρησ“ (Κ 5). πρῶτος δὲ λαχὼν πρῶτος ὁπλίζεται. b(BCE3E4)T |
| book 330-1a1.1 | κνημῖδας μὲν πρῶτα〈—ἐπισφυρίοις ἀρα‐ |
| book 330-1a1.2 | ρυίασ〉: ὁπλισμὸν διδάσκει. ἐπισφύρια δέ εἰσιν οἱ †γλυμμοὶ† τῶν |
| book 330-1a1.3 | σφυρῶν. T |
| book 330-1a2.1 | ὁπλισμὸν διδάσκει διὰ τούτου. ἐπισφύρια δέ εἰσιν οἱ |
| book 330-1a2.2 | †γλουτοί†, ἤτοι τὰ τῶν σφυρῶν σφαιρώματα. b(BCE3E4). |
| book 333a.1 | κασιγνήτοιο Λυκάονος: κωμῳδεῖται ὡς οὐκ εἰδὼς τὸ |
| book 333a.2 | συστάδην, ἄλλως τε καὶ δειλὸς Λυκάων, ὃς ἔρριψε τὴν παντευχίαν οὐ |
| book 333a.3 | φέρων τὸν ἱδρῶτα (cf. Φ 50—1). b(BCE3E4)T |
| book 333b.1 | ἥρμοσε δ’ αὐτῷ: τοῖς γὰρ ὁμοιογενέσι καὶ ὁμοιοτρόποις |
| book 333b.2 | ὅμοιαι τῶν σωμάτων αἱ κατασκευαί. b(BCE3E4)T |
| book 334-5a.1 | ἀμφὶ δ’ ἄρ’ ὤμοισιν〈—στιβαρόν τε〉: ὅτι |
| book 334-5a.2 | Ζηνόδοτος ἀμφοτέρους ἠθέτηκεν, καὶ μετὰ τὸν „οἷο κασιγνήτοιο“ (Γ |
| book 334-5a.3 | 333) ὑποτάσσει „κρατὶ δ’ ἐπ’ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν / ἵπ‐ |
| book 334-5a.4 | πουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν· / †εἵλετο δ’ ἄλκιμον |
| book 334-5a.5.1 | ἔγχος,† / ἀμφὶ δ’ ἄρ’ ὤμοισιν βάλετ’ ἀσπίδα τερσανόεσσαν“ (Γ |
| book 334-5a.5.2 | 336—7. 338, cf. 334). ὥστε ἐναντίως τῷ Ὁμηρικῷ ὁπλισμῷ (cf. Α |
| book 334-5a.5.3 | 19—42. Ο 479—81) ἔχειν· πρὸ τῆς ἀσπίδος γὰρ φανήσεται ἀναλαμ‐ |
| book 334-5a | βάνων τὴν περικεφαλαίαν καὶ ξίφος μὴ ἔχων. A |
| book 334-5b.1 | ἀμφὶ δ’ ἄρ’ ὤμοισιν βάλετο ξίφος—, αὐτὰρ |
| book 334-5b.2 | ἔπειτα σάκος μέγα τε στιβαρόν τε: ἀπὸ κοινοῦ τὸ ὤμοισιν |
| book 334-5b.3 | βάλετο (334), ἀναγκαίως διὰ τοὺς τελαμῶνας. Aim b(BCE3)T |
| book 335a1.1 | 〈χάλκεον:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ χάλκεον· κοινὸν |
| book 335a1.2 | γὰρ τὸ „ἀμφ’ ὤμοισι βάλετο“ (cf. Γ 334) καὶ ἐπὶ τοῦ σάκους. Aim |
| book 335a2.1 | χάλκεον: βραχὺ διασταλτέον εἰς τὸ χάλκεον. ἔστι δὲ |
| book 335a2.2 | κοινὸν καὶ τοῖς ἑξῆς. b(BCE3)T |
| book 336.1 | κυνέην〈—〉ἔθηκεν: Ἀττικῶς ἀντὶ τοῦ περιέθηκεν, |
| book 336.2 | b(BCE3)T ὡς „τιθήμενον ἔντεα καλά“ (Κ 34), καὶ „αὐτὸς ὑπὲρ |
| book 336.3 | τοῦ δήμου θέμενος τὰ ὅπλα“, ὅ ἐστι περιθέμενος, ἐν τῷ Κατὰ Μειδίου |
| book 336.4 | (Dem. or. 21, 145). T |
| book 337a1.1 | δεινὸν δὲ λόφος 〈καθύπερθεν ἔνευεν〉: πολλὴν ἔμ‐ |
| book 337a1.2 | φασιν ἔχει νεύων ὁ λόφος. T |
| book 337a2 | πολλὴν δὲ καὶ ὁ λόφος νεύων ἔχει τὴν ἔμφασιν. b(BCE3). |
| book 338.1 | 〈εἵλετο δ’ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει:〉 ἐν |
| book 338.2 | ἄλλῳ „εἵλετο δ’ ἄλκιμον ἔγχος ἀκάχμενον ὀξέϊ χαλκῷ“ (= Κ 135). Aim |
| book 339.1 | ὣς δ’ αὔτως Μενέλαος: ὅτι οὗτος ξίφος ἔχει. εἰ δὲ ὡσαύ‐ |
| book 339.2 | τως τῷ Ἀλεξάνδρῳ καθώπλισται, πάντως κἀκεῖνος εἶχε ξίφος. ἡ δὲ |
| book 339.3 | ἀναφορὰ πρὸς Ζηνόδοτον. A |
| book 339 | ἔντε’: ὅπλα. εἴρηται δὲ ἀπὸ τοῦ—ἔντεα δαιτός (η |
| book 339.5 | 232). A |
| book 340 | {οἱ δ’ ἐπεὶ οὖν} ἑκάτερθεν 〈ὁμίλου〉: ἐξ ἑκατέρου ὁμίλου. T |
| book 342a | δεινὸν δερκόμενοι: ζῆλος αὐτοὺς ἐρεθίζει. T |
| book 342b.1 | θάμβος δ’ ἔχεν εἰσορόωντας: ἐκ παντὸς τόπου καὶ |
| book 342b.2 | προσώπου τὴν ἔμφασιν κινεῖ. b(BCE3)T τὸ δὲ ἄδηλον καραδο‐ |
| book 342b.3 | κοῦντες ἐκπλήσσονται· „ξυνὸσ“ γὰρ „Ἐνυάλιοσ“ (Σ 309). b(BCE3 |
| book 342b | E4)T |
| book 344.1 | διαμετρητῷ: Ἀρίσταρχος περισπᾷ καὶ οἱ ἄλλοι. καὶ οὕ‐ |
| book 344.2 | τως ἔχει ἡ παράδοσις. καὶ ἔστιν παρασύνθετον· τὸ γὰρ ῥῆμα συντέ‐ |
| book 344.3 | θηται ἐν τῷ „χῶρον μὲν πρῶτον διεμέτρεον“ (Γ 315). A |
| book 345.1 | 〈σείοντ’ ἐγχείας:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ ἐγχείας. |
| book 345.2 | Aim |
| book 346.1 | πρόσθε δ’ Ἀλέξανδρος προΐει δολιχόσκιον ἔγχος: |
| book 346.2 | οἱ μὲν παρὰ τὸ κίειν ἐν πλεονασμῷ, οἱ δὲ παρὰ τὴν σκιάν. Aint b |
| book 346.3 | (BCE3E4)T | οὐκ ἔχει δὲ παρρησίαν Ἀλέξανδρος εὐχῆς ἄδικος ὤν. b |
| book 346.4 | (BCE3E4). |
| book 348a1.1 | 〈οὐδ’ ἔρρηξεν χαλκός:〉 οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ |
| book 348a1.2 | διὰ τοῦ ν, „χαλκόν“. Aim †οὕτως ἄμεινον† διὰ τοῦ ς γράφειν· |
| book 348a1.3 | καὶ γὰρ ὕστερόν (Γ 349) φησιν· „ὁ δὲ δεύτερος ὤρνυτο χαλκῷ“ ἀντὶ |
| book 348a1.4 | τοῦ τῷ δόρατι. | καὶ τὸ μὲν τῆς τύχης ἔτυχεν, τὸ δὲ τῆς ἰσχύος |
| book 348a1.5 | ἀπώλεσεν. A |
| book 348a2.1 | οὐδ’ ἔρρηξε〈ν〉 χαλκόν: οὕτως Ἀρίσταρχος. ἄμεινον |
| book 348a2.2 | δὲ διὰ τοῦ ς γράφειν· καὶ γὰρ ὕστερόν φησιν· „ὁ δὲ δεύτερος ὤρνυτο |
| book 348a2.3 | χαλκῷ“ ἀντὶ τοῦ τῷ δόρατι. | καὶ τὸ μὲν τῆς τύχης ἔτυχε, τὸ δὲ τῆς |
| book 348a2.4 | ἰσχύος ἀπώλεσεν. T |
| book 348a3.1 | Ἀρίσταρχος μὲν χαλκόν, ἄμεινον δὲ „χαλκόσ“· καὶ γὰρ |
| book 348a3.2 | ὕστερόν φησιν· „ὁ δὲ δεύτερος ὤρνυτο χαλκῷ“ ἀντὶ τοῦ δόρατι. | καὶ |
| book 348a3.3 | τὸ μὲν τῆς τύχης ἔτυχε, τὸ δὲ τῆς ἰσχύος ἀπώλεσεν. b(BCE3E4) |
| book 350.1 | ἐπευξάμενος: Ἑλληνικὸν τὸ μὴ πᾶν ἐπιτρέπειν τῇ ῥώμῃ· |
| book 350.2 | b(BCE3)T καὶ γὰρ μὴ βουλομένου θεοῦ ὁ πολλῶν κρατήσας |
| book 350.3 | ἑνὸς ἡττᾶται μόνου πολλάκις. T |
| book 352a.1 | δῖον Ἀλέξανδρον 〈καὶ ἐμῇς ὑπὸ χερσὶ δάμασσον〉: |
| book 352a.2 | ἀθετεῖται, ὅτι οὐκ ἀναγκαίως ἐπιλέγεται· καὶ γὰρ ὁ καιρὸς τὸ σύντο‐ |
| book 352a.3 | μον ἔχειν θέλει. καὶ δῖον ἀκαίρως ὁ Μενέλαος τὸν ἐχθρὸν λέγει. | ἐὰν δὲ |
| book 352a | γράφηται „δαμῆναι“, βραχὺ διαστελοῦμεν ἐπὶ τὸ Ἀλέξανδρον· |
| book 352a.5.1 | κοινὸν γὰρ τὸ „δόσ“ (Γ 351), ἐὰν δὲ δάμασσον, δευτέραν ἄνω θε‐ |
| book 352a.5.2 | τέον, ἐπεὶ καὶ καθ’ ἑαυτὸ δύναται πλῆρες εἶναι τὸ ἑξῆς. A |
| book 352b.1 | δῖον Ἀλέξανδρον: τινὲς τὸ δῖον τῷ „ἐμὲ“ (Γ 351) συν‐ |
| book 352b.2 | άπτουσιν. ἢ ἐρεθίσαι κατ’ αὐτοῦ βούλεται τὸν θεὸν ὡς αἰσχύναντος |
| book 352b.3 | τὸ ἀπὸ Δαρδάνου γένος. b(BCE3E4)T |
| book 352c1 | 〈δάμασσον:〉 Ἀρίσταρχος „δαμῆναι“. Aim |
| book 352c2.1 | γράφεται „δαμῆναι“, ἵνα συνᾴδῃ τῷ „δὸς τίσασθαι“ (Γ |
| book 352c2.2 | 351). Til |
| book 353.1 | ἐρρίγῃσι: ἀπὸ τοῦ ῥιγῶ ῥιγεῖς, AT οὗ παρατατικὸς |
| book 353.2 | ἐρρίγουν, A ὁ μέσος παρακείμενος ἔρριγα, ὃς μεταπλάττεται εἰς ἐν‐ |
| book 353.3 | εστῶτα τὸν ἐρρίγω ὡς δέδοικα δεδοίκω. AT |
| book 354a.1 | ξεινοδόκον {κακὰ ῥέξαι}: παροξύνεται διὰ τὴν ἐνέργειαν. |
| book 354a.2 | οὕτως δὲ πέφυκε τὰ παρὰ ῥῆμα συντιθέμενα παροξύνεσθαι μέν, ὅτε |
| book 354a.3 | ἐνέργειαν ὑπισχνεῖται, προπαροξύνεσθαι δέ, ὅτε πάθος, εἰ μὴ κανόνες |
| book 354a.4 | τινὲς κωλύοιεν, οὓς παρατίθεται ὁ Ἡρωδιανός (cf. 1,235,11). ὥστε |
| book 354a.5.1 | διαφέρειν τὸ λιθοβόλος τοῦ λιθόβολος· τὸ μὲν γὰρ παροξυνόμενον |
| book 354a.5.2 | σημαίνει τὸν λίθους βάλλοντα, τὸ δὲ προπαροξυνόμενον τὸν ὑπὸ |
| book 354a.5.3 | λίθου βεβλημένον, ὡς παρ’ Εὐριπίδῃ ἐν Φοινίσσαις (1063)· „λιθόβο‐ |
| book 354a.5.4 | λον †εἷμα† κατειργάσω“ A |
| book 354b.1 | ξεινοδόκον: διὰ τοῦ κ ὡς πανδοκεῖον. | ὁ δεχόμενος δὲ |
| book 354b.2 | ἐνεργεῖ, οὐ πάσχει· διὸ παροξύνεται. b(BCE3)T |
| book 354c1 | 〈φιλότητα:〉 ὅτι σαφῶς νῦν φιλότητα τὴν ξενίαν εἴρη‐ |
| book 354c1 | κεν. Aim |
| book 354c2.1 | φιλότητα παράσχῃ: †μόνως ὅτι γράφεται† φιλό‐ |
| book 354c2.2 | τητα δὲ ξενίαν· καὶ „ἐν μεγάροις ἐφίλησα“ (Γ 207). T |
| book 354c2 | φιλότητα: ἀπελθόντα γὰρ ὡς—καταφρονηθέντι. A |
| book 355.1 | ἀμπεπαλών: ἀνακραδήνας ἀπὸ τοῦ πάλλω, ὡς „τετα‐ |
| book 355.2 | γών“ (Α 591. Ο 23). T |
| book 358.1 | ἠρήρειστο: τὸ βίαιον τῆς πληγῆς δηλοῦται τῷ τραχεῖ τοῦ |
| book 358.2 | ῥήματος. b(BCE3)T |
| book 359 | ἀντικρύ: διαφέρει τὸ ἀντικρύ—τὸ φανερῶς. A |
| book 361.1 | 〈ἐρυσσάμενος ξίφος:〉 ὅτι ξίφος ἔχει, πρὸς Ζηνόδοτον. |
| book 361.2 | Aint |
| book 362.1 | κόρυθος φάλον: τὸ προμετωπίδιον ἀνάστημα—τὸ |
| book 362.2 | κάρα. A |
| book 362a1.1 | 〈ἀμφὶ δ’ ἄρ’ αὐτῷ:〉 Ἀρίσταρχος „ἀμφὶ δ’ ἄρ’ αὐτῇ,“ |
| book 362a1.2 | τῇ περικεφαλαίᾳ. Aim |
| book 362a2.1 | ἀμφὶ δ’ ἄρ’ αὐτῷ: αἱ χαριέστεραι καὶ πλείονες θηλυκῶς |
| book 362a2.2 | ἔχουσιν, ἵν’ ᾖ „ἀμφὶ δ’ ἄρ’ αὐτῇ“, τῇ κόρυθι. ἐὰν δὲ ᾖ ἀρσενικόν, ἐπὶ |
| book 362a2.3 | τοῦ λόφου κεῖται. T |
| book 363a.1 | 〈διατρυφέν:〉 τὰ γὰρ ὑπερβάλλουσαν ἀκμὴν ἔχοντα |
| book 363a.2 | εὔθρυπτα. b(BCE3E4)T |
| book 363b.1 | διατρυφέν: παρὰ τὸ θρύπτω, ὅθεν καὶ τρυφὴ ἡ θρύ‐ |
| book 363b.2 | πτουσα τὸ σῶμα· καὶ γὰρ οὐδὲν ἧττον αὕτη τὸ σῶμα ἢ ὁ σίδηρος |
| book 363b.3 | διαθρύπτει τὸ δόρυ. T |
| book 363b | διὰ τί ὁ Μενέλαος συγκλασθέντος—τῷ ἐκείνου θα‐ |
| book 363b.5 | νάτῳ. A |
| book 364-5.1 | Ἀτρείδης δ’ ᾤμωξεν 〈ἰδὼν εἰς οὐρανὸν εὐρύν· / |
| book 364-5.2 | Ζεῦ πάτερ〉: διοτρεφεῖς γὰρ οἱ βασιλεῖς. T | καὶ φιλεγκλήμονες οἱ |
| book 364-5.3 | ἀτυχεῖς. b(BCE3E4)T |
| book 364 | εὐρύν: ὅτι Ζηνόδοτος γράφει „αἰπύν“. αἰπὺ δὲ ὄρος ἂν λέ‐ |
| book 364 | γοιτο, ὁ δὲ οὐρανὸς εὐρύς· παρήκει γὰρ τῇ γῇ. A |
| book 365.1 | ὀλοώτερος: ὀλέθρων αἰτιώτερος· ἀναιρουμένου γὰρ Ἀλε‐ |
| book 365.2 | ξάνδρου τὰ τῆς μάχης ἐλύετο. b(BCE3E4)T |
| book 365.1 | ὀλοώτερος ἄλλων: ἐμοὶ τῷ Μενελάῳ—ἐπὶ τῷ παρ’ |
| book 365.2 | ἀξίαν σωζομένῳ. A |
| book 366a | 〈ἦ:〉 περισπᾶται ὁ ἦ· βεβαιωτικὸς γάρ {ἦν}. Aint |
| book 366b.1 | 〈ἦ τ’ ἐφάμην〉 τίσασθαι〈—〉κακότητος: Ἀτ‐ |
| book 366b.2 | τικῶς πέφρασται, ὡς „ἐγραψάμην Φιλῖνον κλοπῆσ“. b(BCE3)T | |
| book 366b.3 | παρὰ βραχύ, εἰ μὴ ἐσφάλην. b(BCE3) |
| book 367 | ἄγη {ξίφος}: πλεονασμῷ „ἐάγη“. T |
| book 368a.1 | οὐδ’ ἔβαλόν μιν: ὅτι Ἀμμώνιος ἐν τῷ Πρὸς Ἀθηνοκλέα |
| book 368a.2 | συγγράμματι ὁμοίως εἶχεν „οὐδ’ ἐδάμασ〈σ〉α“. καὶ ἔστι †συναιρῶν† |
| book 368a.3 | τοῖς λεγομένοις πρότερον (Γ 352) ὑπὸ τοῦ Μενελάου· „δῖον Ἀλέξαν‐ |
| book 368a.4 | δρον καὶ ἐμῇς ὑπὸ χερσὶ δαμῆναι“. | ὅτι σαφῶς τὸ οὐδ’ ἔβαλόν μιν |
| book 368a.5 | σημαίνει ἀντὶ τοῦ οὐδὲ ἐπάταξα αὐτόν. A |
| book 368b.1 | οὐδ’ ἔβαλόν μιν: πᾶσαι „οὐδὲ δάμασ〈σ〉α“ γράφουσι |
| book 368b.2 | καὶ οὐδ’ ἔβαλόν μιν. T |
| book 369a.1 | καὶ ἐπαΐξας κόρυθος λάβεν: εἴδωλον Ἀλεξάνδρου |
| book 369a.2 | καταλιμπάνει τῇ ὑποθέσει τριχῇ φονεύσας αὐτόν, δόρατι ξίφει αἰχμα‐ |
| book 369a.3 | λωσίᾳ. b(BCE3E4)T |
| book 369b | κόρυθος λάβεν: ὃ γὰρ ἂν τῷ θυμῷ παραπέσῃ, τοῦτο |
| book 369b | ὅπλον χορηγεῖται τῷ θυμῷ. T |
| book 370.1 | ἕλκε δ’ ἐπιστρέψας: διὰ τοῦ ῥήματος παρέτεινεν αὐτοῦ |
| book 370.2 | τὴν αἰσχύνην. οὐ φονεύει δὲ αὐτὸν τῷ αὐτοῦ ξίφει, ἢ ὑπὸ τοῦ καιροῦ ἢ |
| book 370.3 | ὑπὸ τῆς Ἀφροδίτης σφαλλόμενος, ἢ τοῖς ὅπλοις ἀπογνούς, ἢ καὶ ὅτι |
| book 370.4 | ἶσον ἦν θανάτου τὸ ὑπεκστῆναι τοῦ μετρητοῦ, ἢ ζῶντα αὐτὸν ἑλεῖν |
| book 370.5.1 | βουλόμενος, ὅπερ ἦν μεῖζον· οὕτω γὰρ ἂν ἀξίως ἐτιμωρήσατο αὐτὸν |
| book 370.5.2 | †ἢ συντόμως ἀνελών. b(BCE3E4)T |
| book 371a.1 | ἄγχε δέ μιν πολύκεστος ἱμάς: θέραψ γάρ ἐστι τοῦ κε‐ |
| book 371a.2 | στοῦ τῆς Ἀφροδίτης. b(BCE3E4)T συναπάγει δὲ αὐτόν, ὅπως |
| book 371a.3 | μὴ ἀγχονισθείη. b(BCE3)T |
| book 371b.1 | πολύκεστος: ὅτι πολύκεστος ὁ πυλοκέντητος. ἐκ δὲ |
| book 371b.2 | τούτου ὁ ποικίλος δηλοῦται διὰ τὰς ῥαφάς. καὶ ὁ τῆς Ἀφροδίτης |
| book 371b.3 | κεστὸς ἀπὸ τούτου· „τῆ νῦν τοῦτον ἱμάντα / ποικίλον“ (Ξ 219—20). |
| book 371b.4 | ὁ δὲ Καλλίμαχος (cf. fr. 43, 53) ὡς ὄνομα κύριον τοῦ ἱμάντος τὸν |
| book 371b.5 | κεστὸν ἐκδέχεται. A |
| book 371c1.1 | ἁπαλὴν ὑπὸ δειρήν: ὡς ἐπὶ γυναικὸς εἶπεν οὐκ |
| book 371c1.2 | εἰωθυίας κόρυθα φορεῖν. b(BCE3E4)T |
| book 371c2.1 | ἁπαλήν εἶπεν ὡς ἐπὶ γυναικὸς οὐκ εἰωθυίας κόρυθα |
| book 371c2.2 | φέρειν. Aim |
| book 372 | 〈ὑπ’ ἀνθερεῶνος:〉 τοῦ ἀνθερεῶνος αὐτοῦ. Til |
| book 373.1 | καί νύ κεν εἴρυσ〈σ〉έν τε: ἐν τῇ Ἀριστοφάνους „καί νύ |
| book 373.2 | κεν †ἐξείρυσε톓, Aint T οὐ μέντοι ἐν τῇ Ἀριστάρχου. T |
| book 374a.1 | 〈εἰ μὴ ἄρ’ ὀξὺ νόησε Διὸς θυγάτηρ〉 Ἀφροδίτη: |
| book 374a.2 | πάλιν διαστολὴ πρὸ τούτου· ἀνέστραπται γὰρ ἡ περίοδος. ὀρθὴ δ’ |
| book 374a.3 | ἂν ἐγένετο οὕτως· εἰ μὴ ἄρ’ ὀξὺ νόησε, „καί νύ κεν εἴρυσ〈σ〉έν τε“ |
| book 374a | (Γ 374 et 373). A |
| book 374b.1 | εἰ μὴ ἄρ’ ὀξὺ νόησε: οὐ βοηθεῖ Ἀθηνᾶ Μενελάῳ, ὅπως |
| book 374b.2 | ἡ Ἴλιος πορθηθῇ σῳζομένου Ἀλεξάνδρου. b(BCE3E4)T |
| book 375.1 | ῥῆξεν ἱμάντα: οὐ λῦσεν· τάχους γὰρ ἦν χρεία. b(BCE3E4) |
| book 375.2 | T οὐ σῴζεται δὲ σὺν τῇ κόρυθι, ὅπως τὸ κάλλιστον τῶν λαφύρων |
| book 375.3 | παρὰ τοῖς πολεμίοις καταλειφθῇ. b(BCE3)T |
| book 375 | ἶφι κταμένοιο: ἰσχυρῶς καὶ μετὰ βίας—ὑπὸ τῆς |
| book 375.5 | νόσου. A |
| book 377.1 | ἥρως: εὔκαιρον ἐπὶ τῇ νίκῃ τὸ ἥρως, καίτοι δυνάμενον |
| book 377.2 | „Ἀτρείδησ“ κεῖσθαι. b(BCE3)T |
| book 378.1 | ῥῖψ’ ἐπιδινήσας: σύμβολον τῆς νίκης· ταὐτὸν γάρ ἐστι |
| book 378.2 | τῷ καὶ τὴν κεφαλὴν ῥῖψαι (cf. Ν 204—5). b(BCE3)T |
| book 380a.1 | 〈ἔγχεϊ:〉 ζητεῖται ποίῳ ἔγχει· ὃ γὰρ εἶχεν, ἐξηκόντισεν· |
| book 380a.2 | διὸ ἡ διπλῆ. λεκτέον οὖν ὅτι ἐπόρουσεν, ἐφ’ ὃ ἐξηκόντισεν ἔγχος |
| book 380a.3 | ἐνεχόμενον τῇ ἀσπίδι καὶ τῷ θώρακι τοῦ Ἀλεξάνδρου, ἵνα τοῦτο ἐκσπά‐ |
| book 380a.4 | σας ἀνέλοι αὐτόν. οὕτως οὖν ληπτέον τὸ ἑξῆς, „ἐπόρουσε“ (Γ 379) |
| book 380a.5 | ἔγχει χαλκείῳ, εἶτα χωρὶς „κατακτάμεναι μενεαίνων“ (Γ 379). A |
| book 380b.1 | ἔγχεϊ χαλκείῳ: καὶ πῶς φησιν „ἐκ δέ μοι ἔγχος / ἠΐχθη |
| book 380b.2 | παλάμηφιν“ (Γ 367—8); ἢ ὅτι δύο δόρατα ἐβάσταζεν· ἢ τῶν παρ‐ |
| book 380b.3 | όντων ἥρπασεν· b(BCE3E4)T ἢ τῷ ἐμπεπηγότι αὐτῷ διαχρη‐ |
| book 380b.4 | σόμενος ἐπεδίωκεν. b(BCE3)T |
| book 380c.1 | τὸν δ’ ἐξήρπαξ’ Ἀφροδίτη: ἐπὶ τοσοῦτον ἄγει τὰς |
| book 380c.2 | περιπετείας ὁ ποιητὴς ὡς ὑπὸ μόνων ἰᾶσθαι θεῶν. b(BCE3)T |
| book 382 | κηώεντι: κοιμιστικῷ, εὐώδει. καὶ τοῦτο δὲ τῆς ἀκολασίας |
| book 382 | Ἀλεξάνδρου τεκμήριον. b(BCE3)T |
| book 383a.1 | αὐτὴ δ’ αὖθ’ Ἑλένην: κατηγοροῦσιν ὡς προαγωγὸν |
| book 383a.2 | εἰσάγοντος αὐτοῦ τὴν θεόν. ἀλλ’ ἐπεὶ ὥρμηται γέλωτα μὲν θέσθαι τὸν |
| book 383a.3 | Πάριν, ἐπαινέσαι δὲ τὴν Ἑλένην, καὶ τοῦ μὲν τὴν ἀκρασίαν, τῆς δὲ τὴν |
| book 383a.4 | σωφροσύνην ὑπ’ ὄψιν ἄγειν, οὐ δύναται δὲ διεστῶτα τὰ πρόσωπα δι’ |
| book 383a.5.1 | ἑτέρου τινὸς συμβιβάζειν, ἐπίτηδες παρέλαβε τὴν Ἀφροδίτην. b |
| book 383a.5.2 | (BE3)T |
| book 383b | 〈καλέους’:〉 †καλέουσα. Til |
| book 383-4a1.1 | 〈αὐτὴ δ’ αὖθ’ Ἑλένην καλέους’ ἴε〉· τὴν δ’ |
| book 383-4a1.2 | ἐκίχανε / πύργῳ ἐφ’ ὑψηλῷ: ὅπως μὴ ἀποδοθῇ ὁρωμένη ἀπὸ |
| book 383-4a1.3 | τοῦ τείχους· διὰ τοῦτο γὰρ εἶπε περὶ δὲ Τρωαὶ ἅλις ἦσαν |
| book 383-4a1.4 | (384). ἢ ὅπως μὴ οἰόμενος αὐτὴν ἐκδεδόσθαι καὶ διαχρήσηται |
| book 383-4a1.5 | ἑαυτόν. T |
| book 383-4a2.1 | καλεῖ δὲ αὐτὴν, ὅπως μὴ διὰ τοῦ τείχους ἀποδοθῇ, ἢ μή |
| book 383-4a2.2 | πως οἰόμενος αὐτὴν ἀποδεδόσθαι διαχρήσηται ἑαυτόν. b(BE3E4). |
| book 384.1 | 〈περὶ δὲ Τρωαὶ ἅλις ἦσαν:〉 πυθόμεναι γὰρ τὸ μονο‐ |
| book 384.2 | μάχιον ἐξῆλθον. b(BCE3E4)T πιθανὸν δὲ ἀποστάντος τοῦ Πριά‐ |
| book 384.3 | μου προστεθῆναι ταῖς Τρῳάσιν αὐτήν· b(BCE3)T θεωροῦσα δὲ |
| book 384.4 | τὴν μάχην οὐδ’ ὁτιοῦν φθέγγεται, ὅπως μὴ τὸ πάθος ἐκφήνῃ. b |
| book 384.5 | (BCE3E4)T |
| book 385.1 | χειρὶ δὲ νεκταρέου 〈ἑανοῦ〉: γραφικῶς τοῦτο. T |
| book 385.2 | ὑπεξάγει δὲ αὐτήν, ὅπως μὴ ἐν μέσαις ταῖς Τρῳάσι διαλέγηται αὐτῇ. b |
| book 385.3 | (BCE3E4)T πρᾶγμα δὲ εὐτελὲς μεθ’ ὅσης φαντασίας δηλοῖ, ὑψῶν |
| book 385.4 | τῷ κόμπῳ τῶν ἐπιθέτων. b(BCE3)T | νεκταρέου δὲ θείου, παρὰ τὸ |
| book 385.5.1 | νέκταρ. ἑανοῦ δὲ λευκοῦ ὡς „ἑανῷ λιτί“ (Σ 352) καὶ „ἑανοῦ |
| book 385.5.2 | κασ〈σ〉ιτέροιο“ (Σ 613). T |
| book 387a.1 | Λακεδαίμονι ναιεταώσῃ: μιᾷ τῶν ὑπολειφθεισῶν |
| book 387a.2 | εἴκασται, δηλοῦσα ὅτι θεός ἐστιν· ἢ λείπει ὁ καί, ἵν’ ᾖ καὶ ἐν Λακεδαί‐ |
| book 387a | μονι. T |
| book 387b1.1 | ναιεταώσῃ: ναίω ναιέτης, καὶ ὡς κυνηγέτης κυνηγετῶ, |
| book 387b1.2 | οὕτως ναιέτης ναιετῶ ναιετᾷς, διαίρεσις ναιετάω. καὶ ἔδει μὲν ναιεταού‐ |
| book 387b1.3 | σῃ. AT ὡς βοαούσῃ, T ἀλλ’ ἔστιν ὅμοιον τῷ „ἱδρῶσαι, |
| book 387b1.4 | ἦγον δέ“ (Λ 598). AT |
| book 387b2.1 | ἐκ τοῦ ναίω ναιέτης· καὶ ὥσπερ ἀπὸ τοῦ κυνηγέτης κυ‐ |
| book 387b2.2 | νηγετῶ, οὕτως ἀπὸ τοῦ ναιέτης ναιετῶ. καὶ ὤφειλε μὲν ναιεταούσῃ, |
| book 387b2.3 | ἀλλ’ ἔστιν ἡ χρῆσις Ἰώνων. b(BCE3) |
| book 388a | 〈ἤσκειν:〉 ὡς ἐδεδειπνήκειν. Til |
| book 388b.1 | μάλιστα δέ μιν φιλέεσκε: τὴν γραῦν, ὡς καὶ ὁ ὄνειρος |
| book 388b.2 | εἴκασται τῷ φιλτάτῳ Νέστορι (cf. Β 20—1). T |
| book 390a1.1 | δεῦρ’ ἴθ’· 〈Ἀλέξανδρός σε καλεῖ οἶκον δὲ νέε‐ |
| book 390a1.2 | σθαι:〉 στικτέον μετὰ τὸ ἴθι· αὐτοτελὲς γὰρ καὶ ἀσύνδετον πρὸς τὰ |
| book 390a1.3 | ἑξῆς. καὶ κατὰ τὸ τέλος τοῦ στίχου στικτέον τελείᾳ. A |
| book 390a2 | τελεία μετὰ τὸ ἴθι στιγμή. Til |
| book 390-2.1 | Ἀλέξανδρός σε καλεῖ〈—στίλβων καὶ εἵμα‐ |
| book 390-2.2 | σιν〉: διχῇ αὐτὴν ἀναζωπυρεῖ ὑπομιμνῄσκουσα τοῦ ἀνδρὸς ἀπὸ τοῦ |
| book 390-2.3 | κάλλους καὶ τοῦ τόπου. b(BCE3E4)T |
| book 391a.1 | δεινωτοῖσι λέχεσσιν: ὅτι δεινωτὰ λέχη λέγει ἤτοι διὰ |
| book 391a.2 | τὸ τετορνεῦσθαι τοὺς πόδας, ἢ διὰ τὴν ἔντασιν τῶν ἱμάντων· πρώτῃ |
| book 391a.3 | γὰρ ἐχρῶντο τῇ διὰ τῶν ἱμάντων πλοκῇ. A |
| book 391b.1 | δινωτοῖσι: ἐφ’ ὧν ἀκινητοῦμεν, κατὰ ἀντίφρασιν. ἢ |
| book 391b.2 | ὅτι δῖνος ὁ τόρνος. b(BCE3E4)T καὶ διὰ τοῦ ι φησὶν ὁ Ἡρω‐ |
| book 391b | διανὸς ἐν τῷ Περὶ σχημάτων (2,847,8). b(BCE3)T |
| book 391-2.1 | 〈κεῖνος ὅ γε—καὶ εἵμασιν:〉 λείπει τὸ ἐστίν. |
| book 391-2.2 | ἐπεὶ δὲ συνήθης ἡ φράσις, ἐὰν τεθῇ, δοκεῖ πλεονάζειν. b(BCE3)Til |
| book 392a1.1 | κάλλεΐ τε στίλβων 〈καὶ εἵμασιν〉: ταῦτά φησιν, ἵνα |
| book 392a1.2 | μὴ διὰ τὸν λύθρον αὐτὸν μυσαχθῇ. T |
| book 392a2.1 | ταῦτά φησιν, ἵνα μὴ μυσαχθῇ αὐτὸν διὰ τὸ λύθρον. b |
| book 392a2.2 | (BCE3E4) |
| book 392b.1 | οὐδέ κε φαίης: ὅτι ὡς πρός τινα λέγει μὴ ὑποκειμένου |
| book 392b.2 | προσώπου, ἀντὶ τοῦ φαίη τις ἄν. A |
| book 393a1.1 | 〈ἀνδρὶ μαχεσσάμενον τόν γ’ ἐλθεῖν:〉 διαστολὴ |
| book 393a1.2 | βραχεῖα ἐπὶ τὸ ἐλθεῖν· κοινὸν γὰρ τὸ „οὐδέ κε φαίησ“ (Γ 392). Aim |
| book 393a2 | ὀλίγον διασταλτέον μετὰ τὸ ἐλθεῖν. Ail |
| book 393b.1 | ἀλλὰ χορόν: ἠϊθέων τὸ χορεύειν· ἐφ’ ᾧ καὶ Πρίαμος |
| book 393b.2 | ὀνειδίζει τοῖς υἱοῖς· „χοροιτυπίῃσιν ἄριστοι“ (Ω 261). b(BCE3)T |
| book 395.1 | 〈ὣς φάτο· τῇ δ’ ἄρα θυμὸν〉 ἐνὶ στήθεσσιν ὄρινε: ὅτι |
| book 395.2 | οὐ δεῖ ἀκούειν ἐκ τοῦ θυμὸν ὄρινεν (395) ἐθύμωσεν, ἀλλὰ τὸ παρώρ‐ |
| book 395.3 | μησεν· δεξάμενος δέ τις τὸ πρότερον τοὺς ἑξῆς (sc. 396—418) ἐνδια‐ |
| book 395.4 | σκευάζει· διὸ ἀθετοῦνται ἀπὸ τοῦ „καί ῥ’ ὡς οὖν ἐνόησεν“ (Γ 396) |
| book 395.5.1 | ἕως τοῦ „ὣς ἔφατ’, ἔδδεισεν δ’ Ἑλένη“ (418) στίχοι εἴκοσι τρεῖς· πῶς |
| book 395.5.2 | γὰρ ἡ γραίᾳ παλαιγενεῖ εἰκασμένη „περικαλλέα δειρὴν“ (Γ 396) |
| book 395.5.3 | εἶχεν καὶ „ὄμματα μαρμαίροντα“ (397) καὶ „στήθεα ἱμερόεντα“ (Γ |
| book 395.5.4 | 397); καὶ βλάσφημα παρὰ τὸ πρόσωπόν ἐστι τὰ λεγόμενα „ἧσο παρ’ |
| book 395.5.5 | αὐτὸν ἰοῦσα, θεῶν δ’ ἀπόειπε κελεύθους, / μηδ’ ἔτι σοῖσι πόδεσσιν“ |
| book 395.10.1 | (Γ 406—7). καὶ εὐτελὴς κατὰ τὴν διάνοιαν „μή μ’ ἔρεθε, σχετλίη“ (Γ |
| book 395.10.2 | 414). αἰρομένων δὲ αὐτῶν καὶ τῆς συνεπείας γινομένης οὕτως· ὣς |
| book 395.10.3 | φάτο, τῇ δ’ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε· / „βῆ δὲ |
| book 395.10.4 | κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ / σιγῇ, πάσας δὲ Τρῳὰς λάθεν, |
| book 395 | ἦρχε δὲ δαίμων“ (Γ 395. 419—20). A |
| book 396.1 | περικαλλέα δειρήν: καὶ μὴν γραῒ παρεικασθεῖσα ἦν. ἀλλ’ |
| book 396.2 | ἔθος τοῖς ἡμιθέοις ἐπιγινώσκειν τοὺς θεούς, b(BCE3E4)T ὡς |
| book 396.3 | Αἴας τὸν Ποσειδῶνα (cf. Ν 70—2). b(BCE3)T |
| book 397.1 | στήθεά τ’ ἱμερόεντα: οὐδὲν ἄτοπον γυμνὴν φαίνεσθαι |
| book 397.2 | τὴν θεόν· Ἑλένῃ γὰρ ἦλθε γνωρισθῆναι, κρύπτεται δὲ τὰς Τρῳάς. b |
| book 397.3 | (BCE3E4)T |
| book 398 | ἔπειτα: τὸ δεύτερον. Til |
| book 399a.1 | δαιμονίη: παρρησιάζεται ἡ Ἑλένη ὡς πρὸς ἀδελφήν. b |
| book 399a.2 | (BCE3)T |
| book 399b.1 | λιλαίεαι: λῶ τὸ θέλω· ἀναδιπλασιασμὸς λιλῶ. ὡς κερῶ |
| book 399b.2 | κεραίω, οὕτω καὶ λιλῶ λιλαίω. T |
| book 400a1.1 | ἦ πή με: τὸν ἦ σύνδεσμον περισπαστέον, τὸ δὲ πή |
| book 400a1.2 | ὀξυτονητέον διὰ τὸ μέ ἐγκλιτικόν· ἐνθάδε γὰρ τὸ πη οὐ πύσμα, |
| book 400a1.3 | ἀλλὰ ἀόριστον. A |
| book 400a2.1 | ἦ πή με: τὸ ἦ περισπαστέον, τὸ δὲ πή ὀξυντέον διὰ τὸ |
| book 400a2.2 | μέ· οὐ γάρ ἐστι νῦν ἐρωτηματικὸν τὸ πη, ἀλλὰ ἀόριστον. b(BCE3)T |
| book 400b1 | προτέρω: ἀπὸ τοῦ †προσωτέρου† ἐστί· διὸ δίχα τοῦ ι. T |
| book 400b2.1 | δίχα τοῦ ι τὸ προτέρω· b(BCE3) ἀπὸ τοῦ προσω‐ |
| book 400b2.2 | τέρω b(BCE3E4) γάρ ἐστιν. b(BCE3) |
| book 401a | 〈Φρυγίης:〉 λείπει ἡ ἐπί. Til |
| book 401b | Μῃονίης: Μῄονες ἐκαλοῦντο οἱ Λυδοὶ τὸ παλαιόν, | εἶτα |
| book 401b | Λυδοὶ ἀπὸ Λυδοῦ τοῦ Ἄτυος, ὥς φησιν Ἡρόδοτος (cf. 7, 74, 1). A |
| book 402a.1 | 〈εἴ τίς τοι καὶ κεῖθι φίλος μερόπων ἀνθρώπων:〉 |
| book 402a.2 | πρὸ τούτου διαστολὴν θετέον· ἀνέστραπται γὰρ ὁ λόγος. Aim |
| book 402b1 | 〈καὶ κεῖθι:〉 Ἀρίσταρχος μετὰ τοῦ ι, καὶ κεῖθι. Aim |
| book 402b2.1 | {εἴ τίς τοι} καὶ κεῖθι {φίλος}: ἐκ πλήρους ὁ καί σύνδε‐ |
| book 402b2.2 | σμος. T |
| book 403-5a1.1 | οὕνεκα δὴ νῦν δῖον Ἀλέξανδρον〈—παρ‐ |
| book 403-5a1.2 | έστησ〉: ἀπ’ ἄλλης ἀρχῆς τὸ οὕνεκα (403)· ἀσύνδετος γὰρ πρὸς |
| book 403-5a1.3 | τὰ ἐπάνω ὁ λόγος. ὑποστικτέον δὲ ἐν ὑποκρίσει εἰς τὸ ἄγεσθαι (404), |
| book 403-5a1.4 | ἐπεὶ τῶν ἀνταποδοτικῶν ἐστι καὶ ταῦτα, οὕνεκα (403)—τοὔνεκα |
| book 403-5a1.5 | (405). A |
| book 403-5a2 | τοῦτο ἀπὸ ἄλλης ἀρχῆς. Til |
| book 403-5b.1 | οὕνεκα δὴ νῦν: κομματικὸς ὁ λόγος τῇ δυσχεραινούσῃ |
| book 403-5b.2 | διανοία. θέλει δὲ εἰπεῖν ὅτι οὔ με λανθάνεις, ἐφ’ ᾧ ἦλθες ἐνθάδε. b |
| book 403-5b.3 | (BCE3E4)T |
| book 405.1 | τοὔνεκα δὴ νῦν 〈δεῦρο〉 δολοφρονέουσα παρέστης: |
| book 405.2 | ἠθικῶς πυνθάνεται· διὸ οὐ δεῖ ὑποστίζειν εἰς τὸ παρέστης. T |
| book 406a1.1 | θεῶν δ’ ἀπόειπε κελεύθους: Ἀρίσταρχος „ἀπόεικε“ |
| book 406a1.2 | διὰ τοῦ κ, καὶ χωρὶς τοῦ ς „κελεύθου“. θαυμάσειε δ’ ἄν τις, ἡ ἑτέρα διὰ |
| book 406a1.3 | τοῦ π πόθεν παρέδυ· οὔτε γὰρ ἐν ταῖς Ἀρισταρχείοις οὔτε ἐν ἑτέρᾳ |
| book 406a1.4 | τῶν γοῦν μετρίων ἐμφερόμενον πέφυκεν, καὶ οὐ μόνον ἐν ταῖς ἐκδό‐ |
| book 406a1.5.1 | σεσιν, ἀλλὰ καὶ ἐν τοῖς συγγράμμασιν ἁπαξάπαντες οὕτως ἐκτίθενται. |
| book 406a1.5.2 | προσθήσειν μοι δοκῶ καὶ τὴν Ἀριστάρχου λέξιν οὕτως ἔχουσαν· |
| book 406a1.5.3 | „†τί δὲ† εἰς τὰς θεοὺς ὁδοῦ εἶκε καὶ παραχώρει, μὴ βαδίζουσα εἰς |
| book 406a1.5.4 | αὐτούς.“ A |
| book 406a2 | Ἀρίσταρχος „κελεύθου“. Aim |
| book 406b.1 | θεῶν δ’ ἀπόεικε κελεύθου: †οὐ† πᾶσαι. | οὐκ ἐπαρᾶται |
| book 406b.2 | δέ, ἀλλ’ ὀνειδίζει ἀντὶ τοῦ μὴ πρᾶσσε τὰ θεῶν. T |
| book 410-1.1 | 〈κεῖσε δ’ ἐγὼν οὐκ εἶμι· νεμεσσητὸν δέ κεν εἴη· / |
| book 410-1.2 | κείνου πορσανέουσα λέχος:〉 τὸ ἑξῆς ἐστι κεῖσε δ’ ἐγὼν οὐκ |
| book 410-1 | εἶμι κείνου πορσανέουσα λέχος. Aim |
| book 411.1 | κείνου πορσανέουσα λέχος: εὐτρεπίζουσα, ὡς τὸ „λέχος |
| book 411.2 | πόρσυνε καὶ εὐνήν“ (γ 403. η 347). | τὸ δὲ ἑξῆς „οὐκ εἶμι κεῖσε“ (cf. Γ |
| book 411.3 | 410) πορσανέουσα λέχος. τὸ δὲ †νεμεσητόν† διὰ μέσου. b |
| book 411.4 | (BCE3)T |
| book 411-2a1.1 | Τρῳαὶ δέ μ’ ὀπίσσω / πᾶσαι μωμήσονται: ὡς |
| book 411-2a1.2 | δευτέρας μάχης αἰτίαν οὖσαν· ἔδει γὰρ αὐτὴν τῷ νικήσαντι ἕπεσθαι. T |
| book 411-2a2.1 | μωμήσονται γάρ με, φησίν, αἱ Τρωάδες ὡς δευτέρας |
| book 411-2a2.2 | μάχης οὖσαν αἰτίαν· ἔδει γὰρ αὐτὴν τῷ νικήσαντι ἕπεσθαι. b(BCE3 |
| book 411-2a2.3 | E4) |
| book 414-6.1 | μή μ’ ἔρεθε, σχετλίη, 〈—ἔχθεα λυγρά〉: |
| book 414-6.2 | βραχὺ διασταλτέον σχετλίη, μεθείω (414), ἀπεχθήρω (415). |
| book 414-6.3 | στικτέον δὲ φίλησα (415), ἐὰν ᾖ τὸ μητίσομαι (416) ὁριστικόν· |
| book 414-6.4 | ἐὰν δὲ ὑποτακτικὸν συνεσταλμένον, κἀκεῖ διαστολὴν θετέον, ἵνα κοι‐ |
| book 414-6.5.1 | νὸν ᾖ τὸ μή (414) ἐπίρρημα κατὰ πάντων, μή σε μεθείω, μὴ ἀπε‐ |
| book 414-6.5.2 | χθήρω. A |
| book 414a.1 | μή μ’ ἔρεθε, σχετλίη: τὸ ἀνεξίκακον τῆς θείας ἐδήλωσε |
| book 414a.2 | φύσεως. „†θεὸς γὰρ ἐπὶ σμικροῖς† οὐ θερμαίνεται / ἀλλ’ ὡς λέβης τις |
| book 414a.3 | μείζονος δεῖται πυρόσ“ (trag. fr. ad. 448 N.2). b(BCE3E4)T |
| book 414b.1 | μὴ χωσαμένη σε μεθείω: μετωνυμικῶς ἀντὶ τοῦ ἐαθῆναι |
| book 414b.2 | ποιήσω καὶ μισηθῆναι, Aim b (BCE3)T ὡς καὶ φιληθῆναι ἐποίη‐ |
| book 414b | σα. b(BCE3)T |
| book 415.1 | 〈ἔκπαγλ’ ἐφίλησα:〉 Ἀρίσταρχος Ἰακῶς „ἔκπαγλα φίλη‐ |
| book 415.2 | σα“. Aint |
| book 416a.1 | μητίσομαι αἴσχεα λυγρά: καὶ τῶν ἐναντίων γὰρ |
| book 416a.2 | ἔχουσιν ἐξουσίαν οἱ θεοί, ὡς αἱ Μοῦσαι ἐπὶ Θαμύριδος (Β 599—600). b |
| book 416a.3 | (BCE3E4)T |
| book 416b1.1 | ἔχθεα: ἐν τῇ ἑτέρᾳ τῶν Ἀρισταρχείων „ἄχθεα“ ἐγέ‐ |
| book 416b1.2 | γραπτο, τινὲς δὲ „ἄλγεα“ γράφουσιν. AAim |
| book 416b2.1 | αἴσχεα {λυγρά}: ἡ μὲν ἑτέρα τῶν Ἀριστάρχου „αἴσχεα“, |
| book 416b2.2 | ἡ δὲ ἑτέρα „ἄλγεα“. T |
| book 417a.1 | 〈ὄληαι:〉 ὡς „πύθηαι“ (Ε 351 al.)· μέσος γὰρ δεύτερος |
| book 417a.2 | ἀόριστος. Aim |
| book 417b | 〈ὄληαι:〉 ἀντὶ τοῦ ὄλοιο. Til |
| book 418.1 | ἔδδεισεν δ’ Ἑλένη: διδάσκει μὴ θρασείας γίνεσθαι πρὸς |
| book 418.2 | τοὺς ὑπερέχοντας τὰς ἀποκρίσεις. b(BCE3E4)T |
| book 419a | βῆ δὲ κατασχομένη: πάλιν κοσμίως ἀναχωρεῖ. T |
| book 419b1 | {ἑανῷ} ἀργῆτι φαεινῷ: ἐκ παραλλήλου τὸ αὐτό. T |
| book 419b2 | τοῦτο ἐκ παραλλήλου εἴρηται. Aim |
| book 421.1 | δόμον περικαλλέ’ ἵκοντο: τοῦ Ἀλεξάνδρου· ἐπὶ δὲ |
| book 421.2 | Ἕκτορος „δόμους εὖ ναιετάοντασ“ (Ζ 497). T |
| book 422.1 | ἀμφίπολοι μὲν 〈ἔπειτα θοῶσ〉 ἐπὶ ἔργα 〈τρά‐ |
| book 422.2 | ποντο〉: ἔδει γὰρ αὐτὰς χωρίζεσθαι διαλέξεως ἀνδρὸς καὶ γυναικός, |
| book 422.3 | τὰ συνήθη πρασσούσας. b(BCE3E4)T |
| book 423a | ἡ δ’ εἰς ὑψόροφον: ἀπὸ τούτου ἕως τοῦ „ἔνθα κάθιζ’ |
| book 423a.1 | Ἑλένη“ (Γ 426) στίχοις τέσσαρσι παράκεινται διπλαῖ περιεστιγμέ‐ |
| book 423a.2 | ναι, ὅτι Ζηνόδοτος μετετίθει τὴν συνέπειαν οὕτως· „ἀμφίπολοι μὲν |
| book 423a.3 | ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο (Γ 422) / αὐτὴ δ’ ἀντίον ἷζεν Ἀλε‐ |
| book 423a.5.1 | ξάνδροιο ἄνακτος, (pro Γ 423—6) / ὄσσε πάλιν κλίνασα, πόσιν δ’ |
| book 423a.5.2 | ἠνίπαπε μύθῳ“ (Γ 427)· ἀπρεπὲς γὰρ αὐτῷ ἐφαίνετο τὸ τῇ Ἑλένῃ |
| book 423a.5.3 | τὴν Ἀφροδίτην δίφρον βαστάζειν. ἐπιλέλησται δὲ ὅτι γραῒ εἴκασται |
| book 423a.5.4 | καὶ ταύτῃ τῇ μορφῇ τὰ προσήκοντα ἐπιτηδεύει. A |
| book 423b.1 | 〈δῖα:〉 ἀντὶ τοῦ διοτάτη. καλῶς δὲ τὰ ἐπὶ Διὸς οὐκ |
| book 423b.2 | ἐπιτείνονται. b(BCE3) |
| book 424a.1 | δίφρον ἑλοῦσα〈—〉Ἀφροδίτη: εἰ μὲν ὡς |
| book 424a.2 | γραῦς, οὐκ ἄτοπον· εἰ δὲ ὡς Ἀφροδίτη, καὶ Ἀθηνᾶ λύχνον φαίνει |
| book 424a.3 | Ὀδυσσεῖ (τ 33—4). καὶ οὐ θαυμαστόν, εἰ ἀδελφῇ ὑπηρετεῖται· διὸ |
| book 424a.4 | καὶ ἐπάγει „κούρη Διόσ“ (Γ 426). b(BCE3E4)T |
| book 424b.1 | φιλομ〈μ〉ειδὴς 〈Ἀφροδίτη〉: τὰ γὰρ ἀφροδίσια |
| book 424b.2 | λύπης ἀπήλλακται. A b (BCE3E4) |
| book 425.1 | 〈ἀντί’ Ἀλεξάνδροιο:〉 ἡ θέα γὰρ ἐρώτων συνεργός· |
| book 425.2 | „ἐκ τοῦ γὰρ εἰσορᾶν γίνεται ἀνθρώποις ἐρᾶν“ (Sthenel. fr. 1 vel |
| book 425.3 | Agath. fr. 29 N.2). A b (BCE3) |
| book 426.1 | {ἔνθα} κάθιζ’: συστέλλειν δεῖ τὸ ι καὶ προπαροξύνειν τὸ |
| book 426.2 | κάθιζε· ὅσα γὰρ παρῳχημένου χρόνου ῥήματα βραχυκατάληκτα |
| book 426.3 | ἐνέλειψε χρόνῳ κατὰ τὸ ἄρχον, ταῦτα συντιθέμενα ἀναδίδωσι τὸν τό‐ |
| book 426.4 | νον· εἶχον συνεῖχον· ἀλλ’ ἐπεὶ ἐγένετο ἔχε, ἀνεδόθη ὁ τόνος, „νὺξ |
| book 426.5.1 | δὲ μάλα στυγερὴ κάτεχ’ οὐρανόν“ (ν 269). οὕτως ἷζε κάθιζε· „Νέ‐ |
| book 426.5.2 | στωρ τ’ †αὐτός τ’† ἔφιζε“ (γ 411). A |
| book 427 | ὄσσε πάλιν κλίνασα: ὑπογράφει τὸ σῶφρον τῆς Ἑλένης· |
| book 427 | τέχνῃ γὰρ ἀντιτάσσεται τῇ Ἀφροδίτῃ. b(BCE3E4)T |
| book 428a.1 | ἤλυθες ἐκ πολέμου: πλανώμενοί τινες ὑποστίζουσιν |
| book 428a.2 | ἐν τῷ πολέμου διὰ τὴν ὑπόκρισιν. Νικάνωρ (p. 174 Friedl.) δὲ |
| book 428a.3 | τελείαν δίδωσι καὶ τὸ ἑξῆς ἀπόλυτόν φησιν. A b (BCE3)T |
| book 428b | 〈ὡς:〉 τὸ ὥς ἀντὶ τοῦ εἴθε. Til |
| book 429.1 | ἀνδρὶ δαμείς, ὃς ἐμός: διαθρύπτεται, ὡς τὸ „δαὴρ αὖτ’ |
| book 429.2 | ἐμόσ“ (Γ 180). T |
| book 430.1 | ἦ μὲν δὴ πρίν γ’ εὔχεο: ἠθικῶς αὐτοῦ τὸ ἀλαζονικὸν |
| book 430.2 | ἔσκωψεν· ἴδιον γὰρ †ἐρῶντος ἀνδραγαθίας† αὐχεῖν. b(BCE3E4)T |
| book 431.1 | σῇ τε βίῃ 〈καὶ χερσὶ〉 καὶ ἔγχει φέρτερος εἶναι: |
| book 431.2 | βίῃ τῇ ψυχῇ, χερσί τῷ σώματι, ἔγχει τοῖς ἀμυντηρίοις. b(BCE3 |
| book 431.3 | E4)T |
| book 432.1 | ἀλλ’ ἴθι νῦν: ἀπὸ τούτου ἕως τοῦ „ἀφραδέωσ“ (Γ 436) |
| book 432.2 | ἀθετοῦνται στίχοι πέντε, ὅτι πεζότεροί εἰσι καὶ τοῖς νοήμασι ψυχροὶ |
| book 432.3 | καὶ ἀκατάλληλοι· ἅμα μὲν γὰρ λέγει ἀλλ’ ἴθι προκάλεσσαι |
| book 432.4 | καὶ κατὰ τὸ συνεχὲς ἐπιφέρει „ἀλλά ς’ ἔγωγε / παύσασθαι κέλομαι“ |
| book 432.5 | (Γ 433—4), ὡς φροντιζούσης. A |
| book 433-4.1 | ἀλλά ς’ ἔγωγε / παύσασθαι κέλομαι: θελγομένη |
| book 433-4.2 | ὑπὸ Ἀφροδίτης εἰς τοῦτο ἔρχεται. τάχα δὲ καὶ ἀποδοθῆναι θέλουσα |
| book 433-4.3 | λεληθότως παραινεῖ μὴ μάχεσθαι· μὴ μαχομένου δὲ αὐτοῦ ἀποδοθείη |
| book 433-4.4 | κατὰ τὰ δεδογμένα. καὶ διὰ τοῦτο καὶ ἐκδειματοῦσα „ἀρηΐφιλον“ (Γ |
| book 433-4.5 | 432) αὐτόν φησιν. b(BCE3E4)T |
| book 434 | 〈παύσασθαι:〉 Ἀρίσταρχος „παύεσθαι“. Aim |
| book 434-5a.1 | παύσασθαι κέλομαι〈—ἠδὲ μάχεσθαι〉: |
| book 434-5a.2 | στικτέον ἐπὶ τὸ κέλομαι (434)· τὰ γὰρ ἑξῆς ἀπαρέμφατα ἀντὶ |
| book 434-5a.3 | προστακτικῶν, πολέμιζε καὶ μάχου. ἐὰν δὲ βραχὺ διαστέλλωμεν ἐπὶ |
| book 434-5a.4 | τὸ κέλομαι, ὄντως ἀπαρέμφατα. A |
| book 434-5b1 | παύσασθαι κέλομαι: παρατατικῶς τὸ „παύεσθαι“. |
| book 434-5b1 | | τελεία δὲ εἰς τὸ κέλομαι, καὶ τὰ ἑξῆς ἀντὶ προστακτικοῦ. T |
| book 434-5b2.1 | τὸ δὲ „παύεσθαι“ ἐνεστῶτος, οὐ παύσασθαι. |τελεία |
| book 434-5b2.2 | δὲ εἰς τὸ κέλομαι, καὶ τὰ ἑξῆς ἀντὶ προστακτικῶν. b(BCE3E4) |
| book 436a | 〈ἀφραδέως:〉 ἀπείρως. Til |
| book 436b | 〈δαμασθῇς:〉 Ἀρίσταρχος „†δαμείησ“. Aint |
| book 438 | 〈μή με:〉 ἀντὶ τοῦ μή μου. Til |
| book 439-40a.1 | νῦν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν Ἀθήνῃ |
| book 439-40a.2 | 〈/ κεῖνον δ’ αὖτις ἐγώ〉: οἷαι τῶν ἠσχημονηκότων αἱ ἀπολογίαι. |
| book 439-40a.3 | διὰ τὴν Ἀθηνᾶν φησι νενικῆσθαι, ὥσπερ οὐκ ἐκ τῶν ἐναντίων διὰ τὴν |
| book 439-40a.4 | Ἀφροδίτην αὐτὸς σωθείς. νικήσειν δὲ ὑπισχνεῖται τὸν Μενέλαον, |
| book 439-40a.5 | οὐδὲ μετὰ τὴν ἧτταν τῆς ἀλαζονείας παυόμενος. b(BCE3E4)T |
| book 439-40b1.1 | 〈νῦν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν |
| book 439-40b1.2 | Ἀθήνῃ, / κεῖνον δ’ αὖτις ἐγώ:〉 ἐπὶ τὸ †ἐγὼ† βραχὺ δια‐ |
| book 439-40b1.3 | σταλτέον· κοινὸν γὰρ ἀπὸ τοῦ ἐνίκησε (439) τὸ νικήσω. Aim |
| book 439-40b2.1 | {κεῖνον δ’ αὖτις ἐγώ:} †κεῖνον ἀντὶ† τοῦ ἐνίκησε νική‐ |
| book 439-40b2.2 | σω αὖτις αὐτὸν ἐγώ· διὸ βραχὺ στικτέον. T |
| book 439-40b3.1 | βραχὺ διασταλτέον εἰς τὸ †ἐγώ†, καὶ τὸ νικήσω ἐκδεκτέ‐ |
| book 439-40b3.2 | ον· κοινὸν γὰρ ἄμφω τὸ ἐνίκησεν. b(BCE3E4) |
| book 440.1 | πάρα γὰρ θεοί εἰσι 〈καὶ ἡμῖν〉: ὀξυτονητέον τὴν |
| book 440.2 | παρά πρόθεσιν κατὰ τὴν ἄρχουσαν. ἔστι δὲ οὐκ ἀναστροφή, |
| book 440.3 | ἀλλὰ καθ’ ὑπερβατὸν κεῖται διαλελυμένου τοῦ πάρεισιν. εἰκότως |
| book 440.4 | τινές φασιν ὅτι αἱ προθέσεις, ὅταν κατὰ διάλυσιν λέγωνται πρὸς τὰ |
| book 440.5.1 | ἐπιφερόμενα, φυλάσσουσι τοὺς τόνους· „κατὰ ταῦρον ἐδηδώσ“ |
| book 440.5.2 | (Ρ 542), „κατὰ βοῦς Ὑπερίονος / ἤσθιον“ (α 8—9), „ἀνὰ δ’ ὁ |
| book 440.5.3 | πτολίπορθος Ὀδυσσεύς / ἔστη“ (Β 278—9). ἐχρῆν οὖν καὶ τῆς |
| book 440.5.4 | παρά ἐνθάδε, εἰ πρὸς τὸ ἐπιφερόμενον συντάττεται, φυλάσσεσθαι |
| book 440.5.5 | τὸν τόνον· πρὸς οὓς πιθανῶς ὑπαντητέον ὅτι ἐκεῖνα μέν, ἅπερ ἐτί‐ |
| book 440.10.1 | θεντο, καὶ ἐν τῇ συνθέσει φυλακτικὰ ἐγένετο τοῦ τόνου τῶν προ‐ |
| book 440.10.2 | θέσεων, οἷον κατήσθιον, κατεδηδώς· οὐ γάρ τις τῶν προθέσεων |
| book 440.10.3 | τούτων ἐπὶ τὴν ἄρχουσαν συλλαβὴν ἑαυτῆς μετεβίβαζε τὸν τόνον. |
| book 440.10.4 | τὸ δὲ πάρεισι μετεβίβαζεν· ἔνθεν καὶ τὸ κατὰ διάλυσιν οὕτως ἀνα‐ |
| book 440.10.5 | γινώσκομεν. A |
| book 441a.1 | ἀλλ’ ἄγε δὴ φιλότητι: πῶς, φασί, μετὰ τοσαύτην |
| book 441a.2 | αἰσχύνην ὀργᾷ; ἐμφανίζει οὖν τὴν πρόξενον ἁπάντων τῶν κακῶν |
| book 441a.3 | αὐτοῦ λαγνείαν. ἢ ἀνακτώμενος Ἑλένην προσποιεῖται αὐτῆς ἐρᾶν, |
| book 441a.4 | ὑπονοῶν ὀργίζεσθαι αὐτήν, ἐφ’ οἷς ἐκδοῦναι αὐτὴν ἔσπευσεν τῷ |
| book 441a.5 | πολεμίῳ. ἢ ὅτι ὧν στερόμεθα ἐρῶμεν. b(BCE3E4)T |
| book 441b.1 | φιλότητι τραπείομεν: τερφθῶμεν. κινδυνεύσας δὲ |
| book 441b.2 | ὑπὲρ αὐτῆς, ὡς νικήσας, τῶν ἐπινικίων ἀπολαύειν ἀξιοῖ. b(BCE3E4)T |
| book 442.1 | ἔρως φρένας ἀμφεκάλυψεν: ἐθήρευσεν. ἡ μεταφορὰ ἐκ |
| book 442.2 | τῶν περισκεπόντων δικτύων. b(BCE3E4)T |
| book 443.1 | οὐδ’ ὅτε σε πρῶτον: Ἀλέξανδρος υἱὸς Πριάμου— |
| book 443.2 | ὡς δηλοῖ ὁ ποιητὴς διὰ τῶν ἑαυτοῦ λόγων (sc. Γ 447—8). A |
| book 443 | Λακεδαίμονος ἐξ ἐρατεινῆς: τοῖς ἐρῶσι καὶ αἱ πατρίδες |
| book 443 | τῶν ἐρωμένων δοκοῦσιν εἶναι καλαί. b(BCE3)T |
| book 445a.1 | νήσῳ δ’ ἐν ΚΡΑΝΑΗΙ 〈ἐμίγην〉: ὅτι οὐκ ἐν Σπάρτῃ |
| book 445a.2 | ἐμίγη τῇ Ἑλένῃ, ἵνα μὴ περιφανὴς γένηται. καὶ ὅτι ἄδηλον, πότερον |
| book 445a.3 | ὄνομα κύριόν ἐστιν ἀπὸ τοῦ κρανθῆναι ἐπ’ αὐτῆς πρῶτον τὸν γάμον |
| book 445a.4 | καὶ τελειωθῆναι τοῦ Ἀλεξάνδρου καὶ τῆς Ἑλένης, ἢ ἐπιθετικῶς τὴν |
| book 445a.5.1 | τραχεῖαν· τινὲς γὰρ τὴν λεγομένην Ἑλένην πρὸς τῇ Ἀττικῇ εἶναι |
| book 445a.5.2 | ἀπὸ τῆς Ἑλένης, ὅτι ταύτῃ πρώτῃ ἐπέβη. A |
| book 445b.1 | νήσῳ δ’ ἐν Κραναῇ: ταύτην πρὸ Ἀττικῆς εἶναί |
| book 445b.2 | φασιν. οἱ δὲ τὰ Κύθηρα· Ἀφροδίτης γὰρ ἱερά. b(BCE3)T οἱ δὲ |
| book 445b.3 | ἐν τῇ νῦν Ἑλένῃ· τῷ χειμῶνι γὰρ πολλοὶ τῶν Ἀχαιῶν ἀπολώλασιν |
| book 445b.4 | αὐτόθι. T |
| book 446a1.1 | ὥς σεο νῦν ἔραμαι: ἐγκλιτικῶς ἀναγνωστέον· οὐ γὰρ |
| book 446a1.2 | ἀντιδιαστολὴ προσώπου. ἐκεῖνο δὲ ἐπὶ τοῦ Διὸς ὀρθοτονητέον „ὡς |
| book 446a1.3 | σέο νῦν ἔραμαι“ (Ξ 328)· ἀντιδιαστολὴ γὰρ πρὸς ἄλλα πρόσωπα. | |
| book 446a1.4 | τὸ δὲ ὥς ἐὰν ἀντὶ τοῦ οὕτως κέηται, στικτέον ἐπὶ τὸ „εὐνῇ“ (Γ |
| book 446a1.5.1 | 445)· ἐὰν δὲ ἀναφορικὸν ᾖ, βραχὺ διαστελοῦμεν ἐπὶ τὸ „εὐνῇ“, ὡς |
| book 446a1.5.2 | 〈μὴ〉 ἀπηρτισμένου τοῦ λόγου, ἕως ἂν ἐπενεχθῇ τὸ ὥς σεο νῦν |
| book 446a1.5.3 | ἔραμαι, τῶν λοιπῶν εἰς ἐπίτασιν ἀναφωνουμένων διὰ τῶν ἑξῆς· |
| book 446a1.5.4 | οὐδέποτε γὰρ οὕτως, φησί, κατέσχεν με ἔρως (cf. Γ 442), ὡς νῦν |
| book 446a1.5.5 | ἐρῶ. τὸ δὲ ἕτερον ἔσται τοιοῦτον· οὐδέποτέ με οὕτως κατέσχεν ἔρως, |
| book 446a1.10.1 | οὐδ’ ὅτε τὴν ἀρχὴν ἥρπασά σε καὶ ἐν τῇ νήσῳ ἐμίγην· οὕτως νῦν |
| book 446a1.10.2 | ἐρῶ· ὅπερ ἐστὶν ἀσύνδετον. βέλτιον τὸ ἕτερον. A |
| book 446a2.1 | ὥς σεο νῦν ἔραμαι: ἐγκλιτέον· ἀπόλυτος γάρ ἐστιν. |
| book 446a2.2 | ἐπὶ δὲ Διὸς ὀρθοτονητέον. | τὸ δὲ ἑξῆς· οὐδέποτε οὕτως ἔρως ἀμφ‐ |
| book 446a2.3 | εκάλυψεν, ὡς νῦν ἐρῶ σου. b(BCE3)T |
| book 447a1.1 | ἦ ῥα, καὶ ἄρχε λέχος 〈δὲ κιών· ἅμα δ’ εἵπετ’ |
| book 447a1.2 | ἄκοιτισ〉: τηρεῖ τὸν νόμον, ὡς ἐπὶ Ἥρας καὶ Διός (cf. Α 609—11). T |
| book 447a2 | τηρεῖ τοῦτο, καίπερ μὴ ὂν κατὰ τὸν τῆς συναφείας νό‐ |
| book 447a2 | μον, ὡς ἐπὶ Ἥρας καὶ Διός. b(BCE3) |
| book 447b.1 | ἅμα δ’ εἵπετ’ ἄκοιτις: ἄκοιτις νῦν μόνον εἴρηται ἡ |
| book 447b.2 | Ἑλένη τοῦ Πάριδος. T |
| book 448a.1 | ἐν τρητοῖσι: ὁ μὲν Ἀπίων (fr. 132 B.) κυρίως· ἱμᾶσι |
| book 448a.2 | γὰρ ἐνετείνοντο αἱ κλῖναι. ὁ δὲ Ἡλιόδωρος τοῖς εὖ †τετραμμένοις†. |
| book 448a.3 | Ἀπολλώνιος δὲ ὁ τοῦ Χαίριδος (fr. 2 B.) διὰ τὸ κατὰ τὴν ἁρμογὴν |
| book 448a.4 | τετρῆσθαι. Aim |
| book 448b.1 | κατεύνα〈σ〉θεν: ἐπὶ τῶν ἀξιόχρεων γάμων εὐνὴν καὶ |
| book 448b.2 | φιλότητα ὀνομάζει· ἐπὶ δὲ Πηνελόπης καὶ πλέον τι „λέκτροιο παλαι‐ |
| book 448b.3 | οῦ θεσμόν“ (ψ 296)· ἐπὶ δὲ τῶν παρανόμων „†παριᾶσι τῆι πρῶτο톓 |
| book 448b.4 | (ο 420), „†ἐμίσγοντο† πάροιθεν“ (υ 7). b(BCE3)T |
| book 449a | Ἀτρείδης δ’ ἂν ὅμιλον ἐφοίτα: τὸν Τρωϊκόν. T |
| book 449b.1 | θηρὶ ἐοικώς: ἄγρας ἀφῃρημένῳ, ἐπεὶ καὶ ἄνω (sc. Γ |
| book 449b.2 | 23) ἐπιτυχόντι αὐτὸν εἰκάζει. b(BCE3E4)T |
| book 450.1 | εἴ που ἐσαθρήσειεν: γελοίως ζητεῖ τὸν ἀφροδισιάζοντα. |
| book 450.2 | T |
| book 453.1 | οὐ μὲν γὰρ φιλότητί γ’ 〈ἐκεύθανον, εἴ τις ἴδοι‐ |
| book 453.2 | το〉: ὅτι ἀπηλλοτρίωντο τῷ Ἀλεξάνδρῳ οἱ Τρῶες. οὐκ ἂν οὖν |
| book 453.3 | λέγοι ἐν τοῖς ἐπάνω (Γ 56) ὁ Ἕκτωρ· „ἀλλὰ μάλα Τρῶες ἐλεήμονεσ“, |
| book 453.4 | ὡς Ζηνόδοτος γράφει, ἀλλὰ „δειδήμονεσ“. A |
| book 455 | 〈τοῖσι δὲ καί:〉 πλεονάζει ὁ καί. Til |
| book 456.1 | Τρῶες καὶ Δάρδανοι: εἰς δύο γὰρ ἡ Τρώων ἀρχὴ |
| book 456.2 | διῄρητο ἀπὸ Ἀσσαράκου καὶ Ἴλου, b(BCE3)T ὧν οἱ υἱοὶ |
| book 456.3 | πολίζουσι· b(BCE3) Γανυμήδης γὰρ ἥρπαστο. b(BCE3)T |
| book 457 | νίκη μὲν δὴ φαίνετ’ 〈ἀρηϊφίλου Μενελάου〉: |
| book 457.1 | ὑπερέβη γὰρ τὸ μετρητὸν Ἀλέξανδρος καὶ καλούμενος ἄπεστιν. καὶ |
| book 457.2 | Τρῶες μὲν ἕξουσι τὴν Ἀγαμέμνονος ἐπίκουρον φωνήν, „εἰ δέ κ’ |
| book 457.3 | Ἀλέξανδρον κτείνῃ“ (Γ 284), Ἀχαιοὶ δὲ τὴν Ἕκτορος, „ὁππότερος |
| book 457.5.1 | δέ κε νικήσῃ“ (Γ 71). καὶ γίνεται ἡ στάσις ῥητὸν καὶ διάνοια· A b |
| book 457.5.2 | (BCE3E4)T διὸ ἀμφοτέρων εὔλογον αἰτίαν ἐχόντων ἐπίσκεψις |
| book 457.5.3 | καὶ πρὸς ὀλίγον ἐπίσχεσις γίνεται τοῦ πολέμου. A b (BE3E4)T |
| book 458a1.1 | {ὑμεῖς δ’} Ἀργείην Ἑλένην: τὴν προσήκουσαν |
| book 458a1.2 | Ἀχαιοῖς. T |
| book 458a2.1 | τὴν οὖσαν ἐξ Ἄργους b(BCE3E4) | καὶ Ἀργείοις προσ‐ |
| book 458a2.2 | ήκουσαν. b(BCE3) |
| book 459.1 | ἀποτινέμεν: ὅτι Ζηνόδοτος „ἀποτίνετο〈ν〉“. συγχεῖται |
| book 459.2 | δὲ τὸ δυϊκὸν σχῆμα ἐπὶ πλειόνων τιθέμενον· καὶ ἠγνόησεν ὅτι συνήθως |
| book 459.3 | τῷ ἀπαρεμφάτῳ ἀντὶ τοῦ προστακτικοῦ χρῆται Ὅμηρος, ἀποτι‐ |
| book 459.4 | νέμεν ἀντὶ τοῦ ἀποτίνετε. A |
| book 460.1 | 〈ἐσσομένοισι μετ’ ἀνθρώποισι:〉 ὅτι ἡ μετά ἀντὶ |
| book 460.2 | τῆς ἔν. Aim (il) |
| book 461.1 | ὣς ἔφατ’ Ἀτρείδης, ἐπὶ δ’ ᾔνεον 〈ἄλλοι〉 Ἀχαιοί: |
| book 461.2 | Τρῶες σιωπῶσιν, οὔτε τῶν βασιλέων καταγινώσκοντες οὔτε τοῦ |
| book 461.3 | δικαίου. b(BCE3E4)T |
| book postscr.1 | Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς |
| book postscr.2 | Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδί‐ |
| book postscr | ας Ἡρωδιανοῦ καὶ Νικάνορος Περὶ τῆς Ὁμηρικῆς στιγμῆς. A |
| book 164.1 | [ ]ο.[ |
| book 164.2 | [ πάν]τως αἱρεθήσεται ...[ |
| book 164.3 | [ ]α δ̣ιοριζόμε(νός) φη(σιν) εὖ ἐπι ..[ |
| book 164.4 | [ ].ου πάντως μέντοι ...[ |
| book 164.5.1 | [ ].των (ἡ διπλῆ) δὲ παράκειτα[ι |
| book 164.5.2 | ... τὴν] Ἴλιον θηλυκῶς ὥς (ἐστιν) α̣[ |
| book 167.1 | αὐτὸς ἐπισσείη〈ι〉σι ἐρεμν̣[ὴ]ν αἰγίδ[α πᾶσι〈:〉 ἡ αἰγὶς] |
| book 167.2 | ἴδιόν (ἐστι) τοῦ Διὸς ὅπλον, ὅπερ οἱ νεώτερο[ι κακῶς] |
| book 167.3 | ἴδιον Ἀθηνᾶς ἀπεφήναντο. (ἔστι) μ(ὲν) ἡ αἰγὶς [ὅπλον |
| book 167.4 | τοῦ] |
| book 167.5.1 | Διὸς σκεπαστικόν, ὁ δὲ κεραυνὸς ..[ |
| book 167.5.2 | ἐπισειομένη δὲ πνοῶν γίνεται παρα[σκευαστική,] |
| book 167.5.3 | ὅθεν καὶ τὰς καταιγίδας ἀπο..υ̣...(.)[ |
| book 167.5.4 | κατὰ τιμὴν δὲ .....[..]τ[.]....[.(.)]...[ |
| book 167.5.5 | ὑποτίθεται τὴν αἰγ[ίδα |
| book 167.10.1 | „ἡ δὲ χιτῶν’ ἐνδῦσα Δι]όσ“ |
| book 167.10.2 | καὶ 〈τὸ〉 ὅπλον Ἀπόλλωνι ......(.)[... „ἀλλὰ σύ] |
| book 167.10.3 | γ’ ⸏ἐν χείρεσσι λάβ’ αἰγίδα θυσσαν[όεσσαν“. καὶ] |
| book 167.10.4 | αὐτὴν εἶναί φησιν ἐρεμ[νὴν |
| book 167.10.5 | οὕτως εἴρηται καὶ ...[...]...[ |
| book 167.15 | μέντοι ὀμίχλην 〈καὶ〉 ζόφον κα[ὶ] σκοτιά[ν |
| book 167.1 | μέντοι οτ[..]...[...(.)]...[ ] |
| book 167.2 | „ὁ δ’ ἐρεμνῆι νυκτὶ ἐοικώσ“ ην[ |
| book 167.3 | βέλτιον τ..........χρη[ |
| book 167.4 | ἁπλῶς εν...[.....]....[ |
| book 168(?).1 | ρ.ον.......[ |
| book 168(?).2 | ἀκαταλλήλως εἴρηται τ.[ |
| book 169-70(?).1 | ....................[ |
| book 169-70(?).2 | πεποίηται μὲν τὸν λόγον ο[ |
| book 169-70(?).3 | ἀλλὰ ἀπέστρεψε τὸν λόγον καὶ[ |
| book 169-70(?) | μέρος ὁ ποιητὴς τῶι „Μενέλαε“ |
| book 306-7* | ...... |
| book 306-7*.1.1 | [.................]...[ |
| book 306-7*.1.2 | [.............]εικοτως |
| book 306-7*.1.3 | [............]ις την τα‐ |
| book 306-7*.1.4 | [ξιν.........(.)]ην τῶν πο‐ |
| book 306-7*.5.1 | [λεμίων .....ί]κ̣ηται τιμω‐ |
| book 306-7*.5.2 | [...........]τόν ἐστιν |
| book 306-7*.5.3 | [...........]α̣ν τὰ ἑαυτοῦ |
| book 306-7*.5.4 | [........] ἅρματα ἢ ἵππου |
| book 306-7*.5.5 | [.......]ος ἢ ἄλλου τινὸς |
| book 306-7*.10.1 | [.....(.)]μ̣ατος γενομένου |
| book 306-7*.10.2 | [ἐπ’ ἄλλων ἐπι]βῆναι βιάζη‐ |
| book 306-7*.10.3 | [ται, παταξ]άτω{ι} τις αὐτὸν |
| book 306-7*.10.4 | [......εὐ]τελὲς γὰρ κρίνει |
| book 306-7* | [....... (.)]α̣ι̣ τὸν τοιοῦτον |
| book 306-7*.15.1 | [........α]ὐτὸν συγχέον‐ |
| book 306-7*.15.2 | [τα .......]. ἐγδέχονται |
| book 306-7*.15.3 | [δὲ .........]ι̣ Ἀπολλώνι‐ |
| book 306-7*.15.4 | [ος ...........(.)].. α̣ὐτοῦ |
| book 306-7*.18 | ........ |
| book 310* | ...... |
| book 310*.1.1 | ..[..................] |
| book 310*.1.2 | μηδε[................] |
| book 310*.1.3 | παρεισά[γει Διομήδην πα‐] |
| book 310*.1.4 | ραδεχόμεν̣[ον ..........] |
| book 310*.5.1 | φησὶ γάρ· „Νέσ[τωρ δ’ ἐν χείρεσ‐] |
| book 310*.5.2 | σι λάβ’ ἡνία σ[ιγαλόεντα“· .(.)] |
| book 310*.5.3 | γ̣α̣ρ ἀγωνιζ[...........] |
| book 310*.5.4 | π̣[....] ουνο[...........] |
| book 310*.5.5 | χρη.[.(.)] τ̣αλ[............] |
| book 315-6.1 | μενη[.] ἀλ[λά σε γῆρας τείρει] |
| book 315-6.2 | ὁμοίϊον· ὡσ[ ὄφελέν τις / ἀν‐] |
| book 315-6.3 | δρ[ῶ]ν ἄλλος [ἔχειν, σὺ δὲ κου‐] |
| book 315-6.4 | ροτ̣έ̣ρ̣ο̣ι̣σ̣ι̣ με̣[τεῖναι .....] |
| book 315-6.5.1 | [..](.)...νοιγ̣[...........] |
| book 315-6.5.2 | [..](.)ρ̣α̣φω̣[.............] |
| book 315-6.6 | ...... |
| book 1a.1 | 〈οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο:〉 |
| book 1a.2 | πιθανῶς ἐκ τοῦ κάτωθεν θορύβου εἰς οὐρανὸν τὴν σκηνὴν σεμνύνων |
| book 1a.3 | μετήγαγε, b(BCE3E4)T ποικίλλων ἅμα τὴν ποίησιν τόποις τε |
| book 1a.4 | καὶ προσώποις καὶ λόγοις. ὑπονοεῖν δὲ δεῖ παρὰ τὴν ἁρπαγὴν |
| book 1a.5.1 | Ἀλεξάνδρου τοὺς λόγους γεγενῆσθαι τοῖς θεοῖς. ηὔξησε δὲ τὸ ἀγω‐ |
| book 1a.5.2 | νιστικὸν τῆς ὑποθέσεως τῇ τῶν θεῶν προνοίᾳ. b(BE3E4)T |
| book 1b.1 | 〈πάρ:〉 τὸ πάθος ἀποκοπή, οὐ συναλιφή· συναλιφὴ γὰρ |
| book 1b.2 | γίνεται φωνήεντος ἐπιφερομένου. T |
| book 1c.1 | 〈ἠγορόωντο:〉 ἐδημηγόρουν, ἐκ τοῦ b(BCE3) ἀγορή |
| book 1c.2 | ἀγορῶ ἠγορῶντο, b(BCE3)Til καὶ διαιρέσει ἢ μᾶλλον πλεονα‐ |
| book 1c.3 | σμῷ ἠγορόωντο. b(BCE3) |
| book 2.1 | χρυσέῳ ἐν δαπέδῳ: πῶς τὸν οὐρανὸν „πολύχαλκον“ |
| book 2.2 | λέγει (Ε 504) καὶ πάλιν χρυσοῦν, ὡς τὸ χρυσέῳ ἐν δαπέδῳ; |
| book 2.3 | ἰστέον δὲ ὅτι—ὅταν δὲ καλόν, χρυσοῦν. A |
| book 2a.1 | χρυσέῳ ἐν δαπέδῳ: ἀπὸ τῶν παρ’ ἀνθρώποις τιμίων |
| book 2a.2 | αὔξει τὰ θεῖα. τέως δὲ νῦν ἀνθρωποπαθεῖς εἰσάγει τοὺς θεοὺς προρ‐ |
| book 2a.3 | ρυθμίζων ἡμᾶς πληγὰς αὐτῶν ἀκούειν καὶ πάθη. b(BCE3E4)T | |
| book 2a.4 | δάπεδον δὲ τὸ ὁμαλὸν χωρίον, γήπεδα δὲ τὰ ἐν ταῖς πόλεσι προ‐ |
| book 2a.5.1 | κείμενα ταῖς οἰκίαις οἷον κηπίδια· οἰκόπεδα δὲ οἰκίας κατεριφθείσης |
| book 2a.5.2 | ἔδαφος. A b (BCE3E4)T | δύο δὲ δηλοῖ ὅτι τε ἀεὶ τὰ τῶν θεῶν ἡβᾷ |
| book 2a | καὶ ὅτι παρὰ τὸν καιρὸν τῆς ἥβης οὐκ ἀπρονοητοῦσιν. b(BCE3E4)T |
| book 2b1.1 | μετὰ δέ σφισι πότνια Ἥβη: ὅτι τῷ „δέ“ (Δ 1) †τὸν |
| book 2b1.2 | δέ ἀνθυπήγαγεν εἰς τὸν δέ†, „τὴν δέ, / ἐκ δ’ εὐνάς, κατὰ δὲ πρυμνή‐ |
| book 2b1.3 | σια“ (cf. Α 435—6), ὡς „εἰ μὲν δὴ Ὀδυσεύς, / ταῦτα μέν“ (cf. χ |
| book 2b1.4 | 45—6) T | 〈***〉 Διὸς οἰνοχόος· ἢ ὅτι περὶ Ἰλίου ὁ λόγος, ἵνα |
| book 2b1.5.1 | μὴ λυπῇ τὸ συμπόσιον. νέων δὲ τὸ ὑπηρετεῖν, ὡς καὶ Μεγαπένθης |
| book 2b1.5.2 | (cf. ο 103. 122). ὅθεν καὶ παῖδας τοὺς δούλους φαμέν. b(BCE3E4)T |
| book 2b2.1 | τόνδε τὸν δέ ὧδε ἀνθυπήγαγεν †ὁ δέ†· συνδετικὸς γάρ |
| book 2b2.2 | ἐστι καὶ αὐτῷ ἀεὶ ἀκολουθεῖ, b (BCE3) ὡς τὸ „τὴν δ’ ἐξ ἁλὸς |
| book 2b2.3 | ἤπειρον ἔρυσσαν, / ἐκ δ’ εὐνὰς ἔβαλον, / ἐκ δὲ καὶ αὐτοὶ βαῖνον“ |
| book 2b2.4 | (cf. Α 435—7). b(BE3) |
| book 2c.1 | μετὰ δέ σφισι: τὸ σφίσι κατ’ ἔγκλισιν ἀναγνωστέον νῦν, |
| book 2c.2 | ἵνα εἰς ἁπλῆν ἀντωνυμίαν ἡ μετάληψις γένηται. τοῦτο δὲ τὸ παρατή‐ |
| book 2c.3 | ρημα οἱ ἀπ’ Ἀριστάρχου παραγγείλαντες διηνεκῆ τὴν ἀνάγνωσιν |
| book 2c.4 | οὐκ ἐφύλαξαν· ἀληθὲς γάρ ἐστιν ὅτι ἡ σφίσιν ἐγκλιτικὴ οὖσα εἰς |
| book 2c.5.1 | ἁπλῆν μεταλαμβάνεται, ὥσπερ καὶ ἐπὶ τοῦ „ἔτι γάρ σφισι κῦδος |
| book 2c.5.2 | ὀρέξω“ (Ρ 453), οὐ μὴν ὀρθοτονουμένη πάντως εἰς σύνθετον· ἔστι |
| book 2c.5.3 | γὰρ ὅτε καὶ εἰς ἁπλῆν. εἰς μὲν οὖν σύνθετον οὕτως „αἵ ἑ μετὰ σφίσιν |
| book 2c.5.4 | εἶχον“ (Χ 474), εἰς ἁπλῆν δὲ οὕτως „τοὺς δ’ ἄναγον ζῳούς, |
| book 2c.5.5 | σφίσιν ἐργάζεσθαι“ (ξ 272), „σφίσι δ’ αὐτοῖς δαῖτα πένεσθαι“ (δ |
| book 2c.10.1 | 683)· οὐ γὰρ δὴ καὶ οἱ αἰχμάλωτοι ἄγονται ἑαυτοῖς ἐργάζεσθαι, ἀλλ’ |
| book 2c.10.2 | αὐτοῖς τοῖς ἄγουσι· οὐδὲ οἱ μνηστῆρες τὰ πρὸς τὴν δαῖτα ἑαυτοῖς |
| book 2c | παρεσκεύαζον, ἕτεροι δὲ αὐτοῖς. A |
| book 2d | πότνια Ἥβη: ὅτι παρθένος ἡ Ἥβη· οἰνοχοεῖ γάρ. οὐκ |
| book 2d.1 | ἄρα γεγάμηται ὑφ’ Ἡρακλέους, ὡς ἐν τοῖς κατὰ τὴν Νέκυιαν ἠθετημέ‐ |
| book 2d.2 | νοις (sc. λ 602—4). | δι’ ἣν δὲ αἰτίαν οὐ πάρεστι—διὰ τὴν πρὸς |
| book 2d.3 | αὐτὸν χάριν. | διὰ τί δὲ καὶ μόνῳ τῷ Διῒ—τοῦτο γὰρ ὁ Γανυ‐ |
| book 2d.5 | μήδης. A |
| book 3a.1 | {νέκταρ} ἐῳνοχόει: κατ’ ἔνια τῶν ὑπομνημάτων „ἐνῳνο‐ |
| book 3a.2 | χόει“ φέρεται. οἱ δέ φασι Ζηνοδότειον εἶναι τὴν γραφήν· ἐν μέντοι |
| book 3a.3 | ταῖς ἐκδόσεσι χωρὶς τοῦ ν εὕραμεν. | διαφόρους δὲ δόξας ἐκτίθε‐ |
| book 3a.4 | ται 〈ἐν〉 τῇ Προσῳδίᾳ (2,42,30) ὁ Ἡρωδιανός. ᾗ δὲ ἀρέσκεται, |
| book 3a.5.1 | αὕτη ἐστίν· ἔθος ἐστὶ τῷ ποιητῇ ἀποβάλλειν πολλάκις τὸ κατ’ ἀρχὴν |
| book 3a.5.2 | ε ἐπὶ τῶν παρῳχημένων, ἔσθ’ ὅτε δὲ καὶ πλεονάζειν. πρόδηλοι δὲ αἱ |
| book 3a.5.3 | χρήσεις· „στῆσα δ’ ἐν Ἀμνησῷ“ (τ 188), „σκῆπτρον μέν τοι δῶκε“ |
| book 3a.5.4 | (Ι 38)· τὸ γὰρ ἐντελὲς „τῷ δ’ ἕτερον μὲν ἔδωκεν“ (Π 250). οὕτως |
| book 3a.5.5 | οὖν καὶ ἐκ τοῦ ἐναντίου· τὸ μὲν γὰρ ἀκόλουθόν ἐστι κίνημα ἀπὸ |
| book 3a.10.1 | τοῦ οἴγω ᾦγεν κατὰ παρατατικόν· „τόνδ’ οὐ θεὸς ἄλλος ἀνῷγεν“ (Ξ |
| book 3a.10.2 | 168)· ἀλλὰ τὸ κατὰ πλεονασμὸν τοῦ ε „χηλοῦ δ’ ἀπὸ πῶμ’ ἀνέῳγεν“ |
| book 3a.10.3 | (Π 221). καὶ ἀπὸ τοῦ ἁνδάνω ἥνδανε〈ν〉· „ἀλλ’ οὐκ Ἀτρείδῃ Ἀγαμέ‐ |
| book 3a.10.4 | 〈μνονι〉 ἥνδανε“ (Α 24)· τὸ δὲ κατὰ πλεονασμὸν „οὐδ’ Ἀγαμέμνονι |
| book 3a.10.5 | πάμπαν ἑήνδανε“ (γ 143). καὶ πάλιν „ἕσσατο δ’ ἔκτοσθεν“ (Κ 334), |
| book 3a.15.1 | εἶτα ἐν ἑτέροις „ἑέσσατο δέρμα“ (Κ 177). ἀπὸ δὲ τοῦ ὤθω βαρυτό‐ |
| book 3a.15.2 | νου τὸ „ὦσα παρέξ“ (ι 488), καὶ ὦσε τὸ τρίτον, ὃ ἐν πλε〈ονασμῷ〉 |
| book 3a.15.3 | φησι „κὰδ δ’ ἄρ’ ἐπὶ στόμ’ ἔωσεν“ (Π 410). οὕτως οὖν καὶ ἐπὶ τού‐ |
| book 3a.15.4 | του· ἐν ἑτέροις γάρ φησι „ᾠνοχ〈όει〉 δ’ υἱὸς Μενελάου“ (ο 141), |
| book 3a.15.5 | ὅπερ κατὰ πλεονασμὸν τοῦ ε ἀκολούθως πάλιν ἀπεφήνατο νέκταρ |
| book 3a.20 | ἐῳνοχ〈όει〉. A |
| book 3b1 | νέκταρ ἐῳνοχόει: καταχρηστικῶς, ὡς βωμὸν οἰκοδομεῖν |
| book 3b1.1 | καὶ „ἵπποι βουκολέοντο“ (Υ 221). | πλεονασμὸς δέ ἐστιν ὡς τὸ |
| book 3b1.2 | „ἑήνδανε“. | τινὲς δὲ γράφουσιν „ἐνῳ〈νο〉χόει“. T |
| book 3b2.1 | πλεονασμός ἐστιν ὡς τὸ „ἀνέωγε“ καὶ „ἑήνδανε“. | κατα‐ |
| book 3b2.2 | χρηστικῶς οὖν τὸ †ἐωνοχόουν† ἐπὶ τοῦ νέκταρος, ὡς τὸ βωμὸν οἰκο‐ |
| book 3b2.3 | δομεῖν καὶ ἵππους βουκολέειν. b(BCE3E4) |
| book 4a.1 | δειδέχατο: ἀπὸ τῆς δεξιᾶς· ἐδήλωσε δὲ αὐτὸς ἐκ τοῦ |
| book 4a.2 | „πλησάμενος δ’ οἴνοιο δέπας δείδεκτο“ (Ι 224). καὶ ὁ φιλόφρων |
| book 4a.3 | „ἀριδείκετοσ“ (Λ 248 al.). b(BCE3)T |
| book 4b.1 | Τρώων πόλιν εἰσορόωντες: ἀπρεπές φασιν, εἰ τέρπει |
| book 4b.2 | τοὺς θεοὺς πολέμων θέα. ἢ οὐκ ἀπρεπές· τέρπει γὰρ τὰ γενναῖα ἔργα· |
| book 4b.3 | ἄλλως τε πόλεμοι καὶ μάχαι ἡμῖν δεινὰ δοκεῖ, τῷ δὲ θεῷ οὐδὲ ταῦτα |
| book 4b.4 | δεινά· συμπληροῖ γὰρ ἅπαντα τὴν ἁρμονίαν τῶν ὅλων, ἅπερ καὶ |
| book 4b.5.1 | Ἡράκλειτος (Vors.6 22 B 102) λέγει, ὡς τῷ μὲν θεῷ καλὰ πάντα καὶ |
| book 4b.5.2 | ἀγαθὰ καὶ δίκαια, ἄνθρωποι δὲ ἃ μὲν ἄδικα ὑπειλήφασιν, ἃ δὲ δί‐ |
| book 4b.5.3 | καια. b(BCE3E4)T |
| book 5.1 | 〈ἐρεθιζέμεν Ἥρην:〉 ἤθελε μὲν παράβασιν τῶν ὅρκων |
| book 5.2 | ποιῆσαι δι’ Ἀχιλλέα, τὴν δὲ αἰτίαν αὐταῖς περιτιθέναι. b(BCE3E4) |
| book 5.3 | Til |
| book 6a1.1 | 〈παραβλήδην:〉 ἀπατητικῶς διὰ τὸ λέγειν „αὖτις δ’ |
| book 6a1.2 | Ἀργείην Ἑλένην“ (Δ 19). ἢ ἀντιπαραβάλλων τὰς ἐπικούρους θεάς. |
| book 6a1.3 | Til |
| book 6a2 | λέγει δὲ τοῦτο ὁ Ζεὺς ἢ ἀπατητικῶς, ἢ πρὸς τὰς τῶν Τρώ‐ |
| book 6a2 | ων ἐπικούρους συγκρίνων θεὰς αὐτήν. b(BCE3E4) |
| book 7.1 | ἀρηγόνες: ἐπὶ θηλυκοῦ μόνου τάσσει αὐτὸ ὁ ποιητής, ἡ |
| book 7.2 | ἀρηγών. b(BCE3E4)T |
| book 8.1 | 〈Ἀλαλκομενηΐς:〉 τοῦτο Κέκροψ αὐτῇ ἐπιτέθεικε πρῶτος, |
| book 8.2 | καὶ οὕτως ἐτίμησε. b(BCE3) |
| book 9.1 | νόσφι καθήμεναι: νόσφι τοῦ Μενελάου. διασταλτέον δὲ εἰς |
| book 9.2 | τὸ καθήμεναι· λείπει γὰρ ὁ καί. b(BCE3)T |
| book 10a1.1 | 〈φιλομειδὴς Ἀφροδίτη:〉 ὅρα δὲ πῶς πάντοθεν τὸ |
| book 10a1.2 | παράδοξον θηρῶν τὴν μὲν Ἥραν Ἀργείαν καὶ τὴν Ἀθηνᾶν καλεῖ |
| book 10a1.3 | πολεμικήν (sc. Δ 8), τὴν δὲ Ἀφροδίτην φιλομειδέα μόνον. πόρρωθεν |
| book 10a1.4 | δὲ ἄρχεται τῶν βουλευμάτων. b(BCE3) |
| book 10a2.1 | πάντοθεν τὸ παράδοξον τηρῶν †τὴν† μὲν Ἀργείαν καὶ |
| book 10a2.2 | πολεμικήν, τὴν δὲ φιλομειδέα φησίν. πόρρωθεν δὲ ἄρχεται τῶν βου‐ |
| book 10a2.3 | λευμάτων. T |
| book 11a.1 | παρμέμβλωκε: ἀπὸ τοῦ μελῶ μελήσω μεμέληκα, καὶ κατὰ |
| book 11a.2 | τροπὴν τοῦ η εἰς τὸ ω μεμέλωκα, καὶ κατὰ ἀποβολὴν τοῦ δευτέρου |
| book 11a.3 | ε καὶ πλεονασμῷ τοῦ β μέμβλωκα. καὶ ἐπειδὴ ἀμετάβολον πρὸ |
| book 11a.4 | ἀμεταβόλου οὐχ εὑρίσκεται ἐν συλλήψει, εἰ μὴ τὸ †ν τοῦ μ† ὡς ἐν τῷ |
| book 11a.5.1 | μνῆμα, τούτου χάριν πλεονάζει τὸ β καὶ γίνεται μέμβλωκα καὶ ἐν |
| book 11a.5.2 | συνθέσει τῆς παρά προθέσεως καὶ συγκοπῇ παρμέμβλωκα καὶ τὸ |
| book 11a.5.3 | τρίτον παρμέμβλωκεν. T |
| book 11b.1 | καὶ αὐτοῦ κῆρας 〈ἀμύνει〉: τινὲς ἀντὶ τοῦ αὐτόθι, |
| book 11b.2 | τουτέστιν ἐπὶ τοῦ αὐτοῦ μένουσα τόπου. τὸ δὲ ἀμύνει ἀντὶ τοῦ |
| book 11b.3 | ἀναβάλλεται. T |
| book 12 | καὶ νῦν ἐξεσάωσεν: ἐπαναλαμβάνων ἐρεθίζει αὐτὰς |
| book 12 | πλέον. T |
| book 13.1 | ἀλλ’ ἦ τοι νίκη μὲν ἀρηϊφίλου Μενελάου: λείπει τὸ |
| book 13.2 | ἐστί. b(BCE3)T διέκρινε δὲ τὸ ἀμφίβολον ὁ λόγος τοῦ Διός, |
| book 13.3 | ὅπως μὴ δοκῇ τοῖς Ἀχαιοῖς χαρίζεσθαι ὁ ποιητής. b(BCE3E4)T |
| book 14-6.1 | 〈ἡμεῖς δὲ φραζώμεθ’,〉 ὅπως ἔσται τάδε ἔργα, |
| book 14-6.2 | 〈/ ἤ ῥ’ αὖτις—βάλωμεν〉: βραχὺ διασταλτέον ἐπὶ τὸ |
| book 14-6.3 | τάδε ἔργα (14) καὶ ὄρσομεν (16), βαρυνομένου τοῦ προτέρου |
| book 14-6.4 | συνδέσμου, περισπωμένου δὲ τοῦ δευτέρου. οἱ δὲ ὑποστίζοντες ἐπὶ τὸ |
| book 14-6.5.1 | ὄρσομεν (16) πάλιν ὑπὸ τῆς πευστικῆς ὑποκρίσεως πλανῶνται, |
| book 14-6.5.2 | ἐπεὶ καὶ τοῖς δισταγμοῖς αὕτη συμβέβηκε πολλάκις. μηδὲ στίζωμεν |
| book 14-6.5.3 | ἐπὶ τὸ ὄρσομεν (16)· ὁ γὰρ λόγος, φραζώμεθ’, ὡς ἔσται ταῦτα, |
| book 14-6.5.4 | πότερον πάλιν πόλεμον ποιήσομεν ἢ φιλίαν ἐμβαλοῦμεν. A |
| book 14-5.1 | ὅπως ἔσται τάδε ἔργα, / 〈ἦ ῥ’ αὖτισ〉: βραχὺ |
| book 14-5.2 | διασταλτέον εἰς τὸ ἔργα (14). | τὸ δὲ ἦ ῥα (15) δύο μέρη λόγου· b |
| book 14-5.3 | (BCE3)T ἐλλείπει γὰρ τοῦ ῥά συνδέσμου τὸ α. b(BCE3) | |
| book 14-5.4 | ἄρχεται δὲ τῶν κερτομιῶν. b(BCE3)T |
| book 15 | φύλοπιν: ἐπεὶ κατὰ φῦλα μάχονται. b(BCE3E4): T |
| book 16a1.1 | φιλότητα: περισπαστέον τὸ δεύτερον ἦ· ἔστι γὰρ δια‐ |
| book 16a1.2 | πορητικόν. b(BE3)T |
| book 16a2.1 | περισπαστέον δὲ καὶ τὸ ἦ φιλότητα· ἔστι γὰρ διαπορη‐ |
| book 16a2.2 | τικόν. b(BCE3) |
| book 17a.1 | εἰ δ’ αὕτως: διὰ τοῦ π αἱ Ἀριστάρχου, „εἰ δ’ αὖ πωσ“. |
| book 17a.2 | AAim ἐν δὲ τῇ κατὰ Ἀριστοφάνη εἰ δ’ αὕτως διὰ τοῦ τ. A |
| book 17b.1 | εἰ δ’ αὕτως τόδε πᾶσι: ἀντὶ τοῦ ὁμοίως. καὶ ἡδὺ |
| book 17b.2 | γένοιτο οὕτως Ἀριστοφάνης. Ἀρίσταρχος δὲ „πέλοιτο“. T |
| book 18 | 〈οἰκέοιτο:〉 ἀντὶ τοῦ οἰκείσθω. Til |
| book 19.1 | Ἀργείην Ἑλένην: πᾶσι τοῖς Ἥρας ἐπιθέτοις κοσμεῖ |
| book 19.2 | αὐτήν, Ἀργείην (cf. Δ 8), „λευκώλενον“ (cf. Γ 121 et Α 55)· |
| book 19.3 | „πόσις Ἥρησ“ (Κ 5), „Ἑλένης πόσισ“ (Γ 329). T |
| book 20.1 | ἐπέμυξαν: μεμυκόσι τοῖς χείλεσιν ἐπεμύχθησαν. b(BCE3) |
| book 20.2 | T | ἠθικῶς δὲ καὶ τὸ γυναικεῖον τῷ σχήματι ἐμφαίνει, ὅπως γνώμης |
| book 20.3 | ἔχουσιν. καὶ ἤρκει μὲν τοῦτο, ἡ δὲ ὀργὴ καὶ ἐπὶ λόγους αὐτὴν ἄγει. |
| book 20.4 | b(BCE3E4)T |
| book 21a.1 | πλησίαι αἵ γ’ ἥσθην: τὴν καθέδραν Ἥρας καὶ Ἀθηνᾶς |
| book 21a.2 | ὑποτίθεται ἑκατέρωθεν, πλησίον τοῦ Διός. A |
| book 21.1 | πλησίαι 〈αἵ γ’〉 ἥσθην: πλησίον τοῦ Διός· καὶ εἶξε |
| book 21.2 | δὲ ἡ Ἀθήνη ἐξ ἀριστερῶν οὖσα τοῦ Διός. T |
| book 22 | ἀκέων: πρὸς τὸ ἀκέων, ὅτι ἀντὶ τοῦ ἀκέουσα ἐξενήνεκται· |
| book 22.1 | οὐ γάρ ἐστιν ἀντὶ τοῦ ἡσύχως, ὡς ὁ Ἀριστόνικος ἐν τοῖς Σημείοις |
| book 22.2 | φησίν (p. 91 Friedl.), ὁμοίως τῷ „ἀλλ’ ἀκέων δαίνυσθε“ (φ 89)· | ὁ |
| book 22.3 | γὰρ Ἀπολλώνιος (Ap. Dysc. Frg. p. 128, 20) ἐν τῷ Περὶ μετοχῆς |
| book 22.5.1 | ἀποδείκνυσιν ἀκριβέστατα ἐκ τῆς συντάξεως ὅτι οὐ δύναται εἶναι |
| book 22.5.2 | ἐπίρρημα μεσότητος. A |
| book 23 | σκυζομένη: ὀργιζομένη. | καὶ οἱ ὀργιλώτατοι Σκύθαι κα‐ |
| book 23 | λοῦνται. A b (BCE3)T |
| book 24.1 | Ἥρη δ’ οὐκ ἔχαδε: εὐθείας ἐστίν. T | ἔμφασις δὲ τῆς ὑπερ‐ |
| book 24.2 | εκχεομένης διὰ τοῦ στόματος ὀργῆς. b(BCE3)T |
| book 25a.1 | αἰνότατε Κρονίδη: σχετλιαζούσης ὁ λόγος. ὅτε δὲ φιλο‐ |
| book 25a.2 | φρονεῖται αὐτόν, „Ζεῦ πάτερ, ἦ ῥά τί μοι κεχολώσεαι, ὅττι κεν εἴπω;“ |
| book 25a.3 | (Ε 421). b(BCE3E4)T |
| book 24b | 〈ποῖον τὸν μῦθον:〉 τὸν ποῖον μῦθον. Til |
| book 26a.1 | ἅλιον: δασυντέον τὸ ἅλιον· παρὰ γὰρ τὴν ἁλός γενικὴν |
| book 26a.2 | κτητικῶς μετήχθη. σημαντικὸν δέ ἐστι τοῦ ματαίου, ἐπεὶ οὐκ εὔ‐ |
| book 26a.3 | χρηστον εἰς πόσιν τὸ θαλάσσιον ὕδωρ· τὸ γοῦν ἐναντίον πότιμον καὶ |
| book 26a.4 | ποταμὸς λέγεται. A |
| book 26b1.1 | ἅλιον θεῖναι πόνον: εὔλογον αἰτίαν τῆς †ἀπωλείας† |
| book 26b1.2 | φησὶ τὸ ἀκυρῶσαι τὰ πεπονημένα. T |
| book 26b2.1 | εὔλογον αἰτίαν τῆς ἀτιμίας προστίθησι τὸ βουληθῆναι |
| book 26b2.2 | ἀκυρῶσαι τὰ πεπονημένα αὐτῇ. b(BCE3E4) |
| book 27a.1 | ἱδρῶθ’ ὃν ἵδρωσα: αἰτιατική ἐστι κατ’ ἔκθλιψιν εἰλημ‐ |
| book 27a.2 | μένη, ἔνθεν προπερισπῶμεν· ὀξύνεται γὰρ ἡ εὐθεῖα ὁμοίως τῷ εὐρώς. |
| book 27a.3 | τὸ δὲ ἵδρωσα οὐκ ἀναγκαῖον συστέλλειν· δύναται γὰρ καὶ ἐκτείνεσθαι |
| book 27a.4 | καὶ μηδὲν λυμαίνεσθαι τῷ μέτρῳ. ἔφαμεν δὲ (sc. ad Δ 3) τὸν ποιητὴν |
| book 27a.5.1 | ἀδιαφόρως καὶ φυλάσσειν τὸν χρόνον τῶν παρῳχημένων καὶ ἀπο‐ |
| book 27a.5.2 | βάλλειν. δύναται μέντοι καὶ „ἱδρῶ τε“ εἶναι τὸ πλῆρες, ἐπεὶ σύνηθες |
| book 27a.5.3 | αὐτῷ οὕτως τὴν αἰτιατικὴν προφέρεσθαι, „ἱδρῶ ἀπεψύχοντο“ (Λ |
| book 27a.5.4 | 621). A |
| book 27b.1 | ἱδρῶ θ’ ὃν ἵδρωσα: μόνως ἱδρῶ τε· ἀεὶ γὰρ δισυλλά‐ |
| book 27b.2 | βως ὁ ποιητής φησιν. b(BCE3E4)T |
| book 27c1 | καμέτην δέ μοι ἵπποι: ἐξήλλαξε τὴν φράσιν· ἔδει γὰρ |
| book 27c1 | εἰπεῖν· καὶ τὸν κάματον τῶν ἵππων. T |
| book 27c2.1 | ἐξήλλαξε δὲ τὴν φράσιν εἰπὼν καμέτην δέ μοι ἵπποι: |
| book 27c2.2 | ἔδει γὰρ εἰπεῖν· πῶς βούλει ἀκυρῶσαι καὶ τὸν ἐμὸν ἱδρῶτα καὶ τὸν |
| book 27c2.3 | κάματον τῶν ἵππων; b(BCE3E4) |
| book 27d.1 | 〈ἵπποι:〉 τὰ ὀνόματα τῶν ἵππων τῆς Ἥρας Γλαῦκος καὶ |
| book 27d.2 | Πυρ〈ρ〉ίας. T |
| book 29.1 | οὔ τοι πάντες ἐπαινέομεν: ὃ ἕκαστος ἀποδέχεται, καὶ τοῖς |
| book 29.2 | ἄλλοις περιτίθησιν. ἢ οἱ Ἑλληνικοί, ὡς „πάντες δ’ ᾐτιόωντο“ (Λ 78). |
| book 29.3 | παιδεύει δὲ μὴ ἰδία ψήφῳ τοὺς βασιλεῖς ἀρέσκεσθαι. b(BCE3E4)T |
| book 30.1 | τὴν δὲ μέγ’ ὀχθήσας: ἠθικῶς, ὅπως δοκῇ παρὰ τὴν γνώμην |
| book 30.2 | αὐτῇ χαρίζεσθαι. b(BCE3E4)T |
| book 31 | δαιμονίη: ἠθικῶς ἀντὶ τοῦ μακαρία. b(BCE3)T |
| book 31-2a1.1 | τί νύ σε Πρίαμοσ〈— / τόσσα κακά〉: τί νύ |
| book 31-2a1.2 | σε τόσσα ὡς „κῆτος, ἃ μυρία“ (μ 97). οἱ δὲ ἀντὶ τοῦ πῶς δή, ὡς „τί |
| book 31-2a1.3 | νυ βείομαι, αἰνὰ παθοῦσα“ (Χ 431), ὅ ἐστι πῶς δή. T |
| book 31-2a2.1 | τὸ δὲ τί νύ σε ἀντὶ τοῦ πῶς δή, ὡς τὸ „τί νύ ς’ ἔτρεφον |
| book 31-2a2.2 | αἰνὰ παθοῦσα“ (Α 414). b(BCE3E4) |
| book 31-2b.1 | 〈τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες /〉 τόσσα κα‐ |
| book 31-2b.2 | κὰ ῥέζουσι〈ν, ὅ τ’ ἀσπερχὲς μενεαίνεισ〉: διασταλτέον ἐπὶ τὸ |
| book 31-2b.3 | ῥέζουσιν· ἀνέστραπται γὰρ ἡ περίοδος. A |
| book 32a.1 | τόσ〈σ〉α κακὰ ῥέζουσιν: ἀντὶ τοῦ ἔρεξαν. ἀγνοεῖ δὲ τὴν |
| book 32a.2 | κρίσιν. T |
| book 32b | ἀσπερχές {μενεαίνεις}: ἄγαν ἐσπευσμένως. T |
| book 35.1 | ὠμὸν βεβρώθοις: ηὔξησε τὸ ὑπερβάλλον τῆς γυναικείας |
| book 35.2 | κακίας, ὡς ἐν τῷ „τοῦ ἐγὼ μέσον ἧπαρ“ (Ω 212). b(BCE3E4)T |
| book 35 | αὔξεται οὖν ὁ λόγος ἐν τῇ καθ’ ἕκαστον ἐξεργασίᾳ. b(BCE3)T |
| book 37.1 | ἔρξον ὅπως ἐθέλεις: ἵνα μηδὲ αὕτη ἐναντιωθῇ τῇ τῶν |
| book 37.2 | Ἑλλήνων ἄτη. b(BCE3E4)T |
| book 37-8.1 | ἔρξον ὅπως ἐθέλεισ〈—γένηται〉: ὡς θέλεις |
| book 37-8.2 | πρᾶξον, A b (BCE3)T μή πως ἡ ἀμφιβολία αὕτη ἐμοὶ καὶ σοὶ πό‐ |
| book 37-8.3 | λεμος γένηται. οἱ δὲ στίζοντες εἰς τὸ νεῖκος (37) λείπειν φασὶ τὴν διά, |
| book 37-8.4 | καὶ τὸ γένηται ὑποτακτικὸν (38) ἀντὶ τοῦ γένοιτο ἢ γενέσθω. A b |
| book 37-8.5 | (BCE3E4)T | νεῖκος (37) δὲ παρὰ τὸ εἴκειν. T |
| book 40a.1 | 〈ὁππότε κεν καὶ ἐγὼ μεμαὼς πόλιν ἐξαλαπάξαι:〉 |
| book 40a.2 | καὶ ταῦτα κερτομικά, πρὸς τὸ τὴν χάριν αὔξειν. b(BCE3E4)Til |
| book 40b.1 | ἐξαλαπάξαι: παντελῆ δηλοῦσιν ἀπώλειαν αἱ δύο προθέ‐ |
| book 40b.2 | σεις. T |
| book 41a1.1 | ἐγγεγάασιν: ἐνδιατρίβουσιν. καὶ ἡμεῖς γεγενῆσθαι |
| book 41a1.2 | ἐν Ῥόδῳ φαμέν. T |
| book 41a2.1 | ἐνδιατρίβουσιν, οὐ γεγέννηνται· πολλοὶ γὰρ ἀλλαχοῦ |
| book 41a2.2 | γεννώμενοι ἀλλαχοῦ οἰκοῦσιν. b(BCE3E4) |
| book 42.1 | διατρίβειν: μαλάσσειν. ἡ μεταφορὰ ἐκ τοῦ κηροῦ. ἐμφαίνει |
| book 42.2 | δὲ τὴν τῶν Ἡρακλειδῶν κάθοδον. b(BCE3E4)T |
| book 43a1.1 | 〈ἐγὼ σοί:〉 ὀρθοτονητέον τὴν σοί· δύναται γὰρ ἀντιδια‐ |
| book 43a1.2 | στολὴ εἶναι. Aint |
| book 43a2 | {καὶ γὰρ} ἐγώ σοι {δῶκα}: τινὲς ὀρθοτονοῦσι τὸ σοί. T |
| book 43b.1 | ἑκὼν ἀέκοντί γε θυμῷ: τὸ δοκοῦν ἀπεμφαίνειν ἐν τῷ |
| book 43b.2 | στίχῳ οὐδεμίαν ἔχει διόρθωσιν ἐκ διαστολῆς. ὁ μέντοι λόγος αἱρεῖ |
| book 43b.3 | διαστέλλειν ἐπὶ τὸ ἑκών. | λέγει δὲ ἑκών μέν, ἐπεὶ μὴ ἐβιάσθη, ἀλλὰ |
| book 43b.4 | εἶξεν, ἀέκοντι δὲ θυμῷ, ἐπεὶ μὴ προείλετο, ἀλλ’ ἀπροαιρέτως τὴν |
| book 43b.5 | πόλιν προΐεται τῇ γαμετῇ. σχεδὸν δὲ πᾶσι συμβαίνει τοῦτο τοῖς δύο |
| book 43b | ἀτόπων προκειμένων τὸ ἔλαττον αἱρουμένοις. A |
| book 43c.1 | ἑκὼν ἀέκοντί γε θυμῷ: πολλὰ γὰρ παρὰ προαίρεσιν τῆς |
| book 43c.2 | ψυχῆς πράττομεν πρὸς τὸ κεχαρισμένον τῶν πέλας, ὡς εἰ ἔλεγε, A b |
| book 43c.3 | (BCE3)T κατεδεξάμην μὲν ἐγώ, τὰ δὲ τῆς προαιρέσεως οὔ πώ |
| book 43c.4 | μοι κατένευσεν. A b (BCE3E4)T |
| book 43d | 〈θυμῷ:〉 τῇ ἐπιθυμίᾳ. Til |
| book 43d.1 | ἐν ἄλλῳ. ἀέκοντί γε θυμῷ: βιαζόμενος, ὥσπερ οἱ πλέοντες |
| book 43d.2 | ἑκόντες μὲν ἀποβάλλουσι τὰ φορτία, ἵνα σωθῶσιν, ἄκοντες δὲ ζημιοῦν‐ |
| book 43d.3 | ται. | δοκεῖ δέ πως—μὴ βουλόμενος. A |
| book 44.1 | ὑπ’ ἠελίῳ τε καὶ οὐρανῷ: ἡμέρας καὶ νυκτὸς παρείληφε |
| book 44.2 | λαμπτῆρας, ἥλιον καὶ ἀστέρας. b(BCE3E4)T |
| book 45a.1 | ναιετάουσι: ὅτι τῷ ἐνεργητικῷ A ἀντὶ τοῦ παθητι‐ |
| book 45a.2 | κοῦ AT κέχρηται, ἀντὶ τοῦ ναιετάονται. A |
| book 45b | 〈ναιετάουσι:〉 οἰκοῦνται. Til |
| book 46a1.1 | {τάων μοι} περὶ κῆρι: τὸ περί φυλάσσει τὸν τόνον, ὅτε |
| book 46a1.2 | σημαίνει τὸ περισσῶς, ὁμοίως τῷ „ὡς περὶ μὲν νόον ἐστί, περὶ δ’ |
| book 46a1.3 | ἱερὰ θεοῖσι“ (cf. α 66). τὸ δὲ κῆρι οὐδέτερον ὅταν ᾖ, προπερισπᾶται |
| book 46a1.4 | (ἐκ γὰρ τοῦ κέαρι συνήλειπται), ὅταν δὲ θηλυκὸν ᾖ, ὀξύνεται. |
| book 46a1.5 | ἐνθάδε δὲ οὐδέτερόν ἐστι· προπερισπασθήσεται ἄρα. A |
| book 46a2 | περισσῶς τῷ κέαρι. b(BCE3)T |
| book 46b1 | 〈Ἴλιος ἱρή:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aim |
| book 46b2 | Ἴλιος ἱρή: διὰ παντὸς θηλυκῶς, ἅπαξ δὲ οὐδετέρως |
| book 46b2 | „Ἴλιον αἰπὺ ἕλοιεν Ἀθηναίης διὰ βουλάσ“ (Ο 71). A |
| book 47a.1 | καὶ Πρίαμος καὶ λαός: ψεύδεται αὔξων τὴν χάριν· φησὶ |
| book 47a.2 | γοῦν Ποσειδῶν· „ἤδη γὰρ Πριάμου γενεὴν ἤχθαιρε Κρονίων“ (Υ |
| book 47a.3 | 306), καὶ μάλα εἰκότως, ἀσεβῆ γενομένην. b(BCE3E4)T |
| book 47b1.1 | ἐϋμελίω: ἢ τοῦ ε συγκοπὴ ἢ συναίρεσις. ἔστι δὲ ἀντὶ τοῦ |
| book 47b1.2 | ἐϋμελίου. T |
| book 47b2 | ἀντὶ γενικῆς. Til |
| book 48-9.1 | δαιτὸς ἐΐσης 〈/ λοιβῆς τε—ἡμεῖσ〉: καὶ αὐτοῖς |
| book 48-9.2 | γὰρ ἐμέριζον οἱ θύοντες, b(BCE3E4)T „καὶ Ἑρμῇ, Μαιάδος |
| book 48-9.3 | υἱεῖ“ (ξ 435). T καλῶς δὲ προαναγινώσκει νόμον εὐσεβείας. ἵνα δὲ |
| book 48-9.4 | μὴ δοκῇ ἐπ’ ὀλίγοις ἀγάλλεσθαι, φησίν· τὸ γὰρ λάχομεν γέρας |
| book 48-9.5 | ἡμεῖς (49). b(BCE3E4)T |
| book 49.1 | κνίσης {τε}: ἡ κνῖσα τῇ ἀναθυμιάσει τῆς γῆς ἔοικε τῶν σω‐ |
| book 49.2 | μάτων καιομένων. T |
| book 51.1 | ἤτοι ἐμοὶ τρεῖς: ἐκτίθεται τὴν αἰτίαν τῆς περὶ τοὺς Ἕλληνας |
| book 51.2 | σπουδῆς· ἀγνοεῖ οὖν τὴν κρίσιν. T |
| book 51-2.1 | 〈ἤτοι ἐμοὶ τρεῖς—Μυκήνη:〉 διὰ τί ὁ μὲν Ζεὺς |
| book 51-2.2 | μίαν, ἡ δὲ Ἥρα τρεῖς φησιν ἔχειν πόλεις φιλτάτας, b(BCE3E4)T |
| book 51-2.3 | καὶ ἡ μὲν Ἑλληνίδας, ὁ δὲ βάρβαρον; ἔδει γὰρ τὰς κρείσσονας τὸν |
| book 51-2.4 | βασιλέα τῶν θεῶν ἔχειν φιλτάτας. b(BCE3E4) ῥητέον δὲ ὅτι |
| book 51-2.5.1 | εὐπρεπῆ βουλόμενος περιθεῖναι αὐτῇ τὴν αἰτίαν τῆς ὀργῆς ὁ ποιητής, |
| book 51-2.5.2 | καὶ οὐχ ἣν ὁ μῦθος ἀναπλάττει, ὡς ἄρα διὰ τὸ μὴ προτιμηθῆναι τῆς |
| book 51-2.5.3 | Ἀφροδίτης ἐπὶ τῇ κρίσει τοῦ κάλλους τοῖς Τρωσὶν ἐχαλέπαινεν, ἐπίτη‐ |
| book 51-2.5.4 | δες ταύτας φησὶν αὐτὴν τὰς πόλεις φιλεῖν, περὶ ἃς τὸ ἀδίκημα τὸ κατὰ |
| book 51-2.5.5 | τὴν Ἑλένην γέγονεν, b(BCE3E4)T Ἄργος τε Σπάρτη 〈τε〉 |
| book 51-2.10.1 | (52). T σύμψηφα δὲ τούτων κἀκεῖνα, ἐν οἷς αὐτὴν ποιεῖ λαμ‐ |
| book 51-2.10.2 | βάνουσαν τὸν κεστὸν παρὰ τῆς Ἀφροδίτης, ἵνα τῷ Διῒ μᾶλλον |
| book 51-2.10.3 | οὕτως ἐπέραστος φανείη· οὐ γὰρ ἦν εἰκὸς τὴν δεομένην τῆς βοηθείας |
| book 51-2.1 | τῆς παρ’ αὐτῆς, ἵνα τῷ ἰδίῳ ἀνδρὶ ἀρέσειεν, ἀγανακτεῖν ἡττηθεῖσαν |
| book 51-2.2 | ἐπὶ τῇ τοῦ κάλλους κρίσει. ὁ δὲ Ζεὺς μίαν πόλιν λέγων φιλεῖν ἐξαίρει |
| book 51-2.15.1 | τὴν χάριν· οὐχ οὕτω γὰρ ὁ ἀπὸ πολλῶν διδούς τι θαυμάζεται ὡς ὁ |
| book 51-2.15.2 | ἀπὸ ὀλίγων. ὥστε ἀμφότεροι ῥητορικῶς κατασκευάζουσιν· ἡ μὲν γὰρ |
| book 51-2.15.3 | πολλὰς ἀντὶ μιᾶς προήσεσθαί φησιν, ὁ δὲ τὴν μίαν, ἣν καὶ μόνην ἔχει, |
| book 51-2.15.4 | χαριεῖσθαι. b(BE3E4)T |
| book 52.1 | Ἄργος τε Σπάρτη τε 〈καὶ εὐρυάγυια Μυκήνη〉: ὅτι |
| book 52.2 | τούτων τῶν πόλεων ἕνεκα συνεμάχουν τοῖς Ἕλλησιν, οὐ διὰ τὸ |
| book 52.3 | ἀποκεκρίσθαι ὑπὸ Ἀλεξάνδρου τὸ κάλλος αὐτῶν, ὅπερ οὐκ οἶδεν |
| book 52.4 | Ὅμηρος. A |
| book 53a.1 | {τὰς} διαπέρσαι: πρὸ τέλους ἡ ὀξεῖα τοῦ διαπέρσαι, |
| book 53a.2 | ἵν’ ᾖ ἀπαρέμφατον ἀντὶ προστακτικοῦ. A |
| book 53b | 〈διαπέρσαι:〉 ἀντὶ τοῦ πέρσον. Til |
| book 53c.1 | τὰς διαπέρσαι 〈ὅτ’—περὶ κῆρι〉: δείκνυσι τῶν |
| book 53c.2 | ὀργιζομένων τὸ ἦθος ἀλόγιστον†, οἳ πόθῳ τῶν παρὰ χεῖρα τῶν |
| book 53c.3 | μειζόνων ἀμελοῦσιν. A b (BCE3E4)T διὰ δὲ τοῦ περὶ κῆρι ἐμφαί‐ |
| book 53c.4 | νει περὶ τῶν Τρώων, ὡς ὁμοίως αὐτῇ μισοῦνται b(BCE3E4)T ὡς |
| book 53c.5 | ἐκείνῳ φιλοῦνται (cf. Δ 46). b(BCE3E4) |
| book 54.1 | μεγαίρω: ἀντὶ μέλλοντος τοῦ φθονήσω. ἀνθυπάγει οὖν αὐτῷ |
| book 54.2 | τὸ „φθονέω“ (Δ 55). ATil |
| book 55-6.1 | εἴπερ γὰρ φθονέω τε〈—φέρτερός ἐσσι〉: ἀθε‐ |
| book 55-6.2 | τοῦνται ἀμφότεροι, ὅτι τὴν χάριν ἀναλύουσιν, εἰ καὶ μὴ προσδεηθεὶς |
| book 55-6.3 | δύναται τοῦτ’ ἔχειν. A |
| book 55a.1 | εἴπερ γὰρ φθονέω τε: κωλύω, T Til ὡς „ᾧ δέ κ’ |
| book 55a.2 | ἐπιφθονέοισ“ (λ 149). T |
| book 55b | εἴπερ γὰρ φθονέω: μειοῖ τὴν χάριν, φησίν, εἰ διὰ τοῦτο |
| book 55b.1 | δίδωσιν ἑκοῦσα, ὅτι καὶ ἀκούσης ὁ Ζεὺς δύναται λαβεῖν. ῥητέον δὲ |
| book 55b.2 | ὅτι οὐ μειοῖ τὴν χάριν, ἀλλ’ ἐμφαίνει, ὡς οὐ θέλει μέν τι παθεῖν τὰς πό‐ |
| book 55b.3 | λεις, οὐκ ἀντιπράξει δὲ διὰ τὸ ἀδύνατον. οἶκτον δὲ ἐμφαίνει τῷ λόγῳ, |
| book 55b.5 | ὅπως μὴ ἐξ αὐτῆς ἀπαιτῇ τὴν χάριν. T |
| book 56 | 〈φέρτερός ἐσσι:〉 φέρτατός ἐσσι. Aim |
| book 57 | οὐκ ἀτέλεστον: ἀντὶ τοῦ μὴ ἀτέλεστον. T |
| book 58.1 | καὶ γὰρ ἐγὼ θεός εἰμι, 〈γένος δέ μοι ἔνθεν ὅθεν σοί〉: |
| book 58.2 | ἔντεχνον τὸ σχῆμα· τὰ γὰρ ἑαυτῆς δίκαια, δι’ ὧνπερ ὀφείλει τιμῆς |
| book 58.3 | τυγχάνειν, ἐκ τῆς περὶ τὸν ἄνδρα δόξης λαμβάνει, προσαγομένη τὸν |
| book 58.4 | θεὸν λεληθότως. b(BCE3)T |
| book 59a.1 | 〈πρεσβυτάτην:〉 ὅτι οὐ καθ’ ἡλικίαν λέγει, ἀλλ’ ἐν |
| book 59a.2 | τιμῇ. Aim |
| book 59b.1 | πρεσβυτάτην: τιμιωτάτην νῦν. πλανηθεὶς δὲ ἐντεῦθεν |
| book 59b.2 | Ἡσίοδος νεώτερόν φησι τὸν Δία (cf. th. 454—7). A b (BCE3E4)T |
| book 59c.1 | ἀγκυλομήτης: ὁ καὶ τοῖς ἄλλοις ἀγκύλα μήσασθαι εἰδώς. |
| book 59c.2 | A b(BCE3)T | ἢ ὁ περὶ τῶν δυσευρέτων—συνετός. A |
| book 60-1.1 | ἀμφότερον γενεῇ〈—ἀνάσσεισ〉: διασταλτέον |
| book 60-1.2 | ἀμφότερον, γενεῇ τε (60), κέκλημαι (61)· φησὶ γὰρ διὰ ταῦτα |
| book 60-1.3 | πάντα ἔντιμος εἶναι, διά τε τὴν εὐγένειαν καὶ διότι Διὸς γυνὴ τοῦ |
| book 60-1.4 | πάντων βασιλέως. A |
| book 60a | 〈ἀμφότερον:〉 λείπει ἡ κατά. Til |
| book 60b | 〈γενεῇ:〉 ὅτι ἀντὶ τοῦ τῷ γένει· ἐκ Κρόνου γάρ. Aim |
| book 60c1.1 | 〈γενεῇ:〉 γενεὰ σημειοῖ ἑπτά· ἡλικίαν, ὡς τὸ „ὁπλότερος |
| book 60c1.2 | γενεῆφιν“ (Ι 58)· εὐγένειαν, „γενεῇ μὲν ὑπέρτεροσ“ (Λ 786)· ἐκγό‐ |
| book 60c1.3 | νους, „ὄφρα μὴ ἄσπερμος γενεή“ (Υ 303)· πατρίδα, „γενεὴ δέ τοί |
| book 60c1 | †ἐστιν† ἐπὶ λίμνῃ“ (Υ 390)· χρόνον ὡρισμένον, „δύο μὲν γενεαί“ (Α |
| book 60c1.5.1 | 250), τριάκοντα τρία ἔτη ἀνθρώπου 〈***〉 „ἐννέα γὰρ †ζῶσι† γε‐ |
| book 60c1.5.2 | νεάσ“ (Hsd. fr. 304, 1 M.—W.)· τὴν φύσιν, „οἵη περ †φῦλον† γενεή“ |
| book 60c1.5.3 | (Ζ 146). καὶ ὁ ἐνιαυτὸς παρὰ τοῖς νεωτέροις. T |
| book 60c2.1 | ἐπὶ τῶν ἓξ τούτων ἡ γενεὰ λαμβάνεται, ἐπὶ ἡλικίας, ὡς τὸ |
| book 60c2.2 | „ὁπλότερος γενεήν“ (Β 707)· ἐπὶ εὐγενείας, ὡς τὸ „γενεῇ μὲν ὑπέρ‐ |
| book 60c2.3 | τεροσ“· ἐπὶ ἐκγόνων, ὡς τὸ „ὄφρα μὴ ἄσπερμος γενεή“· ἐπὶ πατρίδος, |
| book 60c2.4 | ὡς τὸ „γενεὴ δέ τοί ἐστ’ †ἐνὶ Λήμνῳ†·“ ἐπὶ ὡρισμένου χρόνου, ὡς τὸ |
| book 60c2.5.1 | „τῷ δ’ ἤδη δύο μὲν γενεαί“· b(BE3E4) ἡ γὰρ τοιαύτη γενεὰ |
| book 60c2.5.2 | τριάκοντα ἔχει χρόνους· b(BE3) ἐπὶ φύσεως, ὡς τὸ „οἵη περ |
| book 60c2.5.3 | φύλλων γενεή“. λαμβάνεται δὲ καὶ ἐπὶ χρόνου ζωῆς ἀνθρώπων, ὡς τὸ |
| book 60c2.5.4 | „ἐννέα γὰρ †ζῶσι† γενεάσ“. b(BE3E4) |
| book 61a1.1 | κέκλημαι: οὐκ ἔστι τελεία εἰς τὸ κέκλημαι· φησὶ 〈γάρ〉, |
| book 61a1.2 | διότι σοῦ εἰμι γυνὴ τοῦ πάντων ἀνάσσοντος. ἡδὺ δὲ τὸ τῆς ἐξαλ‐ |
| book 61a1.3 | λαγῆς· ἔδει γὰρ τῶν πάντων βασιλέως εἰπεῖν. T |
| book 61b1 | 〈κέκλημαι:〉 Ἰακῶς εἰμί. Til |
| book 61a2/b2.1 | οὐκ ἔστι τελεία εἰς τὸ κέκλημαι· φησὶ γάρ, διότι σοῦ εἰμι |
| book 61a2/b2.2 | γυνὴ τοῦ πάντων ἀνάσσοντος. | τοῦτο δὲ δηλοῖ τὸ κέκλημαι. | ἡδὺ |
| book 61a2/b2.3 | δὲ καὶ τὸ τῆς ἐξαλλαγῆς· ἔδει γὰρ εἰπεῖν, σοῦ τοῦ πάντων βασιλεύον‐ |
| book 61a2/b2.4 | τος. b(BCE3) |
| book 61c | 〈μετ’ ἀθανάτοισιν:〉 παρέλκεται ἡ μετά. Til |
| book 63.1 | σοὶ μὲν ἐγώ, 〈σὺ δ’ ἐμοί· ἐπὶ δ’ ἕψονται θεοὶ ἄλλοι〉: |
| book 63.2 | πιθανῶς προτέραν ἔταξε τὴν ἰδίαν χάριν, ὡς προκατάρχουσα καὶ οὐκ |
| book 63.3 | ἀμειβομένη. b(BCE3)T τὸ δὲ επω δηλοῦν μὲν τὸ λέγω ψιλοῦται, |
| book 63.4 | τὸ δὲ ἀκολουθῶ δασύνεται. ἀνάγκη δὲ πᾶσα τοῖς ἄρχουσι τοὺς ποσῶς |
| book 63.5 | ὑποκειμένους ἕπεσθαι. b(BCE3) |
| book 64-6 | σὺ δὲ θᾶσσον Ἀθηναίῃ ἐπιτεῖλαι〈— / πειρᾶν |
| book 64-6.1 | δ’ ὥς κε Τρῶεσ〉: ὅτι τὸ ἐπιτεῖλαι (64) ἀντὶ προστακτικοῦ κεῖ‐ |
| book 64-6.2 | ται. | τὸ δὲ πειρᾶν (66) εἰ μὲν ἀπαρέμφατον σημαίνει, διαστολὴν |
| book 64-6.3 | ἕξει πρὸ αὑτοῦ· ἤρτηται γὰρ τοῦ προτέρου λόγου. εἰ δὲ ἀντὶ προσ‐ |
| book 64-6.5 | τακτικοῦ αὐτὸ κέοιτο τοῦ †πειρᾶτο, στικτέον. A |
| book 64-5.1 | 〈σὺ δὲ θᾶσσον Ἀθηναίῃ ἐπιτεῖλαι / ἐλθεῖν〉: τὸ |
| book 64-5.2 | θᾶσσον (64) συντακτέον τῷ ἐλθεῖν (65): b(BCE3E4)Til φησὶ |
| book 64-5.3 | γὰρ „αἶψα μάλ’ ἐς στρατὸν ἐλθέ“ (Δ 70). b(BCE3E4) |
| book 64 | 〈ἐπιτεῖλαι:〉 ἐπίτειλον. Til |
| book 66a.1 | πειρᾶν δ’ ὥς κεν Τρῶες: οὐκ ἀναγκάζουσιν ἐπιορκεῖν |
| book 66a.2 | Πάνδαρον, ἀλλὰ πειρῶνται εἰς πλείω τε ἁμαρτίαν προκαλοῦνται |
| book 66a.3 | Τρῶας, ὅπως ἀξίαν τίσωσι δίκην· ἤδη γὰρ παρέβη Ἀλέξανδρος λέ‐ |
| book 66a.4 | γων „κεῖνον δ’ αὖτις ἐγώ“ (Γ 440). b(BCE3)T |
| book 66b.1 | πειρᾶν: ἀντὶ τοῦ πειράτω. b(BCE3E4)Til Ἀττικοὶ |
| book 66b.2 | δὲ ἐπὶ συνουσίας τάττουσι τὴν λέξιν. Til |
| book 66c1.1 | ὑπερκύδαντας: μεγάλως γαυριάσαντας ἐπὶ Μενελάου |
| book 66c1.2 | νίκῃ. μέγιστον δὲ πρὸς εὐσέβειαν †προθεῖσθαι† Τροίαν διὰ τὴν πα‐ |
| book 66c1.3 | ράβασιν τῶν ὅρκων· καὶ Ὀδυσσείας τὸ συνεκτικὸν ἡ κατὰ Ποσει‐ |
| book 66c1.4 | δῶνος βλασφημία. | ὑπερκύδαντας παρὰ τὸ κῦδος κύδας καὶ ἐν |
| book 66c1.5 | συνθέσει· ἢ μεταπέπλασται ἀπὸ τῆς †ὑπερκύδαντος†. T |
| book 66c2.1 | μεγάλως γαυριάσαντας ἐπὶ τῇ Μενελάου νίκῃ. b(BCE3 |
| book 66c2.2 | E4) μέγιστον δὲ πρὸς εὐσέβειαν πορθεῖσθαι Τροίαν διὰ τὴν παρά‐ |
| book 66c2.3 | βασιν τῶν ὅρκων, ὥσπερ καὶ Ὀδυσσέως ἡ συχνὴ ναυάγησις διὰ τὴν |
| book 66c2.4 | εἰς Ποσειδῶνα βλασφημίαν. b(BCE3) | ὑπερκύδας δὲ ἐκ τοῦ κῦδος |
| book 66c2.5 | κύδας καὶ ὑπερκύδας. b(BE3) |
| book 66d.1 | ὑπερκύδαντας: τὰ εἰς δας ὑπὲρ δύο συλλαβὰς ἰσοσυλλά‐ |
| book 66d.2 | βως κλίνονται, οἷον Ἀκάδας Ἀκάδα, Τιμαχίδας Τιμαχίδα, Σουΐδας |
| book 66d.1 | Σουΐδα, Λεωνίδας Λεωνίδα, Χαρμάδας Χαρμάδα. δεῖ δὲ προσθεῖναι, |
| book 66d.2 | χωρὶς εἰ μὴ ἀπὸ βαρυτόνου ῥήματος γένωνται· ἐκεῖνα γὰρ περιττο‐ |
| book 66d.5.1 | συλλάβως κλίνονται ἤγουν διὰ τοῦ ντ, οἷον οἶδα Οἴδας Οἴδαντος, |
| book 66d.5.2 | μειδιῶ Μείδας Μείδαντος, χαρίζομαι Χαρίδας Χαρίδαντος, φείδομαι |
| book 66d.5.3 | Ἀφείδας Ἀφείδαντος. τούτων οὕτως ἐχόντων τὸ ὑπερκύδαντας |
| book 66d.5.4 | Ἀχαιούς μήποτε ἀπὸ βαρυτόνου ῥήματός ἐστι τοῦ κυδαίνω τοῦ |
| book 66d.5.5 | σημαίνοντος τὸ δοξάζω. γέγονε †κυδίεις κυδίεντος κυδίεντας καὶ |
| book 66d.10.1 | ὑπερκυδίεντας†. λέγουσι δέ τινες ὅτι ἐν τοῖς Ἐπιμερισμοῖς (fr. 1) λέγει |
| book 66d.10.2 | ὁ Ἡρωδιανὸς ὅτι μετοχή ἐστιν· λέγει γὰρ ὅτι ἔστι κυδαίνω ὑπερκυ‐ |
| book 66d.10.3 | δαίνω, ἐκύδανα κυδάνας ὑπερκυδάνας ὑπερκυδάναντας καὶ κατὰ |
| book 66d.10.4 | συγκοπὴν ὑπερκύδαντας. ἐν δὲ τῷ Ὀνοματικῷ (2,613,5) λέγει |
| book 66d.10.5 | ὅτι ὄνομά ἐστι. καὶ μᾶλλον ὄνομα δεῖ λέγειν αὐτὸ ἤπερ μετοχήν· τῷ |
| book 66d.15.1 | γὰρ Ὀνοματικῷ †δεῖ πιστευτέον† ἢ τοῖς Ἐπιμερισμοῖς· τοῦτο γὰρ |
| book 66d.15.2 | ὡμολόγηται εἶναι Ἡρωδιανοῦ 〈***〉 ἀλλ’ εἰσὶ καὶ ψευδεπίγραφοι. |
| book 66d.15.3 | A |
| book 67 | ὑπερόρκια {δηλήσασθαι}: ὑπερβάντες τὰ ὅρκια. T |
| book 69.1 | αὐτίκ’ Ἀθηναίην: οὐ γὰρ ἀγγέλου μόνον, ἀλλὰ καὶ τοῦ |
| book 69.2 | πείσοντος Πάνδαρον ἔδει καὶ Μενέλαον σώσοντος. διὰ τοῦτο καὶ ἡ |
| book 69.3 | πάρος μεμαυῖα (cf. Δ 73) πέμπεται. b(BCE3)T |
| book 70-1.1 | ἐς στρατὸν ἐλθὲ〈— / πειρᾶν δ’〉: ὅτι τὸ μὲν |
| book 70-1.2 | ἐλθέ (70) προστακτικόν, τὸ δὲ πειρᾶν (71) ἀπαρέμφατον ἀντὶ τοῦ |
| book 70-1.3 | πείρα προστακτικοῦ. A |
| book 74 | 〈βῆ δὲ κατ’ Οὐλύμποιο καρήνων:〉 ὅτι ὡς περὶ ὄρους τοῦ |
| book 74 | Ὀλύμπου λέγει. Aim |
| book 75.1 | 〈ἀστέρα:〉 ἀστέρα νῦν φησι τὸν ἀστεροειδῶς ἐξακοντιζό‐ |
| book 75.2 | μενον. b(BCE3E4)T |
| book 75-9a1.1 | οἷον δ’ ἀστέρα〈—θάμβος δ’ ἔχεν εἰσορόων‐ |
| book 75-9a1.2 | τασ〉: τούτους διᾴττοντας καλοῦσιν. δοκοῦσι δὲ ἀπὸ συστροφῆς |
| book 75-9a1.3 | ἀέρος γίνεσθαι· ὅθεν καὶ ἀνέμους δηλοῦσιν. σπινθηρίζουσι δὲ καὶ πρὶν |
| book 75-9a1.4 | εἰς γῆν πεσεῖν ψυχροτέρῳ ἀέρι λύονται. AT | ἐν ᾧ δὲ ταραττόμενοι |
| book 75-9a1.5 | σκοποῦσι περὶ τοῦ 〈***〉, τέως λανθάνει βαλὼν ὁ τοξότης. T |
| book 75-9a2.1 | καλοῦσι δὲ τούτους διᾴττοντας, καὶ δοκοῦσι ἀπὸ συ‐ |
| book 75-9a2.2 | στροφῆς ἀέρος γίνεσθαι· ὅθεν καὶ ἀνέμους δηλοῦσι. σπινθηρίζουσι δὲ |
| book 75-9a2.3 | καὶ πρὶν εἰς γῆν πεσεῖν ψυχροτέρῳ ἀέρι †κωλύονται†. | ἐν ὅσῳ δέ, |
| book 75-9a2.4 | φησί, ταραττόμενοι σκοποῦσι περὶ τοῦ πολέμου διὰ τὸ τέρας, ἐν |
| book 75-9a2.5.1 | τοσούτῳ ἡ Ἀθηνᾶ ὁμοιουμένη αὐτῷ εἰς τὴν γῆν παρεγένετο. b |
| book 75-9a2.5.2 | (BCE3E4) |
| book 76.1 | ἠὲ στρατῷ εὐρέϊ: καλῶς ἡ πολεμικὴ πολεμικῷ σημείῳ εἴ‐ |
| book 76.2 | κασται. b(BCE3E4)T |
| book 77.1 | ἀπὸ σπινθῆρες 〈ἵενται〉: ἐὰν δηλοῖ τὸ ἄποθεν ἡ ἀπό, |
| book 77.2 | βαρύνεται. A b (BCE3)T εἰ δὲ ἀναστρέφεται πρὸς τὸ ῥῆμα, ὃ καὶ |
| book 77.3 | βέλτιον, οὐ βαρύνεται. b(BCE3) |
| book 79.1 | κὰδ δ’ ἔθορ’ ἐς μέσσον· 〈θάμβος δ’ ἔχεν εἰσορόωντασ〉: |
| book 79.2 | τὸ ἐνεργὲς καὶ σφοδρὸν τῆς θεοῦ ἡ πρόθεσις δηλοῖ. τὸ θάμβος δὲ |
| book 79.3 | οὐδετέρως παρ’ Ὁμήρῳ, Σιμωνίδης δὲ (fr. 115 P.) ἀρσενικῶς. A b |
| book 79.4 | (BCE3)T |
| book 81 | 〈ἄλλον:〉 ἀντὶ τοῦ τινά. Til |
| book 82a1.1 | ἦ ῥ’ αὖτις πόλεμος: πόλεμον μὲν ὑφορῶσιν ἐκ τοῦ |
| book 82a1.2 | πυρός, διστάζουσι δὲ †τὴν σβέσιν. T |
| book 82a2 | πόλεμον μὲν ἐκ τοῦ πυρὸς τοῦ ἀστέρος ὑφορῶσιν, διὰ δὲ |
| book 82a2 | τὴν σβέσιν διστάζουσιν. b(BCE3E4) |
| book 82-3a1.1 | 〈ἦ ῥ’ αὖτις πόλεμός τε κακὸς καὶ φύλοπις αἰνή /〉 |
| book 82-3a1.2 | ἔσσεται: ὁ λόγος στίζει ἐπὶ τὸ ἔσσεται (83)· εἴρηται γὰρ καὶ ἐν τῇ |
| book 82-3a1.3 | πρὸ ταύτης ῥαψῳδίᾳ (sc. ad Γ 428) ὅτι οὐ πάντως ἐπὶ τῶν πευστικῶς |
| book 82-3a1.4 | λεγομένων ὑποστικτέον. οὕτως Νικάνωρ (p. 176 Friedl.), εἰ καὶ |
| book 82-3a1.5 | ἀπατᾷ, φησίν, ἡ ὑπόκρισις. A |
| book 82-3a2.1 | 〈ἦ ῥ’—κακὸσ〉 καὶ φύλοπις αἰνή / ἔσσεται: τε‐ |
| book 82-3a2.2 | λείαν εἰς τὸ ἔσσεται, φησὶ Νικάνωρ, εἰ καὶ ἀπατᾷ ἡ ὑπόκρισις. b |
| book 82-3a2.3 | (BCE3E4)T |
| book 84.1 | ἀνθρώπων ταμίης 〈πολέμοιο〉: καλῶς τοῦτο τῇ φιλότητι |
| book 84.2 | (cf. Γ 83) ἐπήγαγεν· ταμιεύειν γὰρ τὸ ἐναποκλείειν. b(BCE3E4)T |
| book 86a.1 | ἡ δ’ ἀνδρὶ ἰκέλη: ἔπεσε μὲν εἰς τὸ πλῆθος τῶν Τρώων ὡς |
| book 86a.2 | ἀστήρ, ἀνδρὶ δὲ εἰκασθεῖσα Πάνδαρον ζητεῖ. b(BCE3E4)T |
| book 86b | 〈κατεδύσεθ’:〉 ἐπήρχετο. Til |
| book 87a1.1 | Λαοδόκῳ 〈Ἀντηνορίδῃ κρατερῷ αἰχμητῇ:〉 καλῶς |
| book 87a1.2 | ὁ τοῦ φιλοξένου ἀνδρὸς παῖς Λαοδόκος καλεῖται. | καλῶς δὲ τούτῳ |
| book 87a1.3 | εἴκασται· Ἀντήνορος γὰρ ὢν παῖς καὶ παραβὰς νόμον προξενίας καὶ |
| book 87a1.4 | τοῦτον θέλει παραβῆναι, νόμον σπονδῶν· εἰ γὰρ ἕτερος ἦν ὁ συμβου‐ |
| book 87a1.5 | λεύων, ἔφη ἂν ὁ Πάνδαρος· ‘Διὰ τί μὴ σὺ παραβήσῃ τοὺς ὅρκους;‘ T |
| book 87a2.1 | καλῶς τούτῳ εἰκάσθη· παρέβη γὰρ καὶ ἕτερον νόμον οὗτος |
| book 87a2.2 | πρὸ τοῦ νῦν. b(BCE3E4) βούλεται δὲ παραβῆναι καὶ τοῦτον τὸν |
| book 87a2.3 | νόμον ἤτοι τῶν σπονδῶν· b(BCE3) εἰ γὰρ ἕτερος ἦν ὁ συμβου‐ |
| book 87a2.4 | λεύων, ἔφη ἂν ὁ Πάνδαρος· ‘Διὰ τί μὴ καὶ σὺ παραβήσῃ τοὺς ὅρκους;‘ | |
| book 87a2.5.1 | εἰκότως δὲ ὁ τοῦ φιλοξένου ἀνδρὸς παῖς Λαοδόκος καίτοι μὴ ὢν καλεῖ‐ |
| book 87a2.5.2 | ται. ἀλλὰ καὶ κρατερὸς αἰχμητής, ἤτοι εἰς τὸ αἰχμάζειν ἰσχυρός. b |
| book 87a2.5.3 | (BE3) |
| book 88a | Πάνδαρον ἀντίθεον διζημένη: τούτῳ καὶ τῷ ἑξῆς πα‐ |
| book 88a.1 | ράκεινται διπλαῖ περιεστιγμέναι, ὅτι Ζηνόδοτος τούτου μὲν τὸ |
| book 88a.2 | ἀκροτελεύτιον οὕτως γράφει „εὗρε δὲ τόνδε“, τὸν δὲ δεύτερον οὐδὲ |
| book 88a.3 | γράφει δοκῶν ἀνθρώπινον τὸ ζητεῖν εἶναι. καταλέλοιπε δὲ τὸ διζη‐ |
| book 88a.5.1 | μένη. ἀγνοεῖ δὲ ὅτι ὁμοιωθεῖσα Λαοδόκῳ ἀνάγκην εἶχεν ἀνθρώπινα |
| book 88a.5.2 | ἐπιτηδεύειν. A |
| book 88b.1 | 〈Πάνδαρον ἀντίθεον διζημένη:〉 εἰκότως εἰκασθεῖσα |
| book 88b.2 | ἀνδρὶ (cf. Ζ 86—7) καὶ τὰ ἀνδρῶν ποιεῖ. ἀντίθεον δὲ τὸν ἴσον |
| book 88b.3 | Ἀπόλλωνι ἐν τοξείᾳ· τοὺς γὰρ ὑπερέχοντας ἔν τινι οὕτως φησίν. b |
| book 88b.4 | (BCE3E4) |
| book 88b.5 | εἴ που ἐφεύροι: οὐκ ἀσεβεῖ—οὐ πείθειν. A |
| book 88-9a1.1 | 〈Πάνδαρον— /〉 εὗρε Λυκάονος υἱόν: |
| book 88-9a1.2 | αἰσχροκερδὴς οὗτος ὁ καὶ τοὺς ἵππους οἴκοι καταλιπὼν φειδοῖ |
| book 88-9a1.3 | τροφῆς (cf. Ε 192—204). | Πάνδαρος ἡ πάντων ἀρά. τοῦτον δὲ ζητεῖ ὡς σμικρολόγον |
| book 88-9a1.4 | καὶ πεισόμενον ὑποσχέσει δώρων. | φασὶ δὲ Τριόπαν Περραιβῶν |
| book 88-9a1.5.1 | τύραννον τοσοῦτον ὠμὸν εἶναι ὡς τὸν ὑωνὸν ἀποκτείναντα αὐτὸν |
| book 88-9a1.5.2 | Καρνάβαν τυραννοκτονίας γέρας λαβεῖν παρὰ τῶν πολιτῶν. φυγὰς δὲ |
| book 88-9a1.5.3 | ἥκων εἰς Βρένθιν τῆς Τροίας καθαρθείς τε ὑπὸ Τρωὸς λαβὼν ἔδαφος |
| book 88-9a1.5.4 | κτίζει Ζέλειαν †τὴν μικρὰν λυκίαν†. ὥστε ἀναγκαίως ἐκ τούτου τοῦ |
| book 88-9a1.5.5 | αἵματός ἐστιν ὁ συγχέας τοὺς ὅρκους. T |
| book 88-9b1.1 | ἀμύμονα: σώματι ἢ τέχνῃ ἢ γένει· οὐ γὰρ ἐπὶ τρό‐ |
| book 88-9b1.2 | πων. T |
| book 88-9a2/b2.1 | αἰσχροκερδὴς δὲ οὗτος καὶ τοὺς ἵππους οἴκοι καταλιπὼν |
| book 88-9a2/b2.2 | φειδοῖ τροφῆς. | ἀμύμονα (89) δὲ αὐτὸν λέγει τῷ σώματι ἢ τῇ τέχνῃ |
| book 88-9a2/b2.3 | ἢ τῷ γένει· οὐ γὰρ τοιοῦτος τοῖς τρόποις ἦν. b(BCE3) | ὡς μικρολό‐ |
| book 88-9a2/b2.4 | γον τοίνυν καὶ πεισόμενον ὑποσχέσει δώρων αὐτὸν ζητεῖ. b(BCE3E4) |
| book 90a1 | ἀμφὶ δέ μιν κρατεραὶ 〈στίχες ἀσπιστάων〉: προοι‐ |
| book 90a1.1 | κονομεῖ τὴν ἀπὸ τῶν ὅπλων σκέπην (cf. Δ 113—5). οὐκ ἄτοπον δὲ |
| book 90a1.2 | τοξότην εἶναι τὸν ἡγούμενον, ὁπλίτας δὲ τοὺς ὑπηκόους. Λοκροὶ γοῦν |
| book 90a1.3 | ὁπλίτην ἔχουσιν ἄρχοντα· περὶ ὧν φησι „καὶ ἐϋστρόφῳ †οἷος† ἀώτῳ / |
| book 90a1.5.1 | Ἴλιον εἰς ἅμ’ ἕποντο πεποιθότεσ“ (Ν 716—7), ὁ δὲ Αἴας „ἐγχείῃ |
| book 90a1.5.2 | ἐκέκαστο“ (Β 530). T |
| book 90a2.1 | προοικονομεῖ τὴν ἀπὸ τῶν ὅπλων σκέπην. οὐκ ἄτοπον δὲ |
| book 90a2.2 | τοξότην μὲν εἶναι τὸν ἡγούμενον, ὁπλίτας δὲ τοὺς ὑπηκόους· b(BCE3) |
| book 90a2.3 | Λοκροὶ γάρ, περὶ ὧν φησι „καὶ ἐϋστρόφῳ οἰὸς ἀώτῳ †πεποιθότες |
| book 90a2.4 | Ἴλιον εἰσανέβαινο톓, τοξόται μέν εἰσιν, ὁπλίτην δὲ ἔχουσι τὸν |
| book 90a2.5.1 | ἄρχοντα· ὁ γὰρ Αἴας ἔγχει ἐκέκαστο παρὰ πάντας Ἕλληνας. b |
| book 90a2.5.2 | (BE3) |
| book 91.1 | οἵ: πρὸς τὸ λαῶν ἀπέδωκεν, ὡς τὸ „γενεαὶ ἀνθρώπων, / οἵ οἱ |
| book 91.2 | πρόσθεν ἅμα τράφεν“ (Α 250—1). b(BCE3)T |
| book 93a.1 | ἦ ῥά νύ μοί 〈τι πίθοιο, Λυκάονος υἱὲ δαΐφρον〉: |
| book 93a.2 | οἰκεία ἡ παραίνεσις ὁμοτίμῳ ἀνδρὶ †εὐσχήμονα† πρᾶξιν ὑποτιθεμένῳ. |
| book 93a.3 | ἕτοιμον δὲ πρὸς πειθὼ τὸ μὴ κελεύειν καὶ τὸ ἐκ πατέρων ὀνομάζειν. b |
| book 93a.4 | (BCE3)T |
| book 93b.1 | 〈Λυκάονος υἱὲ δαΐφρον:〉 οἰκειότητα ὑποφαίνει· „πα‐ |
| book 93b.2 | τρόθεν ἐκ γενεῆσ“ (Κ 68). T |
| book 93c.1 | Λυκάονος υἱὲ δαΐφρον: τελεία ἐνταῦθα καὶ εἰς τὸ „τα‐ |
| book 93c.2 | χὺν ἰόν“ (Δ 94). T |
| book 93c.1 | πίθοιο: διὰ τί ἡ Ἀθηνᾶ εἰς σύγχυσιν—αὐτὸν ἐπελέξατο |
| book 93c.2 | τοξότην. A |
| book 94a1.1 | {τλαίης κεν μενελάωι} ἐπιπροέμεν: Ἀρίσταρχος ἀναστρέ‐ |
| book 94a1.2 | φει, ἵνα τὸ ἑξῆς γένηται ἐπὶ Μενελάῳ, ὡς καὶ ἐπ’ ἐκείνου „ἦ καὶ ἐπ’ |
| book 94a1.3 | Ἀντινόῳ ἴθυνεν“ (χ 8). Μενεκράτης δὲ ὁ Μιλήσιος ὑφ’ ἕν, ἐπιπροέ‐ |
| book 94a1.4 | μεν, ὁμοίως τῷ „ἐπιπροΐηλε“ (Λ 628) καὶ „ἐπιπροέηκε“ (ο 299), ἵν’ |
| book 94a1.5 | ἔμφασις μᾶλλον γένηται. A |
| book 94a2.1 | 〈ἐπιπροέμεν:〉 Ἀρίσταρχος μὲν βαρύνει τὴν ἐπί, Μενε‐ |
| book 94a2.2 | κράτης δὲ ὑφ’ ἓν ἀναγινώσκει. b(BCE3) |
| book 94a3 | ἔπι προέμεν: οὕτως Ἀρίσταρχος, Μενεκράτης δὲ ὑφ’ |
| book 94a3 | ἓν „ἐπιπροέμεν“. T |
| book 95.1 | χάριν καὶ κῦδος ἄροιο: χάριν ὡς τῆς μάχης παύσας αὐ‐ |
| book 95.2 | τούς, κῦδος δὲ ὡς τὸν βασιλέα τῶν πολεμίων ἀνελών. βεβαιωτικῶς δὲ |
| book 95.3 | ἀναγνωστέον· b(BCE3E4)T ὅμοιον γάρ ἐστι τῷ „ἦ γάρ κέ σφι |
| book 95.4 | μάλα μέγα κῦδος ἄροιο“ (Ι 303). πιστὸς δὲ ὁ λόγος ἀνδρὶ περικείμενος |
| book 95.5 | ἐπιφανεῖ. b(BCE3)T |
| book 96.1 | Ἀλεξάνδρῳ βασιλῆϊ: προσαγωγικῶς, εἴ γε †αὐτῷ† |
| book 96.2 | τυχόντι χαρίσεται τοῦτο ποιῶν. b(BCE3)T ἀγχίνουν δὲ τὸ τοῖς |
| book 96.3 | καιροῖς οἰκείους τοὺς ἐπαίνους καὶ τοιούτους ποιεῖν. b(BE3)T |
| book 96 | Ἀλεξάνδρῳ βασιλῆϊ: πρὸς καιρὸν—μείζονος δω‐ |
| book 96.5 | ρεᾶς. A |
| book 97a.1 | τοῦ κεν δὴ πάμπρωτα παρ’ ἀγλαὰ δῶρα φέροιο: |
| book 97a.2 | τινὲς ἀναστρέφουσι τὴν παρά, κακῶς· οὐδέποτε γὰρ ἀναστρέφεται |
| book 97a.3 | πρόθεσις †γενικῇ συντασσομένη πτώσει· A b (BE3)T ἔστι γὰρ τὸ |
| book 97a.4 | ἑξῆς παραφέροιο. A |
| book 97b.1 | 〈πάμπρωτα παρ’ ἀγλαά:〉 πρῶτα ὡς καὶ ἄλλων δω‐ |
| book 97b.2 | σόντων, ἀγλαά δὲ ὡς παρὰ βασιλέως. b(BCE3E4)Til | ἀπείργει δὲ |
| book 97b.3 | ἡμᾶς δωροδοκίας διὰ Πανδάρου καὶ Ἀντιμάχου (cf. Λ 123—5). b |
| book 97b.4 | (BE3) |
| book 99a.1 | σῷ βέλεϊ δμηθέντα: ἐφελκυστικῶς, ὡς πάντως αὐτοῦ |
| book 99a.2 | τεθνηξομένου. b(BCE3E4)T |
| book 99b.1 | πυρῆς ἐπιβάντ’: οὐκ ἀναγκαῖον ἀναστρέφειν, ἵνα γένηται |
| book 99b.2 | τὸ ἑξῆς ἐπὶ πυρῆς βάντα· ἔμφασις γὰρ γίνεται τῇ μετοχῇ, εἰ συντα‐ |
| book 99b.3 | γείη ἡ πρόθεσις. A |
| book 99c.1 | {πυρῆς} ἀλεγεινῆς: ἀλεγεινῆς τοῖς οἰκείοις τῶν ἀπο‐ |
| book 99c.2 | θνῃσκόντων. T |
| book 99c | ὅτι οἱ ἀρχαῖοι τὰ σώματα οὐκ ἔθαπτον—τινι ἀποθέ‐ |
| book 99c | μενοι. A |
| book 100a.1 | ἀλλ’ ἄγ’ ὀΐστευσον Μενελάου: πῶς μὴ μᾶλλον Ἀγα‐ |
| book 100a.2 | μέμνονα τοξεύει μὴ καθωπλισμένον ἤ τινα τῶν ἀρίστων, ἀλλὰ τὸν |
| book 100a.3 | ἐντεθωρακισμένον; δῆλον οὖν ὡς ἀποτριβόμενος τὴν κατηγορίαν τῆς |
| book 100a.4 | ἐπιορκίας, b(BCE3)T ἵνα δοκῇ {ὡς} οὐ Πάνδαρος, Ἀλέξανδρος |
| book 100a.5 | δὲ εἶναι ὁ ἐκ λόχου τὸν Μενέλαον τοξεύσας. b(BE3)T |
| book 100b.1 | 〈Μενελάου:〉 πρὸς τὸ σχῆμα, ὅτι ἀντὶ τοῦ ἐπὶ τὸν Μενέ‐ |
| book 100b.2 | λαον. Aint |
| book 100c.1 | ὀΐστευσον Μενελάου: ὡς „ἐξέρρηξεν ὁδοῖο“ (Ψ 421) |
| book 100c.2 | καὶ „κατεάγη τῆς κεφαλῆσ“ (Ar. vesp. 1428). T |
| book 101a.1 | 〈Λυκηγενέϊ:〉 ὅτι ἀπὸ τῆς Τρωϊκῆς Λυκίας, ἐξ ἧς ἐστιν ὁ |
| book 101a.2 | Πάνδαρος. Aim |
| book 101b1.1 | Λυκηγενέϊ: ἐν Λυκίᾳ γενομένῳ· ἀψευδέστατον γάρ ἐστιν |
| book 101b1.2 | ἱερὸν Ἀπόλλωνος ἐν Λυκίᾳ. ἢ ὅτι λύκος ἡγήσατο 〈μετὰ〉 τὰς ὠδῖνας |
| book 101b1.3 | Λητοῖ ὥστε καθαρθῆναι εἰς τὸν Ξάνθον. φρονήματος δὲ αὐτὸν πληροῖ |
| book 101b1.4 | πολίτην ὑποτιθέμενος αὐτοῦ τὸν θεόν. T |
| book 101b2.1 | ἀψευδέστατον γάρ ἐστιν Ἀπόλλωνος ἱερὸν ἐν Λυκίᾳ. |
| book 101b2.2 | πληροῖ δὲ αὐτὸν φρονήματος μείζονος, πολίτην αὐτοῦ τὸν θεὸν ὑπο‐ |
| book 101b2.3 | θέμενος εἶναι. b(BCE3) |
| book 101b2 | Λυκηγενέϊ: φασὶν ὅτι λαθεῖν—δεκαστίχῳ λέγει. | |
| book 101b2.5 | τεσσάρων δὲ τεχνῶν—μαντικῆς καὶ μουσικῆς. A |
| book 102 | ἀρνῶν πρωτογόνων: καὶ πῶς ὁ Χρύσης „ταύρων ἠδ’ |
| book 102.1 | αἰγῶν“ (Α 41) θυσίαν ὑπισχνεῖται; ἐροῦμεν ὡς ὅτι τὰ ἀπόρρητα τοῦ |
| book 102.2 | θεοῦ σαφῶς ἐπιστάμενος εἰκότως τὰ τῷ θεῷ φίλα θύει· θυσίαις γὰρ |
| book 102.3 | ταύρων καὶ αἰγῶν Ἀπόλλων ἥδεται· b(BCE3E4)T ὕλη γὰρ |
| book 102.5.1 | τοῖς τόξοις τὰ κέρατα τούτων. Πάνδαρος δὲ ὑπὸ τῆς Ἀθηνᾶς πειθό‐ |
| book 102.5.2 | μενος τοξεῦσαι οὐκ αἶγας ἢ ταύρους ὑπισχνεῖται, ἀλλὰ πρωτογόνους |
| book 102.5.3 | ἄρνας· ἀποτυχεῖν γὰρ αὐτὸν ἡ Ἀθηνᾶ τῆς καιρίας πληγῆς ἐβούλετο. |
| book 102.5.4 | b(BE3E4)T πρωτογόνων δὲ νέων (ἀεὶ γὰρ νεάζει τὸ θεῖον) |
| book 102.5.5 | ἢ πρωτευόντων ἐν γονῇ ἢ ἠριτόκων· πρῶτον γὰρ πάσης ὥρας τὸ |
| book 102.10 | ἔαρ. b(BCE3E4)T |
| book 103.1 | ἱερῆς εἰς ἄστυ Ζελείης: τοῦτο πρὸς τὸ ἐπᾶραι Πάνδα‐ |
| book 103.2 | ρον· ἢ b(BCE3)T ἐπεὶ χρηστήριόν ἐστι τοῦ θεοῦ ἐκεῖ. b(BCE3 |
| book 103.3 | E4)T |
| book 103 | οἴκαδε νοστήσας: ὅτι ἡ ὑπὸ τῇ Ἴδῃ Λυκία—λίαν |
| book 103.5 | εὐσεβεῖσθαι. A |
| book 104.1 | φρένας ἄφρονι: ὅτι θεοὺς ἐκάλει εἰς τὴν κατὰ θεῶν πρᾶξιν. |
| book 104.2 | διδάσκει δὲ †μήτε† θεῷ παρὰ τὸ δέον συμβουλεύοντι πείθεσθαι. b |
| book 104.3 | (BCE3E4)T |
| book 105a.1 | ἐσύλα τόξον: ὅτι ἡσυχῆ μέλλει κλέπτειν τὴν πρᾶξιν |
| book 105a.2 | ἢ θεῶν πίστιν λύειν ὡς ἱερόσυλος. b(BCE3E4)T |
| book 105b1.1 | ἰξάλου αἰγός: ὄνομα ἡλικίας· ἢ τὸν ἐπὶ ἅλας ἱκνούμε‐ |
| book 105b1.2 | νον (ψωριᾷ γάρ) μετὰ †λοιμόν†· ἢ ἀφηγούμενον ἄλλων· ἢ τὸν εἰς |
| book 105b1.3 | τὰς ἰξύας ἐρχόμενον, ὅ ἐστι κήλωνα· ἢ τὸν τομίαν (οἱ γὰρ τέλειοι |
| book 105b1.4 | διωκόμενοι ἐντρίβονται τοὺς ὄρχεις)· ἢ τὸν εἰς πᾶν ὕψος ἱκέσθαι δυνά‐ |
| book 105b1.5 | μενον, ὅθεν καὶ ἡ αἰγίλιψ πέτρα (cf. Ι 15 al.). T |
| book 105b2.1 | τοῦ ἰξάλου δὲ τοῦ ἱκνουμένου ἐπὶ τοὺς ἅλας (ψωριῶν |
| book 105b2.2 | γὰρ οὐδενὸς ἑτέρου μεταλαμβάνει)· ἢ τὸν εἰς τὰς ἰξύας ἐρχόμενον, |
| book 105b2.3 | ὅ ἐστι κήλωνα· ἢ ἐντομίαν (οἱ γὰρ τέλειοι διωκόμενοι ἐντρίβονται |
| book 105b2.4 | τοὺς ὄρχεις)· ἢ τὸν εἰς πᾶν ὕψος ἱκέσθαι δυνάμενον. b(BCE3E4) |
| book 105b2.5.1 | ἰξάλου: ἤτοι τελείου, ἢ πηδητικοῦ—τὰ γεννητικὰ |
| book 105b2.5.2 | μόρια. A |
| book 105-6.1 | {ἰξάλου} αἰγός 〈/ ἀγρίου〉: ὁ τρόπος μετατύπω‐ |
| book 105-6.2 | σις, ὡς „πόλιν ἄκρην“ (Χ 383). T |
| book 106a.1 | ὅν ῥά ποτ’ αὐτὸς 〈ὑπὸ στέρνοιο〉 τυχήσας: |
| book 106a.2 | προπαρασκευάζει διὰ τούτου τὴν εὐστοχίαν τοῦ ἀνδρός. b(BCE3 |
| book 106a.3 | E4)T |
| book 106a | τυχήσας: παρὰ τὸ τύχη τυχῶ. ἀτριβὴς δὲ ὁ σχηματι‐ |
| book 106a.5.1 | σμὸς τῆς μετοχῆς· οὐδὲ γὰρ παρὰ τὸ λαβών εἴποι τις λαβήσας. | |
| book 106a.5.2 | οὐκ οἶδεν Ὅμηρος ὄνομα τῆς τύχης. T |
| book 107a.1 | 〈πέτρης ἐκβαίνοντα:〉 γραφικῶς πάλιν ἡμῖν ὁ τόπος |
| book 107a.2 | ἠκρίβωται. Til |
| book 107b.1 | προδοκῇσι: τόποις προβλήματα ἔχουσιν. οἱ δὲ ταῖς |
| book 107b.2 | ἐνέδραις b(BCE3E4)T παρὰ τὸ προσδέχεσθαι. T |
| book 108a.1 | ὃ δ’ ὕπτιος 〈ἔμπεσε πέτρῃ〉: ὅτι οὐ πρηνεῖς, ἀλλ’ |
| book 108a.2 | ἀνατρεπομένους ὑπὸ τῆς πληγῆς συνίστησι, διὰ τὰς βίας τῶν βα‐ |
| book 108a.3 | λόντων. A |
| book 108b1.1 | ὁ δ’ ὕπτιος ἔμπεσε 〈πέτρῃ〉: ἐναργῶς ἐδήλωσε |
| book 108b1.2 | τὸν ὑπὸ βιαίας πληγῆς ὑπτιασθέντα. T |
| book 108b2.1 | ὕπτιον δὲ λέγει πεσεῖν, ἵνα τὸ καίριον τῆς πληγῆς |
| book 108b2.2 | δηλωθῇ, ὃ αὐτὸν ὑπτιάζει. b(BCE3E4) |
| book 109a | κέρα: ἀποκοπὴ τοῦ κέρατα. Ἡρωδιανὸς (cf. 2,7,4) συν‐ |
| book 109a | αλιφὴν τοῦ κέραα. A b (BCE3)T τὸ δὲ χρέεα χρέα συγκοπή. AT |
| book 109b.1 | τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα πεφύκει: |
| book 109b.2 | καὶ ποῦ ἐστι κέρας δύο ἥμισυ πήχεων; ἀλλ’ οὐκ ἐπὶ ἑκατέρου φησίν, |
| book 109b.3 | ἀλλ’ ἀμφοτέρων. A b (BCE3)T Ἀλέξανδρος δέ φησιν (FGr |
| book 109b.4 | Hist 25, 6 vel 273, 143) ἐν Δήλῳ κεῖσθαι κέρατα ἀπὸ τῆς Ἐρυθρᾶς |
| book 109b.5.1 | θαλάσσης, κριοῦ μὲν δίπηχυ καὶ δακτύλων ὀκτώ, σταθμούμενα δὲ |
| book 109b.5.2 | μνῶν εἴκοσι ἥμισυ, τράγου δὲ πηχῶν δύο καὶ σπιθαμῆς καὶ σταθμοῦ |
| book 109b.5.3 | ἴσου. AT |
| book 109b | δῶρον καλεῖται—ὅπερ ἄτοπον. A |
| book 109c | 〈πεφύκει:〉 Ἰακῶς τὸ πεφύκει. Aint |
| book 110-1.1 | καὶ τὰ μὲν ἀσκήσας / πᾶν δ’ εὖ λειήνας: πρὸς |
| book 110-1.2 | τὸ νοητὸν ἀπὸ πληθυντικοῦ ἑνικόν· „αἱ δ’ αὖ πρὸς νότου εἰσί, οὐδέ |
| book 110-1.3 | τι τῇ γε“ (cf. ν 111)· „Εὔμαι’, ἦ μάλα δὴ 〈τάδε δώματα κάλ’ |
| book 110-1.4 | Ὀδυσῆος· / ῥεῖα δ’ ἀρίγνωτ’ ἐστί〉“ (ρ 264—5). T |
| book 110.1 | κεραξόοσ〈—〉τέκτων: τέκτων πᾶς τεχνίτης· ὅθεν |
| book 110.2 | λιθοτέκτονες καὶ χρυσοτέκτονες. b(BCE3)T Πίνδαρος δὲ „τέκτονα |
| book 110.3 | νωδυνίασ“ (P. 3, 6) φησίν. T |
| book 111a1.1 | ἐπέθηκε κορώνην: κορώνη πᾶν ἐπικαμπὲς μεταφο‐ |
| book 111a1.2 | ρικῶς ἀπὸ τοῦ ζῴου. ἐπέθηκε δὲ ἐπάνω ἔθηκεν. T |
| book 111a2.1 | ἤτοι ἐπάνω ἔθηκεν. κορώνη δὲ πᾶν τὸ ἐπικαμπὲς ἀπὸ |
| book 111a2.2 | μεταφορᾶς τοῦ ζῴου. b(BCE3E4) |
| book 112-3.1 | καὶ τὸ μὲν εὖ κατέθηκε τανυσσάμενος 〈ποτὶ |
| book 112-3.2 | γαίῃ / ἀγκλίνασ〉: ἐπὶ τὸ τανυσσάμενος βραχὺ διασταλτέον· |
| book 112-3.3 | πρὸς γὰρ τῇ γῇ ἀνέκλινεν αὐτό, πρότερον ἐντείνας τὴν νευράν. A |
| book 112-3 | ποτὶ γαίῃ ἀγκλίνας: πρὸς τῇ γῇ—ὑπὸ τῶν |
| book 112-3.5 | Ἑλλήνων. A |
| book 112.1 | καὶ τὸ μὲν εὖ—τανυσσάμενος: καὶ ἐπαναβιβά‐ |
| book 112.2 | σας τῇ κορώνῃ τὴν νευράν. b(BCE3E4)Til | βραχὺ δὲ διασταλτέον |
| book 112.3 | εἰς τὸ τανυσσάμενος. b(BCE3)Til |
| book 113a.1 | 〈ἀγκλίνας:〉 ἀπερείσας, b(BCE3)Til ὡς „κλίνας |
| book 113a.2 | κολλητῇσιν“ (φ 164). Til |
| book 113b.1 | πρόσθεν δὲ σάκεα: κατάφωρον αὐτὸν μᾶλλον ποιοῦσι |
| book 113b.2 | τειχίζοντες τοῖς ὅπλοις. ἀλλ’ ἅμα ἔτεινεν καὶ οὕτως ἀφῆκεν, οὐ πρὸς |
| book 113b.3 | τὴν τῶν λόγων ἀφήγησιν. b(BCE3E4)T |
| book 117a.1 | ἀβλῆτα πτερόεντα μελαινέων 〈ἕρμ’ ὀδυνάων〉: |
| book 117a.2 | ἀθετεῖται, ὅτι νῦν ἁπλῶς ἄβλητον καὶ μηδέποτε βεβλημένον καὶ |
| book 117a.3 | ἀφειμένον, οὐχ Ὁμηρικῶς· τὸ γὰρ βάλλειν Ὅμηρος οὐκ ἐπὶ τοῦ |
| book 117a.4 | ψιλῶς προέσθαι τίθησι. καὶ διὰ τοῦ μελαινέων ἕρμ’ ὀδυνάων |
| book 117a.5.1 | οὐχ ὃ θέλει λέγει· ἕρμα γὰρ καθ’ Ὅμηρον ἔρεισμα καὶ κώλυμα, οὐ |
| book 117a.5.2 | γίνεται δὲ ὀδυνῶν κώλυμα τὸ βέλος. A |
| book 117b.1 | ἀβλῆτα πτερόεντα μελαινέων ἕρμ’ ὀδυνάων: |
| book 117b.2 | σημειοῦται ὁ στίχος ὡς ἐνοχλῶν τῇ τάξει· καὶ τὸ ἀβλῆτα οὐχ |
| book 117b.3 | Ὁμηρικόν, ἄμεινόν τε τοῦ πτερόεντα τὸ „πικρὸν ὀϊστόν“ (Δ 118). |
| book 117b.4 | b(BE3)T |
| book 117c | 〈μελαινέων:〉 οὕτω διὰ τοῦ ε διὰ τὸ μέτρον. Aim |
| book 117d | ἕρμα: ἔρεισμα· συνέχει γὰρ ἕως ἀφαιρεθῇ τὴν ὀδύνην. |
| book 117d.1 | b(BE3E4)Til ὅμοιον δέ ἐστι καὶ τὸ „ἕρμα πόληοσ“ (Π 549 al.). |
| book 117d.2 | b(BE3)Til μελαινάων δέ, b(BE3) ὅτι μελαίνονται αἱ |
| book 117d.3 | σάρκες τῶν ἐκ πεφαρμακευμένων βληθέντων ὀϊστῶν, b(BE3E4) |
| book 117d.5 | ὡς τὸ „μελαίνετο δὲ χρόα καλόν“ (Ε 354). b(BE3) |
| book 118a.1 | 〈αἶψα δ’ ἐπὶ νευρῇ κατεκόσμει πικρὸν ὀϊστόν:〉 |
| book 118a.2 | τὸ „αὐτίκ’ ἐσύλα τόξον“ (Δ 105) b(BCE3E4)T καὶ τὸ αἶψα |
| book 118a.3 | τὸν ἐπτερωμένον τοῖς δώροις δηλοῦσιν. b(BCE3)T τὸ δὲ κατε‐ |
| book 118a.4 | κόσμει διὰ τὸ ἐπικίνδυνον τῆς βολῆς. b(BCE3E4)T ἀμέλει καὶ |
| book 118a.5.1 | ὀϊστὸν ἐπιλέγεται, ὃν μάλιστα εὐστοχήσειν οἴεται. Ὀδυσσεὺς δὲ |
| book 118a.5.2 | „ταχέας †ἐκχεύατ’ ὀϊστούσ“ (χ 3)· κατὰ γυμνῶν γὰρ ἵησιν, οὐ |
| book 118a.5.3 | σκοποῦ δεόμενος. b(BCE3)T |
| book 118b | 〈πικρόν:〉 μεταφορικῶς ἀπὸ τῶν γευμάτων. Til |
| book 122-3.1 | γλυφίδας τε λαβὼν〈—μαζῷ πέλασεν〉: |
| book 122-3.2 | γλυφίδας ἀντὶ ἑνικοῦ· b(BCE3)T οὕτω γὰρ ἡ χηλὴ καὶ |
| book 122-3.3 | ἐγκοπὴ τοῦ βέλους. T ἐπεὶ δὲ πρώτη βέλους ἐστὶν ἄφεσις αὕτη, |
| book 122-3.4 | εἰκότως αὐτὴν ἐπεξεργάζεται. b(BCE3)T μαζῷ δὲ τῷ ἀριστερῷ. |
| book 122-3.5.1 | T νόμον δὲ τοξείας γράφει. b(BCE3)T Σκύθαι μὲν οὖν ἐπὶ |
| book 122-3.5.2 | τῶν ὤμων τείνουσι καὶ νεύροις ἱππείοις, Κρῆτες δὲ τούτοις ἐναντίως |
| book 122-3.5.3 | καὶ νεύροις βοείοις. b(BCE3)TTil |
| book 122 | 〈νεῦρα:〉 ἀντὶ ἑνικοῦ. Til |
| book 123a1.1 | νευρὴν μὲν μαζῷ: ὅτι Ζηνόδοτος πρὸ τούτου τὸν |
| book 123a1.2 | ἑξῆς τέταχεν, οὕτως ποιήσας· „ἕλκε δ’ ὁμοῦ γλυφίδας καὶ νεῦρα |
| book 123a1.1 | βόεια“ (Δ 122), εἶτα „αὐτὰρ ἐπειδὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε“ |
| book 123a1.2 | (Δ 124), νευρὴν μὲν μαζῷ πέλασεν, τόξῳ δὲ σίδηρον, εἶτα |
| book 123a1.5.1 | „λίγξε βιόσ“ (Δ 125), οὐ νοήσας ὅτι διὰ τῶν παρεπομένων, τοῦ |
| book 123a1.5.2 | „ἕλκε δ’ ὁμοῦ“ (Δ 122) καὶ νευρὴν μὲν μαζῷ πέλασεν, συνίστησι |
| book 123a1.5.3 | τὴν ἔντασιν γεγενημένην, εἶθ’ ἑξῆς λέγει, ἐπειδὴ ἐνετάθη καὶ κυκλο‐ |
| book 123a1.5.4 | τερὲς ἐγένετο, ἀπέστειλε τὸ βέλος. A |
| book 123a2 | ἀπὸ τῶν παρεπομένων τὴν ἔντασιν δηλοῖ. b(BCE3)Til |
| book 124a1 | 〈κυκλοτερὲς—ἔτεινεν:〉 τείνας ἐκύκλωσεν. Til |
| book 124a2 | ἀντὶ τοῦ τείνας κυκλοτερὲς ἐποίησε. b(BCE3E4) |
| book 125a.1 | λίγξε βιός: ὀνοματοποιΐα. ἐκ δὲ τῶν παρεπομένων τὴν |
| book 125a.2 | ἄφεσιν δηλοῖ. b(BCE3)Til |
| book 125b.1 | ἆλτο ὀϊστός: συνέτεμε τὴν λέξιν πρὸς τὸ τάχος τῆς |
| book 125b.2 | ἀφέσεως. b(BCE3)T |
| book 126a | 〈ὀξυβελής:〉 ὀξέως βάλλων ἢ βληθείς. b(BCE3E4)Til |
| book 126b.1 | καθ’ ὅμιλον ἐπιπτέσθαι μενεαίνων: ἐπιπεσεῖν τῷ |
| book 126b.2 | πλήθει θέλων. ἐμφαντικῶς δὲ τὴν τοῦ βαλόντος προθυμίαν εἰς τὸ |
| book 126b.3 | βληθὲν μετήγαγεν, b(BCE3)T ὡς „λιλαιόμενα χροὸς ἆσαι“ |
| book 126b.4 | (Λ 574. Ο 317), b(BCE3E4)T „ἀγαλλόμεναι Διὸς οὔρῳ“ (ε |
| book 126b.5 | 176). b(BCE3)T |
| book 126c.1 | ἐπιπτέσθαι: παροξυτονητέον· ἔστι γὰρ μέσος δεύτερος |
| book 126c.2 | ἀόριστος, ὁμοίως τῷ „τότ’ ἂν οὔ τοι ἀποσχέσθαι“ (ι 211), καὶ |
| book 126c.3 | τὸ ἁπλοῦν αὐτοῦ ἐστι πτέσθαι. πᾶν δὲ ἀπαρέμφατον συντιθέμενον |
| book 126c.4 | φυλάσσει τὸν αὐτὸν τόνον. A |
| book 126d.1 | ἐπιπτέσθαι: ἀπὸ τοῦ πτῶ b(BE3)T τὸ πτέσθαι· |
| book 126d.2 | καὶ Σοφοκλῆς „πτέσθαι σθένοντεσ“ (O. R. 17). T τὸ δὲ „διαπτά‐ |
| book 126d | σθαι“ (Eur. Med. 1) ἀπὸ τοῦ πτῆμι. b(BE3)T |
| book 127a.1 | οὐδὲ σέθεν, Μενέλαε: ἀποστροφὴ ἀπὸ προσώπου |
| book 127a.2 | εἰς πρόσωπον. προσπέπονθε δὲ Μενελάῳ ὁ ποιητής. διὸ συνεχέστερον |
| book 127a.3 | αὐτῷ διαλέγεται, ὡς καὶ Πατρόκλῳ (cf. Π 20 al.), Εὐμαίῳ (cf. ξ |
| book 127a.4 | 55 al.), Μελανίππῳ (cf. Ο 582). ἀποστροφῆς εἴδη· τὸ †περὶ† λέξιν, |
| book 127a.5.1 | ὡς ὅταν ἐκ μετοχῆς εἰς ῥῆμα μετέλθῃ, b(BCE3E4)T „ἐξ ὁμόθεν |
| book 127a.5.2 | †πεφυότες†· ὁ μὲν〈—〉ὁ δέ“ (ε 477): T τὸ †περὶ† φράσιν, |
| book 127a.5.3 | ὅταν ἀπὸ τοῦ διηγηματικοῦ εἰς τὸ μιμητικὸν μετέλθῃ, b(BCE3E4)T |
| book 127a.5.4 | „ἱππεῦσι μὲν πρῶτα, / ὃς δέ κ’ ἀνήρ“ (Δ 301. 306), T ἢ τὸ |
| book 127a.5.5 | ἐναντίον· ἢ ἀπὸ προσώπου εἰς πρόσωπον, ὡς νῦν b(BCE3E4)T |
| book 127a.10 | οὐδὲ σέθεν, Μενέλαε· T ἢ ἀπὸ τόπου εἰς τόπον. b(BCE3E4)T |
| book 127b.1 | 〈οὐδὲ ...〉 λελάθοντο: κατὰ ἀντίφρασιν ἀντὶ τοῦ |
| book 127b.2 | ἐφρόντισαν. ἡ δὲ ἀντίφρασις ἢ κατὰ ἐναντίωσιν, ὡς νῦν, ἢ κατὰ εὐ‐ |
| book 127b.3 | φήμησιν, ἢ παρ’ ὑπόνοιαν, ὡς „χωρίον σκληρὸν μέν, οὐκ ἔχον δὲ |
| book 127b.4 | ὕλην“, δέον εἰπεῖν „εὔγειον μέν“. b(BE3E4)T |
| book 128a1.1 | ἀθάνατοι· 〈πρώτη δὲ Διὸς θυγάτηρ ἀγελείη〉: |
| book 128a1.2 | βραχὺ διασταλτέον ἐπὶ τὸ ἀθάνατοι· κοινὸν γὰρ ἐπὶ τὸ ἑξῆς τὸ †οὐκ |
| book 128a1.3 | ἔλαθεν. A |
| book 128a2 | ἀπὸ κοινοῦ τὸ οὐκ ἐλάθετο. Til |
| book 129a | 〈ἥ τοι:〉 οὕτως μετὰ τοῦ τ, ἥ τοι. Aim |
| book 129b.1 | 〈βέλος ἐχεπευκὲς ἄμυνε:〉 ἤμυνε τὸ βέλος πρὸς τὸ |
| book 129b.2 | μὴ γενέσθαι αὐτὸ ἐχεπευκές. b(BCE3E4)Til |
| book 130-1.1 | ὡς ὅτε μήτηρ〈—ὕπνῳ〉: ἡ μήτηρ πρὸς τὸ |
| book 130-1.2 | εὔνουν· ἡ μυῖα πρὸς τὸ εὐχερῶς μὲν ἀποσοβεῖσθαι, μεταπηδᾶν δὲ |
| book 130-1.3 | εἰς ἕτερον τόπον· ὁ δὲ ὕπνος πρὸς τὸ ἀπαραφύλακτον καὶ τὸ ἀσθενὲς |
| book 130-1 | τῆς πληγῆς. b(BCE3E4)T |
| book 131 | 〈ὅθ’:〉 ὅτε. Til |
| book 132a.1 | ὅθι ζωστῆρος ὀχῆες: Αὐτόχθων οὕτως· T „ἵνα |
| book 132a.2 | μὴ χαλεπὴ γένηται ἡ πληγή, εἰς τοῦτο τὸ μέρος τὸ βέλος ἄγει, καθ’ ὃ |
| book 132a.3 | ἀλλήλοις ἐπιφερόμενα τὰ πτερύγια τοῦ θώρακος ἐσφίγγετο ὑπὸ τοῦ |
| book 132a.4 | ζωστῆρος. b(BCE3E4)T οὗτός ἐστιν ὁ θώραξ ὁ διπλοῦς.“ T |
| book 132b.1 | ὅθι ζωστῆρος ὀχῆες: ζωστὴρ ἡ θωρακῖτις ζώνη, ᾗ |
| book 132b.2 | ζώννυνται τὸν θώρακα. b(BCE3E4)T |
| book 133a.1 | χρύσειοι σύνεχον 〈καὶ διπλόος ἤντετο θώρηξ〉: |
| book 133a.2 | ὅτι καθ’ ὃν τόπον ἐζώννυντο, διπλοῦς ἦν ὁ θώραξ, καθὸ ὑποβέβλητο |
| book 133a.3 | τῷ στατῷ θώρακι τὸ λεγόμενον ζῶμα, καθῆκον μέχρι τῶν γονάτων |
| book 133a.4 | ἀπὸ τῶν λαγόνων. A |
| book 133b.1 | καὶ διπλόος ἤντετο θώρηξ: ὑπῆρχε διὰ τὴν συνάντη‐ |
| book 133b.2 | σιν τοῦ χαλκοῦ θώρακος πρὸς τὸ ζῶμα· Τήλεφος γάρ φησι τὸ ἀπὸ |
| book 133b.3 | τοῦ αὐχένος ἄχρι ὀμφαλοῦ στατὸν θώρακα καλεῖσθαι, τὸ δὲ ἀπὸ |
| book 133b.4 | λαγόνων ἄχρι κνημῶν ζῶμα. περὶ δὲ τὸ ἦτρον ἡ μίτρα, ἔσωθεν |
| book 133b.5.1 | ἐριώδης, περὶ δὲ τὴν ἐπιφάνειαν χαλκῆ οὖσα, πρὸς τὸ μὴ θλίβεσθαι |
| book 133b.5.2 | τὴν γαστέρα b(BCE3E4)T ὑπὸ τοῦ θώρακος καὶ τοῦ ζώματος· |
| book 133b.5.3 | T διὸ τὴν συμβολὴν διπλόον θώρακά φησιν. b(BCE3E4)T |
| book 133b.5.4 | ἄνωθεν δὲ τῆς μίτρας καὶ τῆς συνδέσεως τοῦ ζώματος καὶ τοῦ θώρακος |
| book 133b.5.5 | ζώνη ἐπέκειτο συσφίγγουσα τὰ πάντα, ἣν ζωστῆρα καλεῖ. b(BE3 |
| book 133b.10 | E4)T |
| book 133c.1 | καὶ διπλόος ἤντετο θώρηξ: Αὐτόχθων οὕτως· „τὰ |
| book 133c.2 | πρὸς ταῖς λαγόσι μέρη τοῦ θώρακος διὰ τὸ μὴ συνδεδέσθαι ἀλλήλοις |
| book 133c.3 | πτερύγια καλεῖται. ταῦτα ἐπιτιθέμενα ἀλλήλοις καὶ σφιγγόμενα |
| book 133c.4 | ὑπὸ τοῦ ζωστῆρος διπλοῦν τὸν θώρακα ἐκεῖσε ἀπεργάζονται. ἔστιν |
| book 133c.5.1 | οὖν ἐν μὲν τῷ χρωτὶ ἡ μίτρα, μεθ’ ἣν τὸ ζῶμα τὸ ἀπὸ κνημῶν ἀνιὸν |
| book 133c.5.2 | ἄχρι λαγόνων· μεθ’ ὃ ὁ θώραξ, ὡς εἴρηται (sc. ad Δ 132a), περὶ τὰς |
| book 133c.5.3 | λαγόνας διπλούμενος· ἄνωθεν δὲ ὁ ζωστήρ.“ b(BE3E4)T |
| book 135.1 | διὰ μὲν ἂρ ζωστῆρος 〈ἐλήλατο〉: πρὸς τὸν ὁπλισμόν· |
| book 135.2 | πρῶτος γάρ ἐστι πρὸς τὴν ἐπιφάνειαν ὁ ζωστήρ, καὶ κατὰ τοῦ |
| book 135.3 | στατοῦ καὶ κατὰ τοῦ ζώματος. ἀμφότερα δὲ ταῦτα θώρακα καλεῖ· |
| book 135.4 | διόπερ ὅταν τοῦ ἑτέρου μνησθῇ, τὸ ἕτερον παραλείπει. ἔνδοθεν δὲ |
| book 135.5 | τούτων πρὸς τῷ χρωτὶ κατὰ τὰ κοῖλα καὶ τὰς λαγόνας ἡ μίτρα. A |
| book 136.1 | καὶ διὰ θώρηκος πολυδαιδάλου: ἐσίγησε τὸ ζῶμα, |
| book 136.2 | ἐν δὲ τοῖς ἑξῆς (sc. Δ 186—7) ἐναντίον· „εἰρύσατο ζωστήρ τε παναίο‐ |
| book 136.3 | λος ἠδ’ ὑπένερθε / ζῶμά τε καὶ μίτρη“. b(BCE3E4)T |
| book 137a1.1 | ἔρυμα: ἡ Ζηνοδότου καὶ Ἀριστοφάνους „ἔλυμα“ εἶχον, |
| book 137a1.2 | οἱονεὶ εἴλημα. A |
| book 137a2 | Ζηνόδοτος καὶ Ἀριστοφάνης „ἔλυμα“ Til |
| book 138a | ἥ οἱ πλεῖστον ἔρυτο· 〈διὰ πρὸ δὲ εἴσατο καὶ |
| book 138a.1 | τῆσ〉: ἡ διπλῆ πρὸς τὸ ζητούμενον ἐπὶ τῆς Ἀχιλλέως ἀσπίδος „τὴν |
| book 138a.2 | δὲ μίαν χρυσῆν, τῇ ῥ’ ἔσχετο“ (Υ 272), καθὸ ἠμαύρωσεν τὴν φορὰν |
| book 138a.3 | τοῦ δόρατος, ὅμως μέντοι διεκόπη, καθάπερ νῦν ἐπὶ τῆς μίτρας |
| book 138a.5.1 | λέγει. | τὸ δὲ ἔρυτο ψιλοῦται καὶ προπαροξύνεται. οὕτως Ἀρίσταρ‐ |
| book 138a.5.2 | χος, καὶ ἐπείσθη αὐτῷ ἡ παράδοσις 〈***〉· ἔστι γάρ τι ῥῆμα ἐρύω· τούτου |
| book 138a.5.3 | ὁ παρατατικὸς παθητικὸς γίνεται εἰρυόμην, τὸ τρίτον εἰρύετο, ὃ |
| book 138a.5.4 | ἐν συναλιφῇ καὶ ἐνδείᾳ τοῦ ι ἐγένετο ἔρυτο. A |
| book 138b.1 | ἥ οἱ πλεῖστον ἔρυτο: διὰ τί μᾶλλον αὕτη τοῦ θώρα‐ |
| book 138b.2 | κος συνεργεῖ πρὸς ἀσφάλειαν; ὅτι δυσπαθέστερα τῶν ἀντιτυπούντων |
| book 138b.3 | τὰ ὑπείκοντα. b(BCE3E4)T |
| book 139a.1 | 〈ἀκρότατον:〉 ἀντὶ τοῦ ἄκρον· χρὼς γάρ ἐστιν ἡ ψιλὴ |
| book 139a.2 | τοῦ σώματος ἐπιφάνεια. Til |
| book 139b.1 | ἀκρότατον δ’ ἄρ’ 〈ὀϊστόσ〉: ἡ διπλῆ, ὅτι Ζηνόδοτος |
| book 139b.2 | γράφει „χαλκόσ“· ἐπιλέλησται δὲ ὅτι ἐν τοῖς ἐπάνω (sc. Δ 123) |
| book 139b.3 | σιδηρᾶν τὴν ἀκίδα τοῦ βέλους εἶπεν εἶναι. καὶ ὅτι τὸ ἀκρότατον |
| book 139b.4 | οὐχ ὑπερθετικόν ἐστιν, ἀλλ’ ἀντὶ τοῦ ἄκρον τὸν χρῶτα. A |
| book 139c.1 | 〈ὀϊστὸς ἐπέγραψε〉: τὸ ἐπέγραψε χωρὶς τοῦ ν. ἐν |
| book 139c.2 | δέ τισιν „χαλκόσ“ γράφεται. οὐκ ἀρέσκει δὲ Ἀριστάρχῳ. Aint |
| book 140a.1 | αὐτίκα δ’ ἔρρεεν αἷμα 〈κελαινεφὲς ἐξ ὠτειλῆσ〉: |
| book 140a.2 | ἀθετεῖται, ὅτι οὐκ ἂν λέγοι Ὅμηρος ὠτειλὴν τὸ ἐκ βολῆς τραῦμα· |
| book 140a.3 | διαστέλλει γὰρ τὸ οὐτάσαι πρὸς τὸ βαλεῖν. | διαφέρει δὲ ὠτειλὴ |
| book 140a.4 | —τραύματος. A |
| book 140b.1 | αὐτίκα δ’ ἔρρεεν αἷμα 〈κελαινεφέσ〉: ἴσως φλὲψ ἦν |
| book 140b.2 | λυθεῖσα· καὶ διὰ μὲν τοῦ κελαινοῦ τὴν χροιάν, διὰ δὲ τοῦ νέφους |
| book 140b.3 | τὴν σύστασιν· „νέφος εἵπετο πεζῶν“ (Δ 274). ἐπεξεργάζεται δὲ τὴν |
| book 140b.4 | πληγήν, ὅπως τὴν Ἀγαμέμνονος ὑποφήνῃ διάθεσιν. T |
| book 140c.1 | ἐξ ὠτειλῆς: οὕτω τὴν ἀπὸ δόρατος μόνην πληγὴν |
| book 140c.2 | καλεῖ, εἰ μὴ ἄρα τῷ γενικωτέρῳ χρῆται, ὡς τὸ „ἀλλ’ οὐ γάρ σε θέλω |
| book 140c.3 | βαλέειν“ (Η 242). T |
| book 140d | 〈ὠτειλῆς:〉 νῦν ἡ ἀπὸ βέλους. Til |
| book 139-40 | ἴσως φλὲψ ἦν λυθεῖσα | ἐκ τοῦ χρωτός· χρὼς δέ ἐστιν |
| book 139-40.1 | ἡ τοῦ σώματος ἐπιφάνεια. | καὶ διὰ μὲν τοῦ κελαινοῦ τὴν χροιάν, |
| book 139-40.2 | διὰ δὲ τοῦ νέφους τὴν σύστασιν· „νέφος εἵπετο πεζῶν“ (Δ 274). ἐπεξεργάζε‐ |
| book 139-40.3 | ται δὲ τὴν πληγήν, ὅπως τὴν Ἀγαμέμνονος ὑποφήνῃ διάθεσιν. | |
| book 139-40.5 | ὠτειλὴ δέ ἐστι μόνη ἡ ἀπὸ δόρατος πληγή. b(BCE3E4) |
| book 141a.1 | ὡς δ’ ὅτε τίς τ’ ἐλέφαντα: ἡ διπλῆ, ὅτι τινὲς „ἐλε‐ |
| book 141a.2 | φαντά“ ὡς βλαβερά διενεγκάμενοι τῷ τόνῳ ἀπέδωκαν ἔρια λευκά. |
| book 141a.3 | †νῦν δὲ κυρίως ἀκούειν τὸν ἐλέφαντα. A |
| book 141b.1 | 〈ἐλέφαντα:〉 οὕτως ὁμοτόνως τῷ ζῴῳ τὸ ὀστέον· καὶ |
| book 141b.2 | γὰρ ἐν ἑτέροις φησί· „λευκοτέρην δ’ ἄρα μιν θῆκε πριστοῦ ἐλέ‐ |
| book 141b.3 | φαντοσ“ (ς 196). Aint |
| book 141c.1 | ὡς δ’ ὅτε τίς τ’ ἐλέφαντα: ὄψιν ἡμῖν γραφικὴν παρ‐ |
| book 141c.2 | έστησεν. θαυμάζεται δὲ παρὰ Λάκωσι λευκὸς χρὼς καὶ ξανθὴ κόμη. |
| book 141c.3 | διὰ τοῦτο καὶ Τρῶες μαλθακὸν αὐτὸν οἴονται· ἐπὶ παντὸς γὰρ ζῴου |
| book 141c.4 | τὸ μελάγχροόν ἐστιν ἰσχυρότερον. b(BCE3E4)T |
| book 141d.1 | φοίνικι μιήνῃ: φοινικῷ ἄνθει, ὃ ἀπὸ τῆς πρίνου συλ‐ |
| book 141d.2 | λέγουσι Τροιζήνιοι. μιήνῃ δὲ ἑνώσει, παρὰ τὴν μίαν, ἢ βάψει· |
| book 141d.3 | μιάσματα γὰρ τὰ βάμματα. b(BCE3E4)T |
| book 142a | Μῃονίς: ἔχει τὸ ι ἀπὸ τοῦ Μαιονίς. b(BE3E4)Til |
| book 142b.1 | Κάειρα: Καρίνη, ἀπὸ—βαφαῖς χρωμένων. | φα‐ |
| book 142b.2 | σὶ δέ A τινες τὸ Καῖρα διῃρῆσθαι, οἱ δὲ ὡς ἀπὸ τοῦ φαίνω φα‐ |
| book 142b | είνω. καὶ ὁ λόγος δὲ τὴν ει δίφθογγον ἀπαιτεῖ. ATil |
| book 142c1.1 | παρήϊον: τὸ τῇ γνάθῳ ἐπικείμενον, ἀπὸ τοῦ παρειά. |
| book 142c1.2 | b(BCE3E4) |
| book 142c2 | παρήϊον {ἔμμεναι}: τὴν γνάθον γὰρ παρηΐδα φησίν. T |
| book 142d1.1 | {ἔμμεναι} ἵππων: διχῶς, καὶ †ἵππω δυϊκῶς καὶ† πλη‐ |
| book 142d1.2 | θυντικῶς. ἐν δὲ τῇ κατὰ Ἀριστοφάνη μόνως δυϊκῶς. A |
| book 142d2 | τὸ δὲ ἵππων ἀντὶ ἑνικοῦ. οἱ δὲ †ἵππω† δυϊκῶς. T |
| book 143a1.1 | κεῖται δ’ ἐν θαλάμῳ: θάλαμος ὁ οἶκος· „πρίν γ’ ὅτε |
| book 143a1.2 | δὴ θάλαμοσ“ (Ι 588). ἡ ἀποθήκη· „ὅθι νητὸς χρυσόσ“ (β 338). ὁ |
| book 143a1.3 | κοιτών· „Τηλέμαχος δ’ ὅθι οἱ θάλαμοσ“ (α 425), ὅθεν „θαλαμη‐ |
| book 143a1.4 | πόλοσ“ (η 8. ψ 293). T |
| book 143a2.1 | θάλαμος ὁ κοινὸς οἶκος, θάλαμος ἡ ἀποθήκη, καὶ θά‐ |
| book 143a2.2 | λαμος ὁ κοιτών. b(BCE3E4) |
| book 143-4.1 | 〈πολέες τέ μιν—ἄγαλμα:〉 πολλοὶ μὲν οἱ ἐπι‐ |
| book 143-4.2 | θυμοῦντες, b(BCE3)Til βασιλεὺς δὲ ἐπέτυχεν. b(BCE3E4)Til |
| book 145a1.1 | 〈ἀμφότερον:〉 ἐπίρ〈ρ〉ημα· οὐ γάρ ἐστιν ἑνικὸν τοῦ |
| book 145a1.2 | ἀμφότεροι. Til |
| book 145a2.1 | ἐπίρρημα ἀντὶ τοῦ κατὰ τὸ ἀμφότερον, ἀλλ’ οὐκ ὄνομα. |
| book 145a2.2 | b(BCE3) |
| book 145b1.1 | ἐλατῆρι δὲ κῦδος: μεγαλοπρεπέστερον γὰρ ἀπο‐ |
| book 145b1.2 | φαίνει τὸν ὀχούμενον. T |
| book 145b2.1 | μεγαλοπρεπέστερον δὲ ἀπεργάζεται ὑπὲρ τοὺς ἵππους |
| book 145b2.2 | τὸν ἐποχούμενον. b(BCE3) |
| book 146a.1 | τοῖοί τοι, Μενέλαε, 〈μιάνθην αἵματι μηροί〉: |
| book 146a.2 | ἀντὶ τοῦ τοῖον. b(BCE3E4)T περιπαθῶς δὲ ἐπιμένει τῇ ἀπο‐ |
| book 146a.3 | στροφῇ b(BCE3)T ὁ ποιητής. τὸ δὲ μιάνθην ἀντὶ τοῦ μιανθή‐ |
| book 146a | την· ἔστι δὲ δυϊκὸν ἐκ συγκοπῆς. b(BCE3) |
| book 146b | 〈τοῖοί τοι:〉 οὕτως σοι. Til |
| book 147a.1 | 〈εὐφυέες:〉 ἑκατέροις δύναται προσδίδοσθαι τὸ εὐ‐ |
| book 147a.2 | φυέες. βέλτιον δὲ τοῖς ἄνω διὰ τὸ ὑπερβατόν. Aint |
| book 147b.1 | 〈εὐφυέες κνῆμαί τε:〉 Νικάνωρ (p. 177 Friedl.) τὸ |
| book 147b.2 | εὐφυέες τῷ „μηροί“ (Δ 146) προσάπτει, οἱ δὲ ὑπομνηματισταὶ |
| book 147b.3 | τῷ κνῆμαι. b(BCE3)T ἄμεινον δὲ τὸ Νικάνορος. b(BCE3) | |
| book 147b.4 | καὶ Πείσανδρος (fr. 17 D. = 18 H.)· „ξανθοκόμης, μέγας †ἢ†, |
| book 147b.5 | γλαυκόμματος, ἄρτι †παρεῖα† / λοχμάζων, εὔκνημος.“ T |
| book 147b.1 | σφυρά: τὰ ἀπολήγοντα—ἀπὸ τῶν χαλκευτικῶν |
| book 147b.2 | σφυρῶν. A |
| book 148a.1 | 〈ῥίγησεν δ’ ἄρ’:〉 οὕτως Ἀρίσταρχος, ῥίγησεν δ’ |
| book 148a.2 | ἄρ’, διὰ τοῦ δ, οὐ διὰ τοῦ τ. Aint |
| book 148b.1 | 〈δάρ:〉 εἷς ὁ σύνδεσμος, οὐ δύο. | διὰ τοῦ δ δὲ γραπτέον, |
| book 148b.2 | μὴ διὰ τοῦ τ. b(BE3) |
| book 148c.1 | ῥίγησεν δ’ ἄρ’ ἔπειτα 〈ἄναξ ἀνδρῶν Ἀγα‐ |
| book 148c.2 | μέμνων〉: δείκνυσι τοῦ μὲν τὸ φιλάδελφον, εἰ πρὸ τοῦ τετρωμένου |
| book 148c.3 | αἴσθεται, τοῦ δὲ τὸ καρτερικόν (cf. Δ 152). ἐπ’ ἴσης δὲ ἄμφω ἀσχάλλουσιν, ὁ |
| book 148c.4 | μὲν τοῦ ἀδελφοῦ, ὁ δὲ τοῦ πλήθους χάριν. b(BE3E4)T |
| book 149a.1 | 〈ὡς εἶδεν μέλαν αἷμα καταρρέον ἐξ ὠτειλῆς:〉 |
| book 149a.2 | ἀθετεῖται πάλιν διὰ τὴν ὠτειλήν. Aint |
| book 149b.1 | ὡς εἶδεν μέλαν αἷμα: τὸ μὲν γὰρ ἐξ ἐπιπολῆς κατ’ |
| book 149b.2 | ἀρχὰς φερόμενον πυρρόν ἐστι, τὸ δὲ ἐκ βάθους μέλαν. b(BE3E4)T |
| book 149b.3 | ἢ διὰ τὸ παγῆναι. T |
| book 150.1 | ῥίγησεν δὲ καὶ αὐτός: κοινῇ λέξει χρησάμενος ἐπ’ |
| book 150.2 | ἀμφοῖν τὸ ἴσον τοῦ δέους ὑπέφηνε. b(BCE3)Til |
| book 151a | ὡς δὲ ἴδεν 〈νεῦρόν τε〉: συσταλτέον τοῦ ἴδε τὸ ι, |
| book 151a.1 | ὁμοίως τῷ „οὐκ ἴδον, οὐ πυθόμην“ (ψ 40). εἰσὶ δὲ οἳ ἀναγινώ‐ |
| book 151a.2 | σκουσιν „ὡς δ’ εἶδεν νεῦρόν τε“ ὁμοίως τῷ „ὡς εἶδεν δύο φῶτε“ |
| book 151a.3 | (Ε 572), οὐχ ὑγιῶς· ἐνθάδε γὰρ οὐκ ἄλλως δυνάμεθα ἀναγνῶναι ἢ |
| book 151a.5.1 | φυλάσσοντες τὴν ει δίφθογγον. ἐπὶ δὲ τούτων παραφύλαξαι 〈ὅτι〉, |
| book 151a.5.2 | ὅταν ἡ προκειμένη λέξις εἰς τὸ ε καταλήγῃ, ἤτοι διαστέλλει τὸ ι |
| book 151a.5.3 | ἀπ’ αὐτῆς μετὰ συστολῆς ἢ ἔκθλιψιν ποιεῖται τοῦ ε, ἔκθλιψιν μὲν |
| book 151a.5.4 | οὕτως „τὸν δ’ ἴδεν Αἰνείασ“ (Ε 166), „νῦν δ’ ἴδεν ὃς μέγ’ ἄριστοσ“ |
| book 151a.5.5 | (Β 82), διαστολὴν δὲ οὕτως μετὰ συστολῆς „τὴν δὲ ἴδεν προμολοῦ‐ |
| book 151a.10.1 | σαν“ (Σ 382), „τὸν δὲ ἴδεν Κάδμου θυγάτηρ“ (ε 333). οὕτως οὖν |
| book 151a.10.2 | καὶ ἐνθάδε. A |
| book 151b1.1 | 〈ὡς δὲ ἴδεν:〉 ἀντὶ τοῦ ᾔσθετο· πῶς γὰρ ἑώρα τὸ |
| book 151b1.2 | ἐμπεπηγὸς τῇ παντευχίᾳ; Til |
| book 151b2.1 | †λείπει τὸ† ᾔσθετο· πρὸ γὰρ τούτου οὐχ ὡρᾶτο ἐμ‐ |
| book 151b2.2 | πεπηγὸς τῇ παντευχίᾳ. b(BCE3E4) |
| book 151c | 〈ὄγκους:〉 τοὺς τῆς ἀκίδος λέγει πώγωνας. Aim |
| book 152a.1 | 〈ἄψορρόν οἱ θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη:〉 ἤτοι |
| book 152a.2 | ὀπισθόρμητος b(BCE3) εὐθέως ἐπὶ τὴν πρώτην ἠνέχθη τάξιν. |
| book 152a.3 | b(BCE3E4) |
| book 152b.1 | 〈ἐνὶ στήθεσσι:〉 φαίνεται τὸ ἡγεμονικὸν περὶ τὰ στή‐ |
| book 152b.2 | θη εἰδώς· ἐκεῖ γοῦν ἀθροισθῆναι τὸν λογισμόν φησιν. b(BCE3E4)Til |
| book 153a.1 | 〈στενάχων:〉 ὅτι δεῖ βαρυτονεῖν τὸ στενάχων ὡς |
| book 153a.2 | ὀρέγων· καὶ γὰρ „στενάχοντο“ (Π 393 al.) ὡς ὀρέγοντο. Aint |
| book 153b.1 | 〈βαρὺ στενάχων:〉 ἠθικὸν καὶ περιπαθές· ηὔξηται δὲ |
| book 153b.2 | τὸ βαρύ 〈τῷ〉 „οἶον προστήσασ“ (Δ 156). b(BCE3)Til |
| book 154.1 | χειρὸς ἔχων Μενέλαον· ἐπεστενάχοντο δ’ ἑταῖ‐ |
| book 154.2 | ροι: ἄφελε τὸν στίχον, καὶ οὐ βλάψεις τὴν σαφήνειαν, ἀπολέσεις δὲ |
| book 154.3 | τὴν ἐνάργειαν, ἥτις ἐμφαίνει τὴν Ἀγαμέμνονος συμπάθειαν καὶ τὴν |
| book 154 | τῶν συναχθομένων ἑταίρων διάθεσιν. b(BCE3)T |
| book 155a.1 | φίλε κασίγνητε, 〈θάνατόν νύ τοι ὅρκι’ ἔταμ‐ |
| book 155a.2 | νον〉: περιπαθῶς αὐτῷ διαλέγεται, b(BCE3)T καὶ τὸν θάνατον |
| book 155a.3 | οἰκειοῦται τοῦ ἀδελφοῦ, ὅπερ ἐστὶ τῶν μᾶλλον στεργόντων τινάς. b |
| book 155a.4 | (BCE3) |
| book 155b | 〈ἔταμνον:〉 ἐγὼ δηλονότι. Aim |
| book 156a.1 | οἶον προστήσας: μεταφορικῶς ἀπὸ τῶν θυμάτων, |
| book 156a.2 | ἅπερ προϊστῶσι τῶν βωμῶν, b(BCE3E4)T ὡς καὶ παρὰ Νέστο‐ |
| book 156a.3 | ρι „προὔχοντο ἑκάστοθι ταύρουσ“ (γ 8). T |
| book 156b.1 | πρὸ Ἀχαιῶν: οἶκτον ἅμα καὶ σπουδὴν κινεῖ τοῖς |
| book 156b.2 | Ἀχαιοῖς. b(BCE3)Til |
| book 157a.1 | 〈ἔβαλον:〉 ὅτι ἐκ βολῆς ἔτρωσαν, πρὸς τὸ „αὐτίκα δ’ |
| book 157a.2 | ἔρρεεν αἷμα“ (Δ 140). Aint |
| book 157b.1 | ὥς ς’ ἔβαλον Τρῶες: μετ’ ἀγανακτήσεως εἴρηται· διὸ |
| book 157b.2 | καὶ ἀπὸ ἄλλης ἀρχῆς ἐστιν. συνασχάλλων δὲ τῇ πληγῇ οὐ παραμυ‐ |
| book 157b.3 | θεῖται. b(BCE3)T |
| book 157c1.1 | ὥς ς’ ἔβαλον Τρῶες: ὡς κοινῇ παρασπονδησάντων |
| book 157c1.2 | αὐτῶν, καὶ λόγῳ μὲν τὸ μονομάχιον, ἔργῳ δὲ τὸν δόλον σοφισαμέ‐ |
| book 157c1.3 | νων. T |
| book 157c2.1 | κοινῇ γὰρ ἅπαντες παρεσπόνδησαν. καὶ λόγῳ μὲν τὸ |
| book 157c2.2 | μονομάχιον, φησίν, ἔργῳ δὲ τὸν δόλον ἐσοφίσαντο. b(BCE3) |
| book 158a1.1 | οὐ μέν πως ἅλιον 〈πέλει ὅρκιον〉: γενναίου |
| book 158a1.2 | στρατηγοῦ τὸ μὴ συμπεπτωκέναι τοῖς καιροῖς, ἀνέχειν δὲ εἰς θεοὺς |
| book 158a1.3 | τὴν ἐλπίδα, b(BCE3E4)T ἄλλως τε καὶ ἐπὶ πολεμίων λαλεῖ. b |
| book 158a1.4 | (BCE3)T |
| book 158a2.1 | οὐ μέν πως: γενναίου στρατηγοῦ τὸ μὴ συμπεπτωκέ‐ |
| book 158a2.2 | ναι τοῖς καιροῖς, ἀνέχειν δὲ εἰς θεὸν τὴν ἐλπίδα, καὶ τὸ σύμπτωμα |
| book 158a2.3 | τῆς τύχης εἰς παραμυθίαν δέχεσθαι. A |
| book 159a.1 | σπονδαί τ’ ἄκρητοι: ὅτι εὐκρινὲς γίνεται ἐντεῦθεν |
| book 159a.2 | τὸ „κρητῆρι δὲ οἶνον / μίσγον“ (Γ 269—70)· οὐ γὰρ κεκραμένον |
| book 159a | ἔσπενδον. A |
| book 159b.1 | καὶ δεξιαί: δεξιαί ἴσως ἐγένοντο κατὰ τὸ σιωπώμε‐ |
| book 159b.2 | νον. ἢ διὰ τὸ δέξασθαι τὰς τρίχας. b(BCE3E4)T |
| book 161a.1 | ἔκ τε καὶ ὀψὲ τελεῖ, 〈σύν τε μεγάλῳ ἀπέτισαν〉: ὅτι |
| book 161a.2 | Ζηνόδοτος γράφει „†τελέσει“ καὶ „σύν τε μεγάλῳ τίσουσιν“, ἐπὶ τῶν |
| book 161a.3 | Τρώων δεχόμενος τὸν λόγον. οὐκ ἔχει δὲ οὕτως, ἀλλὰ καθολικῶς ἐπὶ |
| book 161a.4 | τῶν παραβαινόντων τὰ ὅρκια. A |
| book 161b | 〈τελεῖ:〉 ἀντὶ τοῦ τελέσει. b(BCE3)Til |
| book 161c1.1 | σύν τε μεγάλῳ ἀπέτισαν: λείπει κακῷ, παρὰ τὸ „με‐ |
| book 161c1.2 | γάλων ἄτερ ἰσώσασθαι“ (Arat. Ph. 658). T |
| book 161c2 | εἰς δὲ τὸ μεγάλῳ ἐκδεκτέον τὸ κακῷ. b(BCE3) |
| book 162.1 | σὺν σφῇσιν κεφαλῇσι〈—καὶ τεκέεσσιν〉: εὐσεβὲς |
| book 162.2 | τὸ δι’ ἑαυτῶν καὶ τῶν φιλτάτων προσδοκᾶν τὴν τίσιν. ἀπὸ μέρους δὲ |
| book 162.3 | ἑαυτοῖς. b(BCE3E4)T |
| book 163.1 | εὖ γὰρ 〈ἐγὼ〉 τόδε οἶδα 〈κατὰ φρένα καὶ κατὰ θυ‐ |
| book 163.2 | μόν〉: τελεία· ἀσύνδετος γὰρ ὁ λόγος. T |
| book 164a.1 | ἔσσεται ἦμαρ: ἀπ’ ἄλλης ἀρχῆς τοῦτο· διὸ τελείᾳ |
| book 164a.2 | στικτέον πρὸ αὐτῆς· ἀσύνδετος γὰρ ὁ λόγος. A |
| book 164b1.1 | ἔσσεται ἦμαρ: τούτοις προτρέπεται πολεμεῖν τοὺς |
| book 164b1.2 | ἀκούοντας. T |
| book 164c1.1 | ὅταν ποτ’ ὀλώλῃ: ἀπόληται, οὐχ ὑπ’ αὐτοῦ πάντως, |
| book 164c1.2 | ἀλλ’ ὑφ’ ἑτέρων· φησὶ γοῦν· „καί κεν ἐλέγχιστος πολυδίψιον“ (Δ |
| book 164c1.3 | 171). τὸ δὲ ὀλώλῃ ὑποτακτικὸς παρακείμενος χρόνος. T |
| book 164c2/b2.1 | ἀπειλεῖ τοῦτο οὐχ ὑπ’ αὐτοῦ γενέσθαι, ἀλλ’ ὑφ’ ἑτέρων |
| book 164c2/b2.2 | τινῶν· φησὶ γοῦν· „καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργοσ“. | ἢ μᾶλ‐ |
| book 164c2/b2.3 | λον διὰ τούτων τοὺς ἀκούοντας προτρέπεται πολεμεῖν. b(BCE3E4) |
| book 164d | 〈ὅτ’ ἄν ποτ’ ὀλώλῃ Ἴλιος ἱρή:〉 ἀντὶ τοῦ ἀπολεῖται, |
| book 164d | πρὸς ὃ ἡ διπλῆ. †τὸ† Ἴλιος θηλυκῶς. Aint |
| book 166 | ὑψίζυγος: ἡ μεταφορὰ ἀπὸ—τὸ πεπρωμένον. A |
| book 167a1 | 〈ἐπισσείῃσιν:〉 ἀντὶ τοῦ †ἐπισείη†· πρὸς ὃ ἡ διπλῆ. Aim |
| book 167a2.1 | ἐπισσείῃσιν: ἀντὶ τοῦ μέλλοντος b(BCE3)T τοῦ |
| book 167a2.2 | ἐπισείσει. T |
| book 167b.1 | ἐρεμνὴν αἰγίδα: ὅτι τοῦ Διὸς ὅπλον ἡ αἰγίς, πρὸς τοὺς |
| book 167b.2 | νεωτέρους ποιητάς· καὶ ὅτι καταιγίδων καὶ ζοφώδους καταστάσεως |
| book 167b.3 | παρασκευαστική ἐστιν. A |
| book 167c.1 | ἐρεμνὴν αἰγίδα: σκοτοποιόν· b(BCE3)T φησὶ |
| book 167c.2 | γοῦν· „Ἴδην δὲ κατὰ νεφέεσσι κάλυψεν“ (Ρ 594). b(BCE3E4)T |
| book 169-70.1 | ἀλλά μοι αἰνὸν ἄχοσ〈—βιότοιο〉: ἠθικῶς οὐκ |
| book 169-70.2 | εἶναί φησιν ὄφελος ἑαυτῷ, εἰ οὗτος μὲν ἀπολεῖται, ὕστερον δὲ Τρῶες |
| book 169-70.3 | δίκας †τίσωσι†. b(BCE3E4)T περιπαθῶς δὲ τοὔνομα πάλιν |
| book 169-70.4 | ἀνακαλεῖται τοῦ Μενελάου. b(BCE3)T |
| book 170.1 | μοῖραν: †ὅτι† „πότμον“ αἱ Ἀριστάρχου, οὐ μοῖραν, ὡς |
| book 170.2 | ἐν ταῖς κοιναῖς. A |
| book 171a.1 | 〈ἐλέγχιστος:〉 διχῶς Ἀρίσταρχος, καὶ „ἐλέγχιστον“. |
| book 171a.2 | Aim |
| book 171b.1 | καί κεν ἐλέγχιστος 〈πολυδίψιον Ἄργος ἱκοίμην〉: |
| book 171b.2 | διὰ τί; ὅτι Ἕλληνες μὲν ἄπρακτοι ἐπανελεύσονται, Τρῶες δὲ κερτο‐ |
| book 171b.1 | μήσουσι τὸν Ἀγαμέμνονα, Μενέλαος ἐπὶ ξένης σαπήσεται, ἀτελὴς ἡ |
| book 171b.2 | μάχη μενεῖ. τεχνικῶς δὲ δι’ ὧν ἀπολοφύρεται ὡς καταλειφθησόμενος |
| book 171b.5.1 | ὑπὸ τῶν συμμάχων, εἰ ὁ Μενέλαος ἀποθάνοι, κατέχειν αὐτοὺς πειρᾶ‐ |
| book 171b.5.2 | ται μὴ τεθνηκότος τοῦ Μενελάου. b(BCE3E4)T |
| book 171c1.1 | πολυδίψιον: πλεονασμῷ τοῦ δ ὡς „ἐνδίεσαν“ (Σ 584). | |
| book 171c1.2 | πολυδίψιον πολυπόθητον ἀπὸ τῆς δίψης, ἢ πολυβλαβὲς διὰ τὴν |
| book 171c1.3 | ἧτταν. T |
| book 171c2.1 | πολυβλαβὲς διὰ τὴν ἧτταν. b(BCE3E4) | ἔστι δὲ πλεο‐ |
| book 171c2.2 | νασμὸς τοῦ δ. b(BCE3) |
| book 171c2.1 | πολυδίψιον: ἄνυδρον οὖσαν τὴν Πελοπόννησον— |
| book 171c2.2 | ἢ βλαβερόν, ἀπὸ τοῦ ἴψιον. A |
| book 171d.1 | 〈Ἄργος:〉 ὅτι Ἄργος τὴν Πελοπόννησον, οὐ τὴν πόλιν |
| book 171d.2 | λέγει. Aint |
| book 173.1 | κὰδ δέ κεν εὐχωλὴν 〈Πριάμῳ καὶ Τρωσὶ λίποιεν〉: |
| book 173.2 | κινητικὸν ἡ τῶν ἐχθρῶν εὐημερία. b(BCE3E4)T |
| book 174.1 | σέο δ’ ὀστέα πύσει ἄρουρα: ὅτι τῶν ἐπὶ ξένης τελευτών‐ |
| book 174.2 | των οὐκ ἀπεκομίζετο τὰ ὀστᾶ εἰς τὰς πατρίδας. οὐκ ἄρα Ὁμήρου |
| book 174.3 | ἐστὶ ταῦτα· „ὥς κ’ ὀστέα παισὶν ἕκαστος / οἴκαδ’ ἄγῃ, ὅτ’ ἂν αὖτε |
| book 174 | νεώμεθα“ (Η 334—5). A |
| book 176a.1 | καί κέ τις ὧδ’ ἐρέει: ἤτοι ὅτι ὁ κέ περισσεύει ἢ τὸ ῥῆμα |
| book 176a.2 | ἐνήλλακται, 〈κε ...〉 ἐρέει ἀντὶ τοῦ εἴποι ἄν. A |
| book 176b.1 | ὑπερηνορεόντων: ὑπερηφανούντων· ἡ γὰρ ὑπὲρ ἄνδρα |
| book 176b.2 | δύναμις ὑβριστὰς ποιεῖ. b(BCE3E4)T |
| book 177.1 | τύμβῳ ἐπιθρῴσκων: ὅσον ἐφ’ ἑαυτῷ βαρεῖαν †αὐτὴν† τῷ |
| book 177.2 | νεκρῷ ποιῶν, b(BCE3)T εἴγε ἡμεῖς κούφην αὐτὴν ἑαυτοῖς εὐχό‐ |
| book 177.3 | μεθα εἶναι. παρατέταται δὲ τὸ πάθος ἐπὶ ζῶντι καὶ παρόντι λεγόμενον. |
| book 177.4 | b(BE3)T |
| book 178-81a.1 | 〈αἴθ’ οὕτως ἐπὶ πᾶσι—Μενέλαον:〉 χρήσι‐ |
| book 178-81a.2 | μον ἀνεστραμμένης περιόδου ὑπόδειγμα. Aim |
| book 178-81b.1 | αἴθ’ οὕτως ἐπὶ πᾶσι〈—Μενέλαον〉: χρήσιμον |
| book 178-81b.2 | ἀνεστραμμένης τύχης ὑπόδειγμα. b(BCE3E4)T |
| book 178 | 〈τελέσει’:〉 ἀντὶ τοῦ τελέσειεν εὐκτικῶς. Til |
| book 179 | 〈ἅλιον:〉 ἁλίως. Til |
| book 181a.1 | σὺν κεινῇσιν νηυσί: κεναῖς εἶπεν—πλεῖν ἐν αὐ‐ |
| book 181a.2 | ταῖς. | βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ νηυσί. A |
| book 181b.1 | σὺν κεινῇσι νηυσί: κεναῖς τῶν συστρατευομένων ἢ τῶν |
| book 181b.2 | λαφύρων ἢ τῶν ἡρπασμένων· ἢ περιπαθῶς κενὰς αὐτὰς καλεῖ, ἐν αἷς |
| book 181b.3 | ὁ Μενέλαος οὐ πλεῖ. b(BCE3E4)T |
| book 181c1.1 | λιπὼν ἀγαθὸν Μενέλαον: ἀγαθόν ἢ κατ’ εἰρωνείαν, |
| book 181c1.2 | ὡς ἀπὸ τῶν Τρώων, ἢ ὡσεὶ πατέρα τις θάψας λέγοι „ἀγαθὸν πατέρα |
| book 181c1.3 | ἀπώλεσα“· οὐ τοσοῦτον γὰρ τὰ τοῦ γένους ὅσον τὰ τῶν τρόπων |
| book 181c1.4 | ἀγαπητά. T |
| book 181c2.1 | τὸ δὲ ἀγαθόν κατ’ εἰρωνείαν, εἰ ἀπὸ τῶν Τρώων ᾖ. εἰ |
| book 181c2.2 | δὲ ἀπὸ τοῦ Ἀγαμέμνονος, ὡσεί τις πατέρα θάψας λέγοι ὅτι „ἀγαθὸν |
| book 181c2.3 | πατέρα ἀπώλεσα“· οὐ γὰρ τὰ τοῦ γένους τοσοῦτον ὅσον τὰ τῶν |
| book 181c2 | τρόπων ἀγαπητά. b(BCE3E4) |
| book 182a.1 | εὐρεῖα χθών: ὅτι οὐκ ἔστι καθολικὸν ἐπίθετον τὸ |
| book 182a.2 | εὐρεῖα, ἀλλ’ ἐν ἴσῳ τῷ εὐρεῖα γενομένη, οἷον εὐρύ μοι χάσμα γῆς |
| book 182a.3 | γένοιτο. A |
| book 182b.1 | εὐρεῖα: ἀντὶ τοῦ εὐρέως, b(BCE3E4)T Til ὡς τὸ |
| book 182b.2 | „λῦσε〈ν〉 δ’ ἀγορὴν αἰψηρήν“ (β 257) b(BCE3E4)T καὶ „ταχέες |
| book 182b.3 | δ’ ἱππῆες ἄγερθεν“ (Ψ 287). T |
| book 183.1 | τὸν δ’ ἐπιθαρσύνων: τοιοῦτός ἐστιν, ὡσεὶ νοσῶν υἱὸς |
| book 183.2 | παραμυθοῖτο γονεῖς. ἄτοπος δὲ ἦν μαλθακευόμενος Μενέλαος ἐκείνων |
| book 183.3 | οἰκειουμένων b(BCE3E4)T τὴν αἰτίαν τοῦ θανάτου αὐτοῦ. T |
| book 184a1 | 〈πώ:〉 οὕτω πώ Ἀρίσταρχος, οὐχὶ „πού“, ὥς τινες. Aim |
| book 184a2 | οὐ „πού“. Til |
| book 184b.1 | μηδέ τί πω δειδίσσεο: μὴ εἰς φυγὴν παρακάλει τὸν |
| book 184b.2 | λαὸν διὰ τοῦ ἐμοῦ θανάτου. b(BCE3E4)T |
| book 184c.1 | 〈μηδέ τί πω δειδίσσεο λαὸν Ἀχαιῶν:〉 στικτέον ἐπὶ |
| book 184c.2 | τὸ τέλος τοῦ στίχου τελείᾳ· ἀσύνδετος γὰρ ὁ λόγος πρὸς τὰ ἑξῆς. Aim |
| book 185.1 | οὐκ ἐν καιρίῳ: τῷ κούφῳ τῆς πληγῆς ἐπικουφίζει τὴν λύ‐ |
| book 185.2 | πην τοῦ ἀδελφοῦ. b(BCE3E4)T |
| book 187a.1 | ζῶμά τε καὶ μίτρη: ὅτι τοῦ ζώματος μνησθεὶς παρα‐ |
| book 187a.2 | λέλοιπε τὸν θώρακα ὥστε ἀπὸ μέρους τὸ ὅλον δεδηλῶσθαι. A |
| book 187b.1 | ζῶμά τε: τοῦτο προσῆπται τῷ θώρακι· „καὶ ζῶμα φαει‐ |
| book 187b.2 | νόν“ (ξ 482) διὰ τὸν χαλκόν. AT |
| book 187c | καὶ μίτρη: ἡ μίτρα ἔσωθεν ἐριώδης ἐστὶ περὶ τὴν ἐπιφά‐ |
| book 187c | νειαν χαλκῆ ὑπάρχουσα. A b (BCE3)T |
| book 189a.1 | αἰ γὰρ δὴ οὕτως εἴη: εἰκότως θαρσυνθεὶς οὐ μηκύνει τὸν |
| book 189a.2 | λόγον. οὐδέποτε δὲ παρὰ τῷ ποιητῇ τὸ αἴ ἀντὶ τοῦ εἴ. T |
| book 189b.1 | 〈φίλος ὦ Μενέλαε:〉 τῇ ὀρθῇ ἀντὶ τῆς κλητικῆς, φίλος |
| book 189b.2 | ἀντὶ τοῦ φίλε. Aint |
| book 190.1 | ἐπιμάσσεται: παρὰ τὸ μῶ μαίω μάω, ὡς νῶ ναίω νάω· |
| book 190.2 | ἀφ’ οὗ καὶ ὁ μαστὸς καὶ ἡ μάσταξ. AT |
| book 191a.1 | φάρμαχ’: τὰ φέροντα ἄκεσιν. εἴρηται δὲ ἀπὸ τῶν ἀν‐ |
| book 191a.2 | θῶν. καὶ τὰ βαφεῖα φαρμακῶνας ἐκάλουν, καὶ τὴν ἐκ τῆς βαφῆς στό‐ |
| book 191a.3 | μωσιν φαρμάσσειν φησίν (cf. ι 393). A b (BCE3E4)T |
| book 191b.1 | 〈φάρμαχ’, ἅ κεν παύσῃσι:〉 τὸ παύσῃσιν ἀντὶ τοῦ |
| book 191b.2 | παύσειεν ἄν, ὡς τὸ „ἰχθύς, ὅς κε φάγῃσιν“ (Φ 127), ὅτι καὶ τοῦτο |
| book 191b.3 | οὕτως λέγει ἀντὶ τοῦ ὃς φάγοι ἄν. A |
| book 192a.1 | 〈ἦ καὶ Ταλθύβιον θεῖον κήρυκα προσηύδα:〉 ὅτι |
| book 192a.2 | Διός ἐστιν ἄγγελος. | εἰκότως δὲ θαρσυνθεὶς οὐ μηκύνει τὸν πρὸς Μενέ‐ |
| book 192a.3 | λαον λόγον. b(BCE3E4) |
| book 192b.1 | θεῖον κήρυκα: ἐπεὶ Διός εἰσιν ἄγγελοι. ἢ ὅτι ἐκ τοῦ |
| book 192b.2 | Ἑρμοῦ κατάγεται τὸ γένος τῶν κηρύκων. T |
| book 193a.1 | 〈ὅττι τάχιστα:〉 ὅττι τάχιστα ποιητικόν, ὅσον |
| book 193a.2 | τάχος Ἀττικοί, ὡς τάχος ἡ συνήθεια. b(BCE3E4)T |
| book 193b | Μαχάονα: οὐ μεταπέμπεται ἄμφω, ὅτι ὁ μὲν περὶ τὰ |
| book 193b | τραύματα ἦν, ὁ δὲ περὶ τὰ ἄλλα νοσήματα. b(BCE3E4)T |
| book 194.1 | φῶτ’ Ἀσκληπιοῦ υἱόν: οὐ περιττὸς ὁ στίχος, ἐλπίδα |
| book 194.2 | ὑποκαίων τῆς σωτηρίας Μενελάῳ ὡς ἀγαθοῦ ἰατροῦ τυγχάνειν μέλ‐ |
| book 194.3 | λοντι. b(BCE3E4)T |
| book 195a | ὄφρα ἴδῃ Μενέλαον: ὁ ἀστερίσκος καὶ ὁ ὀβελός, ὅτι νῦν |
| book 195a.1 | παρέλκει· ὁρᾷ γὰρ ὁ κῆρυξ τὴν χρείαν τοῦ Μαχάονος. | Μαχάων δὲ |
| book 195a.2 | οὗτος υἱὸς Ἀσκληπιοῦ †καὶ Ἀρσινόης—κατὰ δὲ Ἡσίοδον |
| book 195a.3 | (fr. 53 M.—W.) Ξάνθης. | Ἀσκληπιὸς δὲ εἴρηται παρὰ τὸ ἀσκεῖν καὶ |
| book 195a.5 | ἤπια τὰ μέλη ποιεῖν. A |
| book 195.1 | ὄφρ〈α〉 ἴδῃ Μενέλαον: θορυβούμενος πέρα τοῦ δέοντος |
| book 195.2 | φέρεται. οὐ περιττὸς οὖν ὁ στίχος τὸ „ὅν τις ὀϊστεύσασ“ (Δ 196), μι‐ |
| book 195.3 | μούμενος τὸ ἦθος τῶν τεταραγμένων. b(BCE3E4)T |
| book 195c | 〈Ἀτρέος υἱόν:〉 γράφεται „ἀρχὸν Ἀχαιῶν“. Aim |
| book 196 | τόξων εὖ εἰδώς: ἀντὶ τοῦ 〈τόξων〉 εἰδήμων. T |
| book 198 | 〈οὐδ’—ἀπίθησεν:〉 ἀντὶ τοῦ ἠθέλησεν. Til |
| book 199.1 | βῆ δ’ ἰέναι: τὸ „βῆ δὲ θέειν“ (Β 183 al.) ἀνοίκειον τῷ |
| book 199.2 | παπταίνοντι. οὐδὲ τὴν ἔφοδον δὲ αὐτοῦ ἐσιώπησεν. b(BCE3E4)T |
| book 200a1.1 | παπταίνων: πέτω πτῶ πταίω παπταίνω. πανταχόσε |
| book 200a1.2 | ῥίπτων τοὺς ὀφθαλμούς. T |
| book 200a2.1 | ὄπτω πτῶ πταίω πταίνω. b(BCE3) ἦν δὲ παν‐ |
| book 200a2.2 | ταχόσε τοὺς ὀφθαλμοὺς ῥίπτων, ὡς μὴ λάθοι αὐτόν. b(BCE3E4) |
| book 200b | παπταίνων: πέτω πτῶ πταίω πταίνω, καὶ κατὰ ἀνα‐ |
| book 200b | διπλασιασμὸν παπταίνων, | ὁ πανταχόσε περιβλεπόμενος. A |
| book 203 | 〈προσηύδα:〉 γράφεται „ἀγόρευεν“. Aim |
| book 205a.1 | ὄφρα ἴδῃ Μενέλαον: ὁ ἀστερίσκος, ὅτι νῦν δεόντως |
| book 205a.2 | λέγεται πρὸς Μαχάονα ὑπὸ τοῦ κήρυκος. A |
| book 205b1 | 〈ἴδῃ:〉 οὕτως Ἀρίσταρχος χωρὶς τοῦ ς, ἴδῃ. Aim |
| book 205b2 | ἄνευ τοῦ ς. Til |
| book 206.1 | ὅν τις ὀϊστεύσας 〈ἔβαλεν〉: ἡ διπλῆ, ὅτι ἐκ βολῆς |
| book 206.2 | ἔτρωσεν, πρὸς τὸ „αὐτίκα δ’ ἔρρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆσ“ (Δ |
| book 206.3 | 140). A |
| book 207a.1 | Τρώων ἢ Λυκίων: Τρώων πρὸς σύστασιν τῆς μάχης, |
| book 207a.2 | Λυκίων ὡς ἀρίστων συμμάχων. b(BCE3E4)T |
| book 207b.1 | 〈τῷ μὲν κλέος,〉 ἄμμι δὲ πένθος: ἑκάτερον καθ’ ἑαυτό· |
| book 207b.2 | λείπει γὰρ τὸ ἐστίν ἐν ἀμφοτέροις. A |
| book 207c.1 | τῷ μὲν κλέος, ἄμμι δὲ πένθος: οὐ διακόνου ὁ λόγος, |
| book 207c.2 | φίλου δὲ καὶ συμπαθοῦς· τὴν ἀπὸ παντὸς γὰρ προσώπου εὔνοιαν εἰς |
| book 207c.3 | Μενέλαον συνίστησιν ὁ ποιητής. τοὐναντίον δὲ ἐπὶ Ἀλεξάνδρῳ. b |
| book 207c.4 | (BCE3E4)T |
| book 208a.1 | ὣς φάτο, 〈τῷ δ’ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε〉: |
| book 208a.2 | ἡ διπλῆ πρὸς τὸ ὄρινεν, ἀντὶ τοῦ κατὰ ψυχὴν ἐκίνησεν. ἡ δὲ ἀναφορὰ |
| book 208a.3 | πρὸς τὸ „ὣς φάτο, τῇ δ’ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινεν“ (Γ 395), |
| book 208a.4 | ὅτι οὐκ ἔστιν ἐθύμωσεν, ὡς ὁ διασκευάσας ἐκλαβὼν ἔταξεν τοὺς ἑξῆς |
| book 208a.5.1 | εἴκοσι 〈τρεῖσ〉 στίχους (sc. Γ 396—418), ἀλλ’ ἀντὶ τοῦ ἐκίνησε καὶ |
| book 208a.5.2 | παρώρμησε κατὰ τὸ ἐρωτικόν. A |
| book 208b.1 | τῷ δ’ ἄρα θυμόν: περιεῖλεν αὐτοῦ τοὺς λόγους διὰ τὴν |
| book 208b.2 | σπουδήν. b(BCE3)T |
| book 211-2a.1 | 〈βλήμενος ἦν, περὶ δ’ αὐτὸν〉 ἀγήγεραθ’ ὅσσοι |
| book 211-2a.2 | ἄριστοι 〈/ —ἰσόθεος φώσ〉: ταῦτα τὰ δύο ἔπη τὰ μὲν πράγ‐ |
| book 211-2a.3 | ματα οὐ λυπεῖ περιγραφόμενα, ἀπόλλυσι δὲ τὴν ἔμφασιν· ἐμφαντικὸν |
| book 211-2a.4 | γὰρ τὸ τοὺς φίλους ἀγωνιῶντας περιεστάναι. b(BCE3)T |
| book 211-2b.1 | βλήμενος ἦν· 〈περὶ δ’ αὐτὸν ἀγήγεραθ’ ὅσσοι |
| book 211-2b.2 | ἄριστοι / κυκλόσ’〉: ὑποστικτέον εἰς τὸ ἦν (211) καὶ κυκλόσε |
| book 211-2b.3 | (212), ὧν ἡ δευτέρα ἀνυπόκριτός ἐστιν. διὰ μέσου δὲ ταῦτα. A |
| book 211 | 〈βλήμενος:〉 ἀπὸ τοῦ ἐβλήμην. Til |
| book 212a1.1 | κυκλός’ {ὁ δ’ ἐν μέσοισι παρίστατο}: Ἀρίσταρχος μὲν |
| book 212a1.2 | ὀνοματικῶς, ἵν’ ᾖ ἀγηγέρατο κύκλος, ὁμοίως τῷ „ἀγρόμενοι πᾶς |
| book 212a1.3 | δῆμοσ“ (Υ 166)· τοιοῦτο γὰρ βούλεται σημᾶναι, κύκλος γενόμενοι. |
| book 212a1.4 | Νικίας (fr. 4 B.) δὲ καὶ ὁ Ἀσκαλωνίτης (p. 44 B.) κυκλόσε, ὡς |
| book 212a1.5.1 | „πόσε φεύγετε“ (Π 422), ὅπερ καὶ πιθανώτερον· οὐ γὰρ δύναται ἐν‐ |
| book 212a1.5.2 | τελὴς εἶναι ἡ σύνταξις τοῦ Ἀριστάρχου, ἀγηγέρατο κύκλος· λείπει |
| book 212a1.5.3 | γάρ τι· διὸ ὁ Ἀρίσταρχος ἔξωθεν προστίθησι τὸ γενόμενοι. εἰ δὲ |
| book 212a1.5.4 | προστίθησιν, ἄμεινον αὐτόθεν ἀναγινώσκειν κυκλόσε· τοιοῦτο γὰρ |
| book 212a1.5.5 | τὸ ἐπίρρημα τὴν προκειμένην σχέσιν σημαῖνον. εἰ δέ τις λέγοι „διὰ τί |
| book 212a1.10.1 | γὰρ τὸ ‘ἀγρόμενοι πᾶς δῆμοσ‘ εὐπαράδεκτόν ἐστιν, οὐκέτι δὲ τὸ |
| book 212a1.10.2 | ἀγηγέρατο κύκλος;“, ἴστω ὅτι τὸ δῆμος τῇ μὲν φωνῇ ἑνικόν ἐστι, τῷ δὲ |
| book 212a1.10.3 | σημαινομένῳ πληθυντικόν. τῷ οὖν σημαινομένῳ ἡ σύνταξις ἐγένετο, |
| book 212a1.10.4 | ὡς καὶ ἐπὶ τοῦ „ἡ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο“ (Ο 305). οὔ |
| book 212a1.10.5 | γε μὴν ὁ κύκλος ἔχεται τούτου τοῦ σημαινομένου· διὸ οὐδὲ ἐντελὴς ἡ |
| book 212a1.15 | τοιαύτη σύνταξις ἐπ’ αὐτῷ δύναται γενέσθαι. A |
| book 212a2.1 | 〈κυκλός’:〉 ὁ μὲν Ἀρίσταρχος „κύκλοσ“ γράφει καὶ τὸ |
| book 212a2.2 | ὥς ἐκδέχεται. ὁ δὲ Ἡρωδιανὸς (2,44,25) κυκλόσε, ὃ καὶ ἄμεινον. b |
| book 212a2.3 | (BCE3) |
| book 212a3.1 | κύκλος: οὕτως Ἀρίσταρχος, καὶ λείπει τὸ ὥς. Ἡρω‐ |
| book 212a3.2 | διανὸς δὲ „κυκλόσε“. T |
| book 212b.1 | ἰσόθεος φώς: διὰ τὴν τέχνην· b(BCE3E4)T ἀπὸ |
| book 212b.2 | γὰρ τοῦ Ἀπόλλωνος τὴν τοιαύτην δεδιδαγμένος ἦν τέχνην. T |
| book 213a.1 | αὐτίκα δ’ ἐκ ζωστῆρος: καλῶς παραχρῆμα αὐτὸν ἔχε‐ |
| book 213a.2 | σθαι τοῦ ἔργου φησίν. b(BCE3)T |
| book 213b1 | 〈εἷλκεν·〉 Ἀρίσταρχος Ἰακῶς „ἕλκεν“, καὶ αἱ πλείους. Aim |
| book 213b2 | τὸ δὲ „ἕλκεν“ Ἰακῶς εἴρηται. b(BCE3) |
| book 213c.1 | 〈εἷλκεν ὀϊστόν:〉 τρεῖς βελουλκίας οἶδεν· ἐξολκήν, ὡς ἐπὶ |
| book 213c.2 | Μενελάου, ἐκτομήν, ὡς ἐπ’ Εὐρυπύλου (cf. Λ 844), διωσμόν, ὡς ἐπὶ |
| book 213c.3 | Διομήδους (cf. Ε 112). b(BCE3E4)T |
| book 214a | τοῦ δ’ ἐξελκομένοιο πάλιν ἄγεν: τὸ πάλιν εἰ μὲν τοῖς |
| book 214a.1 | ἡγουμένοις συντάττοιμεν, ἔσται τὸ ἄγεν ἀντὶ τοῦ κατεάχθησαν, ὡς |
| book 214a.2 | „νῦν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφοσ“ (Γ 367), ἤτοι συνεσταλμένης τῆς |
| book 214a.3 | ἀρχῆς ποιητικῶς ἢ τοῦ ε ἀφῃρημένου ἀπὸ τοῦ ἔαγεν. ἐὰν δὲ τοῖς ἑξῆς |
| book 214a.5.1 | προσδῶμεν αὐτό, ἔσται εἰς τοὐπίσω ἤχθησαν, τουτέστιν ὑπέστρεψαν. |
| book 214a.5.2 | A |
| book 214b.1 | 〈τοῦ δ’ ἐξελκομένοιο〉 πάλιν ἄγεν ὀξέες ὄγκοι: |
| book 214b.2 | πάλιν ἄγεν εἰς τοὐπίσω ἀνεκάμφθησαν. εἰ δὲ στίξομεν εἰς τὸ πάλιν, |
| book 214b.3 | δύναται εἰς τοὐπίσω ἑλκομένου ἢ εἰς τοὐπίσω ἀνακαμπτομένου ἐν τῇ |
| book 214b.4 | ἐμπήξει ἐκλάσθησαν. | ἄδηλοι δὲ ἦσαν συνεσφιγμένοι, ἕως ἀφείθησαν. |
| book 214b.5 | b(BCE3E4)T |
| book 216.1 | ζῶμα τέ: ὅτι πάλιν τοῦ ζώματος μνησθεὶς τὸν θώρακα πα‐ |
| book 216.2 | ραλέλοιπεν. A |
| book 217.1 | πικρὸς ὀϊστός: τὸ τοῦ πληγέντος πάθος ἐπὶ τὸ τῆς ὀδύνης |
| book 217.2 | αἴτιον μετήγαγεν. b(BCE3E4)T |
| book 218a.1 | αἷμ’ ἐκμυζήσας: τῷ μὴ πυῶσαι καὶ ἐμποδίσαι πρὸς τὴν |
| book 218a.2 | ἀπούλωσιν. b(BCE3E4)T |
| book 218b | ἤπια φάρμακα εἰδώς: τρεῖς φαρμάκων ἰδέαι· ἐπίπαστα, |
| book 218b.1 | ὡς ἐπὶ Μενελάου· χριστά, „ἰοὺς χρίεσθαι χαλκήρεασ“ (α 262)· πότι‐ |
| book 218b.2 | μα, ὡς ἐπὶ Ἑλένης (cf. δ 220—33) A b (BE3E4), T (bis) | καὶ τρεῖς |
| book 218b.3 | βελουλκίας οἶδεν· ἐξολκήν, ὡς ἐπὶ Μενελάου· ἐκτομήν, ὡς ἐπ’ Εὐ‐ |
| book 218b.5.1 | ρυπύλου· διωσμόν, ὡς ἐπὶ Διομήδους. AT | ἤπια δέ, διότι νευρώ‐ |
| book 218b.5.2 | δεις οἱ τόποι καὶ αἰσθητικοί· διὸ οὐ προσίεται τὰ δάκνοντα. b(BCE3 |
| book 218b.5.3 | E4)T | εἰδὼς πάσσε ἤτοι εἰδήμων ὤν. b(BE3E4) |
| book 219.1 | τὰ οἵ ποτε πατρὶ〈—〉πόρε Χείρων: οὐκ |
| book 219.2 | ἐκεῖνα, ἀλλὰ τὰς δυνάμεις αὐτῶν b(BCE3E4)T Ἀσκληπιῷ |
| book 219.3 | δέδωκεν. T |
| book 219 | Χείρων εἷς τῶν Κενταύρων—Ποσειδῶνος. A |
| book 221.1 | τόφρα δ’ ἐπὶ Τρώων στίχες 〈ἤλυθον〉: διὰ τί οἱ |
| book 221.2 | Τρῶες, εἴπερ καταθέσθαι τὸν πόλεμον ἐβούλοντο, οὐκ ἐζήτουν τὸν |
| book 221.3 | βαλόντα, ἀλλ’ εὐθὺς ὁρμῶσιν ἐπὶ τὰ ὅπλα; ὅτι ᾤοντο βουλῇ τῶν |
| book 221.4 | βασιλέων πεπρᾶχθαι τὴν παράβασιν· b(BCE3E4)T καὶ εἰ μὲν |
| book 221.5.1 | τέθνηκε Μενέλαος, κρατήσειν Ἑλλήνων ἤλπιζον διὰ τὴν ἐπ’ ἐκείνῳ |
| book 221.5.2 | λύπην καταπεπτωκότων, εἰ δὲ μή, κἂν φθάσαι ἀόπλοις αὐτοῖς |
| book 221.5.3 | ἐμπεσεῖν. πῶς δὲ πάλιν ὁ Ἕκτωρ οὐκ ἐζήτησε τὸν βαλόντα; ὅτι οὐκ |
| book 221.5.4 | ἦν ἀναλαβεῖν τὸ πταῖσμα ἅπαξ Μενελάου τρωθέντος. b(BE3E4)T |
| book 222a.1 | {τεύχε’} ἔδυν: συσταλτέον· πληθυντικὸν γάρ ἐστι. τὸ |
| book 222a.2 | δὲ ἑνικὸν ἐκτατέον ἔδυν· „δῦ δέ μιν Ἄρησ“ (Ρ 210). ὅμοιόν ἐστιν |
| book 222a.3 | αὐτῷ καὶ τὸ „ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδόν“ (ε 481). εἰ δέ τις λέγοι |
| book 222a.4 | ὅτι τὰ ἑνικὰ καὶ τὰ πληθυντικὰ ὁμοφωνοῦντα καὶ ὁμόχρονά ἐστιν, |
| book 222a.5.1 | οἷον ἔλεγον ἐγώ καὶ ἔλεγον ἐκεῖνοι, ἴστω ὅτι ἐκ συγκοπῆς ἐστι τοῦτο |
| book 222a.5.2 | τοῦ ἔδυσαν. ἐν δὲ τοῖς τοιούτοις τρίτοις ἡ συγκοπὴ ἀναδέχεται |
| book 222a.5.3 | λῆξιν τὴν αὐτὴν τῇ παραληγούσῃ τῆς γενικῆς τῆς κατὰ τὴν μετοχήν· |
| book 222a.5.4 | ἔστησαν ἔσταν, στάντος γάρ· ἔβησαν ἔβαν, βάντος γάρ· ἐκοσμήθησαν |
| book 222a.5.5 | ἐκόσμηθεν, κοσμηθέντος γάρ· „φάνεν δέ οἱ εὐρέες ὦμοι“ (ς 68), φανέντος |
| book 222a.10.1 | γάρ· ἔφυμεν ἔφυτε ἔφυσαν ἔφυν, ἐπεὶ φύντος· ἔδυμεν ἔδυτε ἔδυσαν ἔδυν, |
| book 222a.10.2 | ἐπεὶ δύντος. περὶ δὲ τοῦ „τῆς δ’ ἦν τρεῖς κεφαλαί“ (Hsd. th. 321) ἐν |
| book 222a.10.3 | τοῖς Περὶ ῥήματος (fr. 6 = 2, 792, 5) ἐροῦμεν. τὸ μέντοι γε ἔδυν |
| book 222a.10.4 | ἑνικὸν ἐκτείνεται, ἐπεὶ πᾶς δεύτερος ἀόριστος ἐπὶ τῶν εἰς μι μακροκα‐ |
| book 222a.10.5 | τάληκτός ἐστιν, ἔγνων ἑάλων ἐξέτρων ἔτλην ἔστην ἔδην ἔφην. ἔφυν |
| book 222a.15 | ἄρα καὶ ἔδυν. A |
| book 222b.1 | οἱ δ’ αὖτις κατὰ τεύχε’ ἔδυν: συνῳκείωσε τὸν |
| book 222b.2 | λόγον τῇ τῶν ὁπλιζομένων σπουδῇ. | συσταλτέον δὲ τὸ ἔδυν· |
| book 222b.3 | πληθυντικὸν γάρ ἐστι συγκοπὲν ἀπὸ τοῦ ἔδυσαν, ὡς τὸ „ἀλλήλοισιν |
| book 222b.4 | ἔφυν“ (ε 481). αἱ δὲ τοιαῦται συγκοπαὶ λῆξιν ἔχουσι τὴν παράληξιν |
| book 222b.5.1 | τῆς γενικῆς τῆς μετοχῆς ἀπὸ τῆς δύντος καὶ φύντος ἔδυν καὶ ἔφυν. |
| book 222b.5.2 | b(BE3)T |
| book 222b | χάρμης: χάρμη ἡ μάχη—τοῖς νικῶσιν. A |
| book 223a.1 | ἔνθ’ οὐκ ἂν βρίζοντα: τότε (cf. Δ 148—82) καταπε‐ |
| book 223a.2 | σὼν τῇ φιλαδελφίᾳ νῦν ἀνοιστρεῖται τῇ προθυμίᾳ, καὶ τότε συμ‐ |
| book 223a.3 | παθὴς καὶ νῦν συμπρακτικός· ἐπειδὴ γὰρ τὸ παράδοξον τῆς παραβά‐ |
| book 223a.4 | σεως εἰς ἀθυμίαν αὐτοὺς ἐκάλει, διεγείρει αὐτούς. †προσευκτικὸν† |
| book 223a.5 | δὲ λίαν εἰς Ἀγαμέμνονα τὸν ἀκροατὴν ποιεῖ. b(BCE3E4)T |
| book 223b1.1 | ἔνθ’ οὐκ ἂν βρίζοντα: †ὑπεραποφαντικὸν† τοῦτο, ὅ |
| book 223b1.2 | ἐστι καταφατικόν. τὸ δὲ βρίζοντα ἀναπαυόμενον ἢ ἡσυχάζοντα. T |
| book 223b2 | βρίζειν δὲ τὸ ἀναπαύεσθαι. b(BCE3E4) |
| book 223b2.1 | βρίζοντα: βρίξαι κυρίως τὸ μετὰ βάρους τροφῆς ἀπο‐ |
| book 223b2.2 | νυστάξαι. A |
| book 223c.1 | ἴδοις: {ὅτι} ἡ διπλῆ, ὅτι οὐ πρὸς ὑφεστὸς πρόσωπον, |
| book 223c.2 | ἀλλ’ ἀντὶ τοῦ ἴδοι τις ἄν. A |
| book 224a.1 | 〈οὐδὲ καταπτώσσοντ’ οὐδ’ οὐκ ἐθέλοντα μά‐ |
| book 224a.2 | χεσθαι:〉 βραχείας διαστολὰς θετέον, πτώσσοντα, μάχεσθαι. |
| book 224a.3 | Aim |
| book 224b1.1 | οὐδ’ οὐκ ἐθέλοντα: †ὑπεραποφαντικόν† ἐστι τοῦτο· |
| book 224b1.2 | αἱ γὰρ δύο ἀρνήσεις ἀντὶ μιᾶς εἰσι καταφάσεως. b(BCE3E4) |
| book 224b2 | ὁμοίως δὲ καὶ τὸ „οὐκ ἐθέλοντα“ †ὑπεραποφαντικόν. T |
| book 226a.1 | ἵππους μὲν γὰρ ἔασε καὶ ἅρματα: τῇ φιλοπονίᾳ |
| book 226a.2 | τοῦ σώματος δυσωπεῖ τοὺς ὁρῶντας, ὥς πού φησιν· „ἀλλὰ καὶ |
| book 226a.3 | αὐτοί περ πονεώμεθα“ (Κ 70)· ἐκκόπτει τε πᾶσαν ὑπόνοιαν δειλίας. |
| book 226a.4 | ἄλλως τε γελοῖος ἦν καὶ ἐπαχθὴς ἀπὸ τῶν ἁρμάτων διαλεγόμενος |
| book 226a.5 | τοῖς Ἕλλησιν. b(BCE3E4)T |
| book 226b.1 | 〈ἵππους μὲν γὰρ ἔασε καὶ ἅρματα:〉 ὅτι τὰ |
| book 226b.2 | ὀχήματα νῦν χωρὶς τῶν ἵππων ἅρματα εἴρηκεν. Aim |
| book 228a | Εὐρυμέδων〈—Πειραΐδαο〉: ὅτι καὶ Ἀγαμέμνονος |
| book 228a.1 | καὶ Νέστορος ὁμώνυμος ἦν ἡνίοχος Εὐρυμέδων (cf. Θ 114. Λ 620). | |
| book 228a.2 | τὸ δὲ Πειραΐδαο ἐν τέσσαρσι συλλαβαῖς προφέρεται τὴν εὐθεῖαν |
| book 228a.3 | τοῦ πατρωνυμικοῦ, καὶ οἱ ἄλλοι. Τυραννίων (fr. 11 P.) δὲ τρισυλ‐ |
| book 228a.5.1 | λάβως, λέγων ὡς ὅτι οὐδὲν πατρωνυμικὸν παρὰ τῷ ποιητῇ ἔχει πρὸ |
| book 228a.5.2 | τέλους διεσταλμένον τὸ ι ἀπὸ ἑτέρου φωνήεντος, οἷον „Πανθοίδησ“ |
| book 228a.5.3 | (Ξ 450), „Βοηθοίδησ“ (ο 95. 140), „Πηλείδησ“ (Α 223 al.)· οὐδ’ ἄρα |
| book 228a.5.4 | τοῦτο. ὑπὲρ δὲ τοῦ τετρασυλλάβως ἀναγινώσκειν ἔχομεν ἐκεῖνο |
| book 228a.5.5 | λέγειν ὡς ὅτι ἐντελές ἐστι τὸ κατὰ διάλυσιν τοῦ ι καὶ ὅτι οὐκ ἔχομεν |
| book 228a.10.1 | τοιοῦτό τι πατρωνυμικόν, ὃ κατὰ σύλληψιν ἐξηνέχθη τοῦ α καὶ τοῦ ι |
| book 228a.10.2 | πρὸ τέλους. παρὰ τὸ Πείραιος οὖν Πειραΐδης ἐγένετο. A |
| book 228b.1 | Πειραΐδαο: Πείραιος Πειραίδης, καὶ ἐν διαστάσει τοῦ |
| book 228b.2 | ι Πειραΐδης, ὡς Ἀλκαΐδης. b(BCE3E4)T |
| book 229a1.1 | τῷ μάλα πόλλ’ ἐπέτελλε παρισχέμεν: ἔδει γὰρ |
| book 229a1.2 | δύναμιν εἰς τὴν μέλλουσαν ταμιεύεσθαι μάχην. T |
| book 229a2.1 | ἀναπαύει αὐτοῖς τὴν δύναμιν, εἰς τὴν μέλλουσαν τα‐ |
| book 229a2.2 | μιευόμενος μάχην. b(BCE3E4) |
| book 232.1 | καί ῥ’ οὓς μὲν σπεύδοντας: ὅτι τὸ σπεύδοντας οὐχ |
| book 232.2 | οἷον ταχύνοντας, ἀλλ’ ἐνεργοῦντας καὶ κακοπαθοῦντας. „σπουδῇ δ’ |
| book 232 | ἕζετο λαόσ“ (Β 99), μετὰ πάσης κακοπ〈αθείασ〉. A |
| book 235a1.1 | {οὐ γὰρ ἐπὶ} ψεύδεσσι: Ἀρίσταρχος ἀναγινώσκει |
| book 235a1.2 | „ψευδέσσι“ ὡς σαφέσσι: τοῦτο γάρ φησι θέλει δηλοῦν· οὐ γὰρ τοῖς |
| book 235a1.3 | ψεύσταις Τρωσὶ βοηθεῖ ὁ Ζεύς. εἰ δὲ τὸ πρᾶγμα ἠβουλόμεθα πα‐ |
| book 235a1.4 | ραλαβεῖν, ψεύδεσσιν ἀνέγνωμεν ὡς „βέλεσσιν“ (Α 42 al.), ἵνα ἀπ’ |
| book 235a1.5.1 | εὐθείας ᾖ ἡ κλίσις· „ψεῦδος †οὐκ ἐρέει“ (γ 20). οὕτως δὲ καὶ Πτολε‐ |
| book 235a1.5.2 | μαῖος ὁ Ἀσκαλωνίτης (p. 44 B.) συγκατατίθεται Ἀριστάρχῳ. ὁ |
| book 235a1.5.3 | μέντοι γε Ἑρμαππίας ἀναγινώσκει ψεύδεσσιν ὡς „τείχεσσιν“ (Η |
| book 235a1.5.4 | 135), ἐπεὶ οὐδέποτε, φησίν, οἶδεν ὁ ποιητὴς ἁπλοῦν τὸ ψευδής, ἐν |
| book 235a1.5.5 | δὲ συνθέτῳ, „φιλοψευδήσ“ (Μ 164), „Ἀψευδήσ“ (Σ 46)· ἢ οἶδεν |
| book 235a1.10.1 | ἑτέρως λεγόμενον τὸ „ψεῦσταί τ’ ὀρχησταί τε“ (Ω 261), συνεχῶς |
| book 235a1.10.2 | δὲ τὸ ψεῦδος· „ὦ γέρον, οὔτι ψεῦδοσ“ (Ι 115), „ψεῦδος δ’ οὐκ ἐρέει“ |
| book 235a1.10.3 | (γ 20), „ἴσκε ψεύδεα πολλά“ (τ 203). ταῦτα ὁ Ἡρωδιανός (2,45,23). |
| book 235a1.10.4 | καὶ μᾶλλον π〈ε〉στέον Ἀριστάρχῳ ἢ τῷ Ἑρμαππίᾳ, εἰ καὶ δοκεῖ |
| book 235a1.10.5 | ἀληθεύειν. A |
| book 235a2.1 | {οὐ γὰρ ἐπὶ} ψευδέσσι: Ἀρίσταρχος ἐπιθετικῶς ὡς |
| book 235a2.2 | σαφέσι. Ἑρμαπίας προσηγορικὸν ὡς „βέλεσι〈ν〉“ (Λ 657. π 277). T |
| book 235-9.1 | 〈οὐ γὰρ ἐπὶ— / ἄξομεν ἐν νήεσσιν:〉 |
| book 235-9.2 | στρατηγικὸς ὁρᾶται, ὃς τὴν αἰτίαν τῆς ἀθυμίας ἐλπίδα νίκης ὑπέγρα‐ |
| book 235-9.3 | ψεν. ἐν βραχεῖ δὲ προὔτρεψε δύο προβαλών, θεοῦ βοήθειαν καὶ |
| book 235-9.4 | λαφύρων ἐλπίδα. | ἡ δὲ ἐπί (235) πρὸς τὸ ἀρωγός (235). b(BCE3 |
| book 235-9.5 | E4)T |
| book 236a1 | 〈πρότεροι:〉 καὶ οὗτοι γὰρ παρὰ τοὺς ὅρκους ποιοῦσιν. |
| book 236a1 | ἐκεῖνοι δὲ ἦρξαν. Til |
| book 236a2.1 | καὶ οὗτοι παρὰ τοὺς ὅρκους ποιοῦσιν, ὅτι πρότεροι |
| book 236a2.2 | τῆς μάχης ἦρξαν. b(BCE3E4) |
| book 238a1 | 〈ἡμεῖς δ’ αὖτ’:〉 Ἀρίσταρχος χωρὶς τοῦ δέ. Aint |
| book 238a2 | ἡμεῖς ἄνευ τοῦ †μέν. Til |
| book 240.1 | οὕστινας αὖ μεθιέντας: εἰκὸς γὰρ ἐνίους ἀγνοεῖν τὸ |
| book 240.2 | πραχθέν. b(BCE3E4)T |
| book 241.1 | χολωτοῖσιν: τοῖς ἀπὸ κινήσεως λεγομένοις χολῆς ἢ πρὸς |
| book 241.2 | χολὴν τοὺς ἀκούοντας ἄγουσιν. b(BCE3E4)T |
| book 242.1 | ἰόμωροι: οἱ μὲν ἰῶν φύλακες, b(BCE3E4)T ἐν πλεο‐ |
| book 242.2 | νασμῷ τοῦ μ. T ἐπονείδιστον δὲ τὸ μόνον τοξεύειν. ἀμέλει δὲ |
| book 242.3 | εἰδότες οὐ τοξεύουσιν. οἱ δὲ περὶ ἰοὺς πεπονημένοι. | τετάρακται δὲ |
| book 242.4 | τῇ Μενελάου λύπῃ b(BCE3E4)T | ἢ περὶ τὴν μάχην καὶ τὸν πό‐ |
| book 242.5 | λεμον ἀναστρεφόμενοι. T |
| book 243a.1 | ἕστητε: Πτολεμαῖος (p. 44 B.) ψιλοῖ, ἐπεὶ γίνεται |
| book 243a.2 | στῆτε, τὸ δὲ ἀποπῖπτον ε ψιλοῦται. καὶ ἀληθεύει. ἐνθάδε μέντοι γε |
| book 243a.3 | οὐκ ἔστιν, ἀλλ’ ἐκ τοῦ ἕστατε ἔκτασις ἐγένετο τοῦ α εἰς η, στάτε δὲ |
| book 243a.4 | οὐ γίνεται· ἔνθεν δύναται δασύνεσθαι· τὸ γὰρ αὐτό ἐστιν τῷ ἑστήκα‐ |
| book 243a.5 | μεν τὸ ἕστατε. A |
| book 243b.1 | 〈ἕστητε:〉 ὅτι μετείληπται τὸ α εἰς τὸ η, ἀντὶ τοῦ |
| book 243b.2 | ἕστατε. Aim |
| book 243c.1 | τεθηπότες: εἰκὸς γὰρ ἐπὶ τῷ παραδόξῳ ἐκπεπλῆχθαι |
| book 243c.2 | αὐτούς. b(BCE3E4)T |
| book 243-5a1.1 | 〈τεθηπότεσ〉 ἠΰτε νεβροὶ〈—ἑστᾶσ’〉: |
| book 243-5a1.2 | πρόχειρον γὰρ εἰς φυγὴν ἔλαφος. καμοῦσαι δὲ ἀλλήλαις ἐμπεπληγ‐ |
| book 243-5a1.3 | μέναι ἵστανται ἠΰτε νεβροί. καὶ τὸ ἀπὸ τῆς ἡλικίας προσέλαβεν. T |
| book 243-5a2.1 | εὗρε δὲ εἰκόνα καὶ τὴν ἡλικίαν καὶ τὴν ἀνδρίαν ὀνειδίζου‐ |
| book 243-5a2.2 | σαν· πρόχειρον γὰρ καὶ εἰς φυγὴν ἔλαφος. ἀλλὰ γὰρ καὶ καμοῦσαι |
| book 243-5a2 | μάτην ἐκπεπληγμέναι λοιπὸν ἵστανται. b(BE3E4) |
| book 244a | 〈αἵ:〉 τὸ „νεβροί“ (Δ 243) διχῶς. Til |
| book 244b.1 | πολέος πεδίοιο θέουσαι: ἡ διπλῆ διὰ τὸ ἐλλείπειν |
| book 244b.2 | τὴν διά πρόθεσιν, ἵν’ ᾖ διὰ πεδίου. A |
| book 245a1 | 〈τίς σφι:〉 οὕτως Ἀρίσταρχος μετὰ τοῦ ς, τίς σφι. Aim |
| book 245a2 | σὺν τῷ ς τὸ τίς. Til |
| book 246a | 〈ἕστητε:〉 ὅτι πάλιν ἀντὶ τοῦ ἕστατε. Aim |
| book 246b.1 | 〈ἕστητε:〉 ἀντὶ τοῦ ἵστασθε, ὡς „ἐπίδρομον ἔπλετο |
| book 246b.2 | τεῖχοσ“ (Ζ 434). Til |
| book 247a1.1 | ἦ μένετε Τρῶασ〈—νῆεσ〉: ἀνδρίας παρασκευα‐ |
| book 247a1.2 | στικὸν σωτηρίας ἀπόγνωσις. T |
| book 247a2.1 | ἀνδρίας ἐγερτικὸν ἅμα καὶ θάρσους σωτηρίας ἀπόγνω‐ |
| book 247a2.2 | σις. b(BCE3E4) |
| book 247-8a1.1 | 〈σχεδὸν ἐλθέμεν, ἔνθα τε νῆες / —θα‐ |
| book 247-8a1.2 | λάσσης:〉 αἱ διαστολαὶ ἐλθέμεν (247), θαλάσσης (248). Aim |
| book 247-8a2.1 | σχεδὸν ἐλθέμεν〈—θαλάσσησ〉: καὶ εἰς τὸ |
| book 247-8a2.2 | ἐλθέμεν καὶ εἰς τὸ θαλάσσης βραχεῖα διαστολή. T |
| book 247-8a3.1 | βραχεῖα δὲ διαστολὴ καὶ εἰς τὸ θαλάσσης καὶ εἰς τὸ |
| book 247-8a3.2 | ἐλθέμεν. b(BCE3E4) |
| book 249a.1 | αἴ κ’ ὔμμιν: οὕτως τὸ αἴ κ’ ὔμμιν διὰ τοῦ κ δεῖ συν‐ |
| book 249a.2 | αλείφειν· ἔστιν γὰρ Αἰολικὴ ἡ ἀντωνυμία. A |
| book 249b.1 | ὄφρα ἴδητ’ αἴ κ’ ὔμμιν ὑπέρσχῃ χεῖρα Κρονίων: |
| book 249b.2 | ἐπεὶ ἔλεγεν „οὐ γὰρ ἐπὶ ψεύδεσσι b(BCE3E4)T πατὴρ Ζεὺς |
| book 249b.3 | ἔσσετ’ ἀρωγόσ“ (Δ 235) b(BCE3E4) καὶ „αὐτὸς ἐπισ〈σ〉είῃσι“ |
| book 249b.4 | (Δ 167), T συμβουλεύει τὸν οἰκεῖον πόνον προσεπεισφέρειν |
| book 249b.5.1 | ὑπηρετοῦντας τῇ τοῦ θεοῦ βουλήσει· καὶ τὸ τραγικόν (Eur. fr. |
| book 249b.5.2 | 432 N.2)· b(BCE3E4)T „αὐτός τι νῦν δρᾶ, †χοὔτως† δαίμονας |
| book 249b.5.3 | κάλει· / T τῷ γὰρ πονοῦντι χὠ θεὸς συλλαμβάνει.“ τοῦτο οὖν |
| book 249b | πρῶτος Ὅμηρος εἶπεν. b(BCE3E4)T |
| book 250 | 〈κοιρανέων:〉 ἔργα πρέποντα βασιλεῖ ποιῶν. b(BCE3E4) |
| book 251a.1 | 〈ἐπὶ Κρήτεσσι:〉 ὅτι ἰδίως εἴρηκεν ἀντὶ τοῦ ὡς ἐπὶ |
| book 251a.2 | Κρῆτας. Aint |
| book 251b.1 | ἐπὶ Κρήτεσσι: ἀντὶ τοῦ T πρὸς Κρῆτας· καὶ „ἐπ’ |
| book 251b.2 | ἄνθεσιν“ (Β 89) ἀντὶ τοῦ πρὸς ἄνθη. | οὓς δὲ κατέλεξεν ἡ Ἑλένη |
| book 251b.3 | (cf. Γ 172—242), τούτους πάλιν ἡμῖν δηλοῖ, καὶ ὃ παραλέλοιπεν |
| book 251b.4 | ἐκεῖ, τοῦτο ὧδε ἀναπληροῖ. b(BCE3E4)T |
| book 251c.1 | οὐλαμὸν [ἀνδρῶν]: συστρ[αφέντων] ἀπὸ τῆς εἰλή‐ |
| book 251c.2 | σεως. T |
| book 251c.1 | ἀνὰ οὐλαμὸν ἀνδρῶν: ἀνὰ τὸν θόρυβον— |
| book 251c.2 | ἀνδρῶν. A |
| book 253a.1 | Ἰδομενεὺς μὲν 〈ἐνὶ προμάχοις συῒ εἴκελος |
| book 253a.2 | ἀλκήν〉: ἐπὶ τὸ τέλος τοῦ στίχου διαστολὴ βραχεῖα· κοινὸν γὰρ τὸ |
| book 253a.3 | „ὤτρυνε φάλαγγασ“ (Δ 254). A |
| book 253b.1 | συῒ εἴκελος: διώκειν γὰρ οὐ δύναται ὡς μεσαιπόλιος. |
| book 253b.2 | ἢ ὅτι δεύτερος μετὰ λέοντα. Αἴας δὲ (e. g. Λ 548) καὶ Ἀγαμέμνων |
| book 253b.3 | (e. g. Λ 113) καὶ Ἀχιλλεὺς (e. g. Υ 164) εἰς λέοντος εἰκόνα φέρονται |
| book 253b.4 | ἀλκιμωτάτου ζῴου. b(BCE3E4)T |
| book 254.1 | πυμάτας ὤτρυνε φάλαγγας: οὐκ εἶπε συνῆν αὐταῖς. |
| book 254.2 | ἀλλ’ οἱονεὶ ἔρεισμα αὐτῶν. ἦσαν οὖν οἱ μὲν ἐχόμενοι ἔργου, οἱ δὲ |
| book 254.3 | παρασκευαζόμενοι. τὸν πλέονα δὲ πόνον ἀναδέχεται καὶ †τὸ τιμιώ‐ |
| book 254.4 | τερον ἐξίστησι† τῷ βασιλεῖ. τινὲς δὲ πύματα τὰ ἀριστερὰ τῆς πα‐ |
| book 254.5 | ρατάξεως. b(BCE3E4)T |
| book 254.1 | φάλαγγας: τάξεις τῶν στρατιωτῶν—φάλαγγας |
| book 254.2 | καλοῦμεν. A |
| book 257.1 | περὶ μέν σε τίω: τῶν τιμῶν αὐτὸν ὑπομνήσας προθυ‐ |
| book 257.2 | μότερον εἰς τὸ παρὸν ποιεῖ, b(BCE3E4)T τῶν αὐτῶν ἐφιέμενον |
| book 257 | πάλιν. b(BCE3E4) |
| book 258a.1 | ἠμὲν ἐνὶ πτολέμῳ: πτολέμῳ τῇ διαιρέσει τῶν |
| book 258a.2 | λαφύρων. b(BCE3E4)T |
| book 258b.1 | ἠδ’ ἀλλοίῳ ἐπὶ ἔργῳ: ἀλλοίῳ προεδρίᾳ, συμβουλῇ. |
| book 258b.2 | ὅσα δὲ εἶπεν Ἑλένη, ἀνακεφαλαιοῦται, Ἰδομενεὺς „θεὸς ὥσ“ (Γ 230), |
| book 258b.3 | Αἴας „ἕρκος Ἀχαιῶν“ (Γ 229), Ἀγαμέμνων ἀγαθὸς βασιλεύς (cf. Γ |
| book 258b.4 | 179), Ὀδυσσεὺς δόλιος (cf. Γ 202). b(BCE3E4)T |
| book 259.1 | ἠδ’ ἐν δαίθ’, 〈ὅτε πέρ τε γερούσιον αἴθοπα οἶνον〉: |
| book 259.2 | τίμιον τοῦτο παρὰ τοῖς παλαιοῖς, ὡς καὶ ἔτι νῦν παρὰ Κυμαίοις. |
| book 259.3 | γερούσιον δὲ τὸν τοῖς ἐντίμοις διδόμενον· κατελείπετο γάρ τι τῶν |
| book 259.4 | λαφύρων εἰς τὰς κοινὰς εὐωχίας. b(BCE3E4)T |
| book 260a1 | 〈ἐνὶ κρητῆρσι:〉 Ἀρίσταρχος ἑνικῶς „ἐνὶ κρητῆρι“. Aim |
| book 260a2 | „κρητῆρι“ ἑνικῶς. Til |
| book 262a.1 | δαιτρὸν πίνωσιν, 〈σὸν δὲ πλεῖον δέπας αἰεί〉: ὅτι |
| book 262a.2 | διὰ παντὸς αἱ τράπεζαι παρέκειντο καὶ πλήρη τὰ ποτήρια τοῖς ἐν τιμῇ |
| book 262a.3 | ἔκειτο, τοῖς δὲ ἄλλοις πρὸς μέρος ἐνεχεῖτο. A |
| book 262b | 〈δαιτρόν:〉 μεριστόν, διαιρετόν. Til |
| book 266.1 | ἐρίηρος ἑταῖρος· συντόμως ἄρα καὶ μετρίως· οὐ γὰρ ἀρι‐ |
| book 266.2 | στεύσειν ὑπισχνεῖται, ἀλλ’ οὐκ ἀδικήσειν τὴν ἑταιρίαν. b(BCE3)T |
| book 269.1 | {ἐπεὶ} σύν γ’ ὅρκια {ἔχευαν}: διὰ τοῦ ν τὸ σύν γ’ ὅρκια· οὐ |
| book 269.2 | γὰρ συνῆπται. ἐπὶ δὲ τῶν συνθέτων αἱ μεταβολαί. A |
| book 270 | 〈θάνατος καὶ κήδεα:〉 ἤλλακται ἡ τάξις. Til |
| book 273a.1 | ἦλθε δ’ ἐπ’ Αἰάντεσσι: ὅτι ἡ τάξις Ἰδομενέως πλησίον |
| book 273a.2 | Αἴαντος. πρὸς τοὺς ὑποτάσσοντας τοῖς Ἀθηναίοις τὸν Τελαμώνιον |
| book 273a.3 | (cf. Β 558). A |
| book 273b | ἦλθε δ’ ἐπ’ Αἰάντεσσι: ἀντὶ τοῦ πρὸς Αἴαντας. T |
| book 274a.1 | νέφος εἵπετο πεζῶν: τινὲς νέφος τὸ ἄτακτον πλῆθός |
| book 274a.2 | φασιν. b(BCE3E4)T |
| book 274b.1 | νέφος: τὸ πυκνὸν καὶ καταπληκτικὸν τῆς φάλαγγος μιᾷ |
| book 274b.2 | λέξει περιέλαβεν εἰκάσας μέλανι καὶ σκυθρωπῷ νέφει. ἀπὸ δὲ τῆς μετα‐ |
| book 274b.3 | φορᾶς καὶ εἰκόνα πεποίηκεν. A b (BCE3E4)T |
| book 275-8.1 | αἰπόλος ἀνήρ〈—λαίλαπα πολλήν〉: ὑψίνο‐ |
| book 275-8.2 | μοι γὰρ αἱ αἶγες καὶ δύσριγοι. καλῶς δὲ ἀπὸ ὕψους ὁρᾷ, οὐδενὸς ἐπι‐ |
| book 275-8.3 | προσθοῦντος τῇ θέᾳ. πελάγιον δὲ νέφος ὄμβρον ἐπάγει. εὖ δὲ καὶ ὑπὸ |
| book 275-8.4 | Ζεφύρου ἐλαύνεσθαί φησιν αὐτό· αὐτὸς γὰρ μάλιστα συνάγει νέφη |
| book 275-8.5.1 | καὶ δεινὴν χειμῶνος ἀπειλήν, Εὖρος δὲ καὶ Νότος χειμῶνα παύουσι |
| book 275-8.5.2 | διαλυομένων εἰς ὄμβρον τῶν νεφῶν. παρεικάζει δὲ τὸν μὲν Αἴαντα |
| book 275-8.5.3 | Ζεφύρῳ, τὸν δὲ στρατὸν νέφει, τοὺς δὲ Τρῶας τῷ ποιμένι. b(BCE3E4) |
| book 275-8.5.4 | T |
| book 276 | Ζεφύροιο: ὅτι ἀπὸ τοῦ—οἱ ἀρχαῖοι. A |
| book 277a1.1 | τῷ δέ τ’ ἄνευθεν ἰόντι 〈μελάντερον ἠΰτε πίσσα〉: |
| book 277a1.2 | ὅτι ἰδίως εἴρηκεν οὔτε μελάντερον πίσσης οὔτε μέλαν ὡς πίσσα, κέ‐ |
| book 277a1.3 | χρηται δὲ τῷ συγκριτικῷ ἀντὶ ἁπλοῦ. | τὸ δὲ ἰόντι Ἀρίσταρχος διὰ |
| book 277a1.4 | τοῦ ε, ὁ δὲ Ζηνόδοτος διὰ τοῦ ι. | στικτέον δὲ μετὰ τὸ μελάντερον, |
| book 277a1.5.1 | ἔπειτα ἀπὸ ἄλλης ἀρχῆς ἀναγνωστέον ἠΰτε πίσσα, ἵν’ ᾖ· τῷ αἰ‐ |
| book 277a1.5.2 | πόλῳ πόρρω διατελοῦντι μελάντερον αὐτῷ καταφαίνεται τὸ νέφος |
| book 277a1.5.3 | καὶ ὅμοιον πίσσῃ. A |
| book 277a2.1 | ἐόντι: οὕτως Ἀρίσταρχος, Ζηνόδοτος δὲ „ἰόντι“, κα‐ |
| book 277a2.2 | κῶς. T |
| book 277a3 | Ἀρίσταρχος ἐόντι. Aim |
| book 277b1.1 | μελάντερον ἠΰτε πίσσα: μέλαν, | ὡς „ἀδινώτερον ἤ τ’ |
| book 277b1.2 | οἰωνοί“ (π 216). ἢ τῶν ἄλλων νεφῶν μελάντερον. T |
| book 277b2 | ὡς „ἀδινώτερον“. μελάντερον δέ ἐστι τῶν ἄλλων νεφῶν. b |
| book 277b2 | (BCE3E4) |
| book 278.1 | λαίλαπα: τὴν μεθ’ ὑετοῦ αὔραν· „ὡς δ’ ὑπὸ λαίλαπι πᾶσα |
| book 278.2 | κελαινὴ βέβριθε χθών“ (Π 384). b(BCE3E4)T |
| book 279.1 | ὑπό τε σπέος ἤλασε μῆλα: κύουσα γὰρ ὄϊς, ἐὰν ἔξω |
| book 279.2 | ἀκούσῃ βροντῆς, ἐκτιτρώσκει. A b (BCE3E4)T |
| book 281.1 | πυκιναί: πυκνούμεναι γὰρ καὶ μελαινόμεναι ὁρῶνται. b |
| book 281.2 | (BCE3E4)T |
| book 282a | κυάνεαι 〈σάκεσίν τε καὶ ἔγχεσι πεφρικυῖαι〉: ὅτι |
| book 282a.1 | Ζηνόδοτος γράφει „ἡρώων σάκεσιν“. γέγονεν δὲ ἀντιπαράθεσις τοῦ |
| book 282a.2 | μέλανος νέφους (cf. Δ 277) πρὸς τὸ κυάνεαι. | τοῦτο δὲ οἷον πυκναί |
| book 282a.3 | (cf. Δ 281)· αἱ γὰρ ἀραιαὶ νεφέλαι διαυγεῖς. | διασταλτέον δὲ βραχὺ |
| book 282a.5.1 | ἐπὶ τὸ σάκεσίν 〈τε〉, ἵνα διὰ μὲν τὰ ὅπλα καταπληκτικαὶ ὦσι, τοῖς δὲ |
| book 282a.5.2 | δόρασι πεφρικυῖαι, τουτέστιν ὠρθωμένα ἔχουσαι τὰ δόρατα. A | ἡ |
| book 282a.5.3 | ἑτέρα δὲ τῶν Ἀριστάρχου „βεβριθυῖαι“ εἶχεν. AAim καὶ μήποτε |
| book 282a.5.4 | λόγον ἔχει, ὡς ἐκεῖ „βεβρίθει δὲ σάκεσ〈σ〉ιν“ (π 474). A |
| book 282b.1 | 〈κυάνεαι σάκεσίν τε καὶ ἔγχεσι〉 πεφρικυῖαι: ὠρθω‐ |
| book 282b.2 | μέναι. καὶ „ἔφριξεν δὲ μάχη“ (Ν 339). | βραχὺ δὲ διασταλτέον εἰς τὸ |
| book 282b.3 | σάκεσίν τε· ἐξ αὐτῶν γὰρ ἦσαν μέλαιναι, ἐκ δὲ τῶν δοράτων |
| book 282b.4 | ὠρθωμέναι. b(BCE3E4)T | Ἀρίσταρχος δὲ „βεβριθυῖαι.“ | τὸ δὲ |
| book 282b.5 | πεφρικυῖαι ἐκ τοῦ φρίσσω. T |
| book 285.1 | Ἀργείων ἡγήτορε: τοῦτο προτρεπτικῶς. ἢ πρόμαχοι καὶ |
| book 285.2 | ἡγούμενοι τῶν ἄλλων Ἑλλήνων ἐν ταῖς μάχαις. A b (BCE3)T |
| book 286a.1 | σφῶϊ μέν· 〈οὐ γὰρ ἔοικ’ ὀτρυνέμεν· οὔ τι κελεύω〉: |
| book 286a.2 | διαστολὴ ἐπὶ τὸν μέν, ἐπὶ δὲ τὸ ὀτρυνέμεν ἀνυπόκριτος. A |
| book 286b | σφῶϊ μέν· 〈οὐ γὰρ ἔοικ’ ὀτρυνέμεν· οὔ τι κελεύω〉: |
| book 286b.1 | εἰς τὸ μέν διαστολή, εἰς δὲ τὸ ὀτρυνέμεν ἀνυπόκριτος. τὸ δὲ ἑξῆς, |
| book 286b.2 | ὑμᾶς μὲν οὔτι κελεύω μάχεσθαι· οὐ γὰρ ἔοικεν ὀτρυνέμεν ὑμᾶς. b |
| book 286b.3 | (BCE3)T | καὶ Ἰδομενέα μὲν τῆς τιμῆς καὶ τοῦ γέρως ὑπέμνησε, τοὺς |
| book 286b.5.1 | δὲ τῇ φιλοτιμίᾳ προὐτρέψατο. b(BE3)T τινὲς δὲ τὸ σφῶϊ ἀντὶ |
| book 286b.5.2 | δοτικῆς. T |
| book 287 | 〈λαόν:〉 τὸν Ἑλληνικόν. Til |
| book 289a.1 | τοῖος πᾶσιν θυμός: πᾶσι τοῖς ἡγεμόσιν, ἵνα πρὸς τοὺς |
| book 289a.2 | ὁμοτίμους ἡ σύγκρισις ᾖ. b(BCE3E4)T |
| book 289b.1 | τοῖος πᾶσιν θυμός: ἐπὶ δὲ Νέστορος „τοιοῦτοι δέκα μοι |
| book 289b.2 | συμφράδμονεσ“ (Β 372). μᾶλλον οὖν φρόνησιν ἐπαινῶν φαίνεται. b |
| book 289b.3 | (BCE3E4)T |
| book 295-6.1 | Πελάγοντα〈—Βίαντα〉: Πελάγων, Ἀλάστωρ, |
| book 295-6.2 | Βίας καὶ ἐν Τρωσί (cf. Ε 695. 677. Υ 460). b(BCE3)T |
| book 295.1 | ἀμφὶ μέγαν Πελάγοντα 〈Ἀλάστορά τε Χρομίον τε〉: |
| book 295.2 | ὅτι τρίτος οὗτος Χρομίος Πύλιος. πρὸς τὰ Πυλαιμένους. | οὗτοι δὲ |
| book 295.3 | ταξιάρχαι ὑπῆρχον. βασιλεὺς δὲ πάντων τῶν Πυλίων Νέστωρ. A |
| book 296 | 〈αἵμονά τε κρείοντα:〉 ἄδηλον, ποῖον κύριόν ἐστιν. Til |
| book 297-9.1 | ἱππῆας μὲν πρῶτα〈—ἔλασσεν〉: οὐ δεόντως, |
| book 297-9.2 | φασί, τὴν πρώτην τάξιν οἱ ἱππεῖς ἔχουσι κινδύνου ὄντος, εἰ τροπὴ γέ‐ |
| book 297-9.3 | νοιτο τῶν ἱππέων, συμπατηθῆναι τὴν ἀκολουθοῦσαν φάλαγγα. |
| book 297-9.4 | ἀγνοοῦσι δὲ ὅτι οἱ πεζοὶ ὄπισθέν εἰσιν, ὅπως τῶν ἱππέων ὑποχωρούν‐ |
| book 297-9.5.1 | των διϊστάμενοι δέχοιντο αὐτούς—ἀλλαχοῦ φησι· „τί δ’ ὀπιπεύεις |
| book 297-9.5.2 | πολέμοιο γεφύρας;“ (Δ 371)—καὶ πάλιν ἑνούμενοι ὡσεὶ τεῖχος δέχοιντο |
| book 297-9.1 | τοὺς πολεμίους ἐπιόντας· μεταξὺ δὲ δύο ἀνδρείων ἕνα κακὸν ἔβαλεν. |
| book 297-9.2 | τινὲς δὲ τὸ ἔμπροσθεν καὶ ὄπισθεν ἐπὶ τοῦ δεξιοῦ καὶ ἀριστεροῦ κέρατος |
| book 297-9.3 | λαμβάνουσιν, τοὺς δὲ κακοὺς τετάχθαι ἐν μέσῳ, ἵνα καὶ ὑπὸ τούτων |
| book 297-9.10.1 | καὶ ὑπ’ ἐκείνων ἀναγκάζωνται πολεμεῖν. ἀλλὰ φαίνεται πεζοῖς οὐδὲν |
| book 297-9.10.2 | ἐπιτάσσων b(BCE3E4)T περὶ τοῦ πολέμου· ἄλλως δὲ οὐκ ἠδύ‐ |
| book 297-9.10.3 | ναντο ἕκαστοι κατὰ ἡγεμόνα τοὺς ἱππέας ἔχειν ἐπὶ τοῦ δεξιοῦ κέρως, |
| book 297-9.10.4 | μιᾶς παρατάξεως ἐξ ὅλων οὔσης καὶ συνεχοῦς. T |
| book 297-9 | ἱππῆας μὲν πρῶτα: πρώτους εἰκὸς εἰρῆσθαι—ἀναγ‐ |
| book 297-9.15 | καίῃ πολεμίζῃ· | ἐπὶ γὰρ μετώπου—κακὸν ἔβαλλεν. A |
| book 297-8.1 | ἱππῆας μὲν πρῶτα σὺν ἵπποισιν καὶ ὄχεσφι, / |
| book 297-8.2 | πεζοὺς δ’ ἐξόπιθε στῆσεν: βραχὺ διασταλτέον ἐπὶ τὸ ὄχεσφι· |
| book 297-8.3 | κοινὸν γὰρ τὸ στῆσε (298). Aint b(BCE3)T |
| book 299a.1 | ἕρκος ἔμεν πολέμοιο: ὅπως τῶν ἱππέων ὑποχωρούν‐ |
| book 299a.2 | των ὡσεὶ τεῖχος δέχοιντο τοὺς ἐπιόντας οἱ πεζοί. b(BCE3E4)T |
| book 299b.1 | κακοὺς δ’ ἐς μέσσον ἔλασσεν: ἵνα μιμοῖντο τοὺς ἔμ‐ |
| book 299b.2 | προσθεν καὶ ὑπὸ τῶν ὄπισθεν ἐπείγοιντο. ἤτοι δὲ τοὺς πάντων κακοὺς |
| book 299b.3 | ἢ τοὺς τῶν πεζῶν· οἱ δὲ ὅτι ἐν τοῖς δύο τάγμασι τοὺς κακοὺς ἐμέσασεν. |
| book 299b | b(BCE3E4)T |
| book 299c.1 | 〈ἔλασσεν:〉 οὕτως Ἀρίσταρχος ἔλασσεν. ἄλλοι δὲ |
| book 299c.2 | „ἔεργεν“. Aint |
| book 301a | 〈ἱππεῦσιν μὲν πρῶτα:〉 ποῦ ὁ δέ; Til |
| book 301b.1 | ἱππεῦσιν μὲν πρῶτα: ἐπεὶ μὴ μεταβαίνει εἰς ἄλλην |
| book 301b.2 | φάλαγγα, οὐκ ἐπάγει τὸν δέ. T |
| book 302.1 | σφοὺς ἵππους ἐχέμεν: ἐπὶ τόπῳ τὰς φάλαγγας πολεμεῖν |
| book 302.2 | καὶ μὴ διαλύειν τὸ στῖφος. θαυμασίως δὲ καὶ τὸ λιποτακτεῖν ἀνεῖλε |
| book 302.3 | μηδὲ τοῖς ἀριστεῦσιν ἐάσας τρόπον ἐκτροπῆς b(BCE3E4)T μηδὲ |
| book 302.4 | τοῖς ἄλλοις· b(BCE3E4) ἴσον γὰρ ἑκάτερος τῇ οἰκείᾳ ἀπουσίᾳ |
| book 302.5 | λυμαίνεται τὴν τάξιν. b(BCE3E4)T |
| book 303a.1 | 〈μηδέ τις ἱπποσύνῃ τε καὶ ἠνορέηφι πεποιθώς:〉 |
| book 303a.2 | ὅτι ἀπέστροφε τὸν λόγον διὰ τῶν ἑξῆς (sc. Δ 304—9), σχηματίσας ὡς |
| book 303a.3 | ἂν αὐτὸς ὁ Νέστωρ εἴποι. Aint |
| book 303b.1 | μηδέ τις ἱπποσύνῃ τε: ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ |
| book 303b.2 | μιμητικὸν μέτεισιν. b(BCE3)T |
| book 306.1 | ἕτερ’ ἅρμαθ’ ἵκηται: τὰ τῶν πολεμίων· εἰ γὰρ ἐπὶ τῶν |
| book 306.2 | ὁμοφύλων, εἶπεν ἂν ἄλλα· πολλαὶ γὰρ αἱ τάξεις. b(BCE3E4)T |
| book 307a.1 | ἔγχει ὀρεξάσθω, 〈ἐπειῆ πολὺ φέρτερον οὕτω〉: ἡ |
| book 307a.2 | διπλῆ πρὸς τὸ σημαινόμενον, ὅτι ἐκ τοῦ ἔγχει ὀρεξάσθω ἐστὶν |
| book 307a.3 | ἔγχει παταξάτω τις αὐτόν, ὥστε παραλείπει τὸ τίς καὶ τὸ αὐτόν. καὶ |
| book 307a.4 | τὸ ἐπιλεγόμενον τοῦτο συνίστησιν, ἐπειῆ πολὺ φέρτερον οὕτω τὸ |
| book 307a.5 | ἕνα τεθνάναι ἢ τὴν ὅλην τάξιν συγχυθῆναι. A |
| book 307b.1 | 〈ἔγχει ὀρεξάσθω:〉 ἐκ τοῦ παρεπομένου· οἱ γὰρ ἀπο‐ |
| book 307b.2 | θνῄσκοντες ἐκτείνονται. b(BCE3)Til |
| book 307c1.1 | ἔγχει ὀρεξάσθω, ἐπειῆ πολὺ φέρτερον οὕτως: |
| book 307c1.2 | αἱρετώτερον ὡς πρὸς μεῖζον κακόν. καὶ ἀλλαχοῦ· „κακῶν δέ κε φέρτε‐ |
| book 307c1.3 | ρον εἴη“ (Ρ 105) καὶ „ἓξ ἑτάρους ἐν νηῒ ποθήμεναι“ (μ 110). T |
| book 307c2.1 | αἱρετώτερον δέ φησι τοῦτο, ὅτι μεῖζον τὸ ἕτερον κακόν. b |
| book 307c2.2 | (BCE3) |
| book 307c2 | τοῦτο τὸ ῥῆμα κατὰ—ὅ ἐστι πολεμείτω. A |
| book 307c2 | πολὺ φέρτερον: κατὰ πολὺ κρεῖττον. A |
| book 308a1.1 | πόλεας: οὕτως Ἀρίσταρχος προπαροξύνει καὶ ἐπὶ τῶν |
| book 308a1.2 | πόλεων τὸ σημαινόμενον ἐκδέχεται, ᾧ συγκατατίθεται καὶ ὁ Ἀσκα‐ |
| book 308a1.3 | λωνίτης (p. 44 B.) λέγων ὅτι καὶ διὰ τοῦ ε οἶδεν ὁ ποιητὴς τὴν χρῆσιν |
| book 308a1.4 | καὶ διὰ τοῦ ι, διὰ μὲν τοῦ ι „ἐκ πόλιος δ’ ἄλοχον“ (ι 41), „πολλέων ἐκ |
| book 308a1.5.1 | πολίων“ (Β 131. Ι 544), διὰ δὲ τοῦ ε πόλεως, „χρυσείην ἑκατὸν |
| book 308a1.5.2 | πόλεων“ (Ε 744). πιθανὸν οὖν ἐστιν ἐκδέξασθαι ἐνθάδε ἐπὶ τῶν πό‐ |
| book 308a1.5.3 | λεων τὸ σημαινόμενον, ἐπεὶ καὶ τείχεα ἐπιφέρει. A |
| book 308a2 | Ἡρωδιανὸς (2,45,39) διὰ τοῦ ε πόλεας. Aim |
| book 308b.1 | πόλιας καὶ τείχεα: ἤλλαξε τὴν τάξιν, πόλιας καὶ |
| book 308b.2 | τείχεα. | Ἀρίσταρχος „πόλεασ“· T ἐπαμφοτερίζει γὰρ ἡ χρῆσις |
| book 308b.3 | παρὰ τῷ ποιητῇ, ποτὲ διὰ τοῦ ε, ποτὲ διὰ τοῦ ι. b(BCE3E4)T |
| book 308c.1 | ὧδε καὶ οἱ πρότεροι πόλιας καὶ τείχε’ ἐπόρθουν: |
| book 308c.2 | τρία παρείληφε χρήσιμα, διάταξιν, ἀπειλήν, ζῆλον. b(BCE3E4)T |
| book 310a1.1 | ὣς ὁ γέρων ὤτρυνε: τοῦτο ὁ ποιητὴς λέγει καθ’ ἑαυ‐ |
| book 310a1.2 | τό〈ν〉· οὐ προσεκτέον γὰρ τοῖς μίαν ὁμοιωματικὴν εἶναι διάνοιαν οἰομέ‐ |
| book 310a1.3 | νοις ἐν τοῖς τρισὶ στίχοις· „ὧδε καὶ οἱ πρότεροι πόλεας / τόνδε νόον |
| book 310a1.4 | καὶ θυμόν“ / ὡς ὁ γέρων ὤτρυνε (Δ 308—10), οἷον τοῦτον τὸν |
| book 310a1.5.1 | τρόπον ἐστρατήγουν οἱ παλαιοὶ ὡς ὁ Νέστωρ. πρὸς δὲ τῷ γελοῖον |
| book 310a1.5.2 | εἶναι τὸ διανόημα οὐδὲ εἰώθει μετάβασιν τοιαύτην ὁ ποιητὴς ἀπὸ |
| book 310a1.5.3 | τῶν προσώπων ποιεῖσθαι. A |
| book 310a2.1 | †νικᾶ δὲ ἀπὸ τοῦ „ὧδε καὶ οἱ πρότεροι“ (Δ 308) τοῦ |
| book 310a2.2 | ποιητοῦ φησιν. T |
| book 310b1.1 | πάλαι πολέμων εὖ εἰδώς: καὶ πρὸ τῶν Ἰλιακῶν εὐτυ‐ |
| book 310b1.2 | χήσας τὴν πεῖραν τῶν πολεμίων. T |
| book 310b2.1 | εὐτύχησε γὰρ πολλαχοῦ, ὡς ἐν Ἤλιδι, καὶ πρὸ τούτου |
| book 310b2.2 | τοῦ Ἰλιακοῦ πολέμου. b(BCE3E4) |
| book 313.1 | ὦ γέρον, εἴθ’ ὡς θυμός: ἁρμόζουσαν τῷ γήρᾳ ποιεῖ τὴν |
| book 313.2 | εὐχήν. τιμᾷ οὖν αὐτὸν εὐχῇ. b(BCE3E4) T θυμός δὲ ἡ προαίρεσις. |
| book 313.3 | b(BCE3E4)Til |
| book 315a | 〈ὁμοίϊον:〉 ὅτι οἱ Γλωσσογράφοι ὁμοίϊον τὸ κακόν. Aim |
| book 315b.1 | γῆρασ〈—〉ὁμοίϊον: καὶ θάνατος ὁμοίϊος (cf. γ |
| book 315b.2 | 236) καὶ „νεῖκος ὁμοίϊον“ (Δ 444), b(BCE3)T | τὸ ὁμοίως πᾶσι |
| book 315b.3 | χαλεπὸν | καὶ κοινῇ ἐπερχόμενον. T |
| book 315b | ὁμοίϊον: ἰστέον ὅτι ὁ ποιητὴς πανταχοῦ—πτολέ‐ |
| book 315b.5 | μοιο. A |
| book 316 | 〈κουροτέροισι:〉 τοῖς σου νεωτέροις. Til |
| book 319a.1 | 〈ὣς ἔμεν,〉 ὡς ὅτε δῖον Ἐρευθαλίωνα: καὶ φιλόμυθος |
| book 319a.2 | ὢν ὁ γέρων ἄκρως κατεμέτρησε τὸν καιρόν 〈***〉· ἑξῆς δὲ αὐτὸν πληροῖ. b |
| book 319a.3 | (BCE3)T |
| book 319b.1 | ὣς ἔμεν ὡς ὅτε δῖον: Πύλιοι πρὸς Ἀρκάδας ἐπολέμουν |
| book 319b.2 | περὶ ὅρων γῆς. γίνεται δὲ αὐτοῖς συμβολὴ περὶ τὸν Ἀκίδαντα ποτα‐ |
| book 319b.3 | μόν. Ἐρευθαλίωνος δὲ τοῦ Ξανθίππου προτρεπομένου τὸν βουλόμε‐ |
| book 319b.4 | νον Νέστωρ ἀντιστὰς ἐνίκησεν. ὑπὸ δὲ τῆς ἡδονῆς †βαλλόμενος† |
| book 319b.5.1 | ἐκπεπήδηκε τοῦ περιορισθέντος χωρίου· ὅθεν Ἀρκάδες Ἐρευθαλίωνα |
| book 319b.5.2 | μᾶλλον ἔφασαν νικᾶν b(BCE3)T τὸν μὴ ἐξελθόντα τοῦ τόπου, |
| book 319b.1 | T καὶ συμβαλόντες ἐκ δευτέρου περιγράφουσι χωρίον, b(BCE3) |
| book 319b.2 | T καὶ ἀναιρεῖται ὑπὸ Νέστορος· T καὶ θάψαντες αὐτὸν |
| book 319b.3 | ἐπέγραψαν τῷ σήματι (I. G. M. 229 Preger)· „Ἐνθάδ’ Ἐρευθαλίωνι |
| book 319b.10.1 | φίλοι περὶ τύμβον ἔθηκαν, / Ἀρκαδίης †βασιλῆες†, γένος ἔξοχον |
| book 319b.10.2 | Ἀμφιδάμαντος, / οἵ ποτε Νέστορα καὶ λαοὺς πολέμῳ δαμάσαντο.“ b |
| book 319b.10.3 | (BCE3)T ἱστορεῖ Ἀρίαιθος (FGrHist 316, 7). T |
| book 319c1.1 | κατέκταν: Πύλιοι καὶ Ἀρκάδες—δαμάσαντο. |
| book 319c1.2 | ἱστορεῖ Ἀρίαιθος. | κατέκταν δὲ μετὰ τοῦ ν αἱ Ἀριστάρχου καὶ ἐν |
| book 319c1.3 | ἐκτάσει τοῦ α Δωρικῇ οὔσῃ, ὡς „ἔβαν ἐγώ“ (Soph. Ai. 868)· ἡ γὰρ |
| book 319c1.4 | χρῆσις τοιαύτη ἦν παρὰ Ἀττικοῖς· παρὰ γὰρ τὸ κτῶ καὶ κτῆμι |
| book 319c1.5.1 | κινήματα ἱκανὰ ἐξέπιπτεν· δεύτερος μὲν αὐτὸς ἀόριστος, ὀφείλων εἶναι |
| book 319c1.5.2 | κοινῶς ἔκτην, γινόμενος δὲ κατὰ Δωρίδα ἔκταν, ὃς ἐν χρήσει ὁρᾶται |
| book 319c1.5.3 | Ἀττικοῖς. Εὐριπίδης Πλεισθένει (fr. 625 N.2)· „οὐ τὸν σὸν ἔκταν πα‐ |
| book 319c1.5.4 | τέρα πολέμιόν γε μήν“, Αἰσχύλος δὲ Παλαμήδει (fr. 181 N.2 = 305 |
| book 319c1.5.5 | M. = 181 R.)· „τίνος κατέκτας ἕνεκα παῖδ’ ἐμὸν βλάβης;“ καὶ ἐν Σεμέλῃ ἢ |
| book 319c1.10.1 | Ὑδροφόροις (fr. 221 N.2 = 359 M. = 221 R.)· „Ζεὺς ὃς κατέκτα τοῦτον“. |
| book 319c1.10.2 | ἐπίσταται ὁ ποιητὴς καὶ τὸ πληθυντικόν· „ἡμεῖς ἕρμα πόληος ἀπέκτα‐ |
| book 319c1.10.3 | μεν“ (ψ 121), καὶ τρίτον πρόσωπον πληθυντικὸν πρώτου ἀορίστου |
| book 319c1.10.4 | παθητικοῦ κατὰ συγκοπήν· „οὐδέ τις Αἰγίσθου, ἀλλ’ ἔκταθεν ἐν με‐ |
| book 319c1.10.5 | γάροισι“ (δ 537), καὶ μέσον δεύτερον ἀόριστον {ἐνεργητικόν}· |
| book 319c1.15.1 | „Τεῦκρε πέπον, δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖροσ“ (Ο 437), ᾧ ἀκό‐ |
| book 319c1.15.2 | λουθον ἀπαρέμφατον τὸ „κτάσθαι τε πολίτασ“ (Ο 558), μετοχαί τε |
| book 319c1.15.3 | σημαίνουσαι τὸ κτῆμι, ἥ τε κτάς καὶ κτάμενος, ἀπαρέμφατόν τε |
| book 319c1.15.4 | 〈ἐνεργητικὸν〉 τὸ „κτάμεναι“ (Ε 301 al.). ὑγιῶς ἄρα Ἀρίσταρχος ἔκταν |
| book 319c1.15.5 | γράφει, ὡς ἔκταν ἐγώ. A |
| book 319c2 | οὕτως Ἡρωδιανὸς (2,46,7) μετὰ τοῦ ν, κατέκταν. Aim |
| book 319c3 | κατέκταν: μετὰ τοῦ ν ἐκτεταμένως· b(BCE3)T ἀπὸ |
| book 319c3 | γὰρ τοῦ κτῆμι δεύτερος ἀόριστος ἔκτην καὶ Δωρικῶς ἔκταν. T |
| book 320a.1 | ἀλλ’ οὔ πως 〈ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποι‐ |
| book 320a.2 | σιν〉: ὁ ἀστερίσκος καὶ ὁ ὀβελός, ὅτι εἰ ἀμφότερα αἱρετὰ ἔκρινεν ὁ |
| book 320a.3 | Νέστωρ, καὶ τὸ γῆρας καὶ τὴν νεότητα, εὐλόγως ἂν ἔλεγεν ἅμα πάν‐ |
| book 320a.4 | τα. μετενήνεκται δὲ ἐξ ἄλλου τόπου, ὅπου φησίν· „ἀλλ’ οὔ πως ἅμα |
| book 320a.5.1 | πάντα θεοὶ δόσαν ἀνθρώποισιν· / ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολε‐ |
| book 320a.5.2 | μήϊα ἔργα, / ἄλλῳ δ’ ἐν στήθεσσιν“ (Ν 729—30. 732). A |
| book 320b | 〈πάντα:〉 λείπει τὸ ἡδέα. b(BCE3)Til |
| book 321a.1 | εἰ τότε κοῦρος ἔα, 〈νῦν αὖτέ με γῆρας ἱκάνει〉: οὐκ |
| book 321a.2 | εἶπεν, εἰ τότε ἰσχυρὸς ἦν, νῦν εὔβουλός εἰμι, διὰ τὸ φορτικόν· ἀντὶ δὲ |
| book 321a.3 | τῶν ἀρετῶν τὰς ἡλικίας ὑπήλλαξεν. b(BCE3E4)T τὸ δὲ ἔα ἀπὸ |
| book 321a.4 | τοῦ ἦν διῄρηται, ὡς ἧδε ἕαδε, ἥλη ἑάλη. T |
| book 321b.1 | 〈γῆρας ἱκάνει:〉 Ἀρίσταρχος „γῆρας ὀπάζει“· ἐπείγει, |
| book 321b.2 | ἐλαύνει. ἀπὸ δὲ τοῦ κατόπιν ἐσχημάτισται. Aim |
| book 322.1 | 〈ἱππεῦσι μετέσσομαι:〉 οὐ γὰρ δύναται πεζὸς μάχεσθαι |
| book 322.2 | διὰ τὸ γῆρας. b(BCE3E4)Til |
| book 323a.1 | 〈βουλῇ καὶ μύθοισι:〉 ὑπηρετεῖ γὰρ ὁ λόγος τῇ βου‐ |
| book 323a.2 | λῇ. b(BCE3E4)Til |
| book 323b.1 | τὸ γὰρ γέρας ἐστὶ 〈γερόντων〉: ἐν τούτῳ γὰρ |
| book 323b.2 | προέχουσιν οἱ γέροντες. T |
| book 324a1 | 〈αἰχμάς:〉 πάντα ἀπὸ μέρους τὰ ὅπλα. b(BCE3E4) |
| book 324a2 | ἀπὸ μέρους τὸ πᾶν φησιν. Til |
| book 324-5.1 | 〈νεώτεροι, οἵ περ ἐμεῖο /〉 ὁπλότεροι: ὅτι |
| book 324-5.2 | παραλλήλως νεώτεροι (324) μὲν ἀντὶ τοῦ νέοι, ὁπλότεροι (325) |
| book 324-5.3 | δὲ συγκριτικῶς ἀντὶ τοῦ ἐμοῦ νεώτεροι· οὐδέποτε γὰρ ἀντὶ τοῦ νέοι |
| book 324-5.4 | εἴρηκεν τὸ ὁπλότεροι. τὸ δὲ νεώτεροι κατ’ ἀμφοτέρων τίθεται |
| book 324-5.5 | παρ’ αὐτῷ, καὶ συγκριτικῶς καὶ ἀπολελυμένως. A |
| book 327.1 | εὗρ’ υἱὸν Πετεῶο: ἰστέον ὅτι τούτου—καὶ κατὰ |
| book 327.2 | πλεονασμὸν τοῦ ο γέγονε Πετεῶο. A |
| book 327-8.1 | Μενεσθῆα πλήξιππον καὶ Ἀθηναῖοι μήστωρες |
| book 327-8.2 | ἀϋτῆς: δυνάμενοι κατὰ—μάχης. A | οὐκ ἐπεξεργάζεται δὲ τὸ |
| book 327-8.3 | τακτικὸν τοῦ Μενεσθέως· ἠρκέσθη γὰρ Νέστορι. AT |
| book 328.1 | 〈ἑσταότ’· ἀμφὶ δ’ Ἀθηναῖοι:〉 ἀπὸ κοινοῦ τὸ ἵσταν‐ |
| book 328.2 | το. Til |
| book 329.1 | 〈ἑστήκει:〉 οὕτως Ἀρίσταρχος Aim Ἰακῶς ἑστήκει. |
| book 329.2 | Aim Til |
| book 330a.1 | 〈πὰρ δὲ Κεφαλλήνων:〉 ἴσως, ἐπεὶ Κέφαλος ὁ Δηΐονος |
| book 330a.2 | Ἀθηναῖος ὢν ᾤκισε τὴν Κεφαλ〈λ〉ηνίαν, συνετάγησαν αὐτῷ. Til |
| book 330b1.1 | οὐκ ἀλαπαδναί: διὰ τοῦ οὐκ ἀλαπαδναί ἀπολογία |
| book 330b1.2 | τῆς ἀργίας. T |
| book 330b2.1 | ὡς ἀπολογίαν τῆς ἀργίας ποιούμενος οὐκ ἀλαπαδνὰς |
| book 330b2.2 | αὐτάς φησιν. b(BCE3E4) |
| book 331a.1 | {ἕστασαν} οὐ γάρ πώ σφιν ἀκούετο: ὅτι τὸ ἀκούετο |
| book 331a.2 | ἀντὶ τοῦ ἤκουεν, καὶ ὅτι πτῶσις ἤλλακται· οὐ γάρ πω αὐτοῖς ἤ‐ |
| book 331a.3 | κουεν ἀντὶ τοῦ αὐτῶν. A |
| book 331b.1 | οὐ γάρ πώ σφιν ἀκούετο 〈λαὸς ἀϋτῆσ〉: ὁ λαὸς |
| book 331b.2 | γὰρ αὐτῶν οὔπω ἤκουσε τῆς βοῆς· οὐ γὰρ ἠλάλαξαν οἱ Τρῶες, ἵνα |
| book 331b.3 | μὴ νοηθῶσιν. b(BCE3E4)T |
| book 333a1.1 | 〈Τρώων θ’ ἱπποδάμων:〉 Ἀρίσταρχος χωρὶς τοῦ |
| book 333a1.2 | θ „Τρώων ἱπποδάμων“. Aim |
| book 333a2 | χωρὶς τοῦ συνδέσμου. Til |
| book 334a.1 | ἕστασαν, ὁππότε πύργος: εἴτε διὰ τοῦτο ἕστασαν, |
| book 334a.2 | ἵνα οἱ Τρῶες πρότερον κατάρξωσιν, εἴτε ἵνα τινὲς ἄλλοι τῶν Ἑλ‐ |
| book 334a.3 | λήνων, ἄμφω ἄλογα, καὶ τὸ ὑπὸ τῶν Τρώων προληφθῆναι (οὐ γὰρ |
| book 334a | μικρὰ καὶ τοῦτο βλάπτει) καὶ τὸ ὑπὸ τῶν οἰκείων· δεῖ γὰρ συν‐ |
| book 334a.5.1 | τεταγμένους ἅπαντας πολεμεῖν. ἁρμόζει δὲ μᾶλλον τὸ πρότερον, |
| book 334a.5.2 | ἵνα οἱ Τρῶες παραβαίνοντες τὰς συνθήκας καὶ τῆς μάχης ἄρξωσιν. |
| book 334a.5.3 | ἀλλὰ τούτῳ δοκεῖ ἐναντιοῦσθαι τὸ „νῦν δὲ φίλως χ’ ὁρόῳτε, καὶ |
| book 334a.5.4 | εἰ δέκα πύργοι Ἀχαιῶν / b(BE3E4)T ὑμείων προπάροιθε |
| book 334a.5.5 | μαχοίατο“ (Δ 347—8). T |
| book 334b.1 | ὁππότε πύργος 〈Ἀχαιῶν〉: ἔν τισι γράφεται |
| book 334b.2 | „〈ὁππότε〉 κέν τις †ἀχαιῶν“. T |
| book 334c.1 | {ἕστασαν ὁππότε} πύργος: πύργος τάξις. συνέστηκε |
| book 334c.2 | δὲ ὁ πύργος ἐκ τριακοσίων ἑξήκοντα ἀνδρῶν. ὁ δὲ τρόπος μετα‐ |
| book 334c.3 | φορά. A |
| book 334-5a1.1 | ἕστασαν, ὁππότε πύργος Ἀχαιῶν ἄλλος |
| book 334-5a1.2 | ἐπελθών / Τρώων ὁρμήσειε καὶ ἄρξειαν πολέμοιο: {ὅτι} ἡ |
| book 334-5a1.3 | διπλῆ πρὸς τὸ σχῆμα, διότι ἐλλείπει ἡ ἐπί καὶ πτῶσις ἐνήλ〈λ〉ακται· |
| book 334-5a1.4 | ἔστι γὰρ ἀντὶ τοῦ ὡς ἐπὶ Τρῶας ὁρμήσειεν. | †ὅτι δὲ† ἡ κατὰ Ἀρί‐ |
| book 334-5a1.5.1 | σταρχον ἔχει. καὶ τὸ Ἀχαιῶν (334) ἄμεινον ἀκούειν ἐπ’ Ἀχαιούς· |
| book 334-5a1.5.2 | πιθανὸν γὰρ ἐπιμένειν τοὺς Ἕλληνας, ἕως ἂν προεπιχειρήσωσιν |
| book 334-5a1.5.3 | αὐτοῖς οἱ βάρβαροι καὶ τρόπον τινὰ δεύτερον μετὰ Πάνδαρον παρα‐ |
| book 334-5a1.5.4 | σπονδήσωσιν· διὸ καὶ μήποτε ἄμεινον ἐν τῇ πολυστίχῳ (= Seleuc. |
| book 334-5a1.5.5 | fr. 12 = fr. dub. ap. D.) φέρεται· „ἕστασαν, ὁππότε κέν τις ἐναντίον |
| book 334-5a1.10 | ἄλλος ἐπελθών / Τρώων ὁρμήσειε καὶ ἄρξειεν πολέμοιο.“ A |
| book 334-5a2 | τὸ δὲ Ἀχαιῶν ἄμεινον ἀκούειν ἐπ’ Ἀχαιούς. Aim |
| book 335.1 | Τρώων ὁρμήσειε: λείπει ἡ κατά, ὡς „ὡρμήθη δ’ Ἀκάμαν‐ |
| book 335.2 | τοσ“ (Ξ 488). θέλουσι δὲ πρὸ ἑαυτῶν ἄλλους Ἕλληνας ἄρξασθαι τῆς |
| book 335.3 | μάχης, ἀσυκοφαντήτους ἑαυτοὺς ἐκ παντὸς πρὸς τὸ θεῖον πειρώμε‐ |
| book 335 | νοι σῶσαι· διὸ καὶ δόλιον αὐτὸν καλεῖ ὁ Ἀγαμέμνων (cf. Δ 339), |
| book 335.5.1 | ἐπεὶ οὐ φιλέλλην, ἀλλὰ φίλαυτος φωρᾶται. καὶ ὁ μὲν ἕνα πύργον |
| book 335.5.2 | περιμένει (cf. Δ 334), ὁ δὲ ὀνειδίζων „δέκα πύργοι Ἀχαιῶν“ (Δ |
| book 335.5.3 | 347) φησιν. b(BE3E4)T |
| book 338-9.1 | ὦ υἱὲ Πετεῶο〈—κερδαλεόφρον〉: τὸν μὲν |
| book 338-9.2 | τῇ τοῦ πατρὸς ὑπεροχῇ κατῄσχυνεν, τῷ δὲ παρρησιαστικώτερον |
| book 338-9.3 | ὡς καὶ φίλῳ ἐπιφέρεται, τοῖς ἄλλοις δι’ αὐτοῦ μείζονα τὴν προτροπὴν |
| book 338-9.4 | ποιῶν. b(BCE3E4)T |
| book 339a.1 | καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε: μέσον γὰρ ὁ |
| book 339a.2 | δόλος, b(BCE3E4)T καὶ ἐπὶ μὲν τοῦ κακοῦ μόνως, b(BCE3E4) |
| book 339a.3 | ἐπὶ δὲ τοῦ ἀμφότερα εἰδότος „εἰδὼς παντοίους τε δόλους b(BCE3E4) |
| book 339a.4 | T καὶ μήδεα πυκνά“ (Γ 202). τὸ δὲ κεκασμένε T ἐπὶ κακοῦ, |
| book 339a.5 | ὡς τὸ „ἐκέκαστο / κλεπτοσύνῃ θ’ ὅρκῳ τε“ (τ 395—6). AT |
| book 339b.1 | 〈κερδαλεόφρον:〉 ὅτι Ζηνόδοτος γράφει „φαίδιμ’ Ὀ‐ |
| book 339b.2 | δυσσεῦ“. ἀσυμφώνως δὲ τῇ ἐπιπλήξει φαίδιμος ἂν νῦν λέγοιτο. Aint |
| book 340a1.1 | καταπτώσσοντες: προτρεπτικὸν ἀνδρείου ἀνδρὸς |
| book 340a1.2 | ψυχῇ τὸ καταπτώσσειν λεγόμενον. T |
| book 340a2.1 | προτρεπτικὸν τὸ πτώσσειν ἀνδρείᾳ ψυχῇ λεγόμενον. b |
| book 340a2.2 | (BCE3E4) |
| book 340b1.1 | τίπτε καταπτώσσοντες: ᾔσθετο γὰρ †διὸ† ἀνεβάλ‐ |
| book 340b1.2 | λοντο· διὸ καὶ δόλιον αὐτὸν καὶ κερδαλεόφρονα καλεῖ (cf. Δ 339). |
| book 340b1.3 | ὀνειδίζει οὖν τῆς μονῆς. T |
| book 340b2.1 | τοῦτο δέ φησιν, ὅτι καὶ τῆς βοῆς ᾔσθετο καὶ ἀνεβάλλετο. |
| book 340b2.2 | b(BCE3E4) |
| book 341 | σφῶϊν〈—〉ἐόντας: ἀντὶ τοῦ ἐοῦσιν. T |
| book 342 | μάχης καυστείρης: „ὣς οἱ μὲν μάρναντο δέμας πυρὸς |
| book 342 | αἰθομένοιο“ (Ν 673). T |
| book 343a | πρώτω γὰρ 〈καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο〉: ὅτι |
| book 343a.1 | συλληπτικῶς τὸ τῷ Ὀδυσσεῖ συμβεβηκὸς καὶ ἐπὶ τοῦ Μενεσθέως |
| book 343a.2 | κεκοινοποίηκεν· οὐ γὰρ ὁ Μενεσθεύς ἐστι τῶν ἑπτὰ γερόντων, ἀλλ’ |
| book 343a.3 | Ὀδυσσεύς {διομήδης}, οὐδὲ σὺν τῷ Ἀγαμέμνονι εὐωχεῖται. καὶ ὅτι |
| book 343a.5.1 | ἀκουάζεσθον εἶπε τροπικῶς ἀντὶ τοῦ ἐπαισθάνεσθαι, ἐπεὶ ἡ ἀκοὴ |
| book 343a.5.2 | εἶδός ἐστιν αἰσθήσεως, καὶ τὸ „†οὐδὲ† πληγῆς ἀΐοντεσ“ (Λ 532). | |
| book 343a.5.3 | „οὐ λέγει δὲ τῆς ἐμῆς δαιτὸς πρῶτοι ἀκούετε, ἀλλὰ πρῶτοί μου |
| book 343a.5.4 | ἀκούετε περὶ δαιτός.“ οὕτως Ἀρίσταρχος. | λείπειν δέ φασι τὴν |
| book 343a.5.5 | περί ἐθίμως, ἵν’ ᾖ· οἳ περὶ δαιτὸς πρῶτοι ἐμοῦ μεταλαμβάνετε. οὕτως |
| book 343a.10 | Ἀπολλώνιος ἐν τῷ Περὶ ἀντωνυμιῶν (108, 6—7). A |
| book 343b.1 | πρώτω γὰρ καὶ δαιτὸς 〈ἀκουάζεσθον ἐμεῖο〉: |
| book 343b.2 | οὐ περὶ βρωμάτων, ἀλλὰ περὶ τιμῆς ὁ λόγος. τινὲς τὸ δαιτός πρὸς |
| book 343b.3 | τὸ ἐμεῖο. b(BCE3E4)T |
| book 344.1 | ὁππότε δαῖτα γέρουσιν: ὡς τὸ „γερούσιον αἴθοπα |
| book 344.2 | οἶνον“ (Δ 259). A b (BCE3)T αἰσχρὸν δὲ τὸ ἐν συμποσίῳ μὲν |
| book 344.3 | τοῖς ἀρίστοις καταλέγεσθαι, ἐν δὲ πολέμῳ τοῖς ἐσχάτοις. A b (BCE3 |
| book 344.4 | E4)T καὶ ὁ Σαρπηδών· „τί δὴ νῶϊ τετιμήμεσθα μάλιστα;“ |
| book 344.5 | (Μ 310). T |
| book 345-6a.1 | ἔνθα φίλ’ ὀπταλέα〈—ὄφρ’ ἐθέλητον〉: |
| book 345-6a.2 | οὗτοι ἐν μὲν τοῖς ὑπομνήμασιν οὐκ ἀθετοῦνται, ἐπαιτιῶνται δὲ αὐτοὺς |
| book 345-6a.3 | οἱ ἡμέτεροι ὡς ἀπρεπῶς καὶ παρὰ τὰ πρόσωπα εἰς κρεάδιον ὀνει‐ |
| book 345-6a | δίζοντος τοῦ Ἀγαμέμνονος. A |
| book 345-6b | λείπει τὸ ἐστί. Aim |
| book 345 | 〈φίλ’:〉 φίλα ἀντὶ τοῦ φίλως. Til |
| book 346 | 〈μελιηδέος:〉 δασυντέον τὸ μελιηδέος. Aim |
| book 347-8.1 | νῦν δὲ φίλως χ’ ὁρόῳτε〈—μαχοίατο〉: |
| book 347-8.2 | ἔλυσε τὸ ἔμπροσθεν ἀμφίβολον. καὶ οἱ μὲν ἀναμένουσιν, ὁ δὲ ὀνειδίζων |
| book 347-8.3 | φησὶ b(BCE3E4)T „τίπτε καταπτώσσοντεσ“ (Δ 340). T |
| book 350.1 | ποῖόν σε ἔπος φύγεν 〈ἕρκος ὀδόντων〉: φαντασίαν |
| book 350.2 | ἐποίησε τοῦ ἀπερισκέπτως ἐξενεχθέντος λόγου· πρὸς φυλακὴν γὰρ |
| book 350.3 | τῶν φαύλων τούτους ἡμῖν ἡ φύσις ἐχορήγησεν. b(BCE3)T |
| book 350 | ἕρκος ὀδόντων: ὁποῖον τοῦτον λόγον—περι‐ |
| book 350.5 | φραστικῶς. A |
| book 351-3.1 | πῶς δὴ φῂσ〈—ὄψεαι〉: ἀμφίβολος ἡ ἀνάγνω‐ |
| book 351-3.2 | σις· ἤτοι γὰρ εἰς τὸ μεθιέμεν (351) διαστολή, στιγμὴ δὲ τελεία εἰς |
| book 351-3.3 | τὸ Ἄρηα (352)· ἢ εἰς τὸ μεθιέμεν τελεία στιγμή, ὑποστιγμὴ δὲ |
| book 351-3.4 | εἰς τὸ Ἄρηα, ὃ καὶ βέλτιον, ἵνα λέγῃ τότε φανήσεσθαι ἀνδρεῖος, |
| book 351-3.5 | ὁπόταν πόλεμος ᾖ. A |
| book 351-2a.1 | πῶς δὴ φῂς πολέμοιο μεθιέμεν〈—Ἄρηα〉: |
| book 351-2a.2 | ἠθικὸν καὶ τῶν προγεγονότων ὑπομνηστικόν. | ἐν δὲ τῷ μεθιέμεν |
| book 351-2a.3 | (351) τελείαν, ἐν δὲ τῷ Ἄρηα (352) ὑποστιγμήν. b(BCE3E4)T |
| book 351-2b.1 | ὁππότ’ Ἀχαιοί / Τρωσὶν ἐφ’ ἱπποδάμοισιν: |
| book 351-2b.2 | ταῦτα ἀπ’ ἄλλης ἀρχῆς. T |
| book 353.1 | ὄψεαι, ἤν κ’ ἐθέλῃσθα: ἐὰν ἀπεχόμενος τῶν ἀγώνων |
| book 353.2 | ἐποπτεύειν ἡμᾶς θέλῃς. b(BCE3E4)T |
| book 354a.1 | Τηλεμάχοιο: ὅτι προτετυπωμένος τὰ κατὰ τὴν Ὀ‐ |
| book 354a.2 | δύσσειαν μνημονεύει τοῦ Τηλεμάχου. τοῦ αὐτοῦ ἄρα ποιητοῦ καὶ ἡ |
| book 354a | Ὀδύσσεια. A |
| book 354b.1 | Τηλεμάχοιο φίλον πατέρα: προσυνίστησι τὰ πρό‐ |
| book 354b.2 | σωπα καὶ τὰς διαθέσεις. ἢ ὡς φιλόδοξος καὶ τὸν παῖδα συνίστησιν. |
| book 354b.3 | b(BCE3E4)T |
| book 356.1 | τὸν δ’ ἐπιμειδήσας 〈προσέφη〉: τῷ σχήματι καὶ τῷ |
| book 356.2 | λόγῳ θεραπεύει τὸν Ὀδυσσέα. b(BCE3E4)T |
| book 357a1.1 | 〈ὡς γνῶ χωομένοιο:〉 πρὸς τὸ σχῆμα, ὅτι τῇ |
| book 357a1.2 | γενικῇ ἀντὶ τῆς αἰτιατικῆς. Aim |
| book 357a2 | ὡς γνῶ χωομένοιο: ἀντὶ τοῦ χωόμενον. T |
| book 357b.1 | πάλιν δ’ ὅ γε λάζετο μῦθον: εἰς τοὐναντίον μετή‐ |
| book 357b.2 | γαγε τὸ „καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε“ (Δ 339). b(BCE3E4)T |
| book 359.1 | περιώσιον: περισσόν, b(BCE3)T πλέον τοῦ Μενεσθέ‐ |
| book 359.2 | ως. b(BCE3E4)T |
| book 362.1 | ὄπισθεν ἀρεσσόμεθα: †λαβόμεθα† T εἰς ἄρεσίν τε |
| book 362.2 | μετάξομεν. τεχνικὸν δὲ τὸ ὁμολογεῖν ὑπὸ τῆς ὀργῆς εἰς τὰ μὴ δέοντα |
| book 362.3 | ἐξῆχθαι. b(BCE3)T |
| book 365-6.1 | εὗρε δὲ Τυδέος υἱὸν〈—〉 / ἑσταότα: ζηλωτὴς |
| book 365-6.2 | γὰρ Ὀδυσσεὺς Διομήδους, b(BCE3E4)T καὶ οὗτος αὐτοῦ. b |
| book 365-6.3 | (BCE3E4) καὶ πικρότερον δὲ αὐτοῦ ἅπτεται, ἐπεὶ καὶ ἐφ’ ἁρ‐ |
| book 365-6.4 | μάτων ἵστατο· ὃ συνιεὶς καθήλατο (sc. Δ 419). ηὐτρέπιστο μὲν πρὸς τὴν μάχην, |
| book 365-6.5 | ἀνέμενε δὲ Ὀδυσσέα. b(BCE3E4)T |
| book 367a1 | 〈ἑστήκει:〉 οὕτως ἑστήκει Ἰακῶς Ἀρίσταρχος. Aim |
| book 367a2 | Ἰακῶς τὸ ἑστήκει. Til |
| book 371.1 | τί δ’ ὀπιπεύεις πολέμοιο γεφύρας: τὰς διόδους τῶν |
| book 371.2 | φαλάγγων. T |
| book 371-2.1 | τί δ’ ὀπιπεύεισ〈—ἦεν〉: τινὲς περιέργως εἰς |
| book 371-2.2 | τὸ ὀπιπεύεις στίζουσιν· εἶτα τὸ ἑξῆς πολέμοιο γεφύρας / 〈οὐ |
| book 371-2 | μὲν Τυδέϊ γ’ ὧδε φίλον πτωσκαζέμεν ἦεν〉. T |
| book 372.1 | οὐ μὲν Τυδέϊ γ’ ὧδε: τὴν ὕβριν μειοῖ ὁ ἔπαινος τοῦ |
| book 372.2 | πατρός· ἡδέα γὰρ τὰ τῶν πατέρων ἐγκώμια λεγόμενα. ξενικωτέρας |
| book 372.3 | δὲ διαλέξεις βούλεται εἰσαγαγεῖν. ἢ ἐν κεφαλαίοις μὲν εἴρηται, τῇ δὲ |
| book 372.4 | ποιήσει ἐπιτέταται. b(BCE3E4)T |
| book 375.1 | οὐδὲ ἴδον: ἀπὸ κοινοῦ τὸ „πονεύμενον“ (Δ 374). δῶμεν |
| book 375.2 | δὲ τὴν ἀδολεσχίαν τῷ τεταραγμένῳ Ἀγαμέμνονι. b(BCE3E4)T |
| book 376.1 | ἄτερ πολέμου: Οἰδίπους ἀποβαλὼν Ἰοκάστην— |
| book 376.2 | ἀναιρεῖ. A |
| book 377a | ξεῖνος ἅμ’ ἀντιθέῳ 〈Πολυνείκεϊ λαὸν ἀγείρων〉: |
| book 377a.1 | γράφεται καὶ „κεῖνος ἅμ’ ἀντιθέῳ Πολυνείκει“. τὸ δὲ ἀγείρων |
| book 377a.2 | παρατατικῶς. | ἰστέον δὲ ὅτι ἐπὶ τὰς τοιαύτας λειτουργίας δύο |
| book 377a.3 | ἐπέμποντο κατάσκοποι πρέσβεις. ἡ ἀναφορὰ δέ, ὅτι οὐδὲ ὁ Φοῖνιξ ἐν |
| book 377a.5 | ταῖς Λιταῖς (cf. Ι 168—98) πρεσβεύει. A |
| book 377b.1 | ξεῖνος: ξένος καὶ ὁ δεχόμενος καὶ ὁ δεχθείς· „ξεῖνος γάρ |
| book 377b.2 | μοι ὅδ’ ἐστί“ (θ 208). πρόξενος ὁ ὑπὸ πόλεως ἠξιωμένος ὥστε ἐν |
| book 377b.3 | τῇ σφετέρᾳ προΐστασθαι αὐτῆς. ἰδιόξενος, ὡς ὁ Μέντωρ τῷ Τηλε‐ |
| book 377b.4 | μάχῳ. ἀστόξενος ὁ ἐκ προγόνων ἐπιχώριος, ὡς Ἀτρεὺς Φρυξὶ καὶ |
| book 377b.5.1 | Τεῦκρος Τρωσίν. δορύξενος, ὡς Γλαῦκος καὶ Διομήδης. b(BCE3E4) |
| book 377b.5.2 | T | γράφεται δὲ καὶ „κεῖνοσ“. T |
| book 378.1 | ἱερὰ πρὸς τείχεα Θήβης: διὰ τὸ μουσικῇ γεγενῆσθαι. |
| book 378.2 | Til |
| book 378.1 | πρὸς τείχεα Θήβης: Θῆβαί εἰσιν αἱ πᾶσαι—ἐν |
| book 378.2 | τῇ Ι. A |
| book 380.1 | ἐκέλευον: ἀντὶ τοῦ παρεκάλουν· TTil |
| book 380.2 | „ἔνθα δ’ ἔπειτα, ἄναξ, κέλομαι“ (ι 71). T |
| book 381a.1 | ἀλλὰ Ζεὺς ἔτρεψε: ἠρέμα ἀπολογεῖται· ἄτοπον γὰρ |
| book 381a.2 | ἦν προτρέπειν, ᾧ συμμαχίας μὴ μεταδέδωκεν. T |
| book 381b | παραίσιμα σήματα φαίνων: παρὰ τὴν αἶσαν. ἢ |
| book 381b | αἴσια περὶ ζωῆς ἡμῖν φαίνων παρέτρεψεν. T |
| book 382-3.1 | πρὸ ὁδοῦ ἐγένοντο, / Ἀσωπὸν δ’ ἵκοντο |
| book 382-3.2 | —λεχεποίην: ἔμπροσθεν τῆς ὁδοῦ, ὅ ἐστιν εἰς Θήβας. | τινὲς |
| book 382-3.3 | δὲ εἰς τὸ ἐγένοντο (382) ὑποστίζουσι καὶ τῷ λεχεποίην (383) τὴν |
| book 382-3.4 | τελείαν παρέχονται, πλεονάζειν λέγοντες τὸν δέ (383). b(BCE3E4)T |
| book 383a | λεχεποίην: παρὰ τὸ λέχος ἢ τὸν λόχον. b(BCE3E4)T |
| book 383b.1 | λεχεποίην: εἰ μὲν τὸ λέχος ἔγκειται, τροπῇ λεχοποίην |
| book 383b.2 | λεχεποίην. εἰ μὴ τὸ λέχος ἔγκειται, ἐχεποίην, πλεονασμῷ τοῦ |
| book 383b.3 | λ. ὥστε εἰ μὲν τὸ ἔχειν ἔγκειται, πλεονασμός, εἰ δὲ τὸ λέχος, ἀντίθεσις, |
| book 383b.4 | πρὸς τὴν διάφορον ἐτυμολογίαν διάφορον πάθος. A |
| book 384a | 〈ἀγγελίην:〉 ὅτι ἀντὶ τοῦ ἄγγελον. Aim |
| book 384b | 〈ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν:〉 τὸ ἐπί περιττόν. Aim |
| book 384c.1 | ἀγγελίην ἐπὶ Τυδῆ: Τυδῆ ὡς „ἀλλ’ Ὀδυσῆ ποθέου‐ |
| book 384c.2 | σα“ (τ 136) καὶ „Μηκιστῆ δ’ ἕλε Πο〈υ〉λυδάμασ“ (Ο 339). T |
| book 384d.1 | 〈ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί:〉 πλη‐ |
| book 384d.2 | σιάσαντες τοῖς Θηβαίοις οἱ Ἀχαιοὶ ἔπεμψαν τὸν Τυδέα πρὸς αὐτούς, |
| book 384d.3 | ἐντευξόμενον δηλονότι αὐτοῖς τοῖς Θηβαίοις, περὶ ὧν ἐνόμιζον ἐγ‐ |
| book 384d.4 | καλεῖν οἱ Ἀχαιοί. Aint |
| book 386 | βίης Ἐτεοκληείης: ἴσως ἐπὶ τυραννίδι. T |
| book 386 | περιφραστικῶς, τοῦ Ἐτεοκλέους. Aim |
| book 388 | μοῦνος ἐὼν πολέσιν: καὶ μόνος καὶ πολλοῖς. T |
| book 389a.1 | ἀεθλεύειν προκαλίζετο: μετὰ τὸ δεῖπνον γὰρ οἱ |
| book 389a.2 | ἀγῶνες· b(BCE3E4)T „νῦν δ’ ἐξέλθωμεν καὶ ἀέθλων †πειρήσω‐ |
| book 389a.3 | με톓 (θ 100). T καὶ Πηνελόπη τὸ τόξον μετὰ τὸ δεῖπνον τίθησιν |
| book 389a.4 | (cf. υ 390—φ 79). b(BCE3E4)T |
| book 389b1.1 | προκαλίζετο: ἴσως ηὐτέλιζον τοὺς Ἀργείους διὰ τὸ |
| book 389b1.2 | βραχὺ αὐτοῦ· διὸ ἀπαλλάξαι θέλων τοὺς οἰκείους τοῦτο ἐποίει. T |
| book 389b2.1 | ἴσως δὲ καὶ τοὺς ἄλλους Ἀργείους ηὐτέλιζον διὰ τὸ |
| book 389b2.2 | αὐτοῦ βραχύ. βουλόμενος οὖν τοῦ μώμου ἑαυτὸν ἀπαλλάξαι καὶ τοὺς |
| book 389b2 | οἰκείους τοῦτο ποιεῖ. b(BCE3E4) |
| book 390.1 | ῥηϊδίως· 〈τοίη οἱ ἐπίρροθος ἦεν Ἀθήνη〉: ὁ |
| book 390.2 | ἀστερίσκος, ὅτι ἐνταῦθα ὑγιῶς τέτακται, ἐν δὲ τῷ τῆς Ἀθηνᾶς πρὸς |
| book 390.3 | τὸν Διομήδη λόγῳ (Ε 808) οὐκέτι. A |
| book 391.1 | κέντορες ἵππων: ἔνθεν καὶ †εὐάρμοστον† τὴν Θήβην φη‐ |
| book 391.2 | σὶν ὁ Πίνδαρος (fr. 195). T |
| book 392.1 | ἂψ †δ’ ἀνερχομένῳ† πυκινὸν λόχον εἷσαν: ἵνα |
| book 392.2 | μὴ τοῖς Ἀργείοις ἐξαγγείλῃ τὴν ἀσθένειαν Θηβαίων. b(BCE3E4)T |
| book 394.1 | 〈Μαίων:〉 οὕτως Μαίων βαρυτόνως εἰς ἀποφυγὴν τοῦ |
| book 394.2 | ἐθνικοῦ. Aint |
| book 394.1 | Μαίων Αἱμονίδης: τὸν Μαίονά τινες—οὐδὲ ὑβρίζε‐ |
| book 394.2 | ται. A |
| book 395 | 〈Πολυφόντης:〉 γράφεται „Λυκοφόντησ“. Aim |
| book 396.1 | Τυδεὺς μὲν καὶ τοῖσιν: οὐ μόνον, φησί, τοὺς προκλη‐ |
| book 396.2 | θέντας ἐνίκησεν, ἀλλὰ καὶ τοὺς ἐνηδρευκότας. b(BCE3E4)T |
| book 398.1 | Μαίον’ ἄρα προέηκε θεῶν τεράεσσι πιθήσας: |
| book 398.2 | ἡ Ἀθηνᾶ γὰρ αὐτῷ εἶπεν· ἢ τὸ δόρυ ἐκλάσθη. b(BCE3E4)T |
| book 400a.1 | ἀγορῇ δέ τ’ ἀμείνω: οὐ γὰρ μετεῖχε λόγου Τυδεύς. b |
| book 400a.2 | (BCE3E4) | Ἀντίμαχός (fr. 13 W.) φησι παρὰ συφορβοῖς τετράφθαι |
| book 400a.3 | Τυδέα, Εὐριπίδης δὲ „οὐκ ἐν λόγοις ἦν δεινός, ἀλλ’ ἐν ἀσπίδι“ (Suppl. |
| book 400a.4 | 902). | πιθανῶς δὲ προφυλαξάμενος ἀγορητὴν αὐτόν φησιν, ἵνα |
| book 400a.5.1 | πρὸς τὴν ἀπολογίαν ὀκνήσῃ· διὸ οὐδὲν προσφθέγγεται ὁ Διομήδης. |
| book 400a.5.2 | A b (BCE3E4)T |
| book 400b1.1 | 〈ἀγορῇ δέ τ’ ἀμείνων:〉 σὺν τῷ ν ἀμείνων Ἀρί‐ |
| book 400b1.2 | σταρχος, ἵνα καθ’ ἑαυτὸ λέγηται ἐκπληκτικῶς. ἐλλείπει δὲ τὸ ἐστί |
| book 400b1 | ῥῆμα. Aim |
| book 400b2.1 | ἀγορῇ δέ τ’ ἀμείνω: Ἀρίσταρχος μετὰ τοῦ ν τὸ |
| book 400b2.2 | „ἀμείνων“, ἵνα λείπῃ τὸ ἐστίν. T |
| book 401.1 | τὸν δ’ οὔτι προσέφη: πῶς οὗτος νεώτερος ὢν τὴν ἐπί‐ |
| book 401.2 | πληξιν ἤνεγκεν, ὁ δὲ Ὀδυσσεὺς καὶ πρεσβύτερος καὶ φρονιμώτερος |
| book 401.3 | ἐπιπληχθεὶς ἐχαλέπηνεν; ῥητέον, διὰ τοῦτο (ἐπεὶ καὶ πρεσβύτερος καὶ |
| book 401.4 | φρονιμώτερός ἐστι) τὴν βλασφημίαν οὐ φέρει· τιμᾶσθαι γὰρ σφᾶς |
| book 401.5.1 | αὐτοὺς οἱ πρεσβύτεροι δεῖν νομίζουσιν. ἄλλως τε οὐχ ὁμοίως ἀμφο‐ |
| book 401.5.2 | τέροις ἐπέπληξε, τὸν μὲν πανοῦργον, τὸν δὲ ἥττω τοῦ πατρὸς εἰπών· |
| book 401.5.3 | ὁ γὰρ τοῦ πατρὸς ἔπαινος ἐμείου τὴν ὕβριν. b(BCE3E4)T πρὸς |
| book 401.5.4 | τούτοις ἐπιπληχθεὶς ὡς λάλος οὐκ ἤμελλεν ἐπιβεβαιοῦν τὸ λάλος εἶναι. |
| book 401.5.5 | b(BE3E4)T |
| book 402.1 | αἰδεσθεὶς βασιλῆος 〈ἐνιπὴν αἰδοίοιο〉: σώφρων, ὃς |
| book 402.2 | οὐδέποτε τοὺς πολεμίους δείσας φοβεῖται τὴν ἐπίπληξιν τοῦ στρα‐ |
| book 402.3 | τηγοῦ. καὶ νῦν μέν, ἵνα μὴ δοκῇ λάλος, ἡσυχάζει, τοῖς γε μὴν ἔργοις |
| book 402.4 | δείξας ἑαυτὸν ἐφάμιλλον τῷ πατρί φησιν· „ἀλκὴν μέν μοι πρῶτον |
| book 402.5.1 | †ὠνείδισας†“ (Ι 34). καὶ τὸ „κρατερόσ“ (Δ 401) νῦν ἔμφασιν ἔχει |
| book 402.5.2 | πληροῦν ὃ παρέλιπεν ὁ βασιλεύς. b(BCE3E4)T |
| book 404a.1 | 〈μὴ ψεύδε’:〉 τὸ πλῆρές ἐστι μὴ ψεύδεο· ἀρκεῖ οὖν ἡ |
| book 404a.2 | ὀξεῖα. Aim |
| book 404b.1 | μὴ ψεύδεαι: ὡς τὸ νήχεαι. | Ἡρωδιανὸς (2,46,23) δὲ |
| book 404b.2 | τὸ ἐντελὲς ψεύδεο φησίν. T |
| book 405a1.1 | ἡμεῖς τοι πατέρων 〈μέγ’ ἀμείνονες εὐχόμεθ’ εἶ‐ |
| book 405a1.2 | ναι〉· παροιμία· „τίς πατέρ’ αἰνέσει, εἰ μὴ κακοδαίμονα τέκνα,“ |
| book 405a1.3 | (Diog. prov. 8, 46). T |
| book 405a2.1 | οὐδεὶς δὲ παρ’ Ὁμήρῳ „πατέρα αἰνέσει, εἰ μὴ κακοδαί‐ |
| book 405a2.2 | μονα τέκνα.“ b(BCE3E4) |
| book 405b | πατέρων μέγ’ ἀμείνονες: ἐν τῷ τῆς ἀρετῆς ἀγῶνι οὐδὲ |
| book 405b.1 | γονεῦσί φησι δεῖν παραχωρεῖν· b(BCE3E4)T φησὶ γοῦν „υἱός |
| book 405b.2 | θ’ υἱωνός τ’ ἀρετῆς πέρι“ (ω 515). T ὕψωσε δὲ καὶ τῷ μέγα καὶ |
| book 405b.3 | τὴν μαρτυρίαν ἐπήγαγεν· τοῦτο δέ, ὅτι οὐ δεῖ ταῖς τῶν προγόνων |
| book 405b.5 | ἀρεταῖς κοσμεῖσθαι. b(BCE3E4)T |
| book 405b.1 | ἡμεῖς τοι πατέρων: περὶ ἑαυτοῦ λέγει—οἱ παῖ‐ |
| book 405b.2 | δες. A |
| book 406a.1 | ἡμεῖς καὶ Θήβης: ὁ τρόπος ἐπαναφορά. b(BCE3E4) | |
| book 406a.2 | καὶ γὰρ στρατεύσαντες οἱ ἐπίγονοι τὰς Θήβας κατέσκαψαν καὶ τὸν |
| book 406a.3 | βασιλέα ἀνεῖλον Λαοδάμαντα b(BCE3E4)T τὸν Ἐτεοκλέους, |
| book 406a.4 | ἐννέα T ὄντες τὸν ἀριθμόν, Αἰγιαλεὺς Ἀδράστου, Θέρσανδρος |
| book 406a.5.1 | Πολυνείκους, Διομήδης Τυδέως, Σθένελος Καπανέως, Ἀλκμαίων καὶ |
| book 406a.5.2 | Ἀμφίλοχος Ἀμφιαράου, Στρατόλαος Παρθενοπαίου, Πολύδωρος |
| book 406a.5.3 | Ἱππομέδοντος, b(BE3E4)T Μέδων Ἐτεόκλου. T |
| book 406b.1 | ἑπταπύλοιο: πρὸς γὰρ ἑπτάχορδον Ἀμφίονος λύραν |
| book 406b.2 | ἡρμόσθη. T |
| book 407a.1 | παυρότερον 〈λαὸν ἀγαγόνθ’—ἄρειον〉: ἀπὸ |
| book 407a.2 | τούτου ἕως τοῦ „κεῖνοι δὲ σφετέρῃσιν“ (Δ 409) ἀθετοῦνται στίχοι |
| book 407a.3 | τρεῖς, ὅτι ἐπιλύει τὸ διὰ τῶν προειρημένων λεγόμενον. καὶ εἰ μὲν ἐφ’ |
| book 407a.4 | ἑαυτοῦ καὶ τοῦ Διομήδους λέγει ἀγαγόντε, ὑγιῶς τὸ δυϊκὸν παρεί‐ |
| book 407a.5.1 | ληπται, ψεῦδος δὲ περιέχει· οὐ γὰρ μόνοι ἐπεστράτευσαν. εἰ δὲ ἐπὶ |
| book 407a.5.2 | πάντων τῶν στρατευσάντων, συγχεῖται τὸ δυϊκὸν καὶ ἐκλύεται ἡ |
| book 407a.5.3 | ἀλκή· γίνονται γὰρ οἱ πατέρες ἀλκιμώτεροι, οὗτοι δὲ διὰ τὸ τοὺς |
| book 407a.5.4 | θεοὺς συνεργεῖν πεπορθηκότες. A |
| book 407b.1 | παυρότερον λαὸν ἀγαγόντε: ἐπεὶ δύο εἰσὶν οἱ κακο‐ |
| book 407b.2 | λογούμενοι. ἔδειξε δὲ καὶ νῦν τὴν σύμπνευσιν αὐτῶν, καὶ „αὐτὰρ ἐγὼ |
| book 407b.3 | Σθένελός τε“ (Ι 48). b(BCE3E4)T |
| book 407c.1 | ὑπὸ τεῖχος ἄρειον: ἤτοι τὸ Ἄρεως ἱερόν· | ἢ τοῦ ἐν |
| book 407c.2 | Τροίᾳ, ὅπερ καὶ βέλτιον. A |
| book 407d | ὑπὸ τεῖχος ἄρειον: τοῦ παυροτέρου λαοῦ βέλτιον· ἢ |
| book 407d | καθ’ ὃ Ἄρεως ἦν ἱερόν, ὡς καὶ ἡ Δίρκη. T |
| book 408.1 | πειθόμενοι τεράεσσι θεῶν: ὑποφαίνει ὡς καὶ νῦν διὰ |
| book 408.2 | δεισιδαιμονίαν οὐκ ἠθέλησαν ἄρχειν τῆς πρὸς τοὺς Τρῶας συμβολῆς, b |
| book 408.3 | (BCE3E4)T ἣν οἱ πατέρες μὴ κτησάμενοι ἀπώλοντο. b(BCE3E4) |
| book 410a.1 | 〈ὁμοίῃ〉 ἔνθεο: Ἀρίσταρχος ἓν ποιεῖ τὸ ἔνθεο ἀντὶ τοῦ |
| book 410a.2 | ἔνθου, ἵνα γένηται Ἀττικόν, ὅμοιον τῷ „μὴ ψεῦσον, ὦ Ζεῦ, 〈τῆς |
| book 410a.3 | ἐπιούσης ἐλπίδοσ〉“ (Ar. Thesm. 870). Ἀπολλώνιος (fr. 15 M.) δὲ |
| book 410a.4 | διαστέλλει τὸ ἔν, ἵνα γένηται ἐν ὁμοία. A |
| book 410b.1 | 〈ὁμοίῃ ἒν θέο τιμῇ:〉 ἀντὶ τοῦ ἐν ὁμοίῃ· οὕτω πᾶσαι. |
| book 410b.2 | Ἀρίσταρχος δὲ „†ἔνθεο τιμήν“. Til |
| book 412a.1 | τέττα: ὅτι προσφώνησίς ἐστι φιλεταιρικὴ ἀμετάφραστος |
| book 412a.2 | καὶ ἀμετάληπτος. A |
| book 412b1.1 | τέττα, σιωπῇ ἧσο: ἐπίδειξις χρηστοῦ ἤθους μὴ δεῖν |
| book 412b1.2 | ταῖς τῶν πατέρων ἐπαίρεσθαι συμφοραῖς. καὶ ἐνδείκνυται μὲν τῷ |
| book 412b1.3 | βασιλεῖ ὡς ἀδίκως ὕβρισται, συγγινώσκει δὲ τῷ καιρῷ. T | τὸ δὲ τέτ‐ |
| book 412b1.4 | τα οἱ μὲν ἐπίρρημα σχετλιαστικόν, οἱ δὲ κατὰ πάθος ἀπὸ τοῦ τέτλαθι, |
| book 412b1.5.1 | οἱ δὲ ὡς βάπτω βαπτίζω βάπτης, οὕτω τέττω τεττίζω—ἤδη γάρ |
| book 412b1.5.2 | τινες ἀξιοῦσι γράφειν „ἔνθ’ ὅ γε τοὺς ἐλεεινὰ κατήσθιε τεττίζοντασ“ |
| book 412b1.5.3 | (Β 314)—τέττης, ἡ κλητικὴ τέττα. AT οὕτω Σωτήρας. A |
| book 412b2.1 | ἔστι δὲ ἐπίδειξις χρηστοῦ ἤθους τὸ μὴ δεῖν ταῖς τῶν πατέ‐ |
| book 412b2.2 | ρων ἐπαίρεσθαι συμφοραῖς. καὶ ἐνδείκνυται τῷ βασιλεῖ ὡς ἀδίκως μὲν |
| book 412b2.3 | ὕβρισται, συγγινώσκει δὲ διὰ τὸν καιρόν. b(BCE3E4) | τὸ δὲ τέττα |
| book 412b2.4 | ἐπίρρημά ἐστι σχετλιαστικὸν ἀντὶ τοῦ νήπιε †πρεσβυτέρου λεγόμενον |
| book 412b2.5 | πρὸς νεώτερον. b(BCE3) |
| book 412c | 〈ἧσο:〉 δασυντέον τὸ ἧσο. Aim b (BCE3) |
| book 412.1 | {σιωπῇ} ἧσο: δασυντέον καὶ ἐκδεκτέον ἀντὶ τοῦ διάτριβε, |
| book 412.2 | ὡς τὸ „ἧμαι ἐνὶ Τροίῃ“ (Ω 542). ἢ ψιλῶς ἀντὶ τοῦ ἔσο, γίνου. T |
| book 412 | ἧσο: οὐκ ἔπρεπεν αὐτὸν—μετὰ σιωπῆς ἔσο. A |
| book 413a1.1 | οὐ γὰρ ἐγὼ νεμεσῶ 〈Ἀγαμέμνονι ποιμένι λαῶν〉: |
| book 413a1.2 | αἰδεῖται μὲν ἀποκρίνεσθαι πρὸς τὸν βασιλέα, οὐ παραλέλοιπε δὲ τὴν |
| book 413a1.3 | εἰς αὐτὸν ἀπόκρισιν ἐν τῷ πρὸς Σθένελον λόγῳ. δέδεικται οὖν καὶ ἐκ |
| book 413a1.4 | τούτου τὸ περὶ τὰς ἀποκρίσεις φιλότιμον αὐτοῦ, ὃ ἔφη „ἀγορῇ δέ τ’ |
| book 413a1.5 | ἀμείνω“ (Δ 400). T |
| book 413a2.1 | αἰδεῖται μὲν ἀποκρίνεσθαι πρὸς τὸν βασιλέα, ὅμως οὐ |
| book 413a2.2 | παραλέλοιπε τὴν εἰς αὐτὸν ἀπόκρισιν ἐν τῷ πρὸς Σθένελον λόγῳ. δέ‐ |
| book 413a2.3 | δεικται οὖν καὶ ἐκ τούτου τὸ περὶ τὰς ἀποκρίσεις αὐτοῦ φιλότιμον· διὰ |
| book 413a2.4 | τοῦτο γὰρ οὐκ ἀντιλέγει, ὅτι ἀμείνονα τοῦ πατρὸς αὐτὸν ἐν τῇ δη‐ |
| book 413a2.5 | μηγορίᾳ εἶπε. b(BCE3E4) |
| book 413-7a1.1 | οὐ γὰρ ἐγὼ νεμεσῶ—δῃωθέντων: νομο‐ |
| book 413-7a1.2 | θετεῖ, ποῖον δεῖ εἶναι περὶ τοὺς ἄρχοντας ὡς καὶ τῆς φθορᾶς καὶ τῆς |
| book 413-7a1 | σωτηρίας μέλλοντας αἰτίαν ἔχειν. T |
| book 413-7a2.1 | νομοθετεῖ δέ, ποῖον δεῖ τὸν ἄρχοντα περὶ τοὺς ἀρχομέ‐ |
| book 413-7a2.2 | νους εἶναι, καὶ μᾶλλον ἐπαινεῖ ὡς αὐτοῦ καὶ τῆς φθορᾶς καὶ τῆς σωτη‐ |
| book 413-7a2.3 | ρίας τὰ τέλη ἀναλαμβάνεσθαι μέλλοντος. b(BCE3E4) |
| book 416 | 〈Ἴλιον ἱρήν:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aint |
| book 420a | 〈ἔβραχε:〉 ἤχησεν. Til |
| book 420b | 〈ἄνακτος:〉 τινὲς τελείαν εἰς τὸ ἄνακτος. Til |
| book 421a.1 | ὀρνυμένου 〈ὑπό κεν ταλασίφρονά περ δέος εἷλεν〉: |
| book 421a.2 | τοῖς ἄνω προσδοτέον τὸ ὀρνυμένου καὶ στικτέον †πρὸ αὐτοῦ† τελείᾳ. |
| book 421a.3 | δύναται δὲ καὶ τοῖς ἑξῆς προσδιδόναι τις αὐτὸ τελείας στιγμῆς πρὸ |
| book 421a.4 | αὐτοῦ οὔσης, ἵν’ ᾖ ὁ λόγος· ὁρμῶντος αὐτοῦ καὶ τὸν ἀνδρεῖον φόβος |
| book 421a.5 | κατέλαβεν. A |
| book 421b.1 | 〈ὑπό κεν ταλασίφρονά περ δέος εἷλεν:〉 προανυψοῖ |
| book 421b.2 | τὸ πρόσωπον Διομήδους. b(BCE3E4)Til |
| book 422.1 | ὡς δ’ ὅτ’ ἐν αἰγιαλῷ 〈πολυηχέϊ〉: οὐ πρὸς τὸν ἦχον, ἀλλὰ τὴν ἐπάλ‐ |
| book 422.2 | ληλον τῶν φαλάγγων φοράν· πορεύονται γὰρ „σιγῇ δειδιότες σημάν‐ |
| book 422.3 | τορασ“ (Δ 431)· Ζέφυρον γὰρ παρέλαβεν ἄνωθεν ἐπικυλίοντα τὰ |
| book 422.4 | κύματα, ἠρεμαίως τε ἄρχεται, ἐπιτείνεται δὲ ὕστερον· διὸ καὶ τὸ |
| book 422.5.1 | „ὑποκινήσαντοσ“ (Δ 423). καὶ νῦν οὕτως αὔξει τὰ τοῦ πολέμου. b |
| book 422.5.2 | (BCE3E4)T |
| book 423a1.1 | Ζεφύρου ὑποκινήσαντος: Πτολεμαῖος ὁ τοῦ Ἀριστο‐ |
| book 423a1.2 | νίκου καὶ Νικίας (fr. 5 B.) καὶ Τυραννίων (fr. 12 P.) ἀναστρέφουσιν. |
| book 423a1.3 | οἱ δὲ ἄλλοι παρέλκειν φασὶ τὴν πρόθεσιν, ἔνθεν καὶ φυλάσσεται ὁ τόνος |
| book 423a1.4 | ὁμοίως τῷ „ἔσκεν ὑφηνίοχοσ“ (Ζ 19) 〈καὶ〉 „Ποσειδάωνος ὑποδμώσ“ |
| book 423a1.5 | (δ 386). A |
| book 423a2.1 | Ζεφύρου ὑποκινήσαντος: Πτολεμαῖος ἀναστρέφει τὴν |
| book 423a2.2 | πρόθεσιν, καλῶς. οἱ δὲ ἄλλοι παρέλκειν αὐτήν φασι καὶ φυλάττουσι |
| book 423a2.3 | τὸν τόνον b(BCE3)T ὡς ἐπὶ τοῦ „ὑφηνίοχοσ“ καὶ „Ποσειδάωνος |
| book 423a2 | ὑποδμώσ“. T |
| book 426a1 | 〈ἐόν:〉 Ἀρίσταρχος διὰ τοῦ ι, „ἰόν“. Aim |
| book 426a2 | ἰόν: οὐκ „ἐόν“. T |
| book 426b.1 | ἀποπτύει δ’ ἁλὸς ἄχνην: πτύελον γὰρ τῆς θαλάσσης |
| book 426b.2 | ἐστὶν ὁ ἀφρός, ὃν ἐρευγομένη ἐκχεῖ· A b (BCE3E4)T διὸ ἀπο‐ |
| book 426b.3 | πτύει φησίν. T | ἄλλοι δὲ καὶ φυκίον φασίν. A |
| book 429-31a | οἱ δ’ ἄλλοι ἀκὴν ἴσαν, οὐδέ κε φαίης / — / |
| book 429-31a.1 | σιγῇ δειδιότες σημάντορας: ἡ διπλῆ, ὅτι ὡς πρὸς ὑποκείμενον |
| book 429-31a.2 | πρόσωπον λέγει οὐδέ κε φαίης (429) ἀντὶ τοῦ οὐδὲ φαίη τις ἄν. | τὸ |
| book 429-31a.3 | δὲ ἑξῆς ἐστιν, οἱ δ’ ἄλλοι ἀκὴν ἴσαν (429) σημάντορας δεδιότες (cf. |
| book 429-31a.5 | 431). τὰ δὲ ἄλλα διὰ μέσου. A |
| book 429-31b.1 | οἱ δ’ ἄλλοι ἀκὴν 〈ἴσαν—σιγῇ〉: ὡς „ἀκὴν ἐγέ‐ |
| book 429-31b.2 | νοντο σιωπῇ“ (Γ 95). b(BCE3)T | τὸ δὲ ἑξῆς οἱ δὲ ἄλλοι ἀκὴν |
| book 429-31b.3 | †ἦσαν† (429) σιγῇ (431). b(BCE3E4)T |
| book 429-30.1 | οὐδέ κε φαίης / τόσσον λαὸν ἕπεσθαι: ἄρρητος ἡ |
| book 429-30.2 | ἐπίνοια σιωπὴν τοσούτου στρατοῦ εἰκάσαντος ἀφωνίᾳ. b(BCE3E4) |
| book 429-30.3 | T |
| book 431.1 | δειδιότες: ἄκρως εὐπειθεῖς Ἕλληνες τοὺς πολεμίους οὐ δε‐ |
| book 431.2 | διότες, ἀλλὰ τοὺς ἡγεμόνας. b(BCE3E4)T |
| book 433.1 | Τρῶες δ’ ὥς τ’ ὄϊες: εἴωθεν ἀεὶ ἀντιπαραβάλλειν τὸ θο‐ |
| book 433.2 | ρυβῶδες τῶν Τρώων. δειλὸν δὲ καὶ κατωφερὲς ἡ ὄϊς. b(BCE3E4)T |
| book 433.1 | πολυπάμονος· πάματα καλεῖται παρὰ—τὸ κτή‐ |
| book 433.2 | σασθαι, ἐκτεινομένου τοῦ α. A |
| book 435.1 | ἀζηχὲς μεμακυῖαι, 〈ἀκούουσαι ὄπα ἀρνῶν〉: ηὔξησε |
| book 435.2 | τὸν θόρυβον παραλαβὼν τὰς ὄϊς ἀντιμηκωμένας τοῖς νεογνοῖς. b |
| book 435 | (BCE3E4)T | ἀζηχές δὲ ἀκατάπαυστον. T |
| book 436.1 | Τρώων ἀλαλητός: λαλητός καὶ ἀλαλητός πλεονασμῷ |
| book 436.2 | τοῦ α. T |
| book 437.1 | οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος: εἰκότως τὸ βάρβαρον |
| book 437.2 | θορυβῶδές ἐστιν· ἑτερόγλωσσον γάρ ἐστιν (cf. Δ 438). ὃ δὲ οὐκ ἔστιν |
| book 437.3 | ὁμόφωνον, τοῦτο ἀνάγκῃ θορυβῶδες. b(BCE3E4)T |
| book 439-40.1 | ὦρσε δὲ τοὺς μὲν Ἄρησ〈—ἄμοτον μεμα‐ |
| book 439-40.2 | υῖα〉: αἱ διπλαῖ, ὅτι διὰ μέσου τῶν Τρωϊκῶν θεῶν τέταχε τὴν Ἀθη‐ |
| book 439-40.3 | νᾶν, καὶ ὅτι Δεῖμος καὶ Φόβος Ἄρεως υἱοί. πλανηθεὶς δὲ Ἀντίμαχος |
| book 439-40.4 | ἵππων Ἄρεως ὀνόματα ἀποδέδωκεν (fr. 37 W.) „Δεῖμος τ’ ἠδὲ |
| book 439-40.5 | Φόβος πόδας αἰνετώ, υἷε θυέλλησ“. A |
| book 439.1 | ὦρσε δὲ τοὺς μὲν Ἄρης: μεγαλοπρεπὴς ἡ φαντασία· δεῖ |
| book 439.2 | γὰρ αὐτοὺς ὅμοια τῶν ἡγουμένων πράσσειν· b(BCE3E4)T ἄλ‐ |
| book 439.3 | λως τε καὶ τὴν πρώτην συμβολὴν μᾶλλον αὔξει. b(BCE3)T |
| book 440a1.1 | Δεῖμός τ’ ἠδὲ Φόβος: δαίμονες ἐκ τῶν ἡμετέρων πα‐ |
| book 440a1.2 | θῶν πεπλασμένοι, οὐ σύμμαχοι. T |
| book 440b1 | 〈ἄμοτον:〉 †ἄτρωτον. Til |
| book 440b2/a2.1 | ἄπληστον, πολύ. b(BCE3) | παραγενέσθαι δὲ αὐτούς |
| book 440b2/a2.2 | φησιν οὐχ ὡς συμμάχους, ἀλλ’ ἐκ τῶν ἡμετέρων ταῦτα παθῶν ἐπλά‐ |
| book 440b2/a2.3 | σατο. b(BCE3E4) |
| book 440b2/a2 | ἄμοτον: ἀπλήρωτον· ἀφ’ οὗ καὶ μότα τὰ ἐπιτιθέμενα τοῖς |
| book 440b2/a2.5 | κοίλοις τραύμασιν ὀθόνια πρὸς ἀναπλήρωσιν τῆς σαρκός. A |
| book 441a1.1 | Ἄρεος ἀνδροφόνοιο κασιγνήτη: ἀπὸ τῆς ὁμοιότη‐ |
| book 441a1.2 | τος τῶν παθῶν πλάττουσι τὰς συγγενείας, ὡς Δεῖμος καὶ Φόβος καὶ |
| book 441a1.3 | „Φύζα, Φόβου κρυόεντος ἑταίρη“ (Ι 2). ἔστιν οὖν †ἀδελφὸς† αὐτῷ |
| book 441a1.4 | τοὺς τρόπους, οὐ ξυγγενὴς ἡ Ἄρεος ἀνδροφόνοιο κασιγνήτη |
| book 441a1.5 | ἑτάρη τε. T |
| book 441a2.1 | ἀπὸ τῆς ὁμοιότητος τῶν παθῶν πλάττει καὶ τὰς συγγε‐ |
| book 441a2.2 | νείας, ὡς Δεῖμος καὶ Φόβος καὶ Ἔρις. ἔστιν οὖν ἀδελφὴ οὐ τῇ συγγε‐ |
| book 441a2.3 | νείᾳ, ἀλλὰ τοῖς τρόποις. b(BCE3E4) |
| book 442-3.1 | ἥ τ’ ὀλίγη μὲν πρῶτα〈—ἐπὶ χθονὶ βαίνει〉: |
| book 442-3.2 | ποιητικῶς ἐσήμανε τῆς Ἔριδος τὸ πάθος. b(BCE3E4)T |
| book 445.1 | ὀφέλλουσα στόνον ἀνδρῶν: ἐκ γὰρ τοῦ ἐρίζειν πλείων |
| book 445.2 | ὁ φόνος γίνεται. b(BCE3E4)T |
| book 447.1 | σύν ῥ’ ἔβαλον ῥινούς, σὺν δ’ ἔγχεα: τὰς μὲν πρὸς τὸ |
| book 447.2 | μηδὲν παθεῖν, τὰ δέ, ἵνα τι δράσωσιν. b(BCE3E4)T |
| book 448a.1 | χαλκεοθωρήκων: 〈ἀτὰρ ἀσπίδεσ〉: ὅτι ἐξ ἐπαναλή‐ |
| book 448a.2 | ψεως λέγει ἀτὰρ ἀσπίδες: προείρηκεν γὰρ „σύν ῥ’ ἔβαλον ῥινούσ“ |
| book 448a.3 | (Δ 447). A |
| book 448b.1 | ὀμφαλόεσσαι: τινὲς ὀμφαλοέσσας T τὰς εὐομφάλους, |
| book 448b.2 | ὡς „ποιητὰς πύλασ“ (cf. Μ 470) εὐποιήτους. b(BCE3)T |
| book 448c.1 | ὀμφαλόεσσαι: ὁτὲ μὲν αὐτὰς „εὐκύκλουσ“ (Ε 453 al.), |
| book 448c.2 | ὁτὲ δὲ „ὀμφαλοέσσασ“ (τ 32 al.) καλεῖ, τὴν ἀπὸ κέντρου πρὸς τέλος |
| book 448c.3 | τυπῶν αὐτῶν ἰσότητα, καὶ „πάντος’ ἐΐσασ“ (cf. Γ 347 al.). b(BCE3E4) |
| book 448c.4 | T |
| book 449.1 | ὀρυμαγδός: ὀρυμαγδός ἐστι πολέμου ἦχος, ἔχων κτύπον |
| book 449.2 | ὅπλων, στρατιωτῶν ἀλαλαγμόν, ἡγητόρων παράκλησιν, εὐχὴν |
| book 449.3 | ἀγωνιώντων, οἰμωγὴν ἀπολλυμένων, θρῆνον ἐπὶ πεπτωκόσιν. ἔστιν |
| book 449.4 | οὖν ὀρυμαγδός, ἔνθα ὄρνυται ὅμαδος. A b (BE3E4)T |
| book 450a.1 | οἰμωγή τε καὶ εὐχωλή: Θουκυδίδης „πάντα ὁμοῦ |
| book 450a.2 | ἀκοῦσαι,“ φησίν (7,71,4), „ὀλοφυρμὸς βοή, κρατοῦντες κρατού‐ |
| book 450a.3 | μενοι“. καὶ Γοργίας (Vors.6 82 B 27)· „ἀνεμίσγοντο δὲ λιταῖς ἀπειλαὶ |
| book 450a | καὶ εὐχαῖς οἰμωγαί“. T |
| book 450b.1 | οἰμωγή τε καὶ εὐχωλή: ἀκριβῶς ἔχει ἡ λέξις· πρό‐ |
| book 450b.2 | τερον γὰρ ὁ παθὼν ἀνοιμώζει, εἶτα ὁ δράσας ἐπ’ αὐτῷ μεγαλαυ‐ |
| book 450b.3 | χεῖ. b(BCE3E4)T |
| book 451a.1 | 〈ὀλλύντων τε καὶ ὀλλυμένων:〉 ὅτι πρὸς τὸ δεύτερον |
| book 451a.2 | πρῶτον ἀπήντηκεν· ἡ γὰρ εὐχωλὴ τῶν ὀλλύντων. Aint |
| book 451b.1 | 〈ῥέε δ’ αἵματι γαῖα:〉 ἐμφαντικῶς· οὐ γὰρ εἶπεν ἐρ‐ |
| book 451b.2 | ραίνετο, ἀλλ’ ὡσεὶ λέγοις ‘ἐπήγαζεν αἷμα‘. b(BE3E4)T |
| book 452-5.1 | ὡς δ’ ὅτε χείμαρροι〈—ἔκλυε ποιμήν〉: |
| book 452-5.2 | ἔστιν ἀκοῦσαι δύο ποταμῶν ἤχου. πανταχόθεν δὲ αὐτῶν ηὔξησε τὸν |
| book 452-5.3 | ἦχον· οὐ γὰρ διὰ πεδίων, ἀλλ’ ἐξ ὄρους ῥέουσιν, ἵνα μὴ ῥύσις, ἀλλ’ |
| book 452-5.4 | ἐμβολὴ ὕδατος ᾖ· καὶ εἰς τὸν αὐτὸν τόπον καταφέρονται, τῇ συμπτώ‐ |
| book 452-5.5.1 | σει τῶν ῥευμάτων πολὺν ἀπεργαζόμενοι τὸν ἦχον· καὶ κρουνῶν ἐκ |
| book 452-5.5.2 | μεγάλων (454) προστίθησι, τῷ πλήθει τοῦ καταρρήσσοντος ὕδα‐ |
| book 452-5.5.3 | τος τραχὺν τὸν ψόφον ἐγείρων· καὶ τὸ κοίλωμα δὲ τὸ δεχόμενον |
| book 452-5.5.4 | αὐτοὺς μισγάγκεια (cf. 453) εἴρηται, τραχυνόμενον τῇ ὀνοματο‐ |
| book 452-5.5.5 | ποιΐᾳ καὶ †συναπειλοῦν† τῷ ῥεύματι. ἴσως δὲ καὶ b(BCE3)T δύο |
| book 452-5.10.1 | τοὺς ποταμοὺς παρέλαβεν οὐκ αὐξήσεως μόνον ἕνεκεν, ἀλλ’ ὅτι |
| book 452-5.10.2 | εἰσὶ καὶ τὰ στρατεύματα δύο, καὶ τούτους ἐμπίπτοντας ἀλλήλοις· |
| book 452-5.10.3 | καὶ γὰρ οἱ στρατοὶ ἀλλήλοις ἐπεφέροντο. b(BCE3E4)T |
| book 452a.1 | χείμαρροι: Πτολεμαῖος ὁ Ἀσκαλωνίτης (p. 44 B.) |
| book 452a.2 | παροξύνει, ἐπεὶ τὸ ἑνικόν ἐστι χειμάρρους· Νικίας (fr. 6 B.) δὲ ὡς |
| book 452a.3 | εὔζωνοι, καὶ μήποτε πιθανώτερον, ἵνα ἐκ τοῦ χειμάρροος ᾖ γεγονός, |
| book 452a.4 | εἴ γε μᾶλλον ἐντελέστερον οἶδε τὸ ἑνικὸν ἐν τῇ συνθέσει ἤπερ τὸ |
| book 452a.5.1 | συνηλειμμένον· „ὅσσους Ἑλλήσποντος ἀγάρροοσ“ (Β 845), „στήῃ |
| book 452a.5.2 | ἐπ’ †ὠκυρρόῳ† ποταμῷ“ (Ε 598), „ἐς ποταμὸν εἰλεῦντο βαθύρ‐ |
| book 452a.1 | ροον“ (Φ 8), „ἀψορρόου Ὠκεανοῖο“ (Σ 399). σπανίως δὲ τὸ ἕτερον· |
| book 452a.2 | „χειμάρρους κατ’ ὄρεσφιν †ὄπαζεν“ (Λ 493), „ποταμῷ πλήθοντι |
| book 452a.3 | ἐοικώς / χειμάρρῳ“ (Ε 87—8). τὸ μέντοι γε ἁπλοῦν ἀεὶ ἐντελῶς |
| book 452a.10 | ἀποφαίνεται ῥόος· „ὤθει δ’ ἐν σάκεϊ πίπτων ῥόοσ“ (Φ 241). A |
| book 452b.1 | 〈ὄρεσφι:〉 τὸ ς ἔδωκεν ἡ συγκοπή, ὡς θεόφατον „θέσφα‐ |
| book 452b.2 | τον“ (Θ 477). Til |
| book 453.1 | 〈μισγάγκειαν:〉 τὸ ἄγκος, εἰς ὃ μίγνυνται οἱ ποταμοί. |
| book 453.2 | Aint b (BCE3E4)Til |
| book 453-6.1 | ἐς μισγάγκειαν〈—μισγομένων〉: τὸ ἑξῆς |
| book 453-6.2 | „ὡς δ’ ὅτε χείμαρροι κατ’ ὄρεσφι ῥέοντεσ“ (Δ 452) / ἐς μισγάγκειαν |
| book 453-6.3 | συμβάλλετον τὸ ὕδωρ ἐκ τῶν κρουνῶν ἔσω τῆς χαράδρας, b |
| book 453-6.4 | (BCE3)T ὣς τῶν μισγομένων (456). b(BCE3) |
| book 454.1 | 〈κρουνῶν:〉 κρουνοὶ {δὲ} στεναί τινες καὶ βαθεῖαι ἐκ‐ |
| book 454.2 | ρύσεις. b(BE3E4) |
| book 454 | χαράδρης: τῆς ἐγχαράξεως—τῇ φορᾷ τοῦ ὕδατος. A |
| book 455a1.1 | τῶν δέ τε τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε |
| book 455a1.2 | ποιμήν: γράφεται τηλόσε, εἰς μακρὰν ἀφικνουμένων τῶν ψόφων. |
| book 455a1.3 | ἄμεινον δὲ τὸ „τηλόθι“. †ἀποκεκλεῖσθαι† δέ που χειμῶνος ὄντος ὁ |
| book 455a1.4 | ποιμήν. T |
| book 455a2.1 | εἰς μακράν, φησίν, ἀφικνουμένων ὁ ψόφος ἀκούεται. |
| book 455a2.2 | ἄμεινον δὲ „τηλόθι“ γράφειν καὶ πρὸς τὸν ποιμένα ἀποδιδόναι· |
| book 455a2.3 | ἀποκέκλεισται γὰρ τηλόθι που χειμῶνος ὄντος ὁ ποιμήν. b(BCE3) |
| book 456a.1 | 〈ἰαχή τε φόβος τε:〉 ὅτι τὴν μετὰ δέους φυγὴν φό‐ |
| book 456a.2 | βον εἴρηκεν. Aint |
| book 456b | 〈ἰαχή τε φόβος τε:〉 Ἀρίσταρχος „ἰαχή τε πόνος |
| book 456b | τε“· οὐ γὰρ γέγονέ πω φυγή. Aim |
| book 456c.1 | {ὣς τῶν μισγομένων γένετ’ ἰαχή τε} φόβος τε: Ἀρί‐ |
| book 456c.2 | σταρχος „πόνοσ“· οὔπω γὰρ γέγονε φυγή. | ἀλλ’ ἐὰν „πόνοσ“ ᾖ, |
| book 456c.3 | ἐνέργειαν, ἐὰν δὲ φόβος, τὸ δέος δηλοῖ ὁμοίως τῷ τοῦ ποιμένος |
| book 456c.4 | φόβῳ. T |
| book 457a.1 | πρῶτος δ’ Ἀντίλοχος: ὅτι οὐ κατὰ τὸ ἐσθλὸν |
| book 457a.2 | πρῶτον Ἀντίλοχον ἀναιροῦντα παράγει, ἀλλ’ ὅτι τάχιστον αὐτὸν |
| book 457a.3 | †παρασυνίστησι† διὰ τῶν ἄλλων καὶ εὐκίνητον. A |
| book 457b.1 | πρῶτος δ’ Ἀντίλοχος: τοῦτο χαρίζεται αὐτῷ, ἐπεὶ |
| book 457b.2 | ἄλλην ἀριστείαν αὐτοῦ οὐ γράφει. ἄλλως τε καὶ ζηλοῖ τὸν πατέρα |
| book 457b.3 | —„πρῶτος ἐγὼν ἕλον ἄνδρα“ (Λ 738)—καὶ θεατὴν αὐτὸν ἔχει. b |
| book 457b.4 | (BCE3E4)T καὶ „Ἀντίλοχ’, οὔτις σεῖο νεώτερος ἄλλος Ἀχαιῶν“ |
| book 457b.5.1 | (Ο 569): T θερμότητος οὖν νεωτερικῆς τὸ ἔργον. b(BCE3E4)T |
| book 457b.5.2 | ἢ Τρῶες καταφρονοῦντες Νέστορος κατὰ τοῦτο μᾶλλον ἐνέκρουσαν τὸ |
| book 457b.5.3 | μέρος. b(BE3E4)T |
| book 457-8.1 | 〈ἕλεν ἄνδρα κορυστήν / ἐσθλὸν ἐνὶ προμάχοι‐ |
| book 457-8.2 | σι:〉 συναπτέον κορυστὴν ἐσθλόν, ἵν’ ᾖ τὸ ἑξῆς 〈***〉. Aim |
| book 458a.1 | 〈Θαλυσιάδην Ἐχέπωλον:〉 ὅτι ἄδηλον πότερον |
| book 458a.2 | κύριον, ὁ Θαλυσιάδης ἢ ὁ Ἐχέπωλος. Aint |
| book 458b.1 | Θαλυσιάδην Ἐχέπωλον: κύριον τὸ δεύτερον· ἐπι‐ |
| book 458b.2 | θετικῶς γὰρ ὅτε φησί, „ταχυπώλων“ (Δ 232 al.) λέγει καὶ „εὔπωλον“ |
| book 458b.3 | (Ε 551 al.) καὶ „αἰολοπώλουσ“ (Γ 185). καὶ πατρωνυμικοῖς ἀντὶ |
| book 458b.4 | κυρίων οὐ χρῆται, ὅτι μὴ ἐπὶ τοῦ „καὶ Ἀργεάδην πολύμηλον“ (Π |
| book 458b.5.1 | 417). A b (BCE3)T | πῶς οὐκ Αἴας πρῶτος—αἰνισσόμενος |
| book 458b.5.2 | κράτος. A |
| book 459 | 〈φάλον:〉 τὸ τετυφωμένον. Til |
| book 460-1a1.1 | 〈ἐν δὲ μετώπῳ πῆξε—ὄσσε κάλυψεν:〉 |
| book 460-1a1.2 | ἱκανὴ μὲν καὶ ἡ αἰφνίδιος ὁρμὴ καὶ ἡ ἀπρόοπτος πληγή, εἰ καὶ |
| book 460-1a1.3 | καιρία μὴ ἦν, εἰς τὸ θανατῶσαι. νῦν δὲ καὶ ἄμφω ἐπισυμβαίνει· καὶ |
| book 460-1a1.4 | γὰρ καὶ αὐτῆς τῆς μήνιγγος ἥψατο, ἣ διείργει τὸν ἐγκέφαλον ἄνω καὶ |
| book 460-1a1.5.1 | κάτω κειμένη καὶ μόνως περιφυλάττουσα· ἄχρι γὰρ τῆς τοῦ ἐγκε‐ |
| book 460-1a1.5.2 | φάλου βάσεως αὐτῆς εἰσέθορε τὸ δόρυ. σημείωσαι δὲ ὅτι τοὺς περὶ |
| book 460-1a1.5.3 | κεφαλὴν βαλλομένους ἀνωδύνως φησὶ τελευτᾶν· „τόν ῥ’† ἔβαλε |
| book 460-1a1.5.4 | κεφαλὴν ὑπ’† οὔατος, ὦκα δὲ θυμός / ᾤχετ’ ἀπὸ μελέων“ (Ο 433 et Ν |
| book 460-1a1.5.5 | 671—2), „αὐτὰρ ἔπειτ’ Εὐρύαλον †πέτρῳ βάλε / μέσην† κὰκ κεφαλήν |
| book 460-1a1.10.1 | / ἀμφὶ δέ †οἱ† θάνατος χύτο“ (Π 411—2. 414)· τοῦ κυρίου γὰρ τρω‐ |
| book 460-1a1.10.2 | θέντος τόπου καιρίως ἀκολουθεῖ θάνατος τῇ πληγῇ, οὐδὲ ὀλίγον χρό‐ |
| book 460-1a1.10.3 | νον εἰς ἀντίληψιν τῆς ὀδύνης παρέχων. καὶ ἐπὶ ὀμφαλοῦ †ταὐτὸ† |
| book 460-1a1.10.4 | „ἔνθα μάλιστα / γίνετ’ Ἄρης ἀλεγεινόσ“ (Ν 458—9), „ἀντικρὺ δὲ |
| book 460-1a1.10.5 | διέσχε παρ’ ὀμφαλόν / γνὺξ δ’ ἔριπ’ οἰμώξασ“ (Υ 416—7)· οἱ γὰρ |
| book 460-1a1.15.1 | περὶ γαστέρα τόποι νευρώδεις ὄντες τὴν ἀπὸ τῶν ἡγεμονικῶν |
| book 460-1a1.15.2 | αἴσθησιν πλειόνως δέχονται. b(BE3E4) |
| book 460-1a2.1 | ἐν δὲ μετώπῳ πῆξεν〈—ὄσσε κάλυψεν〉: |
| book 460-1a2.2 | ἱκανὴ μὲν καὶ ἡ τῆς πληγῆς ἔκπληξις †ἄπειρος† οὖσα θανατῶσαι· ἢ |
| book 460-1a2.3 | καὶ τῆς μήνιγγος, ἣ διείργει τὸν ἐγκέφαλον, διῃρημένης καὶ τοῦ |
| book 460-1a2.4 | δόρατος ἄχρι τῆς τοῦ ἐγκεφάλου βάσεως εἰσθορόντος. σημείωσαι δὲ |
| book 460-1a2.5.1 | ὅτι τοὺς περὶ κεφαλὴν βαλλομένους ἀνωδύνως φησὶ τελευτᾶν· „τόν |
| book 460-1a2.5.2 | ῥ’ †ἔβαλε† κεφαλὴν ὑπὲρ οὔατος, ὦκα δὲ θυμός / ᾤχετ’ ἀπὸ μελέων“, |
| book 460-1a2.5.3 | „αὐτὰρ ἔπειτ’ Εὐρύαλον †ἀπεσσύμενον† βάλε πέτρῳ / †μέσην† |
| book 460-1a2.5.4 | κὰκ κεφαλήν· ἡ δ’ ἄνδιχα πᾶσα κεάσθη / ἐν κόρυθι βριαρῇ. ὁ δ’ ἄρα |
| book 460-1a2.5.5 | πρηνὴς ἐπὶ γαίῃ / κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο“ (Π 411—4)· |
| book 460-1a2.10.1 | τοῦ κυρίου γὰρ τρωθέντος τόπου ἅμα τῇ πληγῇ ὁ θάνατος, οὐδὲ |
| book 460-1a2.10.2 | ὀλίγον χρόνον εἰς ἀντίληψιν τῆς ὀδύνης παρέχων. ἐπὶ δὲ ὀμφαλοῦ |
| book 460-1a2.10.3 | „ἔνθα μάλιστα / γίνετ’ Ἄρης ἀλεγεινόσ“, „ἀντικρὺ δὲ διέσχε |
| book 460-1a2.10.4 | παρ’ ὀμφαλόν / γνὺξ δ’ ἔριπ’ οἰμώξασ“· οἱ γὰρ περὶ γαστέρα τόποι |
| book 460-1a2.10.5 | νευρώδεις ὄντες τὴν ἀπὸ τῶν ἡγεμονικῶν αἴσθησιν δέχονται. T |
| book 462a.1 | ἤριπε δ’, ὡς ὅτε πύργος: ὕπτιος γὰρ ἔπεσεν ὑπὸ |
| book 462a.2 | τῆς ὁρμῆς τοῦ δόρατος. b(BCE3)T |
| book 462b | ἤριπε: εἰς τὴν ἔραν ἔπεσεν. b(BE4)T |
| book 463.1 | τὸν δὲ πεσόντα 〈ποδῶν ἔλαβε κρείων Ἐλεφή‐ |
| book 463.2 | νωρ〉: ὅτι ἀπὸ τῆς πληγῆς πέπτωκε· τοὺς γὰρ πόδας τοῖς πολε‐ |
| book 463.3 | μίοις δέδωκεν. A |
| book 465-6.1 | ἕλκε δ’ ὑπὲκ βελέων 〈λελιημένος ὄφρα τάχιστα |
| book 465-6.2 | / τεύχεα συλήσειε〉: διαστολὴ βραχεῖα βελέων (465). τἆλλα δὲ |
| book 465-6.3 | συναπτέον λελιημένος ὄφρα τάχιστα (465). A |
| book 465.1 | ἕλκε δ’ ὑπὲκ βελέων: εἰς τὸ βελέων ὀλίγη διαστολή. |
| book 465.2 | T | ἡ ὑπό τὸν ὑποκύψαντα δηλοῖ, ἡ δὲ ἔξ τὴν ἔξω τοῦ κειμένου φο‐ |
| book 465.3 | ράν. b(BCE3E4)T |
| book 466.1 | τεύχεα συλήσειε· 〈μίνυνθα δέ οἱ γένεθ’ ὁρμή〉: |
| book 466.2 | δικαίως κολάζεται ὁ αἰσχροκερδής, δέον τῶν ζώντων ἅπτεσθαι. b |
| book 466.3 | (BCE3)T |
| book 468-9.1 | 〈πλευρά, τά οἱ—ἐξεφαάνθη, / οὔτησε:〉 τὸ |
| book 468-9.2 | ἑξῆς πλευρὰ οὔτησε, τὰ δὲ λοιπὰ διὰ μέσου. Aim |
| book 468a.1 | πλευρὰ〈—〉ἐξεφαάνθη: καὶ ἡμεῖς εἴδομεν αὐτοῦ |
| book 468a.2 | τὰ πλευρά. καίριος δὲ ἡ πληγὴ κατὰ καρδίας ἢ πνεύμονος ἐνεχθεῖσα. |
| book 468a.3 | b(BCE3E4)T |
| book 468b.1 | παρ’ ἀσπίδος ἐξεφαάνθη: ἀντὶ τοῦ παρενεχθέντος |
| book 468b.2 | τοῦ ὅπλου. διδάσκει δὲ μηδὲν ἀπερισκέπτως ποιεῖν. b(BCE3E4)T |
| book 470.1 | ἐπ’ αὐτῷ δ’ ἔργον ἐτύχθη: ἀνανεοῦται τὴν στάσιν |
| book 470.2 | καὶ ὑπεκκαύματα δίδωσι τὰς τῶν ἀριστέων πτώσεις καὶ τὸν πόλεμον |
| book 470.3 | ἐπιφανέστερον ποιεῖ. ἱκανὴν δὲ πίστιν ἐπάγει τοῖς λόγοις ὡς αὐτό‐ |
| book 470.4 | πτης ὤν. b(BCE3)T |
| book 470-1.1 | ἔργον ἐτύχθη / ἀργαλέον Τρώων καὶ Ἀχαιῶν: |
| book 470-1.2 | ἤλλακται ἡ φράσις· πρῶτοι γὰρ ὥρμησαν Ἕλληνες δι’ Ἐλεφήνορα |
| book 470-1 | πεσόντα. b(BCE3)T |
| book 472.1 | ἐδνοπάλιζεν: δονῶ δονοπίζω, πλεονασμῷ δονοπαλίζω, |
| book 472.2 | συγκοπῇ δνοπαλίζω, ὡς πυκτεύω „πυκταλεύω“ (Sophr. fr. 111 K.). |
| book 472.3 | AT σημαίνει δὲ κατέβαλ〈λ〉ε〈ν〉· „τὰ σὰ ῥάκεα δνοπαλίξεισ“ (ξ |
| book 472.4 | 512). T |
| book 473-9.1 | Ἀνθεμίωνος υἱὸν〈—δαμέντι〉: οὐ ψιλὸν τοῦ |
| book 473-9.2 | τετρωμένου τὸ ὄνομα τέθεικεν, ἀλλὰ καὶ τὴν αἰτίαν, δι’ ἣν ἐκαλεῖτο |
| book 473-9.3 | Σιμοείσιος, καὶ τοῦ πατρὸς τὸ ὄνομα καὶ τὸ χωρίον, ἐν ᾧ ἐτέχθη, καὶ |
| book 473-9.4 | ἐπὶ τί πορευομένη ἡ μήτηρ ἔτεκεν αὐτόν, καὶ τὴν ἡλικίαν ἣν ἔχων |
| book 473-9.5.1 | ἀπέθανεν, ὅτι ἠΐθεος ἦν. ταῦτα δὲ εἶπε πολλὴν πίστιν ἐπιφέρων τῷ |
| book 473-9.5.2 | λόγῳ ὡς αὐτόπτης ὤν. b(BE3E4)T |
| book 474 | 〈ἠΐθεον:〉 τὸν ἰσόθεον ἡλικίαν ἔχοντα. Til |
| book 475 | Ἴδηθεν: Ἴδη ἐστὶν—ἀπ’ αὐτῶν πάντα καθορᾶν. A |
| book 476.1 | μῆλα ἰδέσθαι: μῆλα ὁ ποιητὴς τὰ πρόβατα καὶ τὰς αἶ‐ |
| book 476.2 | γας, †ἡρόδικος† δὲ τὰ τετράποδα πάντα. b(BCE3E4)T |
| book 477-8.1 | 〈οὐδὲ τοκεῦσι / θρέπτρα φίλοις ἀπέδωκε:〉 δι‐ |
| book 477-8.2 | δάσκει μὴ καραδοκεῖν τὴν ἀπὸ παίδων †γηρωκομίαν. b(BCE3E4)Til |
| book 478.1 | θρέπτρα {φίλοις}: ὅτι Ζηνόδοτος γράφει χωρὶς τοῦ ρ. |
| book 478.2 | λέγεται δὲ θρεπτὰ τὰ τεθραμμένα, θρέπτρα δὲ σὺν τῷ ρ τὰ θρεπτή‐ |
| book 478.3 | ρια, ὥσπερ λύτρα τὰ λυτήρια. A |
| book 480 | 〈πρῶτον:〉 ἐν τοῖς προμάχοις δηλονότι. b(BCE3E4)Til |
| book 480-2.1 | 〈βάλε στῆθος παρὰ μαζὸν—χαμαὶ πέσεν:〉 |
| book 480-2.2 | καίριος ὁ τόπος· διελθὸν γὰρ τὸν πνεύμονα περὶ τὸν ὦμον ἀνέσχεν. |
| book 480-2 | b(BCE3E4) |
| book 482.1 | πέσεν αἴγειρος ὥς: μέχρι τούτου τὰ τῆς ὁμοιώσεως. |
| book 482.2 | τὰ δὲ λοιπὰ ἐκ περιουσίας ἐναβρυνόμενός φησι καὶ διώκων ἡδονήν. |
| book 482.3 | b(BCE3)T ποιητικὴ δὲ ἡ ἀναστροφή, οὐ μετρική. b(BE3E4)T |
| book 483a | 〈ἐν εἱαμενῇ:〉 τὸ εἱαμενή δασυντέον ἀπὸ τῆς ἕσεως. Aim |
| book 483b.1 | ἥ ῥά τ’ ἐν εἱαμενῇ: καὶ ἀλλαχοῦ „αἰγείρων ὑδατο‐ |
| book 483b.2 | τρεφέων“ (ρ 208). εἱαμενὴ δὲ ἡ συνεστηκυῖα τῶν ὑδάτων συμβολή· |
| book 483b.3 | εἱμένη εἱαμένη εἱαμενή, ὡς δεξαμενή. | δασυντέον δὲ τὸ εἱαμενῇ |
| book 483b.4 | παρὰ τὴν ἕσιν. T |
| book 483c.1 | ἐν εἱαμενῇ: ἐν καθύδρῳ καὶ βοτανώδει τόπῳ. | ὠνο‐ |
| book 483c.2 | μάσθη δὲ ἀπὸ τῆς ἐγέρσεως αὐτῶν καὶ ἀναδόσεως. | παρὰ τὴν ἕσιν |
| book 483c.3 | (ἕσιν δὲ λέγει τὴν ἀνάδοσιν τῶν φυτῶν). ἢ ῥειαμενή τις οὖσα, ὁ |
| book 483c.4 | καταρρεόμενος τόπος, κατὰ ἀφαίρεσιν τοῦ ρ. ἢ γέγονεν ἀπὸ τοῦ |
| book 483c.5.1 | ἡμένη, ὁ ὁμαλὸς τόπος, ὡς δεξάμενος δεξαμενή, ἀκεσσάμενος ἀκεσσα‐ |
| book 483c.5.2 | μενή, εἶτα κατὰ διάλυσιν τοῦ η εἰς ε καὶ α ἑαμενή, ὡς ἥλω ἑάλω, |
| book 483c.5.3 | ἤγη ἐάγη, καὶ κατὰ πλεονασμὸν τοῦ ι 〈ε〉ἱαμενή. A |
| book 484.1 | ἀτάρ τέ οἱ ὄζοι ἐπ’ ἀκροτάτῃ πεφύασιν: τὰ γὰρ |
| book 484.2 | ἄοζα ἕτοιμα πρὸς κάμψιν. παρυδατίῳ δὲ φυτῷ εἴκασε τὸν παρὰ |
| book 484.3 | ποταμὸν γεγενημένον. b(BCE3E4)T |
| book 486 | {ὄφρ’} ἴτυν {κάμψῃ}: παντὸς περιφεροῦς τὸ τελευταῖον |
| book 486 | μέρος. T |
| book 487a.1 | ἡ μέν τ’ ἀζομένη 〈κεῖται ποταμοῖο παρ’ ὄ‐ |
| book 487a.2 | χθασ〉: ὅτι τὴν αἰτίαν ἐν ἄλλοις παραδίδωσι, δι’ ἣν παρὰ ταῖς τῶν |
| book 487a.3 | ποταμῶν ἀναβολαῖς τίθεται τὰ δρυοτομούμενα ξύλα· „ὡς δ’ ὁπότε |
| book 487a.4 | πλήθων ποταμὸς πεδίον 〈δὲ〉 κάτεισι, / χειμάρρους κατ’ ὄρεσφιν |
| book 487a.5.1 | ὀπαζόμενος Διὸς ὄμβρῳ, / πολλὰς δὲ δρῦς ἀζαλέας, πολλὰς δέ τε |
| book 487a.5.2 | πεύκασ“ (Λ 492—4). τούτου χάριν, ἵνα κατάγηται ὑπὸ τοῦ ῥεύ‐ |
| book 487a.5.3 | ματος. A |
| book 487b.1 | ποταμοῖο παρ’ ὄχθας: πρὸς τὸ ἀχθῆναι ὑπὸ τοῦ ποτα‐ |
| book 487b.2 | μοῦ, b(BCE3E4)T „πολλὰς δὲ δρῦς ἀζαλέας, πολλὰς δέ τε πεύ‐ |
| book 487b.3 | κας / εἰσφέρεται“ (Λ 494—5). τίς δὲ παραπλέων ποταμὸν οὐχ ὑπο‐ |
| book 487b.4 | μνησθήσεται τοῦ ἔπους; b(BCE3)T |
| book 488 | τοῖον: πεσόντα ἢ ὄντα. T |
| book 489-90.1 | Ἄντιφος ... / Πριαμίδης: ἐπεὶ καὶ Ἰθακήσιος |
| book 489-90.2 | Αἰγυπτίου υἱός (sc. β 19). T |
| book 490.1 | 〈ἀκόντισεν ὀξέϊ δουρί:〉 ἐν ἄλλῳ „ἀκόντισε δουρὶ φα‐ |
| book 490.2 | εινῷ“. Aim |
| book 491a.1 | 〈τοῦ μὲν ἅμαρθ’, ὁ δὲ Λεῦκον Ὀδυσσέος ἐσθλὸν |
| book 491a.2 | ἑταῖρον:〉 ὅτι συγχεῖται τὰ τῆς τάξεως διὰ τὴν τοῦ πολέμου ταρα‐ |
| book 491a.3 | χήν. Aint |
| book 491b.1 | Ὀδυσσέος ἐσθλὸν ἑταῖρον: πῶς ἑταῖρον αὐτόν φησιν |
| book 491b.2 | Ὀδυσσέως μὴ στρατευομένων Ἰθακησίων πλησίον Σαλαμινίων; ἑταῖ‐ |
| book 491b.3 | ρον οὖν οὐ τὸν πολίτην, ἀλλὰ τὸν συνεργόν φησιν· τί γὰρ ἄτοπον, εἰ |
| book 491b.4 | Σαλαμίνιος ὢν ἑταῖρός ἐστιν Ὀδυσσεῖ; b(BCE3E4)T Ἀρίσταρ‐ |
| book 491b.5.1 | χος δὲ ὡς ποιητικὸν παραιτεῖται. T οἱ δέ, ὅτι συγκέχυται ἡ μάχη, |
| book 491b.5.2 | b(BCE3E4)T ὡς καὶ „ἀνὴρ ἄνδρ’ ἐδνοπάλιζεν“ (Δ 472). T ἢ |
| book 491b.1 | ὅτι Αἴας ἐπῄει τὰς τάξεις βοηθῶν· καί που γὰρ Ὀδυσσεῖ βοηθεῖ, ὡς |
| book 491b.2 | δηλοῖ ἡ πεδιὰς μάχη (cf. Λ 473—86), καί που Μενεσθεῖ βοηθεῖ ἐν τῇ |
| book 491b.3 | τειχομαχίᾳ (cf. Μ 370 sq.) καὶ Μενέλαος αὐτὸν ἄγει ἐπὶ Πάτροκλον |
| book 491b.10 | (cf. Ρ 120—2). b(BCE3E4)T |
| book 492a.1 | βεβλήκει βουβῶνα, νέκυν: βραχὺ διασταλτέον ἐπὶ τὸ |
| book 492a.2 | βουβῶνα. | οὐκ ἀναγκαῖον δὲ ἐκτείνειν τὴν τελευταίαν τοῦ νέκυν |
| book 492a.3 | διὰ τὸ μέτρον· ἀπήρτικε γὰρ εἰς μέρος λόγου. A |
| book 492b.1 | βεβλήκει βουβῶνα: ἐμπεφύκασι μεγάλαι ἀρτηρίαι καὶ |
| book 492b.2 | φλέβες τοῖς βουβῶσιν αἱμορραγίας ποιοῦσαι, αἳ βοηθούμεναι μὲν ἐπι‐ |
| book 492b.3 | κίνδυνοι, ἀμελούμεναι δέ εἰσι θανατώδεις. b(BCE3E4)T |
| book 493.1 | ἤριπε δ’ ἀμφ’ αὐτῷ, νεκρὸς δέ οἱ ἔκπεσε: ὡς ἐκεῖ „μί‐ |
| book 493.2 | νυνθα δέ οἱ γένεθ’ ὁρμή“ (Δ 466). περὶ ὃ δὲ μάλιστα ἐσπούδαζον, τού‐ |
| book 493.3 | του στερῶν αὐτοὺς ὁ ποιητὴς κολάζει. b(BCE3)T |
| book 494-5.1 | τοῦ δ’ Ὀδυσεὺσ〈—〉ἀποκταμένοιο χολώθη, / |
| book 494-5.2 | βῆ δὲ διὰ προμάχων: „ἀρνύμενος ἥν τε ψυχήν“ (α 5). T |
| book 496.1 | στῆ δὲ μάλ’ ἐγγὺς ἰών: ἐγγὺς ἰών τοῦ Λεύκου ὑπερα‐ |
| book 496.2 | σπίζων. b(BCE3E4)T |
| book 497a.1 | ἀμφὶ ἕ {παπτήνας}: δασυντέον τὸ ε καὶ ὀρθοτονητέον· |
| book 497a.2 | μεταλαμβάνεται γὰρ εἰς σύνθετον. A |
| book 497a | ἑαυτόν. Aint |
| book 497b.1 | ἀμφὶ ἓ παπτήνας: οἰκεῖον τῷ προνοητικῷ Ὀδυσσεῖ, |
| book 497b.2 | οὐχ ὡς ὁ Ἐλεφήνωρ (cf. Δ 465—9). οὗτος δὲ περισκοπεῖ, μή τι γυμνὸν |
| book 497b.3 | εἴη τοῦ σώματος. b(BCE3E4)T |
| book 497c.1 | κεκάδοντο: διὰ τὴν τοῦ δόρατος ὁρμὴν οἱ μὲν ἔνθεν, οἱ δὲ |
| book 497c.2 | ἐκεῖθεν ἐχωρίσθησαν. b(BCE3E4)T |
| book 499a | νόθον: τὸν οὐ γνήσιον υἱόν, ἀλλ’ ἐκ—Πολυμήλη. | |
| book 499a | γίνεται δὲ νόθος †νόθιος† καὶ ἐν ὑπερθέσει ὀθνεῖος. A |
| book 499b.1 | Δημοκόωντα: πρῶτος τῶν Πριαμιδῶν οὗτος ἀναιρεῖται. |
| book 499b.2 | b(BCE3)T |
| book 500a.1 | ὅς οἱ Ἀβυδόθεν ἦλθε: τῆς Ἑλλησποντίδος Ἀβύδου |
| book 500a.2 | μέμνηται· τὰς γὰρ πλησίον τῆς Τροίας πόλεις ἀσφαλεστέρας ἔδει εἶναι |
| book 500a.3 | ὡς τῶν ἐπιτηδείων χορηγούς· διὸ οὐ πεπόρθηται ὑπὸ Ἀχιλλέως. b |
| book 500a.4 | (BCE3E4)T |
| book 500b.1 | 〈ὅς οἱ Ἀβυδόθεν ἦλθε παρ’ ἵππων ὠκειάων:〉 ὅτι |
| book 500b.2 | οὕτως λέγει ὡς ἐν Ἀβύδῳ ἱπποτροφίων ὄντων τοῦ Πριάμου. Aint |
| book 500c.1 | παρ’ ἵππων: ἐκ τῶν ἵππων, ὡς ἐκεῖ ὄντων τῶν ἱππο‐ |
| book 500c.2 | στασίων Πριάμου. οἱ δὲ ἀντὶ τοῦ ἐφ’ ἵππων. b(BCE3E4)T |
| book 500c | παρ’ ἵππων ὠκειάων: ἐξ ἐκείνου—τοῦ Πριάμου. A |
| book 502a.1 | κόρσην: τὸν κρόταφον· ἐπὶ κόρσης γὰρ λέγουσιν Ἀττι‐ |
| book 502a.2 | κοὶ τὴν γνάθον. A b (BCE3E4)T καὶ ἑτέροιο διὰ κροτάφοιο· |
| book 502a.3 | AT ὡς οὖν ἐλλὸς ἔλαφος, οὕτω κόρση κρόταφος. A b (BCE3E4)T |
| book 502b.1 | 〈κόρσην· ἡ δ’ ἑτέροιο διὰ κροτάφοιο πέρησεν:〉 ἡ |
| book 502b.2 | διπλῆ {δέ}, διότι προειπὼν τὴν κόρσην διέσταλκε κατὰ μέρος τὸν |
| book 502b.3 | κρόταφον. A |
| book 503.1 | τὸν δὲ σκότος ὄσσε κάλυψεν: σολοικισμὸς παρὰ— |
| book 503.2 | σκότος ὄσσε κάλυψεν. A |
| book 505.1 | χώρησαν δ’ ὑπό τε πρόμαχοι 〈καὶ φαίδιμος Ἕκτωρ〉: πῶς νικῶσιν Ἕλληνες, |
| book 505.2 | οὓς ὁ Ζεὺς θέλει ἡττᾶσθαι; ἐροῦμεν ὅτι ἐᾷ Ζεὺς ποινὰς τίνειν τῶν πλημ‐ |
| book 505.3 | μελημάτων τοὺς Τρῶας· ἢ δείκνυσι †καθότι δι’ ἀμφοτέρων τὴν δύνα‐ |
| book 505.4 | μιν, ἵνα καὶ συμμαχῶν Τρωσὶν ἐπιδείξηται τὴν χάριν, εἴ γε ὃν ἔτρεψε |
| book 505.5 | μόνος Αἴας, οὗτος ἅμα Διῒ καὶ τοὺς πάντας Ἕλληνας διώκει. b(BCE3 |
| book 505 | E4)T |
| book 506.1 | ἐρύσαντο δὲ νεκρούς: τοὺς ἰδίους· b(BCE3)T φιλάλ‐ |
| book 506.2 | ληλοι γάρ, καὶ ὑπὲρ Ἐλεφήνορος πόλεμος γίνεται, καὶ Ὀδυσσεὺς |
| book 506.3 | ὑπερασπίζει Λεύκου. b(BCE3E4)T |
| book 507a | 〈ἴθυσαν:〉 ἐπ’ εὐθείας ὥρμησαν. T |
| book 507b.1 | νεμέσησε δ’ Ἀπόλλων: φθονεῖ μὲν τῇ τῶν Ἀχαιῶν |
| book 507b.2 | εὐπραγίᾳ, συνάχθεται δὲ Τρωσί. καλῶς δὲ πρῶτοι βοηθοῦνται, ἵνα |
| book 507b.3 | καὶ Ἀθηνᾶ παραστῇ τούτοις. b(BCE3E4)T |
| book 508.1 | Περγάμου ἐκκατιδών: ἐκ τῆς ἀκροπόλεως—κατα‐ |
| book 508.2 | κλυσμοῖς. A |
| book 510a.1 | οὔ σφι λίθος χρὼς 〈οὐδὲ σίδηροσ〉: καὶ Ἀγησίλαος |
| book 510a.2 | παρατασσόμενος ὑπεμίμνῃσκεν ὅτι πρὸς ἀνθρώπους καὶ τρωτοὺς ἡ |
| book 510a.3 | μάχη. ὑπερβολὴ δὲ δέους, εἴ γε τοιούτους ὑπειλήφασι τοὺς πολεμίους. |
| book 510a.4 | b(BCE3E4)T καὶ ἀλλαχοῦ· „καὶ γάρ τ’ ἦν τούτῳ {γε} τρωτὸς |
| book 510a.5 | χρὼς ὀξέϊ χαλκῷ“ (Φ 568). T |
| book 510b | 〈λίθος:〉 λίθινος. Til |
| book 511 | ταμεσίχροα: ὡς ἐμῶ ἐμέσω, οὕτω ταμῶ ταμέσω. T |
| book 512-3.1 | οὐδ’ Ἀχιλεὺσ〈—〉 / μάρναται: εἰδότας ὑπομι‐ |
| book 512-3.2 | μνῄσκει θρασυτέρους ποιῶν καὶ ἡμᾶς εἰς ἐπιπόθησιν ἄγει τῆς Ἀχιλλέως |
| book 512-3.3 | ἐξόδου. ἅμα δὲ καὶ αὔξει τὸ πρόσωπον. b(BCE3E4)T |
| book 513a.1 | 〈χόλον:〉 ὅτι ἀντιφράζει τὸν χόλον τῇ μήνιδι ἐπὶ τοῦ αὐ‐ |
| book 513a.2 | τοῦ προσώπου. Aim |
| book 513b1.1 | χόλον †τε† πέσσει: ἐπὶ πολὺ κατέχει· πολὺ γὰρ τὸ |
| book 513b1.2 | διάστημα ἄχρι †πεύσεως† τῶν καρπῶν. ἐδηλώθη οὖν ἡ μῆνις Ἀχιλ‐ |
| book 513b1.3 | λέως. T |
| book 513b2.1 | ἐπὶ πολὺ κατέχει. πολὺ δὲ τὸ μεταξὺ διάστημα μετὰ τὴν |
| book 513b2.2 | βλάστησιν τῶν καρπῶν ἄχρι τῆς πέψεως· ὅθεν καὶ τὴν παραβολὴν |
| book 513b2 | εἴληφε ταύτην. b(BCE3E4) |
| book 515.1 | Τριτογένεια: ἡ Ἀθηνᾶ ἡ τὸ τρεῖν—Λιβύης γεννη‐ |
| book 515.2 | θεῖσα. A | ὅτι γεννηθεῖσαν ἔτρεσαν αὐτὴν οἱ θεοί. A b (BCE3E4)T |
| book 516.1 | ὅθι μεθιέντας ἴδοιτο: οὐχ ὡς Ἀπόλλων τοὺς πάντας, |
| book 516.2 | ἀλλὰ τοὺς ἀμελεῖς· τοῦτο γὰρ διορθώσεως δύναται τυχεῖν ἑκούσιον ὂν |
| book 516.3 | πταῖσμα, τὸ δὲ φυσικόν. b(BCE3)T |
| book 517a.1 | ἔνθ’ Ἀμαρυγκείδην 〈Διώρεα μοῖρ’ ἐπέδησε〉: νῦν |
| book 517a.2 | ἀπὸ τῶν Ἑλλήνων ἤρξατο, ἐπεὶ τότε (sc. Δ 457 et 473) ἀπὸ τῶν |
| book 517a.3 | Τρώων. μοιρίδιον δὲ τὸν θάνατόν φησιν. b(BCE3)T καὶ ἐπέδησε |
| book 517a.4 | καλῶς ἐπὶ τοῦ κατὰ τὸν πόδα βληθέντος. b(BCE3E4)T |
| book 517b.1 | 〈μοῖρ’ ἐπέδησε:〉 Ἀρίσταρχος „μοῖρα πέδησε“ Ἰακῶς. |
| book 517b.2 | Aim |
| book 519-20a1.1 | 〈Θρῃκῶν ἀγὸς—Αἰνόθεν εἰληλούθει:〉 |
| book 519-20a1.2 | πῶς ἐν τῷ Καταλόγῳ (cf. Β 844—5) φησὶν ὅτι Θρήϊκας ἦγε σὺν |
| book 519-20a1.3 | Ἀκάμαντι, ὅσους Ἑλλήσποντος ἐντὸς ἐέργει, νῦν δὲ λέγει ὅτι Αἰνό‐ |
| book 519-20a1.4 | θεν εἰληλούθει; ἢ τάχα οὗτοι μὲν πάντες περιῴκουν, τὰ δὲ βασίλεια |
| book 519-20a1.5 | ἐν Αἴνῳ ἦν τὰ αὐτοῦ. b(BCE3E4) |
| book 519-20a2.1 | βάλε δὲ Θρῃκῶν ἀγὸσ〈—Αἰνόθεν εἰληλού‐ |
| book 519-20a2.2 | θει〉: ἐν γὰρ τῷ Καταλόγῳ (Β 844—5) φησὶ μόνον ὅτι Θρᾷκας ἦγε |
| book 519-20a2.3 | σὺν Ἀκάμαντι· „αὐτὰρ Θρήϊκας ἦγ’ Ἀκάμας καὶ Πείροος ἥρως, / |
| book 519-20a2.4 | 〈ὅσσ〉ους Ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει.“ δύναται οὖν ἐν |
| book 519-20a2.5 | Αἴνῳ τὰ βασίλεια εἶναι. T |
| book 521a.1 | 〈λᾶας ἀναιδής:〉 ὅτι μεταφορικῶς τὸ ἀνένδοτον καὶ |
| book 521a.2 | σκληρὸν ἀναιδὲς λέγει. Aim |
| book 521b.1 | λᾶας ἀναιδής: ὁ σκληρὸς μεταφορικῶς, εἴγε ἀμφότερα |
| book 521b.2 | τὰ νεῦρα καὶ τὰ ὀστᾶ διαρρήγνυσι. T |
| book 522 | ὁ δ’ ὕπτιος: εἰκότως· σφοδρὰ γὰρ ἡ πληγή, εἴγε τὰ ὀστᾶ |
| book 522 | καὶ ἄμφω τὼ τένοντε συνηλοίησεν ὁ λᾶας. b(BCE3E4)T |
| book 523a | 〈κάππεσεν:〉 βραχεῖα διαστολὴ μετὰ τὸ ῥῆμα. Aim |
| book 523b.1 | χεῖρε 〈φίλοις ἑτάροισι〉 πετάσσας: συμμαχίαν αἰτῶν. |
| book 523b.2 | b(BCE3E4)T |
| book 526a1.1 | χύντο χαμαὶ χολάδες: μαλθακὰ γὰρ καὶ ὀλισθηρά εἰσι |
| book 526a1.2 | τὰ ἔντερα. χολάδες δὲ τὰ παχέα ἔντερα, ὅθεν καὶ χόλιξ. T |
| book 526a2.1 | τὰ παχέα ἔντερα, ὅθεν καὶ χόλιξ. χύντο δέ, ὅτι μαλθακὰ |
| book 526a2.2 | καὶ ὀλισθηρὰ τὰ ἔντερα. b(BCE3E4) |
| book 526a2.1 | {χύντο χαμαὶ} χολάδες: τὰ ἔντερα—τὸ χεῖσθαι, οὐ |
| book 526a2.2 | καλῶς. A |
| book 527a1.1 | 〈ἐπεσσύμενον:〉 Ἀρίσταρχος διὰ τοῦ α „ἀπεσσύμε‐ |
| book 527a1.2 | νον“, ἀπιόντα τὸν Πείρωα. ἐν δὲ τῇ ἑτέρᾳ „ἐπεσσύμενοσ“, ἵνα ἐπὶ τοῦ |
| book 527a1.3 | Θόαντος λέγηται. ἄτοπος δὲ τέλεον ἡ φερομένη ἐπεσσύμενον. Aim |
| book 527a2 | ἀπεσσύμενον {βάλε δουρί}: ἀπεσσύμενον διὰ τοῦ α. T |
| book 527b | 〈βάλε:〉 ὅτι τὸ βάλε ἐκ βολῆς ἔτρωσε. Aint |
| book 534.1 | οἵ ἑ {μέγαν περ ἐόντα}: ἐγκλιτικῶς ἀναγνωστέον, ἵνα εἰς |
| book 534.2 | ἁπλῆν ἀντωνυμίαν ἡ μετάληψις γένηται. A |
| book 535a1.1 | ὁ δὲ χασσάμενος πελεμίχθη: ἄμεινον οὕτως· οὐ γὰρ |
| book 535a1.2 | ἐπὶ αὐτῶν, μὴ καὶ γυμνωθῇ τῆς ἀσπίδος. T |
| book 535a2.1 | καλῶς οὐκ ἐπὶ αὐτῶν, ἀλλὰ χασσάμενος, b(BCE3) |
| book 535a2.2 | μήποτε γυμνωθῇ τῆς ἀσπίδος. b(BCE3E4) |
| book 535b | πελεμίχθη: ἡ διπλῆ πρὸς τὸ σημαινόμενον, ὅτι τὰ ἐμ‐ |
| book 535b.1 | πησσόμενα τῇ ἀσπίδι δόρατα ἀναχωροῦντες διετίνασσον, ἵνα ἐκ‐ |
| book 535b.2 | πέσῃ. A |
| book 536-8.1 | 〈ὣς τώ γ’ ἐν κονίῃσι— / ἡγεμόνες:〉 συναπ‐ |
| book 536-8.2 | τέον ἕως τοῦ ἡγεμόνες (538). Aim |
| book 539a | ἔνθα κεν οὔ κέ τι ἔργον 〈ἀνὴρ ὀνόσαιτο μετελθών〉: |
| book 539a.1 | ὅτι περισσὸς ὁ κέν, καὶ ὅτι ῥῆμα καὶ χρόνος ἐνήλλακται. | ἰστέον δὲ |
| book 539a.2 | ὅτι ὁ Ἀσκαλωνίτης (p. 45 B.) βαρύνει τὴν οὔ ἀπόφασιν, „οὐκέτι“, |
| book 539a.3 | ἵνα ᾖ τὸ ἑξῆς ἀρχὴ „ἔτι“. φέρεται δὲ καὶ ἑτέρα ἀνάγνωσις {ἐν παραλλή‐ |
| book 539a.5.1 | λοις} οὔ κέ τι, ἐν παραλλήλοις δύο ὀξείαις, ἵνα τρία μέρη λόγου γένη‐ |
| book 539a.5.2 | ται, οὔ καὶ ὁ κέ σύνδεσμος καὶ τὸ τί, ἵνα τὸ ἑξῆς ᾖ οὐκ ἂν ὀνόσαιτο καὶ |
| book 539a.5.3 | φανέντα. | ὅτι διὰ λόγον τοιοῦτον τὸ „ἔτι“ μόριον μετὰ τοῦ οὐχὶ |
| book 539a.5.4 | ἔννοιαν ἀναδέχεται τοιαύτην, ἀπόφασιν γεγονότος πράγματος, οἷον |
| book 539a.5.5 | „οὐκέτι φιλολογεῖ“· πρότερον γάρ τις ἐφιλολόγει. „οὐκέτι περιπατεῖ“. |
| book 539a.10.1 | ἐὰν οὖν παραλάβωμεν οὐκέτι ἔργον ὀνόσαιτο, τοιοῦτό τι παραληψό‐ |
| book 539a.10.2 | μεθα, ὡς ὅτι πρότερον μὲν ὀνοτὸν ἦν τὸ ἔργον, νῦν δὲ οὐκέτι· ἔνθεν |
| book 539a.10.3 | οἱ μὲν τρία μέρη λόγου παρελάμβανον. οἱ δὲ κατὰ παρολκὴν τὸ |
| book 539a.10.4 | „ἔτι“, οἷον τὸ ἐν τῇ Ὀδυσσείᾳ (ε 153)· „ἔνθ’ οὐκ ἔτι ἥνδανε |
| book 539a.10.5 | νύμφη“. A |
| book 539b.1 | οὐκέτι: πλεονασμὸς τὸ ἔτι· b(BCE3)T „μηκέτι |
| book 539b.2 | πάμπαν Ἀχιλλῆϊ προμάχιζε“ (Υ 376)· „ὅν μοι δῶκε πατὴρ ἔτι“ (ψ |
| book 539b.3 | 228). T | παντοδαπὰς δὲ πληγὰς καὶ πτώματα διελθὼν ἐπαναπαύει |
| book 539b.4 | τὸν ἀκροατήν. b(BCE3)T |
| book 540.1 | 〈ὅστις ἔτ’ ἄβλητος καὶ ἀνούτατος ὀξέϊ χαλκῷ:〉 ὅτι |
| book 540.2 | διέσταλκε τὸ οὐτάσαι καὶ τὸ βαλεῖν. Aint |
| book 541-2.1 | δινεύοι κατὰ μέσ〈σ〉ον〈—ἀπερύκοι ἐρωήν〉: |
| book 541-2.2 | διασταλτέον μέσον (541) καὶ ἑλοῦσα (542)· ἤρτηται γὰρ ὁ λόγος |
| book 541-2.1 | ἐκ τῶν προκειμένων, ἵν’ ᾖ ἡ διάνοια· τότε ἄν τις πάντα τὰ τῆς μάχης |
| book 541-2.2 | ἔργα κατεπλάγη παρατυχών, εἴ γέ τις ἄτρωτος διὰ μέσων ἐδύνατο |
| book 541-2.5.1 | πορευθῆναι, ἦγε δὲ αὐτὸν ἡ Ἀθηνᾶ ἁπτομένη τῆς χειρὸς 〈καὶ〉 τὰ |
| book 541-2.5.2 | φερόμενα ἀπέτρεπε βέλη. A |
| book 541.1 | ἄγοι δέ ἑ Παλλὰς Ἀθήνη: θεατὴν ἑαυτῷ ἀνέπλασε τῆς |
| book 541.2 | μάχης, b(BCE3)T ὑπὸ θεῶν ὁδηγούμενον, T ἵνα ἀθορύβως |
| book 541.3 | σκοπῇ καὶ ἐν μέσοις τοῖς μαχομένοις, καὶ ἵνα ἀκριβῶς θεῷτο. b(BCE3) |
| book 541.4 | T |
| book postscr.1 | Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς |
| book postscr.2 | Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας |
| book postscr | Ἡρωδιανοῦ καὶ τοῦ Νικάνορος Περὶ Ὁμηρικῆς στιγμῆς. A |
| book 1a.1 | ἔνθ’ αὖ: τότε, ὅτε καὶ πολλοὶ ἀπώλλοντο. Aint b (BCE3 |
| book 1a.2 | E4)T |
| book 1b.1 | ἔνθ’ αὖ Τυδεΐδῃ Διομήδεϊ: πῶς ἐν τῷ Καταλόγῳ (cf. Β |
| book 1b.2 | 768—9) δεύτερον εἰπὼν Ἀχιλλέως Αἴαντα τὴν πρώτην ἀριστείαν οὐ |
| book 1b.3 | τούτῳ, τῷ δὲ Διομήδει ἀνατίθησιν; ἢ ὅτι ὁ μὲν δυσκίνητος καὶ μεγα‐ |
| book 1b.4 | λόφρων τὴν φύσιν ὑπάρχων κατὰ πᾶσαν μάχην ἦν ἄριστος, ὁ δὲ |
| book 1b.5.1 | ὀξὺς καὶ φιλότιμος ὢν ὑπὸ τῆς Ἀγαμέμνονος προτροπῆς ἀνεπτέρωται |
| book 1b.5.2 | (οἱ γὰρ νεανίσκοι καὶ θυμοειδεῖς ὑπερεθισθέντες εἰς μεγάλην τὴν ἐπί‐ |
| book 1b.5.3 | δοσιν ἀναφέρονται), ἢ ὅτι εἰς τὸν μείζονα κίνδυνον αὐτὸν φυλάττει |
| book 1b.5.4 | τὸν περὶ τῶν νεῶν· A b (BCE3E4)T ἥττων γὰρ †ἐπ’ ἀδείας† καὶ |
| book 1b.5.5 | διὰ τὸ δέος Ἀχιλλέως καὶ διὰ τὴν ἐκ τῶν ὅρκων ὑποψίαν. b(BCE3 |
| book 1b.10 | E4)T |
| book 1c.1 | ἔνθ’ αὖ Τυδεΐδῃ Διομήδεϊ: καλῶς Διομήδης προτρέπε‐ |
| book 1c.2 | ται ἰδίᾳ· ἡ γὰρ κοινὴ πρὸς τὸ πλῆθος προτροπὴ τὸν καθ’ ἕνα ἀμε‐ |
| book 1c.3 | λέστερον ἐργάζεται, ἡ δὲ πρὸς ἕνα τινὰ †συμμαχίαν. b(BCE3E4)T |
| book 2a.1 | {δῶκε} μένος καὶ θάρσος: τὸ μένος ἐστὶ—θράσος |
| book 2a.2 | δὲ τοὐναντίον. | δεόντως οὖν φησι μένος καὶ θάρσος, ἐπεὶ οὔτε ἡ |
| book 2a.3 | δύναμίς τί ἐστιν ἄνευ θάρσους οὔτε τὸ θάρσος ἄνευ δυνάμεως. A | |
| book 2a.4 | ἑκάτερον θατέρου χωριζόμενον ἄπρακτον. οὐχ ὡς πρότερον δὲ μὴ |
| book 2a.5.1 | ἔχοντος, ἀλλὰ τὸ ἔμφυτον ηὔξησεν. Θαρσὼ δὲ παρά τισιν ἡ Ἀθηνᾶ |
| book 2a.5.2 | τιμᾶται. θάρσος δὲ τὸ ὑπὸ θεοῦ ἔπαρμα τῆς ψυχῆς. A b (BCE3E4)T | |
| book 2a.5.3 | συνεκτικώτατα δὲ πρὸς ἀνδρείαν ἀμφότερα. A |
| book 2b.1 | ἵν’ ἔκδηλος: ἐπεσκοτεῖτο γὰρ ὑπὸ τῆς Ἀχιλλέως ἀρετῆς. |
| book 2b.2 | b(BCE3E4)T ἢ ὅτι πρώτην ἐγεώργει τὴν Θρᾴκην. T |
| book 2c.1 | μετὰ πᾶσιν: ἀντὶ τοῦ ἐν πᾶσιν, ὡς τὸ „†σφῶϊ† μέν τ’ |
| book 2c.2 | ἐπέοικε b(BCE3)T μετὰ πρώτοισιν ἐόντασ“ (Δ 341). b(BE3)T |
| book 3 | ἄροιτο: ἀπὸ τοῦ αἴρω μέσος δεύτερος ἀόριστος. b(BCE3)T |
| book 4.1 | δαῖέ οἱ ἐκ κόρυθος: ἄλλο φῶς ἀντὶ Ἀχιλλέως ἤστραψεν |
| book 4.2 | Ἕλλησιν ὁ ποιητής. b(BCE3)T |
| book 4 | δαῖέ οἱ: ἀντὶ τοῦ φαντασίαν—τοῖς Τρωσίν. A |
| book 4 | ἀκάματον: Ζωΐλος—οὐκ ἰδικῶς πῦρ. A |
| book 5a.1 | 〈ἀστέρ’ ὀπωρινῷ ἐναλίγκιον, ὅς τε μάλιστα:〉 ὅτι |
| book 5a.2 | τὸν Κύνα λέγει ἀστέρα. ὁ δὲ τέ περισσός. Aint |
| book 5b1 | ἀστέρ’ ὀπωρινῷ: τὸν Ἀρκτοῦρον ἢ τὸν Κύνα. T |
| book 5b2 | ἀστέρα δὲ ἐνταῦθα τὸν Ἀρκτοῦρον λέγει. b(BCE3) |
| book 5b2.1 | ἀστέρ’ ὀπωρινῷ: ἰστέον ὅτι διαφέρει ἀστὴρ ἄστρου— |
| book 5b2.2 | καὶ νότιος καλεῖται. A |
| book 6a.1 | 〈παμφαίνῃσι λελουμένος Ὠκεανοῖο:〉 ὅτι ἀντὶ τοῦ |
| book 6a.2 | παμφαίνει. πλεονάζει δὲ Ἴβυκος (cf. fr. 22 P. = P.M.G. 303) τῷ |
| book 6a | τοιούτῳ. ἐλλείπει δὲ ἡ ἔξ. A |
| book 6b.1 | Ὠκεανοῖο: λείπει ἡ ἔξ. | Ὠκεανὸς δὲ ὁ ὁρίζων παρὰ τὸ |
| book 6b.2 | ὠκέως περὶ αὐτὸν ἀνύεσθαι τὸν δρόμον τῶν ἄστρων. ὥσπερ δὲ ἐπὶ |
| book 6b.3 | σωμάτων τὰ λαμπρότερα λελοῦσθαί φαμεν, καὶ ἐπὶ ἡλίου· „πέμψεν |
| book 6b.4 | ἐπ’ Ὠκεανοῖο ῥοάσ“ (Σ 240). A b (BCE3E4)T |
| book 7a1.1 | τοῖόν οἱ πῦρ δαῖεν: ἀντὶ τοῦ λαμπηδόνα τῶν ὤμων |
| book 7a1.2 | αὐτοῦ ἀπολάμπειν ἐποίει ὡς {ἀπὸ} πυρός, ὡς καὶ ἀλλαχοῦ „ὣς οἱ |
| book 7a1.3 | μὲν μάρναντο δέμας πυρόσ“ (Λ 596 al.) ἀντὶ τοῦ ὥς δέμας· εἰ γὰρ πῦρ, |
| book 7a1.4 | ἐκινδύνευεν ἂν ὁ ἥρως καταφλεχθῆναι. ἀλλ’ οὖν τοῖς θεοῖς πάντα |
| book 7a1.5 | εὐχερῆ. T |
| book 7a2 | πῦρ ἐνταῦθα τὴν λαμπηδόνα καλεῖ. b(BCE3E4) |
| book 8a1.1 | ὦρσε δέ μιν κατὰ μέσ〈σ〉ον: ἐκεῖ γὰρ τὸ τῆς μάχης |
| book 8a1.2 | ἤνθει. καὶ ἀλλαχοῦ „δινεύοι κατὰ μέσ〈σ〉ον“ (Δ 541). T |
| book 8a2.1 | ἐκεῖ γὰρ ἡ μάχη τὰ τῶν πολεμιστῶν ἄνθη συναγείρει ἀεί. |
| book 8a2.2 | b(BCE3E4) |
| book 9a.1 | ἦν δέ τις ἐν Τρώεσσι Δάρης: τοῦτο τὸ εἶδος διήγησις |
| book 9a.2 | λέγεται. A τρεῖς δὲ ἀρεταὶ διηγήσεως, σαφήνεια, συντομία, πιθα‐ |
| book 9a.3 | νότης, ἅπερ ἐνέθηκεν τὸ ἔθνος, τὸ ὄνομα, τὸν τρόπον, τὴν τύχην, τὴν |
| book 9a.4 | ἀρχήν, τῶν παίδων τὰ ὀνόματα καὶ τὴν ἀρετήν. A b (BCE3E4)T |
| book 9b | Δάρης: ὡς Χάρης. ὁμολογεῖ καὶ ἡ γενική· „Δάρητοσ“ |
| book 9b.1 | (Ε 27) γὰρ ὡς Χάρητος· εἰ γὰρ ὠξύνετο, ἡ γενικὴ ἐγίνετο Δαροῦς ὡς |
| book 9b.2 | σαφοῦς, ὅτι τὰ εἰς ης δισύλλαβα ὀξύτονα, ἓν ἔχοντα σύμφωνον, εἰς |
| book 9b.3 | ους περατοῦται κατὰ τὴν γενικήν, σαφοῦς, πρηνοῦς, πρυλοῦς, φρα‐ |
| book 9b.5 | δοῦς, „φραδέος νόου ἔργα“ (Ω 354). τοιαύτη ἄρα ἐγίνετο καὶ ἡ τοῦ |
| book 9b.1 | προκειμένου ὀνόματος κλίσις. περὶ δὲ τοῦ ψιλῆτος παρ’ Αἰσχύλῳ (fr. |
| book 9b.2 | 451 N.2 = 732 M.) καὶ τοῦ „Κουρῆτές τ’ ἐμάχοντο“ (Ι 529) καὶ τοῦ |
| book 9b.3 | κριτής ἐν τοῖς Περὶ ὀνομάτων (fr. 7 = 2, 614, 7) ἀποδώσομεν τὸν |
| book 9b.4 | λόγον. | γέγονε δὲ τὸ Δάρης ἤτοι παρὰ τὸ δείρω καὶ ἐκδείρω (ἐοικὸς |
| book 9b.10.1 | γὰρ ἱερεῖ), καὶ ἐχρῆν γε αὐτὸ εἶναι Δέρης ὡς Φέρης· ἐτράπη οὖν τὸ ε |
| book 9b.10.2 | εἰς α. ἢ παρὰ τὸ δαίω τὸ καίω ἐν πλεονασμῷ τοῦ ρ. A |
| book 9c | Δάρης: παρὰ τὸ τὰ θύη ἐκδέρειν. b(BCE3E4)T |
| book 9d | ἀφνειὸς ἀμύμων: τοῦτο λελυμένον φασίν. T |
| book 10.1 | ἰρεύς: ἀπὸ τοῦ ἱερεὺς συνήλειπται ὡς πόλιες πόλις. ψιλοῦ‐ |
| book 10.2 | ται δέ, ἐπεὶ τὸ ι μακρὸν ψιλοῦται μὴ ἐκ κλίσεως ὂν μηδὲ ἐκτεινόμενον |
| book 10.3 | διὰ χρείαν. b(BCE3)T |
| book 12 | ἐναντίον ὡρμηθήτην: θρασεῖς γὰρ οἱ Τρῶες. T |
| book 14a | οἱ δ’ ὅτε δὴ σχεδὸν ἦσαν: Διομήδης καὶ οἱ νέοι. T |
| book 14b | 〈ἐπ’ ἀλλήλοισιν:〉 ἀντὶ τοῦ ἐπ’ ἀλλήλους. Aim |
| book 15.1 | Φηγεύς ῥα πρότερος: πρότερος Διομήδους· οἰκεῖον δὲ τῷ |
| book 15.2 | προπηδῶντι καὶ προακοντίζειν. ἀεὶ δὲ τοὺς πρώτους εἰσάγει ἐπὶ τὸ |
| book 15.3 | πλεῖστον ὀλλυμένους. b(BCE3E4)T | ἅμα δὲ παρίστησιν ὅτι θρα‐ |
| book 15.4 | σεῖς οἱ Τρῶες. b(BCE3E4) |
| book 17 | 〈οὐδ’ ἔβαλ’:〉 ἀντὶ τοῦ οὐκ ἐπέτυχεν. Aim |
| book 19.1 | μεταμάζιον: οὕτως μεταμάζιον ἓν ποιητέον ὡς τὸ „μετά‐ |
| book 19.2 | φρενον“ (Ψ 380) καὶ „ἐνώπιον“ (cf. Θ 435 al.). παρῆκται δὲ παρὰ |
| book 19.3 | τὸ μαζός καὶ τὴν μετά, ὡς παρὰ τὸ χθονός καὶ τὴν ἐπί „ἐπιχθόνιοσ“ |
| book 19.4 | (Β 553. Ω 505), παρὰ ποταμὸν παραποτάμιος· γίνεται γὰρ καὶ ἀπὸ |
| book 19.5.1 | δύο λέξεων κατὰ παράθεσιν ἕν τι παράγωγον, ὡς τὸ Νεαπολίτης καὶ |
| book 19.5.2 | ἄλλα μυρία. A |
| book 20.1 | Ἰδαῖος δ’ ἀπόρουσε: κατηγορεῖ καὶ τούτου—κατὰ |
| book 20.2 | τοῦ πολεμίου. A |
| book 20.1 | λιπὼν περικαλλέα δίφρον: ἵνα ἀσχολίαν λίπῃ Διομήδει |
| book 20.2 | τὸ λάφυρον πρὸς τὸ αὐτὸς ἀποφυγεῖν. b(BCE3E4)T |
| book 21a.1 | οὐδ’ ἔτλη περιβῆναι: κατακερτομεῖ αὐτὸν ὀνειδίζων |
| book 21a.2 | τὴν δειλίαν. Ὀδυσσεὺς δὲ ὑπὲρ Λεύκου ἀγωνίζεται ἑταίρου μόνον |
| book 21a.3 | ὄντος (cf. Δ 491—502). b(BCE3)T |
| book 21b.1 | 〈περιβῆναι:〉 πρὸς τὴν περίβασιν, ὅτι κατὰ μεταφορὰν |
| book 21b.2 | τὸ ὑπερμαχῆσαι, καὶ τὸ „ὃς Χρύσην ἀμφιβέβηκασ“ (Α 37) τοιοῦτόν |
| book 21b.3 | ἐστι. Aim |
| book 22a.1 | οὐδὲ γὰρ οὐδέ κεν αὐτός: συνέστησε Διομήδεα T καὶ |
| book 22a.2 | μὴ φονεύσαντι δίδωσι τὴν ψῆφον τῆς σφαγῆς. b(BCE3E4)T |
| book 22b.1 | οὐδὲ γὰρ οὐδέ κεν: ἡ μία περισσὴ ἀπόφασις· „οὐδὲ γὰρ |
| book 22b.2 | οὐδὲ βίη“ (Σ 117), „οὐδὲ γὰρ οὐδὲ Δρύαντοσ“ (Ζ 130), καὶ ἔστιν ἡ |
| book 22b.3 | μία μὲν ἐπὶ τοῦ πράγματος, θατέρα δὲ ἐπὶ τοῦ προσώπου. A b (BCE3 |
| book 22b.4 | E4)T |
| book 23 | ἀλλ’ Ἥφαιστος ἔρυτο: ηὔξηται μὲν Διομήδης ἀντιτασσο‐ |
| book 23.1 | μένου θεοῦ, πεπαιδεύμεθα δὲ ἡμεῖς εὐσεβεῖν· καὶ γὰρ †Ἑλλήνων† ὁ |
| book 23.2 | θεὸς ὅμως ἀμείβεται τὸν θεράποντα. εὐχάριστος δὲ ὁ Ἥφαιστος καὶ |
| book 23.3 | περὶ Θέτιν. b(BCE3E4)T |
| book 24a.1 | ὡς δή οἱ μὴ πάγχυ γέρων 〈ἀκαχήμενος εἴη〉: †καὶ |
| book 24a.2 | μὴν ἵσταται† Δάρης. ἀλλ’ T ἐμφαίνει ὅτι παίδων ἑτέρων οὐκ |
| book 24a.3 | εἶχεν ἐλπίδα. b(BCE3E4)T |
| book 24b.1 | ἀκαχήμενος: 〈ὡσ〉 „τιθήμενοσ“ (cf. Κ 34), „ὀνήμενοσ“ |
| book 24b.2 | (β 33) Αἰολικῶς. T |
| book 25.1 | 〈ἵππους δ’ ἐξελάσας:〉 ἱππομανὴς ἀεὶ ὁ Διομήδης· b(BC |
| book 25.2 | E3E4)T Ἀργεῖος γάρ, „ἱππόβοτον“ δὲ ἀεὶ τὸ Ἄργος καλεῖ (cf. |
| book 25.3 | B 287 al.). b(BCE3)T |
| book 26.1 | 〈κατάγειν〉 κοίλας ἐπὶ νῆας: ἐν ταπεινῷ γὰρ τὸ ναύ‐ |
| book 26.2 | σταθμον. ἡ δὲ πόλις „ἠνεμόεσσα“ (cf. Γ 305 al.). b(BCE3E4)T καὶ |
| book 26.3 | „οἱ δ’ ἐπεὶ ἐκ πόλιος κατέβαν“ (Ω 329). T |
| book 27-8.1 | 〈ἐπεὶ ἴδον υἷε Δάρητος / τὸν μὲν ἀλευάμενον, τὸν |
| book 27-8.2 | δὲ κτάμενον:〉 πρὸς τὸ σχῆμα· ἔδει γὰρ ‘τῶν υἱῶν Δάρητος τὸν μὲν |
| book 27-8.3 | ἀλευόμενον, τὸν δὲ κτάμενον‘. Aim |
| book 28a.1 | παρ’ ὄχεσφι: τὸ παρ’ ὄχεσφι προσδιδόασί τινες τοῖς |
| book 28a.2 | ἑξῆς, ἵν’ ᾖ παρ’ ὄχεσφι / „πᾶσιν ὀρίνθη θυμόσ“ (Ε 29), καὶ λέγῃ |
| book 28a.3 | τοὺς ἁρματηλάτας τεταράχθαι· καὶ †ἀλλαχοῦ ἱππηλάσθαι φησὶν† |
| book 28a.4 | ἤδη τὰ ἅρματα. βέλτιον δὲ τοῖς ἄνω αὐτὸ προσδιδόναι καὶ νοεῖν ἐκ |
| book 28a.5 | τοῦ παρ’ ὄχεσφι τὸν τόπον τῶν ἁρμάτων. ἢ καὶ κυρίως· τὰ γὰρ |
| book 28a | ἅμα γινόμενα οὐ δυνατὸν ἅμα λέγεσθαι. A |
| book 28b.1 | παρ’ ὄχεσφι: καὶ μὴν ἀπήλαστο τὸ ἅρμα. ἢ τῷ τόπῳ |
| book 28b.2 | τῶν ἁρμάτων φησίν· διό τινες ἔλεγον παρ’ ὄχεσφι / „πᾶσιν ὀρίνθη |
| book 28b.3 | θυμόσ“ (Ε 29), ἵν’ ᾖ τοῖς ἁρματηλάταις ὁ θυμὸς ὠρίνθη προσδοκῶσι |
| book 28b.4 | τὸ δεινὸν καὶ ἐφ’ ἑαυτοὺς ἥξειν. τὰ δὲ ἐπείγοντα πρῶτον εἰπὼν ἐπι‐ |
| book 28b.5 | φέρει καὶ τὸ τῶν Τρώων πάθος. b(BCE3E4)T |
| book 31a.1 | Ἆρες Ἄρες, βροτολοιγέ, 〈μιαιφόνε, τειχεσι‐ |
| book 31a.2 | πλῆτα〉: ἐπαναλαβὴ ὁ τρόπος. | Ἰξίων (fr. 6 St.) δὲ τὸ δεύτερον |
| book 31a.3 | ὀξύνει, ἵν’ ᾖ ἀντὶ τοῦ βλαπτικέ· οὐδέποτε γὰρ κλητικὴ ἀναδιπλασιά‐ |
| book 31a.4 | ζεται παρὰ τῷ ποιητῇ. οὐχ οὕτως δὲ ἔχει ἡ παράδοσις. A b (BCE3 |
| book 31a.5 | E4)T | τὸ δὲ ἀλαζονικὸν τοῦ δαίμονος ἐξαίρει τοῖς ἐπιθέτοις. AT |
| book 31b | 〈Ἆρες Ἄρες:〉 παλιλ〈λ〉ογία. Aim |
| book 31c | 〈μιαιφόνε:〉 ἰαιφόνε. Til |
| book 31d.1 | τειχεσιπλῆτα: ὅτι Ζηνόδοτος γράφει „τειχεσιβλῆτα“, |
| book 31d.2 | ὁ τείχη καταβάλλων. Ποσειδῶνος δὲ ἔργον τὸ ἐκ θεμελίων καταβάλ‐ |
| book 31d.3 | λειν καὶ τὰ ἐπίγεια σείειν, Ἄρεος δὲ τοῖς τείχεσι προσπελάζειν· καὶ |
| book 31d.4 | ἔστιν ἐπίθετον ἀνάλογον τῷ παρὰ Στησιχόρῳ (cf. fr. 65 P. = P.M.G. |
| book 31d.5 | 242) „†πυλεμάχῳ“. A |
| book 32a1 | οὐκ ἂν δὴ Τρῶας μὲν ἐάσαιμεν: ἀγωγὸν τὸ ἐρωτη‐ |
| book 32a1 | ματικῶς καὶ μὴ προστακτικῶς λέγειν. T |
| book 32a2.1 | ἀγωγὸν τὸ ἐρωτηματικόν, τὸ δὲ προστακτικὸν καὶ λυπη‐ |
| book 32a2.2 | ρόν. b(BCE3) |
| book 33.1 | μάρνασθαι: πυρώδης γὰρ ὁ πόλεμος, καὶ μαραίνει τὰ σύμ‐ |
| book 33.2 | παντα. b(BCE3E4)T |
| book 35 | θοῦρον {ἄρηα}: θείως ὀρούοντα. T |
| book 37a.1 | Τρῶας δ’ ἔκλιναν Δαναοί: εἰκότως ἐπὶ τῇ Ἄρεος ἀπου‐ |
| book 37a.2 | σίᾳ καὶ τῇ ταραχῇ, ᾗ παρέσχον οἱ Δάρητος παῖδες. b(BCE3E4)T |
| book 37b.1 | 〈ἔκλιναν:〉 ὅτι ἀντὶ τοῦ εἰς κλίσιν ἤγαγον καὶ κλιθῆναι |
| book 37b.2 | ἐποίησαν. Aim |
| book 38a1.1 | πρῶτος δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων: ἄτοπον γὰρ |
| book 38a1.2 | τὸν πρώην ἐγκαλοῦντα πᾶσιν ἀργὸν εἶναι, καὶ ταῦτα κλινομένων τῶν |
| book 38a1.3 | βαρβάρων. T |
| book 38a2.1 | ἄτοπον γὰρ εἶναι ἀργὸν καὶ τοῖς ἄλλοις ἐγκαλοῦντα. |
| book 38a2.2 | b(BCE3E4) |
| book 39a.1 | ἀρχὸν Ἁλιζώνων: τῆς Παφλαγονίας, διὰ τὸ ὑπεζῶσθαι |
| book 39a.2 | τῇ ἁλί. | καὶ ἐπὶ μὲν τῶν Δαρητιδῶν προετύπωσε τὴν μάχην, νῦν δὲ |
| book 39a.3 | λεληθότως ἐπεῖπε· „πρώτῳ γὰρ στρεφθέντι“ (Ε 40). b(BCE3)T |
| book 39b.1 | 〈Ἁλιζώνων:〉 δασυντέον τὸ Ἁλιζώνων· οὕτω γὰρ |
| book 39b.2 | ἱστοροῦνται λεγόμενοι. Aint |
| book 39b.1 | {ἀρχὸν} Ἁλιζώνων: ἔθνους Θρακῶν—οἰκούντων |
| book 39b.2 | Περσῶν. A |
| book 39c1 | ΟΔΙΟΝ: πρὸ τέλους ἡ ὀξεῖα, ἐπεὶ κύριόν ἐστιν. τὸ δὲ |
| book 39c1.1 | προσηγορικὸν ὅδιος ὡς „σκότιοσ“ (cf. Ζ 24)· βούλονται γὰρ τὰ τοι‐ |
| book 39c1.2 | αῦτα τριβράχεα ἐπὶ κυρίων μὲν παροξύνειν, ἐπὶ δὲ προσηγορικῶν |
| book 39c1.3 | προπαροξύνειν, „Τυχίοσ“ (Η 220), „Δολίοσ“ (cf. δ 735 al.), κἂν μὴ |
| book 39c1.5.1 | ἔχῃ διαστολήν, ὡς τὸ „Χρομίοσ“ (cf. Δ 295 al.). Πτολεμαῖος (p. 45 B.) |
| book 39c1.5.2 | μέντοι γε κἀν τῇ Ὀδυσσείᾳ (θ 370) ἀνεγίνωσκεν· „Ἀλκίνοος δ’ |
| book 39c1.5.3 | Ἁλίον“, πρὸ τέλους ποιῶν τὴν ὀξεῖαν. ἔστι μέντοι γε διαπεφευγότα |
| book 39c1.5.4 | τινά, ὡς τὸ Ἄνιος καὶ Εὐφορίωνος (cf. fr. 37 Pow.) „Ξένιοσ“, καὶ ἐν |
| book 39c1.5.5 | τῇ συνηθείᾳ τὸ Κρόνιος. | ἡ δὲ διπλῆ A πρὸς τὴν ὁμωνυμίαν |
| book 39c1.10 | τοῦ Ὀδίου. AAim |
| book 39c2.1 | τὸ κύριον παροξύνεται, τὸ δὲ προσηγορικὸν προπαροξύ‐ |
| book 39c2.2 | νεται. b(BCE3)T |
| book 40.1 | μεταφρένῳ: μεθ’ ὅ εἰσιν αἱ φρένες. οὐδένα δὲ τῶν Ἀχαιῶν |
| book 40.2 | οὕτω φονεύει, εἰ μὴ τὸν ἔκδοτον ὑπὸ θεῶν Πάτροκλον (cf. Π 791—2). |
| book 40.3 | b(BCE3E4)T |
| book 43a.1 | Ἰδομενεὺς δ’ ἄρα Φαῖστον: Ἰδομενεὺς παρὰ τὴν |
| book 43a.2 | Ἴδην. δεύτερος δὲ Ἀγαμέμνονος ἀριστεύει ὡς ὑποσχόμενος αὐτῷ. |
| book 43a.3 | εἶτα Μενέλαος· οὐ γὰρ εἴα συνανδραγαθεῖν τῷ ἀδελφῷ τὸ τραῦμα. |
| book 43a.4 | b(BCE3)T |
| book 43b.1 | Φαῖστον: προπερισπᾶται ἐπὶ τοῦ ἥρωος, ἐπὶ δὲ τῆς |
| book 43b.2 | πόλεως ὀξύνεται, „ἐς Φαιστόν, μικρὸς δὲ λίθοσ“ (γ 296). A |
| book 44a1.1 | 〈Τάρνης:〉 Τάρνη ἐστὶν ἡ νῦν καλουμένη Σάρδις. b(B |
| book 44a1.2 | CE3E4) |
| book 44a2 | πόλις Λυδίας, ἡ νῦν Σάρδεις. Aint |
| book 46a.1 | ἵππων ἐπιβησόμενον: ἐφαψάμενον αὐτὸν τοῦ ἅρματος |
| book 46a.2 | καὶ μέλλοντα τελειῶσαι τὴν βάσιν ἔφθασεν ἡ τοῦ πολεμίου πληγή. |
| book 46a.3 | b(BCE3E4)T |
| book 46b | 〈ἵππων ἐπιβησόμενον:〉 πρὸς τὸ φυγεῖν δηλονότι. Aim |
| book 48.1 | ἐσύλευον θεράποντες: ἐν ἀκμῇ γὰρ τὰ τῆς συμβολῆς· |
| book 48.2 | Ἐλεφήνωρ γοῦν παρὰ καιρὸν τοῦτο ποιῶν ἀναιρεῖται (sc. Δ 463‐ |
| book 48.3 | 70). σῴζεται δὲ καὶ τὸ ἀξίωμα τοῦ βασιλέως. b(BCE3)T |
| book 49.1 | Σκαμάνδριον: οἰκεῖον κυνηγῷ τὸ ὄνομα· ποταμοὶ γὰρ |
| book 49.2 | αὐτοῖς ἡ διαγωγὴ καὶ ὗλαι. b(BCE3E4)T |
| book 50a.1 | Ἀτρείδης Μενέλαος ἕλ’ ἔγχει: καταπλήττει τοὺς |
| book 50a.2 | πολεμίους καὶ θαρσύνει τοὺς Ἀχαιοὺς ὑπογύως τρωθεὶς καὶ μαχό‐ |
| book 50a.3 | μενος. b(BCE3E4)T |
| book 50b | ὀξυόεντι: οὐκ ἀπὸ ὀξύας· μελίνοις γὰρ ἐχρῶντο. T |
| book 51.1 | δίδαξε γὰρ Ἄρτεμις: τὰς ἐν ταῖς τέχναις ἐξοχὰς προσά‐ |
| book 51.2 | πτουσι θεοῖς· b(BCE3E4)T „κλεπτοσύνῃ θ’ ὅρκῳ τε· 〈θεὸς δέ οἱ |
| book 51.3 | αὐτὸς ἔδωκεν / Ἑρμείασ〉“ (τ 396—7). T |
| book 52 | 〈βάλλειν:〉 ὅτι σαφῶς τὸ βάλλειν ἀντὶ τοῦ τυγχάνειν. Aim |
| book 53a1.1 | ἀλλ’ οὔ οἱ τότε χραῖσμε: δείκνυται τὸ ἀπαράβατον |
| book 53a1.2 | τοῦ μοιριδίου καὶ διὰ τούτου. T |
| book 53a2.1 | δείκνυται διὰ τούτου τὸ τοῦ μοιριδίου ἀπαράβατον. |
| book 53a2.2 | b(BCE3E4) |
| book 53b.1 | 〈χραῖσμ’ Ἄρτεμις ἰοχέαιρα:〉 ὅτι Ζηνόδοτος γράφει |
| book 53b.2 | „χραῖσμεν θανάτοιο πέλωρα“. ἀδιανόητον δὲ γίνεται τὸ λεγόμενον. A |
| book 54.1 | {οὐδὲ} ἑκηβολίαι: οὕτως ἑκηβολίαι ὡς εὐστοχίαι· ἔφαμεν |
| book 54.2 | γὰρ ὅτι τὸ ἀναδιδόναι τὸν τόνον τῶν μεταγενεστέρων ἐστὶν Ἀττικῶν, |
| book 54.3 | ὅτε περὶ τοῦ „πῇ δὴ συνθεσίαι“ (Β 339) διελαμβάνομεν. A |
| book 56.1 | μετάφρενον οὔτασε: ἀσθενὴς γὰρ ἡ βολὴ Πανδάρου, |
| book 56.2 | b(BCE3E4)T ἣν ἐβλήθη Μενέλαος. b(BCE3E4) ἢ διὰ τὴν |
| book 56.3 | ἀσέβειαν τῶν Τρώων ἐξῆπται προθυμίᾳ ἢ διὰ τὴν ἐπικουρίαν τῶν |
| book 56 | θεῶν. b(BCE3E4)T |
| book 58a.1 | 〈ἤριπε δὲ πρηνής:〉 ὅτι ἀπὸ τῆς πληγῆς πέπτωκε φεύ‐ |
| book 58a.2 | γων καὶ τετραμμένος ἐπὶ στόμα. Aim |
| book 58b.1 | ἤριπε δὲ πρηνής: ἀπὸ τῆς βίας τοῦ δόρατος ἀνατραπείς. |
| book 58b.2 | b(BCE3E4)T ἔδειξε δὲ ἡμῖν ὅπλα κραδαινόμενα τῇ πτώσει τοῦ |
| book 58b.3 | τεθνηῶτος. b(BCE3)T |
| book 59.1 | 〈Φέρεκλον:〉 Φέρεκλος ὁ φέρων κλόνον διὰ τῶν νέων. b(BC |
| book 59.2 | E3E4)Til |
| book 59-60a1.1 | [Τέκτονος υἱόν / Ἁρμονίδεω:] ὄνομα κύριον †ὁ |
| book 59-60a1.2 | Ἁρμονίδου. T |
| book 59-60a2 | †ὁ δὲ ἁρμονίδης† ὄνομά ἐστι κύριον. b(BCE3E4) |
| book 60-2.1 | 〈ὃς χερσὶν ἐπίστατο— /〉 ὃς καὶ Ἀλεξάνδρῳ: |
| book 60-2.2 | ὁ Ἁρμονίδης, οὐχ ὁ Φέρεκλος, ἐπεὶ πρὸς τὰ δεύτερα ὑπαντᾷ. b(BC |
| book 60-2.3 | E3E4)T καὶ οἱ ἱστορικοί. ὁ δὲ δεύτερος ὅς (62) ἐπὶ Φερέκλου, T |
| book 60-2.4 | ὡς καὶ Λυκόφρων (Alex. 97)· „τράμπις ς’ ὀχήσει καὶ Φερέκλειοι πό‐ |
| book 60-2.5 | δεσ“. b(BCE3E4)T |
| book 60a.1 | Ἁρμονίδεω: ὅτι ὀνοματοθετικὸς ὁ ποιητής, καὶ ἐν Ὀδυσ‐ |
| book 60a.2 | σείᾳ παραπλησίως ποιεῖ· οἰκεῖον γὰρ τέκτονος τὸ ἁρμόζειν, κἀκεῖ (sc. |
| book 60a.3 | χ 330)· „Τερπιάδης δέ τ’ ἀοιδόσ“. καὶ ὅτι ἀμφίβολον, πότερον ὁ Φέ‐ |
| book 60a.4 | ρεκλος ἔπηξεν τὰς ναῦς ἢ ὁ Ἁρμονίδης, ἐφ’ ἃ καὶ Ἀρίσταρχος φέ‐ |
| book 60a.5 | ρεται. A |
| book 60b1.1 | 〈δαίδαλα πάντα:〉 ἐν τῇ ἑτέρᾳ τῶν Ἀριστάρχου „δαί‐ |
| book 60b1.2 | δαλα πολλά“. Aim |
| book 60b2 | δαίδαλα πάντα: Ἀρίσταρχος δὲ „δαίδαλα πολλά“. T |
| book 60c | δαίδαλα {πάντα}: ἀπὸ τῆς δαήσεως. T |
| book 61.1 | ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰς Ἀθήνη: ἡ †ὀργανική†. |
| book 61.2 | διδάσκει δὲ μὴ κακῶς κεχρῆσθαι τοῖς παρὰ θεῶν δώροις b(BCE3E4) |
| book 61.3 | T μηδὲ συμπράττειν ἀδίκοις. b(BCE3E4) |
| book 62.1 | νῆας ἐΐσας: ἴσας τὰς ναῦς φησιν, ὅτι ἀντιρρόπως πορεύον‐ |
| book 62.2 | ται. ἀντίρροπος δέ ἐστι ναῦς ἡ ἔχουσα ἴσα τὰ πλευρὰ κατὰ τὸ μέγεθος |
| book 62.3 | καὶ σχῆμα καὶ βάρος. A b (BCE3E4)T |
| book 64a | οἷ τ’ αὐτῷ: ἀθετεῖται, ὅτι οὐχ ὑγιῶς ἐξενήνοχεν, „αἳ πᾶσι |
| book 64a.1 | κακὸν Τρώεσσι γένοντο“ (Ε 63) ἑαυτῷ τε· ἔδει γὰρ αὐτῷ τε. | ἡ δὲ οἷ |
| book 64a.2 | ὀρθοτονεῖται νῦν διὰ τὴν ἀρχήν, οὐ πάντως δὲ εἰς σύνθετον μεταλη‐ |
| book 64a.3 | φθήσεται. ὅμοιον δέ ἐστι τὸ „ἀλλὰ τόδ’ ἠμὲν ἐμοὶ πολὺ κάλ‐ |
| book 64a.5 | λιον ἠδὲ οἷ αὐτῷ“ (Ο 226). A |
| book 64b | 〈οἷ τ’ αὐτῷ:〉 αὐτῷ 〈τε〉. Til |
| book 64c | 〈ᾔδη:〉 οὕτως Ἀρίσταρχος διὰ τοῦ η, ᾔδη. Aint |
| book 64d.1 | ἐπεὶ οὔτι θεῶν ἐκ θέσφατα ᾔδη: Λακεδαιμονίους φασὶ |
| book 64d.2 | λιμῷ πιεζομένους τὸ αἴτιον ἀνακρίνειν τὸν θεόν. τὸν δὲ εἰπεῖν ἐξιλά‐ |
| book 64d.3 | σκεσθαι τοὺς Τεύκρων δαίμονας, Χιμαιρέα τε καὶ Λύκον. τὸν δὲ Μενέ‐ |
| book 64d.4 | λαον ἀπελθόντα εἰς Ἴλιον ἐπιτελεῖν τὰ προσταχθέντα καὶ συμμίξαντα |
| book 64d.5.1 | Ἀλεξάνδρῳ ἅμα αὐτῷ ἀπιέναι εἰς †θεοὺς† ἐρησόμενον περὶ παίδων |
| book 64d.5.2 | γονῆς· ἐρωτᾶν δὲ καὶ Ἀλέξανδρον, ὅπως ἂν ἁρπάσοι τὴν Ἑλένην. |
| book 64d.5.3 | τὸν δὲ θεὸν εἰπεῖν (406 P.—W., cf. O. G. 14)· „Τίπτε δύω βασιλῆες, |
| book 64d.5.4 | ὁ μὲν Τρώων, ὁ δ’ Ἀχαιῶν, / οὐκέθ’ ὁμὰ φρονέοντες ἐμὸν ποτὶ νηὸν |
| book 64d.5.5 | ἔβητε, / ἤτοι ὁ μὲν γενεὴν ἵππου διζήμενος εὑρεῖν, / αὐτὰρ ὁ [..........]; |
| book 64d.10.1 | τί νυ μήσεαι, ὦ μάκαρ ὦ Ζεῦ;“ τοὺς δὲ μὴ νοήσαντας ὑποστρέψαι. |
| book 64d.10.2 | τοῦτο οὖν λέγει ὁ ποιητὴς ἐπεὶ οὔτι θεῶν ἐκ θέσφατα ᾔδη. b |
| book 64d | (BCE3)T |
| book 64d.1 | ἐπεὶ οὔτι θεῶν ἐκ θέσφατα ᾔδη: Λακεδαιμόνιοι λοι‐ |
| book 64d.2 | μῷ—αὐτοὺς δὲ καὶ τὴν πόλιν. A |
| book 66 | 〈γλουτόν:〉 τοῦ ἰσχίου τὸ μέρος. Til |
| book 67.1 | ἀντικρὺ κατὰ κύστιν: αἰσχρὸν τὸ τραῦμα τοῦ τῆς πορ‐ |
| book 67.2 | νείας ναυπηγοῦ. A b (BCE3E4)T βία δὲ δηλοῦται τῆς πληγῆς· |
| book 67.3 | ὀστέοις γὰρ σκέπεται ἡ κύστις, ἃ παρῆλθε τὸ δόρυ. A b (BE3E4)T |
| book 68a.1 | 〈γνὺξ δ’ ἔριπ’ οἰμώξας:〉 ὅτι καὶ οὗτος 〈οὐκ〉 ἐπὶ τὴν |
| book 68a.2 | πληγὴν πέπτωκε. Aim |
| book 68b.1 | γνὺξ δ’ ἔριπε: τὸ εἰς γόνατα πεσεῖν. T | πιθανὸν σπα‐ |
| book 68b.2 | σμοῦ γεγονότος συννεῦσαι τὸν τρωθέντα. b(BCE3E4)T |
| book 69a1.1 | Πήδαιον {δὰρ}: Ἀρίσταρχος ὡς Πήδασον, καὶ ἐπεκρά‐ |
| book 69a1.2 | τησεν. καὶ ἴσως ἔχει ἀφορμὴν τοιαύτην ὡς πολλάκις τὰ τοιαῦτα τρί‐ |
| book 69a1.3 | την ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, εἰ ῥῆμα αὐτῶν προκατάρχοι, ὥσπερ |
| book 69a1.4 | ἔχουσι τὸ βέβαιος (παρὰ γὰρ τὸ βέβηκα), ὡς τὸ Φίλαιος, τὸ Νίκαιος, |
| book 69a1.5.1 | τὸ Τίμαιος. τοιοῦτον οὖν καὶ τὸ Πήδαιος· οὐ γάρ, ὡς οἴεται ὁ Ἅβρων |
| book 69a1.5.2 | (fr. 19 B.), παρὰ τὴν πῆδον· ἐοικὸς γὰρ μᾶλλον ἥρωϊ παρὰ τὸ πηδᾶν |
| book 69a1.5.3 | ἐσχηματίσθαι. A |
| book 69a2 | Πήδαιον {δ’ ἂρ}: Ἀρίσταρχος †πῆδον παρὰ τὸ πηδῶν. T |
| book 70a | ὅς ῥα νόθος μὲν ἔην: ὅτι βαρβαρικὸν ἔθος τὸ ἐκ πλειόνων |
| book 70a | γυναικῶν παιδοποιεῖσθαι. A |
| book 70b | ὅς ῥα νόθος μὲν ἔην, 〈πύκα δ’ ἔτρεφε δῖα Θεανώ〉: |
| book 70b.1 | βάρβαρον ἔθος τὸ ταῖς πολλαῖς γυναιξὶ μίγνυσθαι· Λαέρτης γοῦν |
| book 70b.2 | „χόλον δ’ ἀλέεινε γυναικόσ“ (α 433). | ἢ τάχα ἥγνευεν αὐτὴ διὰ τὴν |
| book 70b.3 | ἱερωσύνην. νόμον δὲ τοῦτον ὑπογράφει ταῖς γυναιξὶν ὁ ποιητής· |
| book 70b.5.1 | σώφρονος γὰρ γυναικὸς τὸ γεγονὸς ἁμάρτημα τοῦ ἀνδρὸς σκέπειν. |
| book 70b.5.2 | b(BCE3E4)T φησὶ δὲ καὶ τὸ Εὐριπίδειον „σοὶ καὶ ξυνήρων“ |
| book 70b.5.3 | (Andr. 223). | νόθος δὲ ὀνοτός τις ὢν ἢ νωθὴς τῷ γένει. T |
| book 70c.1 | πύκα δ’ ἔτρεφε: δείκνυσιν ὡς ἀγαθὸς τρόπος περιγίνεται |
| book 70c.2 | τῶν παθῶν τοῦ λογισμοῦ. ἕκαστον δὲ σαφηνίζει τοὺς βάλλοντας καὶ |
| book 70c.3 | πίπτοντας αὔξων καὶ τὸ προσκορὲς ἀφανίζων. b(BCE3E4)T |
| book 70d | 〈Θεανώ:〉 παρὰ τὸ θέαινα. Til |
| book 73 | ἰνίον: τὸ κοῖλον τοῦ τένοντος—τὸν αὐχένα. A |
| book 74.1 | 〈ἀν’ ὀδόντασ〉 ὑπὸ γλῶσσαν τάμε χαλκός: ὑπὸ τὴν γλῶσσαν ἰὼν ὁ |
| book 74.2 | χαλκὸς τοὺς ὀδόντας ἀνέτεμεν. b(BCE3E4)T ὀξέως δὲ δι’ ἀναί‐ |
| book 74.3 | μων ὀστέων διϊόντος τοῦ σιδήρου „ψυχρόν“ (Ε 75) αὐτὸν ὀνομάζει. |
| book 74.4 | ἀλλαχοῦ δὲ „πᾶν δ’ ὑπεθερμάνθη ξίφοσ“ (Π 333). b(BE3E4)T |
| book 75a | 〈ἤριπε δ’ ἐν κονίῃς:〉 ἐν ἄλλῳ „ἤριπε δ’ ἐξ ὀχέων“. Aim |
| book 75b.1 | ἤριπε δ’ ἐν κονίῃσι: εἰκότως τελευτᾷ· ἠνέχθη γὰρ τὸ |
| book 75b.2 | δόρυ, καθὸ λήγει ὁ ἐγκέφαλος καὶ ὁ νωτιαῖος μυελὸς ἄρχεται. b(BC |
| book 75b.3 | E3E4)T ἴσον δὲ τῇ τοῦ ἐγκεφάλου κοιλίᾳ δύναται †ὧι οὐ† τοῦτο |
| book 75b.4 | τὸ μέρος. b(BE3E4)T δῆλον δὲ ἐκ τῶν ἱερείων, ἃ τιτρωσκόμενα |
| book 75b.5 | κατὰ τὸ ἰνίον διαλύεται. T |
| book 75b | ψυχρὸν δ’ ἕλε χαλκὸν ὀδοῦσι: ἤτοι κυρίως διὰ τὸ— |
| book 75b | τοῖς ὀδοῦσι ἔλαβεν. A |
| book 76a.1 | {εὐρύπυλος} Εὐαιμονίδης: ψιλοῖ ὁ Ἀσκαλωνίτης (p. |
| book 76a.2 | 45 B.), ἵνα κύριον γένηται, ὥσπερ καὶ τὸ Φίλιππος καὶ τὸ „Μελά‐ |
| book 76a.3 | νιπποσ“ (cf. Q 276 al.). ἔστι μὲν οὖν ὃ λέγει πιθανόν—διὰ τοῦτο |
| book 76a.4 | γοῦν καὶ τὸ „ΠΟΛΥΜΝΙΑ“ (Hsd. th. 78) πῇ μὲν ψιλοῦμεν πῇ δὲ |
| book 76a.5.1 | δασύνομεν, καὶ τὸ „Εὐρύαλοσ“ (Β 565 al.), „ΑΓΧΙΑΛΟΣ“ (cf. Ε 609 |
| book 76a.5.2 | et Β 640. 697)—, οὔ γε μὴν ἀληθές· εὑρέθη γὰρ τὸ Πάνορμος δασυ‐ |
| book 76a.5.3 | νόμενον καὶ Ἔφιππος ὁ κωμικός. A |
| book 76b.1 | Ὑψήνορα δῖον: δύο Ὑψήνορες· καὶ ἀλλαχοῦ γάρ φησιν |
| book 76b.2 | „Ἱππασίδην Ὑψήνορα“ (Ν 411). T |
| book 78.1 | θεὸς δ’ ὣς τίετο δήμῳ: διδάσκει, πῶς χρὴ διακεῖσθαι πρὸς |
| book 78.2 | τοὺς ἱερεῖς. b(BCE3E4)T |
| book 79.1 | 〈Εὐρύπυλος, Εὐαίμονος ἀγλαὸς υἱός:〉 πρὸς τὴν ἐπα‐ |
| book 79.2 | νάληψιν τοῦ ὀνόματος (cf. Ε 76). Aim |
| book 80-1.1 | μεταδρομάδην〈—ἀΐξασ〉: τὸ ἑξῆς μεταδρο‐ |
| book 80-1.2 | μάδην ἀΐξας, ἐπιδιώξας τὸν φεύγοντα. b(BCE3)T |
| book 81.1 | ἀπὸ δ’ ἔξεσε χεῖρα: τὸ ῥᾴδιον τῆς ἐκτομῆς ἐδήλωσεν ἔξε‐ |
| book 81.2 | σεν εἰπών, οὐκ ἀπέκοψεν. A b (BCE3)T |
| book 82.1 | αἱματόεσσα δὲ χεὶρ 〈πεδίῳ πέσε〉: οἶκτον ἔχει ἡ χεὶρ |
| book 82.2 | δίχα παντὸς τοῦ σώματος κειμένη· ὑπ’ ὄψιν γοῦν ἤγαγε τὸ πάθος. |
| book 82 | b(BCE3)T |
| book 83a1.1 | πορφύρεος θάνατος: ὅτι οἱ ἀρχαῖοι κριτικοὶ πορφύ‐ |
| book 83a1.2 | ρεον θάνατον τὸν τοῦ ἐπὶ στόμα πεπτωκότος ὁπλίτου. λέγει δὲ πορφύ‐ |
| book 83a1.3 | ρεον τὸν μέλανα, ἐξ οὗ δηλοῖ τὸν χαλεπόν· „πορφύρεον δ’ ἄρα κῦμα“ |
| book 83a1.4 | (Φ 326) ἀναλόγως τῷ „μέλαν δέ ἑ κῦμα κάλυψεν“ (Ψ 693). A |
| book 83a2.1 | πορφύρεος θάνατος: ὁ μέλας, καὶ „πορφύρεον δ’ ἄρα |
| book 83a2.2 | κῦμα“, „μέλαν δέ ἑ κῦμα κάλυψεν“. b(BCE3E4)T |
| book 84.1 | ὣς οἱ μὲν πονέοντο: ὡς καὶ ἄλλων τινῶν ἀσήμων ἐνεργη‐ |
| book 84.2 | σάντων. b(BCE3)T |
| book 85a.1 | Τυδεΐδην δ’ οὐκ ἂν γνοίης: ἡ διπλῆ, ὅτι ὡς πρός τινα |
| book 85a.2 | διαλέγεται μὴ ὑποκειμένου προσώπου, καὶ ὅτι ἀντὶ τοῦ οὐκ ἄν τις |
| book 85a.3 | ἔγνω, καὶ χρόνος ἐνήλλακται. A |
| book 85b.1 | Τυδεΐδην δ’ οὐκ ἂν γνοίης: ἡδὺ τὸ τῆς ἀποστροφῆς |
| book 85b.2 | ὡς πρὸς πρόσωπον· „φαίης †κεν† ζάκοτόν τέ τιν’ ἔμμεναι“ (Γ 220). |
| book 85b.3 | ἡ δὲ τῆς ἑρμηνείας θερμότης τὸν βεβακχευμένον Διομήδεα δείκνυσιν. |
| book 85b.4 | b(BCE3E4)T |
| book 87.1 | θῦνε γάρ: ἐνθουσιωδῶς μετά τινος ὁρμῆς ἐφέρετο. ἐπιτείνει |
| book 87.2 | δὲ αὐτὸν τῷ „χειμάρρῳ“ (Ε 88), εἰκονίσας ἡμῖν, τί ἐστι χειμάρρους, |
| book 87.3 | καὶ τῷ πλήθοντι. b(BCE3E4)T |
| book 88.1 | ἐκέδασσε γεφύρας: καλῶς κἀκ τῶν πασχόντων τοῦ |
| book 88.2 | ποταμοῦ τὴν βίαν ηὔξησεν. b(BCE3E4)T |
| book 89a.1 | τὸν δ’ οὔτ’ ἄρ τε γέφυραι: ἡδὺ τὸ τῆς ἐναλλαγῆς τῆς |
| book 89a.2 | πτώσεως ἐν τῇ ἐπαναλήψει, καὶ πάλιν ἐν τῇ γενικῇ „πολλὰ δ’ ὑπ’ |
| book 89a.3 | αὐτοῦ ἔργα κατήριπε“ (Ε 92). b(BCE3E4)T |
| book 89b1 | 〈ἐεργμέναι:〉 Ἀρίσταρχος „ἐερμέναι“. Aim |
| book 89b2 | χωρὶς τοῦ γ „ἐερμέναι“. Til |
| book 90 | 〈ἀλωάων:〉 τῶν ἀμπελοφύτων. Til |
| book 92.1 | 〈ἔργα〉 κατήριπε κάλ’ αἰζηῶν: ἀντὶ τοῦ ἀνθρώπων· b |
| book 92.2 | (BCE3)T „μινύθει δέ τε ἔργα ἀνθρώπων“ (Π 392). T | ἐμφαντι‐ |
| book 92.3 | κῶς δὲ καὶ τὰ ὑπὸ νεανιῶν οἰκοδομηθέντα παρασύρεσθαί φησιν. b |
| book 92.4 | (BCE3E4)T |
| book 97-8.1 | αἶψ’ ἐπὶ Τυδεΐδῃ〈— / καὶ βάλ’〉: καλῶς τιτρώσκει |
| book 97-8.2 | Διομήδεα, „ἐπεί / ῥέζοντά τι καὶ παθεῖν ἔοικεν“ (Pind. N. 4, 31—2). |
| book 97-8.3 | b(BCE3)T |
| book 98a1.1 | ἐπαΐσσοντα τυχών: συνήργησεν ἡ Διομήδους ὁρμὴ |
| book 98a1.2 | πρὸς τὴν δίοδον τοῦ βέλους. T |
| book 98a2 | ἡ δὲ ὁρμὴ ἡ Διομήδους καὶ τῷ βέλει συνήργησεν. b(BCE3) |
| book 99a.1 | θώρηκος γύαλον: ὅτι τὸ ὅλον κύτος τοῦ θώρακος γύα‐ |
| book 99a.2 | λον διὰ τὴν †ποικιλότητα† λέγει, οὐ μέρος ὡρισμένον τοῦ θώρακος. |
| book 99a.3 | A | τὸ γύαλον, ὅταν ἐπίθετον ᾖ, ὀξύνεται· „εὖτ’ ἂν ὁ παῖς ἀπὸ μὲν |
| book 99a.4 | γυαλὸν λίθον †ἀγκάσασθαι“ (Call. fr. 236, 1). AT |
| book 99b.1 | 〈θώρηκος:〉 τοῦτο〈ν〉 ἐγκωμιάζων Ἕκτωρ ἡφαιστότευ‐ |
| book 99b.2 | κτον οἶδε καλεῖν (cf. Θ 195), ἐπεὶ καὶ τὸ Πανδάρου τόξον Ἀπόλλωνος |
| book 99b.3 | (cf. Β 827). b(BCE3E4) |
| book 99c1.1 | θώρηκος γύαλον: πρὸς ἀντιδιαστολὴν τῶν χειρίδων |
| book 99c1.2 | θώρηκος γύαλόν φησι τὸ περὶ τὸν ὦμον μέρος. λέγει δὲ τὸ κοί‐ |
| book 99c1.3 | λωμα. T |
| book 99c2 | γύαλον δὲ τὸ περὶ τὸν ὦμον κοῖλον τοῦ θώρακος μέρος. |
| book 99c2 | b(BCE3E4) |
| book 100.1 | ἀντικρύ {δὲ διέσχε}: ὀξύνεται καὶ ἐκτείνεται. ὅταν δὲ ἔχῃ |
| book 100.2 | τὸ ς, συστέλλεται καὶ βαρύνεται. τὸ δὲ αἴτιον ἐν τῷ Περὶ ἐπιρρήματος |
| book 100.3 | (fr. 1 L. = 2, 846, 24) ἐροῦμεν. A |
| book 101.1 | ἐπὶ μακρὸν ἄϋσε: οὐδεὶς τῶν βαλλόντων ἢ μόνος οὗτος ὁ |
| book 101.2 | ἀλαζὼν ἐφθέγξατο· διὸ ὥσπερ ἐλέγχων αὐτοῦ τὸ φλύαρόν φησι „τὸν |
| book 101.3 | δ’ οὐ βέλος ὠκὺ δάμασσεν“ (Ε 106). οὐ φθέγγεται δὲ τρώσας Μενέ‐ |
| book 101.4 | λαον, ὅτι ἡ πρᾶξις αἰσχρά, καὶ ἔλεγχον †βασιλείας† ἔχει, ἢ βουλό‐ |
| book 101.5.1 | μενος ἑαυτὸν μὴ φανερὸν ποιῆσαι τοὺς ὅρκους παραβῆναι ἐν τοῖς |
| book 101.5.2 | Τρωσίν. b(BCE3E4)T |
| book 103.1 | βέβληται γὰρ ἄριστος Ἀχαιῶν: ἀντὶ τοῦ ἀριστεύς |
| book 103.2 | (Αἴας γὰρ μετ’ Ἀχιλλέα)· ἢ διὰ τὴν εὐδαιμονίαν, „ὃν δὴ ἐγὼ κάρτι‐ |
| book 103.3 | στον Ἀχαιῶν“ (Ζ 98)· ἢ ἑαυτὸν ὑψῶν ὁ Πάνδαρος ἄριστον τὸν τρω‐ |
| book 103.4 | θέντα φησίν. A b (BCE3E4)T |
| book 104a.1 | 〈δῆθ’ ἀνσχήσεσθαι:〉 Ἀρίσταρχος δῆθ’ ἀνσχήσε‐ |
| book 104a.2 | σθαι. Aint |
| book 104b | 〈βέλος:〉 Ἀρίσταρχος βέλος. Aim |
| book 105 | 〈Λυκίηθεν:〉 ὅτι τῆς Τρωϊκῆς Λυκίας. Aint |
| book 105 | Λυκίηθεν: Λυκίας χώρας—ἐβασίλευε Πάνδαρος. A |
| book 107.1 | 〈ἀλλ’ ἀναχωρήσας:〉 ἐπὶ τὸ ἀναχωρήσας βραχὺ δια‐ |
| book 107.2 | σταλτέον. Aint |
| book 107-8a1 | πρόσθ’ ἵπποιϊν καὶ ὄχεσφιν / ἔστη: γενναῖον ἦθος |
| book 107-8a1 | Διομήδους, ὃς οὐκ οἴχεται καιρίαν λαβὼν τὴν πληγήν. T |
| book 107-8a2.1 | γενναῖον τὸ Διομήδους ἦθος, ὅτι μὴ τελείως ἀναχωρεῖ |
| book 107-8a2.2 | καίπερ καιρίαν λαβὼν τὴν πληγήν. b(BCE3E4) |
| book 109-10.1 | ὄρσο, πέπον〈—ὀϊστόν〉: οὐδὲν ἀποιμώζει |
| book 109-10.2 | πρὸς τὴν πληγήν, ἀλλὰ γενναίως τὴν χρείαν μόνην φησίν. b(BCE3 |
| book 109-10.3 | E4)T |
| book 111.1 | Σθένελος δὲ καθ’ ἵππων 〈ἆλτο χαμᾶζε〉: πρεπόντως καὶ |
| book 111.2 | Σθένελος οὐδὲν ἐπιζητεῖ· καὶ γὰρ ἀνοίκειον τῷ καιρῷ. b(BCE3)T |
| book 112a | 〈πὰρ δὲ στάς:〉 ἐπὶ τὸ στάς βραχὺ διασταλτέον. Aim |
| book 112b.1 | 〈διαμπερὲσ〉 ἐξέρυς’ ὤμου: αὕτη ἐστὶν ἡ κατὰ διωσμὸν βελουλκία, |
| book 112b.2 | ἵνα μὴ πάλιν τιτρώσκοιτο ταῖς ἀκίσιν ὑποστρεφούσαις. b(BCE3E4)T |
| book 113.1 | αἷμα δ’ ἀνηκόντιζε: ἐμφαντικὴ ἡ μεταφορὰ τοῦ αἵματος |
| book 113.2 | ἀναθέοντος μετὰ βίας· ἀρτηριώδης γὰρ καὶ φλεβώδης ὁ τόπος. A b |
| book 113.3 | (BCE3E4)T |
| book 116-7.1 | 〈εἴ ποτέ μοι—πολέμῳ:〉 ταῦτα τοῖς ἑξῆς βέλτιον |
| book 116-7.2 | προσνέμειν. Aim |
| book 116.1 | εἴ ποτέ μοι καὶ πατρί: ἀντὶ τοῦ μού. | προῳκονόμησε δὲ |
| book 116.2 | τὸν Τυδέα ὁ ποιητής (cf. Ε 126, vide Ε 800—13). b(BC) T |
| book 117.1 | δηΐῳ ἐν πολέμῳ, 〈νῦν αὖτ’ ἐμὲ φῖλαι〉: ὑποστικτέον ἐν |
| book 117.2 | τῷ πολέμῳ. | ἄμεινον δὲ b(BC) T ὀρθοτονεῖν τὸ ἐμέ, ἵν’ ᾖ· καὶ |
| book 117 | ἐμὲ ὡς ἐκεῖνον. b(BCE4)T |
| book 118a.1 | 〈δὸς δέ τέ μ’ ἄνδρα:〉 οὕτως †ἔν τισιν ἡρωδιανός. ἡ δὲ |
| book 118a.2 | γραφὴ† „τόνδε τέ μ’ ἄνδρα“. Aim |
| book 118b.1 | δὸς δέ τέ μ’ ἄνδρα ἑλεῖν: οὐ περὶ τῆς ἰάσεως, ἀλλὰ τῆς |
| book 118b.2 | τοῦ βαλόντος εὔχεται τιμωρίας. οἰκείως δὲ τοῖς παθήμασιν οἱ εὐχό‐ |
| book 118b.3 | μενοι τοῖς θεοῖς τὰ ἐπίθετα ποιοῦνται· καὶ νῦν μὲν ὁ καταπονούμενος |
| book 118b.4 | „Ἀτρυτώνην“ (cf. Ε 115), ἡ δὲ †ἑκάτη† εὐχομένη τὴν Ἴλιον σῴ‐ |
| book 118b.5.1 | ζεσθαι ἐπικαλεῖται τὴν „ἐρυσίπτολιν“ (cf. Ζ 305), οἱ δὲ τὴν λείαν λα‐ |
| book 118b.5.2 | βόντες ἀνατιθέασι τῇ „ληΐτιδι“ (Κ 460). b(BCE3E4)T |
| book 118c.1 | καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν: τουτέστιν διὰ δόρατος |
| book 118c.2 | ἀγωνίσασθαι, μὴ τόξοις μακρόθεν, καὶ ὑπ’ ἐμοῦ ἀναιρεθῆναι. ἢ ἐμὲ |
| book 118c.3 | ποίησον ἐλθεῖν πρὸς ἄφεσιν δόρατος, τουτέστιν δύνασθαι ἀφεῖναι |
| book 118c.4 | δόρυ· κάμνει γὰρ ἤδη. ἢ εἰς τὴν ὁρμὴν τοῦ ἐμοῦ ἔγχους ποίησον αὐ‐ |
| book 118c.5 | τὸν ὑπαντῆσαι. A |
| book 118d.1 | καὶ ἐς ὁρμὴν ἔγχεος: ἢ ἐμὲ ἰσχῦσαι πάλλειν τὸ δόρυ |
| book 118d.2 | κατὰ τοῦ βαλόντος, ἢ αὐτὸν ἀντιστῆναι τῇ ὁρμῇ τοῦ ἐμοῦ δόρατος. |
| book 118d.3 | μόνον δὲ πλησιάσαι αὐτὸν εὔχεται· πέποιθε γὰρ ὡς αἱρήσων τὸν |
| book 118d.4 | Πάνδαρον. b(BCE4)T |
| book 119a.1 | 〈ὅς μ’ ἔβαλε φθάμενος:〉 καλῶς ἐπὶ τὴν τύχην, οὐκ ἐπὶ |
| book 119a.2 | τὴν ἀρετὴν τοῦ βαλόντος ἀνήνεγκε τὴν ἀνδραγαθίαν. b(BCE4)Til |
| book 119b.1 | καὶ ἐπεύχεται: ἅπτεται τῶν μειζόνων ἡ τῶν χειρόνων |
| book 119b.2 | μεγαλαυχία. Aim b (BCE4)T |
| book 121.1 | 〈ὣς ἔφατ’ εὐχόμενος:〉 ὅτι κατὰ τὴν ἡμετέραν χρῆσιν νῦν |
| book 121.2 | τὸ εὐχόμενος. Aim |
| book 122a.1 | γυῖα δ’ ἔθηκεν ἐλαφρά: ὁ ἀστερίσκος, ὅτι ἐντεῦθεν |
| book 122a.2 | μετενήνεκται εἰς τὸν ἐπὶ Πατρόκλῳ ἀγῶνα ἐπ’ Ὀδυσσέως τρέχοντος |
| book 122a | (sc. Ψ 772). A |
| book 122b.1 | γυῖα δ’ ἔθηκεν ἐλαφρά: οἰκείως· τρωθεὶς γὰρ ἐβεβά‐ |
| book 122b.2 | ρητο. οὐκ ἔχομεν οὖν εἰπεῖν· ‘πῶς ἀριστεύει πάλιν;‘ b(BCE4)T |
| book 124 | 〈μάχεσθαι:〉 ἀντὶ τοῦ μάχου. Aint |
| book 126.1 | ἄτρομον, οἷον ἔχεσκε: φασὶν ἐν τῷ Θηβαϊκῷ πολέμῳ |
| book 126.2 | Τυδέα τρωθέντα ὑπὸ Μελανίππου τοῦ Ἀστακοῦ σφόδρα ἀγανακτῆ‐ |
| book 126.3 | σαι. Ἀμφιάρεων δὲ κτείναντα τὸν Μελάνιππον δοῦναι τὴν κεφαλὴν |
| book 126.4 | Τυδεῖ. τὸν δὲ δίκην θηρὸς ἀναπτύξαντα ῥοφᾶν τὸν ἐγκέφαλον ἀπὸ |
| book 126.5.1 | θυμοῦ. κατ’ ἐκεῖνο δὲ καιροῦ παρεῖναι Ἀθηνᾶν ἀθανασίαν αὐτῷ φέ‐ |
| book 126.5.2 | ρουσαν ἐξ οὐρανοῦ καὶ διὰ τὸ μύσος ἀπεστράφθαι. τὸν δὲ θεασάμενον |
| book 126.5.3 | παρακαλέσαι κἂν τῷ παιδὶ αὐτοῦ χαρίσασθαι τὴν ἀθανασίαν. ἱστορεῖ |
| book 126.5.4 | Φερεκύδης (FGrHist 3, 97). A b (BC) T |
| book 127.1 | ἀχλὺν δ’ αὖ τοι ἀπ’ ὀφθαλμῶν ἕλον: παιδευτικῶς ἐδογ‐ |
| book 127.2 | μάτισεν ἀχλὺν ἐπικεχύσθαι τοῖς ἀνθρώποις, ὅπως ἀεὶ δοκοῖμεν ἡμῖν |
| book 127.3 | παρεστάναι καὶ τὸ θεῖον. b(BCE4)T |
| book 127 | ἀχλὺν †αὐτοι καὶ: τὴν ἀορασίαν—τὸν Γλαῦκον. A |
| book 128a1.1 | 〈ὄφρ’ εὖ γινώσκοις ἠμὲν θεὸν〉 ἠδὲ καὶ ἄνδρα: θεὸν |
| book 128a1.2 | ὁμοιωθέντα ἀνδρί, ἵνα διακρίνῃς καὶ τὸν ὄντως ἄνδρα· τοῦτο γὰρ |
| book 128a1.3 | δηλοῖ ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα. T |
| book 128a2.1 | ὅπως εὖ διακρίνοιο καὶ τὸν ἄτρεπτον θεὸν καὶ τὸν ὡς |
| book 128a2.2 | ἄνδρα πάλιν θεόν. b(BCE4) |
| book 128b.1 | ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα: ὅτι Ζηνόδοτος γράφει „ἠμὲν |
| book 128b.2 | θεὸν ἠδ’ ἄνθρωπον“. ἰδίως δὲ εἴρηκεν ἄνδρα διὰ τὸ καὶ ἄνδρας πολε‐ |
| book 128b | μεῖν. A |
| book 129 | πειρώμενος: ἀπόπειραν—μορφῇ. A |
| book 130.1 | ἀντικρὺ μάχεσθαι: ἐνθάδε βούλονται τοῦ ἀντικρύ τὴν |
| book 130.2 | τελευταίαν συστέλλειν διὰ τὸ μέτρον. A |
| book 131-2a1.1 | Ἀφροδίτη 〈/ —〉τήν γ’ οὐτάμεν: ἡ πρακτικὴ |
| book 131-2a1.2 | φρόνησις καταφρονεῖν αὐτὸν τῶν ἡδονῶν παρασκευάζει. b(BCE4)T |
| book 131-2a2.1 | ἀτὰρ εἴ κε: ἐὰν δέ. μόνην δὲ βούλεται—ἀμύνει. | |
| book 131-2a2.2 | κατὰ χεῖρα τιτρώσκεται ἡ Ἀφροδίτη, ὅτι—τῇ Ἑλένῃ καὶ |
| book 131-2a2.3 | †ἄλλως ἠρέθισται ἀκούουσα·† / ἡ πρακτικὴ φρόνησις καταφρονεῖν |
| book 131-2a2.4 | τὸν Διομήδη ἡδονῶν παρασκευάζει. A |
| book 132a1 | 〈τήν γ’ οὐτάμεν:〉 Ζηνόδοτος „τὴν οὔτασαι“. Aim |
| book 132a2.1 | διχῶς Ἀρίσταρχος, καὶ οὕτως καὶ χωρὶς τοῦ γέ, „τὴν |
| book 132a2.2 | οὐτάμεν“. Aim |
| book 132a3.1 | τήν γ’ οὐτάμεν: καὶ μετὰ τοῦ γ καὶ χωρὶς τοῦ γ. Ζηνό‐ |
| book 132a3.2 | δοτος δὲ „τὴν οὐτάσαι“. T |
| book 133 | 〈ἡ μὲν ἄρ’ ὣς εἰποῦς’:〉 „ὣς ἄρα φωνήσασ’“. Ail |
| book 136a1.1 | 〈ἕλεν μένος:〉 Πτολεμαῖος ὁ τοῦ Ὀροάνδου ἐν τῷ Περὶ |
| book 136a1.2 | τῆς ὁπλοποιΐας διὰ τοῦ χ προφέρεται, „ἔχεν μένοσ“. Aim |
| book 136a2 | Πτολεμαῖος διὰ τοῦ χ „ἔχεν μένοσ“. T |
| book 136-40.1 | ὥστε λέοντα〈—φοβεῖται〉: καλῶς τῶν μὲν |
| book 136-40.2 | τετραπόδων τὰ ἀσθενέστερα παρείληφε, τὰ πρόβατα, τῶν δὲ θηρίων |
| book 136-40.3 | τὸν ἀλκιμώτατον λέοντα, καὶ τὸν μὲν ὑπὸ τῆς πληγῆς ἠρεθισμένον, |
| book 136-40.4 | τὰ δὲ ἔρημα τοῦ φυλάττοντος. b(BCE4)T |
| book 137.1 | ὀΐεσσιν: ἀντὶ τοῦ ταῖς ἐπαύλεσιν, ὡς τὸ „ποιμαίνων δ’ ἐπ’ |
| book 137.2 | ὄεσσι μίγη“ (Ζ 25). b(BC) T |
| book 138a.1 | χραύσῃ: τύψῃ ἢ τρώσῃ. T | εὖ δὲ τὸ μὴ φάναι τύψῃ ἢ |
| book 138a.2 | βάλῃ, ἀλλὰ θίξῃ διὰ τὴν ἐπιπολαίαν πληγήν. b(BCE4)T |
| book 138b | 〈χραύσῃ:〉 ξύσῃ, ψαύσῃ. Aint |
| book 138c.1 | ὑπεράλμενον: Διονύσιος (fr. 33 S.) ἀναστρέφει τὴν |
| book 138c.2 | ὑπέρ, ὁ δὲ Ἀσκαλωνίτης (p. 45 B.) ἓν ἐποίει, ὃ καὶ πιθανώτερον. A |
| book 140a1.1 | ἀλλὰ κατὰ σταθμοὺς 〈δύεται· τὰ δ’ ἐρῆμα φοβεῖ‐ |
| book 140a1.2 | ται〉: ὅτι σταθμοὺς τὰς κατ’ ἀγρὸν ἐπαύλεις, καὶ ὅτι ἐπὶ τὸ συνώνυμον |
| book 140a1.3 | εἴληφεν· ἄνω γὰρ εἴρηκεν „εἰροπόκοις ὀΐεσσι“ (Ε 137), νῦν δὲ τὰ δ’ |
| book 140a1.4 | ἐρῆμα φοβεῖται. A |
| book 140a2.1 | ὅτι πρὸς τὸ σημαινόμενον καὶ οὐ πρὸς τὸ ῥητὸν τοῦτο |
| book 140a2.2 | ἐπήγαγε. Aim |
| book 140b.1 | ἀλλὰ κατὰ σταθμοὺς δύεται: ἐναργῶς τὸν δεδιότα |
| book 140b.2 | ἐσήμανεν. T |
| book 141a.1 | αἱ μέν τ’ ἀγχηστῖναι ἐπ’ ἀλλήλοισι κέχυνται: |
| book 141a.2 | οὕτω γὰρ συνέρχονται ἀλλήλαις, ἐπειδὰν πτοηθῶσιν. b(BCE4)T |
| book 141a.3 | ἤτοι δὲ αἱ ζῶσαι ἢ αἱ καταβαλλόμεναι. b(BC) T |
| book 141b.1 | κέχυνται: τὸ πλῆθος δηλοῖ· b(BCE4)T διὸ καὶ |
| book 141b.2 | „μελισσάων ἀδινάων“ (Β 87) φησὶ καὶ „μῆλ’ ἀδινά“ (α 92). b(BC) |
| book 141b.3 | T | ἐναργῶς δὲ τὸ τῶν δεδιότων ἐσήμανε σχῆμα. b(BC) |
| book 142a.1 | ἐξάλλεται αὐλῆς: ἔξω ὢν ἅλλεται κατὰ τῆς αὐλῆς. ἢ |
| book 142a.2 | ἀντὶ τοῦ καθάλλεται. ἢ ὑπεράλλεται τῆς αὐλῆς, ὡς ἐξωγκῶσθαι λέγο‐ |
| book 142a.3 | μεν τὸ ὑπερυψῶσθαι. ἔμφασις δέ, εἴγε καὶ ὑψηλῶς οὔσης τῆς αὐλῆς |
| book 142a.4 | †ἅλλεται† αὐτήν. ἔστι δὲ ὡς τὸ „Τρώων †ὁρμήσεια톓 (Δ 335)· οὐ |
| book 142a.5 | γὰρ ἀναχωροῦντι τῷ λέοντι εἴκασεν αὐτόν. b(BCE4)T | ἢ ἐξάλ‐ |
| book 142a | λεται ἐκ τῆς αὐλῆς, ἐκ τοῦ σταθμοῦ. T |
| book 142b.1 | βαθέης ἐξάλλεται αὐλῆς: ἔνιοι τὸ ἔξ ἀντὶ τοῦ ἔξω ἀκού‐ |
| book 142b.2 | ουσιν· ἔξω ὢν βαθέης αὐλῆς ἅλλεται εἰς τὸ ἐντός. | ὁ μέντοι Ἀπολ‐ |
| book 142b.3 | λώνιος ἐν τῷ Περὶ προθέσεως (Fr. p. 135, 30) ἓν λέγει εἶναι τὸ |
| book 142b.4 | ἐξάλλεται. A |
| book 143.1 | ὣς μεμαὼς Τρώεσσι: δηλονότι τῆς προθυμίας ἐποιήσατο |
| book 143.2 | τὴν ὁμοίωσιν. οὐκέτι δὲ καθ’ ἕνα, ἀλλὰ †σὺν δύο† ἀναιρεῖ. ὅρα δὲ τὴν |
| book 143.3 | ποικιλίαν τῆς ἑρμηνείας. b(BCE4)T |
| book 145 | 〈βαλών:〉 ὅτι τὴν πόρρωθεν τρῶσιν βολὴν λέγει. Aint |
| book 146a.1 | 〈τὸν δ’ ἕτερον:〉 ὅτι Ζηνόδοτος γράφει „τοῦ δ’ ἑτέρου“. |
| book 146a.2 | ὁ δὲ ποιητὴς οὕτως λέγει „ξανθῆς δὲ κόμης ἕλε Πηλείωνα“ (Α 197). Aim |
| book 146b.1 | κληῗδα παρ’ ὦμον: †πρώτη μέν τις ἀπεκόπη τῆς χειρός. |
| book 146b.2 | οὕτως δὲ διήιρηται· κρεμᾶται ἡ χείρ†. T |
| book 146b.1 | κληῗδα: τὴν κατακλεῖδα—Δημοσθένης φησί (or. 18, |
| book 146b.2 | 67)· „τὴν κλεῖν κατεαγότα“. A |
| book 147a.1 | 〈πλῆξεν:〉 πρὸς τὴν διαφορὰν τοῦ πλῆξε καὶ „ἔβαλεν“ |
| book 147a.2 | (Β 692 al.), ὅτι ἐκ χειρὸς ἐπάταξεν. Aint |
| book 147b.1 | πλῆξε: ἀπὸ μετοχῆς τῆς „βαλών“ (Ε 145) εἰς ῥῆμα, ὡς |
| book 147b.2 | τὸ „ἰοῖσίν τε τιτυσκόμενοι λάεσσί τ’ ἔβαλλον“ (Γ 80). b(BC) T |
| book 148.1 | τοὺς μὲν ἔας’, 〈ὁ δ’ Ἄβαντα μετῴχετο καὶ Πολύϊ‐ |
| book 148.2 | δον〉: πρὸς τὴν ὁμωνυμίαν· καὶ γὰρ Ἀργείων ἐβασίλευε Πολύϊδος |
| book 148.3 | ὁ τὸν Μίνωος ἀνευρὼν παῖδα μάντις. ἡ δὲ ἀναφορὰ πρὸς τὸ „Αἴθρη |
| book 148 | Πιτθῆος θυγάτηρ“ (Γ 144). A |
| book 149.1 | 〈ὀνειροπόλοιο:〉 ὅτι ὀνειροπόλος ὁ διὰ τῶν ἰδίων ὀνείρων |
| book 149.2 | μαντευόμενος, οὐχ ὁ ὀνειροκρίτης. Aim |
| book 150a.1 | τοῖς οὐκ ἐρχομένοις 〈ὁ γέρων ἐκρίνατ’ ὀνείρουσ〉: |
| book 150a.2 | ἡ διπλῆ πρὸς τὴν ἑρμηνείαν. | τὸ δὲ ὅλον· οἷς τισι μὴ ἐπανιοῦσι τοῦ |
| book 150a.3 | πολέμου ὁ γέρων ἔκρινε τοὺς ὀνείρους· ἔστι γὰρ—ἀναιρεθήσον‐ |
| book 150a.4 | ται. A |
| book 150b.1 | τοῖς οὐκ ἐρχομένοις 〈ὁ γέρων ἐκρίνατ’ ὀνείρουσ〉: |
| book 150b.2 | ἐρχομένοις εἰς τὴν μάχην οὐκ ἐμαντεύσατο. b(BCE4)T ὅμοιον |
| book 150b.3 | δέ ἐστι τῷ „ἀλλ’ οὔ οἱ τότε γε χραῖσμ’ Ἄρτεμις ἰοχέαιρα“ (Ε 53). |
| book 150b.4 | b(BC) T |
| book 153a | 〈ἄμφω τηλυγέτω:〉 ὅτι καὶ ἐπὶ δύο τὸ τηλύγετος. Aint |
| book 153b.1 | ἄμφω τηλυγέτω: μεθ’ οὓς οὐκ ἐπαιδοποίησεν ὁ πατήρ, |
| book 153b.2 | οἱ τῆλε τῆς ἡλικίας γενομένῳ τῷ πατρὶ γεννηθέντες. b(B,C[bis],E4)T |
| book 153c.1 | ὁ δὲ τείρετο γήραϊ λυγρῷ: ἐλέγχει τοὺς οἰομένους δεῖν |
| book 153c.2 | ἐπὶ γήρᾳ παιδοποιεῖν, ὅπως διαδόχοις χρήσωνται, ὡς κακῶς οἰο‐ |
| book 153c.3 | μένους· νικᾷ γὰρ ἡ πήρωσις. b(B,C[bis],E4)T |
| book 156.1 | ἀμφοτέρω: ὅτι Ζηνόδοτος γράφει σὺν τῷ ν „ἀμφοτέρων“. |
| book 156.2 | οὕτως δὲ λέγει, ἀμφοτέρους ἀφείλετο τὸν θυμόν· τὸ γὰρ ἀμφοτέρω |
| book 156.3 | νῦν ἀμφοτέρους σημαίνει. ὁμοίως δὲ λέγεται καὶ κατὰ τὸ ἑνικὸν „ἐπεί |
| book 156.4 | μ’ ἀφέλεσθέ γε δόντεσ“ (Α 299). A |
| book 158a.1 | χηρωσταί: ὡς ἀθληταί. οὕτως καὶ ὁ Ἀσκαλωνίτης (p. |
| book 158a.2 | 45 B.)· τὰ γὰρ εἰς της λήγοντα ῥηματικὰ ὑπὲρ δύο συλλαβάς, φύσει |
| book 158a.3 | μακρᾷ παραληγόμενα, ὀξύνεται, τορευτής βραβευτής ἀθλητής ποι‐ |
| book 158a.4 | ητής „ὀρχηστήσ“ (cf. Π 617), χρυσωτής. οὕτως οὖν καὶ παρὰ τὸ „ἑεδνώσαιτο θύ‐ |
| book 158a.5 | γατρα“ (β 53) τὸ ἑεδνωτής, καὶ παρὰ τὸ „χήρωσας δὲ γυναῖκα“ |
| book 158a.1 | (Ρ 36) τὸ χηρωστής. μάχεται τὸ „κυβερνήτησ“ (Ψ 316)· τὸ γὰρ |
| book 158a.2 | ἀήτης ἄλλως γέγονε. τὸ δὲ παρὰ Σοφοκλεῖ ἐν Ἀλεξάνδρῳ (fr. 91 |
| book 158a.3 | N2 = 94 P.) „στείχων δ’ ἀγρώστην ὄχλον“ παρώνυμον. A |
| book 158b.1 | χηρωσταί: οἱ τὸν χῆρον οἶκον διανεμόμενοι κληρονόμοι. |
| book 158b.2 | b(BCE4)T | χηρωσταί δὲ ὡς ἀθληταί. b(BC) T | ἢ ἀγχιστεῖς ἢ |
| book 158b.3 | κληρονόμοι. T |
| book 158c | 〈χηρωσταί:〉 οἱ ἀλλότριοι τοῦ γένους κληρονόμοι. Aint |
| book 158d.1 | διὰ κτῆσιν δατέοντο: προληπτικῶς· οὔπω γὰρ ἀπέ‐ |
| book 158d.2 | θανεν ὁ γέρων. b(BC) T |
| book 161.1 | ἐξ αὐχένα ἄξει: ἔμφασιν διακοπῆς ἔχει ἡ ὑπέρθεσις ὡς τὸ |
| book 161.2 | „λέων κατὰ ταῦρον ἐδηδώσ“ (Ρ 542). T |
| book 161-2.1 | ἐν βουσὶ θορὼν—πόρτιος ἠὲ βοός: εἰπὼν τὸ |
| book 161-2.2 | γενικὸν ἐπὶ τὰ ἰδικὰ ἔρχεται. b(BC) T ὁ δὲ ἠέ ἀντὶ τοῦ καί, ὡς |
| book 161-2.3 | „εἰ δέ κ’ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων“ (Υ 138). b(BC |
| book 161-2.4 | E4)T |
| book 162a.1 | 〈πόρτιος ἠὲ βοός:〉 ὅτι Ζηνόδοτος γράφει „βουκόλου |
| book 162a.2 | ἠὲ βοόσ“. παραλλήλως δὲ τὸ εἶδος τῷ γένει τέταχεν. Aim |
| book 162b | πόρτιος: νέου βοός, μόσχου. T |
| book 162c | ξύλοχον: τόπον σύνδενδρον, οἱ δὲ κοίτην θηρίου. T |
| book 164.1 | ἀέκοντας: στέρησίς ἐστι τοῦ ἑκόντα τὸ ἀέκοντα· διὸ δασυν‐ |
| book 164.2 | τέον τὸ ε. πταίει οὖν Νικίας (fr. 7 B.) ψιλῶν τὸ ε· οἴεται γὰρ τῷ |
| book 164.3 | ἀκόντα ἐπε〈ν〉τίθεσθαι τὸ ε, ὅπερ οὐκ ἔστι· τὸ γὰρ ἄκοντα συναλιφή |
| book 164.4 | ἐστι τοῦ ἀέκοντα. διὰ τί δὲ τὸ α ἐψιλώθη, ἐν ἑτέροις (e. g. ad Α 301) |
| book 164.5 | 24efamen. A |
| book 166a | τὸν δ’ ἴδεν Αἰνείας: τὸ ὁμοειδές τε ἐκκλίνει καὶ πρόθυμον |
| book 166a | Πάνδαρον ποιεῖ ἀθυμοῦντα ἐπὶ Διομήδει. b(BCE3)T |
| book 166b | 〈ἀλαπάζοντα:〉 ἀναλίσκοντα. Til |
| book 168.1 | Πάνδαρον〈—〉διζήμενος: αὐτὸς ἔξω κινδύνων στὰς |
| book 168.2 | τοξότην ἀντικαθίστησιν αὐτῷ· οὐ γὰρ ἐθέλει κινδυνεύειν Αἰνείας. |
| book 168.3 | b(BCE3)T |
| book 169 | 〈εὗρε Λυκάονος υἱόν:〉 πρὸς τὸ ἀσύνδετον. Aim |
| book 171-3.1 | ποῦ τοι τόξον〈—ἀμείνων〉: ἡ τοξεία. T | οἰκεῖα |
| book 171-3.2 | δὲ τὰ ἐγκώμια τῇ προτροπῇ, ὡς †εἰς αὐτὸν μόνον† σαλευούσης τῆς |
| book 171-3.3 | σωτηρίας τῶν Τρώων. b(BCE3E4)T |
| book 173 | 〈οὐδέ τις ἐν Λυκίῃ:〉 ὅτι τὴν Τρωϊκὴν Λυκίαν λέγει. Aim |
| book 177a.1 | εἰ μή τις θεός ἐστι κοτεσσάμενος 〈Τρώεσσιν〉: πρὸς |
| book 177a.2 | τὸ ἀμφίβολον, εἰ μὴ οὗτος αὐτὸς θεός ἐστιν ὁ ἐναντιούμενος, ἢ εἰ μή |
| book 177a.3 | τις θεὸς ἐγκοτῶν τοῖς Τρωσὶ τῷ πολεμίῳ ἀρήγει 〈***〉. A |
| book 177b.1 | εἰ μή τις θεός ἐστι: οἰκείως ὑπονοεῖ θεὸν ὁ προελθὼν ἐκ |
| book 177b.2 | θεᾶς. ἅμα δὲ καὶ ἦθος ὁ λόγος ἔχει. b(BCE3E4)T |
| book 178a1.1 | ἐπιμῆνις: Ἀρίσταρχος παρολκὴν οἴεται τῆς ἐπί, ὁμοίως |
| book 178a1.2 | τῷ „ἐπισμυγερῶσ“ (γ 195) καὶ „βοῶν ἐπιβουκόλος ἀνήρ“ (γ 422). |
| book 178a1.3 | ὅταν δὲ παρέλκῃ ἡ πρόθεσις, οὐ ποιεῖται ἐξαλλαγὴν τόνου. εἰσὶ δὲ οἳ |
| book 178a1.4 | ἀνεγνώκασιν ὁμοίως τῷ „ἐπεὶ οὔ τοι ἔπι δέοσ“ (Α 515), ἵνα τὸ ἔπεστι |
| book 178a1.5.1 | σημαίνηται. ἄλλοι δὲ „ἐπίμηνισ“, ἓν μέρος λόγου ποιοῦντες. ἄμεινον |
| book 178a1.5.2 | δὲ τῷ Ἀριστάρχῳ συγκατατίθεσθαι. A |
| book 178a2 | κατὰ παρολκήν ἐστιν ἡ ἐπί πρόθεσις· διὸ οὐκ ἀμείβει τὸν |
| book 178a2 | τόνον. b(BCE3)T |
| book 181a1.1 | 〈Τυδείδῃ μιν ἔγωγε:〉 Ἀρίσταρχος διχῶς, καὶ μίν καὶ |
| book 181a1.2 | „μέν“, Τυδείδῃ μιν ἐγώ. Aim |
| book 181a2 | Τυδείδῃ μιν: διχῶς, καὶ μίν καὶ „μέν“. T |
| book 181b.1 | Τυδείδῃ μιν〈—〉πάντα ἐΐσκω: καὶ πῶς γινώσκει |
| book 181b.2 | τοῦ πυρὸς καιομένου; ἢ οὐ πάντα τὸν καιρὸν καίεται. T |
| book 181-2.1 | 〈Τυδείδῃ μιν—τρυφαλείῃ:〉 καὶ πῶς γινώσκει |
| book 181-2.2 | πολέμιον ὄντα; ὅτι ἔστιν ὅτε καὶ κατ’ αὐτὸν τὸν πόλεμον συναντῶσιν |
| book 181-2.3 | ἀλλήλοις καὶ γνωρίζονται, ἔστι δ’ ὅτε μὴ ὄντος πολέμου κατοπτεύον‐ |
| book 181-2.4 | τες βλέπουσι τοὺς ἀλλήλων ἀριστεῖς. b(BCE3E4) |
| book 182.1 | αὐλώπιδί τε τρυφαλείῃ: εἶδος περικεφαλείας λόφον εἰς |
| book 182.2 | ὀξὺ ἀνατεταμένον ἐχούσης. | †τρυφαλὴς† δὲ τρυφάλεια. T |
| book 183.1 | ἵππους τ’ εἰσορόων. 〈σάφα δ’ οὐκ οἶδ’, εἰ θεός ἐστιν〉: |
| book 183.2 | ἀθετεῖται, ὅτι δεξάμενός τις, „εἰ μή τις θεός ἐστιν“ ὁ ἐναντιούμενος (cf. |
| book 183.3 | ad Ε 177), ἐνέγραψεν αὐτόν. οὐ διστάζει δέ, ἀλλ’ ἐπίσταται σαφῶς |
| book 183.4 | ὅτι Διομήδης ἐστί· διὸ λέγει „Τυδείδῃ μιν ἔγωγε δαΐφρονι πάντα |
| book 183.5 | ἐΐσκω / ἀσπίδι γινώσκων αὐλώπιδί τε τρυφαλείῃ“ (Ε 181—2). A |
| book 186 | εἰλυμένος ὤμους: ἀπὸ μέρους τὸ πᾶν. T |
| book 187a.1 | ὃς τούτου βέλος ὠκὺ 〈κιχήμενον ἔτραπεν ἄλλῃ〉: |
| book 187a.2 | ὅτι Ζηνόδοτος ἠθέτηκεν αὐτόν· οὐ γὰρ ἐτράπετο ἄλλῃ τὸ βέλος, ἀλλ’ |
| book 187a.3 | ἔτυχεν αὐτοῦ. οὐ λέγει δὲ ὅτι καθόλου ἀπέτυχεν, ἀλλ’ ὅτι ἐπὶ καί‐ |
| book 187a.4 | ριον τόπον φερόμενον παρέτρεψεν. A |
| book 187b | 〈ἔτραπεν:〉 ἀντὶ τοῦ ἔτρεψεν. Til |
| book 188.1 | 〈ἐφῆκα βέλος καί μιν βάλον ὦμον:〉 καὶ προηκάμην, |
| book 188.2 | φησί, καὶ ἔτρωσα τὸν ὦμον. Aim |
| book 189 | 〈θώρηκος γυάλοιο:〉 ὅτι περιφραστικῶς πάλιν 〈τοῦ〉 |
| book 189 | κύτους. Aint |
| book 191a.1 | ἔμπης δ’ οὐκ ἐδάμασσα· 〈θεὸς νύ τίς ἐστι κοτήεισ〉: |
| book 191a.2 | ὅτι εὐκρινὲς γίνεται τὸ ἐν τοῖς ἐπάνω (sc. Ε 177) ἀμφίβολον ὅτι συνερ‐ |
| book 191a.3 | γὸν λέγει τῷ πολεμίῳ θεόν. A |
| book 191b.1 | θεός νύ τίς ἐστι κοτήεις: ἐν ἤθει τοῦτο διὰ τὸ μὴ ἀνῃ‐ |
| book 191b.2 | ρῆσθαι αὐτόν. b(BCE3E4)T |
| book 192 | 〈ἐπιβαίην:〉 ἵνα φύγῃ. Til |
| book 193.1 | ἀλλά που ἐν μεγάροισι: κερτομεῖ αὐτοῦ τὸ φιλάργυρον |
| book 193.2 | ὡς ἀμελοῦντος τῆς ἰδίας σωτηρίας ἀναλωμάτων φειδοῖ. b(BCE3E4)T |
| book 194a.1 | καλοὶ πρωτοπαγεῖς 〈νεοτευχέεσ〉: ὅτι Ζηνόδοτος |
| book 194a.2 | μετέθηκεν ὡς ταυτολογοῦντος πρωτοπαγεῖς νεοτευχέες, ἀγνοῶν |
| book 194a.3 | ὅτι ἐνίοτε παραλλήλως τάσσει τὰς ἰσοδυναμούσας λέξεις. A |
| book 194b.1 | πρωτοπαγεῖς: πρώτως παγέντες, ὅ ἐστιν ἐξόχως· A |
| book 194b.2 | b(BCE3)T | ἢ νέοι. b(BCE3) |
| book 194c.1 | πρωτοπαγεῖς νεοτευχέες: τὸν φειδωλὸν ὅρα καὶ ἀ‐ |
| book 194c.2 | χράντους φυλάξαντα ὡς ἀναθήματα τοὺς δίφρους καὶ ταῦτα πλῆθος |
| book 194c.3 | ἔχοντα συνωρίδων· b(BCE3E4)T „ἕνδεκα δίφροι“ (Ε 193). T |
| book 195a | παρὰ δέ σφιν ἑκάστῳ: σφίν ἀντὶ τοῦ σφῶν. T |
| book 195b | 〈δίζυγες ἵπποι:〉 ὅτι δύο ἵπποις ἐχρῶντο. Aint |
| book 196a | κρῖ λευκόν: κριθάς. ἀποκοπὴ τὸ πάθος. A | εἰδέναι δὲ δεῖ |
| book 196a.1 | καὶ ζητεῖν, πότερον ἐκ τοῦ κρῖμνον ἢ ἀπὸ τῆς κριθῆς ἀποκέκοπται τὸ |
| book 196a.2 | κρῖ· εἰ μὴ γὰρ ἦν τὸ κρῖ οὐδετέρου γένους, οὐκ ἐποιεῖτο τὴν σύν‐ |
| book 196a.3 | ταξιν μετὰ τοῦ λευκόν οὐδετέρου, οἷον κρῖ λευκὸν ἐρεπτόμενοι |
| book 196a.5.1 | καὶ ὀλύρας· καὶ αὐτὸ γὰρ τὸ κρῖμνον οὐδετέρου γένους ἐστίν. φαίη |
| book 196a.5.2 | τις πρὸς τοῦτο· ‘οὐδὲν μέγα· δύναται γὰρ καὶ ἐπὶ θηλυκοῦ λαμβά‐ |
| book 196a.5.3 | νεσθαι, οἷον τὴν κρῖ λευκὸν οὖσαν ἀντὶ τοῦ †ὥσπερ τὴν λευκὴν† θεόν, |
| book 196a.5.4 | τὴν δοῦλον, ἅπερ εἰσὶν Ἀττικά‘. AT πρὸς ὃ λέγομεν ὅτι †ὃν |
| book 196a.5.5 | πείσει† οὐδέτερον καὶ μόνον ὂν ἐνταῦθα τὸ „εὐρυφυὲς κρῖ 〈λευκόν〉“ |
| book 196a.10.1 | (δ 604). T κρῖμνον δέ ἐστι τὸ λεπτὸν ἄχυρον τῆς κριθῆς. ἀπο‐ |
| book 196a.10.2 | δέδεικται οὖν ὅτι τὸ κρῖ ἐκ τοῦ κρῖμνον καὶ οὐκ ἐκ τοῦ κριθή ἐστι γε‐ |
| book 196a.10.3 | γονός. AT |
| book 196b.1 | ἐρεπτόμενοι: κυρίως ἀπὸ τῆς ἔρας λαμβάνοντες· A b |
| book 196b.2 | (BCE3)T οὕτω γὰρ δηλοῖ διαιρουμένη ἡ λέξις. b(BCE3) |
| book 197-203.1 | ἦ μέν μοι μάλα πολλὰ γέρων〈—ἔδμεναι |
| book 197-203.2 | ἄδην〉: ἐπιτείνει τὴν φειδωλίαν· τοὐναντίον γὰρ ἔδει· τὸ φιλότιμον |
| book 197-203.3 | γὰρ τῶν νέων ἐπέχουσιν οἱ γέροντες, ὁ δὲ καὶ τοῦ γέροντος ὤφθη |
| book 197-203.4 | σμικρολογώτερος. b(BCE3E4)T |
| book 197.1 | 〈αἰχμητά:〉 ὅτι ἀντὶ τοῦ αἰχμητής, ὡς „αὐτὰρ ὁ αὖτε |
| book 197.2 | Θυέστα“ (Β 107). Aint |
| book 199 | 〈ἐμβεβαῶτα:〉 ἐμβεβηκότα. | οὕτως Ἀρίσταρχος. Ail |
| book 200 | ἀρχεύειν Τρώεσσι: ὅτι οἱ τὴν Ζέλειαν οἰκοῦντες ὑπὸ τὴν |
| book 200 | Ἴδην καὶ ὑπὸ Πάνδαρον Τρῶες ἐλέγοντο. A |
| book 202.1 | φορβῆς: ὡς τροφῆς· τὰ γὰρ εἰς η λήγοντα θηλυκὰ μετὰ |
| book 202.2 | συμφώνου δισύλλαβα ὀξύνεται, τῷ ο παραληγόμενα, εἰ γένοιτο ἀπὸ |
| book 202.3 | ῥημάτων τῷ ε παραληγομένων μόνῳ, οἷον στρέφω στροφή, τροπή |
| book 202.4 | τροφή ῥοπή σπονδή νομή ὁλκή πλοκή. οὕτως καὶ φορβή. προσέθηκα |
| book 202.5.1 | ‘τῷ ε παραληγομένων μόνῳ‘, ἵνα νῦν ἐκφύγω τὸ πόρπη· τοῦτο γὰρ |
| book 202.5.2 | παρὰ τὸ πείρω. A |
| book 203a1.1 | ἄδδην: Νικίας (fr. 8 B.) διὰ δύο δδ γράφει διὰ τὸ μέτρον, |
| book 203a1.2 | ὁμοίως τῷ „κύον ἀδδεέσ“ (Θ 423. Φ 481), καὶ ψιλοῖ. A b (BCE3)T |
| book 203a1.3 | Ἀρίσταρχος δὲ δι’ ἑνὸς δ καὶ βραχέως καὶ δασέως· τὸ γὰρ α πρὸ τοῦ |
| book 203a1.4 | δ δεκτικὸν μὲν ψιλοῦται, ὡς τὸ ἀδολέσχης ἀδρανής, μὴ οὕτως δὲ ἔχον |
| book 203a1.5.1 | δασύνεται· „ἅδε δ’ Ἕκτορι“ (Μ 80), „ἅδος τέ μιν ἵκετο θυμόν“ (Λ 88), |
| book 203a1.5.2 | A b (BCE3E4)T Ἅδωνις· καὶ τοῦτο γὰρ παρὰ τὸ ἥδω. A b |
| book 203a1.5.3 | (BE3E4) μάχεται τὸ ἁδράφαξυς, δεκτικὸν ἔχον τὸ α καὶ δασυνό‐ |
| book 203a1.5.4 | μενον. A | ἄδδην δὲ εἰς κόρον. T |
| book 203a2 | Ἀρίσταρχος „ἅδην“, ἄλλοι δὲ ἄδδην διὰ δύο δδ. Aint |
| book 206a1.1 | ἤδη γὰρ δοιοῖσιν ἀριστήεσσιν: ὡς πρὸς φίλον ὁμο‐ |
| book 206a1.2 | λογεῖν ὑπὸ μεγαλαυχίας ἐξέλκεται τὰ ἀπόρρητα. T |
| book 206a2.1 | ὡς πρὸς φίλον ὁμιλῶν ἐξέλκεται ὑπὸ μεγαλαυχίας καὶ τὰ |
| book 206a2.2 | ἑαυτοῦ ὁμολογεῖν ἀπόρρητα. b(BCE3E4) |
| book 208a | 〈ἀτρεκὲς αἷμ’ ἔσσευα βαλών:〉 ὅτι τρώσας, καὶ οὐ |
| book 208a | ῥίψας ἁπλῶς τὸ βέλος. Aim |
| book 208b.1 | 〈ἀτρεκὲς αἷμ’ ἔσσευα βαλών:〉 στικτέον μετὰ τὸ βα‐ |
| book 208b.2 | λών. Aint |
| book 208c.1 | ἀτρεκὲς αἷμ’ 〈ἔσσευα βαλών〉: ἀντὶ τοῦ ἀτρεκέως |
| book 208c.2 | εἶδον αὐτό, οὐκ ἠπάτημαι. b(BCE3E4)T | διαστολὴ δὲ εἰς τὸ βαλών. |
| book 208c.3 | b(BCE3)T |
| book 210 | 〈Ἴλιον εἰς ἐρατεινήν:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aim |
| book 211a1.1 | ἡγεόμην Τρώεσσι 〈φέρων χάριν Ἕκτορι δίῳ〉: ὅτι |
| book 211a1.2 | A ἀντὶ τοῦ Τρώων AAil τῶν ὑπὸ τὴν Ἴδην, χαριζόμενος δὲ |
| book 211a1.3 | τῷ Ἕκτορι. τινὲς δὲ ἀγνοοῦντες ὅτι λέγονται καὶ οἱ ὑπὸ Πάνδαρον |
| book 211a1.4 | Τρῶες, μεταγράφουσι „Τρώεσσι φέρων χάριν ἱπποδάμοισιν“. A |
| book 211a2.1 | φέρων χάριν Ἕκτορι δίῳ: ἔν τισι „φέρων χάριν ἱππο‐ |
| book 211a2.2 | δάμοισιν“. T |
| book 211b.1 | ἡγεόμην Τρώεσσι 〈φέρων χάριν Ἕκτορι δίῳ〉: μετὰ |
| book 211b.2 | τὸ Τρώεσσιν ἀναπαύσασθαι δεῖ· ἡγούμην τῶν Τρώων χάριν φέρων |
| book 211b.3 | τῷ Ἕκτορι. | τὸ δὲ Τρώεσσιν ἤτοι καθολικῶς ὡς „Τρώων δ’ οἰώθη |
| book 211b.4 | καὶ Ἀχαιῶν“ (Ζ 1) καὶ τοῖς ὑφ’ Ἕκτορι τεταγμένοις „Τρωσὶ μὲν |
| book 211b.5.1 | ἡγεμόνευε μέγας κορυθαίολος Ἕκτωρ“ (Β 816). ἢ καὶ τοῖς Ζελείταις, |
| book 211b.5.2 | A b (BCE3E4)T „οἱ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης, / |
| book 211b.5.3 | AT Τρῶες, T τῶν αὖτ’ ἦρχε Λυκάονος ἀγλαὸς υἱός / A b |
| book 211b | (BCE3E4)T Πάνδαροσ“ (Β 824. 826—7). T |
| book 211c.1 | ἡγέομην Τρώεσσι 〈φέρων χάριν Ἕκτορι δίῳ〉: τοῖς |
| book 211c.2 | Ζελείταις. T τινὲς δὲ μὴ θέλοντες Τρῶας εἶναι τοὺς Ζελείτας τὸ |
| book 211c.3 | Ἕκτορι ἀντὶ τοῦ δι’ Ἕκτορά φασιν, b(BCE3E4)T ὡς τὸ „σοὶ |
| book 211c.4 | πάντες μαχόμεσθα“ (Ε 875), οὐκ εὖ. T |
| book 212.1 | 〈εἰ δέ κε νοστήσω:〉 ἀντὶ τοῦ νοστήσαιμι, ὡς „πληθὺν δ’ |
| book 212.2 | οὐκ ἂν ἐγὼ ὀνομήνω“ (Β 488). περιττεύει δὲ καὶ ὁ κέ σύνδεσμος. Aim |
| book 215.1 | 〈εἰ μὴ ἐγὼ τάδε:〉 συναπτέον ὡς ἐν τῇ Β „εἰ μὴ ἐγώ σε |
| book 215.2 | λαβών“ (Β 261). Aim |
| book 216a.1 | χερσὶ διακλάσσας: διὰ τῆς ἀναδιπλασιάσεως τοῦ ς τὸν |
| book 216a.2 | ἀπὸ τῆς συντρίψεως τῶν κεράτων γινόμενον κτύπον ἐμιμήσατο. b |
| book 216a.3 | (BCE3E4)T |
| book 216b1.1 | ἀνεμώλια γάρ μοι: ἀνέμοις ἀπολέσθαι ὀφείλοντα· ἀλ‐ |
| book 216b1.2 | λαχοῦ (δ 727) φησιν „ἀνηρείψαντο θύελλαι“. T |
| book 216b2.1 | ἀνέμοις ἀπολέσθαι ὀφείλοντα, οἷον ἀλλαχοῦ (α 241) φη‐ |
| book 216b2.2 | σιν „ἅρπυιαι ἀνηρείψαντο“, τουτέστι θύελλαι, ἄνεμοι †νειφώδεις. b |
| book 216b2.3 | (BCE3E4) |
| book 217.1 | Αἰνείας Τρώων ἀγός: καὶ Δαρδάνιοι γὰρ τῶν Τρώ‐ |
| book 217.2 | ων. T |
| book 219a.1 | {πρίν γ’ ἐπὶ} νώ: τὸ νώ βαρυτονητέον. ἅπαξ δὲ ἐν Ἰλιάδι, |
| book 219a.2 | καὶ ἅπαξ ἐν Ὀδυσσείᾳ (ο 475) ἐχρήσατο κατ’ αἰτιατικὴν πτῶσιν, |
| book 219a.3 | ὥσπερ καὶ ἐνθάδε, „νὼ ἀναβησάμενοι“. ὁπότε μέντοι γε σὺν τῷ ι |
| book 219a.4 | λέγεται, καὶ ἐπ’ εὐθείας αὐτὸ τάσσει καὶ ἐπ’ αἰτιατικῆς καὶ προπερι‐ |
| book 219a.5 | σπᾶται· „νῶϊ δ’ ἐγὼ Σθένελός τε“ (Ι 48) καὶ „οὐδ’ ἂν νῶϊ διαδράκοι |
| book 219a.1 | ἠέλιός περ“ (Ξ 344). | περὶ δὲ τῆς τάσεως τοῦ μονοσυλλάβου, διὰ τί |
| book 219a.2 | οὐ περιεσπάσθη, ἐν τῷ Περὶ ἀντωνυμιῶν (Ap. Dysc. pron. 86, 10) |
| book 219a.3 | δηλοῦται. καὶ τάχα ἐπεὶ οὐδὲν δυϊκὸν εἰς ω λῆγον περισπᾶται· οὕτως |
| book 219a.4 | γὰρ ἔχει καὶ τὸ σφώ, τασσόμενον καὶ ἐπ’ εὐθείας καὶ ἐπ’ αἰτιατικῆς. |
| book 219a.10.1 | καὶ παρ’ αὐτῷ „σφὼ δὲ μάλ’ ἠθέλετον“ (Λ 782), „Ζεὺς σφὼ ε〈ἰ〉ς |
| book 219a.10.2 | Ἴδην“ (Ο 146). A |
| book 219b.1 | πρίν γ’ ἐπὶ νὼ 〈τῷδ’ ἀνδρί〉: πρὶν νὼ T ἐπὶ τῷδε |
| book 219b.2 | τῷ ἀνδρί. | ἐνταῦθα δὲ μόνον κέχρηται τῷ νώ καὶ ἅπαξ ἐν Ὀδυσσείᾳ, |
| book 219b.3 | b(BCE3)T „νὼ ἀναβησάμενοι“ (ο 475). T |
| book 222a.1 | οἷοι Τρώϊοι ἵπποι: τοῦτο κοινόν, εἰ μὴ καὶ τοὺς ἀπὸ |
| book 222a.2 | Τρωὸς λάβοιμεν. b(BCE3)T |
| book 222b | 〈πεδίοιο:〉 ὅτι ἐλλείπει ἡ διά· διὰ πεδίου γάρ. Aint |
| book 223a.1 | κραιπνὰ μάλ’ ἔνθα καὶ ἔνθα: συνέτεμε τὸ ἐγκώμιον |
| book 223a.2 | πρὸς εἰδότα λέγων. Διομήδης δὲ ἐξέτεινεν (cf. Ε 263—73), ὅπως μὴ |
| book 223a.3 | καταφρονήσῃ ὁ Σθένελος. b(BCE3E4)T |
| book 223b1.1 | φέβεσθαι: ὅτι τοῦτό ἐστι τὸ „φόβον Ἄρηος φορεούσασ“ |
| book 223b1.2 | (Β 767), τὴν ἐν πολέμῳ φυγήν. καὶ ὅτι τὸ φοβεῖσθαι καὶ φέβεσθαι ἐπὶ |
| book 223b1.3 | τοῦ φεύγειν Ὅμηρος τίθησιν, οὐκ ἐπὶ τοῦ κατὰ ψυχὴν δέους. A |
| book 223b2 | {διωκέμεν ἠδὲ} φέβεσθαι: φοβεῖσθαι. τοῦτο δὲ ἐπὶ τὸ |
| book 223b2 | „φόβον Ἄρηος φορεούσασ“. T |
| book 224a | 〈τὼ καὶ νῶϊ πόλιν δὲ σαώσετον:〉 ὅτι δύο ἵπποι. Aim |
| book 224b.1 | τὼ καὶ νῶϊ πόλιν δὲ σαώσετον: πιθανῶς ἀλαζονευό‐ |
| book 224b.2 | μενος ἐπ’ αὐτοῖς στέρεται αὐτῶν καὶ πρὸ πείρας φυγὴν προσδοκᾷ. |
| book 224b.3 | Διομήδης δὲ τοὐναντίον. b(BCE3E4)T |
| book 226.1 | σιγαλόεντα: ἤτοι εὐδιάσειστα, ἢ λαμπρὰ—σιγηλό‐ |
| book 226.2 | εντά τινα ὄντα. A |
| book 226-7.1 | σιγαλόεντα | δέξαι: δέξαι ἀπὸ τοῦ ἡνιόχου. b(BC |
| book 226-7.2 | E3E4)T σιγαλόεντα δὲ τὰ σῖγα ἁλλόμενα. T |
| book 227a1.1 | ἐγὼ δ’ ἵππων ἀποβήσομαι: Ἀρίσταρχος. ἀποβή‐ |
| book 227a1.2 | σομαι δὲ ἵππων ἔφη, οἷον τῆς τῶν ἵππων φροντίδος· ἐπιφέρει γοῦν |
| book 227a1.3 | „ἠὲ σὺ τόνδε δέδεξο“ (Ε 228), τὸν Διομήδη. Ζηνοδότ〈ε〉ιος δὲ ἡ διὰ |
| book 227a1.4 | τοῦ ε, „ἐπιβήσομαι“. A |
| book 227a2.1 | οὕτως Ἀρίσταρχος ἀποβήσομαι διὰ τοῦ α, Aim τῆς |
| book 227a2.2 | φροντίδος τῆς περὶ αὐτούς. Ail |
| book 227a3.1 | ἐγὼ δ’ ἵππων ἀποβήσομαι: Ζηνόδοτος „ἐπιβήσο‐ |
| book 227a3.2 | μαι“· φησὶ γοῦν „†εἰς† ἅρματα ποικίλα βάντεσ“ (Ε 239). ἐὰν δὲ γρά‐ |
| book 227a3.3 | ψῃς ἀποβήσομαι, ἀντὶ τοῦ ἐκστήσομαι τῆς ἐπιμελείας αὐτῶν. b |
| book 227a3.4 | (BCE3E4)T |
| book 228.1 | δέδεξο: ὅτι εἴωθε περιττεύειν τῇ συλλαβῇ, ὡς ἐπὶ τοῦ πεπί‐ |
| book 228.2 | θωνται, „λελάχωσιν“ (Η 80). A |
| book 230.1 | 〈τεὼ ἵππω:〉 ὅτι δυοῖν ἵπποις ἐχρῶντο· διὸ καὶ δυϊκῶς |
| book 230.2 | λέγει. Aint |
| book 231a | 〈μᾶλλον ὑφ’ ἡνιόχῳ εἰωθότι:〉 ταῦτα ἀφ’ ἑτέρας |
| book 231a | ἀρχῆς. Aim |
| book 231b.1 | εἰωθότι: οὕτως εἰωθότι καὶ Ἀρίσταρχος καὶ σχεδὸν |
| book 231b.2 | ἅπαντες· μᾶλλον γάρ φησιν ὑπὸ τῷ ἐθάδι καὶ συνήθει ἡνιόχῳ οἴσειν |
| book 231b.3 | τοὺς ἵππους τὸ ἅρμα. καὶ τὴν αἰτίαν ἐπιφέρει „μὴ τὼ μὲν δείσαντε |
| book 231b.4 | ματήσετον οὐδ’ ἐθέλητον / ἐκφερέμεν πολέμοιο τεὸν φθόγγον ποθέ‐ |
| book 231b.5.1 | οντεσ“ (Ε 233—4). τοιοῦτό ἐστι καὶ τὸ ἐν τῇ Δολων〈ε〉ίᾳ „ἀήθεσσον |
| book 231b.5.2 | γὰρ ἔτ’ αὐτόν“ (Κ 493). διὰ τοῦτό φασιν ἔνιοι καὶ τὸν Τηλέμαχον |
| book 231b.5.3 | τῷ Πεισιστράτῳ κελεύειν ζεῦξαι τοὺς ἵππους (cf. ο 46—7). εἴη δ’ ἂν |
| book 231b.5.4 | ὁ τοῦ Αἰνείου ἡνίοχος κατὰ τὸ σιωπώμενον καταβεβηκώς, καὶ ἔστι |
| book 231b.5.5 | παρ’ Ὁμήρῳ πολλὰ τοιαῦτα. A |
| book 231c.1 | ὑφ’ ἡνιόχῳ εἰωθότι: ὡς ἄπειρος προφασίζεται, ἐπεὶ |
| book 231c.2 | Κεβριόνου ἀποθανόντος (cf. Π 733—82) ἄλλον Ἕκτωρ δίδωσιν ἡνί‐ |
| book 231c.3 | οχον. καὶ Διομήδης σὺν αὐτοῖς ἀγωνίζεται (cf. Ψ 290—2) καὶ Μενέ‐ |
| book 231c.4 | λαος Αἴθῃ τῇ Ἀγαμέμνονος ἵππῳ (cf. Ψ 293—5). b(BCE3E4)T | |
| book 231c.5 | μόνως διὰ τοῦ ι τὸ εἰωθότι. T |
| book 233a.1 | 〈μὴ τὼ μὲν δείσαντε ματήσετον οὐδ’ ἐθέλητον:〉 |
| book 233a.2 | ὅτι πεπλεόνακεν κατὰ τὸν τόπον τοῦτον τοῖς δυϊκοῖς σχήμασιν. |
| book 233a.3 | Aim |
| book 233b.1 | μὴ τὼ μὲν δείσαντε ματήσετον: οὐδὲ περὶ αὐτῶν τι |
| book 233b.2 | χρηστὸν μαντεύεται. Δημοσθένης (or. 18, 97) δέ φησιν· „Δεῖ δὲ τοὺς |
| book 233b.3 | ἀγαθοὺς ἄνδρας ἐγχειρεῖν μὲν ἅπασιν ἀεὶ τοῖς καλοῖς, τὴν ἀγαθὴν |
| book 233b.4 | προβαλλομένους ἐλπίδα, φέρειν †δ’ ἃ ἂν† ὁ θεὸς διδῷ γενναίωσ“. b |
| book 233b.5 | (BCE3E4)T |
| book 237.1 | 〈τέ’ ἅρματα καὶ τεὼ ἵππω:〉 τὸ πλῆρές ἐστι τεά· διὸ |
| book 237.2 | βαρυτονητέον· ἐπιφέρει γοῦν καὶ τεὼ ἵππω. Aim |
| book 238.1 | 〈δεδέξομαι:〉 ὅτι ἀντὶ τοῦ δέξομαι, ἐπιτηρήσω, ὡς „λε‐ |
| book 238.2 | λάχωσιν“ (Η 80) ἀντὶ τοῦ λάχωσιν. Aint |
| book 241.1 | τοὺς δὲ ἴδε Σθένελος: ὡς ἀπὸ τοῦ δίφρου ὑψηλότερος ὢν |
| book 241.2 | ἐθεᾶτο. ἢ ὡς ἀσχολουμένου Διομήδους περὶ τοὺς πολεμίους. A b (BC |
| book 241.3 | E3E4)T |
| book 242.1 | αἶψα δὲ Τυδείδην: ἐπείγει γὰρ τοὺς λόγους ὁ καιρός. b |
| book 242.2 | (BCE3)T |
| book 245a.1 | ἶν’ ἀπέλεθρον ἔχοντας· 〈ὁ μὲν τόξων ἐῢ εἰδώσ〉: ἡ |
| book 245a.2 | διπλῆ πρὸς τὴν ἰδιότητα τῆς φράσεως· ἀκόλουθον γὰρ ἦν εἰπεῖν τὸν |
| book 245a.3 | μὲν τόξων εὖ εἰδότα. | στικτέον δὲ ἐπὶ τὸ ἔχοντας, ἵνα μὴ σολοικι‐ |
| book 245a.4 | σμὸς γένηται, ἐὰν {δὲ} συνάπτωμεν. λείπει 〈δὲ〉 τὸ ἐστίν. | τὸ πέλεθρον |
| book 245a.5 | ἔχει πήχεις ἑξήκοντα ἓξ δίμοιρον. A |
| book 245b.1 | ἶν’ ἀπέλεθρον ἔχοντας· ὁ μὲν τόξων ἐῢ εἰδώς: ἀντὶ |
| book 245b.2 | τοῦ τὸν μέν, ὡς b(BCE3)T „ἀστράπτων ἐπιδέξι’ ἐναίσιμα“ (Β |
| book 245b.3 | 353) καὶ T „ἐξ ὁμόθεν πεφυῶτε, ὁ μὲν φυλίης, ὁ δ’ ἐλαίησ“ (ε 477). |
| book 245b.4 | b(BCE3)T |
| book 245c.1 | ἶν’ ἀπέλεθρον ἔχοντας: στιγμὴ εἰς τὸ ἔχοντας. b |
| book 245c.2 | (BCE3)T λείπει δὲ τῷ ἑξῆς τὸ ἐστίν· οὐ γὰρ δύναται σχῆμα |
| book 245c.3 | εἶναι, ὡς Νικάνωρ (p. 182) φησίν. T | ἀπέλεθρον δὲ λέγει τὴν ἀνά‐ |
| book 245c.4 | ριθμον. b(BCE3) τὸ δὲ πλέθρον πήχεις ἔχει ἑξήκοντα ἓξ δίμοιρον. |
| book 245c.5 | b(BCE3)T |
| book 246-8.1 | 〈Πάνδαρος—Ἀφροδίτη:〉 οὐκ ἀκαίρως γενεα‐ |
| book 246-8.2 | λογεῖ· συνίστησι γὰρ ἐκ προγόνων αὐτούς, οὐκ εὐχερῆ τὴν πρὸς αὐ‐ |
| book 246-8.3 | τοὺς μάχην δεικνύς. καὶ ἐπὶ μὲν τοῦ πατρὸς εὔχεται (246. 248), ἐπὶ |
| book 246-8.4 | δὲ τῆς μητρὸς ἐστίν (248), ὡς τὸ „μήτηρ μέν τέ μέ φησιν“ (α 215). |
| book 246-8.5 | b(BCE3E4)T |
| book 247.1 | 〈υἱὸς μεγαλήτορος Ἀγχίσαο:〉 ἐν ἄλλῳ „υἱὸς μὲν ἀμύ‐ |
| book 247.2 | μονος Ἀγχίσαο“. Aim |
| book 249a.1 | ἀλλ’ ἄγε δὴ χαζώμεθ’ ἐφ’ ἵππων: οὕτως Ἀρίσταρχος |
| book 249a.2 | „ἐφ’ ἵππων“, AAint ὡς εἰ ἔλεγεν ἐπ’ Ἀθηνῶν ἀντὶ τοῦ ἐπ’ Ἀθή‐ |
| book 249a.3 | νας· λέγει γὰρ ἐπιστραφῶμεν ἐπὶ τοὺς ἵππους, καὶ μὴ κινδύνευε πεζὸς |
| book 249a.4 | πρὸς τὸν ἐφ’ ἅρματος ὀχούμενον. A |
| book 249b.1 | χαζώμεθ’ ἐφ’ ἵππων: ἀντὶ τοῦ εἰς ἵππους, ὡς ἐπὶ Ἀθη‐ |
| book 249b.2 | νῶν πλεῖν φαμεν· καὶ „πέτονται ἐπ’ Ὠκεανοῖο ῥοάων“ (Γ 5). b(BC |
| book 249b.3 | E3E4)T |
| book 249c.1 | ἀλλ’ ἄγε δὴ χαζώμεθ’ 〈ἐφ’ ἵππων〉: ὅτι Ἀττικῶς ἐξ‐ |
| book 249c.2 | ενήνοχεν ἀντὶ τοῦ ὡς ἐπὶ τοὺς ἵππους. δοκεῖ δὲ Ζηνόδοτος τοῦτον καὶ |
| book 249c.3 | τὸν ἑξῆς ἠθετηκέναι. A |
| book 249d.1 | χαζώμεθ’ ἐφ’ ἵππων: οὐκ ἀναχωρεῖν αὐτῷ τῆς μάχης |
| book 249d.2 | παραινεῖ ἐπὶ τῶν ἵππων, ἀλλ’ ἀναβῆναι ἐπὶ τὸ ἅρμα καὶ μὴ πεζὸν |
| book 249d.3 | πρὸς ἱππέας μάχεσθαι. b(BCE3E4)T |
| book 252a | 〈μή τι φόβον δ’ ἀγόρευε:〉 ὅτι πάλιν φόβον τὴν φυγὴν |
| book 252a | εἶπεν. Aint |
| book 252b.1 | {ἐπεὶ} οὐδὲ σέ: ὁ Ἀσκαλωνίτης (p. 45 B.) τὸν δέ ὀξύνει, |
| book 252b.2 | ἵνα ἐγκλιτικῶς ἀναγνῷ. οὐκ ἀναγκαῖον δέ, ἀλλ’ ὀρθοτονεῖν· καὶ γὰρ |
| book 252b.3 | δύναται συνδεδέσθαι. A |
| book 252c.1 | μή τι φόβον δ’ ἀγόρευ’, 〈ἐπεὶ οὐδὲ σὲ πεισέμεν οἴω〉: |
| book 252c.2 | ὡς γενναῖος καὶ τὴν ἐπὶ τὸ ἅρμα ἀνάβασιν φυγὴν ὁρίζει καὶ τὸ μετα‐ |
| book 252c.3 | κινῆσαί τι τῆς στάσεως, ἐν οἵᾳ κατελείφθη. ἠθικὸν δὲ τὸ ἐπεὶ οὐδὲ σὲ |
| book 252c.4 | πεισέμεν οἴω, τὸν πάνυ φίλον· ἠθικὸν δὲ καὶ τὸ οἴω. b(BCE3E4)T |
| book 253a.1 | {οὐ γὰρ μοὶ} γενναῖον: σημειοῦνταί τινες ὅτι οὕτως εἴ‐ |
| book 253a.2 | ρηται ἐγγενές, πάτριον. A |
| book 253b | 〈ἀλυσκάζοντι:〉 φεύγοντι. Til |
| book 255a.1 | 〈ὀκνείω δ’ ἵππων ἐπιβαινέμεν:〉 σημειοῦνται δὲ καὶ |
| book 255a.2 | τὸ ὀκνείω δ’ ἵππων ἀντὶ τοῦ ὀκνηρῶς ἔχω. τινὲς δὲ ἐπὶ τοῦ φόβου |
| book 255a.3 | τιθέασι τὸν ὄκνον. A |
| book 255b | 〈ἀλλὰ καὶ αὔτως:〉 ἀλλὰ καίπερ πεζὸς ὑπάρχων. Aint |
| book 256a1.1 | τρεῖν μ’ οὐκ ἔα Παλλὰς Ἀθήνη: καὶ ἀνδρείου καὶ εὐ‐ |
| book 256a1.2 | σεβοῦς πείθεσθαι θεῷ. | τὸ δὲ οὐκ ἔα ἀπὸ τοῦ ἐάᾳ τρίτον πρόσωπόν |
| book 256a1.3 | ἐστι κατ’ ἀποκοπήν· „οὐκ ἐάᾳ Κρονίδησ“ (Θ 414). T |
| book 256a2.1 | ἀνδρείου δὲ καὶ εὐσεβοῦς τὰ τοιαῦτα ῥήματα τῷ πάντα |
| book 256a2.2 | τῇ θείᾳ ἀνατιθέναι προνοίᾳ. b(BE3E4) |
| book 256b1.1 | {τρεῖν μ’ οὐκ} ἔα: συστέλλεται τὸ α καὶ βαρύνεται. τὸ μὲν |
| book 256b1.2 | οὖν ἐντελὲς τοῦ ἐνεστῶτός ἐστιν ἐῶ ἐᾷς ἐᾷ, σὺν τῷ ι γραφόμενον, ὡς |
| book 256b1.1 | τιμῶ τιμᾷς τιμᾷ, τοῦ δὲ παρατατικοῦ εἴων εἴας εἴα, οὐ προσγραφο‐ |
| book 256b1.2 | μένου τοῦ ι, „οὔ μ’ εἴας μακάρεσσι“ (Ε 819), καὶ τὸ τρίτον ἐν Ἰωνικῇ |
| book 256b1.5.1 | παραγωγῇ „τὸν δ’ οὔτι πατὴρ εἴασκε μάχεσθαι“ (Υ 408) καὶ „τόνδε |
| book 256b1.5.2 | δ’ ἔασκεν“ (Ω 17). καὶ προστακτικὸν „ἀλλ’ ἔα ὥς οἱ πρῶτα δόσαν“ |
| book 256b1.5.3 | (Α 276). εἰ τοίνυν ἐστὶ τοιοῦτο τρεῖν μ’ οὐκ ἔα, μόνον συνεστάλη |
| book 256b1.5.4 | τὸ ἄλφα καὶ ὁ παρατατικός ἐστιν ἰσοδυναμῶν ἐνεστῶτι. εἰ δὲ ὁ ἐνε‐ |
| book 256b1.5.5 | στὼς ἀεί ἐστι περισπώμενος καὶ σὺν τῷ ι γραφόμενος, δῆλον ὅτι πολλὰ |
| book 256b1.10.1 | πάθη· συστολὴ γὰρ τοῦ α καὶ ἐκβολὴ τοῦ ι καὶ μεταβολὴ τοῦ τόνου, |
| book 256b1.10.2 | εἰ μὴ ἄλλως ἐκδεξαίμεθα ὅτι ἔθος αὐτῷ ταῦτα τὰ τῆς δευτέρας συζυ‐ |
| book 256b1.10.3 | γίας κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον πολλάκις διαλύειν εἰς |
| book 256b1.10.4 | δύο αα, ὧν τὸ μὲν πρότερον συνεσταλμένον ἐστί, τὸ δὲ δεύτερον ἐκτε‐ |
| book 256b1.10.5 | ταμένον καὶ σὺν τῷ ι γραφόμενον, ὁρᾷς „οὐχ ὁράᾳς οἷος κἀγώ“ (Φ |
| book 256b1.15.1 | 108), καὶ ἐπὶ τοῦ τρίτου „ἰσχανάᾳ δακέειν“ (Ρ 572), „ἥτ’ ἐκπεράᾳ |
| book 256b1.15.2 | μέγα λαῖτμα“ (ι 323), „οὐκ ἐάᾳ Κρονίδησ“ (Θ 414). τοῦτο τοίνυν τὸ |
| book 256b1.15.3 | ἐάᾳ δύναται κατὰ ἀποκοπὴν εἰρῆσθαι, τρεῖν μ’ οὐκ ἔ͝α͝. ἔνθεν καὶ |
| book 256b1.15.4 | συνέσταλται τὸ α, καὶ βαρύνεται. οὐκ ἄηθες δὲ καὶ ἐνεστῶτας ἀπο‐ |
| book 256b1.15.5 | κόπτεσθαι καὶ ἄλλους χρόνους, ὡς ἔχει τὸ „οὖτα καταὶ λαπάρην“ |
| book 256b1.20.1 | (Ζ 64). εἰ δέ τις ἐπιζητήσειεν ὁμοιότητα ἀπὸ τῶν εἰς ω περισπω‐ |
| book 256b1.20.2 | μένων ἢ βαρυτόνων 〈ἐνεστῶτοσ〉 ἐπὶ τρίτου ἀποκοπὴν καὶ μὴ εὑρὼν |
| book 256b1.20.3 | μηδὲ τοῦτο παραδέξαιτο, ἑαυτὸν λήσει· περὶ γὰρ πάθους διαλαμβά‐ |
| book 256b1.20.4 | νομεν. A |
| book 256b2.1 | συστέλλεται τὸ α καὶ βαρύνεται, ἵν’ ᾖ παρατατικοῦ εἴων |
| book 256b2.2 | εἴας εἴα, καὶ τὸ προστακτικὸν „ἀλλ’ ἔα ὥς οἱ πρῶτα δόσαν γέρασ“. |
| book 256b2.3 | ποιητικῶς οὖν συνέσταλται τὸ α καὶ ἔστιν παρατατικὸς ἰσοδυναμῶν |
| book 256b2 | ἐνεστῶτι. εἰ δὲ ἐνεστώς ἐστιν, ἔθει Ὁμηρικῷ λυθήσεται· τὰ γὰρ τῆς |
| book 256b2.5.1 | δευτέρας συζυγίας κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον πολλάκις |
| book 256b2.5.2 | διαλύει εἰς δύο α, ὧν τὸ μὲν πρῶτον συνέσταλται, τὸ δὲ δεύτερον |
| book 256b2.5.3 | ἐκτέταται καὶ σὺν τῷ ι γράφεται· „οὐχ ὁράᾳς οἷος κἀγώ“, b(BCE3 |
| book 256b2.5.4 | E4)T „ἰσχανάᾳ δακέειν“, T „ἥτ’ ἐκπεράᾳ μέγα λαῖτμα“, |
| book 256b2.5.5 | „οὐκ ἐάᾳ Κρονίδησ“. τοῦτο τοίνυν τὸ „ἐάᾳ“ ἀποκέκοπται, ἔνθεν καὶ |
| book 256b2.10.1 | συνέσταλται τὸ α, καὶ βαρύνεται. b(BCE3E4)T | ὡς τὸ „σὲ γάρ φη |
| book 256b2.10.2 | Ταργήλιοσ“ παρὰ Ἀνακρέοντι (fr. 19 P. [P.M.G. 364] = 119 G.). T |
| book 257a.1 | 〈πάλιν αὖτις:〉 ὅτι οὐ τὸ αὐτὸ λέγει διὰ τοῦ πάλιν καὶ |
| book 257a.2 | αὖτις, ἀλλὰ τὸ μὲν αὖτις ἀντὶ τοῦ πάλιν, τὸ δὲ πάλιν τοπικόν, |
| book 257a.3 | ἀντὶ τοῦ εἰς τοὐπίσω. Aint |
| book 257b.1 | τούτω δ’ οὐ πάλιν αὖτις ἀποίσετον: πολὺ τὸ διάφο‐ |
| book 257b.2 | ρον αὐτοῦ τε καὶ τῶν Πανδάρου λόγων. b(BCE3E4)T |
| book 258a.1 | 〈εἴ γ’ οὖν:〉 οὕτως εἴ γ’ οὖν διὰ τοῦ γ Ἀρίσταρχος, εἰ |
| book 258a.2 | δὴ ἕτερος αὐτῶν φύγῃ. Aim |
| book 258b.1 | εἰ γοῦν ἕτερός γε φύγῃσι: γενναῖον τὸ †λῆμμα†, εἰ μὴ |
| book 258b.2 | ἀμφοτέρων, τοῦ ἑτέρου κρατήσειν πεπεισμένου. ἅμα δὲ καὶ ἀνθρω‐ |
| book 258b.3 | πίνως οὐ περὶ τῶν δύο ἀποφαίνεται, τὸ δὲ ὅλον τῇ Ἀθηνᾷ ἀνατίθη‐ |
| book 258b.4 | σιν (cf. Ε 256). b(BCE3E4)T |
| book 260.1 | αἴ κέν μοι πολύβουλος Ἀθήνη: ἐξέκοψε διὰ τῆς θεοῦ τὸ |
| book 260.2 | ἑαυτοῦ καὶ Σθενέλου ἀλαζονικόν. b(BE3)T παιδευτικὸς δὲ ὁ |
| book 260.3 | λόγος. b (CE3) |
| book 261 | 〈ἀμφοτέρω κτεῖναι, σὺ δὲ τούσδε μὲν ὠκέας ἵππους:〉 |
| book 261 | ὅτι περισσὸς ὁ δέ σύνδεσμος. Aim |
| book 261-4.1 | σὺ δὲ τούσ〈δε〉 μὲν ὠκέας ἵππουσ〈—Ἀχαιούσ〉: |
| book 261-4.2 | νηφαλίως ἅπαντα προορᾷ οὐκ ἐκκρουόμενος ὑπὸ τοῦ προσδοκωμένου |
| book 261-4.3 | κινδύνου, εἴγε ὁ μὲν θεᾶς υἱός, ὁ δὲ τοξότης ἄριστος, ὃς ἤδη καὶ ἔβαλεν |
| book 261-4.4 | αὐτόν. πολεμικοῦ δὲ ἀνδρὸς ἀντιποιεῖσθαι τῶν πρὸς τὸν πόλεμον |
| book 261-4.5.1 | χρησίμων· καὶ ὁ Ἕκτωρ γοῦν τὸν Διομήδους θώρακα σπεύδει λαβεῖν |
| book 261-4.5.2 | καὶ „ἀσπίδα Νεστορέην“ (Θ 192). b (CE3)T |
| book 262a.1 | 〈αὐτοῦ ἐρυκακέειν:〉 ὅτι ἀπαρέμφατον ἀντὶ προστακτι‐ |
| book 262a.2 | κοῦ τοῦ ἐρύκακε. Aim |
| book 262b.1 | ἐξ ἄντυγος ἡνία τείνας: ἵνα δοκῶσιν ὑπό τινος ἄγ‐ |
| book 262b.2 | χεσθαι. T |
| book 263a.1 | Αἰνείαο δ’ ἐπαΐξαι: ὅτι τῷ ἀπαρεμφάτῳ ἀντὶ προστα‐ |
| book 263a.2 | κτικοῦ ἐχρήσατο. Ζηνόδοτος δὲ „†αἰνείω†“ γράφει. A |
| book 263b | 〈μεμνημένος:〉 μεμνημένος μου. Til |
| book 264 | 〈ἐκ δ’ ἐλάσαι:〉 διὰ τὴν αὐτὴν αἰτίαν. Aim |
| book 265.1 | τῆς γάρ τοι γενεῆς: ὁ μὲν Αἰνείας τὸ φορτικὸν ἐκκλίνων |
| book 265.2 | ἐπετέμετο τὸν ἔπαινον (sc. Ε 222—3). ὁ δὲ ἐπιμελέστερον ἐπαινεῖ πα‐ |
| book 265.3 | ραγγέλων τὸν Σθένελον. πόθεν δὲ οἶδεν; ἐξ αἰχμαλώτων δηλονότι, |
| book 265.4 | ὅθεν καὶ Ἰδομενεὺς ἔμαθε τὰ περὶ Ὀθρυονέως (cf. Ν 374—82). δύ‐ |
| book 265.5.1 | ναται δὲ καὶ ὡς Ἀργεῖος εἰδέναι ταῦτα, εἴγε Ἡρακλῆς ἐστράτευσεν |
| book 265.5.2 | ἐπὶ Τροίαν. b (CE3)T |
| book 266a1.1 | {δῶχ’} υἷος: προπερισπαστέον· ἀπὸ γὰρ εὐθείας ἐστὶ |
| book 266a1.2 | μὴ εἰρημένης τῆς υἷϊς, ἧς γενικὴ ὤφειλεν εἶναι τρισύλλαβος ὡς μάντιος. |
| book 266a1.3 | αὕτη τοίνυν συναλιφὴν παθοῦσα καὶ δισύλλαβος γενομένη βαρύνεται, |
| book 266a1.4 | ἧς ἀκόλουθος δοτικὴ „Νηληΐῳ υἷϊ ἐοικώσ“ (Β 20). καὶ αἰτιατικὴ „ἀλλ’ |
| book 266a1.5.1 | υἷα Κλυτίοιο σαώσομεν“ (Ο 427) καὶ πληθυντικὴ εὐθεῖα „υἷες ὁ μὲν |
| book 266a1.5.2 | Κτεάτου“ (Β 621) καὶ αἰτιατικὴ „υἷάς τ’ ὀλλυμένουσ“ (Χ 62). ἀπο‐ |
| book 266a1.5.3 | δείξομεν δὲ καὶ τὸ „υἱάσι δὲ Πριάμοιο“ (Ε 463) παρὰ τοῦτο κεκλίσθαι |
| book 266a1.5.4 | ἐν τοῖς Περὶ ὀνομάτων (fr. 10 = 2, 614, 36), ὅταν καὶ περὶ τῆς καθο‐ |
| book 266a1.5.5 | λικῆς κινήσεως τοῦ ὀνόματος διαλαμβάνωμεν. A |
| book 266a2.1 | προπερισπαστέον τὸ υἷος· ἀπὸ γὰρ τοῦ ὕϊος ἦν καὶ |
| book 266a2.2 | κατὰ κρᾶσιν υἷος. b (CE3)T |
| book 266b.1 | ποινὴν〈—οὕνεκ’〉: ὅτι ἰδίως τῷ ποινή κέχρηται· |
| book 266b.2 | κυρίως γὰρ ἐπὶ φόνου, „ποινὴν δεξαμένῳ“ (Ι 636). καὶ ὅτι τὸ οὕνεκα |
| book 266b.3 | ἀντὶ τοῦ τοὔνεκα. A |
| book 267.1 | 〈ἵππων, ὅσσοι ἔασιν ὑπ’ ἠῶ τ’ ἠέλιόν τε:〉 ὁ τρόπος |
| book 267.2 | περίφρασις. Aint |
| book 268.1 | τῆς γενεῆς ἔκλεψεν: ἀντὶ τοῦ ταύτης. καὶ λείπει τὸ ἄρθρον, |
| book 268.2 | ἵν’ ᾖ ταύτης τῆς γενεῆς. b (CE3)T |
| book 269a.1 | λάθρῃ Λαομέδοντος: περισπούδαστοι γὰρ ἦσαν αὐτῷ. |
| book 269a.2 | πῶς οὖν παρὰ τῷ Πριάμῳ τὸ γένος τῶν ἵππων οὐ σῴζεται; ὅτι τοὺς |
| book 269a.3 | Λαομέδοντος Ἡρακλῆς ἀπήγαγε πορθήσας τὴν Ἴλιον. b (CE3)T |
| book 269b.1 | 〈ὑποσχών:〉 ἀντὶ τοῦ ὑποστήσας. | καὶ „ὑπέστημεν“ |
| book 269b.2 | (Ε 715) ὑπεσχόμεθα. Til |
| book 269c1.1 | θήλεας ἵππους: τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα, ἵνα ἀπ’ εὐ‐ |
| book 269c1.2 | θείας τῆς θῆλυς ᾖ κεκλιμένον· „θῆλυς ἐέρση“ (ε 467), „Ἥρη θῆλυς |
| book 269c1.3 | ἐοῦσα“ (Τ 97), „θῆλυν ὑπόρρηνον“ (Κ 216). οὕτως Ἀρίσταρχος καὶ |
| book 269c1.4 | 〈ὁ〉 Ἀσκαλωνίτης (p. 45 B.). A |
| book 269c2.1 | προπαροξυτόνως ἀπὸ τοῦ ἡ θῆλυς, ὡς „θῆλυς ἐέρση“ καὶ |
| book 269c2.2 | „γυνὴ δὲ θῆλυς οὖσα κοὐκ ἀνδρὸς φύσιν“ (Soph. Trach. 1062). οἶδε |
| book 269c2 | δὲ καὶ τὸ θήλεια· „ἄμφω θηλείασ“ (Β 767). b (CE3)T |
| book 269d.1 | θήλεας: ὅτι οἱ περὶ Ἑλλάνικον ἀνεγίνωσκον „θηλέασ“ |
| book 269d.2 | ὡς ταχέας, ὡς Δωρικῶς ἐκτιθεμένου τοῦ ποιητοῦ. τὸ δὲ τοιοῦτο παρ’ |
| book 269d.3 | Ἡσιόδῳ (e. g. th. 60. 401 al.) πλεονάζει, Ὅμηρος δὲ οὐ χρῆται. A |
| book 271-2a1.1 | τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων〈— /〉 τὼ δὲ |
| book 271-2a1.2 | δύ’ Αἰνείᾳ δῶκεν: οὐχ ὡς ἀποθανόντος Ἀγχίσου φησὶ „τῶν δὴ |
| book 271-2a1.3 | νῦν ἕτεροί γε φίλον παῖδα“ (Υ 210). ἔστιν οὖν ὅτε ἦν ἔφηβος· νῦν γὰρ |
| book 271-2a1.4 | διὰ γῆρας ἐν Δαρδανίᾳ διάγει· διὸ οὐδὲ μετὰ τῶν δημογερόντων |
| book 271-2a1.5 | ἐστίν. διδάσκει δέ, πῶς δεῖ μερίζεσθαι ζῶντι πατρί. T |
| book 271-2a2.1 | οὐχ ὡς ἀποθανὼν Ἀγχίσης κατέλιπεν αὐτὰς τῷ υἱῷ, |
| book 271-2a2.2 | ἀλλ’ ὅτε κἀκεῖνος ἔφηβος ἦν. νῦν δὲ γηράσας ἐν Δαρδανίᾳ διάγει· |
| book 271-2a2.3 | διὸ οὐδὲ μετὰ τῶν δημογερόντων ἐστί. διδάσκει δέ, πῶς δεῖ μερίζεσθαι |
| book 271-2a2.4 | ζῶντι πατρί. b (CE3) |
| book 272a.1 | τὼ δὲ δύ’ Αἰνείᾳ 〈δῶκεν, μήστωρε φόβοιο〉: ὅτι δύο |
| book 272a.2 | ἵπποις ἐχρῶντο. ἡ δὲ ἀναφορὰ πρὸς τὸ τέτρωρον „Ξάνθε τε καὶ σύ, |
| book 272a.3 | Πόδαργε 〈καὶ Αἴθων Λάμπε τε δῖε〉“ (Θ 185). καὶ ὅτι φόβον τὴν φυγὴν λέγει. A |
| book 272b.1 | 〈μήστωρε:〉 οὕτως Ἀρίσταρχος μήστωρε δυϊκῶς· ἐπὶ |
| book 272b.2 | γὰρ τῶν ἵππων. Aint |
| book 277a1 | καρτερόθυμε, δαΐφρον: εἰρωνικός ἐστιν ὁ ἔπαινος. T |
| book 277a2 | καὶ ὁ ἔπαινος τοῦ ἀεὶ ἀλαζόνος εἰρωνικός ἐστιν. b (CE3) |
| book 278a1 | η μάλα ς’ 〈οὐ βέλος ὠκὺ δαμάσσατο, πικρὸς |
| book 278a1.1 | ὀϊστόσ〉: πρὸς τὴν ἑρμηνείαν· ἦ μάλα σε οὐκ ἐδάμασε τὸ βέλος, ὅ |
| book 278a1.2 | ἐστιν ὁ ὀϊστός. | περισπαστέον δὲ τὸν η· ἔστι γὰρ μᾶλλον βεβαιωτι‐ |
| book 278a1.3 | κός. | ὑποστιγμὴ δὲ κατὰ τὸ τέλος τοῦ στίχου· κεῖται γὰρ ὁ η ἀντὶ |
| book 278a1.5 | τοῦ εἴ καὶ βαρύνεται. οἱ δὲ περισπῶντες στίζουσι κατὰ τὸ τέλος. A |
| book 278a2 | ἀντὶ τοῦ εἴ. Aim |
| book 278b.1 | ἢ μάλα ς’ οὐ βέλος 〈ὠκὺ δαμάσσατο, πικρὸς ὀϊ‐ |
| book 278b.2 | στός:〉 ὁ ἤ ἀντὶ τοῦ εἴ, καὶ τὸ ὀϊστός ὑποστιχθήσεται· εἰ γὰρ περι‐ |
| book 278b.3 | σπάσομεν τὸν η, ἀνηθοποίητον ἔσται. b (CE3)T |
| book 278c.1 | βέλος ὠκὺ 〈...〉, πικρὸς ὀϊστός: βέλος κοινόν, |
| book 278c.2 | ὀϊστός εἰδικόν. b (CE3)T |
| book 279a.1 | νῦν αὖτ’ ἐγχείῃ πειρήσομαι: εἰκὸς κατὰ τὸ σιωπώ‐ |
| book 279a.2 | μενον ἐντεθωρακίσθαι αὐτόν. T |
| book 279b | αἴ κε τύχωμι: ἐν πλεονασμῷ ἐστι τὸ μι. T |
| book 283a1.1 | τῷ δ’ ἐπὶ μακρὸν ἄϋσεν: οὐκ ἀναστρεπτέον τὴν πρό‐ |
| book 283a1.2 | θεσιν· πρὸς γὰρ τὸ ἄϋσε φέρεται. καὶ εἰ πρὸς τὸ ἄρθρον δὲ συνετάτ‐ |
| book 283a1.3 | τετο, οὐκ ἀνεστρέφετο, δι’ ὃν προείπομεν πολλάκις λόγον ὡς ὅτι, |
| book 283a1.4 | ἐὰν μεταξὺ πέσῃ μέρος λόγου, οὐ γίνεται ἀναστροφὴ τῆς προθέσεως, |
| book 283a1.5 | ἐὰν μὴ τελευταία στίχου τεθῇ. A |
| book 283a2.1 | τῷ δ’ ἐπὶ μακρὸν ἄϋσε: οὐκ ἀναστρεπτέον τὴν πρό‐ |
| book 283a2.2 | θεσιν· πρὸς γὰρ τὸ ἄϋσε φέρεται. ἀλλ’ οὐδ’ εἰ πρὸς τὸ ἄρθρον ἐφέ‐ |
| book 283a2.3 | ρετο, ἀνεστρέφετο· ἐὰν γὰρ μεταξὺ πέσῃ μέρος λόγου, οὐκ ἀναστρέ‐ |
| book 283a2.4 | φεται, εἰ μὴ ἐν τέλει, ὡς τὸ „ἔπτυσε πολὺ κάτα“ (Call. [?] fr. 779). |
| book 283a2.5 | b (CE3)T |
| book 284.1 | βέβληαι κενεῶνα: ἄκρως ἀλαζὼν ὁ Πάνδαρος, ὃς ἑστῶτος |
| book 284.2 | τοῦ πολεμίου καὶ περὶ τοῦ τόπου τῆς πληγῆς ὁρίζεται. b (CE3)T |
| book 284 | κενεῶνα: τὸν ὑπὸ τὰς πλευρὰς—ὀστέων. A |
| book 287 | οὐδ’ ἔτυχες: οὐ γὰρ ἔτυχες, οἷον οὐκ ἐπέτυχες. T |
| book 289a.1 | ταλαύρινον πολεμιστήν: ὅτι παρηγμένως λέγει τα‐ |
| book 289a.2 | λαύρινον πολεμιστήν, καὶ ἕν ἐστιν ἐξ ἀμφοτέρων, ὑπομενητικὸν |
| book 289a.3 | ἐν τῇ μάχῃ. A |
| book 289b1.1 | ταλαύρινον: Ἀρίσταρχος ψιλοῖ τὸ ρ· οὐ γάρ, φησί, |
| book 289b1.2 | σύνθετον δεῖ νοεῖν τὸν σχηματισμόν, ἀλλὰ κατὰ ἁπλῆν ἔννοιαν· τὸν |
| book 289b1.3 | γὰρ εὔτολμον καὶ ἰσχυρόν. ὁμοίως δὲ καὶ Ἀριστοφάνης. Τρύφωνι |
| book 289b1.4 | (fr. 96 V.) δὲ ἀρέσκει ὁ σχηματισμὸς σύνθετος εἶναι παρὰ τὸ ταλαόν |
| book 289b1.5.1 | καὶ τὸ ῥινόν. εἴτε δὲ λεκτὸν ἔχει τὸ ἐπὶ τέλους εἴτε παρέλκει, ὀφείλει |
| book 289b1.5.2 | φυλάττεσθαι τὸ πνεῦμα· οὕτως γὰρ διελάβομεν περὶ τοῦ „μελιηδέος |
| book 289b1.5.3 | οἴνου“ (cf. Δ 346), ᾧ καὶ αὐτὸς συγκατατίθεται. ἡ μέντοι παράδοσις |
| book 289b1.5.4 | ἐπείσθη Ἀριστάρχῳ. A |
| book 289b2.1 | ταλαύρινον: ἰσχυρόχρωτα. T | Ἀρίσταρχος ψιλοῖ τὸ |
| book 289b2.2 | ρ· οὐ γὰρ σύνθετον αὐτὸ ἐκδέχεται, ἀλλὰ καθ’ ἁπλῆν ἔννοιαν τὸν |
| book 289b2.3 | εὔτολμον, καὶ πέπεισται αὐτῷ ἡ παράδοσις. Τρύφων δὲ σύνθετον |
| book 289b2.4 | αὐτὸ ἐκδέχεται παρὰ τὸ ταλαόν καὶ τὴν ῥινόν ὁμοίως τῷ ταναόποδα |
| book 289b2.5 | „ταναύποδα“ (ι 464). b (CE3)T |
| book 290-1.1 | 〈βέλος δ’ ἴθυνεν Ἀθήνη / ῥῖνα παρ’ ὀφθαλμόν, |
| book 290-1.2 | λευκοὺς δ’ ἐπέρησεν ὀδόντας:〉 καὶ πῶς, φασίν, πεδόθεν πολεμῶν |
| book 290-1.3 | τοιαύτην τῷ ἱππεῖ τὴν πληγὴν ἐπήνεγκε; λύεται γοῦν διὰ τῆς ἐνερ‐ |
| book 290-1.4 | γείας τῆς Ἀθηνᾶς· ἢ εἰκὸς τὸν Πάνδαρον κύψαι πρὸς τὸ ἐκκλῖναι τὴν |
| book 290-1.5 | βολήν. b (CE3) |
| book 290-1.1 | βέλος δ’ ἴθυνεν Ἀθήνη καὶ τὰ ἑξῆς: ζητεῖται πῶς Διο‐ |
| book 290-1.2 | μήδης—ἀφ’ ὕψους βεβληκέναι. | ὅτι †δηλωθεὶς† τῇ ὁρμῇ τοῦ |
| book 290-1 | ἥρωος ὁ Πάνδαρος συνεκάθισεν. A |
| book 292.1 | πρυμνήν: ὡς „πυκνήν“ (ξ 521. 529). ἐπίθετον γάρ. ὅταν |
| book 292.2 | δὲ ἰδίως ἐπὶ τοῦ πλοίου, βαρύνομεν, ὡς λεύκη καὶ „λευκή“ (ζ 45. κ 94). |
| book 292.3 | ὀξύνεται δὲ ὁ πρυμνός, ἐπεὶ τὰ εἰς νος λήγοντα μετ’ ἐπιπλοκῆς συμ‐ |
| book 292.4 | φώνου τριγενῆ ἁπλᾶ ὀξύνεται, συχνός πυκνός. οὕτως „πρυμνόσ“ |
| book 292.5 | (Μ 446). A |
| book 292-3a1.1 | πρυμνὴν τάμε (292): τὸ ἔσχατον. παρὰ νείατον |
| book 292-3a1.2 | δὲ ἀνθερεῶνα (293) παρὰ τὸ ἔσχατον μέρος. | πρυμνή τὸ ἐπίθετον |
| book 292-3a1.3 | ὀξύνεται, ἐπὶ δὲ τοῦ πλοίου βαρύνεται. | πρυμνὴν δὲ τάμε (292) |
| book 292-3a1.4 | τὴν πρὸς τῇ ῥίζῃ. T |
| book 292-3a2.1 | τὴν πρὸς τῇ ῥίζῃ. | τοῦτο μὲν οὖν ὡς ἐπίθετον ὀξύνεται· |
| book 292-3a2.2 | τὸ δὲ ἐπὶ τῆς νηὸς βαρύνεται. b (CE3) |
| book 292-3a3 | πρὸς τὸ τοῦ ἀνθερεῶνος ἔσχατον μέρος. b (CE3) |
| book 293a.1 | 〈ἐξελύθη:〉 οὕτως Ἀρίσταρχος ἐξελύθη, ἄλλοι δὲ |
| book 293a.2 | „ἐξεσύθη“ Aint |
| book 293b.1 | ἐξελύθη: τῆς ὁρμῆς ἐπαύσατο. b (CE3)T | ἐξελύθη |
| book 293b.2 | Ἀρίσταρχος, Ζηνόδοτος δὲ „ἐξεσύθη“. T |
| book 297a.1 | ἀπόρουσε: χρησίμως, ἵνα ὑπεκστῶσιν οἱ ἵπποι, καὶ μὴ |
| book 297a.2 | δύνηται ἐπιβεβηκὼς αὐτοῖς ὑπερμαχεῖν Αἰνείας. b (CE3)T |
| book 297b.1 | Αἰνείας δ’ ἀπόρουσε σὺν ἀσπίδι δουρί τε: ἦν γὰρ |
| book 297b.2 | τόπος τῶν ὅπλων τοῦ ἡνιόχου. φησὶ περὶ Αὐτομέδοντος· „ὣς εἰπὼν |
| book 297b.3 | εἰς δίφρον ἑλὼν ἔναρα βροτόεντα“ (Ρ 540). T |
| book 297c1.1 | Αἰνείας δ’ ἀπόρουσε{ν} 〈σὺν ἀσπίδι δουρί τε |
| book 297c1.2 | μακρῷ〉: Ἡλιόδωρος στίζει ἕως τοῦ ἀπόρουσεν, εἶτα ἄρχεται ἀπὸ |
| book 297c1.1 | τοῦ σὺν ἀσπίδι δουρί τε μακρῷ· ἃ γὰρ εἶχε, φησί, πρότερον, |
| book 297c1.2 | ταῦτα τῷ Πανδάρῳ μετέδωκεν. αἴρει γοῦν, φησί, τὴν ἀσπίδα ἀπὸ |
| book 297c1.5.1 | τοῦ νεκροῦ καὶ καθοπλίζεται καὶ τὸ βληθὲν ὑπὸ τοῦ Διομήδους δόρυ. |
| book 297c1.5.2 | τοῦτο δὲ οὐκ ἔστιν ἀληθὲς ὡς ὅτι ἀπὸ τοῦ Πανδάρου ὁ Αἰνείας αἴρει |
| book 297c1.5.3 | τὰ ὅπλα· οὐ γὰρ ἐδήλωσεν ὁ ποιητής, ἀπίθανόν τε αὐτὸν †εἶναι† |
| book 297c1.5.4 | τὸν Αἰνείαν γυμνὸν παραδεδωκέναι τοῖς πολεμίοις, ὑπόψυχρόν τε τὸ |
| book 297c1.5.5 | ἐκδέχεσθαι τὸν Διομήδη ἕως οὗ καθοπλίσηται ὁ Αἰνείας καὶ μὴ εὐθέως |
| book 297c1.10.1 | αὐτὸν ἀνελεῖν· διὸ καὶ ὁ Ἀσκαλωνίτης (p. 46 B.) συνάπτει ὥστε ἐπὶ |
| book 297c1.10.2 | τοῦ Αἰνείου κεῖσθαι τὸ σὺν ἀσπίδι δουρί τε μακρῷ· καὶ δῆλον ὅτι |
| book 297c1.10.3 | ὁ Πάνδαρος ὑπ’ ἄλλου κατὰ τὸ σιωπώμενον καθώπλιστο, ὁ δὲ Αἰ‐ |
| book 297c1.10.4 | νείας εἰς τὸ μετάφρενον μετενηνόχει τὴν ἀσπίδα, εἶχε δὲ τὸ δόρυ παρα‐ |
| book 297c1.10.5 | κείμενον, ᾗ ἔκειτο ἐν τῷ δίφρῳ, ὥσπερ καὶ Νέστωρ ἡνιοχῶν Διομήδει, |
| book 297c1.15.1 | ὡς σαφὲς ἐκ τοῦ Ἕκτορος προσώπου „αἴ κε λάβωμεν / ἀσπίδα Νεστο‐ |
| book 297c1.15.2 | ρέην“ (Θ 191—2). οὕτως δὲ καὶ Αὐτομέδων ἡνιοχεῖ τῷ Πατρόκλῳ· |
| book 297c1.15.3 | παραδοὺς οὖν τὰς ἡνίας Ἀλκιμέδοντι πολεμεῖ τοῖς ἰδίοις ὅπλοις (cf. |
| book 297c1.15.4 | Ρ 481—3). ταῦτα Ἡρωδιανὸς ἐν τῇ Προσῳδίᾳ (2,51,5). A |
| book 297c2.1 | Ἡλιόδωρος ἔστιξεν εἰς τὸ ἀπόρουσε· παρεδεδώκει γὰρ, |
| book 297c2.2 | φησίν, ὁ Αἰνείας τὰ ἴδια ὅπλα τῷ Πανδάρῳ ὡς μέλλων ἡνιοχεῖν, εἶθ’ |
| book 297c2.3 | οὕτω κατελθὼν ἐκδιδύσκει τὸν νεκρὸν καὶ τούτοις ὁπλίζεται· ὅπερ |
| book 297c2.4 | ἄτοπον, τὸ ἐπιτηρεῖν Διομήδεα, ἄχρις οὗ ὁπλισθῇ Αἰνείας. ἀλλὰ μᾶλ‐ |
| book 297c2.5.1 | λον, ὡς καὶ Ἡρωδιανῷ (2,51,16) δοκεῖ, κατὰ μὲν τὸ σιωπώμενον |
| book 297c2.5.2 | Πάνδαρος ὁπλίζεται, παράκειται δὲ τὰ ὅπλα τῷ Αἰνείᾳ παρὰ τὸν |
| book 297c2.5.3 | δίφρον ὡς καὶ Νέστορι· b (CE3)T δῆλον γάρ, ἐξ ὧν φησιν Ἕκτωρ |
| book 297c2.5.4 | „αἴ κε λάβωμεν ἀσπίδα Νεστορέην“. T καὶ Αὐτομέδων παρα‐ |
| book 297c2.5.5 | δοὺς Ἀλκιμέδοντι τὰς ἡνίας αὐτὸς πολεμεῖ. ἦν οὖν τόπος τῶν ὅπλων |
| book 297c2.10 | τοῦ ἡνιόχου ἐν τῷ ἅρματι, ἵν’ εἰ χρεία γένοιτο, μαχέσωνται. b (CE3)T |
| book 297d1.1 | Αἰνείας δ’ ἀπόρουσε σὺν ἀσπίδι δουρί τε μακρῷ: |
| book 297d1.2 | ὅλον συναπτέον τὸν στίχον, ὡς Νικάνωρ (p. 183 Friedl.). T |
| book 297d2 | συναπτέον ὅλον τὸν στίχον. Aint |
| book 298 | 〈οἱ:〉 ὅτι ἀντὶ τοῦ αὐτοῦ. Aint |
| book 299a.1 | ἀμφὶ δ’ ἄρ’ αὐτῷ βαῖνε: ὅτι ἀπὸ τῶν τετραπόδων ἡ |
| book 299a.2 | μεταφορά, πρὸς τὸ „ὃς Χρύσην ἀμφιβέβηκασ“ (Α 37). A |
| book 299b.1 | ἀλκί: ἀλκί ὡς σαρκί, καὶ ἔστι κατὰ μεταπλασμὸν ἀπὸ |
| book 299b.2 | τοῦ ἀλκή. τινὲς δὲ ἀπὸ τοῦ †ἀλκίς† Αἰολικοῦ αὐτό φασιν· τοῖς γὰρ |
| book 299b.3 | εἰς η παράκειται †εἰς† ις, ὡς „ἑορτή“ (υ 156. φ 258) καὶ ἑορτίς καὶ ἐν |
| book 299b.4 | ὑπερθέσει ἔροτις (cf. Eur. El. 625). AT ὤφειλε δὲ ἐκτείνειν τὸ ι. |
| book 299b.5.1 | T †εἴτε† ἀπ’ εὐθείας τῆς ἄλξ πεποίηται, ὡς οἴεται ὁ Ἀσκαλω‐ |
| book 299b.5.2 | νίτης (p. 46 B.). Τρύφων δὲ ἐν τῷ Περὶ τῆς ἀρχαίας ἀναγνώσεως (fr. |
| book 299b.5.3 | 97 V.) φησὶν ὅτι Ἀρίσταρχος λέγει ὅτι ἔθος αὐτοῖς ἐστι λέγειν τὴν |
| book 299b.5.4 | ἰωκὴν „ἰῶκα“ (Λ 601) καὶ τὴν κρόκην „κρόκα“ (Hsd. opp. 538) καὶ |
| book 299b.5.5 | τὴν ἀλκὴν ἄλκα ὡς σάρκα. εἰ δὲ σάρκα ὡς ἄλκα, καὶ ἀλκί ὡς σαρκί. A |
| book 299c.1 | 〈ἀλκί:〉 ἐκ τοῦ ἄλκιμος ἐστὶ κατὰ ἀποκοπήν. | τινὲς δὲ |
| book 299c.2 | ἀπὸ τοῦ †ἀλκίς† Αἰολικοῦ. ἐγὼ δέ φημι κατὰ μεταπλασμὸν τοῦ η |
| book 299c.3 | εἶναι, ἐπειδὴ καὶ τὸ μακρὸν εἰς βραχὺ μεταπέπλασται. b (CE3) |
| book 300 | 〈οἱ:〉 ὅτι πάλιν ἀντὶ τοῦ αὐτοῦ. Aint |
| book 302a.1 | {σμερδαλέα} ἰάχων: βαρύνειν δεῖ τὴν ἰάχων· ἐνεστῶτος |
| book 302a.2 | γάρ ἐστι καὶ παρατατικοῦ. οὐ μέντοι περισπασθήσεται, ὡς οἴεται |
| book 302a.3 | Τυραννίων (fr. 13 P.). διδάσκει τὰ κινήματα· „ἡμεῖς δὲ ἰάχοντεσ“ |
| book 302a.4 | (δ 454)· εἰ γὰρ περιεσπᾶτο, ὡς νοοῦντες ἐγίνετο· „ἐπὶ δ’ ἴαχε λαὸς |
| book 302a.5 | ὄπισθε“ (Ν 834), „τρὶς δ’ ἄϊεν ἰάχοντοσ“ (Λ 463). οὕτως οὖν καὶ τὸ |
| book 302a | „φθέγξομ’ ἐγὼν ἰάχουσα“ (Φ 341) ὀφείλομεν προπαροξύνειν. A |
| book 302b.1 | σμερδαλέα ἰάχων: διὰ τῆς βοῆς ἀποτρέπων τοὺς ἐπιόν‐ |
| book 302b.2 | τας ἢ πρὸς συμμαχίαν καλῶν. b (CE3)T |
| book 302-3a1.1 | ὁ δὲ χερμάδιον λάβε χερσίν / Τυδείδης: φθάσας |
| book 302-3a1.2 | γὰρ τῷ δόρατι προὔτυψεν. T |
| book 302-3a2.1 | ἀποστέλλει τὸν λίθον, ὅτι φθάσας τὸ δόρυ προὔπεμψεν. |
| book 302-3a2.2 | b (CE3) |
| book 304a.1 | οἷοι νῦν βροτοί εἰσι: πολλῷ κατωτέρω τῶν ἡρωϊκῶν |
| book 304a.2 | ἐστι· διὸ τῷ διαστήματι τοῦ χρόνου πιστοῦται τὰς ὑπεροχὰς τῶν |
| book 304a.3 | ἡρώων. b (CE3)T |
| book 304b.1 | ῥέα πάλλε: καὶ διὰ τοῦ ῥέα καὶ διὰ τοῦ πάλλε τὸ εὐ‐ |
| book 304b.2 | μεταχείριστον ἐδήλωσεν. b (CE3)T |
| book 305-6.1 | κατ’ ἰσχίον—κοτύλην δέ τέ μιν καλέουσι: |
| book 305-6.2 | ἰσχίον τὸ πᾶν ὀστέον. b (CE3)T κοτύλη τὸ κοῖλον τοῦ ὀστέου, |
| book 305-6.3 | ἔνθα ἡ κεφαλὴ τοῦ μηροῦ ἐνστρέφεται. A b (CE3)T |
| book 305-6 | ἰσχίον: τὸ ὑπὸ τὴν ὀσφὺν—κοιλότητα. A |
| book 307a | θλάσ〈σ〉ε 〈δέ οἱ κοτύλην〉: ἐδήλωσε, τί ἐστι κοτύλη. T |
| book 307b.1 | ἄμφω ῥῆξε τένοντε: οὕτω τὰ τεταμένα νεῦρα, ὡς δύο |
| book 307b.2 | τινῶν πλατέων νεύρων συνεχόντων τὴν κοτύλην. b (CE3)T |
| book 308.1 | ὦσε δ’ ἀπὸ ῥινόν: οὐχ ὡς οἴεται ὁ Ἀσκαλωνίτης (p. 46 B.) |
| book 308.2 | ἀναστραφήσεται ἡ πρόθεσις, ἐπεὶ τὸ ἑξῆς ἐστιν ἀπῶσε· μεταξὺ γὰρ |
| book 308.3 | πέπτωκεν ὁ δέ. A |
| book 309a1.1 | 〈ἔστη γνὺξ ἐριπών:〉 ὅτι ἔστη ἀντὶ τοῦ ἔμεινεν ἐπὶ |
| book 309a1.2 | τὰ γόνατα πεσών. Aint |
| book 309a2 | τὸ δὲ ἔστη T ἀντὶ τοῦ ἔμεινεν †ἢ† τὸ ἐριπὼν ἀντὶ |
| book 309a2 | τοῦ κατενεχθείς. b (CE3)T |
| book 309b.1 | ἔστη γνὺξ 〈ἐριπών〉: πιθανῶς οὐκ ἀνατρέπεται, ἀλλ’ |
| book 309b.2 | οὕτω σχηματίζεται πρὸς τὸ εὐμετακόμιστον τῆς ἁρπαζούσης μητρός. |
| book 309b.3 | b (CE3)T |
| book 310.1 | 〈γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψε:〉 ὅτι οὐκ |
| book 310.2 | ὀρθῶς ἐπὶ Ἕκτορος (sc. Λ 356) λέγεται μετενεχθεὶς ἐντεῦθεν. Aim |
| book 311a.1 | 〈καί νύ κεν ἔνθ’ ἀπόλοιτο:〉 καὶ ὁ χρόνος καὶ τὸ ῥῆμα |
| book 311a.2 | ἐνήλλακται, ἀντὶ τοῦ ἀπώλετο ἄν. Aim |
| book 311b.1 | καί νύ κεν ἔνθ’ ἀπόλοιτο: οὐχ ὡς καιρίας οὔσης τῆς |
| book 311b.2 | πληγῆς πρὸς θάνατον, ἀλλ’ ἴσως δεύτερον τραῦμα ὑπὸ τῶν πολε‐ |
| book 311b.3 | μίων πληγείς. καὶ ἡ Ἀφροδίτη τοῦτο δέδοικε, „μή τις Δαναῶν ταχυ‐ |
| book 311b.4 | πώλων / χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο“ (Ε 316—7). |
| book 311b.5 | b (CE3)T | τὸ δὲ ἀπόλοιτο ἀντὶ τοῦ ἀπώλετο. T |
| book 314-6.1 | ἀμφὶ δ’ ἑὸν φίλον υἱὸν〈—βελέων〉: οὐχ ἵνα |
| book 314-6.2 | μὴ τρωθῇ· πῶς γὰρ ἐνόμισεν ἄτρωτον τὸν ἑαυτῆς πέπλον εἶναι τιτρω‐ |
| book 314-6.3 | σκομένων καὶ τῶν θεῶν; ἀλλ’ ὑπ’ οὐδενὸς αὐτὸν τῶν πολεμίων ὁρα‐ |
| book 314-6.4 | θῆναι θέλει· ὡς γὰρ αὐτοὶ οἱ θεοὶ τοῖς ἀνθρώποις εἰσὶν ἀφανεῖς, οὕτω |
| book 314-6.5.1 | καὶ ἡ ἐσθὴς αὐτῶν ἀόρατος. πῶς οὖν ἐπιφέρει „μή τις Δαναῶν ταχυ‐ |
| book 314-6.5.2 | πώλων / χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕληται“ (Ε 316—7); |
| book 314-6.5.3 | ἀπὸ τοῦ ἡγουμένου ἐδήλωσε τὸ ἑπόμενον· εἰ γὰρ ὤφθη, ἴσως ἂν |
| book 314-6.5.4 | ἐτρώθη, καὶ τρωθεὶς ἀπέθανεν. Διομήδης δὲ μόνος ἐπιδιώκει· τὴν |
| book 314-6.5.5 | ἀχλὺν γὰρ ἦν ἀφῃρημένος. b (CE3)T |
| book 314.1 | ἐχεύατο πήχεε λευκώ: τὸ τρυφερὸν τῆς θεοῦ διὰ τοῦ |
| book 314.2 | ἐχεύατο παρέστησεν. b (C) T |
| book 315a.1 | 〈πρόσθε δέ οἱ πέπλοιο φαεινοῦ πτύγμα κάλυψεν:〉 |
| book 315a.2 | ἔμπροσθεν δέ φησιν αὐτοῦ τὸν πέπλον ἐπέτασε πρὸς τὸ καλύψαι αὐ‐ |
| book 315a.3 | τόν. b (CE3) |
| book 315a | πρόσθε δέ οἱ: ἔμπροσθεν—κρύψῃ αὐτόν. A |
| book 315b | 〈πτύγμα:〉 πτύγμα δὲ τὸ περίσσευμα. b (CE3) |
| book 316 | ἕρκος ἔμεν βελέων: ἕρκος ὡς ἀφανείας ποιητικόν. T |
| book 317 | 〈ἕλοιτο:〉 Ἀρίσταρχος †ὄλοιτο. Aint |
| book 319a.1 | οὐδ’ υἱὸς Καπανῆος ἐλήθετο συνθεσιάων: τὸ σπου‐ |
| book 319a.2 | δαῖον Διομήδους τὸ περὶ τοὺς ἵππους ἐνέφηνε σπουδάζοντα ποιῶν |
| book 319a.3 | τὸν ἡνίοχον. b (CE3)T |
| book 319b.1 | 〈συνθεσιάων:〉 ὅτι ἰδίως συνθεσιάων ἀντὶ τοῦ ἐντο‐ |
| book 319b.2 | λῶν. Aint |
| book 322a.1 | νόσφιν ἀπὸ φλοίσβου: οὐκ ἀναστρεπτέον· δύναται γὰρ |
| book 322a.2 | καὶ 〈τῇ〉 γενικῇ συντάττεσθαι καὶ σημαίνει〈ν〉 τὸ ἄποθεν, ἵνα ὅμοιον |
| book 322a.3 | ᾖ τῷ „οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεοσ“ (Ι 353). ἢ καὶ παρέλκεται. A |
| book 322b.1 | ἐξ ἄντυγος ἡνία τείνας: ἐξ οὐδενὸς γὰρ ἦν ἐᾶσαι αὐ‐ |
| book 322b.2 | τοὺς ἐν τῷ πεδίῳ· ἵνα τε δοκῶσιν ὑπό τινος ἄγχεσθαι. T |
| book 323.1 | 〈Αἰνείαο:〉 ὅτι Ζηνόδοτος γράφει „†αἰνείω†“. οὐκ ἔστι δὲ |
| book 323.2 | Αἰνείως ὡς Πετεώς. Aim |
| book 325.1 | ὃν περὶ πάσης: οὐκ ἀναστρεπτέον· κεῖται γὰρ ἀντὶ τῆς |
| book 325.2 | ὑπέρ. δεδήλωται δὲ ἡμῖν ἐν τῇ Α ἐντελῶς, ὁπότε διελαμβάνομεν περὶ |
| book 325.3 | τοῦ „ἀλλ’ ὅδ’ ἀνὴρ ἐθέλει περὶ πάντων“ (Α 287). A |
| book 326.1 | ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη: ὁ μὲν Σθένελος ὡς Ἕλλην τὰ |
| book 326.2 | ψυχικὰ προτιμᾷ, οἱ δὲ βάρβαροι τὸν Δημοκόωντα „ὁμῶς Πριάμοιο |
| book 326.3 | τέκεσσι / τῖον, ἐπεὶ θοὸς ἔσκε μετὰ πρώτοισι μάχεσθαι“ (Ε 535—6). |
| book 326.4 | b (CE3)T |
| book 327.1 | νηυσὶν ἐπὶ γλαφυρῇσιν ἐλαύνειν: ὅπως ἠθάδες αὐτῶν |
| book 327.2 | γένωνται· ἀπειρόκαλον γὰρ τὸ εὐθέως ἐναβρύνεσθαι τοῖς ἀλλοτρίοις |
| book 327 | ὡς Ἕκτωρ (cf. Ρ 210—4). b (CE3)T |
| book 329a.1 | 〈αἶψα δὲ Τυδεΐδην μέθεπε κρατερώνυχας ἵππους:〉 |
| book 329a.2 | ὅτι Ζηνόδοτος γράφει „κρατερωνύχες’ 〈ἵπποισ〉“. βίαιος †δ’ ἔφη† |
| book 329a.3 | συναλιφή. τὸ δὲ ἑξῆς ἐστιν· αἶψα δὲ Τυδείδην μέθεπε τοὺς ἵππους, |
| book 329a.4 | τουτέστι κατόπιν ἐλαύνειν. A |
| book 329b.1 | αἶψα δὲ Τυδείδην μέθεπε〈—ἵππουσ〉: ἐπὶ |
| book 329b.2 | Τυδείδην †εἰ πρόεστιν† ἤλαυνεν. ἢ ἀντὶ τοῦ μετεδίωκεν. T |
| book 330.1 | Κύπριν: οἱ μὲν τὴν ἐπιθυμίαν, οἱ δὲ τὴν βαρβαρικὴν ἀφρο‐ |
| book 330.2 | σύνην αὐτὴν εἶναι λέγουσιν. A b (CE3)T |
| book 331.1 | γινώσκων ὅτ’ ἄναλκις ἔην θεός: οὐ διὰ τοῦτο ἐδίωκεν, |
| book 331.2 | ἀλλὰ διὰ τὴν τῆς Ἀθηνᾶς ἐντολήν. ἐγίγνωσκε δὲ ὅτι τούτου χάριν |
| book 331.3 | ἐκείνη ἐπέτρεπεν αὐτὴν τρωθῆναι. b (CE3)T |
| book 332a1.1 | 〈πόλεμον〉 κατακοιρανέουσιν: ὁ Ἀσκαλωνίτης (p. |
| book 332a1.2 | 46 B.) ἀναστρέφει, ἵνα γένηται κατὰ πόλεμον. δύναται δὲ ἔμφασις |
| book 332a1.3 | γενέσθαι, εἰ συνάπτοιτο τῷ κοιρανέουσιν ὡς „ἀνακοιρανέοντα“ |
| book 332a1.4 | (cf. Ε 824). καὶ ἔστιν ὅμοιον τὸ „Ἰθάκην κατακοιρανέουσιν“ (α 247). A |
| book 332a2.1 | ἔμφασιν σημαίνει ἡ κατά, εἰ συνάπτοις τῷ κοιρανέου‐ |
| book 332a2.2 | σιν. b (CE3)T |
| book 333a | 〈οὔτε πτολίπορθος Ἐνυώ:〉· ὅτι πολεμικὴ ἡ θεός. Aint |
| book 333b.1 | Ἐνυώ: ἀνθρωποπαθῶς πέπλασται ὡς Δεῖμος καὶ Ἔρις. |
| book 333b.2 | εἰ δὲ ἦν θεός, ποῦ ἦν ἐν τῇ θεομαχίᾳ; b (CE3)T | Ἐνυὼ δὲ παρὰ τὸ |
| book 333b.3 | ἐναύειν, ὃ σημαίνει τὸ ἐμφωνεῖν†. τινὲς δὲ παρὰ τὸ ἔνω, ὅ ἐστι φονεύω, |
| book 333b.4 | ἔνθεν καὶ αὐτοέντης. παρ’ αὐτῆς δὲ καὶ ὁ Ἐνυάλιος. A b (CE3)T |
| book 333c.1 | 〈Ἐνυώ:〉 κακῶς ὅσοι δασύνουσι τὸ υ τοῦ Ἐνυώ· ἄμει‐ |
| book 333c.2 | νον γὰρ ψιλοῦν. | ἀναπέπλασται γὰρ πολεμικὴ θεός, ἧς οἱ νεώτεροι |
| book 333c.3 | —μητρωνυμικῶς. A |
| book 334a.1 | ἀλλ’ ὅτε δή ῥ’: τὸ πλῆρές ἐστι δή ῥα, οὐχ ὡς οἴεται ὁ |
| book 334a.2 | Ἀσκαλωνίτης (p. 46 B.) ὅτι τὸ δή ἐπλεόνασε τῷ ρ· διὸ βαρύνει. A |
| book 334b.1 | ἀλλ’ ὅτε δή ῥ’ ἐκίχανε πολὺν καθ’ ὅμιλον ὀπάζων: |
| book 334b.2 | μέμνηται ἑαυτοῦ ὁ ποιητής· εἶπε γὰρ „ὑπεξέφερεν πολέμοιο“ (Ε 318). |
| book 334b.3 | b (CE3)T προκόψασαν οὖν μεταθέων αὐτὴν κατέλαβεν. b (E3)T |
| book 334b | ὀπάζων: ἡ λέξις αὕτη πλείονα—καθ’ ὅμιλον ὀπά‐ |
| book 334b.5 | ζων. A |
| book 335-6.1 | ἔνθ’ ἐπορεξάμενοσ〈—μετάλμενος ὀξέϊ δουρί〉: |
| book 335-6.2 | τοῦτο πρὸς τὸ μέγεθος τῆς θεοῦ· καὶ ἐπάλμενος γὰρ μόγις τὴν ἄκρην |
| book 335-6.3 | χεῖρα ἔτρωσεν, ὅτι μετέωρος ἦν ἡ θεός. νῦν δὲ οὐκ ἐνεργεῖ ἡ Ἀθηνᾶ· |
| book 335-6.4 | εὐτελὴς γὰρ ἡ Ἀφροδίτη. | ἔοικε δὲ Διομήδης ἐπιθυμίας ἅμα καὶ θυμοῦ |
| book 335-6.5 | κρατεῖν, Ἄρεως καὶ Ἀφροδίτης. b (CE3)T |
| book 337a1 | ἀβληχρήν: ἀβληχρὸν τὸ ἰσχυρόν, οἱ δὲ τὴν εὐώνυμον. T |
| book 337a2.1 | βληχρὸν τὸ †ἰσχυρόν† καὶ στερήσει τοῦ α ἀβληχρόν. †οἶδε |
| book 337a2.2 | δὲ† τὴν εὐώνυμον ἐνταῦθα χεῖρα. b (CE3) |
| book 337b1.1 | εἶθαρ: τινὲς κατ’ ἰθὺ ἢ ἀντὶ τοῦ ταχύ. ἀντετόρησε δὲ |
| book 337b1.2 | χροός ἀντὶ τοῦ τὸν χρόα διέτρησεν. T |
| book 337b2.1 | τὸ δὲ εἶθαρ οἱ μὲν τὸ εὐθύς, οἱ δὲ τὸ κατ’ ἰθύ, ὃ καὶ ἄμει‐ |
| book 337b2.2 | νον. ἀντετόρησε δὲ τὸν χρόα δηλονότι διέτρησεν. b (CE3) |
| book 338.1 | ἀμβροσίου διὰ πέπλου: καὶ πῶς αὐτὸν προβάλλεται (sc. Ε 315—6); |
| book 338.2 | οὐχ ὡς ἄτρωτον, ἀλλ’ ὡς ἀφανείας ποιητικόν. Διομήδης δὲ ὁρᾷ αὐ‐ |
| book 338.3 | τὸν ὑπὸ Ἀθηνᾶς συνεργούμενος. b (CE3)T |
| book 339a.1 | πρυμνὸν ὕπερ θέναρος: ὑπὲρ τὸ ἔσχατον τοῦ θέναρος |
| book 339a.2 | εἰς τὴν πρὸς τὸν καρπὸν συνάφειαν. †θέναρος† δὲ τὸ τῆς χειρὸς κοῖ‐ |
| book 339a.3 | λον. b (CE3)T |
| book 339b.1 | ῥέε δ’ ἄμβροτον αἷμα θεοῖο: ἔρ〈ρ〉εε δὲ τῆς θεοῦ ὁ ἰχὼρ |
| book 339b.2 | ὡς αἷμα· λείπει γὰρ τὸ ὥς, ὡς „Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε |
| book 339b.3 | ἔσεσθον“ (φ 216). T |
| book 339c | 〈ῥέε δ’ ἄμβροτον αἷμα θεοῖο:〉 καταχρηστικώτερόν |
| book 339c | ἐστι τὸ ῥέεν, ὡς τὸ „νέκταρ ἐῳνοχόει“ (Δ 3). b (CE3) |
| book 340.1 | ἰχώρ: οὐχ οἷον ἡμεῖς οἴδαμεν, ἀλλ’ ἄλλης τινὸς οὐσίας παρὰ |
| book 340.2 | τὸ αἷμα· διὸ καὶ ἐπήγαγεν· οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν. |
| book 340.3 | b (CE3)T |
| book 341.1 | οὐ γὰρ σῖτον ἔδους’, 〈οὐ πίνους’ αἴθοπα οἶνον〉: καὶ |
| book 341.2 | μὴν πολλὰ τῶν ζῴων οὐ σῖτον ἔδουσιν, οὐ πίνουσιν οἶνον καὶ οὔτε |
| book 341.3 | ἄναιμα οὔτε ἀθάνατά εἰσιν. δεῖ τοίνυν προσυπακούειν τῷ οὐ σῖτον, |
| book 341.4 | ἀλλ’ ἀμβροσίαν, οὐ πίνουσιν οἶνον, ἀλλὰ νέκταρ. b (CE3)T |
| book 342.1 | τοὔνεκ’ ἀναίμονές 〈εἰσι〉 καὶ ἀθάνατοι καλέονται: |
| book 342.2 | ἀναίμονες μέν, ἐπεὶ οὐ τρέφονται, ἀθάνατοι δέ, ὅτι ἀναίμονες· |
| book 342.3 | ὁ γὰρ θάνατος ψύξει τοῦ θερμοῦ γίνεται. b (CE3)T |
| book 343.1 | ἡ δὲ μέγα ἰάχουσα: Τυραννίων (fr. 13 P.) προπερισπᾷ |
| book 343.2 | τὸ ἰάχουσα, κακῶς. T |
| book 344-5.1 | καὶ τὸν μὲν μετὰ χερσὶν ἐρύσατο Φοῖβος Ἀπόλ‐ |
| book 344-5.2 | λων / κυανέῃ νεφέλῃ: ἢ τῇ μετὰ χερσὶ νεφέλῃ· ἢ πρῶτον χερσίν, |
| book 344-5.3 | ἔπειτα νεφέλῃ. b (CE3)T |
| book 348.1 | εἶκε, Διὸς θύγατερ: προπαρασκευάζει μηκέτι φανῆναι |
| book 348.2 | αὐτὴν ἐν τῇ θεομαχίᾳ. b (CE3)T |
| book 349.1 | ἢ οὐχ ἅλις ὅτ〈τ〉ι γυναῖκας ἀνάλκιδας: τινὲς ἀναφέ‐ |
| book 349.2 | ρουσιν ἐπὶ τὴν Ἑλένην. T |
| book 350.1 | εἰ δὲ σύ γ’ ἐς πόλεμον: ἔν τισι γράφεται „εἰ δὲ καὶ ἐς πό‐ |
| book 350.2 | λεμον“. T |
| book 352.1 | ἀλύουσα: ψιλωτέον τὸ ἀλύουσα· παρὰ γὰρ τὴν ἄλην |
| book 352.2 | γέγονεν· b (CE3)T οἱ γὰρ λυπούμενοι ἐν πλάνῃ ἔχουσι τὴν ψυ‐ |
| book 352.1 | χήν, ὁμοίως καὶ οἱ λίαν χαίροντες. b (E3)T ὁ δὲ Ἀσκαλωνίτης |
| book 352.2 | (p. 46 B.) δασύνει „ἁλύεισ“ (ς 333) τὸ ἐπιχαίρεις. | τὸ δὲ ἀλύουσα |
| book 352.5.1 | ἀντὶ τοῦ T λύσιν οὐχ εὑρίσκουσα τῶν δεινῶν· διὸ οὐδὲ φθέγ‐ |
| book 352.5.2 | γεται. b (CE3)T |
| book 353.1 | τὴν μὲν ἄρ’ Ἶρις ἑλοῦσα: ὡς κοινῶς ἅπασι τοῖς θεοῖς |
| book 353.2 | ὑπηρετοῦσα ἢ ὡς ἐρωτική. b (C[bis], E3)T οὐκ ἀπέστη δὲ ἀφ’ |
| book 353.3 | οὗ „Τρωσὶν ἄγγελος ἦλθεν“ (Β 786). b (E3)T |
| book 355.1 | εὗρεν ἔπειτα μάχης ἐπ’ ἀριστερὰ θοῦρον Ἄρηα: καὶ |
| book 355.2 | ἐπὶ Ἕκτορος „ἐπεί ῥα μάχης ἐπ’ ἀριστερά“ (Λ 498) τοῦ ναυστάθ‐ |
| book 355.3 | μου. T |
| book 356.1 | ἠέρι δ’ ἔγχος ἐκέκλιτο: ἔγχος ἀπὸ μέρους τὸ πᾶν. | τὸ |
| book 356.2 | δὲ ἐκέκλιτο T ἀπὸ τοῦ κλίνω· καὶ „σάκε’ ὤμοισι κλίναντεσ“ |
| book 356.3 | (Λ 593) καὶ „στήλῃ κεκλιμένος ἀνδροκμήτῳ“ (Λ 371). b(BCE3)T |
| book 357-8.1 | ἡ δὲ γνὺξ ἐριποῦσα〈—ᾔτεεν ἵππουσ〉: δια‐ |
| book 357-8.2 | στολὴ εἰς τὸ ἐριποῦσα (357), καὶ τὸ ἑξῆς †κασιγνήτοιο ἵππους†. | |
| book 357-8.3 | οἰκεῖον δὲ τὸ γνύξ (357) τῇ ἀνάλκιδι (cf. Ε 331), ὡς τὸ „ἡ δ’ ἐν γού‐ |
| book 357-8.4 | νασι πῖπτε Διώνησ“ (Ε 370). b(BCE3)T |
| book 358.1 | πολλὰ λισσομένη χρυσάμπυκας ᾔτεεν ἵππους: οὐκ |
| book 358.2 | εὖ, φασὶν ἔνιοι, πρόσκειται τὸ πολλά· καὶ γὰρ ἐραστὴς καὶ ἀδελφός, |
| book 358.3 | καὶ τοῖς αὐτοῖς βοηθεῖ. ῥητέον δὲ ὅτι τὸ γυναικεῖον καὶ ἀσθενὲς ἐμφαί‐ |
| book 358.4 | νει ἡ πολλὴ δέησις καὶ τὸ γονυπετεῖν (cf. Ε 370). b(BCE3E4)T | |
| book 358.5 | ἄμπυξ δέ, ᾧ τὰς τρίχας περιλαμβάνουσιν. T |
| book 370-2.1 | ἡ δ’ ἐν γούνασι πῖπτε Διώνησ〈—κατέρεξεν〉: |
| book 370-2.2 | βιωτικὰ ταῦτα, τὸ καὶ τοὺς προβεβηκότας τῶν παίδων ὡς μικροὺς |
| book 370-2.3 | ὑπὸ τῶν γονέων θωπεύεσθαι. διὰ δὲ τὸ τρυφερὸν τῆς δαίμονος πῖ‐ |
| book 370-2.4 | πτεν εἶπεν, ἅμα δὲ καὶ τὴν ἐκ τοῦ τραύματος παρειμένην ἐμφῆναι θέ‐ |
| book 370-2.5 | λων. b(BCE3E4)T |
| book 373.1 | 〈τίς νύ σε τοιάδ’ ἔρεξε〉 φίλον τέκος Οὐρανιώνων: |
| book 373.2 | φίλον Οὐρανιώνων ἢ τίς {τῶν} Οὐρανιώνων. T |
| book 374a.1 | μαψιδίως: ἴδιον γονέων ἀδικοῦσι παισὶν ὑπερασπίζειν. |
| book 374a.2 | b(BCE3E4)T |
| book 374b.1 | ὡσεί τι κακὸν ῥέζουσαν ἐνωπῇ: οἷον ἐν ὄψει ἀδικοῦ‐ |
| book 374b.2 | σαν. b(BCE3E4)T |
| book 376 | ὑπέρθυμος: ἀλόγιστος καὶ μεστὸς θυμοῦ. b(BCE3)T |
| book 377.1 | οὕνεκ’ ἐγὼ φίλον υἱόν: ηὔξησε τὸ θράσος Διομήδους εὔ‐ |
| book 377.2 | λογον ἔχουσα τὴν αἰτίαν. b(BCE3)T |
| book 380.1 | ἀλλ’ ἤδη Δαναοί γε καὶ ἀθανάτοισι μάχονται: ὡς |
| book 380.2 | Τρωσὶ βοηθοῦσα κοινοποιεῖται τὸ πταῖσμα, καὶ ἵνα μὴ δοκῇ μόνη |
| book 380.3 | ἀδικεῖσθαι. b(BCE3E4)T |
| book 384.1 | ἐξ ἀνδρῶν, χαλέπ’ ἄλγε’ ἐπ’ ἀλλήλοισι τιθέντες: |
| book 384.2 | τινὲς συνάπτουσιν, ἵν’ ᾖ δι’ ἀνδρῶν ἀλλήλους κακοποιοῦντες. b(BC |
| book 384 | E3E4)T |
| book 385a.1 | τλῆ μὲν Ἄρης: ἐπίτηδες μύθους συλλέξας Διώνῃ περι‐ |
| book 385a.2 | τίθησιν ὁ ποιητής, δι’ ὧν τῆς οἰκείας ἀπολύεται βλασφημίας ὡς οὐ |
| book 385a.3 | καινίσας, ἀλλὰ παλαιαῖς παραδόσεσι πεισθείς. οὐδὲν δὲ ἄτοπον τοὺς |
| book 385a.4 | Ποσειδῶνος δῆσαι Ἄρεα (cf. Ε 385—7). b(BE3)T |
| book 385b.1 | τλῆ μὲν Ἄρης: Ἀδώνιδος τοῦ Κινύρου ἐρασθεῖσα Ἀφρο‐ |
| book 385b.2 | δίτη καὶ τὸν φθόνον ὑφορωμένη παρέθετο τοῖς περὶ Ὦτον καὶ Ἐφι‐ |
| book 385b.3 | άλτην, οἳ θέσει μὲν ἦσαν Ἀλωέως, φύσει δὲ Ποσειδῶνος καὶ Ἰφιμε‐ |
| book 385b.4 | δείας. τοῦτον θηρολετοῦντα ἐν τῷ Λιβάνῳ τῆς Ἀραβίας ἀναιρεῖ Ἄρης. |
| book 385b.5.1 | οἱ δὲ ὀργισθέντες ἐπὶ τρισκαίδεκα μῆνας ἀποκλείσαντες τὸν Ἄρεα |
| book 385b.5.2 | εἶχον ἐν εἱρκτῇ. ἡ δὲ τούτων μητρυιὰ Ἠερίβοια, ἡ Εὐρυμάχου τοῦ |
| book 385b.5.3 | Ἑρμοῦ, ἀπήγγειλεν Ἑρμῇ. ὁ δὲ καὶ ταύτῃ χαριζόμενος καὶ τῇ Ἥρᾳ |
| book 385b.5.4 | κλέπτει τὸν Ἄρεα. ὁ δὲ φυγὼν ἧκεν εἰς Νάξον καὶ κατέκρυψεν ἑαυτὸν |
| book 385b.5.5 | εἰς τὴν σιδηροβρῶτιν καλουμένην πέτραν. ἐκεῖνοι δὲ ἐρασθέντες τῶν |
| book 385b.10.1 | Ἥρας καὶ Ἀρτέμιδος γάμων ἀλλήλους ἐν κυνηγεσίοις ἀπέκτειναν· |
| book 385b.10.2 | κατὰ πρόνοιαν γὰρ Ἀρτέμιδος ἔλαφος διὰ μέσου αὐτῶν διῆλθε, καθ’ |
| book 385b | ἧς ῥίψαντες ἄμφω ἀλλήλους διεχρήσαντο. b(BCE3)T |
| book 388a.1 | καί νύ κεν ἔνθ’ ἀπόλοιτο Ἄρης: ἢ ὑπερβολικῶς εἶπεν, |
| book 388a.2 | ἢ ἀντὶ τοῦ ἀφανὴς ἐγένετο, ὥσπερ φαμὲν „ἀπόλωλεν ὁ παῖσ“. b(BC |
| book 388a.3 | E3E4)T |
| book 388b | 〈ἀπόλοιτο:〉 ἀντὶ τοῦ ἀπώλετο. Til |
| book 388c | 〈ἆτος:〉 ἀκόρεστος. Til |
| book 392-400.1 | τλῆ δ’ Ἥρη〈—κῆδε δὲ θυμόν〉: φιλόσοφος |
| book 392-400.2 | Ἡρακλῆς καὶ σοφίας οὐρανίου μύστης, ὃς ὡσπερεὶ κατὰ βαθείας |
| book 392-400.3 | δεδυκυῖαν ἀχλύος φιλοσοφίαν ἐφώτισε. τὸν θολερὸν τοίνυν ἀέρα |
| book 392-400.4 | καὶ πρὸς τὴν ἑκάστου διάνοιαν ἐπαχλύοντα πρῶτος Ἡρακλῆς θείῳ |
| book 392-400.5.1 | διήρθρωσε λόγῳ τὴν ἑκάστου τῶν ἀνθρώπων ἄνοιαν πολλαῖς νου‐ |
| book 392-400.5.2 | θεσίαις κατατρώσας· ὅθεν ἀπὸ γῆς εἰς οὐρανὸν ἀφίησι τὰ βέλη· πᾶς |
| book 392-400.5.3 | γὰρ φιλόσοφος ἐν ἐπιγείῳ σώματι πτηνὸν ὥσπερ τι βέλος τὸν νοῦν |
| book 392-400.5.4 | εἰς τὰ μετέωρα διαπέμπεται. διὰ δὲ τοῦ τριγώνου βέλους ἡ τριμερὴς |
| book 392-400.5.5 | ἡμῖν φιλοσοφία δεδήλωται. μετὰ δὲ Ἥραν τοξεύει Ἅιδην· οὐδεὶς γὰρ |
| book 392-400.10.1 | ἄβατος φιλοσοφίᾳ χῶρος, ἀλλὰ μετὰ τὸν οὐρανὸν ἐζήτηκε τὴν κατω‐ |
| book 392-400.10.2 | τάτω φύσιν· διὸ καὶ ἀνεληλυθέναι τὸν Ἅιδην φησί, μόνον οὐχὶ συν‐ |
| book 392-400.10.3 | άπτων ἄμφω τὰς γνώσεις· καὶ τὸν ἀλαμπῆ πᾶσιν ἀνθρώποις τόπον |
| book 392-400.10.4 | ὁ τῆς φιλοσοφίας ὀϊστὸς εὐστόχως βληθεὶς διευκρίνησεν. b(BCE3 |
| book 392-400 | E4)T |
| book 392-4a1.1 | τλῆ δ’ Ἥρη〈—λάβεν ἄλγοσ〉: οἱ μὲν ἐν τῇ |
| book 392-4a1.2 | πρὸς Πυλίους μάχῃ, οἱ δὲ διὰ τὸ μὴ ἐᾶσαι αὐτὴν νήπιον ὄντα σπάσαι |
| book 392-4a1.3 | τὸν ἴδιον μαζόν. διὰ μειζόνων δὲ προσώπων παρεμυθήσατο τὴν |
| book 392-4a1.4 | Ἀφροδίτην. T |
| book 392-4a2.1 | ἡ δὲ ἱστορία ὅτι ἐν τῇ πρὸς Πυλίους μάχῃ αὐτὴν ἔτρωσεν. |
| book 392-4a2.2 | οἱ δέ φασιν ὅτι, διότι νήπιον ὄντα οὐκ εἴασεν αὐτὸν σπάσαι τὸν ἴδιον |
| book 392-4a2.3 | μαζόν, ἔτρωσεν αὐτήν. διὰ μειζόνων δὲ προσώπων παραμυθεῖται |
| book 392-4a2.4 | †ἀφροδίτη†. b(BCE3E4) |
| book 394 | 〈τότε καί μιν:〉 ἐν τῇ ἑτέρᾳ „τότε κέν μιν“. Til |
| book 395-7.1 | τλῆ δ’ Ἀΐδησ〈—ὀδύνῃσιν ἔδωκεν〉: φασὶν |
| book 395-7.2 | Ἡρακλέα ἐπιταχθέντα ὑπὸ Πλούτωνος ἄνευ ἀσπίδος καὶ σιδήρου |
| book 395-7.3 | χειρώσασθαι τὸν Κέρβερον, τῇ μὲν δορᾷ χρήσασθαι ἀντὶ ἀσπίδος, |
| book 395-7.4 | τοῖς δὲ βέλεσι λιθίνας ἀκίδας κατασκευάσαι. μετὰ δὲ τὴν νίκην πάλιν |
| book 395-7.5.1 | ἐναντιουμένου τοῦ θεοῦ τὸν Ἡρακλέα ὀργισθέντα τοξεῦσαι αὐτόν. |
| book 395-7.5.2 | b(BCE3E4)T |
| book 397.1 | ἐν Πύλῳ ἐν νεκύεσσι: Ἀρίσταρχος „πύλῳ“ ὡς „χόλῳ“ |
| book 397.2 | (Ζ 335 al.) καὶ ἑσπέρῳ. ἀλλὰ πληθυντικῶς ἀεὶ λέγει· „ὠΐγνυντο |
| book 397.3 | πύλαι“ (Β 809), „πύλας Ἀΐδαο“ (Ε 646). ἐν τῇ Πύλῳ οὖν φησιν. T |
| book 399 | 〈κῆρ ἀχέων, ὀδύνῃσι πεπαρμένος:〉 κατὰ μέτρον ἡ ἀνά‐ |
| book 399 | παυσις. Til |
| book 401-2a1.1 | 〈τῷ δ’ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσ‐ |
| book 401-2a1.2 | σων / ἠκέσατ’:〉 πρὸς τὸ πεῖσαι τὴν θυγατέρα ἐναργῶς περὶ τοῦ |
| book 401-2a1.3 | πλήγματος διαλέγεται. b(BCE3E4) | οὐκ ἀναστρεπτέον δὲ τὴν πρό‐ |
| book 401-2a1.4 | θεσιν· τῷ γὰρ ἑξῆς συντέτακται. b(BCE3) |
| book 401-2a2.1 | {ὤμῳ ἐνὶ στιβαρῷ ἠλήλατο:} οὐκ ἀναστρεπτέον τὴν πρό‐ |
| book 401-2a2.2 | θεσιν· τῷ γὰρ ἑξῆς συντέτακται. T |
| book 401-2b.1 | τῷ δ’ ἐπὶ Παιήων〈—ἐτέτυκτο〉: ηὔξησε τὴν ἰα‐ |
| book 401-2b.2 | τρικήν, εἴγε καὶ θεοὶ δέονται αὐτῆς. παραμυθεῖται δὲ τὴν παῖδα ὡς |
| book 401-2b.3 | οὐδὲν ἐκ τῆς πληγῆς πεισομένην. διάφορος δὲ παρ’ Ἀπόλλωνα ὁ |
| book 401-2b.4 | Παιήων. b(BCE3E4)T |
| book 402 | 〈καταθνητός:〉 περισσὴ ἡ κατα. Til |
| book 403a | 〈ὀβριμοεργός:〉 Ἀρίσταρχος „αἰσυλοεργόσ“. Til |
| book 403b | 〈ὃς οὐκ ὄθετ’:〉 διὰ τοῦ τ „ὅτ’ οὐκ ὄθετ’“. Til |
| book 404a1.1 | ὃς τόξοισιν ἔκηδε θεούς: οὐκ οἶδεν αὐτὸν ῥοπάλῳ |
| book 404a1.2 | χρώμενον. | τὸ δὲ ἔκηδε ἀντὶ τοῦ ἐκάκου. T |
| book 404a2.1 | οὐδέποτε οἶδεν ὁ ποιητὴς Ἡρακλέα ῥοπάλῳ χρώμενον. |
| book 404a2.2 | b(BCE3) |
| book 405.1 | σοὶ δ’ ἐπὶ τοῦτον ἀνῆκε〈—Ἀθήνη〉: οὐκ ἀνα‐ |
| book 405.2 | στρεπτέον τὴν πρόθεσιν· πρὸς γὰρ τὸ ἀνῆκε συντέτακται. b(BCE3 |
| book 405.3 | E4)T | οὐχ ὑπὸ θνητοῦ δὲ τέτρωται, ἀλλ’ ὑπὸ θεοῦ ἰσοτίμου. καὶ ὁ |
| book 405.4 | ὑπηρετήσας δὲ οὐκ ἀβλαβὴς ἐκφέρεται (cf. Ε 406—15). b(BCE3E4) |
| book 406.1 | 〈νήπιος, οὐ δὲ τὸ οἶδε κατὰ φρένα Τυδέος υἱός:〉 ἡδὺ |
| book 406.2 | τὸ τῆς ἐξαλλαγῆς. ὁ δὲ δέ ἀντὶ τοῦ γάρ. b(BCE3) |
| book 407a.1 | μάλ’ οὐ δηναιός: οὐ μάλα δηναιός. b(BCE3)T | εἰς εὐ‐ |
| book 407a.2 | σέβειαν δὲ ἡμᾶς διὰ τούτων παρακαλεῖ. b(BCE3E4)T |
| book 407b | 〈δηναιός:〉 πολυχρόνιος. Til |
| book 408a.1 | οὐδέ τί μιν παῖδες ποτὶ γούνασι παππάζουσιν: |
| book 408a.2 | λανθάνει τὸ ταπεινὸν τῆς λέξεως καὶ διὰ τὸ λέγον πρόσωπον καὶ διὰ |
| book 408a.3 | τὸ ἀκοῦον· οὐ γὰρ ἐξ ἄρσενος λέγεται, οὐχ ἥρωος, οὐ θεοῦ, ἀλλ’ ὑπὸ |
| book 408a.4 | θεᾶς καὶ μητρὸς καὶ ἐναγκαλισαμένης τὴν παῖδα. b(BE3E4)T |
| book 408b.1 | οὐδέ τί μιν {παῖδες}: διχῶς, καὶ „οὐδέ τέ μιν“. T | σεμνύ‐ |
| book 408b.2 | νει δὲ τὴν παιδοποιΐαν, τοὺς ἀσεβοῦντας κολάζεσθαι λέγων ἀτεκνίᾳ. |
| book 408b.3 | b(BCE3E4)T εἰ δὲ λέγοις καὶ μὴν „τέτρατον ἦμαρ ἔην, ὅτ’ ἐν |
| book 408b.4 | Ἄργει“ (γ 180), ἴσθι ὡς οἱ ἑταῖροι ὑπέστρεψαν, οὐ Διομήδης. b |
| book 408b.5 | (BE3E4)T |
| book 408c | 〈παππάζουσιν:〉 πατέρα καλοῦσιν. Til |
| book 411 | μή τίς οἱ ἀμείνων σεῖο μάχηται: περὶ Ἄρεος προλέγει. T |
| book 412a1.1 | μὴ δὴν Αἰγιάλεια: ἄμεινον τὸ δήν χρονικὸν ἐπίρρημα |
| book 412a1.2 | ἐκδέχεσθαι, ἵν’ ᾖ τὸ ἑξῆς οὕτως· μὴ ἀμείνων σεῖό τις ἀντιμάχηται καὶ |
| book 412a1.3 | μὴ δήν, ὅ ἐστιν ἐπὶ πολύ, μείνῃ αὐτῷ ἡ γυνὴ θρηνοῦσα. T |
| book 412a2.1 | τὸ δὲ δήν ἄμεινον εἶναι χρονικὸν ἐπίρρημα, ἵν’ ᾖ τὸ ἑξῆς |
| book 412a2.2 | οὕτω· φραζέσθω, μή πώς τις αὐτῷ ἀμείνων σεῖο μάχηται καὶ b(BC |
| book 412a2.3 | E3) μὴ δήν, ὅ ἐστιν ἐπὶ πολύ, μείνῃ αὐτὸν ἡ γυνὴ θρηνοῦσα. |
| book 412a2.4 | b(BCE3E4) |
| book 412b.1 | μὴ δὴν Αἰγιάλεια: φασὶν Αἰγιάλειαν τὴν νεωτέραν τῶν |
| book 412b.2 | Ἀδρηστίδων γυναῖκα Διομήδους οὖσαν σφόδρα αὐτὸν ἐπιποθεῖν καὶ |
| book 412b.3 | ἀπολοφύρεσθαι καὶ κατὰ τὰς νύκτας. ὕστερον δὲ κατὰ μῆνιν Ἀφρο‐ |
| book 412b.4 | δίτης πάσῃ τῇ νεολαίᾳ τῶν Ἀργείων αὐτὴν συγκωμάσαι, ἔσχατον |
| book 412b.5.1 | δὲ καὶ †σθενέλῳ τῷ κομήτου†, ὃς ἦν ὑπὸ Διομήδους πιστευθεὶς τὰ |
| book 412b.5.2 | κατ’ οἶκον. ἥκοντα δὲ αὐτὸν μέλλων ἀνελεῖν ἐφείσατο διὰ τὸ κατα‐ |
| book 412b.5.3 | φυγεῖν εἰς τὸν τῆς Ἀθηνᾶς βωμόν· ὅθεν αὐτὸν φυγόντα φασὶν ἥκειν |
| book 412b.1 | εἰς †ἰβηρίαν† κἀκεῖ, ὡς μέν τινες, δολοφονηθῆναι ὑπὸ Δαύνου τοῦ |
| book 412b.2 | βασιλέως, ὡς δὲ ἔνιοι, ἀπολέσθαι ὑπὸ Ἰουνίου τοῦ Δαύνου παιδὸς |
| book 412b.10.1 | ἐν κυνηγεσίοις· ὅθεν αὐτὸν μὲν ἀπεθέωσεν Ἀθηνᾶ, τοὺς δὲ ἑταίρους |
| book 412b.10.2 | εἰς ἐρωδιοὺς μετέβαλεν. b(BCE3)T | τὸν Κομήτου πόθον {καὶ} Αἰγια‐ |
| book 412b.10.3 | λείας οὐκ οἶδεν ὁ ποιητής. T |
| book 412-3a1.1 | 〈μὴ δὴν Αἰγιάλεια—ἐγείρῃ:〉 βουλευέσθω, |
| book 412-3a1.2 | μή πως ἡ Αἰγιάλεια ποθοῦσα αὐτόν, ἀκούσασα δὲ τὴν αὐτοῦ ἀπώ‐ |
| book 412-3a1.3 | λειαν, θρηνοῦσα ἐκ τοῦ ὕπνου τοὺς οἰκείους ἀνεγείρῃ. b(BCE3E4) |
| book 412-3a1.4 | οὐκ οἶδε δὲ ὁ ποιητὴς τὸν τοῦ Κομήτου πόθον. b(BCE3) |
| book 412-3a2.1 | μὴ †δὲ ἐὰν† ἀπολομένου αὐτοῦ, φησί, τοὺς οἰκείους ἀνε‐ |
| book 412-3a2.2 | γείρῃ θρηνοῦσα αὐτὸν ἡ γαμετή· τὸν γὰρ Κομήτου πόθον οὐκ οἶ‐ |
| book 412-3a2.3 | δεν. T |
| book 413 | οἰκῆας: τοὺς ἐν οἴκῳ τρεφομένους. T |
| book 414.1 | τὸν ἄριστον Ἀχαιῶν: ἐν εἰρωνείᾳ, τὸν φρόνημα ἔχοντα |
| book 414.2 | b(BCE3E4)T ὅτι ἄριστός ἐστιν. ἢ ὡς αὐτὴ λέξει θρηνοῦσα. ἢ |
| book 414.3 | καὶ πρὸς παραμυθίαν τῆς Ἀφροδίτης λέγεται ὅτι ὁ τρώσας αὐτὴν |
| book 414.4 | ἄριστός ἐστιν. b(BCE3)T |
| book 416a.1 | ἦ ῥα, καὶ ἀμφοτέρῃσιν ἀπ’ ἰχῶ χειρὸς ὀμόργνυ: ἡ |
| book 416a.2 | Ἀριστάρχου ἑνικῶς, ἡ Ζηνοδότου „χερσίν“. | Ἀττικῶς δὲ τὸ ἰχῶ. |
| book 416a.3 | τὸ δὲ ὀμόργνυ ἀντὶ τοῦ ἀπέψησεν. T |
| book 416b.1 | 〈ἀπ’ ἰχῶ χειρὸς ὀμόργνυ:〉 Ἀττικόν ἐστι κατὰ ἀπο‐ |
| book 416b.2 | κοπὴν τοῦ ρ καὶ α, ἢ κατὰ συναίρεσιν, ἰχῶρα ἰχῶ. | ἡ δὲ ἀπό πρὸς |
| book 416b | τὸ ὀμόργνυ ἢ πρὸς τὸ χειρός. b(BE3) |
| book 417.1 | ἄλθετο χείρ: ἔδειξεν ἐπὶ ποίῳ τραύματι ἤσχαλλεν Ἀφρο‐ |
| book 417.2 | δίτη, ὅπου οὐκ ἐδέησεν ἰατροῦ. b(BCE3)T καὶ ὅτι τὸ λάλον |
| book 417.3 | ἐνδείκνυται τῶν γυναικῶν, πῶς καὶ τὰ δοκοῦντα μικρὰ μεγάλα διὰ |
| book 417.4 | τὸ λάλοι εἶναι ποιοῦσιν. b(BCE3) | ἄλθετο δὲ τὸ ὑγιοῦτο, b(BCE3) |
| book 417.5 | T ἐκ τοῦ ἄλθω τὸ αὔξω· τὰ γὰρ ὑγιῆ καὶ αὔξεται. b(BCE3E4)T |
| book 419.1 | κερτομίοις ἐπέεσσι Δία Κρονίδην ἐρέθιζον: ἐπεὶ ἐκερ‐ |
| book 419.2 | τόμησεν αὐτὰς ὁ Ζεὺς „δοιαὶ μὲν Μενελάου“ (Δ 7), τρωθείσης Ἀφρο‐ |
| book 419.3 | δίτης ἀντικερτομοῦσι τὸν Δία. τοῦτο καὶ ὁ Ζεὺς συνεὶς ἐμειδίασεν. |
| book 419.4 | ἅμα δὲ τὴν κατὰ Διομήδους ὀργὴν μαλάσσουσιν, ἃ μέλλουσι κατη‐ |
| book 419.5 | γορεῖσθαι, ταῦτα προδιασύρουσαι. b(BCE3)T |
| book 420.1 | τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη: εὖ τὸ |
| book 420.2 | τῇ Ἀθηνᾷ τὴν εἰρωνείαν περιθεῖναι· ἡ γὰρ Ἥρα μείζονος ἀξιώματός |
| book 420.3 | ἐστιν. b(BCE3E4)T |
| book 422-5.1 | ἦ μάλα δή τινα Κύπρισ〈—κατεμύξατο χεῖρα |
| book 422-5.2 | ἀραιήν〉: ὡς προκαταρχούσης τῆς εἰς Ἑλένην ὕβρεως. διὰ δὲ τοῦ |
| book 422-5.3 | κατεμύξατο (425) λεληθότως ἀπολογεῖται. b(BCE3)T |
| book 425a1.1 | καταμύξατο χεῖρα ἀραιήν: διὰ τοῦ α Ἀρίσταρχος |
| book 425a1.2 | καταμύξατο. | τὸ δὲ χεῖρα ἀραιήν πρὸς τὸ ἀσθενὲς τῆς πληγῆς. | |
| book 425a1.3 | Ἀρίσταρχος δὲ τὸ ἀραιήν ἐπὶ μὲν τοῦ ἀσθενῆ δασύνει, ἐπὶ δὲ τοῦ |
| book 425a1.4 | ἐπιβλαβῆ ψιλοῖ. T |
| book 425a2.1 | πρὸς τὸ ἀσθενὲς τῆς πληγῆς. b(BCE3) | Ἀρίσταρχος δὲ |
| book 425a2.2 | τὸ ἀραιήν ἐπὶ μὲν τοῦ ἀσθενῆ δασύνει, ἐπὶ δὲ τοῦ ἐπιβλαβῆ ψιλοῖ. | |
| book 425a2 | τὸ δὲ κατεμύξατο „καταμύξατό“ φησι διὰ τοῦ α. b(BCE3E4) |
| book 428.1 | οὔ τοι, τέκνον ἐμόν, δέδοται πολεμήϊα ἔργα: τὸ |
| book 428.2 | „γνῶθι σαυτόν“ φησιν. οὐδὲν δέ φησιν· οἶδε γὰρ αὐτὴν τὴν αἰτίαν |
| book 428.3 | ἔχουσαν διὰ τὴν ἁρπαγὴν Ἀλεξάνδρου, b(BCE3E4)T ἣν ταῖς |
| book 428.4 | αὐτῆς βουλαῖς ἐποιήσατο· b(BCE3E4) διὸ οὐδὲ αὐτὴ φθέγγεταί |
| book 428.5.1 | τι ὡς ἡμαρτηκυῖα, b(BCE3E4)T ἀλλὰ μᾶλλον ἀσκεῖ σιωπήν. |
| book 428.5.2 | b(BCE3E4) πᾶς γὰρ ἁμαρτὼν †ἀνταιρεῖν† οὐ δύναται. T |
| book 429.1 | ἔργα γάμοιο: τὰ περὶ τὸν ἔρωτά φησι καὶ τοὺς ἐργαζο‐ |
| book 429.2 | μένους τὸν γάμον, b(BCE3E4)T ἐπεί τοι Ἥρα ζυγία ἐστίν. T |
| book 430.1 | ταῦτα δ’ Ἄρηϊ θοῷ: καὶ πῶς ὕστερον ὑβρίζει αὐτόν; |
| book 430.2 | ὅτι τὸ δίκαιον ὑπερέβαινεν, οὐ βοηθῶν, ἀλλὰ καὶ αὐτουργῶν κατὰ |
| book 430.3 | τῶν Ἀχαιῶν· Περίφαντα γοῦν ἀπέκτεινεν (cf. Ε 842—4). T |
| book 434.1 | ἀλλ’ ὁ γὰρ οὐδὲ θεὸν μέγαν ἅζετο: οὐδὲν πράσσει, |
| book 434.2 | δεικνὺς ὡς οὐδὲ τὸ κατὰ Ἀφροδίτην αὐτοῦ ἦν. b(BCE3E4)T |
| book 437 | 〈ἐστυφέλιξε:〉 ἔρριψεν. Til |
| book 442.1 | {οὔποτε φίλον ὁμοῖον ἀθανάτων θεῶν} χαμαὶ ἐρχομένων |
| book 442.2 | {ἀνθρώπων}: πρὸς τὰ πτηνὰ ἡ σύγκρισις τὰ διὰ τοῦ ἀέρος πορευό‐ |
| book 442 | μενα. T |
| book 443a.1 | ἀνεχάζετο τυτθὸν ὀπίσσω: ἐμφαίνει τὴν ἀρετὴν Διο‐ |
| book 443a.2 | μήδους διὰ τοῦ τυτθόν. ἐπὶ δὲ Πατρόκλου „πολλὸν ὀπίσσω“ (Π 710)· |
| book 443a.3 | ὑπ’ οὐδενὸς γὰρ θεοῦ βοηθεῖται καὶ τὸν Ἀπόλλωνα δέδοικεν. b(BC |
| book 443a.4 | E3E4)T |
| book 443b.1 | {ἀνεχάζετο} τυτθόν {ὀπίσσω}: Ἀρίσταρχος τυτθόν, |
| book 443b.2 | οὐ „πολλόν“ (Π 710). T |
| book 444 | ἀλευάμενος: οὕτως Ἀρίσταρχος διὰ τοῦ ο. Aa |
| book 446.1 | Περγάμῳ ἐν ἱερῇ, 〈ὅθι οἱ νηός γ’ ἐτέτυκτο〉: καὶ Ἀθη‐ |
| book 446.2 | νᾶς δὲ ἦν αὐτόθι ναός· „νηὸν Ἀθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρῃ / |
| book 446.3 | οἴξασα“ (Ζ 88—9). b(BCE3E4)T |
| book 447-8.1 | ἤτοι τὸν Λητώ τε καὶ Ἄρτεμισ〈—ἀκέοντο〉: |
| book 447-8.2 | θεοὺς γὰρ εἰς ἀνθρώπους πάντα πράσσειν πέφυκεν. b(BCE3E4)T |
| book 448.1 | κύδαινόν τε: λόγῳ παρεμυθοῦντο. ἀκολούθως δὲ τοῖς ἰατρι‐ |
| book 448.2 | κοῖς παραγγέλμασι τοὺς τραυματίας λόγῳ θεραπεύει· ἄλλως τε καὶ |
| book 448.3 | Ἀφροδίτης ἦν υἱὸς b(BCE3E4)T καὶ τῶν Τρώων ἄριστος μεθ’ |
| book 448.4 | Ἕκτορα. b(BCE4)T |
| book 449-50a.1 | αὐτὰρ ὁ εἴδωλον〈—τοῖον〉: εἴδωλον μὲν |
| book 449-50a.2 | ἄκουε πᾶν τὸ δημιούργημα τοῦ κόσμου, ὅπερ τύπος ὂν τοῦ ὄντως |
| book 449-50a.3 | ὄντος ὑπὸ πάντων μὲν τῶν ἐγκοσμίων θεῶν κοσμεῖται, προηγουμέ‐ |
| book 449-50a.4 | νως δὲ ὑπὸ τοῦ Ἡλίου, ὅς ἐστιν ἡγεμὼν παντὸς γεννητοῦ τε καὶ |
| book 449-50a.5.1 | ὁρατοῦ. οὐδὲν δὲ ἧττον Αἰνείου ἐστὶ τὸ εἴδωλον, υἱοῦ Ἀφροδίτης |
| book 449-50a.5.2 | καὶ Τρωός, ὅ ἐστι τὸ ἐγχώριον κάλλος· πᾶν γὰρ ἐξ Ἀφροδίτης κάλ‐ |
| book 449-50a.5.3 | λος ἐστι, περὶ ὃ αἱ ὑλικώτεραι τῶν ψυχῶν οὐκ ἀπαλλάσσονται συν‐ |
| book 449-50a | τριβόμεναι. b(BCE3E4)T |
| book 449-50b.1 | αὐτὰρ ὁ εἴδωλον τεῦξε〈—τοῖον〉: ἵνα φιλοτιμο‐ |
| book 449-50b.2 | τέρως μάχωνται Τρῶες τὸ πτῶμα σῶσαι θέλοντες. b(BCE3E4)T |
| book 451-2.1 | ἀμφὶ δ’ ἄρ’ εἰδώλῳ〈— /〉 δῄουν ἀλλήλων: καὶ |
| book 451-2.2 | πῶς Διομήδης οὐ μηνύει τοῖς Ἀχαιοῖς ὅτι εἴδωλον ἦν; ἀφῄρηται γὰρ |
| book 451-2.3 | τὴν ἀχλύν· „ὄφρ’ εὖ γινώσκῃ †θεὸν† ἠδὲ καὶ ἄνδρα“ (Ε 128). ῥητέον |
| book 451-2.4 | ὅτι τὸ εἴδωλον ἀμφοῖν ἐστέρηται. b(BCE3E4)T |
| book 453.1 | λαισήϊα: οἱ μὲν τοὺς ἐπιμήκεις θυρεούς, οἱ δὲ ἐκ τριχωδῶν |
| book 453.2 | δερμάτων γεγονότα, οἱ δὲ παρὰ τὸ λάσια αὐτὰ εἶναι. b(BCE3E4)T | |
| book 453.3 | ἢ λαισήϊα τὰ τῇ λαιᾷ φερόμενα. T |
| book 454.1 | θοῦρον Ἄρηα προσηύδα Φοῖβος: φυλάσσεται μὲν αὐ‐ |
| book 454.2 | τὸς τὴν πρὸς Ἀθηνᾶν ἔχθραν, πείθει δὲ τὸν ἀλλοπρόσαλλον. b(BC |
| book 454.3 | E3)T |
| book 456 | μάχης ἐρύσαιο: λείπει ἡ ἔξ. T |
| book 458 | Κύπριδα μὲν πρῶτα: τὴν ἐρωμένην σοι. T |
| book 461a1.1 | Τρῳὰς δὲ στίχας: ἀντὶ τοῦ Τρωϊκάς· καὶ δεῖ ὑποστί‐ |
| book 461a1.2 | ζειν εἰς τὸ στίχας. εἰ δὲ †γράφει τρωὰς ἢ εἰς τὸ στίχας† ὑποστικτέον, |
| book 461a1.3 | ἵν’ ᾖ Τρῶας ἀντὶ τοῦ Τρώων, ὡς „ἐρινεὸν τάμ〈ν〉ε νέους ὄρπηκασ“ |
| book 461a1.4 | (cf. Φ 37—8), ἢ εἰς τὸ δέ ὑποστικτέον, ἵν’ ᾖ τὸ ἑξῆς Τρῶας ὤτρυνε |
| book 461a1.5 | τὰς στίχας μετελθών. T |
| book 461a2.1 | ἀντὶ τοῦ Τρωϊκάς· καὶ b(BCE3) δεῖ ὑποστίζειν εἰς |
| book 461a2.2 | τὸ στίχας. εἰ δὲ †γράφει† „Τρῶασ“, ὑποστικτέον εἰς τὸν δέ, ἵν’ ᾖ |
| book 461a2.3 | τὰς δὲ στίχας (ἤτοι τάξεις) ὁ οὖλος Ἄρης μεταβὰς τοὺς Τρῶας ὤτρυ‐ |
| book 461a2.4 | νεν. b(BCE3E4) |
| book 461b.1 | Τρῳὰς δὲ στίχας: ἐν τῇ Σινωπικῇ καὶ Κυπρίᾳ καὶ Ἀντι‐ |
| book 461b.2 | μάχου (fr. 134) Τρῳάς εἶχε σὺν τῷ ι, ὡς „ἵππους δὲ Τρῳούσ“ (Ψ 291). |
| book 461b.3 | ἡ μέντοι κοινή, ᾗ συντίθεται καὶ ὁ Ἀσκαλωνίτης (p. 46 B.), „Τρῶασ“ |
| book 461b.4 | ὡς Κᾶρας· καὶ τὸ ἑξῆς οὕτω· Τρῶας δὲ Ἄρης ὤτρυνε, στίχας μετελ‐ |
| book 461b.5.1 | θών, ἀντὶ τοῦ †ὑπερβὰς† 〈τὰσ〉 τάξεις. T ἢ οὕτω· τοὺς Τρῶας |
| book 461b.5.2 | μετελθὼν ὁ Ἄρης τὰς στίχας ὤτρυνεν. b(BCE3E4)T |
| book 462.1 | εἰδόμενοσ〈—〉ἡγήτορι Θρῃκῶν: τιμᾶται γὰρ ὁ |
| book 462.2 | θεὸς παρὰ Θρᾳξίν. T |
| book 465.1 | ἐς τί ἔτι: τὸ ἔς ἀντὶ τοῦ ἕως, τὸ δὲ τί ἀντὶ τοῦ τίνος· b(BC |
| book 465.2 | E3E4)T διὸ καὶ εἰς τὸ τί ἡ ὀξεῖα. b(BCE3)T καὶ ἔστι πρό‐ |
| book 465.3 | θεσις ἀντὶ ἐπιρρήματος. b(BCE3E4)T τὸ πᾶν οὖν ἕως τίνος. T |
| book 466.1 | 〈ἢ〉 εἰσόκεν ἀμφὶ πύλῃς 〈εὖ ποιητῇσι μάχωνται〉: |
| book 466.2 | ὅμοιόν ἐστι τῷ „ἢ μένετε Τρῶασ“ (Δ 247). b(BCE3E4)T | „ποιη‐ |
| book 466.3 | τοῖσι“ δὲ Ἀρίσταρχος, Ζηνόδοτος δὲ ποιητῇσι. T |
| book 467-8.1 | 〈κεῖται ἀνὴρ—Ἀγχίσαο:〉 οὐκ ἀγνοῶν b(BC |
| book 467-8.2 | E3)Til τὰ περὶ αὐτοῦ τοῦτο λέγει, b(BCE3) ἀλλὰ παρορ‐ |
| book 467-8.3 | μῶν. b(BCE3)Til |
| book 468.1 | υἱὸσ〈—〉Ἀγχίσαο: εὖ τὸ μὴ Ἀφροδίτης νῦν φάναι, |
| book 468.2 | ἀλλ’ Ἀγχίσου, ἵνα ἐμφανῇ ὅτι συγγενής ἐστιν αὐτῶν ὁ ἀνῃρημένος. |
| book 468.3 | b(BCE3)T |
| book 472.1 | Ἕκτορ, πῇ δή τοι μένος: ἀνεδύετο γὰρ τὴν μάχην, οὐ |
| book 472.2 | διὰ δειλίαν, ἀλλὰ τὴν τῶν ὅρκων σύγχυσιν, οὓς αὐτὸς ἐπεπρυτανεύ‐ |
| book 472.3 | κει. b(BCE3E4)T |
| book 473a | φῆς που: ὑπέλαβες· οὐ γὰρ ἂν Ἕκτωρ ἐφθέγξατό τι τοι‐ |
| book 473a | οῦτον εἰς τοὺς συμμάχους. b(BCE3E4)T |
| book 473b | ἄτερ λαῶν: τῶν τῆς πόλεως. b(BCE3E4)T |
| book 475 | οὔ τιν’ ἐγὼ ἰδέειν δύναμαι: εἰς τὸν Πάριν, ὃς ἥρπασται. T |
| book 476 | κύνες ὣς ἀμφὶ λέοντα: περιττὴ ἡ ἀμφί. b (CE3)T |
| book 477 | ἔνειμεν: οὕτως αἱ Ἀριστάρχου. T | τὸ ἁπλοῦν ἐστιν εἰμέν. |
| book 477.1 | b(BCE3E4)T πᾶν δὲ ῥῆμα ὀξυνόμενον b(BCE3)T ἐν τῇ |
| book 477.2 | συνθέσει ἀναβιβάζει τὸν τόνον. b(BCE3E4)T |
| book 478.1 | μάλα τηλόθεν ἥκω: ὅμοια τοῖς Ἀχιλλέως· „ἐπειὴ μάλα |
| book 478.2 | πολλὰ μεταξύ / οὔρεά τε σκιόεντα“ (Α 156—7). b(BCE3)T |
| book 479a.1 | τηλοῦ γὰρ Λυκίη Ξάνθῳ ἐπὶ δινήεντι: ὅλον τὸν στί‐ |
| book 479a.2 | χον συναπτέον. T |
| book 479b.1 | 〈Λυκίη Ξάνθῳ ἐπὶ δινήεντι:〉 προσέθηκε τὸ Ξάνθῳ, |
| book 479b.2 | ὅπως διαστείλῃ ταύτην τὴν Λυκίαν ἀπὸ τῆς ἐν Ἴδῃ Λυκίας. Aa |
| book 480.1 | ἔνθ’ ἄλοχόν τε φίλην 〈ἔλιπον〉 καὶ νήπιον υἱόν: ὅτι |
| book 480.2 | τῶν φιλτάτων προὔκρινα τὴν σὴν φιλίαν, οὐκ ἀστυγείτονας δεδιὼς |
| book 480.3 | οὐδὲ πόθῳ χρημάτων ἁλούς. b(BCE3E4)T |
| book 481.1 | κὰδ δὲ κτήματα πολλά, τά τ’ ἔλδεται ὅς κ’ ἐπιδευής: |
| book 481.2 | ἔχω, φησί, τὰ πρὸς ζωήν, ὥστε μὴ μάτην ὑπὲρ ἀλλοτρίων κινδυ‐ |
| book 481.3 | νεύειν. b(BCE3E4)T |
| book 482-3.1 | καὶ μέμον’ αὐτός / ἀνδρὶ μαχέσ〈σ〉ασθαι: ἀντιπα‐ |
| book 482-3.2 | ραβαλὼν ἑκατέρους τοὺς λαλοῦντας ὄψει, πόσον πρὸς αἰσχύνην ὁρῶ‐ |
| book 482-3 | σιν οἱ λόγοι. b(BCE3)T |
| book 485a.1 | τύνη δ’ ἕστηκας, ἀτὰρ οὐδ’ ἄλλοισι κελεύεις: πῶς |
| book 485a.2 | γὰρ ἂν ἀμελῶν αὐτὸς τοὺς ἄλλους πείσειε κινδυνεύειν· b(BCE3E4)T |
| book 485b.1 | τύνη: ἀπὸ τοῦ τύ ἐν παραγωγῇ b(BCE3)T τύνη, |
| book 485b.2 | ὡς ἐγώνη καὶ „ἐμίνη“ (Rhint. fr. 13 K.). T |
| book 486a.1 | καὶ ἀμυνέμεν〈αι〉 ὤρεσσι: ταῖς ὑμῶν. b(BCE3E4)T |
| book 486a.2 | ὅμοιον δέ ἐστι τῷ „ἄλοχοι δ’ ἄλλοισι δαμεῖεν“ (Γ 301). αὔξει δὲ τὸν |
| book 486a.3 | γάμον. b(BCE3)T |
| book 486b.1 | ὤρεσσι: ἀπὸ τοῦ ὀαρίζειν b(BCE3E4)T κατὰ συγ‐ |
| book 486b.2 | κοπήν· b(BCE3E4) καὶ „ὀάρων ἕνεκα σφετεράων“ (Ι 327). b |
| book 486b.3 | (BCE3E4)T |
| book 487a.1 | ἀψῖσι: ψιλωτέον τὸ ἀψῖσι b(BE3)T εἰς ἰδιότητα. |
| book 487a.2 | ὅτε δὲ βαρύνεται, συμ〈μετα〉βάλλεται καὶ τὸ πνεῦμα καὶ ὁ χρόνος. T |
| book 487b.1 | ἁλόντε: ὑμεῖς καὶ αἱ γυναῖκες. ἀλλοτριοῖ δὲ τῶν κινδύνων |
| book 487b.2 | ἑαυτόν, ὡς περὶ τῶν ἐκείνοις συμφερόντων λαλῶν. ἡ δὲ τοῦ λίνου |
| book 487b.3 | ὁμοίωσις οἰκεία, πολλῶν καὶ διαφόρων ἀνθρώπων ὡς ἰχθύων περι‐ |
| book 487b | ληφθέντων. b(BCE3E4)T |
| book 489 | εὖ ναιομένην: ἢ ἀπὸ τοῦ †ὁμοῦ ναίειν. T |
| book 490-1.1 | 〈σοὶ δὲ χρὴ— /〉 ἀρχοὺς λισσομένῳ: ὀνειδιστι‐ |
| book 490-1.2 | κῶς· ὃν ἐχρῆν τοὺς ἄλλους ὀτρύνειν, ὑπὸ τῶν συμμάχων προτρέπε‐ |
| book 490-1.3 | ται. b(BCE3E4)T |
| book 492a.1 | {νωλεμέως} ἐχέμεν: ἀντὶ τοῦ φυλάσσειν. „ἔχε〈σ〉 δ’ |
| book 492a.2 | ἀλόχουσ“ (Ω 730). T |
| book 492a.1 | κρατερὴν δ’ ἀποθέσθαι ἐνιπήν: τοιοῦτος γὰρ Ἕ‐ |
| book 492a.2 | κτωρ· „οὐ γὰρ ἐγὼ πληθὺν διζήμενος / ἐνθάδ’ ἀφ’ ὑμετέρων πολίων |
| book 492a.5.1 | ἤγειρα ἕκαστον“ (Ρ 221—2). ἀπὸ κοινοῦ δὲ τὸ „χρή“ (Ε 490). b |
| book 492a.5.2 | (BCE3E4)T | 〈ἀποθέσθαι〉 ἀντὶ τοῦ ἀποτίθεσθαι. T |
| book 492a | ἐνιπήν: πληγήν. T |
| book 493.1 | δάκε: ἠνίασεν· καὶ „θυμοδακὴς γὰρ μῦθοσ“ (θ 185). b(BC |
| book 493.2 | E3E4)T |
| book 494.1 | αὐτίκα δ’ ἐξ ὀχέων: ἔδει γὰρ ἔργοις, οὐ λόγοις ἀπολο‐ |
| book 494.2 | γεῖσθαι. b(BCE3E4)T | ὡς τὸ τάριχος δέ, οὕτω καὶ τὸ ὄχος. T |
| book 495.1 | 〈πάλλων δ’ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ:〉 |
| book 495.2 | καὶ εἰς τὸ δοῦρα δύναται καὶ εἰς τὸ στρατόν εἶναι στιγμή· εὐκρινὲς |
| book 495.3 | γὰρ κατ’ ἄμφω τὸ νόημα. b(BCE3) |
| book 499 | ἀλῳάς: ἀλῳάς ὡς ἀγαθάς· ἀπὸ γὰρ τοῦ ἀλῳή, ὃ σὺν τῷ ι |
| book 499 | γράφεται· παρὰ γὰρ τὸ ἀλοιῶ ἐστιν. b(BCE3E4)T |
| book 500.1 | {ὡς δ’ ἄνεμος ἄχνας} ἀνδρῶν λικμώντων, ὅτε τε ξανθὴ |
| book 500.2 | Δημήτηρ: Πτολεμαῖος (p. 64 B.) τοὺς δωδεκασυλλάβους στίχους |
| book 500.3 | ἐκτιθείς φησι καὶ τοῦτον οὕτω γράφεσθαι „εὖτ’ ἂν ξανθὴ Δημήτηρ“. T |
| book 502a.1 | αἱ δ’ ὑπολευκαίνονται: καλῶς ἡ ὑπό· οὐ γὰρ ἀθρόα |
| book 502a.2 | ἡ τῶν ἀχύρων πτῶσις ἐπὶ τὴν ἅλω, κατ’ ὀλίγον δὲ ἑτεροιοῦται τὸ |
| book 502a.3 | χρῶμα τοῦ ἐπιδεχομένου αὐτὰ χωρίου. ὁμοίως δὲ καὶ τοῖς μαχομένοις |
| book 502a.4 | κατ’ ὀλίγον προσεκάθιζεν ὁ κονιορτός. b(BCE3E4)T |
| book 502b.1 | ἀχυρμιαί: κατ’ ὀξεῖαν τὸ ἀχυρμιαί· Ἰωνικώτερον γάρ |
| book 502b.2 | ἐστιν ὡς τὸ „ἀγυιαί“ (β 388 al.), „θαμειαί“ (Α 52 al.), „ταρφειαί“ |
| book 502b.3 | (Τ 357. 359). | εἰσὶ δὲ οἱ τόποι, ἔνθα ἐκτινάσσεται τὰ ἄχυρα. b(BCE3 |
| book 502b.4 | E4)T |
| book 505.1 | ἂψ ἐπιμισγομένων: ἐκ δευτέρου τῶν Τρώων προσμιγνύν‐ |
| book 505.2 | των τοῖς Ἀχαιοῖς. b(BCE3E4)T |
| book 505-6.1 | ὑπὸ δ’ ἔστρεφον 〈ἡνιοχῆες / οἱ δὲ μένος χειρῶν |
| book 505-6.2 | ἰθὺς φέρον〉: οἱ μὲν ἡνίοχοι ἐπιστρέφουσι τοὺς ἵππους, οἱ δὲ ἐπιβά‐ |
| book 505-6.3 | ται τὸ μένος φέρουσιν. b(BCE3E4)T | ὁ δὲ δέ ἀντὶ τοῦ γάρ. T |
| book 506-7.1 | ἀμφὶ δὲ νύκτα / θοῦρος Ἄρης: σκέπει αὐτούς, ὡς εἰ |
| book 506-7.2 | καὶ θέλοιεν, μὴ δύναιντο φυγεῖν, ὡς „πίτνα πρόσθε βαθεῖαν ἐρυκέμεν“ |
| book 506-7.3 | (Φ 7). ἢ ἑαυτὸν ἐσκέπασεν, ὡς μὴ ὁρῷτο κακῶν τοὺς Ἕλληνας. ἢ ἵνα |
| book 506-7.4 | οἱ μὲν λευκανθέντες ὁρῷντο, οἱ δὲ σκέποιντο. b(BCE3E4)T |
| book 507a1.1 | μάχῃ Τρώεσσι ἀρήγων: τινὲς ἀντὶ μάχῃ Τρώων. οἱ |
| book 507a1.2 | δὲ εἰς τὸ †μάχην† στίζουσιν. T |
| book 507a2 | στιγμὴ δὲ εἰς τὸ μάχῃ. b(BCE3E4) |
| book 509.1 | Ἀπόλλωνος χρυσαόρου: τινὲς τιμίως λαλοῦντος, διὰ |
| book 509.2 | τὴν λύραν. T |
| book 511a1.1 | {ἡ γάρ ῥα πέλεν δαναοῖσιν} ἀρηγών: Ἀρίσταρχος ὀξυ‐ |
| book 511a1.2 | τόνως· καὶ δῆλον ἐκ τῆς πλαγίου „δοιαὶ μὲν Μενελάου ἀρηγόνεσ“ |
| book 511a1.3 | (Δ 7). T |
| book 511a2.1 | ὅτι προενεκτέον ἀρηγών ὡς ἀηδών· λέγει γὰρ καὶ ἀλ‐ |
| book 511a2.2 | λαχοῦ „ἀρηγόνεσ“ ὡς ἀηδόνες. Aa |
| book 511b1.1 | 〈οἰχομένην·〉 ἡ γάρ ῥα πέλεν Δαναοῖσιν: πιθανῶς |
| book 511b1.2 | τοῦτο, ἵνα μὴ προλάβῃ ἡ θεομαχία. T |
| book 511b2.1 | πιθανῶς αὐτοὶ τῆς ἀδικίας προάρχουσιν, ἵνα μὴ προλάβῃ |
| book 511b2.2 | ἡ Διομήδους θεομαχία. b(BCE3E4) |
| book 512.1 | πίονος ἐξ ἀδύτοιο: τοῦ †κεκνισσωμένου b(BCE3E4)T |
| book 512.2 | καὶ λελιπασμένου. b(BCE3E4) |
| book 515 | ἀρτεμέα: πρὸς τὸ ἄρτιον. T |
| book 516.1 | μετάλλησάν γε μὲν οὔτι: πιθανῶς τὸ ψυχρὸν τῆς δισσο‐ |
| book 516.2 | λογίας περιεῖλε, τὴν διάθεσιν ἤδη ἐμφήνας. b(BCE3E4)T | τὸ δὲ |
| book 516.3 | μετάλλησαν ἀντὶ τοῦ ἠρώτησαν. T |
| book 518 | ἄμοτον {μεμαυῖα}: ἄπληστον ἢ σφοδρόν. T |
| book 519.1 | τοὺς δ’ Αἴαντε δύω καὶ Ὀδυσσεὺς καὶ Διομήδης: ἱκα‐ |
| book 519.2 | νὸν πρὸς αὔξησιν. ἄλλως τε καὶ τὴν παρὰ τῶν ἀκουόντων εὔνοιαν |
| book 519.3 | κτῶνται ἔρημοι θεῶν ὄντες Ἕλληνες. καὶ δικαίως ἐπάξει τῷ Ἄρει τὴν |
| book 519.4 | Ἀθηνᾶν. b(BCE3E4)T |
| book 522 | 〈νεφέλῃσιν ἐοικότες:〉 διὰ τί μὴ πύργοις ἢ ὄρεσιν; ὅτι |
| book 522 | ὕστερον κινηθήσονται. b(BCE3E4) |
| book 523.1 | νηνεμίης: ποικίλως ἄνω (sc. Ε 499—501) μὲν ἀπὸ ταραχῆς |
| book 523.2 | ἀνέμου ἔλαβε τὴν εἰκόνα, ὧδε δὲ ἀπὸ νηνεμίας. b(BCE3E4)T |
| book 524a.1 | ἀτρέμας ὄφρ’ εὕδῃσι: τὸ ἀτρέμας καὶ τοῖς ἄνω δύ‐ |
| book 524a.2 | ναται καὶ τοῖς κάτω συνάπτεσθαι. b(BCE3E4)T |
| book 524b1 | ὄφρ’ εὕδῃσι: ἐν ὅσῳ. εὕδῃσι ὡς „παμφαίνῃσι“ (Ε 6). T |
| book 524b2.1 | τὸ ἐν ὅσῳ ἐνταῦθα δηλοῖ, τὸ δὲ εὕδησιν τὸ εὕδει. b(BC |
| book 524b2.2 | E3E4) |
| book 526.1 | ἀέντες: ὡς τιθέντες· ἀπὸ γὰρ τοῦ ἄημι. b(BE3)T τὸ |
| book 526.2 | δὲ παρ’ Ἡσιόδῳ (th. 875) „ἄλλοτε δ’ ἄλλοι ἄεισι“ Αἰολικόν. T |
| book 528.1 | Ἀτρείδης δ’ ἀν’ ὅμιλον ἐφοίτα πολλὰ κελεύων: ἄνω |
| book 528.2 | παραλιπὼν αὐτὸν ἰάσατο διὰ τοῦ πολλά b(BCE3E4)T τὸ ἐλ‐ |
| book 528.3 | λεῖπον, b(BCE3E4) ὅ ἐστι ταῦτα. T |
| book 529.1 | ἀνέρες ἔστε: οὐκ εἶπεν ἀνδρεῖοι, ἀλλὰ μὴ προδῶτε τὴν φύ‐ |
| book 529.2 | σιν. b(BCE3E4)T |
| book 530a.1 | ἀλλήλους τ’ αἰδεῖσθε: εἰκότως· κατὰ φῦλα γάρ εἰσιν· |
| book 530a.2 | δογματίζει δὲ ὅτι χρήσιμον αἰδὼς οὐ μόνον ἐν εἰρήνῃ, ἀλλὰ καὶ ἐν |
| book 530a.3 | πολέμῳ. μετρίως δὲ οὐ λέγει αἰσχύνθητε ἐμέ, ἀλλ’ ἀλλήλους. b(BC |
| book 530a.4 | E3E4)T |
| book 530b | 〈κατὰ κρατερὰς ὑσμίνας:〉 τελεία εἰς τὸ ὑσμίνας. b |
| book 530b | (BCE3E4)T |
| book 531.1 | αἰδομένων δ’ ἀνδρῶν πλέονες σόοι: †οὐ γὰρ τὸ περὶ |
| book 531.2 | αὐτοῦ† μόνον σκοπεῖ, αὐτός τε χωρίζεται συμμαχίας καὶ τοὺς ἄλλους |
| book 531.3 | χωρίζει. b(BCE3E4)T |
| book 533.1 | ἦ καὶ ἀκόντισε δουρὶ θοῶς: καλῶς τοῖς κελεύσμασι πρῶ‐ |
| book 533.2 | τος ὑπακούει, τύπον ἑαυτὸν τοῖς ἄλλοις παρεχόμενος. b(BCE3E4)T |
| book 535a.1 | ὁμῶς {Πριάμοιο τέκεσσι}: προκατάρχει τοῦ ὁμῶς τὸ |
| book 535a.2 | ὁμός καὶ ὁμή καὶ ὁμόν· διὸ περισπᾶται ὡς „καλῶσ“ (β 63). T |
| book 535b | 〈ὁμῶς:〉 παραπλησίως. Til |
| book 538a | 〈ἔρυτο:〉 ἀντὶ τοῦ ἐφύλαξεν. Til |
| book 538b | 〈διὰ πρὸ δὲ εἴσατο:〉 διῆλθε. Til |
| book 539.1 | νειαίρῃ δ’ ἐν γαστρί: τῷ παχεῖ ἐντέρῳ ἢ τῇ κύστει. b |
| book 539.2 | (BCE3E4)T |
| book 541.1 | Αἰνείας Δαναῶν ἕλεν 〈ἄνδρας ἀρίστουσ〉: δικαίως, |
| book 541.2 | ἐπεὶ καὶ ἀριστεὺς καὶ παροξύνεται διὰ τὸν ἑταῖρον καὶ προθυμίαν |
| book 541.3 | ἔχει παρὰ τοῦ Ἀπόλλωνος. b(BCE3E4)T |
| book 542a.1 | υἷε Διοκλῆος: Ἑλληνικὸν καὶ φιλάδελφον τὸ συναπο‐ |
| book 542a.2 | θνῄσκειν τοὺς ἀδελφούς, οὐχ οἷον τὸ Ἰδαίου ἦθος τοῦ ἀδελφοῦ τοῦ |
| book 542a.3 | Φηγέως (cf. Ε 20—1). b(BCE3)T |
| book 542b.1 | Κρήθωνά τε Ὀρσίλοχόν τε: ὁ πρόγονος διὰ τοῦ τ, |
| book 542b.2 | ὁ παῖς διὰ τοῦ ς· καὶ ἐν Ὀδυσσείᾳ (sc. γ 489. ο 187. φ 16) οὖν διὰ |
| book 542b.3 | τοῦ τ. T |
| book 543a.1 | Φηρῇ: Μεσ〈σ〉ήνης. καὶ Φηρὰς αὐτὴν καλεῖ (sc. Ι 151. |
| book 543a.2 | 293. γ 488. ο 186). Φεραὶ Θεσσαλίας (cf. Β 711. δ 798). T |
| book 543b | 〈ἐνὶ Φηρῇ:〉 γράφεται „†ἐφηρῃ“. Til |
| book 544.1 | ἀφνειὸς βιότοιο: προσυνίστησιν αὐτοὺς αὔξων τὴν περὶ |
| book 544.2 | αὐτῶν μάχην. οὐ μέμνηται δὲ αὐτῶν ἐν τῷ Καταλόγῳ, ἐπεὶ †μεσή‐ |
| book 544.3 | νιοί† εἰσιν οἵτινες ὑπὸ Μενελάῳ ἐτέλουν δῶρα, b(BE3E4)T „τά |
| book 544.4 | οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσασ“ (φ 13), „τὼ δ’ ἐν †μεσήνῃ† |
| book 544.5.1 | ξυμβλήτην / οἴκῳ ἐν Ὀρτιλόχου“ (φ 15—6). T διὰ τοῦτο καὶ |
| book 544.5.2 | πεσόντας αὐτοὺς οὐδεὶς ἄλλος ἢ ὁ Μενέλαος ἐλεεῖ (cf. Ε 561). b |
| book 544.5.3 | (BE3E4)T |
| book 550a1.1 | 〈ἡβήσαντε:〉 ηὔξησε τὸ πάθος καὶ ὅτι ἡβῶντες καὶ ὅτι |
| book 550a1.2 | δίδυμοι ἦσαν δηλώσας, καὶ εἰς οἶκτον κινεῖ τὸν ἀκροατήν. b(BCE3) |
| book 550a2.1 | {τὼ μὲν ἄρ’} ἡβήσαντε: ἡμᾶς ὤτρυνε διὰ τοῦ παθητι‐ |
| book 550a2.2 | κοῦ, τῆς ἥβης, τῆς τιμῆς, ὅτι δίδυμοι. T |
| book 554.1 | οἵω τώ γε λέοντε: λέοντε μὲν διὰ τὸ εὐγενὲς ἄνωθεν καὶ |
| book 554.2 | εἰς ἀλκὴν προκόπτον, ἀτελεῖς δὲ διὰ τὸ μήπω θαρρεῖν τῇ δυνάμει. |
| book 554.3 | ἄλλως τε ἡ λέαινα δύο τίκτει δύο μαζοὺς ἔχουσα, οἳ ἀμύξαντες τὴν |
| book 554.4 | μήτραν τοῦ λοιποῦ ποιοῦσι τὴν μητέρα στεῖραν. ἡ δὲ πόρδαλις τέσ‐ |
| book 554.5 | σαρα τίκτει. b(BCE3E4)T |
| book 555.1 | τάρφεσιν {ὕλης}: ὡς „βέλεσιν“ (π 277), ἀπὸ τοῦ τάρφος. |
| book 555.2 | ὅτε δὲ ἀπὸ τοῦ ταρφοῦς, ὡς „ὀξέσιν“ (Μ 56). T |
| book 556.1 | τὼ μὲν ἄρ’ ἁρπάζοντε: ἁρπάζειν λέγεται †ἀπὸ† τῶν |
| book 556.2 | κωλυομένων λαβεῖν. διὰ μιᾶς οὖν λέξεως ἐδήλωσε καὶ τῶν πασχόντων |
| book 556.3 | τὴν ἄμυναν καὶ τῶν ἁρπαζόντων τὴν βίαν. b(BCE3E4)T |
| book 557-8.1 | σταθμοὺς ἀνθρώπων κεραΐζετον, ὄφρα καὶ αὐτώ / |
| book 557-8.2 | ἀνδρῶν ἐν παλάμῃσιν: πιθανῶς ἐπὶ μὲν τῶν πασχόντων τὸ τῶν |
| book 557-8.3 | ἀνθρώπων ἔθηκεν ὄνομα, ἐπὶ δὲ τῶν κτεινόντων τὰ θηρία τὸ τῶν |
| book 557-8.4 | ἀνδρῶν. b(BCE3E4)T |
| book 560a | 〈ἐοικότες:〉 δυϊκῶς „ἐοικότε“ Ἀρίσταρχος. Til |
| book 560b.1 | 〈ἐλάτῃσιν ἐοικότες ὑψηλῇσιν:〉 περιπαθῶς τὸ ἐλά‐ |
| book 560b.2 | τῃσιν ὑψηλῇσι διά τε τὸ κάλλος καὶ τὴν ἥβην. b(BCE3E4) |
| book 561.1 | τὼ δὲ πεσόντ’ ἐλέησεν ἀρηΐφιλος Μενέλαος: ὡς Λά‐ |
| book 561.2 | κων, καὶ Ἀντίλοχος (cf. Ε 565—70) ὡς τῆς Τριφυλίας ὤν· ἡμερή‐ |
| book 561.3 | σιός τε ἡ ἀπόστασις οἴκου Ὀρτιλόχου καὶ Μενελάου, ὃ πόρρω (cf. |
| book 561.4 | ο 185—7) δηλῶν ὁ ποιητὴς γυμνάζει τὸν ἀκροατήν. T |
| book 563.1 | τοῦ δ’ ὤτρυνεν μένος Ἄρης: ἀνθρωποπαθεῖς εἰσάγων |
| book 563.2 | τοὺς θεούς, πλέον πάντων τὸν ἀλλοπρόσαλλον Ἄρεα. b(BCE3E4)T |
| book 565.1 | τὸν δ’ ἴδεν Ἀντίλοχος: ἐν τοῖς καιροῖς ἀεὶ ὀξὺς ὁ Ἀντί‐ |
| book 565.2 | λοχος. b(BCE3E4)T τιμᾷ δὲ αὐτὸν διὰ Νέστορα τιμῶντα τοὺς |
| book 565.3 | βασιλεῖς καὶ ὑπ’ αὐτῶν τιμώμενον. b(BCE3E4) καὶ ὁ μὲν Ἀλέ‐ |
| book 565.4 | ξανδρος ὡς ἠδικηκὼς τοῖς Τρωσὶν „ἶσον ἀπήχθετο κηρὶ μελαίνῃ“ (Γ |
| book 565.5 | 454), ὁ δὲ Μενέλαος εὐνοεῖται ὑπὸ τῶν Ἑλλήνων ὡς ἠδικημένος. b |
| book 565 | (BCE3E4)T |
| book 567a | {μέγα δέ} σφας: συσταλτέον διὰ τὸ μέτρον. T |
| book 567b.1 | 〈ἀποσφήλειε:〉 ἀποτυχεῖν ποιήσειεν· b(BCE3E4) | „αὐ‐ |
| book 567b.2 | τίκα γάρ“, φησί, „μνήσονται Ἀχαιοί“ (Δ 172). b(BCE3) |
| book 571-2.1 | Αἰνείας δ’ οὐ μεῖνε〈— /〉 ὡς εἶδεν δύο φῶτε: |
| book 571-2.2 | δείκνυσιν, ὅσον αἰδὼς καὶ φιλαλληλία, ἣν ἔχειν συνεβούλευσεν Ἀγα‐ |
| book 571-2.3 | μέμνων (sc. Ε 530—1). b(BCE3E4)T |
| book 574.1 | τὼ μὲν ἄρα δειλώ: καλῶς τὸ δειλώ· b(BCE3E4) προ‐ |
| book 574.2 | εῖπε γὰρ τὸ ἐμπαθὲς τῆς ἡλικίας, τῆς ὁμογενείας, τοῦ θανάτου, τῆς |
| book 574.3 | περὶ τοὺς φίλους σπουδῆς· μηδέπω γὰρ καλοῦντος τοῦ καιροῦ ἧκον |
| book 574.4 | ἐπίκουροι. b(BCE3E4)T |
| book 576.1 | ἔνθα Πυλαιμένεα ἑλέτην: σκόπει τὴν φράσιν, ἕλετο ἑλέτην |
| book 576.2 | ἐπόρθησαν, διὰ τὸν ἡνίοχον καὶ τοὺς ἵππους· ἢ συλληπτικῶς, ὡς |
| book 576.3 | „τώ τε Θρῄκηθεν ἄητον“ (Ι 5). T | πῶς οὖν τῷ υἱῷ ἕπεται δάκρυα |
| book 576.4 | λείβων ἐν τῇ ἐπὶ ταῖς ναυσὶ μάχῃ, „ἔνθα οἱ υἱὸς ἐπᾶλτο Πυλαιμένεος |
| book 576.5.1 | βασιλῆοσ“ (Ν 643, cf. 658); ἔστιν οὖν ὁμωνυμία. καὶ ὁ μὲν ἀρχηγὸς |
| book 576.5.2 | ὡς „Ἴασος αὖτ’ ἀρχὸς μέν“ (Ο 337), ὁ δὲ βασιλεύς· διὸ πολλὴ γίνε‐ |
| book 576.5.3 | ται περὶ αὐτὸν σπουδὴ τῶν Παφλαγόνων καὶ τοῦ Ἀλεξάνδρου· b |
| book 576.5.4 | (BCE3E4)T πῶς δὲ ὁ Ἁρπαλίων (cf. Ν 644) ἐνταῦθα οὐκ ἐπή‐ |
| book 576.5.5 | μυνε τῷ πατρί, εἰ τούτου ἦν υἱὸς τοῦ Πυλαιμένεος; | Πυλαιμένεα |
| book 576.10 | δὲ ὡς „Διομήδεα“ (Δ 365 al.). T |
| book 581 | ὁ δ’ ὑπέστρεφε μώνυχας ἵππους: τοῦτο διὰ μέσου. T |
| book 582.1 | χερμαδίῳ ἀγκῶνα: ἐπώδυνος ἡ πληγή· διὸ καὶ τὰς ἡνίας |
| book 582.2 | ἀπέβαλε (cf. Ε 583) καὶ φεύγειν οὐκ ἔχων εὐάλωτος γέγονεν. b(BC |
| book 582.3 | E3E4)T |
| book 583.1 | ἡνία λεύκ’ ἐλέφαντι: λείπει τὸ ὥς, ἵν’ ᾖ λευκὰ ὡς ἐλέφας. |
| book 583.2 | οἱ δὲ ἐξ ἐλεφαντίνων λελευκασμένα ὀστῶν· ἔχουσι γὰρ αἱ ἡνίαι ἐλε‐ |
| book 583.3 | φαντίνους ἀστραγάλους ἑκατέρωθεν, δι’ ὧν ἕλκουσιν οἱ ἡνίοχοι. b |
| book 583.4 | (BCE3E4)T |
| book 584.1 | ξίφει ἤλασε 〈κόρσην〉: πῶς ἐπὶ τοῦ ἅρματος ἑστηκὼς τὴν |
| book 584.2 | κεφαλὴν ξίφει πλήττεται; τάχα οὖν τὰς ἡνίας ἀναλαβεῖν ἐθέλων ἢ |
| book 584.3 | ναρκήσας ὑπὸ τῆς πληγῆς κατέκυψεν. b(BCE3E4)T |
| book 586a | 〈κύμβαχος:〉 τῆς κυνῆς ὁ λόφος. ἔνιοι τὸ ἐπὶ κεφαλῇ. Til |
| book 586b.1 | βρεχμόν: βρεχμὸς λέγεται ἡ τοῦ αὐχένος σπονδυλώδης |
| book 586b.2 | ἀρχή, καὶ b(BCE3E4) †βρέχμα ἀπόπτυγμα† ἀπὸ θώρακος. b |
| book 586b.3 | (BCE3E4)T |
| book 587a.1 | δηθὰ μάλ’ εἱστήκει: οὐκ ἀπίθανον τοῦτο· ἠνέχθη γὰρ |
| book 587a.2 | μεταξὺ τῶν ἵππων καὶ τοῦ ἅρματος, καὶ ἦν ἡ μὲν κεφαλὴ βυθισθεῖσα, |
| book 587a.1 | οἱ δὲ ὦμοι ἑδραῖοι ὄντες μετὰ τοῦ σώματος, b(BCE3E4)T οἱ δὲ |
| book 587a.2 | πόδες τῷ ἅρματι ἐρειδόμενοι. b(BCE3E4) γέγονε δὲ τοῦτο διὰ |
| book 587a.5.1 | τὸ τοῦ θανάτου αἰφνίδιον· ψυχορραγῶν γὰρ ἔτι ἔπνει καὶ ἐνήλατο. |
| book 587a.5.2 | ἀκριβῶς δὲ τὸ „κύμβαχοσ“ (Ε 586) διὰ τούτου ἐπεξηγήσατο. b(BC |
| book 587a.5.3 | E3E4)T |
| book 587b.1 | ἀμάθοιο {βαθείης}: διάφορος ἡ σημασία ἐπὶ τῆς ἀμάθου |
| book 587b.2 | καὶ ψαμάθου. T |
| book 593.1 | ἡ μὲν ἔχουσα ΚΥΔΟΙΜΌΝ: ἡ δύναμιν ἐν αὑτῇ θορυβώδη |
| book 593.2 | ἔχουσα, ἢ ὡς φίλη τῆς χειρὸς κατέχουσα, ἢ ὡς „†τέρας πολέμοιο† |
| book 593.3 | b(BCE3E4)T μετὰ χερσὶν ἔχουσα“ (Λ 4). b(BCE3E4) |
| book 596.1 | 〈ῥίγησε:〉 ἐπεὶ ἀπείρητο αὐτῷ μὴ συνάπτειν τινὶ τῶν ἄλ‐ |
| book 596.2 | λων θεῶν πόλεμον. b(BCE3E4)T |
| book 597.1 | ἀπάλαμνος: ἄπειρος· καὶ Διομήδης γὰρ ἄπειρος τῆς πρὸς |
| book 597.2 | Ἄρεα ἀντιπαρατάξεως. b(BCE3E4)T |
| book 598.1 | στήῃ ἐπ’ ὠκυρόῳ 〈ποταμῷ ἅλα δὲ προρέοντι〉: αἰφνι‐ |
| book 598.2 | δίως ἐπιστὰς τῷ ποταμῷ πλημμυροῦντί τε καὶ ὑπὸ τῆς θαλάσσης |
| book 598.3 | ἀνακρουομένῳ. T |
| book 599.1 | 〈μορμύροντα:〉 ὀνοματοποιΐα ὁ τρόπος· ἀπὸ τοῦ ψόφου |
| book 599.2 | τοῦ ἐν τοῖς ὕδασι γινομένου. Til |
| book 601-6.1 | ὦ φίλοι, οἷον δὴ θαυμάζομεν Ἕκτορα δῖον〈— |
| book 601-6.2 | μάχεσθαι〉: ἄμφω ποιεῖ, τῷ θεῷ εἴκειν παραινεῖ καὶ τὸν πόλεμον μὴ |
| book 601-6 | δεδιέναι προτρέπεται. b(BCE3E4)T |
| book 605-6.1 | ἀλλὰ πρὸς Τρῶας τετραμμένοι αἰὲν {καὶ} ὀπίσσω / |
| book 605-6.2 | εἴκετε: κατ’ ὀλίγον ὑποχωρεῖτε ὑποποδίζοντες. διδάσκει δέ, πῶς δεῖ |
| book 605-6.3 | τὰς τροπὰς ποιεῖσθαι. b(BCE3E4)T |
| book 609a | Μενέσθην Ἀγχίαλόν τε: Ἀρίσταρχος „Μενεσθῆν“ ὡς |
| book 609a.1 | Ἀπελ〈λ〉ῆν. τινὲς δὲ διὰ τοῦ τ „Μενέστην“ ὡς „Ὀρέστην“ (Ε 705 |
| book 609a.2 | al.). | τινὲς δὲ Ἐλωρέα τὸν Ἡφαίστου κατ’ ἐπίκλησιν οὕτω φασὶ |
| book 609a.3 | κεκλῆσθαι. | τὸ δὲ Ἀγχίαλον ψιλωτέον· κύριον γάρ. T |
| book 609b.1 | Μενέσθην: ὡς ὄρος Ὀρέστης, οὕτω μένος Μενέστης, καὶ |
| book 609b.2 | μεταβολῇ Μενέσθης. b(BCE3)T |
| book 612.1 | {ὅς ῥ’ ἐνὶ} Παισῷ: Ἀπαισός ἐστιν, ἣν διὰ τὸ μέτρον Παισὸν |
| book 612.2 | εἶπεν, ὡς Σπληδόνα. T |
| book 613.1 | πολυκτήμων πολυλήϊος· 〈ἀλλά ἑ Μοῖρα〉: διδάσκει |
| book 613.2 | τοὺς πλουσίους θνητὰ φρονεῖν καὶ τὸν θάνατον νομίζειν b(BCE3E4) |
| book 613.3 | T μηδὲν ἧττον παρεῖναι, T ἀλλὰ μὴ πλούτῳ ἐπῆρθαι. b |
| book 613 | (BCE3E4) |
| book 619.1 | σάκος δ’ ἀνεδέξατο πολλά: τὸ πλῆθος τῶν βληθέντων |
| book 619.2 | δοράτων καὶ τὴν ἀνδρίαν τοῦ βληθέντος δηλοῖ. b(BCE3E4)T |
| book 620.1 | 〈λὰξ προσβάς:〉 λὰξ λέγεται τὸ πλατὺ τοῦ ποδός, ὁμω‐ |
| book 620.2 | νύμως δὲ καὶ ἡ ἀπὸ τούτου πληγὴ λὰξ καλεῖται. ἐλάκτισε δὲ προσελ‐ |
| book 620.3 | θών. Aa |
| book 621 | {οὐδ’ ἄρ’} ἔτ’ ἄλλα {δυνήσατο}: τινὲς ὡς τὰ ὅλα, κακῶς. T |
| book 629.1 | ὦρσεν ἐπ’ ἀντιθέῳ Σαρπηδόνι: φασὶν Εὐρώπῃ τῇ Φοί‐ |
| book 629.2 | νικος ἀνθολογούσῃ φανῆναι τὸν Δία ἐν σχήματι ταύρου κρόκον ἐκ |
| book 629.3 | τῶν ῥινῶν βλαστάνοντος. ἐπικαθεσθείσης δὲ τοῖς νώτοις τῆς κόρης |
| book 629.4 | πρὸς ἀπανθισμόν, ἁρπάσας εἰς Κρήτην ἐκόμισεν· b(BCE3E4)T ἀφ’ |
| book 629.5 | ἧς φασι Σαρπηδόνα γενέσθαι. b(BCE3E4) |
| book 630 | {ἐπ’ ἀλλήλοισιν} ἰόντες: ἐν τῇ ἑτέρᾳ „ἰόντε“ κεῖται. T |
| book 631.1 | υἱός θ’ υἱωνός τε 〈Διόσ〉: ταχέως ἄμφω ἐδήλωσεν· τὸν |
| book 631.2 | μὲν γὰρ ἴσμεν διὰ τοῦ Καταλόγου (sc. Β 653), τὸν δὲ γνωσόμεθα. |
| book 631.3 | πῶς δὲ συγγενεῖς ὄντες μάχονται; οὐκ ἐδόκει μιαρὸς εἶναι ὁ ἐν πολέμῳ |
| book 631.4 | θάνατος· ἄλλως τε καὶ ἀρνοῦνται τὴν συγγένειαν· „ψευδόμενοι δέ |
| book 631.5 | σέ φασι Διὸς γόνον“ (Ε 635). b(BCE3E4)T |
| book 633-4 | 〈τίς τοι ἀνάγκη / πτώσσειν ἐνθάδ’ ἐόντι μάχης |
| book 633-4.1 | ἀδαήμονι φωτί:〉 τίς σοι ἀνάγκη πτώσσειν καὶ δειλιᾶν ἐνθάδε |
| book 633-4.2 | ἐόντι, δηλονότι ἐν τῷ πολέμῳ, ὡς ἀπείρῳ ὄντι τῆς μάχης. λείπει τὸ |
| book 633-4.3 | ὥς. | εἰ δὲ σημαίνει τὸ πτώσσειν ἀντὶ τοῦ ἐπέρχεσθαι, ἔστιν ἡ ἑρμη‐ |
| book 633-4.5.1 | νεία οὕτως· ποία σοὶ ἀνάγκη ἐνθάδε ἐπέρχεσθαι ἐν τῷ πολέμῳ ὄντι |
| book 633-4.5.2 | σοι ἀμαθεῖ καὶ ἀπείρῳ τῆς μάχης; ὃ καὶ κρεῖττον. | ἢ καὶ ἄλλως· ὄντι |
| book 633-4.5.3 | σοὶ τῆς μάχης ἀπείρῳ ἀνδρὶ τίς σοι ἀνάγκη 〈εἰσ〉 τοὺς Ἕλληνας ἐμ‐ |
| book 633-4.5.4 | βάλλειν; Αa |
| book 634 | πτώσσειν {ἐνθάδε}: πτήσσειν. T |
| book 635.1 | ψευδόμενοι δέ σέ φασι 〈Διὸς γόνον〉: ἀλλοτριοῖ αὐτὸν |
| book 635.2 | ἐκείνου, ἐφ’ ᾧ αὐτὸς αὐχεῖ. ἄλογος δὲ ὁ μηδὲν ἑαυτοῦ διεξιών, ἀλλὰ |
| book 635.3 | τοῦ πατρός. ἠρέμα οὖν ἐλέγχει ὁ ποιητὴς τοὺς ἐπὶ πατράσιν αὐχοῦν‐ |
| book 635.4 | τας καὶ τούτου χάριν ἐθέλοντας πρωτεύειν· διὸ καὶ ἀποκτείνει Τλη‐ |
| book 635.5 | πόλεμον. b(BCE3E4)T |
| book 638a.1 | 〈ἀλλ’ οἷόν τινά φασι βίην Ἡρακληείην:〉 ὅτι τὸ |
| book 638a.2 | οἷον ἐπὶ θαυμασμοῦ. τινὲς δὲ „ἀλλοῖον“ παρὰ τοὺς νῦν. Ζηνόδοτος |
| book 638a.3 | δὲ καὶ ἀμέτρως γράφει „Ἡρακλεΐην“. Aim |
| book 638b.1 | ἀλλ’ οἷόν τινα: ταῦτα ἀφ’ ἑτέρας ἀρχῆς πάντως ἀ‐ |
| book 638b.2 | ναγνωστέον, ἐάν τε δασύνωμεν τὸ οἷον, ὡς Ἀριστοφάνης (cf. p. 53 |
| book 638b.3 | Nck.) καὶ Ἀρίσταρχος, ἐάν τε ψιλῶμεν, ὡς Παρμενίσκος (fr. 1 B.). |
| book 638b.4 | μᾶλλον δὲ ἐκ τοῦ δασυνομένου ὁ θαυμασμὸς νοεῖται καὶ μάλιστα, ὅτι |
| book 638b.5 | πρό〈σ〉κειται τὸ τινά. A |
| book 638c.1 | ἀλλ’ οἷον: Νικίας (fr. 9 B.) ψιλοῖ ἐκδεχόμενος τὸ μόνον. |
| book 638c.2 | ἄλλοι δὲ δασύνουσι θαυμαστικῶς ἐκδεχόμενοι, ὡς καὶ Ἡρακλέων (fr. |
| book 638c.3 | 3 B.), ἵνα ὅμοιον ᾖ τῷ „ἀλλ’ οἷον τὸν Τηλεφίδην“ (λ 519). κέχρηται |
| book 638c.4 | μὲν οὖν αὐτῷ καὶ ὁμοιωματικῶς „οἷόν τε κρομύοιο λοπόν“ (τ 233) |
| book 638c.5.1 | καὶ ἀντὶ τοῦ ὥς, „οἷον ἀναΐξασ“ (α 410). Τυραννίων (fr. 14 P.) δὲ |
| book 638c.5.2 | „ἀλλοῖον“ ἀναγινώσκει ὡς ἑτεροῖον, ὁμοίως τῷ „ἀλλοῖός μοι, ξεῖνε“ |
| book 638c.5.3 | (π 181). ἡμῖν δὲ δοκεῖ θαυμαστικώτερον ἀναγινώσκειν, ὥσπερ καὶ |
| book 638c.5.4 | τοῖς περὶ Ἡρακλέωνα, ἵνα ὅμοιον ᾖ τῷ „ὁσσάτιόν τε καὶ οἷον“ (Ε |
| book 638c.5.5 | 758) καὶ „ἀλλ’ οἷον τόδ’ ἔρεξεν“ (δ 242), „οἷον τὸν Τηλεφίδην“ (λ |
| book 638c.10 | 519). οὕτως ἀρέσκει καὶ Φιλοξένῳ (fr. 408 Th.). A |
| book 638d1.1 | ἀλλ’ οἷον {τινά}: ἀλλ’ οἷον, οὐχ οἷος σύ. οὕτω Πῖος |
| book 638d1.2 | (fr. 1 H.)· τί γὰρ βούλεται ὁ ἀλλά; | δασυντέον δὲ τὸ οἷον· θαυ‐ |
| book 638d1.3 | μαστικὸν γάρ. τινὲς δὲ ψιλοῦσι καὶ ἐκδέχονται ἀντὶ τοῦ μόνον. οἱ δὲ |
| book 638d1.4 | ὑφ’ ἕν „ἀλλοῖον“, ἵν’ ᾖ οὕτω· πάντες μὲν ἀγαθοὶ οἱ ἀπὸ Διός, |
| book 638d1.5 | ἀλλοῖον δέ φασι καὶ ὑπὲρ πάντας εἶναι τὸν Ἡρακλέα. T |
| book 638d2.1 | δασυντέον τὸ οἷον· θαυμαστικὸν γάρ. τινὲς δὲ ψιλοῦσι |
| book 638d2.2 | καὶ ἐκδέχονται ἀντὶ τοῦ μόνον. οἱ δὲ ὑφ’ ἓν „ἀλλοῖον“, ἵν’ ᾖ οὕτως· |
| book 638d2.3 | πάντες μὲν ἀγαθοὶ οἱ ἀπὸ Διός, ἐξηλλαγμένον δὲ καὶ ὑπὲρ πάντας |
| book 638d2.4 | φασὶν εἶναι τὸν Ἡρακλέα. | ὁ δὲ Πῖος ἀντὶ τοῦ ὁποῖον, οὐχ ὡς εἶ σύ, |
| book 638d2.5.1 | φησίν, ἀλλ’ οἷος ὁ Ἡρακλῆς: οὕτω γάρ, φησί, βούλεται ὁ ἀλλά. |
| book 638d2.5.2 | b(BCE3E4) |
| book 639.1 | θρασυμέμνονα: τοὺς θρασεῖς ὑπομένοντα. φασὶ δὲ ἀεὶ Λυ‐ |
| book 639.2 | κίους Ῥοδίοις ἐχθρεύειν. b(BCE3E4)T |
| book 639 | θρασυμέμνονα: τολμηρόν, —ἐν τῇ μάχῃ. A |
| book 640.1 | ὅς ποτε δεῦρ’ ἐλθών: εὖ τὸ παράδειγμα τῆς Ἡρακλέους |
| book 640.2 | ἀρετῆς, ὅτι οὐκ ἄλλοθεν αὐτὸ φέρει ἢ ἐκ τῆς νῦν πολεμουμένης πό‐ |
| book 640.3 | λεως. Μενεκλῆς (FGrHist 270, 11) δέ φησιν ἐψεῦσθαι τὴν ἐπὶ |
| book 640.4 | Ἴλιον στρατείαν. b(BCE3E4)T |
| book 642 | χήρωσε δ’ ἀγυιάς: αὕτη ἡ μεταφορὰ τὴν μετὰ λύπης ἐδή‐ |
| book 642 | λωσεν ἐρημίαν. b(BCE3E4)T |
| book 646 | ἀλλ’ ὑπ’ ἐμοὶ δμηθέντα: ἄξιοι θανάτου οἱ λόγοι. T |
| book 648-54.1 | ἀπώλεσεν Ἴλιον〈—〉ἀφραδίῃσιν 〈ἀγαυοῦ〉 |
| book 648-54.2 | Λαομέδοντοσ〈— / εὖχος ἐμοὶ δώσειν〉: ηὐτέλισε τὴν δύνα‐ |
| book 648-54.3 | μιν Ἡρακλέους τὴν ἀδικίαν ἐκείνου αἰτίαν εἶναι λέγων τῆς ἁλώσεως. |
| book 648-54.4 | ἔδει δὲ ἐπαγαγεῖν· σὺ δὲ ἀδίκως πολεμῶν †ἁλώσειν†, οὐχ αἱρήσεις |
| book 648-54.5.1 | ἡμᾶς δικαίως πολεμοῦντας· ὁ δὲ θυμῷ φερόμενος ἐκομμάτισε τὸν λό‐ |
| book 648-54.5.2 | γον. ἢ ἠθικὸς ὁ λόγος· ἐκεῖνος μὲν τὴν Ἴλιον εἷλεν, ἐγὼ δὲ σέ· τὰ δὲ |
| book 648-54.5.3 | ἐν μέσῳ πρὸς μείωσιν Ἡρακλέους. b(BCE3E4)T | ἀγαυοῦ δὲ Λαο‐ |
| book 648-54.5.4 | μέδοντος (649) τῷ σώματι. T |
| book 648 | 〈Ἴλιον ἱρήν:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aim |
| book 651.1 | οὐδ’ ἀπέδωχ’ ἵππους: ἐξ ἀμφοῖν δηλοῦται ἡ ἱστορία· ὁ |
| book 651.2 | μὲν γάρ φησιν ὅτι δι’ ἵππους (cf. Ε 640), ὁ δὲ διὰ ποίους ἵππους. |
| book 651.3 | τελειοῦται ἐν τῷ „τεῖχος ἐς ἀμφίχυτον Ἡρακλῆοσ“ (Υ 145). b(BC |
| book 651.4 | E3E4)T |
| book 654.1 | κλυτοπώλῳ: ἐνδόξους ἵππους—ἁρπαγήν. ἢ κλυτο‐ |
| book 654.2 | πώλῳ τῷ ἱππικῷ. A | ἁρμόδιον τὸ ἐπίθετον τῷ ἅμα νοήματι τὰ παν‐ |
| book 654.3 | ταχοῦ ζῷα καταλαμβάνοντι. A b (BCE3E4)T |
| book 656a.1 | {καὶ τὸν μὲν} ἁμαρτῇ: τὸ ἁμαρτῇ δασέως. περισπᾷ δὲ |
| book 656a.2 | καὶ ὁ Ἀσκαλωνίτης (p. 47 B.) καὶ οἱ πλείους. ὀξύνει δὲ ὁ Ἀρίσταρχος |
| book 656a.3 | βουλόμενος αὐτὸ τοῦ ἁμαρτήδην ἀποκεκόφθαι· διὸ καὶ κατ’ αὐτὸν |
| book 656a.4 | χωρὶς τοῦ ι γεγράψεται. ἐπικρατεῖ μέντοι τὸ περισπώμενον, γενόμε‐ |
| book 656a.5 | νον παρὰ τὸ ἅμα καὶ τὸ ἀρτῶ. A |
| book 656b1.1 | ἁμαρτῇ: Ἀρίσταρχος τὸ ἁμαρτῇ χωρὶς τοῦ ι γράφει |
| book 656b1.2 | καὶ †ἀποξύνει†· ἀποκοπὴ〈ν〉 γὰρ ἐκδέχεται ἀπὸ τοῦ ἁμαρτήδην. |
| book 656b1.3 | ὁ δὲ Ἀσκαλωνίτης καὶ οἱ πλείους περισπῶσι παρὰ τὸ ἅμα καὶ τὸ |
| book 656b1.4 | ἀρτῶ περισπώμενον ἐκδεχόμενοι, ὃ καὶ ἐπεκράτησεν. | τὸ δὲ ἁμαρτῇ |
| book 656b1.5 | ὁμοῦ ἢ κατ’ ἐπακολούθησιν. T |
| book 656b2.1 | ὁ μὲν Ἀρίσταρχος τὸ ἁμαρτῇ χωρὶς τοῦ ι γράφει καὶ |
| book 656b2.2 | ὀξύνει, οἱ δὲ περὶ Ἡρωδιανὸν (cf. 2,52,19) περισπῶσι καὶ προσγράφουσι, παρὰ |
| book 656b2.3 | τὸ ἅμα καὶ τὸ ἀρτῶ περισπώμενον. οὕτως δὲ αὐτὸ καὶ ἡ συνήθεια |
| book 656b2.4 | δέχεται, καὶ τοῦτο ἐπεκράτησεν. b(BCE3E4) |
| book 657a | 〈ἐκ χειρῶν ἤϊξαν:〉 ὅτι τὰ δόρατα ἤϊξαν. Aint |
| book 657b | αὐχένα μέσσον: ὅτι ἐπὶ τοῦ ἐμπροσθίου αὐχένα φησίν. Tt |
| book 657-9.1 | βάλεν αὐχένα μέσσον〈—ἐκάλυψε〉: τοῦ |
| book 657-9.2 | βρόγχου διαιρεθέντος καὶ τῆς ἀναπνοῆς εἰργομένης ταχὺς ὁ θάνατος |
| book 657-9.3 | ἐπεγένετο. b(BCE3E4)T |
| book 658.1 | αἰχμὴ δὲ διαμπερές: ὑπὸ συγγενοῦς ἀναιρεῖται, ἐπεὶ καὶ |
| book 658.2 | συγγενῆ ἀνεῖλε τὸν Λικύμνιον· „φίλον“ γὰρ „μήτρωα κατέκτα“ (Β |
| book 658.3 | 662). b(BCE3E4)T |
| book 661a | 〈βεβλήκει:〉 Ἀρίσταρχος μετὰ τοῦ ν „βεβλήκειν“. Aim |
| book 661b | μαιμώωσα: πλεονάζει τὸ μ· ἔστι γὰρ αἱμώωσα. T |
| book 661b | μαιμώωσα: ἐνθουσιῶσα—τοῦ μ πλεονάζοντος. A |
| book 661-2.1 | μαιμώωσα / ὀστέῳ ἐγχριμφθεῖσα: ὅτι ἀκαταλλή‐ |
| book 661-2.2 | λως· ἔδει γὰρ εἰπεῖν ‘μαιμώωσα ὀστέῳ ἐγχριμφθῆναι‘. A |
| book 662.1 | πατὴρ δ’ ἔτι λοιγὸν ἄμυνεν: προαναφωνεῖ μὲν τὸν θά‐ |
| book 662.2 | νατον τοῦ Σαρπηδόνος διὰ τοῦ ἔτι, παραμυθεῖται δὲ τὴν ἧτταν τοῦ |
| book 662.3 | πολεμίου ἀργὸν ποιήσας Σαρπηδόνα. b(BCE3E4)T |
| book 664.1 | 〈ἐξέφερον—〉βάρυνε δέ μιν δόρυ μακρόν: πολὺ τὸ |
| book 664.2 | ἐναργὲς φερομένου μὲν τοῦ Σαρπηδόνος, συρομένου δὲ τοῦ δόρατος. |
| book 664.3 | γραφικῶς οὖν καὶ ταῦτα. T |
| book 665a1 | 〈τὸ μὲν οὔτις:〉 ἔν τισι „τό οἱ οὔτισ“. Aim |
| book 665b1.1 | ἑλκόμενον τὸ μὲν οὔτις ἐπεφράσατ’ οὐδ’ ἐνόησε: |
| book 665b1.2 | στικτέον ἐπεφράσατο· ἢ βραχὺ διασταλτέον, ἵν’ ᾖ ἐκ παραλλήλου |
| book 665b1.3 | τὸ ἐπεφράσατο καὶ ἐνόησεν. A |
| book 665a2/b2.1 | τὸ μὲν οὔτις ἐπεφράσατ’ 〈οὐδ’ ἐνόησε〉: ἔν τισι |
| book 665a2/b2.2 | „τό οἱ οὔτισ“. | τελεία δὲ εἰς τὸ ἐπεφράσατο. δύναται δὲ καὶ ὅλον |
| book 665a2/b2.3 | ἓν 〈εἶναι〉 ἕως τέλους. T |
| book 666-7a.1 | 〈ὄφρ’ ἐπιβαίη / σπευδόντων:〉 συναπτέον, οἷον |
| book 666-7a.2 | ἐπειγομένων αὐτὸν ἐπιβῆναι. Aim |
| book 666-7b.1 | 〈ὄφρ’ ἐπιβαίη /〉 σπευδόντων· τοῖον γὰρ ἔχον πό‐ |
| book 666-7b.2 | νον: ἐπ’ αὐτῷ ταρασσομένων. | ἢ οἷον σπευδόντων αὐτὸν ἐπιβῆναι. | |
| book 666-7b.3 | ὁ μὲν Τληπόλεμος πρότερον καυχησάμενος ἀναιρεῖται, ὁ δὲ Σαρπηδὼν |
| book 666-7b.4 | μόνον τιτρώσκεται, ἐπεὶ ἀνταλαζονεύεται. b(BCE3E4)T |
| book 667a | 〈σπευδόντων· τοῖον γὰρ ἔχον πόνον ἀμφιέπον‐ |
| book 667a | τες:〉 πάλιν πρὸς τὸν πόνον. Aint |
| book 667b.1 | σπευδόντων· τοῖον γὰρ ἔχον πόνον: ἄκρος μιμητὴς |
| book 667b.2 | τῆς ἀληθείας ὁ ποιητής· πολλὰ γὰρ παρορῶμεν σπεύδοντες. b(BC |
| book 667b.3 | E3E4)T |
| book 670a.1 | 〈τλήμονα:〉 ὅτι οἱ νεώτεροι τλήμονα τὸν ἀτυχῆ, ὁ δὲ |
| book 670a.2 | Ὅμηρος τὸν ὑπομενητικόν, ἀπὸ τοῦ τλῆναι. Aim |
| book 670b.1 | 〈μαίμησε δέ οἱ:〉 συνεπάθησεν ἐπὶ τῷ νεκρῷ. b(BCE3 |
| book 670b.2 | E4)Til |
| book 671.1 | μερμήριξε δ’ ἔπειτα: διδάσκει διὰ τοῦ Ὀδυσσέως †καὶ† |
| book 671.2 | τοῖς κινδύνοις φρονήσει δεῖν χρῆσθαι, μὴ θυμῷ καὶ πάθει. b(BCE3 |
| book 671.3 | E4)T |
| book 672-3.1 | ἢ προτέρω Διὸς υἱόν / ἦ ὅ γε τῶν πλεόνων: ὁ μὲν |
| book 672-3.2 | πρότερος κεῖται ἀντὶ τοῦ πότερον· διὸ ἐγκλιτέον. τὸν δὲ δεύτερον |
| book 672-3.3 | περισπαστέον. A |
| book 672a1 | προτέρω ... διώκοι: προσωτέρω διώκοι. T |
| book 672a2 | ἀπὸ τοῦ προσσωτέρω γέγονεν ἐν συγκοπῇ. b(BCE3E4) |
| book 677-8a1.1 | 〈Χρομίον ... Ἅλιον:〉 Χρομίον παροξυτόνως, |
| book 677-8a1.2 | Ἅλιον προπαροξυτόνως. εἴπομεν (sc. ad Ε 39 c) τὰ τοιαῦτα τρι‐ |
| book 677-8a1.3 | βράχεα ἐπὶ κυρίων παροξύνεσθαι καὶ ἐσημειούμεθα τὸ Ἅλιος Ξένιος |
| book 677-8a1.4 | Κρόνιος. ἐπεκράτησε δὲ καὶ κατὰ τὴν Ὁμηρικὴν ἀνάγνωσιν τὸ Ἅλιος |
| book 677-8a1.5 | προπαροξυνόμενον. A |
| book 677-8a2.1 | Χρομίον καὶ Ὁδίον καὶ τὰ τοιαῦτα τριβράχεα ἐπὶ κυ‐ |
| book 677-8a2.2 | ρίων παροξύνεσθαί φησι πλὴν τοῦ Ἄνιος Ξένιος Κρόνιος Ἅλιος. b |
| book 677-8a2 | (BCE3)T |
| book 683.1 | ἔπος δ’ ὀλοφυδνόν: οἰκτρὸν καὶ ταπεινὸν διὰ τὸ ἐπιθυμεῖν |
| book 683.2 | ἐν τῇ σφετέρᾳ ἀποθανεῖν. ἐπιρραπίζει δὲ διὰ τούτων ὁ ποιητὴς τοὺς |
| book 683.3 | οἰομένους τὸ μὴ ἐν τῇ οἰκείᾳ ἀποθανεῖν τὸ μηδὲν εἶναι. b(BCE3E4)T |
| book 684-8.1 | 〈Πριαμίδη—νήπιον υἱόν:〉 ἀντιπαράβαλε τὰ |
| book 684-8.2 | Μενελάου, καὶ εὑρήσεις τὸ διάφορον. T |
| book 684.1 | 〈ἕλωρ Δαναοῖσιν:〉 ὅτι οὐ πάντως βρῶμα· πρὸς τὸ „ἑλώ‐ |
| book 684.2 | ρια τεῦχε κύνεσσιν“ (Α 4). Aim |
| book 686-7.1 | ἐπεὶ οὐκ ἄρ’ ἔμελλον 〈ἔγωγε /〉 νοστήσας: ἐντέχνως |
| book 686-7.2 | ὑπομιμνῄσκει τῆς συμμαχικῆς χάριτος τὸν Ἕκτορα. b(BCE3E4)T |
| book 689.1 | τὸν δ’ οὔτι προσέφη: πέπονθε γὰρ τῇ ὄψει καὶ τῷ λόγῳ· |
| book 689.2 | καὶ οὐκ ἦν ἀδολεσχίας ὁ καιρός. b(BCE3E4)T |
| book 690.1 | 〈λελιημένος:〉 τῷ θυμῷ θερμαινόμενος καὶ ὑποκαιόμενος· |
| book 690.2 | b(BCE3E4) λιαρὸν γὰρ τὸ θερμόν. b(BCE3E4)Til |
| book 693.1 | εἶσαν ὑπ’ αἰγιόχοιο 〈Διὸσ〉 περικαλλέϊ φηγῷ: ἀπα‐ |
| book 693.2 | γαγὼν ἡμῶν τὸν νοῦν τῆς μάχης ὑπὸ ἀνθηρὰν καθίζει δρῦν τὸν τραυ‐ |
| book 693.3 | ματίαν. καλῶς δὲ αὕτη ἱερὰ τοῦ Διός, ἐπεὶ βαλάνοις πρώην ἐχρῶντο, |
| book 693.4 | καὶ ἵνα ὑπὸ τοῦ πατρὸς ἰαθῇ· πλησιάζον γὰρ ἦν καὶ ἱερόν, εἰς ὃ παρ‐ |
| book 693.5 | εγένετο, εἰ καὶ ἐπὶ δρῦν φησιν. b(BCE3E4)T |
| book 695a1.1 | 〈Πελάγων:〉 Πτολεμαῖος ὁ τοῦ Ὀροάνδου διὰ τοῦ ς |
| book 695a1.2 | „Σελάγων“ Aint |
| book 695a2 | {ἴφθιμος} Πελάγων: Πτολεμαῖος διὰ τοῦ ς γράφει „Σε‐ |
| book 695a2 | λάγων“. T |
| book 696a1.1 | 〈τὸν δ’ ἔλιπε ψυχή:〉 ψυχὴ τὸ ἐκπνεόμενον πνεῦμα. |
| book 696a1.2 | διὰ τὴν αἱμορραγίαν δὲ †ὠλιγώρησε† πάντως. b(BCE3E4) |
| book 696a2.1 | τὸν δ’ ἔλιπε ψυχή: ψυχὴ τὸ πνεῦμα. διὰ τὴν αἱμορ‐ |
| book 696a2.2 | ραγίαν. T |
| book 697a | 〈ἀμπνύνθη:〉 ἔν τισι διὰ τοῦ ε „ἐμπνύνθη“ γράφεται. Aim |
| book 697b.1 | αὖτις δ’ ἀμπνύ〈ν〉θη: ἀνέλαβε τὸ πνεῦμα. b(BCE3E4) |
| book 697b.2 | T | ἔν τισι δὲ διὰ τοῦ ε γράφεται „ἐμπνύνθη“. T |
| book 697-8.1 | περὶ δὲ πνο〈ι〉ὴ Βορέαο / ζώγρει 〈ἐπιπνείουσα |
| book 697-8.2 | κακῶς κεκαφηότα θυμόν〉: ὃ ἐνέλιπε τῷ πνεύματι, προσεπορίζετο |
| book 697-8.3 | ὁ ἄνεμος. | κάπος δὲ τὸ πνεῦμα. b(BCE3E4)T |
| book 698.1 | κεκαφηότα: ἐκπεπνευκότα· ATil κάφος γὰρ— |
| book 698.2 | τόπος. A |
| book 700a | οὔτε ποτὲ προτρέποντο 〈μελαινάων ἐπὶ νηῶν〉: |
| book 700a.1 | οὕτως Ἀρίσταρχος ἀμφότερα διὰ τοῦ ε, προτρέποντο καὶ ἐπὶ |
| book 700a.2 | νηῶν· λέγει γὰρ οὔτε προτροπάδην ἔφευγον ἐπὶ τὰς ναῦς. | ἡ δὲ |
| book 700a.3 | διπλῆ πρὸς τὸ σημαινόμενον, ὅτι Ἀττικῶς ἐξενήνοχε, οὐκ ἔφευγον |
| book 700a.5.1 | προτροπάδην ἐπὶ τὰς ναῦς. | ἔνιοι δὲ ἀγνοοῦντες γράφουσιν „ἀπὸ |
| book 700a.5.2 | νηῶν“. γίνεται δὲ ἀδιανόητον· οὐ γὰρ ἀπὸ τῶν νεῶν φεύγειν ἔμελ‐ |
| book 700a.5.3 | λον. A |
| book 700b.1 | οὔτε ποτὲ προτρέποντο: τὸ προτροπάδην φεύγειν |
| book 700b.2 | ὄνειδος ἡγεῖται. ἐπεξηγεῖται δὲ αὐτὸ διὰ τοῦ „αἰὲν ὀπίσσω / χάζοντο“ |
| book 700b.3 | (Ε 701—2). b(BCE3E4)T |
| book 701-2.1 | οὔτε ποτ’ ἀντεφέροντο μάχῃ, 〈ἀλλ’ αἰὲν ὀπίσσω / |
| book 701-2.2 | χάζοντο〉: τοῦτο ἐδήλωσε τὸ †πρώην†. διασταλτέον δὲ τὸ ἀντε‐ |
| book 701-2 | φέροντο· οὐ γάρ ἐστιν ‘ἀλλ’ ἀντεφέροντο‘. T |
| book 703a1.1 | ἐξενάριξαν: οὕτως διὰ τοῦ α τὸ ἐξενάριξαν, ὅ τε |
| book 703a1.2 | Ἄρης δηλονότι καὶ ὁ Ἕκτωρ. A |
| book 703a2 | Ἀρίσταρχος διὰ τοῦ α, ἐξενάριξαν. Aim |
| book 703a3 | ἐξενάριξεν: διὰ τοῦ α τὸ ἐξενάριξεν. b(BCE3)T |
| book 703-4a1.1 | 〈ἐξενάριξεν / Ἕκτωρ—Ἄρης:〉 οὐκ ἀτόπως |
| book 703-4a1.2 | οὖν τρωθήσεται φονεύων δι’ ἑαυτοῦ ὁ Ἄρης. αὔξων δὲ τὴν τοῦ Ἕ‐ |
| book 703-4a1.3 | κτορος ἀρετὴν συνέζευξεν αὐτὸν τῷ Ἄρει. T |
| book 703-4a2.1 | αὔξων τὴν Ἕκτορος ἀρετὴν συνέζευξεν αὐτὸν τῷ Ἄρει. |
| book 703-4a2.2 | οὐκ ἀτόπως δὲ τρωθήσεται καὶ δι’ ἑαυτοῦ φονεύων ὁ Ἄρης. b(BC |
| book 703-4a2.3 | E3E4) |
| book 705.1 | ἐπὶ δὲ πλήξιππον Ὀρέστην: ἡ διπλῆ πρὸς τὴν ὁμωνυ‐ |
| book 705.2 | μίαν, ὅτι ὁμώνυμος οὗτος τῷ Ἀγαμέμνονος υἱῷ {τεύθραντι}. A |
| book 708a1.1 | ὅς ῥ’ ἐν Ὕλῃ ναίεσκε: ὅτι Ζηνόδοτος γράφει „Ὕδῃ“. |
| book 708a1.2 | ἔστι δὲ τῆς Λυδίας ἡ Ὕδη, ὁ δὲ ἀνὴρ Βοιωτὸς καὶ κώμη Βοιωτίας ἡ |
| book 708a1.3 | Ὕλη. καὶ ὅτι †οὐ† συνεσταλμένως λέγεται ἡ πόλις, ἐκτέταται δὲ ἐν |
| book 708a1.4 | τῷ Καταλόγῳ (sc. Β 500) διὰ μέτρον. A |
| book 708a2.1 | ὅς ῥ’ ἐν Ὕλῃ ναίεσκε: τὸ Ὕλη ἐνταῦθα μὲν συστέλλει, |
| book 708a2.2 | b(BCE3) ἐν δὲ τῷ Καταλόγῳ ἐκτείνει, „ἠδ’ Ὕλην καὶ Πετεῶνα“ |
| book 708a2.3 | (Β 500). b(BCE3)T |
| book 708b1.1 | μέγα πλούτοιο μεμηλώς: διὰ γεωργίας †ἐπιμελώ‐ |
| book 708b1.2 | μενος†, ὅπως πλουτῇ. T |
| book 708b2 | μεγάλως τῆς γεωργίας ἐπιμελόμενος, ὅπως ἐκ ταύτης κτή‐ |
| book 708b2 | σαιτο πλοῦτον. b(BCE3E4) |
| book 709.1 | λίμνῃ κεκλιμένος 〈Κηφισίδι〉: ἀντὶ τοῦ παρακείμενος, |
| book 709.2 | b(BCE3) | ὡς „αἵ θ’ ἁλὶ κεκλίαται“ (δ 608). b(BCE3E4)T Κη‐ |
| book 709.3 | φισίδι δὲ ἢ τῇ λίμνῃ ἢ τῷ ποταμῷ. T |
| book 717.1 | εἰ οὕτω μαίνεσθαι ἐάσομεν οὖλον Ἄρηα: πρὸ πολλοῦ |
| book 717.2 | θεραπεύει τὴν κατὰ Ἄρεος ἁμαρτίαν ὁ ποιητής. T |
| book 720 | ἔντυεν ἵππους: ἀπὸ τῶν εἰς πόλεμον εὐτρεπιζομένων. T |
| book 722a.1 | Ἥβη δ’ ἀμφ’ ὀχέ〈ε〉σφι: ὑπηρετικήν τινα τὴν Ἥβην |
| book 722a.2 | παρεισάγει ὁ ποιητής. καὶ ἀνωτέρω (sc. Δ 2—3) μὲν εὐωχουμένοις |
| book 722a.3 | τοῖς θεοῖς διηκόνει, ἐν δὲ τοῖς ἑξῆς (sc. Ε 905) λούει τὸν Ἄρεα· παρ‐ |
| book 722a.4 | θενικὸν γὰρ τὸ τοιοῦτον, ὡς „Τηλέμαχον Πολυκάστη“ (γ 464). b |
| book 722a.5 | (BCE3E4)T |
| book 722b | κύκλα: οἱ τροχοί. A |
| book 722-31.1 | 〈Ἥβη δ’ ἀμφ’ ὀχέεσφι—κάλ’ ἔβαλε χρύσει’:〉 |
| book 722-31.2 | τὸν δίφρον τῆς Ἥρας οὕτως ἡ Δημὼ (fr. 5 L.) φυσιολογεῖ· Ἥραν |
| book 722-31.3 | γάρ φησιν εἶναι τὸν ἀέρα. τὴν δὲ φύσιν ἐκτιθέμενον τοῦ στοιχείου |
| book 722-31.4 | φησὶ τὸν ποιητὴν τὰ μὲν περίγεια αὐτοῦ μέρη, ἅπερ ἐστὶ ζοφωδέστερα |
| book 722-31.5.1 | καὶ πολὺ τὸ γεῶδες ἔχοντα, ταῖς παχυτέραις ὕλαις †εἰκάζει†, χαλκῷ |
| book 722-31.5.2 | τε καὶ σιδήρῳ (cf. 723—5). „καὶ χρυσὸν μερικῶς ἐγκατέμιξεν, ἴσως |
| book 722-31.5.3 | διὰ τὸ ποσῶς ὑπὸ ἡλίου φωτίζεσθαι. τὰ μέντοι μετεωρότερα (τὸν |
| book 722-31.5.4 | ῥυμόν φημι) ἀργύρεον λέγει (cf. 729), τὸ δὲ πάντων ἀνωτέρω καὶ |
| book 722-31.5.5 | συναφὲς τῷ αἰθέρι χρύσεον ζυγόν (συνέζευκται γὰρ τῷ αἰθέρι [cf. |
| book 722-31.10.1 | 730]), ἱμάντας δὲ χρυσέους καὶ ἀργυροῦς (cf. 727) τοὺς ἐξ ἡλίου καὶ |
| book 722-31.10.2 | σελήνης φωτισμούς, δύο δὲ ἄντυγας (cf. 728) τὸ ὑπόγειόν τε καὶ |
| book 722-31.10.3 | ὑπέργειον ἡμισφαίριον.“ b(BCE3E4)T |
| book 723a.1 | χάλκεα ὀκτάκνημα σιδηρέῳ ἄξονι: τὰ γὰρ ἐνεργῆ |
| book 723a.2 | μέρη τοῦ ἅρματος ταῖς στερεαῖς ὕλαις κοσμεῖ, τὰ δὲ ἄλλα ταῖς πολυ‐ |
| book 723a | τελέσιν. b(BCE3E4)T |
| book 723b.1 | ὀκτάκνημα: κνῆμαι καλοῦνται αἱ ἀπὸ τῆς χοινικίδος |
| book 723b.2 | ἕως τοῦ τροχοῦ ῥάβδοι. A b (BCE3E4)T |
| book 723c.1 | 〈ἄξονι:〉 ἄξων τὸ ὑποκείμενον τῷ ἅρματι ξύλον, περὶ ὃ |
| book 723c.2 | στρέφονται οἱ τροχοί. A |
| book 723d.1 | 〈ἄξονι:〉 ἄξων τὸ εἰς τὰς χοινικίδας ἐμβαλλόμενον ἑκα‐ |
| book 723d.2 | τέρου τροχοῦ. b(BCE3)T |
| book 724.1 | ἴτυς: ἡ ἁψίς, εἰς ἣν αἱ κνῆμαι αἱ ἀπὸ τῆς χοινικίδος ἐμπή‐ |
| book 724.2 | γνυνται, A b (BCE3E4)T ἤγουν ἡ τοῦ τροχοῦ περιφέρεια παρὰ |
| book 724.3 | τὸ ἰέναι. A |
| book 725a1.1 | 〈ἐπίσσωτρα:〉 ἔν τισι γράφεται „ὀπίσσωτρα“ διὰ |
| book 725a1.2 | τοῦ ο. Aim |
| book 725a2 | ἔν τισι διὰ τοῦ ο „ὀπίσσωτρα“. b(BE3E4)Til |
| book 725b.1 | ἐπίσσωτρα: οἱ σιδηροῖ κύκλοι οἱ ἄνωθεν περιβαλλόμενοι |
| book 725b.2 | τοῖς τροχοῖς καὶ ἐφαπτόμενοι τῆς γῆς, οἱ καλούμενοι κανθοί. A |
| book 725c.1 | 〈ἐπίσσωτρα:〉 ἐπίσσωτρον τὸ εἰς γῆν κυλινδούμενον |
| book 725c.2 | ἤτοι τοῦ b(BCE3) παντὸς περιφεροῦς τὸ τελευταῖον. b(BCE3)T |
| book 726a | πλῆμναι: τὰ μέσα τῶν συριγγίων, εἰς ἃς ἐντίθεται ὁ |
| book 726a | ἄξων, αἱ καλούμεναι χοινικίδες. A |
| book 726b1.1 | πλῆμναι δ’ ἀργύρου εἰσί: καλῶς τὸ εἰσί πρὸς ἀλη‐ |
| book 726b1.2 | θείας ὑπόληψιν. πλῆμναι δὲ αἱ χοινικίδες. πλῆμναι δὲ εἴρηνται διὰ |
| book 726b1.3 | τὸ πλήσσεσθαι ὑπὸ τοῦ ἄξονος. ταύτας δὲ ἔνιοι †χνείσας† ὀνομάζου‐ |
| book 726b1.4 | σιν. T |
| book 726b2.1 | πλῆμναι λέγονται διὰ τὸ πλήσσεσθαι ὑπὸ τοῦ ἄξονος. |
| book 726b2.2 | b(BCE3E4) ταύτας δὲ ἔνιοι †χήσας† ὀνομάζουσι. καλῶς δὲ καὶ |
| book 726b2.3 | τὸ εἰσί πρὸς ἀληθείας ὑπόληψιν. b(BE3E4) εἰσὶ δὲ πλῆμναι αἱ |
| book 726b2.4 | χοινικίδες. b(BE3) |
| book 727a | δίφρος: ἐφ’ οὗ ἑστᾶσιν ὅ τε ἡνίοχος καὶ ὁ παραβάτης. A |
| book 727b | δίφρος: παρὰ τὸ δύο φέρειν. b(BCE3E4)T |
| book 728a.1 | ἄντυγες: αἱ περιφέρειαι τοῦ δίφρου, αἱ ἁψῖδες, ὧν ἀντι‐ |
| book 728a.2 | λαμβάνονται οἱ ἀναβαίνοντες ἐπὶ τὸ ἅρμα. A |
| book 728b.1 | ἄντυγες: τὰ ἐπὶ τοῦ δίφρου ἡμικύκλια, ὅθεν καὶ τὰ ἡνία |
| book 728b.2 | ἐξάπτονται. b(BCE3E4)T |
| book 729a.1 | 〈τοῦ δ’ ἐξ ἀργύρεος ῥυμὸς πέλεν:〉 ὅτι ὅταν εἴπῃ „ἐν |
| book 729a.2 | πρώτῳ ῥυμῷ“ (Ζ 40), τῷ ἄκρῳ λέγει· εἷς γάρ ἐστι ῥυμός. τὸ δὲ |
| book 729a.3 | πέλεν ἀντὶ τοῦ πέλει. Aim |
| book 729b.1 | ῥυμός: τὸ ἀπὸ τοῦ δίφρου μέχρι τοῦ ζυγοῦ ξύλον, ἀπὸ |
| book 729b.2 | τοῦ ἐρύειν. A b (BCE3E4)T |
| book 730a | ζυγός: τὸ ἐπικείμενον τοῖς τραχήλοις τῶν ἵππων, A | |
| book 730a | παρὰ τὸ δύο εἰς ἓν ἄγειν αὐτόν. A b (BCE3)T |
| book 730b.1 | λέπαδνα: ὡς κόπτω κόπανον, λέπω λέπαδνον. εἰσὶ δὲ |
| book 730b.2 | Tt τὰ περιτραχήλια τῶν ἵππων. b(BCE3)Tt |
| book 730c.1 | λέπαδνα: πλατεῖς ἱμάντες, οἷς ἀναδεσμοῦνται οἱ τράχη‐ |
| book 730c.2 | λοι τῶν ἵππων πρὸς τὸν ζυγόν. | ὡς κόπτω κόπανον, λέπω λέπα‐ |
| book 730c.3 | δνον. A |
| book 734-6.1 | πέπλον μὲν κατέχευεν〈—Διὸς νεφεληγερέ‐ |
| book 734-6.2 | ταο〉: οἱ ἀστερίσκοι, ὅτι ἐνταῦθα μὲν καλῶς κεῖνται, ἐν δὲ τῇ κόλῳ |
| book 734-6.3 | μάχῃ (sc. Θ 385—7) μηδεμιᾶς φαινομένης ἀριστείας οὐ δεόντως. ὁ δὲ |
| book 734-6.4 | Ζηνόδοτος τούτους μὲν ἀθετεῖ, ἐκείνους δὲ †καταλείπει†. τῷ δὲ τρίτῳ |
| book 734-6.5.1 | παράκειται καὶ διπλῆ, ὅτι δασύνειν δεῖ τὸ ἡ δέ· ἐπανέλαβε γάρ, ὡς |
| book 734-6.5.2 | ἔθος αὐτῷ, τὸν περὶ τῆς Ἀθηνᾶς λόγον. A |
| book 734a1.1 | πέπλον μὲν κατέχευε〈ν〉: τὰς περόνας λύσασα κατα‐ |
| book 734a1.2 | φέρεσθαι ἀφῆκεν. γυμνὴν δὲ ἡμῖν τὴν Ἀθηνᾶν διὰ τῆς λέξεως ἐνέφη‐ |
| book 734a1.3 | νεν. | πρέπω δὲ πρέπαλος πέπαλος πέπλος. T |
| book 734a2.1 | πρέπω πρέπαλος πέπαλος πέπλος. | τὸ δὲ κατέχευεν |
| book 734a2.2 | ἀντὶ τοῦ τὰς περόνας λύσασα καταφέρεσθαι ἀφῆκε. γυμνὴν δὲ ἡμῖν |
| book 734a2.3 | τὴν Ἀθηνᾶν διὰ τῆς λέξεως παρέστησεν. b(BCE3E4) |
| book 734b.1 | πέπλον: γυναικεῖον ἔνδυμα—ἐπερονῶντο. | ἀρ‐ |
| book 734b.2 | θεισῶν—ἔδαφος. | πρέπω πρέπαλος, κατὰ συγκοπὴν πέπαλος |
| book 734b | καὶ κατὰ δευτέραν συγκοπὴν πέπλος. A |
| book 736a.1 | ἡ δέ: δασυντέον τὸ η· ἄρθρον γάρ ἐστιν ἀντωνυμικόν. |
| book 736a.2 | τινὲς δὲ ψιλοῦσι σύνδεσμον ἐκδεχόμενοι τὸν „ἠδέ“, κακῶς. A b (BC |
| book 736a.3 | E3E4)T |
| book 736b1.1 | χιτῶν’ ἐνδῦσα 〈Διὸς νεφεληγερέταο〉: οὗτος γὰρ |
| book 736b1.2 | μᾶλλον ἐπιτήδειος ἐν πολέμῳ, καὶ ὅτι ἴση †παραβολὴ† Διὸς καὶ Ἀθη‐ |
| book 736b1.3 | νᾶς ὡς Ἀχιλλέως καὶ Αἴαντος (cf. Σ 192—3). T |
| book 736b2.1 | οὗτος δὲ ὁ χιτὼν ἐπιτήδειός ἐστιν ἐν πολέμῳ, ἵν’ ᾖ ἴση |
| book 736b2.2 | περιβολὴ Διὸς καὶ Ἀθηνᾶς ὡς Ἀχιλλέως καὶ Αἴαντος. b(BCE3E4) |
| book 736c.1 | 〈Διὸς νεφεληγερέταο:〉 τὸ ἡμιστίχιον ἢ τοῖς ἐπάνω ἢ |
| book 736c.2 | τοῖς ἑξῆς προσδοτέον. ἐὰν μὲν οὖν τοῖς ἐπάνω, μόνος ὁ θώραξ ἔσται |
| book 736c.3 | τοῦ Διός· ἐὰν δὲ τοῖς ἑξῆς, πάντα ἔσται τὰ ὅπλα αὐτοῦ τοῦ Διός, |
| book 736c.4 | ὅπερ καὶ πιθανόν. οὕτως δὲ καὶ Ἀρίσταρχος. A |
| book 736d.1 | ἡ δὲ χιτῶν’ ἐνδῦσα 〈Διὸς νεφεληγερέταο〉: τὸ Διὸς |
| book 736d.2 | νεφεληγερέταο τινὲς τῷ πρώτῳ, οἱ δὲ τῷ ἑξῆς 〈***〉, ἵν’ ᾖ ὅλα |
| book 736d.3 | τὰ ὅπλα τοῦ Διός. κοινὸν δὲ καὶ ἐπὶ τοῦ πρώτου. T |
| book 737a1.1 | 〈τεύχεσιν:〉 τεύχεα δὲ τὴν αἰγίδα καὶ τὴν περικεφα‐ |
| book 737a1.2 | λαίαν λέγει. T |
| book 737a2.1 | τεύχεσι δὲ λέγει τῇ αἰγίδι καὶ τῇ περικεφαλαίᾳ. b(BC |
| book 737a2.2 | E3E4) |
| book 739a.1 | δεινήν: διὰ τὸ δυνάμεις ἀρεϊκὰς ἐντετυπῶσθαι ἐν αὐτῇ. |
| book 739a.2 | b(BCE3E4)T |
| book 739b | 〈ἣν πέρι μὲν πάντῃ Φόβος ἐστεφάνωται:〉 ἀνα‐ |
| book 739b | στρεπτέον τὴν πρόθεσιν, ἵνα πρὸς τὸ ἥν συντάττηται. Aim |
| book 739c1.1 | ἣν πέρι μὲν πάντῃ φόβος 〈ἐστεφάνωται〉: ὅσος ἦν, |
| book 739c1.2 | κύκλῳ εἴχετο. | ἀναστρεπτέον δὲ τὴν περί. T |
| book 739c2.1 | κύκλῳ περιείχετο. b(BCE3E4) | ἀναστρεπτέον δὲ τὴν |
| book 739c2.2 | περί. b(BCE3) |
| book 740a.1 | ἐν δ’ Ἔρις, ἐν δ’ Ἀλκή, 〈ἐν δὲ κρυόεσσα Ἰωκή〉: |
| book 740a.2 | ἄδηλον, πότερον εἴδωλα ταῦτά ἐστιν ἢ διαθέσεις, ὡς τὸ „ἔνθ’ ἔνι μὲν |
| book 740a.3 | φιλότησ“ (Ξ 216). b(BCE3)T |
| book 740b | κρυόεσσα ἰωκή: πολέμου ἐπιφορά. T |
| book 741.1 | ἐν δέ τε γοργείη κεφαλή: οἷον κατάστημά τι γοργότητος |
| book 741.2 | δεινὸν καὶ βλοσυρόν· Ἡσίοδος (sc. th. 274 sq.) γὰρ διέπλασε τὸν |
| book 741.3 | μῦθον τῶν Γοργόνων. b(BCE3)T |
| book 742.1 | σμερδνή: καταπληκτική, φοβερά. A | ὡς ἀλαπάζω ἀλα‐ |
| book 742.2 | παδνός, οὕτω μερίζω μεριδνός μερδνός καὶ σμερδνός· A b (BCE3E4) |
| book 742.3 | T καὶ „ὣς ἐδαΐζετο θυμόσ“ (Ο 629). T |
| book 743 | 〈ἀμφίφαλον:〉 φάλοι οἱ κατὰ—ἀσπιδίσκοι. A |
| book 743.1 | τετραφάληρον: φάλαρα οἱ ἐν ταῖς παραγναθίσι κρίκοι, |
| book 743.2 | δι’ ὧν αἱ παραγναθίδες καταλαμβάνονται τῆς περικεφαλαίας. A |
| book 744a | 〈πρυλέεσς’:〉 ὅτι πεζοὶ οἱ πρυλέες ὅπλα ἔχοντες. Aim |
| book 744b.1 | πρυλέεσς’: πεζοῖς ὁπλίταις. | πρύλις, ὡς δαμάσω δά‐ |
| book 744b.2 | μαλις, περύω πέρυλις καὶ πρύλις. A |
| book 744c.1 | ἑκατὸν πόλεων πρυλέεσς’ ἀραρυῖαν: εἶχεν ἐν ἑαυτῇ |
| book 744c.2 | πολίτας τετυπωμένους πόλεων ἑκατόν. ὑποτυποῖ δὲ ἡμῖν τὸ μέγε‐ |
| book 744c.3 | θος τῆς φορούσης b(BCE3E4)T καὶ αὐτὴν τὴν κόρυθα ἑκατὸν |
| book 744c.4 | πόλεων ὁπλίτας δύνασθαι κατακαλύπτειν φησίν. T εἰ δὲ ἡ κόρυς |
| book 744c.5.1 | τοσαύτη, πόσον τὸ μέγεθος τῆς περικειμένης τὸ κράνος; καὶ ἐπὶ Πο‐ |
| book 744c.5.2 | σειδῶνος „†ὅσον† τ’ ἐννεάχιλοι“ (Ξ 148)· οὐ γὰρ εἶπε τὸ μέγεθος |
| book 744c.5.3 | αὐτοῦ ὥσπερ οὐδὲ τὸ τῆς Ἀθηνᾶς, κατ’ ἔμφασιν δὲ ἔδωκε συλλογί‐ |
| book 744c.5.4 | ζεσθαι, πηλίκος ἦν ὁ τὴν τοιαύτην φωνὴν ἔχων. b(BCE3E4)T | πρυ‐ |
| book 744c.5.5 | λέες δὲ ὁπλῖται ἢ πρόμαχοι ἢ ἀθρόοι. T |
| book 745.1 | ἐς δ’ ὄχεα φλόγεα: ὀξέα κατὰ τὴν κίνησιν ὡς πῦρ, b(BC |
| book 745.2 | E3E4)T ἢ μᾶλλον ἀεί. b(BCE3E4) |
| book 746-7.1 | 〈βριθὺ μέγα—ὀβριμοπάτρη:〉 ὅτι ἐντεῦθεν εἰς |
| book 746-7.2 | τὴν Ὀδύσσειαν (sc. α 100—1) μετάκεινται. Aim |
| book 746a.1 | δάμνησι: ὁ Σιδώνιος ἄνευ τοῦ ι τὸ δάμνησι, ὁ δὲ Ἀρί‐ |
| book 746a.2 | σταρχος σὺν τῷ ι. A |
| book 746b.1 | τῷ δάμνησι 〈στίχας ἀνδρῶν〉: οὐκ ἄνδρας εἶπεν, ἀλλ’ |
| book 746b.2 | ὑπερφυῶς στίχας ἀνδρῶν. b(BCE3E4)T |
| book 747 | 〈τοῖσίν τε:〉 αἱ Ἀριστάρχου ἄνευ τοῦ τ „οἷσίν τε.“ Til |
| book 748a | ἐπεμαίετ’ ἄρ’ ἵππους: ἀντὶ τοῦ ἐπέψαυσεν. T |
| book 748b | 〈ἵππους:〉 ἀντὶ τοῦ τῶν ἵππων. Aim |
| book 749a.1 | αὐτόματοι δὲ πύλαι 〈μύκον οὐρανοῦ〉: ὅτι πύλαι |
| book 749a.2 | οὐρανοῦ τὰ νέφη· ὁ γὰρ ὑπὲρ ταῦτα τόπος ὁμώνυμος τῷ στερεμνίῳ |
| book 749a.3 | οὐρανὸς καλεῖται. A |
| book 749b.1 | πύλαι μύκον οὐρανοῦ, ἃς ἔχον Ὧραι: ἐπεὶ τὴν τῶν |
| book 749b.2 | οὐρανίων τάξιν καὶ τοὺς καιροὺς διοικοῦσιν· ἐμφαίνεται δὲ καὶ τὸ |
| book 749b.3 | ἀξίωμα τῶν θεῶν, εἴγε ἑκοῦσαι αἱ πύλαι εἴκουσιν αὐταῖς. | οὐρανὸν |
| book 749b.4 | δὲ τὸν ὑπὲρ τὰ νέφη τόπον. b(BCE3E4)T |
| book 752.1 | κεντρηνεκέας: τοὺς οὕτω φέροντας ἑαυτοὺς καὶ τοὺς ἐπι‐ |
| book 752.2 | βάντας ὡς ὑπὸ κέντρου μαστιζομένους, παρὰ τὸ κέντρον καὶ τὸ ἐνεγ‐ |
| book 752.3 | κεῖν. b(BCE3E4)T |
| book 754.1 | 〈ἀκροτάτῃ κορυφῇ πολυδειράδοσ〉 Οὐλύμποιο: ὅτι |
| book 754.2 | ὄρος ὁ Ὄλυμπος, καὶ ὅτι ὑπερθετικὸν ἀντὶ ἁπλοῦ, ἀκροτάτῃ ἀντὶ |
| book 754.3 | τοῦ ἄκρᾳ. οὐ ζητητέον οὖν, πῶς τὸν †ὑπὲρ† τὰ νέφη τόπον ἀκρο‐ |
| book 754.4 | τάτην εἴρηκε κορυφήν· λέγει γὰρ ἄκραν οἱανδήποτε. A |
| book 757a.1 | οὐ νεμεσίζῃ Ἄρῃ: χαριέντως τὸν υἱὸν ἁμαρτάνοντα |
| book 757a.2 | παρὰ γνώμην τοῦ κυρίου κολάζειν οὐκ ἐπιχειρεῖ. πῶς οὖν Ἀθηνᾶ |
| book 757a.3 | τοῦτο οὐκ ἀναμένει; ὅτι οὐκ ἴδιον Ἀφροδίτης πόλεμος· καὶ Ζεὺς „οὔ |
| book 757a.4 | τοι, τέκνον ἐμόν, δέδοται πολεμήϊα ἔργα“ (Ε 428). b(BCE3E4)T |
| book 757b | 〈τάδε καρτερὰ ἔργα:〉 οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ |
| book 757b | „τάδε ἔργ’ ἀΐδηλα“. Aim |
| book 759a.1 | ἕκηλοι: δασυντέον· | παρὰ γὰρ τὸ εἴκων ἐγένετο, ὅπερ |
| book 759a.2 | ἐστὶ σημαντικὸν τοῦ ὑποχωρῶν καὶ ἡσυχάζων. ὁ δὲ ὑποχωρῶν καὶ |
| book 759a.3 | ἡσυχάζει. | ἄλλως τε τὸ ε πρὸ τοῦ κ δασύνεται μὴ ὂν ἐκ κλίσεως ἢ |
| book 759a.4 | προθέσεως ἢ μεμελετηκὸς ἀφαιρεῖσθαι, οἷον „ἑκάσ“ (Ε 791 al.), Ἑκάτη. |
| book 759a.5.1 | οὕτως ἄρα καὶ ἕκηλος. μάχεται τὸ ἐκεχειρία, ὅπερ οὐκ ἔχει γνήσιον |
| book 759a.5.2 | τὸ κ, ἀπὸ τοῦ ἔχειν γενόμενον. A |
| book 759b.1 | ἕκηλοι: δασυντέον· τὸ γὰρ ε πρὸ τοῦ κ δασύνεται, εἰ μὴ |
| book 759b.2 | ἐκ κλίσεως εἴη, σεσημειωμένου τοῦ ἐκεχειρία. b(BCE3)T |
| book 760.1 | τέρπονται Κύπρις τε: πιθανῶς, ἵνα μὴ δοκῇ μάτην τε‐ |
| book 760.2 | τρῶσθαι. b(BCE3E4)T |
| book 763 | 〈πεπληγυῖα:〉 ὅτι ἀντὶ τοῦ πλήσσουσα τῷ παθητικῷ. Aim |
| book 764.1 | 〈τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς:〉 |
| book 764.2 | ὅτι ἔνιοι γράφουσι „τὴν δ’ αὖτε προσέειπε πατὴρ ἀνδρῶν τε θεῶν |
| book 764.3 | τε“. Aim |
| book 765a.1 | ἔπορσον Ἀθηναίην: ἄνωθεν κατασκευάζει τὴν τρῶσιν |
| book 765a.2 | Ἄρεως. ἄλλως τε τὸν ταραχώδη ἡ τῆς συνέσεως προεστηκυῖα κατα‐ |
| book 765a.3 | λύει. b(BCE3E4)T |
| book 765b | ἄγρει: λαβέ, φέρε, ἄγε. T |
| book 770-2.1 | ὅσσον δ’ ἠεροειδὲς ἀνὴρ ἴδεν〈—ὑψηχέες ἵπ‐ |
| book 770-2.2 | ποι〉: διὰ τοῦ ὀξυτάτου τοῦ ἐν ἡμῖν ἐδήλωσε τὸ τάχος τῶν ἵππων· |
| book 770-2.3 | ὅσον γάρ τις ἐκτείνει τὴν ὄψιν εἰς τὸν παρὰ θάλασσαν ἀτενίζων ἀέρα |
| book 770-2.4 | μηδενὸς ἀντικόπτοντος, ἀλλὰ τοῦ ὁρωμένου παντὸς ἀέρος ὄντος, |
| book 770-2.5 | τοσοῦτόν ἐστι τὸ βῆμα τῶν θείων ἵππων ὁρμώντων. b(BCE3E4)T |
| book 770 | ἠεροειδές: τὸ τοῦ ἀέρος εἶδος. b(BCE3E4)T |
| book 770.1 | {ὅσσον δ’} ἠεροειδές {ἀνήρ}: ἀναπεπταμένου—ἐμπο‐ |
| book 770.2 | δίζοντος· ἢ ἀερῶδες σκοτεινόν {ᾗχι ῥοάς}. A |
| book 772.1 | ὑψηχέες ἵπποι: ὑψαύχενες ἤτοι εἰς ὕψος ἀειρόμενοι μετὰ |
| book 772.2 | ἤχου· ἄριστοι γὰρ οἱ κυμβαλίζοντες ἵπποι. b(BCE3E4)T |
| book 774.1 | ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος: ὅτι |
| book 774.2 | τὸ κατ’ ἀμφοτέρων ῥῆμα μεταξὺ τῶν ὀνομάτων τέταχεν· ἔδει γὰρ |
| book 774.3 | ‘ἧχι ῥοὰς Σιμόεις καὶ Σκάμανδρος συμβάλλετον‘. τούτῳ δὲ τῷ ἔθει |
| book 774.4 | πεπλεόνακε καὶ Ἀλκμάν· διὸ καὶ καλεῖται Ἀλκμανικόν, οὐχ ὅτι αὐτὸς |
| book 774.5.1 | πρῶτος ἐχρήσατο, ἀλλ’ ὅτι τῷ τοιούτῳ ἔθει πεπλεόνακε. A | τὸ δὲ |
| book 774.5.2 | σχῆμα προεπίζευξις· προθεὶς γὰρ ἓν ὄνομα †δυϊκὸν ἐπάγει πληθυν‐ |
| book 774.5.3 | τικὸν καὶ λοιπὸν ἀναπληροῖ τῇ ἐπαγωγῇ· A b (B, C[bis], E3E4)T |
| book 774.5.4 | „ἦ μὲν δὴ θάρσος μοι 〈Ἄρης τ’ ἔδοσαν καὶ Ἀθήνη〉“ (ξ 216), A |
| book 774.5.5 | „ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσι / Κωκυτός τε“ (κ |
| book 774.10.1 | 513—4), „εἰ δέ κ’ Ἄρης ἄρχωσι μάχης καὶ Φοῖβος Ἀπόλλων“ (Υ |
| book 774.10.2 | 138). A b (B, C[bis], E3E4) ἀλλαχοῦ δὲ „μεσσηγὺς Σιμόεντος ἰδὲ |
| book 774.10.3 | Ξάνθοιο ῥοάων“ (Ζ 4). A b (BCE3E4) |
| book 776a | 〈ἠέρα πουλύν:〉 ὅτι ἀντὶ τοῦ πολλὴν σκοτίαν. Aint |
| book 776b.1 | ἠέρα πουλύν: ἀντὶ τοῦ πολλήν· ἀεὶ γὰρ θηλυκῶς φησι |
| book 776b.2 | καὶ τὸ σκότος δηλοῖ. τὸ δὲ ἐπὶ τοῦ συνήθους ἅπαξ εἶπε „δι’ ἠέρος |
| book 776b.3 | αἰθέρ’ ἵκανεν“ (Ξ 288). b(BCE3)T |
| book 777.1 | τοῖσι〈ν〉 δ’ ἀμβροσίην Σιμόεις: ποιητικοῦ κάλλους ἴδια |
| book 777.2 | ταῦτα, ὡς καὶ ἐπὶ τοῦ λέχους τοῦ Διός (sc. Ξ 347—9). καλῶς δὲ οὐχ |
| book 777.3 | ὁ Σκάμανδρος ἀνέτειλεν· Τρωσὶ γὰρ βοηθὸς οὗτος. b(BCE3E4)T |
| book 778.1 | τρήρωσι πελειάσιν ἴθμαθ’ ὁμοῖαι: τὴν ὁρμὴν καὶ τὴν |
| book 778.2 | πτῆσιν· ἄτοπον γὰρ τρυφερῶς βαδίζειν τὰς εἰς πόλεμον ἐσκευα‐ |
| book 778.3 | σμένας. b(BCE3E4)T | ἄλλως· καλῶς τῶν βουλομένων λαθεῖν τὰ ἴχνη |
| book 778.4 | περιστεραῖς εἴκασεν· ἀφανῆ γὰρ τὰ τῶν περιστερῶν ἴχνη καὶ Ἀρι‐ |
| book 778.5.1 | στοτέλης λέγει (fr. 154 R.). | ἄλλως· πρὸς τὸ καθαρὸν καὶ ταχύ· b |
| book 778.5.2 | (BCE3)T ὅτι γὰρ καὶ ταχύ, δῆλον ἀφ’ οὗ τὴν κομιδὴν τῆς ἀμ‐ |
| book 778.5.3 | βροσίας πεπίστευται (sc. μ 63). T |
| book 784 | 〈στᾶς’:〉 περισπαστέον· ἔστι γὰρ τὸ πλῆρες στᾶσα. Aint |
| book 785a.1 | 〈Στέντορι:〉 ὅτι ἐνταῦθα μόνον μνημονεύει{τ} τοῦ Στέν‐ |
| book 785a.2 | τορος. Aim |
| book 785b.1 | Στέντορι: τινὲς αὐτὸν Θρᾷκά φασιν, Ἑρμῇ δὲ περὶ μεγα‐ |
| book 785b.2 | λοφωνίας ἐρίσαντα ἀναιρεθῆναι· αὐτὸν δὲ εὑρεῖν καὶ τὴν διὰ κόχλου |
| book 785b.3 | μηχανὴν εἰς τὰς μάχας. A b (BCE3E4)T ἀλλ’ ἔθος Ὁμήρῳ τοῖς |
| book 785b.4 | παροῦσιν εἰκάζειν τοὺς θεούς. b(BCE3E4)T τινὲς δὲ Ἀρκάδα |
| book 785b.5 | φασὶν εἶναι τὸν Στέντορα καὶ ἐν τῷ Καταλόγῳ (an post Β 609?) |
| book 785b | πλάττουσι περὶ αὐτοῦ στίχους. AT |
| book 786.1 | ὃς τόσον αὐδήσασχ’ ὅσον ἄλλοι πεντήκοντα: ἔν τισιν |
| book 786.2 | οὐκ ἦν ὁ στίχος διὰ τὴν ὑπερβολήν. A b (BCE3E4)T |
| book 787a.1 | 〈ἐλέγχεα:〉 ἐλέγχεα ὡς „τείχεα“ (Β 691 al.)· οὐ γὰρ |
| book 787a.2 | νῦν ἐπιθετικόν. Aim |
| book 787b.1 | 〈κάκ’ ἐλέγχεα:〉 Ἀρίσταρχος „†κακκελέχεες†“. τὸ δὲ |
| book 787b.2 | ἑξῆς διχῶς, „εἶδος ἄριστοι“ καὶ εἶδος ἀγητοί. Aim |
| book 787c | κάκ’ ἐλέγχεα: ὡς καὶ Ἀλέξανδρον „λώβην“ (Γ 42). T |
| book 787d | εἶδος ἀγητοί: τῷ εἴδει μόνον θαυμαστοί. A |
| book 788.1 | πωλέσκετο δῖος Ἀχιλλεύς: οὐκ ἐᾷ λήθῃ δίδοσθαι τὸ |
| book 788.2 | ὄνομα τοῦτο ὁ ποιητής. b(BCE3)T |
| book 789.1 | πυλάων Δαρδανιάων: τῶν Σκαιῶν· b(BCE3E4)T φησὶ |
| book 789.2 | γὰρ „ἀλλ’ ὅσον ἐς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανον“ (Ι 354). b |
| book 789.3 | (BCE3E4) |
| book 790 | 〈οἴχνεσκον:〉 ἐπορεύοντο. Til |
| book 795a.1 | ἕλκος ἀναψύχοντα: γυμνοῦντα πρὸς τὸ ἀποψῆν τὸν |
| book 795a.2 | λύθρον. b(BCE3E4)T |
| book 795b.1 | ἕλκοσ〈—〉τό μιν βάλε Πάνδαρος ἰῷ: οὐ τὸ ἕλκος |
| book 795b.2 | ἔβαλεν, εἰργάσατο δὲ ἕλκος βαλών, ὡς τὸ „νεκρὸν ἄγοι προτὶ ἄστυ, |
| book 795b.3 | τὸν ἔκτανε δῖος Ἀχιλλεύσ“ (Ω 151), ὅ ἐστι κτανὼν νεκρὸν εἰργά‐ |
| book 795b.4 | σατο. | ἀνδρείου δὲ καὶ καρτερικοῦ τὸ μὴ ἀναχωρῆσαι εἰς τὰς ναῦς |
| book 795b.5 | μετὰ τὸ τραῦμα. b(BCE3E4)T |
| book 795c | 〈ἕλκος ἀναψύχοντα, τό μιν βάλε Πάνδαρος ἰῷ:〉 ὅτι |
| book 795c | ἰδίως εἴρηκεν ἀντὶ τοῦ ὃ βαλὼν ἕλκος ἐποίησεν. Aim |
| book 796.1 | 〈ὑπὸ πλατέος τελαμῶνος:〉 ὅτι τελαμῶσιν ἐπὶ τῶν ἀσπί‐ |
| book 796.2 | δων ἐχρῶντο. Aint |
| book 797a1.1 | 〈τῷ τείρετο:〉 Ἀρίσταρχος τῷ τείρετο, ἄλλοι δὲ „τῷ |
| book 797a1.2 | τρίβετο“. Aim |
| book 797a2.1 | Ἀρίσταρχος τείρετο, b(BCE3E4)T αἱ δὲ κοιναὶ |
| book 797a2.2 | „τρίβετο“. b(BCE3)T |
| book 798.1 | ἴσχων: ὡς λέγων, ἔχων· ATil οὐδὲ γὰρ δύναται ὀξύ‐ |
| book 798.2 | νεσθαι ὡς δευτέρου ἀορίστου· ἄνευ γὰρ τοῦ ι ἐλέγετο ἂν σχών. | ζη‐ |
| book 798.3 | τεῖται, πότερον ἴσχων ὡς τρέχων ἢ ὡς νοῶν· εὑρέθη γὰρ ἴσχηκα ὁ |
| book 798.4 | παρακείμενος. ἀλλὰ τοῦτο οὐδὲν συμβάλλεται πρὸς τὴν Ὁμηρικὴν |
| book 798.5.1 | ἀνάγνωσιν· παρ’ αὐτῷ γὰρ πάντα τὰ κινήματα ὡς ἀπὸ βαρυτόνου |
| book 798.5.2 | „ἴσχεσθ’ Ἀργεῖοι“ (Γ 82), „ἴσχον γὰρ πυργηδόν“ (Ο 618), ἥ τε |
| book 798.5.3 | πληθυντικὴ μετοχὴ „χεῖρας {τ’} ἀνίσχοντεσ“ (Θ 347). A |
| book 799.1 | ἱππείου δὲ θεὰ ζυγοῦ ἥψατο: ἄκρως τὸ ἀνθρώπινον ἦθος |
| book 799.2 | μεμίμηται· τοῦτο γὰρ γίνεται καὶ νῦν. b(BCE3E4)T |
| book 800.1 | ἦ ὀλίγον οἷ παῖδα 〈ἐοικότα γείνατο Τυδεύσ〉: ὅτι οὐ |
| book 800.2 | λέγει κατά τι ὅμοιον, ἀλλ’ ἀντὶ τοῦ οὐδὲ ὅλως ὅμοιον. AAint | τὸν δὲ |
| book 800.3 | ἦ περισπαστέον· βούλονται γὰρ αὐτὸν ἰσοδυναμεῖν τῷ δή καὶ βεβαι‐ |
| book 800.4 | ωτικὸν εἶναι· τοιοῦτος γὰρ ὁ κατ’ ἀρχὴν η. τὴν δὲ ἀντωνυμίαν ὀρθο‐ |
| book 800.5 | τονοῦσιν, ἐπεὶ εἰς σύνθετον μεταλαμβάνεται. A |
| book 801 | Τυδεύς: τῇ ἐπαναλήψει τοῦ ὀνόματος ηὔξησε τὸν Τυδέα. |
| book 801 | b(BCE3)T |
| book 802-4.1 | 〈καί ῥ’〉 ὅτε πέρ μιν 〈ἐγὼ〉 πολεμίζειν οὐκ εἴασκον |
| book 802-4.2 | 〈—Καδμείωνασ〉: καὶ ὅτε ἐγὼ αὐτὸν ἀπετρεπόμην, ἐκεῖνος ὅμως |
| book 802-4.3 | μαχητὴς ἦν, ἡνίκα ἦλθεν ἄγγελος εἰς Θήβας. τὸ δὲ ἑξῆς ἀσύνδετον. |
| book 802-4.4 | b(BCE3E4)T |
| book 803-7.1 | οὐδ’ ἐκπαιφάσσειν〈—ἐνίκα〉: †φανεροῦν ἑαυ‐ |
| book 803-7.2 | τόν, ἀλλ’ ἐν ἀγγέλου σχήματι μένειν. | δύναται δὲ εἰς τὸ ἐκπαιφάσ‐ |
| book 803-7.3 | σειν (803) εἶναι στιγμή, εἶτα ἀπὸ ἄλλης ἀρχῆς ὅτε τ’ ἤλυθεν ἐς |
| book 803-7.4 | Θήβας (cf. 803—4), ἐκέλευον μὲν ἐγὼ δαίνυσθαι, ὁ δὲ ἐπολέμει. b |
| book 803-7.5.1 | (BCE3E4)T | τὸ δὲ ἐκπαιφάσσειν γίνεται παρὰ τὸ T φῶ τὸ |
| book 803-7.5.2 | φαίνω φάσσω, ἀναδιπλασιασμὸς παφάσσω, πλεονασμὸς παιφάσσω, |
| book 803-7.5.3 | οἱονεὶ φανερῶ, ὡς πτῶ πταίνω παπταίνω. b(BCE3E4)T |
| book 806-7.1 | αὐτὰρ ὁ θυμὸν ἔχων κρατερόν〈—ἐνίκα〉: ὑπερ‐ |
| book 806-7.2 | βολή, εἴγε καὶ ὑπὸ τῆς πολεμικωτάτης θεοῦ κελεύεται ἡσυχάζειν, b |
| book 806-7.3 | (BCE3E4)T ὁ δὲ οὐκ εἴκει, ἀλλὰ πολεμεῖ, T ὡσὰν ἄμετρον |
| book 806-7.4 | ἔχων ὁρμήν. b(BCE3E4)T |
| book 807.1 | κούρους Καδμείων προκαλίζετο, πάντα δ’ ἐνίκα: ὅτι |
| book 807.2 | Ζηνόδοτος ὑποτάσσει τούτῳ στίχον „ῥηϊδίως· τοίη οἱ ἐγὼν ἐπιτάρ‐ |
| book 807.3 | ροθος ἦα“ (= Ε 808). ἐναντιοῦται δέ· ἡ γὰρ Ἀθηνᾶ οὔ φησι παρο‐ |
| book 807.4 | τρύνειν, ἀλλὰ κωλύειν (cf. Ε 802 et 805). κατήχθη δὲ οὐ δεόντως ἐκ |
| book 807.5 | τοῦ Ἀγαμέμνονος λόγου (sc. Δ 390). A |
| book 807-8.1 | πάντα δ’ ἐνίκα 〈/ ῥηϊδίως—ἦα〉: πάντα κοῦ‐ |
| book 807-8.2 | ρον· ἢ τὰ ἀγωνίσματα. | οὐ καθόλου δὲ εὑρέθη ἐν τοῖς Ἀριστάρχου |
| book 807-8.3 | τὸ ῥηϊδίως· τοίη τοι ἐγὼν ἐπιτάρροθος ἦα (808)· ἐναντίον γάρ |
| book 807-8.4 | ἐστι τοῖς προκειμένοις. b(BCE3E4)T |
| book 808.1 | 〈ῥηϊδίως· τοίη οἱ ἐγὼν ἐπιτάρροθος ἦα:〉 τοῦτον τὸν |
| book 808.2 | στίχον οὐχ εὑρῆσθαι καθόλου φασὶν ἐν ταῖς Ἀριστάρχου· καὶ γὰρ |
| book 808.3 | ἀντιπράττει καὶ πρὸς τὸ „δαίνυσθαί μιν ἄνωγον ἐνὶ μεγάροισιν ἕκη‐ |
| book 808.4 | λον“ (Ε 805), καὶ οὐχ οἷόν τε ἐπιφέρειν „σοὶ δ’ ἤτοι μὲν ἐγὼ παρά θ’ |
| book 808.5 | ἵσταμαι ἠδὲ φυλάσσω“ (Ε 809). Aint |
| book 809.1 | σοὶ δ’ ἦ τοι μὲν ἐγὼ παρά θ’ ἵσταμαι: ἐκ τῆς ἀντι‐ |
| book 809.2 | παραθέσεως ἤλεγξεν αὐτόν· b(BCE3E4)T φησὶ γὰρ „καί σε |
| book 809.3 | προφρονέως κέλομαι Τρώεσσι μάχεσθαι“ (Ε 810). T |
| book 811.1 | κάματος πολυᾶϊξ 〈γυῖα δέδυκεν〉: ἐκ γὰρ πολλῆς κινή‐ |
| book 811.2 | σεως ὁ κάματος. b(BCE3E4)T τὸ δὲ δέδυκεν ἀντὶ τοῦ ἐκάκω‐ |
| book 811.3 | σεν. T |
| book 812a.1 | ἤ νύ σέ που: ὁ ἤ ὀξύνεται· διαζευκτικὸς γάρ. φυλάσσεται |
| book 812a.2 | δὲ ἡ ὀξεῖα διὰ τὸ ἐπιφερόμενον νύ ἐγκλιτικόν, ὃ καὶ αὐτὸ ἔσχεν ὀξεῖαν |
| book 812a | διὰ τὴν σέ ἐγκλιτικὴν οὖσαν. A |
| book 812b.1 | ἀκήριον: ἄψυχον, ἀσθενές. σημαίνει δὲ καὶ ὑγιὲς καὶ ἄνο‐ |
| book 812b.2 | σον καὶ ἀθάνατον, / νῦν δὲ T εἰς ἀψυχίαν ἄγον. b(BCE3E4)T |
| book 813 | 〈ἔκγονοσ〉: ὁ υἱός, ἔγγονος ὁ υἱωνός. A |
| book 814.1 | 〈τὴν δ’ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομή‐ |
| book 814.2 | δης:〉 ὅτι ἔνιοι „τὴν δ’ αὖτε προσέειπε 〈***〉“. Aim |
| book 818.1 | {ἀλλ’ ἔτι} σῶν {μέμνημαι}: Ἀρίσταρχος „σέων“ γρά‐ |
| book 818.2 | φει. T |
| book 824a.1 | μάχην ἀνὰ κοιρανέοντα: οἱ μὲν ἀνέστρεψαν, ἵνα γένη‐ |
| book 824a.2 | ται ἀνὰ τὴν μάχην. Ἀρίσταρχος δὲ παρῃτήσατο τὴν ἀνά ἀναστρέ‐ |
| book 824a.3 | ψαι, ὁπότε μὴ σημαντικὴ εἴη τοῦ ἀνάστηθι, ἵνα μὴ συνεμπέσῃ τῷ |
| book 824a.4 | „Ζεῦ ἄνα Δωδωναῖε“ (Π 233). ἔστι δὲ καὶ νῦν ἐκεῖνον προσθεῖναι τὸν |
| book 824a.5.1 | λόγον ὡς ὅτι ὅταν πρόθεσις ἀντὶ ἑτέρας προθέσεως παραλαμβάνηται, |
| book 824a.5.2 | οὐκ ἀναστρέφεται, „ἀλλ’ ὅδ’ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι“ (Α |
| book 824a.5.3 | 287), „θεῖναι Ἀθηναίης ἐπὶ γούνασι“ (Ζ 92). οὕτως οὖν κἀνθάδε |
| book 824a.5.4 | δύναται ἡ ἀνά ἀντὶ τῆς κατά. A |
| book 824b.1 | μάχην ἀνὰ κοιρανέοντα: αἱ προθέσεις ἀντιπαραλαμ‐ |
| book 824b.2 | βανόμεναι ἀλλήλων τοὺς οἰκείους τόνους τηροῦσιν. T |
| book 824b | τὸ ἀνά ἀντὶ τῆς κατά. Aim |
| book 827.1 | μήτε σύ γ’ Ἄρηα τό γε δείδιθι μήτε τιν’ ἄλλον: οὐ |
| book 827.2 | καθολική, ἀλλὰ πρὸς τὸ παρὸν προτρεπτικὴ ἡ παραίνεσις. b(BC |
| book 827 | E3E4)T |
| book 830.1 | 〈τύψον δὲ σχεδίην μηδ’ ἅζεο θοῦρον Ἄρηα:〉 ἐγγύθεν |
| book 830.2 | αὐτοῦ, πλησίον. οὕτως αὐτοῦ καταφρόνησον, μὴ μακρόθεν ἐπ’ αὐ‐ |
| book 830.3 | τὸν βαλών. Aim |
| book 831a1 | τυκτὸν κακόν: οὐ φυσικόν, ἀλλὰ κατ’ ἐπιτήδευσιν. T |
| book 831a2.1 | οὐ μόνον, φησί, φυσικόν, ἀλλὰ καὶ ἐπιτηδευτόν. b(BC |
| book 831a2.2 | E3E4) |
| book 831b.1 | ἀλλοπρόσαλ〈λ〉ον: σύνθετόν ἐστι· διὸ οὐ κατ’ ἰδίαν |
| book 831b.2 | ὁ τόνος τῆς πρώτης λέξεως λέγεται, ὁμοίως δὲ τῷ „ἀλλοθρόουσ“ |
| book 831b.3 | (α 183 al.), „ἀλλοειδέασ“ (cf. ν 194). A |
| book 832.1 | 〈στεῦτ’:〉 πρὸς τὸ στεῦτο, ὅτι τὸ κατὰ διάνοιαν διωρί‐ |
| book 832.2 | ζετο ἡ λέξις σημαίνει. Aim |
| book 834.1 | 〈νῦν δὲ μετὰ Τρώεσσιν ὁμιλεῖ:〉 ὅτι ἀντὶ τοῦ ἐν τοῖς |
| book 834.2 | Τρωσίν †ἐστι† μετὰ τῶν Τρώων. Aim |
| book 836a | 〈πάλιν:〉 ὅτι ἀντὶ τοῦ εἰς τοὐπίσω. Aim |
| book 836b | ἐμμαπέως: συντόμως παρὰ τὸ μάρψαι, ἢ ἐρρωμένως. T |
| book 838-9.1 | ἐμμεμαυῖα 〈θεὰ—ἄνδρα τ’ ἄριστον〉: ἀθε‐ |
| book 838-9.2 | τοῦνται στίχοι δύο, ὅτι οὐκ ἀναγκαῖοι καὶ γελοῖοι καί τι ἐναντίον ἔχον‐ |
| book 838-9 | τες. τί γάρ, εἰ χείριστοι ἦσαν ταῖς ψυχαῖς, εὐειδεῖς δὲ καὶ εὔσαρκοι; A |
| book 838.1 | μέγα δ’ ἔβραχεν ἄξων: ἐμψύχως, ὡς καὶ ἐπὶ τοῦ „ἔκλαγ‐ |
| book 838.2 | ξαν δ’ ἄρ’ ὀϊστοί“ (Α 46). b(BCE3)T |
| book 839.1 | 〈ἄνδρα τ’ ἄριστον:〉 διὰ τοῦ δέ αἱ Ἀριστάρχου, „ἄνδρα |
| book 839.2 | δ’ ἄριστον“. Aim |
| book 842.1 | ἤ τοι ὁ μὲν Περίφαντα 〈πελώριον ἐξενάριζεν〉: ὅτι ἀπὸ |
| book 842.2 | τῶν ἀνδρῶν σκυλεύοντα τὸν Ἄρη ποιεῖ, καὶ ὅτι τινὲς γράφουσιν |
| book 842.3 | „ἐξενάριξεν“. συντελικὸν δὲ γίνεται, δεῖ δὲ παρατατικῶς· καὶ γὰρ |
| book 842.4 | ἐπιφέρει „τὸν μὲν Ἄρης ἐνάριζε μιαιφόνοσ“ (Ε 844) ἀντὶ τοῦ ἀνῄρει. A |
| book 843.1 | Ὀχησίου: Ὀχήσιος υἱὸς Οἰνέως, ὡς Νίκανδρος ἐν τοῖς |
| book 843.2 | Αἰτωλικοῖς (fr. 8a, p. 130, 1). κατὰ Διομήδους οὖν ἡ τοῦ Ἄρεως |
| book 843.3 | πρᾶξις. b(BCE3)T |
| book 845a.1 | δῦν’ Ἄϊδος κυνέην: ἐπὶ τῷ πρὸ τῆς πληγῆς λαθεῖν. |
| book 845a.2 | ἀμέλει μετὰ τὴν πληγὴν ὁρᾶται ὡς καὶ τὸν Ἄρεα λέγειν κατ’ αὐτῆς |
| book 845a.3 | πρὸς τὸν Δία (sc. Ε 875—84). b(BCE3E4)T |
| book 845b | Ἄϊδος κυνέην: νέφος, δι’ οὗ οἱ θεοὶ ἀλλήλοις ἀφανεῖς |
| book 845b | γίνονται. Aim |
| book 849 | ἰθὺς Διομήδεος: ὡς „εὐθὺ τῆς σωτηρίασ“ (Ar. pac. 301). T |
| book 850-5.1 | οἱ δ’ ὅτε δὴ σχεδὸν〈—Διομήδησ〉: δύναται μὲν |
| book 850-5.2 | Ἄρει μονομαχεῖν Ἀθηνᾶ, φυλάσσει δὲ τὸν πόλεμον εἰς ἄλλον καιρὸν |
| book 850-5.3 | (sc. Φ 391—414) ὁ ποιητής. b(BCE3E4)T |
| book 851.1 | ὠρέξαθ’ ὑπὲρ ζυγόν: τινὲς ἀντὶ τῆς ὑπό, ἵνα λαθὼν αὐ‐ |
| book 851.2 | τὸν τρώσῃ. b(BCE3E4)T |
| book 852 | 〈ἑλέσθαι:〉 γράφεται „ὀλέσσαι“. Aim |
| book 856a.1 | ἔγχεϊ {χαλκείῳ}: εἴρηται περὶ τῶν τοιούτων δοτικῶν, |
| book 856a.2 | πότε κατὰ διάστασιν, ὡς νῦν, καὶ πότε κατὰ συναλιφήν, καὶ ὅτι τὸ |
| book 856a.3 | μέτρον πολλάκις αἴτιον· καὶ τὰ ἀντικείμενα, καίτοι γε μέτρου μὴ |
| book 856a.4 | ἐμποδίζοντος, ὡς τὸ „πλήθει πρόσθε βαλόντεσ“ (Ψ 639). A |
| book 856b.1 | ἐπέρεισε δὲ Παλλὰς Ἀθήνη: μόνον ὁρμᾶται {διομή‐ |
| book 856b.2 | δης} καὶ b(BCE3E4) μόνον ὄνομα τρώσεως ἔχει ὁ Διομήδης. δύο |
| book 856b.3 | οὖν παρίστησι, καὶ τοὺς ἀσθενεῖς τῶν κρειττόνων ποιῶν κρατεῖν κατὰ |
| book 856b.4 | προστασίαν θεῶν καὶ τοὺς ἀτακτοῦντας κολάζων. b(BCE3E4)T |
| book 857a.1 | νείατον ἐς κενεῶνα: κατὰ τὸ ἔσχατον τῆς λαγόνος ἤτοι |
| book 857a.2 | τὸ ἐνδότατον. b(BCE3E4) εἰ οὖν ἑπταπέλεθρος ὁ Ἄρης (cf. Φ |
| book 857a.3 | 407), πῶς φθάνει τὸ δόρυ Διομήδους τρία πλέθρα; ὅτι νῦν ἀνδρὶ εἴ‐ |
| book 857a.4 | κασται· „καὶ νῦν οἱ πάρα κεῖνος Ἄρης βροτῷ ἀνδρὶ ἐοικώσ“ (Ε 604). |
| book 857a.5 | b(BCE3E4)T |
| book 857b.1 | νείατον ἐς κενεῶνα, ὅθι ζωννύσκετο μίτρην: ὅτι |
| book 857b.2 | κατὰ τὰ κοῖλα μέρη ἐζώννυντο τὴν μίτραν· καὶ ἔστιν διδασκαλικὸς ὁ |
| book 857b.3 | τόπος. | ὁ δὲ Ἀρίσταρχος „μίτρῃ“ κατὰ δοτικήν. ἐν δέ τισι τῶν |
| book 857b | ὑπομνημάτων „ὅθι †στελέσκετο μίτρῃ“. A |
| book 857c1.1 | ὅθι ζων〈ν〉ύσκετο μίτρη〈ν〉: αἱ Ἀριστάρχου κατὰ |
| book 857c1.2 | δοτικὴν †τὸ μίτρη†. ἔν τισι δὲ τῶν ὑπομνημάτων „ὅθι †τελέσκετο |
| book 857c1.3 | μίτρ熓. T |
| book 857c2.1 | τὸ δὲ μίτρην κατὰ δοτικὴν Ἀρίσταρχος, Ἡρωδιανὸς |
| book 857c2.2 | δὲ μετὰ τοῦ ν, ὃ καὶ βέλτιον. b(BCE3E4) |
| book 862.1 | 〈τοὺς δ’ ἄρ’ ὑπὸ τρόμος εἷλεν:〉 βαρυτονητέον τὴν ὑπό· |
| book 862.2 | παρέλκεται γάρ. Aim |
| book 863.1 | ἔβραχ’ 〈Ἄρης, ἆτος πολέμοιο〉: ἐψόφησεν, ἐφώνησεν. |
| book 863.2 | ἆτος δὲ ὁ βλαπτικός. T |
| book 864.1 | οἵη δ’ ἐκ νεφέων ἐρεβεννὴ 〈φαίνεται ἀήρ〉: πρὸς τὴν |
| book 864.2 | πλοκὴν τοῦ ἑξῆς λόγου, οἵα φαίνεται ἀὴρ ἐκ νεφέων δυσαέος ἀνέμου |
| book 864.3 | ὀρνυμένου ἐκ καύματος. A |
| book 864-5.1 | οἵη δ’ ἐκ νεφέων ἐρεβεννὴ φαίνεται ἀήρ 〈/ — |
| book 864-5.2 | ὀρνυμένοιο〉: ὅταν γὰρ καυματώδους οὔσης τῆς ἡμέρας πρὸς ἀνα‐ |
| book 864-5.3 | τολὴν ἢ δύσιν ὁ ἀὴρ μέλας δοκῇ, προσδοκῶσιν ἄνεμον. τὸ δὲ ἑξῆς |
| book 864-5.4 | οὕτως· ἐκ καύματος ἀνέμου ὁρμήσαντος δυσαέος, | ὅ ἐστι σφοδροῦ. |
| book 864-5.5 | b(BCE3E4)T |
| book 865 | καύματος ἒξ ἀνέμοιο: γίνονται γὰρ καὶ καυσωνικαὶ πνοαὶ |
| book 865 | κατὰ τὰς ἐαρινὰς καὶ θερινὰς ὥρας, ὅτε νότοι πνέουσιν. b(BCE3E4)T |
| book 866-7.1 | τοῖος Τυδείδῃ〈— / φαίνεθ’〉: γραφικῶς ἔχει Διο‐ |
| book 866-7.2 | μήδης τὴν ἄνοδον θεώμενος Ἄρεος. T |
| book 867a.1 | φαίνεθ’ ὁμοῦ νεφέεσσιν 〈ἰὼν εἰς οὐρανὸν εὐρύν〉: |
| book 867a.2 | διασταλτέον ἐπὶ τὸ νεφέεσσιν· οὐ γὰρ σὺν τοῖς νέφεσιν εἰς οὐρανὸν |
| book 867a.3 | ἀνῄει, ἀλλὰ κατ’ αὐτὰ γενόμενος ἑωρᾶτο, ἐξ οὗ τὸ τάχος παρίστησι |
| book 867a.4 | καὶ τοῦ θεοῦ τὴν δύναμιν. δύναται δὲ ὅλος συναπτόμενος ὁ στίχος |
| book 867a.5 | δηλοῦν ὅτι νέφεσι κεκαλυμμένος ἀπὸ γῆς ἀνήρχετο. A |
| book 867b.1 | ὁμοῦ νεφέεσσιν 〈ἰὼν εἰς οὐρανὸν εὐρύν〉: εἰς τὸ |
| book 867b.2 | νεφέεσσιν διαστολή, ἵν’ ᾖ ἐγγὺς τῶν νεφῶν. Δημοσθένης (or. 25, 51)· |
| book 867b.3 | „Ἀθηναῖοι δέ εἰσιν ὁμοῦ δισμύριοι.“ οἱ δὲ συνάπτουσιν ὅλον, ἀντὶ |
| book 867b.4 | τοῦ ὑπὸ νεφῶν κεκαλυμμένος καὶ ἀνιὼν εἰς οὐρανόν. b(BCE3E4)T |
| book 870.1 | ἄμβροτον αἷμα: οὐκέτι προσέθηκε τὸ „ἰχώρ“ (Ε 340)· |
| book 870.2 | προεδίδαξε γὰρ ἡμᾶς (sc. Ε 340—2), τί ἐστιν ἰχώρ. b(BCE3E4)T |
| book 871a1.1 | καί ῥ’ ὀλοφυρόμενος: κυρίως ὁ μετὰ τίλσεως τριχῶν |
| book 871a1.2 | θρῆνος παρὰ τὸ ὀλόψαι. T |
| book 871a2.1 | κυρίως ὀλοφυρμὸς ὁ μετὰ τίλσεως τριχῶν θρῆνος, παρὰ |
| book 871a2.2 | τὸ τὰς οὔλας, ὅ ἐστι τὰς τρίχας, φύρειν. b(BCE3E4) |
| book 872.1 | {τάδε} καρτερὰ ἔργα: γράφεται „ἔργ’ ἀΐδηλα“, ὅ ἐστι |
| book 872.2 | φθοροποιά. T |
| book 873 | ῥίγιστα: κακά, ἄνομα. T |
| book 874a1.1 | 〈χάριν δ’ ἄνδρεσσι:〉 οὕτως Ἀρίσταρχος μετὰ τοῦ δέ, |
| book 874a1.2 | χάριν δ’ ἄνδρεσσι. Aim |
| book 874a2 | Ἀρίσταρχος δὲ σὺν τῷ δέ γράφει. T |
| book 874b.1 | χάριν ἄνδρεσσι φέροντες: χαριζόμενοι ἀνθρώποις ἀλ‐ |
| book 874b.2 | λήλους διατίθεμεν κακῶς, οὐχ ὑπ’ ἀνθρώπων δὲ πάσχομεν· ἀσθενεῖς |
| book 874b | γὰρ οὗτοι. b(BCE3E4)T |
| book 875a.1 | σοὶ πάντες μαχόμεσθα· 〈σὺ γὰρ τέκες ἄφρονα κού‐ |
| book 875a.2 | ρην〉: ὅτι ἀντὶ τοῦ διὰ σέ, καὶ ὅτι ἐμφαίνει ὡς ἐκ μόνου τοῦ Διὸς γε‐ |
| book 875a.3 | νομένης τῆς Ἀθηνᾶς. A |
| book 875b.1 | σοὶ πάντες μαχόμεσθα: ἢ διὰ σέ, | ἢ σὺ πᾶσι πολέμιος |
| book 875b.2 | εἶ ταύτην ἐπιτρέπων ἀδεῶς καθ’ ἡμῶν. b(BCE3E4)T |
| book 875c.1 | σὺ γὰρ τέκες: ἁπλοϊκῶς. καὶ ἐπὶ Ἡφαίστου „ἀλλὰ τοκῆε |
| book 875c.2 | †δύο“ (θ 312). b(BCE3E4)T |
| book 876a1.1 | ἀήσυλα: ἥδω ἥσω ἥσυλον καὶ ἀήσυλα, τὰ μὴ εὐφραί‐ |
| book 876a1.2 | νοντα. T |
| book 876a2.1 | ἥδω ἥσω ἥσυλον καὶ ἀήσυλον. δηλοῖ δὲ τὰ μὴ τέρποντα |
| book 876a2.2 | καὶ ἥδοντα, μᾶλλον δὲ λυποῦντα. b(BCE3E4) |
| book 877-8.1 | ἄλλοι μὲν γὰρ πάντεσ〈— /〉 σοί τ’ ἐπιπείθον‐ |
| book 877-8.2 | ται: τῇ ἀντιπαραθέσει χαλεπωτέραν ἐποιήσατο τὴν κατηγορίαν. |
| book 877-8.3 | διὰ δὲ τοῦ πειθηνίου τοὺς ἄλλους θεοὺς ἐπάγεται. b(BCE3E4)T |
| book 878a.1 | σοί τ’ ἐπιπείθονται 〈καὶ δεδμήμεσθα ἕκαστοσ〉: |
| book 878a.2 | πρὸς τὸ σχῆμα· ἔδει γὰρ πειθόμεθα καὶ δεδμήμεθα ἕκαστος. A |
| book 878b.1 | σοί τ’ ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος: περὶ |
| book 878b.2 | πρόσωπον τὸ σχῆμα, ὡς παρὰ Εὐριπίδῃ (Or. 1483)· „διαπρεπεῖς |
| book 878b.3 | ἐγένοντο Φρύγεσ“, b(BCE3E4)T ἕκαστος καλῶς μαχόμενος. b |
| book 878b | (BCE3E4) |
| book 879.1 | προτιβάλλεαι: ὑπερβάλλεις, νικᾷς, ὅπως ὑπακούοι σοι. |
| book 879.2 | b(BCE3E4)T |
| book 880.1 | 〈ἀλλ’ ἀνιεῖς,〉 ἐπεὶ αὐτὸς ἐγείναο παῖδ’ ἀΐδηλον: |
| book 880.2 | τοῦτο δέδωκεν ἀφορμὴν Ἡσιόδῳ εἰπεῖν „αὐτὸς δ’ ἐκ κεφαλῆσ“ (th. |
| book 880.3 | 924)· νῦν γὰρ τὸ αὐτός ἀντὶ τοῦ μόνος φησίν, ὅπερ οὐκ οἶδεν ὁ ποι‐ |
| book 880.4 | ητής, ἀλλὰ λέγει ἀνίεις αὐτήν, ἐπεὶ ἀΐδηλον σὺ αὐτὴν ἐγέννησας, ὅ |
| book 880.5 | ἐστι φθοροποιόν. b(BCE3E4)T |
| book 881a1.1 | ὑπέρθυμον {διομήδεα}: αἱ Ἀριστάρχου „ὑπερφίαλον“, |
| book 881a1.2 | οὐχ ὑπέρθυμον, ὥσπερ αἱ δημώδεις. A |
| book 881a2 | Ἀρίσταρχος „ὑπερφίαλον“. Til |
| book 882 | 〈μαργαίνειν:〉 ἐνθουσιᾶν, μαίνεσθαι. Til |
| book 883.1 | Κύπριδα μὲν πρῶτον: ῥητορικὸν τὸ μὴ ἐκ τῶν οἰκείων |
| book 883.2 | ἄρχεσθαι κατηγοριῶν, ἀλλ’ ἐξ ἑτέρων ὡμολογημένων. A b (BCE3 |
| book 883.3 | E4)T |
| book 884.1 | ἐπέσσυτο δαίμονι ἶσος: ἐπιφθόνως καὶ κινητικῶς τοῦτό |
| book 884.2 | φησιν· ἢ ἀλαζονικῶς, ἵνα μὴ δοκῇ ὑπὸ τοῦ τυχόντος τετρῶσθαι, b |
| book 884.3 | (BCE3E4)T ὡς καὶ ἑξῆς „ἀλλά μ’ ὑπήνεικαν ταχέες πόδεσ“ (Ε |
| book 884.4 | 885). T |
| book 885-7a.1 | ἤ—ἤ: διαζευκτικοὶ ἀμφότεροι· διὸ ὀξύνονται διὰ |
| book 885-7a.2 | τὰ ἐπιφερόμενα ἐγκλιτικά, χωρὶς εἰ μὴ ὁ δεύτερος βεβαιωτικός· καὶ |
| book 885-7a | γὰρ τοῦτο μᾶλλον αἰτεῖ ἡ διάνοια. A |
| book 885-7b.1 | ἦ τέ κε δηρόν〈—τυπῇσι〉: καὶ πῶς ἂν ὁ Ἄρης |
| book 885-7b.2 | ἔπασχε δεινὰ ἐν τοῖς νεκροῖς κείμενος; εἰ μὲν γὰρ ζῶν, πῶς ἐπιφέρει |
| book 885-7b.3 | διαστέλλων ἤ κεν ζὼς ἀμενηνὸς ἔα (887); εἰ δὲ καὶ τεθνηκώς, πῶς |
| book 885-7b.4 | θεὸς ἀποθανεῖν ἠδύνατο, ὡς καὶ ἀποθανὼν ἔπασχε δεινά; λύσις γὰρ |
| book 885-7b.5.1 | τῶν δεινῶν ὁ θάνατος. ῥητέον οὖν ὅτι ὁ δεύτερος ἤ ἀντὶ τοῦ εἴ συνα‐ |
| book 885-7b.5.2 | πτικοῦ κεῖται, ὡς τὸ „ὄφρα καὶ Ἕκτωρ / εἴσεται, ἢ καὶ ἐμὸν δόρυ μαί‐ |
| book 885-7b.5.3 | νεται ἐν παλάμῃσιν“ (Θ 110—1). καὶ ὁ λόγος γίνεται· δεινὰ ἂν |
| book 885-7b.5.4 | ἔπασχον ἐν τοῖς νεκροῖς κείμενος, εἰ ζῶν ἀσθενὴς διὰ τὸ τραῦμα ἦν. |
| book 885-7b.5.5 | b(BCE3E4)T |
| book 886 | 〈αὐτοῦ πήματ’ ἔπασχον:〉 αὐτόθι δεινὰ ἂν ἔπασχον. Til |
| book 887a1.1 | ζώς: τὸ ζώς ὁ Ἀσκαλωνίτης (p. 47 B.) ἀξιοῖ περισπᾶν, |
| book 887a1.2 | οὐχ ὑγιῶς· μόνον γὰρ τὸ „σῶσ“ (Ν 773. Χ 332) ἐστι περισπώμενον μονοσύλλαβον εἰς |
| book 887a1.3 | ως λῆγον, ἀρσενικόν, γεγονὸς ἢ ἐκ τοῦ σόος, ὡς οἴεται Φιλόξενος (fr. 596 Th.), ἢ |
| book 887a1.4 | ἐκ τοῦ σάος, ὅπερ κρεῖττον. εἰ δὲ ὁ Ἀσκαλωνίτης †ἀξιοῖ αὐτὸ† ἐκ τοῦ |
| book 887a1.5.1 | ζωός, ἴστω ὅτι τὸ μὲν προκείμενον βαρύτονον ἦν, ἔνθεν περιεσπᾶτο |
| book 887a1.5.2 | τὸ σῶς· τὸ δὲ ζώς ἐξ ὀξυνομένου, ὥς φησι, τοῦ ζωός †ἄμεινον δὲ† |
| book 887a1.1 | ὀξύνειν, ἐγκλίνειν δὲ ἐν ταύτῃ τῇ ἀναγνώσει. ἡ μέντοι κλίσις αὐτοῦ |
| book 887a1.2 | ἰσοσύλλαβος εὑρέθη. A |
| book 887a2 | ὀξυντέον τὸ ζώς. Til |
| book 887b.1 | ζώς: ἡ γενικὴ ζωοῦ· ἀπὸ γὰρ τοῦ ζωός ἐστιν ἡ συναί‐ |
| book 887b.2 | ρεσις. b(BCE3)T |
| book 887c | 〈ἀμενηνός:〉 ἀσθενής. Til |
| book 887d.1 | {ἀμενηνὸς} ἔα: τὸ ἔα Ἰωνικόν ἐστιν, ἐκ τοῦ ἦ γεγονός· |
| book 887d.2 | διὸ συσταλτέον τὸ ἄλφα ὁμοίως τῷ „τοῖος ἔα ἐν πολέμῳ“ (ξ 222)· |
| book 887d.3 | ὃ καὶ διὰ τοῦ η λέγεται „†τοῖς ἦα φιλοπτόλεμος†“. τὸ δὲ μέτρον οὐ |
| book 887d.4 | κωλύεται· ἀπήρτισε γὰρ εἰς μέρος λόγου καὶ ἐπέχει τόπον μακρᾶς |
| book 887d.5 | ὁμοίως τῷ „ἀμφηρεφέα τε φαρέτρην“ (Α 45). A |
| book 887e.1 | τυπῇσιν: ὡς „πληγῇσιν“ (Β 264 al.). δοκεῖ δὲ ὡς πρὸς |
| book 887e.2 | τὴν ἀναλογίαν σημειοῦσθαι· τὰ γὰρ εἰς πη μονογενῆ δισύλλαβα |
| book 887e.3 | φιλεῖ βαρύνεσθαι. εἰ δέ τι ὀξύνεται, ἔχει πρὸ τέλους ἢ ι ἢ ο. πῶς οὖν |
| book 887e.4 | τὸ τυπή μόνον ὀξυνόμενον τῷ υ παρελήχθη; A |
| book 890-1.1 | ἔχθιστος δέ μοί ἐσσι 〈θεῶν, οἳ Ὄλυμπον ἔχου‐ |
| book 890-1.2 | σιν· /〉 αἰεὶ γάρ τοι ἔρις 〈τε〉 φίλη: ἀπαλλάσσει ἡμᾶς τῶν τοι‐ |
| book 890-1.3 | ούτων ὁ ποιητής, καὶ †πάτριόν τι† μεμισῆσθαι διὰ ταῦτα λέγων τῷ |
| book 890-1.4 | Διῒ τὸν Ἄρεα. ἄχθεται δὲ αὐτῷ οὐχ ὅτι ἔριδι χαίρει—ἐπεὶ αὐτὸς |
| book 890-1.5.1 | γελᾷ, „ὅθ’ ὁρᾶτο θεοὺς ἔριδι ξυνιόντασ“ (Φ 390)—, ἀλλ’ ὅτι ἀεὶ καὶ |
| book 890-1.5.2 | πάνυ. καὶ οἰνόφλυξ λέγεται ὁ οἴνῳ χαίρων b(BCE3E4)T καὶ |
| book 890-1.5.3 | σφόδρα καὶ ἀεί. τινὲς δέ, ἐπεὶ ὑποκατιὼν ὁ Ἄρης ἐπισκοτεῖ τῷ ἀστέρι |
| book 890-1 | τοῦ Διός. T |
| book 891.1 | αἰεὶ γάρ τοι 〈ἔρις τε φίλη πόλεμοί τε μάχαι τε〉: ὅτι |
| book 891.2 | ἐντεῦθεν μετενήνεκται ἐν τῇ πρώτῃ ῥαψῳδίᾳ (sc. Α 177) ἐπὶ τὸν πρὸς |
| book 891.3 | Ἀχιλλέα ὑπὸ Ἀγαμέμνονος λόγον. A |
| book 892a.1 | μητρός τοι: ἡ διπλῆ, ὅτι σαφῶς Ἥρας ὁ Ἄρης, οὐκ |
| book 892a.2 | Ἐνυοῦς, ὥς τινες. A |
| book 892b.1 | μητρός τοι μένος 〈ἐστὶν〉 ἀάσχετον: τῆς Ἥρας μέγας |
| book 892b.2 | ὁ θυμὸς κατὰ σοῦ. ἢ ἀνίκητός σού ἐστιν ἡ μήτηρ, πρὸς ἣν ἀντιτάσσῃ. |
| book 892b.3 | b(BCE3E4)T |
| book 893 | 〈σπουδῇ:〉 ὅτι μετὰ σπουδῆς καὶ κακοπ〈αθείασ〉. Aim |
| book 895-6.1 | 〈ἀλλ’ οὐ μάν σ’—μήτηρ:〉 ἔδειξεν ἦθος πατέρων |
| book 895-6.2 | b(BCE3E4)Til διὰ τούτου τοῦ σχήματος. b(BCE3E4) |
| book 898a.1 | καί κεν δὴ πάλαι ἦσθας ἐνέρτερος Οὐρανιώνων: |
| book 898a.2 | ὅτι Ζηνόδοτος γράφει „ἐνέρτατοσ“. οὐ δεῖ δέ· ἡ γὰρ σύγκρισίς ἐστι |
| book 898a.3 | πρὸς τοὺς Τιτᾶνας ἀνομοιογενεῖς καὶ ἐν ἑνὶ κατηγμένους τόπῳ. τού‐ |
| book 898a.4 | των οὖν ἐνέρτερος ὁ μὴ κατὰ γένος ὢν ἐξ αὐτῶν. A |
| book 898b.1 | 〈ἐνέρτερος:〉 οὕτως Ἀρίσταρχος, ὁ δὲ Ζηνόδοτος „ἐνέρ‐ |
| book 898b.2 | τατοσ“. Til |
| book 898c.1 | ἐνέρτερος Οὐρανιώνων: τῶν Τιτάνων. T | εἰ μὴ ὅτι |
| book 898c.2 | ὡς πατὴρ σὸς ἐπέχω αὐτὴν τῆς κατὰ σοῦ ὀργῆς, b(BCE3E4)T πά‐ |
| book 898c.3 | λαι ἄν, φησίν, ἦς τῶν ποτε οὐρανίων Τιτάνων ὑποχθονιώτερος. b |
| book 898c | (BCE3E4) |
| book 899.1 | {ὣς φάτο καὶ} Παιήον’: ὅτι ἰατρὸν τῶν θεῶν ἕτερον παρὰ |
| book 899.2 | τὸν Ἀπόλλωνα παραδίδωσι τοῦτον. A |
| book 900 | 〈φάρμακ’ ἔπασσεν:〉 Ἰακῶς „φάρμακα πάσσεν“. Til |
| book 902.1 | ὡς δ’ ὅτ’ ὀπὸς γάλα λευκὸν ἐπειγόμενον συνέπηξεν: |
| book 902.2 | οὕτω καὶ τὸ φάρμακον ἔπηξε τὸ αἷμα καὶ ἐσάρκωσε τὴν πληγήν. |
| book 902.3 | ταχέως δὲ παρῆλθε τὸν τῆς ἰάσεως τρόπον· ὁ μὲν γάρ ἐστι θεὸς καὶ |
| book 902.4 | τὴν τέχνην ἔχων, ὁ δὲ θεὸς καὶ τὴν ἴασιν φθάνων. b(BCE3E4)T λευ‐ |
| book 902.5 | κὸν δὲ γάλα τὸ μὴ ποιοῦν σκιάν. T |
| book 903a1.1 | 〈κυκόωντι:〉 δοτικὴ ἀντὶ γενικῆς· κυκόωντι γὰρ ἀντὶ |
| book 903a1.2 | τοῦ ὑπὸ κυκόωντος. b(BCE3) |
| book 903a2 | τὸ δὲ κυκόωντι ἀντὶ ὑπὸ κυκόωντος. T |
| book 905a.1 | τὸν δ’ Ἥβη λοῦσεν: ὅτι παρθενικὸν τὸ λούειν. οὐκ |
| book 905a.2 | οἶδεν ἄρα ὑφ’ Ἡρακλέους αὐτὴν γεγαμημένην, ὡς ἐν τοῖς ἠθετημένοις |
| book 905a.3 | ἐν Ὀδυσσείᾳ (sc. λ 602—4). A |
| book 905b.1 | τὸν δ’ Ἥβη λοῦσεν: ὡς ὑπηρέτις οὖσα παρθένος· καὶ |
| book 905b.2 | Ὀδυσσέα γὰρ ἡ ἀμφίπολος λούει (sc. ψ 154, cf. θ 454. κ 361). τὸ δὲ |
| book 905b.1 | ἐπὶ Πολυκάστῃ „λοῦσεν“ (γ 464) ἀντὶ τοῦ λουτροῦ ἐπεμελήθη· „ἀλλ’ |
| book 905b.2 | ὅτε δή μιν ἐγὼν ἐλόευν“ (δ 252), „καὶ λοῦς’ ἐν ποταμῷ καί μοι τάδε |
| book 905b.5 | εἵματ’ ἔδωκεν“ (η 296). T |
| book 906a.1 | πὰρ δὲ Διῒ Κρονίωνι καθέζετο: ὅτι οὐ δεόντως ἐκ τοῦ |
| book 906a.2 | περὶ Βριάρεω λόγου (sc. Α 405) ἐνθάδε μετάκειται ὁ στίχος· οὐ γὰρ |
| book 906a.3 | καὶ κύδους ἄξιον πέπρακται αὐτῷ. καὶ ὅτι ἄτοπον ἐπὶ τῷ κύδει γαυ‐ |
| book 906a.4 | ριᾶν τὸν ὑπὸ θνητοῦ ἡττημένον. A |
| book 906b1.1 | καθέζετο κύδεϊ γαίων: ὡς ἀλλοπρόσαλλος ἤδη ἐπι‐ |
| book 906b1.2 | λέλησται ὧν πέπονθεν. | Ἀρίσταρχος δὲ ἀθετεῖ. T |
| book 906b2.1 | ὡς ἀλλοπρόσαλλος ἤδη ἐπιλέλησται ὧν πέπονθε· | διὸ |
| book 906b2.2 | τὸ ἔπος Ζηνόδοτος ἀθετεῖ. b(BCE3E4) |
| book 907.1 | αἱ δ’ αὖτις πρὸς δῶμα Διὸς 〈μεγάλοιο〉 νέοντο: καλῶς |
| book 907.2 | οὐ πάρεισιν, ὅτε ἐνετύγχανεν Ἄρης, ἵνα μήτε ἀδολεσχοῖεν μήτε κατὰ |
| book 907.3 | δειλίαν δοκοῖεν σιωπᾶν. οὐ διὰ τῶν ἵππων δὲ ὑποστρέφουσιν· προ‐ |
| book 907.4 | ετερατολόγησε γὰρ αὐτοὺς ὁ ποιητής (sc. Ε 775—7). b(BCE3E4)T |
| book 909a.1 | παύσασθαι {βροτολοιγόν:} παύσασθαι συλληπτι‐ |
| book 909a.2 | κῶς. T |
| book 909b.1 | 〈Ἄρην:〉 οὕτως Ἡρωδιανός φησι (cf. 2,682,9) μετὰ |
| book 909b.2 | τοῦ ν Ἄρην. Aim |
| book postscr.1 | Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ |
| book postscr.2 | τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ 〈καὶ〉 ἐκ τῆς Ἰλιακῆς προσῳ‐ |
| book postscr | δίας Ἡρωδιανοῦ καὶ 〈ἐκ〉 τῶν Νικάνορος Περὶ στιγμῆς. A |
| book 128.1 | 〈κατ’ οὐρανὸν εἰλήλουθας:〉 κατ]αβέβηκας |
| book 128.2 | ]ἡ κο(ινὴ) „οὐρανοῦ“ |
| book 148 | 〈ὥρηι:〉 αιαρ.χ η̣κους „ὥρη“. |
| book 449.1 | 〈ἐϋμμελίω:〉 δο(τικὴ) μ(ε)τ(ὰ) τοῦ ι· γ' |
| book 449.2 | ἐϋμμελίοιο. |
| book 464 | 〈τεθνηῶτα:〉 ἡ κ(οινὴ) „τεθνειῶτα“. |
| book 478 | 〈βίην τ’ ἀγαθόν:〉 ἡ κο̣(ινὴ) „βίη[ν“. |
| book 479 | 〈δ’ ὅ γε:〉 διχ(ῶς). |
| book 494 | 〈χειρὶ παχείηι:〉 „φαί[διμος Ἕκτωρ]“. |
| book ante240-1 | ....... |
| book ante240-1.1.1 | []ν |
| book ante240-1.1.2 | [οὐ]κ ὀρθῶ(ς) |
| book ante240-1.1.3 | [].ταδ(ε) |
| book ante240-1.1.4 | []α γ(ὰρ) |
| book ante240-1.5.1 | []α̣ς̣ τ(ῶν) |
| book ante240-1.5.2 | []έβη |
| book ante240-1.5.3 | []ου. |
| book ante240-1.5.4 | []ων κ(αὶ) |
| book 240-1.1 | [ εὔχεσ]θαι ἀνώ‐ |
| book 240-1.2 | [γει ]. πρ(ὸς) ἑκά‐ |
| book 240-1.3 | [στην ]στέλλειν |
| book 240-1.4 | [ ]ου τ(ῶν) ἀλλο‐ |
| book 240-1.5 | [ ].τας.[ |
| book 240-1.5 | ....... |
| book 251-2?*.1 | [ ]....[ |
| book 251-2?*.2 | .ν..(.) ποιεῖσθαι ἐξόδους [..]. |
| book 251-2?*.3 | φ....λ̣.ν δ’ αν[.]σ̣ς ευδο.ω[ |
| book 251-2?*.4 | ὑ[π]ολάβοι ὅ(τι) ἡ Λαοδίκη σὺν τῆ[ι Ἑλένηι |
| book 251-2?*.5.1 | .. Λ̣υκάονι. ὁ δ’ Ἀντήνωρ ἴσην [ |
| book 251-2?*.5.2 | π(αρὰ) το[ῖ]ς βαρβάροις κ(αὶ) δι..ω̣σ̣ερο̣[ |
| book 251-2?*.5.3 | [ο]ὖν πρὸς τὴν Λαοδίκην, ἵνα π[ |
| book 251-2?*.5.4 | ..ρ̣ι̣β̣...... ταραχὴ γ(ὰρ) κατέσ[τη βέ‐] |
| book 251-2?*.5.5 | [β]ηκ’ Ἀνδρομάχη ἐπὶ τὸ τεῖχο(ς) .[ |
| book 257.1 | 〉[ἐ]ξ [ἄ]κρης πόλιος Διῒ χεῖρας ἀνασχ[εῖν· διηι‐ |
| book 257.2 | ρημένως ἐξενήνοχ(εν) ἐξ ἄκρης π[όλιος· σύν‐ |
| book 257.3 | θετον ἐξ ἀκροπόλεως· ἐν Ὀδ[υσσείαι συν‐ |
| book 257 | θέτως εἰρ( ), „ὅν ποτ’ ἐς ἀκρόπο[λιν δόλ(ον) ἤγαγε |
| book 257.5.1 | δ[ῖ]ος Ὀδυσσεύσ“. κ(αὶ) πρ(ὸς) τὸ Διῒ χεῖρ[ας ἀνασχεῖν ὅ(τι) τοῖς |
| book 257.5.2 | μ(ὲν) οὐρανίοις θεοῖς ἀνατείν[ |
| book 257.5.3 | ..........(.).νανοις επ̣[ |
| book 257.5.4 | [.....] τοὺς δ’ ὑποχθον[ίους κόπ‐ |
| book 257.5.5 | [τοντες] τὴν γῆν· „πολλὰ δ(ὲ) [καὶ γαῖαν πολυφόρβην |
| book 257.10.1 | [χερσὶ]ν ἀλοία κικλ̣ή̣σκου[ς’ Αΐδην |
| book 257.10.2 | [.....]ς κἀκεῖ λεκτέον· „π[ολλὰ δ(ὲ) μητρὶ φίληι ἠρή‐ |
| book 257.10.3 | [σατο] χεῖρας ὀρεγνύς.“ σ̣[ |
| book 257.10.4 | [.....(.)] ἐπὶ τάδ̣(ε) [ |
| book 257.13 | [ ].[.].[ |
| book 257.13 | ................ |
| book ante277 | ....... |
| book ante277.1.1 | [ ]ε̣[6—8 litt. ] ...[ |
| book ante277.1.2 | [ ].αχος κακῶ(ν) ..[.].οσο̣τ̣[ |
| book ante277.1.3 | [ ]λέγων τὸ ἱερεῖον. 〉α̣ἴ κεν Τυδέο[ς υἱ‐ |
| book 277 | [ὸν ἀπόσχηι Ἰλίου ἱ]ρῆς· τὸ σημεῖο(ν) ὅ(τι) θηλυκῶ[ς τὴν Ἴ‐ |
| book 278.1 | [λιον ...........]〉 ἄγριον αἰχμητή[ν, κρατε‐ |
| book 278.2 | [ρὸν μήστωρα φ]όβοιο· τὸ σημεῖο(ν) ὅ(τι) [π]άλ[ι]ν φ[όβον |
| book 278.3 | [τὴν φυγήν· ἄγριον] δ(ὲ) τῶι αἰχμάζειν ὅ(τι) αἰχμὰ[ς |
| book 280.1 | [............ ἐγ]ὼ δὲ Πάριν (μετ)ελεύσομαι· (μετὰ) Π[άριν |
| book 280.2 | [.................]ν ἢ πρὸς Πάριν οὐκ αν..[ |
| book 281-2.1 | [.................].ντιβην. ὥς κέ οἱ αὖθι / γαῖα [χάνοι |
| book 281-2.2 | [....................]η̣ ὁ λέγων [ταῦ]τα κ(αὶ) κ(ατα)ρώ‐ |
| book 281-2.3 | [μενος ..................].βη ὁ Πάρ[ι]ς σῆς ἀ̣π̣ρ̣ο‐ |
| book 281-2.4 | [.................] νῦν δ’ ὄντως ἀδελφὸς ὢν |
| book 281-2.5.1 | [..................]..[..(.)].ο.χεται τοῦτο |
| book 281-2.5.2 | [........................]’ως σὺν αἷς ἔχει ἄλ‐ |
| book 281-2.5.3 | [λαις .................... ὄ]φελον νῦν π(αρὰ) ..(.)[ |
| book 281-2.5.4 | [........................]...... ἐν ἄλλοις μ̣[ |
| book 284-5.1 | [........................].ο ἀντὶ (τοῦ) ὄφε̣λ̣ον [εἰ κεῖν(όν) |
| book 284-5.2 | [γε ἴδοιμι κατελθόντ’ Ἄϊδος ]εἴσω, / φαίην κε [φρέν’ ἀ‐ |
| book 284-5.3 | [τέρπου ὀϊζύος ἐκλελαθέσθαι ]......[ |
| book 284-5 | ........ |
| book post284-5 | ......... |
| book post284-5.1.1 | [ νος ἐγὼ[ |
| book post284-5.1.2 | [ ]α̣ ποτ[ |
| book post284-5.1.3 | [ ]γράφω σ̣[ |
| book post284-5.1.4 | [ ] περιπεσὼν .[ |
| book post284-5.5.1 | [ ]ν̣ ⟦κ̣α̣ι̣⟧ συνκα̣τ[ |
| book post284-5.5.2 | [ ].(.)που[.]. κ(ατὰ) .[ |
| book post284-5.6 | ......... |
| book 1a.1 | 〈Τρώων δ’ οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή:〉 ἡ Τροία |
| book 1a.2 | τὰ μὲν θαλάσσια πρὸς Ἑλλήσποντον ἔχει, τὰ δὲ βόρεια πρὸς Ζέλειαν, |
| book 1a.3 | τὰ δὲ ὑποκείμενα Φρυγίαν, τὰ δὲ †πρὸς μεσημβρίαν λυδίαν†. ὡς |
| book 1a.4 | φιλέλλην δὲ ἀπάγει τοὺς θεοὺς καὶ ἐξέτασιν ἀμφοτέρων ποιεῖ. ἐμονώθη |
| book 1a.5.1 | δὲ ἡ μάχη τῆς τῶν θεῶν συμμαχίας· Ἥρα μὲν γὰρ καὶ Ἀθηνᾶ εἰς τὸν |
| book 1a.5.2 | Ὄλυμπον ἀπίασιν, Ἀπόλλων δὲ εἰς Πέργαμον. ὁ δὲ Ἄρης καὶ ἡ |
| book 1a.5.3 | Ἀφροδίτη τέτρωνται ὑπὸ Διομήδους. A b (BCE3E4)T |
| book 1b1.1 | {τρώων δ’} οἰώθη: τινὲς ὡμοιώθη, ἰσώθη. ἢ | ἀντὶ τοῦ |
| book 1b1.2 | ἐμονώθη τῆς τῶν θεῶν συμμαχίας. T |
| book 1b2 | τινὲς δὲ τὸ οἰώθη ἀντὶ τοῦ ἰσώθη, ὡμοιώθη. b(BCE3E4) |
| book 1c1.1 | φύλοπις ὁ ἐμφύλιος πόλεμος κακῶς παρά τισι λέγεται· ἀλλ’ |
| book 1c1.2 | ἡ μετὰ βοῆς φῦλα συνάπτουσα ἀμφότερα τῶν τε Τρώων καὶ Ἑλλή‐ |
| book 1c1.3 | νων μάχη. λέγεται δὲ καὶ ἡ κατὰ φῦλα, οἷον ἔθνους μετὰ ἑταίρου οἰ‐ |
| book 1c1.4 | κείου, πολεμούντων ἄλλων διὰ τὸ ὁμοψυχεῖν· „κρῖνε“, γάρ φησιν, |
| book 1c1.5.1 | „ἄνδρας κατὰ φῦλα, κατὰ φρήτρας, Ἀγάμεμνον“ (Β 362). b(BC |
| book 1c1.5.2 | E3E4) |
| book 1c2 | φύλοπις {αἰνή}: ἡ μετὰ βοῆς συνάπτουσα τὰ φῦλα. T |
| book 2a.1 | πολλὰ δ’ ἄρ’ ἔνθα καὶ ἔνθα: ἢ ἐν τῷ διώκειν καὶ φεύγειν |
| book 2a.2 | ἢ ἐπὶ τὰ δεξιὰ καὶ ἀριστερά. ἐξηγεῖται δὲ τὸ „πολυάϊκος πολέμοιο“ |
| book 2a.3 | (Α 165). b(BCE3E4)T |
| book 2b | ἴθυσε: ἰθὺς ὥρμησεν. b(BE3E4)Til |
| book 2b | ἴθυσε μάχη: ἐπ’ εὐθείας—ὑπ’ αὐτῶν. A |
| book 2c | 〈πεδίοιο:〉 ὅτι ἐλλείπει ἡ διά, ἵν’ ᾖ διὰ πεδίου. Aint |
| book 3a.1 | ἀλλήλων ἰθυνομένων {χαλκήρεα δοῦρα}: ὅτι ἀντὶ τοῦ |
| book 3a.2 | ἐπ’ ἀλλήλους ἰθυνόντων καὶ παρεῖται ἡ ἐπί πρόθεσις. A |
| book 3b | 〈ἀλλήλων:〉 λείπει ἡ κατά, ἵν’ ᾖ κατ’ ἀλλήλων. Til |
| book 4a.1 | μεσσηγὺς Σιμόεντος 〈ἰδὲ Ξάνθοιο ῥοάων〉: ὅτι ἐν τοῖς |
| book 4a.2 | ἀρχαίοις ἐγέγραπτο „μεσσηγὺς ποταμοῖο Σκαμάνδρου καὶ Στομα‐ |
| book 4a.3 | λίμνησ“· διὸ καὶ ἐν τοῖς ὑπομνήμασι φέρεται. καὶ ὕστερον δὲ περι‐ |
| book 4a.4 | πεσὼν ἔγραψε· μεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων· τοῖς |
| book 4a.5 | γὰρ τοῦ ναυστάθμου τόποις ἡ γραφὴ συμφέρει, πρὸς οὓς μάχονται. A |
| book 4b.1 | μεσσηγὺς Σιμόεντος 〈ἰδὲ Ξάνθοιο ῥοάων〉: πρότερον |
| book 4b.2 | ἐγέγραπτο „μεσσηγὺς ποταμοῖο Σκαμάνδρου καὶ Στομαλίμνησ“. |
| book 4b.3 | ὕστερον δὲ Ἀρίσταρχος ταύτην εὑρὼν †ἐπέκρινεν†. Χαῖρις (fr. 2 B.) |
| book 4b.4 | δὲ γράφει „μεσσηγὺς ποταμοῖο Σκαμάνδρου καὶ Σιμόεντοσ“. b(BC |
| book 4b.5 | E3E4)T |
| book 4c.1 | ἰδὲ Ξάνθοιο ῥοάων: διὰ τὸ τραχὺ τοῦ Σκαμάνδρου εὗρεν |
| book 4c.2 | ὄνομα τῷ μέτρῳ ἐμπῖπτον, ἵνα μὴ δόξῃ ζήτημα εἶναι. καὶ †ἐφ’ ὃ οὐκ |
| book 4c.3 | ἐπὶ μέτρου ἀπαιτεῖται, διττὰ ὀνόματα τάττει· „χαλκίδα κικλήσκουσι |
| book 4c.4 | θεοί, ἄνδρες δὲ κύμινδιν“ (Ξ 291), „ὃν Βριάρεων καλέουσι θεοί, ἄνδρες |
| book 4c.5.1 | δέ τε πάντες / Αἰγαίωνα“ (Α 403—4), „ἄνδρες †βιτίειαν† κικλήσκου‐ |
| book 4c.5.2 | σιν, / ἀθάνατοι δέ τε σῆμα“ (Β 813—4). διὰ ταύτην τὴν αἰτίαν καὶ |
| book 4c.5.3 | τῷ Ἕκτορος υἱῷ Σκαμανδρίῳ ἕτερον ὄνομα ἔθετο τὸ Ἀστυάναξ (cf. |
| book 4c.5.4 | Ζ 402—3). εἰ δέ τις ἐπιζητεῖ, πῶς ἐν τοῖς ἑξῆς οὐ μόνον Ξάνθον, ἀλλὰ |
| book 4c.5.5 | καὶ Σκάμανδρον τὸν ποταμὸν καλεῖ, ἴστω ὅτι ψεύδους παρεῖχεν |
| book 4c.10.1 | ὑποψίαν τὸ μὴ παραλαβεῖν ποτε τὸ κύριον ὄνομα. b(BCE3E4)T |
| book 4c.10.2 | Ξάνθος δὲ ὠνόμασται διὰ τὸ ξανθίζειν τὰς τρίχας. T |
| book 5.1 | Αἴας 〈δὲ〉 πρῶτος: πρώην ἰσοπαλοῦς οὔσης τῆς μάχης, ἢ |
| book 5.2 | μετὰ τὴν ἀναχώρησιν τῶν θεῶν πρῶτος ἔτρωσεν. T |
| book 5-6.1 | ἕρκος Ἀχαιῶν, / Τρώων ῥῆξε φάλαγγα, 〈φόως δ’ |
| book 5-6.2 | ἑτάροισιν ἔθηκεν〉: τρισὶ μεταφοραῖς κέχρηται ἐπιφαίνων τὴν |
| book 5-6.3 | ὁμοιότητα· ὃ γὰρ δύναται πρὸς ἀσφάλειαν πόλεως τεῖχος, τοῦτο |
| book 5-6.4 | πρὸς σωτηρίαν στρατοῦ γενναῖος ἀνήρ. καὶ πάλιν· ὃ δύναται ῥῆξις |
| book 5-6.5.1 | ἐσθῆτος τὴν σκέπην ἀναιροῦσα, τοῦτο ἐδυνήθη ὁ τὴν φάλαγγα |
| book 5-6.5.2 | ῥήξας. καὶ πάλιν· ὡς ὀνίνησι φῶς τοὺς σκότῳ κατεχομένους, οὕτω |
| book 5-6.5.3 | †τοὺς νικωμένους† ὑπὸ τῆς Ἄρεος ἀχλύος ἐπέλαμψεν ἡ Αἴαντος βοή‐ |
| book 5-6.5.4 | θεια. A b (BCE3E4)T |
| book 6 | 〈φάλαγγα:〉 ἀπὸ τῶν φάλων. Til |
| book 7.1 | 〈ὃς ἄριστος:〉 ἄριστον ἢ ἀνδρεῖον, ἢ διὰ τὸ εἰκάσθαι αὐτῷ |
| book 7.2 | Ἄρεα ἐν τῇ συμβολῇ (cf. Ε 462). Til |
| book 9a | 〈ἔβαλε:〉 ὅτι ἀντὶ τοῦ ἔπαισε. Aim |
| book 9b1.1 | 〈κόρυθος φάλον:〉 τὸ λαμπρὸν τῆς περικεφαλαίας 〈τὸ〉 |
| book 9b1.2 | κατὰ τὸ μέτωπον. Til |
| book 9b2 | τὸ τῆς περικεφαλαίας λαμπρόν, τὸ προμετωπίδιον. b(BC |
| book 9b2 | E3E4) |
| book 10a1.1 | 〈μετώπῳ:〉 τινὲς τὸ μετώπῳ δυϊκῶς· καὶ ἀλλαχοῦ γάρ |
| book 10a1.2 | φησιν· „ἐμῆς κόρυθος λεύσσουσι μέτωπα“ (Π 70). b(BCE3) |
| book 10a2.1 | τινὲς δυϊκῶς· „οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπα“. |
| book 10a2.2 | Til |
| book 12.1 | 〈Ἄξυλον:〉 οἰκεῖον φιλοξένῳ τὸ ὄνομα· Ἄξυλος γὰρ παρὰ |
| book 12.2 | τὸ ἄγειν ὡς καὶ παρὰ τὸ καλεῖν Καλήσιος (cf. Ζ 18). τινὲς δὲ τὸν ξύλα |
| book 12.3 | δαπανῶντά b(BCE3E4)Til φασιν, ἐπιτάσει τοῦ α. b(BCE3E4) |
| book 13a | 〈Τευθρανίδην:〉 ἢ λείπει τὸ τ· ἢ Τευθράνου παῖδα. Til |
| book 13b | 〈Ἀρίσβῃ:〉 Τροίας. ἔστι δὲ καὶ Λέσβου. Til |
| book 14a.1 | 〈ἀφνειὸς βιότοιο:〉 πλούσιος τῷ βίῳ. b(BCE3) | δηλο‐ |
| book 14a.2 | νότι δι’ ὅλης πλουτῶν τῆς ζωῆς. b(BCE3E4) |
| book 14b | 〈βιότοιο:〉 ὡς καὶ „προτέρων ἐτέων“ (Λ 691). Til |
| book 15a | 〈πάντας:〉 πάντας τοὺς παρατυγχάνοντας. b(BCE3E4)Til |
| book 15b | 〈φιλέεσκεν: ὅτι〉 ἀντὶ τοῦ ἐξένιζεν. Aim |
| book 15c1.1 | 〈ὁδῷ ἔπι:〉 ἀντὶ †τοῦ πατρῶια†, ὡς καὶ ἐπὶ τῷ λιμένι |
| book 15c1.2 | οἰκῶν. Til |
| book 15c2 | ἡ δὲ ἐπί ἀντὶ τῆς παρά, ὡς τὸ ἐπὶ λιμένι οἰκῶν. b(BCE3E4) |
| book 16 | ἀλλά οἱ οὔτις τῶν γε 〈τότ’ ἤρκεσε λυγρὸν ὄλεθρον〉: |
| book 16.1 | δοκεῖ ἡ προσθήκη κάλλιστον τοῦτο καὶ βιωφελὲς ὑπάρχον ἐξευτελί‐ |
| book 16.2 | ζειν ὡς οὐκ ὂν καλόν. καίτοι ἐχρῆν μᾶλλον καὶ βοηθόν τινα ἐκ θεῶν |
| book 16.3 | τούτῳ ἀναπλάσαι, ἵν’ ἡμεῖς προτρεπώμεθα ἐπὶ τὸ φιλόξενον. ἢ οὖν |
| book 16.5.1 | ἁπλῶς ἀναπεφώνηται, ὡς τὸ „οὐδὲ ἑκηβολίαι“ (Ε 54), ἢ ἀποδοκι‐ |
| book 16.5.2 | μάζει τὴν ἄκριτον φιλοξενίαν καὶ τὸ μὴ ἐπικρίνειν, ποῖός τίς ἐστιν ᾧ |
| book 16.5.3 | μέλλει δεξιὰν συνάπτειν· ἐναρέτων γὰρ ἴδιον οὐχὶ τὸ πάντας φιλεῖν, |
| book 16.5.4 | ἀλλὰ τινάς· διὸ οὐδένα φίλον ἔσχεν. εἶτα καὶ ἐπίορκος μετὰ τῶν ἄλλων |
| book 16.5.5 | ὑπόκειται, τὰ δὲ καλὰ καθαρεύειν ἀπὸ τῶν ἐναντίων ὀφείλει. b(BE3 |
| book 16.10 | E4)T |
| book 17a.1 | 〈πρόσθεν ὑπαντιάσας:〉 διασταλτέον ἐπὶ τὸ ὑπαντι‐ |
| book 17a.2 | άσας. Aim |
| book 17b1.1 | ὑπαντιάσας: ἢ ὑπερασπίσας ἢ ἐναντιωθεὶς Διομήδει, ἢ |
| book 17b1.2 | ἀντὶ τοῦ πρὸ τούτου, ἵν’ ᾖ τὸ ὑπερβατόν· ‘ἀλλὰ πρόσθεν ὑπαντιά‐ |
| book 17b1.3 | σας ἄμφω θυμὸν ἀπηύρα‘. T |
| book 17b2.1 | ἢ ὑπερασπίσας ἢ ἐναντιωθεὶς Διομήδει, ἢ ἀντὶ τοῦ πρὸ |
| book 17b2.2 | τούτου, ἵνα ᾖ πρὸς Διομήδην καὶ καθ’ ὑπερβατόν: ‘ἀλλὰ πρόσθεν |
| book 17b2.3 | ὑπαντιάσας ἄμφω θυμὸν ἀπηύρα‘, τουτέστιν ἀμφοτέρων ἀφελόμενος |
| book 17b2.4 | τὸν θυμόν, αὐτοὺς ἀφείλετο· ἀφῃρημένης γὰρ τῆς ψυχῆς κωφὸν τὸ |
| book 17b2.5 | σῶμα λείπεται. b(BCE3E4) |
| book 17c1.1 | ἄμφω θυμὸν ἀπηύρα: πρὸς τὸ σχῆμα ἡ διπλῆ, ἀμφο‐ |
| book 17c1.2 | τέρους τὴν ψυχὴν ἀφείλετο ἀντὶ τοῦ ἀμφοτέρων· τὸ γὰρ ἄμφω ἢ |
| book 17c1.3 | ἀμφότεροι ἢ ἀμφοτέρους σημαίνει. A |
| book 17c2 | ἀμφοτέρους ἀφείλετο. Til |
| book 18 | {αὐτὸν καὶ θεράποντα} Καλήσιον: ὅτι ὀνοματοθετικὸς ὁ |
| book 18 | ποιητής· ἀπὸ γὰρ τοῦ καλεῖν ἐπὶ τὰ ξένια Καλήσιος. A |
| book 19a.1 | {ἔσκεν} ὑφηνίοχος: ὅτι παρέλκει ἡ πρόθεσις ὡς ἐν τῷ |
| book 19a.2 | „Ποσειδάωνος ὑποδμώσ“ (δ 386). A |
| book 19b.1 | ὑφηνίοχος: πλεονάζει ἡ ὑπό, ὥσπερ τὸ „ὑποδμώσ“ (δ |
| book 19b.2 | 386) b(BCE3E4)T καὶ „ἐπαινὴ Περσεφόνεια“ (Ι 457). T ἢ |
| book 19b.3 | ὅτι καὶ ὁ παραιβάτης ἡνίοχος λέγεται, ὡς τὸ „θρασὺν ἡνίοχον †φέ‐ |
| book 19b.4 | ροντες† / Ἕκτορα“ (Θ 89—90). b(BCE3E4)T |
| book 19c1 | 〈γαῖαν ἐδύτην:〉 ἐνεδύσαντο τὴν γῆν ταφέντες. Tt |
| book 19c2.1 | τὸ δὲ γαῖαν ἐδύτην φησίν, ὅτι γῆν ταφέντες ἐνεδύσαντο. |
| book 19c2.2 | b(BCE3E4) |
| book 21a1.1 | βῆ δὲ μετ’ Αἴσηπον 〈καὶ Πήδασον〉: Αἴσηπος ἐκ τοῦ |
| book 21a1.2 | ποταμοῦ, Πήδασος παρὰ τὸ †πηδύειν†. οἱ δὲ ἄλλοι ἱστορικοὶ τὸν |
| book 21a1.3 | Πήδασον „Τήρεχον“ καλοῦσιν. T |
| book 21a2.1 | οὗτος μὲν ἐξ Αἰσήπου τοῦ ποταμοῦ λέγεται, ὁ δὲ Πήδασος |
| book 21a2.2 | παρὰ τὸ πηδᾶν. οἱ δὲ περὶ Ἀρίσταρχον „Πήρεχον“ †τὴν† Πήδα‐ |
| book 21a2.3 | σον λέγουσιν. b(BCE3E4) |
| book 22a1.1 | νηΐς: ἢ παρὰ τὰ νάματα, ἢ παρὰ τὰ νήϊα ξύλα· φασὶ γὰρ |
| book 22a1.2 | τὰς λεγομένας νηΐδας νύμφας ἐν ὑλώδεσιν ὄρεσι διαιτᾶσθαι. b(BCE3E4) |
| book 22a2.1 | νηΐς: παρὰ τὰ νήματα· ἢ παρὰ τὰ νήϊα ξύλα, ὅ ἐστιν |
| book 22a2.2 | ἁμαδρυάς. T |
| book 22b1.1 | Ἀβαρβαρέη: κύριον. λέγεται δὲ τὸ πολὺ καὶ χυδαῖον |
| book 22b1.2 | †ἀβέρβελλον. b(BCE3E4) |
| book 22b2 | τὸ πολὺ †ἀβερβερέ. Til |
| book 23.1 | ἀγαυοῦ Λαομέδοντος: ἀγαυοῦ τῷ γένει ἢ τῷ κάλλει· οὐ |
| book 23.2 | γὰρ δὴ τοῦ Λαομέδοντος τὸν τρόπον ἐπαινεῖ, ὃς τοὺς περὶ Ἀπόλ‐ |
| book 23 | λωνα καὶ Ποσειδῶνα ἠδίκησε καὶ αὖθις τὸν Ἡρακλέα. b(BCE3E4)T |
| book 24a.1 | σκότιον: ὅτι τοὺς μὴ ἐκ φανερᾶς συνουσίας, λαθραίας δὲ |
| book 24a.2 | μίξεως γεγονότας σκοτίους καλεῖ, τοὺς δὲ αὐτοὺς καὶ παρθενίους (cf. |
| book 24a.3 | Π 180). A |
| book 24b.1 | σκότιον: ὡς λόγιον· τὸ γὰρ κύριον πρὸ τέλους ἔχει τὴν |
| book 24b.2 | ὀξεῖαν. Aim |
| book 24c.1 | σκότιον: τὸν ἐξ ἀδᾳδουχήτων γάμων, τὸν νόθον. | σκό‐ |
| book 24c.2 | τιον δὲ ὡς λόγιον· τὸ γὰρ κύριον παροξύνεται παρὰ Πινδάρῳ (fr. |
| book 24c.3 | 319). b(BCE3)T |
| book 24d | 〈ἑ:〉 τὸν Βουκολίωνα. Aint |
| book 25a.1 | {ποιμαίνων δ’} ἐπ’ ὄεσσι: 〈ὅτι〉 ἀντὶ τοῦ παρ’ ὄεσσι, καὶ |
| book 25a.2 | ὅτι ἐν τῷ τόπῳ τῶν οἰῶν λέγει. A |
| book 25b.1 | 〈ἐπ’ ὄεσσι:〉 Ἀττικῶς ἀπὸ τῶν ὄντων τὸν τόπον δηλοῖ, |
| book 25b.2 | ὡς τὸ „δήεις τόν γε σύεσσι παρήμενον“ (ν 407). b(BCE3E4)T |
| book 27.1 | 〈καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖα:〉 οὗ μὲν |
| book 27.2 | τὰ γένη προλέγει τῶν θανάτων, οὗ δὲ ἐπιλέγει. b(BCE3)Til |
| book 28.1 | καὶ ἀπ’ ὤμων τεύχε’ ἐσύλα: καὶ ἀπεγύμνου τῶν ὤμων |
| book 28.2 | τὰ ὅπλα. ἔστι δὲ ὑπερβατὸν καὶ συνεκδοχὴ ὅλου τοῦ σώματος. A |
| book 30-1.1 | ἐξενάριξεν / ἔγχεϊ χαλκείῳ: τὸ ἔγχεϊ (31) δύναται |
| book 30-1.2 | καὶ τοῖς †ἄνω τοῦ ἐξενάριξεν† συνεκδοχικῶς ἀντὶ τοῦ ἐφόνευσεν. σῴ‐ |
| book 30-1.3 | ζει μὲν οὖν καὶ πρὸς τὰ ἑξῆς. T |
| book 31a | ἔγχεϊ χαλκείῳ: τοῦτο δύναται καὶ τοῖς ἑξῆς συνάπτεσθαι· |
| book 31a | κοινὸν γὰρ τὸ „ἐξενάριξεν“ (Ζ 30). A |
| book 31b1.1 | 〈Ἀρετάονα:〉 οἱ μὲν Ἀρετάονα ἐξεδέξαντο, οἱ δὲ „ἄρ’“, |
| book 31b1.2 | εἶτα „Ἐτάονα“. Aim |
| book 31b2 | διχῶς καὶ „†ἐτήονα“. Til |
| book 32 | Ἄβληρον: βλῶ βλήσω βληρός καὶ Ἄβληρος. T |
| book 34.1 | ναῖε δὲ Σατνιόεντος: ὅτι Ζηνόδοτος γράφει „ὃς †ναῖε† Σα‐ |
| book 34.2 | τνιόεντοσ“, ὁ Ἔλατος. κακόφωνον δὲ γίνεται. A |
| book 35a.1 | Πήδασον αἰπεινήν: ταύτην τὴν Πήδασον πρότερον μὲν |
| book 35a.2 | Μονηνίαν φασὶ καλεῖσθαι. Ἀχιλλέως δὲ αὐτὴν ἐπὶ πολὺ πολιορκοῦν‐ |
| book 35a.3 | τος, εἶτα μέλλοντος ἀναχωρεῖν †πεισιδίκη† παρθένος τις ἐρασθεῖσα |
| book 35a.4 | αὐτοῦ ἐν μήλῳ ἔγραψεν· „Μὴ σπεῦδ’, Ἀχιλλεῦ, πρὶν Μονηνίαν |
| book 35a.5.1 | ἕλῃς· / ὕδωρ γὰρ οὐκ ἔνεστι. †διψῶσι† κακῶσ“. ὁ δὲ περιμείνας ὑπέ‐ |
| book 35a.5.2 | ταξε τὴν πόλιν b(BCE3E4)T καὶ Πήδασον ὠνόμασε διὰ τὴν |
| book 35a.5.3 | παρθένον. b(BCE3E4) |
| book 35a.1 | Πήδασον αἰπεινήν {φύλακον δ’ ἕλε λήϊτος ἥρως}: Ἀχιλ‐ |
| book 35a.2 | λεὺς ὑπὸ τὸν Τρωϊκὸν πόλεμον—παρὰ Δημητρίῳ (Demetr. |
| book 35a.10.1 | Sc. fr. 32 G.; Demetr. Phal., FGrHist 228, 50 = fr. 207 We.) καὶ |
| book 35a.10.2 | Ἡσιόδῳ (fr. 214 M.—W.). A |
| book 35b.1 | Πήδασον: τὴν πρὸς Καρίᾳ καὶ Ἁλικαρνασ〈σ〉ῷ, ἣν ἀπὸ |
| book 35b.2 | Πηγάσου καλοῦσιν· ὑπέσχοντο γὰρ δώσειν αὐτῷ χώραν, ἣν ὁ ἵππος |
| book 35b.3 | νυχθημέρῳ περιτροχάσει· διὸ καὶ χάραγμα τοῦ ἵππου ἔχουσιν. ἔστι |
| book 35b | δὲ καὶ ἄλλη Τρῳάς, ἣν ἅμα Λυρνησ〈σ〉ῷ καταλέγει (sc. Υ 92). T |
| book 36.1 | φεύγοντ’ {εὐρύπυλος δέ}: καὶ τοῦτο δύναται τοῖς ἑξῆς |
| book 36.2 | συνάπτεσθαι, φεύγοντ’ Εὐρύπυλος δέ. ἐπὶ δὲ τῶν τοιούτων νοεί‐ |
| book 36.3 | σθω ὅτι οὐχ Ὁμηρικὸν τὸ τοῦ συνδέσμου ὑπερβατόν. A |
| book 37-65.1 | Ἄδρηστον δ’ ἄρ’ ἔπειτα〈—μείλινον ἔγχοσ〉: |
| book 37-65.2 | καλὸν ἐπεισόδιον πρὸς ἐξαλλαγὴν ταυτότητος. b(BCE3)T |
| book 38a.1 | 〈ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο:〉 ὅτι ἐλλείπει ἡ |
| book 38a.2 | διά, καὶ ἵππω δυϊκῶς ὡς ἐπὶ ξυνωρίδος ἔφη. Aim |
| book 38b1.1 | ἀτυζομένω: ἀτῶ ἄττω ἀτύσω, ἀτύζω Αἰολικῶς. | ἀτυ‐ |
| book 38b1.2 | ζομένω δὲ ἀντὶ τοῦ ταρασσομένω. T |
| book 38b2.1 | ἀπὸ τοῦ †ἄττω ἀτῶ† ἀτύσω, Αἰολικῶς ἀτύζω. b(BCE3, |
| book 38b2.2 | bis in E4) |
| book 38-41.1 | ἵππω γὰρ—φοβέοντο: ἀναγκαῖαι διαστολαὶ |
| book 38-41.2 | ἐπὶ τὸ πεδίοιο (38), μυρικίνῳ (39), ῥυμῷ (40), πρὸς πόλιν (41), |
| book 38-41.3 | ἵν’ ᾖ σαφέστερον. A |
| book 39a.1 | ἐνί: οὐκ ἀναγκαῖον ἀναστρέφειν· δύναται γὰρ πρὸς τὸ |
| book 39a.2 | μυρικίνῳ συντάσσεσθαι. A |
| book 39b.1 | ὄζῳ 〈...〉 μυρικίνῳ: ἐπεὶ μεταξὺ ποταμῶν ἡ μάχη, εἰκό‐ |
| book 39b.2 | τως μυρίκαι πολλαί. καὶ ἐν τῇ Δολωνοφονίᾳ (Κ 466)· „θῆκεν ἀνὰ |
| book 39b.3 | μυρίκην“. b(BCE3E4)T |
| book 39c | ἀγκύλον: διὰ τοὺς τροχούς. b(BCE3E4)Til |
| book 40a.1 | 〈ἐν πρώτῳ ῥυμῷ:〉 ὅτι πρώτῳ ἀντὶ τοῦ ἄκρῳ καὶ ὅτι |
| book 40a.2 | εἷς ῥυμός. Aint |
| book 40b1.1 | 〈ἄξαντ’ ἐν πρώτῳ ῥυμῷ:〉 ἐνταῦθα ἢ τὸν ἄξονα λέγει |
| book 40b1.2 | ἢ τὸ τοῦ ῥυμοῦ τέλος, ὃ προσερείδεται τῷ ζυγῷ. b(BCE3E4) ἄμει‐ |
| book 40b1.3 | νον δὲ λέγειν τὸν ἄξονα· καὶ γὰρ καὶ „παρὰ τροχὸν ἐξεκυλίσθη“ |
| book 40b1 | (Ζ 42). b(BCE3) |
| book 40b2 | παρὰ τὸν ἄξονα, ἐπεὶ καὶ „παρὰ τροχὸν ἐξεκυλίσθη“. Til |
| book 40-4.1 | αὐτὼ μὲν ἐβήτην / πρὸς πόλιν〈—ἔγχοσ〉: γρα‐ |
| book 40-4.2 | φικῶς οἱ μὲν ἵπποι φεύγουσιν ἐπικειμένου τοῦ ζυγοῦ, τὸ δὲ ἅρμα |
| book 40-4.3 | ἐμπλέκεται μυρίκης κλάδῳ, ὁ δὲ Ἄδραστος κυλισθεὶς ἐκ τοῦ ἅρματος |
| book 40-4.4 | κεῖται παρὰ τὸν τροχὸν ἐπὶ πρόσωπον, ὁ δὲ Μενέλαος ἀνατετακὼς |
| book 40-4.5 | τὸ δόρυ ἐφέστηκεν αὐτῷ. b(BCE3E4)T |
| book 41a.1 | {πρὸς πόλιν ἧιπερ οἱ ἄλλοι} ἀτυζόμενοι φοβέοντο: ὅτι |
| book 41a.2 | ἀντὶ τοῦ ἔφευγον· ἐπὶ τούτου γὰρ ἀεὶ τὴν λέξιν τίθησιν. | τὸ δὲ ἀτυ‐ |
| book 41a.3 | ζόμενοι παρὰ τὸ ἀτῶ ἄττω ἀτύω καὶ ἀτύζω Αἰολικῶς. A |
| book 41b.1 | 〈ἀτυζόμενοι φοβέοντο:〉 ἐκπλησσόμενοι ἔφευγον καὶ |
| book 41b.2 | φοβούμενοι καὶ ταρασσόμενοι. Til |
| book 43.1 | πρηνὴς ἐν κονίῃσιν ἐπὶ στόμα: ἡ διπλῆ, ὅτι ἐξηγήσατο |
| book 43.2 | τί ἐστι τὸ πρηνής, ὡς „μῆλ’, ὄϊές τε καὶ αἶγεσ“ (ι 184). A | στόμα |
| book 43.3 | τὸ πρόσωπον. οὕτως Λάκωνες. ATil |
| book 45.1 | ἐλίσσετο γούνων: οὐδεὶς Ἑλλήνων τοῦτο ποιεῖ. T γού‐ |
| book 45.2 | νων δὲ ὡς ἀσθενούσης κατ’ ἐκεῖνο τὸ μέρος τῆς ψυχῆς. AT |
| book 45-6.1 | 〈λαβὼν ἐλίσσετο γούνων· / „ζώγρει, Ἀτρέος υἱέ“:〉 |
| book 45-6.2 | λείπει ‘ταῦτα λέγων‘. ἢ Til ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμη‐ |
| book 45-6.3 | τικὸν μέτεισιν. b(BCE3)Til |
| book 46.1 | ἄξια δέξαι ἄποινα: οὐχ ὥρισε ποσότητα, †ἐν ἑαυτῷ† κα‐ |
| book 46.2 | ταλιπὼν τὸν ἀριθμόν. b(BCE3)T |
| book 47-9a1.1 | 〈πολλὰ δ’—ἄποινα:〉 ἵνα μὴ ὡς πτωχῷ |
| book 47-9a1.2 | ἀπιστῇ. Til |
| book 47-9a2 | ταῦτα δὲ λέγει, ἵνα μὴ ὡς πένητι αὐτῷ ἀπιστήσῃ. b(BCE3) |
| book 48.1 | πολύκμητος: ὁ ἤδη εἰργασμένος· ἢ ὁ πολλοὺς κάμνειν, του‐ |
| book 48.2 | τέστιν ἀποθνῄσκειν, ποιῶν· ἢ ὁ εἰς πολλοὺς καμάτους ἐπιτήδειος. |
| book 48.3 | b(BCE3E4)T ἢ ὁ δυσκατέργαστος. b(BCE3)T |
| book 49.1 | χαρίσαιτο: μετὰ χαρᾶς δοίη. ἢ τὴν πρᾶσιν ἑτέρῳ ὀνόματι |
| book 49.2 | ἐσκέπασεν. b(BCE3E4)Til |
| book 50.1 | 〈πεπύθοιτ’:〉 πρὸς τὸν ἀναδιπλασιασμὸν ὅτι ὡς „λελάχω‐ |
| book 50.2 | σιν“ (Η 80 al.), ἀντὶ τοῦ πύθοιτο. Aint |
| book 51a1.1 | 〈τῷ δ’ ἄρα θυμόν:〉 διὸ καὶ „μαλθακὸς αἰχμητήσ“ (Ρ |
| book 51a1.2 | 588). Til |
| book 51a2.1 | „μαλθακόσ“ ἐστιν „αἰχμητήσ“, ὅτι λόγος πολεμίου τὴν |
| book 51a2.2 | ψυχὴν αὐτοῦ ὤρινεν. b(BCE3E4) |
| book 53 | 〈καταξέμεν:〉 ὑψηλὴ γὰρ καὶ ἀνεμόεσσα ἡ Ἴλιος. b(BCE3E4) |
| book 54a1.1 | 〈ἀντίος:〉 οὕτως Ἀρίσταρχος διὰ τοῦ ς, ἄλλοι δὲ διὰ |
| book 54a1.2 | τοῦ ν. Aim |
| book 54a2.1 | τὸ δὲ ἀντίος ὁ μὲν Ζηνόδοτος διὰ τοῦ ν γράφει „ἀντίον“, |
| book 54a2.2 | ὁ δὲ Ἀρίσταρχος διὰ τοῦ ς, ἀντίος, ὃ καὶ ἄμεινον. b(BCE3) |
| book 54b.1 | 〈ἦλθε θέων:〉 ἦλθε πρὶν συνθέσθαι Μενέλαον. b(BCE3 |
| book 54b.2 | E4)Til |
| book 55a.1 | 〈ὦ πέπον ὦ Μενέλαε:〉 πλεονάζει τὸ ἄρθρον. τὸ δὲ σχῆμα |
| book 55a.2 | πολὺ παρὰ Ἀττικοῖς ἐστιν. Til |
| book 55b.1 | τίη δὲ σὺ κήδεαι: εὐχὴν δαιμονίαν τὸν ἔλεον εἶπεν. | τίη |
| book 55b.2 | μία λέξις ἀδιαίρετος. T |
| book 56 | 〈ἦ:〉 ὁ ἦ περισπᾶται· διαπορητικὸς γάρ. Aim |
| book 56-7.1 | ἦ σοι ἄριστα〈— / πρὸς Τρώων:〉 περισπαστέον |
| book 56-7.2 | τὸν ἦ· διαπορητικὸς γάρ ἐστι. | πολὺ δὲ τὸ ἦθος ἐμφαίνει λέγων b |
| book 56-7.3 | (BCE3)T ‘ἆρα καλά ἐστιν, ἃ πέπονθας πρὸς αὐτῶν;‘ b(BCE3 |
| book 56-7.4 | E4)T |
| book 58-9a1.1 | 〈χεῖράς θ’ ἡμετέρας. μηδ’ ὅν τινα γαστέρι μήτηρ / |
| book 58-9a1.2 | κοῦρον ἐόντα φέροι, μηδ’ ὃς φύγοι:〉 ὑποστικτέον ἐπὶ τὸ φέροι |
| book 58-9a1.3 | (59) ἵνα στίζωμεν ἐπὶ τὸ ἡμετέρας (58). Aim |
| book 58-9a2 | στικτέον εἰς τὸ ἡμετέρας. b(BCE3)Til |
| book 58-9b.1 | μηδ’ ὅντινα〈—μηδ’ ὃς φύγοι〉: μισητὰ καὶ οὐχ |
| book 58-9b.2 | ἁρμόζοντα βασιλικῷ ἤθει τὰ ῥήματα· τρόπου γὰρ ἐνδείκνυσι θηριό‐ |
| book 58-9b.3 | τητα, ὁ δὲ ἀκροατὴς ἄνθρωπος ὢν μισεῖ τὸ ἄγαν πικρὸν καὶ ἀπάν‐ |
| book 58-9b.4 | θρωπον. ὅθεν κἀν ταῖς τραγῳδίαις κρύπτουσι τοὺς δρῶντας τὰ τοι‐ |
| book 58-9b.5.1 | αῦτα ἐν ταῖς σκηναῖς καὶ ἢ φωναῖς τισιν ἐξακουομέναις ἢ δι’ ἀγγέλων |
| book 58-9b.5.2 | ὕστερον σημαίνουσι τὰ πραχθέντα, οὐδὲν ἄλλο ἢ φοβούμενοι, μὴ |
| book 58-9b.5.3 | αὐτοὶ συμμισηθῶσι τοῖς δρωμένοις. λεκτέον δὲ ὅτι, εἰ μὲν ἐλέγετο |
| book 58-9b.5.4 | ταῦτα πρὸ τῆς ἐπιορκίας, ἔγκλημα ἂν ἦν· ἐπεὶ δὲ μετὰ τοὺς ὅρκους |
| book 58-9b.5.5 | καὶ τὴν παράβασιν, οὐκ ἐπαχθὴς Ἀγαμέμνων· σχεδὸν γὰρ καὶ ὁ |
| book 58-9b.10.1 | ἀκροατὴς τοῦτο βούλεται, τὸ μηδὲ γένος ἐπιλιμπάνεσθαι τῶν ἐπιόρ‐ |
| book 58-9b.10.2 | κων. b(BCE3E4)T σχεδὸν οὖν ὑπὲρ τῶν θεῶν ὀργίζεται. ἄλλως |
| book 58-9b.10.3 | δὲ πρᾷος μέν ἐστι πρὸς τοὺς ἀρχομένους, βαρὺς δὲ τοῖς ἀντιπάλοις· |
| book 58-9b.10.4 | b(BE3E4)T τοῦτο γὰρ βασιλέως ἀγαθοῦ καὶ ἰσχυροῦ. b(BE3 |
| book 58-9b.10.5 | E4) καὶ „αὐτίκ’ ἂν ἐξείποι Ἀγαμέμνονι“ (Ω 654)· „〈ἀμφότερον〉 |
| book 58-9b.15 | βασιλεύς τ’ ἀγαθὸς κρατερός τ’ αἰχμητήσ“ (Γ 179). T |
| book 59 | 〈κοῦρον ἐόντα:〉 ἄχρηστον γὰρ εἰς μάχην τὸ θῆλυ. b (E3) |
| book 60a | ἀκήδεστοι: μὴ ἔχοντες τὸν κηδεύοντα. b(BCE3E4)T |
| book 60b.1 | ἄφαντοι: ὡς μηδὲ μνημεῖον αὐτῶν παραλείπεσθαι. b(BC |
| book 60b.2 | E3E4)T |
| book 61 | 〈παρέπεισεν:〉 γράφεται „ἔτρεψεν“. Aim |
| book 62a.1 | αἴσιμα παρειπών: εἱμαρμένα, ἢ T τὰ πρέποντα τοῖς |
| book 62a.2 | ἀδικουμένοις. ἐμαρτύρησε δὲ ὁ ποιητὴς αὐτῷ ὡς καλῶς διαθεμένῳ |
| book 62a.3 | τοὺς λόγους. b(BCE3E4)T |
| book 62b1.1 | ὁ δ’ ἀπὸ ἕθεν ὤσατο χειρί: μέτριον καὶ ἀόργητον χα‐ |
| book 62b1.2 | ρακτηρίζει τοῦ Μενελάου τὸ ἦθος· †ὁ πρότερον μὲν ἀδικηθείς, νῦν δὲ |
| book 62b1.3 | ἐπὶ σπονδαῖς τρωθεὶς φείδεται τῆς τοῦ πολεμίου πληγῆς καὶ ὡς ἱκέτην |
| book 62b1.4 | οὐ φονεύει. T |
| book 62b2.1 | ὁ δὲ Μενέλαος ὡς ἱκέτην οὐ φονεύει. μέτριον οὖν καὶ ἀόργη‐ |
| book 62b2.2 | τον τὸ τούτου ἦθος χαρακτηρίζει· ὁ πρότερον γὰρ ἀδικηθείς, νῦν δὲ |
| book 62b2.3 | τρωθεὶς ἐπὶ σπονδαῖς φείδεται τοῦ πολεμίου. b(BCE3E4) |
| book 63.1 | 〈ἥρω Ἄδρηστον:〉 τὸ δὲ ἥρω Ἄδρηστον κατὰ συναλι‐ |
| book 63.2 | φήν. T |
| book 64 | 〈Ἀτρείδης δέ:〉 πρὸς τὴν ἐπανάληψιν. Aim |
| book 66a1.1 | Νέστωρ δ’ Ἀργείοισιν ἐκέκλετο μακρὸν ἀύσας: |
| book 66a1.2 | μακρὸν ὡς πρὸς ἑαυτόν. ἢ ῥώννυται ὑπὸ τῆς χαρᾶς. T |
| book 66a2 | ὡς πρὸς τὴν ἑαυτοῦ δύναμιν μακρόν. ἢ καὶ αὐτὸς ὑπὸ |
| book 66a2 | τῆς χαρᾶς ἐπιρρώνυται. b(BCE3E4) |
| book 68-9.1 | 〈μή τις νῦν ἐνάρων ἐπιβαλλόμενος μετόπισθεν / |
| book 68-9.2 | μιμνέτω:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ ἐπιβαλλόμενος πρὸς τὸ |
| book 68-9.3 | σαφέστερον. Aim |
| book 68 | 〈ἐπιβαλλόμενος:〉 ἀντὶ τοῦ ἐπιθυμῶν. Til |
| book 68 | {ὅτι} ἐπιβολὴν ποιούμενος εἰς ἀναίρεσιν. Aint |
| book 70.1 | ἀλλ’ ἄνδρας κτείνωμεν: τῷ πόνῳ συζεύγνυσιν ἑαυτὸν |
| book 70.2 | δυσωπῶν τοὺς νέους. διὰ δὲ τὸ νεμεσητὸν οὐ πρὸ τῆς συμβολῆς τοῦτο |
| book 70.3 | παραινεῖ. b(BCE3E4)T καὶ Ἕκτωρ „ἐᾶν δ’ ἔναρα“ (Ο 347). |
| book 70.4 | καὶ Λακεδαιμόνιοι τοῦτο ἐθέσπισαν, †τοὺς† ἄνδρας ἐπὶ τὸ πράσσειν |
| book 70.5.1 | τοῦτο τεταχότες. T τακτικὸς οὖν καὶ νῦν ὁ Νέστωρ φαίνεται. |
| book 70.5.2 | b(BCE3E4)T |
| book 71a1.1 | νεκροὺς ἂμ πεδίον συλήσετε τεθνηῶτας: οὕτως |
| book 71a1.2 | Ἀρίσταρχος. ὁ δὲ Ζηνόδοτος „Τρώων ἂμ πεδίον συλήσομεν ἔντεα |
| book 71a1.3 | νεκρούσ“. Ἀθηνοκλέους δὲ ἐν τῷ Περὶ Ὁμήρου παρατηρήσαντος ὅτι |
| book 71a1.4 | τῷ μὲν καμάτῳ καὶ ἑαυτὸν ὁ Νέστωρ ὑποβάλλει λέγων „κτείνωμεν“ |
| book 71a1.5.1 | (Ζ 70), τὸ δὲ κέρδος ἴδιον ποιεῖται τῶν στρατιωτῶν ἐν τῷ συλήσετε, |
| book 71a1.5.2 | ὁ Χαῖρις (fr. 3 B.) Ὁμηρικὸν εἶναί φησι τὸν τῆς ἑρμηνείας χαρα‐ |
| book 71a1.5.3 | κτῆρα ὡς ἐν τούτοις· „ἄλλοι μὲν γὰρ πάντες, ὅσοι θεοί εἰς’ ἐν Ὀλύμ‐ |
| book 71a1.5.4 | πῳ, / σοί τ’ ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστοσ“ (Ε 877—8)· ἔδει |
| book 71a1.5.5 | γὰρ δέδμηνται ὡς πείθονται ἢ ἀνάπαλιν. καὶ πάλιν· „ἀλλ’ ἄγεθ’, ὡς |
| book 71a1.10.1 | ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες· / νῦν μὲν δόρπον ἕλεσθε κατὰ στρα‐ |
| book 71a1.10.2 | τόν“ (Σ 297—8), καὶ ἀλλαχοῦ· οὐδὲ γὰρ ἄλλως ἀκμάζει ὁ Νέστωρ, |
| book 71a1.10.3 | ἀλλ’ ὑπὸ γήρως ἔοικεν ἀπειρηκέναι. ταῦτα ὁ Δίδυμος (p. 114 Schm.). A |
| book 71a2 | οὕτως Ἀρίσταρχος τεθνηῶτας. Aim |
| book 71b.1 | νεκροὺς ἂμ πεδίον 〈συλήσετε τεθνηῶτασ〉: Ζηνόδοτος |
| book 71b.2 | „Τρώων ἂμ πεδίον συλήσομεν ἔντεα νεκρούσ“, ἵνα μὴ μόνον εἰς τὴν |
| book 71b.3 | πρᾶξιν, ἀλλὰ καὶ εἰς τὸ κέρδος συμπεριλαμβάνοι ἑαυτὸν ὁ Νέστωρ |
| book 71b.4 | ἀγνοεῖ δὲ ὅτι ἔθος ἐστὶν Ὁμηρικὸν τὸ τοιοῦτον ὡς ἐν τῷ b(BCE3 |
| book 71b.5.1 | E4)T „ἄλλοι μὲν γὰρ 〈πάντεσ〉, ὅσοι θεοί εἰς’ ἐν Ὀλύμπῳ, / σοί |
| book 71b.5.2 | τ’ ἐπιπείθονται καὶ δεδμήμε〈σ〉θα ἕκαστοσ“ (Ε 877—8)· ἔδει γὰρ |
| book 71b.5.3 | δέδμηνται. καὶ πάλιν· T „ἀλλ’ ἄγεθ’, ὡς ἂν ἐγὼ εἴπω, πειθώ‐ |
| book 71b.5.4 | μεθα πάντες· / νῦν μὲν δόρπον ἕλεσθε b(BCE3E4)T κατὰ στρα‐ |
| book 71b.5.5 | τὸν ἐν τελέεσσιν“ (Σ 297—8)· ἔδει γὰρ εἰπεῖν ἑλώμεθα. b(BCE3E4) | |
| book 71b.10.1 | τὸ δὲ νεκροὺς τεθνηῶτας ὡς „τάφρον ὀρυκτήν“ (Ι 67). b(BCE3 |
| book 71b.10.2 | E4)T |
| book 73.1 | ἔνθα κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπ’ Ἀχαιῶν: οἶδε τὸ |
| book 73.2 | τῆς εἱμαρμένης ὁ ποιητής, ὡς καὶ ἐπὶ Ἀχιλλέως· καὶ νῦν ἀπώλοντο |
| book 73.3 | ἄν, εἰ μὴ ἱκέτευσαν· ἐπεὶ δὲ ἱκέτευσαν, μόνον ἐδυστύχησαν. b(BCE3)T |
| book 76a.1 | Πριαμίδης Ἕλενος: λέγεται τὸν Ἕλενον δίδυμον εἶναι |
| book 76a.2 | Κασάνδρας, τεχθέντα〈σ〉 δὲ καταλειφθῆναι μόνους ἐν τῷ τοῦ Θυμ‐ |
| book 76a.3 | βραίου Ἀπόλλωνος ἱερῷ, καὶ δράκοντας ἀποψῆσαι τὴν ἀκοήν, καὶ |
| book 76a.4 | τὴν μαντείαν ἐντεῦθεν λαβεῖν. T |
| book 76b1.1 | Πριαμίδης Ἕλενος, 〈οἰωνοπόλων ὄχ’ ἄριστοσ〉: |
| book 76b1.2 | Ἀμμώνιος ὡς Ἀριστάρχειον προφέρεται καὶ ταύτην τὴν γραφὴν |
| book 76b1.3 | „Πριαμίδης Ἕλενος μάντις τ’ οἰωνοπόλος τε“. ἔργον δὲ τὸ σαφὲς |
| book 76b1.4 | εἰπεῖν· διὸ διχῶς. A |
| book 76b2 | Ἀρίσταρχος „μάντις τ’ οἰωνοπόλος τε“. Til |
| book 77a.1 | Αἰνεία τε καὶ Ἕκτορ: διὰ τὸ ἀλαζονικὸν συμπεριλαμ‐ |
| book 77a.2 | βάνει καὶ τὸν Αἰνείαν· τραχὺς γὰρ πρὸς τοὺς συμβούλους ὁ Ἕκτωρ. |
| book 77a.3 | b(BCE3E4)T |
| book 77b.1 | 〈πόνος:〉 ὅτι τὸ κατὰ τὸν πόλεμον ἔργον πόνον εἴρηκε |
| book 77b.2 | πάλιν. Aim |
| book 78a.1 | Τρώων καὶ Λυκίων 〈ἐγκέκλιται〉: Λυκίων κατ’ ἐξοχὴν |
| book 78a.2 | τῶν συμμάχων. ἐγκέκλιται δὲ ἐρήρεισται, ὅθεν καὶ „ἀστραβῆ κίονα“ |
| book 78a.3 | (Pind. Ol. 2, 82) καὶ „κίονι κεκλιμένη“ (ζ 307) καὶ „Ἀλκινόου δ’ |
| book 78a.4 | ἐκ τοῦδ’ ἔχεται“ (λ 346), οἷον ἐὰν ἀπόλησθε ὑμεῖς, στραφήσεται ὁ |
| book 78a.5 | πόλεμος καὶ ἡ βουλή. T |
| book 78b.1 | ἐγκέκλιται: ἐρήρεισται, ἐκ μεταφορᾶς τῶν καμνόντων |
| book 78b.2 | ἀρρωστίαις καὶ προσαναπαυομένων ἰσχυροτέροις σώμασιν, ἢ τῶν |
| book 78b.3 | ζυγοστατουμένων. A b (BCE3E4) | Λυκίων δὲ κατ’ ἐξοχὴν τῶν |
| book 78b.4 | συμμάχων. φησὶ δὲ ὅτι ἐὰν ὑμεῖς ἀπόλησθε, στραφήσεται ὁ πόλεμος |
| book 78b.5 | καὶ ἡ βουλή. b(BCE3E4) |
| book 78b.1 | ἐγκέκλιται: ἐπίκειται, ἔγκειται, ἐμπέπηκται, ἐν τῇ ὑμετέρᾳ |
| book 78b.2 | —πραγμάτων. A |
| book 79a | 〈πᾶσαν ἐπ’ ἰθύν:〉 εἰς πᾶσαν ὁρμήν. Aim |
| book 79b.1 | μάχεσθαί 〈τε〉 φρονέειν τε: ἀρετὴ τῶν ἡγουμένων βου‐ |
| book 79b.2 | λεύεσθαι μὲν ἄριστα τὸ συμφέρον, πράττειν δὲ κάλλιστα τὸ βεβου‐ |
| book 79b.3 | λευμένον. θεραπεύει δὲ αὐτούς, ἵνα ὡς φρόνιμοι δέξαιντο τὴν συμβου‐ |
| book 79b.4 | λήν. Ἕκτορα δὲ πέμπει ὡς πείσοντα τὴν θεὸν διὰ τῆς ἀξιοπιστίας. |
| book 79b.5 | b(BCE3E4)T |
| book 80-1.1 | στῆτ’ αὐτοῦ 〈καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων /〉 |
| book 80-1.2 | πάντῃ ἐποιχόμενοι: ὁ τρόπος σύλληψις· b(BCE3)T τῷ μὲν |
| book 80-1.3 | ἑνὶ στῆναι κελεύει πρὸ τῶν πυλῶν μὴ συγχωροῦντι φυγεῖν, τῷ δὲ |
| book 80-1.4 | ἑτέρῳ περιϊέναι ὀτρύνοντι. ἢ τὸ στῆτε (80) τῆς φυγῆς παύεσθε. οἱ |
| book 80-1.5.1 | δὲ ἀναστρέφουσιν ὡς τὸ „εἵματα †ἀμφιέσασα θυώδεα καὶ λούσασα“ |
| book 80-1.5.2 | (ε 264). b(BCE3E4)T |
| book 81a1.1 | ἐν χερσὶ γυναικῶν: καλῶς οὐκ εἶπε πύλῃσιν ἢ †οἴκησιν· |
| book 81a1.2 | εὐσχερωνέστερον† δὲ τοῦ ἱστορουμένου περὶ τὰς Περσικὰς γυναῖκας. T |
| book 81a2.1 | καλῶς οὐκ εἶπε πύλῃσιν ἢ οἴκοισιν (τοῦτο γὰρ εὐσχημο‐ |
| book 81a2.2 | νέστερον), ἀλλὰ χερσὶ γυναικῶν· τοῦτο δὲ ἀσχημονέστερον καὶ ἀτι‐ |
| book 81a2.3 | μότερον. b(BCE3E4) |
| book 84.1 | 〈ἡμεῖς:〉 ἐγὼ καὶ Αἰνείας. πιθανῶς τοῖς ἐπικινδύνοις ἑαυτὸν |
| book 84.2 | καταλέγει. b(BCE3E4)Til |
| book 86 | 〈μετέρχεο:〉 πλεονάζει ἡ μετα. Til |
| book 87a1 | 〈ξυνάγουσα:〉 ὅτι 〈ὁ〉 χρόνος ἐνήλλακται, ἀντὶ τοῦ συνα‐ |
| book 87a1 | γαγοῦσα. Aint |
| book 87a2 | τὸ δὲ ξυνάγουσα ἀντὶ τοῦ συνάξασα. T |
| book 87b.1 | γεραιάς: τινὲς „γεραίρασ“, τὰς ἱερείας τὰς ἐκ τῶν ἱερῶν |
| book 87b.2 | γέρας δεχομένας. b(BCE3E4)T |
| book 87-9.1 | ἡ δὲ ξυνάγουσα γεραιάς—δόμοιο: συναπτέον |
| book 87-9.2 | τὸ ἡ δὲ ξυνάγουσα γεραιάς (87) τῷ νηὸν Ἀθηναίης (88), A |
| book 87-9.3 | Aint ἵνα διαστέλλωμεν ἐν πόλει ἄκρῃ· A λειπούσης γὰρ |
| book 87-9.4 | τῆς εἴς προθέσεως καὶ τοῦ καί συνδέσμου γίνεται ὁ λόγος· ἡ δὲ ξυνά‐ |
| book 87-9.5.1 | γουσα τὰς γεραιὰς εἰς τὸν τῆς Ἀθηνᾶς ναὸν καὶ ἀνοίξασα τὰς θύρας |
| book 87-9.5.2 | AAint τοῦ ἱεροῦ οἴκου τὸν πέπλον ἀναθέτω. A ἐὰν δὲ συν‐ |
| book 87-9.5.3 | άπτωνται οἱ δύο στίχοι, AAint νηὸν Ἀθηναίης (88) καὶ |
| book 87-9.5.4 | οἴξασα κληῗδι θύρας (89), A ἡ φράσις σόλοικος, AAint τὸν |
| book 87-9.5.5 | ναὸν ἀνοίξασα τὰς θύρας αὐτοῦ. A |
| book 88-9.1 | νηὸν〈— /〉 οἴξασα κληῗδι θύρας: περισσοὶ οἱ |
| book 88-9.2 | δύο· διὸ οὐδὲ ὑπὸ τοῦ Ἕκτορος λέγονται (cf. Ζ 269 sq.)· τί γὰρ |
| book 88-9.3 | αὐτῇ προσῆκε τὸ οἶξαι; b(BCE3)T |
| book 88a.1 | Ἀθηναίης γλαυκώπιδος: εἰς τὸ γλαυκώπιδος στι‐ |
| book 88a.2 | κτέον, καὶ λείπει ἡ εἴς· b(BCE3)T συνάξασα εἰς τὸν ναὸν τὰς |
| book 88a.3 | γεραιὰς καὶ ἀνοίξασα τὰς θύρας ἐν τῇ ἀκροπόλει. b(BCE3E4)T |
| book 88b.1 | ἐν πόλει ἄκρῃ: διάλυσις ἢ μετατύπωσις ὁ τρόπος. ATt | |
| book 88b.2 | φασὶν Ἥφαιστον ἐκ τῶν ὀστῶν Πέλοπος πεποιηκέναι τὸ Παλλάδιον. |
| book 88b | b (E4)Tt |
| book 90a.1 | {πέπλον} ὅς οἱ: τὴν ὅς ὀξυτονητέον διὰ τὴν οἱ ἀντωνυ‐ |
| book 90a.2 | μίαν, ἥτις νῦν ἐγκλιτική ἐστιν. A |
| book 90b.1 | 〈ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστος:〉 διδάσκει ἐκ |
| book 90b.2 | τῶν καλλιστευόντων τιμᾶν τοὺς θεούς. b(BCE3, E4 [bis]) Til |
| book 92a.1 | ἐπὶ γούνασιν: ἡ διπλῆ, ὅτι ἀντὶ τῆς παρά, ἵν’ ᾖ παρὰ |
| book 92a.2 | γούνασιν· ὀρθὰ γὰρ τὰ Παλλάδια κατεσκεύασται. καὶ ἔστιν ὅμοιον |
| book 92a.3 | τῷ „ἡ μὲν ἐπ’ ἐσχάρῃ“ (ζ 52) ἀντὶ τοῦ παρ’ ἐσχάρῃ· ἡ γὰρ ἐπί τὴν |
| book 92a.4 | ἐπάνω σχέσιν σημαίνει. | διὸ οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν. A |
| book 92b.1 | Ἀθηναίης ἐπὶ γούνασιν: ἡ ἐπί ἀντὶ τῆς παρά, ὁμοίως |
| book 92b.2 | τῷ „ἡ μὲν ἐπ’ ἐσχάρῃ ἧστο“ (ζ 52). b(BCE3)T | Στράβων (13, 1, |
| book 92b.3 | 41, p. 601) γάρ φησι καθῆσθαι πρώην τὰ ἀγάλματα τῆς Ἀθηνᾶς. |
| book 92b.4 | ἢ ἐξαρτῆσαι αὐτῆς κελεύει. b(BCE3E4)T |
| book 92c.1 | θεῖναι Ἀθηναίης 〈ἐπὶ γούνασιν ἠϋκόμοιο〉: φασὶ |
| book 92c.2 | τὸ διοπετὲς †ἀνδρὸς† δορὰν ἠμφιέσθαι, ἔχειν δὲ στέμματα καὶ ἠλα‐ |
| book 92c.3 | κάτην, ἐν δὲ τῇ κεφαλῇ πόλιν κἀν τῇ δεξιᾷ δόρυ. A b (BCE3E4)T |
| book 93.1 | δυοκαίδεκα βοῦς: δωδεκηῒς θυσία παρὰ τοῖς Ἀττικοῖς. |
| book 93.2 | εὐεπίφορος δὲ ὁ ποιητὴς εἰς τὸ δώδεκα. T |
| book 93-4.1 | 〈δυοκαίδεκα βοῦς ... / ἤνις ἠκέστας ἱερευσέμεν:〉 |
| book 93-4.2 | „βοῦν ἀγελαίην“ (Λ 729). Til |
| book 94 | ἤνις ἠκέστας: νέας | ἀδαμάστους, ἀκεντήτους. T |
| book 96a | 〈αἴ κεν Τυδέος:〉 Ἀρίσταρχος „ὥς κεν Τυδέοσ“. AintTil |
| book 96b | 〈Ἰλίου ἱρῆς:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aim |
| book 97a1.1 | ἄγριον αἰχμητὴν 〈κρατερὸν μήστωρα φόβοιο〉: |
| book 97a1.2 | τινὲς οὕτως διεῖλον· ἄγριον, εἶτα αἰχμητὴν κρατερόν, εἶτα |
| book 97a1.3 | μήστωρα φόβοιο. Ἀπολλόδωρος (FGrHist 244, 227) δὲ διχῶς· |
| book 97a1.4 | ἄγριον αἰχμητήν, εἶτα κρατερὸν μήστωρα φόβοιο, ἵνα ᾖ |
| book 97a1.5.1 | ἰσχυρὸν ἐν τῷ μήσασθαι φυγὴν τοῖς πολεμίοις. εἰ μέντοι βούλοιντό |
| book 97a1.5.2 | τινες ταῦτα συνάψαι, ἴστωσαν ὅτι λείψουσι σύνδεσμοι. A |
| book 97a2.1 | {ἀπόσχῃ ἰλίου ἱρῆς:} τινὲς οὕτω διεῖλον· {ἀπόσχῃ ἰλίου |
| book 97a2.2 | ἱρῆς} ἄγριον αἰχμητὴν κρατερόν, Ἀπολλόδωρος δὲ κρατερὸν |
| book 97a2.3 | μήστωρα φόβοιο, ὅ ἐστιν ἰσχυρὸν εἰς τὸ μήσασθαι φυγήν. T |
| book 97b.1 | αἰχμητὴν 〈κρατερόν〉: ἐν τῷ αἰχμάζειν κράτιστον, ἵνα |
| book 97b.2 | μὴ ὑπὲρ εὐτελοῦς δοκοῖεν καταφεύγειν εἰς θεούς. T |
| book 97c | 〈φόβοιο:〉 ὅτι ἀντὶ τοῦ φυγῆς. Aim |
| book 98.1 | φημὶ γενέσθαι: καλῶς οὐκ εἶπεν εἶναι, ἀλλὰ γενέσθαι, |
| book 98.2 | νῦν ὑπὸ Ἀθηνᾶς δηλονότι. T |
| book 99a.1 | οὐδ’ Ἀχιλῆά ποθ’ 〈ὧδέ γ’ ἐδείδιμεν〉: ἐπεὶ τὰ παρ‐ |
| book 99a.2 | όντα μᾶλλον λυπεῖ. ἀμφότερα δὲ ἐξῆρε τὰ πρόσωπα, τὸ μὲν ὡς |
| book 99a.3 | προὖχον, τὸ δὲ ὡς τὸν ἄριστον ὑπερβαλλόμενον. T |
| book 99b | 〈ὄρχαμον:〉 ἡγεμόνα. Til |
| book 102.1 | οὔτι κασιγνήτῳ ἀπίθησεν: καὶ τὸ μονομάχιον αὐτῷ |
| book 102.2 | πεισθεὶς ποιεῖ (cf. Η 54 sq.). b(BCE3E4)T |
| book 104a1 | 〈ᾤχετο πάντῃ:〉 διὰ τὸ „πάντῃ ἐποιχόμενοι“ (Ζ 81). Til |
| book 104a2 | διεγείρει γὰρ αὐτὸν ἡ τοῦ „πάντῃ ἐποιχόμενοι“ ἔπειξις. |
| book 104a2 | b(BCE3) |
| book 108 | 〈δέ:〉 ὁ δέ ἀντὶ τοῦ γάρ. b(BCE3)Til |
| book 109a1.1 | Τρωσὶν ἀλεξήσοντα 〈κατελθέμεν ὡς ἐλέλιχθεν〉: |
| book 109a1.2 | ἤτοι στικτέον ἐπὶ τὸ κατελθέμεν, ἵνα ἀφ’ ἑτέρας ἀρχῆς λέγηται τὸ |
| book 109a1.3 | ὣς ἐλέλιχθεν ἀντὶ τοῦ οὕτως ἐλέλιχθεν. ἢ συναπτέον, ἵν’ ᾖ τὸ ὥς |
| book 109a1.4 | ἀντὶ τοῦ ὅτε. βέλτιον δὲ τὸ πρότερον. A |
| book 109a2.1 | ἀντὶ τοῦ οὕτως. τινὲς δὲ συνάπτουσιν ὅλον, τὸ ὥς ἀντὶ |
| book 109a2.2 | τοῦ ὅτε λέγοντες. b(BCE3E4) |
| book 108b | ὡς ἐλέλιχθεν: ὡς συνεστράφησαν. T |
| book 110a1.1 | ἐκέκλετο: ἀπὸ τοῦ κικλῶ ἔδει ἐκίκλετο. ἢ μᾶλλον ἀπὸ |
| book 110a1.2 | τοῦ ἐκέλετο. T |
| book 110a2.1 | ἀπὸ τοῦ κέλω ἐκέλετο καὶ πλεονασμῷ τοῦ κ ἐκέκλετο. |
| book 110a2.2 | b(BCE3E4) |
| book 111.1 | Τρῶες ὑπέρθυμοι 〈τηλεκλειτοί τ’ ἐπίκουροι〉: ἐπι‐ |
| book 111.2 | πληχθεὶς ὑπὸ Σαρπηδόνος (sc. Ε 472—92) μετριώτερος γέγονε καὶ |
| book 111.3 | τὴν προσφώνησιν ποιεῖται φιλάνθρωπον. b(BCE3)T |
| book 112.1 | ἀνέρες ἔστε, φίλοι, 〈μνήσασθε δὲ θούριδος ἀλκῆσ〉: |
| book 112.2 | ὅτι Ζηνόδοτος γράφει „ἀνέρες ἔστε θοοὶ καὶ ἀμύνετον ἄστεϊ λώβην“. |
| book 112.3 | συγχεῖται δὲ τὸ δυϊκὸν πρὸς πολλοὺς λεγόμενον. A |
| book 113a.1 | 〈ὄφρ’ ἂν ἐγώ:〉 διχῶς Ἀρίσταρχος, καὶ διὰ τοῦ κέ, |
| book 113a.2 | „ὄφρα κ’ ἐγώ“ καὶ διὰ τοῦ ἄν. Aim |
| book 113b1.1 | 〈ὄφρ’ ἂν ἐγὼ βείω:〉 ταύτην τὴν ἀπολογίαν ποιεῖται, |
| book 113b1.2 | ἵνα μὴ δοκῇ φεύγειν. b(BCE3E4) |
| book 113b2 | ὄφρ’ ἂν ἐγὼ βείω: ἵνα μὴ δοκοῖεν αὐτὸν φυγεῖν. T |
| book 114a1.1 | εἴπω βουλευτῇσι: προβούλοις. πιθανῶς δέ, ἵνα μὴ |
| book 114a1.2 | γυναῖκας μόνας ἐπὶ τοῦ στρατεύματος ὀνομάζῃ. T |
| book 114b1.1 | εἴπω βουλευτῇσι: ὁ μὲν Ἕλενος ἔλεγεν· „εἰπὲ δ’ |
| book 114b1.2 | ἔπειτα / μητέρι σῇ καὶ ἐμῇ. ἡ δὲ ξυνάγουσα γεραιάσ“ (Ζ 86—7). ὁ δὲ |
| book 114b1.3 | Ἕκτωρ τοῦ εὐπρεποῦς ἕνεκα προστίθησι μὲν τοὺς γέροντας, ἐκκλέπτει |
| book 114b1 | δὲ τὴν ὑπὲρ Διομήδους εὐχήν (sc. Ζ 96—101). T |
| book 114b2/a2.1 | ὁ μὲν Ἕλενος ἔλεγεν· „εἰπὲ δ’ ἔπειτα / μητέρι σῇ καὶ |
| book 114b2/a2.2 | ἐμῇ. ἡ δὲ ξυνάγουσα γεραιάσ“. ὁ δὲ Ἕκτωρ τὴν μὲν ὑπὲρ Διομήδους |
| book 114b2/a2.3 | ἐκκλέπτει εὐχήν, τοῦ δὲ εὐπρεποῦς ἕνεκα προστίθησι τοὺς προβού‐ |
| book 114b2/a2.4 | λους γέροντας. | πιθανῶς δὲ καὶ τοῖς βουλευταῖς φησιν, ἵνα μὴ δοκῇ |
| book 114b2/a2.5 | γυναῖκας μόνας ἐπὶ τοῦ στρατεύματος ὀνομάζειν. b(BE3E4) |
| book 114c.1 | εἴπω βουλευτῇσι: καὶ πῶς οὐδὲν εἶπε τοῖς βουλευταῖς, |
| book 114c.2 | ἀλλὰ ταῖς γυναιξίν; νοητέον οὖν ἤτοι κατὰ τὸ σιωπώμενον κἀκείνοις |
| book 114c.3 | αὐτὸν εἰρηκέναι ἢ ὡς ἐπὶ στρατείας καὶ παρατάξεως τοῦ πρέποντος |
| book 114c.4 | χάριν τοῦτο προστεθεικέναι. A |
| book 115.1 | δαίμοσιν ἀρήσασθαι: ἐπέρρωσεν αὐτοὺς χρηστῇ ἐλπίδι· |
| book 115.2 | δεδίασι γὰρ ὡς παρασπονδήσαντες. b(BCE3E4)T |
| book 116a.1 | ὣς ἄρα φωνήσας ἀπέβη: καὶ πῶς ἔδει τοσαύτῃ περι‐ |
| book 116a.2 | στάσει συνεχομένων τῶν Τρώων ἀναχωρεῖν καὶ μὴ μᾶλλον ἐπικηρυ‐ |
| book 116a.3 | κεύσασθαι τὴν θυσίαν; ἀλλ’ ᾔδει τοὺς Τρῶας ἐθελοκακοῦντας τῇ |
| book 116a.4 | ἀπουσίᾳ Ἀλεξάνδρου, ἐφ’ ὃν μάλιστα ὥρμητο. ἢ δεισιδαίμων ὢν οὐ |
| book 116a.5.1 | θέλει παρέργως τὴν θυσίαν γενέσθαι. ἄλλως τε παροξύνει αὐτοὺς καὶ |
| book 116a.5.2 | καταλείπει Αἰνείαν. ἢ πρὸς ἀνάπαυσιν τῶν στρατευμάτων· διὸ καὶ |
| book 116a.5.3 | τὸ μονομάχιον παράγεται. ἢ ἐπεὶ ὠνείδισται ὑπὸ Σαρπηδόνος, Ἀλέ‐ |
| book 116a.5.4 | ξανδρον θέλει παρεγεῖραι. b(BCE3E4)T |
| book 116b.1 | ἀπέβη〈—〉Ἕκτωρ: οὐκ ἐπὶ ἵππων ἀναχωρεῖ διὰ |
| book 116b.2 | τὸ μὴ δοκεῖν φεύγειν, ἢ ἐπεὶ πρὸς ἱκετείαν ἄπεισιν, ἢ ὅπως καὶ οἱ πο‐ |
| book 116b.3 | λέμιοι θεώμενοι τὸ ἅρμα μὴ δοκοῖεν αὐτὸν ἀπηλλάχθαι. b(BCE3E4)T |
| book 117a.1 | ἀμφὶ δέ μιν 〈σφυρὰ τύπτε καὶ αὐχένα δέρμα κελαι‐ |
| book 117a.2 | νόν:〉 ὅτι περιφερεῖς καὶ ἀνδρομήκεις αἱ ἀσπίδες ἕως σφυρῶν καὶ |
| book 117a | αὐχένος καλύπτουσαι. A |
| book 117b.1 | 〈ἀμφὶ δέ μιν〉 σφυρὰ τύπτε 〈καὶ αὐχένα δέρμα κε‐ |
| book 117b.2 | λαινόν:〉 ἐναργῶς ἐδήλωσε θέοντα καὶ ὑπὸ τῆς ἀμφιβρότης ἀσπίδος |
| book 117b.3 | τυπτόμενον. καταλλήλως δὲ εἶπε· τὰ σφυρὰ καὶ τὸν αὐχένα αὐτὸν |
| book 117b.4 | ἔτυπτεν ἡ ἄντυξ. b(BCE3E4)T |
| book 119a.1 | Γλαῦκος δ’ Ἱππολόχοιο πάϊς 〈καὶ Τυδέος υἱόσ〉: |
| book 119a.2 | ὅτι μετατιθέασί τινες ἀλλαχόσε ταύτην τὴν σύστασιν (sc. Ζ 119—236). |
| book 119a.3 | A |
| book 119b.1 | Γλαῦκος δ’ 〈Ἱππολόχοιο πάϊς καὶ Τυδέος υἱόσ〉: |
| book 119b.2 | διαναπαύει τὸν ἀκροατὴν γενεαλογίας καὶ μύθους παρεμβάλλων, οὐκ |
| book 119b.3 | ἐᾷ τε κενὴν τὴν ἔξοδον Ἕκτορος, ὅ τε στρατὸς διαναπαύεται ἀφορῶν |
| book 119b.4 | τὸ τέλος τῶν ἀριστέων. καὶ Ἑλλήνων ὑποχωρησάντων κενοῦ ὄντος |
| book 119b.5.1 | τοῦ μεταιχμίου προπηδᾷ Γλαῦκος. καὶ ἐν τάχει μὲν πέφρασται, πρὸς |
| book 119b.5.2 | ὠφέλειαν δὲ ἐπεξείργασται ταῦτα ὁ ποιητής. b(BCE3)T |
| book 120a1.1 | 〈ἐς μέσον ἀμφοτέρων:〉 ὡς διεστώτων καὶ ἀναπαυο‐ |
| book 120a1.2 | μένων. Til |
| book 120a2 | διεστῶτες γὰρ ἦσαν καὶ ἀναπαυόμενοι. b(BCE3E4) |
| book 121a1.1 | {οἱ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν} ἰόντες: Ζηνό‐ |
| book 121a1.2 | δοτος καὶ Ἀριστοφάνης δυϊκῶς „ἰόντε“. ἐν δὲ τοῖς ἔμπροσθεν (sc. ad |
| book 121a1.3 | Ε 630) εἰρήκαμεν Ἀριστάρχου εἶναι τὴν δυϊκὴν γραφήν. A |
| book 121a2 | 〈ἰόντες:〉 Ἀρίσταρχος δυϊκῶς. Til |
| book 123a1.1 | τίς δὲ σύ ἐσσι, φέριστε: μέχρι γὰρ τοῦ τρῶσαι τοὺς |
| book 123a1.2 | θεοὺς ἀφῄρηται τὴν ἀχλύν. T |
| book 123a2 | μέχρι γὰρ τοῦ τρῶσαι τοὺς θεοὺς τὴν ἀχλὺν ἀφῄρητο. |
| book 123a2 | νῦν δὲ περίκειται αὐτήν. b(BCE3E4) |
| book 124.1 | 〈οὐ μὲν γάρ ποτ’ ὄπωπα:〉 δευτέραν γὰρ ἔχων τάξιν |
| book 124.2 | Σαρπηδόνος οὐ προεμάχει. ἢ ἐν τῇ πρὸς ἐμὲ μάχῃ. b(BCE3E4)Til |
| book 125a1 | προβέβηκας: ὡς δὴ ἀναπαυομένων τῶν φαλάγγων. T |
| book 125a2.1 | ὡς δὴ ἀναπαυομένων τῶν φαλάγγων χώραν λαβὼν ἔπει‐ |
| book 125a2.2 | σιν αὐτῷ. b(BCE3E4) |
| book 127a1 | δυστήνων: κακὴν στάσιν ἐχόντων. T |
| book 127a2 | κακὴν ἐχόντων τὴν στάσιν, ἢ δυσθανῶν. b(BE3E4) |
| book 127b.1 | 〈δυστήνων δέ τε παῖδες:〉 ὡς „υἷες Ἀχαιῶν“ (Α 162 |
| book 127b.2 | al.). Til |
| book 128a.1 | 〈εἰ δέ τις ἀθανάτων γε κατ’ οὐρανοῦ εἰλήλουθας:〉 |
| book 128a.2 | ὅτι οὐ καθόλου τὴν ἀχλὺν ἀφῃρέθη πρὸς τῆς θεοῦ. Aint |
| book 128b.1 | 〈εἰ δέ τις ἀθανάτων γε κατ’ οὐρανοῦ εἰλήλουθας:〉 |
| book 128b.2 | συναπτέον ὅλον τὸν στίχον. Ail |
| book 128c.1 | {εἰ δέ τις ἀθανάτων γε} κατ’ οὐρανοῦ εἰλήλουθας: οὕ‐ |
| book 128c.2 | τως Ἀρίσταρχος οἷον καταβέβηκας τὸν οὐρανόν· διὸ διὰ τοῦ ν γρά‐ |
| book 128c.3 | φει „κατ’ οὐρανόν“. A |
| book 128d1.1 | εἰ δέ τις ἀθανάτων: ἐπεὶ εἶπε „φὰν δέ τιν’ ἀθανάτων“ |
| book 128d1.2 | (Ζ 108), διὰ τοῦτο ταῦτά φησιν. T |
| book 128e1.1 | κατ’ οὐρανοῦ εἰλήλουθας: οὕτως Ἀρίσταρχος ὡς |
| book 128e1.2 | τὸ „ὣς φαμένη κατέβαιν’ ὑπερ[ώ]ϊ[α]“ (ς 206). „†βὰν† δὲ κατ’ |
| book 128e1 | Ἰδαίων ὀρέων“ (Λ 196). T |
| book 128e2/d2.1 | ὡς τὸ †βὰν† δὲ κατ’ Ἰδαίων ὀρέων“ καὶ „ὣς φαμένη |
| book 128e2/d2.2 | κατέβαιν’ †ὑπερῶα† σιγαλόεντα“, ἵνα καὶ τοῦτο τῷ εἰλήλουθας |
| book 128e2/d2.3 | συντάσσοιτο. οἱ δὲ ἀντὶ τῆς ἀπό. | τοῦτο δέ φησιν, ἐπεὶ εἶπε „φὰν δέ |
| book 128e2/d2.4 | τιν’ ἀθανάτων“. b(BE3E4) |
| book 128f1.1 | 〈εἰ δέ τις ἀθανάτων γε κατ’ οὐρανοῦ εἰλήλου‐ |
| book 128f1.2 | θας:〉 τὸ παράδοξον τῆς τόλμης ἐκπληττόμενος λέγει ταῦτα. Til |
| book 128f2.1 | τὸ γὰρ παράδοξον τῆς τόλμης ἀπιστεῖν αὐτὸν εἰκότως |
| book 128f2.2 | ἐργάζεται. b(BE3E4) |
| book 130-2.1 | οὐδὲ γὰρ οὐ〈δὲ〉 Δρύαντοσ〈—Διωνύσοιο〉: |
| book 130-2.2 | σημειοῦνταί τινες, ὅτι ὡς περὶ θεοῦ τοῦ Διονύσου διαλέγεται. ὁμώ‐ |
| book 130-2.3 | νυμος δὲ οὗτος ὁ Λυκοῦργος ἐκείνῳ „τὸν Λυκοῦργος ἔπεφνεν“ (Η 142) |
| book 130-2.4 | καὶ ὁ Δρύας δὲ τῷ Λαπίθῃ (cf. Α 263). | Διόνυσος ὁ Διὸς—Εὔ‐ |
| book 130-2.5 | μηλος (fr. 10 [p. 192] K.). A |
| book 130.1 | οὐ〈δὲ〉 Δρύαντος υἱός: Ἠδωνῶν τῶν πρὸς Παγγαίῳ |
| book 130.2 | βασιλεύς, μὴ προσδεξάμενος τὴν ἔφοδον Διονύσου. T |
| book 132a.1 | {ὅς ποτε} μαινομένοιο: ὅτι ἤτοι μανιοποιοῦ, βακχείας |
| book 132a.2 | παρασκευαστικοῦ, ἢ αὐτοῦ μαινομένου, ἐνθουσιαστοῦ ἢ βακχευτοῦ. A |
| book 132b.1 | μαινομένοιο Διωνύσου: ὡς „χλωρὸν δέοσ“ (Η 479 al.). | |
| book 132b.2 | Διόνυσος δὲ παρὰ τὸν Δία καὶ τὴν Νῦσαν. T |
| book 133.1 | Νυσήϊον: ἐν διαφόροις τόποις ἱστοροῦσι τὰ περὶ †νυσίαν†. |
| book 133.2 | ἄμεινον δὲ τὰ περὶ Θρᾴκην ἀκούειν καὶ κατὰ Σαμοθρᾴκην δύνειν τὸν |
| book 133.3 | Διόνυσον, ἔνθα καὶ Θέτις διῆγε, „μεσσηγὺς †Σάμου τε καὶ Ἴμβρου |
| book 133 | παιπαλοέσσησ“ (Ω 78). b(BCE3)T |
| book 133.5.1 | Νυσήϊον: τὴν λεγομένην—Θρᾴκης νῦν. ἐν ἄλλοις· |
| book 133.5.2 | αὕτη ἡ Νύσα ἐν μέν τισι χώραις ὄρος—δίωξιν ἐγένετο. A |
| book 134.1 | θύσθλα: οἱ μὲν τοὺς κλάδους, οἱ δὲ τὰς ἀμπέλους, οἱ δὲ τοὺς |
| book 134.2 | θύρσους, b(BCE3)T οὓς ἐβάσταζον, ὃ καὶ ἄμεινον. b(BCE3) |
| book 134 | θύσθλα: οἱ μὲν τοὺς κλάδους—τὴν τελετήν. A |
| book 134-5.1 | 〈θύσθλα〉 χαμαὶ κατέχευαν〈—βουπλῆγι〉: |
| book 134-5.2 | διασταλτέον μετὰ τὸ κατέχευαν (134). τὸ δὲ ἑξῆς συναπτέον, ὑπ’ |
| book 134-5.3 | ἀνδροφόνοιο Λυκούργου / θεινόμεναι βουπλῆγι. A |
| book 135a.1 | βουπλῆγι: προπερισπωμένως· ἡ γὰρ εὐθεῖα ὀξύνεται, |
| book 135a.2 | βουπλήξ· τὰ γὰρ παρὰ παρακείμενον συντιθέμενα φιλεῖ ὀξύνεσθαι, |
| book 135a.3 | ὁπότε καὶ μίαν συλλαβὴν ἀποφέρεται τοῦ ῥήματος, „ἀδμήσ“ (ζ 109. |
| book 135a.4 | 228), ἡμιθνής, κυαμοτρώξ. οὕτως καὶ μεθυπλήξ †ὡπλήξ. A |
| book 135b | βουπλῆγι: μάστιγι ἢ πελέκει. T |
| book 135c.1 | 〈Διώνυσος δὲ φοβηθείς:〉 ὅτι Ζηνόδοτος γράφει „χολω‐ |
| book 135c.2 | θείσ“, καὶ ὅτι περισσὸς ὁ δέ. Aim |
| book 135d.1 | Διώνυσος δὲ φοβηθείς: μικρὸς γὰρ ἦν ἀπὸ τοῦ καὶ τὰς |
| book 135d.2 | τιθήνας αὐτῷ συγκαταλέγεσθαι καὶ εἰς τὸν κόλπον αὐτὸν δεδυκέναι |
| book 135d.3 | καὶ μὴ τιμωρήσασθαι τὸν Λυκοῦργον. b(BCE3E4)T |
| book 136.1 | Θέτις δ’ ὑπεδέξατο: Θέτις, ἵν’ εὐλόγως τὸν ἀμφορέα λάβῃ |
| book 136.2 | (cf. ω 73—5). ἢ ὅτι χρησμὸς ἐδόθη †ἁλιεύειν ἐν τόπῳ Διόνυσον |
| book 136.3 | ἁλιέα† βαπτίζοιτε, ὡς Φιλόχορος (FGrHist 328, 191). T |
| book 138a | 〈ὀδύσαντο:〉 ὠργίσθησαν. Til |
| book 138b.1 | θεοὶ ῥεῖα ζώοντες: ὁ γὰρ ἡμῶν βίος παρὰ τὴν βίαν. b |
| book 138b.2 | (BCE3E4)T |
| book 139a1.1 | τυφλὸν ἔθηκε: ἐπεὶ ἐθεώρει τὰς τελετάς, οἰκείως κολά‐ |
| book 139a1.2 | ζεται τὰς ὄψεις. T |
| book 139a2.1 | ἐπεὶ τὰς τελετὰς ὁρῶν οὐκ ἐσωφρόνει, οἰκείως τὰς ὄψεις |
| book 139a2.2 | κολάζεται. b(BCE3E4) |
| book 146a1.1 | οἵη περ φύλ〈λ〉ων γενεή: οὐκ ἄντικρυς ὀνειδίζει τὸ |
| book 146a1.2 | γένος, ἀλλὰ τὰ φύλλα, οἷς εἴκασεν. καὶ ἀλλαχοῦ· „δειλῶν, οἳ φύλλοι‐ |
| book 146a1.3 | σιν 〈ἐοικότεσ〉“ (Φ 464). T |
| book 146a2 | φύλλα. Til |
| book 146b.1 | {οἵη περ φύλλων γενεὴ} τοίη δέ {καὶ ἀνδρῶν}: ὅτι | δύο |
| book 146b.2 | μέρη λόγου τὸ τοίη δέ, τοίη καὶ δέ· διὸ οὐ περισπαστέον τὸ ΤΟΙ‐ |
| book 146b.3 | ΗΔΕ. A |
| book 148a.1 | τηλεθόωσα φύει, 〈ἔαρος δ’ ἐπιγίνεται ὥρη〉: Ἀρι‐ |
| book 148a.2 | στοφάνης γράφει „τηλεθόωντα“ ATil καὶ ἐπὶ τῶν φύλλων ἀκούει |
| book 148a.3 | καὶ τὸ ὥρη μετὰ τοῦ ι γράφει κατὰ δοτικήν. A |
| book 148b.1 | 〈τηλεθόωσα:〉 εἰς ὕψος θάλλουσα b(BCE3E4)Til καὶ |
| book 148b.2 | αὐξομένη. b(BCE3E4) |
| book 149a | ἠμὲν φύει ἠδ’ ἀπολήγει: ἀντὶ τοῦ καί. δύναται δὲ καὶ |
| book 149a | ἄρθρα εἶναι. βέλτιον δὲ τὸ σύνδεσμον παραλαβεῖν. A |
| book 149b.1 | ἠμὲν φύει ἠδ’ ἀπολήγει: δύναται μὲν καὶ ἄρθρα εἶναι, |
| book 149b.2 | ἄμεινον δὲ συνδέσμους ἐκδέχεσθαι αὐτούς. | Ἀλεξίων (fr. 29 B.) δὲ |
| book 149b.3 | εὐθύνει τὰ ἄρθρα σολοικισμὸν κατὰ τὴν φράσιν νομίζων καί φησι· |
| book 149b.4 | „πῶς ἑνικὸν ὂν τὸ γενεή ἐπιμερίζεσθαι δύναται;“ κακῶς· δύναται |
| book 149b.5 | γὰρ καὶ ἐξ ἑνικοῦ ἐπιμερισμὸς γενέσθαι. b(BCE3E4)T |
| book 150a.1 | εἰ δ’ ἐθέλεις καὶ ταῦτα δαήμεναι: ὑποστικτέον εἰς τὸ |
| book 150a.2 | ἐθέλεις, ἵνα 〈ᾖ〉 τὸ δαήμεναι ἀντὶ προστακτικοῦ τοῦ δάηθι. A |
| book 150b.1 | {ὄφρ’ ἐῢ} εἰδῇς: Ἀρίσταρχος περισπᾷ εἰδῇς, καὶ οὕτως |
| book 150b.2 | ἐπεκράτησεν ἡ προσῳδία· ἦν γὰρ καὶ λόγον ἔχουσα. A |
| book 150-1.1 | εἰ δ’ ἐθέλεις καὶ ταῦτα δαήμεναι〈—ἴσασιν〉: |
| book 150-1.2 | ὑποστικτέον εἰς τὸ θέλεις (150), καὶ τὸ δαήμεναι (150) ἀντὶ τοῦ |
| book 150-1.3 | δάηθι. b(BCE3)T | τινὲς δέ φασι τὸ ἔστω, ὡς τὸ „ξεῖνε φίλ’, 〈εἰ〉 καί |
| book 150-1.4 | μοι νεμεσήσεαι“ (α 158). ἢ διὰ μέσου τὸ πολλοὶ δέ μιν ἄνδρες |
| book 150-1.5 | ἴσασιν (151). T |
| book 152a.1 | ἔστι {πόλις}: τὸ ἔστι ἐπὶ τῆς πρώτης συλλαβῆς ἔχει τὴν |
| book 152a.2 | ὀξεῖαν, ὅταν ἄρχηται, „ἔστι δέ τις προπάροιθε πόλιοσ“ (Β 811), καὶ |
| book 152a.3 | ὅταν ὑποτάσσηται τῇ οὔ ἀποφάσει, „ὡς οὐκ ἔσθ’ ὅδε μῦθοσ“ (Ψ 62). |
| book 152a.4 | εἰ μέντοι γε μὴ εἴη τὸ τοιοῦτο, οὐκέτι ἐπὶ τῆς πρώτης συλλαβῆς ἔχει |
| book 152a.5 | τὴν ὀξεῖαν, οἷον „ὃ δὴ τετελεσμένον ἐστίν“ (Ξ 196. Σ 427. ε 90). A |
| book 152b | ἔστι πόλις Ἐφύρη 〈μυχῷ Ἄργεος ἱπποβότοιο〉: |
| book 152b.1 | ὅτι Ἔφυραν τὴν Κόρινθον ἐξ ἡρωϊκοῦ προσώπου εἶπεν. ἔστι δὲ καί |
| book 152b.2 | τις Θεσπρωτίας Ἔφυρα πόλις. Ἄργος δὲ ἱππόβοτον τὴν Πελοπόν‐ |
| book 152b.3 | νησον καλεῖ, τὴν δὲ Θετταλίαν Ἄργος Πελασγικόν. A |
| book 152c1.1 | πόλις Ἐφύρη: ἡ Κόρινθος. ἔστι δὲ καὶ ἐν Θεσπρωτίᾳ |
| book 152c1.2 | καὶ ἐν Θεσσαλίᾳ καὶ ἐν Οἰνόῃ, καὶ νῆσος περὶ Μῆλον. T |
| book 152c2.1 | τὴν Κόρινθον λέγει. εἰσὶ δὲ Ἔφυραι καὶ ἄλλαι, ἡ ἐν Θε‐ |
| book 152c2.2 | σπρωτίᾳ, ἡ ἐν Θεσσαλίᾳ, ἡ ἐν Οἰνόῃ, καὶ νῆσος περὶ Μῆλον. b(BCE3) |
| book 153.1 | ἔνθα δὲ Σίσυφος ἔσκεν: Διὸς τὴν Ἀσωποῦ θυγατέρα— |
| book 153.2 | παρὰ Φερεκύδει (F Gr Hist 3, 119). A |
| book 153a.1 | κέρδιστος: ἡ διπλῆ, ὅτι τὸν συνετὸν καὶ κερδαλέον κέρ‐ |
| book 153a.2 | διστον λέγει. οἱ δὲ νεώτεροι τὸν φιλοκερδῆ ἐξεδέξαντο. A |
| book 153b.1 | κέρδιστος: συνετώτατος, | ἐντρεχέστατος· οὐ γὰρ ἂν |
| book 153b.2 | τὸν πρόγονον αὐτοῦ πανουργότατον ἔλεγεν. A |
| book 153c.1 | κέρδιστος: μέσον ἐστὶ τοῦτο. ὡς συγγενὴς δὲ οὐ βλα‐ |
| book 153c.2 | σφημεῖ. ἡ δὲ ἐπανάληψις (cf. Ζ 154) τὸν ἔνδοξον παρίστησιν. b(BC |
| book 153c | E3)T |
| book 154.1 | Σίσυφος: ἡ διπλῆ πρὸς τὴν ἐπανάληψιν τοῦ ὀνόματος. καὶ |
| book 154.2 | ὅτι ἐν Ἰλιάδι συνεχῶς ταῖς ἐπαναλήψεσι κέχρηται, ἐν δὲ Ὀδυσσείᾳ |
| book 154.3 | ἅπαξ κατ’ ἀρχάς, „Αἰθίοπας τοὶ διχθά“ (α 23). A |
| book 155a | 〈ἔτικτεν:〉 Ἰακῶς τὸ „τίκτεν“ Ἀρίσταρχος. Aim |
| book 155b.1 | Βελλεροφόντην: Λεωφόντης πρότερον ἐκαλεῖτο. Βέλ‐ |
| book 155b.2 | λερον δὲ ἱππικῇ φονεύσας οὕτως ὠνόμασται. b(BCE3E4)T |
| book 155b.1 | αὐτὰρ Γλαῦκος ἔτικτεν ἀμύμονα Βελλεροφόντην: |
| book 155b.2 | οὗτος πρότερον—παρὰ Ἀσκληπιάδῃ ἐν Τραγῳδουμένοις (F Gr |
| book 155b.5 | Hist 12, 13). A |
| book 156.1 | κάλλος τε καὶ ἠνορέην 〈ἐρατεινήν〉: οὐδὲν γὰρ κάλλος |
| book 156.2 | ἄνευ ἀνδρίας, b(BCE3E4)T ὡς δῆλον ἐκ Νιρέως (cf. Β 673—5). |
| book 156.3 | δυεῖν δὲ ὄντων πλεονεκτημάτων τὴν ἀνδρίαν ἐρατεινὴν εἶπεν. b |
| book 156.4 | (BCE3E4)T |
| book 157a1.1 | 〈κάκ’ ἐμήσατο:〉 Ἀρίσταρχος Ἰακῶς „κακὰ μήσατο“. |
| book 157a1.2 | Aim |
| book 157a2 | {ἐμήσατο:} Ἰακῶς τὸ ἐμήσατο. T |
| book 158-9.1 | 〈ἐπεὶ πολὺ φέρτατος ἦεν / —ἐδάμασσε:〉 τὸ |
| book 158-9.2 | πολὺ φέρτατος καὶ τὰ ἑξῆς ἐπὶ τοῦ Προίτου παραδεκτέον. Aint |
| book 158.1 | ἐπεὶ πολὺ φέρτερος ἦεν: ὁ Προῖτος τῶν Ἀργείων διὰ |
| book 158.2 | τὴν ἀρχήν. b(BCE3E4)T |
| book 159a1.1 | Ζεὺς γάρ 〈οἱ〉 ὑπὸ σκήπτρῳ ἐδάμασ〈σ〉εν: τοὺς |
| book 159a1.2 | Ἀργείους Προίτῳ ὑπέταξεν. T |
| book 159a2.1 | τοὺς γὰρ Ἀργείους ὁ Ζεὺς τῇ βασιλείᾳ Προίτου ὑπέ‐ |
| book 159a2.2 | ταξεν. b(BCE3) |
| book 159b | 〈Ζεὺς γάρ μιν:〉 γράφεται „Ζεὺς γάρ οἱ“. Aim |
| book 160a.1 | {τῶι δὲ γυνὴ προίτου ἐπεμείνατο} δῖ’ Ἄντεια: ἡ διπλῆ, |
| book 160a.2 | ὅτι Ὅμηρος Ἄντειαν, οἱ δὲ νεώτεροι Σθενέβοιαν, καὶ ὅτι ἀκαίρως τὸ |
| book 160a.3 | δῖα· μάχεται γὰρ ἡ μάχλος. A |
| book 160b.1 | δῖ’ Ἄντεια: προπερισπαστέον τὸ δῖα καὶ τὸ Ἄντεια |
| book 160b.2 | προενεκτέον ὡς Κράτεια. ἔνιοι δὲ ὑπονοήσαντες ἀτόπως ἔχειν τὸ δῖα |
| book 160b.3 | 〈***〉 κατὰ κόσμον ποιητικὸν προσέρριπται, ὡς καὶ ἐπὶ τοῦ „δῖα |
| book 160b.4 | Κλυταιμνήστρη“ (γ 266). A |
| book 160c.1 | ἐπεμήνατο 〈δῖ’ Ἄντεια〉: πρὸς ἀποτροπὴν μανίαν |
| book 160c.2 | ὀνομάζει τὸ πάθος, ὃ καὶ δῖα οὖσα ἐπεμήνατο. τινὲς δὲ ὑφ’ ἓν „Δι‐ |
| book 160c.3 | άντεια“, κακῶς· ἀγνοοῦσι γὰρ ὅτι τὸ δῖα πολλαχῶς νοεῖται παρ’ |
| book 160c.4 | Ὁμήρῳ. b(BCE3E4)T | ἢ δῖα Ἄντεια ὡς „δῖα Κλυταιμήστρη“ |
| book 160c.5 | (γ 266). T |
| book 162a.1 | 〈πεῖθε:〉 ὁ παρατατικὸς τὴν πολλάκις ταῦτα λέγουσαν |
| book 162a.2 | ἐσήμανεν. b(BCE3E4)T |
| book 162b.1 | ἀγαθὰ φρονέοντα: τοῦτο ἐκπεφώνηκεν ἀφ’ ἑαυτοῦ, ὡς |
| book 162b.2 | κἀκεῖ κατὰ μοιχῶν νομοθετῶν φησιν· „ὡς ἀπόλοιτο καὶ ἄλλος ὅ τις |
| book 162b.3 | τοιαῦτά γε ῥέζοι“ (α 47) καὶ „οὐκ ἀρετᾷ κακὰ ἔργα“ (θ 329). b(BC |
| book 162b.4 | E3)T |
| book 162c.1 | δαΐφρονα Βελλεροφόντην: δῆλον μὲν ἦν καὶ μὴ προσ‐ |
| book 162c.2 | τεθέντος τοῦ ὀνόματος ὅτι Βελλεροφόντης λέγεται· περὶ γὰρ τού‐ |
| book 162c.3 | του ὁ λόγος ἦν. ἀλλ’ ὅμως b(BE3)T ἐπήνεικε τοὔνομα, τοῦτο |
| book 162c.4 | μὲν †σχήματι κινῶν†, τοῦτο δὲ T ἐπὶ τῇ σωφροσύνῃ τοῦ ἀνδρὸς |
| book 162c.5 | ἡδόμενος διὰ στόμα αὐτὸν ἔχει· οἷς γὰρ ἡδόμεθα, τούτους ἀνὰ στόμα |
| book 162c | ἔχομεν. b(BE3)T |
| book 163.1 | ἡ δὲ ψευσαμένη: δείκνυσιν ὅτι τέλος ἔρωτος ἀποτυχόντος |
| book 163.2 | μῖσός ἐστιν. b(BCE3E4)T |
| book 164.1 | τεθναίης, ὦ Προῖτε: καλόν σοι τὸ ἀποθανεῖν, εἰ μὴ τοῦ |
| book 164.2 | καθυβρίσαντός σε κατισχύσεις. ἀλλ’ εἰ βούλει ζῆν, ἐκεῖνον ἄνελε· εἰ |
| book 164.3 | γὰρ ἐμὲ ἠθέλησε βιάσασθαι, οὐδὲ σοῦ φείσεται. b(BCE3E4)T |
| book 165a.1 | 〈μ’:〉 ἀντὶ τοῦ μοί, ὡς „οὐδέ ς’ ὀΐω“ (Α 170), „ἥ μ’ οἴῳ |
| book 165a.2 | ἔρροντι“ (δ 367). Til |
| book 165b.1 | μιγήμεναι οὐκ ἐθελούσῃ: τρεῖς τρόποι μίξεων. ἢ βού‐ |
| book 165b.2 | λεταί τις μὴ βουλομένῃ, ὡς νῦν· ἢ μὴ βουλόμενος βουλομένῃ, ὡς |
| book 165b.3 | Ὀδυσσεὺς „παρ’ οὐκ ἐθέλων ἐθελούσῃ“ (ε 155) τῇ Καλυψοῖ· ἢ ὡς |
| book 165b.4 | Αἴγισθος τὴν Κλυταιμνήστραν „ἐθέλων ἐθέλουσαν ἀνήγαγεν ὃν δὲ |
| book 165b.5.1 | δόμον δέ“ (γ 272). τέταρτος δὲ τρόπος οὐκ ἔστιν· οὐδεὶς γὰρ ἄκων |
| book 165b.5.2 | ἀκούσῃ μίγνυται. b(BCE3)T |
| book 166.1 | οἷον: ἀντὶ τοῦ παράδοξον. πῶς δὲ οὐκ ἤλεγξεν; ἢ διασύρει |
| book 166.2 | τὸ γυναικοπαθὲς τῶν ἀνθρώπων. b(BCE3)T |
| book 167 | 〈ἀλέεινε:〉 ὡς ξένον. Til |
| book 168.1 | σήματα λυγρά: γράμματα· „οἱ δὲ κλῆρον ἐσημήνα〈ν〉το“ |
| book 168.2 | (Η 175), „ὅς μιν ἐπιγράψασ“ (Η 187)· ἄτοπον γὰρ τοὺς πᾶσαν |
| book 168.3 | τέχνην εὑρόντας οὐκ εἰδέναι γράμματα. τινὲς δὲ ὡς παρ’ Αἰγυπτίοις |
| book 168 | ἱερὰ ζῴδια, δι’ ὧν δηλοῦται τὰ πράγματα. T |
| book 169a.1 | γράψας ἐν πίνακι πτυκτῷ: ὅτι ἔμφασίς ἐστι τοῦ τῆς |
| book 169a.2 | λέξεως γράμμασι χρῆσθαι. οὐ δεῖ δὲ τοῦτο δέξασθαι, ἀλλ’ ἔστι γράψαι |
| book 169a.3 | τὸ ξέσαι· οἷον οὖν ἐγχαράξας εἴδωλα, δι’ ὧν ἔδει γνῶναι τὸν πενθε‐ |
| book 169a.4 | ρὸν τοῦ Προίτου. A |
| book 169b | 〈πίνακι πτυκτῷ:〉 πινακιδίῳ. Til |
| book 168-9.1 | 〈σήματα—πίνακι πτυκτῷ:〉 σήματα μὲν τὰ |
| book 168-9.2 | γράμματα, πίνακα δὲ τὸ λεγόμενον πινακίδιον. b(BC) |
| book 170a.1 | {δεῖξαι δ’} ἠνώγειν: οὕτως σὺν τῷ ν ἠνώγειν Ἀρί‐ |
| book 170a.2 | σταρχος· ἠνώγεεν γάρ. A |
| book 170b | 〈ᾧ πενθερῷ:〉 ὅτι τοῦτον οἱ νεώτεροι Ἰοβάτην φασί. Aint |
| book 170c | ᾧ πενθερῷ: Ἰοβάτῃ ἢ Ἀμισωδάρῳ (cf. Π 328). T |
| book 171a.1 | ὑπ’ ἀμύμονι {πομπῇ}: ὁ Ἰξίων (fr. 29 St.) ἐν τῷ πρώτῳ |
| book 171a.2 | τῷ Πρὸς τὰς ἐξηγήσεις προφέρεται „μετ’ ἀμύμονι“. A |
| book 171b | 〈θεῶν ὑπ’ ἀμύμονι πομπῇ:〉 αἰσίοις οἰωνοῖς. Til |
| book 172a1.1 | Ξάνθον τε ῥέοντα: ποῖος γάρ †φησι† ποταμὸς οὐ ῥεῖ; |
| book 172a1.2 | ῥητέον ὅτι ἐπεὶ καὶ πόλις Λυκίας ἐστὶ Ξάνθος. ἢ εὐρὺ ῥέοντα. ἢ ἐπεὶ |
| book 172a1.3 | ἀέναός ἐστιν. T |
| book 172a2.1 | καὶ ποῖος †φησὶ† ποταμὸς οὐ ῥεῖ; b(BCE3E4) ῥη‐ |
| book 172a2.2 | τέον· ἐπεὶ Ξάνθος ἐστὶ Λυκίας πόλις, πρὸς ἀντιδιαστολὴν ἁπλῶς τὸ |
| book 172a2.3 | ῥέοντα τέθεικεν. b(BCE3) ἢ τὸν ἀένναον λέγει καὶ ἀεὶ ὡσαύτως |
| book 172a2.4 | ἔχοντα. ἢ μᾶλλον τὸν ῥευματώδη. b(BCE3E4) |
| book 173 | 〈προφρονέως:〉 ἀπὸ τοῦ προφρόνως. Til |
| book 174a.1 | ἐννῆμαρ: ἡ διπλῆ, ὅτι A ἐπίφορός ἐστι πρὸς τὸν |
| book 174a.2 | ἐννέα ἀριθμόν. AAint |
| book 174b | 〈ξείνισσε:〉 Ἀρίσταρχος καὶ ξείνισσε καὶ „ξείνιζε“. Aim |
| book 174c.1 | ἐννῆμαρ ξείνισσε: ἢ ὡς παρὰ κηδεστοῦ ἥκοντα φιλο‐ |
| book 174c.2 | φρονεῖται, ἢ ὅτι ἐν θυσίαις αὐτὸν εὗρεν, ἢ ὀκνῶν οὗτος οὐκ ἀπεδίδου, |
| book 174c.3 | μὴ θέλων ἀποδημεῖν τάχιστα διὰ τὴν γυναῖκα. b(BCE3E4)T |
| book 176a.1 | καὶ τότε μιν ἐρέεινε: ὅτι ἔθος ἦν παρὰ τοῖς παλαιοῖς |
| book 176a.2 | ξενίζειν πρότερον, εἶτα πυνθάνεσθαι, τίνος ἕνεκεν παραγεγόνασιν |
| book 176a.3 | οἱ ξένοι. A |
| book 176b.1 | σῆμα {ἰδέσθαι}: σῆμα τὸ ἐπίταγμα, „σημαίνων ἐπέτελ‐ |
| book 176b.2 | λεν“ (Φ 445)· ἢ τὸ πτυκτὸν τὸ ἔχον τὰ σήματα, ὅ ἐστι τὰ γράμ‐ |
| book 176b.3 | ματα. T |
| book 178.1 | {αὐτὰρ ἐπεὶ δὴ} σῆμα κακόν: ὅτι σημεῖα λέγει, οὐ γράμ‐ |
| book 178.2 | ματα· εἴδωλα ἄρα ἐνέγραψεν. A |
| book 179.1 | 〈ἀμαιμακέτην:〉 τὴν ἄγαν μαιμῶσαν ἢ τὴν ἀκαταμάχη‐ |
| book 179.2 | τον. Til |
| book 180.1 | θεῖον γένος: τὰ τερατώδη εἰς θεοὺς ἀναφέρει. ἤτοι οὖν διὰ |
| book 180.2 | τὸ παρηλλαγμένῃ κεχρῆσθαι φύσει ἢ διὰ τὸ Τυφῶνος καὶ Ἐχίδνης |
| book 180.3 | εἶναι. b(BCE3E4)T |
| book 181a | 〈πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χί‐ |
| book 181a | μαιρα:〉 ὅτι ἓν σῶμα ἡ Χίμαιρα. Aint |
| book 181b.1 | πρόσθε λέων, 〈ὄπιθεν δὲ δράκων, μέσση δὲ χί‐ |
| book 181b.2 | μαιρα〉: εἰ τὸ πλεῖον καὶ ἐμπρόσθιον μέρος εἶχε λέοντος, ἔδει αὐτὴν |
| book 181b.3 | λέοντα καλεῖσθαι. ἦν οὖν τὸ πᾶν χίμαιρα, ἀφ’ οὗ καὶ ὠνομάζετο, |
| book 181b.4 | κεφαλὴν δὲ εἶχε λεαίνης, οὐρὰν δὲ δράκοντος. τοίνυν πῦρ εἰσάγεται |
| book 181b.5.1 | ἀναπνέουσα διὰ τοῦ στόματος τοῦ λέοντος. Ἡσίοδος (sc. th. 321) |
| book 181b.5.2 | δὲ ἠπατήθη τρικέφαλον αὐτὴν εἰπών. b(BCE3E4)T οἱ δὲ παν‐ |
| book 181b.5.3 | δοκεῖς εἶναι λέγουσι 〈Λέοντα〉 καὶ Δράκοντα καλουμένους, μέσην δὲ |
| book 181b.5.4 | αὐτῶν πανδοκεύτριαν Χίμαιραν, ἣ τοὺς παριόντας ἧψε μεληδὸν καὶ |
| book 181b.5.5 | τοῖς ἄλλοις παρεῖχε παρατιθεῖσα. ἔνιοι δὲ ὄρος εἶναι κατὰ Λυκίαν, ὃ |
| book 181b.10.1 | καλεῖται Χίμαιρα· τοῦτο δὲ κατὰ μέσον ἔχειν ἀναφυσήματα πυρός, |
| book 181b.10.2 | κατὰ δὲ τὰ ἄκρα πολύθηρον 〈εἶναι〉. T |
| book 182 | 〈πυρὸς μένος:〉 λείπει τὸ ὥς, ὡς πυρός. Til |
| book 183a.1 | καὶ τὴν μὲν κατέπεφνε 〈θεῶν τεράεσσι πιθήσασ〉: |
| book 183a.2 | ὅτι οὐδὲν περὶ τῆς κατὰ τὸν Πήγασον ἱστορίας ἐμφαίνει. A |
| book 183b.1 | καὶ τὴν μὲν κατέπεφνε θεῶν τεράεσσι πιθήσας: |
| book 183b.2 | ἀπίστου ὄντος, πῶς τὸ τοιοῦτον θηρίον κατηγωνίσατο, ἰάσατο τὸ |
| book 183b.3 | ἄπιστον θείαν δύναμιν ἐπαγαγών. b(BCE3E4)T |
| book 184.1 | δεύτερον αὖ Σολύμοισι: καὶ „ἐκ Σολύμων ὀρέων“ (ε 283)· |
| book 184.2 | ἀπὸ γὰρ τῶν ἀνατολικῶν Αἰθιόπων ἐπανιὼν ἀπὸ Πισιδίας καὶ Κι‐ |
| book 184 | λικίας ὁρᾷ Ὀδυσσέα ὁ Ποσειδῶν. T |
| book 185.1 | 〈φάτο:〉 εὖ τὸ μὴ εἰπεῖν ‘ἔφασαν ἄλλοι‘, ἀλλ’ αὐτὸς ὁ πε‐ |
| book 185.2 | πειραμένος. b(BCE3)Til |
| book 186a1.1 | 〈Ἀμαζόνας:〉 κατέτρεχον γὰρ τὴν Ἀσίαν. ἀμέλει ἐξ |
| book 186a1.2 | αὐτῶν Ἔφεσος καὶ Σμύρνα καλεῖται· „καὶ †φρυνα’ ἐσήλυθον“ (Γ |
| book 186a1.3 | 184). Til |
| book 186a2.1 | αὗται γὰρ κατατρέχουσαι τὴν Ἀσίαν ἐληΐζοντο. οὐ |
| book 186a2.2 | †μὴν† δέ, ἀλλὰ „καὶ Φρυγίην εἰσήλυθον“. b(BCE3E4) |
| book 187a1.1 | 〈ἀνερχομένῳ:〉 οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ διὰ τοῦ |
| book 187a1.2 | †ε, „ἐπερχομένῳ†“. Aint |
| book 187a2.1 | τῷ δ’ ἄρ’ ἀνερχομένῳ: Ἀρίσταρχος „†ἀπερχομένῳ“ |
| book 187a2.2 | γράφει διὰ τοῦ α. γράφεται δὲ καὶ τῷ δ’ ἀνερχομένῳ†. T |
| book 188a.1 | κρίνας ἐκ Λυκίης: βέλτιον τοῖς ἑξῆς συντάττειν τοῦτον |
| book 188a.2 | τὸν στίχον. A |
| book 188b1 | κρίνας ἐκ Λυκίης: ἀπὸ οἰκείας ἀρχῆς ὁ στίχος. T |
| book 188b2 | ἀπὸ ἰδίας δὲ ὁ στίχος ἀρχῆς. b(BCE3) |
| book 188c.1 | 〈φῶτας ἀρίστους:〉 διδάσκει τοὺς ἀλκιμωτάτους μό‐ |
| book 188c.2 | νους λοχᾶν· „ἔνθα μάλιστ’ ἀρετὴ διαείδεται ἀνδρῶν“ (Ν 277). b |
| book 188c.3 | (BCE3E4)T |
| book 189a.1 | εἷσε λόχον: δῆλον οὖν ὡς καὶ αὐτὸς διὰ τὴν καλοκἀγα‐ |
| book 189a.2 | θίαν τοῦ ἀνδρὸς οὐκ ἠθέλησεν ἐκ τοῦ προφανοῦς αὐτὸν φονεῦσαι. |
| book 189a.3 | b(BCE3)T |
| book 189b.1 | 〈τοὶ δ’ οὔ τι πάλιν οἶκον δὲ νέοντο:〉 πρὸς τὸ πάλιν, |
| book 189b.2 | ὅτι οὐ χρονικῶς. Aint |
| book 191a1.1 | ἀλλ’ ὅτε δὴ γίνωσκε 〈θεοῦ γόνον〉: ὅτι ἐκ τῶν πρατ‐ |
| book 191a1.2 | τομένων τοῦτο συνέβαλεν. εἰ δὲ προσέκειτο καὶ ὁ Πήγασος, πολὺ |
| book 191a1 | πλέον αὐτοῦ τὴν δόξαν ἐπιστώσατο. A |
| book 191a2 | ὅτι οὐκ οἶδεν Ὅμηρος τὸν Πήγασον. T |
| book 191b1.1 | 〈ἀλλ’ ὅτε δὴ γίνωσκε θεοῦ γόνον ἠῢν ἐόντα:〉 ἐκ |
| book 191b1.2 | τῶν πράξεων τὰς εὐγενείας ἀξιοῖ κρίνεσθαι ὁ ποιητής. Ποσειδῶνος |
| book 191b1.3 | δὲ ἦν καὶ Μήστρας τῆς Ἐρυσίχθονος. Til |
| book 191b2.1 | ἡ πρᾶξις αὐτὸν ὡς θεοῦ ἔδειξεν υἱόν· ἐκ τῶν πράξεων γὰρ |
| book 191b2.2 | τὰς εὐγενείας ἀξιοῖ κρίνεσθαι ὁ ποιητής. b(BCE3E4) |
| book 192 | δίδου δ’ ὅγε θυγατέρα ἥν: Ἀλκιμέδουσαν ἢ Πασάνδραν. T |
| book 194a1.1 | 〈καὶ μέν οἱ Λύκιοι τέμενος τάμον ἔξοχον ἄλλων:〉 |
| book 194a1.2 | ὡς τῶν δεινῶν δι’ αὐτοῦ ἀπηλλαγμένοι· πολλὰ γὰρ παρὰ τῶν γει‐ |
| book 194a1.3 | τονούντων δεινὰ καθ’ ἑκάστην ἔπασχον. b(BCE3) |
| book 194a2.1 | καὶ μέν οἱ Λύκιοι τέμενος τάμον: ὡς †ἀπηλαγμένοι† |
| book 194a2.2 | τῶν δεινῶν. T |
| book 194b.1 | {καὶ μέν οἱ λύκιοι} τέμενος τάμον: ὅτι παρετυμολογεῖ |
| book 194b.2 | τὸ τέμενος ἀπὸ τοῦ τεμεῖν καὶ ἀφορίσαι. A |
| book 195 | 〈πυροφόροιο:〉 γράφεται „ὄφρα νέμοιτο“. Aim |
| book 198.1 | Λαοδαμείῃ μέν: ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήν‐ |
| book 198.2 | τηκεν. A |
| book 199.1 | ἡ δ’ ἔτεκ’ ἀντίθεον Σαρπηδόνα: ὅτι καθ’ Ὅμηρον Σαρ‐ |
| book 199.2 | πηδὼν υἱὸς Εὐρώπης οὐκ ἔστιν οὐδ’ ἀδελφὸς Μίνωος, ὡς οἱ νεώ‐ |
| book 199 | τεροι· καὶ γὰρ οἱ χρόνοι εὔδηλοι. A |
| book 198-9a1.1 | Λαοδαμείῃ μὲν παρελέξατο μητίετα Ζεύς· / ἣ δ’ |
| book 198-9a1.2 | ἔτεκ’ 〈ἀντίθεον〉 Σαρπηδόνα: ἐπεὶ πῶς Εὐρώπης ὢν συστρα‐ |
| book 198-9a1.3 | τεύει Ἰδομενεῖ; ἢ ὅτι παρὰ Διὸς τὴν ἥβην †ἐπεὶ ἓξ ἔσχον† γενεάς. |
| book 198-9a1.4 | τινὲς δὲ Εὐρώπην τὴν Λαοδάμειαν, ἐπεὶ εὐόφθαλμος ἦν. T |
| book 198-9a2.1 | καὶ πῶς ἐν ἑτέρᾳ ἱστορίᾳ Εὐρώπης αὐτόν φησιν; λέγομεν |
| book 198-9a2.2 | δὲ ὅτι ἡ αὐτή ἐστιν· εἴρηται γὰρ Εὐρώπη οὐχὶ κυρίως, ἀλλὰ τοῦ ρ |
| book 198-9a2.3 | πλεονάζοντος· εὐόφθαλμος γὰρ ἦν. b(BCE3E4) |
| book 200-5.1 | ἀλλ’ ὅτε δὴ κἀκεῖνος (200) / ἤτοι ὁ κὰπ πεδίον |
| book 200-5.2 | (201), / Ἴσανδρον δέ οἱ υἱὸν Ἄρης (203) / 〈κατ〉έκτανε (204), / |
| book 200-5.3 | τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα (205): ἵνα ἡ |
| book 200-5.4 | ἀπώλεια τῶν παίδων αἰτία αὐτῷ ᾖ μονασμοῦ, ὡς καὶ τῷ Λαέρτῃ |
| book 200-5.5.1 | (cf. λ 187—96). καὶ Ἀλήϊον πεδίον, ὅπερ ᾤκει ἀλεείνων τοὺς ἀν‐ |
| book 200-5.5.2 | θρώπους. τὰ δὲ ἐκ τῆς τύχης εἰς θεοὺς ἀναφέρομεν. ὥσπερ δὲ ἐν ἀρχῇ |
| book 200-5.5.3 | διέσυρε τὰ ἀνθρώπινα τὸ φρύαγμα Διομήδους καθαιρῶν (sc. Ζ 145—9), |
| book 200-5.5.4 | καὶ νῦν οὐκ ἀπώκνησε τὴν περὶ τὸν πρόγονον μεταβολὴν τῆς τύχης |
| book 200-5.5.5 | ὁμολογῆσαι. ἢ τάχα πιστοῦται τὰ ἀγαθὰ διὰ τῆς ὁμολογίας τῶν |
| book 200-5.10 | ἀτυχιῶν. b(BCE3E4)T εἰ δὲ χωλὸς ἦν, πῶς ἠλᾶτο; T |
| book 200a1.1 | ἀλλ’ ὅτε δὴ κἀκεῖνος ἀπήχθετο: ὥσπερ καὶ οἱ |
| book 200a1.2 | †πρόγονοι† αὐτοῦ, Ἴσανδρος δὲ καὶ †λαοδάμειαν† ἢ ὡς τὸ γένος |
| book 200a1 | τῶν ἀνθρώπων. T |
| book 200a2.1 | ὥσπερ καὶ οἱ ἀπόγονοι αὐτοῦ Ἴσανδρος καὶ Λαοδάμεια ἢ ὡς |
| book 200a2.2 | οἱ ὑπ’ αὐτοῦ ἀναιρεθέντες. b(BCE3E4) |
| book 201a.1 | Ἀλήϊον οἶος ἀλᾶτο: ὅτι παρετυμολογεῖ τὸ Ἀλήϊον |
| book 201a.2 | ἀπὸ τῆς γενομένης ἐν αὐτῷ τοῦ Βελλεροφόντου πλάνης. | τὸ δὲ |
| book 201a.3 | Ἀλήϊον οἱ μὲν ἐψίλωσαν ἀπὸ τῆς ἄλης τοῦ Βελλεροφόντου, οἱ δὲ |
| book 201a.4 | ἐδάσυναν ἀπὸ τοῦ τοὺς ἅλας ἐκεῖ πήγνυσθαι. βέλτιον δὲ τὸ πρό‐ |
| book 201a.5 | τερον. A |
| book 201b.1 | Ἀλήϊον: τινὲς ἐδάσυναν διὰ τὸ ἅλας ἐκεῖ πήγνυσθαι. |
| book 201b.2 | ἄμεινον δὲ ψιλοῦν ἀπὸ τῆς ἄλης. b(BCE3E4)T |
| book 202a.1 | ὃν θυμὸν κατέδων: οὐχ ὡς οἱ νεώτεροί φασι, μελαγχο‐ |
| book 202a.2 | λάνας, ἀλλ’ ὀδυνώμενος ἐπὶ τῇ τῶν παίδων ἀπωλείᾳ ἐμόναζεν. b |
| book 202a.3 | (BCE3E4)T |
| book 202b.1 | 〈ὃν θυμὸν κατέδων:〉 διδάσκει, πόσην †ψυχαγωγίαν† |
| book 202b.2 | ἔχει ἡ συντυχία, b(BCE3E4)Til καὶ μάλιστα ἡ τῶν ἰδίων, ὅτι |
| book 202b.3 | δι’ αὐτοὺς τὴν ψυχὴν ἀπελέγετο. b(BCE3E4) |
| book 202c.1 | πάτον {ἀνθρώπων ἀλεείνων}: πάτον ὡς λόγον· τὰ γὰρ |
| book 202c.2 | εἰς τος λήγοντα δισύλλαβα, βραχείᾳ παραληγόμενα, μονογενῆ βα‐ |
| book 202c.1 | ρύνεται, κρότος κότος μίτος, „Νότοσ“ (Β 145 al.), πότος. οὕτως ἄρα |
| book 202c.2 | καὶ πάτος. δοκεῖ ἀντικεῖσθαι τὸ „στρατόσ“ (ω 81)· τὸ γὰρ „βρο‐ |
| book 202c.5.1 | τόσ“ (Γ 223 al.) κατὰ δύο τρόπους ἀποφεύγει, ὅτι καὶ κοινὸν καὶ |
| book 202c.5.2 | ἔχει ἀντέμφασιν. A |
| book 204.1 | μαρνάμενον Σολύμοισι: ἴσως ὡς γηράσαντος τοῦ Βελ‐ |
| book 204.2 | λεροφόντου ἀπέστησαν, ὁ δὲ ὡς πατρῴας ἀρχῆς ἀντιποιούμενος |
| book 204.3 | ἐπολέμει. b(BCE3E4)T |
| book 205a | 〈χολωσαμένη:〉 ἴσως διὰ τὰς Ἀμαζόνας. Til |
| book 205b | 〈ἔκτα:〉 ἀποκοπὴ τοῦ „ἔκταν’ ἐπὶ προμάχων“ (Σ 456). Aim |
| book 206 | 〈Ἱππόλοχος δέ μ’ ἔτικτε:〉 ἐκ Δημωνάσ〈σ〉ης. Til |
| book 207-8.1 | καί μοι μάλα πόλλ’ ἐπέτελλεν / αἰὲν ἀριστεύειν: |
| book 207-8.2 | τοῦτο ἀναφέρει πρὸς τὸ ὑπὸ Διομήδους εἰρημένον „ἀτὰρ μὲν νῦν γε |
| book 207-8.3 | πολὺ προβέβηκας ἁπάντων“ (Ζ 125). b(BCE3)T |
| book 210.1 | ἔν τ’ Ἐφύρῃ ἐγένοντο: ὅτι οἱ μὲν ἥρωες Ἔφυραν παρ‐ |
| book 210.2 | άγονται λέγοντες, αὐτὸς δὲ Κόρινθον λέγει τὴν πόλιν (sc. Β 570. |
| book 210.3 | Ν 664). A |
| book 211.1 | ταύτης τοι γενεῆς καὶ αἵματος: σπέρματος· τὸ γὰρ αἷμα |
| book 211.2 | εἰς θορὸν μεταβάλλεται· οἱ γοῦν συνεχῶς ἀφροδισιάζοντες τὸ τελευ‐ |
| book 211.3 | ταῖον αἷμα φέρουσιν· τὸ γὰρ μεταβαλλόμενον ἀναλώσαντες τὸ ἀμε‐ |
| book 211.4 | τάβλητον ἐξέλκουσιν. A b (BCE3E4)T |
| book 212.1 | γήθησεν δὲ βοὴν ἀγαθὸς Διομήδης: ἔοικε διὰ τὸ ὄνομα |
| book 212.2 | Βελλεροφόντου καὶ τοὺς πολλοὺς ἀνασχέσθαι λόγους τοῦ Γλαύκου. |
| book 212.3 | b(BCE3)T |
| book 213.1 | ἔγχος μὲν κατέπηξεν: γραφικῶς ἔχει καὶ τοῦτο. A b (B |
| book 213.2 | CE3)T ἵνα δὲ μηκέτι πόλεμος εἶναι δοκῇ, καταπήγνυσι τὸ ἔγχος |
| book 213.3 | ὁ Διομήδης. A b (BCE3E4)T |
| book 214.1 | 〈μειλιχίοισι:〉 ἐπὶ φιλοξενίαν προτρέπεται, δεικνὺς ὡς καὶ |
| book 214.2 | ἐκ κινδύνων ῥύεται. b(BCE3)Til |
| book 217a.1 | 〈ξείνισεν ἐν μεγάροισι:〉 γράφεται „ξείνις’ ἐνὶ μεγά‐ |
| book 217a.2 | ροισι“. Aim |
| book 217b.1 | 〈ἐείκοσιν:〉 οὕτως Ἀττικοί· ὅθεν καὶ „εἰκοσινήριτα“ |
| book 217b.2 | (Χ 349). Til |
| book 218 | 〈οἱ δὲ καὶ ἀλλήλοισι:〉 ὅτι περιττὸς ὁ καί σύνδεσμος. Aint |
| book 219a.1 | Οἰνεὺς μέν: σημειοῦνταί τινες ὅτι πρὸς τὸ πρῶτον ἀπήν‐ |
| book 219a.2 | τηκεν. A |
| book 219b.1 | Οἰνεὺς μὲν ζωστῆρα: οὐκ ἐκαπήλευε γὰρ τὰς δόσεις. |
| book 219b.2 | ἢ καὶ ὁ ζωστὴρ πολυτιμότερος ἦν. T |
| book 219-20.1 | Οἰνεὺς μὲν ζωστῆρα / Βελλεροφόντης δὲ χρύσεον |
| book 219-20.2 | δέπας: ὁ μὲν ὡς μένοντι, ὁ δὲ ὡς ἐκδημοῦντι. b(BCE3E4)T |
| book 221a.1 | καί μιν ἐγὼ κατέλειπον: ἄπαιδος γὰρ τελευτῶντος |
| book 221a.2 | Οἰνέως Διομήδης αὐτὸ κληρονομεῖ. b(BCE3E4)T |
| book 221b.1 | καί μιν ἐγὼ 〈κατέλειπον〉: „μνῆμα ξείνοιο φίλοιο“ |
| book 221b.2 | (φ 40). T |
| book 221c | 〈μίν:〉 τὸ δέπας. Aint |
| book 222-3.1 | Τυδέα δ’ οὐ μέμνημαι〈—Ἀχαιῶν〉: ἄτοποι |
| book 222-3.2 | οἱ δύο στίχοι. | τὸ δὲ Τυδέα δ’ οὐ μέμνημαι (222) ὡς „μέμνημαι |
| book 222-3 | τόδε ἔργον“ (Ι 527). T |
| book 224 | Ἄργεϊ μέσσῳ: τὸ Ἄργος μέσον Πελοποννήσου. T |
| book 226a.1 | ἔγχεσι δ’ ἀλλήλων ἀλεώμεθα 〈καὶ δι’ ὁμίλου〉: |
| book 226a.2 | στικτέον κατὰ τὸ τέλος τοῦ στίχου. ἀμφίβολον δὲ τὸ λεγόμενον· ἤτοι |
| book 226a.3 | γὰρ ἀλλήλων παρακελεύεται φείσασθαι τόν τε Διομήδη καὶ τὸν Γλαῦ‐ |
| book 226a.4 | κον καὶ πάλιν ἀλλήλων τὰ πλήθη, τοὺς Λυκίους καὶ τοὺς Ἀργείους, |
| book 226a.5.1 | ἵν’ ὥσπερ σπονδὰς ἔχωσιν οὗτοι οἱ βασιλεῖς καὶ τὰ πλήθη. ἢ καὶ |
| book 226a.5.2 | ἐναλλὰξ καὶ οἱ βασιλεῖς τῶν πληθῶν καὶ τὰ πλήθη τῶν βασιλέων, |
| book 226a.5.3 | ὡς δὲ συντομώτερον εἰπεῖν, πάντες πάντων, Διομήδης Γλαῦκος, Ἀρ‐ |
| book 226a.5.4 | γεῖοι Λύκιοι· μειοῦνται γὰρ αἱ τῆς φιλίας συνθῆκαι, εἰ μόνοι οἱ βασι‐ |
| book 226a.5.5 | λεῖς ἀλλήλων ἀφέξονται. A |
| book 226b.1 | 〈ἀλλήλων:〉 οὕτως ἀλλήλων. Ζηνοδότειος δέ ἐστιν ἡ |
| book 226b.2 | „ἀλλήλουσ“. Aim |
| book 226c.1 | ἔγχεα δ’ ἀλλήλων 〈ἀλεώμεθα〉: ἀλλήλων τὰ ἔγχη ἐκκλίνωμεν. b |
| book 226c.2 | (BCE3E4)T γράφεται δὲ καὶ „ἔγχεσιν“, ἵν’ ᾖ b(BCE3E4) ἀπο‐ |
| book 226c.3 | τύχωμεν ἀλλήλων καίτοι ἐν πλήθει ὄντες. b(BCE3E4)T Ζηνό‐ |
| book 226c.4 | δοτος δὲ γράφει „ἀλλήλους †ἀλεσώμεθα“. T |
| book 226d.1 | ἔγχεα δ’ ἀλλήλων ἀλεώμεθα καὶ δι’ ὁμίλου: ἐπὶ |
| book 226d.2 | παντὸς τοῦ πλήθους, ὅπως γνῶσιν ὅτι ξεῖνοί εἰσιν· ἢ διὰ πάσης τῆς |
| book 226d.3 | μάχης, ὡς „τανυσσάμενος διὰ μήλων“ (ι 298)· ἢ καὶ ἡμεῖς καὶ αἱ |
| book 226d.4 | ἡμέτεραι στρατιαὶ παραφυλάξωνται τὴν πρὸς ἀλλήλας στάσιν. b |
| book 226d.5 | (BCE3E4)T |
| book 226e | 〈ἀλεώμεθα:〉 ἀντὶ τοῦ φειδώμεθα. Aint |
| book 227-9a.1 | 〈πολλοὶ μὲν γὰρ—δύνηαι:〉 οἷον οὐκ ἐπείγει |
| book 227-9a.2 | πρὸς ἀλλήλους ἡμᾶς ἀμφοτέρους μάχεσθαι. Aim |
| book 227-9b.1 | πολλοὶ μὲν γὰρ ἐμοὶ 〈Τρῶες κλειτοί τ’ ἐπίκουροι /〉 |
| book 227-9b.2 | κτείνειν ὅν κε θεός γε πόροι〈—ὅν κε δύνηαι〉: καίτοι |
| book 227-9b.3 | εὐημερῶν παραπεφυλαγμένως λαλεῖ ὡς πρὸς φίλον μετριάζων· b(BC |
| book 227-9b.4 | E3)T ηὔξησέ τε αὐτὸν διὰ τοῦ δύνηαι. T |
| book 229.1 | {ὅν κε} δύνηαι: ὡς λέγηαι καὶ φέρηαι· „σὺ δέ κεν κακὸν |
| book 229.2 | οἶτον ὄληαι“ (Γ 417). Τυραννίων (fr. 15 P.) δὲ προπερισπᾷ· καὶ |
| book 229.3 | δῆλον ὅτι καὶ τὸ πρῶτον αὐτοῦ πρόσωπον δώσει δυνῶμαι ὡς νικῶ‐ |
| book 229.4 | μαι. ἀλλ’ εἰ ἅπαξ ἐστὶ τὸ ὁριστικὸν κατὰ χρῆσιν, δύναμαι δύνασαι, |
| book 229.5.1 | καὶ ὁμολογεῖται ἀπὸ τῶν εἰς μι, ὁμοτονήσει τούτοις καὶ τὰ ὑποτα‐ |
| book 229.5.2 | κτικά. οὕτως καὶ Ἀρίσταρχος καὶ οἱ ἄλλοι. A |
| book 230.1 | 〈τεύχεα δ’ ἀλλήλοις ἐπαμείψομεν:〉 ἁπλοϊκῶς τοῦτο, |
| book 230.2 | οὐ δι’ αἰσχροκέρδειαν. b(BCE3E4)T |
| book 230-1.1 | ὄφρα καὶ οἵδε | γνῶσιν: δῆλον οὖν ὡς ἐν ἡσυχίᾳ εἰσὶ |
| book 230-1.2 | τὰ πλήθη, καραδοκοῦντες τὸ τέλος. b(BCE3E4)T |
| book 234a.1 | ἔνθ’ αὖτε Γλαύκῳ 〈Κρονίδης φρένας ἐξέλετο Ζεύσ〉: |
| book 234a.2 | εἰκότως ὁ Γλαῦκος τοῦ προγόνου τὸ φιλότιμον ἀκούσας Βελλερο‐ |
| book 234a.3 | φόντου χρυσὸν δωρεῖται πρὸς τὸ παρόν· ἄλλως τε ὑπερήδεται τῇ |
| book 234a.4 | συντυχίᾳ γινόμενος ἰδιόξενος τοῦ παναρίστου Διομήδους. b(BCE3 |
| book 234a.5.1 | E4)T τὸ δὲ ἐξέλετο ἀντὶ τοῦ ὑπερηύξησε τῇ φιλοτιμίᾳ, ὡς τὸ |
| book 234a.5.2 | „γέρας ἔξελον“ (Π 56 al.). b(BE3E4)T |
| book 234b1.1 | ἔνθ’ αὖτε Γλαύκῳ 〈Κρονίδησ〉 φρένας ἐξέλετο: ὅτι |
| book 234b1.2 | κατὰ τῶν συμμάχων ἐκόσμει λαμπροτέροις αὐτὸν ὅπλοις. ἢ ὡς Ἡφαι‐ |
| book 234b1.3 | στότευκτα. ἢ, ὡς Πῖος (fr. 2 H.), ἵνα κἀν τούτῳ αὐξήσῃ τὸν Ἕλληνα |
| book 234b1.4 | μὴ ἐξ ἴσου ἀπηλ〈λ〉αγμένον, ὅπερ ἡδὺ τοῖς ἀκούουσιν. T |
| book 234b2.1 | ἢ μᾶλλον αἰτιᾶται αὐτόν, ὅτι λαμπροῖς ὅπλοις ἐκοσμεῖτο |
| book 234b2.2 | κατὰ ἑαυτοῦ καὶ τῶν συμμάχων· ὅπου γὰρ ταῦτα, εὔκαιρος ἡ τῶν |
| book 234b2.3 | πολεμίων ὁρμή. b(BE3E4) |
| book 235a1.1 | ὃς πρὸς Τυδείδην Διομήδη 〈τεύχε’ ἄμειβε〉: καὶ |
| book 235a1.2 | πῶς οὐ δέδιε Διομήδης γυμνούμενος πρὸ μικροῦ †τρώων† παρασπον‐ |
| book 235a1.3 | δησάντων; τάχα οὖν τὸν ζωστῆρα μόνον καὶ τὸ ξίφος ὡς οἱ περὶ |
| book 235a1.4 | Ἕκτορα (cf. Η 303—5) ἤμειψαν· †χάρης† γὰρ οὐ θέλει τὴν ἀσπίδα· |
| book 235a1.5 | ἦ γὰρ †αὖ† προὔκρινεν αὐτὴν Ἕκτωρ τοῦ Νέστορος. T |
| book 235a2.1 | καὶ πῶς οὐ Διομήδης φρενῶν λείπεται γυμνούμενος πρὸ |
| book 235a2.2 | μικροῦ τῶν Τρώων παρασπονδησάντων; τάχα οὖν τὸν ζωστῆρα |
| book 235a2.3 | μόνον καὶ τὸ ξίφος ὡς οἱ περὶ Ἕκτορα ἤμειψαν· οὐ γὰρ τὴν ἀσπίδα |
| book 235a2.4 | πρὸς χάριν ἐδίδουν· ἢ γὰρ ἂν προὔκρινε τὴν Αἴαντος Ἕκτωρ, εἰ |
| book 235a2.5 | ἐδίδοτο, ὑπὲρ τὴν Νέστορος. b(BCE3E4) |
| book 236a1.1 | 〈ἑκατόμβοι’:〉 ἑκατὸν ἄξια νομισμάτων· οἱ γὰρ Ἀθη‐ |
| book 236a1.2 | ναῖοι ἐν τοῖς ἑαυτῶν νομίσμασι βοῦν ἐνετύπουν. b(BCE3) |
| book 236a2.1 | ἑκατόμβοι’: ἐκ τοῦ παρ’ Ἀθηναίοις νομίσματος· | οὐ |
| book 236a2.2 | γὰρ νομίσμασιν ἐχρῶντο· ὅθεν καὶ „ἀλφεσίβοιαι“ (Σ 593). | οἱ δὲ |
| book 236a2.3 | παρ’ Ἀθηναίοις νόμισμα ἔχον βοῦν. T |
| book 236a3.1 | ἑκατόμβοια: ἑκατὸν βοῶν ἄξια· οὐ γὰρ νομίσμασιν |
| book 236a3.2 | ἐχρῶντο· ὅθεν καὶ „ἀλφεσίβοιαι“. | οἱ δὲ παρ’ Ἀθηναίοις νόμισμα |
| book 236a3.3 | ἔχον βοῦν. A |
| book 236b.1 | ἐννεαβοίων: ἐννέα βοῶν. A κεκώλυται δὲ ὑπὸ τοῦ |
| book 236b.2 | μέτρου εἰπεῖν δεκαβοίων. AT |
| book 237a.1 | 〈Ἕκτωρ δ’ ὡς:〉 εὐκαίρως μεταβαίνει τὸ διάκενον τῆς |
| book 237a.2 | πορείας Ἕκτορος ἀναπληρώσας τοῖς διὰ Γλαύκου καὶ Διομήδους. |
| book 237a.3 | b(BCE3)Til |
| book 237b.1 | Σκαιάς τε 〈πύλας καὶ φηγὸν ἵκανεν〉: ὅτι τὰς Σκαιὰς |
| book 237b.2 | ὀνοματικῶς Δαρδανίας λέγει (sc. Ε 789. Χ 194. 413). AAint |
| book 238.1 | ἀμφ’ ἄρα μιν Τρώων ἄλοχοι 〈θέον ἠδὲ θύγατρεσ〉: |
| book 238.2 | ἤδη ἐπὶ τὸ περιπαθὲς ἔρχεται· διὸ οὐδὲ τῶν γερόντων ἐμνήσθη, ἀλλὰ |
| book 238.3 | τῶν γυναικῶν. οἰκεῖον δὲ ἐπ’ αὐτῶν τὸ θέειν. b(BCE3)T |
| book 239a.1 | εἰρόμεναι 〈παῖδάς τε κασιγνήτους τε ἔτας τε〉: |
| book 239a.2 | πρὸς τὸ σχῆμα, ἀντὶ τοῦ περὶ παίδων καὶ κασιγνήτων ἐρωτῶσαι. A |
| book 239b | 〈παῖδας:〉 ἀντὶ τοῦ ὑπὲρ παίδων. b(BCE3E4)Til |
| book 239c.1 | ἔτας {τε}: ὁ Ἀσκαλωνίτης (p. 47 B.) ψιλοῖ, ἐφ’ οὗ ἂν |
| book 239c.2 | τάσσηται, φησί, σημαινομένου· πολλὰ γὰρ ἡ λέξις σημαίνει. εἰ δὲ |
| book 239c.3 | καὶ ἐπὶ τῶν ἑταίρων, φησί, πάλιν ψιλωτέον, ἐπεὶ συγκοπὴ ἐγένετο |
| book 239c.4 | ὡς ἀπὸ τοῦ ἥλατο „ἆλτο“ (Α 532 al.). πιθανώτερον δέ ἐστι, φησίν, |
| book 239c.5.1 | ἐνθάδε ἀκούειν ἐπὶ τῶν συγγενῶν. Ἀλεξίων (fr. 30 B.) δὲ δασύνει. |
| book 239c.5.2 | ὁ δὲ Ἀρίσταρχος οὐδὲν ἄντικρυς περὶ τοῦ πνεύματος ἀπεφήνατο. |
| book 239c.5.3 | ἡμῖν δὲ δοκεῖ ἀφορμῇ ἐκείνῃ χρήσασθαι· εἰ ἄδηλόν ἐστι τὸ πνεῦμα, |
| book 239c.5.4 | τὰ δὲ τοιαῦτα πολλάκις ἐκ συναλιφῶν κρίνεται, εὑρέθη δὲ διὰ ψιλοῦ |
| book 239c.5.5 | ἡ συναλιφή, οὐδέποτε δὲ διὰ δασέος, δῆλον ὅτι διὰ τοῦτο συγκατα‐ |
| book 239c.10.1 | θετέον τῷ Ἀσκαλωνίτῃ ψιλοῦντι. παρὰ γοῦν Αἰσχύλῳ (fr. 377 N.2 |
| book 239c.10.2 | = 530,28 M. = 281 a 28 R.) οὕτως εὕρομεν· „οὔτε δῆμος οὔτ’ ἔτης ἀνήρ“, καὶ παρ’ |
| book 239c.10.3 | Εὐριπίδῃ (fr. 1014 N.2) τὸ „†πόλει μὲν ἄρχων†, φωτὶ δ’ οὐκ ἔτῃ |
| book 239c | πρέπον“. A |
| book 239d.1 | ἔτας: ψιλωτέον τὸ ἔτας. b(BCE3)T ἔται δὲ λέγον‐ |
| book 239d.2 | ται καὶ οἱ πολῖται καὶ οἱ συγγενεῖς. b(BCE3E4)T |
| book 240.1 | θεοῖς εὔχεσθαι ἀνώγει: ὡς πάντων περιόντων χρηστὰς |
| book 240.2 | ὑπέδειξεν ἐλπίδας· οὐδεὶς γὰρ ὑπὲρ τεθνεώτων εὔχεται. b(BCE3E4)T |
| book 241a.1 | πάσας ἑξείης: ὅτι ἔν τισι γράφεται „πᾶσι μάλ’ ἑξείησ“ |
| book 241a.2 | (= λ 134), κατὰ τὸ ἑξῆς λέγων τοῖς θεοῖς εὔχεσθαι, ἀλλὰ μὴ κατὰ τὸ |
| book 241a.3 | τυχόν. A |
| book 241b.1 | 〈πάσας ἑξείης:〉 πρὸς πάσας ἐφεξῆς τὴν αὐτὴν ἀπόκρι‐ |
| book 241b.2 | σιν ἐποιεῖτο. b(BCE3)Til |
| book 242-51a1.1 | ἀλλ’ ὅτε δὴ Πριάμοιο δόμον〈—ἤλυθε |
| book 242-51a1.2 | μήτηρ〉: τὸ ἑξῆς ἀλλ’ ὅτε δὴ Πριάμοιο (242), ἔνθα οἱ ἠπιόδω‐ |
| book 242-51a1.3 | ρος (251). τὰ δὲ λοιπὰ ὡς διὰ μέσου λεγόμενα διορθωτέον. A |
| book 242-51a2.1 | τὸ ἑξῆς ἀλλ’ ὅτε δὴ Πριάμοιο δόμον, ἔνθα οἱ ἠπιό‐ |
| book 242-51a2.2 | δωρος. τὰ δὲ †ἑξῆς† διὰ μέσου. b(BCE3E4)T |
| book 243a1 | 〈αἰθούσῃσι:〉 τειχίοις τῆς αὐλῆς. Til |
| book 243a2 | αἴθουσαι δὲ τὰ τῆς αὐλῆς τειχία. b(BCE3) |
| book 243a2 | αἰθούσῃσι: στοαῖς ταῖς—ἡλίου βολήν. A |
| book 244-6.1 | πεντήκοντα ἔσαν θάλαμοι〈—ἀλόχοισι〉: |
| book 244-6.2 | ἴσως οἱ περὶ Ἕκτορα ἀνδρωθέντες καὶ βασιλικοὶ γεγονότες ἀπέστη‐ |
| book 244-6 | σαν τοῦ πατρός. b(BE3E4)T |
| book 244.1 | {πεντήκοντ’} ἔνεσαν {θάλαμοι}: ἔνεσαν ὡς ἔλεξαν. οὕτως |
| book 244.2 | καὶ Ἀρίσταρχος· ἀληθὲς γάρ ἐστιν ὡς πᾶς παρῳχημένος δισύλλαβος, |
| book 244.3 | παθὼν κατὰ τὴν ἀρχὴν καὶ βραχεῖαν ἀναδεξάμενος, ἀναδίδωσι τὸν |
| book 244.4 | τόνον, κατεῖχε „κάτεχε“ (Γ 243. ν 269). οὕτως οὖν ἀνέγνωμεν „ἥμε‐ |
| book 244.5.1 | νον εἰσεῖδε“ (Ξ 158) προπερισπωμένως, τὸ δὲ ἕτερον „τὰ φρονέων |
| book 244.5.2 | μνηστῆρσι μεθήμενος εἴσιδ’ Ἀθήνην“ (α 118) προπαροξυτόνως. A |
| book 246.1 | 〈παρὰ μνηστῇς ἀλόχοισι:〉 ἐν ἄλλῳ „παρ’ αἰδοίῃς |
| book 246.2 | ἀλόχοισι“. Aim |
| book 248a.1 | τέγεοι: ὡς τέλεοι· τέγος γὰρ ὡς „τέλοσ“ (Γ 291 al.) καὶ |
| book 248a.2 | τέγειος ὡς τέλειος. Aim |
| book 248b.1 | {δώδεκ’ ἔσαν} τέγεοι θάλαμοι: ὅτι ὑπερῷοι ἦσαν· διὸ |
| book 248b.2 | τέγεοι, ἵνα μὴ διοδεύωνται. ἐπιμελῶς δὲ Ὅμηρος καὶ διὰ τῆς Ἰλιά‐ |
| book 248b.3 | δος καὶ διὰ τῆς Ὀδυσσείας τοὺς γυναικείους θαλάμους συνίστησιν. A |
| book 248c.1 | τέγεοι 〈θάλαμοι〉: ὑπερῷοι ἐπὶ τοῦ τέγους ᾠκοδομη‐ |
| book 248c.2 | μένοι· b(BCE3)T τοιοῦτοι γὰρ κατεσκευάζοντο ταῖς γυναιξὶ |
| book 248c.3 | πρὸς τὸ μὴ ὁρᾶσθαι συνεχῶς ἀνδράσιν. b(BCE3E4)T |
| book 249-50.1 | ἔνθα δὲ γαμβροί / κοιμῶντο Πριάμοιο παρ’ αἰ‐ |
| book 249-50.2 | δοίῃς ἀλόχοισιν: εἰς τὸ φιλότεκνον Πριάμου· φησὶ γὰρ „πλησίοι |
| book 249-50.3 | ἀλλήλων δεδμημένοι“ (Ζ 245. 249). T |
| book 250a1.1 | 〈παρ’ αἰδοίῃς ἀλόχοισιν:〉 οὕτως Ἀρίσταρχος παρ’ |
| book 250a1.2 | αἰδοίῃς 〈ἀλόχοισιν〉. Aint |
| book 250a2 | ἐν ἄλλῳ „παρὰ μνηστῇς ἀλόχοισι“. Aim |
| book 251.1 | ἠπιόδωρος: δῶρον παρὰ τῆς φύσεως ἔχουσα τὸ εἶναι ἠπία, |
| book 251.2 | A b (BCE3E4)T ὅτι κλαυθμυριζομένοις τοῖς παισὶ τὸν μαστὸν |
| book 251 | προτείνουσι τὸν „λαθικηδέα“ (Χ 83). A b (BCE3)T |
| book 252a.1 | 〈Λαοδίκην ἒς ἄγουσα:〉 ὅτι πρὸς Λαοδίκην πορευο‐ |
| book 252a.2 | μένη, „εἰς Ἀγαμέμνονα“ (Η 312). Aim |
| book 252b.1 | Λαοδίκην ἐσάγουσα: εἰσιοῦσα, b(BCE3E4)TTil ὥς |
| book 252b.2 | φαμεν ‘ποῖ εἰσάγεισ‘ ἀντὶ τοῦ εἰσέρχῃ. τινὲς δὲ τὴν ἔς ἀντὶ τῆς πρός, |
| book 252b.3 | πρὸς Λαοδίκην. εἴσεισι δὲ πρὸς Λαοδίκην πευσομένη τὴν αἰτίαν, δι’ |
| book 252b.4 | ἣν ἐξήγαγεν Ἑλένην· αὐτῇ γὰρ ἡ Ἶρις εἰκασθεῖσα ἐξήγαγεν εἰς τὸ |
| book 252b.5 | τεῖχος τὴν Ἑλένην (sc. Γ 121—4). b(BCE3E4)T |
| book 255.1 | δυσώνυμοι υἷες Ἀχαιῶν: οὐδὲ γὰρ ὄνομα αὐτῶν ὀνο‐ |
| book 255.2 | μάζειν ἐθέλει. καὶ ἡ Πηνελόπη „Κακοΐλιον οὐκ ὀνομαστήν“ φησιν |
| book 255.3 | (τ 260). A b (BCE3)T |
| book 256-7a1.1 | σὲ δ’ ἐνθάδε θυμὸς ἀνῆκεν 〈/ —〉Διῒ χεῖρας |
| book 256-7a1.2 | ἀνασχεῖν: εἰκότως διὰ τὴν ἀρετὴν τούτου οὐχ ὑπώπτευσε φυγήν. T |
| book 256-7a2.1 | δεόντως τὴν τοῦ παιδὸς ἀρετὴν ἐξειδυῖα φυγὴν οὐχ |
| book 256-7a2.2 | ὑπώπτευσεν. b(BCE3) |
| book 257.1 | 〈ἄκρης πόλιος:〉 ὅτι διαλελυμένως ἄκρην πόλιν εἶπε τὴν |
| book 257.2 | ἀκρόπολιν. Aim |
| book 260a1 | {πρῶτον ἔπειτα} ΔΕ ΚΑΥΤΟΣ: τοῦτο διχῶς ἀναγινώ‐ |
| book 260a1.1 | σκεται· ὅσοι γὰρ ἡγοῦνται τὸν κέ ἐγκλιτικόν, ῥωννύουσι τοῦ δέ τὴν |
| book 260a1.2 | ὀξεῖαν, ὡς καὶ 〈ὁ〉 Ἀσκαλωνίτης (p. 48 B.)· οὕτως γὰρ καὶ τὸ ἐν τῇ |
| book 260a1.3 | Ὀδυσσείᾳ (γ 255) ἀναγινώσκει· „ἤτοι μὲν τόδε κ’ αὐτὸς ὀΐεαι“. ὅσοι |
| book 260a1.5.1 | δὲ τὸν καί κατὰ κρᾶσιν καὶ ἔκθλιψιν, καὶ αὐτός καὐτός, ἐγκλίνουσι |
| book 260a1.5.2 | τὸν δέ. A |
| book 260a2 | τὸ 〈δε〉 καυτός διχῶς, καὶ βαρέως καὶ ὀξέως. Aim |
| book 260a3.1 | δε καυτός: διχῶς· οἱ μὲν γὰρ τὸν κέ συνηλεῖφθαι, οἱ δὲ |
| book 260a3.2 | τὸν καί, ἵν’ ᾖ κατὰ ἔλλειψιν ἢ κρᾶσιν. T |
| book 260b.1 | 〈κ’ αὐτός:〉 ὅτι τὸ πλῆρές ἐστι κὲ αὐτός. Ὁμηρικὸν δὲ |
| book 260b.2 | τὸ τὸν κέ περιττὸν εἶναι. Aint |
| book 260c.1 | ἔπειτα δὲ καὐτὸς ὀνήσεαι, 〈αἴ κε πίῃσθα:〉 μητρὸς |
| book 260c.2 | ἦθος ἀναφαίνεται· καὶ γὰρ ἀεὶ φαγεῖν καὶ πιεῖν ἀξιοῦσι τὰ τέκνα. |
| book 260c.3 | πιθανὸν δὲ αὐτὸν νοεῖν διψῆν ἀπὸ τῆς κινήσεως τοῦ πολέμου. ὑφαι‐ |
| book 260c.4 | ρουμένη δὲ αὐτοῦ τὴν αἰδῶ καὶ τὸ „σπείσῃσ“ (Ζ 259) εἶπεν. ὀνίνησι |
| book 260c.5.1 | δὲ οἶνος μέτριος ποθεὶς δύναμίν τε ἐμποιεῖ, ὡς καὶ τὸ „τὸ γὰρ μένος |
| book 260c.5.2 | ἐστὶ καὶ ἀλκή“ (Ι 706). b(BCE3E4)T καὶ Ὀδυσσεὺς „ὃς δέ κ’ |
| book 260c.5.3 | ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς / ἀνδράσι δυσμενέεσσι πανη‐ |
| book 260c.5.4 | μέριος πολεμίζῃ, / θαρσαλέον νύ οἱ ἦτορ ἐνὶ φρεσίν, οὐδέ τι γυῖα / |
| book 260c.5.5 | πρὶν κάμνει πρὶν πάντας ἐρωῆσαι πολέμοιο“ (Τ 167—70). T ὁ δέ, |
| book 260c.10.1 | ἐπεὶ πραΰνει ὁ οἶνος, b(BCE3E4)T βούλεται δὲ ἄγριος πρὸς τοὺς |
| book 260c.10.2 | πολεμίους εἶναι, παραιτεῖται. ἢ ὅτι δίχα τροφῆς βλάπτει τῶν νεύρων |
| book 260c.10.3 | καθαπτόμενος, b(BE3E4)T ὥς φησι Λύκος (fr. 260 D.) ἢ ὅτι μετέωρον ἔχει |
| book 260c.1 | τὸ πνεῦμα ὡς δρομαῖος ἐλθών, σπεύδει δὲ καὶ ἀπελθεῖν δρομαῖος. T |
| book 260c.2 | ἄλλως τε στρατιώταις μὲν θράσος πορίζεται, στρατηγοὺς δὲ τῆς φρο‐ |
| book 260c.15.1 | νήσεως ὑπεκλύει. ἢ τοῖς ἀποκαμοῦσιν μόνον ὠφέλιμος, ὁ δὲ ἔτι ἰσχύει. |
| book 260c.15.2 | b(BE3E4)T |
| book 260d.1 | ἔπειτα δὲ καὐτὸς ὀνήσεαι: καὶ πῶς φησι „μή μ’ ἀπο‐ |
| book 260d.2 | γυιώσῃσ“ (Ζ 265); T ἀλλ’ ἔστιν ἐν ὑπερβατῷ· „χερσὶ δ’ ἀνί‐ |
| book 260d.3 | πτοισιν Διῒ λείβειν / ἅζομαι (Ζ 266—7), μή μ’ ἀπογυιώσῃσ“ (Ζ 265). |
| book 260d.4 | ἄλλως τε ὁ μὲν μετὰ πόνους οἶνος ὠφέλιμος, ὁ δὲ πρὸ πόνου ἐπιβλα‐ |
| book 260d.5 | βής. b(BE3E4)T |
| book 261a.1 | 〈ἀνδρὶ δὲ κεκμηῶτι μένος μέγα οἶνος ἀέξει:〉 ὡς |
| book 261a.2 | γραῦς ἀποδέχεται τὴν πόσιν. Til |
| book 261b1.1 | μένος: ἡ προθυμία παρὰ τὸ μένω ῥῆμα, ὃ δηλοῖ τὸ προ‐ |
| book 261b1.2 | θυμοῦμαι, ὅθεν παρακείμενος μέμακα, μετοχὴ μεμακώς, ἐνδείᾳ τοῦ κ |
| book 261b1.3 | μεμαώς· „μεμαὼς πόλιν ἐξαλαπάξαι“ (Δ 40). μέσος παρακείμενος |
| book 261b1.4 | μέμονα. καὶ ὡς φθείρω φθαρτός, οὕτως μένω ματὸς καὶ αὐτόματος |
| book 261b1.5 | ἐν συνθέσει. A |
| book 261b2.1 | μένος: ἡ προθυμία παρὰ τὸ μένω ῥῆμα, ὃ δηλοῖ τὸ προ‐ |
| book 261b2.2 | θυμοῦμαι, ὅθεν ὁ παρακείμενος γράφεται μέμακα, ὁ μέσος μέμαα, ἐξ |
| book 261b2.3 | οὗ καὶ τὸ „μεμαὼς ἀπὸ θυμὸν ὀλέσσαι“ (Ε 852). ἔστι δὲ καὶ μέμονα |
| book 261b2.4 | ὁ παρακείμενος ἀπὸ τοῦ μένω μενῶ. καὶ ὡς φθείρω φθαρτός, οὕτως |
| book 261b2.5 | μένω ματὸς καὶ αὐτόματος. b(BCE3) |
| book 262a | 〈τύνη:〉 ὅτι ἄκρον Δώριον τὸ τύνη. Aim |
| book 262b.1 | ἔτῃσιν: πολίταις. εὖ δὲ τὸ μὴ φάναι ἑαυτῷ μηδὲ τοῖς οἰ‐ |
| book 262b.2 | κείοις, b(BCE3E4)T ἀλλὰ τῇ πόλει· T ἡγεμόνι γὰρ τοῦτο |
| book 262b | πρέπον. b(BCE3E4)T |
| book 264a | 〈ἄειρε:〉 ἀντὶ τοῦ πρόσφερε, δίδου. Aim |
| book 264b.1 | μελίφρονα: τὸν ἀναγκάζοντα ἡδέα διανοεῖσθαι· ἱλαρω‐ |
| book 264b.2 | τέρους γὰρ ποιεῖ ὡς τὰ πολλὰ τοὺς πίνοντας. ὁ δὲ βούλεται εἶναι |
| book 264b.3 | ἄγριος πρὸς τοὺς πολεμίους. b(BCE3E4)T |
| book 265.1 | μή μ’ ἀπογυιώσῃς 〈μένεος, ἀλκῆς τε λάθωμαι〉: ἡ δι‐ |
| book 265.2 | πλῆ πρὸς τὸ δοκοῦν μάχεσθαι· ἡ γὰρ Ἑκάβη λέγει· „μένος μέγα οἶ‐ |
| book 265.3 | νος ἀέξει“ (Ζ 261), ὁ δὲ Ἕκτωρ μή μ’ ἀπογυιώσῃς μένεος. ἔστι |
| book 265.4 | δὲ διάφορα τὰ λέγοντα πρόσωπα, καὶ ἑκάτερον πρός τι εἴρηται. A |
| book 266a.1 | 〈ἀνίπτοισιν:〉 οὕτως Ἀρίσταρχος. ὁ δὲ †ἡρωδιανὸς† |
| book 266a.2 | διὰ τοῦ η „ἀνίπτῃσιν“. Aim |
| book 266b.1 | 〈ἀνίπτοισιν:〉 ὅτι Ζηνόδοτος γράφει „ἀνίπτῃσιν“. οὐκ |
| book 266b.2 | ἔστι δὲ ἡ εὐθεῖα ἀνίπτη. Aint |
| book 266c | χερσὶ δ’ ἀνίπτοισιν: ἄμφω τὰς προτάσεις αὐτῆς παραι‐ |
| book 266c | τεῖται ὁ Ἕκτωρ. b(BCE3E4)T |
| book 266d1.1 | χερσὶ δ’ ἀνίπτοισιν: ἐδύνατο ὑπὸ τῆς Ἑκάβης ῥᾳ‐ |
| book 266d1.2 | δίως λυθῆναι ἡ πρόφασις Ἕκτορος ὕδωρ αὐτῷ κομισθῆναι κελευού‐ |
| book 266d1.3 | σης, ἵνα πρότερον νίψηται. ἢ οὐ τοῦτο ἦν ἀρχαῖον ἔθος τὸ τὰς χεῖρας |
| book 266d1.4 | ἀποπλύνασθαι μόνας, ἀλλὰ †τῶι ὅλωι σώματι† ἀπολούεσθαι, ὅπερ |
| book 266d1.5.1 | οὐκ εὔκαιρόν ἐστιν Ἕκτορι ἐπειγομένῳ. ἀλλὰ πῶς ἐν τοῖς ἑξῆς ἀνί‐ |
| book 266d1.5.2 | πτοις χερσὶν εὔχεται· „Ζεῦ ἄλλοι τε θεοί, δότε δὴ καὶ τόνδε γενέσθαι / |
| book 266d1.5.3 | παῖδ’ ἐμὸν ὡς καὶ ἐγώ περ“ (Ζ 476—7); ἢ οὐδὲ τοῦτο ἐναντίον· οὐ |
| book 266d1.5.4 | γὰρ ταὐτόν ἐστιν ἐπισπένδειν καὶ ἁπλῶς διὰ λόγων εὔχεσθαι· τὸ μὲν |
| book 266d1.5.5 | γὰρ διὰ σώματος, τὸ δὲ διὰ ψιλῶν λόγων γίνεται. T |
| book 266d2.1 | ἠδύνατο μὲν οὖν ῥᾳδίως κομισθῆναι ὕδωρ κελευσάσης, |
| book 266d2.2 | ἵνα πρότερον νίψηται καὶ λυθῇ αὐτοῦ ἡ πρόφασις. ἀλλ’ οὐ τοῦτο |
| book 266d2.3 | ἦν ἔθος ἀρχαῖον τὸ τὰς χεῖρας ἀπονίπτεσθαι μόνον, ἀλλὰ τὸ ὅλον |
| book 266d2.4 | ἀπολούεσθαι σῶμα, ὅπερ †εὐχερὲς Ἕκτορι ἐπειγομένῳ. καὶ πῶς ἐν |
| book 266d2.5.1 | τοῖς ἑξῆς ἀνίπτοις χερσὶν εὔχεται· „Ζεῦ ἄλλοι τε θεοί, δότε δὴ καὶ |
| book 266d2.5.2 | τόνδε γενέσθαι / παῖδ’ ἐμὸν ὡς καὶ ἐγώ περ“; οὐκ ἔστιν τοίνυν ἐναν‐ |
| book 266d2.5.3 | τίον· οὐ γὰρ ταὐτόν ἐστιν ἐπισπένδειν καὶ ἁπλῶς διὰ λόγων εὔχε‐ |
| book 266d2.5.4 | σθαι· τὸ μὲν γὰρ διὰ σώματος, τὸ δὲ διὰ ψιλῶν ῥημάτων γίνεται. |
| book 266d2.5.5 | b(BE3E4) |
| book 267-8.1 | 〈οὐδέ πῃ ἔστι—εὐχετάασθαι:〉 αἵματι (268) |
| book 267-8.2 | τῷ ἐκ πολέμου. | φεύγων δὲ τὴν καταφρόνησιν τῶν θεῶν ἐπέτεινε τὴν |
| book 267-8.3 | εὐσέβειαν. Til |
| book 268a.1 | 〈αἵματι καὶ λύθρῳ·〉 αἵματι τῷ ἐκ πολέμου, ὁμοίως |
| book 268a.2 | καὶ λύθρῳ τῷ τῇ κόνει ἐπιμίκτῳ. b(BCE3E4) |
| book 268b1.1 | εὐχετάασθαι: Ἀρίσταρχος τὸ δεύτερον ἄλφα συστέλ‐ |
| book 268b1.2 | λει καὶ ὁ Ἀσκαλωνίτης (p. 48 B.). ἄλλοι δὲ ἐκτείνουσιν, οὐχ ὑγιῶς· |
| book 268b1.3 | ὅσα γὰρ εἰς θαι λήγει ἀπαρέμφατα μὴ κατ’ Αἰολίδα διάλεκτον, τρί‐ |
| book 268b1 | την ἀπὸ τέλους ἔχοντα τὴν ὀξεῖαν, φιλεῖ πρὸ τέλους βραχύνεσθαι, |
| book 268b1.5.1 | „λέγεσθαι“ (Ν 275), τίθεσθαι, „ἵστασθαι“ (τ 201), κίχρασθαι, πίμ‐ |
| book 268b1.5.2 | πρασθαι. ὅσα δὲ πρὸ τέλους ἔχει φύσει μακράν, προπερισπᾶσθαι θέ‐ |
| book 268b1.5.3 | λει, νικᾶσθαι φιλεῖσθαι· τὰ γὰρ τοιαῦτα δίζησθαι φίλησθαι ὑπο‐ |
| book 268b1.5.4 | φαίνει Αἰολικὸν χαρακτῆρα· ὅθεν οἱ ἀξιοῦντες ἐκτείνειν τὸ δεύτερον |
| book 268b1.5.5 | α ἐν τῷ εὐχετάασθαι πάντως καὶ προπερισπῶσιν· εἰ δὲ δεδώκασι |
| book 268b1.10.1 | τρίτην ἀπὸ τέλους τὴν ὀξεῖαν, δώσουσι καὶ τὴν παραλήγουσαν |
| book 268b1.10.2 | βραχυνομένην. οὕτως οὖν πάντα τὰ τοιαῦτα ἀναγνωστέον· „ἀλλ’ |
| book 268b1.10.3 | ἤτοι σε γυναῖκας ἐγὼ δεδάασθαι ἄνωγα“ (π 316), „ἐν μεγάροισι δ’ |
| book 268b1.10.4 | ἕκητι σέθεν κακὰ μηχανάασθαι“ (γ 213), „ἄλλοτε μέν σε καὶ αἰτιά‐ |
| book 268b1.10.5 | ασθαι ἄνωγα“ (Κ 120), „καὶ ἑδριάασθαι ἄνωγον“ (γ 35), „μήτε |
| book 268b1.15 | μνάασθαι ἄκοιτιν“ (α 39). A |
| book 268b2.1 | εὐχετάασθαι: τὸ δεύτερον α συσταλτέον· τὰ γὰρ εἰς |
| book 268b2.2 | θαι ἀπαρέμφατα προπαροξυνόμενα βραχυπαράληκτά εἰσι, τὰ δὲ |
| book 268b2.3 | παροξυνόμενα μακροπαράληκτα. b(BCE3)T |
| book 270a1.1 | {ἔρχεο σὺν} θυέεσσι〈ν〉: ἡμεῖς θυμιάματα, Ἀττικοὶ |
| book 270a1.2 | †θηλύματα†· τὸ δὲ ἔμψυχον ἱερεῦσαι, σφάξαι, ῥέξαι. T |
| book 270a2.1 | ἃ ἡμεῖς θυμιάματά φαμεν, οἱ δὲ Ἀττικοὶ †θηλύματα† |
| book 270a2.2 | ἀπὸ τοῦ ἐκθηλύνειν. ἐπὶ δὲ τῶν ἐμψύχων κυρίως τὸ ἱερεῦσαι λέγεται, |
| book 270a2.3 | ὅ ἐστι σφάξαι. b(BCE3E4) |
| book 270a3 | τοῖς θυλήμασιν, ὅ ἐστι θυμιάμασιν. Til |
| book 270b | 〈γεραιάς:〉 γράφεται καὶ „γεραιράσ“. Aint |
| book 272.1 | 〈καί τοι πολὺ φίλτατος αὐτῇ:〉 ἵνα ἐκ προθυμίας ᾖ τὸ |
| book 272.2 | δῶρον. b(BCE3E4)Til |
| book 273 | 〈ἐπὶ γούνασιν:〉 ὅτι πάλιν ἀντὶ τοῦ παρὰ γούνασιν. Aim |
| book 277 | 〈Ἰλίου ἱρῆς:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aim |
| book 278 | 〈φόβοιο:〉 ὅτι πάλιν φόβον τὴν φυγήν. Aim |
| book 280.1 | Πάριν μετελεύσομαι: ἵνα μὴ δι’ Ἀνδρομάχην δοκῇ τῆς |
| book 280.2 | μητρὸς ὑπεξίστασθαι. καλῶς δὲ τὰ ἀναγκαῖα προκρίνει τῶν ἡδέων· |
| book 280.3 | A b (BCE3, E4[bis]) T τοῦτο γάρ ἐστι φρονήσεως τὸ πάντα |
| book 280.4 | εἰδέναι, τὰ δὲ ὠφέλιμα αἱρετώτερα ἡγεῖσθαι. b(BCE3E4) |
| book 281-2a1.1 | 〈αἴ κ’ ἐθέλῃς’ εἰπόντος ἀκουέμεν—Ὀλύμ‐ |
| book 281-2a1.2 | πιος ἔτρεφε πῆμα:〉 ἐνδείκνυται διὰ τούτου τὸ ἀπειθές, μᾶλλον δὲ |
| book 281-2a1.3 | ἐμπαθὲς Ἀλεξάνδρου. οὐκ εἶπε δὲ ὅτι σὺ αὐτὸν ἔτρεφες, ἵνα 〈μὴ〉 μᾶλ‐ |
| book 281-2a1.4 | λον λυπήσῃ αὐτὴν ὡς κακοῦ θρέπτριαν, ἀλλ’ ὁ Ὀλύμπιος. b(BC |
| book 281-2a1.5 | E3E4) |
| book 281-2a2 | εἰς τὸ ἀπειθὲς Ἀλεξάνδρου. Til |
| book 281-2a3 | Ὀλύμπιος (282), ἵνα μὴ εἴπῃ σύ. Til |
| book 282 | γαῖα χάνοι: διασταίη ἡ γῆ—καταπίοι ἡ γῆ. A |
| book 283a1.1 | 〈Τρωσί τε καὶ Πριάμῳ μεγαλήτορι τοῖό τε παι‐ |
| book 283a1.2 | σίν:〉 οὐ προσέθηκεν οὐδὲ ἐνταῦθα τὸ σοί, ἵνα ἔτι ἔχῃ ἐλπίδας ὡς ἡ |
| book 283a1.3 | πόλις οὐχ ἁλωθήσεται. b(BCE3E4) |
| book 283a2 | οὐκ εἶπε σοί. Til |
| book 285a.1 | φαίην κε φρέν’ ἄτερ που οἰζύος ἐκλελαθέσθαι: ὅτι |
| book 285a.2 | τὸ σημαινόμενον, εἰ ἐκεῖνον ἴδοιμι τετελευτηκότα, δόξαιμι ἂν ἐκλε‐ |
| book 285a.3 | λῆσθαι τῆς κακοπαθείας καὶ χωρὶς αὐτῆς γεγονέναι. ἔνιοι δὲ ἀγνοή‐ |
| book 285a.4 | σαντες γράφουσιν „ἀτέρπου“. A |
| book 285b1.1 | φαίην κε φρέν’ ἀτέρπου: Ζηνόδοτος „φαίην κεν φίλον |
| book 285b1.2 | ἦτορ“. ἔστι δὲ καὶ ἄλλη γραφὴ „†φαίνῃ περ“. T |
| book 285b2 | Ζηνόδοτος „〈φαίην κεν〉 φίλον ἦτορ“. Aim |
| book 285c1.1 | ἄτερ που οἰζύος: ἄτερ †που ἀπολόμενον, ἵνα μὴ ἐπὶ |
| book 285c1.2 | ἐμοῦ διὰ τὸ φιλάδελφον. ἀλλ’ εἶπεν „ἴδοιμι“ (Ζ 284). οἱ δὲ τὸ γενο‐ |
| book 285c1.3 | μένην ἀκούουσιν. T |
| book 285c2.1 | εἰ εἶδον, φησίν, αὐτὸν ὀλεσθέντα, ὑπέλαβον ἂν κατὰ φρένα |
| book 285c2.2 | χωρὶς ταλαιπωρίας καὶ θλίψεως ἐπιλαθέσθαι αὐτοῦ καίπερ μὴ οὕτως |
| book 285c2.3 | διὰ τὸ φιλάδελφον ἐπιλαθόμενος. b(BCE3E4) |
| book 286.1 | ὣς ἔφαθ’, ἡ δὲ μολοῦσα: εὔκαιρος ἡ ἀποσιώπησις· οὔτε |
| book 286.2 | γὰρ συναινεῖν τῇ Ἀλεξάνδρου ἀρᾷ δύναται ὡς μήτηρ, οὔτε ἀπολο‐ |
| book 286.3 | γεῖσθαι, ἵνα μὴ παροξύνῃ Ἕκτορα. b(BCE3E4)T |
| book 288.1 | 〈αὐτὴ δ’ ἐς θάλαμον κατεβήσετο κηώεντα:〉 ἐν ταῖς |
| book 288.2 | Ἀριστάρχου φέρεται καὶ ἑτέρως „ἡ δ’ εἰς οἶκον ἰοῦσα παρίστατο |
| book 288.3 | φωριαμοῖσιν“. Aim |
| book 289a1.1 | ἔσάν οἱ: ὅτι ἐγκεκλιμένως ἀναγνωστέον οὕτως δύο τό‐ |
| book 289a1.2 | νοις, καίτοι πυρριχιακῆς οὔσης τῆς λέξεως, ἵνα μὴ ἄρθρον νοηθῇ τὸ |
| book 289a1.3 | οι, ἀλλ’ ἀντωνυμία. A |
| book 289a2.1 | ἔσάν οἱ: δύο παράλληλοι ὀξεῖαι ὑπὲρ τοῦ 〈μὴ〉 συν‐ |
| book 289a2.2 | εμπίπτειν τὴν οι ἄρθρῳ πληθυντικῷ. T |
| book 291a.1 | ἤγαγε Σιδονίηθεν: δεδιὼς γὰρ τὸν διωγμὸν διὰ Φοι‐ |
| book 291a.2 | νίκης καὶ Αἰγύπτου ἦλθεν, A b (BCE3)T ὡς καὶ οἱ Ἀργοναῦται |
| book 291a.3 | διὰ τοῦ Ἴστρου. AT τῆς περιεργίας δὲ Ἀλεξάνδρου τὸ μὴ† |
| book 291a.4 | ὠνήσασθαι πέπλους, ἀλλὰ καὶ πρίασθαι τὰς ἐργαζομένας. A b (BC |
| book 291a.5 | E3E4)T |
| book 291b.1 | 〈Σιδονίηθεν:〉 ὅτι ἀπὸ μιᾶς πόλεως τῆς Σιδῶνος τὴν |
| book 291b.2 | Φοινίκην σημαίνει. Aint |
| book 291c | ἐπιπλώς: ἀποκοπή, οὐ συγκοπή. T |
| book 292a.1 | ἀνήγαγεν: ὅτι τὸν ἐκ Πελοποννήσου ἐπ’ Ἴλιον πλοῦν |
| book 292a.2 | ἀναγωγὴν λέγει. A |
| book 292b.1 | ἀνήγαγεν: καλῶς τὸ ἀνήγαγε· b(BE3E4) βορειο‐ |
| book 292b.2 | τέρα γὰρ τῆς Ἑλλάδος ἐστὶν ἡ Ἰλιάς. b(BE3E4)T |
| book 293a.1 | τῶν ἕν’ ἀειραμένη〈—φέρε δῶρον Ἀθήνῃ〉: οὐ πρεπόντως, φασίν, ἐκ τῆς Ἀλε‐ |
| book 293a.2 | ξάνδρου ἀδικίας δίδοται τῇ θεῷ τὸ δῶρον. ἀλλ’ οὔτε Ἑλένης ὁ πέ‐ |
| book 293a.3 | πλος ἐστὶν οὔτε ἐκ Λακεδαίμονος αἱ γυναῖκες. T |
| book 293b.1 | τῶν ἕν’ ἀειραμένη 〈Ἑκάβη φέρε〉: τὰ σπουδαῖα δι’ |
| book 293b.2 | ἑαυτῶν αἱ ἐλεύθεραι οἰκονομοῦσι παρ’ Ὁμήρῳ. καὶ νῦν μὲν ἡ Ἑκάβη |
| book 293b.3 | τὸν πέπλον ἐκφέρει, ἑτέρωθι (sc. ο 123—8) δὲ ἡ Ἑλένη Τηλεμάχῳ |
| book 293b.4 | τὸν πέπλον καὶ ἡ Πηνελόπη τοῖς μνηστῆρσι τὸ τόξον (cf. φ 59—60). |
| book 293b.5 | b(BCE3E4)T |
| book 295.1 | ἔκειτο δὲ νείατος ἄλλων: ὧν γὰρ ἡ χρῆσις συνεχής, ταῦτα |
| book 295.2 | καὶ πρόχειρα· b(BCE3E4)T οἷς δὲ μὴ χρῷτό τις, ταῦτα καὶ |
| book 295.3 | νείατα. b(BCE3E4) |
| book 299.1 | 〈Κισσηΐς, ἄλοχος Ἀντήνορος ἱπποδάμοιο:〉 βραχὺ |
| book 299.2 | διασταλτέον ἐπὶ τὸ Κισσηΐς. Aint |
| book 300.1 | τὴν γὰρ Τρῶες ἔθηκαν: οὔτε κληρωτοὺς οὔτε ἐκ γένους |
| book 300.2 | βούλεται τοὺς ἱερεῖς εἶναι οὔτε ἑνὸς ψήφῳ, ἀλλ’ ὃν πλῆθος ἕλοιτο, |
| book 300.3 | b(BCE3E4)T διὰ τὸ πολλὰς δημοτικὰς τοῖς προχειριζομένοις |
| book 300 | καὶ προχειρίζουσι τὰς αἰτίας ἀνακύπτειν. b(BCE3E4) |
| book 303 | 〈ἐπὶ γούνασιν:〉 ὅτι πάλιν παρὰ γούνασιν. Aim |
| book 304.1 | εὐχομένη δ’ ἠρᾶτο: ὅτι τὸν ἱερέα περὶ τῶν κοινῶν εὔ‐ |
| book 304.2 | χεσθαι δεῖ, οὐκ ἰδίᾳ ἕκαστον. ἑκάστου δὲ τὸ ἀξίωμα οἶδεν ὁ ποιητής· |
| book 304.3 | τὴν Θεανὼ γοῦν Ἑκάβης παρισταμένης ποιεῖ εὐχομένην, καὶ τὸν |
| book 304.4 | Χρύσην τῷ Ἀπόλλωνι ὑπὲρ τῶν Ἑλλήνων παρόντος τοῦ Ὀδυσ‐ |
| book 304.5 | σέως (cf. Α 446—56). b(BCE3E4)T |
| book 305.1 | ἐρυσίπτολι: πλεονασμὸς τοῦ ε. παρὰ Καλλιμάχῳ (fr. 626)· |
| book 305.2 | „†οἱ δὲ τῶν οὐκ ἀγαθῶν ἐρυσίπτολιν“. παρά τισι δὲ ἡ ποιοῦσα ἐρι‐ |
| book 305.3 | πεῖν τὰς πόλεις. ἄμεινον δὲ „ῥυσίπτολι“. AT καὶ οἰκεῖον ταῖς |
| book 305.4 | περὶ σωτηρίας εὐχομέναις τῆς πόλεως, ὡς καὶ ἐκεῖ „Ἀθηναίῃ ληΐτιδι“ |
| book 305.5 | (Κ 460). A b (BCE3E4)T |
| book 307a.1 | πρηνέα δὸς πεσέειν: ἕτερα παρὰ τὴν πρόσταξιν (sc. |
| book 307a.2 | Ζ 96—7. 277—8) εὔχεται· διὸ ἀνανεύει ἡ Ἀθηνᾶ. T |
| book 307b.1 | Σκαιῶν προπάροιθε πυλάων: ὡς μέχρι τούτων ἐλά‐ |
| book 307b.2 | σαντος αὐτοῦ τοὺς Τρῶας. ἔμφασιν δὲ ἔχει βιαζομένου ἐμπεσεῖσθαι |
| book 307b.3 | εἰς τὴν πόλιν. b(BCE3E4)T |
| book 311a.1 | ὣς ἔφατ’ εὐχομένη, 〈ἀνένευε δὲ Παλλὰς Ἀθήνη〉: |
| book 311a.2 | ἀθετεῖται, ὅτι πρὸς οὐδὲν τὸ ἐπιφώνημα καὶ οὐκ ἠθισμένον· κατὰ μὲν |
| book 311a.3 | γὰρ τὸ ἐναντίον ὁ Ζεὺς ἐπιβεβαιοῖ κατανεύων (sc. Α 528). καὶ ἑξῆς |
| book 311a.4 | δὲ ἐπιλεγομένου „ὣς αἱ μέν ῥ’ εὔχοντο“ (Ζ 312) σαφῶς γίνεται πε‐ |
| book 311a.5 | ρισσὸς ὁ στίχος. γελοία δὲ καὶ ἡ ἀνανεύουσα Ἀθηνᾶ. A |
| book 311b.1 | ἀνένευε δέ: τῇ γνώμῃ ἀνένευεν ἐπὶ τῇ ἀναιρέσει, ἐπεί τοι |
| book 311b.2 | παύει Διομήδεα διὰ τῆς Αἴαντος πρὸς Ἕκτορα μονομαχίας. b(BC |
| book 311b.3 | E3E4)T |
| book 313-4.1 | πρὸς δώματ’ Ἀλεξάνδροιο βεβήκει 〈/ —αὐ‐ |
| book 313-4.2 | τὸς ἔτευξε〉: ὡς περὶ ἁβροδιαίτου καὶ τοῦτό φησιν· οὐκ ἐβουλήθη |
| book 313-4.3 | γὰρ σὺν τοῖς ἀδελφοῖς καὶ κηδεσταῖς κατοικεῖν, ἀλλ’ ἑαυτῷ ἐδείματο |
| book 313-4.4 | οἴκησιν κατ’ ἰδίαν. b(BCE3E4)T |
| book 315.1 | τέκτονες: τέκτονες οἱ λαοξόοι, b(BCE3E4)T ὅθεν καὶ |
| book 315.2 | ἀρχιτέκτων. T τὸ δὲ „ἔτευξεν“ (Ζ 314) ἐπεστάτησε (καλλωπιστὴς |
| book 315.3 | γάρ) καὶ ἴσως πρὸς ζῆλον τῆς Μενελάου οἰκίας, ὥστε, εἰ δυνατὸν ἦν, |
| book 315.4 | ἥρπασεν ἂν καὶ αὐτήν. b(BCE3E4)T |
| book 316a1.1 | οἵ οἱ ἐποίησαν θάλαμον καὶ δῶμα καὶ αὐλήν: δῶμα |
| book 316a1.2 | ἐποίησαν, ἐν ᾧ ἦν θάλαμος καὶ αὐλή. ἢ δῶμα τὸν ἀνδρῶνά φησιν. T |
| book 316a2.1 | οἴκημα αὐτῷ ἐποίησαν, ἐν ᾧ ἦν θάλαμος, ὅ ἐστι νυμφικὸς |
| book 316a2.2 | κοιτωνίσκος, καὶ δῶμα, τουτέστιν ἀνδρών, καὶ αὐλή, ὅ ἐστι τὸ ἐξώ‐ |
| book 316a2.3 | τερον. b(BCE3E4) |
| book 317a | 〈πόλει ἄκρῃ:〉 ὅτι πάλιν διῃρημένως εἴρηκεν. Aim |
| book 317b.1 | ἐν πόλει ἄκρῃ: μέχρι νῦν ἴχνη αὐτῶν ἔστιν. τὰ δὲ |
| book 317b.2 | Ἕκτορος πρυτανεῖά ἐστι νῦν τῇ πόλει. T |
| book 319-20 | ἔγχος ἔχ’ 〈ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο |
| book 319-20.1 | δουρός / αἰχμὴ χαλκείη〉: πρὸς ὑπογραμμὸν καὶ προτροπὴν Ἀλε‐ |
| book 319-20.2 | ξάνδρου θρασὺς φαίνεται Ἕκτωρ διὰ τοῦ δόρατος προμηνύων τὴν |
| book 319-20.3 | ἄφιξιν. ἑνδεκάπηχυ (319) δὲ ἕνδεκα πηχῶν, ἐπεὶ τὸ κολλητὸν δύο |
| book 319-20.5 | καὶ εἰκοσίπηχυ (cf. Ο 678). b(BCE3E4)T |
| book 319a.1 | 〈ἑνδεκάπηχυ:〉 ὅτι ὑφ’ ἓν ἑνδεκάπηχυ ἀναγνωστέον· |
| book 319a.2 | τὸ γὰρ διπλάσιον δύο καὶ εἰκοσίπηχυ (cf. Ο 678). Aim |
| book 319b.1 | 〈ἔχ’〉 ἑνδεκάπηχυ: οἱ μὲν διαιροῦσιν, „ἔχεν“, εἶτα „δε‐ |
| book 319b.2 | κάπηχυ“, οἱ δὲ ἑνδεκάπηχυ. ὁ μὲν οὖν Ἀσκαλωνίτης (p. 48 B.) |
| book 319b.3 | οὐδεμίαν προκρίνει· οἱ δὲ περὶ Ἡρακλέωνα (fr. 4 B.) καὶ Ἀλεξίωνα |
| book 319b.4 | (fr. 31 B.) πιθανωτέραν ἡγοῦνται τὴν τοῦ ἕνδεκα ἀριθμοῦ διαστολήν, |
| book 319b.5.1 | ἐπειδήπερ τὰ ναύμαχα, τὰ ἐκ δύο συμβληθέντα καὶ κολληθέντα, λέγε‐ |
| book 319b.5.2 | ται „δύο καὶ εἰκοσίπηχυ“ (Ο 678). A |
| book 320a1.1 | πόρκης: ὁ τῆς ἐπιδορατίδος δακτύλιος. b(BCE3)T |
| book 320a1.2 | πόρκης δὲ διὰ τὸ πείρειν τὸ δόρυ δι’ αὐτοῦ. T |
| book 320a2.1 | πόρκης: ὁ κρίκος ὁ συνέχων τὸν σίδηρον πρὸς τὸ ξύλον |
| book 320a2.2 | τοῦ δόρατος, | διὰ τὸ πείρειν τὸ δόρυ δι’ αὐτοῦ. A |
| book 321.1 | τὸν δ’ εὗρ’ ἐν μεγάροις περικαλλέα τεύχε’ ἕποντα: |
| book 321.2 | τὸν καλλωπιστὴν δηλοῖ καὶ ἐναβρυνόμενον τῇ γυναικὶ καὶ μόνον οὐχὶ |
| book 321.3 | πομπῆς χάριν κεκτημένον τὴν σκευήν. b(BCE3E4)T ἄλλως τε |
| book 321.4 | οὐδὲ ἐν τῇ αὐλῇ ἐστιν, ἀλλ’ ἐν μέσαις ταῖς ἐρίθοις. T |
| book 322a.1 | ἀσπίδα καὶ θώρηκα, 〈καὶ ἀγκύλα τόξ’ ἁφόωντα〉: |
| book 322a.2 | βραχὺ διασταλτέον ἐπὶ τὸ θώρηκα· πρεπωδέστερον γὰρ ἐπὶ τοῦ |
| book 322a.3 | τόξου τὸ ἁφόωντα. A |
| book 322b1.1 | ἀσπίδα καὶ θώρηκα, 〈καὶ ἀγκύλα ΤΟΞΑΦΟΩΝ‐ |
| book 322b1.2 | ΤΑ〉: βραχὺ διασταλτέον εἰς τὸ θώρηκα. | τὸ δὲ „φόωντα“ τινὲς λαμ‐ |
| book 322b1.3 | πρύνοντα παρὰ τὸ φῶς. ἢ „ἁφόωντα“ ἀντὶ τοῦ ἐρευνῶντα, ψηλαφῶν‐ |
| book 322b1 | τα. T |
| book 322b2.1 | βραχὺ διασταλτέον εἰς τὸ θώρηκα, ἵν’ ᾖ πρὸς τὸ „ἕπον‐ |
| book 322b2.2 | τα“ (Ζ 321). b(BCE3E4) |
| book 324.1 | καὶ ἀμφιπόλοισι 〈περικλυτὰ ἔργα〉 κέλευε: ἐμπρα‐ |
| book 324.2 | κτοτέρα αὕτη Ἀλεξάνδρου. περικλυτὰ δὲ ἔργα κέλευεν ἀντὶ τοῦ |
| book 324.3 | περὶ τῶν ἔργων. b(BCE3E4)T |
| book 325a.1 | τὸν δ’ Ἕκτωρ νείκεσσεν 〈ἰδὼν αἰσχροῖς ἐπέεσ‐ |
| book 325a.2 | σιν〉: ὅτι κυκλικῶς κατακέχρηται· οὐδὲν γὰρ λέγεται ἐπιπληκτικόν. |
| book 325a.3 | A |
| book 325.1 | αἰσχροῖς: λοιδόροις. b(BCE3E4)T παρ’ ἑαυτοῦ δὲ |
| book 325.2 | ἐξήνεγκεν ὁ ποιητὴς τὸν στίχον. b(BCE3)T |
| book 326a.1 | δαιμόνι’, 〈οὐ μὲν καλὰ χόλον τόνδ’ ἔνθεο θυμῷ〉: |
| book 326a.2 | ὅτι ἄπορον, ποῖον χόλον. λύοιτο δ’ ἂν ἐξ ὑποθέσεως. μήποτ’ οὖν |
| book 326a.3 | ἀκούων τοὺς Τρῶας καταρᾶσθαι αὐτῷ ἐχολοῦτο. ἀμείβεται γοῦν |
| book 326a.4 | „οὔτοι ἐγὼ 〈Τρώων〉 τόσσον χόλῳ οὐδὲ νεμέσσει“ (Ζ 335). A |
| book 326b1.1 | οὐ μὲν καλὰ χόλον: ἀφορμὴν αὐτῷ δίδωσι τῆς ἀργίας· |
| book 326b1.2 | οὐ γὰρ ὡς ἀσθενοῦς, ἀλλ’ ὡς ῥᾳθύμου κατηγορεῖ· οὐχ ὑγιῶς, φησίν, |
| book 326b1.3 | ἐν νῷ ἔχεις τὴν μῆνιν, ἥν σοι οἱ Τρῶες μηνίουσιν (ὡς θελήσαντες αὐτὸν |
| book 326b1.4 | ἐκδοῦναι Μενελάῳ). ἄλλως τε οὐκ ἔδει ἐπὶ Ἑλένης αὐτὸν λοιδορεῖ‐ |
| book 326b1.5 | σθαι. T |
| book 326b2.1 | ἀφορμὴν λαμβάνει διὰ τῆς αὐτοῦ ἀργίας· οὐ γὰρ ὡς |
| book 326b2.2 | ἀσθενοῦς, ἀλλ’ ὡς ῥᾳθύμου αὐτοῦ κατηγορεῖ. καί φησιν· οὐχ ὑγιῶς |
| book 326b2.3 | ἐν ἑαυτῷ τὴν μῆνιν ἔχεις· σοὶ γὰρ οἱ Τρῶες μηνίουσιν (ὡς θελησάντων |
| book 326b2.4 | αὐτὸν ἐκδοῦναι Μενελάῳ). ἢ χόλον τὴν ῥᾳθυμίαν λέγει. ἐβούλετο μὲν |
| book 326b2.5 | οὖν αὐτοῦ πλειόνως καθάψασθαι, ἀλλ’ οὐκ ἔδει αὐτὸν ἐπὶ Ἑλένης |
| book 326b2 | λοιδορεῖσθαι. b(BCE3E4) |
| book 327-8.1 | λαοὶ μὲν φθινύθουσι〈— / μαρνάμενοι〉: περι‐ |
| book 327-8.2 | κέκοπται ὁ λόγος· ἐφυλάξατο γὰρ εἰπεῖν· σὺ δὲ καθέζῃ ἀκίνδυνος. |
| book 327-8.3 | b(BCE3E4)T |
| book 327.1 | περὶ π〈τ〉όλιν: περὶ πόλιν εἶπε διαφθείρεσθαι τὸν λαόν, ὡς |
| book 327.2 | ἐγγὺς ὄντος τοῦ δεινοῦ. T |
| book 328.1 | σέο δ’ εἵνεκ’ ἀϋτή: Μενέλαος δὲ πολεμεῖ πρὸς Ἀλεξάνδρου |
| book 328.2 | †ἀδίκως†, πρὸς Ἕκτορα ὑπὲρ ἑαυτόν· νυκτὶ γὰρ ἔτι ὑπερασπίζει |
| book 328.3 | Πατρόκλου (cf. Ρ 563 sq., imprimis 581. 717). T |
| book 330a1 | 〈εἴ τινά που:〉 Ἀρίσταρχος „ὅν τινά που“. Aim |
| book 330a2.1 | εἴ τινά που {μεθιέντα}: „ὅντινά που“. οὕτως αἱ Ἀρι‐ |
| book 330a2.2 | στάρχου. T |
| book 331a.1 | ἀλλ’ ἄνα: ἐφυλάξατο ἐπαγαγεῖν τῷ „λαοὶ μὲν“ (Ζ 327) |
| book 331a.2 | ‘σὺ δὲ καθέζῃ‘. T |
| book 331b.1 | 〈πυρὸς δηΐοιο θέρηται:〉 ὅτι ἐλλείπει ἡ ὑπό πρόθεσις, |
| book 331b.2 | ὑπὸ πυρός. Aint |
| book 331c | 〈θέρηται:〉 καυθῇ. Til |
| book 335a.1 | οὔτοι ἐγὼ Τρώων 〈τόσσον χόλῳ〉: ὅτι σαφὲς γέγονε |
| book 335a.2 | τὸ ἐν τοῖς ἐπάνω ἄδηλον διὰ τοῦ „δαιμόνι’, οὐ μὲν καλὰ χόλον τόνδ’ |
| book 335a.3 | ἔνθεο θυμῷ“ (Ζ 326). A |
| book 335b.1 | {οὔτε} νεμέσ〈σ〉ι: διὰ τοῦ ι μακροῦ τὸ νεμέσ〈σ〉ι ὡς |
| book 335b.2 | Θέτι. T |
| book 336a1.1 | ἥμην {ἐν θαλάμῳ}: προσπνευστέον τὸ η· ἐνδιατρίβειν γὰρ |
| book 336a1.2 | σημαίνει καὶ τὸ καθῆσθαι. ὅσοι δὲ ἠθέλησαν σημαντικὸν εἶναι τοῦ |
| book 336a1.3 | ὑπάρχειν, ἐψίλωσαν· ὃ σπανίως εὑρίσκεται κατὰ τὴν χρῆσιν τῶν |
| book 336a1.4 | Ἑλλήνων, οὗ τὰ ὑποδείγματα δίδομεν ἐν τῷ Περὶ τῶν εἰς μι (fr. 12, |
| book 336a1.5 | Hrd. 2, 840, 9). ὁ μέντοι ποιητὴς οὐκ ἐχρήσατο. A |
| book 336a2.1 | δασυντέον τὸ ἥμην, ἀντὶ τοῦ ἐκαθήμην. τινὲς δὲ ψιλοῦσιν |
| book 336a2.2 | ἀντὶ τοῦ ὑπῆρχον, κακῶς. b(BCE3)T |
| book 336b.1 | ἄχεϊ προτραπέσθαι: εἶξαι τῇ συμφορᾷ καὶ ἀφησυχά‐ |
| book 336b.2 | σαι. δέον δὲ ἔργοις ἀνανεοῦσθαι τὸ πταῖσμα διὰ ἡσυχίας φησὶν |
| book 336b.3 | ἀνακτᾶσθαι ἑαυτόν. b(BCE3E4)T |
| book 336c.1 | 〈ἄχεϊ προτραπέσθαι:〉 οἱονεὶ εἶξαι τῇ συμφορᾷ καὶ |
| book 336c.2 | σχολάσαι τῇ μάχῃ. Aint |
| book 336c.1 | {ἔθελον δ’} ἄχεϊ προτραπέσθαι: διὰ τὴν λύπην τοῦ δυση‐ |
| book 336c.2 | μερήματος—δὲ εἶξαι. A |
| book 337a.1 | νῦν δέ με 〈παρειποῦς’ ἄλοχος μαλακοῖς ἐπέεσ‐ |
| book 337a.2 | σιν〉: ὅτι οὐ κατὰ τὸ ῥητὸν παραγείοχε τὴν παραμυθίαν, δεῖ δὲ |
| book 337a.3 | κατὰ τὸ σιωπώμενον νοῆσαι· διὸ καὶ εὑρίσκεται περὶ τὰ ὅπλα ἀσχο‐ |
| book 337a.4 | λούμενος. A |
| book 337a.5.1 | νῦν δέ με παρειποῦς’ ἄλοχος: ὡς ἐρῶν κηδεμόνα τῆς |
| book 337a.5.2 | πόλεως αὐτὴν θέλει δεῖξαι· ἅμα δὲ μειοῖ τὴν παραίνεσιν τοῦ ἀδελ‐ |
| book 337a.5.3 | φοῦ. T |
| book 339.1 | νίκη δ’ ἐπαμείβεται ἄνδρας: ὡς τὸ „κεῖνον δ’ αὖθις |
| book 339.2 | ἐγώ“ (Γ 440). b(BCE3)T τῇ δὲ τύχῃ, οὐ τῷ πολεμίῳ περιά‐ |
| book 339.3 | πτει τὸ κατόρθωμα. b(BCE3E4)T | ὁ δὲ δέ ἀντὶ τοῦ γὰρ. T |
| book 340-1.1 | ἀλλ’ ἄγε νῦν ἐπίμεινον〈— /〉 ἢ ἴθ’ 〈ἐγὼ δὲ |
| book 340-1.2 | μέτειμι,〉 κιχήσεσθαι δέ ς’ ὀΐω: πρὸς ἀναβολὴν καὶ εὐκαιρίαν |
| book 340-1.3 | Ἕκτορος. T |
| book 342.1 | τὸν δ’ οὔτι προσέφη: καλῶς οὐδὲ ἀποκρίσεως αὐτὸν |
| book 342.2 | ἠξίωσεν εἰπόντα „νῦν δέ με παρειποῦς’ ἄλοχοσ“ (Ζ 337), ἀλλὰ τῇ |
| book 342.3 | Ἑλένῃ αὐτὸν παρορμᾶν παραινεῖ· b(BCE3E4)T „ἀλλὰ σύ 〈γ’〉 |
| book 342.4 | ὄρνυθι τοῦτον“ (Ζ 363). T |
| book 343a | 〈προσηύδα μειλιχίοισι:〉 ἐν ἄλλῳ „προσηύδα δῖα γυ‐ |
| book 343a | ναικῶν“. Aint |
| book 343b.1 | προσηύδα μειλιχίοισι: προσάγεται αὐτόν· ξυνίησι |
| book 343b.2 | γὰρ ὡς διὰ τὴν πρὸς αὐτὴν αἰδῶ τὰς ἐπιπλήξεις παρῆκεν. b(BCE3E4) |
| book 343b.3 | T |
| book 344.1 | δᾶερ 〈ἐμεῖο κυνὸς κακομηχάνου ὀκρυοέσσησ〉: τῷ |
| book 344.2 | συγγενικῷ ὀνόματι προσάγεται τὸν Ἕκτορα. ἐπεὶ δὲ δι’ αὐτὴν |
| book 344.3 | ἀτυχοῦσι Τρῶες, προαναστέλλει τὴν κατηγορίαν καὶ τὴν εὔνοιαν αὐ‐ |
| book 344.4 | τῶν ἐπισπᾶται. b(BCE3E4)T |
| book 345.1 | ὅτε με πρῶτον τέκε μήτηρ: ὡς παρ’ αὐτὸ τῆς γενέ‐ |
| book 345.2 | σεως εἱμαρμένων τούτων, ἅπερ αὐτῆς ἐδόκει εἶναι πλημμελήματα. |
| book 345.3 | b(BCE3E4)T |
| book 348a.1 | ἀπόερσε: ψιλωτέον· τὰ γὰρ φωνήεντα καταλήγοντα εἰς |
| book 348a.2 | τὸ ρ, ἐπιφερομένου τοῦ ς, ψιλοῦσθαι φιλεῖ, „ἄρσαντεσ“—οὕτως γὰρ |
| book 348a.3 | ἐλέγομεν περὶ τούτου καὶ ἐν τῇ Α ῥαψῳδίᾳ (136)—, Ἀρσινόη, „ἐν δὲ |
| book 348a.4 | σταθμοὺς ἄρσε“ (φ 45), „ὄρσασ“ (Χ 190 al.), „ὄρσεο, κυλλοπόδιον“ |
| book 348a.5 | (Φ 331). ταύτῃ ἀναλογώτερον τὸ ἔερσα τρισύλλαβον. A |
| book 348b.1 | ἀπόερσε: ψιλωτέον τὸ ἔρσε· πᾶν γὰρ φωνῆεν λῆγον εἰς ρ, |
| book 348b.2 | ἐπιφερομένου τοῦ ς, ψιλοῦσθαι θέλει. b(BCE3)T | γίνεται δὲ ἀπὸ |
| book 348b.3 | τοῦ ἔρρω, „ἔναυλος ἀποέρσει“ (Φ 283). T |
| book 348c.1 | πάρος τάδε ἔργα γενέσθαι: πιθανῶς παρέδραμε τὴν |
| book 348c.2 | αἰσχύνην τῶν εἰργασμένων. b(BCE3E4)T |
| book 349.1 | 〈τεκμήραντο:〉 εἰς τέλος ἤγαγον, | διὰ τὸ τέκμωρ. b(BC |
| book 349.2 | E3E4)Til |
| book 350.1 | ἀνδρὸς ἔπειτ’ ὤφελλον ἀμείνονος: διδάσκει ὁ ποιητὴς |
| book 350.2 | τὰς ἐπιγαμίας πρὸς συνετοὺς ποιεῖσθαι. ἡ γοῦν Ἑλένη πλούσιον |
| book 350.3 | ἄνδρα ἔχουσα τὸν Ἀλέξανδρον καὶ υἱὸν βασιλέως εὔχεται συνετοῦ γε‐ |
| book 350 | γενῆσθαι γυνή. b(BCE3E4)T |
| book 351.1 | ᾔδη νέμεσίν τε 〈καὶ αἴσχεα〉: ᾔδει πρὸς τὸ φυλάσσεσθαι |
| book 351.2 | μὴ ἐμπίπτειν εἰς αὐτά· b(BCE3E4)T „οἶδεν τό γ’ αἰσχρὸν κα‐ |
| book 351.3 | νόνι τοῦ καλοῦ μαθών“ (Eur. Hec. 602). T |
| book 352-3.1 | οὔτ’ ἂρ 〈νῦν〉 φρένες 〈ἔμπεδοι〉 οὔτ’ ἄρ’ ὀπίσ〈σ〉ω / |
| book 352-3.2 | 〈ἔσσονται〉: οὐδὲ ἐλπίδα ὑποδείκνυσι σωτηρίας. T |
| book 353a | 〈κέν μιν:〉 γράφεται „καί μιν“. Aint |
| book 353b | 〈ἐπαυρήσεσθαι:〉 τῆς ἰδίας ἀνοίας δηλονότι. Aint |
| book 354a | 〈ἀλλ’ ἄγε νῦν:〉 οὕτω νῦν αἱ Ἀριστάρχου. Aint |
| book 354b.1 | ἕζεο: τὸ μὲν παθητικὸν διὰ τοῦ ε, τὸ δὲ ἐνεργητικὸν διὰ |
| book 354b.2 | τοῦ ι. T |
| book 354-5a.1 | ἀλλ’ ἄγε νῦν εἴσελθε〈—, /〉 δᾶερ: τὸ συνεχὲς |
| book 354-5a.2 | τοῦ λόγου ἐκεῖνο ἦν „δᾶερ ἐμεῖο κυνὸσ“ (Ζ 344) εἴσελθε καὶ ἕζεο |
| book 354-5a.3 | (354). μέσα δὲ παρενθεῖσα πλείονα ἀπ’ ἄλλης ἀρχῆς ἤρξατο, ἀλλ’ |
| book 354-5a.4 | ἄγε νῦν εἴσελθε καὶ ἕζεο (354). b(BCE3E4)T τὸ δὲ δᾶερ |
| book 354-5a.5 | (355) ἕνεκα φιλοφροσύνης ἐπαναλαμβάνει. b(BE3E4)T |
| book 354-5b.1 | ἀλλ’ ἄγε νῦν εἴσελθε〈—, / δᾶερ〉: μέχρι γὰρ τῆς |
| book 354-5b.2 | αὐλῆς προεληλύθει, φιλοφρονητικὸν δὲ τοῦτο. b(BCE3E4)T |
| book 355a1.1 | δᾶερ, ἐπεί σε μάλιστα: τὸ δᾶερ ὡς „ἆνερ“ (Ω 725)· |
| book 355a1.2 | τοιαῦται γὰρ αἱ εἰς ερ κλητικαί. τὴν δὲ σέ ἀντωνυμίαν ὀξυτονοῦσι, |
| book 355a1.3 | τουτέστιν ὀρθοτονοῦσιν, ἐπεὶ πρός τί ἐστιν. ἔστι μὲν οὖν ἀληθὲς ὅτι |
| book 355a1.4 | ἀντιδιασταλτική ἐστιν νῦν ἡ ἀντωνυμία· ἡ μέντοι κοινὴ ἀνάγνωσις |
| book 355a1.5.1 | ἀνέγνω ἐγκλιτικῶς ἀεὶ τὴν τοιαύτην σύνταξιν. ὃ δὲ λέγω, τοιοῦτόν |
| book 355a1.5.2 | ἐστι· τὸ ἐπεί σε εὑρέθη συνεχῶς οὕτως ἀνεγνωσμένον, ἐγκλιτικῶς |
| book 355a1.5.3 | ἀεί, μὴ ἐπιφερομένου συνδέσμου, „ἐπεί ς’ εἴασεν Ἀχιλλεύσ“ (Ω 684) |
| book 355a1.1 | „ἐπεί σε πρῶτα κιχάνω“ (ν 228), „ἐπεί σε φυγὼν ἱκέτευσα“ (ο 277), |
| book 355a1.2 | „ἐπεί σε λέοντα“ (Φ 483). οὕτως δὲ καὶ ἐπεί σε μάλιστα πόνος |
| book 355a1.10.1 | φρένας. καί μοι δοκοῦσι τῷ πρώτῳ προσώπῳ ἀκολουθεῖν οἱ οὕτως |
| book 355a1.10.2 | ἀνεγνωκότες, πιθανῶς πάνυ· διὰ γὰρ τῆς φωνῆς τὸ πρῶτον πρόσω‐ |
| book 355a1.10.3 | πον ἐπιδείκνυται τό τε ὀρθοτονούμενον καὶ τὸ ἐγκλιτικόν, εἴ γε ἡ ἐμέ |
| book 355a1.10.4 | αἰτιατική, ὅτε φυλάσσει τὸ ε, ὀρθοτονεῖται, εἰ δὲ ἀποβάλοι, ἐγκλιτική |
| book 355a1.10.5 | ἐστιν. εὑρέθη τοίνυν μετὰ τοῦ ἐπεί συνδέσμου παρὰ τῷ ποιητῇ κατὰ |
| book 355a1.15.1 | ταύτην τὴν σύνταξιν ἀποβάλλουσα τὸ ε· „Ἕκτορ, ἐπεί με κατ’ αἶσαν“ |
| book 355a1.15.2 | (Γ 59), „ἐπεί μ’ ἀφέλεσθέ γε δόντεσ“ (Α 299). τούτῳ τοίνυν τῷ λόγῳ |
| book 355a1.15.3 | πιθανὸν ἂν εἴη κατακολουθήσαντας ἡμᾶς ἀναγινώσκειν ἐγκλιτικῶς |
| book 355a1.15.4 | ἐπεί σε μάλιστα. A |
| book 355a2.1 | ἐπεί σε μάλιστα: ἔστι μὲν νῦν ἀντιδιασταλτικὴ ἡ σέ |
| book 355a2.2 | ἀντωνυμία, καὶ ἐχρῆν αὐτὴν ὀρθοτονεῖσθαι. ἡ δὲ συνήθεια ἐγκλιτικῶς |
| book 355a2.3 | ἀνέγνω. b(BCE3)T |
| book 356.1 | εἵνεκ’ ἐμεῖο κυνός: Ἕκτωρ μὲν οὐ συμπαραλαμβάνει αὐτὴν |
| book 356.2 | Ἀλεξάνδρῳ· „σέο“ γάρ φησιν „εἵνεκ’ ἀϋτή τε †πόλεμός† τε“ (Ζ 328). |
| book 356.3 | ἡ δὲ τὴν αἰτίαν τοῦ πολέμου καὶ εἰς ἑαυτὴν φέρει προκαταλαμβάνουσα |
| book 356.4 | τὴν αἰτίαν Ἕκτορος. b(BCE3E4)T |
| book 357a1.1 | οἷσιν ἐπὶ Ζεὺς θῆκε: ὁ Ἀσκαλωνίτης (p. 48 B.) ἀνα‐ |
| book 357a1.2 | στρέφει, ἵν’ ᾖ ἐφ’ οἷς. δύναται δὲ τὸ ἑξῆς εἶναι ἐπέθηκε〈ν〉· οὕτως γὰρ |
| book 357a1.3 | βούλονται καὶ οἱ περὶ Ἡρακλέωνα (fr. 5 B.)· ἢ περισσὴν λαμβάνειν |
| book 357a1.4 | τὴν ἐπί, ἥτις πάλιν οὐκ ἀναστραφήσεται, δι’ ὃν εἴπομεν λόγον (sc. ad |
| book 357a1.5.1 | Δ 423)· τοῦτο γὰρ βούλεται καὶ ὁ Ἀλεξίων (fr. 32 B.). οὐδὲν μέντοι |
| book 357a1.5.2 | κεκώλυκε καὶ τὸ τοῦ Ἀσκαλωνίτου, ἐπεὶ οὐχ ὁρῶ τινα λόγον ἀναγκα‐ |
| book 357a1.5.3 | στικόν. A |
| book 357a2.1 | Πτολεμαῖος ἀναστρέφει τὴν ἐπί πρόθεσιν, b(BCE3)Til |
| book 357a2.2 | Ἡρακλέων δὲ οὔ. b(BE3)T |
| book 357b | 〈Ζεύς:〉 ἰᾶται τὰ πταίσματα, b(BE3)Tt εἰς τὸν Δία |
| book 357b | ἀνάγουσα τὴν αἰτίαν. Tt |
| book 358.1 | πελώμεθ’ ἀοίδιμοι: λεληθότως αὔξει τὴν ποίησιν. |
| book 358.2 | b(BE3)T |
| book 360a.1 | φιλέουσά περ: πιθανῶς προσέθηκε τὸ φιλέουσα, ἵνα |
| book 360a.2 | μὴ ὑπ’ ἀπεχθείας δοκῇ μὴ καθέζεσθαι. b(BCE3E4)T |
| book 360b.1 | 〈οὐ δέ με πείσεις:〉 ὅτι ὁ δέ ἀντὶ τοῦ γάρ· οὐ γάρ με |
| book 360b.2 | πείσεις. Aim |
| book 362a.1 | 〈Τρώεσς’:〉 τὸ τέλειον Τρώεσσι· διὸ προπαροξύνε‐ |
| book 362a.2 | ται. Aim |
| book 362b.1 | οἳ μέγ’ ἐμεῖο ποθὴν 〈ἀπεόντοσ〉 ἔχουσιν: στρατιω‐ |
| book 362b.2 | τικὸν τὸ τῆς ἀλαζονείας καὶ κατὰ τὸν Ἕκτορα. b(BCE3E4)T |
| book 362c | 〈ποθήν:〉 τὸ ποθήν ὡς κριθήν. Aint |
| book 363.1 | ἀλλὰ σύ γ’ ὄρνυθι τοῦτον: οὐκ ἠξίωσεν αὐτῷ διαλέξα‐ |
| book 363.2 | σθαι τὸ πᾶν ἐπιτρέποντι τῇ γυναικί. b(BCE3E4)T |
| book 364a1.1 | ὥς κεν ἔμ’ ἔντοσθεν πόλιος: ὡς τάχιστα διαλεξόμενος |
| book 364a1.2 | τῇ γυναικί. T |
| book 364a2.1 | ἐδήλωσεν ὅτι οὐ χρονίσει ἐν τῷ τῇ γυναικὶ ὁμιλεῖν. |
| book 364a2.2 | b(BCE3E4) |
| book 365-6.1 | ὄφρα ἴδωμαι / οἰκῆας: τοὺς ἐν τῷ οἴκῳ· ἀσυμπαθοῦς |
| book 365-6.2 | γὰρ ἐλθόντα μὴ ἰδεῖν. προὔκρινε δὲ τῶν ἡδέων τὰ ἀναγκαῖα. b(BCE3 |
| book 365-6.3 | E4)T |
| book 366 | 〈οἰκῆας:〉 οἰκέτας. Aim |
| book 367a.1 | οὐ γάρ τ’ οἶδ’, εἰ ἔτι σφιν ὑπότροπος ἵξομαι: τὸ |
| book 367a.2 | τέλειον ‘οὐ γάρ τε οἶδα‘. Aim b (BCE3E4)T πολεμικὸς δὲ ὢν †ὁ |
| book 367a | μὲν† τὸ τῶν πολεμικῶν κινδύνων ἄδηλον. b(BCE3E4)T |
| book 367b.1 | {οὐ γάρ τ’ οἶδ’ εἰ} ἔτι σφιν {ὑπότροπος ἵξομαι αὖτις}: |
| book 367b.2 | οὕτως {εἰ} ἔτι σφιν, εἷς τόνος. καίτοι ἐχρῆν δύο διὰ τὸ ἐπιφέρεσθαι |
| book 367b.3 | ἀντωνυμίαν ἀπὸ τοῦ σφ ἀρχομένην, ὁμοίως τῷ „ὅθί σφισι πέφραδ’ |
| book 367b.4 | Ἀχιλλεύσ“ (Ψ 138), „ἦρχε δ’ ἄρά σφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων“ |
| book 367b.5.1 | (Ξ 134). | σεσημείωται οὖν αὕτη ἡ ἀνάγνωσις μόνη, ὡς ἐν ἄλλοις (sc. |
| book 367b.5.2 | ad Β 255) ὁ Ἡρωδιανὸς λέγει (2,57,18). A |
| book 370a | 〈εὖ ναιετάοντας:〉 ὅτι ἀντὶ τοῦ εὖ ναιομένους. Aim |
| book 370b.1 | δόμους εὖ ναιετάοντας: διὰ τὴν τῶν δεσποτῶν πρό‐ |
| book 370b.2 | νοιαν· ἐπὶ δὲ Ἀλεξάνδρου (sc. Ζ 314) „καλά“. b(BCE3E4)T |
| book 371.1 | οὐδ’ εὗρ’ Ἀνδρομάχην: ἐκκλίνων τὸ ὁμοειδὲς πιθανῶς |
| book 371.2 | ἐποίησε τὴν Ἀνδρομάχην μὴ εὑρισκομένην ἔνδον, ἅμα δὲ καὶ †κρίνειν† |
| book 371.3 | τὸν ἀκροατήν, εἴγε Ἑκάβην μὲν εὗρε καὶ Ἑλένην, ἀπῄει δὲ κατηφὴς |
| book 371.4 | τῶν φιλτάτων †οὐκ ἀπολλυμένων†, ἐν δὲ τῷ τείχει παραδόξως συν‐ |
| book 371.5 | τυγχάνει αὐτοῖς. b(BCE3E4)T |
| book 373a.1 | 〈ἐφειστήκει:〉 Ἀρίσταρχος χωρὶς τοῦ ι „ἐφεστήκει“. |
| book 373a.2 | Aim |
| book 373b.1 | 〈γοόωσά τε μυρομένη τε:〉 ἐκ παραλλήλου τὸ αὐτό. |
| book 373b.2 | Aint |
| book 373c.1 | πύργῳ ἐφεστήκει 〈γοόωσά τε μυρομένη τε〉: τὴν |
| book 373c.2 | αἰτίαν τῆς ἐξόδου φησί, παραμυθούμενος ἡμᾶς συναχθομένους τῷ |
| book 373c.3 | Ἕκτορι. βούλεται δὲ ὥσπερ ἱκετήριον τῷ πατρὶ προτεῖναι τὸν παῖδα |
| book 373c.4 | διὰ τὸ ῥιψοκίνδυνον. b(BCE3)T |
| book 377 | πῇ ἔβη Ἀνδρομάχη λευκώλενος: τοῦ ποιητοῦ τὸ ἐπί‐ |
| book 377 | θετον, οὐ τοῦ προσώπου. b(BCE3E4)T |
| book 378a.1 | ἠέ πῃ ἐς γαλόων: τὰς αἰτίας φησί, δι’ ἃς προϊέναι τὰς |
| book 378a.2 | σώφρονας δεῖ. b(BCE3E4)T |
| book 378b | 〈εἰνατέρων:〉 εἰνάτερες αἱ τῶν ἀδελφῶν γυναῖκες. Til |
| book 383.1 | οὔτε πῃ ἐς γαλόων: ὀργιζομένῳ τῷ Ἕκτορι ἀπολογεῖται |
| book 383.2 | ὑπὲρ αὐτῆς ἡ θεράπαινα ὡς οὐ χαιρούσης προόδοις, ἠναγκασμένης δὲ |
| book 383.3 | νῦν διὰ φιλανδρίαν, ἵνα οἰκτίσῃ μᾶλλον αὐτὴν ὁ Ἕκτωρ. b(BCE3 |
| book 383.4 | E4)T |
| book 389a.1 | μαινομένῃ εἰκυῖα: ἵνα ἀπροαιρέτως δοκῇ ἐκβεβακχεῦ‐ |
| book 389a.2 | σθαι τῇ προόδῳ. b(BCE3E4)T |
| book 389b.1 | φέρει δ’ ἅμα παῖδα τιθήνη: ἢ ὅτι ὑποτίτθιος ὁ παῖς |
| book 389b.2 | ἦν, ἢ ἐπεὶ ἐν τοῖς δεινοῖς οὐκ ἐῶσι μόνους τοὺς παῖδας. b(BCE3E4)T |
| book 390.1 | ὁ δ’ ἀπέσσυτο δώματος Ἕκτωρ: οὐκ ἀποκρίνεται ὑπὸ |
| book 390.2 | θυμοῦ. εὖ δὲ τὸ μὴ περιμεῖναι τὴν γυναῖκα. καὶ ἔστιν ἰδεῖν ἀντικείμενα |
| book 390.3 | τὰ πρόσωπα, Ἕκτορος μὲν προτιμήσαντος τῶν ἡδέων τὴν βοήθειαν |
| book 390.4 | τῶν πολιτῶν, Ἀλεξάνδρου δὲ τῇ Ἑλένῃ παρακαθημένου. b(BCE3 |
| book 390.5 | E4)T |
| book 392.1 | 〈εὖτε πύλας ἵκανε διερχόμενος μέγα ἄστυ:〉 μετὰ τὸ |
| book 392.2 | διελθεῖν τὰς λεωφόρους πρὸς τέλει ἐλθών. b(BCE3E4)Til τοῦτο δέ |
| book 392.3 | φησιν, b(BCE3) ἵνα ἀγωνιώτερος ὁ ἀκροατὴς γένηται. b(BCE3) |
| book 392.4 | Til |
| book 393 | τῇ ἄρ’ ἔμελλε διεξίμεναι: ἐῴκει αὐτῷ, καὶ ἐδόκει ἡ γυνὴ |
| book 393 | προεληλυθέναι. T |
| book 394a.1 | ἔνθ’ ἄλοχος πολύδωροσ〈—θέουσα〉: ἀναβέβηκεν ἐπὶ τὸ τεῖχος |
| book 394a.2 | ὡς ἐκεῖθεν ὀψομένη τὸν Ἕκτορα, b(BCE3E4)T ὡς δῆλον ἐκ τοῦ |
| book 394a.3 | „πύργῳ ἐφεστήκει“ (Ζ 373). T οὐδαμοῦ δὲ ὁρωμένου οἴκαδε |
| book 394a.4 | ἐπανέρχεται καὶ ἰδοῦσα ἐξιέναι μέλλοντα προστρέχει, ἵνα αὐτὴν μὴ |
| book 394a.5 | φθάσῃ παραλλάξαι. b(BCE3E4)T |
| book 394a.1 | 〈πολύδωρος:〉 πολλὰ ἕδνα παρὰ τοῦ ἀνδρὸς λαβοῦσα. |
| book 394a.2 | Aim |
| book 394b1.1 | ἦλθε θέουσα: μὴ προεξελθεῖν φθάσῃ Ἕκτωρ. δείκνυσι |
| book 394b1.2 | δὲ τὸ φίλανδρον τῆς Ἀνδρομάχης. T |
| book 394b2.1 | διὰ τοῦτο γὰρ ἔθει πάντως, ἵνα μὴ ἐξελθεῖν φθάσῃ. b |
| book 394b2.2 | (BCE3E4) |
| book 395-6a.1 | Ἀνδρομάχη, θυγάτηρ μεγαλήτορος Ἠετίω‐ |
| book 395-6a.2 | νος, 〈/ Ἠετίων ὃς ἔναιεν ὑπὸ Πλάκῳ〉: τὸ Ἠετίων (396) εἰ |
| book 395-6a.3 | μὲν τοῖς ἄνω συντάττοιμεν, ἐμφανέστερον ποιεῖ τὸ ἀκατάλληλον τῆς |
| book 395-6a.4 | ἐπαναλήψεως, ἥτις ὁμοιόπτωτος ὀφείλει γίνεσθαι· εἰ δὲ τοῖς μετὰ ταῦ‐ |
| book 395-6a.5.1 | τα, δύναται εἶναι ὁ λόγος κατὰ τὸ ἑξῆς μεγαλήτορος Ἠετίωνος |
| book 395-6a.5.2 | (395), ὅστις Ἠετίων ᾤκει ὑπὸ Πλάκῳ. A |
| book 395-6b.1 | μεγαλήτορος Ἠετίωνος, / Ἠετίων: „οἵη περ φύλ‐ |
| book 395-6b.2 | 〈λ〉ων γενεή〈— /〉 φύλλα“ (Ζ 146—7). T |
| book 396a.1 | Ἠετίων, ὃς ἔναιεν: ἡ διπλῆ πρὸς τὴν ἐπανάληψιν, ὅτι |
| book 396a.2 | πλεονάζει ἐν Ἰλιάδι, καὶ τὸ τῶν πτώσεων ἀκατάλληλον. A |
| book 396b.1 | Ἠετίων: ἐνήλλακται ἡ πτῶσις. τινὲς δὲ Ἠετίων〈α〉 τὸ |
| book 396b.2 | τέλειόν φασιν ἀντὶ γενικῆς, ὡς τὸ „ἆσσον ἰόνθ’ ὅτε κέν τοι“ (Α 567). T |
| book 396b | ὃς ἔναιεν ὑπὸ Πλάκῳ: Γράνικος, οἱ δὲ—ἐκάλεσεν. ἡ |
| book 396b | ἱστορία παρὰ Δικαιάρχῳ (fr. 53 We.). A |
| book 397a.1 | Θήβῃ Ὑποπλακίῃ: †ἀνδράμυς τις Πελασγὸς ἀφικόμε‐ |
| book 397a.2 | νος εἰς τὴν Ἴδην τὴν ἐν Κιλικίᾳ κτίζει πόλιν †ἀδραμύστειαν† καλου‐ |
| book 397a.3 | μένην. ἔχων δὲ θυγατέρα Θήβην ἔπαθλον δρόμου αὐτὴν ὥρισε τῷ |
| book 397a.4 | βουλομένῳ. Ἡρακλῆς δὲ ταύτην λαβὼν ὑπὸ τὸ Πλάκιον τῆς Κιλικίας |
| book 397a.5 | πόλιν κτίσας Θήβην αὐτὴν ὠνόμασεν. b(BCE3)T |
| book 397b.1 | ἄλλως· Ἐριθήλας καὶ Λέβης οἱ Ἀστάκου ἀπαρχὰς εἰς |
| book 397b.2 | Φοινίκην ἀπὸ Θήβης φέροντες ἐξώσθησαν καὶ †οἰκήσαντες ἔκτισαν† |
| book 397b.3 | αὐτὴν καθ’ ὁμωνυμίαν. T ὑπέρκειται δὲ αὐτῆς πλακῶδες ὄρος |
| book 397b.4 | συνεχεῖς ἔχον πέτρας b(BCE3E4)T προσπιπτούσας ἀλλήλαις. |
| book 397b.5.1 | ἄλλοι δὲ οὗτοι παρὰ τοὺς Σύρους Κίλικας ὑπὸ τὴν Ἴδην καὶ Πήδασον |
| book 397b.5.2 | ὄντες. T |
| book 398a.1 | 〈ἔχεθ’ Ἕκτορι:〉 ὅτι ἀντὶ τοῦ εἴχετο ὑφ’ Ἕκτορος· ἡ γὰρ |
| book 398a.2 | γυνὴ ἔχεται, ὁ δὲ ἀνὴρ ἔχει. Aint |
| book 398b.1 | τοῦ περ δὴ θυγάτηρ ἔχεθ’ Ἕκτορι: ἐπὶ ἀνδρὸς „θύ‐ |
| book 398b.2 | γατρ’ εἶχε ξανθὴν Ἀγαμήδην“ (Λ 740), ὡς ἐγάμει καὶ ἐγαμεῖτο. T |
| book 400a.1 | {παῖδ’ ἐπὶ} κόλπῳ: ὅτι κόλπον τὰς ἀγκάλας νῦν εἶπεν. |
| book 400a.2 | εἴωθε δὲ καὶ τὸ ἄνω τοῦ πέπλου οὕτως καλεῖν· „κόλπον ἀνιεμένη“ |
| book 400a.3 | (Χ 80). A |
| book 400b.1 | 〈ἀταλάφρονα:〉 μὴ δυνάμενον τλῆναι κακοπάθειαν. |
| book 400b.2 | b(BE3)Til |
| book 400b.1 | 〈ἀταλάφρονα:〉 ἁπαλὰ φρονοῦντα, μὴ δυνάμενον τλῆναι |
| book 400b.2 | καὶ κακοπαθεῖν. Aint |
| book 400c | 〈νήπιον αὔτως:〉 οὕτως ὡς οἱ παῖδες. Ail |
| book 401.1 | Ἑκτορίδην ἀγαπητόν, ἀλίγκιον ἀστέρι καλῷ: προ‐ |
| book 401.2 | παραδίδωσιν ἡμῖν τὸ χάριεν τοῦ παιδός, ἵνα προσανέχωμεν αὐτῷ τὸν |
| book 401.3 | νοῦν, ὅταν εἴπῃ τὸ „οὗ παιδὸς †ὠρέξατο“ (Ζ 466). πρέπον δὲ παιδίῳ |
| book 401.4 | τὸ μὴ ἡλίῳ ἢ σελήνῃ, ἀλλ’ ἀστέρι αὐτὸν εἰκάσαι. b(BCE3E4)T |
| book 402-3a.1 | τόν ῥ’ Ἕκτωρ καλέεσκε Σκαμάνδριον, 〈αὐτὰρ |
| book 402-3a.2 | οἱ ἄλλοι / Ἀστυάνακτα〉: ἄμφω πρέποντα· ὁ μὲν οὐ βουλόμενος |
| book 402-3a.3 | ὀνειδίζειν τοῖς ὑποτεταγμένοις ἣν παρεῖχεν αὐτοῖς σωτηρίαν, ἀπὸ τοῦ |
| book 402-3a.4 | ἐγχωρίου Σκαμάνδρου καλεῖ τὸν υἱόν, οἱ δὲ Τρῶες, ἀνθ’ ὧν ἐφύλαττεν |
| book 402-3a.5.1 | αὐτοὺς ὁμολογοῦντες χάριν, Ἀστυάνακτα καλοῦσιν αὐτὸν οἰκείαν |
| book 402-3a.5.2 | θέμενοι τὴν προσηγορίαν· καὶ γὰρ ὁ Ἕκτωρ οὕτως ἐκαλεῖτο διὰ τὸ |
| book 402-3a.5.3 | ἔχειν „ἀλόχους κεδνὰς b(BCE3E4)T καὶ νήπια τέκνα“ (Ω |
| book 402-3a.5.4 | 730). T |
| book 402-3b.1 | αὐτὰρ οἱ ἄλλοι / Ἀστυάνακτα: προτρέπει ἡμᾶς ἐπ’ |
| book 402-3b.2 | ἀρετήν, δι’ ὧν καὶ παισὶν αἴτιοι εὐκλείας οἱ ἀγαθοί. b(BCE3E4)T |
| book 402 | 〈καλέεσκε Σκαμάνδριον:〉 σημείωσαι τὸ μέτρον. Aint |
| book 403.1 | 〈Ἀστυάνακτ’· οἶος γὰρ ἐρύετο Ἴλιον Ἕκτωρ:〉 ὅτι |
| book 403.2 | παρετυμολογεῖ. Aim |
| book 404a.1 | ἤτοι ὁ μὲν μείδησεν: πατρικὸν ἦθος δείκνυσιν ὁ ποι‐ |
| book 404a.2 | ητής· προσαγορεύομεν γὰρ μειδιασμῷ τοὺς παῖδας τοὺς μηδέπω μὲν |
| book 404a.3 | συνιέντας λόγους, γνωρίζοντας δὲ ἤδη τὴν ὄψιν. b(BE3E4)T |
| book 404b.1 | ἤτοι ὁ μὲν μείδησεν 〈ἰδὼν〉 ἐς παῖδα σιωπῇ: ἡρωϊ‐ |
| book 404b.2 | κὸν καὶ μεγαλοφυὲς τὸ μὴ ἀθρόως γελᾶν. χαρίζεσθαι δὲ ταῖς γυναιξὶ |
| book 404b.3 | δοκοῦσι τοὺς παῖδας φιλοφρονοῦντες· σύνδεσμος γὰρ ἀνδρῶν καὶ γυ‐ |
| book 404b | ναικῶν ἡ παιδοποιΐα. b(BE3E4)T |
| book 405.1 | δακρυχέουσα: ἤδη προεδίδαξε, τί μέλλει λεχθῆναι. πιθα‐ |
| book 405.2 | νὸν δὲ ἀπὸ τῆς ἀπροσδοκήτου χαρᾶς κλαίειν τὴν γυναῖκα. γραφικῶς |
| book 405.3 | δὲ ὁ μὲν μειδιᾷ ἀφορῶν εἰς τὸ παιδίον, ἡ δὲ δακρύουσα παρέστηκεν |
| book 405.4 | αὐτῷ. b(BCE3E4)T |
| book 406.1 | 〈φῦ χειρί:〉 τὸ δυσαποσπάστως ἔχεσθαι τοῦ ἀνδρὸς δηλοῖ |
| book 406.2 | τὸ φῦ χειρί. b(BCE3E4)Til |
| book 407a.1 | φθίσει σε τὸ σὸν μένος: διὰ τὴν φιλοστοργίαν πέπει‐ |
| book 407a.2 | σται αὐτὸν ὑπερέχειν Ἑλλήνων καὶ οὐ τοσοῦτον τοῖς πολεμίοις εὐ‐ |
| book 407a.3 | χείρωτον εἶναι, ὅσον ἑαυτῷ διὰ τὸ ῥιψοκίνδυνον. b(BCE3E4)T |
| book 407b.1 | 〈δαιμόνιε,〉 φθίσει σε τὸ σὸν μένος: θαυμάζει τὴν |
| book 407b.2 | ἰσχύν, οὐκ ἐπαινεῖ δὲ τὸ θράσος. οὔτε δὲ „Ἕκτορ“ (ut Ζ 429) οὔτε |
| book 407b.3 | „ἆνερ“ (ut Ω 725) φησίν, ἀλλὰ δαιμόνιε, ᾧ παρεμφαίνει θυμόν τε |
| book 407b.4 | καὶ εὔνοιαν. b(BCE3E4)T |
| book 407-8.1 | οὐδ’ ἐλεαίρεις / παῖδά τε νηπίαχον: τοιαύτη τίς |
| book 407-8.2 | ἐστιν, οἵα ἂν μήτηρ ἐκ πολλῶν παίδων ἐφ’ ἑνὶ σαλεύουσα. T |
| book 408.1 | 〈καὶ ἔμ’ ἄμμορον:〉 ὅτι τινὲς γράφουσι „καὶ ἐμὸν μόρον“, |
| book 408.2 | οὐκ εὖ. Aim |
| book 409.1 | 〈σεῦ ἔσομαι:〉 οὐ τῇ κοινῇ χηρείᾳ ἄχθεται, ἀλλὰ τῇ Ἕκτο‐ |
| book 409.2 | ρος. b(BE3E4)Til |
| book 410a1.1 | 〈πάντες ἐφορμηθέντες:〉 ἕνα ἕκαστον ἥττω αὐτοῦ |
| book 410a1.2 | ἡγεῖται. Til |
| book 410a2.1 | ἕνα γὰρ ἕκαστον αὐτοῦ ἥττονα ἡγεῖται αὕτη. b(BCE3 |
| book 410a2.2 | E4) |
| book 411a1.1 | 〈σεῦ ἀφαμαρτούσῃ χθόνα δύμεναι:〉 φίλανδρον τὸ |
| book 411a1.2 | ἦθος. ἡ δὲ ἀντωνυμία ἦθος κινεῖ παραληφθεῖσα πολλάκις. Til |
| book 411a2 | †φιλάδελφον† τὸ ἦθος αὐτῆς. ἡ δὲ ἀντωνυμία πολλάκις |
| book 411a2 | παραληφθεῖσα πάθος καὶ ἦθος κινεῖ. b(BCE3E4) |
| book 411-2a1.1 | οὐ γὰρ ἔτ’ ἄλλη / ἔσται θαλπωρή: περιπαθῶς |
| book 411-2a1.2 | συναπολεῖσθαί φησι τῷ Ἕκτορι πάντα αὐτῆς τὰ καλά, καὶ τὸ κοινότα‐ |
| book 411-2a1.3 | τον ἀνθρώπων ἁπάντων ἀφαιρεθήσεσθαι, τὴν ἐλπίδα. T |
| book 411-2a2.1 | περιπαθῶς φησιν ὅτι ἅμα σοὶ πάντα τὰ ἐμοὶ ἀπολοῦνται |
| book 411-2a2.2 | καλά, ἀλλὰ καὶ τὸ κοινότατον πάντων ἀνθρώπων ἀφαιρεθήσεται, ἡ |
| book 411-2a2.3 | ἐλπίς. b(BCE3E4) |
| book 412.1 | πότμον ἐπίσπῃς: ὑπὸ τοῦ πότμου καταληφθήσῃ. b |
| book 412.2 | (BCE3E4)Til |
| book 413.1 | 〈οὐδέ μοι ἔστι πατὴρ καὶ πότνια μήτηρ:〉 οἶκτον ἐπά‐ |
| book 413.2 | γεται ἀντὶ πάντων αὐτὸν λέγουσα ἔχειν· ἐλεοῦμεν γὰρ μᾶλλον τοὺς |
| book 413.3 | ἡμῶν μόνον ἠρτημένους. b(BE3E4)Til |
| book 414a.1 | ἤτοι γὰρ πατέρ’ ἁμὸν ἀπέκτανε δῖος Ἀχιλλεύς: |
| book 414a.2 | διὰ τί διηγεῖται τῷ ἐπισταμένῳ; ὅτι οὐκ ἔστιν ἀναλογισμὸς τοῦ |
| book 414a.3 | συμφέροντος ταῖς ἀσθενούσαις ψυχαῖς. αὗται δὲ πρὸς τὸ πενθεῖν εἰσι |
| book 414a.4 | καὶ τὸ δεῖσθαι διὰ τὴν ταραχήν. A |
| book 414b.1 | ἤτοι γὰρ πατέρ’ ἁμόν: οὐκ ἀγνοοῦντι διαλέγεται, ἀλλ’ |
| book 414b.2 | ἐκ πάντων τῶν οἰκείων αὔξουσα Ἕκτορα· οἱ γὰρ ἀτυχοῦντες φιλοῦσι |
| book 414b.3 | καὶ πρὸς εἰδότας λέγειν τὸ μῆκος τοῦ λόγου. τὸ δὲ ΑΜΌΝ ἐν μὲν τῇ |
| book 414b.4 | Ἰλιακῇ προσῳδίᾳ (2,57,19) φησὶν ὁ Ἡρωδιανὸς Δωρικώτερον εἶναι |
| book 414b.5.1 | ἀπὸ τοῦ ἁμέτερον, ἐν δὲ Ἐπιμερισμῷ (fr. 8 L.) φησιν ὅτι ἀπὸ τοῦ |
| book 414b.5.2 | ἐμόν ἐκτέταται τὸ ε εἰς α μακρόν, b(BE3E4)T ὡς τὸ αἴ κα, „αἴ |
| book 414b.5.3 | κα τῆνος ἕλῃ“ (Theocr. 1, 4). T |
| book 414c | ἁμόν: Δημήτριός (fr. 7 = 48 St.) φησιν ἀντὶ τοῦ ἐμόν· |
| book 414c | διὸ καὶ ἄντικρυς ψιλοῖ. | πιθανώτερον δέ ἐστι Δωρικώτερον εἶναι ἀντὶ |
| book 414c | τοῦ ἡμέτερον ἁμόν. οὕτως Ἀπολλώνιος (cf. pron. 112, 3). A |
| book 415a | 〈εὖ ναιετάωσαν:〉 ὅτι ἀντὶ τοῦ εὖ ναιομένην. Aint |
| book 415b1.1 | 〈ναιετάωσαν:〉 Ἀρίσταρχος διὰ τοῦ ο „ναιετόωσαν“. |
| book 415b1.2 | Aim |
| book 415b2 | „ναιετόωσαν“ διὰ τοῦ ο. Til |
| book 417a.1 | οὐδέ μιν ἐξενάριξε: ὅτι διδάσκει, τί τὸ ἐξενάριξεν· |
| book 417a.2 | ἐπιφέρει γὰρ „ἀλλ’ ἄρα μιν κατέκηε σὺν ἔντεσιν“ (Ζ 418). A |
| book 417b | 〈ἐξενάριξε:〉 ἐσκύλευσε. Aim |
| book 415c.1 | 〈οὐδέ μιν ἐξενάριξε:〉 ὡς τίμιον καὶ βασιλικόν. οὐ πε‐ |
| book 415c.2 | ριττὰ δὲ ταῦτα· ἀξίωμα γὰρ τοῦ πατρὸς ἐμφαίνει, ὃν ᾐδέσθη καὶ πολέ‐ |
| book 415c.3 | μιος b(BCE3E4)Til 〈ὢν〉 καὶ κτείνας. Til |
| book 419 | 〈ἠδ’ ἐπὶ σῆμ’ ἔχεεν:〉 καὶ τάφον ἔχωσεν. Aim |
| book 422a1.1 | {οἱ μὲν πάντες} ἰῷ {κίον}: ἰῷ ὡς σοφῷ Ἀρίσταρχος, καὶ |
| book 422a1.2 | ἐπεκράτησεν αὐτοῦ ἡ ἀνάγνωσις. ἐκεῖνο μέντοι ἀναγκαῖον προσθεῖναι |
| book 422a1.3 | ὅτι τὸ ἴα βαρυτόνως ἀνέγνω ὁ ἀνὴρ καὶ τὸ μία, „οὐδ’ ἴα γῆρυσ“ (Δ |
| book 422a1.4 | 437) καὶ „μία δ’ οἴη“ (Σ 565). τὰς μέντοι δοτικὰς περιέσπασεν „ἰῇ |
| book 422a1.5.1 | ἄρα γινόμεθ’ αἴσῃ“ (Χ 477) καὶ „ἰῇ δ’ ἐν νυκτὶ γένοντο“ (Σ 251). καί |
| book 422a1.5.2 | φασί γε τὸ τοιοῦτο εἶδος Ἰώνων εἶναι. τινὲς δὲ ἐτόλμησαν λέγειν αὐτὸ |
| book 422a1.5.3 | Ἀττικόν, λέγω δὲ 〈τὸ〉 ἐπὶ τῶν τοιούτων θηλυκῶν καταβιβασμὸν |
| book 422a1.5.4 | γίνεσθαι τόνου. οὕτως οὖν καὶ „μέσην ἐς ἄγυιαν“ (Υ 254) ἀνέγνω, |
| book 422a1.5.5 | „ἐϋκτιμένασ“ δὲ „κατ’ ἀγυιάσ“ (Ζ 391). μήποτε οὖν, ἐπεὶ καὶ τὸ ἰῇ |
| book 422a1.10.1 | ἐπὶ τῆς δοτικῆς περιέσπασε, συνεξομοιῶν τῷ τοῦ θηλυκοῦ τόνῳ κατὰ |
| book 422a1.10.2 | τὴν αὐτὴν πτῶσιν καὶ τὸ οὐδέτερον οὕτως ἀνέγνω ὁμοτόνως. A |
| book 422a2.1 | ἰῷ {κίον ἤματι}: τὰς μὲν εὐθείας τούτων βαρέως ἀναγι‐ |
| book 422a2.2 | νώσκει ὁ Ἀρίσταρχος, τὰς δὲ δοτικὰς περισπωμένως, ἴα ἰῇ, μία μιᾷ, |
| book 422a2 | ἴον ἰῷ. T |
| book 423.1 | 〈πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Ἀχιλλεύς:〉 |
| book 423.2 | λεληθότως ὑποβάλλει αὐτῷ κἀκ τούτου φοβεῖσθαι τὸν Ἀχιλλέα. b |
| book 423.3 | (BCE3E4)Til |
| book 428a.1 | πατρὸς δ’ ἐν μεγάροισι: μητροπάτορος· ἐτεθνήκει γὰρ |
| book 428a.2 | Ἠετίων. b(BCE3E4)T |
| book 428b.1 | 〈βάλ’ Ἄρτεμις ἰοχέαιρα:〉 αἰφνιδίως ἐτελεύτησε· |
| book 428b.2 | τοὺς γὰρ αἰφνιδίους θανάτους ἀναφέρουσιν εἰς Ἀπόλλωνα καὶ Ἄρτε‐ |
| book 428b.3 | μιν. Aim |
| book 429.1 | Ἕκτορ, ἀτὰρ σύ μοί ἐσσι πατήρ: τὸ σχῆμα καλεῖται |
| book 429.2 | σχέσις. ἐμφαίνει δὲ εὔνοιαν καὶ πάθος ψυχῆς. b(BCE3E4)T |
| book 430.1 | θαλερός: ἀγαπητός· „τοιόνδε θάλοσ“ (ζ 157), ἀγάπημα. |
| book 430.2 | b(BCE3E4)T |
| book 431.1 | ἀλλ’ ἄγε, νῦν ἐλέαιρε καὶ αὐτοῦ μίμν’ ἐπὶ πύργῳ: ἡ |
| book 431.2 | μὲν Ἑλένη ὡς αἴτιον τοῦ πολέμου ἐκπέμπει τὸν Πάριν, ἡ δὲ ὡς ῥιψο‐ |
| book 431.3 | κίνδυνον κατέχει. καλῶς δὲ οὐ μένειν αὐτὸν οἴκοι ἀξιοῖ (οἶδε γὰρ ὅτι οὐ |
| book 431.4 | πείσει), ἀλλ’ ἐπὶ τοῦ τείχους μένειν, ὅθεν καὶ ἀμυνεῖται τοὺς πολε‐ |
| book 431.5 | μίους, ὅθεν καὶ σωθήσεται. b(BCE3E4)T |
| book 432 | θήῃς: οὕτως Ἀρίσταρχος διὰ τοῦ η, θήῃς. AimT |
| book 433-9.1 | λαὸν δὲ στῆσον παρ’ ἐρινεόν〈—καὶ ἀνώ‐ |
| book 433-9.2 | γει:〉 ἀθετοῦνται στίχοι ἑπτὰ ἕως τοῦ (439) ἤ νυ καὶ αὐτῶν θυ‐ |
| book 433-9.3 | μός, ὅτι ἀνοίκειοι οἱ λόγοι τῇ Ἀνδρομάχῃ· ἀντιστρατηγεῖ γὰρ τῷ |
| book 433-9.4 | Ἕκτορι. καὶ ψεῦδος περιέχουσιν· οὐ γὰρ παρέδωκεν εὐεπίδρομον τὸ |
| book 433-9.5.1 | τεῖχος κατὰ τοῦτο τὸ μέρος, οὐδ’ οὕτως ἐστὶ πλησίον ἡ μάχη τοῦ |
| book 433-9.5.2 | τείχους. καὶ ὁ Ἕκτωρ πρὸς τὰ πρότερα ἀπαντᾷ λέγων· „ἦ καὶ ἐμοὶ |
| book 433-9 | τάδε πάντα“ (Z 441). A |
| book 433.1 | λαὸν δὲ στῆσον παρ’ ἐρινεόν: οὐ πρέποντα τὰ τῆς |
| book 433.2 | ὑποθήκης γυναικί. ἀλλ’ εἰ καὶ γυναικὶ μὴ πρέπει, τῇ γε Ἀνδρομάχῃ |
| book 433.3 | πρέπει, ἐπεὶ καὶ οὐχ ἱπποκομεῖν γυναικός, ἡ δὲ Ἀνδρομάχη τοῖς |
| book 433.4 | Ἕκτορος καὶ πυρὸν παρατίθησι καὶ κεράσασα οἶνον (cf. Θ 186—90), |
| book 433.5.1 | ὡς φίλανδρος ἐπιμελομένη καὶ τῶν φερόντων αὐτῆς τὸν ἄνδρα. b(BC |
| book 433.5.2 | E3E4)T μείνασα δὲ χρόνον ἐπὶ τοῦ τείχους εἶδεν. T |
| book 434a.1 | 〈ἀμβατός:〉 οὕτως Ἀρίσταρχος ἀμβατός. AimTil |
| book 434a.2 | Καλλίστρατος (p. 316, 26) δὲ διὰ τοῦ η „ἀμβατή.“ AintTil |
| book 434b1.1 | ἀμβατός ἐστι πόλις: πέπλασται πρὸς τὸ ἀποστῆσαι |
| book 434b1.2 | τὸν ἄνδρα τοῦ πεδίου· διὸ οὐδὲ ἀποκρίνεται περὶ αὐτῶν ὁ Ἕκτωρ. T |
| book 434b2.1 | περίπλασμά τι τοῦτό ἐστιν, ὅπως αὐτὸν ἀποστήσῃ τοῦ |
| book 434b2.2 | πεδίου· διὸ οὐδὲ ἀποκρίνεται περὶ τούτου. b(BCE3E4) |
| book 435a | τῇ γ’ ἐλθόντες: γράφεται καὶ διὰ τοῦ δ καὶ διὰ τοῦ γ. Aim |
| book 435b1.1 | τρὶς γὰρ τῇδ’ ἐλθόντες: διὰ τί, φασί, τοῦτο οὐ συνεῖ‐ |
| book 435b1.2 | δεν ὁ Ἕκτωρ; ἀλλὰ συνεῖδεν· φησὶ γὰρ „ἦ καὶ ἐμοὶ τάδε πάντα |
| book 435b1.3 | †μέλλει†, γύναι“ (Ζ 441). T |
| book 435b2 | διὰ τί δέ, φασίν, οὐ συνεῖδε ταῦτα ὁ Ἕκτωρ; φαμὲν οὖν |
| book 435b2 | ὅτι συνεῖδεν· „ἐμοί“, γάρ φησι, „τάδε πάντα μέλει, γύναι.“ b(BCE3E4) |
| book 436-7.1 | ἀμφ’ Αἴαντε δύω〈—Τυδέος ἄλκιμον υἱόν〉: |
| book 436-7.2 | περιειργάσατο τὰ ὀνόματα παρά τινος. ἅμα δὲ θέλει ὁ ποιητὴς καὶ |
| book 436-7.3 | δηλῶσαί τι τῶν μετὰ τὴν Γλαύκου καὶ Διομήδους μάχην γεγονότων. |
| book 436-7.4 | b(BCE3E4)T |
| book 437a1.1 | {ἠδ’ ἀμφ’} Ἀτρείδας: ὁ Ἰξίων (fr. 30 St.) ἐν τῷ Πρὸς |
| book 437a1.2 | τοὺς ἠθετημένους „Ἀτρείδα“ προφέρεται δυϊκῶς. A |
| book 437a2 | Ἰξίων δυϊκῶς „†ἀτρεῖδα醓. Til |
| book 438.1 | ἦ πού τί〈σ〉 σφιν ἔνισπε θεοπροπίων εὖ εἰδώς: ὑπο‐ |
| book 438.2 | βάλλει ταῦτα προοικονομῶν, ὡς κατὰ τοῦτο τὸ μέρος εἵμαρτο ἁλῶναι |
| book 438.3 | τὴν πόλιν. b(BCE3E4)T |
| book 438-9a1.1 | ἤ πού / ἤ νυ: διὰ τὸ ποῦ (438) καὶ νύ (439) τὸν ἤ |
| book 438-9a1.2 | ὀξυτονητέον, ὃς δύναται εἶναι διαζευκτικὸς ἢ καὶ παραδιαζευκτι‐ |
| book 438-9a1.3 | κός. A |
| book 438-9a2.1 | {ἤ νυ καὶ αὐτῶν θυμός:} διὰ τὸ ἤ που καὶ τὸ νύ ὀξυν‐ |
| book 438-9a2.2 | τέον τὸν η, ὃς δύναται διαζευκτικὸς ἢ παραδιαζευκτικὸς εἶναι. T |
| book 439a1.1 | 〈ἤ νυ καὶ αὐτῶν θυμός:〉 ἐν ἐνίοις „ἤ νυ καὶ αὐτοὺς |
| book 439a1.2 | θυμός.“ Aint |
| book 439a2 | γράφει δὲ καὶ „αὐτούσ“. T |
| book 441a.1 | ἦ καὶ ἐμοὶ τάδε 〈πάντα μέλει, γύναι〉: ὅτι πρὸς τὴν |
| book 441a.2 | λέγουσαν „ἀλλ’ ἄγε νῦν ἐλέαιρε“ (Ζ 431) καὶ „μὴ παῖδ’ ὀρφανικὸν |
| book 441a.3 | θείησ“ (Ζ 432) οἰκείως ἀπήντηκεν. ὁ δὲ διασκευαστὴς ἐπλανήθη. A |
| book 441b1 | 〈τάδε πάντα:〉 ἡ ὀρφανία τοῦ παιδὸς καὶ ἡ χηρεία. Til |
| book 441b2.1 | ἡ ὀρφανία καὶ ἡ χηρεία καὶ ἡ τῶν πολεμίων σκόπησις. |
| book 441b2.2 | b(BCE3E4) |
| book 442a.1 | αἰδέομαι Τρῶας 〈καὶ Τρωάδασ〉: νόμος ἄρχουσιν αἰ‐ |
| book 442a.2 | δεῖσθαι τοὺς ὑποτεταγμένους. χεῖρον δὲ παρὰ γυναιξὶν ἀκούειν δει‐ |
| book 442a | λόν. b(BCE3E4)T |
| book 442b1.1 | ἑλκεσιπέπλους: αἱ ἐν τῷ βαδίζειν ἐπισύρουσαι τοὺς |
| book 442b1.2 | πέπλους. A |
| book 442b2.1 | ἑλκεσιπέπλους δὲ τὰς ἐν τῷ βαδίζειν ἑλκούσας τὸν |
| book 442b2.2 | πέπλον. T |
| book 444a1.1 | 〈οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι ἐ‐ |
| book 444a1.2 | σθλός:〉 ἐξ ἐπιλογισμοῦ. Til |
| book 444a2 | ἐξ ἐπιλογισμοῦ δὲ τοῦτό φησιν. b(BCE3E4) |
| book 444b.1 | ἐπεὶ μάθον ἔμμεναι ἐσθλός: διδακταὶ γὰρ αἱ ἀρεταί. |
| book 444b.2 | ἄμεινον δὲ τὸ μάθον ἀντὶ τοῦ εἴωθα. A b (BCE3E4)T |
| book 445a.1 | αἰεὶ καὶ πρώτοισι 〈μετὰ Τρώεσσι μάχεσθαι〉: τὸ |
| book 445a.2 | αἰεί τοῖς ἐπάνω προσδοτέον, ἵνα μὴ ὑπερβατὸν γένηται τοῦ καί συν‐ |
| book 445a.3 | δέσμου, καὶ αἰεὶ πρώτοισι. κοινὸν μέντοι νοεῖται κατ’ ἀμφοτέρων τὸ |
| book 445a.4 | αἰεί ὥσπερ καὶ τὸ „μάθον“ (Ζ 444). A |
| book 445b.1 | αἰεὶ καὶ πρώτοισι 〈μετὰ Τρώεσσι μάχεσθαι〉: ὁ |
| book 445b.2 | Νικάνωρ (p. 187 Friedl.) φησὶν ὅτι δεῖ στίζειν εἰς τὸ †ἀεί†, b(BCE3E4) |
| book 445b.3 | T ὅπως μὴ τοῦ συνδέσμου ὑπερβατὸν γένηται. b(BCE3)T |
| book 445b.4 | κοινὸν δὲ τὸ αἰεί, †μάθον καὶ ἀεὶ μάθον†. T |
| book 446a.1 | 〈ἀρνύμενος πατρός τε μέγα κλέος ἠδ’ ἐμὸν αὐτοῦ:〉 |
| book 446a.2 | οὐ μόνον ἑαυτῷ δόξαν, ἀλλὰ καὶ τῷ πατρὶ θέλει διασῴζειν. b(BCE3) |
| book 446a.3 | Til |
| book 446b | 〈ἀρνύμενος:〉 ἀντὶ τοῦ περικτώμενος. Aim |
| book 448a1.1 | ἔσσεται ἦμαρ: οὐκ ἐκφοβεῖ, ἀλλὰ πρὸς τὸ μέλλον εὐ‐ |
| book 448a1.2 | παράμυθον ποιεῖ. AT ἢ οὐ τῆς ἁλώσεως μέμνηται, ἀλλὰ τὴν |
| book 448a1.1 | ἑαυτοῦ φιλοστοργίαν ἐμφαίνει πρὸς τὴν γυναῖκα· διὸ T οὐδὲ τὸν |
| book 448a1.2 | χρόνον τῆς ἁλώσεως ὁρίζει· ὧν δὲ δεινῶν ὁ χρόνος οὐχ ὁρίζεται, τού‐ |
| book 448a1.5.1 | των ἧττον ἐλύπησεν ἡ προσδοκία, ὥσπερ ἔστιν ἰδεῖν καὶ ἐπὶ τοῦ θα‐ |
| book 448a1.5.2 | νάτου· προειδότες γὰρ ὅτι τεθνηξόμεθα διὰ τὸ μὴ εἰδέναι τὸ πότε |
| book 448a1.5.3 | ἧττον ἀχθόμεθα. AT |
| book 448a2.1 | οὐκ ἐκφοβεῖ, εἰ καὶ τῆς ἁλώσεως μέμνηται, ἀλλὰ μᾶλλον |
| book 448a2.2 | εὐπαράμυθον ποιεῖ καὶ τὴν αὐτοῦ φιλοστοργίαν πρὸς τὴν γυναῖκα |
| book 448a2.3 | ἐμφαίνει· διὸ οὐδὲ τὸν τῆς ἁλώσεως ὁρίζει χρόνον. ὧν δὲ δεινῶν χρόνος |
| book 448a2.4 | οὐχ ὁρίζεται, τούτων ἧττον ἡ προσδοκία ἐλύπησεν, ὥσπερ ἔστιν |
| book 448a2.5.1 | ἰδεῖν καὶ ἐπὶ τοῦ θανάτου· προειδότες γὰρ ὅτι τεθνηξόμεθα διὰ τὸ μὴ |
| book 448a2.5.2 | εἰδέναι τὸ πότε ἧττον ἀχθόμεθα. b(BCE3E4) |
| book 448b.1 | 〈ἔσσεται ἦμαρ:〉 ἐλπίζει τὰ δεινὰ διὰ τὴν παράβασιν καὶ |
| book 448b.2 | τὴν ἀριστείαν Διομήδους. b(BE3E4)Til |
| book 448c | 〈Ἴλιος ἱρή:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aim |
| book 450-4a.1 | ἀλλ’ οὔ μοι Τρώων〈— /〉 οὔτ’ αὐτῆς Ἑκά‐ |
| book 450-4a.2 | βης οὔτε Πριάμοιο〈— / ὅσσον σεῖ’〉: ἐπεὶ ἐκεῖνοι ἑκόντες |
| book 450-4a.3 | ἐδυστύχουν ἐπιτρέποντες Ἀλεξάνδρῳ ἀδικεῖν. ἡ δὲ Ἀνδρομάχη διὰ |
| book 450-4a.4 | τὰς ἐκείνων ἁμαρτίας καὶ προητυχήκει τοσούτων οἰκείων στερηθεῖσα |
| book 450-4a.5 | ἐν ἡμέρᾳ μιᾷ. b(BCE3E4)T |
| book 450-4b.1 | ἀλλ’ οὔ μοι Τρώων τόσ〈σ〉ον μέλει〈— / ὅσσον |
| book 450-4b.2 | σεῖ’〉: ὑπερεβάλετο τὴν τῆς γυναικὸς φιλοστοργίαν· ἡ μὲν γὰρ ἀντὶ |
| book 450-4b.3 | τῶν οὐκέτι ὄντων οἰκείων ἔθετο αὐτόν, ὁ δὲ καὶ τῶν περιόντων αὐτὴν |
| book 450-4b.4 | προτιμᾷ. ἅμα δὲ ἐλεεινὴ καὶ ἡ ἡλικία καὶ ἡ δουλεία. μιμεῖται δὲ καὶ βαρ‐ |
| book 450-4b.5.1 | βάρου φιλογύναιον ἦθος, οἳ περὶ πλείστου ποιοῦνται τὰς γυναῖκας. |
| book 450-4b.5.2 | b(BCE3E4)T |
| book 451 | 〈οὔτ’ αὐτῆς Ἑκάβης:〉 ηὔξηται διὰ τῆς ἀντωνυμίας ἡ φι‐ |
| book 451 | λοστοργία. Til |
| book 454a1.1 | ὅσσον σεῖ’, ὅτε κέν τις: δεινὸν γὰρ ἡ τῶν γυναικῶν |
| book 454a1.2 | ὕβρις καὶ αὐτῶν αἰσχύνη· „πρίν τινα πὰρ Τρώων ἀλόχῳ κατακοι‐ |
| book 454a1.3 | μηθῆναι“ (Β 355). T |
| book 454a2.1 | δεινῶν γὰρ πάντων χείρων ἡ τῶν γυναικῶν ὕβρις. b |
| book 454a2.2 | (BCE3) |
| book 455 | 〈ἦμαρ:〉 ἀντὶ τοῦ ἤματος. Til |
| book 456a.1 | πρὸς ἄλλης ἱστὸν ὑφαίνοις: ἀντὶ τοῦ ὑπὲρ ἄλλης, ὡς |
| book 456a.2 | „πρὸς Τρώων“ (Ζ 57) καὶ „πρὸς ἄνακτοσ“ (Ω 734), ἵνα μὴ κακοπα‐ |
| book 456a.3 | θῇ. T |
| book 456b.1 | ἄλλως· πρὸς ἄλλης: ἀντὶ τοῦ T ὑπὸ ἄλλης κελευο‐ |
| book 456b.2 | μένη· τοῦτο γὰρ τὴν ὕβριν φέρει, οὐχὶ τὸ ἔργον σύνηθες ὂν ταῖς |
| book 456b.3 | ἀρχαίαις. b(BCE3E4)T |
| book 457a.1 | καί κεν ὕδωρ φορέοις: ὅτι κατὰ τὸ προστυχὸν οὕτως |
| book 457a.2 | εἰπόντος Ὁμήρου οἱ νεώτεροι τῷ ὄντι ὑδροφοροῦσαν εἰσάγουσιν |
| book 457a.3 | αὐτήν. A |
| book 457b.1 | καί κεν ὕδωρ φορέοις: τέτακται μὲν ἡ δουλεία εἰς ὑδρο‐ |
| book 457b.2 | φορίαν ἢ εἰς ἱστουργίαν. ὁ δὲ ἄμφω φησὶν (sc. Ζ 456 et 457) εἰς ἐπίτα‐ |
| book 457b.3 | σιν. θαρρῶν δὲ τῇ σωφροσύνῃ τῆς γυναικὸς ὅτι οὐκ ἂν ὑπομείνειεν |
| book 457b.4 | οὐδὲ ἀκουσίως προδοῦναι ἑαυτῆς τὸ σῶμα, ἑτέρου ἀνδρὸς οὐ μέμνηται. |
| book 457b.5 | b(BCE3E4)T |
| book 457c.1 | 〈Μεσσηΐδος ἢ Ὑπερείης:〉 Μεσ〈σ〉ηῒς καὶ Ὑπέρεια |
| book 457c.2 | κρῆναι Ἄργους. Aim |
| book 457d | Ὑπερείης: Ὑπέρεια Θεσσαλίας. Πίνδαρος (P. 4, 125)· |
| book 457d | „ἐγγὺς μὲν Φέρης κράναν Ὑπερῇδα λιπών“. T |
| book 459.1 | εἴπῃσιν: ὅτι τὸ εἴπῃσιν ἀντὶ τοῦ εἴποι ἄν. ἡ δὲ ἀναφορὰ |
| book 459.2 | πρὸς Φιλίταν γράφοντα (fr. 57 K.) „θρώσκων τις κατὰ κῦμα μέλαιναν |
| book 459.3 | φρῖχ’ ὑπαλύξει“ (Φ 126). οὗτος γὰρ μὴ νοήσας ὅτι τὸ „ὑπαΐξει“ (Φ |
| book 459.4 | 126) ἐστὶ τὸ ἐφορμῆσαι ὑπὸ τὴν φρῖκα, τουτέστι τὸ τοῦ ὕδατος ἐπα‐ |
| book 459.5.1 | νάστημα, ὃς φάγοι ἂν Λυκάονος τοῦ δημοῦ (cf. Φ 127), τὴν φρῖκα |
| book 459.5.2 | ἐδέξατο τὴν ὑπὸ τοῦ ψύχους γινομένην φρίκην καί φησι τοὺς πιμελώ‐ |
| book 459.5.3 | δεις τῶν ἰχθύων ὑπομένειν τὸ ψῦχος, ὥστε ὃς ἂν τὸ τοῦ Λυκάονος |
| book 459.5.4 | λίπος φάγῃ, ἐκκλινεῖ τὴν φρίκην. A |
| book 460a.1 | Ἕκτορος ἥδε γυνή, 〈ὃς ἀριστεύεσκε μάχεσθαι〉: |
| book 460a.2 | παρέδραμε τὰ ἑαυτοῦ. ἔστι δὲ ἐν τῇ λέξει πάντα ὑπονοεῖν. b(BCE3 |
| book 460a.3 | E4)T |
| book 460b.1 | Ἕκτορος ἥδε γυνή, 〈ὃς ἀριστεύεσκε μάχεσθαι〉: |
| book 460b.2 | ἐπιγραμματικὸν ἔχει τύπον ὁ στίχος. b(BCE3)T |
| book 462-3.1 | σοὶ δ’ αὖ νέον ἔσσεται ἄλγος 〈/ χήτεϊ τοιοῦδ’ ἀν‐ |
| book 462-3.2 | δρόσ〉: βεβαιοῖ αὐτῆς τοὺς λόγους. χήτει δὲ ἀπορίᾳ, σπάνει. T |
| book 464a1.1 | ἀλλά με τεθνειῶτα χυτὴ κατὰ γαῖα καλύπτοι: |
| book 464a1.2 | ὑπερβάλλει τῇ φιλοστοργίᾳ τὴν γυναῖκα· ἡ μὲν γὰρ στερηθεῖσα τοῦ |
| book 464a1.3 | Ἕκτορος θανεῖν εὔχεται λέγουσα „ἐμοὶ δέ κε κέρδιον εἴη χθόνα δύμε‐ |
| book 464a1.4 | ναι“ (cf. Ζ 410—1), ὁ δὲ αἱρεῖται θανεῖν, ἵνα μηδὲ κλαίουσαν ἴδῃ. T |
| book 464a2.1 | καὶ πάλιν ἡ Ἕκτορος ὑπερβάλλει φιλία· ἡ μὲν γὰρ Ἀν‐ |
| book 464a2.2 | δρομάχη στερηθεῖσα τοῦ Ἕκτορος θανεῖν εὔχεται, ὁ δὲ μὴ κλαιούσης |
| book 464a2.3 | αὐτῆς ἀκοῦσαι. b(BCE3E4) |
| book 464b | χυτή: ὅτι οὐ πᾶσα γῆ οὕτως λέγεται παρ’ αὐτῷ, ἀλλ’ ἡ |
| book 464b | τοῖς νεκροῖς ἐπιχεομένη. A |
| book 465.1 | πρίν γέ τι {σῆς τε βοῆς}: Διονύσιος ὁ Σιδώνιος τὸν γέ ἐκ |
| book 465.2 | πλήρους ποιεῖ. οὕτως καὶ Ἀλεξίων (fr. 33 B.) καὶ οἱ περὶ Ἡρακλέωνα |
| book 465.3 | (fr. 6 B.)· οὐ γὰρ πιθανὸν ἐγκεῖσθαι τὸ ἔτι· οὐ γὰρ δή γε καὶ πρότε‐ |
| book 465.4 | ρον συνέβη ταῦτα τῇ Ἀνδρομάχῃ. ἔστιν οὖν τὸ τί καθ’ ὕπαρξίν τινα |
| book 465.5.1 | λεγόμενον ἢ καὶ παρελκόμενον ὁμοίως τῷ „ἤ νύ τοι οὔ τι μέλει Τρώων |
| book 465.5.2 | πόνοσ“ (Χ 11) καὶ „μή τι φόβον δ’ ἀγόρευε“ (Ε 252) καὶ „μή τί μευ |
| book 465.5.3 | ἠΰτε παιδόσ“ (Η 235). οὐχ ὑγιῶς οὖν ὁ Πτολεμαῖος (p. 48 B.) οἴεται |
| book 465.5.4 | συναλιφὴν εἶναι. A |
| book 466.1 | οὗ παιδὸς ὀρέξατο: πρῶτος παῖδας εἰσάγει τῇ τραγῳδίᾳ. |
| book 466.2 | b(BCE3E4)T |
| book 466 | ὀρέξατο: ἀντὶ τοῦ ἐλάβετο. Aim |
| book 467.1 | ἂψ δ’ ὁ πάϊς πρὸς κόλπον: δυσαποσπάστως μὲν ἔχουσι |
| book 467.2 | τῶν τροφῶν. τοῦτον δὲ καὶ ἡ ὄψις φοβεῖ. ταῦτα δὲ τὰ ἔπη οὕτως |
| book 467.3 | ἐστὶν ἐναργείας μεστά, ὅτι οὐ μόνον ἀκούεται τὰ πράγματα, ἀλλὰ |
| book 467.4 | καὶ ὁρᾶται. λαβὼν δὲ τοῦτο ἐκ τοῦ βίου ὁ ποιητὴς ἄκρως περιεγένετο |
| book 467.5 | τῇ μιμήσει. b(BCE3E4)T |
| book 468.1 | πατρὸς 〈φίλου〉 ὄψιν ἀτυχθείς: ἐπὶ τῇ τοῦ πατρὸς ὄψει |
| book 468.2 | b(BCE3E4) ταραχθείς. ἠθικὸν δὲ ὅτι οὐκ ἄλλον, ἀλλὰ τὸν πατέρα |
| book 468.3 | φοβηθείς. b(BCE3E4)T |
| book 469a1.1 | ταρβήσας χαλκόν τε: διασταλτέον χαλκόν τε· μέρος |
| book 469a1.2 | γάρ ἐστι περιόδου ἐπανειλημμένον μετοχικόν. ἀτυχθεὶς ὄψιν (cf. Ζ |
| book 469a1.3 | 468) καὶ ταρβήσας χαλκὸν καὶ λόφον νοήσας (cf. Ζ 469—70). A |
| book 469a2.1 | ταρβήσας χαλκόν τε: διασταλτέον εἰς τὸ τέλος τῶν |
| book 469a2.2 | τριῶν ἐπῶν. ἔστι γάρ· ἀτυχθεὶς ὄψιν καὶ ταρβήσας χαλκὸν καὶ λόφον |
| book 469a2.3 | δεινὸν νεύοντα νοήσας. b(BCE3)T |
| book 469b | ταρβήσας χαλκόν τε: τὰ γὰρ ἀνόμοια φόβον κινεῖ. T |
| book 471a1.1 | ἐκ δ’ ἐγέλασ〈σ〉ε: ἀπὸ τῆς πολλῆς λύπης ἐκ μικρᾶς αἰ‐ |
| book 471a1.2 | τίας γέλωτα κινεῖ. T |
| book 471a2.1 | ἀπὸ τῆς πολλῆς αὐτῶν λύπης ἡ μικρὰ τοῦ παιδὸς αἰτία |
| book 471a2.2 | φυσικόν τινα κινεῖ καὶ μέτριον γέλωτα. b(BCE3E4) |
| book 472a.1 | αὐτίκ’ ἀπὸ κρατὸς κόρυθ’ εἵλετο φαίδιμος 〈Ἕ‐ |
| book 472a.2 | κτωρ〉: σημειοῦνταί τινες τοῦτον διὰ τὸ τὸν τραγικὸν Ἀστυδάμαντα |
| book 472a.3 | παράγειν τὸν Ἕκτορα λέγοντα (fr. 2, p. 778 N2.)· „δέξαι †κοινήν μοι |
| book 472a.4 | πρὸς πόλεμον δὲ καὶ φοβηθῇ παῖσ“. A |
| book 472b.1 | αὐτίκ’ ἀπὸ κρατὸς κόρυθ’ εἵλετο: μιμητικῶς· εὐάλω‐ |
| book 472b.2 | τος γὰρ καὶ ὁ τραχὺς τέκνου φιλοστοργίᾳ. b(BCE3E4)T |
| book 474.1 | ἐπεὶ κύσε πῆλέ τε χερσίν: τοῦτο γὰρ ποιοῦμεν πρὸς |
| book 474.2 | διάχυσιν αὐτῶν. ἄκρως δὲ περιεγένετο τῇ μιμήσει οὐδέν τι λυπήσας |
| book 474.3 | τὴν ἡρωϊκὴν σεμνότητα. ταῖς δὲ χερσὶ τὴν ἐπιθυμίαν πληροῖ, ἐπειδὴ |
| book 474.4 | μὴ δύναται περιπλέξασθαι αὐτόν. b(BCE3E4)T τὸ δὲ πῆλε ἀν‐ |
| book 474.5 | τὶ τοῦ †ἐκλήρωσεν. T |
| book 475a1.1 | 〈εἶπεν ἐπευξάμενος:〉 Ἀρίσταρχος διὰ τοῦ δ, „εἶπε δ’ |
| book 475a1.2 | ἐπευξάμενοσ“. Aim |
| book 475a2.1 | εἶπεν ἐπευξάμενος: „εἶπε δ’ ἐπευξάμενοσ“· Ἀρίσταρ‐ |
| book 475a2.2 | χος γὰρ σὺν τῷ „δέ“ γράφει. T |
| book 476a1.1 | δότε δὴ καὶ τόνδε γενέσθαι: φιλότιμος ἡ εὐχή. δια‐ |
| book 476a1.2 | χυθεὶς δὲ ἐπιλέλησται τῶν πρώην. ἢ ὅτι δυνατὸν θεοῖς καὶ παρ’ ἐλπίδα |
| book 476a1.3 | τι ποιῆσαι. οὐ πλούσιον δὲ ὡς νῦν †εὔχονται τὸν υἱόν, ἀλλ’ ἀγαθὸν |
| book 476a1.4 | βίην, θαρσύνων τὴν μητέρα, ἵνα ἔχῃ ἐπίκουρον. T |
| book 476a2.1 | φιλότιμος ἡ εὐχή. διαχυθεὶς δὲ ἐπιλέλησται τῶν πρώην. ἢ |
| book 476a2.2 | ὅτι δυνατὸν θεοῖς καὶ παρ’ ἐλπίδα τι ποιῆσαι. ὡς νῦν δέ ἐστι πλούσιος, |
| book 476a2.3 | οὐκ εὔχεται τὸν υἱὸν γενέσθαι, ἀλλ’ ἢ μόνον ἄρχοντα καὶ ἀνδρεῖον, τὴν |
| book 476a2.4 | μητέρα θρασύνων, ἵν’ ἔχῃ ἐπίκουρον. b(BCE3E4) |
| book 478a1.1 | 〈ὧδε βίην τ’ ἀγαθόν:〉 ἄλλοι „ὧδε βίην ἀγαθόν |
| book 478a1.2 | τε“. Aim |
| book 478a2 | οὕτως „ἀγαθόν τε.“ Til |
| book 479a | 〈πατρὸς δ’ ὅγε:〉 Ἀρίσταρχος „πατρός γ’ ὅδε“. AimT |
| book 479b.1 | πατρὸς δ’ ὅ γε πολλὸν ἀμείνω: φυσικῶς ἐκ τοῦ βίου |
| book 479b.2 | τοῦτο ἔλαβεν· ἐν ἅπασι γὰρ τῶν ἄλλων ἀμείνονες εἶναι θέλοντες μόνοις |
| book 479b.3 | ἡττᾶσθαι παισὶν εὐχόμεθα. b(BCE3E4)T |
| book 479-80a1.1 | καί ποτέ τις εἴποι〈—ἀνιόντα〉: τὸ ἑξῆς· |
| book 479-80a1.2 | καί ποτέ τις εἴποι ἐκ πολέμου ἀνιόντα. καὶ οὐ λείπει τὸ ἰδών, ἀλλ’ |
| book 479-80a1.3 | ἔστι συνήθης Ἀττικοῖς ἡ φράσις. Εὐριπίδης Ῥήσῳ (390—1)· „χαίρω |
| book 479-80a1.4 | δέ ς’ εὐτυχοῦντα καὶ προσήμενον / πύργοισιν ἐχθρῶν“, καὶ αὐτὸς |
| book 479-80a1.5.1 | Ὅμηρος ἀλλαχοῦ „ἤχθετο γάρ ῥα / Τρωσὶ〈ν〉 δαμναμένουσ“ (Ν |
| book 479-80a1.5.2 | 352—3). | ἤλ〈λ〉ακται δὲ πτῶσις, ἀντὶ τοῦ ἐκ πολέμου ἀνιόντος. |
| book 479-80a1.5.3 | A |
| book 479-80a2.1 | ἀνιόντα: ἀνιόντος, ὡς τὸ „γυναῖκά τε θήσατο μαζόν“ |
| book 479-80a2.2 | (Ω 58). T |
| book 479-80a3.1 | ἄλλως· στικτέον εἰς τὸ ἀνιόντα (480), καὶ †λείπει τὸ |
| book 479-80a3.2 | ἰδών· ἤδη γὰρ σύνηθές ἐστι τοῖς Ἀττικοῖς· „χαίρω δέ ς’ εὐτυχοῦντα |
| book 479-80a3.3 | καὶ προσήμενον“. καὶ ἀλλαχοῦ ὁ ποιητής· „ἤχθετο γάρ ῥα / Τρωσὶν |
| book 479-80a3.4 | δαμναμένουσ“. T |
| book 480a1.1 | ἄλλως· ἐκ πολέμου ἀνιόντα: οὐκ ἀεὶ εὔχεται πολε‐ |
| book 480a1.2 | μεῖσθαι τὴν πόλιν, ἀλλ’ ἐν ταῖς χρείαις ἄριστον εἶναι. T |
| book 480a2.1 | οὐκ ἀεὶ πολεμεῖσθαι καὶ πολεμεῖν εὔχεται, ἀλλ’ ἐν μόναις |
| book 480a2.2 | ἄριστον εἶναι ταῖς χρείαις. b(BCE3E4) |
| book 480a2.1 | ἔναρα βροτόεντα: τὰ ἀπὸ πολέμου—νεκροὶ ἔνα‐ |
| book 480a2.2 | ροι. A |
| book 480a2.5 | βροτόεντα: ᾑμαγμένα· βρότος—ἢ ᾑματωμένα. A |
| book 482 | 〈ἀλόχοιο φίλης ἐν χερσὶν ἔθηκε:〉 ἵνα καὶ αὐτὴ δια‐ |
| book 482 | χυθῇ. Til |
| book 483 | κηώδεϊ: ἐν ᾧ τὰ βρέφη κοιμίζεται. ATil |
| book 484.1 | δακρυόεν γελάσασα: δυνατῶς ῥηθὲν ἀνερμήνευτόν ἐστιν· |
| book 484.2 | οὐ γὰρ ἁπλοῦν τὸ πάθος, ἀλλὰ σύνθετον ἐξ ἐναντίων παθῶν, ἡδονῆς |
| book 484.3 | καὶ λύπης· εἰς γέλωτα μὲν γὰρ αὐτὴν προήγαγε τὸ βρέφος, εἰς δά‐ |
| book 484.4 | κρυον δὲ ἡ περὶ τοῦ Ἕκτορος ἀγωνία. A b (BCE3E4)T οὐκ ἐνόησεν |
| book 484.5.1 | οὖν Καλλίμαχος τὸν στίχον εἰπών· „ἐπεὶ θεὸς οὐδὲ †γέλασεν† / ἀ‐ |
| book 484.5.2 | κλαυτί“ (fr. 298 Pf.)· ᾠήθη γὰρ ὑπὸ τῆς διαχύσεως τοῦ γέλωτος τὰ |
| book 484.5.3 | δάκρυα γενέσθαι. T |
| book 487.1 | 〈οὐ γάρ τίς μ’ ὑπὲρ αἶσαν ἀνὴρ Ἄϊδι προϊάψει:〉 |
| book 487.2 | ὑποθεὶς αὑτὸν τῇ εἱμαρμένῃ ἴσον ἐποίησε τό τε κινδυνεύειν καὶ τὸ ἀ‐ |
| book 487.3 | σφαλῶς ζῆν. b(BCE3E4)Til |
| book 489.1 | ἐπὴν τὰ πρῶτα γένηται: τινὲς „πρωτά“ ὡς γνωστά, |
| book 489.2 | ἵν’ ᾖ τὰ πεπρωμένα, οὐχ ὑγιῶς. T | φαίνεται δὲ καὶ τὴν μαθηματικὴν |
| book 489.3 | πρῶτος εἰδὼς Ὅμηρος, ἐν οἷς τὴν ἐπὶ γενέσεως ὥραν περιέχειν τὰ |
| book 489.4 | ἀποτελέσματα λέγει. A b (BCE3E4)T |
| book 490-3.1 | ἀλλ’ εἰς οἶκον ἰοῦσα〈—ἐγγεγάασιν〉: τέσ‐ |
| book 490-3.2 | σαρσι στίχοις ἑξῆς ἀστερίσκοι παράκεινται, ὅτι νῦν μὲν ὀρθῶς κεῖνται |
| book 490-3.3 | καὶ πρὸ τῆς μνηστηροφονίας (sc. φ 350—3), ἐν δὲ τῇ α ῥαψῳδίᾳ τῆς |
| book 490-3 | Ὀδυσσείας (sc. 356—9) οὐκέτι. A |
| book 491-2.1 | ἱστόν τ’ ἠλακάτην τε〈—ἐποίχεσθαι〉: διὰ βραχέων βίον καὶ οἰκονομίαν |
| book 491-2.2 | ὑπογράφει σώφρονος γυναικός. οἰκονομικῶς δὲ ἐποίησε τὸν Ἕκτορα |
| book 491-2.3 | ἐπιτρέποντα αὐτῇ οἰκουρεῖν, ἵνα μὴ κατὰ τὴν πρὸς τὸν Ἀχιλλέα |
| book 491-2.4 | μάχην ὀφθεῖσα ἐπὶ τοῦ τείχους πείσῃ αὐτὸν μὴ πολεμεῖν Ἀχιλλεῖ. b |
| book 491-2.5 | (BCE3E4)T |
| book 491-2 | ἠλακάτην: τὸ τῶν γυναικῶν—ἔχουσαν Ἄρτεμιν. A |
| book 492a.1 | πόλεμος δ’ ἄνδρεσ〈σ〉ι μελήσει: ἄνδρεσ〈σ〉ι διὰ τὰς |
| book 492a.2 | παραινέσεις αὐτῆς. ἔστι δὲ ἤθη σκοπεῖν διάφορα Ἀλεξάνδρου καὶ Ἕ‐ |
| book 492a.3 | κτορος· ὁ μὲν γάρ φησι πόλεμος δ’ ἄνδρεσσι μελήσει, ὁ δὲ Ἀλέ‐ |
| book 492a.4 | ξανδρος „νῦν δέ με παρειποῦς’ ἄλοχοσ“ (Ζ 337). b(BCE3E4)T |
| book 492b.1 | πόλεμος 〈δ’〉 ἄνδρεσσι μελήσει: ἐνθάδε πόλεμος, |
| book 492b.2 | ἐπὶ δὲ Τηλεμάχου „μῦθοσ“ (α 358), ἐπὶ δὲ τῆς θέσεως τοῦ τόξου „τό‐ |
| book 492b.3 | ξον δ’ ἄνδρεσσι μελήσει“ (φ 352). A |
| book 493.1 | 〈πᾶσιν, ἐμοὶ δὲ μάλιστα:〉 ἀντὶ τοῦ πλέω πάντων τῶν |
| book 493.2 | ἐν Ἰλίῳ. Aint |
| book 495-6.1 | οἶκον δὲ βεβήκει / ἐντροπαλιζομένη: ἀπῆγε μὲν ἡ |
| book 495-6.2 | ἐπίπληξις, ἐπέστρεφε δὲ ἡ εὔνοια· ποία γὰρ ἂν ἦν, τοιοῦτον ἄνδρα |
| book 495-6.3 | τοιούτῳ κινδύνῳ προπέμπουσα; b(BCE3E4)T τὸ δὲ ἐντροπα‐ |
| book 495-6.4 | λιζομένη (496) ἀντὶ τοῦ μεταστρεφομένη. T |
| book 499.1 | γόον πάσῃσιν ἐνῶρσεν: ἢ διηγησαμένη, ἢ ἀπὸ τῶν |
| book 499.2 | ἰδίων δακρύων. ηὔξησε δὲ τὸ συμπαθὲς διὰ τοῦ παρανόμου θρήνου· |
| book 499.3 | θρηνοῦσι γὰρ ζῶντα. ἅμα δὲ καὶ ἐνδείκνυται ὡς δεῖ οὕτω δεσπόζειν, |
| book 499.4 | ἵνα καὶ εὐνοῶνται. b(BCE3E4)T |
| book 500a1.1 | γόον {ἕκτορα}: γόαον καὶ κατὰ συγκοπήν· ἢ ἀπὸ βα‐ |
| book 500a1.2 | ρυτόνου. T |
| book 500a2 | ἀντὶ τοῦ ἐγόων συνεστάλη. Aint |
| book 503.1 | οὐδὲ Πάρις δήθυνε: δῆλον οὖν ὡς διὰ τοῦτον ἐνδιέτριβεν |
| book 503.2 | ὁμιλῶν τῇ γυναικὶ ὁ Ἕκτωρ καὶ οὐ ταχέως διῆλθεν, ἵνα μετ’ αὐτοῦ |
| book 503.3 | προελθὼν παραθαρσύνῃ τοὺς Τρῶας ἰδόντας αὐτὸν παραδόξως σε‐ |
| book 503.4 | σωσμένον, ὡς τῶν θεῶν εὐνοϊκῶς ἐχόντων πρὸς αὐτούς. b(BCE3E4)T |
| book 505.1 | σεύατ’ ἔπειτ’ ἀνὰ ἄστυ 〈ποσὶ κραιπνοῖσι πεποι‐ |
| book 505.2 | θώσ〉: ἑαυτῷ πρόεισι ἀρέσκων, τὴν ἧτταν οὐδ’ ὅλως ἐνθυμούμενος. |
| book 505.3 | b(BCE3E4)T |
| book 506-11a1.1 | ὡς δ’ ὅτε τις στατὸσ〈—καὶ νομὸν ἵπ‐ |
| book 506-11a1.2 | πων〉: καὶ τούτοις ὁμοίως ἀστερίσκοι παράκεινται, ὅτι τὴν παρα‐ |
| book 506-11a1.3 | βολὴν ὅλην ἐπὶ Ἕκτορος βληθέντος λίθῳ ὑπ’ Αἴαντος (sc. Ο 263—8) |
| book 506-11a1.4 | μετήνεγκεν ἐντεῦθεν. ἡ δὲ διπλῆ πρὸς τὸ ἀκοστήσας (506), ὅτι ἄλ‐ |
| book 506-11a1.5.1 | λοι ἄλλως ἀπέδωκαν. ἔστι δὲ ἤτοι ἐν ἄχει γενόμενος διὰ τὴν στάσιν ἢ |
| book 506-11a1.5.2 | ἄκος τι καὶ βοήθημα τῆς στάσεως ζητῶν. A |
| book 506-11a2 | ὅτι εἰς Ο κεῖται. Aext |
| book 506a.1 | στατὸς ἵππος: ὁ τῆς ἀγέλης ἀποσπασθεὶς καὶ ἐπὶ φά‐ |
| book 506a.2 | τνης ἑστώς· οὕτω γὰρ ποθεῖ τὴν συνήθη δίαιταν. b(BCE3E4)T |
| book 506b | ἀκοστήσας: ἄκος τῆς στάσεως λαβών, τουτέστιν ἴαμα, |
| book 506b.1 | καὶ κριθιάσας. κυρίως δὲ {αἱ} πᾶσαι αἱ τροφαὶ ἀκοσταὶ καλοῦνται | |
| book 506b.2 | παρὰ Θεσσαλοῖς, ὡς καὶ Νίκανδρος (cf. al. 106), | παρὰ τὸ ἵστασθαι |
| book 506b.3 | τὰ σώματα τρεφόμενα. ἐν ἄλλῳ· καιρῷ παραλαβών. βέλτιον δὲ δυσ‐ |
| book 506b.5.1 | χεράνας ἐπὶ τῇ τῆς φάτνης στάσει. | οἱ δὲ „ἀγοστήσασ“. ἀγοστὸς γὰρ |
| book 506b.5.2 | ὁ ῥύπος. ἢ ἡσυχάσας παρὰ τὴν ἀκήν. A |
| book 506-8.1 | ἀκοστήσας ἐπὶ φάτνῃ 〈/ — /〉 εἰωθὼς λούεσθαι |
| book 506-8.2 | 〈ἐϋρρεῖος ποταμοῖο〉: οὐ πονεῖν ἐθελήσας, ἀλλὰ μεταβολὴν τῆς |
| book 506-8.3 | στάσεως εὑρεῖν. ἀκοστήσας (506) δὲ ἡσυχάσας παρὰ τὴν ἀκήν. οἱ |
| book 506-8.4 | δὲ παρὰ Θεσσαλοῖς ἀκοστὰς τὰς κριθάς, b(BCE3E4)T ὡς καὶ Νί‐ |
| book 506-8.5 | κανδρος (cf. al. 106). οἱ δὲ „ἀγοστήσασ“. ἀγοστὸς γὰρ ὁ ῥύπος. |
| book 506-8 | εὐρρεῖος (508) δὲ ἀπὸ τοῦ εὐρρεής. T |
| book 507a | 〈δεσμόν:〉 δεσμὸς Ἀλεξάνδρου ἡ Ἑλένη. b(BCE3E4)Til |
| book 507b1.1 | πεδίοιο κροαίνων: ἡ διπλῆ, ὅτι ἐλλείπει ἡ διά, καὶ τὸ |
| book 507b1.2 | κροαίνων οὐκ ἔστιν ἐπιθυμῶν, ὡς Ἀρχίλοχος ἐξέλαβεν (fr. 176 |
| book 507b1.3 | Bgk.4 = 252 T. = 272 W.), ἀλλ’ ἐπικροτῶν τοῖς ποσὶ διὰ τοῦ πεδίου. A |
| book 507b2.1 | ἄλλως· οἱ νεώτεροι ἐπιθυμεῖν τὸ κροαίνειν, καὶ Ἀρχίλο‐ |
| book 507b2.2 | χος. A |
| book 507c1.1 | κροαίνων: κυμβαλίζων. καὶ „ἐρίγδουποι“ (Λ 152) καὶ |
| book 507c1.2 | „ὑψηχέες ἵπποι“ (Ε 772, cf. Ψ 27). Στησίχορος κοιλωνύχων ἵππων |
| book 507c1.3 | πρύτανιν τὸν Ποσειδῶνά φησιν (fr. 58 P. = P.M.G. 235). T |
| book 507c2.1 | ὑψηχῶν, ἐριγδουπῶν, κυμβαλίζων· ἀρίστῳ γὰρ ἵππῳ |
| book 507c2.2 | χηλὴ ἡ κοίλη, ᾗ καὶ κυμβαλίζει. b(BCE3E4) |
| book 508.1 | 〈εἰωθὼς λούεσθαι:〉 φιλόλουτρον γὰρ τὸ ζῷον· ἐν πο‐ |
| book 508.2 | ταμῷ δέ, ἐπεὶ τοῖς θολεροῖς ὕδασιν ἥδεται b(BCE3E4)Til ὁ ἵππος. |
| book 508.3 | τὰ δὲ στάδια διαυγῆ. Til |
| book 508 | εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο: λείπει— |
| book 508.5 | ὕδωρ. A |
| book 509.1 | ἀμφὶ δὲ χαῖται: δοκεῖ ἡ κόμη μεγαλοπρεπείας αἰτία εἶναι |
| book 509.2 | τοῖς ἵπποις. A b (BCE3E4)T καὶ Πάρις δὲ εὔκομος. b(BCE3E4)T |
| book 510a.1 | 〈ὁ δ’ ἀγλαΐηφι πεποιθώς:〉 πρὸς τὸ σχῆμα, Aim |
| book 510a.2 | ἀντὶ τοῦ ἀγλαΐηφι πεποιθότα. Aint |
| book 510b1.1 | ὁ δ’ ἀγλαΐηφι πεποιθώς: πρεπόντως ἐπὶ τοῦ καλλω‐ |
| book 510b1.2 | πιστοῦ. ὡσαύτως καὶ τὸ „ἀμφὶ δὲ χαῖται / ὤμοις ἀΐσσονται“ (Ζ |
| book 510b1.3 | 509—10). T |
| book 510b2 | πρεπόντως δὲ τοῦτο ἐπὶ τοῦ καλλωπιστοῦ. καὶ τὸ παρά‐ |
| book 510b2 | δειγμα ἀπὸ γαυρικοῦ ἵππου καὶ ἀλογίστου. b(BCE3E4) |
| book 511a.1 | ῥίμφα 〈ἑ γοῦνα φέρει〉: Ζηνόδοτος „ῥίμφ’ ἑὰ γοῦνα |
| book 511a.2 | φέρει“. Ποσειδώνιος δὲ ὁ ἀναγνώστης Ἀριστάρχου 〈ἄνευ〉 διαιρέσεως |
| book 511a.3 | τὸ ε ψιλῶς προφέρεται, παρέλκειν αὐτὸ λέγων ὡς ἐν τῷ „ἠὲ σὺ τόνδε |
| book 511a.4 | δέδεξο“ (Ε 228), καὶ λύεται τὸ σολοικοφανές. ὁ δὲ Ὅμηρος ὑπὸ τῶν |
| book 511a.5.1 | γονάτων καὶ ποδῶν φέρεσθαι λέγει· „τὸν μὲν ἄρ’ ὣς εἰπόντα πόδες |
| book 511a.5.2 | φέρον“ (Ο 405). A |
| book 511b.1 | 〈ῥίμφα ἑ γοῦνα φέρει:〉 μετέβη τὴν πτῶσιν· τὸ γὰρ ἕ |
| book 511b.2 | αὐτόν σημαίνει. Aim |
| book 510-1a1 | ὁ δ’ ἀγλαΐηφι 〈πεποιθώς / ῥίμφα ἑ γοῦνα φέ‐ |
| book 510-1a1.1 | ρει〉: ἀντὶ τοῦ τοῦτον. | καὶ τὸ ἕ ἀντὶ τοῦ αὐτόν, φημὶ τὸ ῥίμφα †ι. |
| book 510-1a1.2 | | Ποσειδώνιος δὲ ψιλῶς τὸ ἕ προφέρεται καί φησιν αὐτὸ πλεονάζειν |
| book 510-1a1.3 | ὡς ἐν τῷ „ἠὲ σύ“ (Ε 228). T |
| book 510-1a2.1 | ἀντὶ τοῦ τὸν δὲ πεποιθότα. | καὶ τὸ ῥίμφα ἑ ἀντὶ τοῦ αὐ‐ |
| book 510-1a2.2 | τόν. b(BCE3E4) |
| book 513a.1 | 〈τεύχεσι παμφαίνων ὥς τ’ ἠλέκτωρ:〉 διασταλτέον |
| book 513a.2 | ἐπὶ τὸ ἠλέκτωρ· λάμπειν γὰρ αὐτόν φησιν ὡς ἥλιον. Aim |
| book 513b | ὥς τ’ ἠλέκτωρ: διαστολὴ εἰς τὸ ἠλέκτωρ. b(BCE3)T |
| book 513b | | δύο δὲ παραβολὰς ἔμιξεν. b(BCE3E4)T |
| book 513c | ἠλέκτωρ: ὁ ἥλιος παρὰ τὸ λέχους μὴ μεταλαμβάνειν. A |
| book 514a.1 | καγχαλόων: ὡς ἠγαπημένος τῇ Ἀφροδίτῃ γαυριᾷ ἐν |
| book 514a.2 | μέσαις ταῖς Τρῳάσιν. ὁ δὲ Ἀχιλλεὺς Κυνὶ εἴκασται (cf. Χ 26—31), |
| book 514a.3 | ἅμα τῷ λαμπρῷ καὶ τὸ φθοροποιὸν ἔχων. b(BCE3E4)T |
| book 514b.1 | πόδες φέρον: ὅτι ὑπὸ τῶν ποδῶν φέρεται, οὐκ αὐτὸς |
| book 514b.2 | τοὺς πόδας φέρει. πρὸς ἔλεγχον Ζηνοδότου. A |
| book 515-6.1 | εὖτ’ ἄρ’ ἔμελλε / στρέψασθ’ 〈ἐκ χώρης, ὅθι ᾗ |
| book 515-6.2 | ὀάριζε γυναικί〉: οἰκονομικῶς· τί γὰρ ἂν ἔδρασεν ὁ γυναικώδης |
| book 515-6.3 | ἀκούσας Ἕκτορος „ἀλλ’ οὔ μοι Τρώων τόσσον μέλει“ (Ζ 450)· κα‐ |
| book 515-6.4 | ταλιπὼν γὰρ ἂν τὴν μάχην πάλιν οἴκοι ἐκαθέζετο παρὰ τῇ Ἑλένῃ. b |
| book 515-6.5 | (BCE3E4)T |
| book 516 | 〈ὀάριζε:〉 διελέγετο. Til |
| book 517 | πρότερος: ὡς τὸ πταῖσμα θεραπεύων ἑαυτοῦ. b(BE3E4) |
| book 518a.1 | ἠθεῖε: ταῦτά τινες προσαγορευτικά. οὐδέποτε δὲ περί |
| book 518a.2 | τινος αὐτά φησιν· „τέττα“ (Δ 412) φίλου, „ἄττα“ (Ι 607 al.) τροφέως, |
| book 518a.3 | „πάπ〈π〉α“ (ζ 57) πατρός, ἠθεῖε ἀδελφοῦ. | γέγονε δὲ τὸ ἠθεῖος ἢ |
| book 518a.4 | παρὰ τὸ θεῖος κατὰ πλεονασμὸν τοῦ η ἠθεῖος—πλεονάζει γὰρ τὸ η ἐν |
| book 518a.5.1 | πολλαῖς λέξεσι〈ν〉, ὡς μύει ἠμύει, „τῶ κε τάχ’ ἠμύσειε πόλισ“ (Β 373), |
| book 518a.5.2 | πεδανός „ἠπεδανόσ“ (Θ 104. θ 311), εὐγενής εὐηγενής, „τείχει ὕπο |
| book 518a.5.3 | Τρώων εὐηγενέων ἀπολέσθαι“ (Ψ 81), βαιός ἠβαιός (cf. Β 380 al.) — |
| book 518a.5.4 | ἢ παρὰ τὸ ἔθος ἔθειος, ὡς τέλος τέλειος (cf. Α 66, Ω 34), ὄρος ὄρειος, |
| book 518a | ὄνειδος ὀνείδ〈ε〉ιος (cf. Α 519 al.), καὶ τροπῇ τοῦ ε εἰς τὸ η καὶ κατα‐ |
| book 518a.10.1 | βιβασμῷ τοῦ τόνου γίνεται ἠθεῖος. ἀναλογώτερον δέ ἐστιν ἐκ τοῦ |
| book 518a.10.2 | θεῖος αὐτὸ κανονίζειν ἤπερ ἐκ τοῦ ἔθος· ἐκ γὰρ τοῦ θεῖος καὶ ἡ αὐτὴ |
| book 518a.10.3 | τάσις σώζεται καὶ ὀλίγα πάθη δίδονται, ἐκ δὲ τοῦ ἔθος καὶ ἀλλότριος |
| book 518a.10.4 | ὁ τόνος καὶ πολλὰ τὰ πάθη δίδονται. A |
| book 518b1.1 | ἠθεῖε: Ἀρίσταρχος προπερισπᾷ ὡς οἰκεῖε. καὶ ἴσως 〈πα‐ |
| book 518b1.2 | ρὰ〉 τὸ θεῖος, λέγω δὲ τὸ σημαντικὸν τοῦ ἐπαίνου, κατὰ πλεονασμὸν |
| book 518b1.3 | τοῦ η ἐγένετο, εἰ καὶ νεωτέρου ἐστὶ πρὸς πρεσβύτερον ἀδελφὸν ἔχουσα |
| book 518b1.4 | σεβασμὸν προσφώνησις. οὐκ ἀγνοῶ δὲ ὅτι συγχεῖται ἐν τοῖς μεθ’ |
| book 518b1.5 | Ὅμηρον. A |
| book 518b2.1 | ἠθεῖε: παρὰ τὸ θεῖος τὸ σημαντικὸν τοῦ θαυμασίου κατὰ |
| book 518b2.2 | πλεονασμὸν τοῦ η ἠθεῖε· διὸ καὶ προπερισπαστέον. | ταῦτα δέ τινες |
| book 518b2.3 | προσαγορευτικά. οὐδέποτε δὲ περί τινος αὐτά φησιν, ἀλλὰ πρός τινα· |
| book 518b2.4 | „τέττα“ φίλου, „ἄττα“ τροφέως, „πάππα“ πατρός, ἠθεῖε ἀδελφοῦ. |
| book 518b2.5 | b(BCE3)T |
| book 518c1 | 〈ἦ:〉 τὸ ἦ ἐνταῦθα πευστικὸν καὶ ἠθικόν. b(BCE3)Til |
| book 518c2 | τὸ ἦ πευστικῶς καὶ ἠθικῶς. Aim |
| book 519 | 〈οὐδ’ ... ἐναίσιμον:〉 ἀσυντάκτως. Til |
| book 521.1 | δαιμόνι’, οὐκ ἄν τίς τοι ἀνήρ: ὁμοίως τοῖς πρόσθεν ἀμε‐ |
| book 521.2 | λείας αὐτὸν κρίνει, οὐ βουλόμενος αὐτοῦ θραύειν τὴν ὁρμήν. b(BCE3 |
| book 521.3 | E4)T |
| book 522-3.1 | 〈ἐπεὶ ἄλκιμός ἐσσι, / ἀλλὰ ἑκὼν μεθιεῖς:〉 ἀλλ’ ἐπεὶ |
| book 522-3.2 | ἄλκιμός ἐσσι, ἑκὼν μεθιεῖς. Aim |
| book 523-4.1 | τὸ δ’ ἐμὸν κῆρ / ἄχνυται ἐν θυμῷ, 〈ὅθ’ ὑπὲρ σέθεν |
| book 523-4.2 | αἴσχε’ ἀκούω〉: φιλαδέλφως ἀπολογεῖται ὑπὲρ τῶν ὕβρεων. θυμῷ |
| book 523-4.1 | (524) δὲ τῷ λογισμῷ, καὶ „ἕτερος δέ με θυμὸς ἔρυκε“ (ι 302). λυποῦμαι |
| book 523-4.2 | δέ, φησί, λογιζόμενος, b(BCE3E4)T ὅταν κατὰ σοῦ b(BCE3E4) |
| book 523-4.5.1 | Til ὕβρεις ἀκούω. τοῦτο δὲ λέγει b(BCE3E4) διὰ τὸν τοῦ |
| book 523-4.5.2 | Σαρπηδόνος λόγον (cf. Ε 472—92). b(BCE3E4)Til |
| book 525.1 | 〈πρὸς Τρώων, οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο:〉 |
| book 525.2 | ἀπολογεῖται ὑπὲρ αὐτῶν. Til |
| book 526.1 | τὰ δ’ ὄπισθεν ἀρεσσόμεθα: ἁρμοσόμεθα ἢ πρὸς Τρῶας ἢ |
| book 526.2 | πρὸς ἀλλήλους. τοῦτο δὲ παρ’ Ὁμήρῳ φασὶν οἱ μετὰ τὸ ἀδικῆσαι εἰς |
| book 526.3 | εὐμένειαν προτρεπόμενοι τὸν ἀδικηθέντα (cf. Δ 362). b(BCE3E4)T |
| book 527-8.1 | 〈δώῃ ἐπουρανίοισι θεοῖς αἰειγενέτῃσιν / κρητῆ‐ |
| book 527-8.2 | ρα στήσασθαι:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ δώῃ (527)· θεοῖς γὰρ |
| book 527-8.3 | κρατῆρα στήσασθαι λέγει. Aim |
| book 528.1 | κρητῆρα 〈στήσασθαι〉 ἐλεύθερον: τὸν ἐπὶ ἐλευθερίᾳ |
| book 528.2 | ἱστώμενον. b(BCE3E4)T |
| book 529.1 | ἐκ Τροίης ἐλάσαντας: μεγαλοφυῶς, ἵνα μὴ εἴπῃ φόβων |
| book 529.2 | ἀπηλλαγμένους. b(BCE3E4)T |
| book postscr.1 | Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ |
| book postscr.2 | τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳ‐ |
| book postscr | δίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς. A |
| book ante75.1 | [.....].(.)ρ̣ε̣[...]ω̣ν.μ̣ο̣ι̣τεκ̣.π̣ρ..[..]ε̣σα̣ι πάν‐ |
| book ante75.2 | [τ.....]ε̣σ̣[....]εἰκὸ̣ς ἦν καὶ [.]....λαχεῖν δ̣ί̣‐ |
| book ante75.3 | [κ....]μ π̣ο̣ι̣[.]ν̣, ἔτι δ’ ἀπολύσ̣ε̣σθαι τοὐγκλή̣‐ |
| book ante75.5 | [ματο]ς̣ .ο(.)σ[...]ησ[.(.)]ντ̣α̣ς, ὡ̣ς̣ Ἕλενος αὐτῶι |
| book 75.1 | [ἐπέ]τειλε.[...]. πρόμος ἔμμεναι· ἀντι |
| book 75.2 | [......(.)]ς, ὡς κα̣[ὶ τὸ] „μὴ δὲ πρόμος ἵστασο τού̣‐ |
| book 75.3 | [τω]ι“: Ἕκτ[ορι δί]ωι· ἀν(τὶ τοῦ) ἐμοί· συ[ν]εχὲς γάρ |
| book 75.4 | [ἐστι τὸ σ]χῆμα [.]..ε...θη[.]αιυπ̣[...]χης θέ‐ |
| book 75.5.1 | [λο]ν̣τ̣ε̣ς̣ ἐ̣μ̣φε... ἐ̣ξ ὀ̣ν̣ομ[άτω]ν̣ π̣οιο̣ῦ̣‐ |
| book 75.5.2 | [νται] τ̣ὸ̣ν περὶ̣ αὑτῶν λόγον· „ἀλλ’ οὐκ̣ ἂ̣ν̣ [ἐ]‐ |
| book 75.5.3 | [ρύσαι]τ’ ἐξ οὐρανόθεν πεδίον δέ / Ζῆν’ ὕπ[α]‐ |
| book 75.1 | [τον] μήστωρ̣α̣“. καὶ ὁ Ἀπόλλων δὲ πιθα‐ |
| book 75.2 | [νῶ]ς̣ εἰ̣ς̣ ῥῶσιν τοῦ Ἕκτορος καὶ τὴν ὑπερ‐ |
| book 75.10.1 | [οχὴ]ν διασαφεῖ καὶ ἑαυτόν· „θάρσει νῦν· |
| book 75.10.2 | [τοῖόν τ]οι ἀοσσητῆρα Κρονίων / ἐξ Ἴδης |
| book 75.10.3 | [προέ]ηκε παρεστάμεναι καὶ ἀμύνειν, / |
| book 75.10.4 | [Φοῖβ]ο̣ν̣ Ἀπόλλωνα.“ αὐτέπαινος δ’ ἑαυ‐ |
| book 75.10.5 | [τὸ]ν̣ δῖον καλῶν, πλὴν ὅμοιος τοῖς |
| book 75.15 | [πλ]είστο̣ις ἐκ σκηνῆς στρατιώταις. |
| book 76.1 | [Ζεὺς δ’ ἄ]μμι· τὸν̣ ἐξ ὑμῶν προελευσόμε‐ |
| book 76.2 | [νόν] μ̣οι ἐμέ̣ τ̣ε̣. ἐπὶ μάρτυρος ἔστω· τὸ |
| book 76.3 | [ἑξῆς ἐ]π̣έστω. τὸ̣ δ̣ὲ μάρτυρος παρώνυμον |
| book 76.4 | [τῆι γ]ε̣ν̣ι̣κ̣ῆ̣[ι] τοῦ πρωτοτύπου συν‐ |
| book 76.5.1 | [πέ]π̣τωκεν, ὡς τὸ Τροίζηνος, ἔνθε̣ν |
| book 76.5.2 | [„Τρ]ο̣ι̣ζήνοιο“· χρυσάορος, ἔνθεν „χρυ‐ |
| book 76.5.3 | [...(.)].αισ“ εἴρηκε Πίνδαρος· τὸ Χάροπος, |
| book 76.5.4 | [ἔνθε]ν τὸ „Χαρόποιό τ’ ἄνακτοσ“· τὸ Χά‐ |
| book 76.5.5 | [λυβος], ἔνθεν „Χαλύβοισ“ εἶπεν Εὐριπ〈ί〉δης |
| book 76.10.1 | [ἐν Τη]μένωι· τὸ Μέλητος—οὕ(τως) δ’ ἐλέγετ̣ο̣ ὁ Σ̣ω‐ |
| book 76.10.2 | [κράτους] κ̣ατ̣ηγορήσας—· τὸ τανυπτέρυ‐ |
| book 76.10.3 | [γος, ἔνθ]ε̣ν̣ Σιμωνίδης· „ὠκεῖα γὰρ οὐδὲ τα‐ |
| book 76.10.4 | [νυπτερύ]γου μυίασ“· τὸ διάκτορος, ἀφ’ οὗ „Ἑρ‐ |
| book 76 | [μείαν] π̣έμψαντε διάκτορον“· τὸ ἅρπαγος, |
| book 76.15.1 | ἔ̣ν̣θ̣ε̣ν ἐ̣π̣[λ]ήθυνεν Αἰσχ[ύ]λ̣ος ἐν Φινεῖ |
| book 76.15.2 | „ἁ̣ρ̣π̣άγοι̣〈ν〉 χ̣ε̣[ρ]ο̣ῖν“ καὶ Σοφοκ̣λ̣ῆς ἐν Φινεῖ α |
| book 76.15.3 | „χερσὶν ἁρπ̣[ά]γοισ“· τὸ πολυπί̣δ̣α̣κος· τὸ |
| book 76.15.4 | „Ἴβηρος †τοτ̣ρα̣[..].ωνοσ“ παρὰ Κρα‐ |
| book 76.15.5 | ⸏τίνωι ἐν Μαλθακοῖς· τὸ ἄτμενος |
| book 76.20.1 | παρ’ Ἀρχιλόχωι· τὸ λᾶος, ἀφ’ οὗ φη(σι) Σιμωνί‐ |
| book 76.20.2 | δης· „ξύλα κ̣α̣[ὶ] λ̣άους ἐπιβάλλων“· τὸ Ἔρυ‐ |
| book 76.20.3 | ⸏κ̣ος παρὰ Ξεν̣[ο]φ̣ά̣ν̣ει ἐν ε Σίλλων· τὸ Ἄι‐ |
| book 76.20.4 | δος, ἔνθεν τ̣ὴ̣ν̣ αἰτιατικὴν τέθηκεν |
| book 76.20.5 | Ἀ̣ν̣τίμαχος ἐν α Θηβαΐδος „Ἄιδον δέ“· |
| book 76.25.1 | τὸ Κάωνος, ἔνθεν τὴν αἰτιατικὴν τέ‐ |
| book 76.25.2 | ⸏θηκε Λεάνδριος „Κάωνον“· τὸ ῥιψάσπι‐ |
| book 76.25.3 | δος, ἀφ’ οὗ φη(σιν) Εὔπολις· „ῥ[ι]ψάσπιδόν τε χεῖ‐ |
| book 76.25.4 | ⸏ρα τὴν Κλεωνύμου“· τὸ λίθακος, ἔνθεν |
| book 76.25.5 | ⸏φη(σὶ) Στησίχορος ἐν Ὀρεστείας β „λιθάκοισ“· |
| book 76.30 | τὸ Κ[ό]ρυθος—γέγονε δ’ οὗτος υἱὸς Ἀλεξάνδρου |
| book 76.1 | ⸏τοῦ [Π]άριδος—· τὸ ἀπάτωρος, ἔνθεν ἐν τῶι |
| book 76.2 | ⸏Κή[υκ]ο̣ς γάμωι εἴρηται τὸ „ἀπάτωροι“· τὸ |
| book 76.3 | ⸏κόκ̣κ̣υγος—ἡ δὲ λέξις παρ’ Ἀλκαίωι—· τὸ |
| book 76.4 | δμωός παρ’ Ἡσιόδωι· „δμωὸς ἔχων μα‐ |
| book 76.35.1 | κέλην“· καὶ παρὰ Λεύκωνι ἐν Φράτερσι |
| book 76.35.2 | ⸏„[δ]μ[ω]ὸν ἀλλ’ οὐκ οἰκέτην“· τὸ Τρωός πα‐ |
| book 76.35.3 | ⸏ρ’ Ἡσι[όδ]ωι· „Τεύκρου δὲ Τρωόσ“· τὸ σωλῆνος |
| book 76.35.4 | π[α]ρ’ Ἀ̣ν̣α̣νίωι. ἔσθ’ ὅτε δὲ καὶ ἀλλασσομέ‐ |
| book 76.35.5 | νου τοῦ τόνου ὡς τὸ ἄγωνος, ἔνθεν τὴν |
| book 76.40.1 | αἰ̣[τ]ι̣α̣τικὴν εἴρηκεν Εὐριπίδης ἐν Αἰ‐ |
| book 76.40.2 | γεῖ· „ἄγω̣[νο]ν ἀθλήσαντα“· καὶ τὸ ἴκτινο[ς] |
| book 77.1 | δ’ ἐ̣ν̣ίκ̣[ησε]. ταναήκεϊ χαλκῶι· τετα‐ |
| book 77.2 | μένην ἔχον[τι τ]ὴν ἀκμήν. Μῆνις δὲ ἢ ὀξεῖ |
| book 79.1 | ὡς Αἰτωλ̣ο̣ὶ̣ ἢ̣ ὀξυθήκτωι ὡς Λοκροί: δό‐ |
| book 79.2 | μενα[ι] πάλ̣ιν[·] ἀποδότω ὁ πρὸς ἐμὲ μαχό‐ |
| book 79.3 | μενος: ὄφρα πυρός με· πυρὶ γὰρ ἐκαί‐ |
| book 79.4 | ετο πάν̣τα τὰ σώματα εἰς τὸ μὴ νεκρῶν |
| book 79.5.1 | [ |
| book 79.5.2 | ⸏σ̣[ |
| book 79.5.3 | δ̣[ |
| book 79.5.4 | δ[ |
| book 79 | σ̣ι̣[ |
| book 79.10.1 | α[ |
| book 79.10.2 | τρ.[ |
| book 79.10.3 | πτ.[ |
| book 79.10.4 | ⸏νο[ |
| book 79.10.5 | ειν̣[ |
| book 79.15.1 | τι.[ |
| book 79.15.2 | τω.[ |
| book 79.15.3 | ⸏αντ[ |
| book 79.15.4 | μητ.[ |
| book 79.15.5 | ⸏Φρυξὶ.[ |
| book 79.20.1 | οιδεν[ |
| book 79.20.2 | τοὺς ν[ |
| book 79.20.3 | τουτο[ |
| book 80.1 | ὥς φη(σι) Κ[.......... λελάχωσι θανόν‐ |
| book 80.2 | τα· λαχεῖν[ |
| book 80.3 | φρων.[ |
| book 80.4 | μέμφε[ |
| book 80.5 | ποιη̣τ̣ᾶ̣[ |
| book 81 | εἰ δέ κ’ ἐγ[ὼ τὸν ἕλω· ........... δώῃ δέ] |
| book 81.1 | μοι εὖχος Ἀπ[όλλων· |
| book 81.2 | ε̣[ |
| book 81.3 | ..[ |
| book 81.5 | ....(.)[ |
| book 83.1 | μάχας α.[...............(.) καὶ κρεμόω] |
| book 83.2 | ποτὶ νηόν· ουσ̣[ |
| book 83.3 | νος οὐδὲν π[ |
| book 83.4 | παρεπομεν[........... τὸ κρεμόω] |
| book 83.5 | δὲ βαρυτον[ητέον. |
| book 1.1 | πυλέων ἐξέσσυτο: διὰ τῶν πυλῶν ἐξώρμησε. δηλοῖ δὲ τὸ |
| book 1.2 | πρόθυμον Ἕκτορος, ὃ ἐνεδείκνυτο πρὸς προτροπὴν Ἀλεξάνδρου· διὸ |
| book 1.3 | καὶ ὁ ποιητὴς ἐπάγει κἀκείνου τὴν προθυμίαν. b(BCE3E4)T |
| book 2.1 | 〈τῷ δ’ ἅμ’ Ἀλέξανδρος κί’ ἀδελφεός:〉 διδάσκει, ὅσον ἐστὶ |
| book 2.2 | προτροπὴ κατὰ καιρὸν γινομένη. b(BCE3E4)Til |
| book 3.1 | 〈πολεμίζειν ἠδὲ μάχεσθαι:〉 ἐπανείληφε τὸ αὐτὸ πρὸς ἔμ‐ |
| book 3.2 | φασιν τῆς προθυμίας. b(BCE3E4)T |
| book 4-6.1 | ὡς δὲ θεὸς ναύτῃσι〈—λέλυνται〉: καὶ ἀλλαχοῦ |
| book 4-6.2 | ἐπὶ λήξει τῶν δεινῶν „ἀσπάσιος γῆ νηχομένοισι φανείη“ (ψ 233) φη‐ |
| book 4-6.3 | σίν. ἐνταῦθα δὲ μεσοῦντος τοῦ δεινοῦ τὸν οὖρον (5) ἔλαβεν. b(BCE3 |
| book 4-6.4 | E4)T |
| book 5a.1 | {οὖρον} ἐπεί κε 〈κάμωσιν〉: ὅτι ἔν τισι γράφεται „ἐπήν“. |
| book 5a.2 | ἐὰν δὲ οὕτως ἔχῃ, προενεκτέον ὑφ’ ἓν „κεκάμωσιν“ ὡς „λελάχωσιν“ |
| book 5a.3 | (Η 80 al.). A |
| book 5b | 〈ἐπεί κε:〉 οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ „ἐπήν κε“· Aint |
| book 5c.1 | ἐπήν κε κάμωσι: οὕτως. τινὲς δὲ „κεκάμωσιν“ ὡς „λελάχω‐ |
| book 5c.2 | σιν“ (Η 80). ἀλλ’ ἐν τοῖς τοιούτοις μᾶλλον οἱ σύνδεσμοι ἐπικρατοῦσιν ἤπερ |
| book 5c.3 | οἱ διπλασιασμοί· φιλεῖ γὰρ μετὰ τὸν ἐπεί καὶ τὸν εἴ ὁ κέ σύνδεσμος ἐπι‐ |
| book 5c.4 | φέρεσθαι. τινὲς „ἐπεί κε“· ὁ δὲ Σιδώνιος ἐπήν κε ὡς „οὔτ’ ἄν κεν |
| book 6a1.1 | {πόντον} ἐλαύνοντες, 〈καμάτῳ δ’ ὑπὸ γυῖα λέλυν‐ |
| book 6a1.2 | ται〉: κατ’ ἔνια τῶν ὑπομνημάτων „ἐρέσσοντεσ“· | τὸ δὲ λέλυνται |
| book 6a1.3 | ἐπὶ τὰ γυῖα ἀνενεκτέον. A |
| book 6a2 | τινὲς „ἐρέσσοντεσ“ γράφουσιν. Til |
| book 6b.1 | καμάτῳ δ’ ὑπὸ γυῖα 〈λέλυνται〉: οὐκ ἀναστρεπτέον διὰ |
| book 6b.2 | τὸν σύνδεσμον, ἄλλως τε καὶ τὸ ἑξῆς ἐστιν ὑπολέλυνται. A |
| book 6c.1 | 〈γυῖα λέλυνται:〉 πρὸς τὸ σχῆμα, ὡς „σπάρτα λέλυνται“ |
| book 6c.2 | (Β 135). Aint |
| book 7a1.1 | 〈τώ:〉 Ἀμμώνιος ἐν τῷ Πρὸς Ἀθηνοκλέα „τοί“ {τρώεσσι} |
| book 7a1.2 | προφέρεται πληθυντικῶς. Aint |
| book 7a2 | οὕτως Ἀρίσταρχος τώ δυϊκῶς. Aim |
| book 7a3 | Ἀρίσταρχος τώ, Ἀμμώνιος δὲ „τοί“. Til |
| book 8a.1 | {ἔνθ’} ἑλέτην: ὅτι ἑλέτην συλληπτικῶς, ὕστερον δὲ προσ‐ |
| book 8a.2 | διασαφεῖ. καὶ ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντηκε· τὸν γὰρ |
| book 8a.3 | Ἀλέξανδρον 〈δεύτερον〉 κατείρηκεν (cf. Η 2). A |
| book 8b.1 | 〈ἑλέτην ὁ μέν:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ ἑλέτην· ἡ γὰρ |
| book 8b.2 | σύλληψις εἰς διάλυσιν τρέπεται. Aint |
| book 8c.1 | ἑλέτην: εἰς τὸ ἑλέτην βραχεῖα διαστολή. | πρῶτος δὲ |
| book 8c.2 | ἀριστεύει Ἀλέξανδρος ὡς προπετής· „Τρωσὶν μὲν προμάχιζεν“ (Γ 16)· |
| book 8c.3 | ἢ ὡς ἐξ ἀναπαύσεως ὢν καὶ ὑπὸ τῶν Ἕκτορος λόγων ἠρεθισμένος. |
| book 8c.4 | b(BCE3E4)T |
| book 9.1 | Ἄρνῃ: ὅτι Ζηνόδοτος ἐν μὲν τῷ Καταλόγῳ (sc. Β 507) |
| book 9.2 | πεποίηκεν „οἵ τε πολυστάφυλον Ἄσκρην ἔχον“, ἐνθάδε δὲ εἴασε τὴν |
| book 9.3 | Ἄρνην· διὸ ἡ διπλῆ ἐν τῷ Ἄρνῃ. A |
| book 9b.1 | Μενέσθιον: δοκεῖ μάχεσθαι ἑαυτῷ ὁ ποιητὴς ἀεὶ πρεσβύτε‐ |
| book 9b.2 | ρον λέγων Νέστορα τῶν ἐπὶ Ἴλιον στρατευσάντων—„μετὰ δὲ τρι‐ |
| book 9b.3 | τάτοισιν ἄνασσεν“ (Ω 252)—, ἐνταῦθα δὲ Μενέσθιον· δυσὶ γὰρ γε‐ |
| book 9b.4 | νεαῖς παράγεται πρεσβύτερος ὢν τοῦ Νέστορος· Ἀρηϊθόου γὰρ λέγει |
| book 9b.5 | (sc. Η 9—10) τοῦ ἐπικαλουμένου κορυνήτου παῖδα εἶναι Μενέσθιον· |
| book 9b.1 | ὑπὸ δὲ Λυκούργου φησὶν (sc. Η 142—56) ἀνῃρῆσθαι τὸν Ἀρηΐθοον, |
| book 9b.2 | ὃν δὴ καὶ τὰ ὅπλα αὐτοῦ λαβεῖν· γηράσαντα δὲ τοῦτον Ἐρευθαλίωνι |
| book 9b.3 | παραδοῦναι, τὸν δὲ Ἐρευθαλίωνα ὑπὸ Νέστορος ἀναιρεθῆναι νέου |
| book 9b.4 | ὄντος· φησὶ γὰρ „γενεῇ δὲ νεώτατος ἔσκον ἁπάντων“ (Η 153). — |
| book 9b.10.1 | ῥητέον δὲ ὅτι ἴσως ἀπέθανεν Ἀρηΐθοος ἐνιαύσιον ἐάσας τὸν υἱόν, |
| book 9b.10.2 | ἀνεῖλε †τὸν Ἀρηΐθοον ὁ Λυκοῦργος ἤδη γηραιὸς ὤν· φησὶ γοῦν |
| book 9b.10.3 | „ἔπεφνε δόλῳ, οὔτι κράτεΐ γε“ (Η 142). ὀλίγον δὲ ἐπιβιοὺς δύναται |
| book 9b.10.4 | Ἐρευθαλίωνι παραχωρεῖν τὴν πανοπλίαν. προκαλούμενος δὲ οὗτος |
| book 9b.10.5 | τοὺς Πυλίους οὐκ ἀπεικότως ὑπὸ Νέστορος νέου ὄντος ἀναιρεῖται |
| book 9b.15.1 | ὥστε Νέστορα μὲν εἶναι Μενεσθίου πρεσβύτερον, τῶν δὲ ἄλλων τῶν |
| book 9b.15.2 | ἐπὶ Ἴλιον στρατευσάντων μείζονα Μενέσθιον. b(BCE3E4)T |
| book 9c.1 | ἄλλως· Μενέσθιος Ἀρηϊθόου ἦν παῖς τοῦ Ἀρηϊθόου 〈τοῦ〉 καὶ |
| book 9c.2 | κορυνήτου, ὁμωνυμούντων τοῦ πατρὸς καὶ τοῦ πάππου, ἵν’ ᾖ „ὃν |
| book 9c.3 | κορυνήτης | γείνατ’ Ἀρηΐθοοσ“ (Η 9—10). τίνα γείνατο; δηλονότι |
| book 9c.4 | Ἀρηΐθοον (cf. Η 8) τὸν πατέρα Μενεσθίου. T |
| book 9d1.1 | ἄλλως· πλανῶνται τῇ ὁμωνυμίᾳ· ὁ γὰρ τοῦ Μενεσθίου |
| book 9d1.2 | πατὴρ Ἀρηΐθοος Βοιωτὸς ἦν, κατοικῶν Ἄρνην—ἔστι δὲ αὕτη Βοι‐ |
| book 9d1.3 | ωτίας, ὡς καὶ Ἡσίοδός φησιν (fr. 218 M.—W.) —, ὁ δὲ ὑπὸ Λυκούρ‐ |
| book 9d1.4 | γου ἀναιρεθεὶς (cf. Η 142) Ἀρκάς (cf. Η 134). τινὲς δὲ Ἄρνην τὴν |
| book 9d1.5.1 | Ἀρήνην τὴν Ἀρκαδικὴν ὡς Μέσσην τὴν Μεσ〈σ〉ήνην (cf. Β 582) |
| book 9d1.5.2 | φασίν. T |
| book 9d2.1 | ἢ τῇ τοῦ ὀνόματος πλανῶνται ὁμωνυμίᾳ· ὁ γὰρ τοῦ Μενε‐ |
| book 9d2.2 | σθίου πατὴρ Ἀρηΐθοος Βοιωτὸς ἦν, ὁ δὲ ὑπὸ Λυκούργου ἀναιρεθεὶς |
| book 9d2.3 | Ἀρκάς. b(BCE3E4) |
| book 9e.1 | ὃν κορυνήτης: ἐπεὶ κορύνῃ ὅπλῳ ἐχρῆτο. τὸ δὲ κύριον |
| book 9e.2 | ὄνομα „Ἀρηΐθοοσ“ (Η 10). T |
| book 10.1 | Ἀρηΐθοος ὁ Βοιώτιος ἄριστος—μετὰ καὶ τῆς κορύνης. ἡ |
| book 10.2 | ἱστορία παρὰ Φερεκύδει (FGrHist 3, 158). A |
| book 10a1.1 | γείνατ’ Ἀρηΐθοος 〈καὶ Φυλομέδουσα βοῶπισ〉: |
| book 10a1.2 | ἡ διπλῆ, ὅτι οὗτος τοῦ Ἀρηϊθόου ὁμώνυμός ἐστι τοῦ ὑπὸ Νέστορος |
| book 10a1.1 | λεγομένου „τεύχε’ ἔχων ὤμοισιν Ἀρηϊθόοιο ἄνακτοσ“ (Η 137). καὶ |
| book 10a1.2 | ὅτι ἐνθάδε μόνον ἐφ’ ἡρωΐνης τὸ ἐπίθετον καὶ ἐν τῷ ἀθετουμένῳ „Αἴ‐ |
| book 10a1.5 | θρη, Πιτθῆος θυγάτηρ, Κλυμένη τε βοῶπισ“ (Γ 144). A |
| book 10a2 | ὅτι καὶ νῦν ἐπὶ θνητῆς. Til |
| book 11.1 | 〈ὀξυόεντι:〉 ἀπὸ παραγωγῆς, ὡς φαίδιμος φαιδιμόεις· „φαι‐ |
| book 11.2 | διμόεντες Ἐπειοί“ (Ν 686). b(BCE3)Til |
| book 12a | 〈στεφάνης:〉 ὅτι περικεφαλαίας εἶδος ἡ στεφάνη. Aint |
| book 12b.1 | 〈στεφάνης:〉 στεφάνη Til εἶδος περικεφαλαίας ἐξο‐ |
| book 12b.2 | χὴν ἔχον. ἡ δὲ μεταφορὰ ἀπὸ τῆς τῶν ὀρῶν ἐξοχῆς. b(BCE3)Til |
| book 12b.1 | {αὐχέν’ ὑπὸ} στεφάνης: στεφάνη εἶδος—χειμάρροος |
| book 12b.2 | ὤσῃ (Ν 138). A |
| book 12c | 〈λῦσε δὲ γυῖα:〉 Ἀρίσταρχος „λύντο δὲ γυῖα“. Aim |
| book 13.1 | Γλαῦκος δ’ Ἱππολόχοιο: καλῶς τρίτος ἀριστεύει μὴ σβέ‐ |
| book 13.2 | σας τὴν εἰς Διομήδην ὁρμήν· ὁρμήσας γὰρ ἐπὶ ἀνδραγαθίαν τῷ ἀνα‐ |
| book 13.3 | γνωρισμῷ τῶν προγόνων ἐκεκώλυτο. b(BCE3E4)T |
| book 15a1.1 | Δεξιάδην: εἴτε ὄνομα πατρωνυμικὸν τὸ Δεξιάδην εἴτε |
| book 15a1.2 | ποιότητος ἢ τόπου ἐπίρρημα, δύναται καὶ τοῖς ἄνω καὶ τοῖς ἑπομένοις |
| book 15a1.3 | συνάπτεσθαι· ἢ γὰρ „Ἰφίνοον“ (Η 14) Δεξιάδην, ἢ „βάλε“ (Η 14) |
| book 15a1.4 | δεξιάδην „ὦμον“ (Η 16), ἢ δεξιάδην ἐπιάλμενον, ἀπὸ τῶν δε‐ |
| book 15a1.5 | ξιῶν μερῶν ἐφαλλόμενον. A |
| book 15a2.1 | τινὲς δεξιάδην ἐπιάλμενον, ἀπὸ τῶν δεξιῶν μερῶν |
| book 15a2.2 | ἁλλόμενον. Til |
| book 15a3.1 | τινὲς δεξιάδην †ἐπάλμενον ἤτοι ἀπὸ τῶν δεξιῶν ἐπι‐ |
| book 15a3.2 | βαίνοντα. b(BCE3) |
| book 16a | 〈ὦμον:〉 κατὰ τὸν ὦμον. Aint |
| book 16b | 〈λύντο:〉 ὅτι λύντο εἶπεν ἀντὶ τοῦ ἐλύθη. Aim |
| book 17-8.1 | τοὺς δ’ ὡς οὖν ἐνόησε θεὰ〈—ὑσμίνῃ〉: ἀγω‐ |
| book 17-8.2 | νιστικὸν τὸν πόλεμον τῇ ὁρμῇ τῶν θεῶν ποιεῖ, καὶ διαναπαύει τὸ |
| book 17-8.3 | ὁμοειδές. ὡς φιλέλλην δὲ καὶ τοὺς τρεῖς τοὺς ἀπολωλότας πολλοὺς |
| book 17-8.4 | εἶναι δοκεῖ. b(BCE3E4)T |
| book 17 | 〈τοὺς δ’ ὡς οὖν ἐνόησε:〉 τὴν ὁρμὴν ἑωρακυῖα. Til |
| book 20 | 〈Ἴλιον εἰς ἱερήν:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aint |
| book 21.1 | Περγάμου ἐκκατιδών: διὰ τὸ „αὐτὸς μὲν ἐφέζετο Περγάμῳ |
| book 21.2 | ἄκρῃ“ (Ε 460)· παρατηρεῖ γάρ, μή τις θεῶν ἐπίθηται Τρωσίν. b |
| book 21.3 | (BCE3E4)T Πέργαμα δέ φασιν οἱ νεώτεροι. T |
| book 22a.1 | φηγῷ: ἡ διπλῆ, ὅτι πρὸ τῶν πυλῶν τὴν φηγὸν ταύτην |
| book 22a.2 | ὑποτίθεται. πρὸ πολλοῦ δὲ (sc. Ε 446. 460) ὁ Ἀπόλλων ἐστὶν ἐπὶ τῆς |
| book 22a.3 | Περγάμου. A |
| book 22b.1 | φηγῷ: ἀξιοπίστως ἔθηκε καὶ τὸν τόπον. A b (BCE3E4)T |
| book 22b.2 | ἔστι δὲ τὸ δένδρον τοῦτο καὶ ἰσχυρὸν καὶ πολυχρόνιον. φηγὸς δὲ b |
| book 22b.3 | (BCE3E4)T παρὰ τὸ φώγω, ὅ ἐστι τὸ καίω· τὰ γὰρ ἔσω τῶν |
| book 22b.4 | βαλάνων ἐσθίοντες τὰ ἔξω ἔκαιον πρὸς θέρμην· ὅθεν καὶ βαλανεῖα. A |
| book 22b.5 | b(BCE3E4)T καὶ οἱ ἑταῖροι Ὀδυσσέως ἐπιλειφθέντες ἐκ τοῦ πλεῖν |
| book 22b | αὐτῇ ἐκέχρηντο τῇ τροφῇ. AT |
| book 24.1 | τίπτε 〈σὺ〉 δ’ αὖ μεμαυῖα: τί πάλιν ἐθέλουσα ποιεῖν, ἐπειδὴ |
| book 24.2 | ἡ πρώτη αὐτῆς ὁρμὴ μέγιστα τοῖς Ἀχαιοῖς συνεβάλετο. b(BCE3 |
| book 24.3 | E4)T |
| book 26-7.1 | ἦ ἵνα 〈δὴ〉 Δαναοῖσι 〈μάχης ἑτεραλκέα νίκην /〉 δῷς: |
| book 26-7.2 | οὐ γὰρ λεκτέον ἵνα †δώσεις† ἐπὶ πρώτου ἀορίστου καὶ μέλλοντος. | |
| book 26-7.3 | ἑτεραλκέα δὲ ἐπίθετον τῆς νίκης· καὶ γὰρ ἑτεραλκὴς λέγεται νίκη, |
| book 26-7.4 | ὅταν οἱ νικηθέντες πρώην πάλιν νικήσωσιν. T |
| book 26a1.1 | 〈ἑτεραλκέα:〉 ἐπίθετον τοῦτο τῆς νίκης. γίνεται δὲ ὅταν |
| book 26a1.2 | οἱ πρότερον νικήσαντες ἐξ ἑτεροδυναμίας τινὸς παρεισβαλούσης ἡτ‐ |
| book 26a1.3 | τηθῶσιν. b(BCE3E4) |
| book 26a2.1 | ἑτεραλκέα: οὕτως ἡ νίκη—παρέχουσαν. | ἢ ὅταν |
| book 26a2.2 | οἱ πρώην νικηθέντες νικήσωσιν. A |
| book 28a1.1 | ἀλλ’ εἴ μοί τι πίθοιο 〈τό κεν πολὺ κέρδιον εἴη〉: |
| book 28a1.2 | ὑποστικτέον εἰς τὸ πίθοιο καὶ εἰς τὸ πολὺ κέρδιον εἴη. τινὲς δὲ τελεί‐ |
| book 28a1.3 | αν τῷ στίχῳ νέμουσιν. b(BCE3E4)T |
| book 28a2.1 | {ἀλλ’ εἴ μοι τί πίθοιο:} ἐπὶ δὲ τὸ εἴη ἤτοι στικτέον ἢ |
| book 28a2.2 | ὑποστικτέον. A |
| book 29.1 | νῦν μὲν παύσωμεν: ὁ μὲν ἀκροατὴς δεινὰ ἐλπίζει ἐπὶ τῇ πα‐ |
| book 29.2 | ρόδῳ τῶν θεῶν, οἷα καὶ πρώην γέγονεν, ὁ δὲ ἀνακόπτει τὸ προσδο‐ |
| book 29.3 | κώμενον, θέαμα δὲ ἀντεισάγει τὴν ἀλαζονείαν Ἕκτορος, τὴν αἰδῶ |
| book 29.4 | Ἑλλήνων, τὴν σπουδὴν Μενελάου καὶ Ἀγαμέμνονος, τὴν Νέστορος |
| book 29.5 | δημηγορίαν. b(BE3E4)T |
| book 31 | 〈ὥς:〉 βαρυτονητέον τὸ ὥς· δηλοῖ γὰρ τὸ οὕτως. Aim |
| book 32a1.1 | ὑμῖν ἀθανάτῃσι: Ζηνόδοτος „〈ὑμῖν〉 ἀθανάτοισιν“. ἐν |
| book 32a1.2 | μέντοι τῇ Ἀριστοφάνους „ὑμῖν ἀμφοτέρῃσιν“ εἶχε, τῇ Ἀθηνᾷ καὶ τῇ |
| book 32a1 | Ἥρᾳ, οὐκ ἀπιθάνως. A |
| book 32a2 | Ζηνόδοτος „ἀθανάτοισι“, Ἀριστοφάνης „ἀμφοτέρῃσι“. T |
| book 32b | ὑμῖν ἀθανάτῃσιν: ἐμφαντικῶς, Ἥρᾳ καὶ Ἀθηνᾷ. T |
| book 32c | 〈ὑμῖν ἀθανάτῃσιν:〉 ὅτι Ζηνόδοτος 〈***〉. Aim |
| book 33.1 | 〈τὸν δ’ αὖτε προσέειπε:〉 γράφεται „τὸν δ’ ἠμείβετ’ |
| book 33.2 | ἔπειτα“. Aim |
| book 34-5.1 | τὰ γὰρ φρονέουσα καὶ αὐτή 〈/ ἦλθον〉: ἧκε γὰρ |
| book 34-5.2 | πρὸς τὸ μηδὲν βλαβῆναι τὸ Ἑλληνικόν. ἡ οὖν ἡσυχία οὐδὲν ἔβλαπτεν. |
| book 34-5.3 | b(BCE3E4)T |
| book 36.1 | ἀλλ’ ἄγε, πῶς μέμονας: οὐκ ἔδει γὰρ ἀλόγως ἐν τοιαύτῃ |
| book 36.2 | ἀκμῇ γίνεσθαι τὴν παῦσιν. b(BE3E4)T |
| book 38.1 | Ἕκτορος ὄρσωμεν 〈κρατερὸν μένοσ〉: ἵνα ὀλίγην ἀνα‐ |
| book 38.2 | κωχὴν δῷ Τρωσίν· εἶπε γὰρ „ὡς δὲ θεὸς ναύτῃσιν“ (Η 4). καὶ Ἀθηνᾶ |
| book 38.3 | δὲ συναινεῖ πρὸς τὸ κεχαρισμένον ταῖς Τρῳάδων εὐχαῖς ποιοῦσα. |
| book 38.4 | b(BCE3E4)T |
| book 39a.1 | προκαλέσσεται οἰόθεν οἶος: ὅτι συνέσταλται διὰ τοῦ ε |
| book 39a.2 | τὸ η· ἔστι γὰρ προκαλέσσηται. καὶ πρὸς τὸ σχῆμα, μονόθεν μόνος |
| book 39a.3 | ἀντὶ τοῦ μόνος πρὸς μόνον. A |
| book 39b1.1 | οἰόθεν: ἀντὶ τοῦ οἴως | ἢ οἰόθεν· οἰόθεν ἐστὶ μὲν ἐξ οἴου, |
| book 39b1.2 | ὡς οὐρανόθεν. ἰδίως δὲ ὁ ποιητὴς αὐτῷ χρῆται ἀντὶ τοῦ οἴως. T |
| book 39b2.1 | τὸ μὲν οἰόθεν ἐξ οἴου σημαίνει, b(BCE3) ὡς τὸ οὐρα‐ |
| book 39b2.2 | νόθεν. ἰδίως δὲ ὁ ποιητὴς χρῆται αὐτῷ ἀντὶ τοῦ †οἴῳ, τουτέστι μόνος |
| book 39b2.3 | μόνῳ. b(BCE3E4) |
| book 40.1 | ἐν αἰνῇ δηϊοτῆτι: ἄμεινον τελείαν δοῦναι εἰς τὸ δηϊοτῆτι |
| book 40.2 | καὶ τὸν ἑξῆς „δέ“ (Η 41) ἀντὶ τοῦ γάρ λέγειν. b(BCE3)T | δηϊοτής |
| book 40.3 | δὲ παρὰ τὸ δῃοῦν, ὅθεν καὶ „δηΐῳ 〈ἐν πολέμῳ〉“ (Ε 117)· πόλεμος δὲ |
| book 40 | παρὰ τὸ πελεμίζεσθαι. T |
| book 41a.1 | οἱ δέ κ’ ἀγασσάμενοι: ὅτι τὸ ἀγάσσεσθαι ποτὲ μὲν ἐπὶ |
| book 41a.2 | τοῦ ἀποδέχεσθαι, ποτὲ δὲ ἐπὶ τοῦ φθονεῖν τίθησι. περιττεύει δὲ καὶ ὁ |
| book 41a.3 | κέ σύνδεσμος. A |
| book 41b.1 | 〈ἀγασσάμενοι:〉 Ἀρίσταρχος διὰ τοῦ ο „ἀγασσόμε‐ |
| book 41b.2 | νοι“. Aim |
| book 41c | 〈ἀγασσάμενοι:〉 φθονήσαντες ἢ θαυμάσαντες. Til |
| book 44.1 | σύνθετο θυμῷ: ὅτι μαντικῶς συνῆκεν οὐκ ἀκούσας αὐτῶν |
| book 44.2 | τῆς φωνῆς. | μυθεύεται τῶν ἐξ Ἑκάβης—μεταλαβεῖν. ἡ ἱστορία |
| book 44.3 | παρὰ Ἀντικλείδῃ (FGrHist 140, 17). A |
| book 44-5.1 | τῶν δ’ Ἕλενοσ〈—〉σύνθετο 〈θυμῷ /〉 βουλήν: |
| book 44-5.2 | διὰ τί γὰρ οὐχ ὁ Ἀπόλλων ὑπέθετο Ἕκτορι προκαλέσασθαι; ὅτι ἡτ‐ |
| book 44-5.3 | τηθεὶς ἔμελλεν ἀπιέναι. b(BCE3E4)T φασὶ δὲ Ἕλενον καὶ Κασάν‐ |
| book 44-5.4 | δραν διδύμους εἶναι, λαθόντας δὲ τοὺς γονεῖς ποτε νυκτὸς καταδραθεῖν |
| book 44-5.5.1 | τὸν μὲν εἰς τὸν τοῦ Ἀπόλλωνος τοῦ Θυμβραίου ναόν, τὴν δὲ εἰς τὸν |
| book 44-5.5.2 | τῆς Ἀρτέμιδος, ἕωθεν δὲ εὑρεθῆναι †ἐκκαθαριζομένους† τὰς ἀκοάς. |
| book 44-5.5.3 | b(BCE3)T |
| book 46 | 〈ἰών:〉 ὅτι ἀντὶ τοῦ πορευθείς. Aim |
| book 47a.1 | Ἕκτορ, υἱὲ Πριάμοιο: τινὲς οὕτω ποδίζουσιν „Ἕκτορ, |
| book 47a.2 | †υἱὲ Πριάμοιο“. T |
| book 47b.1 | Διῒ μῆτιν ἀτάλαντε: διδάσκει ὅτι δεῖ τὸν ἄρχοντα μὴ |
| book 47b.2 | μόνον μιᾶς πόλεως, ἅπαντος δὲ κόσμου προνοεῖν δύνασθαι. b(BCE3 |
| book 47b.3 | E4)T |
| book 48 | κασίγνητος δέ τοί εἰμι: βραχεῖ προοιμίῳ τῆς φύσεως ὑπο‐ |
| book 48 | μιμνῄσκων προτρέπεται. b(BCE3E4)T |
| book 52a.1 | οὐ γάρ πώ τοι μοῖρα θανεῖν: πάντοθεν θαρσύνει αὐτόν· |
| book 52a.2 | ἐπ’ οὐδεμιᾷ γὰρ χρείᾳ ὡς Ἀλέξανδρος μέγιστον αἱρεῖται κίνδυνον. |
| book 52a.3 | b(BCE3E4)T ἄλλως τε †προυφαίνει† τὴν ἀρετὴν Αἴαντος, ὡς, εἰ |
| book 52a.4 | μὴ τὸ μοιρίδιον ἐπεῖχε, κἂν ἀπώλετο ὑπὸ Αἴαντος. b(BCE3)T |
| book 52b1.1 | ἐπισπεῖν: ὡς „ἐπιπλεῖν“ (ι 227. 470)· μονοσύλλαβον γὰρ |
| book 52b1.2 | τὸ σπεῖν ἀπαρέμφατον. πᾶν δὲ ἀπαρέμφατον συντιθέμενον φυλάσσει |
| book 52b1.3 | τὸν αὐτὸν τόνον. A |
| book 52b2.1 | ὡς πλεῖν οὕτω καὶ ἐπισπεῖν. πᾶν δὲ ἀπαρέμφατον ἐν τῇ |
| book 52b2.2 | συνθέσει φυλάσσει τὸν τόνον. b(BCE3)Til |
| book 53a.1 | ὣς γὰρ ἐγὼν 〈ὄπ’ ἄκουσα θεῶν αἰειγενετάων〉: ἀθε‐ |
| book 53a.2 | τεῖται· διὰ γὰρ τῆς μαντικῆς αὐτῶν συνῆκεν, ὡς εἴρηται (sc. Η 44). |
| book 53a.3 | A |
| book 53b.1 | ὣς γὰρ ἐγὼν ὄπ’ ἄκουσα 〈θεῶν〉: καὶ μὴν οὔτε τοῦτο |
| book 53b.2 | εἰρήκασιν οὔτε †τε παραστάντες αὐτῷ. ἢ οὖν ὄπα λέγει τὴν μαντικήν· |
| book 53b.3 | καὶ γὰρ ὁ τυχὼν ἀκούσας δύναται λέγειν, ἵνα ᾖ τὸ ἄκουσα ᾐσθόμην, |
| book 53b.4 | ὡς τὸ „μάλιστα δέ τ’ ἔκλυον αὐτοί“ (ζ 185). b(BCE3E4)T ἢ τὸ |
| book 53b.5.1 | ἑξῆς ἐστιν „αὐτὸς δὲ †προκάλεσαι“ (Η 50). ὣς γὰρ ἐγὼν ὄπ’ |
| book 53b.5.2 | ἄκουσα θεῶν, δηλονότι τὸ δεῖν προκαλέσασθαι. ἐν δὲ τῷ μεταξὺ |
| book 53b.5.3 | ἔφη· „οὐ γάρ πώ τοι μοῖρα θανεῖν“ (Η 52), παρ’ ἑαυτοῦ τοῦτο προσ‐ |
| book 53b.5.4 | θείς. b(BE3E4)T |
| book 54a.1 | ὣς ἔφαθ’, Ἕκτωρ δ’ αὖτ’ ἐχάρη: τὸ φιλότιμον ὑπέφηνε |
| book 54a.2 | τῷ μὴ ἀποκρίνασθαι. οὐ διακηρυκεύεται δέ, ἀλλὰ πρὸς κατάπληξιν |
| book 54a | τῶν πολεμίων καὶ ἰδίαν δόξαν αὐτουργεῖ. b(BCE3E4)T |
| book 54b.1 | ἄλλως· Ἕκτωρ δ’ αὖτ’ ἐχάρη: ὡς ἀκινδύνως εὐδοξήσων |
| book 54b.2 | καὶ τὴν πρώην θεραπεύσων ἀργίαν. b(BCE3)T |
| book 56a.1 | μέσ〈σ〉ου δουρὸς ἑλών: μέσου τοῦ δόρατος ἐπιλαβόμενος |
| book 56a.2 | πρὸς ἔνδειξιν τοῦ μὴ πρὸς πολεμικὴν χρῆσιν ἔχειν αὐτό, ἀλλὰ πρὸς |
| book 56a.3 | ἔμφασιν τοῦ διαλεχθῆναι. ἔδει δὲ εἰπεῖν μέσον λαβὼν τὸ δόρυ. A |
| book 56b.1 | μέσ〈σ〉ου δουρὸς ἑλών: τοῦ ἀπράκτου· ἀκμαζούσης γὰρ |
| book 56b.2 | τῆς μάχης οὐκ ἐνῆν βοᾶν. ἐπὶ δὲ τοῦ Ἀλεξάνδρου (sc. Γ 78) ἀρχὴ τῆς |
| book 56b.3 | μάχης ἦν. b(BCE3E4)T |
| book 57.1 | κὰδ δ’ Ἀγαμέμνων εἷσε: ᾤετο γὰρ αὐτὸν μετεγνωκέναι |
| book 57.2 | τὴν παράβασιν καὶ ἐν συμβουλίᾳ δημογερόντων γεγονέναι ἐν τῇ πό‐ |
| book 57.3 | λει. b(BCE3E4)T |
| book 58-61.1 | κὰδ δ’ ἄρ’ Ἀθηναίη 〈τε〉 καὶ〈—〉Ἀπόλλων |
| book 58-61.2 | 〈/ —τερπόμενοι〉: ὑψῶν τὰ πραττόμενα θεατὰς αὐτῶν ὑπο‐ |
| book 58-61.3 | γράφει θεούς. b(BCE3E4)T |
| book 59.1 | 〈ἑζέσθην ὄρνισιν ἐοικότεσ〉 αἰγυπιοῖσι: σαρκοφάγον |
| book 59.2 | γὰρ τὸ ζῷον. παιδεύει δὲ πᾶν ζῷον ὁρῶντας ὑπονοεῖν εἶναι θεόν, b |
| book 59.3 | (BCE3E4)T καὶ ἐν αὐτῷ τῷ πολέμῳ λογισμῷ χρῆσθαι τῷ |
| book 59.4 | θυμῷ. b(BCE3E4) ἢ ὡς ἐφίζει ὄρνεον φυτῷ, οὕτω καὶ αὐτοὶ ῥᾳ‐ |
| book 59.5 | δίως ἐκαθέσθησαν. T |
| book 60.1 | φηγῷ 〈ἐφ’ ὑψηλῇ〉 πατρὸς Διός: καλῶς τοῦ Διὸς τὰ τέ‐ |
| book 60.2 | κνα ἐπὶ τῇ τοῦ πατρὸς κάθηνται δρυΐ. καὶ τὸ ὑψηλὸν πρὸς θέαν ἐπι‐ |
| book 60 | τήδειον. b(BCE3E4)T |
| book 61a1.1 | ἀνδράσι τερπόμενοι· 〈τῶν δὲ στίχες εἵατο πυ‐ |
| book 61a1.2 | κναί〉: ἐχρῆν ἐπαγαγεῖν τοὺς λόγους. Ἕκτορος δὲ τῷ φιλοτίμῳ |
| book 61a1.3 | προσλιπαρεῖ τῇ τε διαγραφῇ καὶ εἰκόνα παραφέρει. T |
| book 61b1.1 | ἄλλως· ἀνδράσι τερπόμενοι: φιλοσόφως ὡς ἰδίῳ κτή‐ |
| book 61b1.2 | ματι. T |
| book 61b2/a2.1 | φιλοσόφως, οἷς ἕκαστος πρόσκειται, ὡς ἰδίοις τέρπονται |
| book 61b2/a2.2 | κτήμασιν· ᾧ γὰρ ἐμφύτως τις ἔγκειται, τούτῳ καὶ ὑπερήδεται μηδὲν |
| book 61b2/a2.3 | φροντίζων τοῦ ἀπολλυμένου. οὐκ ἀμφοτέροις δὲ ἀμφότεροι τέρπονται, |
| book 61b2/a2.4 | ἀλλ’ εἷς ἑνί. b(BCE3E4) | ἐχρῆν δὲ μετὰ τοῦτο τοὺς λόγους ἐπαγα‐ |
| book 61b2/a2.5.1 | γεῖν Ἕκτορος, ὅπως φιλοτίμως ἐκλιπαρεῖ. ἀλλὰ τῇ τοῦ πλήθους δια‐ |
| book 61b2/a2.5.2 | γραφῇ καὶ εἰκόνα παραφέρει. b(BE3) |
| book 62a.1 | ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυῖαι: ἡ τοι‐ |
| book 62a.2 | αύτη προφορὰ φαντασίαν μὲν τῇ διανοίᾳ, κόσμον δὲ τῇ ἀπαγγελίᾳ |
| book 62a.3 | ποιεῖ. b(BCE3E4)T |
| book 62b | 〈πεφρικυῖαι:〉 γράφεται καὶ „βεβριθυῖαι“. Aim |
| book 62c.1 | πεφρικυῖαι: φρίσσει τις φόβῳ ἢ ψύχει ἢ ὀργῇ. | ἐψύχωσεν |
| book 62c.2 | οὖν τὰ ὅπλα, φρίσσειν αὐτὰ λέγων. b(BCE3)T |
| book 62c | φρίσσει τις—φρίσσειν φησί. A |
| book 63a.1 | οἵη δὲ Ζεφύροιο〈—φρίξ〉: καλῶς τὴν ἠρεμίαν τῶν |
| book 63a.2 | ὅπλων κινήσει Ζεφύρου παρέβαλεν· οὐ γὰρ ἀθρόως ἐμπίπτει ὁ ἄνεμος |
| book 63a.1 | οὗτος τῇ θαλάττῃ, μελαίνων δὲ αὐτὴν καὶ ὥσπερ ἐπιστίζων κατὰ |
| book 63a.2 | μικρὸν ἐγείρεται. καὶ ἀλλαχοῦ „Ζεφύρου ὑποκινήσαντοσ“ (Δ 423). |
| book 63a.5 | b(BE3E4)T | φρὶξ δὲ ἡ ἐπανάστασις τῶν κυμάτων. b(BCE3)T |
| book 63b.1 | πόντον ἔπι φρίξ: ὁ Ἀσκαλωνίτης (p. 48 B.) ἀναστρέ‐ |
| book 63b.2 | φει, ἐπὶ πόντον· οὕτως καὶ οἱ ἄλλοι, καὶ ἄμεινον· οὐδὲν γὰρ ἔσται τὸ |
| book 63b.3 | ἐπιφρίξ, χωρὶς εἰ μὴ παρέλκῃ ἡ πρόθεσις· ὅπερ οὐ πιθανόν· οὐ γὰρ |
| book 63b.4 | κατεπείγει. | φρὶξ δὲ ἡ ἐξ ἐπιπλοκῆς—πνεῖν. βέλτιον δὲ τὴν |
| book 63b.5 | πρώτην ἔγερσιν τῶν κυμάτων ἀκούειν. A |
| book 64a.1 | μελάνει: ὡς „οἰδάνει“ (Ι 554), ὁ Ἀσκαλωνίτης (p. 48 |
| book 64a.2 | B.)· ἐκ γὰρ τοῦ μελαίνει, φησίν, ἐνδείᾳ τοῦ ι ἐγένετο. A |
| book 64b.1 | 〈πόντος ὑπ’ αὐτῆς:〉 Ἀρίσταρχος „πόντον“ διὰ τοῦ ν, |
| book 64b.2 | καὶ „ὑπ’ αὐτῇ“, τῇ φρικί. ἄλλοι δὲ „πόντος ὑπ’ αὐτοῦ“. Aint |
| book 64c.1 | {ὀρνυμένοιο νέον} μελάνει δέ τε πόντος 〈ὑπ’ αὐτῆσ〉: |
| book 64c.2 | ὅτι ἐὰν μὲν γράφηται „πόντος ὑπ’ αὐτοῦ“, ἔσται μελαίνεται ὁ πόν‐ |
| book 64c.3 | τος ὑπὸ Ζεφύρου, ἐὰν δὲ „πόντον ὑπ’ αὐτῇ“, ἔσται μελαίνει δὲ τὸν |
| book 64c.4 | πόντον ὁ Ζέφυρος ὑπὸ τῇ φρίκῃ. A |
| book 64d1.1 | μελάνει δέ τε πόντος ὑπ’ αὐτῇ: διὰ τοῦ ν τὸ „πόν‐ |
| book 64d1.2 | τον“, καὶ ἔστι ‘μέλανα ποιεῖ τὸν πόντον ὑπὸ τῇ φρικὶ ὁ Ζέφυροσ‘· καὶ |
| book 64d1.3 | ἔστι Ὁμηρικὸν τὸ σχῆμα. εἰ δὲ †γράφει† „πόντος ὑπ’ †αὐτῆς†“, τὸ |
| book 64d1.4 | μελάνει ἀντὶ τοῦ μελαίνεται ὑπὸ τῇ φρικὶ τοῦ Ζεφύρου. ἄμεινον δὲ τὸ |
| book 64d1.5.1 | πρῶτον. | τὸ δὲ μελάνει ὡς „οἰδάνει“ (Ι 554) βαρυτονητέον· ἀπὸ γὰρ |
| book 64d1.5.2 | τοῦ μελαίνει γέγονεν. T |
| book 64d2.1 | διὰ τοῦ ν τὸ „πόντον“, „μελάνει δέ τε πόντον ὑπ’ αὐτῇ“. |
| book 64d2.2 | καὶ ἔστι ‘μέλανα ποιεῖ τὸν πόντον ὑπὸ τῇ φρικὶ ὁ Ζέφυροσ‘. ἔστι δὲ |
| book 64d2.3 | Ὁμηρικὸν τὸ σχῆμα. εἰ δὲ γράφεται „μελάνει δέ τε πόντος ὑπ’ αὐτῇ“, |
| book 64d2.4 | τὸ μελάνει ἀντὶ τοῦ μελαίνεται ὑπὸ τῇ φρικὶ τοῦ Ζεφύρου. ἄμεινον |
| book 64d2.5 | δὲ τὸ πρῶτον. | τὸ δὲ μελάνει ἀπὸ βαρυτόνου ἐνεστῶτος ἀποβολῇ |
| book 64d2 | τοῦ ι, ὡς τὸ κοιλάνει ἀντὶ τοῦ κοιλαίνει. b(BE3E4) |
| book 69.1 | ὅρκια μὲν Κρονίδης 〈ὑψίζυγος οὐκ ἐτέλεσσεν〉: εἰς θε‐ |
| book 69.2 | οὺς ἀναφέρει τὴν αἰτίαν, Τρῶας ἐλευθερῶν καὶ τὸ παράδοξον προφέρων |
| book 69.3 | τῆς προκλήσεως. b(BCE3E4)T |
| book 70 | 〈τεκμαίρεται:〉 ἐπιτελεῖ· τέκμωρ γὰρ τὸ τέλος. Aint |
| book 71-2a.1 | 〈εἰς ὅ κεν ἢ ὑμεῖς—ἕλοιτε /〉 ἢ αὐτοὶ παρὰ |
| book 71-2a.2 | νηυσὶ δαμείετε: ἔδει ἐπαγαγεῖν ‘ἢ ἡμεῖς παρὰ ταῖς ναυσὶν ἕλοιμεν |
| book 71-2a.3 | ὑμᾶσ‘. ὁ δὲ διὰ τὸ νεμεσητὸν ἐσχημάτισε τὸν λόγον. b(BCE3E4)T |
| book 71-2b.1 | ἄλλως· εἰς ὅ κεν ἢ ὑμεῖς Τροίην〈—〉ἕλοιτε / ἢ |
| book 71-2b.2 | αὐτοὶ〈—〉δαμείετε: πιθανῶς ἐξ ἴσου τὸν κίνδυνον ἀμφοτέ‐ |
| book 71-2b.3 | ροις κατέστησεν, παρελὼν Ἑλλήνων τὴν ἐκ θεῶν ἐπικουρίαν. b(BC |
| book 71-2b.4 | E3E4)T |
| book 73a1.1 | ὑμῖν μὲν γὰρ ἔασιν 〈ἀριστῆεσ〉: αἱ Ἀριστάρχου οὕτως |
| book 73a1.2 | „ὑμῖν δ’ ἐν γὰρ ἔασιν“· καὶ ἔστι τὸ ἑξῆς· ὑμῖν δ’ ἔνεισι γάρ, ἢ ἐν ὑμῖν |
| book 73a1.3 | δέ εἰσι γὰρ ἀριστῆες. A |
| book 73a2.1 | „ὑμῖν †ἐν γάρ“, οὕτως αἱ Ἀριστάρχου. καὶ ἔστι τὸ ἑξῆς· |
| book 73a2.2 | ἐν ὑμῖν δέ εἰσι γὰρ ἀριστῆες. Til |
| book 74a1.1 | 〈τῶν νῦν ὅν τινα θυμός:〉 γράφεται καὶ „τῶν εἰ καί τινα |
| book 74a1.2 | θυμόσ“. Aint |
| book 74a2 | γράφεται „τῶν 〈εἰ〉 καί τινα θυμόσ“. Til |
| book 74b.1 | ὅντινα θυμὸσ〈—〉ἀνώγει: οὐ πρὸς διορισμόν· |
| book 74b.2 | πρὸς ἀνάπαυσιν γὰρ τοῦ στρατοῦ γίνεται ἡ μάχη. T |
| book 75a1.1 | πρόμος ἔμμεναι Ἕκτορι δίῳ: ὅτι ἰδίως ὡς περὶ ἑτέρου. |
| book 75a1.2 | καὶ ὅτι πρόμον τὸν πρόμαχον κατὰ συγκοπήν. καὶ ὅτι ἀκαίρως δῖον |
| book 75a1 | ἑαυτὸν ὁ Ἕκτωρ. A |
| book 75a2 | πρόμαχος. πάθος συγκοπή. Aim |
| book 75b.1 | δεῦρ’ ἴτω ἐκ πάντων πρόμος: ἵνα πάντες αἰδεσθῶσι μὴ |
| book 75b.2 | προβαλλόμενοι, καὶ ὡς πρόμος ἐκεῖνος τοῦ στρατοῦ σαλεύει περὶ τὴν |
| book 75b.3 | κοινὴν ὑπόληψιν. T |
| book 75c1.1 | 〈Ἕκτορι δίῳ:〉 γίνονται αἱ τοιαῦται προσφωνήσεις δι’ |
| book 75c1.2 | ἐξοχήν, ὡς τὸ „Ζῆν’ ὕπατον“ (Θ 22)· δι’ οἶκτον, ὡς τὸ „Σαρπηδόνος |
| book 75c1.3 | ἀμφιμάχεσθαι“ (Π 496) καὶ δι’ ἦθος, ὡς τὸ „οὐδὲ σύ γ’ ἔγνως / Παλ‐ |
| book 75c1.4 | λάδ’ Ἀθηναίην“ (ν 299—300). b(BCE3E4) |
| book 75c2.1 | Ἕκτορι δίῳ: κατ’ ἐξοχήν. „Σαρπηδόνος ἀμφιμάχεσθαι“ |
| book 75c2.2 | διὰ οἶκτον. „Παλλάδ’ Ἀθηναίην“ διὰ ἦθος. T |
| book 76a.1 | Ζεὺς δ’ ἄμμ’ ἐπιμάρτυρος: παρατέμνει τὰ ὅρκια, ἐπεὶ |
| book 76a.2 | ἔναγχος παρέβησαν ὅρκους. T |
| book 76b.1 | ἐπιμάρτυρος: ὅτι οὕτως λέγει, ὁ μάρτυρος, ἀφ’ οὗ οἱ |
| book 76b.2 | μάρτυροι. ἀπὸ δὲ τοῦ μάρτυς μάρτυρες. A |
| book 74-6.1 | 〈τῶν νῦν—ἔστω:〉 ἵνα πάντες αἰδεσθῶσι μὴ προ‐ |
| book 74-6.2 | βαλλόμενοι, κουφότερον διαλέγεται· ὅθεν καὶ δῖον ἑαυτὸν κατ’ ἐξοχὴν |
| book 74-6.3 | ἐκάλεσεν. οὐκ ἀπαιτεῖται δὲ ὅρκων προσθήκη, ὅτι πρὸς μόνην ἀνάπαυ‐ |
| book 74-6.4 | σιν τοῦ στρατοῦ ἡ μάχη γίνεται, ἢ ὅτι ἔναγχος τοὺς ὅρκους παρέβη‐ |
| book 74-6.5 | σαν. b(BCE3E4) |
| book 79a.1 | σῶμα δὲ οἴκαδ’ ἐμόν: βαρβαρικὸν τὸ σπεύδειν περὶ τὰς |
| book 79a.2 | ταφάς. περιπαθῶς δὲ προπαρασκευάζει ὁ ποιητής, πρὸς ὃ μάλιστα |
| book 79a | ἀπεύχεται, εἰς τοῦτο δυστυχήσαντα (cf. Χ 346—54). b(BCE3)T |
| book 79b.1 | ὄφρα πυρός με: ὅτι καθόλου διὰ πυρὸς οἶδεν γινομένας |
| book 79b.2 | τὰς ταφάς. A |
| book 80.1 | 〈λελάχωσι:〉 ὅτι ἀντὶ τοῦ λαχεῖν ποιήσωσιν. ἀναδιπλα‐ |
| book 80.2 | σιασμὸς λελάχωσι. A |
| book 82 | 〈Ἴλιον ἱρήν:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aint |
| book 85-7a1.1 | ὄφρα ἑ ταρχύσωσι κάρη κομόωντες Ἀχαιοί |
| book 85-7a1.2 | 〈/ — / καί ποτέ τις εἴπῃσι〉: διαστολαὶ Ἀχαιοί (85), Ἑλ‐ |
| book 85-7a1.3 | λησπόντῳ (86), καὶ κοινὸν κατὰ πάντων τὸ ὄφρα (85), ἵνα ταρχύ‐ |
| book 85-7a1.4 | σωσι καὶ χέωσι καὶ εἴπῃ ποτέ τις. A |
| book 85-7a2 | ἀπὸ κοινοῦ τὸ ὄφρα. b(BCE3E4)Til |
| book 85a1.1 | ὄφρα ἑ ταρχύσωσι: πόθεν τὸ ταρχῦσαι; | †ταρχῶα† τὰ |
| book 85a1.2 | νενομισμένα τοῖς νεκροῖς πρὸς κηδείαν, ἀπὸ τῆς ταραχῆς. T |
| book 85a2.1 | ἀπὸ τοῦ ταρχύω. | καὶ †ταρχύματα† δὲ ἃ τοῖς νεκροῖς |
| book 85a2.2 | πρὸς κηδείαν ὡς νενομισμένα ἐποίουν. b(BCE3E4) |
| book 85a2.1 | ταρχύσωσι: θάψωσι. †ταρχέα† τὰ νενομισμένα τοῖς νε‐ |
| book 85a2.2 | κροῖς, ἀπὸ τῆς ταραχῆς. A |
| book 86a.1 | σῆμά τέ οἱ χεύσωσι〈ν ἐπὶ πλατεῖ Ἑλλησπόντῳ〉: |
| book 86a.2 | ὅτι οὐ κατεκομίζετο τὰ ὀστᾶ εἰς τὰς πατρίδας. πλατεῖ δὲ καθ’ ὃ μέρος |
| book 86a.3 | ἐ〈σ〉τὶ πλατύς, καὶ ἀντὶ τοῦ παρὰ πλατεῖ. A |
| book 86b.1 | σῆμά τέ οἱ χεύσωσι: λεληθότως ἀποτρέπει τῆς μονο‐ |
| book 86b.2 | μαχίας τοὺς Ἕλληνας· αὐτὸς γὰρ ἂν ἔμελλεν ἀναιρούμενος θάπτεσθαι |
| book 86b.1 | ἐν Ἰλίῳ πόρρω τῆς θαλάττης ὥστε μηδεμίαν γίνεσθαι μνήμην τῷ φο‐ |
| book 86b.2 | νεύσαντι. τοῦ δὲ ἀντιπάλου ἐπὶ τοῦ Ἑλλησπόντου ταφέντος ἀείμνη‐ |
| book 86b.5.1 | στον κλέος ἔχειν ἔμελλε παρὰ τοῖς πλέουσιν· διὸ καὶ ἐγκολάπτει δυοῖν |
| book 86b.5.2 | ἐποῖν ἐπιγραφὴν τῷ τάφω· „ἀνδρὸς μὲν τόδε σῆμα, / ὅν ποτ’ ἀριστεύ‐ |
| book 86b.5.3 | οντα“ (Η 89—90). b(BCE3E4)T |
| book 86c.1 | ἐπὶ πλατεῖ Ἑλλησπόντῳ: καθ’ ὃ μέρος ἐστὶ †πλατύτε‐ |
| book 86c.2 | ρος† ἑαυτοῦ περὶ τὰς ἐκροὰς τοῦ Σκαμάνδρου. b(BCE3E4)T |
| book 86c.1 | Ἀθάμας ὁ Αἰόλου μὲν παῖς, βασιλεὺς δὲ—ἡ ἱστορία παρὰ |
| book 86c.2 | Φιλοστεφάνῳ (F.H.G. 3, 34, fr. 37). A |
| book 89a.1 | ἀνδρὸς μὲν τόδε σῆμα: ὡς ἤδη νενικηκὼς ἐπιγράφει τῷ |
| book 89a.2 | τάφῳ †τὸν† ἐπινίκιον, οὐκ ἐπὶ τεθνηκότι, ἀλλ’ οὐδὲ γιγνωσκομένῳ |
| book 89a.3 | τῷ μέλλοντι μονομαχεῖν τὸ ἐπικήδειον πρὸ τοῦ θανάτου διατιθείς. |
| book 89a.4 | b(BCE3E4)T |
| book 89b.1 | ἀνδρὸς μὲν τόδε σῆμα: πρὸς τὴν τῶν γραμμάτων εὕρε‐ |
| book 89b.2 | σιν. T |
| book 89c | 〈μέν:〉 ὅτι ὁ μέν ἀντὶ τοῦ δέ, ὅ ἐστιν ἀντὶ τοῦ δή. Aint |
| book 89d | 〈μέν:〉 τὸ μέν ἀντὶ τοῦ μήν. Til |
| book 89e.1 | 〈κατατεθνειῶτος:〉 Ἀρίσταρχος διὰ τοῦ η „κατα‐ |
| book 89e.2 | τεθνηῶτοσ“. Aim |
| book 90a | 〈ὅν ποτε:〉 γράφεται καὶ „ὅν τινα“. Ail Til |
| book 90b1.1 | ὅν ποτ’ ἀριστεύοντα: πρὸς ἰδίαν ἐπίτασιν, εἰ τοῦ ἀρί‐ |
| book 90b1.2 | στου φανεῖται κρείττων. φιλότιμος δὲ ὁ Ἕκτωρ χαρακτηρίζεται, ὡς |
| book 90b1.3 | καὶ ἐκεῖ „ἀλλὰ μέγα ῥέξας τι“ (Χ 305). T |
| book 90b2.1 | ἀριστεύοντα δὲ προστίθησι πρὸς ἰδίαν ἐπίτασιν, εἰ καὶ |
| book 90b2.2 | τοῦ ἀρίστου φανεῖται κρείττων. φιλότιμος δὲ καὶ ἀλαζὼν καὶ βαρβα‐ |
| book 90b2 | ροήθης ἀεὶ ὁ Ἕκτωρ χαρακτηρίζεται. b(BCE3E4) |
| book 93a.1 | αἴδεσθεν μὲν ἀνήνασθαι, 〈δεῖσαν δ’ ὑποδέχθαι〉: |
| book 93a.2 | ἰσόκωλον τὸ ἔπος, ὅπερ ἐστὶ φράσις δύο ἢ καὶ πλειόνων κώλων ἀπη‐ |
| book 93a.3 | κριβωμένων ἀλλήλοις πρὸς ἀντιστρόφου ἐμφέρειαν· „χρὴ ξεῖνον |
| book 93a.4 | παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν“ (ο 74). ἢ ὁμοιόπτωτον καὶ |
| book 93a.5 | ὁμότροπον· „Ὕλλῳ ἐπ’ ἰχθυόεντι 〈καὶ Ἕρμῳ δινήεντι〉“ (Υ 392). T |
| book 93b.1 | αἴδεσθεν μέν: δειλῶν γάρ· καλεῖ δὲ διὰ τὸν παρασπον‐ |
| book 93b.2 | δησμόν· ἢ περιμένοντες κέλευσιν, b(BCE3E4)Tὡς δῆλον ἐπὶ |
| book 93b.3 | τῶν ἑξῆς· ἢ ὑπὸ θεοῦ ὡρμῆσθαι αὐτὸν ὑπονοοῦντες πρὸ ὀλίγου ἡτ‐ |
| book 93b.4 | τώμενον· καὶ γὰρ τοῦ Διομήδους ἀκηκόασι· „καὶ †γάρ† οἱ πάρα κεῖνος |
| book 93b.5.1 | Ἄρησ“ (Ε 604). b(BCE3)T τινὲς δέ· δείσαντες τὸν Ἀγαμέμνονα, |
| book 93b.5.2 | ὡς καὶ „σιγῇ δειδιότεσ“ (Δ 431). T |
| book 93b.1 | αἴδεσθεν μὲν ἀνήνασθαι: αἴδεσθεν μέν· δειλῶν γάρ. δεῖ‐ |
| book 93b.2 | σαν δὲ διὰ τὰς—ὡς καὶ „σιγῇ δεδιότεσ“. A |
| book 94a1.1 | ὀψὲ δὲ δὴ Μενέλαος: ὡς αἰτίαν ἔχων τοῦ παντός. καὶ τῇ |
| book 94a1.2 | πρὸς Ἀλέξανδρον δὲ ἐπῆρται μονομαχία. διὰ δὲ τοῦ ὀψέ διδάσκει |
| book 94a1 | μὴ παραχρῆμα ποιεῖσθαι τὰς ἀποκρίσεις. T |
| book 94a2.1 | ὡς αἴτιος ὢν τοῦ παντὸς καὶ πλέον ὀδυνώμενος. καὶ ἐν τῇ |
| book 94a2.2 | πρὸς Ἀλέξανδρον δὲ μονομαχίᾳ οὕτως προπετεύεται. διὰ δὲ τοῦ ὀψέ |
| book 94a2.3 | διδάσκει μὴ παραχρῆμα ποιεῖσθαι τὰς ἀποκρίσεις. b(BCE3E4) |
| book 95a1.1 | νείκει ὀνειδίζων: ἔν τισι τῶν ὑπομνημάτων „νείκε’ |
| book 95a1.2 | ὀνειδίζων“ ἔξω τοῦ ι ὥστε κατὰ συναλιφὴν νοεῖσθαι τὸ ὑγιὲς „νεί‐ |
| book 95a1.3 | κεε“. A |
| book 95a2 | ἔν τισι „νείκε’ ὀνειδίζων“. Aim |
| book 95 | 〈νείκει:〉 τῷ ἐλέγχῳ. Til |
| book 96.1 | ἀπειλητῆρες: καυχηταί—καυχηματίας λέγουσιν. | |
| book 96.2 | ἐν ἄλλῳ· ὑβρισταί. A |
| book 97 | ἦ μὲν δὴ λώβη τάδε γ’ ἔσσεται αἰνόθεν αἰνῶς: ἐκ δεινοῦ |
| book 97.1 | δεινὰ ἢ καὶ τῶν δεινῶν δεινότερα. A | ἐκ τῶν δεινοτάτων ὑμῶν πράξεων |
| book 97.2 | δεινή ἐστιν ἡ λώβη. Aim b (BCE3E4)T | ἔν τισι δὲ „λώβη γε τάδ’ |
| book 97.3 | ἔσσεται“. T |
| book 99.1 | ὕδωρ καὶ γαῖα γένοισθε: τῶν στοιχείων ὕδωρ καὶ γῆ κατὰ |
| book 99.2 | φύσιν ἀκίνητα, τὰ δὲ ἄλλα κινητὰ δι’ ἑαυτῶν. ταῦτα οὖν φησι τὴν |
| book 99.3 | ἀκινησίαν ὀνειδίζων· ἢ ἐξ ὧν συνεστήκασιν, εἰς ταῦτα αὐτοὺς ἀνα‐ |
| book 99.4 | λυθῆναι εὔχεται. b(BCE3E4)T καὶ Ξενοφάνης (Vors.6 21 B |
| book 99.5.1 | 33 + 27)· „πάντες γὰρ γαίης τε καὶ ὕδατος ἐκγενόμε〈σ〉θα· / ἐκ |
| book 99.5.2 | γῆς γὰρ †πάντα καὶ εἰς γῆν πάντα τελευτᾷ.“ b(BCE3)T ἢ ὅτι |
| book 99.5.3 | τὸ ὕδωρ τὰς ψυχὰς διαφθείρει. T |
| book 99 | ὕδωρ καὶ γαῖα γένοισθε: ἀναλυθείητε εἰς ὕδωρ—ψυ‐ |
| book 99 | χὰς διαφθείρει. A |
| book 101.1 | 〈αὐτὸς θωρήξομαι:〉 ὡς ἀνάγκῃ δεχόμενος τὸ μονο‐ |
| book 101.2 | μάχιον. Til |
| book 102a.1 | νίκης πείρατ’ ἔχοντα〈ι〉: ὅτι τῷ ἀπηρτισμένῳ κέχρη‐ |
| book 102a.2 | ται, νίκης πείρατ’ ἔχονται, οὐκ ἔχεται. A |
| book 102b.1 | 〈νίκης πείρατα:〉 τὸ ἄνισον οἶδεν, ὡς καὶ Πρίαμος· |
| book 102b.2 | „Ζεὺς μέν που τόδε οἶδε“ (Γ 308). b(BE3E4)Til |
| book 103a1.1 | ὣς ἄρα φωνήσας κατεδύσετο τεύχεα καλά: ἀλλά, |
| book 103a1.2 | φασίν, ὥπλισται. ἴστωσαν δὲ ὅτι ἀσφαλέστερα ὅπλα ἀναλαβεῖν θέλει |
| book 103a1.3 | ὡς ἂν μέλλων μονομαχεῖν. T |
| book 103a2.1 | πῶς ἐν πολέμῳ ὢν οὐκ ἦν ὡπλισμένος; φαμὲν ὅτι ἀσφα‐ |
| book 103a2.2 | λέστερα ὅπλα ἀναλαβεῖν θέλει μέλλων εἰσιέναι εἰς μονομάχιον. b(BC |
| book 103a2.3 | E3E4) |
| book 104-8.1 | ἔνθα κέ τοι, Μενέλαε, φάνη βιότοιο τελευτή |
| book 104-8.2 | 〈—ἔκ τ’ ὀνόμαζεν〉: εἰς κίνδυνον προαγαγὼν τὴν ὑπόθεσιν καὶ |
| book 104-8.3 | λύσιν τοῦ παντὸς πιθανῶς ἀνίστησι τὸν ἀδελφόν. φιλοστόργως δὲ |
| book 104-8.4 | πρὸς αὐτὸν ποιεῖται τὸν λόγον ὁ ποιητὴς καὶ συμπαθῶς προανεφώνη‐ |
| book 104-8.5.1 | σεν αὐτοῦ τὸν κίνδυνον. καὶ τὸ βασιλῆες (106) δὲ χαρίεν καὶ εὐνοϊ‐ |
| book 104-8.5.2 | κὸν διὰ τὸ προλαβεῖν τοὺς φίλους τὴν σπουδὴν Ἀγαμέμνονος. b |
| book 104-8.5.3 | (BE3E4)T |
| book 104a1.1 | {ἔνθα κέ τοι μενέλαε φάνη} βιότοιο τελευτή: γράφεται |
| book 104a1.2 | καὶ „θανάτοιο τελευτή“, οἷον θανάσιμον τέλος. AAim |
| book 104a2 | γράφεται καὶ „θανάτοιο“. Til |
| book 107.1 | αὐτός τ’ Ἀτρείδης: διὰ τί τὸν μὲν Ἀλέξανδρον κελεύει |
| book 107.2 | μονομαχεῖν Ἕκτωρ, τὸν δὲ Μενέλαον κωλύει κινδυνεύειν Ἀγαμέμνων |
| book 107.3 | καὶ οἱ ἄλλοι τῶν Ἀχαιῶν βασιλεῖς; ὅτι τοῦ μὲν Ἀλεξάνδρου ἀδικοῦν‐ |
| book 107.4 | τος ἡδέως οἱ Τρῶες ἀπηλλάττοντο, τὸν δὲ ὡς ἀδικούμενον ἠλέουν. b |
| book 107.5 | (BCE3E4)T |
| book 109.1 | ἀφραίνεις, Μενέλαε: παραφρονεῖς, μωραίνεις, ἀσυνετεῖς. |
| book 109.2 | A | φιλοδόξως γάρ, οὐ φρονίμως ἐσπούδακεν ἐπὶ τὴν μάχην. δεῖ οὖν |
| book 109.3 | τὸ κατὰ δύναμιν, οὐ τὸ κατὰ προθυμίαν σκοπεῖν. A b (BCE3E4)T |
| book 109.4 | ἄλλως τε πρώην μαχεσάμενος τοῦ μὲν ἄθλου ἀφῄρηται, τὸν δὲ κίνδυνον |
| book 109.5 | ᾕρηται. T |
| book 110a1.1 | 〈ἀνὰ δὲ σχέο:〉 Ἀρίσταρχος „ἀνὰ †δ’ ἄνσχε, ἀνά‐ |
| book 110a1.2 | σχου δέ. Aint |
| book 110a2 | Ἀρίσταρχος καὶ Ἡρωδιανὸς „†ἀναδίσχε. Til |
| book 110b.1 | ἀνὰ δὲ σχέο: τὸ σχέο τὴν ὀξεῖαν ἴσχει ἐφ’ ἑαυτοῦ νῦν. |
| book 110b.2 | ὅταν μέντοι ἀπολάβῃ τὴν πρόθεσιν, τὸ τηνικαῦτα ἀναπέμπει τὸν τό‐ |
| book 110b.3 | νον, „ἀνάσχεο“ (Α 586. Ε 382 al.). A |
| book 111a | 〈μηδ’ ἔθελ’:〉 ὅτι τὸ ἐθέλω ἀεὶ ἀπὸ τοῦ ε ἄρχεται. Aint |
| book 111b.1 | μηδ’ ἔθελ’ ἐξ ἔριδος: τῆς πρὸς Ἀχαιοὺς ἔριδος. ἔστι δὲ |
| book 111b.2 | τοῦτο τὸ γνῶθι σαυτόν. b(BCE3E4)T |
| book 111c.1 | τεῦ ἀμείνονι φωτί: τεχνικῶς ἥττονα πολύ φησιν αὐτὸν |
| book 111c.2 | Ἕκτορος, ὅπως μὴ τῶν ἄλλων Ἑλλήνων †καταφρονήσειν δοκοίη†, |
| book 111c.3 | τὸν μὲν τοῦ κινδύνου ῥυόμενος, τοὺς δὲ κινδυνεύειν προτρεπόμενος. |
| book 111c | b(BCE3E4)T |
| book 112 | 〈στυγέουσι:〉 καταπλήττονται. Til |
| book 113-4.1 | καὶ δ’ Ἀχιλλεὺς τούτῳ γε〈— /〉 ἔρριγ’ ἀν‐ |
| book 113-4.2 | τιβολῆσαι: τοῦτον παρέλαβεν, οὗ καὶ Μενέλαος οὐκ αἰδεῖται ἥττων |
| book 113-4.3 | εἶναι ὁμολογεῖν, οὐκ ἄλλον τινὰ τῶν ὀλίγῳ τοῦ Μενελάου κρειττόνων. |
| book 113-4.4 | ἀναπολεῖ δὲ πανταχοῦ τὸ ὄνομα Ἀχιλλέως ὑπὲρ τοῦ μὴ λήθῃ δοθῆ‐ |
| book 113-4.5 | ναι. b(BCE3E4)T |
| book 113.1 | 〈τούτῳ γε:〉 †ὅτι† τούτῳ γε, τῷ Ἕκτορι. γράφεται καὶ |
| book 113.2 | „τοῦτόν γε“. Aint |
| book 114a1.1 | ἔρριγ’ ἀντιβολῆσαι, 〈ὅ περ σέο πολλὸν ἀμείνων〉: |
| book 114a1.2 | γράφεται καὶ διὰ τοῦ μ, „ἀντιμολῆσαι“. βέλτιον δ’ ἄν, φασίν, εἴρητο |
| book 114a1.3 | Ὁμήρῳ „ὅ περ μέγα φέρτατός ἐστιν“ (cf. Α 581)· ἐπ’ αὐτοῦ γὰρ ψι‐ |
| book 114a1.4 | λῶς λεγόμενον τοῦ Μενελάου ἔχει τι ὀνειδιστικόν. A |
| book 114b1.1 | 〈ἀμείνων:〉 Ζηνόδοτος χωρὶς τοῦ ν „ἀμείνω“ γράφει. |
| book 114b1.2 | Aim |
| book 114b2/a2.1 | ὅπερ σέο πολλὸν ἀμείνων: γράφεται καὶ „†ἀμεί‐ |
| book 114b2/a2.2 | νω톓. | ἄμεινον δέ φασιν „ὅπερ μέγα φέρτατός ἐστιν“, ἵνα ψιλότερος |
| book 114b2/a2.3 | εἴη ὁ ὀνειδισμὸς Μενελάου. T |
| book 116a.1 | τούτῳ δὲ πρόμον ἄλλον 〈ἀναστήσουσιν Ἀχαιοί〉: |
| book 116a.2 | ἐντέχνως παρυπέμνησεν ὅτι πάντως δεῖ τινα αὐτῶν ἀναστῆναι. b(BC |
| book 116a.3 | E3E4)T |
| book 116b | 〈πρόμον:〉 ὅτι πρόμον τὸν πρόμαχον κοινῶς λέγει. Aim |
| book 117-8.1 | εἴπερ ἀδειής τ’ ἐστὶ 〈καὶ εἰ μόθου ἐστ’ ἀκόρητος, / |
| book 117-8.2 | —φύγῃσι〉: γράφεται καὶ διὰ τοῦ γέ, „ἀδειής γε“ (117). A |
| book 117-8.3 | Αint | ἀφ’ ἑτέρας δὲ ἀρχῆς ταῦτα· διόπερ ὑποστικτέον ἀκόρητος |
| book 117-8.4 | (117)· ὁ γὰρ λόγος· εἰ καὶ πάνυ ἄφοβος καὶ ἀπλήρωτος πολέμου |
| book 117-8.5 | ἐστίν, ἀγαπητῶς ὑπολαμβάνω αὐτὸν φεύξεσθαι. A |
| book 117.1 | μόθου 〈ἀκόρητοσ〉: †μότος† παρὰ τὸ τάχιστα πληροῦ‐ |
| book 117.2 | σθαι τὴν ἐπιθυμίαν. T |
| book 118a.1 | φημί μιν ἀσπασίως: ταῦτα εἰς προτροπὴν τῶν |
| book 118a.2 | Ἀχαιῶν. T |
| book 118b | γόνυ κάμψειν: ἀντὶ τοῦ φυγεῖν. Aint |
| book 118b | γόνυ κάμψειν: ἀναπαύσεσθαι, ἢ—διώκεσθαι. A |
| book 122a1.1 | γηθόσυνοι θεράποντες: παρὸν αὐτῷ καὶ ‘ὀτρηροὶ |
| book 122a1.2 | θεράποντεσ‘ (cf. Α 321) εἰπεῖν καὶ ‘καρπαλίμως θεράποντεσ‘ γηθό‐ |
| book 122a1.3 | συνοι φησί, τὴν τῶν θεραπόντων πρὸς τὸν βασιλέα ἐμφαίνων κηδε‐ |
| book 122a1.4 | μονίαν. T |
| book 122a2 | τὴν πρὸς αὐτὸν ἁπάντων κηδεμονίαν δηλοῖ. b(BCE3E4) |
| book 123.1 | Νέστωρ δ’ Ἀργείοισιν: πιθανῶς τοῦτον ἐπιπλήσσοντα |
| book 123.2 | παρεισάγει, ὃς διὰ τὴν ἡλικίαν οὐχ ὑποφέρει τὸ ὅμοιον ἔγκλημα. b |
| book 123.3 | (BCE3E4)T καὶ μετὰ Ἀγαμέμνονα (cf. Η 109—119) δὲ ὅμως ἀσφαλεῖς πάλιν οἱ |
| book 123.4 | Ἕλληνες. T |
| book 124.1 | ὢ πόποι, 〈ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει〉: |
| book 124.2 | λειπόμενοι γὰρ οἱ γέροντες δυνάμει τῷ σχετλιάζειν ἐμφαίνουσι τὴν |
| book 124.3 | οἰκείαν προθυμίαν. μόνον οὐχὶ δὲ τὴν Ἑλλάδα πᾶσαν ἐν αὐτοῖς ἐλεεῖν |
| book 124.4 | φησιν. εὖ δὲ καὶ τὸ μὴ λύπην εἰπεῖν, ἀλλὰ πένθος καὶ μέγα. b(BCE3 |
| book 124.5 | E4)T |
| book 125 | ἦ κε μέγ’ οἰμώξειε γέρων ἱππηλάτα 〈Πηλεύσ〉: διδά‐ |
| book 125.1 | σκει ὅτι καὶ ἀπόντας δεῖ τοὺς πρεσβυτέρους τιμᾶν, λέγων ὡς δεῖ τοὺς |
| book 125.2 | Ἕλληνας ἀρέσκειν Πηλεῖ καὶ μὴ παρόντι. ἀνόητον δέ φασι τὸ μὴ τοὺς |
| book 125.3 | γονεῖς αὐτῶν παραλαβεῖν ἀχθομένους, ἀλλὰ τὸν Πηλέα, ὃν ἔδει χαί‐ |
| book 125.5.1 | ρειν δυστυχούντων Ἑλλήνων διὰ τὴν Ἀχιλλέως ὕβριν. τοῦτο δέ ἐστιν |
| book 125.5.2 | ἔντεχνον· εἰ γὰρ ὁ τοῦ πολεμίου πατὴρ ἀθυμεῖ, πόσῳ μᾶλλον οἱ |
| book 125.5.3 | ἡμῶν· ἅμα δὲ καὶ ὑπομιμνῄσκει Ἀγαμέμνονα Ἀχιλλέως ὅτι ὁ νῦν |
| book 125.5.4 | προκαλούμενος πάντας, ὄφρ’ Ἀχιλλεὺς μετ’ Ἀχαιοῖσι πολέμιζεν (cf. |
| book 125.5.5 | Ι 352), „οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ“ (Ι 353)· |
| book 125.10.1 | ἐπαχθὲς γὰρ ἦν τὸ σαφῶς ὀνειδίσαι. †προμνηστεύει† οὖν τὰς Λιτάς, καὶ |
| book 125.10.2 | τοῖς βαρβάροις δὲ ἐμφαίνει ὅτι οὐκ ἔσται ἡ Ἀχιλλέως ὀργὴ πολυχρό‐ |
| book 125.10.3 | νιος τοῦ Πηλέως οὕτω πρὸς τοὺς Ἕλληνας διακειμένου· καὶ τὸν Ἀχιλ‐ |
| book 125.10.4 | λέα ὑποθωπεύει λεληθότως. b(BCE3E4)T |
| book 126.1 | βουληφόρος: ὁ φέρων εἰς πέρας, ἃ βούλεται. συνίστησι δὲ |
| book 126.2 | τὸ πρόσωπον, ὅπως ὁ τούτου σχετλιασμὸς δεινότατος ἐγείρῃ τοὺς |
| book 126.3 | Ἕλληνας. b(BCE3E4)T |
| book 127a1.1 | ὅς ποτέ μ’ εἰρόμενος 〈μέγ’ ἐγήθεεν〉: ὅτι Ζηνόδοτος |
| book 127a1.2 | γράφει „μέγα δ’ ἔστενεν“, ἐξ οὗ φανερός ἐστιν ἀνεγνωκὼς „μειρόμε‐ |
| book 127a1.3 | νοσ“, οἷον στερόμενος. ὁ δὲ Ὅμηρος τὸ μείρεσθαι οὐκ ἐπὶ τοῦ στέρεσθαι |
| book 127a1.4 | τίθησιν, ἀλλ’ ἐπὶ τοῦ μερίζεσθαι· „καὶ ἥμισυ μείρεο τιμῆσ“ (Ι 616). |
| book 127a1.5.1 | δέον οὖν εἰρόμενος, ἐρωτῶν. | προκρίνει δὲ ὁ Ἀρίσταρχος τὴν |
| book 127a1.5.2 | μέγ’ ἐγήθεεν γραφήν. A |
| book 127a2 | Ζηνόδοτος „μειρόμενοσ“ γράφει, κακῶς. Til |
| book 127b | ὅς ποτέ μ’ εἰρόμενος: τὸ πλῆρες· ἐμὲ εἰρόμενός †τε. A |
| book 128a1.1 | ἐρέων γενεήν τε τόκον τε: θαυμασίως τῆς εὐγενείας |
| book 128a1.2 | αὐτοὺς ὑπέμνησεν οὐκ ἐπαινῶν τοὺς γονεῖς αὐτῶν, ἀλλὰ Πηλέα τὸν |
| book 128a1.3 | ἄκρον ἐπ’ εὐγενείᾳ χαίρειν ἐπὶ τῇ γονῇ αὐτῶν λέγων. ἀλλ’ οὐδέ φησιν |
| book 128a1.4 | ὅτι ἐμαρτύρησα τῷ Πηλεῖ περὶ ὑμῶν· τὸ μὲν γὰρ κολακικόν, τὸ δὲ |
| book 128a1.5 | λέγειν ὅτι μεμαρτύρηκα ὑμῖν εὐγένειαν ἐπίφθονον. b(BCE3E4)T |
| book 128a2.1 | γενεήν τε τόκον τε: πατέρα καὶ παῖδα· | τὸ μὲν γὰρ |
| book 128a2.2 | ἐπαινεῖν τοὺς προγόνους κολακικόν, τὸ δὲ λέγειν ὅτι μεμαρτύρηκα |
| book 128a2.3 | ὑμῖν εὐγένειαν ἐπίφθονον. A |
| book 129-130.1 | ἀκούσαι ... ἀείραι: παροξυτονητέον ἀμφότερα· |
| book 129-130.2 | ἔφαμεν γὰρ (sc. ad Α 255) τὴν αι δίφθογγον ἐν εὐκτικοῖς μακρὰν |
| book 129-130.3 | εἶναι. A |
| book 130a1.1 | 〈φίλασ〉 ἀνὰ χεῖρας {ἀείρας}: ἐν ταῖς ἐξητασμέναις Ἀρι‐ |
| book 130a1.2 | στάρχου „βαρείας χεῖρασ“, τὰς βεβαρημένας ὑπὸ γήρως νῦν καὶ δυσ‐ |
| book 130a1.3 | κινήτους. ἀλλαχοῦ δὲ τὰς ἐρρωμένας· „βαρείας χεῖρας ἐποίσειν“ (Α |
| book 130a1.4 | 89). A |
| book 130a2.1 | φίλας ἀνὰ χεῖρας {ἀείραι}: Ἀρίσταρχος „βαρείας χεῖ‐ |
| book 130a2.2 | ρασ“, τὰς ὑπὸ τοῦ γήρως δυσκινήτους. T |
| book 131a.1 | θυμὸν ἀπὸ μελέων: δηλοῖ ὅτι παρέσπαρται ἡ ψυχὴ παν‐ |
| book 131a.2 | τὶ τῷ τοῦ σώματος μέρει. b(BCE3E4)T |
| book 131b1.1 | ἄλλως· θυμὸν ἀπὸ μελέων δῦναι: ὅτι τοιούτοις πεπί‐ |
| book 131b1.2 | στευκε τὸν ἴδιον υἱόν. T |
| book 131b2 | τοῦτο δὲ πάσχει, φησίν, ὅτι τοιούτοις ἀγενέσι καὶ δειλοῖς |
| book 131b2 | τὸν ἴδιον υἱὸν πεπίστευκεν. b(BCE3E4) |
| book 131c1.1 | δῦναι δόμον Ἄιδος 〈εἴσω〉: μέτριος μὲν ὁ λόγος τῇ |
| book 131c1.2 | φαντασίᾳ, πικρὸς δὲ τῇ δυνάμει· εἰ γὰρ ἐκεῖνος ἀκούων ἀβίωτα σπεύ‐ |
| book 131c1.3 | δει, πόσῳ μᾶλλον ἐγὼ ὁρῶν †ἢ ὑμεῖς ἀσχημονοῦντες†; πραγματικῶς |
| book 131c1.4 | καὶ πρὸς Ἀχιλλέα ἀποτείνεται· εἰ γὰρ οὕτω βαρέως οἴσει ὁ Πηλεὺς |
| book 131c1.5.1 | τὴν τῶν ἀλλοτρίων ἀνανδρίαν, πῶς οὐκ ἂν μᾶλλον ἐπὶ τῷ υἱῷ ἄ‐ |
| book 131c1.5.2 | χθοιτο; T |
| book 131c2.1 | μέτριος μὲν οὖν ὁ λόγος τῇ φαντασίᾳ, πικρὸς δὲ τῇ δυνά‐ |
| book 131c2.2 | μει· εἰ γὰρ ὁ Πηλεὺς τὰ ὑμῶν ἀκούων δεινὰ θανεῖν εὔχεται, πόσῳ μᾶλ‐ |
| book 131c2.3 | λον ἐγὼ ὁ τοσαῦτα ποιήσας ἐν νεότητι καὶ νῦν ὁρῶν ὑμᾶς· πραγμα‐ |
| book 131c2.4 | τικῶς δὲ καὶ πρὸς Ἀχιλλέα ἀποτείνεται· εἰ γὰρ οὕτως βαρέως οἴσει ὁ |
| book 131c2.5.1 | Πηλεὺς τὴν τῶν ἀλλοτρίων ἀνανδρίαν, πῶς οὐκ ἂν μᾶλλον ἐπὶ τῷ |
| book 131c2.5.2 | υἱῷ ἄχθοιτο; b(BE3E4) |
| book 132.1 | αἲ γάρ, Ζεῦ τε πάτερ: οὐκ ἄκαιρος ὁ λόγος· ἐπιτιμήσας |
| book 132.2 | γὰρ τοῖς ἀρίστοις ὤφειλεν ἀποδεῖξαι διὰ τῆς παραθέσεως τῶν πε‐ |
| book 132.3 | πραγμένων αὐτῷ ὅτι δεόντως ἄγει ταύτην τὴν παρρησίαν, ἵνα πρὸς |
| book 132.4 | ζῆλον αὐτοὺς τῶν ὁμοίων κινήσῃ. b(BE3E4)T τοιοῦτος καὶ Φοῖ‐ |
| book 132.5 | νιξ καὶ Λαέρτης. T |
| book 133-5a.1 | ἐπ’ ὠκυρόῳ κελάδοντι ..., Ἰαρδάνου ἀμφὶ |
| book 133-5a.2 | ῥέεθρα: ὅτι ἰδίως τὰ ἐπίθετα προτάξας τὸ κύριον ἐπήγαγεν, Ἰαρ‐ |
| book 133-5a.3 | δάνου ἀμφὶ ῥέεθρα (135). A |
| book 133-5b.1 | Κελάδοντι (133): τῷ νῦν Ἀκίδωνι. | τινὲς δὲ ἄμφω ἐπί‐ |
| book 133-5b.2 | θετα τοῦ Ἰαρδάνου καὶ τὴν φράσιν σημειοῦνται· προτάξας γὰρ δοτι‐ |
| book 133-5b | κὰς ἐπιφέρει γενικὴν Ἰαρδάνου (135). T |
| book 135a.1 | Φειᾶς {πὰρ τείχεσσιν}: ὅτι ἐν Ὀδυσσείᾳ (ο 297) πλη‐ |
| book 135a.2 | θυντικῶς· „ἡ δὲ Φεαῖς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρῳ“, ὡς Μυκήνην |
| book 135a.3 | καὶ Μυκήνας. A |
| book 135b.1 | Φειᾶς 〈πὰρ τείχεσσιν: Φειᾶσ〉 περισπαστέον· ἑνικὴ γάρ |
| book 135b.2 | ἐστι γενική. πρόδηλον κἀκ τῆς συντάξεως τοῦ τείχεσ〈σ〉ι, παρὰ τοῖς |
| book 135b.3 | τῆς Φειᾶς τείχεσι. | Φεὰ δὲ πόλις—παρ’ ἣν ὁ †ἰορδάνης† |
| book 135b.4 | ῥεῖ. A |
| book 135c.1 | Φειᾶς πὰρ τείχεσσιν: καὶ ἡ Φειὰ παραθαλάσσιός ἐστι, |
| book 135c.2 | καὶ Ἰάρδανος οὐχ ὁρᾶται ποταμὸς αὐτόθι. ἄμεινον οὖν ὡς Δίδυμος |
| book 135c.3 | (p. 114 Schm.) „Φηρᾶσ“ γράφειν καὶ „Δαρδάνου ἀμφὶ ῥέεθρα“. οὕτω |
| book 135c.4 | γὰρ καὶ Φερεκύδης ἱστορεῖ (FGrHist 3, 159). AT |
| book 136a | 〈πρόμος:〉 ὅτι ἀντὶ τοῦ πρόμαχος κοινῶς. Aim |
| book 136b | 〈ἰσόθεος φώς:〉 ἐπαίρει τὸν πολέμιον Ἐρευθαλίωνα. Til |
| book 138a.1 | δίου Ἀρηϊθόου: ὅτι πυκναὶ ἐν Ἰλιάδι αἱ ἐπαναλήψεις, |
| book 138a.2 | ἅπαξ δὲ ἐν Ὀδυσσείᾳ (sc. α 23). καὶ ὅτι οὗτος ὁ Ἀρηΐθοος Ἀρκὰς ὢν |
| book 138a.3 | ὁμώνυμός ἐστι τῷ Βοιωτῷ. A |
| book 138b1.1 | δίου Ἀρηϊθόου: εὐκαίρως ἐρευνᾷ, πρώην (sc. Η |
| book 138b1.2 | 9—10) ἁπλῶς παρελθών. | οὗτος δὲ ὁ Ἀρηΐθους Βοιωτὸς μὲν ἦν τῷ |
| book 138b1.3 | γένει, συνεμάχει δὲ Ἀρκάσιν. τούτῳ φθονέσας Λυκοῦργος ἀναιρεῖ. T |
| book 138b2.1 | οὗτος †ὁ μὲν† Ἀρηΐθους Βοιωτὸς ἦν τὸ γένος, Ἀρκάσι δὲ |
| book 138b2.2 | συνεμάχει. τοῦτον δὲ Λυκοῦργος ὁ Ἀρκὰς φθόνῳ ἀναιρεῖ. b(BCE3E4) | |
| book 138b2 | εὐκαίρως δὲ ἐνταῦθα ἐρευνᾷ, πρώην ἁπλῶς παρελθών. b(BE3E4) |
| book 139.1 | 〈ἄνδρες κίκλησκον καλλίζωνοί τε γυναῖκες:〉 ἔμφασις |
| book 139.2 | τοῦ κλέους, ὅπου καὶ γυναιξὶν ἐγνώσθη. b(BCE3E4)Til |
| book 140.1 | οὕνεκ’ ἄρ’ οὐ τόξοισι μαχέσκετο 〈δουρί τε μακρῷ〉: |
| book 140.2 | τοῖς ἐπάνω συναπτέον· αἰτία γὰρ τῆς τοῦ κορυνήτου (cf. Η 138) |
| book 140.3 | ὀνομασίας αὕτη. καὶ τὸν ἑξῆς δὲ ὁμοίως συνάπτειν δεῖ „ἀλλὰ σιδηρείῃ |
| book 140.4 | κορύνῃ“ (Η 141), βραχὺ μόνον διαστέλλοντα. A |
| book 142 | 〈δόλῳ, οὔτι κράτεΐ γε:〉 εἰς σύστασιν αὐτοῦ. Til |
| book 143-4.1 | 〈στεινωπῷ ἐν ὁδῷ, ὅθ’ ἄρ’ οὐ κορύνη οἱ ὄλεθρον / |
| book 143-4.2 | χραῖσμε:〉 οὐ διὰ τὸ στενόν, ἀλλὰ διὰ τὴν πρόληψιν. b(BCE3E4)Til |
| book 144a.1 | {χραῖσμε σιδηρεῖν: πρὶν γὰρ λυκόοργος} ὑποφθάς: ὅτι |
| book 144a.2 | ἀντὶ τοῦ ὑποφθάσας Ἰακῶς. | Ἀρίσταρχος δέ φησι καὶ „ἀναστάσ“, |
| book 144a.3 | οἷον ἐκ λόχου ἀναστάς. A |
| book 144b1.1 | 〈ὑποφθάς:〉 Ἀρίσταρχος „ἀναστάσ“, ἐκ τοῦ λόχου |
| book 144b1.2 | δηλονότι. Til |
| book 144b2 | γράφεται καὶ „ἀναστάσ“. Aint (Ail) |
| book 146a1.1 | 〈τεύχεα δ’ ἐξενάριξε:〉 οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ |
| book 146a1.2 | διὰ τοῦ τέ, „τεύχεά τ’ ἐξενάριξε“. Aim |
| book 146a2 | Ἀρίσταρχος διὰ τοῦ δέ. Til |
| book 146b.1 | τεύχεά τ’ ἐξενάριξε: ὅτι κυρίως τὸ ἐξενάριξεν νῦν, τὰ |
| book 146b.2 | ἔναρα περιεῖλεν. A |
| book 146c.1 | τά οἱ πόρε χάλκεος Ἄρης: λεληθότως τὸν ἴδιον ἔπαι‐ |
| book 146c.2 | νον αὔξει ὁ Νέστωρ, εἰ περιεγένετο ἀνδρὸς ὅπλα φοροῦντος θεῖα. b |
| book 146c.3 | (BCE3E4)T |
| book 146d.1 | ἄλλως· τά οἱ πόρε χάλκεος Ἄρης: τινὲς ‘ἃ ἦν σκυ‐ |
| book 146d.2 | λεύσας ἐκ τοῦ πολέμου‘. T |
| book 147.1 | μετὰ μῶλον Ἄρηος: τὸν ἐγχρονισμὸν καὶ μώλυνσιν τῆς |
| book 147.2 | μάχης. T |
| book 148.1 | 〈ἐγήρα:〉 ὅτι ἀντὶ τοῦ ἐγήρασεν τὸν παρατατικὸν ἔταξεν. |
| book 148.2 | Aint |
| book 149.1 | δῶκε δ’ Ἐρευθαλίωνι: ὅτι οὕτως εἴωθε φράζειν, καὶ ὅτι |
| book 149.2 | περιττὸς ὁ δέ. τινὲς δὲ γράφουσι „δῶκεν Ἐρευθαλίωνι“. A |
| book 152-3.1 | 〈πολεμίζειν /〉 θάρσει ᾧ: τῷ ἑαυτοῦ· „βουλὴ γὰρ |
| book 152-3.2 | ἄρχει, χεὶρ δ’ ἐπεξεργάζεται“ (Io fr. 63, 3 N.2). b(BCE3E4)T τινὲς δὲ |
| book 152-3.3 | ἀντὶ τοῦ τῷ ἀπλήστῳ θάρσει αὐτοῦ τοῦ Ἐρευθαλίωνος μάχεσθαι. T |
| book 153a1.1 | θάρσει ᾧ: ὅτι Ζηνόδοτος „θάρσει ἐμῷ“. ἀδιανόητον δὲ |
| book 153a1.2 | γίνεται, ἡ ψυχή με ἀνέπεισε τῷ θάρσει τῷ ἐμῷ. A |
| book 153a2 | γράφεται δὲ καὶ „θάρσει ἐμῷ“. ἀμείνων δὲ ἡ ἄλλη. T |
| book 153b.1 | γενεῇ δὲ νεώτατος 〈ἔσκον ἁπάντων〉: διὸ ἐθάρσουν. |
| book 153b.2 | ἐντέχνως δὲ τοὺς μὲν πρεσβυτέρους ἀπολύει τοῦ κινδύνου, τοὺς δὲ |
| book 153b.3 | νεωτέρους ἀνίστησιν. b(BCE3E4)T |
| book 154.1 | δῶκεν δέ μοι εὖχος Ἀθήνη: ὅτι δεῖ τὰ ἴδια θεοῖς ἀναφέ‐ |
| book 154.2 | ρειν· καὶ γὰρ συνεργοῦσι τοῖς προθύμοις. b(BCE3E4)T |
| book 155.1 | τὸν δὴ μήκιστον καὶ κάρτιστον: †καὶ ὡς† οὐχ ἑαυτὸν |
| book 155.2 | μήκιστον εἶπε καὶ κάρτιστον, ἀλλὰ τῷ μὲν Ἐρευθαλίωνι ταῦτα ἐμαρ‐ |
| book 155.3 | τύρησεν, ἐκείνου δὲ περιγεγενῆσθαι λέγων λεληθότως καὶ ἀνεπιφθόνως |
| book 155 | ἑαυτὸν ηὔξησεν. ζηλωτὸν δὲ ἑαυτὸν καθιστὰς προτρέπει αὐτοὺς εἰς |
| book 155.5 | ἔννοιαν ἀγωνίας. b(BCE3E4)T |
| book 156a | πολλὸς γάρ τις ἔκειτο παρήορος ἔνθα καὶ ἔνθα· |
| book 156a.1 | ἀπὸ τῶν ἀριθμουμένων ἐπὶ τὰ μετρούμενα μεγέθη, A b (BCE3E4)T ὡς |
| book 156a.2 | τὸ „τύμβον †δὲ οὐ† μάλα πολλὸν ἐγὼ πονέεσθαι ἄνωγα“ (Ψ 245). A |
| book 156a.3 | T | παρήορος δὲ εἰς μῆκος καὶ πλάτος παρηρτημένος. b(BCE3)T |
| book 156b.1 | πολλὸς γάρ τις ἔκειτο παρήορος: σημειοῦνταί τινες |
| book 156b.2 | διὰ τὸ παρήορος, ὅτι παρηρτημένος καὶ κεχυμένος. A |
| book 156b.1 | παρήορος: παρῃωρημένος τῷ σώματι—καὶ τὸν ἄ‐ |
| book 156b.2 | φρονα. A |
| book 158 | 〈κε ... ἀντήσειε:〉 ἤντησεν ἄν. Til |
| book 159.1 | 〈ὑμέων δ’ οἵπερ ἔασιν:〉 σχῆμα περὶ πρόσωπον. b(BCE3 |
| book 159.2 | E4)Til |
| book 160.1 | 〈οὐδ’ οἳ προφρονέως μέματε:〉 σχῆμα περὶ πρόσωπον. |
| book 160.2 | Til |
| book 161a.1 | ὣς νείκεσς’ ὁ γέρων, 〈οἱ δ’ ἐννέα πάντες ἀνέσταν〉: |
| book 161a.2 | πρὸς τὸ νείκεσσεν, ὅτι ἀντὶ τοῦ ἐπέπληξεν, οὐδέποτε δὲ ἐπὶ τοῦ ἔκρι‐ |
| book 161a.3 | νεν, ὡς ἐν τῷ „ὃς †νείκεσσεν τε† θεάσ“ (Ω 29). καὶ ὅτι παρέλκει συνή‐ |
| book 161a.4 | θως αὐτῷ τὸ πάντες. A |
| book 161b.1 | οἱ δ’ ἐννέα πάντες ἀνέσταν: πλεονάζει τὸ πάντες· οὐ |
| book 161b.2 | γάρ, ὥς τινες, οἱ ἅπαντες ἐννέα· τί γὰρ ἐπὶ τοῦ „δέκα πάντα τάλαντα“ |
| book 161b.3 | (Τ 247. Ω 232); ἴσχυσε δὲ καὶ τοὺς ὁμογέροντας ἐγεῖραι. T |
| book 162.1 | ὦρτο πολὺ πρῶτοσ〈—〉Ἀγαμέμνων: ὡς βασι‐ |
| book 162.2 | λεὺς προτρέπων καὶ ὡς ἀχθόμενος τῇ †μελήσει† αὐτῶν. καὶ τὸν ἀδελ‐ |
| book 162.3 | φὸν ἐπισχὼν ἐνδείκνυται †οὐχ ὡς δεδιὼς Ἕκτορα ἀπέτρεπε τὸν Με‐ |
| book 162 | νέλαον. b(BCE3E4)T |
| book 163a.1 | τῷ δ’ ἐπί {τυδείδης}: οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν· |
| book 163a.2 | μεταξὺ γὰρ πέπτωκεν ὁ δέ σύνδεσμος. A |
| book 163b.1 | τῷ δ’ ἐπὶ Τυδείδης: φιλοτιμεῖται γὰρ ἐπὶ τοῖς πεπρα‐ |
| book 163b.2 | γμένοις καὶ θερμότερός ἐστι τῶν Αἰάντων. b(BCE3E4)T |
| book 164.1 | τοῖσι δ’ ἐπ’ Αἴαντες: δευτερεύει γὰρ Αἴας Ἀχιλλέως. συν‐ |
| book 164.2 | ανέστησε δὲ αὐτῷ καὶ τὸν Λοκρόν· „ἶσον“ γὰρ „θυμὸν †ἔχοντες†“ |
| book 164.3 | (Ν 704). πολεμεῖ δὲ νῦν καὶ κρατεῖ, ἵνα, ὅταν ἡττᾶται Ἕκτορι (cf. |
| book 164 | Π 114—24), τὸν Δία νοοῖμεν. b(BCE3E4)T |
| book 165-6.1 | τοῖσι δ’ ἐπ’ Ἰδομενεὺσ〈— / Μηριόνησ〉: ἐκεί‐ |
| book 165-6.2 | νων μὲν λείπονται, Εὐρυπύλου δὲ καὶ Θόαντος ὑπερέχουσιν. συνεργεῖ |
| book 165-6.3 | δὲ ἀεὶ Μηριόνης τῷ Ἰδομενεῖ. b(BCE3E4)T |
| book 167a.1 | τοῖσι δ’ ἐπ’ Εὐρύπυλος: οὐδὲ ἐνθάδε ἀναστρεπτέον, |
| book 167a.2 | καὶ ὅτι συνήλειπται. A |
| book 167b.1 | τοῖσι δ’ ἐπ’ Εὐρύπυλος: κρείττων καὶ οὗτος τὰ πολεμι‐ |
| book 167b.2 | κὰ Θόαντος· περὶ λόγους γὰρ μᾶλλον δεινὸς ὁ Θόας· „ἀγορῇ δέ ἑ |
| book 167b.3 | παῦροι Ἀχαιῶν / νίκων, b(BCE3E4)T ὁπ〈π〉ότε κοῦροι ἐρίσ‐ |
| book 167b.4 | 〈σ〉ειαν“ (Ο 283—4). T |
| book 167c.1 | 〈Εὐαἴμονος:〉 ψιλωτέον τὸ Εὐαίμονος εἰς ἰδιότητα. |
| book 167c.2 | προείρηται δέ (sc. ad Ε 76). Aint |
| book 168a1.1 | δῖος Ὀδυσσεύς: οὐχ ὡς δειλός, ἀλλ’ ὡς σοφὸς εἰς πάντα |
| book 168a1.2 | μέλλει. ἄλλως τε περὶ πάντων ἀπελογίσατο· „πάντες ἄρ’ οἵ γ’ ἔθε‐ |
| book 168a1.3 | λον“ (Η 169). T |
| book 168a2.1 | ἔσχατος τέθειται οὐχ ὡς δειλός, ἀλλ’ ὡς σοφός· πάντα γὰρ |
| book 168a2.2 | λογισμῷ πράττων εἰς πάντα μέλλει. b(BCE3E4) |
| book 170.1 | τοῖς δ’ αὖτις μετέειπε Γερήνιος 〈ἱππότα Νέστωρ〉: |
| book 170.2 | ὁ καὶ ἀναστῆναι προτρέψας, οὐχ ὁ βασιλεύς, ὃς πονεῖν ἐθέλει. b(BCE3 |
| book 170 | E4)T | ὅτι τοὺς μὲν καθίστησι, τοὺς δὲ ἀνίστησι Νέστωρ. T |
| book 171a.1 | κλήρῳ νῦν πεπάλασθε 〈διαμπερές, ὅς κε λάχῃ‐ |
| book 171a.2 | σιν〉: ὅτι τηρεῖ τὴν διαφορὰν τοῦ κληρώσασθαι καὶ λαχεῖν. καὶ πρὸς |
| book 171a.3 | τὸ λάχῃσιν, ὅτι ὃς ἂν λάχοι. ἡ δὲ ἀναφορὰ πρὸς τὸ „ἰχθύς, ὅς κε |
| book 171a.4 | φάγῃσι“ (Φ 127) πρὸς Φιλίταν. A |
| book 171b.1 | 〈πεπάλασθε:〉 οὕτως Ἀρίσταρχος καὶ Ἡρωδιανὸς διὰ |
| book 171b.2 | τοῦ ς, πεπάλασθε, οὐ διὰ τοῦ χ. Aim |
| book 171c1.1 | πεπάλαχθε: αἱ πᾶσαι „πεπάλασθε“ παρὰ τὸν Πάλλαν‐ |
| book 171c1.2 | τα ἢ ἀπὸ τοῦ ἀναπάλλεσθαι τοὺς κλήρους. πεπάλαχθε δὲ μολύνθητε. |
| book 171c1.3 | T |
| book 171c2.1 | αἱ πᾶσαι „πεπάλασθε“, ὅ ἐστι τῷ κλήρῳ ἤτοι τῷ λαχμῷ |
| book 171c2.2 | κινήθητε. ἕκαστος, φησί, τῷ ἑαυτοῦ κλήρῳ ἐν λαχήσει κινήθητε. ἀπὸ |
| book 171c2.3 | τοῦ πάλλω παλάσσω. τὸ δὲ πεπάλαχθε τὸ μολύνθητε δηλοῖ. |
| book 171c2.4 | b(BCE3E4) |
| book 171d.1 | πεπάλασθε: οἷον κλήρῳ διακληρώσασθε. ἀπὸ τοῦ ἀνα‐ |
| book 171d.2 | πάλλεσθαι τοὺς κλήρους πεπάλασθε λέγει. | τὸ δὲ ὅς κε λάχῃσι |
| book 171d.3 | τινὲς γράφουσι διὰ τοῦ ω, ἵνα λείπῃ τὸ τίς, ὡς πολλαχοῦ παρ’ αὐτῷ. |
| book 171d.4 | A |
| book 171e | ἄλλως· κλήρῳ νῦν πεπάλαχθε: ἀνοήτως, φασίν, ἐπὶ |
| book 171e.1 | κλῆρον ἔρχεται, δέον ἑλέσθαι τὸν ἄριστον, ὅπου κίνδυνος ἦν καὶ τὸν |
| book 171e.2 | φαυλότατον λαχεῖν. τοῦτο δὲ ποιεῖ ὁ Νέστωρ, ἵνα †μηδενὸς† προ‐ |
| book 171e.3 | κριθέντος ὑβρισθῶσιν οἱ λοιποί, πρός τε τὸν πολέμιον ἵνα ἐνδείξηται |
| book 171e.5.1 | ὅτι οὐχ ἕνα μόνον οἴεται ἀξιόχρεων εἶναι πρὸς αὐτὸν μάχεσθαι, καὶ |
| book 171e.5.2 | ἵνα μήτε νικήσας τὸν ἄριστον δοκῇ νενικηκέναι, ἀλλὰ τὸν ὑπὸ τοῦ |
| book 171e.5.3 | κλήρου δεδομένον, μήτε ληφθεὶς ὑπὸ τοῦ ἀρίστου λελῆφθαι, ἀλλ’ ὑπὸ |
| book 171e.5.4 | τοῦ λαχόντος. ἅμα δὲ καὶ ἀγωνιᾷ ἐπὶ τῷ κλήρῳ ὁ ἀκροατής. b(BE3 |
| book 171e.5.5 | E4)T |
| book 171-4a1.1 | κλήρῳ νῦν πεπάλασθε〈—δηϊοτῆτοσ〉: |
| book 171-4a1.2 | στικτέον κατὰ τὸ τέλος τοῦ στίχου (sc. 171). τὸ δὲ ἑξῆς λεγόμενον |
| book 171-4a1.3 | οὗτος γὰρ δὴ ὀνήσει (172) ἤτοι περὶ τοῦ κλήρου ἐστὶν ἢ τοῦ λα‐ |
| book 171-4a1.4 | χόντος, ὃ καὶ βέλτιον· ἐπιφέρει γὰρ καὶ δ’ αὐτὸς ὃν θυμὸν ὀνήσε‐ |
| book 171-4a1.5.1 | ται (173). ἄλλως μέντοι γε ὕποπτος οὗτος ὁ στίχος ἦν· δυσέλπιδας |
| book 171-4a1.5.2 | γὰρ †τούτους† ποιεῖ. τὸ δὲ ἐν τῷ πρώτῳ στίχῳ δοκοῦν ἀκατάλληλον |
| book 171-4a1.5.3 | εἶναι ‘κληρώθητε ὃς ἂν λάχῃσι‘ (cf. 171) σύνηθες Ὁμήρῳ ἐστίν, οἷον |
| book 171-4a1.5.4 | κληρώθητε· λάχοι γὰρ ἄν τις. τὸ δὲ διαμπερές πρόσκειται ἀντὶ τοῦ |
| book 171-4a1.5.5 | διηνεκῶς, οἷον πάντες. ταῦτα δέ τινες ὑπιδόμενοι ἀφ’ ἑτέρας ἀρχῆς |
| book 171-4a1.10.1 | ποιοῦσιν ἀναγινώσκειν, διαμπερές, ὅς κε λάχῃσιν, / οὗτος γὰρ |
| book 171-4a1.10.2 | δὴ ὀνήσει (171—2), ἵν’ ᾖ τὸ ἑξῆς οὗτος γὰρ δὴ διαμπερὲς ὀνήσει, ὅς |
| book 171-4a1.10.3 | κε λάχῃσι. οἱ δὲ καὶ οὕτως· ὅς κε λάχῃσιν, / οὗτος γὰρ δὴ ὀνήσει |
| book 171-4a1.10.4 | (171—2), δῆλον ὅτι μετὰ τὸ διαμπερές (171) στίζοντες. ταῦτα ὁ |
| book 171-4a1.10.5 | Νικάνωρ (p. 191 Friedl.). A |
| book 171-4a2.1 | οὕτως συνάπτειν δεῖ ὅς κε λάχῃσιν, οὗτος γὰρ δὴ |
| book 171-4a2.2 | ὀνήσει. Aint |
| book 171-3 | διαμπερὲσ〈—ὀνήσεται〉: διηνεκῶς ἀπὸ πέρατος |
| book 171-3.1 | εἰς πέρας ἐλθόντος τοῦ κλήρου, ὅ ἐστι διὰ πάντων. εἶτα ἀπὸ ἄλλης |
| book 171-3.2 | ἀρχῆς· ὃς γὰρ ἂν λάχῃ, καὶ Ἕλληνας καὶ ἑαυτὸν ὠφελήσει. τινὲς τε‐ |
| book 171-3.3 | λείαν εἰς τὸ λάχῃσιν (171). λέγει δὲ κληρώθητε· λάχοι γὰρ ἄν τις, |
| book 171-3.5.1 | b(BCE3E4)T ὡς καὶ τὸ „μάρνασθ’, ὁπ〈π〉οτέροισι πατὴρ Ζεὺς |
| book 171-3.5.2 | κῦδος ὀρέξει“ (Ε 33). T οἱ δὲ στίζουσιν εἰς τὸ „πεπάλασθε“ |
| book 171-3.5.3 | (171), εἶτα, ὃς γὰρ ἂν λάχῃ, διηνεκῶς καὶ εἰς πάντα τὸν βίον ὠφελήσει |
| book 171-3.5.4 | τοὺς Ἀχαιούς. b(BCE3E4)T |
| book 172 | 〈Ἀχαιούς:〉 ὡς ἔχοντας ἀξιόμαχον Ἕκτορι. Til |
| book 175a.1 | 〈ἐσημήναντο:〉 ὅτι σημείοις χρῶνται, οὐ γράμμασιν. |
| book 175a.2 | AimAint |
| book 175b1.1 | ἐσημήναντο: γράμμασιν. T καὶ πῶς οὐ γινώσκει ὁ |
| book 175b1.2 | κῆρυξ; ἐθνικὰ γὰρ ἦν. T |
| book 175b2.1 | γράμμασιν ἐσημήναντο. b(BCE3E4) καὶ πῶς ὁ κῆ‐ |
| book 175b2.2 | ρυξ οὐδὲ οἱ ἄλλοι γνωρίζουσιν; ὅτι ἐθνικὰ ἦν. b(BCE3) |
| book 177a1.1 | 〈λαοὶ δ’ ἠρήσαντο〉 θεοῖς ἰδὲ χεῖρας ἀνέσχον: ὁ |
| book 177a1.2 | Ἀσκαλωνίτης (p. 48 B.) διαστέλλει ἰδὲ χεῖρας ἀνέσχον, ὡς „ἰδὲ |
| book 177a1.3 | κλέος ἐσθλὸν ἄροιτο“ (Ε 3), ἵνα γένηται καὶ χεῖρας ἀνέσχον. Ἀλεξίων |
| book 177a1.4 | (fr. 34 B.) δὲ τὴν κατειθισμένην παραλαμβάνει, „λαοὶ δ’ ἠρήσαντο, |
| book 177a1.5.1 | θεοῖσι δὲ χεῖρας ἀνέσχον“. οὕτως καὶ οἱ περὶ Ἡρακλέωνα (fr. 7 B.). |
| book 177a1.5.2 | οὐκ ἀποδοκιμάζει μέντοι τὴν ἑτέραν ὁ Ἀλεξίων· καὶ ἡμῖν οὕτως δο‐ |
| book 177a1.5.3 | κεῖ. A |
| book 177a2 | διχῶς, καὶ „θεοῖσι δέ“ καὶ θεοῖς ἰδέ. Aim |
| book 177a3 | διχῶς δὲ θεοῖς 〈ἰδὲ χεῖρας〉 καὶ „θεοῖσι δὲ χεῖρασ“. T |
| book 177b.1 | λαοὶ δ’ ἠρήσαντο 〈θεοῖς ἰδὲ χεῖρας ἀνέσχον〉: ἡδέα |
| book 177b.2 | καὶ Ἑλληνικὰ ἀγωνιᾶν τοὺς Ἕλληνας περὶ εὐδοξίας. b(BCE3E4)T |
| book 179-80.1 | ἢ Αἴαντα λαχεῖν〈—Μυκήνησ〉: τάξιν ἡ εὐχὴ |
| book 179-80.2 | ἔχει, τὸν πρῶτον κατ’ ἀλκὴν καὶ τὸν δεύτερον καὶ τὸν τρίτον κατα‐ |
| book 179-80 | λέγουσα. b(BCE3E4)T |
| book 179 | 〈λαχεῖν:〉 λείπει τὸ δός. Til |
| book 180.1 | 〈Μυκήνης:〉 ὅτι ἀλλαχοῦ (sc. Β 569. Δ 376) πληθυντικῶς |
| book 180.2 | Μυκήνας. Aint |
| book 181.1 | πάλλεν δὲ Γερήνιος: ὡς μὴ κακουργηθῆναί τι περὶ τὸν |
| book 181.2 | κλῆρον· πιστότατος γάρ. b(BCE3E4)T | τὸ δὲ πάλλεν ἀντὶ τοῦ |
| book 181.3 | ἐκλήρου. T |
| book 182a.1 | 〈ἐκ δ’ ἔθορε κλῆρος κυνέης:〉 ὅτι ἀνέσειον τοὺς κλήρους, |
| book 182a.2 | οὐκ ἐξῃροῦντο, ὡς ἡμεῖς νῦν. Aim |
| book 182b.1 | 〈ὃν ἄρ’ ἤθελον αὐτοί:〉 πιθανῶς εἴρηται τοῦτο, εὐχῆς |
| book 182b.2 | γὰρ τὸ ἔργον ἦν, καὶ κεχαρισμένως τῷ ἀκροατῇ. b(BCE3E4) |
| book 184a1.1 | ἐνδέξια: ὅταν ἀντὶ ἐπιρρήματος ᾖ, ἀντὶ τοῦ ἐπιδεξί‐ |
| book 184a1.2 | ως ἐνδέξια, τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα. A |
| book 184a2.1 | βαρυντέον τὸ ἐνδέξια· ἐπίρρημα γάρ ἐστιν ἀντὶ τοῦ ἐν‐ |
| book 184a2.2 | δεξίως. b(BCE3)T |
| book 185a.1 | οἱ δ’ οὐ γιγνώσκοντες: οὐχ οἱ αὐτοὶ γὰρ ἦσαν παρὰ |
| book 185a.2 | πᾶσι τοῖς Ἕλλησι χαρακτῆρες. διάφορα δὲ καὶ τὰ τῶν στοιχείων |
| book 185a.3 | ὀνόματα, ὡς τὸ σάν. Καλλίστρατος δὲ Σάμιος ἐπὶ τῶν Πελοποννησια‐ |
| book 185a.4 | κῶν μετήνεγκε τὴν γραμματικὴν καὶ παρέδωκεν Ἀθηναίοις ἐπὶ ἄρχον‐ |
| book 185a.5.1 | τος Εὐκλείδου, ὥς φησιν Ἔφορος (FGrHist 70, 106). b(BCE3E4)T |
| book 185a.5.2 | τινὲς δὲ τὸ οὔ περισπωμένως καὶ δασέως, ἵν’ ᾖ αὐτοῦ τοῦ Αἴαντος αὐ‐ |
| book 185a.5.3 | τὸν εἰδότες, κακῶς. T |
| book 185b | 〈ἀπηνήναντο ἕκαστος:〉 ἐναρτᾷ τέως ἡμῶν τὸν νοῦν, |
| book 185b | οὐκ εὐθὺς ἐπὶ τὸν Αἴαντα τὸν κλῆρον φέρων. b(BCE3E4)T |
| book 186a1.1 | 〈ἀλλ’ ὅτε δή ῥ’ ἵκανε:〉 διχῶς· ἀλλ’ ὅτε δή ῥ’ ἵκα‐ |
| book 186a1.2 | νε καὶ „ἀλλ’ ὅτε δὴ τὸν ἵκανε“. Aim |
| book 186a2 | διχῶς ἡ γραφή. Til |
| book 187.1 | ὅς μιν ἐπιγράψας: ὅτι οὐ γράμμασι τῆς λέξεως, ἀλλ’ ἐγ‐ |
| book 187.2 | χαράξας σημεῖα· εἰ γὰρ κοινῶς ᾔδεσαν γράμματα, ἔδει τὸν κήρυκα |
| book 187.3 | ἀναγνῶναι καὶ τοὺς ἄλλους, οἷς ἐπεδείκνυτο ὁ κλῆρος. A |
| book 189-90a1.1 | γήθησε δὲ θυμῷ. 〈/ τὸν μὲν πὰρ πόδ’ ἑὸν χα‐ |
| book 189-90a1.2 | μάδις βάλε〉: ἀλλαχοῦ τὸ σῶμα, νῦν δὲ τὴν γνώμην αὐτοῦ ἐπαινεῖ. |
| book 189-90a1.3 | καλῶς δὲ οὐκ εἶπεν ἐμειδίασεν· τοῦτο γὰρ εἰρωνικὸν ἐπὶ τῶν φίλων ἦν, |
| book 189-90a1.4 | ἑξῆς δὲ (sc. Η 212—6) καταπλῆσσον τὸν πολέμιον. T |
| book 189-90a2.1 | καλῶς οὐκ εἶπεν ἐμειδίασε· τοῦτο γὰρ εἰρωνικὸν ἐπὶ |
| book 189-90a2.2 | τῶν φίλων ἦν. βάλλει δὲ χαμαὶ τὸν κλῆρον τύπον τῆς ἥττης Ἕκτορος |
| book 189-90a2.3 | παρεντιθείς. b(BCE3E4) |
| book 192.1 | δοκέω νικησέμεν: μέτριον καὶ Ἑλληνικὸν τὸ ἦθος· οὐχ ὡς |
| book 192.2 | ὁ Ἕκτωρ γὰρ περὶ τῶν ἀδήλων ὑπισχνούμενος b(BCE3E4)T „ὡς |
| book 192.3 | πυρὶ νῆας ἐνιπρήσω, κτείνω δὲ καὶ αὐτούσ“ (Θ 182). T |
| book 193a | 〈ὄφρ’—δύω:〉 ἐπασφαλίζεται ὡς διακινδυνεύων. Til |
| book 193b | 〈δύω:〉 Ἀρίσταρχος „δύνω“, ἄλλοι δὲ δύω. Aint |
| book 194.1 | τόφρ’ ὑμεῖς εὔχεσθε: Ἑλληνικὸν τὸ πρὸ τῶν κινδύνων |
| book 194.2 | εὔχεσθαι. ἅμα καὶ τὸ διάκενον πληροῖ. ἡ δὲ τῶν πολλῶν εὐχὴ εἰσα‐ |
| book 194.3 | κούεται. | ὅτι καὶ τὸν κράτιστον ἐπὶ θεοὺς δεῖ καταφεύγειν. b(BCE3 |
| book 194.4 | E4)T |
| book 195-9.1 | σιγῇ ἐφ’ ὑμείων (195) ἕως τοῦ ἔλπομαι ἐν Σαλα‐ |
| book 195-9.2 | μῖνι (199): στίχοι πέντε ἀθετοῦνται, ὅτι οὐ κατὰ τὸν Αἴαντα οἱ λό‐ |
| book 195-9 | γοι καὶ ἑαυτῷ ἀνθυποφέρει γελοίως. A |
| book 195.1 | σιγῇ ἐφ’ ὑμείων: ἵνα μὴ δόξωσιν ἐπ’ εὐχὰς τρέπεσθαι |
| book 195.2 | τὸν Ἕκτορα δεδοικότες. b(BCE3E4)T |
| book 196 | 〈οὔτινα δείδιμεν:〉 οὐ διὰ δέος αὐτὸ ποιοῦμεν. Til |
| book 197-8a1.1 | οὐ γάρ τίς με βίῃ〈— /〉 οὐδέ τ’ ἀϊδρείῃ: ἐκ |
| book 197-8a1.2 | δυοῖν γὰρ νίκη προσγίνεται †περὶ† ὧν τὸ μὲν ἐγνωσμένον παρῆκε, τὸ |
| book 197-8a1.3 | δὲ ἑξῆς ἐπεξεργάζεται. μετρίως δέ φησιν οὐ βιάσεταί μέ τις. ὁ δὲ Ἕκτωρ |
| book 197-8a1.4 | „αὐτὰρ ἐγὼν εὖ οἶδα μάχας ἀνδροκτασίας τε“ (Η 237). T |
| book 197-8a2.1 | ἐκ δυοῖν γὰρ ἡ νίκη προσγίνεται, ἀνδρείας καὶ πολυπει‐ |
| book 197-8a2.2 | ρίας, ὧν τὸ μὲν ἐγνωσμένον παρῆκε, τὸ δὲ ἑξῆς ἐπεξεργάζεται. μετρίως |
| book 197-8a2.3 | δέ φησιν ὅτι μὴ βουλόμενόν με οὐδεὶς βουλόμενος βιάσασθαι βιάσεται. |
| book 197-8a2.4 | καὶ τίς, φασί, βούλεται βιασθῆναι; διὰ τούτου φαμὲν ὅτι τὸ τῶν |
| book 197-8a2.5 | πολλῶν ἀμελὲς ἐνδείκνυται. b(BE3E4) |
| book 197a1 | 〈ἑκών:〉 Ἀρίσταρχος διὰ τοῦ λ „ἑλών“. Aim |
| book 197a2 | αἱ Ἀριστάρχου καὶ αἱ πλείους „ἑλών“. Til |
| book 197a3 | γράφεται {δὲ} καὶ „ἑλών“. b(BE3E4) |
| book 197b | 〈δίηται:〉 †πορεύηται. Til |
| book 198a1.1 | οὐδέ τ’ ἀϊδρείῃ: διὰ τοῦ τι εἶχον αἱ Ἀριστάρχου. ἡ |
| book 198a1.2 | δὲ Ἀριστοφάνους „οὐδὲ μὲν ἰδρείῃ“. | ἠθέτηντο δὲ καὶ παρὰ Ἀρι‐ |
| book 198a1.3 | στοφάνει καὶ Ζηνοδότῳ. A |
| book 198a2.1 | οὐδέ τ’ ἀϊδρείῃ: „οὐδέ τι ἰδρείῃ“. παρὰ Ἀριστοφάνει |
| book 198a2.2 | „οὐδὲ μὲν ἰδρείῃ“. | ἠθέτηντο δὲ καὶ παρὰ Ἀριστοφάνει καὶ Ζηνο‐ |
| book 198a2.3 | δότῳ. T |
| book 198b | ἀϊδρείῃ: τῇ πολυπειρίᾳ, ἐπιτάσει τοῦ α. b(BE3E4) |
| book 198c1 | {ἐπεὶ οὐδ’} ἐμέ: ἐν ὀρθῇ τάσει ἀναγνωστέον, ἵνα ᾖ ἀντι‐ |
| book 198c1 | διαστολὴ πρὸς ἄπειρα πολέμου τινὰ πρόσωπα. A |
| book 198c2 | ἡ παράδοσις ὀρθοτονεῖ τὴν ἐμέ. Tt |
| book 198c3.1 | τὴν δὲ ἐμέ ὁ Ἡρωδιανὸς (cf. 2,58,37) εὐλόγως ὤξυνεν. |
| book 198c3.2 | b(BE3E4) |
| book 198d | 〈νήϊδα:〉 δειλόν. Til |
| book 199a.1 | ἔλπομαι ἐν Σαλαμῖνι: καλῶς τὴν ἐκ παιδείας ἀρετὴν τῇ |
| book 199a.2 | θρεψαμένῃ περιάπτει b(BCE3E4)T πατρίδι· καὶ τοῦτο γὰρ Ἑλ‐ |
| book 199a.3 | ληνικὸν καὶ φιλοδίκαιον. b(BCE3E4) |
| book 199b.1 | γενέσθαί τε: ἀλλεπάλληλοι ὀξεῖαι, καίτοι σπονδειακόν |
| book 199b.2 | ἐστιν, ἀλλ’ ἴσως ἵνα ἐκφύγωμεν τὸν διπλασιασμὸν τοῦ ῥήματος, λέγω |
| book 199b.3 | δὲ τοῦ τετραφέμεν τε, ὡς καὶ ἐν τῇ τ τῆς Ὀδυσσείας (sc. 320) παραλό‐ |
| book 199b.4 | γως ἐνεκλίναμεν ἐν τῷ „ἠῶθεν δὲ μάλ’ ἦρι λοέσσαί τε χρῖσαί τε“, ἵνα |
| book 199b.5 | μὴ πληθυντικὸν ῥῆμα ὑπολάβωμεν. A |
| book 202a.1 | {ζεῦ πάτερ} Ἴδηθεν: ὅτι τὸ θεν παρέλκει νῦν· ἔστι γὰρ |
| book 202a.2 | ἀντὶ τοῦ Ἴδης. A |
| book 202b.1 | Ἴδηθεν μεδέων: καλῶς †ἐγχωρίως† καλεῖ τὸν θεόν, ἐν |
| book 202b.2 | ᾗ καὶ ἀγωνίζονται, ἵνα μὴ παρὰ μόνοις Τρωσὶ τιμώμενος ἐναντίος εἴη |
| book 202b.3 | Αἴαντι. b(BCE3E4)T |
| book 204.1 | εἰ δὲ καὶ Ἕκτορά 〈περ〉 φιλέεις: θέλων αὐτοὺς ἐπ’ ἴσης |
| book 204.2 | διαλλάξαι ὁ ποιητὴς οὐ συνίστησιν ἐν τῇ εὐχῇ. b(BCE3E4)T |
| book 208a.1 | σεύατ’ ἔπειθ’ 〈οἷός τε πελώριος ἔρχεται Ἄρησ〉: |
| book 208a.2 | ἐκτείνει τὰς συλλαβάς, τὸ σχῆμα τῆς ὄψεως καὶ τῆς πορείας δηλῶν. b |
| book 208a.3 | (BCE3E4)T |
| book 208b.1 | οἷός τε πελώριοσ〈—〉Ἄρης: ἤδη προεπαίρει τὸν |
| book 208b.2 | Αἴαντα καὶ τὴν ἔκβασιν ὑποφαίνει. καὶ ἀπήρκει μὲν μέχρι τούτου τὸ |
| book 208b.3 | τῆς εἰκόνος, προσφιλοτιμεῖται δὲ ὁ ποιητὴς τὰ λοιπά (sc. Η 209 |
| book 208b | —10). b(BCE3E4)T |
| book 210 | 〈ἔριδος μένεϊ:〉 περιφραστικῶς ἔριδι. Aint Til |
| book 212a.1 | μειδιόων βλοσυροῖσι 〈προσώπασι〉: οἷον ἥμερόν τι |
| book 212a.2 | καὶ γενναῖον ἔχων τὸ πρόσωπον. b(BE3E4)T |
| book 212b.1 | μειδιόων: πολλὰ τεκμήρια τῆς τοῦ Αἴαντος γενναιότη‐ |
| book 212b.2 | τος· καὶ λαχὼν γὰρ ἥσθη, πλησίον δὲ ὢν τοῦ δεινοῦ μειδιᾷ, οὐ γελᾷ· |
| book 212b.3 | τὸ μὲν γὰρ γελᾶν θρασύτητος ἄφρονος, τὸ δὲ μειδιᾶν γέλωτος μὲν |
| book 212b.4 | αὐστηρότερον, σκυθρωπίας δὲ φαιδρότερον, b(BCE3E4)T ἐκ‐ |
| book 212b.5 | πλῆττον Ἕκτορα, θρασῦνον δὲ τοὺς φίλους. b(BE3E4)T |
| book 212c.1 | προσώπασι: ἀπὸ τῆς πρόσωπα b(BCE3E4)Til εὐ‐ |
| book 212c.2 | θείας Αἰολικῶς προσώπατα καὶ προσώπασιν. b(BCE3E4) | εὖ τὸ |
| book 212c.3 | πληθυντικῶς προσώπασι· σμικρύνει γὰρ τὸ πρόσωπον καὶ ἀπο‐ |
| book 212c.4 | στενοῖ δειλία, χαρὰ δὲ πληθύνει τε καὶ διαχέει. b(BCE3E4)T |
| book 212c.5 | 〈προσώπασι:〉 ἀντὶ τοῦ προσώπῳ. Aim |
| book 213a.1 | μακρὰ βιβάς: ἡ κίνησις τοῦ σώματος ἐμφαίνει τὸ θρασὺ |
| book 213a.2 | τῆς ψυχῆς. τῶν δὲ δειλῶν „μετοκλάζει καὶ ἐπ’ ἀμφοτέρους πόδας |
| book 213a.3 | ἵζει“ (Ν 281). b(BCE3E4)T |
| book 213b | 〈βιβάς:〉 οὕτως Ἀρίσταρχος βιβάς. Aint |
| book 214a.1 | 〈τὸν δὲ καὶ Ἀργεῖοι μέγ’ ἐγήθεον:〉 Ἀρίσταρχος |
| book 214a.2 | „τὸν δὲ καὶ Ἀργεῖοι μὲν ἐγήθεον“. Aim |
| book 214b.1 | Ἀργεῖοι μέγ’ ἐγήθεον: ἣν ὁ ποιητὴς ἔχει διάθεσιν, καὶ |
| book 214b.2 | τοῖς †πρώτοις† περιάπτει. ἀπὸ δὲ τῆς τῶν ὁρώντων διαθέσεως τὸν |
| book 214b | ἔπαινον τοῦ ὁρωμένου ηὔξησεν. b(BCE3E4)T |
| book 215.1 | Τρῶας δὲ τρόμος αἰνός: οὐ μόνος ὁ κινδυνεύων ἔτρεμεν, |
| book 215.2 | ἀλλὰ καὶ οἱ λοιποί. b(BCE3E4)T ταῦτα δὲ λέγει ὁ ποιητὴς με‐ |
| book 215.3 | γαλύνων Αἴαντα. T |
| book 216.1 | Ἕκτορι δ’ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσεν: τὴν |
| book 216.2 | κίνησιν καὶ ἀγωνίαν τῆς διανοίας ὑπέγραψε, τῶν δὲ σημείων τῆς δει‐ |
| book 216.3 | λίας οὐδὲν παρέλαβεν ὡς ἐπὶ τοῦ Ἀλεξάνδρου „ὦχρός τέ μιν εἷλε πα‐ |
| book 216.4 | ρειάσ“ (Γ 35) καὶ ἐπὶ τοῦ Δόλωνος „ὑπὸ δ’ ἔτρεμε γυῖα“ (Κ 390), |
| book 216.5.1 | ἀλλὰ μόνον τὴν ἀγωνίαν· περὶ γὰρ ἀξιοπίστου προσώπου ἐστὶν ὁ |
| book 216.5.2 | λόγος αὐτῷ. b(BCE3E4)T |
| book 217.1 | ἀλλ’ οὔ πως ἔτι εἶχεν ὑποτρέσαι: ὡς, εἴγε δυνατὸν ἦν, |
| book 217.2 | κἂν ἔφυγεν. ταῦτα δὲ καὶ περὶ τοῦ Ἴρου νόει (cf. ς 75—88). b |
| book 217.3 | (BE3E4)T |
| book 218.1 | χάρμῃ: κατ’ εὐφημισμόν, ἢ παρὰ τὸ κείρω κάρμη, ἢ παρὰ |
| book 218.2 | τὸ χαράσσεσθαι τὰ δόρατα. T |
| book 219a1.1 | Αἴας δ’ ἐγγύθεν ἦλθε: ὅτι οὐ περιμένει τὸν προκαλε‐ |
| book 219a1.2 | σάμενον. T |
| book 219a2.1 | γενναῖος γὰρ ὢν οὐ μένει τὸν προκαλεσάμενον. b(BCE3 |
| book 219a2.2 | E4) |
| book 220a1.1 | ὅ οἱ Τυχίος κάμε τεύχων: δόξαν ἡμῖν ἀληθείας ἐμποιῆ‐ |
| book 220a1.2 | σαι θέλων τὸν τρόπον τῆς παρασκευῆς, τὸν τεχνίτην, τὴν πόλιν φη‐ |
| book 220a1.1 | σίν. πηρωθεὶς δὲ ἐκ Κολοφῶνος μετῳκίζετο εἰς Σμύρναν· μετὰ δὲ βίου |
| book 220a1.2 | ζήτησιν εἰς Κύμην μετοικιζόμενος †ἐλθεῖν εἰς Νέον τεῖχος, ὅπερ ἦν ἀποι‐ |
| book 220a1.5.1 | κία Κυμαίων, ὅπου μεταλαβὼν τῆς τοῦ σκυτέως Τυχίου φιλοφροσύνης |
| book 220a1.5.2 | ταῦτα περὶ αὐτοῦ φησιν· ὁπότε γὰρ περὶ ἥρωος δημιουργοῦ λέγει, |
| book 220a1.5.3 | ἱκανὸν προσθεῖναι καὶ μόνον τὸ ὄνομα, „ὅν ποτε τέκτων / ποίης’ |
| book 220a1.5.4 | Ἰκμάλιοσ“ (τ 56—7). †πολλῆι τε αὐτοῦ ἀριστεία μετῆλθεν ἀφικνεῖ‐ |
| book 220a1.5.5 | σθαι πρὸς αὐτὸν καὶ τοῦ φοροῦντος σπουδῆ†, ὃς ἐκ Σαλαμῖνος ἧκεν εἰς |
| book 220a1.10 | Βοιωτίαν πρὸς τὸν ἄριστον ὁπλοποιόν. T |
| book 220a2.1 | δόξαν ἡμῖν ἀληθείας ἐμποιῆσαι θέλων τὸν τρόπον τῆς |
| book 220a2.2 | κατασκευῆς καὶ τὸν τεχνίτην καὶ τὴν πόλιν ὑπέγραψε, καὶ μαρτυρεῖ |
| book 220a2.3 | αὐτῷ ὡς τῶν ἄλλων τεχνιτῶν ἐν τεχνητοῖς ἀρίστῳ. b(BCE3E4) |
| book 221.1 | {σκτυτοτόμων ὄχ’ ἄριστος} Ὕλῃ {ἐνιοικία ναίων}: ὅτι ἐν‐ |
| book 221.2 | ταῦθα συνεσταλμένως, ἐν δὲ τῷ Καταλόγῳ (Β 500) ἐκτεταμένως „ἠδ’ |
| book 221.3 | Ὕλην καὶ Πετεῶνα“. A |
| book 222a1.1 | σάκος αἰόλον: ποικίλον· διὸ „κάμε τεύχων“ (Η 220). |
| book 222a1.2 | ἢ εὐκίνητον. ἢ αἰόλον ἀντὶ τοῦ αἰόλως. T |
| book 222a2.1 | ποικίλον· διὸ καὶ τὸ „τεύχων“ πρόσκειται· δηλοῖ γὰρ τὸ |
| book 222a2.2 | καλλωπίζων. b(BCE3E4) |
| book 225a1.1 | 〈ἀπειλήσας δὲ προσηύδα:〉 νωθὴς μέν ἐστι, κινηθεὶς |
| book 225a1.2 | δὲ ὀργὴν ἐνδείκνυται, ἀφ’ ἧς αὐτῷ καὶ ἡ κίνησις· εὐμεγέθης γὰρ ὢν |
| book 225a1.3 | κινεῖσθαι οὐ δύναται. τὴν ὀργὴν δὲ καὶ πρὸ τῶν λόγων τῷ σχήματι |
| book 225a1.4 | ἐπεδείξατο. b(BCE3E4) |
| book 225a2 | ἀπειλήσας δὲ προσηύδα: νωθής ἐστι, κινηθεὶς δὲ ἐν‐ |
| book 225a2 | δείκνυται ὀργήν. τὴν δὲ καὶ πρὸ τῶν λόγων ἀπέδειξε τῷ σχήματι. T |
| book 226-7.1 | εἴσεαι οἰόθεν οἶος, 〈/ οἷοι—μετέασι〉: οὐκ εἶπεν |
| book 226-7.2 | γνώσῃ οἷός εἰμι, κοινοποιεῖται δὲ ἅπαντα τοῖς φίλοις καὶ ἕνα ἐκ πολ‐ |
| book 226-7.3 | λῶν ἑαυτόν φησιν· οὐχ οἷος Ἕκτωρ „οἶδ’ ἐπὶ δεξιά, οἶδ’ ἐπ’ ἀριστε‐ |
| book 226-7.4 | ρά“ (Η 238). b(BCE3E4)T |
| book 228-9.1 | καὶ μετ’ Ἀχιλλῆα ῥηξήνορα〈— /〉. ἀλλ’ ὁ |
| book 228-9.2 | μὲν ἐν νήεσσι: ἐπίτηδες καταπλήττει τὸν πολέμιον τῇ τοῦ κρείττο‐ |
| book 228-9.3 | νος προσδοκίᾳ, ὅπως μὴ εὔελπις ᾖ οἰόμενος τεθνάναι Ἀχιλλέα ἢ ἀπο‐ |
| book 228-9.4 | πεπλευκέναι. b(BCE3E4)T |
| book 228.1 | ῥηξήνορα: τὸν ῥηγνύντα—ἠνορέῃ δυνάμενον του‐ |
| book 228.2 | τέστι τῇ ἀνδρείᾳ. A |
| book 230 | 〈ἀπομηνίσας:〉 Ἀρίσταρχος „ἐπιμηνίσασ“. Til |
| book 231a1.1 | 〈τοῖοι:〉 οἱ Γλωσσογράφοι τὸ τοῖοι ἀντὶ τοῦ ἀγαθοί· |
| book 231a1.2 | ὅθεν καὶ Καλλίμαχος τῷ „τοῖον †ἀεὶ“ κέχρηται (fr. 627). b(BCE3E4) |
| book 231a2 | ἀγαθοί. Til |
| book 232.1 | ἀλλ’ ἄρχε μάχης: βραδὺς γὰρ καὶ δεύτερος ὁ Αἴας ἀεί. |
| book 232.2 | ἅμα δὲ εὐτελίζει τὸ προπετές. ἢ καὶ αὐτὸν εὐτελίζων τοῦτό φησιν εἰρωνικῶς, b(BCE3E4)T |
| book 232.3 | ὡς καὶ αὐτὸς „ἠΰτε παιδὸς ἀφαυροῦ“ (Η 235) φησίν, ἢ ἵνα πλεονεκτῇ |
| book 232.4 | κἀν τούτῳ ὁ Ἕκτωρ. T |
| book 235.1 | μή τί μευ ἠΰτε παιδός: συνεῖδε καὶ ὁ Ἕκτωρ ὅτι μεμφόμε‐ |
| book 235.2 | νος καὶ καταπλήττων αὐτὸν ἄρχειν ἐκέλευε τῆς μάχης. b(BCE3E4)T |
| book 238a1.1 | οἶδ’ ἐπὶ δεξιά, οἶδ’ ἐπ’ ἀριστερά: ὁ Κάσ〈σ〉ιος |
| book 238a1.2 | δεξιά μὲν τὸ διώκειν, ἀριστερά δὲ τὸ φεύγειν· καὶ Ἀχιλλεὺς γάρ, |
| book 238a1 | φησί, „ποδώκησ“ (Σ 234 al.) καὶ „ποδάρκησ“ (Α 121 al.). T |
| book 238a2.1 | δεξιά μὲν τὸ †φεύγειν†, ἀριστερά δὲ τὸ †διώκειν. b |
| book 238a2.2 | (BCE3E4) |
| book 238b.1 | νωμῆσαι βῶν: τοῦτο ἐξήγησίς ἐστι τοῦ„ σακέσπαλοσ“ |
| book 238b.2 | (Ε 126). | βῶν δὲ ἀντὶ τοῦ †ἀσπίδος. T |
| book 238c1.1 | βῶν: οὕτως αἱ Ἀριστάρχου βῶν σὺν τῷ ν. ἡ Ἀριστο‐ |
| book 238c1.2 | φάνους „βοῦν“. τινὲς δὲ ἔξω τοῦ ν „βῶ“, καὶ μήποτε πιθανῶς, ἀντὶ |
| book 238c1.3 | τοῦ βόα. A |
| book 238c2.1 | βῶν {ἀζαλέην}: αἱ Ἀριστάρχου βῶν. ἡ Ἀριστοφάνους |
| book 238c2.2 | „βοῦν“. ἡ Ῥιανοῦ (deest M.) „βῶ“, ὡς βορέαο „βορέω ὑπ’ ἰωγῇ“ |
| book 238c2.3 | (ξ 533). ἐν τοῖς παλαιοῖς ἐγέγραπτο ΒΟΝ, ὅπερ οὐκ ἐνόησαν οἱ διορ‐ |
| book 238c2.4 | θωταί. T |
| book 238d | 〈βῶν:〉 οὕτως Ἀρίσταρχος βῶν | ἀντὶ τοῦ ἀσπίδα. Aim |
| book 238d | βῶν: βοῦν Δωρικῶς τὴν ἀσπίδα—τῷ ὅπλῳ. A |
| book 239a.1 | ἀζαλέην: ὅτι τὴν ἀσπίδα ξηρὰν λέγει „βῶν“ (Η 238) |
| book 239a.2 | διὰ τὸ ἐκ βοείων εἶναι δερμάτων· καὶ ὅτι προτάξας θηλυκὸν οὐδέτερον |
| book 239a.3 | ἐπήνεγκεν τό μοί ἐστι πρὸς τὸ σημαινόμενον. τὸ δὲ ταλαύρινον |
| book 239a.4 | παρῆκται, εὔτολμον· οὐ γὰρ ἡ ῥινὸς ἔγκειται, ὡς ᾠήθησάν τινες. A |
| book 239b.1 | τό μοί ἐστι ταλαύρινον: τὸ σάκος· πρὸς γὰρ τὸ συνώ‐ |
| book 239b.2 | νυμον ἀπήντησεν, ὡς „νεφέλη δέ μιν 〈ἀμφιβέβηκε / κυανέη·〉 τὸ μὲν |
| book 239b.3 | οὔποτε“ (μ 74—5). T |
| book 240 | 〈ἐπαΐξαι:〉 γράφεται καὶ „ἐπαΐσσειν“. AimTil |
| book 241a1.1 | 〈δηΐῳ:〉 Ἀρίσταρχος σὺν τῷ ν „δηΐων“ πληθυντικῶς. |
| book 241a1.2 | Aim |
| book 241a2 | δηΐῳ μέλπεσθαι: αἱ Ἀριστάρχου „δηΐων μέλπεσθαι“. T |
| book 241b.1 | 〈μέλπεσθαι:〉 ὄρχησις γὰρ καὶ παιδιὰ γενναίων ὁ πόλε‐ |
| book 241b.2 | μος. πολλὴν δὲ εὐχέρειαν ἐμφαίνει τῶν δεινῶν. b(BCE3E4)T |
| book 241b | μέλπεσθαι: κυρίως μὲν παίζειν—μάχην. A |
| book 242-3a1.1 | ἀλλ’ οὐ γάρ σε θέλω βαλέειν〈— /〉 λάθρῃ: |
| book 242-3a1.2 | καίτοι πάντα τρόπον μάχης εἰδώς· ἡ γὰρ μετὰ ἀπάτης ἀριστεία αἰ‐ |
| book 242-3a1.3 | σχρά. T |
| book 242-3a2.1 | καίτοι πάντα τρόπον μάχης εἰδώς, φησίν, οὐ θέλω σε λά‐ |
| book 242-3a2.2 | θρα βαλεῖν· ἡ γὰρ μετὰ ἀπάτης ἀριστεία αἰσχρά. b(BCE3E4) |
| book 242a1 | 〈τοιοῦτον:〉 ἠθικῶς, μέγαν τε ὁρῶν καὶ θαυμαστόν. Til |
| book 242a2.1 | ἠθικὸν δέ ἐστι καὶ τὸ τοιοῦτον, οἱονεὶ μέγαν καὶ θαυ‐ |
| book 242a2.2 | μαστόν. b(BCE3E4) |
| book 246 | 〈ἀκρότατον:〉 ἄκρον. Til |
| book 247-8a1.1 | ἓξ δὲ διὰ πτύχας ἦλθε〈— / ἐν τῇ δ’ ἑβδο‐ |
| book 247-8a1.2 | μάτῃ ῥινῷ σχέτο〉: συναριθμουμένου τοῦ χαλκοῦ τῇ ἑβδόμῃ, ἥτις ἦν |
| book 247-8a1.3 | ῥινός, ἢ μιᾶς παραλειπομένης. T |
| book 247-8a2.1 | ἢ καὶ τὸν χαλκὸν συναριθμήσεις, ἵνα καὶ αὐτός ἐστιν ἡ |
| book 247-8a2.2 | ἑβδόμη ῥινός, ἢ ὄγδοον αὐτὸν λάβῃς· ὃ καὶ ἄμεινον. b(BCE3E4) |
| book 252.1 | ἠρήρειστο: ἐτράχυνε τὰς συλλαβάς, τὴν βίαν τῆς εἰσόδου |
| book 252.2 | δηλῶν. b(BCE3E4)T |
| book 255a.1 | τὼ δ’ ἐκσπασσαμένω δολίχ’ ἔγχεα: ὅτι κυρίως ἔγχη |
| book 255a.2 | τὰ δόρατα, οὐχ ὥς τινες τὰ ξίφη. λέγει δὲ τὰ ἐνεχόμενα ταῖς ἀσπίσι〈ν〉, |
| book 255a | ἃ προήκαντο. A |
| book 255b.1 | 〈τὼ δ’ ἐκσπασσαμένω δολίχ’ ἔγχεα χερσὶν ἅμ’ |
| book 255b.2 | ἄμφω:〉 ἐπὶ τὸ τέλος τοῦ στίχου βραχὺ διασταλτέον. Aim |
| book 255c.1 | τὼ δ’ ἐκσπασ〈σ〉αμένω δολίχ’ ἔγχεα: τὸ ἴδιον ἑκάτε‐ |
| book 255c.2 | ρος ἀπὸ τῆς τοῦ ἑτέρου ἀσπίδος. b(BCE3E4)T |
| book 256-7.1 | {τῶι δ’ ἑκσπασσαμένω} σύν ῥ’ ἔπεσον 〈λείουσιν |
| book 256-7.2 | ἐοικότες ὠμοφάγοισιν /〉 ἢ συσὶ κάπροισιν: τοὺς στίχους τού‐ |
| book 256-7.3 | τους οὐ προσίενται ἔνιοι, ὥσπερ οὐδὲ Ζηνόδοτος, ἀλλὰ τὸ τῆς συνε‐ |
| book 256-7.4 | πείας οὕτως ἔχει παρ’ αὐτῷ, | ὥσπερ καὶ ὁ Ἀριστόνικος (p. 132 |
| book 256-7.5 | Friedl.) ἐκτίθησιν, ἣν περιττὸν ἐνομίσαμεν γράψαι. A |
| book 258.1 | Πριαμίδης μὲν〈—〉σάκος: ἐνάρχεται πάλιν, οὐκ ἂν |
| book 258.2 | οἶμαι ἀμβλυνθείσης τῆς ἀκμῆς ἐν τῇ πρώτῃ βολῇ. b(BCE3E4)T |
| book 259 | 〈χαλκόν:〉 Ἀρίσταρχος διὰ τοῦ ς „χαλκόσ“. Aim |
| book 261.1 | στυφέλιξε δέ μιν μεμαῶτα: εἰς τοὔμπροσθεν ὁρμῶντα |
| book 261.2 | ἔστησε καὶ εἴλησεν. b(BCE3E4)T |
| book 262.1 | τμήδην αὐχέν’ ἐπῆλθε: φυλάσσει μὲν Ἕκτορα τῇ ὑπο‐ |
| book 262.2 | θέσει, τὴν δὲ καιρίαν Αἴαντι δωρεῖται ἐπὶ τὸ ἐπικίνδυνον φέρων τὴν |
| book 262.3 | ὑπόθεσιν. b(BCE3E4)T |
| book 263.1 | ἀλλ’ οὐδ’ ὣς ἀπέληγε: Αἴαντα ἐπιτείνει, τὸ πρόθυμον τοῦ |
| book 263.2 | Ἕκτορος αὔξων. b(BCE3E4)T |
| book 264.1 | ἀλλ’ ἀναχασσάμενος 〈λίθον εἵλετο〉: ἡττώμενος ἐν τῇ |
| book 264.2 | συστάδην μετάγει τὴν μάχην ὡς πρὸς ἄτρωτον ἢ βαρύοπλον πολε‐ |
| book 264.3 | μῶν. b(BCE3E4)T |
| book 265.1 | μέλανα τρηχύν τε: τραχύν· τοῦτο συμβαίνει τοῖς μέλα‐ |
| book 265.2 | σιν. T |
| book 269 | ἐπέρεισε δὲ ἶν’ ἀπέλεθρον: συνεπέδωκεν ὅλον τὸ σῶμα |
| book 269 | τῇ βολῇ, καὶ πάσῃ δυνάμει ἐχρήσατο. b(BCE3E4)T |
| book 270.1 | εἴσω δ’ ἀσπίδ’ ἔαξε: ἐπὶ μὲν Ἕκτορος τὸ ἀσθενὲς τῆς βο‐ |
| book 270.2 | λῆς δηλῶν „περιήχησεν“ (Η 267) εἶπεν, ὡσὰν μηδὲ τοῦ ὀμφαλοῦ |
| book 270.3 | θλασθέντος· ἐπὶ δὲ Αἴαντος οὕτω κατέαξε τὴν ἀσπίδα ὡς καὶ πεσεῖν |
| book 270.4 | Ἕκτορα. b(BCE3E4)T |
| book 271-2a1.1 | 〈ὁ δ’ ὕπτιος ἐξετανύσθη / ἀσπίδι ἐγχριμφθείς:〉 |
| book 271-2a1.2 | οὐκ εἶπεν ὑπὸ λίθου, ἀλλὰ καὶ ὑπὸ τῆς ἀσπίδος· συνῶσε γὰρ αὐτὴν |
| book 271-2a1.3 | ἐπ’ αὐτὸν ἡ βολή. b(BCE3E4) |
| book 271-2a2.1 | {βλάψε δέ οἱ φίλα γούναθ’:} οὐκ εἶπεν ὑπὸ τοῦ λίθου, |
| book 271-2a2.2 | ἀλλὰ καὶ τῆς βολῆς συνωσάσης ἐπ’ αὐτὸν τὴν ἀσπίδα. T |
| book 272a.1 | 〈ἀσπίδι ἐγχριμφθείς:〉 Ἀρίσταρχος „ἀσπίδ’ ἐνιχριμ‐ |
| book 272a.2 | φθείσ“. Aim |
| book 272b.1 | τὸν δ’ αἶψ’ ὤρθωσεν Ἀπόλλων: οὕτως Ἀρίσταρχος, |
| book 272b.2 | οὐκ „ἄψ“· χρεία γὰρ τάχους πρὸς τὴν σωτηρίαν. παρῆν δὲ „φηγῷ |
| book 272b.3 | ἐφ’ ὑψηλῇ“ (Η 60). T |
| book 273a.1 | καί νύ κε 〈δὴ ξιφέεσσ’〉: ὅτι ἀρτίως ἐπὶ 〈τὸ〉 τοῖς ξίφεσι |
| book 273a.2 | χρῆσθαι ἐληλύθασιν. ὅταν δὲ λέγῃ „τὼ δ’ ἐκσπασσαμένω δολίχ’ |
| book 273a.3 | ἔγχεα“ (Η 255), τὰ δόρατα λέγει ἐκ τῶν ἀσπίδων ἀπεσπάσαντο. A |
| book 273b.1 | καί νύ κε δὴ ξιφέ〈ε〉σς’ αὐτοσχεδὸν 〈οὐτάζοντο〉: |
| book 273b.2 | τοῦτο γὰρ ἔλειπεν. T | τὸ δὲ αὐτοσχεδόν ὀξυντέον· τὰ γὰρ εἰς δον |
| book 273b.3 | ἐπιρρήματα ἐν τῇ συνθέσει φυλάσσει τὸν τόνον. b(BCE3)T |
| book 274-5.1 | εἰ μὴ κήρυκεσ〈— /〉 ἦλθον: οἰκονομικῶς σῶσαι θέ‐ |
| book 274-5.2 | λων τὸν Ἕκτορα τῇ ποιήσει διαλύει τὴν μάχην. b(BCE3E4)T |
| book 276a.1 | 〈Ταλθύβιός τε καὶ Ἰδαῖος:〉 ὅτι πρὸς τὸ δεύτερον πρῶ‐ |
| book 276a.2 | τον· ὁ γὰρ Ταλθύβιός ἐστιν Ἀχαϊκός. Aim |
| book 276b.1 | Ταλθύβιός τε καὶ Ἰδαῖος: ὁ μὲν Ἰδαῖος εἰκότως προσ‐ |
| book 276b.2 | έρχεται τὸν Ἕκτορα σώσων κινδυνεύοντα, ὁ δὲ Ταλθύβιος οὐκέτι, τὴν |
| book 276b.1 | νίκην τοῦ Αἴαντος παραιρούμενος. ἀλλ’ οὐδέπω ἀκριβὴς ἦν ἡ νίκη |
| book 276b.2 | περὶ τὸν Αἴαντα (ἐπὶ ξίφη γὰρ αὐτοὺς ὁρμῆσαι λέγει), ἔτι τε καὶ τὸν |
| book 276b.5.1 | Ἕκτορα ὁρῶν ὑπὸ θεῶν βοηθούμενον· καὶ διὰ τὸ τῆς νυκτὸς κατά‐ |
| book 276b.5.2 | στημα, ἔνθα τύχης οὐ τέχνης κρίσις. ἀπὸ ἴσου †γὰρ† ὁρμῶνται. |
| book 276b.5.3 | A b (BCE3E4)T |
| book 276c.1 | 〈Ταλθύβιός τε καὶ Ἰδαῖος:〉 κατὰ τὸ σιωπώμενον οἱ |
| book 276c.2 | ἡγεμόνες αὐτοὺς πέμπουσιν. b(BCE3E4)Til |
| book 278.1 | 〈κῆρυξ Ἰδαῖος, πεπνυμένα μήδεα εἰδώς:〉 ἠτυμολόγη‐ |
| book 278.2 | ται ὁ Ἰδαῖος· δεῖ δὲ συνετὸν εἶναι τὸν κήρυκα. Til |
| book 279.1 | μηκέτι, παῖδε φίλω: ὁ μὲν σεμνοποιῶν τὰ καθ’ ἑαυτὸν |
| book 279.2 | παῖδε φίλω φησίν, ὁ δὲ Αἴας ἐξ ὀνόματος „Ἰδαῖε“ (Η 284). b(BCE3 |
| book 279.3 | E4)T |
| book 281.1 | ἄμφω δ’ αἰχμητά: ἴσους ἔφησεν αὐτούς, τὴν τοῦ Ἕκτορος |
| book 281.2 | ἧτταν ἐπικαλύπτων. b(BCE3E4)T |
| book 282a.1 | νὺξ δ’ ἤδη τελέθει· 〈ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι〉: |
| book 282a.2 | ὅτι ἐντεῦθεν εἰς τὰ ἑξῆς (sc. Η 293) μετενήνεκται· ὁ μὲν γὰρ κῆρυξ |
| book 282a.3 | αἰτίαν λέγει, δι’ ἣν οὐ πολεμητέον, ὁ δὲ Ἕκτωρ ἑαυτὸν μετὰ προφά‐ |
| book 282a.4 | σεως μὴ συλλυέτω. A |
| book 282b.1 | νὺξ ἤδη τελέθει: εὐπροσώπως, ἵνα διὰ τὸν καιρὸν εἴκειν |
| book 282b.2 | δοκῇ. τὸ δὲ τελέθει ἀντὶ τοῦ γίνεται, ἀρ[χὴν] λαμβάνει ἡ νύξ, τέ‐ |
| book 282b.3 | λει[ος] ἐγένετο νύξ. T |
| book 282c | πιθέσθαι: παροξυντέον· μέσος γάρ ἐστι δεύτερος ἀόρι‐ |
| book 282c | στος. A |
| book 284.1 | Ἕκτορα ταῦτα κελεύε〈τε μυθήσασθαι〉: πρᾴου μὲν τὸ |
| book 284.2 | ἦθος· οὐ γὰρ προσφιλονεικεῖ κρατῶν τῇ μάχῃ· συνετοῦ δέ, ὅτι μὴ |
| book 284.3 | εὐθέως τῷ κήρυκι συνεχώρησεν, ἵνα μὴ ἄσμενος δοκῇ τὴν διάλυσιν |
| book 284.4 | προσίεσθαι, b(BCE3E4)T ἀλλὰ τὸν προκαλεσάμενον ᾠήθη δεῖν |
| book 284.5.1 | περὶ διαλύσεως ποιεῖσθαι τοὺς λόγους. ἀξιόπιστον δὲ ἑαυτῷ πορίζει |
| book 284.5.2 | νίκην· τὸ μὲν γὰρ φονεύειν κοινόν, τὸ δὲ ὁμολογίαν ἥττης δέξασθαι |
| book 284.5.3 | καὶ ἀπαγορεύσαντα ἐᾶσαι ἀξιόπιστον· διό φησι „καὶ πινυτήν“ (Η |
| book 284.5.4 | 289) καὶ νῦν ἐγκωμιάζει, ὑπογύως τῆς ἀρετῆς αὐτοῦ πειραθεὶς καὶ |
| book 284.5.5 | πρὸς ἀπαλλαγὴν ὑποθωπεύων. ἡνίκα δὲ ὑπὸ τῆς τύχης ἐπῆρτο, „Αἶαν |
| book 284.10.1 | ἁμαρτοεπέσ“ φησιν (Ν 824). b(BE3E4)T ἀντὶ δὲ τοῦ ἐπιταφίου |
| book 284.10.2 | εἰκόνα ἀνιεροῖ Αἴαντι ὁ ποιητής. T |
| book 285 | 〈αὐτὸς γάρ:〉 ἐν ἄλλῳ „οὗτος γάρ“. Aim |
| book 286 | 〈ᾗπερ ἄν:〉 ὥσπερ ἄν. Til |
| book 289a.1 | καὶ πινυτήν, περὶ δ’ ἔγχει 〈Ἀχαιῶν φέρτατός |
| book 289a.2 | ἐσσι〉: Ἀρίσταρχος 〈πινυτήν〉 ὡς καλήν, καὶ ἐπεκράτησεν οὕτως ἡ |
| book 289a.3 | παράδοσις. | ὑποστικτέον πινυτήν, ἵνα περισσὸς ὁ σύνδεσμος ᾖ· ἢ |
| book 289a.4 | ὑποστικτέον καὶ κατὰ τὸ τέλος τοῦ στίχου, ἵνα γένηται ἀνταπόδοσις |
| book 289a.5 | αὕτη, „νῦν μὲν παυσώμεσθα“ (Η 290). A |
| book 289b.1 | καὶ πινυτήν〈—ἐσσι〉: ὑποστικτέον εἰς τὸ πινυ‐ |
| book 289b.2 | τήν ἢ εἰς τὸ ἐσσί. b(BCE3E4)T | καλῶς δὲ τὸ Ἀχαιῶν, ἵνα μὴ καὶ |
| book 289b.3 | ἑαυτὸν συμπεριλάβῃ· ἀλαζὼν γάρ ἐστι καὶ οὐδὲ ὑπὸ τοῦ ἀρίστου |
| book 289b.4 | πλεονεκτεῖσθαι θέλει. b(BCE3E4) ἢ μᾶλλον· οὐ μόνον ἐμοῦ ἐσσι |
| book 289b.5 | κρείττων, ἀλλὰ καὶ τῶν ἄλλων Ἀχαιῶν. b(BE3E4) |
| book 290 | 〈νῦν μὲν παυσώμεσθα μάχης καὶ δηϊοτῆτος:〉 ἐν ἄλλῳ |
| book 290 | „νῦν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτῆτα“ (= Η 29). Aim |
| book 290-1a1.1 | νῦν μὲν παυσώμεσθα〈— /〉 σήμερον: καλῶς |
| book 290-1a1.2 | προσέθηκε σήμερον, ἐπεὶ τὸ νῦν ἀόριστόν ἐστιν. T |
| book 290-1a2.1 | ἐπεὶ τὸ νῦν ἀόριστόν ἐστι, διὰ τοῦτο καὶ τὸ σήμερον |
| book 290-1a2.2 | προστέθειται. b(BCE3E4) |
| book 292.1 | 〈δώῃ δ’ ἑτέροισί γε νίκην:〉 ἐντέχνως b(BCE3E4)Til |
| book 292.2 | ἑαυτὸν τῆς νίκης ὑπεξίστησιν, b(BCE3E4) ὡς νῦν μὴ νικηθείς. |
| book 292.3 | b(BCE3E4)Til |
| book 293a.1 | 〈νὺξ δ’ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι:〉 |
| book 293a.2 | ὅτι ἀπὸ τοῦ λόγου τοῦ κήρυκος (sc. Η 282) μετενήνεκται. Aim |
| book 293b.1 | 〈νὺξ δ’ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι:〉 |
| book 293b.2 | εὐπροσώπως καὶ τοῦτο, ἵνα διὰ τὸν καιρὸν εἴκειν δοκῇ. b(BCE3E4) |
| book 293c.1 | πιθέσθαι: παροξυντέον· μέσου γάρ ἐστι δευτέρου ἀο‐ |
| book 293c.2 | ρίστου, b(BE3)T ἀντὶ τοῦ πεισθῆναι. T |
| book 295a.1 | σούς τε μάλιστα ἔτας 〈καὶ ἑταίρους, οἵ τοι ἔασιν〉: |
| book 295a.2 | ἀθετεῖται ὡς καθαιρῶν τὰ προειρημένα „ὡς σύ τ’ ἐϋφρήνῃς πάντασ“ |
| book 295a.3 | (Η 294). ἔχει δὲ καὶ διλογίαν ἔτας καὶ ἑταίρους. A |
| book 295b.1 | σούς τε μάλιστα ἔτας: καλῶς ἐπὶ Αἴαντος ἡ προσθήκη· |
| book 295b.2 | πολλοὺς γὰρ εἶχεν ἀντιζήλους, οἳ συνανέστησαν αὐτῷ κληρωσόμενοι. |
| book 295b.3 | εὐφρανεῖς οὖν πάντας μέν, φησίν, ἐπεὶ δὲ διαφθονοῦνται τοῖς ἀρίστοις |
| book 295b.4 | οἱ ἄριστοι, ἀλλά γε τοὺς σοὺς ἑταίρους. Ἕκτωρ δὲ ἀντίζηλον οὐκ |
| book 295b.5 | ἔχει. b(BCE3E4)T ἔται δὲ λέγονται οἱ συνήθεις παρὰ τὸ ἦθος. T |
| book 298a.1 | {αἵ τε μοι εὐχόμεναι} θεῖον δύσονται ἀγῶνα: ὅτι οὕ‐ |
| book 298a.2 | τως τὴν ἄγυριν καὶ συναγωγὴν τῶν θεῶν διὰ τὸ πολλῶν θεῶν ἐν ταὐ‐ |
| book 298a | τῷ εἶναι ἀγάλματα. A |
| book 298b.1 | θεῖον δύσονται ἀγῶνα: τὰ ἱερά, ἔνθα οἱ θεοὶ αὐλίζονται, |
| book 298b.2 | διὰ τὰ ἀγάλματα. b(BCE3E4)T |
| book 298c1 | 〈δύσονται:〉 ἔν τισι „δύνονται“, οὐκ ὀρθῶς. Til |
| book 298c2.1 | γράφεται δὲ καὶ „θύονται“, ὡς Ἡρωδιανός· οὕτω γὰρ |
| book 298c2.2 | ἄμεινον. b(BCE3E4) |
| book 299.1 | δῶρα δ’ ἄγ’ ἀλλήλοισι: ἵνα δοκῇ καὶ ἐξ ἴσου ἀπηλλάχθαι, |
| book 299.2 | καὶ ἐπαγόμενος τὴν φιλίαν Αἴαντος. b(BCE3E4)T |
| book 301 | 〈ἦ:〉 τὸ ἦ ἀντὶ τοῦ καί. Til |
| book 302 | ἀρθμήσαντε: ἁρμοσθέντες καὶ συμβιβασθέντες. b(BCE3)T |
| book 303a.1 | δῶκε ξίφος: σημειοῦνταί τινες ὅτι ἀφώπλισεν ἑαυτὸν δοὺς |
| book 303a.2 | τὸ ξίφος ὁ Ἕκτωρ. A |
| book 303b.1 | δῶκε ξίφος ἀργυρόηλον: ὁ μὲν ἀφρόνως ἄοπλον ἑαυ‐ |
| book 303b.2 | τὸν ἐκδίδωσιν, ὁ δὲ ὅμως καὶ προπαρασπονδησάντων Τρώων οὐδὲν |
| book 303b.3 | εἰς αὐτὸν πλημμελεῖ. b(BCE3E4)T ἄλλως τε ἐπεποίθει ὁ Ἕ‐ |
| book 303b.4 | κτωρ μηδὲν πείσεσθαι· „οὐ γάρ πώ τοι μοῖρα θανεῖν“ (Η 52) ἤκου‐ |
| book 303b.5 | σεν. b(BCE3E4) |
| book 304a.1 | σὺν κολεῷ τε φέρων: οὐ περιττὸν τὸ ἔπος, ἀλλ’ ἐπειδὴ |
| book 304a.2 | ἐσπασμένον ἦν τὸ ξίφος, b(BCE3E4)T ἵνα μὴ μόνον νοοῖμεν αὐτό. |
| book 304a.3 | b(BCE3E4) ἀναφορεὺς δὲ μαχαίρας ἢ ἀσπίδος 〈ὁ τελαμών〉. T |
| book 304b | 〈ἐϋτμήτῳ:〉 Ἀρίσταρχος διὰ τοῦ κ „ἐϋκμήτῳ“. AimTil |
| book 305a.1 | Αἴας 〈δὲ〉 ζωστῆρα: οὐκ ὠφέλιμος τῷ πολεμίῳ ἡ δωρεά· |
| book 305a.2 | ἐπάγει γὰρ „τὼ δὲ διακρινθέντεσ“ (Η 306). T |
| book 305b | φοίνικι φαεινόν: ὅτι ἀντὶ τοῦ φοινικῷ ἄνθει πεφωτι‐ |
| book 305b | σμένον, 〈ὅ〉 ἐστι κεχρωτισμένον. A |
| book 306-7a.1 | τὼ δὲ διακρινθέντε 〈ὁ μὲν—ὁ δέ: ὅτι〉 οὕτως |
| book 306-7a.2 | εἴρηκεν ἀντὶ τοῦ τῶν δὲ διακριθέντων ὁ μέν, ὁ δέ. καὶ ὅτι πρὸς τὸ δεύ‐ |
| book 306-7a.3 | τερον πρότερον ἀπήντηκεν. A |
| book 306-7b1.1 | 〈μετὰ λαὸν Ἀχαιῶν ...〉 ἐς Τρώων ὅμαδον: †κα‐ |
| book 306-7b1.2 | λὸν† καὶ ὅμαδον καλῶς διέστειλε· πανταχοῦ δὲ τὸ θορυβῶδες |
| book 306-7b1.3 | ὑποσημαίνει τῶν Τρώων. T |
| book 306-7b2.1 | ἐπὶ μὲν Αἴαντος τὸ λαόν, ἐπὶ δὲ Ἕκτορος ὅμαδον φησὶ |
| book 306-7b2.2 | διαστείλας· ἀεὶ γὰρ θορυβώδεις αὐτοὺς ἐκδέχεται. b(BCE3E4) |
| book 307-8a1.1 | τοὶ δ’ ἐχάρησαν, / ὡς εἶδον ζῶόν τε 〈καὶ ἀρ‐ |
| book 307-8a1.2 | τεμέα προσιόντα〉: οἷον ἀνέλπιστον πρᾶγμα. καλῶς δὲ ἐπὶ μὲν |
| book 307-8a1.3 | Ἕκτορος τὴν ἀνέλπιστον σωτηρίαν ἐδήλωσεν, ἐπὶ δὲ Αἴαντος τὴν |
| book 307-8a1.4 | ἐπὶ τῇ νίκῃ ἡδονήν. AT |
| book 307-8a2.1 | καλῶς θαυμάζουσι καὶ χαίρουσιν ὡς ἀνέλπιστον πρᾶγμα |
| book 307-8a2.2 | ἰδόντες. ἐπὶ μὲν οὖν Ἕκτορος τὴν ἀνέλπιστον σωτηρίαν ἐδήλωσεν, |
| book 307-8a2.3 | ἐπὶ δὲ Αἴαντος τὴν ἐπὶ τῇ νίκῃ ἡδονήν. b(BCE3E4) |
| book 310a1.1 | ἀελπτέοντες σόον εἶναι: μείζονα χαρὰν εἶχον, ὅτι ἐξ |
| book 310a1.2 | ἀπροσδοκήτου τὸν στρατηγὸν ἐδέξαντο. T |
| book 310a2.1 | μείζων αὐτοῖς ἡ χαρά, ὅτι ἐξ ἀπροσδοκήτου τὸν στρατη‐ |
| book 310a2.2 | γὸν ἐδέξαντο. b(BCE3E4) |
| book 310b | ἀελπτέοντες: οὐκ ἐλπίζοντες, | ἀλλ’ ἀπεγνωκότες. Aim |
| book 312a.1 | 〈εἰς Ἀγαμέμνονα:〉 ὅτι ἀντὶ τοῦ πρὸς Ἀγαμέμνονα. |
| book 312a.2 | Aim |
| book 312b.1 | εἰς Ἀγαμέμνονα δῖον ἄγον κεχαρηότα νίκῃ: ὥς |
| book 312b.2 | φαμεν εἰς διδασκάλου, κἂν μὴ ᾖ [ἐκ]εῖ ὁ διδάσκαλος. κεχαρηότα δὲ |
| book 312b.3 | νίκῃ: T τέτρωται γὰρ καὶ πέπτωκεν Ἕκτωρ καὶ ἀπηγόρευσε τῇ |
| book 312b | μάχῃ. b(BCE3E4)T |
| book 314a | 〈τοῖσι δέ:〉 ὅτι ὁ δέ περισσός. Aint |
| book 314b.1 | τοῖσι δὲ βοῦν ἱέρευσε: ἡ μὲν τιμὴ εἰς Δία γίνεται, ἡ δὲ |
| book 314b.2 | χρεία τῶν κρεῶν εἰς τοὺς στρατιώτας. b(BCE3E4)T |
| book 319 | 〈πόνου:〉 ὅτι ἀντὶ τοῦ ἔργου. Aint |
| book 321.1 | νώτοισιν δ’ Αἴαντα: εὐτελῆ γὰρ τῆς ἀνδραγαθίας τὰ ἆθλα, |
| book 321.2 | ὡς κότινος καὶ σέλινον, τὰ δὲ τῆς πλεονεξίας χρυσὸς καὶ ἄργυρος. |
| book 321.3 | ἅμα δὲ διὰ τὸ μὴ δεῖξαι τῷ πολεμίῳ τὰ νῶτα. b(BCE3E4)T |
| book 324.1 | τοῖς ὁ γέρων πάμπρωτος 〈ὑφαίνειν ἤρχετο μῆτιν〉: ὁ |
| book 324.2 | γέρων κατ’ ἐξοχὴν ὡς ὁ ποιητής· εἰς τοῦ[το] γὰρ ἐστράτευσεν, ἀγω‐ |
| book 324.3 | νιούμενος τῇ βουλῇ. T |
| book 325.1 | Νέστωρ, οὗ καὶ πρόσθεν 〈ἀρίστη φαίνετο βουλή〉: |
| book 325.2 | Ἀχιλλέα γὰρ †τὸ ὅσον ἐφ’ ἑαυτῷ χαλεπαίνοντα διήλλαξεν Ἀγα‐ |
| book 325.3 | μέμνονι καὶ τοὺς Ἕλληνας ὁρμῶντας εἰς τὰς πατρίδας ἐπέσχεν· καὶ |
| book 325.4 | περὶ διατάξεως ὑπέθετο „ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ“ (Β 363) καὶ |
| book 325.5.1 | τοὺς ἀριστέας ὀκνοῦντας εἰς τὴν πρὸς Ἕκτορα μάχην ἀνήγειρεν. b(BC |
| book 325.5.2 | E3E4)T |
| book 327.1 | Ἀτρείδη τε καὶ ἄλλοι: καλῶς τὴν ἀρχὴν τῆς συμβου‐ |
| book 327.2 | λίας εἰς τὸν ἄρχοντα φέρει μηδὲ τοὺς ἄλλους παρείς. b(BCE3E4)T |
| book 328a.1 | πολλοὶ γὰρ τεθνᾶσι: προθυμοτέρους τοὺς ζῶντας ποιεῖ |
| book 328a.2 | τῶν τεθνεώτων μεταποιούμενος· αἰσχρὸν γὰρ ἐδόκει τὸ μὴ ἀξιοῦσθαι |
| book 328a.3 | ταφῆς. ἅμα δὲ καὶ διαναπαύειν θέλει τὸν ἀκροατὴν καὶ τειχοποιΐαν |
| book 328a.4 | εἰσφέρειν. δῆλον δὲ ὡς ἑκάστοτε τὰς ἀναιρέσεις ἐποιοῦντο τῶν νε‐ |
| book 328a.5 | κρῶν. b(BCE3E4)T |
| book 328b.1 | 〈πολλοὶ γὰρ τεθνᾶσι:〉 ὅτι ἀπὸ τοῦ γάρ αἰτιώδους |
| book 328b.2 | εἰσέβαλεν ἀρχαϊκῶς. Aim |
| book 328c1.1 | πολλοὶ γὰρ τεθνᾶσι: εἴωθεν ἄρχεσθαι ἀπὸ †ἡλίου†· |
| book 328c1.2 | τὴν γὰρ αἰτίαν προτάσσει τοῦ πράγματος. ἐχρῆν δὲ τοὐναντίον ποι‐ |
| book 328c1.3 | εῖν. T |
| book 328c2.1 | εἴωθεν ἀεὶ ἀπὸ τοῦ γάρ ἄρχεσθαι, b(BCE3) τὴν |
| book 328c2.2 | αἰτίαν προτάσσων τοῦ πράγματος. b(BCE3E4) |
| book 330a.1 | ἐσκέδας’ ὀξὺς Ἄρης: σκληρῶς καὶ ἐμφαντικῶς τοῦτό |
| book 330a.2 | φησιν. T |
| book 330b1.1 | ψυχαὶ δ’ Ἄϊδος δὲ κατῆλθον: ὅτι συμφώνως τῷ |
| book 330b1.2 | κατὰ τὴν ἀρχὴν τῆς Ἰλιάδος (Α 3) „πολλὰς δ’ ἰφθίμους ψυχάσ“· οὐκ |
| book 330b1.3 | ἄρα γραπτέον „κεφαλάσ“. A |
| book 330b2.1 | ψυχαὶ δ’ Ἄϊδος δὲ κατῆλθον: ὅτι κἀκεῖ δεῖ γράφειν |
| book 330b2.2 | „πολλὰς δ’ ἰφθίμους ψυχάσ“, οὐ „κεφαλάσ“. T |
| book 331 | 〈τῶ σὲ χρή:〉 τὸ σέ παρέλκει. Aim |
| book 332 | 〈κυκλήσομεν:〉 ἐπ’ ἀμαξῶν κομίσομεν. Til |
| book 333 | 〈κατακείομεν:〉 ὅτι οἱ ἀρχαῖοι ἔκαιον τὰ σώματα. Aint |
| book 334-5.1 | τυτθὸν ἀπὸ πρὸ νεῶν〈—γαῖαν〉: ἀθετοῦνται, |
| book 334-5.2 | ὅτι οὐ διὰ τοῦτο ἐκαίοντο, ὅπως τὰ ὀστᾶ κομίσωνται, ἀλλὰ συνη‐ |
| book 334-5.3 | θείᾳ· καὶ γὰρ οἱ ἐπὶ τῆς ἰδίας 〈πατρίδοσ〉 τελευτῶντες ἐκαίοντο. καθόλου οὖν οἶδεν |
| book 334-5.4 | πυρὶ καιομένους τοὺς πάλαι καὶ ἐνταῦθα τιθεμένους, ὅπου καὶ ἐτελεύ‐ |
| book 334-5.5.1 | τησαν. ἐναντιοῦνται δὲ καὶ τὰ ἑξῆς „τύμβον δ’ ἀμφὶ πυρήν / ἄκριτον |
| book 334-5.5.2 | ἐκ πεδίου“ (cf. Η 336—7), ἀδιαχώριστον, ἀδιάστατον, τουτέστι πο‐ |
| book 334-5 | λυάνδριον· πῶς οὖν ὥς κ’ ὀστέα παισὶν ἕκαστος (334); A |
| book 334a.1 | ἀπὸ πρὸ νεῶν: τὰς δύο προθέσεις ἐγκλίνειν δεῖ, ἵνα ἡ μὲν |
| book 334a.2 | ἀπό συντάσσηται τῇ νεῶν γενικῇ, ἡ δὲ πρό παρέλκηται. A |
| book 334b1.1 | {τυτθὸν} ἀπὸ πρὸ νεῶν: ἄπωθεν μὲν αὐτῶν, ἔμπροσθεν |
| book 334b1.2 | δέ. Ἀρίσταρχος ἀναστρέφει τὴν ἀπό, ἵνα σημαίνῃ τὸ ἄπωθεν, καὶ |
| book 334b1.3 | τὴν πρό πλεονάζουσαν κοιμίζει. ὁ δὲ Ἡρωδιανὸς (2,59,10) τῆς |
| book 334b1.4 | ἀπό φυλάσσει τὸν τόνον καὶ συντάσσει αὐτὴν †τῇ† νεῶν, τὴν δὲ |
| book 334b1.5.1 | πρό ὡς πλεονάζουσαν κοιμίζει. τινὲς δὲ τοῦ ἀπόπροθι ἀποκοπὴν αὐτὸ |
| book 334b1.5.2 | νομίζουσιν. T |
| book 334b2.1 | ὁ Ἡρωδιανὸς τῆς ἀπό φυλάσσει τὸν τόνον καὶ συντάσσει |
| book 334b2.2 | αὐτὴν τῷ νεῶν· τὴν δὲ πρό ὡς πλεονάζουσαν †κομίζει†. τινὲς δὲ τοῦ |
| book 334b2.3 | ἀπόπροθι ἀποκοπὴν αὐτὸ νομίζουσιν. ἢ ἡ ἀπό σημαίνει τὸ ἄποθεν, |
| book 334b2.4 | τὸ δὲ πρό νεῶν ἀντὶ τοῦ πλησίον, τουτέστι καύσομεν αὐτοὺς ὀλίγον |
| book 334b2.5 | μὲν ἡμῶν ἄποθεν, πρὸ τῶν νεῶν δέ. b(BCE3E4) |
| book 335.1 | οἴκαδ’ ἄγῃ: καὶ πῶς ἐν Ὀδυσσείᾳ φησίν· „ἀμφ’ αὐτοῖ‐ |
| book 335.2 | σ〈ι δ’〉 ἔπειτα μέγαν 〈καὶ ἀμύμονα τύμβον / χεύαμεν〉“ (ω 80—1); |
| book 335.3 | T τοῦτο πρὸς παραμυθίαν τῶν ζώντων εἴρηται μέν, οὐχ οὕτω δὲ |
| book 335.4 | πέπρακται διὰ τὴν στάσιν τῶν Ἀτρειδῶν καὶ τὸν ἀποθύμιον πλοῦν. |
| book 335.5 | b(BCE3E4)T |
| book 336a.1 | 〈τύμβον δ’ ἀμφί:〉 Ἀρίσταρχος διὰ τοῦ τ „τύμβον τ’ |
| book 336a.2 | ἀμφί“. Aim |
| book 336b.1 | τύμβον δ’ ἀμφὶ πυρὴν ἕνα χεύομεν ἐξαγαγόντες: |
| book 336b.2 | διασταλτέον ἐπὶ τὸ χεύομεν. τὸ δὲ ἐξαγαγόντες ἤτοι ὕλην πρὸς |
| book 336b.3 | τὴν τειχοποιΐαν ἢ ἀντὶ τοῦ προελθόντες πολὺ εἰς τὸ πεδίον, ἵνα ἡ |
| book 336b.4 | μὲν ἐξ πρόθεσις ἀντὶ τοῦ ἔξω ἐπιρρήματος κέηται, τὸ δὲ ἀγαγόντες ἐν |
| book 336b.5.1 | ἴσῳ τῷ πορευθέντες· περιλαμβάνουσι γὰρ τῷ ναυστάθμῳ καὶ τοῦ |
| book 336b.5.2 | πεδίου μέρος. τὸ δὲ δεύτερον ἄμεινον. A |
| book 336c.1 | τύμβον δ’ ἀμφὶ πυρὴν ἕνα: μεγάλην περιβολὴν ποιη‐ |
| book 336c.2 | σάμενοι. γράφεται δὲ καὶ „ἀμφίβολον“, μέγιστον, ἐν ᾧ ἑκάστου ἀπο‐ |
| book 336c.3 | κείσονται τὰ ὀστᾶ. T |
| book 336-7a1 | ἕνα χεύομεν ἐξαγαγόντες 〈/ ἄκριτον ἐκ πε‐ |
| book 336-7a1.1 | δίου〉: ὑποστικτέον εἰς τὸ χεύομεν | τὸ δὲ ἐξαγαγόντες ὅμοιόν |
| book 336-7a1.2 | ἐστι †τοῦ† „Λαοδίκην ἐσάγουσα“ (Ζ 252) ἀντὶ τοῦ εἰσερχομένη. |
| book 336-7a1.3 | οὕτω καὶ νῦν ἀντὶ τοῦ ἐξελθόντες τοῦ πεδίου. ἄκριτον δὲ ἀντὶ τοῦ |
| book 336-7a1.5.1 | χύδην ἰσόπεδον, ὅπως μὴ ἐπιγινώσκηται, εἰ ἔστι τάφος. οὕτω Πορ‐ |
| book 336-7a1.5.2 | φύριος (1,99,9). T |
| book 336-7a2.1 | ὑποστικτέον εἰς τὸ χεύομεν. | τὸ δὲ ἐξαγαγόντες |
| book 336-7a2.2 | ὅμοιόν ἐστι τῷ „Λαοδίκην ἐσάγουσα“ ἀντὶ τοῦ εἰσερχομένη. οὕτω |
| book 336-7a2.3 | καὶ τὸ ἐξαγαγόντες ἀντὶ τοῦ ἐξελθόντες. τὸ δὲ ἄκριτον ἀντὶ τοῦ |
| book 336-7a2.4 | ἀγνώριστον, ἀχώριστον, ὅμοιον τῷ λοιπῷ πεδίῳ. b(BCE3) |
| book 337-8.1 | δείμομεν ὦκα / πύργους: ὦκα, ἵνα μὴ ἀπίθανον |
| book 337-8.2 | δοκῇ τὸ ἐν μιᾷ ἡμέρᾳ τεῖχος γενέσθαι. b(BE3E4)T |
| book 338 | 〈εἶλαρ:〉 ὀχύρωμα. Til |
| book 339a.1 | ἐν δ’ αὐτοῖσι πύλας ποιήσομεν 〈εὖ ἀραρυίας〉: ὅτι |
| book 339a.2 | πληθυντικῶς, καὶ ὅτι μία ὑπόκειται πύλη ἐν τῷ τείχει. | τινὲς δὲ γρά‐ |
| book 339a.3 | φουσιν „ἕπτ’ ἀραρυίασ“. A |
| book 339b1.1 | ἐν δ’ αὐτοῖσ〈ι〉 πύλας ποιήσομεν: μία μὲν ἦν ἱππήλα‐ |
| book 339b1.2 | τος ἐπὶ τὸ ἀριστερὸν τοῦ ναυστάθμου πρὸς τὸ Ῥοίτειον, „νηῶν ἐπ’ |
| book 339b1.3 | ἀριστερά, τῇ περ Ἀχαιοί / 〈ἐκ πεδίου〉 νίσοντο σὺν ἵπποισιν“ (Μ |
| book 339b1.4 | 118—9)· ἄλλας δὲ πυλίδας εἶχον πρὸς ἄλλας χρείας. T |
| book 339b2.1 | μία μὲν ἱππήλατος ἐπὶ τὸ ἀριστερὸν τοῦ ναυστάθμου. τὰς |
| book 339b2.2 | δὲ λοιπὰς πυλίδας εἶχον πρὸς τὰς ἄλλας μικρὰς χρείας. b(BCE3E4) |
| book 342 | 〈ἀμφὶς ἐοῦσα:〉 γράφεται „ἀμφὶς ἔχουσα“. Til |
| book 345a.1 | Τρώων αὖτ’ ἀγορή: ἔδει γὰρ τῶν τοῦ βασιλέως υἱῶν |
| book 345a.2 | ἡττωμένων καὶ κινδυνευσάσης τῆς πόλεως ὑπὸ Διομήδους, δυσελπί‐ |
| book 345a.3 | δων ὄντων διὰ τὴν παράβασιν, σκοπεῖν τι τῶν ἀναγκαίων. ἔστι δὲ ἐν |
| book 345a.4 | τοῖς Ἕλλησι Νέστωρ, ἐν δὲ Τρωσὶν Ἀντήνωρ. b(BE3E4)T |
| book 345b | 〈πόλει ἄκρῃ:〉 ὅτι διαλελυμένως τῇ ἀκροπόλει. Aim |
| book 346a1.1 | δεινή, τετρηχυῖα: βραχὺ διασταλτέον κατ’ ἀμφότερα· |
| book 346a1.2 | μᾶλλον γὰρ οὕτως ἐμφαίνει. A |
| book 346a2 | κατ’ ἄμφω ὀλίγον διασταλτέον. Til |
| book 346b.1 | τετρηχυῖα: τεταραγμένη, ἢ διὰ τὰ προλεχθέντα ἢ διὰ |
| book 346b.2 | τὸ „πολύκλητοι δ’ ἔσαν“ (Δ 438) ἢ διὰ τὸ διχογνωμεῖν περὶ Ἑλένης |
| book 346b.3 | ὡς Ἀντήνωρ καὶ Ἀντίμαχος (cf. Η 347—53 et Λ 123—5). δηλοῖ ὡς |
| book 346b.4 | οὐχ οἱ βασιλεῖς συνήγαγον αὐτούς, ἀλλ’ ἀγανακτοῦντες ἧκον εἰς τὰ |
| book 346b.5 | βασίλεια. A b (BCE3E4)T |
| book 347a.1 | τοῖσιν δ’ Ἀντήνωρ: ὡς πρόξενος Ἑλλήνων καὶ δημη‐ |
| book 347a.2 | γορῶν καὶ θεοσεβής. Ἕκτωρ δὲ σιωπᾷ αἰσχυνόμενος διαλύειν τὴν μά‐ |
| book 347a.3 | χην, ἵνα μὴ δοκῇ δεδοικέναι διὰ τὸ νεωστὶ ἡττῆσθαι. b(BCE3E4)T |
| book 347b | 〈ἀντίον ηὔδα:〉 γράφεται „ἦρχ’ ἀγορεύειν“. Aint |
| book 351-2.1 | ὅρκια 〈πιστά /〉 ψευσάμενοι: μετρίως καὶ ἑαυτὸν |
| book 351-2.2 | συγκαταλέγει, ἵνα μὴ πικρότερον χρήσηται τῷ ἐλέγχῳ. b(BCE3E4)T |
| book 353a.1 | ἔλπομαι ἐκτελέεσθαι, 〈ἵνα μὴ ῥέξομεν ὧδε〉: ἀθετεῖ‐ |
| book 353a.2 | ται, ὅτι ἀγνοήσας τις ὅτι ὑπακοῦσαι δεῖ τῷ „οὔ νύ τι κέρδιον ἡμῖν“ |
| book 353a.3 | (Η 352) τὸ ἔσται, ὡς ἐλλείποντος τοῦ λόγου προσανεπλήρωσεν· καὶ |
| book 353a.4 | ὅτι τὸ ἵνα οὐχ Ὁμηρικῶς παρείληπται ἀντὶ τοῦ ἐάν. A |
| book 353b | 〈ἔλπομαι ἐκτελέεσθαι:〉 μετριώτερον, ὡς τὸ „ὀΐομαι ἄν‐ |
| book 353b | δρα χολωσέμεν“ (Α 78). Til |
| book 353c.1 | 〈ἐκτελέεσθαι, ἵνα μή:〉 Ἀρίσταρχος „ἐκτελέεσθαι, |
| book 353c.2 | †ἵνα† ἂν μή“. Aim |
| book 353d | ἵνα {μὴ ῥέξωμεν ὧδε}: „ἵν’ ἄν“ αἱ Ἀριστάρχου σὺν τῷ |
| book 353d | ν, | καίτοι ὠβελισμένου τοῦ στίχου. T |
| book 353e | 〈ἵνα:〉 τὸ ἵνα ἀντὶ τοῦ ἐάν παρὰ Ἡρωδιανῷ. | παρὰ δὲ |
| book 353e | τοῖς ἄλλοις ὠβέλισται. b(BCE3E4) |
| book 357a1.1 | οὐκέτ’ ἐμοὶ φίλα: οὐ γὰρ τὰ κοινῇ συμφέροντα θέλει |
| book 357a1.2 | ἀκούειν, ἅπαξ καταβυθισθεὶς τῷ ἔρωτι τῆς Ἑλένης. T |
| book 357a2.1 | οὐ γὰρ τὰ κοινῇ συμφέροντα βούλεται ἀκούειν, ἀλλὰ τὰ |
| book 357a2.2 | πρὸς ἰδίαν χάριν. b(BCE3E4) |
| book 358a1.1 | οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα: καὶ τί βέλτιον τοῦ |
| book 358a1.2 | δοῦναι τὰ ἀλλότρια καὶ τοῖς ὅρκοις ἐμμένειν; ὡς πολέμια δὲ φρονοῦντα |
| book 358a1.3 | διαβάλλει, οὐ διὰ τὸ εὐσεβές. T |
| book 358a2.1 | καίτοι οὐδὲν ἦν βέλτιον τοῦ δοῦναι τὰ ἀλλότρια καὶ τοῖς |
| book 358a2.2 | ὅρκοις ἐμμένειν. οὗτος δὲ ἡττώμενος θηλυμανίας ὡς πολέμιον αὐτὸν |
| book 358a2.3 | διαβάλλει. b(BCE3E4) |
| book 359a.1 | 〈εἰ δ’ ἐτεόν:〉 οὕτως Ἀρίσταρχος, ἄλλοι δίχα τοῦ δ, „εἰ |
| book 359a.2 | ἐτεόν“. Aint |
| book 359b.1 | εἰ δ’ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις: ὑπο‐ |
| book 359b.2 | στικτέον κατὰ τὸ τέλος τοῦ στίχου καὶ γραπτέον τὴν ἀρχὴν μετὰ τοῦ |
| book 359b.3 | δέ συνδέσμου, εἰ δ’ ἐτεὸν δὴ τοῦτον· τὸ γὰρ ἀσύνδετον ἀπρεπὲς |
| book 359b.4 | ἐνθάδε. A |
| book 360.1 | ἐξ ἄρα δή τοι ἔπειτα: αὐτὸς ἐν μεγίστῃ φρενοβλαβείᾳ ὢν |
| book 360.2 | τοῦτο ὀνειδίζει τῷ γέροντι. b(BCE3E4)T |
| book 362a | ἀντικρύ: κατὰ πρόσωπον καὶ ἐξ ἐναντίας πάντων. b |
| book 362a | (BCE3E4)T |
| book 362b.1 | ἀπόφημι: ὡς „ἄπειμι“ (ρ 593)· τὰ γὰρ ὀξυνόμενα τῶν |
| book 362b.2 | ῥημάτων ἐν τῇ συνθέσει ἀναδίδωσι τὸν τόνον. A |
| book 362c.1 | γυναῖκα μὲν οὐκ ἀποδώσω: χαρακτηρίζει κιναίδου |
| book 362c.2 | λόγον καὶ τέλεον ἀπηρυθριακότος· διὰ γοῦν τοῦ ἀποδώσω ὁμολογεῖ |
| book 362c.3 | ἀδίκως αὐτὴν ἔχειν. b(BCE3E4)T |
| book 363-4.1 | κτήματα δ’〈—〉ἐθέλω δόμεναι / οὐχ ὡς πει‐ |
| book 363-4.2 | σομένων Ἑλλήνων, ἀλλ’ ὅπως ἔχῃ πρόβλημά τι. b(BCE3E4)T |
| book 366-7.1 | Δαρδανίδης Πρίαμοσ〈—〉ἀγορήσατο: οὔτε |
| book 366-7.2 | γὰρ Ἀντήνορι ἀντιλέγει οὔτε τῷ παιδί, πολιτικὴν ὑφορώμενος στάσιν |
| book 366-7.3 | διὰ τοὺς συναιρομένους αὐτοῖς. ἢ τάχα καὶ τοὺς Ἕλληνας ἀκούων |
| book 366-7.4 | δυσχεραίνειν τῷ μήκει τῆς μάχης ᾤετο δέξασθαι τὴν πρεσβείαν. b |
| book 366-7.5 | (BCE3E4)T |
| book 370 | 〈κατὰ πτόλιν:〉 γράφεται „κατὰ στρατόν“. Aim |
| book 374.1 | μῦθον Ἀλεξάνδροιο, 〈τοῦ εἵνεκα νεῖκος ὄρωρε〉: τὸ |
| book 374.2 | τυραννικὸν Ἀλεξάνδρου †δείκνυσι πρᾳοτέρους κατὰ τῶν Τρώων |
| book 374.3 | τοὺς Ἕλληνας· b(BCE3E4)T διὰ τοῦτο γὰρ εἶπε· τοῦ εἵνεκα |
| book 374.4 | νεῖκος ὄρωρε. T |
| book 375a1.1 | καὶ δὲ τόδ’ εἰπέμεναι πυκινὸν ἔπος: πυκινόν, |
| book 375a1.2 | ἐπειδὴ τοῦτο ἀνακτήσεται τοὺς κάμνοντας, †ἵνα δὲ ὡς† ἐπιμιγνύμενοι |
| book 375a1.3 | ἀλλήλοις ἀφορμὴν τοῦ ποιήσασθαι εἰρήνην λάβωσιν. ὃ ἔσπευδον δ’ |
| book 375a1.4 | Ἕλληνες, τοῦτο δοκοῦσι χαρίζεσθαι. T |
| book 375a2.1 | ὅτι τοῦτο τοὺς κάμνοντας ἀνακτήσεται, καὶ ἵνα ἀδεῶς |
| book 375a2.2 | ἐπιμιγνύμενοι ἀλλήλοις ἀφορμὴν τοῦ ποιῆσαι εἰρήνην λάβωσιν. ὃ δὲ |
| book 375a2.3 | καὶ Ἕλληνες ἐβούλοντο, τὸ συνάξαι τοὺς νεκρούς, τοῦτο καὶ αὐτοῖς |
| book 375a2 | δοκοῦσι χαρίζεσθαι. b(BCE3E4) |
| book 382.1 | τοὺς δ’ εὗρ’ εἰν ἀγορῇ: οὐκ εἰς ἐκκλησίαν, ἀλλ’ ἕωθεν |
| book 382.2 | πρὸς Ἀγαμέμνονα ἐλθόντας, εἴ τι δέοι πράσσειν τῶν βουλευθέντων. |
| book 382.3 | b(BCE3E4)T |
| book 384.1 | ἠπύτα: ὡς „ἱππότα“ (Β 336 al.) καὶ „ἱππηλάτα“ (Δ 387 |
| book 384.2 | al.). | ἠπύτα δὲ ἀντὶ τοῦ μεγαλόφωνος. T |
| book 390.1 | ὡς πρὶν ὤφελλ’ ἀπολέσθαι: ὅτι σαφῶς ὑπὸ τῶν Τρώων |
| book 390.2 | ἐμισεῖτο Ἀλέξανδρος, πρὸς Ζηνόδοτον γράφοντα „ἀλλὰ μάλα Τρῶες |
| book 390.3 | ἐλεήμονεσ“ (Γ 56). A |
| book 390-1.1 | 〈ἠγάγετο Τροίην δ’, ὡς πρὶν ὤφελλ’ ἀπολέ‐ |
| book 390-1.2 | σθαι, / πάντ’ ἐθέλει δόμεναι:〉 τὸ ὡς πρὶν ὤφελ〈λ〉’ ἀπολέ‐ |
| book 390-1.3 | σθαι (390) εἴτε καὶ τοῖς Ἕλλησιν εἰς ἐπήκοον λέγει ὁ κῆρυξ πρὸς τὸ |
| book 390-1.4 | συγγνωμονεῖν τοῖς ἄλλοις Τρωσὶν ὡς καὶ αὐτοῖς ὀργιζομένοις, εἴτε καθ’ |
| book 390-1.5.1 | ἑαυτὸν καὶ ἠρέμα, ὡς Δημόκριτος ἀξιοῖ (Vors.6 68 B 23) ἀπρεπὲς ἡγη‐ |
| book 390-1.5.2 | σάμενος τὸ φανερῶς λέγεσθαι, †ἀμφότερα προστικτέον† ὡς διὰ μέσου |
| book 390-1.5.3 | †ἀναπεφωνημένου†· τὸ γὰρ ἑξῆς ἠγάγετο Τροίην δέ (390), πάντ’ |
| book 390-1.5.4 | ἐθέλει δόμεναι (391). A |
| book 392.1 | 〈κουριδίην δ’ ἄλοχον Μενελάου:〉 ὅτι οὐ προγεγάμη‐ |
| book 392.2 | ται ἑτέρῳ καθ’ Ὅμηρον ἡ Ἑλένη. Aint |
| book 393a.1 | ἦ μήν: περισπᾶται ὁ ἦ· ἰσοδυναμεῖ γὰρ 〈τῷ δή〉 βεβαιω‐ |
| book 393a.2 | τικῷ. ὅμοιον δέ ἐστι τὸ „ἦ μὴν καὶ πόνος ἐστίν“ (Β 291). A |
| book 393b | 〈ἦ μὴν Τρῶές γε κέλονται:〉 οὕτως ἦ μήν· βούλεται |
| book 393b | γὰρ λέγειν, Τρῶές γε μὴν †ἕλωνται. Aim |
| book 393c.1 | ἦ μὴν Τρῶές γε κέλονται: ψεύδεται εἰς τὸ κεχαρισμένον |
| book 393c.2 | Τρωσί, καὶ ἵνα ἐάσωσι ταφῆναι τοὺς Τρῶας καὶ γνόντες ὡς οὐχ οἷοί τέ |
| book 393c.3 | εἰσιν ἀναγκάσαι Ἀλέξανδρον, ἀποπλεύσωσιν. b(BCE3E4)T |
| book 394 | 〈ἠνώγεον:〉 οἱ ἄλλοι Τρῶες. Til |
| book 398.1 | ἀκὴν ἐγένοντο: στρατηγικῶς τέως Ἀγαμέμνων σιωπᾷ |
| book 398.2 | ἐπιτρέπων τοῖς Ἀχαιοῖς τὸ πέρας, ὅπως αἰσχυνόμενοι μηδὲν ἄναν‐ |
| book 398.3 | δρον εἴπωσι καὶ ἵνα καταπλαγῶσι Τρῶες τῇ τῶν συμμάχων προθυ‐ |
| book 398.4 | μίᾳ. b(BCE3E4)T |
| book 399.1 | ὀψὲ δὲ δὴ μετέειπε〈—〉Διομήδης: ἀνέμενε γὰρ τὴν |
| book 399.2 | τῶν Ἀτρειδῶν γνώμην· ὡς πεποιθὼς δὲ τῇ ἀριστείᾳ ἀνέστη. b |
| book 399.3 | (BCE3E4)T |
| book 401a | 〈μήθ’ Ἑλένην:〉 ἐπιτατικῶς. Til |
| book 401b | 〈δέ:〉 ὁ δέ ἀντὶ τοῦ γάρ. Til |
| book 402a.1 | Τρώεσσιν ὀλέθρου πείρατα: καὶ διὰ τὴν παράβασιν |
| book 402a.2 | καὶ τὸ σπεύδειν ἐπὶ τὴν διάλυσιν Τρῶας. b(BCE3E4)T |
| book 402b.1 | 〈ἐφῆπται:〉 ἐγγύς. πᾶν γὰρ τὸ ἁπτόμενον ἐγγὺς οὗ |
| book 402b.2 | ἅπτεται. Aint |
| book 403-4.1 | 〈ἐπίαχον υἷες Ἀχαιῶν /〉 μῦθον ἀγασσάμενοι: |
| book 403-4.2 | σύμψηφοι γίνονται τῇ καταθέσει· διό φησιν· „ἤτοι μῦθον Ἀχαιῶν |
| book 403-4.3 | αὐτὸς ἀκούεισ“ (Η 406). b(BCE3E4)T |
| book 404.1 | 〈μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο:〉 ὅτι |
| book 404.2 | ἐντεῦθεν μετάκειται εἰς τὴν ἀποπρεσβείαν (sc. Ι 694). Aim |
| book 407a | ὥς τοι ὑποκρίνονται: ἡ διπλῆ, ὅτι πρόθεσις ἐνήλλα‐ |
| book 407a | κται, ἀντὶ τοῦ ἀποκρίνονται. A |
| book 407b.1 | ὥς τοι ὑποκρίνονται: ἀποκρίνονται· b(BCE3)T ὅθεν |
| book 407b.2 | καὶ ὑποκριτὴς ὁ πρὸς τὸν χορὸν ἀποκρινόμενος. b(BCE3E4)T |
| book 408a.1 | ἀμφὶ δὲ νεκροῖσιν 〈κατακαιέμεν οὔ τι μεγαίρω〉: |
| book 408a.2 | βραχὺ διασταλτέον ἐπὶ τὸ νεκροῖσιν· καὶ γὰρ ἡμῖν οὕτως σύνηθες |
| book 408a.3 | δια〈σ〉τέλλειν· ‘περὶ δὲ τῶν νεκρῶν, οὐ φθονῶ θάπτειν.‘ καὶ ἄλλως |
| book 408a.4 | συναπτόμενα σόλοικον ποιεῖ τὸν λόγον. A |
| book 408b.1 | ἀμφὶ δὲ νεκροῖσιν· μετὰ ὑποκρίσεως δεῖ ὑποστίζειν εἰς |
| book 408b.2 | τὸ νεκροῖσιν. | μεγαλοφυῶς δὲ οὐκ ἀποκρύπτει τὴν ἰδίαν γνώμην. |
| book 408b.3 | ἠθικεύεται δὲ δοκῶν αὐτοῖς χαρίζεσθαι. b(BCE3E4)T |
| book 409-10a.1 | οὐ γάρ τις φειδὼ νεκύων〈—μειλισσέμεν |
| book 409-10a.2 | ὦκα〉: οὐδὲν γὰρ κέρδος τοὺς τῶν πολεμίων νεκροὺς ἀτάφους εἶναι. |
| book 409-10a.3 | b(BCE3E4)T |
| book 409-10b1.1 | ἄλλως· οὐ γάρ τις φειδὼ〈—μειλισσέμεν |
| book 409-10b1.2 | ὦκα〉: Ἀττικὴ ἡ σύνταξις· οὐ γάρ τις φειδὼ γίνεται τοῖς τεθνεῶσι |
| book 409-10b1.3 | νέκυσι χαρίζεσθαι τοῦ πυρός· τοῦτο γὰρ δηλοῖ τὸ μειλισσέμεν |
| book 409-10b1.4 | (410), ἐπεὶ γλυκεῖα ἡ χάρις. b(BCE3E4)T οὕτως ἔχει καὶ τὸ „μη‐ |
| book 409-10b1.5 | δέ τί μ’ αἰδόμενος μειλίσσεο“ (γ 96) ἀντὶ τοῦ χαρίζεο. T |
| book 409-10b2.1 | 〈οὐ γάρ τις φειδὼ—〉πυρὸς μειλισσέμεν |
| book 409-10b2.2 | ὦκα: ὁ νοῦς· οὐ φειδόμεθα ὥστε ἐκμειλίσσειν ὑμᾶς τοὺς νεκρούς. A |
| book 409.1 | 〈κατατεθνειώτων:〉 Ἀρίσταρχος „τεθνηώτων“, ἄλλοι δὲ |
| book 409.2 | τεθνειώτων. Aint |
| book 410.1 | 〈πυρὸς μειλισσέμεν ὦκα:〉 ὅτι διὰ πυρὸς ἐθάπτοντο πάν‐ |
| book 410.2 | τες. Ail |
| book 411.1 | ὅρκια δὲ Ζεὺς ἴστω: ἢ τὰ νῦν περὶ τῶν νεκρῶν ἢ τὰ πρό‐ |
| book 411.2 | τερα, ἃ παρέβησαν, ἵνα ἐκδειματώσῃ τοὺς Τρῶας. b(BCE3E4)T |
| book 412 | τὸ σκῆπτρον ἀνέσχεθε πᾶσι θεοῖσι: μάρτυρας αὐτοὺς |
| book 412 | καλῶν. T |
| book 413 | 〈Ἴλιον ἱρήν:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. AimAint |
| book 416a1.1 | ἀγγελίην ἀπέειπε: †ὅπως† μὴ προσεδέξαντο τὴν |
| book 416a1.2 | πρεσβείαν οἱ Ἕλληνες. T |
| book 416a2.1 | ἀπεδοκίμασε καὶ ὡς ἀνωφελῆ ἀνήγγειλεν, ὅτι μὴ προσε‐ |
| book 416a2.2 | δέξαντο τὴν πρεσβείαν οἱ Ἕλληνες. b(BCE3E4) |
| book 417.1 | τοὶ δ’ ὡπλίζοντο μάλ’ ὦκα: οὐκ ἔδει γὰρ λόγων ἀλλ’ |
| book 417.2 | ἀντέχεσθαι ἔργου. b(BCE3E4)T |
| book 420.1 | 〈ὤτρυνον νέκυας:〉 Ἀρίσταρχος „νέκυσ“ ἐκτεταμένως καὶ |
| book 420.2 | „ὀτρύνοντο“, οὐκ ὄτρυνον. A |
| book 421-2.1 | νέον προσέβαλ〈λ〉εν ἀρούρας 〈/ ἐξ ἀκαλαρρεί‐ |
| book 421-2.2 | ταο〉: καλῶς τῷ παρατατικῷ ἐχρήσατο· κατ’ ὀλίγον γὰρ φωτίζει τὴν |
| book 421-2.3 | γῆν ὁ ἥλιος σφαιροειδῆ οὖσαν. b(BCE3E4)T | ἐξ ἀκαλαρρείταο |
| book 421-2.4 | (422) δὲ ἐκ τοῦ πραέως ῥέοντος. T |
| book 422.1 | ἐξ ἀκαλαρρείταο 〈βαθυρρόου Ὠκεανοῖο〉: ὅτι αὐτὸς |
| book 422.2 | μὲν ἐξ Ὠκεανοῦ ἀνατέλλειν καὶ εἰς Ὠκεανόν φησι καταδύεσθαι τὸν |
| book 422.3 | ἥλιον. ὁπόταν δὲ πρόσωπον ἡρωϊκὸν εἰσάγῃ, ὑπὲρ γῆς καὶ ὑπὸ γῆν. |
| book 422.4 | τὸ αὐτὸ δὲ ποιεῖ καὶ ἐν Ὀδυσσείᾳ. A |
| book 422.5.1 | ἐξ ἀκαλαρ〈ρ〉είταο: ἡσύχως καὶ—ἥσυχον λέγουσιν. |
| book 422.5.2 | A |
| book 424.1 | ἔνθα διαγνῶναι χαλεπῶς ἦν ἄνδρ〈α〉 ἕκαστον: καὶ |
| book 424.2 | τοῦτο προσετραγῴδησεν. T |
| book 425 | 〈νίζοντες ἄπο:〉 τὸ ἑξῆς ἐστιν ἀπονίζοντες· διὸ ἀνα‐ |
| book 425 | στρεπτέον. Aint |
| book 426a1.1 | δάκρυα θερμὰ χέοντες: βαρβάρων ἴδιον ὁ θρῆνος, ἐπὶ |
| book 426a1.2 | δὲ τῶν Ἑλλήνων μόνον „ἀχνύμενοι“ φησίν (Η 431)· AT πάλιν |
| book 426a1.3 | γὰρ τὸ μὴ λυπεῖσθαι ἀπαθείας ἦν. T |
| book 426a2.1 | βαρβάρων ἴδιον ὁ θρῆνος, τῶν δὲ Ἑλλήνων τὸ μεγαλό‐ |
| book 426a2.2 | ψυχον· μόνον γὰρ „ἀχνύμενοι“ φησίν· τὸ γὰρ μηδ’ ὅλως λυπεῖσθαι |
| book 426a2.3 | ἀπαθείας ἐστίν. b(BCE3E4) |
| book 427a.1 | οὐδ’ εἴα κλαίειν Πρίαμος: ἵνα μὴ κατάδηλοι τοῖς πο‐ |
| book 427a.2 | λεμίοις εἶεν μαλακιζόμενοι. b(BCE3E4)T |
| book 427b | 〈οἱ δὲ σιωπῇ:〉 ἐν ἄλλῳ „ἀλλὰ σιωπῇ“. Aint |
| book 427-8.1 | οἱ δὲ σιωπῇ / νεκροὺς 〈πυρκαϊῇσ〉 ἐπενήνεον: |
| book 427-8.2 | πληθυντικῶς, ἐπὶ τῶν Τρώων. T |
| book 428a1.1 | πυρκαϊῆς: οὕτως αἱ Ἀριστάρχου κατὰ γενικήν· †αἱ† |
| book 428a1.2 | δὲ Ζηνοδότου „πυρκαϊῇ“. καὶ ἔστι χαριέστερον, ὡς τὸ „ἐν δὲ πυρῇ |
| book 428a1.3 | ὑπάτῃ νεκρὸν θέσαν“ (Ψ 165). AT |
| book 428a2 | οὕτως Ἀρίσταρχος †πυρκαϊὰς† κατὰ γενικήν. Aint |
| book 428b.1 | ἐπενήνεον: γράφεται καὶ „ἐπινήνεον“, καὶ ἔστιν Ἰακόν. |
| book 428b.2 | AT |
| book 429.1 | ἐν δὲ πυρῇ πρήσαντες 〈ἔβαν προτὶ Ἴλιον ἱρήν:〉 ὅτι |
| book 429.2 | ἐκαίοντο οἱ νεκροί, καὶ ὅτι θηλυκῶς τὴν Ἴλιον. A |
| book 433a.1 | ἀμφιλύκη νύξ: τὸ καλούμενον λυκόφως—ἔτι σκο‐ |
| book 433a.2 | τῶδες. | ἡ διπλῆ δέ, ὅτι ἅπαξ μόνον ἐνταῦθα τῇ λέξει κέχρηται. A |
| book 433b | ἀμφιλύκη νύξ: παρὰ τὴν λύγην, ὅ ἐστι σκιάν. καὶ λυ‐ |
| book 433b | κόφως τὸ μεταξὺ σκότους καὶ φωτός. b(BCE3E4)T |
| book 434.1 | κριτὸσ〈—〉λαός: εἰς αὐτὸ τοῦτο κριθεὶς τὰ περὶ τὴν |
| book 434.2 | πυρκαϊὰν ἐκπονῆσαι. b(BCE3E4)T |
| book 435a1.1 | τύμβον δ’ ἀμφ’ αὐτὴν ἕνα ποίεον: τὰ ἀνάξια τῆς |
| book 435a1.2 | ἡρωϊκῆς μεγαλονοίας παρατρέχει. καὶ οὐδεὶς αὐτῶν χειρωνακτῶν |
| book 435a1.3 | ὁρᾶται. T |
| book 435a2.1 | οὐ προστέθειται θρῆνος ἐνταῦθα· τὰ γὰρ ἀνάξια τῆς |
| book 435a2.2 | ἡρωϊκῆς μεγαλοφυΐας παρατρέχει. καὶ οὐδεὶς αὐτῶν χείρων ὁρᾶται |
| book 435a2.3 | τῶν ἀτάκτων καὶ θορυβωδῶν ἐκείνων Τρώων. b(BCE3E4) |
| book 436a.1 | 〈ἄκριτον ἐκ πεδίου:〉 ὅτι πολυάνδριον. πῶς οὖν „ὥς κ’ |
| book 436a.2 | ὀστέα παισὶν ἕκαστος / οἴκαδ’ ἄγῃ“ (Η 334—5); Aim |
| book 436b1.1 | ἄκριτον ἐκ πεδίου, 〈ποτὶ δ’ αὐτὸν τεῖχος ἔδει‐ |
| book 436b1.2 | μαν〉: ἐν τῇ κατὰ Ἀριστοφάνη οὕτως ἐγέγραπτο, „ἄκριτον ἐν πεδίῳ, |
| book 436b1.3 | περὶ δ’ αὐτὸν τεῖχος ἔδειμαν“· καὶ μήποτε ἄμεινον οὕτως. A |
| book 436b2.1 | {ἄκριτον} ἐκ πεδίου: ἐν τῇ Ἀριστοφάνους „ἐν πεδίῳ“, |
| book 436b2.2 | καὶ μήποτε ἄμεινον οὕτως. T |
| book 443-64a.1 | οἱ δὲ θεοὶ πὰρ Ζηνί (443) ἕως τοῦ ὣς οἱ μὲν τοι‐ |
| book 443-64a.2 | αῦτα πρὸς ἀλλήλους ἀγόρευον (464) ἀθετοῦνται στίχοι εἴκοσι |
| book 443-64a.3 | δύο, ὅτι περὶ τῆς ἀναιρέσεως τοῦ τείχους λέγει πρὸ τῆς τειχομα‐ |
| book 443-64a | χίας (sc. Μ 3—35) ὡς ἂν μὴ προειρηκὼς ἐνθάδε. A |
| book 443-64b1.1 | 〈οἱ δὲ θεοὶ—ὣς οἱ μὲν τοιαῦτα:〉 καθόλου δὲ τὴν |
| book 443-64b1.2 | τῶν θεῶν ἀγορὰν ἠθέτουν οἱ περὶ Ζηνόδοτον καὶ Ἀριστοφάνη καὶ |
| book 443-64b1.3 | αὐτὸς Ἀρίσταρχος. A |
| book 443-64b2.1 | οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἀστεροπητῇ〈— |
| book 443-64b2.2 | ὣς οἱ μὲν τοιαῦτα〉: τὴν ἀγορὰν τῶν θεῶν ἠθέτουν οἱ περὶ Ζηνόδο‐ |
| book 443-64b2.3 | τον καὶ αὐτὸς Ἀρίσταρχος. T |
| book 443-64c.1 | οἱ δὲ θεοὶ πὰρ Ζηνὶ〈—ὣς οἱ μὲν τοιαῦτα〉: τοῦ‐ |
| book 443-64c.2 | το εἰς ἀξιοπιστίαν τοῦ ἔργου καὶ ἀναιρῶν, ὃ ἐπλάσατο. T |
| book 445.1 | τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων: ἀναιρῆσαι τὸ πλάσμα |
| book 445.2 | τοῦ τείχους σπουδάζων ὁ ποιητὴς ὥσπερ ἀπὸ μηχανῆς βοήθειαν πο‐ |
| book 445.3 | ρίζεται εἰς τὸ μηδένα ἐπιζητεῖν ὕστερον τὰ τῶν τειχῶν ἴχνη. οὐδενὶ δὲ |
| book 445.4 | ἥρμοττεν ἡ κατηγορία ἢ Ποσειδῶνι καὶ Ἀπόλλωνι, ἀντιτειχιζόντων |
| book 445.5.1 | τῶν Ἑλλήνων τῷ Τρωϊκῷ τείχει. καὶ ὁ μὲν Ἀπόλλων οὐ λαλεῖ—ἦ |
| book 445.5.2 | γὰρ ἂν εἶπεν ἡ Ἥρα „εἴη κεν καὶ τοῦτο τεὸν ἔποσ“ (Ω 56)—Ποσειδῶν |
| book 445.5.3 | δὲ Ἑλληνικὸς ὢν θεὸς δοκεῖ ἀπαθῶς τῶν Ἑλλήνων κατηγορεῖν. b |
| book 445.5.4 | (BCE3E4)T |
| book 446-7.1 | ἦ ῥά τίς ἐστι βροτῶν〈—μῆτιν ἐνίψει〉: ἆρα |
| book 446-7.2 | ἔτι, φησί, τίς τῶν ἀνθρώπων κοινώσεται διὰ τῶν θυσιῶν, ἃ βούλεται, |
| book 446-7.3 | τοῖς θεοῖς; A |
| book 447a.1 | {ὅστις ἔτ’} ἀθανάτοισι: ὅτι ὡς καὶ αὐτὸς οὐκ ὢν ἀθάνα‐ |
| book 447a.2 | τος λέγει. καὶ ἐν ἄλλοις δὲ κέχρηται τῷ γένει. A |
| book 447b.1 | καὶ μῆτιν ἐνίψει: λέξει, T | ἀνακοινώσεται διὰ θυσιῶν |
| book 447b.2 | συνεργοὺς αὐτοὺς θέλων λαβεῖν· οἱ γὰρ θύοντες εἴσονται παρὰ θεῶν, |
| book 447b.3 | εἰ δεῖ ἐγχειρεῖν ἔργοις ἢ οὔ. b(BCE3E4)T |
| book 447c | ἐνίψει: τινὲς ἀντὶ τοῦ „ἐνισπήσει“ (cf. ε 98) ἢ λοιδορήσει. T |
| book 450.1 | οὐδὲ θεοῖσι δόσαν: ἠθικὸν μὴ συγκαταλέγειν ἑαυτόν, ὡς |
| book 450.2 | τὸ „ὅστις ἔτ’ ἀθανάτοισι“ (Η 447). παιδεύει δὲ ὅτι καὶ προσφιλὴς ὢν |
| book 450.3 | τοῖς Ἕλλησιν ὁ θεὸς οὐ νέμει συγγνώμην, οὐδὲ Ἀθηνᾶ, Ἀπόλλων δὲ |
| book 450.4 | σιωπᾷ· ἦ γὰρ εἶπεν Ἥρα „εἴη κεν καὶ τοῦτο τεὸν ἔποσ“ (Ω 56). Ἕλλη‐ |
| book 450.5 | νες δὲ πρόφασιν ἔχουσι τὸ ἐπὶ τῇ τῶν νεκρῶν ταφῇ τὸ τεῖχος ἐγεῖραι. T |
| book 451a.1 | τοῦ δ’ ἤτοι κλέος ἔσται, 〈ὅσην τ’ ἐπικίδναται |
| book 451a.2 | ἠώσ〉: ἴσως διὰ τὴν ποίησιν αὐτοῦ· διὰ γὰρ ταύτην τὸ τεῖχος ἀοίδι‐ |
| book 451a.3 | μόν ἐστιν, οὐ δομηθὲν τοῖς Ἕλλησιν, ἀλλ’ Ὁμήρῳ γενόμενον ἕνεκεν |
| book 451a.4 | τῆς ἐπ’ αὐτῷ μάχης. b(BCE3E4)T διὰ δὲ τοῦ ὅσην τ’ ἐπικί‐ |
| book 451a.5 | δναται ἠώς ὑπερβολικῶς καὶ τὴν ἀοίκητον περιέλαβεν. b(BE3E4)T |
| book 451b1 | 〈ὅσην:〉 Ἀρίσταρχος ὅσην, ἄλλοι δὲ „ὅσον“. Aim |
| book 451b2 | ὅσην: οὕτως Ἀρίσταρχος, Ζηνόδοτος „†τόσον“. T |
| book 452a1.1 | τό τ’ ἐγὼ καὶ Φοῖβος: χωρὶς τοῦ τέ ἐν ταῖς Ἀριστάρ‐ |
| book 452a1.2 | χου „τὸ ἐγὼ καὶ Φοῖβοσ“, κατ’ ἔνια δὲ τῶν ὑπομνημάτων „τὸ δ’ |
| book 452a1.3 | ἐγώ“. A |
| book 452a2 | Ἀρίσταρχος „τὸ ἐγώ“. Aim |
| book 453a.1 | 〈ἥρῳ:〉 ὅτι δισυλλάβως καὶ ἐν Ὀδυσσείᾳ (θ 483)· |
| book 453a.2 | „ἥρῳ Δημοδόκῳ“. Aint |
| book 453b.1 | ἥρῳ Λαομέδοντι 〈πολίσσαμεν〉: καὶ „ἥρῳ Δημοδό‐ |
| book 453b.2 | κῳ“ (θ 483) καὶ „ἦλθεν Ἄρῃ ἐπίκουροσ“ (Φ 431). τὸ δὲ πολίσσαμεν |
| book 453b.3 | ἀντὶ τοῦ περὶ πόλιν ᾠκοδομήσαμεν. T |
| book 455 | ἐννοσίγαι’ εὐρυσθενές: κατὰ γὰρ Θαλῆν (cf. Vors.6 11 A |
| book 455 | 14) ὕδατι ὀχεῖται ἡ γῆ· ὅθεν καὶ χάσματα γίνεται. T |
| book 458.1 | ὅσον τ’ ἐπικίδναται {ἠώς}: οὕτως Ἀρίσταρχος, ὅσην τ’ |
| book 458.2 | ἐπικίδναται θηλυκῶς, Ζηνοδότ〈ε〉ιος δὲ ἡ „ὅσον τ’ ἐπικίδναται“. A |
| book 464.1 | ὣς οἱ μὲν τοιαῦτα: παρεκτείνων τὸ ἔργον τὴν τῶν θεῶν |
| book 464.2 | ἀγορὰν παρέλαβεν· ἄτοπον γὰρ ἦν εἰπεῖν „ὣς οἱ μὲν πονέοντο“ (Η |
| book 464.3 | 442), εἶτα εὐθὺς „δύσετό τ’ ἠέλιοσ“ (Η 465). b(BCE3E4)T |
| book 465 | 〈δύσετο:〉 σημειοῦνταί τινες 〈ὅτι〉 ἀντὶ τοῦ ἐδύετο. Aint |
| book 466.1 | βουφόνεον: βουφονεῖν ἐστιν οὐ τὸ θύειν θεοῖς (ἄτοπον γὰρ |
| book 466.2 | ἐπὶ θυσίας φόνον λέγειν), ἀλλὰ τὸ φονεύειν βοῦς εἰς δείπνου κατα‐ |
| book 466.3 | σκευήν. A b (BCE3E4)T |
| book 467.1 | νῆες δ’ ἐκ Λήμνοιο: ἐπιτηδείως ἐδήλωσεν, πόθεν αὐτοῖς ἡ |
| book 467.2 | χορηγία ἦν. b(BCE3)T |
| book 467.1 | νῆες δ’ ἐκ Λήμνοιο παρέστασαν: Λήμνιοι τὰς ἐξ ἔθους |
| book 467.2 | —παρ’ Ἀσκληπιάδῃ ἐν τοῖς Τραγῳδουμένοις (FGrHist 12, |
| book 467.5 | 14). A |
| book 468.1 | Ἰησονίδης Εὔνηος: ὅτι καὶ τὰ Ἀργοναυτικὰ οἶδεν. οἰ‐ |
| book 468.2 | κεία δὲ Εὐνήῳ ἡ ἐμπορία καὶ πρὸς ὁμοφύλους γινομένη. T |
| book 471 | μέθυ χίλια μέτρα: ἀντὶ τοῦ μέθυος, ὅ ἐστι οἴνου. T |
| book 473.1 | ἄλλοι μὲν χαλκῷ, 〈ἄλλοι δ’ αἴθωνι σιδήρῳ〉: ὅτι |
| book 473.2 | ἀμοιβαῖς ἐχρῶντο οἱ παλαιοὶ καὶ οὐ νομίσμασιν. A |
| book 474.1 | ἄλλοι δὲ ῥινοῖς, 〈ἄλλοι δ’ αὐτῇσι βόεσσιν〉: ὅτι ῥι‐ |
| book 474.2 | νοῖς ταῖς βύρσαις, αὐταῖς δὲ βουσὶν ἀντὶ τοῦ ζώσαις. | ἰστέον δὲ ὅτι |
| book 474.3 | ὁπόταν περὶ πλήθους—προφέρονται. A |
| book 475a.1 | ἄλλοι δ’ ἀνδραπόδεσσι· 〈τίθεντο δὲ δαῖτα θά‐ |
| book 475a.2 | λειαν〉: ἀθετεῖται, ὅτι νεωτερικὴ ὀνομασία τοῦ ἀνδράποδον· οὐδὲ |
| book 475a.3 | γὰρ παρὰ τοῖς ἐπιβεβληκόσιν Ὁμήρῳ νοεῖται. λυπεῖ δὲ καὶ τὸ ἄλλοι |
| book 475a.4 | πλεονάζον. A |
| book 475b.1 | 〈ἀνδραπόδεσσι:〉 Ἀρίσταρχος διὰ τοῦ ο „ἀνδραπό‐ |
| book 475b.2 | δοισι“. Aint |
| book 475c | ἄλλοι δ’ ἀνδραπόδεσσι: οὐ περισπούδαστος γὰρ ἡ |
| book 475c.1 | τῶν ἀνδραπόδων κτῆσις b(BCE3E4)T ἐκεῖσε οὖσιν ἦν πρὸς φυ‐ |
| book 475c.2 | λακήν. b(BCE3E4) | γράφεται καὶ „ἀνδραπόδοισι“. | νεωτερικὸν τὸ |
| book 475c.3 | τῶν ἀνδραπόδων ὄνομα· διὸ καὶ ἠθέτητο ὑπὸ Ἀριστάρχου. T |
| book 475d | 〈θάλειαν:〉 ἡδεῖαν. Til |
| book 479.1 | σμερδαλέα κτυπέων: προκινεῖ καὶ ἀγωνιᾶν ποιεῖ τὸν |
| book 479.2 | ἀκροατὴν ἐπὶ τοῖς ἐσομένοις ὁ ποιητής. b(BCE3E4)T |
| book 480.1 | χέον: καλῶς τὸ χέον, ἐπεὶ μὴ προσίεται τὴν σπονδὴν ὁ |
| book 480.2 | Ζεύς, ὡς καὶ ἐπὶ τοῦ μονομαχίου Ἀλεξάνδρου (sc. Γ 296—302). b |
| book 480.3 | (BCE3E4)T |
| book 481a.1 | 〈πρὶν πιέειν, πρὶν λεῖψαι:〉 Ἀρίσταρχος „πιέμεναι, |
| book 481a.2 | πρὶν †λείψω“. Aim |
| book 481b1.1 | πρὶν λεῖψαι: πρὶν ἤ, ὡς τὸ „μὴ πρὶν παρ’ νηῶν〈— /〉 |
| book 481b1.2 | πρὶν πυρί“ (Ξ 46—7). T |
| book 481b2.1 | 〈πρὶν πιέειν, πρὶν λεῖψαι:〉 τὸ δεύτερον πρίν ἀντὶ |
| book 481b2.2 | τοῦ πρὶν ἤ, τὸ δὲ πρῶτον ἀντὶ τοῦ πρότερον. b(BCE3) |
| book 481c | 〈ὑπερμενέϊ:〉 ὡς καταιβάτῃ. Til |
| book 482a.1 | κοιμήσαντ’ ἄρ’ ἔπειτα 〈καὶ ὕπνου δῶρον ἕλον‐ |
| book 482a.2 | το〉: ὅτι διέστειλε τὸ κοιμηθῆναι καὶ τὸ ὑπνῶσαι. τοῦτο δὲ πρὸς τὸ |
| book 482a.3 | ἐν Ὀδυσσείᾳ (υ 4)· „Εὐρυνόμη δ’ ἄρ’ ἐπὶ χλαῖναν βάλε κοιμηθέντι“· |
| book 482a.4 | ἐπιφέρει γὰρ „κεῖτ’ ἐγρηγορόων“ (υ 6). Ζηνόδοτος δὲ καὶ τοῦτον |
| book 482a.5 | καὶ τὸν πρῶτον τῆς ἑξῆς ῥαψῳδίας (sc. Θ 1) ἦρκε στίχον. A |
| book 482b.1 | κοιμήσαντο: ἀνεκλίθησαν, ὡς τὸ „Εὐρυνόμη δ’ ἄρ’ ἐπὶ |
| book 482b.2 | χλαῖναν βάλε κοιμηθέντι“ (υ 4). b(BCE3E4)T |
| book 482c.1 | ὕπνου δῶρον: δῶρον ὕπνου τὸ κοίμημα, ὅπερ ἡμῖν ὁ |
| book 482c.2 | σωματοειδὴς Ὕπνος δωρεῖται. A b (BCE3E4)T |
| book postscr.1 | Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς |
| book postscr.2 | Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας |
| book postscr | Ἡρωδιανοῦ καὶ 〈ἐκ〉 τῶν Νικάνορος Περὶ στιγμῆς. A |
| book 0.1 | Τὴν ῥαψῳδίαν †κῶλον† μάχην καλοῦσι· συντέμνει γὰρ τὴν |
| book 0.2 | διήγησιν συναχθόμενος τοῖς Ἀχαιοῖς. A b (BCE3E4)T |
| book 1.1 | ἠώς: σημαίνει πολλά. ὁτὲ μὲν—ἐς Ἴλιον εἰλήλουθα (Φ |
| book 1.2 | 80—1). A |
| book 1a.1 | ἠὼς 〈μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ’ αἶαν〉: |
| book 1a.2 | ὅτι Ζηνόδοτος μετατίθησι τὴν ἀνατολὴν κάτω πρὸς τὸ „οἱ δ’ ἄρα |
| book 1a.3 | δεῖπνον ἕλοντο“ (Θ 53), ὥστε τὴν τῶν θεῶν ἀγορὰν ὀψὲ γίνεσθαι |
| book 1a.4 | ἀπρεπῶς. A |
| book 1b.1 | κροκόπεπλος: ὅταν πολὺ σκότους ἔχῃ, ὀλίγον δὲ φωτός. |
| book 1b.2 | τὸ δὲ „ῥοδοδάκτυλοσ“ (Α 477 al.) ἐναντίον. ποιητικὴ δέ ἐστι περί‐ |
| book 1b.3 | φρασις, A b (BCE3E4)T ὡσεὶ εἶπεν ‘ἡμέρα μὲν γέγονεν‘. A b |
| book 1b.4 | (BE3E4)T |
| book 1c.1 | ἐκίδνατο: ἐν παρατάσει· σφαιροειδὴς γὰρ οὖσα ἡ γῆ οὐ |
| book 1c.2 | πᾶσα ὑφ’ ἓν φωτίζεται. A b (BCE3E4)T |
| book 2a.1 | Ζεὺς δὲ θεῶν ἀγορήν: εἰκότως νῦν ἄρχεται συμμαχεῖν Τρω‐ |
| book 2a.2 | σὶν ὁ Ζεύς, ὁπότε τῆς παραβάσεως δίκας ἀπέτισαν Διομήδει καὶ Πάν‐ |
| book 2a.3 | δαρος ἀνῃρέθη καὶ Τρῶες ὡμολόγησαν τὴν παράβασιν, δι’ ὧν πέμ‐ |
| book 2a.4 | πουσιν Ἰδαῖον ἀπολογούμενον τοῖς Ἕλλησιν. b(BCE3E4)T αὔξει |
| book 2a.5 | δὲ τὰ Ἑλλήνων ὁ ποιητής, εἴ γε καὶ ἐκκλησίας ἐδέησε τῷ Διῒ ἔν τε τοῖς |
| book 2a.1 | ἑξῆς (sc. Θ 133—5) καὶ κεραυνῶν πρὸς τὴν ἧτταν αὐτῶν· καὶ ἐν ἄλλοις |
| book 2a.2 | (sc. Δ 1. Η 443. Υ 4) μὲν γὰρ ποιεῖ ἐκκλησιάζοντας τοὺς θεούς, ἀλλ’ |
| book 2a.3 | ἁπλούστερον, ἐνταῦθα δὲ Ζεὺς συνάγει καὶ πρωτολογεῖ, τόπος τε |
| book 2a.4 | ἀποδείκνυται τῇ ἀγορᾷ ὡς δὴ περὶ μεγάλων καὶ ἀναγκαίων. δηλοῖ δὲ |
| book 2a.10.1 | καὶ ἡ ἕωθεν ἀγορὰ τὸ παννύχιον αὐτὸν περὶ αὐτῆς ἐσκέφθαι· ἄλλως τε |
| book 2a.10.2 | καὶ προεῖπε· „παννύχιος δέ σφιν κακὰ μήδετο“ (Η 478). μέγα οὖν, εἰ |
| book 2a.10.3 | ἐν τοιούτῳ καιρῷ κἂν ἀντέσχον Ἕλληνες. b(BE3E4)T |
| book 2b.1 | 〈τερπικέραυνος:〉 ὁ τοῖς κεραυνοῖς τρέπων τοὺς ἐναν‐ |
| book 2b.2 | τίους. b(BCE3)Til |
| book 3.1 | 〈ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο:〉 καὶ ὅτι |
| book 3.2 | ἀντὶ τοῦ ἄκρᾳ, καὶ ὅτι λείπει ἡ ἐπί, καὶ ὅτι τὰ ἐπίθετα ὡς ἐπὶ ὄρους. |
| book 3.3 | Aim |
| book 4a1.1 | θεοὶ δ’ ὑπὸ πάντες ἄκουον: ἡ ὑπό φέρεται †καὶ ἐπὶ |
| book 4a1.2 | τοῦ† ἄκουον· διὸ οὐκ ἀναστρεπτέον. τὸ αὐτὸ δὲ καὶ ἐπὶ πάσης προ‐ |
| book 4a1.3 | θέσεως ἔστιν ἰδεῖν ἐχούσης σύνταξιν πρὸς τὰ ἐπιφερόμενα. „οἳ κατὰ |
| book 4a1.4 | βοῦς Ὑπερίονος Ἠελίοιο / ἤσθιον“ (α 8—9)· καὶ γὰρ διαφέρει τὸ |
| book 4a1.5.1 | ἀκούειν ἁπλῶς λεγόμενον τοῦ ὑπακούειν, ᾗ ἐκ μὲν τοῦ ἀκούειν οἷόν τ’ |
| book 4a1.5.2 | ἐστὶν ἐκδέξασθαι καὶ τὸ μόνον ἀκοῦσαι, μὴ μέντοι πείθεσθαι τοῖς λε‐ |
| book 4a1.5.3 | γομένοις. οὕτως οὖν τινες ἐδέξαντο „οὐδ’ ἐσάκουσε πολύτλας δῖος |
| book 4a1.5.4 | Ὀδυσσεύσ“ (Θ 97)· ἀκούσας γὰρ οὐκ ἐπείσθη· διὸ ἐν ἑτέροις Ὀδυσ‐ |
| book 4a1.5.5 | σεὺς ἐπαινούμενος ὑπὸ τοῦ Διομήδους παραιτεῖται καὶ τὸ ἐπισκώ‐ |
| book 4a1.10.1 | πτεσθαι, ἐν οἷς φησι „Τυδείδη, μή τ’ ἄρ με μάλ’ αἴνεε μή τέ τι νείκει“ (Κ |
| book 4a1.10.2 | 249). ἐν μέντοι τῷ ὑπακούειν τὸ πάντως πείθεσθαι τοῖς λεγομένοις ἤτοι |
| book 4a1.10.3 | ἑκόντας ἢ ἄκοντας. οὕτως οὖν ἔχει καὶ τὸ ὑπήκοος, ὥσπερ ὑποτεταγ‐ |
| book 4a1.10.4 | μένος τινί. τοῦτο δὲ ἀπαιτεῖ ἡ διάνοια· οἱ γὰρ θεοὶ ὑπήκουον τῷ Διῒ |
| book 4a1 | ὡς ὑποτεταγμένοι. A |
| book 4a2.1 | θεοὶ δ’ ὑπὸ πάντες ἄκουον: ἡ ὑπό πρὸς τὸ ἄκουον· |
| book 4a2.2 | διὸ οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν, πρὸς τὸ πειθαρχικόν· b(BCE3) |
| book 4a2.3 | T ὑπακούειν γάρ ἐστι τὸ τὰ λεγόμενα πράσσειν ἑκόντας ἢ ἄκον‐ |
| book 4a2.4 | τας. b(BCE3E4)T |
| book 5.1 | κέκλυτέ μευ, πάντες 〈τε〉 θεοὶ 〈πᾶσαί τε θέαιναι〉: |
| book 5.2 | κοινοποιεῖται τὴν ἀρετήν, ἵνα μὴ λυπήσῃ τοὺς Ἀχαϊκούς. τὸ δὲ |
| book 5.3 | θέαιναι δι’ Ἥραν καὶ Ἀθηνᾶν. b(BCE3E4)T |
| book 7a1.1 | μήτε τις οὖν θήλεια θεός: καὶ νῦν ἀπ’ αὐτῶν ἄρχεται, |
| book 7a1.2 | ὑπονοῶν τὰς περὶ Ἥραν· οἶδε γὰρ ταύτας ἀπειθούσας. T |
| book 7a2.1 | ἀπὸ τῶν θηλειῶν ἄρχεται ὑπονοῶν αὐτῶν τὸ θορυβῶδες καὶ |
| book 7a2.2 | ἄτακτον· ἧττον γὰρ οἱ ἄρρενες ἢ αἱ θήλειαι ταραχώδεις εἰσί. b |
| book 7a2.3 | (BCE3E4) ταῦτα δὲ δι’ Ἥραν καὶ Ἀθηνᾶν φησιν. b(BE3E4) |
| book 7b | 〈θεός:〉 Ἀρίσταρχος „θεῶν“. Aim |
| book 7c.1 | θήλεια θεὸσ〈—ἄρσην〉: τὸ θεός κοινόν, ᾧ ἀντὶ τοῦ |
| book 7c.2 | ἄρθρου παρέπλεξε τὸ θήλεια καὶ ἄρσην. b(BCE3E4)T |
| book 8.1 | διακέρσαι 〈ἐμὸν ἔποσ〉: διακόψαι· ὅθεν καὶ κέρμα τὸ εἰς |
| book 8.2 | μικρὰ διακεκομμένον. a b (BCE3)T τὸ δὲ ἐμὸν ἔπος τὴν ἐμὴν |
| book 8.3 | ἐπαγγελίαν, ἣν ὑπεσχόμην Θέτιδι. πρόθυμος δέ ἐστι δεικνύς, οἵους δεῖ |
| book 8.4 | περὶ τὰς ὑποσχέσεις εἶναι. b(BCE3E4)T |
| book 9a.1 | 〈τάχιστα:〉 σπεύδει γὰρ ἐξαγαγεῖν Πάτροκλον καὶ τιμῆσαι |
| book 9a.2 | Ἀχιλλέα. b(BCE3E4)Til |
| book 9b.1 | τελευτήσω τάδε ἔργα: ποῖα ἔργα; τὸ τιμῆσαι μὲν Ἀχιλ‐ |
| book 9b.2 | λέα, πολλοὺς δὲ τῶν Ἑλλήνων ἀπολέσαι. πιθανῶς δὲ οὐκ ἐπεξηγεῖται, |
| book 9b | ποῖα ἔργα. b(BE3E4)T |
| book 10-1.1 | ὃν δ’ ἂν ἐγὼν ἀπάνευθε θεῶν 〈ἐθέλοντα νοήσω / |
| book 10-1.2 | ἐλθόντ’ ἢ Τρώεσσιν ἀρηγέμεν ἢ Δαναοῖσι〉: τὸ ἑξῆς· ὃν ἂν ἐγὼ |
| book 10-1.3 | ἴδω τῶν θεῶν χωρὶς ἐμοῦ καὶ δίχα τῆς ἐμῆς ἐπιτροπῆς ἐλθόντα εἰς τὴν |
| book 10-1.4 | μάχην, θέλοντα Τρωσὶν ἢ Ἕλλησι βοηθῆσαι. b(BCE3E4)T |
| book 10a1.1 | 〈ἀπάνευθε:〉 ἐν τῇ Ἀριστοφάνους „ἀπάτερθε“, Ζηνόδο‐ |
| book 10a1.2 | τος „μετόπισθε“. Aim |
| book 10a2.1 | Ἀριστοφάνης „ἀπάτερθε“. {χωρὶς ἐμοῦ, δίχα ἐμῆς ἐπιτρο‐ |
| book 10a2.2 | πῆς} Til |
| book 11.1 | 〈ἢ Τρώεσσιν—ἢ Δαναοῖσιν:〉 τὸ κοινὸν οὐ λυπεῖ. |
| book 11.2 | b(BCE3E4)Til |
| book 12a.1 | 〈πληγεὶς οὐ κατὰ κόσμον ἐλεύσεται Οὔλυμπον |
| book 12a.2 | δέ:〉 τὸ οὐ κατὰ κόσμον βέλτιον τοῖς ἑξῆς συνάπτειν· †συλλαβῶν |
| book 12a.3 | γὰρ αὐτόν. Aim |
| book 12b.1 | ἄμεινον ὑποστίζειν εἰς τὸ πληγείς, καὶ ἔστιν b(BCE3)Til |
| book 12b.2 | ἀντὶ τοῦ κεραυνωθείς· b(BCE3E4)Til καὶ „οὐκ ἂν ἐφ’ ὑμετέρων |
| book 12b.3 | ὀχέων πληγέντε κεραυνῷ“ (Θ 455). Til |
| book 12c.1 | πληγεὶς οὐ κατὰ κόσμον 〈ἐλεύσεται Οὔλυμπον |
| book 12c.2 | δέ〉: διδάσκει ὡς οἱ παραβαίνοντες τὰ τῶν ἀρχόντων θεσπίσματα |
| book 12c.3 | κολαστέοι εἰσίν. b(BCE3E4)T |
| book 13a | 〈ἤ:〉 τὸ ἤ ἀντὶ τοῦ ἀλλά. Til |
| book 13b.1 | ἐς Τάρταρον ἠερόεντα: ὡς τὰ οὐράνια—εἰς Τάρ‐ |
| book 13b.2 | ταρον. Α | ἐναντίος Ὀλύμπῳ ὁ Τάρταρος· ὁ μὲν γὰρ „†οὔποτ’† |
| book 13b.3 | ἀνέμοισι τινάσσεται οὐδέ ποτ’ ὄμβρῳ“ (ζ 43), ὁ δὲ Τάρταρος καὶ τε‐ |
| book 13b.4 | τάρακται καὶ ψυχρὸς εἶναι δοκεῖ· καὶ γοῦν τὸ σφόδρα ῥιγοῦν ταρ‐ |
| book 13b.5.1 | ταρίζειν φασίν. καὶ ὁ μὲν ὅλος καταλάμπεται, ὁ δὲ ἠερόεις ἐστίν. A |
| book 13b.5.2 | b(BCE3E4)T |
| book 13b | Τάρταρος: τὸ ὑπὸ τὴν γῆν—ἀπεδέξαντο. A |
| book 14a1.1 | ὑπὸ χθονός ἐστι βέρεθρον: οἱ Ἀττικοὶ βάραθρόν φα‐ |
| book 14a1.2 | σιν. πῶς δὲ †μεσούσης† κατενεχθήσεται εἰς Τάρταρον· ἢ ὅτι οἱ ἀπει‐ |
| book 14a1.3 | λοῦντες †πάντα δυνατά. T |
| book 14a2.1 | οἱ Ἀττικοὶ βάραθρον αὐτό φασιν. b(BCE3E4) πῶς δὲ |
| book 14a2.2 | δύναταί τις ἐκεῖσε κατελθεῖν· φαμὲν δὲ ὅτι οἱ ἀπειλοῦντες τὰ ἀδύνατα |
| book 14a2.3 | σχεδὸν ἀπειλοῦσι πρὸς κατάπληξιν. b(BE3E4) |
| book 15.1 | ἔνθα σιδήρειαί τε πύλαι: κολαστήριον γάρ ἐστι φυλάσσον |
| book 15.2 | τοὺς δεσμώτας· b(BCE3E4)T καὶ „πυλάρταο κρατεροῖο“ (Ν |
| book 15.3 | 415). οὐχ ἱστορεῖ δέ, ἀλλὰ φοβερὰν δείκνυσι τὴν ἄνοδον. b(BE3E4)T |
| book 16a.1 | τόσσον ἔνερθ’ Ἀΐδεω, 〈ὅσον οὐρανός ἐστ’ ἀπὸ |
| book 16a.2 | γαίησ〉: πρὸς τὴν καθ’ Ὅμηρον τοῦ κόσμου τάξιν. καὶ ὅτι οὐδὲν |
| book 16a.3 | τοιοῦτον ἐπὶ τοῦ Ὀλύμπου λέγει. καὶ ὅτι λείπει τὸ ὕπερθεν, ὅσον |
| book 16a | ἐστὶν ὕπερθεν. A |
| book 16a.5.1 | τόσσον ἔνερθ’ Ἀΐδεω: τοσοῦτόν φησι—ἴσας λέγων |
| book 16a.5.2 | εἶναι. A |
| book 16b1.1 | τόσσον ἔνερθ’ Ἀΐδεω: ἔδει τόσον ἔνερθ’ ἀπὸ γῆς. |
| book 16b1.2 | τάχα οὖν ἀπὸ τῆς ἀρχῆς τοῦ Ἅιδου φησίν. | ὡς οὐράνια τρία διαστή‐ |
| book 16b1.3 | ματα ἔχει, ἀέρα μέχρι νεφελῶν, εἶτα αἰθέρα μέχρι τῶν φαινομένων καὶ |
| book 16b1.4 | τῆς Διὸς ἀρχῆς, οὕτω καὶ ἀπὸ γῆς εἰς Ἅιδου, ἀπὸ δὲ Ἅιδου εἰς Τάρτα‐ |
| book 16b1.5.1 | ρον. δῆλον δὲ ὅτι οὐ σφαιροειδὴς ἡ γῆ κατὰ τοῦτον τὸν λόγον, ἀλλ’ |
| book 16b1.5.2 | ἐπίπεδος. T |
| book 16b2.1 | τὰ οὐράνια, ὥς φησι, τρία διαστήματα ἔχει, ἀέρα μέχρι |
| book 16b2.2 | νεφελῶν, εἶτα αἰθέρα μέχρι τῶν φαινομένων καὶ τῆς Διὸς ἀρχῆς· |
| book 16b2.3 | οὕτω καὶ ἀπὸ τῆς γῆς εἰς Ἅιδου, ἀπὸ δὲ Ἅιδου εἰς τὸν Τάρταρον. δῆ‐ |
| book 16b2.4 | λον δὲ ὡς τὸ μέσον κέντρον ἐστὶν ἡ γῆ. b(BCE3E4) | ἔδει δὲ εἰπεῖν τόσ‐ |
| book 16b2.5.1 | σον ἔνερθε γῆς ὅσον ἀπ’ αὐτῆς εἰς οὐρανόν. τάχα οὖν τὸ Ἀΐδεω |
| book 16b2.5.2 | ἀπὸ τῆς ἀρχῆς τοῦ Ἅιδου φησίν. b(BE3E4) |
| book 18a | εἰ δ’ ἄγε πειρήσασθε: πεῖραν λάβετε. A | τῷ ἀποτόμως |
| book 18a.1 | ἀπειλοῦντι καὶ τὴν ῥώμην οὐκ ἄτοπον ἐνδείκνυσθαι· A b (BCE3E4) |
| book 18a.2 | T εἰ βούλεσθε τὴν διαφορὰν γνῶναι, πειράθητε. b(BCE3E4)T |
| book 18a.3 | μεγάλα δὲ ὄντα τὰ προστάγματα A b (BE3E4)T μείζοσιν ὑπερ‐ |
| book 18a.5.1 | βολαῖς ἐπιστώσατο. | τοῦτον δὲ καὶ τὸν ἑξῆς συνάπτει Νικάνωρ (p. |
| book 18a.5.2 | 193 Frdl.)· b(BE3E4)T εἰς δὲ τὸ „κρεμάσαντεσ“ (Θ 19) τελείαν |
| book 18a.5.3 | τίθησιν. b(BCE3E4)T |
| book 18b1.1 | {ἵνα} εἴδετε {πάντες}: ὡς λέγετε. ἢ συστολὰς μὲν τὰ |
| book 18b1.2 | τοιαῦτα παραληπτέον ἢ ἐναλλαγὰς ἐγκλίσεων, „ὄφρ’ εὖ πᾶσαι / |
| book 18b1.1 | εἴδετ’ ἀκούουσαι“ (Σ 52—3)· „μηδ’ ὡς Πάτροκλον λίπετ’ αὐτόθι |
| book 18b1.2 | τεθνειῶτα“ (Τ 403)· „ὄφρα καὶ †αὐτώ μοι σαώσετον ἐκ πολέμου“ (Ρ |
| book 18b1.5.1 | 452)· „αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων / βούλεται ἀντιάσασ“ |
| book 18b1.5.2 | (Α 66—7). A |
| book 18b2.1 | {ἵνα εἰδῆτε πάντες:} ἢ συστολὰς ἢ ἐναλλαγὰς κλίσεων νο‐ |
| book 18b2.2 | μιστέον τὰ τοιαῦτα, ὡς τὸ „ὅθ’ ἡδέϊ λέξεται ὕπνῳ“ (Δ 131). T |
| book 19.1 | σειρὴν χρυσείην 〈ἐξ οὐρανόθεν κρεμάσαντεσ〉: ὅτι εἰ μὴ |
| book 19.2 | ἐκδεξόμεθα Ὄλυμπον (cf. Θ 25) τὸ ἐπὶ Μακεδονίας ὄρος, οὐ συμφωνή‐ |
| book 19.3 | σει τῇ διαθέσει ταύτῃ· ἐπὶ γὰρ τοῦ οὐρανοῦ στάς φησιν τὸν Ὄλυμ‐ |
| book 19.4 | πον ἀνέλκειν τῆς σειρᾶς ἐκ τοῦ ῥίου (cf. Θ 25) ἐκδεθείσης. καὶ ὅτι ἡ |
| book 19.5 | ἔξ περισσή. A |
| book 19 | σειρὴν χρυσείην: χρυσῆν προσέθηκεν—τὸν ἥλιον. A |
| book 19.1 | σειρὴν ἐξ †οὐρανῶθεν† κρεμάσαντες καὶ τὰ ἑξῆς: κατὰ |
| book 19.2 | τὸν μῦθον ὁ Ζεὺς—ὥστε ἢ αὐτὸν καθελκυσθῆναι †ὑπ’ αὐτοῦ. A |
| book 20.1 | πάντες δ’ ἐξάπτεσθε θεοὶ 〈πᾶσαί τε θέαιναι〉: ταῦτά |
| book 20.2 | φησι δεικνὺς ὡς οὐ καθ’ ἕνα, συλλήβδην δὲ πάντων κρείττων. b |
| book 20.3 | (BCE3E4)T καὶ Ποσειδῶν· οὔ πως ἔστι „Διῒ Κρονίωνι μάχεσθαι/ |
| book 20.4 | ἡμέας τοὺς ἄλ[λουσ]“ (Θ 210—1). T |
| book 22a.1 | 〈Ζῆν’ ὕπατον μήστωρ’:〉 ὅτι ἀντὶ τοῦ ἐμέ, ὡς περὶ ἄλ‐ |
| book 22a.2 | λου. Aint |
| book 22b.1 | 〈Ζῆν’ ὕπατον μήστωρ’:〉 δείκνυσιν, οἷς δεῖ κοσμεῖσθαι |
| book 22b.2 | τὸν ἄρχοντα, ῥώμῃ καὶ συνέσει. b(BCE3E4)Til |
| book 22c | 〈κάμοιτε:〉 γράφεται καὶ „πάθοιτε“. AimT |
| book 23a1.1 | πρόφρων ἐθέλοιμι {ἐρρῦσαι}: Ἀρίσταρχος διὰ τοῦ ω |
| book 23a1.2 | „ἐθέλωμι“. Πτολεμαῖος δὲ ὁ τοῦ Ὀροάνδου ἀντὶ τοῦ πρόφρων |
| book 23a1.3 | „πρόσσω“ γράφει. A |
| book 23a2.1 | {ἀλλ’ ὅτε δὴ πρόφρων:} οὕτω διὰ τοῦ ω. Πτολεμαῖος δὲ |
| book 23a2.2 | ἀντὶ τοῦ πρόφρων „πρόσ〈σ〉ω“ [γράφει]. T |
| book 23a3 | Ἀρίσταρχος „ἐθέλωμι“. Aim |
| book 24.1 | αὐτῇ κεν γαίῃ ἐρύσαιμι: λείπει ἡ σύν, ὡς τὸ „αὐτῇσι |
| book 24.2 | ῥίζῃσι“ (Ι 542). | πιθανῶς δὲ οὐ μόνους εἶπεν ἀνασπάσειν θεούς, ἀλλὰ |
| book 24.3 | καὶ τὸν περιέχοντα αὐτοὺς τόπον, τὸν Ὄλυμπον. b(BCE3E4)T |
| book 25-6.1 | σειρὴν μέν κεν〈—πάντα γένοιτο〉: ὅτι Ζηνόδο‐ |
| book 25-6.2 | τος ἀμφοτέρους ἠθέτηκεν. δι’ αὐτῶν δὲ διδασκόμεθα †πᾶσαν τὴν γῆν |
| book 25-6.3 | σὺν τῇ θαλάσσῃ. A |
| book 25a | 〈ἔπειτα:〉 ὅταν θελήσω ἐρύσαι φησίν. Aint |
| book 25b.1 | περὶ ῥίον: ἵνα αὐτὸ δεσμεύσας καὶ τὰ λοιπὰ ἐπάρῃ, συν‐ |
| book 25b.2 | ερριζωμένης αὐτῷ μὲν τῆς γῆς, τῇ δὲ γῇ τῆς θαλάττης. b(BCE3E4)T |
| book 25b.1 | σειρὴν μέν κεν: ἐνταῦθα οἱ μέν φασι τὸν Ὅμηρον αἰνίττε‐ |
| book 25b.2 | σθαι—ἐκ τοῦ φανερῶς κρατεῖν. A |
| book 26 | 〈τὰ δέ κ’ αὖτε μετήορα πάντα γένοιτο:〉 δείκνυσιν ὅτι |
| book 26 | βέβηκεν ὁ Ὄλυμπος καὶ οὐκ ἔστι μετέωρος. Til |
| book 27.1 | περί τ’ εἰμὶ θεῶν περί τ’ εἴμ’ ἀνθρώπων: ἔδει τὸ ἀσθενὲς |
| book 27.2 | προτάξαι. ἢ τὸ μέτρον αἴτιον· b(BCE3)T „ὥστε γὰρ ἠελίου |
| book 27.3 | αἴγλη πέλεν ἠὲ σελήνησ“ (δ 45): T ἢ εὐτελίζων τοὺς θεούς. b |
| book 27.4 | (BCE3)T |
| book 28.1 | ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες: ἐντεῦθεν ἕως τοῦ „πρόφρονι |
| book 28.2 | μυθέομαι“ (Θ 40) ἀθετοῦνται στίχοι τρεῖς καὶ δέκα, ὅτι ἐξ ἄλλων τό‐ |
| book 28.3 | πων μετάκεινται. καὶ ἐν τοῖς κατὰ μέρος διαπίπτει οὐκ ὀρθῶς χρώμενος |
| book 28.4 | ταῖς λέξεσιν· „ὀδυσσαμένοιο τεοῖο“ (Θ 37)· τοῦτο γάρ ἐστι τοῦ σοῦ, |
| book 28.5 | θέλει δὲ ὁ λόγος ὀργισθέντος σοῦ, ἀσυνάρθρως. A |
| book 29.1 | ἀγασσάμενοι: γράφεται καὶ „φρασσάμενοι“· ATil μᾶλ‐ |
| book 29.2 | λον δὲ τὸ ἀγασσάμενοι τοῖς ἑξῆς συνᾴδει. A |
| book 30.1 | ὀψὲ δὲ δὴ μετέειπε 〈θεὰ γλαυκῶπις Ἀθήνη〉: πιθανῶς |
| book 30.2 | οὐχὶ Ἥρα λέγει· ἐξεκαύθη γὰρ ἂν μεγάλη ἔρις, εἰωθυίας ἀεὶ πρὸς τὸν |
| book 30.3 | Δία ἀντιλέγειν. Ἀθηνᾶ δὲ μετὰ αἰδοῦς τῷ πατρὶ διαλέγεται b(BCE3 |
| book 30.4 | E4)T μετριώτερον, οὐχ ὡς ἡ Ἥρα φθεγγομένη· ἄλλως τε καὶ |
| book 30.5.1 | τοῖς προοιμίοις αὐτὸν ἐξαίρει καὶ τὰ μὲν κελευσθέντα φησὶν ἀποπλη‐ |
| book 30.5.2 | ροῦν, ὑποθήκης δὲ ἀξιοῖ μὴ φθονέσαι, καὶ ταῦτα οὐχ ἵνα αὐτῷ ἐμπο‐ |
| book 30.5.3 | δίσῃ, ἀλλ’ ὅπως μὴ πάντες ἀπόλωνται. b(BE3E4)T |
| book 31.1 | ὦ πάτερ ἡμέτερε, 〈Κρονίδη, ὕπατε κρειόντων〉: με‐ |
| book 31.2 | τρίοις χρῆται λόγοις· πατέρα γὰρ αὐτὸν ἐν προοιμίοις ἀποκαλεῖ καὶ |
| book 31.3 | τῶν ἄλλων θεῶν μέγιστον καὶ τὴν ὑπεροχήν, ἣν ἔχειν βούλεται, μαρ‐ |
| book 31 | τυρεῖ συντόμως. b(BCE3E4)T |
| book 32-4 | εὖ νυ καὶ ἡμεῖς—ὄλωνται: τούτους πάλιν μετ’ |
| book 32-4.1 | ὀλίγα ἡ Ἥρα παραγίνεται λέγουσα (sc. Θ 463—5). | αἱ τοιαῦται δὲ |
| book 32-4.2 | προσφωνήσεις—παραδίδωσιν. A |
| book 33.1 | ἀλλ’ ἔμπης Δαναῶν 〈ὀλοφυρόμεθ’ αἰχμητάων〉: ὁ μὲν |
| book 33.2 | οὐκ ἐγύμνωσεν ἑαυτοῦ τὴν γνώμην ὅτι τοῖς Τρωσὶν ἐπικουρεῖν θέλει, |
| book 33.3 | b(BCE3E4)T ἀλλ’ ἀμφοτέροις βοηθεῖν ἐκώλυσεν· b(BE3E4)T |
| book 33.4 | ἡ δὲ ξυνιεῖσα ἤλεγξεν αὐτοῦ τὴν προαίρεσιν. b(BCE3E4)T |
| book 34.1 | κακὸν οἶτον: διὰ τοῦτο γὰρ ἄχθεται, οὐχ ὅτι ἀπολοῦνται· ὃ |
| book 34.2 | καὶ οἶκτον ἐκίνησεν. b(BCE3E4)T |
| book 35-6.1 | πολέμου μὲν ἀφεξόμεθα〈—ὀνήσει〉: τὸ μὲν γὰρ |
| book 35-6.2 | ἐπαμῦναι ἔργῳ ἐναντίωσιν ἔχει τοῦ Διός· τὸ δὲ λόγῳ πρὸς τὸ μὴ πάν‐ |
| book 35-6.3 | τας ἀπολέσθαι, ἀλλὰ δεηθῆναι Ἀχιλλέως καὶ αὐτὸς θέλει· b(BCE3E4) |
| book 35-6.4 | T „οὐδ’ ὅ γε πάμπαν / ἤθελε λαὸν ὀλέσθαι / ἀλλὰ Θέτιν κύδαινε“ |
| book 35-6.5 | (Ν 348—50). T |
| book 35a1.1 | 〈ὡς σὺ κελεύεις:〉 οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ „εἰ σὺ |
| book 35a1.2 | κελεύεισ“. Aim |
| book 35a2 | „ὡς σὺ κελεύεισ“. Til |
| book 37a.1 | 〈ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο〉 τεοῖο: ἀθε‐ |
| book 37a.2 | τοῦσιν. οὐδὲ ἐν τῇ Ζηνοδότου δὲ ἐφέρετο· τὸ γὰρ τεοῖο συγχεῖ τὸν |
| book 37a.3 | λόγον. | ὀδοὺς ὀδύσσω, παρ’ ὃ „ὀδὰξ ἐν χείλεσι φύντεσ“ (α 381. |
| book 37a.4 | ς 410). T |
| book 37b | ὀδυσσαμένοιο τεοῖο: τοῦ σοῦ οὐδετέρως, ὡσεὶ λέγοι· |
| book 37b | ἐπεὶ τὰ σὰ οὕτω πρὸς αὐτοὺς ἔχει. T |
| book 39-40.1 | θάρσει, Τριτογένεια, 〈—ἤπιος εἶναι〉: ὅτι |
| book 39-40.2 | ὑπὸ Διὸς πάλιν λέγονται πρὸς Ἀθηνᾶν πρὸ τῆς Ἕκτορος τελευτῆς |
| book 39-40.3 | (sc. Χ 183—4). ἐναντιοῦνται δὲ ἐνθάδε τοῖς ὑποκειμένοις. A |
| book 39a.1 | Τριτογένεια: Μῆτιν τὴν Ὠκεανοῦ ἀμείβουσαν εἰς πολλὰ |
| book 39a.2 | τὴν μορφὴν Ζεὺς βουλόμενος παρ’ ἑαυτῷ ἔχειν κατέπιεν ἔγκυον οὖσαν |
| book 39a.3 | ὑπὸ Βρόντου τοῦ Κύκλωπος. τελεσφορηθείσης δὲ τῆς παιδὸς ὁ Ζεὺς |
| book 39a.4 | διὰ τῆς κεφαλῆς τεκὼν δίδωσι τῷ Τρίτωνι τῷ ποταμῷ τρέφειν. ὅθεν |
| book 39a.5.1 | Τριτογένεια ἐκλήθη ὡς ἐκ τριῶν συναυξηθεῖσα, Βρόντου Διὸς Τρί‐ |
| book 39a.5.2 | τωνος. Δημόκριτος (Vors.6 68 B 2) δὲ ἐτυμολογῶν τὸ ὄνομά φησιν |
| book 39a.5.3 | ὅτι φρόνησίς ἐστιν, ἀφ’ ἧς τρία συμβαίνει, εὖ λογίζεσθαι, λέγειν κα‐ |
| book 39a.5.4 | λῶς, πράττειν ἃ δεῖ. b(BCE3E4)T ἢ ὅτι τρίτῃ φθίνοντος ἐτέχθη. |
| book 39a.5.5 | καὶ παροιμία (cf. prov. ap. Su. τ 1019) „παῖς μοι τριτογενὴς εἴη, μὴ |
| book 39a.10 | τριτογένεια“· ἀρρενώδεις γὰρ αἱ τοιαῦται γυναῖκες. b(BE3E4)T |
| book 39a | Τριτογένεια: Ὅμηρος μὲν—τῆς Λιβύης. A |
| book 39b.1 | θάρσει, Τριτογένεια: δείκνυσιν ὅσον δύναται λόγος |
| book 39b.2 | εὐμενὴς b(BCE3E4)T καίτοι παιδὸς πρὸς πατέρα. b(BCE3)T |
| book 40a.1 | πρόφρονι: ἀντὶ τοῦ ὑπέρφρονι, ὡς „πρό τε παίδων καὶ |
| book 40a.2 | πρὸ γυναικῶν“ (Θ 57). ὁ λόγος οὖν οὐ τυραννικὴν ἀπήνειαν, ἀλλὰ |
| book 40a | βασιλικὴν παρίστησι προσήνειαν. b(BCE3E4)T |
| book 40b | 〈ἐθέλω δέ τοι ἤπιος εἶναι:〉 εἰρωνεύεται αὐτήν. Aim |
| book 41.1 | τιτύσκετο: οἰκεῖον τῷ ἀπειλοῦντι τὸ αὐτουργεῖν. b(BCE3 |
| book 41.2 | E4)Til |
| book 42.1 | 〈χρυσέῃσιν ἐθείρῃσιν κομόωντε:〉 μεγαλοπρεπὴς ἡ |
| book 42.2 | διάνοια. Til |
| book 43a.1 | χρυσὸν δ’ αὐτὸς ἔδυνε 〈περὶ χροΐ, γέντο δ’ ἱμάσ‐ |
| book 43a.2 | θλην〉: ὅτι ἀντὶ τοῦ χρυσῆν πανοπλίαν· καὶ ὅτι ἐνθάδε λεγομένου |
| book 43a.3 | τοῦ Διὸς ἀνειληφέναι τὴν ἰδίαν πανοπλίαν, οὐκέτι ἑξῆς (sc. Θ 387) |
| book 43a.4 | ἐγχωρεῖ τὴν αὐτὴν ταύτην πανοπλίαν ἀνειληφέναι τὴν Ἀθηνᾶν· καὶ |
| book 43a.5.1 | ὅτι τὸ γέντο ἐκ τῶν συμφραζομένων νοεῖται τεταγμένον ἀντὶ τοῦ |
| book 43a.5.2 | ἔλαβεν. A |
| book 43b.1 | 〈χρυσόν:〉 τὴν αἰγίδα φησίν· καὶ ἀλλαχοῦ „περὶ δ’ αἰγίδι |
| book 43b.2 | πάντα κάλυψε / χρυσείῃ“ (Ω 20—1). b(BCE3E4)T |
| book 45a.1 | 〈μάστιξεν δ’ ἐλάαν:〉 τὸν ἀέρα ἔπληξε〈ν〉 ὀτρύνων αὐ‐ |
| book 45a.2 | τούς. Til |
| book 45b | 〈οὐκ ἄκοντε:〉 οὐκ ἀπρόθυμοι. Aim |
| book 46a.1 | μεσσηγὺς γαίης τε 〈καὶ οὐρανοῦ ἀστερόεντοσ〉: ὅτι |
| book 46a.2 | οὐδέποτε εἶπεν μεσσηγὺς γαίης τε καὶ Ὀλύμπου νιφόεντος, οὐδὲ τὸν |
| book 46a.3 | Ὄλυμπον ἀστερόεντα· διαφέρει γὰρ κατ’ αὐτὸν ὁ Ὄλυμπος τοῦ |
| book 46a.4 | οὐρανοῦ. A |
| book 46b.1 | 〈οὐρανοῦ ἀστερόεντος:〉 οὐδέποτε δὲ Ὀλύμπου ἀστε‐ |
| book 46b.2 | ρόεντός φησιν. b(BCE3E4)Til ἔνθεν δῆλον ὅτι Ὄλυμπος οὐ |
| book 46b | τὸν οὐράνιον τόπον δηλοῖ, ἀλλὰ τὸν ὑπ’ οὐρανόν. b(BCE3E4) |
| book 47-8a.1 | Ἴδην δ’ ἵκανεν 〈... / Γάργαρον〉: πρὸς τὴν ἰδιό‐ |
| book 47-8a.2 | τητα τῆς φράσεως, ἀντὶ τοῦ τῆς Ἴδης εἰς Γάργαρον ἦλθεν· προτάξας |
| book 47-8a.3 | γὰρ τὸ γενικὸν τὸ εἰδικὸν ἐπήνεγκεν· μέρη γὰρ τῆς Ἴδης ἄλλα τε καὶ |
| book 47-8a.4 | τὸ Γάργαρον. A |
| book 47-8b.1 | Ἴδην δ’ ἵκανεν 〈... /〉 Γάργαρον: Ἴδην Γάργαρον |
| book 47-8b.2 | ἀντὶ τοῦ εἰς Γάργαρον Ἴδης, ὡς „ἡ δ’ ἄρα Κύπρον ἵκανε 〈... /〉 ἐς |
| book 47-8b.3 | Πάφον“ (θ 362—3). ἔστι δὲ καὶ πόλις Γάργαρος. b(BCE3E4)T |
| book 47a.1 | 〈πολυπίδακα:〉 πίδακές εἰσι〈ν〉 αἱ τῶν ὑδάτων ἀναδό‐ |
| book 47a.2 | σεις αἱ μικραί. Aim |
| book 47b.1 | μητέρα θηρῶν: ἁρμόδιον τὸ ἐπίθετον τῷ ὄρει· λέγεται |
| book 47b.2 | γὰρ ὄφεις ἐνεγκεῖν, οἳ τῷ μεγέθει τοὺς ἐλάφους ἀναιροῦσιν, εἰλούμενοι |
| book 47b.3 | περὶ τὰ σκέλη καὶ τοὺς αὐχένας, καὶ τοῖς δένδροις προσαρτῶντες αὑ‐ |
| book 47b.4 | τούς, καὶ οὕτω διαφθείροντες. b(BCE3E4)T |
| book 48.1 | Γάργαρον: τὸ ἀκρωτήριον—Φαλάκρη. τούτου μνη‐ |
| book 48.2 | μονεύει Καλλίμαχος ἐν πρώτῳ Αἰτίων (fr. 34). A |
| book 51 | 〈κύδεϊ γαίων:〉 τῇ ἑαυτοῦ ἐνηδόμενος δόξῃ καὶ ἀρετῇ. b |
| book 51 | (BCE3) |
| book 53a.1 | οἱ δ’ ἄρα δεῖπνον ἕλοντο 〈καρηκομόωντες Ἀχαιοί〉: |
| book 53a.2 | ὅτι πρὸ τούτου τὴν ἀνατολὴν τίθησι Ζηνόδοτος. τὸ δὲ συνεχὲς τοῦ λό‐ |
| book 53a.3 | γου οὕτως ἐστίν· ἡμέρας ἐνστάσης ὁ μὲν Ζεὺς θεῶν ἀγορὰν ἐποιεῖτο, οἱ |
| book 53a.4 | δὲ Ἀχαιοὶ δεῖπνον εἵλαντο. A |
| book 53b.1 | οἱ δ’ ἄρα δεῖπνον ἕλοντο〈—〉Ἀχαιοί: καλῶς |
| book 53b.2 | μετὰ θεοὺς εἰς Ἕλληνας μέτεισιν. δυσὶ δὲ τροφαῖς ἐχρῶντο, ὧν ἡ μὲν |
| book 53b.3 | δόρπον τὸ μετὰ τὴν παῦσιν τῶν δοράτων διδόμενον, ἡ δὲ δεῖπνον |
| book 53b.4 | καὶ ἄριστον. T |
| book 53c | 〈δεῖπνον ἕλοντο:〉 ἠρίστησαν. Aint |
| book 54a | 〈ῥίμφα:〉 ταχέως | ἢ ἐλαφρῶς. Til |
| book 54b.1 | ἀπὸ δ’ αὐτοῦ θωρήσσοντο: ἐξωπλίζοντο καὶ ἀνελάμ‐ |
| book 54b.2 | βανον τὰ ὅπλα, ὅπερ ἀγνοήσαντές τινες γράφουσι „τοὶ δ’ αὐτόθι θω‐ |
| book 54b.3 | ρήσσοντο“ A |
| book 55a1 | 〈ὡπλίζοντο:〉 Ἀρίσταρχος διὰ τοῦ ο „ὁπλίζοντο“. Aint |
| book 55a2 | τὸ δὲ „ὁπλίζοντο“ διὰ τοῦ ο. T |
| book 56a.1 | παυρότεροι: ὅτι ἐλάσσους ἀεὶ τοὺς Τρῶας σὺν τοῖς ἐπι‐ |
| book 56a.2 | κούροις λέγει. ἡ δὲ ἀναφορὰ πρὸς ἐκεῖνα τὰ ἀθετούμενα „πολλέων ἐκ |
| book 56a.3 | πολίων ἐγχέσπαλοι ἄνδρεσ“ (Β 131) καὶ πρὸς Ζηνόδοτον γράφοντα |
| book 56a.4 | (sc. in Θ 562) „μυρία δ’ ἐν πεδίῳ“. A |
| book 56b.1 | παυρότεροι: καὶ πῶς φησι „πολλέων ἐκ πολίων“ (Β 131); |
| book 56b.2 | καὶ νῦν τοὺς ἰθαγενεῖς φησιν· διὸ καὶ τὸ „πρό τε παίδων καὶ πρὸ γυ‐ |
| book 56b | ναικῶν“ (Θ 57). ἢ ἑαυτῶν ἥττους διὰ τὸν θάνατον. b(BCE3E4)T |
| book 56c.1 | μέμασαν δὲ καὶ ὣς 〈ὑσμῖνι μάχεσθαι〉: ἀναγκαίως |
| book 56c.2 | τοῦτο ἐπιφέρει, ἵνα μὴ νομίσωμεν αὐτοὺς ἐπτηχότας ἐξιέναι διὰ τὴν |
| book 56c.3 | προγενομένην ἧτταν. b(BCE3E4)T |
| book 57a.1 | 〈χρειοῖ:〉 ὡς „Λητοῖ“ (Υ 72. W 607)· ἡ γὰρ εὐθεῖα „χρειὼ |
| book 57a.2 | ἐμεῖο γένηται“ (Α 341). Aim |
| book 57b | 〈πρό τε παίδων:〉 ἀντὶ τοῦ ὑπὲρ τῶν παίδων. Til |
| book 58a1.1 | πᾶσαι δ’ ὠΐγνυντο πύλαι: ὅτι μία ἐστὶ πύλη καὶ |
| book 58a1.2 | πληθυντικῶς εἶπεν πύλαι. τὸ δὲ πᾶσαι ἀντὶ τοῦ ὅλαι, ὡς „θριξὶ δὲ |
| book 58a1.3 | πάντα νέκυν καταείνυον“ (Ψ 135). A |
| book 58a2.1 | ἀντὶ τοῦ ὅλαι, ὡς „πάντα νέκυν καταείνυον“. μία δὲ ἦν |
| book 58a2.2 | ἱππήλατος πύλη. Til |
| book 60 | 〈ἵκοντο:〉 γράφεται „ἵκανον“. Aint |
| book 62a.1 | ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι: ὅτι ταὐτὸν ἐξ ἐπαναλή‐ |
| book 62a.2 | ψεως εἶπεν· προειπὼν γὰρ „ῥινούσ“ (Θ 61), ἐπενήνοχεν ἀτὰρ ἀ‐ |
| book 62a.3 | σπίδες ὀμφαλόεσσαι, ἐξ ἀμφοτέρων ταὐτὰ σημαίνων. A |
| book 62b.1 | ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι: ὅτι ἐξ ἀναλήψεως τὸ |
| book 62b.2 | ἀσπίδες· b(BCE3E4)T καὶ γὰρ καὶ „ῥινοὺσ“ τὰς αὐτάς φησι |
| book 62b.3 | (sc. Θ 61). b(BCE3E4) |
| book 63.1 | ἔπληντ’ ἀλλήλῃσι: πρὸς φαντασίαν τῶν ῥηθησομένων τὸ |
| book 63.2 | ἔπληντο. b(BCE3E4)T ἔστι δὲ ὡς τὸ „ἀσπὶς ἄρ’ ἀσπίδ’ ἔρει‐ |
| book 63.3 | δε“ (Ν 131). b(BCE3)T πρὸ δὲ τοῦ κατὰ μέρος ἐξαίρει τὸν |
| book 63 | ἀκροατήν. b(BCE3E4)T |
| book 65.1 | 〈ὀλλύντων τε καὶ ὀλλυμένων,〉 ῥέε δ’ αἵματι γαῖα: ὅτι |
| book 65.2 | ἀντὶ τοῦ ἐρρεῖτο ἡ γῆ, καὶ ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντη‐ |
| book 65.3 | κεν. A |
| book 66a.1 | ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ: ἡ διπλῆ, ὅτι |
| book 66a.2 | νῦν τὴν πρὸ μεσημβρίας ὥραν ἠῶ λέγει. A |
| book 66b.1 | ὄφρα μὲν ἠὼς ἦν: πρὸς πίστιν τὸν καιρὸν ὡς παρατυγ‐ |
| book 66b.2 | χάνων. ἠῶ δὲ καὶ τὸν ὄρθρον καὶ τὴν ἕως ἕκτης καὶ ἡμέραν τὴν σωμα‐ |
| book 66b.3 | τοειδῆ. εἰς τρία δὲ αὐτὴν διαιρεῖ· „ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ“ (Φ |
| book 66b.4 | 111). b(BCE3E4)T „ἦρι“ (Ι 360) δὲ παρὰ τὸ αἴρεσθαι. T |
| book 66c.1 | καὶ ἀέξετο ἱερὸν ἦμαρ: τὸ μέχρι μεσημβρίας αὔξησιν |
| book 66c.2 | ἀποκαλεῖ ὡς σφαιροειδεῖ τῷ οὐρανῷ προσαναβαίνοντος τοῦ ἡλίου. |
| book 66c.3 | b(BCE3E4)T |
| book 66c | ἀέξετο: αὔξησιν ἐλάμβανεν—ποιῶν. A |
| book 66d.1 | ἱερὸν ἦμαρ: τὸ πρὸ τῆς μεσημβρίας διὰ τὸ ἐν τούτῳ τοῖς |
| book 66d.2 | θεοῖς θύειν· τὸ γὰρ μεσημβρινὸν τοῖς κατοιχομένοις νέμεται. b(BCE3 |
| book 66d.3 | E4)T |
| book 68a.1 | ἦμος δ’ ἠέλιος μέσον οὐρανὸν 〈ἀμφιβεβήκει〉: ὅτι |
| book 68a.2 | οὐδέποτε ἐν Ὀλύμπῳ τὸν ἥλιον, ἀλλ’ ἐν οὐρανῷ· οὐκ ἄρα ὁ αὐτὸς |
| book 68a.3 | τῷ οὐρανῷ. | τὸ δὲ ἀμφιβεβήκει A γράφεται καὶ σὺν τῷ ν, |
| book 68a | „ἀμφιβεβήκειν“. AAim |
| book 68b.1 | ἦμος δ’ ἠέλιος μέσον οὐρανὸν 〈ἀμφιβεβήκει〉: γινώ‐ |
| book 68b.2 | σκει καὶ μεσουράνημα, †ἡνίκα οὖν δηλονότι κατ’ ἶσον† ἀπόστημα |
| book 68b.3 | ἀνατολῆς τε καὶ δύσεως. b(BCE3)T |
| book 68c.1 | μέσον οὐρανὸν ἀμφιβεβήκει: δείκνυσιν ὡς μείζων ὁ |
| book 68c.2 | ἥλιος οὐρανοῦ· τὸ γὰρ ἀμφιβῆναι μείζονός ἐστι περὶ ἔλαττον, ὡς λέον‐ |
| book 68c.3 | τες μὲν σκύμνοις περιβαίνουσι, κύνες δὲ σκύλαξιν. b(BCE3)T |
| book 69.1 | καὶ τότε δὴ χρύσεια 〈πατὴρ ἐτίταινε τάλαντα〉: ποιη‐ |
| book 69.2 | τικῶς τὸ δισταζόμενον ἐπανάγει τῷ ζυγῷ. οἱ Στωϊκοὶ (St. V. Fr. II |
| book 69.3 | 267, 41 = Chrys. fr. 931) δέ φασιν ὡς ταὐτὸν εἱμαρμένη καὶ Ζεύς. |
| book 69.4 | διττὸν δὲ τὸ τῆς Μοίρας· ἀπαράβατον, ὡς τὸ δεῖ θνητὸν ὄντα ἀπο‐ |
| book 69.5.1 | θανεῖν, οὗ οὐδὲ Ζεὺς κρατεῖ, ὡς ἐπὶ Σαρπηδόνος (cf. Π 431—61)· τὸ |
| book 69.5.2 | δὲ ταχὺ ἢ βραδύ, ὡς ἐπὶ Ἀχιλλέως, οὗ κρατεῖ Ζεύς (cf. Ο 72—7. Χ |
| book 69.5.3 | 356—60 al.). b(BE3E4)T ταύτην οὖν ταλαντεύει· T ταῦτα |
| book 69.5.4 | δὲ λεγόμενα ἔχει φαντασίαν, δρώμενα δὲ οὐδέν ἐστι διὰ τὸ σύνηθες. b |
| book 69.5.5 | (BE3E4)T |
| book 69.10 | τάλαντα: τὴν τοῦ Διὸς διάνοιαν. A |
| book 70a.1 | ἐν δ’ ἐτίθει δύο κῆρε 〈τανηλεγέος θανάτοιο〉: μίαν |
| book 70a.2 | ὑπὲρ ἑκατέρου στρατεύματος· καὶ ὅτι τὰς θανατηφόρους μοίρας λέγει. |
| book 70a.3 | ὁ δὲ Αἰσχύλος (p. 88 N.2 = fr. 205 b M. = p. 375 R.) νομίσας λέγεσθαι τὰς |
| book 70a.4 | ψυχὰς ἐποίησε τὴν Ψυχοστασίαν, ἐν ᾗ ἐστιν ὁ Ζεὺς ἱστὰς ἐν τῷ ζυγῷ |
| book 70a.5 | τὴν τοῦ Μέμνονος καὶ Ἀχιλλέως ψυχήν. A |
| book 70b.1 | ἐν δ’ ἐτίθει δύο κῆρε: πῶς δύο κῆρας ἐντίθησιν ὁ Ζεὺς |
| book 70b.2 | ὥσπερ ἀνὰ μίαν ἑκατέρου στρατοῦ, ἐν δὲ τοῖς ἑξῆς (sc. Θ 73—4) |
| book 70b.3 | πλείους αὐτάς φησιν, „αἱ μὲν Ἀχαιῶν κῆρεσ“ (Θ 73); ἢ ὅτι αἱ δύο καὶ |
| book 70b.4 | πολλαὶ ἂν εἶεν· λέγομεν γοῦν διττὰ πράγματα. πλειόνων δὲ ἔμφασιν |
| book 70b.5.1 | διδόντος τοῦ ὀνόματος εἰκότως ἐν τῇ μεταλήψει πλέονας εἶπε κῆρας. |
| book 70b.5.2 | b(BCE3)T συνεκδοχὴ δέ ἐστιν. b(BE3)T | ΚΗΡ δὲ παρὰ τὸ |
| book 70b.5.3 | κῆαι (διὰ πυρὸς γὰρ ἔθαπτον), οἱ δὲ παρὰ τὸν κηρόν· ἐντετυπῶσθαι |
| book 70b.5.4 | γὰρ αὐτῇ καθάπερ ἐν κηρῷ τὰ πράγματα. b(BCE3E4)T |
| book 72.1 | ῥέπε δ’ αἴσιμον ἦμαρ Ἀχαιῶν: οὐκ ἄρα, φασίν, ἐχαρίσατο |
| book 72.2 | τῇ Θέτιδι, εἰ μοιρίδιον ἦν. φαμὲν δὲ ὅτι εἰς ἐπίτασιν τῆς Μοίρας καὶ Δία |
| book 72.3 | ὁπλίζει κατ’ Ἀχαιῶν· b(BCE3E4)T ὅπερ ἦν τῆς χάριτος. b |
| book 72.4 | (BCE3E4) | ὅτι δισσὸν τὸ τῆς Μοίρας. T |
| book 73-4.1 | αἱ μὲν Ἀχαιῶν κῆρεσ〈—ἄερθεν〉: ἀθετοῦνται, |
| book 73-4.2 | ὅτι ὑπὲρ ἑκάστου στρατεύματος κῆρα ζυγοστατεῖ ὁ Ζεύς, οὐ πλείους, |
| book 73-4.3 | ὡς ἐπὶ Ἀχιλλέως καὶ Ἕκτορος (cf. Χ 210—1). ὁ δὲ διασκευαστὴς |
| book 73-4.4 | ἐξέλαβε πολλάς. εἰ δέ τις δύο ὑπὲρ ἑκατέρου ἵστασθαι φήσει, ῥυόμενος |
| book 73-4.5.1 | τὴν σύγχυσιν τοῦ δυϊκοῦ σχήματος, ἄλογον· πρὸς τί γὰρ δύο, ἀλλ’ |
| book 73-4.5.2 | οὐ μία; A |
| book 73a1.1 | †ἐν δ’ ἐτίθει δύο κῆρε (Θ 70)† αἱ μὲν Ἀχαιῶν κῆρες: |
| book 73a1.2 | ὡς τὸ „†δύο† δέ τέ οἱ θύραι εἰσίν, / αἱ μὲν πρὸς Βορέαο“ (ν 109—10). |
| book 73a1.3 | T |
| book 73a2.1 | ὅμοιόν ἐστι τῷ „δύω δέ τε †θύραι εἰσίν, / αἱ μὲν πρὸς Βο‐ |
| book 73a2.2 | ρέαο καταιβαταὶ ἀνθρώποισιν“, οἷον δύο μὲν τὰ μέρη, ἀρκτικὸν καὶ |
| book 73a2.3 | μεσημβρινόν, καὶ δύο θυρῶν ἔξοδοι· εἰς δὲ τὸ κατὰ μέρος πλείονες αἱ |
| book 73a2.4 | κῆρες. b(BCE3) |
| book 73b.1 | αἱ μὲν Ἀχαιῶν κῆρες: ἀπὸ μὲν τοῦ ζυγοῦ τὸ μέγεθος τοῦ |
| book 73b.2 | ταλαντεύοντος δηλοῖ. ἐπειδὴ δὲ τὰ ἐπίγεια θνητά, τὰ μὲν δυστυχῆ |
| book 73b.3 | πλησιάζει τῇ γῇ, τὰ δὲ εὐτυχῆ μετεώρῳ τῇ πλάστιγγι ἕπεται. b |
| book 73b | (BCE3)T |
| book 74a | 〈ἑζέσθην:〉 ἐν ἐνίοις διὰ τοῦ ε, „ἕζεσθεν“. Aint |
| book 74b.1 | ἑζέσθην: ἀντὶ τοῦ ἕζεσθεν, ὡς „κόσμηθεν“ (Γ 1). ὅμοιον |
| book 74b.2 | δέ ἐστιν αὐτῷ καὶ τὸ „μιάνθην αἵματι μηροί“ (Δ 146). b(BE3)T |
| book 75-6.1 | δαιόμενον δέ 〈/ ἧκε〉 σέλας: τὸ σέλας (76) δηλοῖ τὴν |
| book 75-6.2 | ἔλλαμψιν. βουλόμενος οὖν εἰπεῖν ὡς οὐκ ἦν ἀστραπὴ τὸ γινόμενον, |
| book 75-6.3 | ἀλλὰ κεραυνὸς μετὰ τὴν βροντὴν προσέθηκε τὸ δαιόμενον (75)· b |
| book 75-6.4 | (BCE3)T ἡ γὰρ πρὸ βροντῆς ἀστραπὴ οὐ κεραυνός· μετὰ γὰρ |
| book 75-6.5 | τὴν βροντὴν ὁ κεραυνός, ὅς ἐστι καυστικός. b(BCE3) |
| book 77a1.1 | καὶ πάντας ὑπὸ χλωρὸν δέος εἷλεν: δαιμονίαν ὑπο‐ |
| book 77a1.2 | φαίνει τῶν Ἀχαιῶν τὴν φυγὴν αὔξων αὐτούς, ὅπως μὴ μένοντος ἑτέ‐ |
| book 77a1.3 | ρου αἰσχύνοιτο ἄλλος τις. κατ’ αὐτῶν δὲ φέρεται τὸ πῦρ· οὐ γὰρ Ἑλ‐ |
| book 77a1.4 | ληνικὸς ὁ Ζεύς. T |
| book 77a2.1 | δαιμονίαν ὑποφαίνει τῶν Ἀχαιῶν τὴν φυγὴν αὔξων αὐ‐ |
| book 77a2.2 | τούς· ἑτέρου γὰρ ὑποχωροῦντος καὶ οἱ λοιποὶ τοῦτο ποιοῦσι· δόξαν |
| book 77a2.3 | γὰρ ἔχουσι περὶ αὑτῶν ὡς οὐδείς ἐστι φυγοπόλεμος, ἀλλ’ ἕνα θυμὸν |
| book 77a2.4 | ἔχουσιν. ὅταν οὖν ἴδωσι τοὺς ἀρίστους ὑποχωροῦντας, οὐκ ἐξ ἀναλ‐ |
| book 77a2.5.1 | κίας ὑποπτεύουσι φεύγειν, ἀλλὰ θεομηνίαν νοοῦσιν εἶναι· ὃ γέγονε καὶ |
| book 77a2.5.2 | νῦν. b(BCE3E4) |
| book 77b | 〈εἷλεν:〉 ἐν ἄλλῳ „{δέος} ᾕρει“. Aim |
| book 78.1 | ἔνθ’ οὔτ’ Ἰδομενεὺς τλῆ μίμνειν: ὡς φιλέλλην παρατρέ‐ |
| book 78.2 | χει τὰ δυσχερῆ, ἐπ’ ὀλίγα πρόσωπα τὴν ἧτταν φέρων. καὶ ἡ ἐκλογὴ |
| book 78.3 | δὲ τῶν ὀνομάτων θεραπεύοντός ἐστι τὴν ἧτταν· b(BCE3)T οὐ |
| book 78.4 | γὰρ εἶπεν ἔφυγεν, ἀλλὰ τλῆ μίμνειν· ἐκφαίνει γὰρ τὸν βουλόμενον |
| book 78.5 | κακοῖς ἀγωνίζεσθαι ἐπηρεαζόμενον ὑπὸ τοῦ Διός. b(BE3)T |
| book 80.1 | Νέστωρ οἶος ἔμιμνε 〈Γερήνιος, οὖρος Ἀχαιῶν〉: μετα‐ |
| book 80.2 | φορικῶς ὁ ἄνεμος· δι’ αὐτοῦ γὰρ ἰθύνεται τὰ πράγματα, καὶ εἰ οὗτος |
| book 80.3 | ἀπολεῖται, συναπόλλυσι σχεδὸν τὸ πᾶν. b(BCE3E4) | οὐκ εἰσάγει |
| book 80 | αὐτὸν ἀναιροῦντα διὰ τὸ ἀπίθανον, ἀλλ’ οὐδὲ πάσχοντά τι διὰ τὴν |
| book 80.5.1 | ἐξαίρετον φυλακὴν περὶ αὐτόν. οὐ τυχόντα δὲ δι’ αὐτοῦ ἐκίνησεν |
| book 80.5.2 | ἡμῖν ἀγῶνα. ἐπεὶ δὲ ἄπιστον ἦν τοσούτων νέων φευγόντων μόνον |
| book 80.5.3 | μεῖναι τὸν γέροντα, ὥσπερ ἐν ἀπολογίας μέρει ἐπιφέρει τὸ „οὔτι |
| book 80.5.4 | ἑκών, b(BE3E4)T ἀλλ’ ἵππος ἐτείρετο“ (Θ 81). | οὖρος δὲ |
| book 80.5.5 | εὐθύντωρ ἢ φύλαξ. T |
| book 81a1 | 〈ἐτείρετο:〉 ἔν τισι τῶν ὑπομνημάτων „ἐδάμνατο“. Aint |
| book 81a2 | γράφεται καὶ „ἐδάμνατο“. Til |
| book 82-3.1 | τὸν βάλεν ἰῷ / δῖος Ἀλέξανδρος: καὶ πόρρωθεν πο‐ |
| book 82-3.2 | λεμεῖ καὶ οὐκ ἄνδρα τοξεύει, ἀλλ’ ἵππον γέροντος βάλλει. καὶ συμ‐ |
| book 82-3.3 | πλέκεται οὗτος πάντων φευγόντων. b(BCE3)T |
| book 83a1.1 | ὅθι τε πρῶται τρίχες: πρῶται ἀντὶ τοῦ ἄκραι. θερμὸς |
| book 83a1.2 | δὲ ὁ περὶ τὴν μήνιγγα τόπος· διὸ προφύει τρίχας. T |
| book 83a2.1 | ἀντὶ τοῦ ἄκραι. θανάσιμος δέ ἐστιν ὁ τόπος διὰ τὸ τὸν |
| book 83a2.2 | ἐγκέφαλον πλησιάζειν ταῖς μήνιγξιν. b(BCE3E4) |
| book 84 | 〈καίριον:〉 ἐπικίνδυνον. Til |
| book 84 | καίριόν ἐστι: εὔκαιρον—ὅ ἐστιν ἐπικίνδυνον. A |
| book 85a.1 | 〈ἀλγήσας δ’ ἀνέπαλτο, βέλος δ’ εἰς ἐγκέφαλον δῦ:〉 |
| book 85a.2 | γραφικῶς εἶπε πάντα. Til |
| book 85b | 〈βέλος δ’:〉 ὅτι ὁ δέ ἀντὶ τοῦ γάρ· βέλος γάρ. AintTil |
| book 87a1.1 | 〈ὄφρ’ ὁ γέρων ἵπποιο〉 παρηορίας ἀπέτεμνε: διὰ |
| book 87a1.2 | τοῦ ἀπέτεμνε τὸ νωθρὸν τοῦ γήρως δηλοῖ. ἐπὶ δὲ Αὐτομέδοντος |
| book 87a1.3 | ῥᾳδίως ἐνεργήσαντός φησιν „ἀΐξας ἀπέκοψε παρήορον“ (Π 474). γέ‐ |
| book 87a1.4 | ροντα δὲ εἶπεν (ὄφρ’ ὁ γέρων) ἢ δι’ οἶκτον ἢ †πᾶσα τῶν ἑλλήνων ἡ |
| book 87a1.5 | εὐχή†. ἐν ἀγωνίᾳ δὲ καθιστὰς τὸν ἀκροατὴν καὶ τὸν δεινὸν Ἕκτορα |
| book 87a1 | αὐτῷ ἐπάγει. T |
| book 87a2.1 | οἴκτου χάριν τὸ γέρων τίθησιν. ἐν ἀγωνίᾳ δὲ καθιστὰς τὸν |
| book 87a2.2 | ἀκροατὴν καὶ τὸν δεινὸν Ἕκτορα αὐτῷ ἐπάγει. διὰ δὲ τοῦ ἀπέτεμνε |
| book 87a2.3 | τὸ νωθρὸν τοῦ γήρως ἐδήλωσεν. b(BCE3) |
| book 87b | 〈παρηορίας:〉 ὡς παρηγορίας. Aim |
| book 87b | παρηορίας: τὰς τοῦ †παρήορος—ἱμάντας. A |
| book 87b.1 | ἀπέταμνε: δεινός ἐστιν Ὅμηρος—συντόμως τὸ πρᾶγ‐ |
| book 87b.2 | μα δηλῶν. A |
| book 89a | 〈ἀν’ ἰωχμόν:〉 παρὰ τὴν συμβολήν. Til |
| book 89b.1 | 〈ἡνίοχον:〉 ὅτι τὸν παραιβάτην Ἕκτορα ἡνίοχον εἶ‐ |
| book 89b.2 | πεν. Aint |
| book 91a.1 | εἰ μὴ ἄρ’ ὀξὺ νόησε 〈βοὴν ἀγαθὸς Διομήδησ〉: εἰκό‐ |
| book 91a.2 | τως Διομήδης τὸν πρεσβύτην κινδυνεύοντα ὁρᾷ ὡς ἀναχωρῶν ἔσχα‐ |
| book 91a.3 | τος· θελήσας γὰρ μονομαχῆσαι, ἀποσφαλεὶς δὲ τῷ κλήρῳ, νῦν καὶ τοῦ |
| book 91a.4 | καιροῦ μὴ συγχωροῦντος πειρᾶται πολεμεῖν. b(BCE3E4)T βοηθεῖ |
| book 91a.5.1 | δὲ τῷ Νέστορι διὰ τὸ τῶν ἠθῶν παραπλήσιον· b(BCE3)T καὶ ἐν |
| book 91a.5.2 | τῇ νυκτεγερσίᾳ δυσχεραίνει κάμνοντα ὁρῶν παρ’ ἡλικίαν τὸν Νέστο‐ |
| book 91a.5.3 | ρα καί φησι· „σχέτλιός ἐσσι, γεραιέ“ (Κ 164), καὶ ἐπὶ τὴν κατασκοπὴν |
| book 91a.5.4 | ἐξιὼν παρὰ Θρασυμήδους ὅπλα λαμβάνει, „Τυδείδῃ μὲν δῶκε“ (Κ |
| book 91a.5.5 | 255)· καὶ ὁ Νέστωρ φησὶ πρὸς αὐτόν· „Τυδείδη Διόμηδες, ἐμῷ κεχα‐ |
| book 91a.10 | ρισμένε θυμῷ“ (Κ 234). T |
| book 91b.1 | 〈εἰ μὴ ἄρ’—Διομήδης:〉 εἰκότως Διομήδης αὐτὸν |
| book 91b.2 | σῴζει· ἐραστὴς γὰρ συνέσεως. Til |
| book 92.1 | σμερδαλέον δ’ ἐβόησεν ἐποτρύνων Ὀδυσῆα: ἐν σχή‐ |
| book 92.2 | ματι ἐδήλωσεν ὡς καὶ Ὀδυσσεὺς ἔφυγεν ἄνω μὴ μνησθεὶς αὐτοῦ. b |
| book 92.3 | (BCE3E4)T ἀεὶ δὲ ἀσφαλὴς Διομήδης· καὶ ἐν τῇ κατασκοπῇ— |
| book 92.4 | „σύν τε δύ’ ἐρχομένω“ (Κ 224)—Ὀδυσσέα τε καλεῖ ὡς φίλον καὶ |
| book 92.5.1 | ἑταῖρον Νέστορι. Νέστωρ γοῦν φησι· „ἔνθ’ ἤτοι 〈εἵωσ〉 μὲν ἐγὼ καὶ |
| book 92.5.2 | δῖος Ὀδυσσεύς / οὔτε ποτ’ εἰν ἀγορῇ δίχ’ ἐβάζομεν“ (γ 126—7). b |
| book 92 | (BCE3)T |
| book 93a1.1 | πολυμήχαν’ Ὀδυσσεῦ: πρὸς ἐπιστροφὴν τὸ ἐπίθετον. |
| book 93a1.2 | ἔστι δὲ γεωργός, „ἐν ποίῃ, δρέπανον μέν“ (ς 368)· κυβερνήτης, „αἰεὶ |
| book 93a1.3 | γὰρ πόδα νηόσ“ (κ 32)· τέκτων ἀπὸ τῆς κλίνης (cf. ψ 189) AT καὶ |
| book 93a1.4 | τοῦ δουρείου ἵππου (at cf. λ 523): T ναυπηγὸς ἀπὸ τῆς σχεδίας |
| book 93a1.5.1 | (cf. ε 243—61)· κυνηγὸς ἀπὸ τοῦ Παρνασοῦ (cf. τ 428—54)· μάν‐ |
| book 93a1.5.2 | τις, „φήμην τίς μοι φάσθω“ (υ 100)· μάγειρος, „δαιτρεῦσαί τε καὶ |
| book 93a1.5.3 | ὀπτῆσαι“ (ο 323)· ἰατρός, „ὄφρα οἱ εἴη | ἰοὺς χρίεσθαι“ (α 261—2)· |
| book 93a1.5.4 | μουσικός, „μῦθον δ’ ὡς ὅτ’ ἀοιδόσ“ (λ 368)· πύκτης, „πὺξ μὲν ἐνίκησα |
| book 93a1.5.5 | Κλυτομήδεα“ (Ψ 634)· παλαιστής, „Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον“ |
| book 93a1.10.1 | (Ψ 635)· δισκευτὴς παρὰ Φαίαξι (cf. θ 186—98)· τοξότης, „εὖ μὲν |
| book 93a1.10.2 | τόξον οἶδα“ (θ 215)· ἀκοντιστής, „δουρὶ δ’ ἀκοντίζω“ (θ 229)· ῥή‐ |
| book 93a1.10.3 | τωρ, „καὶ ἔπεα νιφάδεσ〈σ〉ιν ἐοικότα“ (Γ 222)· ἀστρολόγος, „Πληϊά‐ |
| book 93a1.10.4 | δας θ’ ὁρόωντι“ (ε 272). AT |
| book 93a2.1 | πρὸς ἐπιστροφὴν τὸ ἐπίθετον τέθειται· δεῖ γὰρ τὸν στρα‐ |
| book 93a2.2 | τιώτην τοιοῦτον εἶναι· γεωργὸς μὲν γὰρ ἀπὸ τοῦ καλῶς ἐν πόᾳ τὴν |
| book 93a2.3 | ἅρπην καὶ τὰ ἄλλα τῆς γεωργίας ὅπλα κινεῖν γινώσκεται, κυβερνή‐ |
| book 93a2.4 | της ἀπὸ τοῦ πόδα νηὸς ἰθύνειν καλῶς, τέκτων ἀπὸ τῆς εὐθεσίας τῶν |
| book 93a2.5.1 | λίθων καὶ τῆς εὐπριστίας τῶν ξύλων, ναυπηγὸς ἀπὸ τῆς νηός, b |
| book 93a2.5.2 | (BCE3E4) κυνηγὸς ἀπὸ τῆς κυναγωγῆς καὶ τῆς ὀρεσινομίας, |
| book 93a2.5.3 | μάντις ἀπὸ τῶν ἐκβάσεων, μάγειρος ἀπὸ τοῦ ὡς δεῖ ὀπτᾶν καὶ |
| book 93a2.5.4 | δαιτρεύειν, ἰατρὸς ἀπὸ τοῦ νόσους γινώσκειν καὶ τάμνειν ἰούς, μουσι‐ |
| book 93a2.5.5 | κὸς καὶ ἀοιδὸς ἐξ ᾠδῶν κάλλους καὶ μύθων, πύκτης καὶ παλαιστὴς ἐξ |
| book 93a2.10.1 | εὐστροφίας καὶ χειρῶν συμπλοκῆς, b(BE3E4) τοξότης ἀπὸ δια‐ |
| book 93a2.10.2 | σκέψεως ἀρίστης, ἀκοντιστὴς ἀπὸ τοῦ εὖ πάλλειν τὸ δόρυ, ῥήτωρ ἀπὸ |
| book 93a2.10.3 | πιθανότητος, στρατηγὸς ἀπὸ φρονήσεως καὶ ἀνδρείας, στρατιώτης |
| book 93a2 | ἀπὸ πολυμηχανίας καὶ πολυπειρίας. b(BCE3E4) |
| book 94a.1 | πῇ φεύγεις 〈μετὰ νῶτα βαλών, κακὸς ὥς, ἐν ὁμίλῳ〉: |
| book 94a.2 | βραχὺ διασταλτέον ἐπὶ τὸ βαλών καὶ ὥς· χωριζόμενον γὰρ σαφέ‐ |
| book 94a.3 | στερον ποιεῖ τὸν λόγον. ἀμφίβολον δέ ἐστι καὶ οὕτως τὸ λεγόμενον· |
| book 94a.4 | ἤτοι γὰρ ὡς δειλὸς ἐν πλήθει φεύγεις, οἶον μετὰ ταραχῆς, ἢ ὡς ἐν |
| book 94a.5.1 | ὄχλῳ ἀπαρακαλύπτως. ἢ τὸ ἑξῆς ἐστι· πῇ φεύγεις ἐν ὁμίλῳ, οἷον καὶ |
| book 94a.5.2 | σὺ μετὰ τοῦ πλήθους ὡς εἷς τῶν πολλῶν. A |
| book 94b1.1 | 〈πῇ φεύγεις μετὰ νῶτα βαλών, κακὸς ὣς ἐν ὁμίλῳ:〉 |
| book 94b1.2 | οὐ δειλὸν αὐτὸν καλεῖ, ἀλλὰ δειλοῦ ποιοῦντα ἔργον. | ὀλίγον δὲ δια‐ |
| book 94b1.3 | σταλτέον εἰς τὸ βαλών, ἵν’ ᾖ ποῦ φεύγεις μεταβαλὼν τὰ νῶτα ὡς οἱ |
| book 94b1.4 | δειλοὶ ἐν ὁμίλῳ καὶ θορύβῳ; ἢ πῇ φεύγεις ἐν ὁμίλῳ ὡς κακός, †ἵν’ ᾖ† |
| book 94b1.5.1 | εἰς τὸ κακὸς ὥς ἡ στιγμή, τὸ δὲ ἐν ὁμίλῳ τῷ ἑξῆς συναπτέον. b |
| book 94b1.5.2 | (BCE3E4) |
| book 94b2.1 | {κακὸς ὣς ἐν ὁμίλῳ:} οὐ δειλὸν αὐτὸν καλεῖ, ἀλλὰ δειλοῦ |
| book 94b2.2 | ἀνδρὸς ἔργα †ποιεῖν†. | ὀλίγον δὲ διασταλτέον εἰς τὸ μετὰ νῶτα βα‐ |
| book 94b2.3 | λών, ὡς φεύγουσι δειλοὶ ἐν θορύβῳ. ἢ πῇ φεύγεις ἐν ὁμίλῳ; T |
| book 94-5.1 | 〈πῇ φεύγεις—βαλών, κακὸς ὥς,〉 ἐν ὁμίλῳ; / |
| book 94-5.2 | μήτις τοι φεύγοντι〈—πήξῃ〉: περικέκοπται ὁ λόγος τὸν |
| book 94-5.3 | ἀγωνιῶντα ὑποφαίνων. T ἀπὸ δὲ τοῦ εὐπρεποῦς καὶ συμφέροντος |
| book 94-5.4 | ἀναστέλλει τὴν φυγήν. αἰσχρότερον δὲ καὶ τοῦ ἀκοντίσαι τὸ πῆξαι. |
| book 94-5.5 | b(BCE3E4)T |
| book 95.1 | μή τίς τοι φεύγοντι 〈μεταφρένῳ ἐν δόρυ πήξῃ〉: τινὲς |
| book 95.2 | διαστέλλουσιν ἐπὶ τὸ φεύγοντι. κἂν συνάπτωμεν δὲ ὅλον τὸν στί‐ |
| book 95.3 | χον, ἴσμεν ὅτι οὐ τὸ μετάφρενον φεύγει. A |
| book 96 | 〈ἄγριον:〉 ἄγριον τὸν βάρβαρον· καὶ „ἀγριοφώνουσ“ (θ |
| book 96 | 294) αὐτούς φησιν. Til |
| book 97a.1 | {ὡς ἔφατ’} οὐδ’ ἐσάκουσε: πρὸς τὸ ἀμφίβολον, πότερον |
| book 97a.2 | οὐκ ἀντελάβετο καθόλου τῆς φωνῆς διὰ τὸν θόρυβον ἢ ἀκούσας παρε‐ |
| book 97a.3 | πέμψατο· ὅπερ δέχεται ὁ Ἀρίσταρχος. A |
| book 97a | οὐδ’ ἐσάκουσεν: οὐδὲ ἤκουσεν. | †ἐξηγεῖται† δὲ πότερον |
| book 97a.5 | ἄρα οὐδ’ ὅλως—ἐπιδεικνύμενος. A |
| book 97b.1 | οὐδ’ ἐσάκουσεν: οὐκ ᾔσθετο ὑπὸ τοῦ θορύβου, ἢ οὐκ |
| book 97b.2 | ἐπείσθη διὰ τὸν καιρόν· φεύγει γὰρ σὺν Αἴαντι καὶ θεομαχεῖν οὐ θέλει· |
| book 97b.3 | b(BCE3E4)T „ἐν γὰρ δαιμονίοισ〈ι〉 φόβοις / φεύγοντι καὶ παῖ‐ |
| book 97b.4 | δες θεῶν“ (Pind. N. 9, 27). T πῶς δὲ δειλὸς ὁ μετὰ πάντας φεύ‐ |
| book 97b.5.1 | γων· οὐ γὰρ ἂν Διομήδης τοῦτον μόνον ἐκάλει. b(BCE3E4)T δει‐ |
| book 97b.5.2 | λὸν δὲ αὐτόν φασι καὶ ἀπὸ τοῦ ἔσχατον ἀναστῆναι (cf. Η 168) καὶ |
| book 97b.5.3 | Δόλωνα ἰδεῖν (cf. Κ 339—48) καὶ Ῥῆσον μὴ φονεῦσαι (cf. Κ 481) καὶ |
| book 97b.5.4 | τὴν μάστιγα μὴ ἑλέσθαι (cf. Κ 500—1). T |
| book 99 | 〈αὐτός:〉 ὅτι ἐν ἴσῳ τῷ μόνος. Aim |
| book 101.1 | 〈ἔπεα πτερόεντα προσηύδα:〉 τὰ μὲν πράγματα τάχι‐ |
| book 101.2 | στα γέγονεν, ἡ δὲ τῶν λόγων σχολὴ ποιητική. b(BCE3)Til |
| book 102 | 〈νέοι τείρουσι:〉 ἀλλ’ οὐ νῦν δι’ ἐμέ. Tt |
| book 103a | 〈λέλυται:〉 πέπηγε γὰρ ἐν τῇ νεότητι. τέλος δὲ λύσεως |
| book 103a | θάνατος. b(BCE3)Til |
| book 103b1.1 | 〈ὀπάζει:〉 οὕτως Ἀρίσταρχος ὀπάζει. ὁ δὲ Ἰξίων (fr. |
| book 103b1.2 | 9 St.) „ἐπείγει“. Aim |
| book 103b2 | ἐν ἄλλῳ „{γῆρας} ἱκάνει“. Aint |
| book 104a.1 | ἠπεδανός: ὁ μὴ δυνάμενος ἐν τῷ πεδίῳ στῆναι διὰ τὸ |
| book 104a.2 | ἀσθενές. b(BCE3E4)T |
| book 104a | ἠπεδανός: ἀσθενὴς ἢ—ἑστώς. A |
| book 104b.1 | ἠπεδανὸς δέ 〈νύ τοι〉 θεράπων, βραδέες δέ τοι ἵπ‐ |
| book 104b.2 | ποι: εἰκότως ὅλα συνήγαγε τὰ κακά, ὅπως πείσῃ τῷ ἰδίῳ ἐπιβῆναι |
| book 104b.3 | ἅρματι τὸν εἰπόντα „ὃς δέ κ’ ἀνὴρ ἀπὸ ὧν ὀχέων“ (Δ 306). b(BCE3 |
| book 104b.4 | E4)T εὖ δὲ τὸ μὴ τὸν Νέστορα ταῦτα προβαλέσθαι εἰς τὸ τυχεῖν |
| book 104b.5.1 | βοηθείας. ἐγκώμιον δὲ Νέστορος ἔχει ὁ λόγος, ὃς οὐδὲ τῷ γήραϊ |
| book 104b.5.2 | ἐπέτραπεν ἑαυτόν (cf. Κ 79). b(BE3E4)T |
| book 105-7.1 | ἀλλ’ ἄγ’ ἐμῶν ὀχέων〈—φέβεσθαι〉: ὑπογρά‐ |
| book 105-7.2 | φων ἄνω τὸ ἀσθενὲς τοῦ γέροντος οὐδὲν περὶ τοῦ ἰδίου σθένους ἀνθ‐ |
| book 105-7.3 | υπήγαγεν, ἀλλ’ ἐλπίδα αὐτῷ ὑπογράφει σωτηρίας διὰ τοῦ τάχους. b |
| book 105-7.4 | (BCE3E4)T |
| book 106-7.1 | οἷοι Τρώϊοι ἵπποι〈—ἔνθα καὶ ἔνθα διωκέμεν |
| book 106-7.2 | ἠδὲ φέβεσθαι〉: βραχὺ διασταλτέον ἐπὶ τὸ ἵπποι (106)· μᾶλλον |
| book 106-7.3 | γὰρ ἐμφαίνει τὴν τοῦ εἰσίν ἔλλειψιν. καὶ ἄλλως συναπτόμενον ἀκατ‐ |
| book 106-7.4 | άλληλόν ἐστι τὸ ἐπιστάμενοι (106). οὐ μὴν ἡ διά πρόθεσις ἐνταῦθα |
| book 106-7.5.1 | λείπει, ἵν’ ᾖ διὰ πεδίου, ἀλλὰ τὸ ἑξῆς ἐστιν ἔνθα καὶ ἔνθα πεδίου. |
| book 106-7.5.2 | τοιοῦτο καὶ τὸ 〈ἐν τῷ〉 ἕκτῳ „πολλὰ δ’ ἄρ’ ἔνθα καὶ ἔνθα ἴθυσε μάχη |
| book 106-7.5.3 | πεδίοιο“ (Ζ 2). A |
| book 106a.1 | 〈ἐπιστάμενοι:〉 ἀντὶ τοῦ δυνάμενοι· „ἐπίστατο πῆλαι |
| book 106a.2 | Ἀχιλλεύσ“ (Π 142). Til |
| book 106b | 〈πεδίοιο:〉 ὅτι ἐλλείπει ἡ διά. Aint |
| book 107a.1 | κραιπνὰ μάλ’ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβε‐ |
| book 107a.2 | σθαι: ὅτι ἀντὶ τοῦ φεύγειν ἀεὶ τὸ φέβεσθαι παρ’ αὐτῷ, καὶ ὅτι ἐν‐ |
| book 107a.3 | τεῦθεν τὸ „φόβον Ἄρηος φορεούσασ“ (Β 767). A |
| book 107b.1 | 〈ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι:〉 τοὺς δίχα |
| book 107b.2 | ταράχου πάντῃ δεόντως δυναμένους φέρειν τοὺς ἐπιβάτας. Til |
| book 108a.1 | οὕς ποτ’ ἀπ’ Αἰνείαν ἑλόμην: ἀθετεῖται, ὅτι ἄτοπον |
| book 108a.2 | προστιθέναι τὴν ἱστορίαν τῷ εἰδότι, καὶ ὁ καιρὸς δεῖται συντομίας. |
| book 108a.3 | καὶ ὅτι τὸ ποτέ χρονικὴν ἔχει ἔμφασιν τῆς ἀφαιρέσεως γεγονυίας τῇ |
| book 108a.4 | πρὸ ταύτης ἡμέρᾳ. A |
| book 108b | οὕς ποτ’ ἀπ’ Αἰνείαν 〈ἑλόμην, μήστωρε φόβοιο〉: |
| book 108b.1 | ἠθικῶς τὸν χθὲς ἀνάγει χρόνον· καὶ Φιλοίτιος· „τοῦτό τοι ἀντὶ ποδὸς |
| book 108b.2 | ξεινήϊον, ὅν ποτ’ ἔδωκας / ἀντιθέῳ †ὀδυσσῆϊ†“ (χ 290—1). b(BCE3) |
| book 108b.3 | T ἅμα δὲ καὶ θαρσαλεώτερον ποιεῖ τὸν γέροντα ἡ Αἰνείου νίκη. |
| book 108b.5.1 | b(BCE3E4)T | τὸ δὲ ποτέ ἀντὶ τοῦ χθές. | τὸ δὲ μήστωρε τινὲς |
| book 108b.5.2 | „μήστωρα“ ἐπὶ τοῦ Αἰνείου διὰ τὸ αὐξητικόν. T |
| book 109a.1 | τούτω μὲν θεράποντε: ὅτι τετήρηται παρ’ αὐτῷ κα‐ |
| book 109a.2 | θαρῶς τὰ δυϊκά, καὶ νῦν ὡς ἐπὶ δύο ἵππων διαλέγεται. A |
| book 109b1 | 〈κομείτην:〉 Ἀρίσταρχος „κομείτων“. Aim |
| book 109b2.1 | τὸ δὲ κομείτην Ἀρίσταρχος μὲν „κομείτων“, Ζηνόδοτος |
| book 109b2.2 | δὲ κομείτην. T |
| book 109c.1 | τώδε δὲ νῶϊ: παροξύνεται τὸ τώδε παραλόγως· ἀληθὲς |
| book 109c.2 | γὰρ ὡς ὅτι τὰ διὰ τοῦ δε ἐκτεταμένα, εἰ ἔχοι πρὸ τέλους φύσει μακράν, |
| book 109c.3 | προπερισπᾶται. ὅπερ ὤφειλε κἀπὶ τοῦ τώδε δὲ νῶϊ εἶναι, ἀλλ’ ὅμως |
| book 109c.4 | πάλιν ἐπεκράτει καὶ ἐπὶ τούτου πρὸ τέλους ἡ ὀξεῖα. ταῦτα ὁ Ἡρωδια‐ |
| book 109c.5 | νὸς (2,57,22; cf. 2,60,3) ἐν τῇ Ζ (sc. ad 422), ὅπου περὶ τοῦ ἰῷ |
| book 109c | διαλαμβάνει. A |
| book 111.1 | ἢ καὶ ἐμὸν δόρυ μαίνεται: καὶ ἐμόν διὰ Ἀχιλλέα ἢ |
| book 111.2 | Αἴαντα τὸν μονομαχήσαντα αὐτῷ ὑπογύως. b(BCE3E4)T ὁ δὲ |
| book 111.3 | ἤ ἀντὶ τοῦ εἴ συναπτικοῦ, ὡς τὸ „ἤ κεν ζὼς ἀμενηνόσ“ (Ε 887), ἢ ἀντὶ |
| book 111.4 | τοῦ ὥς καὶ δασύνεται, ὡς τὸ „ἣ θέμις 〈ἐστίν〉, ἄναξ“ (Ι 276). T |
| book 112a.1 | οὐδ’ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ: οἰκονομι‐ |
| book 112a.2 | κῶς ἐπὶ τὸ ἅρμα Διομήδους ἀναβιβάζει τὸν Νέστορα, ἵνα πεισθῇ φυ‐ |
| book 112a.3 | γεῖν καὶ εἴκειν Διῒ ταῖς τοῦ Νέστορος παραινέσεσιν· Σθενέλῳ γὰρ οὐκ |
| book 112a.4 | ἂν ἐπείσθη, ὅπου γε μηδὲ ἐν τοῖς ἀνωτέρω (sc. Ε 249—56), ἀναβῆναι |
| book 112a.5.1 | ἐπὶ τὸ ἅρμα παραινοῦντι b(BCE3E4)T καὶ μὴ ἀγωνίζεσθαι πρὸς |
| book 112a.5.2 | Πάνδαρον πεζόν. T |
| book 112b.1 | 〈οὐδ’ ἀπίθησε:〉 τῷ καιρῷ πειθόμενος πάντα σιωπῇ |
| book 112b.2 | πράσσει. Til |
| book 113.1 | Νεστορέασ〈—〉ἵππους: πῶς ἐν τῷ ἐπιταφίῳ ἀγῶνι |
| book 113.2 | τοὺς ἵππους φησὶν ἄρσενας „ἀλλά τοι ἵπποι | βάρδιστοι θείειν“ (Ψ |
| book 113.3 | 309—10), καὶ πρὸς τοὺς ἵππους Ἀντίλοχος „μὴ σφῶϊν ἐλεγχείην κα‐ |
| book 113.4 | ταχεύῃ | Αἴθη θῆλυς ἐοῦσα“ (Ψ 408—9); ὅτι δὲ τοῖς τοῦ πατρὸς ἵπ‐ |
| book 113.5.1 | ποις Ἀντίλοχος ἐχρῆτο, μαρτυρεῖ τὸ „οὐ σφῶϊ〈ν〉 κομιδὴ παρὰ |
| book 113.5.2 | Νέστορι“ (Ψ 411). ἀδιαφόρως οὖν ἵππους καὶ θηλυκῶς καὶ ἀρσενι‐ |
| book 113.5.3 | κῶς φησιν. T |
| book 114a.1 | Σθένελός τε καὶ Εὐρυμέδων: ἐν σχήματι ἐδήλωσε τὸ |
| book 114a.2 | δοκοῦν παραλελεῖφθαι· οὐ γὰρ εἴρηκεν ἀνωτέρω, ποῖοι ἦσαν οἱ θε‐ |
| book 114a.3 | ράποντες. τὸν δὲ Σθένελόν φασιν ἀπὸ τοῦ τείχους κατενεχθέντα τρω‐ |
| book 114a | θῆναι τὸ σκέλος· διὸ ἡνιοχεῖ Διομήδει. b(BCE3E4)T |
| book 114b.1 | 〈Εὐρυμέδων:〉 ὅτι ὁμωνύμως οὗτος τῷ Ἀγαμέμνονος |
| book 114b.2 | ἡνιόχῳ (cf. Δ 228). Aim |
| book 115.1 | τὼ δ’ εἰς ἀμφοτέρω 〈Διομήδεος ἅρματα βήτην〉: ἔδει |
| book 115.2 | εἰπεῖν ‘Διομήδης δὲ ἅμα Νέστορι εἰς τὸ ἴδιον ἔβη ἅρμα‘ †ὡς† ἑτέρου |
| book 115.3 | τινὸς ὄντος τοῦ Διομήδους φησίν. T |
| book 116a.1 | 〈ἡνία σιγαλόεντα:〉 τὰ ἡνία αὐτῶν ἐξ ἀστραγαλίσκων ἐλεφαντίνων |
| book 116a.2 | ἦσαν, ὅθεν καὶ τὸ „ἡνία λεύκ’ ἐλέφαντι“ (Ε 583). b(BCE3E4) |
| book 116b | 〈φοινικόεντα:〉 ἐν ἄλλῳ „σιγαλόεντα“. Aim |
| book 117a.1 | 〈μάστιξεν δ’ ἵππους:〉 σημειωτέον ὅτι καὶ πολεμισταὶ |
| book 117a.2 | καὶ ἡνίοχοι οἱ πρώην βασιλεῖς. b(BCE3E4)Til |
| book 117b.1 | τάχα δ’ Ἕκτορος ἄγχι γένοντο: εἰ τοσοῦτον ἀπῆν, |
| book 117b.2 | διὰ τί μὴ φεύγει; τὸ ὅλον πεπραγμάτευται πρὸς τὸ μὴ ἀθρόως ἀ‐ |
| book 117b.3 | κμητὶ νικᾶν Τρῶας, ἀλλὰ τοὺς φεύγοντας ἀνακωχὴν λαβεῖν. ἄλλως τε |
| book 117b.4 | ἢ νικήσειν οἴεται ἢ νικώμενος ῥᾳδίως φεύξεσθαι. b(BE3E4)T |
| book 118 | 〈ἰθὺς μεμαῶτος:〉 ἄντικρυς βουλομένου ὁρμᾶν. Aint |
| book 120a1.1 | 〈υἱὸν—Θηβαίου〉 Ἠνιοπῆα: παρὰ τὰς ἡνίας τῶν |
| book 120a1.2 | ἵππων ἐστὶ τὸ ὄνομα. εἰκὸς δὲ καὶ τοῦτον εἰς τοῦτο ἀγηοχέναι τὴν Ἀν‐ |
| book 120a1.3 | δρομάχην διὰ τὴν τῶν ἵππων ἐπιμέλειαν (cf. Θ 186—90). | τὸ δὲ |
| book 120a1.4 | Θηβαίου οὐ γένει, ἀλλὰ κύριον ὄνομα, ὡς ἐν Ὀδυσσείᾳ „Αἰγύ‐ |
| book 120a1.5 | πτιοσ“ (β 15). T |
| book 120a2.1 | υἱὸς Θηβαίου οὐ τῷ γένει· κύριον γάρ ἐστιν ὄνομα, ὡς |
| book 120a2.2 | καὶ ἐν Ὀδυσσείᾳ ὁ „Αἰγύπτιοσ“. b(BCE3) |
| book 122.1 | ὑπερώησαν δέ οἱ ἵπποι: ὡς ὑπεχώρησαν παρὰ τὴν χώ‐ |
| book 122.2 | ραν, οὕτως ὑπερώησαν παρὰ τὴν †ἔραν†. δηλοῖ δὲ καὶ τὴν ὁρμήν, |
| book 122.3 | „ἐρωήσει περὶ δουρί“ (Α 303). b(BCE3E4)T ἀναγκαῖον δὲ τοῦτο |
| book 122.4 | εἰς τοὐπίσω φερομένου τοῦ ἡνιόχου. b(BE3E4)T |
| book 124a | 〈Ἕκτορα δ’ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο:〉 |
| book 124a | ὅτι ἐλλείπει ἡ περί, καὶ ὅτι ἀντὶ τοῦ Ἕκτορος φρένας. Aint |
| book 124b1 | 〈πύκασε:〉 ἐσκέπασε, „πυκάσασα ἓ αὐτήν“ (Ρ 551). Til |
| book 124b2.1 | ἐσκέπασε, περιεκάλυψεν· | ἀπὸ τοῦ πυκάζειν, ὅ ἐστι κα‐ |
| book 124b2.2 | λύπτειν. b(BCE3E4) |
| book 125a.1 | καὶ ἀχνύμενός περ ἑταίρου: οὐκ ἔστιν ἡ περί πρόθε‐ |
| book 125a.2 | σις, ἀλλ’ ὁ πέρ σύνδεσμος ἐναντιωματικὸς καὶ ἐγκλιτικός· διὸ τὸ τέ‐ |
| book 125a.3 | λος τῆς μετοχῆς ὀξυτονητέον. A |
| book 125b | 〈ἑταίρου:〉 ὅτι καὶ ἐνθάδε λείπει ἡ περί. Aim |
| book 126a1.1 | 〈ἡνίοχον μέθεπε θρασύν:〉 ἀνάλογον ἑαυτῷ (cf. Θ |
| book 126a1.2 | 89) ἡνίοχον 〈...〉 θρασύν. Til |
| book 126a2.1 | θρασύς ἐστι καὶ ὁ ἡνίοχος ἀναλόγως αὐτῷ διὰ τὸ ὁμο‐ |
| book 126a2.2 | ψυχεῖν. b(BCE3E4) |
| book 128.1 | Ἀρχεπτόλεμον: ὅτι Ζηνόδοτος ἐνθάδε μὲν γράφει „Ἐρα‐ |
| book 128.2 | σιπτόλεμον“, ἐν δὲ τοῖς μετὰ ταῦτα (sc. Θ 312) εἴασεν „Ἀρχεπτόλε‐ |
| book 128.3 | μον“. A |
| book 130a1.1 | ἔνθα κε λοιγὸς ἔην: δῆλον ὡς καὶ ἄλλα διαθεμένου |
| book 130a1.2 | Διομήδους. ὅρα δὲ ὡς οὐδὲ ἡ φυγὴ τῶν Ἀχαιῶν ἄπρακτός ἐστιν. T |
| book 130a2.1 | δῆλον ὡς καὶ ἄλλα διαθεμένου Διομήδους. τέως δὲ ἡ τῶν |
| book 130a2.2 | Ἀχαιῶν φυγὴ οὐ μεμένηκεν ἄπρακτος, ἀλλὰ Τρῶες ἀναιροῦνται. b |
| book 130a2.3 | (BCE3E4) |
| book 130b.1 | 〈ἔργα γένοντο:〉 ὅτι κατὰ τοῦ οὐδετέρου τὸ πληθυν‐ |
| book 130b.2 | τικόν, ὡς „σπάρτα λέλυνται“ (Β 135). Aint |
| book 130-1.1 | ἔνθα κε λοιγὸς ἔην / καί νύ κ’ ἐσήκασθεν: ἔν τισι |
| book 130-1.2 | τῶν παλαιῶν φέρονται δύο στίχοι „Τρῶες ὑπ’ Ἀργείων, ἔλιπον δέ |
| book 130-1.3 | κεν Ἕκτορα δῖον / χαλκῷ δηϊόωντα, δάμασ〈σ〉ε δέ μιν Διομήδησ“ |
| book 130-1.4 | (= Θ 131 a et b). T |
| book 131 | σήκασθεν: εἰς σηκὸν—τὰ ἀγάλματα. A |
| book 131a | 〈σήκασθεν—ἠΰτε ἄρνες:〉 ὅτι τὸ σήκασθεν αὐτὸς |
| book 131a | ἐπεξηγεῖται εἰπὼν ἠΰτε ἄρνες. A |
| book 133b.1 | καὶ νύ κ’ ἐσήκασθε〈ν〉 κατὰ Ἴλιον ἠΰτ〈ε〉 ἄρνες: καὶ |
| book 133b.2 | τὴν Διομήδους ἀρετὴν αὔξει καὶ τὴν βαρβάρων δειλίαν κωμῳδεῖ, εἰ |
| book 133b.3 | δὴ τοῦ Διὸς ἐπαμύνοντος αὐτοῖς καθειρχθῆναι ἐκινδύνευσαν προβά‐ |
| book 133b.4 | των τρόπον, καὶ οὐδὲ τούτων τελείων· ἀρνῶν γάρ φησιν. b(BE3E4) |
| book 133b.5.1 | T | τί δ’ ἐστὶν ἠΰτ〈ε〉 ἄρνες, πρώην εἶπεν· „αἱ μέν τ’ ἀγχηστῖναι“ |
| book 133b.5.2 | (Ε 141). T |
| book 133.1 | βροντήσας δ’ ἄρα δεινόν, 〈ἀφῆκ’ ἀργῆτα κεραυνόν〉: |
| book 133.2 | βραχὺ διασταλτέον ἐπὶ τὸ δεινόν· κεῖται γὰρ ἀντὶ μεσότητος, δεινῶς |
| book 133.3 | βροντήσας. ἐπὶ δὲ τοῦ κεραυνοῦ ἓν ἀρκεῖ ἐπίθετον τὸ ἀργῆτα. A |
| book 134.1 | κὰδ δὲ πρόσθ’ ἵππων Διομήδεος: πεφεισμένως· ἐκδειμα‐ |
| book 134.2 | τοῦν γὰρ αὐτὸν βούλεται· οὐ γὰρ μισέλλην ὁ Ζεύς. b(BCE3E4)T |
| book 135a.1 | 〈δεινὴ δὲ φλὸξ ὦρτο θεείου καιομένοιο:〉 δεινὴ γάρ |
| book 135a.2 | ἐστιν ἡ δυσωδία αὐτοῦ, ὅταν προσψαύσῃ ὕλῃ τινί, καὶ πικραίνει τὴν |
| book 135a.3 | αἴσθησιν. b(BCE3E4) |
| book 135b | 〈θεείου καιομένοιο:〉 τοῦ κεραυνίου πυρός. Aim |
| book 135b | θεείου: θείου. προσληπτέον δὲ—τῷ τόπῳ. A |
| book 137a | 〈φύγον:〉 Ἀρίσταρχος φύγον, ἄλλοι δὲ „φύγεν“. Aim |
| book 137b | 〈σιγαλόεντα:〉 ἐν ἄλλῳ δὲ τὸ „φοινικόεντα“. Aim |
| book 137c.1 | Νέστορα δ’ ἐκ χειρῶν φύγον ἡνία: παρατηρεῖ γὰρ |
| book 137c.2 | τὰς διοσημίας ὁ Νέστωρ ἐν οἷς φησιν „ἀστράπτων ἐπιδέξια“ (Β 353). |
| book 137c.3 | †πῶς† ἀντιτάξεται αὐταῖς; ἢ οὐχ ὑπὸ δέους τὰς ἡνίας εἴασεν, ἀλλ’ οἱ |
| book 137c.4 | ἵπποι καταπτήξαντες ὑπὸ τοῖς ἅρμασι βιαιότερον αὐτὰς ἐπεσπάσαν‐ |
| book 137c.5 | το. b(BCE3E4)T διὰ τοῦτό φησι Νέστορα δ’ ἐκ χειρῶν φύγον |
| book 137c | ἡνία. | τὸ δὲ φύγον διὰ τοῦ ο. T |
| book 138.1 | δεῖσε δ’ ὅ γ’ ἐν θυμῷ: ἐν θυμῷ κατὰ κρίσιν, οὐκ ἔκ‐ |
| book 138.2 | πληξιν. T |
| book 139a.1 | ἄγε δ’ αὖτε φόβον δ’: ὅτι πάλιν φόβον τὴν φυγήν· |
| book 139a.2 | καὶ ὅτι Ζηνόδοτος γράφει „ἄγε νῶϊ φόβον δέ“, ὅ ἐστιν ἡμεῖς ἢ ἡμᾶς, |
| book 139a.3 | ὧν οὐδέτερον ἁρμόζει. A |
| book 139b.1 | Τυδείδη, ἄγε δ’ αὖτε φόβον δ’ ἔχε: ἡ εὔκαιρος φυγὴ |
| book 139b.2 | οὐκ αἰσχύνει. τοῦτο δὲ διὰ στρατηγικοῦ προσώπου δηλοῖ· καὶ ἑτέ‐ |
| book 139b.3 | ρωθι διὰ τοῦ Ἀγαμέμνονος „βέλτερον, ὃς φεύγων προφύγῃ κακόν“ |
| book 139b.4 | (Ξ 81)· εἰ γὰρ τὰ βέλη φεύγομεν παρασχηματίζοντες τὸ σῶμα b |
| book 139b.5.1 | (BCE3E4)T οὐδὲν αἰσχρὸν οἰόμενοι δρᾶν, T πόσῳ μᾶλλον |
| book 139b.5.2 | τὸν θάνατον φεύγειν δεῖ. b(BCE3E4)T |
| book 139-40a1.1 | φόβον δ’ ἔχε μώνυχας ἵππους. 〈/ ἦ οὐ— |
| book 139-40a1.2 | ἀλκή〉: εὐπρεπῶς οὐκ εἶπεν ὅτι ἐναντιοῦταί σοι ὁ θεός—ὑπεκλύοντος |
| book 139-40a1.3 | γὰρ ἦν—, ἀλλὰ μὴ ἀντιστῇς τῷ θεῷ. T |
| book 139-40a2.1 | ἵνα μὴ τῷ θεῷ ἀντιστῇ, λέγει ὅτι οὐ βοηθῇ, φησί, παρ’ |
| book 139-40a2.2 | αὐτοῦ. εὐπρεπῶς δὲ οὐκ εἶπεν ὅτι ἐναντιοῦταί σοι ὁ θεός· ὑπεκλύοντος |
| book 139-40a2.3 | γὰρ ὁ λόγος ἦν. b(BCE3E4) |
| book 141-2a1.1 | νῦν μὲν γὰρ τούτῳ 〈Κρονίδης Ζεὺσ〉 κῦδος |
| book 141-2a1.2 | ὀπάζει / σήμερον: νῦν σήμερον, ὅτι πρὸς ὀλίγον ἔσται αὐτῷ ἡ |
| book 141-2a1.3 | χαρά. καὶ οὐδὲ τὸν Ἕκτορα φοβερόν, ἀλλὰ τὸν Δία φησίν. T |
| book 141-2a2.1 | δηλοῖ διὰ τῆς ἐπαναλήψεως ὅτι πρὸς ὀλίγον ἔσται αὐτῷ |
| book 141-2a2.2 | ἡ χαρά· b(B, C [bis], E3E4) νῦν γάρ φησι καὶ τὸ σήμερον |
| book 141-2a2.3 | προστίθησι, ἵνα μὴ τὸ νῦν ᾖ ἀόριστον. καὶ οὐδὲ τὸν Ἕκτορα φοβερόν, |
| book 141-2a2.4 | ἀλλὰ τὸν Δία φησίν. b(BCE3E4) |
| book 142-3.1 | ὕστερον αὖτε καὶ ἡμῖν〈— / δώσει〉: χρηστὰς |
| book 142-3.2 | αὐτῷ ὑπογράφει ἐλπίδας, ἵνα μὴ αἰδεσθῇ φυγεῖν, ὡς ἀνακαλέσασθαι |
| book 142-3.3 | τὴν ἧτταν δυνάμενος. οὐ δεῖ δὲ τὸ ἄδηλον ὁρίζειν, ἀλλὰ μόνον ἀγαθὴν |
| book 142-3 | προΐσχεσθαι ἐλπίδα. b(BCE3E4)T |
| book 143a.1 | 〈ἀνὴρ δέ κεν〉 οὔ τι{ς} Διὸς νόον εἰρύσ〈σ〉αιτο: λεί‐ |
| book 143a.2 | πει ἡ μετά. τὸ δὲ ὅλον· ἀνὴρ γὰρ ἂν τὸν τοῦ Διὸς νοῦν, παρ’ ὃ θέλει |
| book 143a.3 | αὐτὸς ὁ Ζεύς, οὐκ ἂν μεθελκύσαι οὐδὲ μεταθείη. b(BCE3E4)T |
| book 143b.1 | ἀνὴρ δέ κεν οὔτι Διὸς νόον εἰρύσσαιτο: ὁ λόγος· οὐ‐ |
| book 143b.2 | δεὶς ἀνὴρ τὸν τοῦ Διὸς νόον ἐπισπάσαιτο ἢ φυλάξαιτο ὥστε τὰ συμ‐ |
| book 143b.3 | φέροντα αὐτῷ γενέσθαι. A |
| book 144a1.1 | οὐδὲ μάλ’ ἴφθιμος: οὐδὲν γὰρ ἀνθρωπίνη ἰσχὺς πρὸς |
| book 144a1.2 | θείαν. T |
| book 144a2.1 | ὅτι ἡ ἀνθρωπίνη ἰσχύς, οἵα τε ἂν ᾖ, πρὸς τὴν θείαν οὐδέν |
| book 144a2.2 | ἐστιν. b(BCE3E4) |
| book 146.1 | ναὶ δὴ ταῦτά 〈γε πάντα〉, γέρον, κατὰ μοῖραν ἔει‐ |
| book 146.2 | πες: θεοσεβὴς γὰρ ὁ Διομήδης, εἴ γέ φησι „σὺν γὰρ θεῷ εἰλήλουθμεν“ |
| book 146.3 | (Ι 49). b(BCE3)T |
| book 148.1 | Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσ〈σ〉’ ἀγορεύων: |
| book 148.2 | κἀν τούτοις τὸ φιλότιμον Διομήδους ἐμφαίνεται, ὃς μὴ μόνον παρὰ |
| book 148.3 | τοῖς Ἕλλησιν εὐδοκιμεῖν σπουδάζει, ἀλλὰ καὶ παρὰ τοῖς πολεμίοις. |
| book 148.4 | b(BCE3E4)T ἄλλως τε καὶ νεωτερικὸν τὸ δόξης μᾶλλον ἢ τοῦ |
| book 148.5.1 | ἀσφαλοῦς ἔχεσθαι, ἀμηχανῶν τε καταισχῦναι τὰ πραχθέντα ταῦτά |
| book 148.5.2 | φησιν. T |
| book 149 | 〈φοβεύμενος:〉 ὅτι σαφῶς ἀντὶ τοῦ φεύγων. Aint |
| book 150a1.1 | 〈ὥς ποτ’ ἀπειλήσει· τότε μοι χάνοι εὐρεῖα χθών:〉 |
| book 150a1.2 | τὸ εὐρεῖα ἀντὶ τοῦ εὐρέως. κρείσσων δέ φησι θάνατος ψόγου. b |
| book 150a1.3 | (BCE3E4) |
| book 150a2.1 | {εὐρεῖα χθών:} ἀντὶ τοῦ εὐρέως. ὅτι κρείσσων θάνατος |
| book 150a2.2 | ψόγου. T |
| book 150a2.1 | ἀπειλήσει: καυχήσεται, κομπάσει—ἐλεύσεσθαι (Ο |
| book 150a2.2 | 179—80). A |
| book 150b | 〈τότε μοι χάνοι εὐρεῖα χθών:〉 τότε ἡ γῆ χανοῦσα |
| book 150b | εὐρέως δέξαιτό με. Aint |
| book 150c.1 | τότε μοι χάνοι εὐρεῖα χθών: ὅτι οὐκ ἐν τῷ καθόλου |
| book 150c.2 | εὐρεῖαν λέγει, ἀλλ’ ἐμοὶ εὐρεῖα ἡ γῆ γένοιτο ἀντὶ τοῦ εὐρὺ χάσμα |
| book 150c.3 | ποιήσει〈εν〉. A |
| book 152a.1 | 〈ὤ μοι Τυδέος υἱὲ δαΐφρονος:〉 ἐπὶ τὸ δαΐφρονος |
| book 152a.2 | στικτέον· μᾶλλον γὰρ ἐμφαίνει. Aim |
| book 152b.1 | ὤ μοι Τυδέος υἱὲ 〈δαΐφρονοσ〉: διὰ τῆς οἰμωγῆς καὶ |
| book 152b.2 | τοῦ μοί ἐκφαυλίζει τὸν λόγον ὡς ἀνάξιον ὄντα τοῦ λέγοντος. | εἰς |
| book 152b.3 | τὸ δαΐφρονος δὲ στικτέον. b(BCE3E4)T | καὶ ἔστιν ἀντὶ τοῦ πολε‐ |
| book 152b.4 | μικοῦ. T |
| book 153-4.1 | εἴπερ γάρ ς’ Ἕκτωρ γε κακὸν καὶ ἀνάλκιδα φήσει |
| book 153-4.2 | 〈/ —πείσονται〉: πρῶτον μὲν ἄδηλον, εἰ ἐρεῖ, ἄλλως τε οὐ πεί‐ |
| book 153-4.3 | σει. καθάπτεται δὲ τῶν φροντιζόντων, τί ἐροῦσιν †αὐτοῖς† οἱ ἄνθρω‐ |
| book 153-4.4 | ποι, τοῦ δὲ πράγματος ὁποῖόν ἐστιν ἀμελούντων. b(BCE3E4)T |
| book 157a.1 | φύγαδε {τράπε}: ὡς „ἅλαδε“ (Β 165 al.). καὶ ἤτοι τὴν |
| book 157a.2 | φυγὴν φύγα εἶπεν ὡς τὴν σκέπην σκέπα· ἢ ὡς τὸ οἶκον δέ „οἴκαδε“ |
| book 157a.3 | (Α 19 al.), οὕτως φυγὴν δέ φύγαδε. A |
| book 157b | 〈τράπε:〉 οὕτως διὰ τοῦ α τράπε αἱ Ἀριστάρχου. Aim |
| book 157c.1 | ὣς ἄρα φωνήσας φύγαδ’ ἔτραπε: φρονίμως οὔτε ἀν‐ |
| book 157c.2 | τίρρησιν Διομήδους περιμένει οὔτε βιάζεται αὐτὸν φιλότιμον ὄντα |
| book 157c.3 | φεύγειν ὁμολογεῖν, ἀλλ’ αὐτὸς τρέπει τοὺς ἵππους, ἵνα μηδὲ ἐκ τούτων |
| book 157c.4 | μειώσῃ τὸν Διομήδην ὁ ποιητής. b(BCE3E4)T | τὸ δὲ φύγαδε ὡς |
| book 157c.5.1 | οἴκαδε. ἢ τὴν φυγὴν εἶπε κατὰ μεταπλασμόν, ὡς τὸ σκέπην σκέπα{ν}· |
| book 157c.5.2 | ἢ ἀπὸ τῆς φυγῆς. | διὰ τοῦ α δὲ ἔτραπε. T |
| book 159.1 | βέλεα στονόεντα χέοντο: ἔμφασιν ἐκίνησεν ἡ μεταφορά. |
| book 159.2 | δηλοῖ δὲ ὅτι λίαν ἀπελείποντο· ἐπεὶ πῶς αὐτὸν βλασφημεῖ ὁ Ἕκτωρ |
| book 159 | λόγοις; b(BCE3E4)T |
| book 161.1 | {τυδείδη} περὶ μέν σε τίον: ἡ σέ ἐγκλιτική ἐστιν· ἀπο‐ |
| book 161.2 | λέλυται γὰρ νῦν. καὶ τὸ τίον δὲ ποιητικώτερον ἀπέβαλε τὸν κατ’ |
| book 161.3 | ἀρχὴν χρόνον· διὸ ἐπὶ τὴν τι ἡ ὀξεῖα ἵσταται. περὶ δὲ τῶν τοιούτων |
| book 161.4 | ῥημάτων ἔφαμεν (sc. ad Β 808) ὅτι ἴση ἐστὶν ἡ χρῆσις παρὰ τῷ |
| book 161.5 | ποιητῇ. A |
| book 163a.1 | ἀντ’: κακῶς ὅσοι ἀναστρέφουσιν· ἡ γὰρ ἀντί ἀναστρέ‐ |
| book 163a.2 | φεται 〈οὔ〉ποτε. εἰ δὲ τὸ ἄντα ἐπίρρημα ἐκδέχονται, ἐναντίον τῇ δια‐ |
| book 163a.3 | νοίᾳ παραλήψονται. A |
| book 163b | 〈ἀντ’ ἐτέτυξο:〉 Ἀρίσταρχος „ἀντὶ {τοῦ} τέτυξο“. Aim |
| book 163c1.1 | γυναικὸς ἄρ’ ἀντ’ ἐτέτυξο: διὰ τοῦ ι εἶχον αἱ ἐκδόσεις |
| book 163c1.2 | „ἀντί“. | ὁ δὲ λόγος ‘γυναικὸς ἄρα ἶσος ἦσθα‘, ὡς „ἀντί τοί εἰμ’ ἱκέ‐ |
| book 163c1.3 | ταο“ (Φ 75). ‘οὐ διαφέρει γυναικόσ‘ τὸ δημῶδες. | ὁ δὲ Ἡρωδιανὸς |
| book 163c1.4 | (cf. 2,60,19) διὰ τοῦ ε ἀντ’ ἐτέτυξο. T |
| book 163c2.1 | διὰ τοῦ ι εἶχον αἱ ἐκδόσεις. | ὁ δὲ Ἡρωδιανὸς διὰ τοῦ ε |
| book 163c2.2 | ἐξέθετο. | ἔστι δὲ τὸ ὅλον οὕτως ‘γυναικὸς ἄρα ἴσος ἦσθα‘. b(BCE3) |
| book 164-6a.1 | ἔρ〈ρ〉ε κακὴ γλήνη〈—δαίμονα δώσω〉: |
| book 164-6a.2 | ἀθετοῦνται στίχοι τρεῖς ὅτι εὐτελεῖς εἰσι τῇ κατασκευῇ καὶ τὸ πάρος |
| book 164-6a.3 | τοι δαίμονα δώσω (166) τελείως ἐστὶν οὐ κατὰ τὸν ποιητήν. ἀνάρ‐ |
| book 164-6a.4 | μοστα δὲ καὶ τὰ λεγόμενα τοῖς προσώποις. A |
| book 164-6b1.1 | 〈ἔρρε—δώσω:〉 τούτους καὶ Ἀριστοφάνης ἠθέ‐ |
| book 164-6b1.2 | τηκεν. Aim |
| book 164-6b2 | Ἀριστοφάνης δὲ ἀθετεῖ T |
| book 164a | κακὴ γλήνη: τινὲς ὅτι μικρόφθαλμος ἦν ὁ Διομήδης. T |
| book 164b | 〈κακὴ γλήνη:〉 ὅτι μικρόφθαλμος, ὥς φασί τινες, ὁ Διο‐ |
| book 164b | μήδης ἦν ἢ ὑπόρραιβος, ὃ καὶ ὀνειδίζεται. b(BCE3E4) |
| book 164c1.1 | οὐκ εἴξαντος ἐμεῖο: ἀλλὰ μείναντος, ὅπερ σὺ ποιεῖς. |
| book 164c1.2 | ἀναφέρει δὲ εἰς τὰ ἀπαγγελθέντα ὑπὸ Ἰδαίου Τρώεσσιν (cf. Η |
| book 164c1.3 | 400—17). T |
| book 164c2.1 | τὸ δὲ οὐκ εἴξαντος οὐχ ὑποχωρήσαντος, ἀλλὰ μείναν‐ |
| book 164c2.2 | τος, b(BCE3E4) ὅπερ σύ, φησί, ποιεῖς. ἀναφέρει δὲ τὸν λόγον ἐπὶ |
| book 164c2.3 | τὰ ὑπὸ Ἰδαίου ἀπαγγελθέντα Τρωσίν. b(BE3E4) |
| book 166a.1 | 〈δαίμονα δώσω:〉 ἐν τῇ Ζηνοδότου „πότμον ἐφήσω“. |
| book 166a.2 | AintTil |
| book 166b1.1 | 〈ἄξεις ἐν νήεσσι· πάρος τοι δαίμονα δώσω:〉 λόγον |
| book 166b1.2 | κακὸν καὶ ἀγγελίαν· δώσω γάρ σοι, φησίν, ὑπόμνησιν, ὅταν ἐν ταῖς |
| book 166b1.3 | ναυσὶ κρατήσω σου. ἢ μᾶλλον τὴν δαίμονα ἤτοι τὴν τοῦ θανάτου |
| book 166b1.4 | ψῆφον. b(BCE3E4) |
| book 166b2 | δαίμονα λόγον κακόν. Til |
| book 167.1 | Τυδείδης δὲ διάνδιχα μερμήριξεν: πῶς δύο εἰπὼν τὸν |
| book 167.2 | Διομήδην μεριμνῆσαι ἓν ἐπάγει; φαμὲν δὲ ὡς δύο βουλὰς ἐμερίμνησεν |
| book 167.3 | εἰς ἓν νευούσας „ἵππους τε στρέψαι καὶ ἐναντίβιον μαχέσασθαι“ (Θ |
| book 167.4 | 168)· ἢ ὡς ὡμολογημένον ἀφίησι τὸ ἓν b(BCE3E4)T †καὶ† ὡς |
| book 167.5 | αἰσχρὸν ἐσιώπησεν. T |
| book 168.1 | ἵππους τε στρέψαι 〈καὶ ἐναντίβιον μαχέσασθαι〉: |
| book 168.2 | ὅτι ὑποτάσσουσιν „ἢ μήτε στρέψαι μήτ’ ἀντίβιον μαχέσασθαι“ (Θ 168a). οὐκ |
| book 168.3 | ἔστιν δέ· τὸ γὰρ „διάνδιχα“ (Θ 167) οὐκ ἔστι δύο ἐμερίμνησεν ἐναντία, |
| book 168 | ἀλλ’ ἐπὶ τὸ αὐτὸ φερόμενα, στρέψαι τοὺς ἵππους καὶ μάχεσθαι. A |
| book 169.1 | τρὶς μὲν μερμήριξε κατὰ φρένα καὶ κατὰ θυμόν: φρένα |
| book 169.2 | μὲν τὸ λογιστικόν, θυμὸν δὲ τὸ θυμοειδές. ἐπεμερίζετο οὖν, φησίν, |
| book 169.3 | ὑπό τε τοῦ νοῦ κωλυόμενος καὶ τοὐναντίον ὑπὸ τοῦ θυμοῦ διεγειρόμε‐ |
| book 169.4 | νος πρὸς τὴν πρᾶξιν. b(BCE3E4)T |
| book 170 | 〈ἀπ’ Ἰδαίων:〉 γράφεται καὶ „ἐπ’ Ἰδαίων“. Aint |
| book 171a.1 | σῆμα τιθεὶς Τρώεσσι, 〈μάχης ἑτεραλκέα νίκην〉: |
| book 171a.2 | βραχὺ διασταλτέον ἐπὶ τὸ Τρώεσσιν· αὐτὸ γὰρ τὸ σημεῖον, πρὸς τὸ |
| book 171a.3 | σημαινόμενον ὑπαντήσας, εἴρηκε νίκην. ἐὰν δὲ συνάπτωμεν, γίνεται |
| book 171a.4 | σολοικοφανές. A |
| book 171b.1 | 〈σῆμα τιθεὶς Τρώεσσι:〉 ἀντὶ τοῦ σημαίνων. | καὶ εἰς τὸ |
| book 171b.2 | Τρώεσσι στιγμήν. b(BCE3E4)Til |
| book 171c.1 | σῆμα τιθείς: ὧδε στικτέον. T τί δὲ ἦν τὸ σῆμα; |
| book 171c.2 | Τρώεσ〈σ〉ι μάχης ἑτεραλκέα νίκην. b(BCE3E4)T |
| book 175.1 | γινώσκω δ’ ὅτι μοι πρόφρων 〈κατένευσε Κρονίων〉: |
| book 175.2 | στρατηγικῶς μὲν τὴν εὐημερίαν αὐτοῖς δηλοῖ, οἰκειοῦται δὲ αὐτὴν |
| book 175.3 | ὑπερόπτως. b(BCE3E4)T ὁμοίως καὶ τὸ „κτείνω δὲ καὶ αὐτούσ“ |
| book 175.4 | (Θ 182). ὁ δὲ Ἕλλην „ἀλλ’ ἄνδρας κτείνωμεν“ (Ζ 70) φησίν. T |
| book 177.1 | {νήπιοι} οἵ {ἄρα δὴ τάδε}: Ἀρίσταρχος τὸ οἵ ἄρθρον φησίν, |
| book 177.2 | ὁ Σιδώνιος δὲ οἷα τὸ πλῆρες, οὐχ ὑγιῶς. T |
| book 178a.1 | ἀβλήχρ’: Ἡρακλείδης ὁ Μιλήσιος (fr. 7 C.) βαρύνει ὡς |
| book 178a.2 | ἄσιτα. λόγῳ δὲ χρῆται τούτῳ ὡς βληχρόν ἐστι τὸ ἰσχυρόν, ὅπερ κατὰ |
| book 178a.3 | στέρησιν ὀφείλει λέγεσθαι ἄβληχρος ὡς ἄκακος: σημαίνει γὰρ τὸ ἀ‐ |
| book 178a.4 | σθενές. ἡ μέντοι παράδοσις ὀξύνει τὸ ἀβληχρά καὶ „ἀβληχρήν“ (Ε |
| book 178a.5.1 | 337), πεισθεῖσα πρῶτον τῷ παρασχηματισμῷ ὡς ἁπλῷ· οὕτως γὰρ |
| book 178a.5.2 | παρεσχηματίσθη· ὡς πενιχρά, ψυχρά (λέγω δὲ θηλυκῶς), οὕτως ἀ‐ |
| book 178a.5.3 | βληχρά, οὐ κοινωνοῦντός ποτε τοῦ γένους (λέγω δὲ ὁ ἄβληχρος καὶ |
| book 178a.5.4 | ἡ ἄβληχρος). ἄλλως τε ἤδη αὐτὸ τὸ βληχρός σημαίνει ὡς ἐπὶ τὸ πλεῖ‐ |
| book 178a.5.5 | στον μᾶλλον τὸ ἀσθενές. Ἀλκαῖος θʹ (fr. 319 L.—P.)· „βληχρῶν ἀνέ‐ |
| book 178a.10.1 | μων ἀχείμαντοι πνοαί“· καὶ ὁ Νίκανδρος· „βληχρὸν γὰρ μυὸς οἷα |
| book 178a.10.2 | μυληβόρου ἐν χροῒ νύγμα“ (ther. 446). †τούτωι δὴ πλεονάσαν τὸ† α |
| book 178a.10.3 | φυλάξει τὸν αὐτὸν τόνον 〈***〉 ἀεί· οἶδα γὰρ τὸ ἄβορος, †ἄγαυ‐ |
| book 178a.10.4 | ρος†, ἄσταχυς. A |
| book 178b | 〈ἀβλήχρ’:〉 δύναται καὶ ἐν ἐπιτάσει εἶναι τὸ α. Til |
| book 178b | οὐδενόσωρα: οὐδεμιᾶς φροντίδος—φροντίς. A |
| book 178c.1 | οὐδενόσωρα: ὡς κυνόσουρα ὑφ’ ἓν κατὰ σύνθεσιν, εἰ καὶ |
| book 178c.2 | σπάνιος ἡ τοιαύτη σύνθεσις ἐξ ἀποφάσεως καὶ συνδέσμου καὶ τῆς |
| book 178c.3 | ἑνὸς γενικῆς ἐντελοῦς· οὐδέποτε γὰρ οὕτως αὕτη ἡ γενικὴ συντίθεται. |
| book 178c | ἀλλ’ οἵ γε ποιηταὶ τολμῶσι ξένας συνθέσεις. A |
| book 178d.1 | οὐδενόσωρα: ὑφ’ ἓν τὸ οὐδενόσωρα, εἰ καὶ σπάνιος |
| book 178d.2 | ἡ τοιαύτη σύνθεσις· λέγω δὲ ἐξ ἀποφάσεως καὶ συνδέσμου καὶ τῆς |
| book 178d.3 | ἑνὸς γενικῆς τελείας. b(BCE3E4)T | τινὲς δὲ οὐδενὸς φυλακτικά. | πι‐ |
| book 178d.4 | θανῶς δὲ καὶ τοῦ ὑπογύου ἔργου μνημονεύει ἐξευτελίζων τὴν πρᾶξιν. |
| book 178d.5 | b(BE3E4)T |
| book 180.1 | 〈ἀλλ’ ὅτε κεν—γένωμαι:〉 ἀλαζονεύεται, ὡς οὐ πρὸ |
| book 180.2 | μικροῦ σηκασθεὶς „ἠΰτε ἄρνεσ“ (Θ 131). b(BCE3E4)T |
| book 182.1 | ὡς πυρὶ νῆας ἐνιπρήσω: ἀλαζονείαν βαρβαρικὴν ἔχει τὸ |
| book 182.2 | πρὸ τῆς †χρείας† διορίζεσθαι. ἅμα δὲ καὶ στρατηγικὸν τὸ προνοεῖ‐ |
| book 182.3 | σθαι. b(BCE3E4)T |
| book 185a.1 | Ξάνθε τε καὶ σὺ Πόδαργε καὶ Αἴθων Λάμπε τε δῖε: |
| book 185a.2 | 〈ἀθετεῖται,〉 ὅτι οὐδαμοῦ Ὅμηρος τεθρίππου χρῆσιν παρεισάγει. |
| book 185a.3 | μάχεται δὲ καὶ τὰ ἐπαγόμενα δυϊκά, καὶ ἡ προσφώνησις εὐήθης. | |
| book 185a | βραχὺ δὲ διασταλτέον καθ’ ἕκαστον ὄνομα. κἂν συνάπτηται δέ, τὸ |
| book 185a.5.1 | ψυχρὸν ἐκεῖνο οὐ δύναται νοεῖσθαι ὅτι δύο μέν ἐστιν ἐπίθετα, δύο δὲ |
| book 185a.5.2 | κύρια· ἐπεὶ οἱ σύνδεσμοι παρακείμενοι χωρίζουσιν αὐτὰ ἀπ’ ἀλλή‐ |
| book 185a.5.3 | λων, τὰ δὲ κύρια πρὸς τὰ ἐπίθετα οὐδέποτε συνδεῖται. A |
| book 185b.1 | Ξάνθε τε καὶ σὺ Πόδαργε 〈καὶ Αἴθων Λάμπε τε |
| book 185b.2 | δῖε〉: ἀθετεῖται ὁ στίχος πρῶτόν γε διὰ τὸ σύ, εἶτα διὰ τὰ ὀνόματα· |
| book 185b.3 | Λάμπος γὰρ τῆς Ἠοῦς ἐστιν ἵππος (cf. ψ 246), Ξάνθος δὲ Ἀχιλλέως |
| book 185b.4 | (cf. Τ 400), Πόδαργος Μενελάου (cf. Ψ 295), Αἴθη Ἀγαμέμνονος (cf. |
| book 185b.5.1 | ib.), ἣν Αἴθωνα νῦν εἶπε μεταθεὶς τὸ γένος. οὐδαμοῦ τε τεθρίππῳ κέ‐ |
| book 185b.5.2 | χρηνται ἥρωες, εἰ μὴ ἐν Ὀδυσσεία ἐπὶ παραβολῆς· „ἡ δ’, ὥς τ’ ἐν |
| book 185b.5.3 | πεδίῳ †τετράωροι† ἄρσενες ἵπποι“ (ν 81)· τὸ γὰρ „†τέσσαρας ἀθλο‐ |
| book 185b.5.4 | φόρους ἵππους†“ (Λ 699) ὑπώπτευται ὡς νόθον, ἢ δύο ἅρματα δη‐ |
| book 185b.5.5 | λοῦν βούλεται· „τὸ〈ν〉 δ’ ἐλατῆρ’ ἀφίει ἀκαχημένον“ (Λ 702), τὸν |
| book 185b.10.1 | ἑκατέρας συνωρίδος. —εἴποι δ’ ἄν τις πρὸς τοῦτο ὅτι εἰκός, τῶν ἄλ‐ |
| book 185b.10.2 | λων τεθρίπποις μὴ χρωμένων, τὸν Ἕκτορα θαρσῆσαι τέσσαρας ἵπ‐ |
| book 185b.10.3 | πους ὑποζεῦξαι πρὸς κατάπληξιν τῶν πολεμίων b(BCE3E4)T διὰ |
| book 185b.10.4 | τὸ ἀπόγονον αὐτὸν εἶναι Τρωός, ᾧ Ζεὺς ὑπὲρ Γανυμήδους ἔδωκεν |
| book 185b.10.5 | ἵππους, ὅθεν φιλότιμός ἐστι περὶ ἱππικήν· οἶδε γὰρ ἵππος ἀγαθὸς |
| book 185b.15.1 | πρὸς ἱππικὴν ἐγείρειν ὡς καὶ πρὸς πόλεμον διάφορα ὅπλα καὶ θηρευ‐ |
| book 185b.15.2 | τικὴ κύων ἐπὶ κυνηγέσιον ἐξοιστρᾶν τὸν κτώμενον. διὰ τοῦτο τὸν Ἕ‐ |
| book 185b.15.3 | κτορα „θρασὺν ἡνίοχόν“ φησιν Ὅμηρος (sc. Θ 89), καὶ οὐ μόνον τοῦ‐ |
| book 185b.15.4 | τον θρασύν, ἀλλὰ καὶ τὸν ἡνιοχοῦντα αὐτῷ „Ἰφιτίδην Ἀρχεπτόλε‐ |
| book 185b.15.5 | μον θρασύν“ (Θ 128, cf. 312)· οὐ τοῦ τυχόντος γὰρ ἦν τέτρωρον |
| book 185b.20 | ἡνιοχεῖν. —ἀλλ’ εἰ τέτρωρον ἦν, φασί, πῶς δυϊκὸν ἐπήγαγε „τὴν |
| book 185b.1 | κομιδὴν ἀποτίνετον“ (Θ 186) καὶ „ἀλλ’ ἐφομαρτεῖτον καὶ σπεύδε‐ |
| book 185b.2 | τον“ (Θ 191); ῥητέον δὲ καὶ πρὸς τοῦτο ὅτι πρὸς τὰ συστήματα (δύο |
| book 185b.3 | γὰρ ζύγιοι καὶ δύο παρήοροι ἦσαν), ὡς τὸ „τόφρα μάλ’ ἀμφοτέρων |
| book 185b.4 | βέλε’ ἥπτετο“ (Θ 67)· πρὸς ἑκατέραν γὰρ στρατιάν, καὶ τὸ „ὡς |
| book 185b.25.1 | ἁψῖσι λίνου ἁλόντε“ (Ε 487), τὸν Ἕκτορα καὶ τοὺς Τρῶας· φησὶ γὰρ |
| book 185b.25.2 | „τύνη δ’ ἕστηκας, ἀτὰρ οὐδ’ ἄλλοισι κελεύεις 〈/ — /〉 μή πως ὡς |
| book 185b.25.3 | ἁψῖσι λίνου ἁλόντε“ (Ε 485. 487). b(BE3E4)T καὶ τὸ „αἴ κ’ ἀπο‐ |
| book 185b.25.4 | κηδήσαντε φερώμεθα χεῖρον ἄεθλον“ (Ψ 413) τὸ δυϊκὸν ἔχει πρὸς τὸν |
| book 185b.25.5 | ἡνίοχον καὶ τοὺς ἵππους. T τρισὶ δὲ ἵπποις ἐχρῶντο οἱ ἥρωες, ἵνα |
| book 185b.30.1 | τρωθέντος ἑνὸς τῶν ζυγίων εἰς τὴν τούτου χώραν ὁ παρήορος ἄγηται. |
| book 185b.30.2 | οἱ δὲ Ὁμηρικοὶ θεοὶ συνωρίσι χρῶνται, ἐπεὶ τιτρωσκόμενοι οὐχ ὁρῶν‐ |
| book 185b.30.3 | ται. ὁ δὲ Ἕκτωρ ἐτόλμησε προσθεῖναι τὸν τέταρτον ἅμα μὲν διὰ τὰ |
| book 185b.30.4 | προειρημένα, ἅμα δὲ καὶ τοῖν δυοῖν ἵπποιν τρῶσιν ὑφορώμενος. |
| book 185b.30.5 | b(BE3E4)T |
| book 185c.1 | Ξάνθε τε 〈καὶ σὺ Πόδαργε καὶ Αἴθων Λάμπε τε δῖε〉: |
| book 185c.2 | καθ’ ἑκάστην κλητικὴν βραχεῖα διαστολή. οὐκ ἐῶσι δὲ οἱ σύνδεσμοι, |
| book 185c.3 | ὥς τινες, εἶναι δύο ἐπίθετα καὶ δύο κύρια. b(BE3E4)T |
| book 186.1 | 〈ἀποτίνετον:〉 ὅτι ἐπὶ δυεῖν ἡ φράσις, ἀλλ’ οὐκ ἐπὶ τεσσά‐ |
| book 186.2 | ρων. Aint |
| book 186-8 | ἣν μάλα πολλήν / Ἀνδρομάχη〈—πυρὸν |
| book 186-8.1 | ἔθηκεν〉: οἰκονομικὸν καὶ εἰς σωτηρίαν τοῦ ἀνδρὸς τεῖνον, εἴ γε καὶ τὰ |
| book 186-8.2 | ὅπλα αὐτοῦ δέχεται, ὡς δηλοῖ ὁ Ζεύς· „ὅ οἱ οὔτι μάχης ἐκνοστήσαντι / |
| book 186-8.3 | δέξεται Ἀνδρομάχη κλυτὰ τεύχεα“ (Ρ 207—8). b(BCE3E4)T ὡς |
| book 186-8.5.1 | γυνὴ δὲ παρὰ φύσιν τὸν πυρὸν αὐτοῖς παραβάλλει. καὶ αἱ Διομήδους |
| book 186-8.5.2 | δὲ ἵπποι „μελιηδέα πυρὸν“ (Κ 569) ἔδουσι. παρὰ προτέροις (cf. 188) |
| book 186-8.5.3 | δὲ διὰ τὸ μὴ ἐπιλαθέσθαι αὐτῶν· ἄλογον γὰρ ὂν τὸ ζῷον ἀφ’ ἑαυτοῦ |
| book 186-8.5.4 | τροφὴν οὐκ αἰτεῖ. b(BCE3E4) |
| book 188-90a1.1 | 〈ὑμῖν πὰρ προτέροισι—εὔχομαι εἶναι:〉 |
| book 188-90a1.2 | ἀθετεῖται {δὲ} τὸ οἶνόν τ’ ἐγκεράσασα (189), ὅτι οὐ σύνηθες οἶνον |
| book 188-90a1.3 | πίνειν ἵππους, καὶ διὰ τὸ ὅτε θυμὸς ἀνώγοι (189) ψυχρὸν γὰρ καὶ |
| book 188-90a1.4 | τοῦτο ἐπὶ ἵππων. —ἔστιν οὖν ὑπερβατόν· ὑμῖν προτέροις πυρὸν |
| book 188-90a1.5.1 | παρέθηκεν ἢ ἐμοὶ τὸν αὐτὸν πυρὸν ἔθηκεν οἶνόν τ’ ἐγκεράσασα |
| book 188-90a1.5.2 | πιεῖν ὅτε θυμὸς ἀνώγοι (189), ἵν’ ᾖ τὸ πυρὸν ἔθηκεν (188) ἀπὸ |
| book 188-90a1.5.3 | κοινοῦ. b(BE3E4) |
| book 188-90a2.1 | {οἶνον τ’ ἐγκεράσασα ἢ ἐμοί:} τὸ ἑξῆς „ἣν μάλα πολλὴν“ |
| book 188-90a2.2 | (Θ 186) / ὑμῖν πὰρ προτέροισιν ἔθηκεν (188)—τί δ’ ἔθηκεν; |
| book 188-90a2.3 | μελίφρονα πυρόν (188)—ἢ ἐμοὶ οἶνον ἐγκεράσασα (190. 189) |
| book 188-90a2.4 | καὶ τὰ ἑξῆς συναπτέον· ὑπερβατὸν γάρ ἐστιν, ὅτι οὐκ ἔστι σύνηθες ἵπ‐ |
| book 188-90a2.5 | πους πίνειν οἶνον. ψυχρὸν δὲ ἐπὶ ἵππων καὶ τὸ ὅτε θυμὸς ἀνώγοι |
| book 188-90a2 | (189). T |
| book 188-90a3.1 | {ὑμῖν παρ προτέροισι:} τὸ ἑξῆς τοῦτό ἐστιν· ἢ ἐμοί, ὅς |
| book 188-90a3.2 | πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι, / οἶνόν τ’ ἐγκεράσασα |
| book 188-90a3.3 | πιεῖν, ὅτε {μοι} θυμὸς ἀνώγοι (190. 189). | ἰστέον δὲ ὅτι πρὸ |
| book 188-90a3.4 | τοῦ εὑρεθῆναι—κέρασιν ἔπινον. A |
| book 189a.1 | οἶνόν τ’ ἐγκεράσασα 〈πιεῖν, ὅτε θυμὸς ἀνώγοι〉: |
| book 189a.2 | γελοιότατος ἐπὶ ἵππων ὁ στίχος, ὅτι οἶνον ἵπποι οὐ πίνουσι. καὶ ὅτι |
| book 189a.3 | θυμὸς ἀνώγοι εἰς μέθην γελοῖον. A |
| book 189b.1 | 〈οἶνόν τ’—ἀνώγοι:〉 καὶ παρὰ Ἀριστοφάνει ἀθε‐ |
| book 189b.2 | τεῖται. Aint |
| book 191a.1 | {ἀλλ’} ἐφομαρτεῖτον καὶ σπεύδετον: ὅτι ὡς πρὸς δύο |
| book 191a.2 | τοῖς δυϊκοῖς σχήμασι χρῆται· διὸ ἀθετητέον τὸν προκείμενον στίχον |
| book 191a.3 | (sc. Θ 185), ἐν ᾧ τέσσαρά ἐστιν ὀνόματα. A |
| book 191b | 〈ἐφομαρτεῖτον:〉 ἐπιδιώκετον. Til |
| book 191c.1 | 〈ὄφρα λάβωμεν:〉 οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ „αἴ κε |
| book 191c.2 | λάβωμεν“. Aint |
| book 192-7.1 | ἀσπίδα Νεστορέην, 〈—〉αὐτὰρ ἀπ’ ὤμοιϊν |
| book 192-7.2 | Διομήδεοσ〈—ἐπιβησέμεν ὠκειάων〉: ἄτοπον νῦν φυσιολο‐ |
| book 192-7.3 | γεῖν Ἕκτορα· ἔστιν οὖν τίμια τὰ Ἐρευθαλίωνος ὅπλα. δηλοῖ δὲ (sc. |
| book 192-7.4 | 196—7) ὅτι, εἰ περιέσται τοῦ συνετοῦ καὶ ἀνδρείου, τοὺς λοιποὺς εὐ‐ |
| book 192-7.5 | κόλως Ἕλληνας ἕξει. b(BCE3E4)T |
| book 192 | ἀσπίδα Νεστορέην: αὐτὸν τὸν Νέστορα—γὰρ ἦν. A |
| book 193.1 | 〈πᾶσαν:〉 ὅτι Aim ἀντὶ τοῦ ὅλην, Aim Til ὡς, „πᾶ‐ |
| book 193.2 | σαι 〈...〉 πύλαι“ (Θ 58), ὅλη πύλη. Til |
| book 193 | κανόνας: ῥάβδους, αἷς—ὀχάνοιο. A |
| book 195a.1 | τὸν Ἥφαιστος κάμε τεύχων: ὅτι Ἡφαιστότευκτα τὰ |
| book 195a.2 | ὅπλα· ἀπὸ γὰρ Γλαύκου ἔλαβεν (cf. Ζ 235—6). καὶ ἀπὸ τῶν ὅπλων |
| book 195a.3 | ἐπὶ τοὺς ἄνδρας ἀναφέρεται, καὶ οὐκ ἔστιν ἀλληγορία. A |
| book 195b.1 | 〈τὸν Ἥφαιστος κάμε:〉 διὰ τὸ διάπυρον Διομήδους. |
| book 195b.2 | οἱ δὲ ὅτι τὸν Γλαύκου θώρακά φησιν. Til |
| book 196-7.1 | ἐελποίμην 〈κεν〉 Ἀχαιούς / αὐτονυχὶ νηῶν ἐπι‐ |
| book 196-7.2 | βησέμεν: καὶ πῶς πρὸ ὀλίγου καῦσαι ἤθελεν αὐτάς; κωμῳδεῖ τοίνυν |
| book 196-7.3 | τὴν βαρβαρικὴν μεταβολὴν ὁ ποιητής. b(BCE3E4)T |
| book 198.1 | νεμέσησε δὲ πότνια Ἥρη: ἐβάσκηνεν, ὠργίσθη, ἐφ’ οἷς |
| book 198.2 | ἀναξίως εἶπεν. T |
| book 199a.1 | σείσατο δ’ εἰνὶ θρόνῳ: γυναικεῖον ἦθος ὑπογράφει τῆς |
| book 199a.2 | Ἥρας, ἣ νικᾶται μὲν τῇ ἀπειλῇ Διὸς καὶ κατὰ χώραν μένει, οὐκ ἠρεμεῖ |
| book 199a.3 | δὲ τὸ σῶμα ὑπὸ τῆς ὀργῆς καὶ τὸν ὁμότιμον Διῒ Ποσειδῶνα διεγείρει. |
| book 199a.4 | καὶ νῦν μὲν μέχρι λόγων προέρχεται· b(BCE3E4)T ἑξῆς δὲ (sc. |
| book 199a.5.1 | Θ 218—9) ἐντίθησιν Ἀγαμέμνονι αὐτῷ ποιπνύσαντι θοῶς ἐγεῖραι |
| book 199a.5.2 | Ἀχαιούς· τέλεον δὲ ἡττηθεῖσα ὑπὸ τοῦ θυμοῦ καὶ προέρχεται (cf. Θ 350—483). b |
| book 199a.5.3 | (BCE3E4) |
| book 199b.1 | 〈σείσατο δ’ εἰνὶ θρόνῳ:〉 Ζεὺς δὲ νεύματι μόνῳ σείει |
| book 199b.2 | τὸν Ὄλυμπον. Til |
| book 199c.1 | 〈μακρὸν Ὄλυμπον:〉 ὅτι μακρὸν Ὄλυμπον ὡς |
| book 199c.2 | ὄρος. Aim |
| book 201.1 | ὢ πόποι, ἐννοσίγαι’ 〈εὐρυσθενέσ〉: παροξύνει αὐτὸν |
| book 201.2 | διὰ τῶν ἐπιθέτων, ἰσότιμον αὐτὸν ἀποφαίνουσα τῷ Διῒ καὶ ἀξιόμαχον. |
| book 201 | b(BCE3E4)T |
| book 201-2.1 | οὐδέ νυ σοί περ / ὀλλυμένων Δαναῶν〈—θυ‐ |
| book 201-2.2 | μόσ〉: ἠθικῶς τῶν ἄλλων φησὶ θεῶν ἀμελούντων τοῦ Ἑλληνικοῦ |
| book 201-2.3 | οὐδὲ σὺ τοὺς Ἕλληνας ἐλεεῖς. b(BCE3E4)T |
| book 203a.1 | οἱ δέ τοι〈—〉δῶρ’ ἀνάγουσιν: προτρεπτικὸν |
| book 203a.2 | τοῦτο πρὸς τὴν βοήθειαν, b(BCE3E4)T ἵνα μὴ προκατάρχειν, |
| book 203a.3 | ἀμείβεσθαι δὲ μᾶλλον δοκοίη, ὡς καὶ τὸ „εἴ ποτέ τοι χαρίεντα“ (Α |
| book 203a.4 | 39). T |
| book 203b.1 | 〈Ἑλίκην τε καὶ Αἰγάς:〉 Ἑλίκη πόλις τῆς Ἀχαίας ὑπὸ |
| book 203b.2 | σεισμοῦ ἠφανισμένη, b(BCE3E4)T ὅθεν καὶ Ἑλικώνιος (cf. Υ |
| book 203b.3 | 404) ὁ Ποσειδῶν. T καὶ Αἰγαὶ νῆσος πλησίον Εὐβοίας. b(BCE3) |
| book 203b.4 | T |
| book 203c.1 | {οἱ δέ τοι εἰς} Ἑλίκην {τε καὶ αἰγάς}: Ἑλίκη πόλις ἐν |
| book 203c.2 | Πελοποννήσῳ Ποσειδῶνος, ἀφ’ ἧς αὐτὸν „Ἑλικώνιον“ (Υ 404) ὁ |
| book 203c.3 | ποιητὴς καλεῖ. A |
| book 203d | 〈ἀνάγουσι:〉 ἀντὶ τοῦ ἄξουσι. Til |
| book 204a1.1 | 〈σφίσι βούλεο νίκην:〉 ἠθικῶς· οἷον, εἰ θελήσειας, δύ‐ |
| book 204a1.2 | νασαι 〈συγ〉κροτῆσαι. Til |
| book 204a2.1 | ἠθικῶς καὶ τοῦτο· οἷον, εἰ θελήσειας, δύνασαι καὶ βοηθῆσαι |
| book 204a2.2 | αὐτοῖς. βούλεο οὖν, φησίν, αὐτοῖς τὴν νίκην. b(BCE3E4) |
| book 206a1.1 | καὶ ἐρυκέμεν: ὧδε στικτέον. καὶ †ἑξῆς εὐρύοπα ζεύς†· |
| book 206a1.2 | οὐ γὰρ εἰκὸς ἐπιβουλεύειν Διῒ τὴν πρώην κολασθεῖσαν· ἐμφαίνεται δὲ |
| book 206a1.3 | καὶ θρασὺς θυμὸς γυναικεῖος θρασύτερον τῶν ὑπερεχόντων καταφρο‐ |
| book 206a1 | νῶν. T |
| book 206a2.1 | στικτέον εἰς τὸ ἐρυκέμεν. τὸ δὲ ἑξῆς εὐρύοπα Ζήν (ἀν‐ |
| book 206a2.2 | τὶ τοῦ Ζεύς) / „αὐτοῦ †κεν† ἀκάχοιτο“ (Θ 206—7)· οὐ γὰρ εἰκὸς ἐπι‐ |
| book 206a2.3 | βουλεύειν τῷ Διῒ καὶ αὐτὸν κωλῦσαι σπεύδειν τὴν παρ’ αὐτοῦ κολα‐ |
| book 206a2.4 | σθεῖσαν πολλάκις. ἐμφαίνεται δὲ αὐτῆς καὶ τὸ ἄγαν θρασύ· ὁ γὰρ |
| book 206a2.5.1 | γυναικεῖος θυμὸς θρασύτερος ὢν τῶν ὑπερεχόντων καταφρονεῖν ἀλό‐ |
| book 206a2.5.2 | γως ποιεῖ. b(BCE3E4) |
| book 206b | 〈Ζῆ/ν’:〉 πρὸς τὴν συναλιφὴν ἀντὶ τοῦ Ζῆνα. Aim |
| book 206-7a1.1 | Τρῶας ἀπώσασθαι καὶ ἐρυκέμεν εὐρύοπα |
| book 206-7a1.2 | Ζῆ/ν’, αὐτοῦ κ’ ἔνθ’ ἀκάχοιτο: ἡ διὰ τὸν „εἴ“ (Θ 205) σύνδεσμον |
| book 206-7a1.3 | ἀποτελουμένη ὑποστιγμὴ πίπτει μετὰ τὸ Ζῆν’ (206) ὄνομα. ἀλλ’ εἰ |
| book 206-7a1.4 | μὲν ἐκ πλήρους ἔκειτο, οὐδὲν ἂν ἐζητεῖτο. ἐπεὶ δὲ συνήλειπται καὶ ὑπὸ |
| book 206-7a1.5.1 | τῶν γραμματικῶν μετενήνεκται τὸ ν εἰς τὸν ἑξῆς στίχον, δύο παρη‐ |
| book 206-7a1.5.2 | κολούθησεν ἄλογα· ἓν μὲν ὅτι μεταξὺ μιᾶς συλλαβῆς τῆς ναυ ὑποστιγ‐ |
| book 206-7a1.5.3 | μὴ πέπτωκεν, καὶ αὕτη χρόνου ἔχουσα διάστημα, ᾧ παραπλήσια κἀ‐ |
| book 206-7a1.5.4 | κεῖνα „ὣς ἔφαθ’, αἱ δ’ ἐπέμυξαν“ (Δ 20), „ὣς ἔφατ’, οὐδ’ ἀπίθησεν“ |
| book 206-7a1.5.5 | (Β 166). ἕτερον δὲ ὅτι συμβήσεται κατ’ ἀρχὰς τοῦ στίχου (sc. 207) |
| book 206-7a1.10 | μετὰ τὸ ν μόνον στοιχεῖον διάστημα εἶναι τῆς ὑποστιγμῆς. A |
| book 206-7a2.1 | {ν’. αὐτοῦ:} ὅτι καὶ μεταξὺ συλλαβῆς στιγμὴ καὶ μετὰ |
| book 206-7a2.2 | συναλιφὴν καὶ ἐν ἀρχῇ στίχου. T |
| book 206-7a3.1 | ἐν ἀρχῇ τοῦ στίχου τὸ ν θετέον, ὅτι τὸ πρὸ τῆς ἀπο‐ |
| book 206-7a3.2 | στρόφου σύμφωνον τῷ ἐπιφερομένῳ συνάπτεται φωνήεντι. μετὰ δὲ τὸ |
| book 206-7a3.3 | ν ἡ στιγμή· καὶ μεταξὺ γὰρ συλλαβῆς καὶ †μεταξὺ† συναλιφῆς καὶ ἐν |
| book 206-7a3 | ἀρχῇ στίχου πολλάκις ποιητικῶς ἡ στιγμὴ τίθεται. b(BCE3E4) |
| book 207.1 | αὐτοῦ κ’ ἔνθ’ ἀκάχοιτο καθήμενος: ὅτι Ζηνόδοτος ἀνά‐ |
| book 207.2 | παλιν „αὐτοῦ κ’ ἔνθα κάθοιτ’ ἀκαχήμενοσ“. ATil |
| book 208.1 | 〈τὴν δὲ μέγ’ ὀχθήσας προσέφη:〉 οὐκ ἔφη κοινῶς „τὴν |
| book 208.2 | δ’ ἠμείβετ’ ἔπειτα“ (Υ 132), ἀλλὰ διὰ τοῦ σχετλιασμοῦ τὸ θράσος |
| book 208.3 | αὐτῆς ἀναστέλλει. b(BCE3E4)Til |
| book 209a.1 | ἀπτοεπές: ὅτι δασύνουσιν „ἁπτοεπέσ“, καθαπτομένη |
| book 209a.2 | τοῖς ἔπεσιν. Ἀρίσταρχος δὲ ψιλοῖ. ἐμφαντικώτερον δὲ τὸ ψιλοῦν, καὶ |
| book 209a.3 | ἴσως ἦν παρὰ τὸ πτοεῖσθαι, ἡ ἄγαν πτοοῦσα, ἢ παρὰ τὸ ἀπτόν, τὸ |
| book 209a.4 | ἰσχυρόν, ὥστε εἶναι δεινοεπές. A |
| book 209b.1 | ἁπτοεπές: ἁπτομένη· ἢ ἀάπτους λόγους λέγουσα. ἢ |
| book 209b.2 | ἀπτόητε· b(BCE3)T διὸ καὶ ποῖον τὸν μῦθον ἔειπες. b(BCE3 |
| book 209b.3 | E4)T | ἀναπαύων δὲ ἡμᾶς τῆς διηγήσεως τῶν Ἑλληνικῶν ἀτυχη‐ |
| book 209b.4 | μάτων παρεισάγει τὸν διάλογον τῶν θεῶν. b(BCE3)T |
| book 209c.1 | 〈ποῖον τὸν μῦθον:〉 Ἀττικῶς τὸν ποῖον μῦθον. b |
| book 209c.2 | (BCE3E4)Til |
| book 210a1.1 | οὐκ ἂν ἔγωγ’ ἐθέλοιμι Διῒ〈—〉μάχεσθαι: πῶς |
| book 210a1.2 | οὖν αὐτὸς ἐναντιοῦται τῷ Διῒ ἐν τῇ ἐπὶ ναυσὶ μάχῃ (sc. Ν 10—Ο 219); ὁ πολὺς αὐτὸν |
| book 210a1.3 | ἀνέκλασε φόνος τῶν Ἑλλήνων. T |
| book 210a2.1 | πῶς οὖν ἐν τῇ περὶ τὰς νῆας μάχῃ ἠναντίωται αὐτὸς τῷ |
| book 210a2.2 | Διΐ; ὅτι ἐκεῖσε αὐτὸν ὁ πολὺς τῶν Ἑλλήνων ἀνέπεισεν ὄλεθρος. b |
| book 210a2.3 | (BCE3E4) |
| book 213a1.1 | τῶν δ’ ὅσον ἐκ νηῶν ἀπὸ πύργου τάφρος ἔεργε: |
| book 213a1.2 | διχῶς αἱ Ἀριστάρχου ἔεργε καὶ „ἔρυκε“. καὶ τὸ δι’ ἀμφοτέρων ση‐ |
| book 213a1.3 | μαινόμενόν ἐστι τοιοῦτον· τῶν Ἀχαιῶν, ὅσον ἀπὸ τοῦ τείχους ἡ τά‐ |
| book 213a1 | φρος ὥριζεν, ἐπλήθυεν ὁμοίως ἵππων καὶ ἀνδρῶν συνελαυνομένων καὶ |
| book 213a1.5.1 | συνειργομένων ὑπὸ τοῦ Ἕκτορος. Ζηνόδοτος δὲ γράφει· „τῶν δ’ |
| book 213a1.5.2 | †ὅσων ἐν† νηῶν καὶ πύργου“. | ἔνιοι δὲ τὰ δύο διαστήματα πεπλη‐ |
| book 213a1.5.3 | ρῶσθαί φασι τῶν Ἑλλήνων, τό τε ἀπὸ τῶν νεῶν ἕως τοῦ τείχους καὶ |
| book 213a1.5.4 | 〈τὸ〉 ἀπὸ τοῦ τείχους ἕως τῆς τάφρου, ὃ δὴ στεῖνος προσαγορεύει (sc. |
| book 213a1.5.5 | Θ 476). A |
| book 213a2 | διχῶς Ἀρίσταρχος, καὶ ἔεργε καὶ „ἔρυκε“. Aim |
| book 213a3 | γράφεται καὶ „ἔρυκεν“. Til |
| book 213b.1 | τῶν δ’ ὅσον ἐκ νηῶν ἀπὸ πύργου 〈τάφρος ἔεργε〉: |
| book 213b.2 | τινὲς οὕτω τὸ ἑξῆς· ὅσον ἀπέεργεν ἡ τάφρος ἐκ τοῦ πύργου τῶν νεῶν, |
| book 213b.3 | τουτέστιν ἐκ τοῦ πύργου τοῦ διὰ τὰς ναῦς γενομένου. b(BE3E4)T |
| book 213c | τῶν δ’ ὅσον ἐκ νηῶν 〈ἀπὸ πύργου τάφρος ἔεργε〉: |
| book 213c.1 | τοῦτο δήλωσίς ἐστι τοῦ συνελάσθαι τοὺς Ἕλληνας εἰς τὸ μεταξὺ τῆς |
| book 213c.2 | τάφρου καὶ τοῦ τείχους στενόν, b(BCE3E4)T ὃ δὴ καὶ στεῖνος |
| book 213c.3 | καλεῖ (sc. Θ 476). T τὸ δὲ ἑξῆς· ὅσον εἶργε διάστημα ἀπὸ τῶν |
| book 213c.5.1 | νεῶν ἔξω τοῦ τείχους ἡ τάφρος, ἐπλήθυνεν ὁμοίως ἵππων τε καὶ |
| book 213c.5.2 | ἀνδρῶν b(BCE3E4)T ἀποκλειομένων (cf. Θ 214—5) †ἅμα μήτε |
| book 213c.5.3 | δυνηθέντων εἰσδραμεῖν τῷ τείχει, ἀλλὰ μήτε† τολμήσαντος ἔξω τῆς |
| book 213c.5.4 | τάφρου μεῖναί τινος. b(BE3E4)T καὶ τὸ „ἵππων“ (Θ 214) δὲ |
| book 213c.5.5 | ἐπέτεινε δηλῶν τὴν στενοχωρίαν. T ἔνιοι δὲ τὰ δύο διαστήματα |
| book 213c.10.1 | πεπληρῶσθαί φασι, τό τε ἀπὸ τῶν νεῶν ἕως τοῦ τείχους καὶ τὸ ἀπὸ |
| book 213c.10.2 | τοῦ τείχους ἕως τῆς τάφρου. b(BE3E4)T | τὸ δὲ ἑξῆς· ὅσον δὲ ἡ τά‐ |
| book 213c.10.3 | φρος διώριζεν ἐκ τῶν νεῶν καὶ τοῦ τείχους τοὺς πολεμίους, τοῦτο ἐπε‐ |
| book 213c.10.4 | πλήρωτο· ἡ γὰρ ἀπό πρὸς τὸ ἔεργε, καὶ λείπει ὁ καί, ἵν’ ᾖ ‘καὶ |
| book 213c.10.5 | πύργου‘. | Ζηνόδοτος δὲ γράφει „τῶν δ’ ὅσον ἐκ νηῶν καὶ πύργου“, |
| book 213c.15 | ὃ καὶ ἄμεινον. T |
| book 213d.1 | ἄλλως· ὅτι ἔν τισι γράφεται „ἀπὸ τάφρου πύργος ἔεργε“. |
| book 213d.2 | 〈οὐ〉 δύναται δὲ τὸ ἐκ νηῶν συναφὲς εἶναι τῷ „ἀπὸ τάφρου“· πρὸς |
| book 213d.1 | γὰρ ταῖς ναυσὶ μᾶλλον ὁ πύργος ἢ ἡ τάφρος. καὶ ἔστι τὸ λεγόμενον· |
| book 213d.2 | τὸ μεταξὺ τοῦ τείχους καὶ τῆς τάφρου πλῆρες ἦν ἵππων καὶ ἀνδρῶν. |
| book 213d.5.1 | ἐκ νηῶν δὲ λέγει ἀπὸ τοῦ κατὰ τὰς ναῦς τόπου. σημειωτέον δὲ ὅτι |
| book 213d.5.2 | μεταξὺ τοῦ τείχους καὶ τῆς τάφρου διάστημα ἀπελείπετο κατὰ τὴν το‐ |
| book 213d.5.3 | ποθεσίαν τῆς νεωλκίας. A |
| book 213e.1 | τῶν δ’ ὅσον ἐκ νηῶν 〈ἀπὸ πύργου τάφρος ἔεργε〉: |
| book 213e.2 | βραχὺ διασταλτέον ἐπὶ τὸ νηῶν· σαφεστέραν γὰρ ποιεῖ τὴν διάνοιαν |
| book 213e.3 | τοιαύτην οὖσαν· ὅσον ἡ τάφρος ἀπέχει τοῦ τείχους καὶ τῶν νηῶν, |
| book 213e.4 | τοῦτο πλῆρες ἦν πεζῶν τε καὶ ἵππων (cf. Θ 214), λείποντος τοῦ καί |
| book 213e.5.1 | συνδέσμου· τὸ γὰρ ἔεργεν ἐστὶ περιώριζεν· ἐντός, τῶν τε νηῶν καὶ |
| book 213e.5.2 | τοῦ τείχους μεταξύ, κενὸν ἦν εἰς δίοδον, τὸ μὲν πλάτος πλεθριαῖον |
| book 213e.5.3 | ὑπάρχον, τὸ δὲ μῆκος δι’ ὅλου τοῦ ναυστάθμου. πάλιν δὲ οὕτως τοῦ |
| book 213e.5.4 | τείχους ἐκτὸς ἦν διάστημα βραχύ, μεθ’ ὃ ἡ τάφρος ὤρυκτο. τοσοῦτον |
| book 213e.5.5 | μέντοι εἰκάζει τὸ διάστημα ἐκεῖνο ὡς ἐντὸς βέλους εἶναι τὴν τάφρον καὶ |
| book 213e.10.1 | ἐφικνεῖσθαι τὰ βαλλόμενα τοῦ τείχους ἀπὸ τῶν ἐπιόντων. ἀμφότερα |
| book 213e.10.2 | οὖν τὰ διαστήματα ἑκατέρωθεν τοῦ τείχους, τὸ μὲν πρὸς τὴν τάφρον, |
| book 213e.10.3 | τὸ δὲ πρὸς τὰς ναῦς, ἐπεπλήρωτο. οὕτως Νικάνωρ (p. 194 Friedl.). A |
| book 216.1 | ὅτε οἱ Ζεὺς κῦδος ἔδωκε: τοῦτο πρὸς μείωσιν τοῦ πολε‐ |
| book 216.2 | μίου Ἕκτορος. T |
| book 217a.1 | καί νύ κ’ ἐνέπρησεν: εἰς ἄκρον τοὺς κινδύνους εἴωθεν |
| book 217a.2 | ἐξάγειν ἀεί, καὶ ἐναγώνιον ποιήσας τὸν ἀκροατὴν τῇ προσδοκίᾳ |
| book 217a.3 | εὐθὺς τὴν ἴασιν ἐπιφέρει. b(BCE3E4)T |
| book 217b.1 | κηλέῳ: ὡς μελέῳ. γέγονε δὲ παρὰ 〈τὸ〉 κᾶλον καὶ κῆλον |
| book 217b.2 | κήλ〈ε〉ιον, ὡς παρὰ τὸ μῆλον μήλ〈ε〉ιον δέρος, καὶ Ἰωνικῶς κήλεον καὶ |
| book 217b.3 | κηλέῳ. ἐκεῖνο γοῦν ἐντελές ἐστι τὸ „σὺν πυρὶ κηλείῳ χάριν Ἕκτοροσ“ |
| book 217b.4 | (Ο 744). A |
| book 217c.1 | 〈κηλέῳ:〉 κᾶλον κάλειον κήλεον. σημαίνει δὲ τὸ καυστι‐ |
| book 217c.2 | κόν. Til |
| book 218.1 | εἰ μὴ ἐπὶ φρεσὶ θῆκ’ 〈Ἀγαμέμνονι πότνια Ἥρη〉: ἐν |
| book 218.2 | καταπλήξει γὰρ ἦσαν ἅπαντες. τοῦτο δὲ ἰάσατο ἡ Ἀγαμέμνονος |
| book 218.3 | προτροπή. b(BCE3E4)T δεῖ δὲ αὐτουργεῖν ἐν τοῖς δεινοῖς τοὺς |
| book 218.4 | ἄρχοντας. b(BE3E4)T |
| book 221a.1 | πορφύρεον μέγα φᾶρος 〈ἔχων ἐν χειρὶ παχείῃ〉: |
| book 221a.2 | κατὰ τὸ σιωπώμενον ἔλαβε τὸ φᾶρος. ἐπισείων δὲ τὸ φᾶρος τῇ χειρὶ τῷ |
| book 221a.3 | παραδόξῳ τοῦ σχήματος ἐπιστρέφειν πειρᾶται τοὺς ἔσω τείχους εἰσ‐ |
| book 221a.4 | ελθόντας. b(BCE3E4)T |
| book 221b.1 | ἔχων ἐν χειρί: πρὸς τὸ ἔχων ἐν χειρί, τί ποτε σημαίνει. |
| book 221b.2 | ὁ μὲν Ἀπολλόδωρος (FGrHist 244, 228) ὅτι περιειλήσας εἶχεν ἐν τῇ |
| book 221b.3 | χειρί· ὁ δὲ Διονύσιος (fr. 34 S.), πρὸς τὸ κατασείειν εὐθέτως λαβόμενος |
| book 221b.4 | τοῦ φάρους. | φᾶρος δέ ἐστι πορφυροῦν ἱμάτιον—αὐτοὺς κατα‐ |
| book 221b.5 | στεῖλαι. A |
| book 222 | 〈μεγακήτεϊ:〉 μεγάλῃ, παρὰ τὸ κῆτος. Til |
| book 223.1 | ἥ ῥ’ ἐν μεσσάτῳ 〈ἔσκε γεγωνέμεν ἀμφοτέρωσε〉: πρὸς |
| book 223.2 | τὴν τάξιν τῆς νεωλκίας ἡ παρατήρησις, καὶ πρὸς τὸ γεγωνέμεν ὅτι |
| book 223.3 | οὐ ψιλῶς ἐστι φωνεῖν, ἀλλ’ ἀκουστὸν φθέγγεσθαι. A |
| book 227a1 | 〈διαπρύσιον:〉 †διαπερύσιον† ἢ διαπορεύσιμον. Til |
| book 227a2 | διαπορεύσιμον καὶ μέγα καὶ εἰς πάντας ἧκον. b(BCE3E4) |
| book 228.1 | αἰδώς, Ἀργεῖοι, 〈—〉εἶδος ἀγητοί: οἱ τὰ μὲν παρὰ |
| book 228.2 | τῆς φύσεως εὐποροῦντες, οἰκείᾳ δὲ κακίᾳ μειοῦντες· ὃ καὶ ἀλλαχοῦ |
| book 228.3 | „οὐκ ἄρα σοί γε ἐπὶ εἴδεϊ καὶ φρένες ἦσαν“ (ρ 454)· ἢ ὅτι οὐδέν ἐστι |
| book 228.4 | κάλλος δίχα δυνάμεως. b(BCE3E4)T | τὸ δὲ εἶδος ἀγητοί θαυμα‐ |
| book 228.5 | στοί· ἄγη γὰρ ἡ ἔκπληξις. T |
| book 229a.1 | πῇ ἔβαν εὐχωλαί, 〈ὅτε δή φαμεν εἶναι ἄριστοι〉: |
| book 229a.2 | λεληθότως μανθάνομεν τὰ προγεγονότα. πιθανῶς δὲ συμπεριέλαβε |
| book 229a.3 | καὶ ἑαυτόν, ἵνα μὴ ἄντικρυς αὐτοὺς διαστρέψῃ. b(BCE3E4)T |
| book 229b.1 | ὅτε δὴ φάμεν: οὐκ ἀναγκαῖον ὀξύνειν τὸν δή, ἵνα κρᾶσις |
| book 229b.2 | γένηται, ὁμοίως τῷ „μήτε σὺ Πηλείδήθελε“ (Α 277)· ἐπὶ μὲν γὰρ τοῦ |
| book 229b.3 | ἐθέλω πᾶσα ἀνάγκη τὸ ε μένειν κατὰ τὸν ποιητήν, ὡς εἴρηται (sc. ad |
| book 229b.4 | Α 277)· ἐπὶ δὲ τούτου τοῦ παρῳχημένου δύναται ποιητικῶς ἀποβε‐ |
| book 229b.5.1 | βλῆσθαι τὸ ε, ὥστε ἐπὶ τὴν φα συλλαβὴν θετέον τὴν προσῳδίαν. καὶ |
| book 229b.5.2 | ἔστιν ὅμοιον τῷ ἐν Ὀδυσσείᾳ „†τηλέμαχος δ’ ὡς εἶδεν†· φάμεν δέ |
| book 229b.5.3 | οἱ οὐ τελέεσθαι“ (δ 664 = π 347). A |
| book 230a.1 | ἃς ὁπότ’ ἐν Λήμνῳ 〈κενεαυχέες ἠγοράασθε〉: ὅτι |
| book 230a.2 | τοῦτο γινόμενον μὲν οὐ παρέστησεν, ὡς γενόμενον δὲ παραδίδωσιν. A |
| book 230b.1 | 〈ἃσ〉 ὁπότ’ ἐν Λήμνῳ: τὸ ὁπότε ἀντὶ τοῦ ποτέ. Aint b |
| book 230b.2 | (BCE3E4)T οἱ δὲ εἰς τὸ Λήμνῳ στίζουσιν, λείποντος τοῦ ἦμεν. |
| book 230b.3 | δείκνυσι δὲ ὡς ἀβέβαιος ἡ παρὰ κύλικας ὑπόσχεσις. b(BCE3E4)T |
| book 230c | 〈ἠγοράασθε:〉 ἐν ἄλλῳ „εὐχετάασθε“. Aim |
| book 231a.1 | ἔσθοντες κρέα πολλὰ 〈βοῶν ὀρθοκραιράων〉: πε‐ |
| book 231a.2 | ριττὸς ὁ στίχος· ἐκ γὰρ τοῦ πίνειν, οὐκ ἐκ τοῦ ἐσθίειν τὸ καυχᾶσθαι |
| book 231a.3 | συμβαίνει. A |
| book 231b | 〈ὀρθοκραιράων:〉 κ〈ρ〉αῖρα ἡ κεφαλή. Til |
| book 231-2.1 | ἔσθοντες κρέα πολλὰ〈— /〉 πίνοντες κρητῆ‐ |
| book 231-2.2 | ρας: πρῶτος ἔγραψε στράτευμα μεθύον καὶ †μεγαλορημονοῦν† |
| book 231-2.3 | Ὅμηρος, εἶτα σῶφρον †μετ’ αὐτόν† b(BCE3E4)T |
| book 233a.1 | 〈Τρώων ἀνθ’ ἑκατόν:〉 πρὸς τὴν ἀνάγνωσιν, ὅτι οὕτως |
| book 233a.2 | προενεκτέον. Aint |
| book 233b.1 | Τρώων ἄνθ’ ἑκατόν {τε}: ἐπὶ τὴν ανθ συλλαβὴν ἡ |
| book 233b.2 | ὀξεῖα, ἵνα τὸ πλῆρες ᾖ ἄντα. οὕτως δὲ ἀξιοῖ Δημήτριος ὁ Γονύπεσος· |
| book 233b.3 | καὶ ἐμοὶ δὲ οὕτως ἀρέσκει τὸ τῆς διανοίας· ἄντικρυς γὰρ Τρώων ἑκα‐ |
| book 233b.4 | τὸν καὶ διηκοσίων εἷς ἕκαστος στήσεσθαί φησιν· οὐ γὰρ κωλύεται ἡ |
| book 233b.5 | τοῦ ἄντα σύνταξις, εἴ γε ἐπὶ γενικὴν φέρεται. A |
| book 233c1 | 〈Τρώων ἄνθ’ ἑκατόν:〉 τὸ πλῆρες μᾶλλον ἄντα, ὡς καὶ |
| book 233c1.1 | τῷ Ἡρωδιανῷ (sc. 2,61,16) ἀρέσκει, οὐχὶ δὲ ἀντί, καθὼς Ἀριστάρ‐ |
| book 233c1.2 | χῳ ἔδοξεν. b(BCE3E4) |
| book 233c2.1 | ἄνθ’ ἑκατόν τε: τὸ πλῆρες ἄντα, οὐκ ἀντί, ὡς ἀρέσκει |
| book 233c2.2 | τῷ Ἡρωδιανῷ. T |
| book 235a.1 | Ἕκτορος, ὃς τάχα νῆας 〈ἐνιπρήσει πυρὶ κηλέῳ〉: |
| book 235a.2 | ὅτι ἐκλύει καὶ ἀπαμβλύνει τὸν ὀνειδισμὸν ὁ στίχος· κρεῖσσον γὰρ κα‐ |
| book 235a.3 | θολικώτερον ἐᾶσαι, οὑδήποτε ἀνδρός, ἀλλ’ οὐχὶ τοῦ διαφορωτά‐ |
| book 235a.4 | του. A |
| book 235b1.1 | Ἕκτορος, ὃς τάχα 〈νῆας ἐνιπρήσει πυρὶ κηλέῳ〉: |
| book 235b1.2 | ἧττον ἄν φησιν Ἀρίσταρχος ὀνειδιστικὸν εἶναι, εἴπερ οὕτως ἐγέγρα‐ |
| book 235b1.3 | πτο „Ἕκτορος, ᾧ δὴ κῦδος Ὀλύμπιος αὐτὸς ὀπάζει“. ἠθέτητο δὲ καὶ |
| book 235b1.4 | παρὰ Ἀριστοφάνει. A |
| book 235b2.1 | Ἕκτορος, ὃς τάχα νῆας ἐνιπρήσει 〈πυρὶ κηλέῳ〉: |
| book 235b2.2 | ἥττονά φησιν ὀνειδισμὸν Ἀρίσταρχος εἶναι, εἰ οὕτως ἐγέγραπτο |
| book 235b2.3 | „Ἕκτορος, ᾧ δὴ κῦδος Ὀλύμπιος αὐτὸς ὀπάζει“. περισσὸς δέ· ὡς γὰρ |
| book 235b2.4 | ἐκεῖνοι ἀοριστώδως ἔλεγον, οὕτως ἔδει καὶ τοῦτον ἀοριστώδως. T |
| book 235c.1 | 〈Ἕκτορος, ὃς—κηλέῳ:〉 μέγαν {δὲ} φησὶν ὀνει‐ |
| book 235c.2 | δισμὸν τὸ τοιοῦτον εἶναι, εἰ πάντες ἄξιοι ἑνὸς τοῦ Ἕκτορος οὐκ εἰσίν, |
| book 235c.3 | ἀλλ’ ὡς νεβροὶ ἡσσῶνται λέοντος. b(BCE3E4) |
| book 235d.1 | πυρὶ κηλέῳ: καθ’ ὕφεσιν τοῦ ι γέγονεν· τὸ γὰρ τέλειόν |
| book 235d.2 | ἐστι κηλείῳ. T |
| book 236.1 | Ζεῦ πάτερ: διὰ τῆς ἀναφωνήσεως καὶ ὀνειδίζει καὶ ψυχα‐ |
| book 236.2 | γωγεῖ, τὴν αἰτίαν εἰς θεοὺς ἀνάγων. b(BCE3E4)T οἰκειοῦται δὲ |
| book 236.3 | τὴν συμφοράν, ὅπως καταιδῇ παρακαλῶν. b(BE3E4)T ἄλλως |
| book 236.4 | τε „τούτῳ μὲν γὰρ κῦδος ἅμ’ ἕψεται, / τούτῳ δ’ αὖ μέγα πένθος |
| book 236.5 | Ἀχαιῶν δῃωθέντων“ (Δ 415. 417). T |
| book 236-7.1 | 〈ἦ ῥά τιν’—〉καί μιν μέγα κῦδος ἀπηύρας: καί |
| book 236-7.2 | μιν ἀπηύρας Ἀττικῶς, ὡς καταφρονεῖ με. | ἀντὶ τοῦ ‘εἰργάσω ἄλλον |
| book 236-7.3 | τινὰ τῶν βασιλέων οἷα ἐμέ;‘ T |
| book 237 | 〈μὶν ... ἀπηύρας:〉 ἀπηύρας αὐτόν. Til |
| book 239a.1 | {νηῒ πολυκλήϊδι παρελθέμεν ἐνθάδε} ἔρρων: ὅτι τὸ ἔρ‐ |
| book 239a.2 | ρων οὐκ ἔστι ψιλῶς παραγινόμενος, ἀλλὰ μετὰ φθορᾶς· δυσαρε〈σ〉τεῖ |
| book 239a.3 | γὰρ τῇ παρουσίᾳ. A |
| book 239b.1 | ἔρρων: φθοράν, οὐ πλοῦν ὀνομάζει τὴν ὁδόν. b(BCE3 |
| book 239b.2 | E4)T |
| book 240a.1 | δημόν: Ἀρίσταρχος κατ’ ὀξεῖαν τάσιν ἐπὶ τοῦ λίπους· |
| book 240a.2 | τὸ γὰρ ἐπὶ τοῦ πλήθους βαρύνει. οὕτως καὶ ὁ Ἀσκαλωνίτης (p. 49 B.) |
| book 240a.3 | λέγων τὸ μὲν παρὰ τὸ δέμας γεγενῆσθαι, οἱονεὶ σῶμά τι τυγχάνον, ἢ |
| book 240a.4 | παρὰ τὸν δασμόν, τὸ δὲ ἐπὶ τοῦ λίπους παρὰ τὸ δαίω· εὔκα〈υ〉στον |
| book 240a.5.1 | γὰρ τὸ λίπος. δύναιτο δ’ ἄν τις καὶ ἄλλως ἐτυμολογεῖν, εἰ παρὰ τὸ |
| book 240a.5.2 | δέω γένοιτο· δέεμος καὶ ἐν συναλιφῇ δῆμος, τὸ συνδεδεμένον πλῆθος· |
| book 240a.5.3 | τὸ γὰρ ἐναντίον λύη ἀπὸ τῆς διαλύσεως. A |
| book 240b1.1 | βοῶν δημὸν καὶ μηρί’ ἔκηα: διὰ τούτων παιδεύει |
| book 240b1.2 | ἡμᾶς καὶ ἐπὶ ξένης θύειν. | δημὸν δὲ στέαρ, π[ι]μελήν, παρὰ τὸ δαίω |
| book 240b1.3 | τὸ καίω. T |
| book 240b2.1 | παιδεύει δὲ ἡμᾶς καὶ ἐπὶ ξένης ὄντας θεῷ προσανέχειν |
| book 240b2.2 | ἀεί, ἀφ’ οὗ πᾶν τὸ διδόμενον. b(BCE3E4) |
| book 242a1.1 | 〈ἀλλά, Ζεῦ, τόδε πέρ μοι ἐπικρήηνον ἐέλδωρ:〉 |
| book 242a1.2 | Ἕλλην ὢν καὶ ἀγαθὰ φρονῶν τῆς εἰς θεοὺς ἐλπίδος οὐδέποτε ἀφίστα‐ |
| book 242a1.3 | ται. παιδευτικοὶ δὲ οἱ λόγοι. b(BCE3E4) |
| book 242a2.1 | {τόδε μοι κρήηνον ἐέλδωρ:} ὡς †ἑλληνικὸς† οὐκ ἀφίστα‐ |
| book 242a2.2 | ται τῆς εἰς θεοὺς ἐλπίδος. T |
| book 243a1.1 | αὐτοὺς δή περ ἔασον ὑπεκφυγέειν: ἐλεεινὸν ἡ παρ’ |
| book 243a1.2 | ἐλπίδας ἀπόδοσις· πάλαι μὲν εὐχόμεθα περὶ νίκης, νῦν δὲ περὶ σωτη‐ |
| book 243a1.3 | ρίας αἰτοῦμεν. T |
| book 243a2.1 | ἐλεεινὸν ἡ παρ’ ἐλπίδας ἀτυχία· πάλαι γὰρ περὶ νίκης |
| book 243a2.2 | εὐχόμενοι νῦν περὶ τῆς σφῶν αἰτοῦσι σωτηρίας. b(BCE3E4) |
| book 245.1 | 〈δακρυχέοντα:〉 καὶ ὅτι ἐδάκρυσεν Ἀγαμέμνων, νῦν ἐσή‐ |
| book 245.2 | μανεν. b(BCE3E4)Til |
| book 246a.1 | 〈νεῦσε—ἔμμεναι:〉 ὑπὲρ ἀναπαύσεως τοῦ ἀκροα‐ |
| book 246a.2 | τοῦ. Til |
| book 246b.1 | 〈οὐδ’ ἀπολέσθαι:〉 Ἀρίσταρχος „οὐδ’ Aim ἀπο‐ |
| book 246b.2 | λεῖσθαι“. AimTil |
| book 247-50.1 | αἰετὸν ἧκε〈—ῥέζεσκον Ἀχαιοί〉: οἱ μέν φασι |
| book 247-50.2 | τικτομένου τοῦ Διὸς τεχθῆναι καὶ τὸν ἀετόν, οἱ δὲ καὶ ἐν τῇ γιγαντο‐ |
| book 247-50.3 | μαχίᾳ αἴσιον τῷ Διῒ γενέσθαι· διὸ ἱερὸς αὐτοῦ ἐστιν. εἴρηται δὲ ἀετὸς |
| book 247-50.4 | παρὰ τὸ ἀεὶ ἐτεὸν αὐτὸν εἶναι, ὅ ἐστιν ἀληθῆ. τελειότατον δὲ πε‐ |
| book 247-50.5.1 | τεεινῶν (247) ἤτοι τὸν τελεστικώτατον, ἐπεὶ Διός ἐστιν, ἢ τὸν |
| book 247-50.5.2 | μείζονα. b(BCE3)T ὁ δὲ νεβρὸς (cf. 248 et 249) τοὺς κατεπτη‐ |
| book 247-50.5.3 | χότας δηλοῖ Ἕλληνας καὶ ὁ κοινὸς βωμὸς τὴν κοινὴν ἅπασιν ἀπὸ τοῦ |
| book 247-50.5.4 | Διὸς σωτηρίαν (cf. 249): b(BCE3E4)T ἄδειαν γὰρ τοῖς καταφεύ‐ |
| book 247-50.5.5 | γουσιν ὁ βωμὸς πορίζεται. ὅτι δὲ κοινὸς καὶ τῷ πανομφαίῳ (250) |
| book 247-50.10.1 | δηλοῖ, οἷον ἀπὸ πάσης φωνῆς καὶ γλώττης τετιμημένῳ· b(BE3E4)T |
| book 247-50.10.2 | ὀμφὴ γὰρ ἡ φωνή. T |
| book 247.1 | αὐτίκα δ’ αἰετὸν ἧκε τελειότατον: μέγιστον ἢ ἐντελῆ |
| book 247.2 | —δηλοῦν, τὸ ἀληθές. A |
| book 248a1.1 | νεβρόν: τὸ νεωστὶ βορᾶς δεχόμενον †εὔθυμον† φασὶ γε‐ |
| book 248a1.2 | νόμενον †σάρκα φάγεσθαι ἀετοῦ· νεβρὸς αἰετοῦ ἀετός†. T |
| book 248a2 | ὁ νεωστὶ βορὰν δεχόμενος ἢ πρὸς αὐτὴν ἐπιτήδειος. b |
| book 248a2 | (BCE3E4) |
| book 249a1.1 | πὰρ δὲ Διὸς βωμῷ: καλὸν τὸ ἔσω γενέσθαι τὸ ση‐ |
| book 249a1.2 | μεῖον· ἦ γὰρ ἂν ἰδόντες Τρῶες πλέον ἐθάρρουν. T |
| book 249a2.1 | καλῶς δὲ τοῦ τείχους ἐντὸς τὸ σημεῖον ἐγένετο· εἰ γὰρ εἶ‐ |
| book 249a2.2 | δον αὐτὸ οἱ Τρῶες, πλέον ἂν ἐθάρρησαν. b(BCE3) |
| book 249b | 〈κάββαλε νεβρόν:〉 ἐν ἄλλῳ „θήκατο νεβρόν“. Aint |
| book 250a.1 | πανομφαίῳ: ὅτι οὐκ ἔστι καθολικὸν ἐπίθετον ὁ πανομ‐ |
| book 250a.2 | φαῖος, ὁ κληδόνιος καὶ πάσης κληδόνος παραίτιος. καὶ ὅτι ἅπαξ ἐν‐ |
| book 250a.3 | ταῦθα τὸ ἐπίθετον. A |
| book 250b.1 | πανομφαίῳ: τινὲς τῷ ὑπὸ πάντων φωνουμένῳ, παρόσον |
| book 250b.2 | αὐτός ἐστιν ὁ ἀήρ, A b (BCE3)T ὅθεν ἡ φωνή. ὀμφὴ δὲ ἡ φωνή, |
| book 250b.3 | ἡ τὸ ὂν φαίνουσα. b(BCE3)T ἢ ὅτι †ἐν† τῇ Ὀδυσσέως νηΐ, ὅπου |
| book 250b.4 | ἡ ἀγορά (cf. Λ 806—8), διὰ τὰς γινομένας ἐξ αὐτῆς φήμας. ἢ ὅτι φησὶν |
| book 250b.5 | „ἢ ὄσσαν ἀκούσεις / ἐκ Διόσ“ (α 282—3). T |
| book 251.1 | οἱ δ’ ὡς οὖν εἶδον ὅτ’ ἄρ’ ἐκ Διὸς ἤλυθεν ὄρνις: ἐπὶ τοῖς |
| book 251.2 | Ἀγαμέμνονος λόγοις γέγονεν· διὸ φανερὸν ἦν τοῖς Ἕλλησιν b(BCE3 |
| book 251.3 | E4)T ὡς πάντως ἠλέηται ὑπὸ Διός. b(BCE3E4) |
| book 251-2.1 | οἱ δ’ ὡς οὖν εἶδον—ὄρνις / μᾶλλον ἐπὶ Τρώ‐ |
| book 251-2.2 | εσσι θόρον: ὅτι καὶ πρώην ἦσαν πρόθυμοι ἐκ τῶν Ἀγαμέμνο‐ |
| book 251-2.3 | νος παρορμήσεων. μᾶλλον δὲ ἐθάρρησαν τοῦ σημείου πεφηνότος. b |
| book 251-2.4 | (BCE3E4)T |
| book 253-4 | οὔ τις πρότεροσ〈— /〉 εὔξατο Τυδεΐδαο 〈πά‐ |
| book 253-4.1 | ρος σχέμεν ὠκέας ἵππουσ〉: τελευταῖος γὰρ ὑποχωρῶν πρῶτός |
| book 253-4.2 | ἐστιν εἰς ἐπιστροφήν· ἄλλως τε καὶ παρώξυνται ὑφ’ Ἕκτορος. δείκνυ‐ |
| book 253-4.3 | σιν οὖν ὅτι τοῖς κεραυνοῖς εἶκεν. Ὀδυσσεὺς δὲ πολέμιον ὁρῶν τὸν Δία |
| book 253-4.5 | οὐ πιστεύει ταῖς αἰφνιδίοις μεταβολαῖς. b(BCE3E4)T |
| book 257a.1 | ὁ μὲν φύγαδ’ ἔτραπεν ἵππους: ὅτι εὐθέως ἐτράπησαν |
| book 257a.2 | Τρῶες. ἐν δὲ τῇ τηλικαύτῃ τροπῇ οὐδεὶς Ἑλλήνων πλήττεται. b |
| book 257a.3 | (BCE3)T |
| book 257b | 〈φύγαδ’:〉 φύγαδε ὡς „οἴκαδε“ (Β 154 al.). Aim |
| book 260.1 | 〈ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ:〉 ἐν ἄλλῳ „ὑπερώησαν δέ |
| book 260.2 | οἱ ἵπποι“ (= Θ 314). Aim |
| book 261-6.1 | τὸν δὲ μετ’ Ἀτρεΐδαι— / Τεῦκρος δ’ εἴνατος |
| book 261-6.2 | ἦλθε: τὴν μὲν φυγὴν τῶν Ἑλλήνων ἀπήγγειλεν οὐ πολλὰ διελθὼν |
| book 261-6.3 | ὀνόματα, νῦν δὲ εἰς τὴν μάχην ἐπιστρέφων αὐτοὺς τῶν πλείστων Ἑλ‐ |
| book 261-6.4 | λήνων μέμνηται. b(BCE3)T |
| book 261 | 〈τὸν δὲ μετ’ Ἀτρεΐδαι:〉 τάφρου ἐξήλασαν δηλονότι. Aint |
| book 266a.1 | Τεῦκρος δ’ εἴνατος: ὅτι πάντων ὑποστρεψάντων μόνος |
| book 266a.2 | ὁ Ὀδυσσεὺς παρέμεινε πρὸς ταῖς ναυσὶν ὥστε τὸ ἐπάνω εὐκρινὲς γί‐ |
| book 266a.3 | νεσθαι τὸ „ὣς ἔφατ’ οὐδ’ ἐσάκουσεν“ (Θ 97), ὅτι ἑκουσίως παρεπέμ‐ |
| book 266a.4 | ψατο. A |
| book 266b.1 | Τεῦκρος δ’ εἴνατος ἦλθε παλίν〈τονα〉 τόξα 〈τι‐ |
| book 266b.2 | ταίνων〉: διῄρηκεν ὡς μέλλων περὶ αὐτοῦ λέγειν. ἔνδον δέ ἐστιν |
| book 266b.3 | Ὀδυσσεὺς ὀτρύνων δι’ Ἀγαμέμνονα. ἀλλ’ οὐδὲ Θόαντος μέμνηται, |
| book 266b.4 | καὶ οὐ πάντως ἐστὶ δειλός (cf. Η 168). b(BCE3)T |
| book 266c.1 | 〈παλίντονα τόξα τιταίνων:〉 εἰς τοὐπίσω τεινόμενα. | |
| book 266c.2 | εἶδος δὲ τοξ〈ε〉ίας. Aint |
| book 267 | 〈στῆ δὲ παρ’ Αἴαντος:〉 γράφεται „στῆ δ’ ἄρ’ ὑπ’ Αἴαν‐ |
| book 267 | τοσ“. Aim |
| book 268a1.1 | ἔνθ’ Αἴας μὲν ὑπεξέφερεν 〈σάκοσ〉: τοῦτο καὶ τὴν φι‐ |
| book 268a1.2 | λαδελφίαν δείκνυσι τῶν Αἰάντων καὶ τὸ μέγεθος τῆς ἀσπίδος †περι‐ |
| book 268a1.3 | λαμβανούσης. „ὕπαιθα† ἔφερεν“, ὅ ἐστιν ἔμπροσθεν. T |
| book 268a2.1 | ἀντὶ τοῦ ἔμπροσθεν αὐτοῦ ἔφερε. τοῦτο δὲ καὶ τὴν φιλαδελ‐ |
| book 268a2.2 | φίαν τῶν Τελαμωνίων ἐδήλωσε καὶ τὸ μέγεθος φανεροῖ τῆς ἀσπίδος |
| book 268a2.3 | περιλαμβανούσης αὐτούς. b(BCE3E4) |
| book 269-70.1 | παπτήνας, 〈ἐπεὶ ἄρ’ τιν’ ὀϊστεύσας ἐν ὁμίλῳ / |
| book 269-70.2 | βεβλήκει〉: βραχὺ διασταλτέον ἐπὶ τὸ παπτήνας (269), ὑπο‐ |
| book 269-70.3 | στικτέον δὲ ἐν ὑποκρίσει βεβλήκει (270). A |
| book 269.1 | παπτήνας: βραχεῖα διαστολὴ εἰς τὸ παπτήνας. ἡδὺς δὲ ὁ |
| book 269.2 | λόγος καὶ τὸ σχῆμα. b(BCE3)T |
| book 270a | βεβλήκει: Ἀρίσταρχος διὰ τοῦ ο „βεβλήκοι“. AimT |
| book 270b | 〈βεβλήκοι:〉 ὅτι σαφῶς ἀντὶ τοῦ ἐκ βολῆς ἐπιτύχοι. Aint |
| book 274-6a1.1 | 〈Ὀρσίλοχον μὲν πρῶτα—Μελάνιπ‐ |
| book 274-6a1.2 | πον:〉 φιλέλλην ὢν τοὺς μὲν ἐξ αὐτῶν ἐν τῇ πρώην ἥττῃ τελευτήσαν‐ |
| book 274-6a1.3 | τας οὐ καταλέγει νεκρούς, τοὺς δὲ τῶν Τρώων ἀεὶ ἀριθμεῖ καὶ νῦν. |
| book 274-6a1.4 | b(BCE3) |
| book 274-6a2.1 | {ὀρσίλοχον μὲν πρῶτον:} τοὺς δὲ τῶν Ἑλλήνων οὐ κατέ‐ |
| book 274-6a2.2 | λεξεν. T |
| book 276a1.1 | Πολυαιμονίδην Ἀμοπάονα 〈καὶ Μελάνιππον〉: |
| book 276a1.2 | ψιλωτέον πάντα, ἵνα κύρια γένηται. παραιτητέον δὲ τοὺς διαλύοντας |
| book 276a1.3 | τὸ Ἀμοπάονα· πιθανώτερον γάρ ἐστι κύριον αὐτὸ παραλαβεῖν, |
| book 276a1 | ἵνα τὸ προκείμενον αὐτοῦ πατρωνυμικὸν τυγχάνῃ. A |
| book 276a2 | ψιλωτέον· κύριον γάρ ἐστιν. Til |
| book 276a3.1 | τὸ Ἀμοπάονα ἐν ἑνὶ μέρει λόγου ἀναγνωστέον· κύ‐ |
| book 276a3.2 | ριον γάρ. Aint |
| book 279a1.1 | Τρώων ὀλέκοντα φάλαγγας: πλῆθός τι δηλοῖ τῶν |
| book 279a1.2 | ἀναιρουμένων. T |
| book 279a2.1 | τὸ πλῆθος τῶν ἀναιρουμένων διὰ τῆς φάλαγγος ἐδήλω‐ |
| book 279a2.2 | σεν. b(BCE3) |
| book 281-2.1 | Τεῦκρε, φίλη κεφαλή, 〈Τελαμώνιε, κοίρανε λαῶν, / |
| book 281-2.2 | βάλλ’ οὕτωσ〉: εἰς εὔνοιαν αὐτὸν διὰ τῆς φιλίας ἐπάγεται καὶ τοῦ |
| book 281-2.3 | πατρὸς ὑπομνήσας καὶ τῆς ἡγεμονίας, ὅπως μὴ ἀνάξιος ὀφθῇ τού‐ |
| book 281-2.4 | των. καλὴ δὲ καὶ ἡ παράτασις τοῦ βάλλε (282). b(BCE3E4)T |
| book 281.1 | Τελαμώνιε, κοίρανε λαῶν: „πατρόθεν ἐκ γενεῆς / πάν‐ |
| book 281.2 | τας κυδαίνων“ (Κ 68—9). T |
| book 282.1 | αἴ κέν τι φόως Δαναοῖσι 〈γένηαι〉: λεληθότως καθ’ Ἕ‐ |
| book 282.2 | κτορος αὐτὸν ὁπλίζει· ὅθεν κἀκεῖνος συνείς φησι· „τοῦτον δ’ οὐ δύ‐ |
| book 282.3 | ναμαι βαλέειν κύνα“ (Θ 299). b(BCE3E4)T |
| book 283a.1 | ὅ ς’ ἔτρεφε: ἡ σέ ἀντωνυμία ἐγκλιτική ἐστι· τὸ δὲ ὅ πα‐ |
| book 283a.2 | ρὰ τῷ ποιητῇ κείμενόν ἐστιν ἀντὶ τοῦ ὅς. A |
| book 283b.1 | ὅ ς’ ἔτρεφε: τὸ ὅ ἀντὶ τοῦ ὅς. b(BCE3)T | παν‐ |
| book 283b.2 | ταχόθεν δὲ αὐτὸν προτρέπει ὡς καὶ τὸν πατέρα καὶ τοὺς Ἕλληνας |
| book 283b.3 | εὐεργετήσοντα. b(BCE3E4)T |
| book 284a.1 | καί σε νόθον περ ἐόντα〈—οἴκῳ〉: παρὰ Ζηνο‐ |
| book 284a.2 | δότῳ οὐδὲ ἦν. ἠθέτητο δὲ καὶ παρὰ Ἀριστοφάνει. | ὅτι ἄκαιρος ἡ γε‐ |
| book 284a.3 | νεαλογία καὶ οὐκ ἔχουσα προτροπήν, ἀλλὰ τοὐναντίον ὀνειδισμὸν καὶ |
| book 284a.4 | ἀποτροπήν. A |
| book 284b | καί σε νόθον περ〈—οἴκῳ〉: παρὰ Ζηνοδότῳ οὐκ |
| book 284b | ἦν. ἠθέτει δὲ καὶ Ἀριστοφάνης. T |
| book 284c.1 | καί σε νόθον περ〈—οἴκῳ〉: οὐκ ὀνειδίζει, ἀλλ’ |
| book 284c.2 | ἐπαινεῖ, ὅτι διὰ τρόπου χρηστότητα καίπερ νόθος ὢν οὕτως ἐτράφη. |
| book 284c.3 | ἄλλως τε διδάσκει ὅτι οὐκ ἔστιν ὄνειδος τὰ ἴδια ἀκούουσιν. ἀλλ’ οὐδὲ |
| book 284c.4 | ὄνειδος ἦν ἡ νοθεία παρὰ τοῖς παλαιοῖς. πολεμεῖ δὲ τοὺς ὁμοφύλους |
| book 284c.5 | νικώμενος τῇ φιλαδελφίᾳ. b(BCE3E4)T |
| book 284c.1 | Ἡρακλῆς πορθήσας Ἴλιον—τοὺς γνησίους ὑπερ‐ |
| book 284c.2 | έβαλεν. A |
| book 289.1 | πρώτῳ τοι μετ’ ἐμέ: φιλαλήθως πρὸς πίστιν. ἐντεῦθεν νό‐ |
| book 289.2 | μος τοὺς ἀριστεῖς γέρας δέχεσθαι. T |
| book 290a.1 | ἢ τρίποδ’ ἠὲ δύω ἵππους: παραδιαζευκτικὸς ὁ ἤ ὡς |
| book 290a.2 | τὸ „ἠὲ δύω †ἢ† τρεῖς ἄνδρας ἔρυσθαι“ (ε 484). AT |
| book 290b.1 | 〈δύω ἵππους αὐτοῖσιν ὄχεσφιν:〉 ὅτι δύο ἵπποις |
| book 290b.2 | ἐχρῶντο. Aint |
| book 290c.1 | 〈ἵππους:〉 οἱ περὶ Ζηνόδοτον καὶ Ἀριστοφάνη „ἵπ‐ |
| book 290c.2 | πω“. Aim |
| book 291a | 〈γυναῖκα:〉 Ζηνόδοτος „Ἰόπην“. Til |
| book 291b1.1 | ὁμὸν λέχος εἰσαναβαίνοι: ἀρίστην, ἣν ἀξιώσεις καὶ |
| book 291b1.2 | γαμετὴν κτᾶσθαι. T |
| book 291b2.1 | τοιαύτην φησὶ δώσω σοι, ἣν ἂν ἀξιώσαις κτᾶσθαι καὶ |
| book 291b2.2 | γαμετήν. b(BCE3E4) |
| book 293a | 〈σπεύδοντα:〉 ἀντὶ τοῦ προθύμως ἐνεργοῦντα. Aint |
| book 293b1.1 | 〈σπεύδοντα:〉 τὸ σπεύδειν ἐνταῦθα τὸ κακοπαθεῖν δη‐ |
| book 293b1.2 | λοῖ, b(BCE3E4) ἢ μᾶλλον ἐπείγεσθαι. b(BCE3) |
| book 293b2 | {τί με σπεύδοντα:} παρ’ Ὁμήρῳ κακοπαθοῦντα. T |
| book 296a | τόξοισι: βέλεσιν. „συναίνυτο καμπύλα τόξα / πεπτεῶ‐ |
| book 296a | τα“ (Φ 502—3). T |
| book 296b1.1 | {ἐκ τοῦ δὴ τόξοισι} δεδεγμένος: οὕτως αἱ Ἀριστάρχου |
| book 296b1.2 | διὰ τοῦ γ δεδεγμένος. †ἡρωδιανοῦ† διὰ τοῦ χ„ δεδεχμένοσ“. καί |
| book 296b1.3 | φησι Διογένης ἐν τοῖς ὑπομνήμασιν ὅτι εἰρωνευόμενος λέγει, οἷον δε‐ |
| book 296b1.4 | ξιούμενος τοῖς τόξοις· τὸ γὰρ δέχεσθαι δεξιοῦσθαί ἐστιν. οὐκ ἄχαρις ἡ |
| book 296b1.5 | ἐξήγησις. A |
| book 296b2.1 | δεδεγμένος {ἄνδρας ἐναίρω}: αἱ Ἀριστάρχου διὰ τοῦ |
| book 296b2.2 | γ, †ἡρωδιανοῦ† διὰ τοῦ χ. καί φησιν ὅτι εἰρωνευόμενός φησιν ἀντὶ |
| book 296b2.3 | τοῦ δεξιούμενος αὐτούς· δέχεσθαι γάρ ἐστι τὸ δεξιοῦσθαι. T |
| book 296b3.1 | εἰρωνευόμενος τοῦτό φησιν ἀντὶ τοῦ δεξιούμενος καὶ φιλο‐ |
| book 296b3.2 | φρονούμενος· τοῦτο γὰρ δηλοῖ τὸ δεδεγμένος ἀπὸ τοῦ δέχεσθαι. b |
| book 296b3.3 | (BCE3E4) |
| book 299a | 〈βαλέειν:〉 ὅτι ἀντὶ τοῦ παῖσαι τὸ βαλεῖν. Aim |
| book 299b.1 | κύνα: διὰ τὸ θρασὺ καὶ πολύλαλον· „ἐξ αὖ νῦν ἔφυγες |
| book 299b.2 | θάνατον, κύον“ (Λ 362): A b (BCE3E4)T „ὡς δ’ ὅτε τίς τε κύων |
| book 299b.3 | συὸς ἀγρίου“ (Θ 338). AT |
| book 301 | 〈βαλέειν:〉 πρὸς τὸ βαλέειν. Aim |
| book 304a.1 | 〈Αἰσύμηθεν:〉 Ἀρίσταρχος „Αἰσύμνηθεν“ καὶ ἡ Ζηνο‐ |
| book 304a.2 | δότου καὶ ἡ Ἀριστοφάνους. Aim |
| book 304b.1 | ἐξ ΑΙΣΥΜΝΗΘΕΝ: „Αἰσύ〈μ〉νηθεν“ διὰ τοῦ ν καὶ ἡ |
| book 304b.2 | Ζηνοδότου καὶ ἡ Ἀριστοφάνους. | „ἐξ Αἰσύμηθεν“ ἴσως τῆς Νιρέως |
| book 304b | Σύμης (cf. Β 671). οἱ δὲ „αἰσύμνηθεν“ ἀπὸ βασιλικοῦ γένους. T |
| book 306-8a.1 | μήκων δ’ ὡς ἑτέρωσε〈—βαρυνθέν〉: ἤτοι τὸ |
| book 306-8a.2 | ἑξῆς ἐστιν ἑτέρωσε δὲ κάρη βάλεν ὡς μήκων, ἥτ’ ἐνὶ κήπῳ καρπῷ βρι‐ |
| book 306-8a.3 | θομένη ἐστί (cf. 306—7)· λείπει γὰρ τὸ ῥῆμα τοῦτο, καὶ οὐκ ἔστιν ἡ |
| book 306-8a.4 | μετοχὴ ἀντὶ ῥήματος. ἔσται δὲ οὕτως δὶς ἡ ἀνταπόδοσις λεγομένη· καὶ |
| book 306-8a.5.1 | γὰρ ἑξῆς ἐπιφέρει· ὣς ἑτέρως’ ἤμυσε κάρη (308)· καὶ ἐν ἄλλοις δὲ |
| book 306-8a.5.2 | εἴωθεν. κατὰ δὴ ταύτην τὴν ἐξήγησιν ἐπὶ μὲν τὸ βάλε (306) διαστε‐ |
| book 306-8a.5.3 | λοῦμεν, ἐπὶ δὲ τὸ εἰαρινῇσιν (307) ὑποστίξομεν. δύναται δὲ καὶ |
| book 306-8a.5.4 | ὑποστίζεσθαι ἀμφότερα ἐν ὑποκρίσει, ἵνα μία ἀνταπόδοσις ᾖ ἡ ἐπι‐ |
| book 306-8a.5.5 | φερομένη· ἔσται δὲ τὸ ἑξῆς, ὡς δὲ μήκων ἑτέρωσε κάρη βάλε (cf. 306), |
| book 306-8a.10.1 | ὣς ἑτέρως’ ἤμυσε κάρη (308). ἢ περισσόν ἐστι τὸ ἥ (306) ἄρθρον |
| book 306-8a.10.2 | καὶ ὁ τέ (306) σύνδεσμος· ὁ δὲ λόγος, ὡς δὲ μήκων ἑτέρωσε κάρη βάλε |
| book 306-8a.10.3 | {ὣς ἑτέρως’ ἤμυσε κάρη βάλλει} καρπῷ βριθομένη, ὣς ἑτέρως’ |
| book 306-8a.10.4 | ἤμυσε (308). βέλτιον δὲ 〈δὶσ〉 ὑποστίζειν. A |
| book 306-8b | μήκων δ’ ὡς ἑτέρωσε〈—βαρυνθέν〉: ὅλον ὅλῳ |
| book 306-8b.1 | παραβέβληται. ἔστι δὲ διάκενος ἡ μήκων· διὸ βαρεῖται. | ἔστι δὲ κοι‐ |
| book 306-8b.2 | νὸν τὸ κάρη βάλεν (306). A b (BCE3E4)T |
| book 307a.1 | καρπῷ βριθομένη: ὅτι ἔξωθεν προσληπτέον τὸ ἔστιν, |
| book 307a.2 | εἰ μὴ ἡ μετοχὴ ἀντὶ ῥήματος παρείληπται, βριθομένη ἀντὶ τοῦ βρί‐ |
| book 307a.3 | θεται. ἢ κοινὸν τὸ „κάρη βάλεν“ (Θ 306). A |
| book 307b.1 | καρπῷ βριθομένη: λείπει τὸ ἔστιν· οὐ γὰρ ἀναδέχεται ὁ |
| book 307b.2 | Νικάνωρ (p. 195 Friedl.) τὴν μετοχὴν ἀντὶ ῥήματος. b(BCE3E4)T |
| book 307c | νοτίῃσί τε εἰαρινῇσιν: εἰ γὰρ μὴ ἦν ὑγρά, οὐκ ἂν |
| book 307c | ἐπεκάμφθη, ἀλλ’ ἐκλᾶτο. b(BCE3E4)T |
| book 308a | 〈ἑτέρως’:〉 ὅτι τὸ πλῆρες ἑτέρωσε. Aim |
| book 308b | πήληκι βαρυνθέν: Αἰτωλικὸν τὸ πήληξ. T |
| book 311a.1 | 〈ἀλλ’ ὅ γε καὶ τόθ’ ἅμαρτε:〉 διχῶς „ἀλλ’ ὅ γε τοῦ |
| book 311a.2 | μὲν ἅμαρτε“ καὶ ἀλλ’ ὅ γε καὶ τόθ’ ἅμαρτε. Aim |
| book 311b.1 | παρέσφηλε〈ν〉 γὰρ Ἀπόλλων: καὶ τὸν Ἕκτορα σῴζει |
| book 311b.2 | καὶ Τεῦκρον ἐπαίρει ὡς μὴ ἀποτυχόντα, ἀλλὰ σφαλέντα. παρέσφηλε |
| book 311b.3 | δὲ τὸ βέλος ἢ τὸν Τεῦκρον. b(BCE3E4)T |
| book 312a.1 | {ἀλλ’} Ἀρχεπτόλεμον: ὅτι ἐνταῦθα καταλέλοιπε Ζη‐ |
| book 312a.2 | νόδοτος Ἀρχεπτόλεμον, πεποίηκε δὲ ἄνω (sc. Θ 128) „Ἰφιτίδην |
| book 312a.3 | Ἐρασιπτόλεμον“. A |
| book 312b.1 | ἀλλ’ Ἀρχεπτόλεμον: ὅτι μόνους τοὺς Ἕκτορος ἡνιό‐ |
| book 312b.2 | χους ἐποίησεν ἐν τῷ πολέμῳ τιτρωσκομένους, ἄνω μὲν (sc. Θ 119—23) |
| book 312b.3 | Ἠνιοπέα, νῦν δὲ Ἀρχεπτόλεμον, μετὰ δὲ ταῦτα (sc. Π 737—43) Κε‐ |
| book 312b.4 | βριόνην· θρασὺς γὰρ ἡνίοχός ἐστιν ὁ Ἕκτωρ (cf. Θ 89—90). διδάσκει |
| book 312b.5.1 | οὖν ὅτι βλάπτει ἡ πρὸς τοὺς θρασεῖς φιλία. b(BCE3E4)T / τρεῖς δὲ αὐ‐ |
| book 312b.5.2 | τοῦ ἡνίοχοι ἀναιροῦνται. T |
| book 313a.1 | 〈ἱέμενον πόλεμον δέ:〉 βραχὺ διασταλτέον μετὰ τὴν δε |
| book 313a.2 | συλλαβήν. Aim |
| book 313b1.1 | ἱέμενον πόλεμον δέ: ἔδρασεν οὖν ἄν τι χαλεπόν, εἰ μὴ |
| book 313b1.2 | †βέβληται. T |
| book 313b2.1 | ἐμφαίνει διὰ τούτου ὅτι ἔδρασεν ἄν τι χαλεπόν, εἰ μὴ ὑπὸ |
| book 313b2.2 | Ἀπόλλωνος μὲν παρεσφάλη, ὑπὸ δὲ Ἕκτορος ἐτρώθη. b(BCE3E4) |
| book 313c | 〈βάλε στῆθος:〉 πρὸς τὸ βάλε ἀντὶ τοῦ ἔπαισεν. Aint |
| book 316a | 〈Ἕκτορα δ’ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο:〉 |
| book 316a | ὅτι ἐλλείπει ἡ [περί], περὶ ἡ[νι]όχου. Aint |
| book 316b1.1 | πύκασε φρένας ἡνιόχοιο: λείπει ἡ περί, ὡς „οἰκτρο‐ |
| book 316b1.2 | τάτην ἤκουσα ὄπα Πριάμοιο θυγατρόσ“ (λ 421), οὐ κατ’ αὐτῆς ὄπα, |
| book 316b1.3 | ἀλλὰ περὶ αὐτῆς, ἣν ἔλεγε Κλυταιμνήστρα καταβοῶσα Ἀγαμέμνονος |
| book 316b1.4 | ὅτι ἐπαγάγοι αὐτῇ βάρβαρον γυναῖκα. ὁ οὖν ἐξ αὐτῆς ψόγος οἰκτρὸς |
| book 316b1.5.1 | ἦν τῷ Ἀγαμέμνονι. οὕτως οὖν καὶ ἐνταῦθα λείπει ἡ περί, Ἕκτορα δ’ |
| book 316b1.5.2 | αἰνὸν ἄχος πύκασε φρένας περὶ τοῦ ἡνιόχου. T |
| book 316b2 | 〈ἡνιόχοιο:〉 περί. Til |
| book 317.1 | 〈καὶ ἀχνύμενός περ ἑταίρου:〉 λείπει ἡ περί, περὶ ἑταί‐ |
| book 317.2 | ρου. Aim |
| book 321a.1 | σμερδαλέα ἰάχων, ὁ δὲ 〈χερμάδιον λάβε χειρί〉: ὅτι |
| book 321a.2 | ὡς περὶ ἑτέρου ὁ δὲ χερμάδιον ἐπὶ τὸ αὐτὸ ἀναφέρων πρόσωπον, ὡς |
| book 321a.3 | εἰ ἔλεγεν· οὗτος δὲ αὐτὸς χερμάδιον λάβε χειρί. A |
| book 321b.1 | ὁ δὲ χερμάδιον: ὁ δέ Ὁμηρικὸν ἔθος, ὡς περὶ ἑτέρου λε‐ |
| book 321b.2 | γόμενον. AT |
| book 322 | 〈βαλέειν:〉 ὅτι ἐπὶ τοῦ τρῶσαι. Aim |
| book 325a1.1 | αὐερύοντα 〈παρ’ ὦμον〉: ὅτι αὐερύοντα σαφῶς εἰς |
| book 325a1.2 | τοὐπίσω ἕλκοντα· καὶ „παλίντονα τόξα“ (Θ 266, cf. Κ 459. Ο 443) |
| book 325a1.3 | ἀπὸ τούτου. | οὐ πάντως διασταλτέον ἐπὶ τὸ αὐερύοντα, ὡς ἀξιοῖ |
| book 325a1.4 | Νεοτέλης· ἀμφότερα γὰρ συμβέβηκε πρὸς τὸν ὦμον, καὶ τὸ βληθῆναι |
| book 325a1.5 | αὐτὸν καὶ τὸ ἐρύσαι. ὁ μέντοι Νεοτέλης Σκυθικὴν εἶναι τὴν τοξείαν ἔφα‐ |
| book 325a1 | σκεν τοῦ τόξου πρὸς τὸν ὦμον ἑλκομένου. A |
| book 325a2 | παρ’ ὦμον: δύναται ἀμφοῖν συντάσσεσθαι. T |
| book 325b | {ὅθι κληῒς} ἀποέργει: οὕτω χωρὶς τοῦ ι ἀποέργει. T |
| book 326.1 | μάλιστα δὲ καίριόν ἐστιν: διὰ τὸν σύνδεσμον τῆς ὠμο‐ |
| book 326.2 | πλάτης πρὸς τὸν ὦμον. καίριον δὲ ὡς πρὸς τοξότην. b(BE3E4)T |
| book 328a.1 | ῥῆξε δέ οἱ νευρήν· 〈νάρκησε δὲ χεῖρ’ ἐπὶ καρπῷ〉: |
| book 328a.2 | ὅτι ἐν τοῖς ἑξῆς (sc. Ο 469) τούτου μνημονεύει „νευρὴν δ’ ἐξέρ〈ρ〉ηξε |
| book 328a.3 | νεοστρεφέα“. καὶ ὅτι οὕτως εἶπε τὸ ἐνάρκησεν ἐν ἴσῳ 〈***〉 τὴν χεῖρα |
| book 328a.4 | κατὰ τὸν καρπόν. A |
| book 328b.1 | ῥῆξε δέ οἱ νευρήν: προδιέλυσε τὴν ὁρμὴν τοῦ λίθου ἡ |
| book 328b.2 | νευρὰ κοπεῖσα. b(BE3E4)T |
| book 328c.1 | νάρκησε δὲ χείρ: ποῖος ὦμος βέβληται; δηλονότι ὁ |
| book 328c.2 | ἀριστερὸς δι’ ὧν φησι „τόξον δέ οἱ ἔκπεσε χειρόσ“ (Θ 329). ἄλλως τε |
| book 328c.3 | τὸν προβεβλημένον ὦμον εἰκὸς πεπλῆχθαι, οὐχὶ τὸν συνεσταλμένον |
| book 328c.4 | ἐν τῷ τοξεύειν. A b (BE3E4)T |
| book 328d1.1 | χεὶρ ἐπὶ καρπῷ: τινὲς προπεριέσπασαν τὸ χειρ, ἵν’ |
| book 328d1.2 | ἔχῃ ἐντέλειαν πτώσεως αἰτιατικῆς. ὁ μέντοι Ἀσκαλωνίτης (p. 49 B.) |
| book 328d1.3 | ὀξύνει καὶ εὐθεῖαν παραλαμβάνει, ἵνα μὴ σχῆμα γένηται. A |
| book 328d2 | χεὶρ ἐπὶ καρπῷ: τινὲς „χεῖρα“ κατ’ αἰτιατικήν. AT |
| book 331a1.1 | ἀλλὰ θέων περίβη: τὴν προθυμίαν αὐτοῦ δηλοῖ διὰ |
| book 331a1.2 | τοῦ θέων. οὐ γὰρ ἦν πόρρω. T |
| book 331a2.1 | τὴν προθυμίαν καὶ σπουδὴν αὐτοῦ διὰ τοῦ θέων ἐδήλω‐ |
| book 331a2.2 | σεν, ἐπεὶ οὐ μακρόθεν ἦν, ἀλλ’ ἐγγύς. b(BE3E4) |
| book 331b.1 | περίβη: ὅτι ἀπὸ τῶν ὑπερμαχούντων τοῖς ἐκγόνοις |
| book 331b.2 | ζώων, πρὸς τὸ „Χρύσην ἀμφιβέβηκεν“ (Α 37). A |
| book 335.1 | Τρώεσσιν Ὀλύμπιος ἐν μένος ὦρσεν: πάλιν ἐπὶ τὸν |
| book 335.2 | Δία τὸ αἴτιον ἀναφέρει τῆς νίκης, b(BE3E4)T μὴ θέλων μωμῆσαι |
| book 335 | Ἕλληνας. b(BE3E4) |
| book 336.1 | 〈οἱ δ’ ἰθὺς τάφροιο βαθείης ὦσαν Ἀχαιούς:〉 τῇ τα‐ |
| book 336.2 | ραχῇ τῶν φευγόντων μονονουχὶ καὶ οἱ ἄριστοι τῇ τάφρῳ φεύγοντες |
| book 336.3 | ἐνέπεσον. b(BCE3E4) |
| book 337.1 | Ἕκτωρ δ’ ἐν πρώτοισι κίε: αἱ Ἀριστάρχου χωρὶς τοῦ ν, |
| book 337.2 | AT „Ἕκτωρ δὲ πρώτοισι“· A καὶ ἔστιν· ὁ δὲ Ἕκτωρ ἐπὶ |
| book 337.3 | τοὺς πρώτους ὥρμα. AT |
| book 338-40.1 | ὡς δ’ ὅτε τίς τε κύων〈—δοκεύει〉: οὐ δεόν‐ |
| book 338-40.2 | τως, φασί, τῷ κυνὶ ἓν ζῷον διώκοντι παραβάλλει τὸν Ἕκτορα διώ‐ |
| book 338-40.3 | κοντα A b (BCE3E4)T πολλούς. ἄλλως τε οὐκ ἔδει εἰκάζειν τὸν |
| book 338-40.4 | διώκοντα b(BCE3E4)T κυνί, τοὺς δὲ διωκομένους ἀλκιμωτέρῳ |
| book 338-40.5.1 | ζῴῳ †καὶ πρώην† λέοντι. ῥητέον δὲ πρὸς μὲν τὸ πρότερον ὅτι ὁ Ἕκτωρ |
| book 338-40.5.2 | εἴκασται κυνὶ ἑνὶ καὶ ὁ ἀποκτεινόμενος θηρὶ ἑνί· φησὶ γὰρ „αἰὲν ἀπο‐ |
| book 338-40.5.3 | κτείνων τὸν ὀπίστατον“ (Θ 342). πρὸς δὲ τὸ δεύτερον ὅτι ἡ παραβολὴ |
| book 338-40.5.4 | οὐ πρὸς ἰσχύν, ἀλλὰ τάχος· κύνες γὰρ ἐν ταῖς θήραις ἐπιτήδειοι πρὸς |
| book 338-40.5.5 | δίωξιν· διὰ τοῦτο ὁ Ἕκτωρ διώκοντι εἴκασται κυνί. A b (BCE3E4) |
| book 338-40.10.1 | T τὰ δὲ ἄγρια ζῷα φεύγειν εἴωθε τὰ πολλά. διὰ τοῦτο οἱ ὑποχω‐ |
| book 338-40.10.2 | ροῦντες Ἕλληνες τοῖς φεύγουσιν εἰκάζονται. b(BCE3E4)T ἔπειτα |
| book 338-40.10.3 | καὶ δεόντως τοῖς ἀλκιμωτέροις ζῴοις φεύγουσι παρέβαλε τοὺς Ἕλλη‐ |
| book 338-40.10.4 | νας· προεῖχον γὰρ τῇ ῥώμῃ καὶ τὰ νῦν δυστυχοῦσι, καὶ ἀεὶ ὁ ποιητὴς |
| book 338-40.10.5 | εἴωθε κακοπραγοῦντας αὐτοὺς εἰκάζειν θηρσίν· b(BE3E4)T ὁ μὲν |
| book 338-40.15.1 | γὰρ Ἀντίλοχος θηρί, „ἀλλ’ ὁ γὰρ ἔτρεσε θηρὶ 〈κακὸν ῥέξαντι ἐοι‐ |
| book 338-40.15.2 | κώσ〉“ (Ο 586), ὁ δὲ Αἴας καὶ τοῦ Διὸς φοβοῦντος αὐτὸν ἀναχωρῶν |
| book 338-40.15.3 | λέοντι παραβάλλεται (sc. Λ 548—57), οἱ δὲ Τρῶες νεβροῖς (cf. Χ 1). T |
| book 339-40.1 | ἅπτηται〈— / ἰσχία τε γλουτούς τε ἑλισσό‐ |
| book 339-40.2 | μενόν τε δοκεύει〉: εὖ τὸ ἅπτηται (339)· οὐ γὰρ ἐπιλαμβάνεται, |
| book 339-40.3 | ἐπιπηδᾷ δὲ ὑλακτῶν. εὖ δὲ καὶ τὸ ὄπισθεν· ἐναντίος γὰρ οὐ πρόσεισι |
| book 339-40.4 | τῷ θηρίῳ τὴν ἐμβολὴν αὐτοῦ φοβούμενος. καλῶς δὲ οὐ τῇ πλευρᾷ |
| book 339-40.5.1 | ἐπίκειται, ἀλλὰ τοῖς γλουτοῖς καὶ τοῖς ἰσχίοις πρὸς τὸ ῥᾳδίως ἐκκλίνειν |
| book 339-40.5.2 | τὴν ἐπιστροφὴν τοῦ θηρίου· ἐπιφέρει γοῦν ἑλισσόμενόν τε δο‐ |
| book 339-40.5.3 | κεύει (340). καὶ ἐν τῇ δυστυχίᾳ δὲ ὑψοῦται τὸ Ἑλληνικόν. b(BCE3 |
| book 339-40 | E4)T |
| book 339 | 〈διώκων:〉 γράφεται „πεποιθώσ“. Aim |
| book 340a1.1 | ἰσχία τε γλουτούς τε: τὸ ἡμιστίχιον ἢ τοῖς ἄνω συν‐ |
| book 340a1.2 | απτέον, ἵν’ ᾖ σχῆμα „ἅπτηται“ (339) ἰσχία ἀντὶ τοῦ ἰσχίων, ὡς |
| book 340a1.3 | „Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετ’ ἄρ’ ἵππουσ“ (Ε 748. Θ 392). ἢ τοῖς |
| book 340a1.4 | ἑξῆς προσδοτέον, ἵνα τὸ δοκεύει κοινὸν ᾖ. A |
| book 340a2.1 | {ἅπτηται ἰσχία:} ὡς „ἐπεμαίετ’ ἄρ’ ἵππουσ“. οἱ δὲ ‘δο‐ |
| book 340a2.2 | κεύει ἰσχία καὶ ἑλισσόμενον‘. T |
| book 340b.1 | 〈ἰσχία τε γλουτούς τε:〉 σημειοῦνταί τινες ὅτι ὑγιῶς |
| book 340b.2 | διέσταλκεν. Aim |
| book 340c1.1 | 〈ἑλισσόμενον:〉 οὕτω διὰ τοῦ ν ἑλισσόμενον· τὸν |
| book 340c1.2 | γὰρ ὗν ἐπιστρεφόμενον παρατηρεῖ. Aint |
| book 340c2 | διὰ τοῦ ν· περὶ γὰρ τοῦ συὸς λέγει. Til |
| book 343-4.1 | αὐτὰρ ἐπεὶ διά τε σκόλοπας 〈καὶ τάφρον ἔβησαν/ |
| book 343-4.2 | φεύγοντεσ〉: τῇ ταραχῇ τῶν φευγόντων καὶ μονονουχὶ ἐμπιπτόν‐ |
| book 343-4.3 | των τῇ τάφρῳ οἰκεῖον τὸ ὑπερβατόν. T |
| book 344 | 〈πολλοὶ δέ:〉 ὁ δέ ἀντὶ τοῦ γάρ. ἔστι δὲ διὰ μέσου. Til |
| book 345-7.1 | οἱ μὲν δὴ παρὰ νηυσὶν〈— /〉 ἀλλήλοισί τε |
| book 345-7.2 | κεκλόμενοι καὶ πᾶσι θεοῖσι/ χεῖρας 〈ἀνίσχοντες—εὐχε‐ |
| book 345-7.3 | τόωντο ἕκαστοσ〉: οὐχ ὥσπερ οἱ Τρῶες „πεφυζότες ἠΰτε νεβροί“ |
| book 345-7.4 | (Χ 1)· φιλάλληλον γὰρ καὶ αἰδέσιμον τὸ Ἑλληνικόν. εὔχονται γοῦν |
| book 345-7.5 | θεοῖς καὶ ἀλλήλους παρακαλοῦσιν. b(BCE3E4)T |
| book 346-7a.1 | ἀλλήλοισί τε κεκλόμενοι 〈καὶ πᾶσι θεοῖσι | χεῖ‐ |
| book 346-7a.2 | ρας ἀνίσχοντες μεγάλ’ εὐχετόωντο ἕκαστοσ〉: μετὰ τὸ κεκλό‐ |
| book 346-7a.3 | μενοι (346) στικτέον· ἑτέραν γὰρ πεποίηκε περίοδον τὴν ἑξῆς, ὡς εἴ |
| book 346-7a.4 | γε διὰ τοῦ δ ἐγράφετο „μέγα δ’ εὐχετόωντο“, ἐστίξαμεν ἂν ἐπὶ τὸ |
| book 346-7a.5 | ἀνίσχοντες (347). καὶ τάχα γραφικὸν ἁμάρτημα γέγονεν. A |
| book 346-7b.1 | 〈ἀλλήλοισί τε κεκλόμενοι καὶ— /〉 χεῖρας ἀνί‐ |
| book 346-7b.2 | σχοντες μεγάλ’ εὐχετόωντο: ἀπὸ μετοχῆς εἰς ῥῆμα μετέβη, ὡς τὸ |
| book 346-7b.3 | „ἰοῖσίν τε τιτυσκόμενοι λάεσ〈σ〉ί τ’ ἔβαλλον“ (Γ 80). T |
| book 348.1 | ἀμφιπεριστρώφα: οὐ περιττὴ ἡ ἑτέρα πρόθεσις, ἀλλ’ |
| book 348.2 | ἐναργῶς δείκνυσι τὴν ἐν ταὐτῷ γινομένην συνεχῆ τοῦ Ἕκτορος |
| book 348.3 | ἐπιστροφὴν ζητοῦντος, κατὰ ποῖον εἰσελάσει τοὺς ἵππους μέρος. b |
| book 348.4 | (BCE3E4)T |
| book 349a1 | Γοργοῦς ὄμματ’ ἔχων 〈ἠδὲ βροτολοιγοῦ Ἄρηοσ〉: |
| book 349a1.1 | ὁ Ζηνόδοτος γράφει „Γοργόνος ὄμματ’ ἔχων ἠὲ βροτολοιγοῦ Ἄρη‐ |
| book 349a1.2 | οσ“. ὁ δὲ Ὅμηρος χωρὶς τοῦ ν λέγει „τῇ δ’ ἐπὶ μὲν Γοργώ“ (Λ 36) ὡς |
| book 349a1.3 | Σαπφώ· διὸ λέγει Γοργοῦς ὡς Σαπφοῦς. | Ἀρίσταρχος δὲ γράφει |
| book 349a1.5.1 | σὺν τῷ ι „οἴματ’ ἔχων“, καί φασι παρὰ τὴν οἶμον γεγενῆσθαι· τὰς |
| book 349a1.5.2 | ὁδοὺς καὶ τὰ ὁρμήματα. αἱ μέντοι πλείους τὴν δημώδη εἶχον Γοργοῦς |
| book 349a1.5.3 | ὄμματ’ ἔχων, οἷς συλλαμβάνει καὶ τὸ ἀλλαχοῦ λεγόμενον „τῇ δ’ |
| book 349a1.5.4 | ἐπὶ μὲν Γοργὼ βλοσυρῶπισ“ (Λ 36). χαλεπὸν οὖν τὸ σαφὲς εἰπεῖν. A |
| book 349a2 | Ἀρίσταρχος „Γοργοῦς οἴματ’ ἔχων“. Aim |
| book 349b.1 | Γοργοῦς ὄμματ’ ἔχων: Ζηνόδοτος „Γοργόνοσ“, κα‐ |
| book 349b.2 | κῶς· οὔτε γὰρ ὁ ποιητὴς οὔτε Ἡσίοδος Γοργών φασιν, ἀλλὰ „Γορ‐ |
| book 349b.3 | γώ“ (Λ 36, Hsd. scut. 224) b(BCE3E4)T καὶ „Γοργείη κεφαλή“ |
| book 349b.4 | (Ε 741) καὶ „Γοργούς θ’, αἳ ναίουσι“ (Hsd. th. 274). T |
| book 349c1.1 | Γοργοῦς ὄμματ’ ἔχων: αἱ Ἀριστάρχου „οἴματα“, αἱ |
| book 349c1.2 | δὲ πλείους ὄμματα· φησὶ γὰρ „Γοργὼ βλοσυρῶπισ“ (Λ 36), καὶ ἀπὸ |
| book 349c1.3 | τῶν ὀμμάτων εἴωθε χαρακτηρίζειν, ὡς „ὄμματα καὶ κεφαλήν“ (Β 478), |
| book 349c1 | „κυνὸς ὄμματ’ ἔχων“ (Α 225) καὶ „φολκὸς ἔην“ (Β 217). T |
| book 349c2.1 | Ἀρίσταρχος μὲν „οἴματα“ φησίν, οἱ δὲ ἄλλοι ὄμματα· |
| book 349c2.2 | φησὶ γὰρ „βλοσυρῶπισ“, καὶ ἀπὸ τῶν ὀμμάτων δὲ εἴωθε καὶ τοῦ |
| book 349c2.3 | προσώπου χαρακτηρίζειν, ὡς τὸ „κυνὸς ὄμματ’ ἔχων“. b(BCE3E4) |
| book 350.1 | τοὺς δὲ ἰδοῦς’ ἐλέησε 〈θεὰ λευκώλενος Ἥρη〉: ἀναρτᾷ |
| book 350.2 | πάλιν ἡμᾶς ἀπὸ τῶν παρόντων μὴ διηγούμενος τὴν δυστυχίαν τῶν |
| book 350.3 | Ἑλλήνων ὡς φιλέλλην. b(BCE3)T |
| book 351.1 | αἶψα δ’ Ἀθηναίην: αἶψα δίχα ἐπιλογισμοῦ· διὸ καὶ με‐ |
| book 351.2 | ταμεληθήσεται ὕστερον. ἀποτυχοῦσα δὲ Ποσειδῶνος (sc. Θ 198—211) |
| book 351.3 | ταύτην πείθει. b(BCE3E4)T |
| book 352.1 | 〈ὦ πόποι:〉 οἰκεῖον τῇ σχετλιαζούσῃ τὸ προοίμιον. b |
| book 352.2 | (BCE3E4)Til |
| book 352.1 | νῶϊ: †ἡμῖν† κοινῇ διαλέκτῳ· Δωριεῖς—πτώσεως, |
| book 352.2 | †ἡμῶν καὶ ἡμῖν. A |
| book 352-3a1.1 | οὐκέτι νῶϊ / Ἀργείων 〈Δαναῶν〉 κεκαδησόμεθ’ |
| book 352-3a1.2 | ὑστάτιόν περ: οὐκέτι ὕστερον χαριούμεθα †τῶν ἑλλήνων†· ἀπο‐ |
| book 352-3a1.3 | λοῦνται γάρ, ὡς μὴ χρείαν ἔχειν τῆς ἐξ ἡμῶν ἐπικουρίας. τινὲς δὲ |
| book 352-3a1.4 | κατ’ ἐρώτησιν. T |
| book 352-3a2.1 | κατ’ ἐρώτησιν δὲ αὐτῇ διαλέγεται· οὐκέτι, φησί, κἂν ἐ‐ |
| book 352-3a2.2 | σχάτως τῶν Ἀργείων κεκαδησόμεθα Ἑλλήνων; b(BCE3E4) |
| book 353a | 〈ὀλλυμένων:〉 γράφεται „Ἀργείων“. Aim |
| book 353b.1 | κεκαδησόμεθα: ἀντὶ τοῦ φροντιοῦμεν, παρὰ τὸ κήδε‐ |
| book 353b.2 | σθαι. b(BCE3)T | ἔχουσιν οὖν ἀπολογίαν διὰ τὸ μὴ περιορᾶν τὴν |
| book 353b.3 | Ἑλλήνων ἐσχάτην ἀπώλειαν. | ἔστι δὲ μέσος δεύτερος μέλλων καδή‐ |
| book 353b.4 | σομαι καὶ Αἰολικῷ ἀναδιπλασιασμῷ κεκαδήσομαι. T |
| book 353c.1 | ὑστάτιόν περ: δύναται καὶ τοῖς ἑξῆς συνάπτεσθαι, ἵνα ᾖ |
| book 353c.2 | ὑστάτιον „οἶτον“ (Θ 354), βέλτιον δέ, ὡς σύνηθες, τοῖς ἄνω. ἡ δὲ |
| book 353c.3 | διάνοια· οὐκέθ’ ἡμεῖς τῶν Ἑλλήνων ἀποστησόμεθα τό γε πανύστατον |
| book 353c | νῦν. A |
| book 353d.1 | ὑστάτιον: ἀντὶ τοῦ ὕστατον, ὡς „†μάλλιο톓 (Tyrt. fr. |
| book 353d.2 | 9, 6 D.3 = P.) τὸ μᾶλλον. AT |
| book 355-6.1 | ἀνδρὸς ἑνὸς ῥιπῇ, ὁ δὲ μαίνετ〈αι οὐκέτ’ ἀνεκτῶσ〉 / |
| book 355-6.2 | Ἕκτωρ Πριαμίδης: τεχνικῶς οὐ κατὰ Διὸς αὐτὴν ὀτρύνει, μὴ ἄρα |
| book 355-6.3 | αἰδεσθῇ τῷ πατρὶ ἐναντιοῦσθαι. ἡ δὲ συνιεῖσα τὸ σιωπηθέν φησιν |
| book 355-6.4 | „ἀλλὰ πατὴρ οὑμόσ“ (Θ 360). ἐμφαντικὴ δὲ ἡ μεταφορά· τὸ γὰρ |
| book 355-6.5.1 | ῥιπῇ (355) ἐπὶ ἀνέμου καὶ πυρὸς τάττεται, ἄμφω δὲ ἔχει ἐπὶ Ἕκτο‐ |
| book 355-6.5.2 | ρος· „ἐν δ’ ἔπες’ ὑσμίνῃ ὑπεραέϊ ἶσος ἀέλλῃ“ (Λ 297) καὶ „μαίνετο δ’ |
| book 355-6.5.3 | ὡς ὅτ’ Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ“ (Ο 605). b(BE3E4)T |
| book 355.1 | ἀνεκτῶς: ὡς ἀνδρικῶς Ἀρίσταρχος περισπᾷ. λέλεκται δὲ |
| book 355.2 | ἡμῖν περὶ τῆς προσῳδίας, ὁπότε διελάβομεν περὶ τοῦ „ἦ δὴ λοίγια |
| book 355.3 | ἔργα τάδ’ ἔσσεται, οὐκέτ’ ἀνεκτά“ (Α 573). A |
| book 358-60.1 | 〈καὶ λίην οὗτός γε—μαίνεται οὐκ ἀγαθῇ‐ |
| book 358-60.2 | σι:〉 περὶ τούτου μὲν οὖν οὔ μοι μέλει, φησίν· ἀπολεῖται γὰρ ὅσον |
| book 358-60.3 | οὐδέπω. ὁ δὲ πατήρ ἐστιν ὁ ἐμὸς αἴτιος. b(BCE3E4)Til |
| book 358.1 | λίην: ὅσον οὐδέπω. οὕτως ἔχει καὶ τὸ „ἀλλ’ ἴομεν· μάλα |
| book 358.2 | γὰρ νὺξ ἄνεται“ (Κ 251). T |
| book 360a | 〈οὑμός:〉 ὁ μέγας καὶ σεμνός. Til |
| book 360b.1 | φρεσὶ μαίνεται: ἐνθουσιᾷ, ὡς τὸ „μαίνετο δ’ ὡς ὅτ’ |
| book 360b.2 | Ἄρησ“ (Ο 605). τὸ φιλότιμον δὲ τῆς κακώσεως δηλοῖ. b(BCE3E4)T |
| book 361a.1 | σχέτλιος: σημειοῦνταί τινες, ὅτι ἀντὶ τοῦ ἀγνώμων, οὐκ |
| book 361a.2 | ἐν τῷ καθόλου δέ, ἀλλ’ εἰς ταύτην μόνην. A |
| book 361b.1 | 〈ἀλιτρός:〉 εἰς ἐμὲ ἀλιτρός, διὰ τὰ πεπονημένα εἰς |
| book 361b.2 | Ἡρακλέα. Til |
| book 361c | 〈ἀπερωεύς:〉 ἀποκωλυτής. Til |
| book 362.1 | οὐδέ τι τῶν μέμνηται: πρὸς μὲν τὸν Δία εὐπρεπὴς ἡ εἰς |
| book 362.2 | τὸν Ἡρακλέα τῆς εὐεργεσίας ἀνάμνησις, πρὸς δὲ τὴν Ἥραν οὐκέτι· |
| book 362.3 | αὕτη γὰρ ἠναντιοῦτο αὐτῇ σῳζούσῃ τὸν Ἡρακλέα. ἢ ἐκεῖνο ῥητέον |
| book 362.4 | ὅτι ἀνθρώπινόν τι ἔχει ἡ εἰκών· πολλὴν γὰρ σπουδὴν εἴς τινας εἰσενεγ‐ |
| book 362.5.1 | κάμενοι καὶ δι’ αὐτῶν τοῖς ἀναγκαίοις εἰς ἀπέχθειαν ἐλθόντες, ἀχαρί‐ |
| book 362.5.2 | στων ὄντων τῶν εὖ πεπονθότων, εἰώθαμεν σχετλιάζοντες εἰσφέρειν |
| book 362.5.3 | πρὸς οὓς ἀπηχθήμεθα τὴν τῶν εὐεργετηθέντων ἀχαριστίαν μεμφόμενοι |
| book 362.5.4 | ἑαυτοὺς ἐπὶ τῇ ἀβούλῳ κρίσει. b(BE3E4)T |
| book 363 | 〈ἀέθλων:〉 κακοπαθειῶν. Til |
| book 364a1.1 | 〈πρὸς οὐρανόν:〉 αὔξει τὴν ἐπικουρίαν. δηλοῖ δὲ καὶ τὸ |
| book 364a1.2 | εὐσεβὲς Ἡρακλέους. Til |
| book 364a2.1 | τὸ εὐσεβὲς Ἡρακλέους δηλοῖ καὶ τὴν ἑαυτῆς αὔξει ἐπικου‐ |
| book 364a2.2 | ρίαν. b(BCE3E4) |
| book 364-5.1 | 〈αὐτὰρ ἐμὲ Ζεύς / —προΐαλλεν:〉 ἀπολογεῖται |
| book 364-5.2 | τῇ μητρυᾷ. Til |
| book 367-8.1 | εὖτέ μιν εἰς Ἀΐδαο〈—Ἀΐδαο〉: ἀπὸ τοῦ μείζο‐ |
| book 367-8.2 | νος ἄθλου πάντας δηλοῖ. οἶδε δὲ τὸν κύνα καὶ τὴν φύσιν αὐτοῦ. Πίν‐ |
| book 367-8.3 | δαρος (fr. 249 b, p. 75 Sn.) δὲ ἑκατόν, Ἡσίοδος (cf. th. 312) δὲ πεν‐ |
| book 367-8.4 | τήκοντα ἔχειν αὐτὸν κεφαλάς φασιν. A b (BCE3E4)T |
| book 367 | 〈πυλάρταο:〉 διὰ τὸ μηδένα ἀνιέναι. Til |
| book 367 | πυλάρταο: ἰσχυρῶς—ἐξ Ἅιδου. A |
| book 368.1 | ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο: ὅτι τού‐ |
| book 368.2 | του μόνου τοῦ ἄθλου μέμνηται κατὰ τὸ ῥητὸν †τίνες ἦσαν†. καὶ ὅτι |
| book 368.3 | κύνα μόνον λέγει, Κέρβερον δὲ οὐκ ὀνομάζει, ὡς οἱ νεώτεροι (e. g. Hsd. |
| book 368 | th. 311). A |
| book 368.5.1 | κύνα 〈στυγεροῦ〉 Ἀΐδαο: τὸν Κέρβερον. τελεσθέντων |
| book 368.5.2 | —Ἅιδου βοῶν ἀπέσφαξεν. A |
| book 369 | Στυγὸς ὕδατος: Στὺξ μία—κρήνη ἐν Ἅιδου. A |
| book 369.1 | αἰπὰ ῥέεθρα: προσάντη καὶ ἄνωθεν καταρρέοντα. b |
| book 369.2 | (BCE3E4)T „καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ“ (Ο 37). T τὸν |
| book 369.3 | πλοῦν δὲ τοῦ Κωκυτοῦ φησιν, „ὃς δὴ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ“ |
| book 369.5 | (κ 514). b(BCE3E4)T |
| book 370a.1 | 〈στυγέει:〉 οὐκ εἶπεν ὅτι οὐδὲν ἀντευεργετεῖ, ἀλλ’ ἠθι‐ |
| book 370a.2 | κῶς ὅτι καὶ μισεῖ με. b(BCE3E4)Til |
| book 370b1.1 | Θέτιδος δ’ ἐξήνυσε βουλάς: ἀπέκρυψεν αὐτῆς τὴν |
| book 370b1.2 | χάριν, τὴν δὲ ἰδίαν ὠνείδισεν. T |
| book 370b2.1 | τὴν μὲν Θέτιδος χάριν ἀπέκρυψε λέγουσα δωρεὰν αὐτὴν |
| book 370b2.2 | εὐεργετεῖσθαι, τὴν δὲ ἰδίαν ὠνείδισε εὐεργετουμένη. b(BCE3E4) |
| book 371-2a.1 | ἥ οἱ γούνατ’ ἔκυσσε〈—πτολίπορθον〉: |
| book 371-2a.2 | ἀθετοῦνται δύο στίχοι, ὅτι οὐκ ἔδει κατὰ μέρος διηγήσασθαι, καὶ ταῦ‐ |
| book 371-2a.3 | τα πρὸς τὴν καλῶς εἰδυῖαν. καὶ μὴν οὐδὲ ἡμεῖς περισσόν τι προσιστο‐ |
| book 371-2a.4 | ροῦμεν. A |
| book 371b1.1 | ἥ οἱ γούνατ’ ἔκυσσε〈—πτολίπορθον〉: παρὰ |
| book 371b1.2 | Ζηνοδότῳ οὐκ ἦσαν οἱ δύο. T |
| book 371b2 | οὐδὲ παρὰ Ζηνοδότῳ ἦσαν. Aim |
| book 373a.1 | ἔσται μάν, 〈ὅτ’ ἂν αὖτε φίλην γλαυκώπιδα εἴπῃ〉: |
| book 373a.2 | πρὸς τὸ τῆς ἑρμηνείας ἴδιον, ὡς ἐκεῖ „ἔσσεται ἦμαρ, ὅτ’ ἄν ποτ’ ὀλώλῃ |
| book 373a | Ἴλιος ἱρή“ (Δ 164. Ζ 448) ἀντὶ τοῦ ὅτε ὀλεῖται. A |
| book 373b.1 | ὅτ’ ἂν αὖτε φίλην γλαυκώπιδα: ἠθικῶς πάνυ τῶν |
| book 373b.2 | φιλοφρονήσεων τοῦ πατρὸς μέμνηται ταῦτα τὰ ὀνόματα εἰποῦσα, οἷς |
| book 373b.3 | ὑπεκορίζετο αὐτὴν ὁ Ζεὺς πρὸς τὰς χρείας παρακαλῶν. b(BCE3E4)T |
| book 374.1 | ἐπέντυε μώνυχας ἵππους: οὐχ ὡς ἥττονι προστάσσει, |
| book 374.2 | ἀλλὰ καιρὸν λαμβάνουσα πρὸς τὸν ὁπλισμόν. b(BCE3E4)T |
| book 376 | 〈ἴδωμαι:〉 γράφεται „ἴδωμεν“. Aim |
| book 377-8.1 | εἰ νῶϊν Πριάμοιο πάϊσ〈— / γηθήσει〉: ἠθι‐ |
| book 377-8.2 | κῶς πρὸς τὸ „ὁ δὲ μαίνεται οὐκέτ’ ἀνεκτῶσ“ (Θ 355). b(BCE3E4)T |
| book 377a1.1 | {εἰ} νῶϊ: ὅτι Ζηνόδοτος γράφει σὺν τῷ ν „νῶϊν“. τοῦτο |
| book 377a1.2 | δὲ τίθεται ἀντὶ τοῦ ἡμῖν ἢ ἡμῶν· οὐδέτερον δὲ ἁρμόζει· τὸ γὰρ νῶϊ |
| book 377a1.3 | ἐστὶν ἢ ἡμεῖς ἢ ἡμᾶς. A |
| book 377a2 | ἀντὶ τοῦ ἡμῶν. Aint |
| book 378a1 | γηθήσει προφανείσα 〈ἀνὰ πτολέμοιο γεφύρασ〉: |
| book 378a1.1 | Ἀρίσταρχος „προφανέντε“ ὡς „πληγέντε κεραυνῷ“ (Θ 455), δυϊκῶς. |
| book 378a1.2 | ὁ δὲ Ζηνόδοτος „γηθήσει προφανεῖσας ἰδὼν ἐς δοῦπον ἀκόντων“ (cf. |
| book 378a1.3 | Λ 364), συστέλλων τὴν τελευταίαν, | παροξυτόνως προφερόμενος |
| book 378a1.5.1 | μετ’ ἐκτάσεως τοῦ α. | ἔστι δὲ ἄκρατον Δώριον. | σπάνιον δὲ τὸ τοιοῦ‐ |
| book 378a1.5.2 | το παρὰ τῷ ποιητῇ. A |
| book 378a2 | γράφεται „προφανείσα“. Aim |
| book 378b1.1 | 〈γηθήσει〉 προφανείσα 〈ἀνὰ πτολέμοιο γεφύ‐ |
| book 378b1.2 | ρασ〉: δυϊκῶς. Ἀρίσταρχος δὲ „προφανέντε“ ὡς „πληγέντε κεραυνῷ“ |
| book 378b1.3 | (Θ 455). ὁ δὲ Ζηνόδοτος „γηθήσει προφανεῖσας ἰδὼν ἐς δοῦπον |
| book 378b1.4 | ἀκόντων“, συστέλλων τὸ σας ὡς Δωρικώτερον, ὡς τὸ „λαγέτας |
| book 378b1.5.1 | υἱούσ“ (cf. Pind. Ol. 1, 89) καὶ „τροπὰς ἠελίοιο“ (Hsd. opp. 564. |
| book 378b1.5.2 | 663). T |
| book 378b2.1 | προφανείσα δὲ γράφει Ἀρίσταρχος δυϊκῶς, ὁ δὲ Ἡρω‐ |
| book 378b2.2 | διανὸς „προφανεῖσασ“ βούλεται συστέλλων Δωρικῶς τὸ α, ᾧ καὶ |
| book 378b2.3 | πειθόμεθα. b(BCE3E4) |
| book 379a.1 | ἦ τις {καὶ Τρώων}: περισπαστέον τὸν ἦ σύνδεσμον, ἵνα |
| book 379a.2 | διαπορητικὸς γένηται. καὶ βεβαιωτικὸς δὲ ἦ περισπασθήσεται. A |
| book 379b.1 | ἦ τις καὶ Τρώων κορέσει 〈κύνασ〉: περισπαστέον |
| book 379b.2 | τὸ〈ν〉 ἦ· διαπορητικὸς γάρ ἐστιν. | τὸ δὲ τίς ἢ περισσόν, ἢ τὶς ἐκ τῶν |
| book 379b.3 | Τρώων. εἰ δὲ ἐπὶ Ἕκτορος, οὗτος ὁ νοῦς· ‘ὡς ἄλλος τις κορέσει κύ‐ |
| book 379b.4 | νασ‘. T |
| book 385-7a1.1 | πέπλον μὲν κατέχευεν〈—νεφεληγερέ‐ |
| book 385-7a1.2 | ταο〉: ἀθετοῦνται στίχοι τρεῖς, ὅτι ἐν τῇ τοῦ Διομήδους ἀριστείᾳ (sc. Ε |
| book 385-7a1.3 | 734—6) καλῶς ἐπεξείργασται· πράττεται γάρ τινα. ἐνταῦθα δὲ πρὸς |
| book 385-7a1.4 | οὐδὲν ἀναλαμβάνει τὴν παντευχίαν. | ἠθέτει δὲ καὶ Ἀριστοφάνης. Ζη‐ |
| book 385-7a1.5 | νόδοτος δὲ οὐδὲ ἔγραφεν. A |
| book 385-7a2.1 | {πέπλον μὲν κατέχευε:} Ἀριστοφάνης ἠθέτει τοὺς τρεῖς, |
| book 385-7a2.2 | Ζηνόδοτος δὲ οὐδὲ ἔγραψεν. T |
| book 385 | 〈κατέχευεν:〉 θαυμασίως οὐ γυμνοῖ τὴν παρθένον. Til |
| book 389a1.1 | λάζετο {δ’ ἔγχος}: Πτολεμαῖος ὁ τοῦ Ὀροάνδου ἐν τῷ |
| book 389a1.2 | Περὶ Ὁμηρικοῦ χαρακτῆρος διὰ τοῦ υ προφέρεται „λάζυτο“. καὶ ἔστιν |
| book 389a1 | οὐκ ἀδόκιμος ἡ φράσις. A |
| book 389a2.1 | {λάζετο δ’ ἔγχος:} Πτολεμαῖος διὰ τοῦ υ. καὶ ἔστιν οὐκ |
| book 389a2.2 | ἄκαιρος ἡ γραφὴ „λάζυτο“. T |
| book 390-1.1 | βριθὺ μέγα〈—ὀβριμοπάτρη〉: ἀθετοῦνται καὶ |
| book 390-1.2 | οὗτοι, ὅτι ἀκαίρως ἐκεῖθεν (sc. ex Ε 746—7) μετηνέχθησαν. A |
| book 393a.1 | πύλαι μύκον οὐρανοῦ: ὅτι πύλας οὐρανοῦ τὰ νέφη |
| book 393a.2 | ὑποτίθεται· τὸν γὰρ ὑπὲρ τὰ νέφη τόπον ὁμωνύμως τῷ στερεμνίῳ |
| book 393a.3 | οὐρανὸν καλεῖ. πρὸς τὰ περὶ Ὀλύμπου. A |
| book 393b.1 | μύκον: οὕτω λέγει ἐπὶ τῶν θυρῶν, b(BCE3E4)T ἀεὶ |
| book 393b.2 | ταύτην μιμούμενος τὴν φωνήν· b(BCE3E4) „τὰ δ’ ἀνέβραχεν |
| book 393b.3 | ἠΰτε ταῦρος 〈/ βοσκόμενος λειμῶνι〉· τός’ ἔβραχε καλὰ θύρετρα“ (φ |
| book 393b.4 | 48—9). b(BCE3E4)T | τὸ δὲ μύκον ἀντὶ τοῦ ἀνεῴχθησαν. T |
| book 396 | 〈τῇ:〉 ἀντὶ τοῦ ἐκεῖ. Til |
| book 399a.1 | βάσκ’ ἴθι Ἶρι ταχεῖα: ὅτι οὐκ ἔστι κοινὸν νῦν ἐπίθετον |
| book 399a.2 | τὸ ταχεῖα, ἀλλὰ πορεύου ταχεῖα. A |
| book 399b.1 | βάσκ’ ἴθι, Ἶρι, ταχεῖα: ἀντὶ τοῦ ταχέως—„λῦσεν δ’ |
| book 399b.2 | ἀγορὴν αἰψηρήν“ (Τ 276) b(BCE3E4)T ἀντὶ τοῦ αἰψηρῶς, T |
| book 399b.3 | καὶ „ταχέες δ’ ἱππῆες ἄγερθεν“ (Ψ 287) b(BCE3E4)T καὶ |
| book 399b.4 | „βράχε δ’ εὐρεῖα χθών“ (Φ 387)—· ἀελλόπους γάρ (cf. Θ 409 al.). T |
| book 399-400a1.1 | μηδ’ ἔα ἄντην 〈/ ἔρχεσθ’—πτόλεμον |
| book 399-400a1.2 | δέ〉: μηδὲ ἔα εἰς τὸ ἐναντίον τῆς ἐμῆς κελεύσεως ἔρχεσθαι αὐτάς· οὐ γὰρ |
| book 399-400a1.3 | καλῶς εἰς τὸν πόλεμον σπευσόμεθα. T |
| book 399-400a2.1 | λέγει δὲ ὅτι μὴ συγχώρει αὐτὰς ἐξ ἐναντίας τῆς ἐμῆς κε‐ |
| book 399-400a2.2 | λεύσεως ἔρχεσθαι· οὐ γὰρ καλῶς ὑποστραφήσονται. b(BCE3E4) |
| book 401.1 | 〈ὡς καὶ τετελεσμένον ἔσται:〉 γράφεται „τὸ δὲ καὶ τε‐ |
| book 401.2 | τελεσμένον ἔσται“. Aim |
| book 402a | γυιώσω μέν σφωϊν〈—ὠκέας ἵππουσ〉: βλάψω, |
| book 402a | ὅ ἐστι χωλανῶ, καὶ κενοὺς εἰς τὴν πορείαν ποιήσω. T |
| book 402b.1 | σφωϊν: ἐγκλιτικὴ νῦν ἐστιν ἡ ἀντωνυμία· τρίτου γὰρ |
| book 402b.2 | προσώπου, τὰ δὲ τρίτα δυϊκά, τό τε σφωέ καὶ σφωΐν, ἐγκλιτικά |
| book 402b.3 | ἐστι〈ν〉. ὅτε μέντοι δευτέρου γίνεται τὸ σφωϊν, προπερισπᾶται· ὀρ‐ |
| book 402b.4 | θοτονεῖται γὰρ τὸ „γυιώσειν μὲν σφῶϊν“ (Θ 416). A |
| book 405a.1 | ἕλκε’ ἀπαλθήσεσθον: ἐν τῇ ἑτέρᾳ τῶν Ἀριστάρχου |
| book 405a.2 | „ἕλκε’ ἀπαλθήσονται“· καὶ μήποτε κρεῖττον, τὰ ἕλκη ἀπαλθήσον‐ |
| book 405a.3 | ται. A |
| book 405b.1 | ἀπαλθήσεσθον: ἀποθεραπευθήσεσθον· ἀλθαίνω γὰρ τὸ |
| book 405b.2 | θεραπεύω. T |
| book 406-8.1 | ὄφρ’ εἰδῇ〈—ὅττι κεν εἴπω〉: ὅτι τῷ τοῦ Διὸς |
| book 406-8.2 | προσώπῳ ἁρμόζουσιν οἱ λόγοι, τῷ δὲ τῆς Ἴριδος (sc. Θ 420—2) |
| book 406-8.3 | οὐκέτι. A |
| book 406.1 | ὄφρ’ εἰδῇ γλαυκῶπις, 〈ὅτ’ ἂν ᾧ πατρὶ μάχηται〉: |
| book 406.2 | καίπερ ὀργιζόμενος οὐ τὴν ἀρχὴν οὐδὲ τὴν ἰσχύν, ἀλλὰ τὴν φύσιν |
| book 406.3 | προβάλλεται. b(BCE3E4)T |
| book 407.1 | Ἥρῃ δ’ οὔτι 〈τόσον〉 νεμεσίζομαι: τὰ μὲν θεῖα ἐᾷ, |
| book 407.2 | σκοπεῖ δὲ τὰ βιωτικά· ἐναντιοῦνται γὰρ ἀλλήλοις ἄνδρες καὶ γυναῖ‐ |
| book 407.3 | κες. b(BCE3E4)T |
| book 408a1.1 | ἐνικλᾶν, ὅττι νοήσω: ἐνικλᾶν ἐμποδίζειν. ἡ μετα‐ |
| book 408a1.2 | φορὰ ἀπὸ τῶν εἰς τὰς ἀσπίδας ἀποθραυομένων δοράτων. A b |
| book 408a1.3 | (BCE3E4)T | οὕτως δὲ γραπτέον „ὅττι κεν εἴπω“, οἷον κατακάμ‐ |
| book 408a1.4 | πτειν καὶ μὴ ἐᾶν τὰ ὑπ’ ἐμοῦ εἰρημένα. καὶ πάλιν ἑξῆς, ἐν οἷς ἡ Ἶρίς |
| book 408a1.5 | φησιν, „ὅττι κεν εἴπῃ“ γράφεται (Θ 422). A |
| book 408a2 | 〈ὅττι νοήσω:〉 Ἀρίσταρχος „ὅττι κεν εἴπω“. Aim |
| book 409.1 | ἀελλόπος: κατ’ ἔλλειψιν τοῦ υ, ἀελλόπους, ταχεῖα, ἀέλ‐ |
| book 409.2 | λαις κατὰ τὸ τάχος παραπλησία. A |
| book 411a.1 | πρώτῃσιν δὲ πύλῃσι: οὐχ ὡς καὶ ἄλλων οὐσῶν, ἀλλ’ |
| book 411a.2 | ἀντὶ τοῦ ἄκραι, ὡς τὸ „ἄξαντ’ ἐν πρώτῳ ῥυμῷ“ (Ζ 40. Π 371) ἀντὶ |
| book 411a.3 | τοῦ ἄκρῳ. A |
| book 411b | πρώτῃσιν δὲ πύλῃσι: ἄκραις, ὡς „πρώτῳ ῥυμῷ“ (Ζ |
| book 411b.1 | 40)· οὐ γὰρ πολλαὶ πύλαι τοῦ Ὀλύμπου. πολὺ δὲ τάχος ὑποφαί‐ |
| book 411b.2 | νεται Ἴριδος. b(BCE3E4)T |
| book 413.1 | πῇ μέματον: καλῶς μηδὲ προσφωνήσασα αὐταῖς τοῦ |
| book 413.2 | πράγματος ἄρχεται. οἰκεῖον δὲ τῇ ἐπιπλησσούσῃ πολλαῖς ἀρχαῖς κε‐ |
| book 413.3 | χρῆσθαι. b(BCE3E4)T |
| book 415a1.1 | εἰ τελέει περ: εἰ ἀντὶ τοῦ ὥς, ἵν’ ᾖ σύμφωνον τῷ „ὧδε |
| book 415a1.2 | γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται“ (Θ 401). αἱ δὲ Ἀριστάρχου |
| book 415a1.3 | διὰ τοῦ η, „ᾗ τελέει περ“· καὶ γὰρ ὁ Ζεύς φησι „τὸ δὲ καὶ τετελεσμένον |
| book 415a1.4 | ἔσται“ (Θ 401). A |
| book 415a2 | Ἀρίσταρχος διὰ τοῦ η, „ᾗ τελέει περ“. Aim |
| book 415a3.1 | Ἀρίσταρχος διὰ τοῦ η. καὶ ἔστιν ἀντὶ τοῦ ὥς, ἵν’ ᾖ σύμ‐ |
| book 415a3.2 | φωνον τῷ „ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται“. b(BCE3E4) |
| book 420-4a.1 | ὄφρ’ εἰδῇς, γλαυκῶπι, 〈—ἔγχος ἀεῖραι〉: |
| book 420-4a.2 | ἀθετοῦνται στίχοι πέντε, ὅτι ἐκ τῶν ἐπάνω (sc. e Θ 406—8) μετά‐ |
| book 420-4a.3 | κεινται. ἱκανὸν δὲ ἦν εἰπεῖν ὅτι οὐκ ἐᾷ ὁ Ζεύς, καὶ ἀποσυνίσταται ἐπιει‐ |
| book 420-4a.4 | κὲς ὂν τὸ τῆς Ἴριδος πρόσωπον· οὐ γὰρ ἂν εἶπεν κύον ἀδδεές |
| book 420-4a.5 | (423). A |
| book 420b.1 | ὄφρ’ εἰδῇς—ἀεῖραι: οὐκ ἔδει, φασί, ταῦτα πρὸς |
| book 420b.2 | τῆς Ἴριδος λέγεσθαι, ἀλλὰ μόνον τὰ τῆς ἀπειλῆς (sc. Θ 414—9)· ταῦ‐ |
| book 420b.3 | τα γὰρ σχετλιάζων ἀναπεφώνηκεν. ἢ οὐ σχετλιάζων, ἀλλ’ ἐντέχνως |
| book 420b.4 | τὴν ὁμόνοιαν αὐτῶν διϊστάς, δι’ ὧν τὴν μὲν ἀεὶ ἐναντιοῦσθαι αὐτῷ |
| book 420b.5 | λέγει, τὴν δὲ νῦν πρῶτον, ἵνα αἰδεσθῇ μεταβάλλεσθαι. b(BCE3E4)T |
| book 423-4.1 | ἀλλὰ σύ γ’ αἰνοτάτη, κύον—ἀεῖραι: ἀθε‐ |
| book 423-4.2 | τοῦνται διὰ τὸ τραχύ. ὅσῳ δὲ δεινά ἐστι, τοσούτῳ τὴν κηδομένην ἐμ‐ |
| book 423-4.3 | φαίνει. θεραπεύεται δὲ καὶ διὰ τοῦ εἰ ἐτεόν γε / τολμήσεις· οὐ γὰρ |
| book 423-4.4 | ἄντικρυς αὐτὴν ἀναιδῆ λέγει, ἀλλ’ εἰ ἐθελήσεις μάχεσθαι τῷ Διΐ. πιθα‐ |
| book 423-4.5.1 | νῶς δὲ οὐκ ἤρκεσεν αὐτῇ ἀπαγγεῖλαι μόνον τὰ παρὰ Διός, ἀλλὰ καὶ |
| book 423-4.5.2 | παρ’ αὑτῆς τι προσέθηκεν. τοιαύτη δὲ ὁρᾶται καὶ ὅτε πρὸς τὸν Ποσει‐ |
| book 423-4.5.3 | δῶνα πέμπεται, οὐ μόνον τὴν τοῦ ἀγγέλου, ἀλλὰ καὶ τὴν τοῦ συμβού‐ |
| book 423-4.5.4 | λου ἀποπληροῦσα χώραν (cf. Ο 178—83 et 201—4). b(BCE3E4)T |
| book 423a1.1 | 〈ἀλλὰ σύ γ’, αἰνοτάτη, κύον ἀδδεές:〉 οὕτως „σύ“ |
| book 423a1.2 | διὰ τοῦ υ, τὸ δὲ „ἀδεέσ“ δι’ ἑνὸς δ ὁ Ἀρίσταρχος. Aim |
| book 423a2 | {ἀλλὰ σύ:} „σύ“ ἄνευ τοῦ γέ, καὶ „ἀδεέσ“ δι’ ἑνὸς δ. T |
| book 424.1 | Διὸς ἄντα: ῥητορικῶς ἀμφοτέρας ἐνέθηκε τὰς προσηγο‐ |
| book 424.2 | ρίας, ἐκεῖ μὲν ἐντρέπουσα „σῷ πατρί“ (Θ 420), νῦν δὲ ἐκδειματοῦσα |
| book 424.3 | Διὸς ἄντα φησίν. καὶ ἡ μὲν καθ’ Ἕκτορος ὁρμᾷ, ἡ δὲ ἀλλοιωτικῇ στά‐ |
| book 424.4 | σει χρωμένη κατὰ Διός φησιν αὐτὴν πολεμεῖν. b(BCE3E4)T |
| book 425.1 | ἡ μὲν ἄρ’ ὣς εἰποῦς’ ἀπέβη: οὐ περιμένει τὴν ἀπόκρισιν, |
| book 425.2 | ἀλλ’ ἐν ταῖς ἀπειλαῖς αὐτὰς καταλείπει πρὸς κατάπληξιν μείζονα. b |
| book 425.3 | (BCE3E4)T |
| book 426a1.1 | αὐτὰρ Ἀθηναίην Ἥρη 〈πρὸς μῦθον ἔειπεν〉: Ἥρη |
| book 426a1.2 | ἡ καὶ προκαταρξαμένη τῆς νουθεσίας. T |
| book 426a2 | ἡ καὶ τῆς συμβουλῆς προκατάρξασα. b(BCE3E4) |
| book 428a | 〈νῶϊ:〉 ὅτι τινὲς γράφουσι σὺν τῷ ν, κακῶς. Aint |
| book 428b1 | 〈νῶϊ:〉 οὕτως νῶϊ χωρὶς τοῦ ν. Aim |
| book 428b2 | †διχῶς† τοῦ ν τὸ νῶϊ. Til |
| book 428c.1 | Διὸς ἄντα βροτῶν ἕνεκα: τὸν ἐναντιούμενον ηὔξησε |
| book 428c.2 | καὶ τὴν αἰτίαν ἐμείωσεν, ἕνεκεν ἀνθρώπων λέγουσα μὴ δεῖν διαφέρεσθαι |
| book 428c.3 | τῷ Διΐ, b(BCE3E4)T ὡς ἐκεῖ „εἰ δὴ σφὼ ἕνεκα θνητῶν ἐριδαίνε‐ |
| book 428c.4 | τον“ (Α 574). T |
| book 429.1 | τῶν ἄλλος μὲν ἀποφθίσθω: ὅταν εἰς τὴν ἀξίαν ἀτενίσῃ |
| book 429.2 | τῶν θεῶν, τότε φησὶν αὐτοὺς μὴ κινεῖσθαι περὶ θνητῶν ὡς οὐδὲ ἂν |
| book 429.3 | ἡμεῖς περὶ μυρμήκων. ὅταν δὲ ἐπιλογίσηται τὴν ποιητικήν, ἕπεται τοῖς |
| book 429.4 | μύθοις καὶ τὴν ὑπόθεσιν ἐκτραγῳδεῖ, b(BCE3E4)T συμμαχίας καὶ |
| book 429.5 | θεομαχίας παράγων. A b (BE3E4)T |
| book 433a1.1 | τῇσιν δ’ Ὧραι μὲν λῦσαν: ὅτι οὐκέτι μέλλουσιν ἐναν‐ |
| book 433a1.2 | τιοῦσθαι τῷ Διΐ, αἱ Ὧραι ὑπηρετοῦσιν αὐταῖς. T |
| book 433a2.1 | διὰ τοῦτο αὐταῖς αἱ Ὧραι ὑπηρετοῦσιν, ὅτι οὐκέτι τῷ |
| book 433a2.2 | Διῒ μέλλουσιν ἐναντιοῦσθαι. b(BCE3E4) |
| book 434 | κάπῃσιν: φάτναις—ὅ ἐστιν ἐσθίειν. A |
| book 435a | 〈ἅρματα:〉 ὅτι τὰ ὀχήματα ἅρματα λέγουσι. Aint |
| book 435b.1 | 〈ἅρματα δ’ ἔκλιναν〉 πρὸς ἐνώπια παμφανόωντα: |
| book 435b.2 | βραχὺ διασταλτέον ἐπὶ τὸ πρὸς ἐνώπια, ἵνα ᾖ ἅρματα παμφα‐ |
| book 435b.3 | νόωντα. | ἰστέον δὲ ὅτι τὰ ὀχήματα ἅρματα λέγει. A |
| book 435c.1 | ἐνώπια παμφανόωντα: τοὺς παροδίους τοίχους· οὗ‐ |
| book 435c.2 | τοι γὰρ μόνοι φαίνονται τοῖς παριοῦσιν. τινὲς δὲ τὸ ἑξῆς ἅρματα |
| book 435c.3 | παμφανόωντα· A b (BCE3E4)T τί οὖν ἐστι τὸ „τόξον μὲν |
| book 435c | πρὸς σταθμὸν ἔκλινε πρὸς ἐνώπια παμφανόωντα“ (cf. χ 120—1); T |
| book 439a.1 | {οὔλυμπον δὲ} δίωκε: ὅτι κυρίως διώκειν λέγεται, ὅταν |
| book 439a.2 | προφεύγῃ τις, νῦν δὲ ἐπὶ τοῦ συντόνως ἐλαύνοντος. A |
| book 439b.1 | ἐδίωκε: οὐκ εἶπεν ἤλαυνεν, ἀλλ’ ἐδίωκεν ἐμφαντικῶς |
| book 439b.2 | διὰ τὸ ταχύ, ὡς „ῥίμφα διωκομένη“ (ν 162) b(BCE3E4)T ἤτοι |
| book 439b.3 | ἐπειγομένη. b(BCE3E4) |
| book 440a1.1 | ἵππους μὲν λῦσε κλυτὸς ἐννοσίγαιος: ἐπεὶ ἵππιός |
| book 440a1.2 | ἐστιν ὁ θεός. ἱκανὸν δὲ πρὸς φιλαδελφίαν τοῦτο. T |
| book 440a2.1 | διὰ φιλαδελφίαν τοῦτο, οὐ διὰ τὴν τοῦ Διὸς ποιεῖ ἐνδοξό‐ |
| book 440a2.2 | τητα. b(BCE3E4) |
| book 441a1.1 | 〈ἀμβωμοῖσι:〉 οὕτως Ἀρίσταρχος „†βωμοῖσ醓. Aim |
| book 441a1.2 | ἐν τοῖς Διογένους „ἀμβώνεσσι“. Aint |
| book 441b1.1 | ἀμβωμοῖσι: Χρύσιππος (St. V. Fr. III, fr. 771) ὑφ’ ἓν |
| book 441b1.2 | προφέρεται, ὁ μέντοι Ἀρίσταρχος δύο μέρη λόγου παραλαμβάνει καὶ |
| book 441b1.3 | προπερισπᾷ· λέγει γοῦν καὶ ἀλλαχοῦ „χρύσειοι δ’ ἄρα κοῦροι ἐϋδμή‐ |
| book 441b1.4 | των ἐπὶ βωμῶν“ (η 100). χρὴ μέντοι γινώσκειν ὅτι διὰ τοῦ μ γράφε‐ |
| book 441b1.5.1 | ται, κἂν παράθεσις ᾖ, ὁμοίως τῷ „ἂμ φόνον, ἂν νέκυασ“ (Κ 298). | τὸ |
| book 441b1.5.2 | δὲ αἴτιον ἐν τοῖς Περὶ ὀρθογραφίας εἴρηται (2,408,20). A |
| book 441b2/a2.1 | ἂμ βωμοῖσι: διὰ τοῦ μ ἡ γραφή· ὅμοιον γάρ ἐστι |
| book 441b2/a2.2 | τῷ „ἂμ φόνον“. φησὶ δὲ „ἐϋδμήτων ἐπὶ βωμῶν“. | Ἀρίσταρχος |
| book 441b2/a2.3 | „†βωμοῖσ醓, Διογένης „†ἀμβώνεσ醓, | τοῖς ἀναβαθμοῖς. T |
| book 441c.1 | κατὰ λῖτα πετάσσας: μεταπλασμός ἐστιν, ἔνθεν βαρύ‐ |
| book 441c.2 | νεται, ἐπεὶ πᾶσα αἰτιατικὴ ἑνικὴ ἀπαθὴς εἰς α λήγουσα βαρύνεται, |
| book 441c.3 | ὑπεσταλμένης τῆς τινά. ἀπαθὴς διὰ τὸ εὐφυᾶ διφυᾶ καὶ τὰ τοιαῦτα. | |
| book 441c.4 | τὸ δὲ ἑξῆς ἐστι καταπετάσας καὶ καλύψας λιτῷ περιβολαίῳ. A |
| book 441d.1 | λῖτα: ὡς θῆτα, „λιτί“ (Σ 352) δὲ ὡς θητί. ἔστι δὲ μετα‐ |
| book 441d.2 | πλασμός· διὸ βαρύνεται. ἔστι δὲ ἁπαλὸν καὶ τρυφερὸν λινοῦν ἱμά‐ |
| book 441d.3 | τιον. T |
| book 444a.1 | {αἱ δ’ οἶαι} Διὸς ἀμφίς: πρὸς τὴν καθέδραν, ὅτι ἑκα‐ |
| book 444a.2 | τέρωθεν τοῦ Διὸς Ἥρα καὶ Ἀθηνᾶ. A |
| book 444b.1 | Διὸς ἀμφίς: χωρίς, οὐκ εἰς τὴν συνήθη ἕδραν· ἀλλαχοῦ |
| book 444b.2 | γοῦν „πλησίαι αἵ γ’ ἥσθην“ (Δ 21)· ὅθεν φησὶν „οὐδ’ εἴ κε τὰ νείατα |
| book 444b.3 | πείραθ’ ἵκηαι“ (Θ 478). b(BCE3E4)T |
| book 446.1 | αὐτὰρ ὁ ἔγνω: ἐκ τῆς καθέδρας ἢ τῆς σκυθρωπότητος. b |
| book 446.2 | (BCE3E4)T |
| book 447.1 | τετίησθον: καταπέπληχθε, ὡς τὸ „φίλον τετιημέναι |
| book 447.2 | ἦτορ“ (Θ 437), „ἷζον 〈δ’〉 εἰν ἀγορῇ 〈τετιηότεσ〉“ (Ι 13). T |
| book 448-9.1 | οὐ μέν θην κάμετόν 〈γε μάχῃ ἔνι κυδιανείρῃ / ὀλ‐ |
| book 448-9.2 | λῦσαι Τρῶασ〉: τινὲς ἐν ἐρωτήσει, καὶ περὶ τῆς προτέρας νοοῦσι |
| book 448-9.3 | μάχης, οἷον ‘οὐκ ἀπήρκεσεν ὑμῖν ἐκεῖνα;‘. οἱ δὲ ἐν ἀποφάσει καὶ περὶ |
| book 448-9.4 | τῆς νῦν κερτομικῶς. A b (BCE3E4)T |
| book 448.1 | {οὐ μέν θην} κάμετον {γέ}: ὅτι Ζηνόδοτος γράφει „κα‐ |
| book 448.2 | μέτην“ διὰ τοῦ η ἀντὶ τοῦ ἔκαμον. τὸ δὲ κάμετον πρὸς τὸ πρόσωπον |
| book 448.3 | ἀντὶ τοῦ ἐκάμετε, ὃ καὶ συμφωνεῖ. A |
| book 449.1 | 〈τοῖσιν κότον:〉 Ἀρίσταρχος „τοῖον κότον“, καὶ ἔχει τινὰ |
| book 449.2 | ἔμφασιν. Aim |
| book 450-6.1 | πάντως, οἷον ἐμόν γε μένος 〈καὶ χεῖρες ἄαπτοι, / |
| book 450-6.2 | οὐκ ἂν .../ ἂψ ἐς Ὄλυμπον ἵκεσθον〉: ὡς ἔχω χειρὸς καὶ δυνά‐ |
| book 450-6.3 | μεως, οὐκ ἂν ἐπανήλθετε. T |
| book 450-1.1 | 〈πάντως, οἷον ἐμόν γε μένος καὶ χεῖρες ἄαπτοι / |
| book 450-1.2 | οὐκ ἄν με τρέψειαν:〉 ἀντὶ τοῦ ἐκ παντὸς τρόπου οὐκ ἄν με τρέ‐ |
| book 450-1.3 | ψειαν. Aim |
| book 450-1 | πάντως, οἷον ἐμόν γε μένος καὶ τὰ ἑξῆς: εἰ δὲ τοῦ— |
| book 450-1.5 | καταγωνισθῆναι. A |
| book 454.1 | 〈τὸ δέ κεν τετελεσμένον ἦεν:〉 ἐν ἄλλῳ „καί κεν τετελε‐ |
| book 454.2 | σμένον ἔπλεν“. Aim |
| book 455a.1 | {οὐκ ἂν ἐφ’ ὑμετέρων ὀχέων} πληγέντε: ὅτι ἀρσενικῶς τὸ |
| book 455a.2 | δυϊκὸν ἐσχημάτισται, πληγέντε A ἀντὶ τοῦ πληγεῖσαι. AAint |
| book 455a.3 | καὶ Ἡσίοδος „προλιπόντ’ ἀνθρώπων“ (opp. 199) ἐπὶ Αἰδοῦς καὶ |
| book 455a.4 | Νεμέσεως, ἀντὶ τοῦ προλιποῦσαι. A |
| book 455b.1 | πληγέντε κεραυνῷ: ὡς „καλυψαμένω χρόα καλόν“ |
| book 455b.2 | (Hsd. opp. 198). T |
| book 459 | 〈ἀκέων:〉 ὅτι ἀντὶ τοῦ ἀκέουσα. Aint |
| book 460 | σκυζομένη: παρὰ τὸ ἐπεισάγειν τὸ ἐπισκύνιον. AimT |
| book 462a.1 | αἰνότατε Κρονίδη: οὐκ ἔδει λέγειν ‘Ζεῦ πάτερ‘ |
| book 462a.2 | (οὐ γὰρ φιλοφρονεῖται), οὐδὲ αἰνότατε Κρονίδη πρὸς τὸ μὴ ἐρεθίσαι |
| book 462a.3 | αὐτόν. αὐτοῦ οὖν ἄρχεται τοῦ πράγματος. καὶ ἡ Ἀθηνᾶ δὲ ταῦτα |
| book 462a | ἔλεγεν, ἀλλὰ φιλοφρόνως (διὸ ἐδάμασε τὸν Δία), ἡ δὲ ἐπιτεταμένως. |
| book 462a.5.1 | b(BCE3E4)T λέγω δὴ τὸ „ἔμπης Δαναῶν ὀλοφυρόμεθα“ (Θ |
| book 462a.5.2 | 464)· T διὸ ἐπιτείνει τὴν ὀργὴν Διός. b(BCE3E4)T |
| book 462b | 〈ποῖον τὸν μῦθον:〉 τὸν ποῖον μῦθον. Til |
| book 463-5.1 | 〈εὖ νυ καὶ ἡμεῖς—ὄλωνται:〉 ὅτι ἐντεῦθεν ἄνω |
| book 463-5.2 | (sc. Θ 32—4) μετάκεινται. Aim |
| book 463 | 〈οὐκ ἀλαπαδνόν:〉 γράφεται „οὐκ ἐπιεικτόν“ (Θ 32). Aint |
| book 470a.1 | ἠοῦς δή: ὅτι Ζηνόδοτος γράφει „ἄας δή“ {καὶ μᾶλλον} |
| book 470a.2 | ἀντὶ τοῦ ἐσαύριον. ἔστι δὲ ἡ λέξις οὐχ Ὁμηρική. A |
| book 470b.1 | 〈ἠοῦς:〉 ἅμα ἡμέρᾳ, οἱονεὶ ὄρθρου, σημαίνει δὲ τὸ αὔ‐ |
| book 470b.2 | ριον. Aint |
| book 470c | ἠοῦς: ἕωθεν, ὄρθρου, τῇ ἐπιούσῃ ἡμέρᾳ. T |
| book 470-6.1 | 〈ἠοῦς—θανόντος:〉 κινητικὰ μὲν ταῦτα τῶν |
| book 470-6.2 | ἀκουόντων. ἀλλ’ ὁρίζων τὸ πέρας παραμυθεῖται τὴν ἀτυχίαν. b |
| book 470-6.3 | (BCE3E4)T |
| book 471 | 〈αἴ κ’ ἐθέλῃσθα:〉 ἐν ἄλλῳ „ἢν ἐθέλῃσθα“. Aim |
| book 473a1.1 | οὐ γὰρ πρὶν 〈πολέμου ἀπο〉παύσεται ὄβριμος |
| book 473a1.2 | Ἕκτωρ: τὸ ὄβριμος προσέθηκε πρὸς τὸ λυπεῖν αὐτήν. T |
| book 473a2.1 | τὸ οὐκ ἀποπαύσεται καὶ τὸ ὄβριμος πρὸς τὸ ἔτι λυ‐ |
| book 473a2.2 | πεῖν προστέθεινται. b(BCE3E4) |
| book 474a.1 | {πρὶν} ὄρθαι: ἀπὸ βαρυτόνου τοῦ ὄρω κέκλιται. ὅτι δέ |
| book 474a.2 | ἐστι βαρύτονον τὸ ὄρω, πρόδηλον ἐκ τοῦ „ὅτε τ’ ὤρετο“ (Μ 279), |
| book 474a.3 | „ὦρτο πολὺ πρῶτος μέν“ (Η 162). A |
| book 474b | 〈ὄρθαι:〉 διεγερθῆναι. AimTil |
| book 475-6.1 | ἤματι τῷ, ὅτ’ ἂν—θανόντος: ἀθετοῦνται στί‐ |
| book 475-6.2 | χοι δύο, ὅτι διὰ τοῦ ἤματι τῷ (475) πλείονος χρόνου ὑπέρθεσιν ση‐ |
| book 475-6.3 | μαίνει, τῇ δὲ ἑξῆς ἐπὶ τὸν τάφρον παράγει τὸν Ἀχιλλέα (cf. Σ 215—29). |
| book 475-6.4 | καὶ ἀκριβολογεῖν οὐκ ἀναγκαῖον, κατὰ τίνα καιρὸν ἐξαναστήσεται, |
| book 475-6.5.1 | ἀρκεῖ δὲ „πρὶν ὄρθαι παρὰ ναῦφι ποδώκεα Πηλείωνα“ (Θ 474). τό τε |
| book 475-6.5.2 | ἐπιφερόμενον ψεῦδός τι ἔχει· οὐ γὰρ ἐν τῷ στείνει μάχονται. | στείνει |
| book 475-6.5.3 | (476) δὲ εἴωθε λέγειν—στενοχωρίαν. | αἰνοτάτῳ (476) δὲ τῷ |
| book 475-6.5.4 | χαλεπῷ διὰ τὸν φόβον. A |
| book 476a.1 | στείνει {ἐν αἰνοτάτῳ}: τὴν τῶν πραγμάτων στενοχω‐ |
| book 476a.2 | ρίαν δηλοῖ. ἅμα δὲ καὶ στενός ἐστι τόπος οὕτω καλούμενος. T |
| book 476b | 〈θανόντος:〉 γράφεται „πεσόντοσ“. Aint |
| book 477.1 | ὣς γὰρ θέσφατόν ἐστι: τὸ μοιρίδιον προβάλλεται, ἵνα |
| book 477.2 | μὴ δοκῇ τυραννεῖν. b(BCE3E4)T |
| book 478-9.1 | πείραθ’ ἵκηαι / γαίης καὶ πόντοιο: δείκνυσιν ὁ |
| book 478-9.2 | ποιητὴς ὅτι συναπολήγει γῆ καὶ θάλασσα, ὡς ἂν τοῦ ὕδατος περι‐ |
| book 478-9.3 | κεχυμένου τῇ γῇ σφαιρικῶς καὶ καλύπτοντος αὐτὴν πλὴν τῶν ἀνε‐ |
| book 478-9.4 | χουσῶν ἠπείρων, ἐν αἷς κατοικοῦμεν. A b (BCE3E4)T |
| book 479 | 〈Ἰαπετός:〉 εἷς τῶν Τιτάνων. Aim |
| book 479.1 | 〈Ἰαπετός τε Κρόνος τε:〉 Διὸς μεταστήσαντος— |
| book 479.2 | ὄρος ἐπιθεὶς †ἀφ οὗ Ὀφιώνιον προσηγορεύθη. A |
| book 480 | 〈ὑπερίονος ἠελίοιο:〉 τοῦ ὑπὲρ ἡμᾶς ὄντος ἡλίου. Aim |
| book 480 | Ὑπερίονος: τοῦ ἡλίου. ἤτοι—τὰ ὅλα συνέχεται. A |
| book 484.1 | τὸν δ’ οὔτι προσέφη λευκώλενος: ἐν καιρῷ ἡ ἀποσιώ‐ |
| book 484.2 | πησις· οὔτε γὰρ ἐπαινεῖν ἔχει τὰ λεχθέντα οὔτε ἀντιλέγειν πρὸς ὀργὴν |
| book 484.3 | τοιαύτην. b(BCE3E4)T |
| book 485a.1 | ἐν δ’ ἔπες’ Ὠκεανῷ 〈λαμπρὸν φάος ἠελίοιο〉: ὅτι |
| book 485a.2 | αὐτὸς μὲν εἰς Ὠκεανὸν δύνοντα καὶ ἐξ Ὠκεανοῦ ἀνίσχοντα λέγει τὸν |
| book 485a.3 | ἥλιον, ἐξ ἡρωϊκοῦ δὲ 〈προσώπου〉 οὐκέτι. A |
| book 485b.1 | ἐν δ’ ἔπες’ Ὠκεανῷ 〈λαμπρὸν φάος ἠελίοιο〉: τῷ |
| book 485b.2 | ὁρίζοντί φησιν, ὃς διατειχίζει τοῦ κόσμου τὸ φανερὸν καὶ ἀφανές. οὐκ |
| book 485b.3 | ἀληθῆ οὖν δηλοῖ ἔμπτωσιν τοῦ ἡλίου, ἀλλὰ φαντασίαν δίδωσιν, ὡς |
| book 485b | ἐπὶ τὸν Ὠκεανὸν ἔρχεται ἐπὶ τὴν δύσιν ἐλθών. b(BCE3E4)T |
| book 486.1 | ἕλκον νύκτα μέλαιναν 〈ἐπὶ ζείδωρον ἄρουραν〉: ἕλ‐ |
| book 486.2 | κον T τῇ ἀσθενείᾳ τοῦ φωτὸς τῶν ἀκτίνων. εὖ δὲ καὶ τὸ παρατα‐ |
| book 486.3 | τικόν· σφαιροειδὴς γὰρ οὖσα ἡ γῆ οὐ πᾶσα ὑφ’ ἓν σκιάζεται, b |
| book 486.4 | (BCE3E4)T ἀλλὰ κατὰ μικρόν. T |
| book 487-8.1 | Τρωσὶ μέν ῥ’ ἀέκουσι〈—ἐρεβεννή〉: βραχεῖαν |
| book 487-8.2 | ταύτην τὴν μάχην ἐποίησεν, ἐγχρονίζειν ταῖς τῶν Ἑλλήνων δυστυ‐ |
| book 487-8.3 | χίαις οὐ θέλων· ὅθεν τινὲς αὐτὴν καλοῦσι †κῶλον. b(BCE3)T |
| book 488a.1 | τρίλλιστος: ὅτι τὰ τρία ἐπὶ πλήθους τάσσει. τρίλλι‐ |
| book 488a.2 | στος οὖν πολυλιτάνευτος. A |
| book 488b1 | 〈τρίλλιστος:〉 πολυλιτάνευτος. πλεονάζει δὲ τὸ λ. Til |
| book 488b2 | πλεονάζει τὸ λ. ὁ πολυλιτάνευτος. Aint |
| book 490.1 | νόσφι νεῶν ἀγαγὼν ποταμῷ ἔπι δινήεντι: συνελάσας |
| book 490.2 | μέχρι τῶν νεῶν αὐτοὺς ἀφίσταται παρὰ τὸν ποταμὸν b(BCE3E4)T |
| book 490.3 | ὡς προβλήματι χρησόμενος τῷ ῥείθρῳ καὶ T πρὸς τὸ μὴ ἐξακούε‐ |
| book 490.4 | σθαι τοῖς πολεμίοις καὶ μὴ μακρὰν ἀπεῖναι τῆς πόλεως. b(BCE3E4)T |
| book 491a.1 | ἐν καθαρῷ, ὅθι δὴ 〈νεκύων διεφαίνετο χῶροσ〉: ὅτι |
| book 491a.2 | οὐκέτι γέγονε νεκρῶν ἀναίρεσις. πρὸς Ἴστρον (cf. FGrHist 334, 70). A |
| book 491b.1 | 〈ὅθι δὴ νεκύων διεφαίνετο χῶρος:〉 ἀμέτοχος ἦν καὶ |
| book 491b.2 | καθαρός. Aim |
| book 491b | ἐν καθαρῷ ὅθι δὴ νεκύων: ἔξωθεν δεῖ λαβεῖν—τῶν |
| book 491b | νεκρῶν. A |
| book 493a.1 | τόν ῥ’ Ἕκτωρ: ὅτι Ζηνόδοτος περιγράφει ἀπὸ τούτου |
| book 493a.2 | τέσσαρας στίχους κατὰ τὸ ἑξῆς (sc. Θ 493—6) διὰ τὸ καὶ ἐν ἄλλῳ |
| book 493a.3 | τόπῳ γεγράφθαι (cf. Ζ 318—20). ὁ δὲ Ἀρίσταρχος οἰκειότερον ἐν‐ |
| book 493a.4 | ταῦθα κεῖσθαι λέγει διὰ τὸ ἐν τῷ στρατεύματι διαλέγεσθαι. A |
| book 493b.1 | Διῒ φίλος: οὐδαμοῦ μᾶλλον ὁ Ἕκτωρ ἐν καιρῷ ἐλέχθη |
| book 493b.2 | Διῒ φίλος ἢ νῦν, εἴ γε καὶ θεοῖς ἀπέχθεται δι’ αὐτόν. b(BCE3E4)T |
| book 494a1.1 | ἔγχος ἔχε: ὡς ἐν πολέμῳ δημηγορῶν ἀντὶ σκήπτρου τῷ |
| book 494a1.2 | δόρατι χρῆται, τὰ σημεῖα τῆς ἀνδρίας προβαλλόμενος. T |
| book 494a2.1 | καλῶς οὐ σκῆπτρον κατέχων δημηγορεῖ, ἀλλὰ τὰ τῆς |
| book 494a2.2 | ἀνδρίας σημεῖα προβαλλόμενος. b(BCE3E4) |
| book 496.1 | 〈ἔπεα Τρώεσσι μετηύδα:〉 γράφεται „ἔπεα πτερόεντ’ |
| book 496.2 | ἀγόρευε“. Aim |
| book 497.1 | κέκλυτέ μευ, Τρῶες: ὑπερηφανίας μεστὸς ὁ λόγος· οὐ γὰρ |
| book 497.2 | εὔνους θέλει ποιήσασθαι τοὺς ἀκροωμένους, ἀλλὰ μόνον καυχᾶσθαι, |
| book 497.3 | οὐχ ὡς τὸ „ὦ φίλοι, ἥρωες Δαναοί“ (Β 110). b(BCE3E4)T |
| book 498-9a1.1 | νῦν ἐφάμην νῆάς 〈τ’〉 ὀλέσασ〈— / ἂψ ἀπο‐ |
| book 498-9a1.2 | νοστήσειν〉: πάλιν οἰκειοῦται τὸ κατόρθωμα καὶ ἐν τοῖς ἑξῆς „ἔλπο‐ |
| book 498-9a1.3 | μαι εὐχόμενοσ〈— /〉 ἐξελάαν ἐνθένδε κύνας κηρεσ〈σ〉ιφορήτουσ“ |
| book 498-9a1.4 | (Θ 526—7). T |
| book 498-9a2.1 | καὶ πάλιν δὲ τὸ κοινὸν οἰκειοῦται κατόρθωμα καὶ πάλιν |
| book 498-9a2.2 | τῇ νίκῃ γαυριᾷ. b(BCE3E4) |
| book 499 | 〈Ἴλιον ἠνεμόεσσαν:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aim |
| book 500.1 | ἀλλὰ πρὶν κνέφας ἦλθε: εὐέλπιδας καὶ ἐπιθυμητὰς ἐποίη‐ |
| book 500.2 | σεν αὐτοὺς τῆς ἠοῦς. T |
| book 501.1 | ἐπὶ ῥηγμῖνι θαλάσσης: ὅτι Ζηνόδοτος γράφει „ἐπεὶ |
| book 501.2 | Διὸς ἐτράπετο φρήν“. ἐξ ἄλλου δὲ στίχου (sc. Κ 45) τὸ ἡμιστίχιόν |
| book 501.3 | ἐστι νῦν ἀναρμόστως προστεθειμένον· οὐ γὰρ κατὰ Διὸς προαίρεσιν |
| book 501 | νὺξ ἐγένετο. A |
| book 502.1 | ἀλλ’ ἤτοι νῦν μὲν πειθώμεθα νυκτί: τοῦτο, ἐπεὶ ἧσσον |
| book 502.2 | ἦν, ἐκοινοποίησε πρὸς αὐτούς. T |
| book 503.1 | 〈ἐφοπλισόμεσθα:〉 ὅτι Ζηνόδοτος γράφει „ἐφοπλίζε‐ |
| book 503.2 | σθον“. συγχεῖ δὲ τὸ δυϊκόν. Aint |
| book 503-4.1 | ἀτὰρ καλλίτριχας ἵππους 〈/ —ἐδωδήν〉: στρα‐ |
| book 503-4.2 | τηγικῶς πρὸ αὐτῶν τῶν ἵππων φροντίζει, ὃ καὶ Ἀνδρομάχη ποιεῖ· |
| book 503-4.3 | „ὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν“ (Θ 188). b(BCE3E4) |
| book 503-4.4 | T |
| book 505a.1 | 〈ἄξεσθε:〉 ὅτι οὐ μέλλοντα σημαίνει τὸ ἄξεσθε, ἀλλ’ ἐν |
| book 505a.2 | ἴσῳ τῷ ἄγετε. Aint |
| book 505b.1 | 〈ἴφια:〉 εὔχρηστα. οἱ δὲ ἰσχυροποιά. ἢ εὐθηνοῦντα καὶ |
| book 505b.2 | λιπαρά. Aim |
| book 507.1 | σῖτόν τ’ ἐκ μεγάρων: οὐκ ἔστιν ἐπὶ τοῦ σίτου κοινὸν τὸ |
| book 507.2 | „ἄξεσθε“ (Θ 505)· οὐδὲν γὰρ τῶν ἀψύχων ἄγεται, φέρεται δὲ μᾶλλον. |
| book 507.3 | προσυπακουστέον οὖν τὸ φέρετε. A b (BCE3E4)T |
| book 509.1 | καίωμεν πυρὰ πολλά: πρὸς ἀσφάλειαν μὲν ἑαυτῶν, κα‐ |
| book 509.2 | τάπληξιν δὲ τῶν πολεμίων. b(BCE3E4)T |
| book 510-1.1 | μή πως καὶ διὰ νύκτα〈— /〉 φεύγειν ὁρμήσων‐ |
| book 510-1.2 | ται: στρατηγικῶς εὐέλπιδας αὐτοὺς ποιεῖ διὰ τῆς τῶν πολεμίων |
| book 510-1.3 | φυγῆς. b(BCE3E4)T |
| book 510 | 〈διὰ νύκτα:〉 διὰ νυκτός. Aim |
| book 512 | 〈μὴ μὰν ἀσπουδί γε:〉 ὅτι ἀντὶ τοῦ μὴ ῥᾳδίως, μήπως |
| book 512 | χωρὶ〈σ〉 σπουδῆς. Aim |
| book 513a1.1 | 〈ἀλλ’ ὥς τις τούτων γε βέλος καὶ οἴκοθι πέσσῃ:〉 |
| book 513a1.2 | αἱ Ἀριστοφάνους „πέσσοι“. Παρμενίσκος δὲ ἐν τῷ αʹ Πρὸς Κράτητα |
| book 513a1.3 | (fr. 2 Br.) ὡς Ἀριστάρχειον γραφὴν προφέρεται „ἀλλ’ ὥς τις κείνων |
| book 513a1.4 | γε“. A |
| book 513a2 | {ἀλλ’ ὅστις τούτων γε:} Ἀρίσταρχος δὲ „κείνων γε“. T |
| book 513a3 | Ἀριστοφάνης „πέσσοι“. Til |
| book 513b.1 | {ἀλλ’ ὥς τις τοῦτόν γε} βέλος: ὅτι βέλος εἴρηκε τὸ τραῦ‐ |
| book 513b.2 | μα ὁμωνύμως τῷ τιτρώσκοντι. A |
| book 513c1.1 | {ἀλλ’ ὥς τις τούτων γε} βέλος: βέλος νῦν τὸ βεβλημένον |
| book 513c1.2 | μέρος, τὸ τραῦμα τὸ ἐκ βολῆς· „ὡς δ’ ὅταν ὠδίνουσαν ἔχῃ βέλοσ“ (Λ |
| book 513c1.3 | 269). T |
| book 513c2.1 | τὸ ἐκ βολῆς τραῦμα, ὡς τὸ „ὡς δ’ ὅταν ὠδίνουσαν ἔχῃ |
| book 513c2.2 | βέλοσ“. b(BCE3E4) |
| book 513d.1 | 〈οἴκοθι πέσσοι:〉 καὶ μέχρις οἴκου κατάσχοι τὴν πλη‐ |
| book 513d.2 | γήν. Aint |
| book 515a.1 | 〈νηὸς ἐπιθρώσκων:〉 γράφεται „νηὸς ἀποθρώσκων“. |
| book 515a.2 | Aim |
| book 515b.1 | ἵνα τις στυγέῃσι καὶ ἄλλος: ἀλαζονείαν ἔχει ὁ λόγος |
| book 515b.2 | βαρβαρικήν. T |
| book 517 | 〈ἀγγελλόντων:〉 ὅτι ἀντὶ τοῦ ἀγγελλέτωσαν. Aint |
| book 518.1 | παῖδας πρωθήβας 〈πολιοκροτάφους τε γέροντασ〉: |
| book 518.2 | πᾶς γὰρ ἱκανὸς ἀπὸ τείχους ἀμῦναι. καὶ οἱ μὲν παῖδες μεθ’ ἡδονῆς φιλο‐ |
| book 518.3 | νεικῶς ἀγρυπνοῦσιν, οἱ δὲ γέροντες πρὸς ὕπνον ἀλλοτρίως ἔχουσιν. T |
| book 519a.1 | λέξασθαι προτὶ ἄστυ 〈θεοδμήτων ἐπὶ πύργων〉: |
| book 519a.2 | ὅτι ἀντὶ τοῦ ἐγκοιμηθῆναι. | θεοδμήτων δέ, καθὸ ὑπὸ θεῶν ᾠκοδο‐ |
| book 519a | μήθη τὸ τεῖχος τῆς Ἰλίου. A |
| book 519b1.1 | λέξασθαι: παρὰ τὸ λέχος. καὶ „ξύλα †λέγετε“ (cf. Θ |
| book 519b1.2 | 507), συλλέγεσθε†. καὶ „Σύλλογος Ἀχαιῶν“ (cf. T.G.F. p. 161 N.2 |
| book 519b1.3 | = Soph. frgg. I p. 97 P. = T.G.F. IV p. 163 R.). „Τρῶας λέξασθαι“ (cf. Β 125), ἀριθμηθῆ‐ |
| book 519b1.4 | ναι· ὅθεν λογάδες. T |
| book 519b2.1 | παρὰ τὸ λέχος. καὶ ξύλα λέξασθαι καὶ „Τρῶας μὲν λέξα‐ |
| book 519b2.2 | σθαι“ (Β 125), ὅθεν καὶ λογάδες καὶ „Σύλλογος Ἀχαιῶν“. b(BCE3) |
| book 519c | 〈προτὶ ἄστυ:〉 γράφεται „περὶ ἄστυ“. Aim |
| book 519d.1 | θεοδμήτων: ἀπαρκεῖ πρὸς φυλακὴν ἡ ἄχρηστος ἡλικία· |
| book 519d.2 | ἀφ’ ἑαυτῶν γὰρ τὸ ὀχυρὸν ἔχουσι τὰ τείχη, θεόδμητα ὑπάρχοντα. T |
| book 520.1 | θηλύτεραι: τῶν ἄλλων ζῴων, ἢ τῶν παρθένων. αἱ τε‐ |
| book 520.2 | τοκυῖαι τὴν συνήθη, φησίν, οἰκουρίαν προσεχέτωσαν ἅμα συνεργοῦ‐ |
| book 520.3 | σαι κατὰ δύναμιν τοῖς κακοπαθοῦσιν. b(BCE3E4)T |
| book 520 | θηλύτεραι: αἱ πρὸς τὰ ἀφροδίσια—πλησιάζουσιν. A |
| book 521 | 〈καιόντων: ***〉 ἀντὶ τοῦ Aim καιέτωσαν. AimTil |
| book 523a1.1 | ὧδ’ ἔστω, Τρῶες: τυραννικῶς ἀπειλεῖ· ὅθεν καὶ „χαλε‐ |
| book 523a1.2 | πὴν ἀποθέσθαι ἐνιπήν“ (Ε 492). T |
| book 523a2.1 | τυραννικῶς αὐτοῖς, οὐχὶ βασιλικῶς διαλέγεται ἐπηρμένος |
| book 523a2.2 | τῇ ἀλαζονείᾳ. b(BCE3E4) |
| book 524-5.1 | μῦθος δ’ ὃσ〈—ἀγορεύσω〉: ἀθετοῦνται δύο |
| book 524-5.2 | στίχοι, διότι τῇ ἑξῆς οὐδὲν λέγει καὶ τὸ ὑποτακτικὸν ἄρθρον ἀντὶ προ‐ |
| book 524-5.3 | τακτικοῦ παρείληπται, ὃς μέν (524) ἀντὶ τοῦ ὁ μέν. | ὁ δὲ νοῦς ἐστι |
| book 524-5.4 | τοιοῦτος· περὶ μὲν τῶν νῦν καὶ τήμερον συντετέλεσταί μοι ὁ λόγος καὶ |
| book 524-5.5 | οὐδὲν παραλέλειπται, περὶ δὲ τῶν εἰς αὔριον ὑπὸ τὴν ἕω μηνύσω. A |
| book 524a1 | 〈ὑγιής:〉 ὁ ἀπαραποίητος καὶ ἀπαράβατος. b(BCE3) |
| book 524a2 | ἀπαράβατος ὑμῖν. Til |
| book 525.1 | τὸν δ’ ἠοῦσ〈—〉ἀγορεύσω: τὸν δὲ ἑξῆς αὔριον ἐρῶ. |
| book 525.2 | πάντως δὲ περὶ διανομῆς σκύλων. T |
| book 526a.1 | εὔχομαι ἐλπόμενος: ὅτι Ζηνόδοτος γράφει „ἔλπομαι |
| book 526a.2 | εὐχόμενοσ“. οὐ κατὰ τὸν Ἕκτορα δὲ τὸν οὕτως ἐπηρμένον λέγει, ἐλπίζω |
| book 526a.3 | εὐχόμενος τοῖς θεοῖς· ἐπιεικὲς γάρ· τοὐναντίον γὰρ οἰκεῖον, εὔχομαι |
| book 526a.4 | ἐλπόμενος, καυχῶμαι ἐλπιδοποιούμενος ὑπὸ τοῦ Διὸς καὶ τῶν ἄλλων |
| book 526a.5 | θεῶν. A |
| book 526b.1 | 〈εὔχομαι ἐλπόμενος:〉 οὕτως ἡ γραφή, εὔχομαι ἐλ‐ |
| book 526b.2 | πόμενος, οὐ τὸ ἐναντίον. Aim |
| book 526c | εὔχομαι ἐλπόμενος: ἀντὶ τοῦ καυχῶμαι. T |
| book 527a.1 | ἐξελάαν ἐνθένδε κύνας κηρεσ〈σ〉ιφορήτους: ὑφ’ |
| book 527a.2 | ἓν Ἀρίσταρχος. T | ὅρα δὲ τὸ παλίμβολον Ἕκτορος· τῇ γυναικὶ |
| book 527a.3 | ἔλεγεν „ἔσσεται ἦμαρ ὅτ’ ἄν ποτ’ ὀλώλῃ Ἴλιος ἱρή“ (Ζ 448)· |
| book 527a.4 | ἐκεῖ μὲν γὰρ τῶν Τρώων ἡττωμένων δύσελπις ἦν, ἐνταῦθα δὲ τῇ |
| book 527a.5 | μάχῃ κρατῶν ἐλπίζει τὰ χρηστά. b(BCE3E4)T |
| book 527b.1 | κηρεσσιφορήτους: συνθέτως ἀνέγνω ὁ Ἀρίσταρχος |
| book 527b.2 | καὶ οἱ πλείους, ἴσως δέ, ἐπεὶ ἀναλύει αὐτὸ „οὓς κῆρες φορέουσιν“ (Θ |
| book 527b.3 | 528)· ἔθος γὰρ αὐτῷ πολλάκις τὰ σύνθετα ἀναλύειν. οὐδέποτε δὲ δο‐ |
| book 527b.4 | τικὴ ἐπεκτεταμένη κατ’ ἀρχὴν συντέθειται, οἷον πᾶσι καὶ πάντεσσι, |
| book 527b.5.1 | „πασιμέλουσα“ (μ 70), οὐχὶ παρὰ τὴν πάντεσσι ἡ σύνθεσις· „Ναυ‐ |
| book 527b.5.2 | σικάα“ (ζ 17 al.), „Ναυσίθοοσ“ (ζ 7 al.), „ἐγχεσίμωροι“ (Η 134 al.), |
| book 527b.5.3 | „τειχεσιπλήτησ“ (cf. Ε 31. 455). κατ’ ἀρχὴν δὲ προσέθηκα διὰ τὸ παρ’ |
| book 527b.5.4 | Ἐπιχάρμῳ (fr. 218 K.) κατὰ τέλος συντεθειμένον „γυναικάνδρεσσι |
| book 527b.5.5 | ποθεινοί“. εἴπερ οὖν τοῦτο ἀληθές, δηλονότι παράλογον τὸ κηρεσ‐ |
| book 527b.10 | σιφορήτους κατὰ σύνθεσιν †ἀναγνωστέον†. ἀλλ’ ὅμως ἐπεκράτησεν |
| book 527b | ἡ Ἀριστάρχειος, δι’ ὃν εἴπομεν λόγον. A |
| book 528.1 | οὓς κῆρες φορέουσι 〈μελαινάων ἐπὶ νηῶν〉: ἀθετεῖται, |
| book 528.2 | ὅτι περισσός· ἐν γὰρ τῷ „κηρεσσιφορήτουσ“ (θ 527) τὸ αὐτὸ συντό‐ |
| book 528.3 | μως εἴρηκεν. | ὁ δὲ A Ζηνόδοτος οὐδὲ ἔγραφεν αὐτόν. ATil |
| book 529 | 〈ἐπὶ νυκτί:〉 γράφεται „ἐπὶ νύκτα“. Aint |
| book 532.1 | εἴσομαι: ὅτι τὸ εἴσομαι πολλὰ σημαίνει, νῦν μὲν γνώσο‐ |
| book 532.2 | μαι, ἐν ἄλλοις δὲ πορεύσομαι, „εἴσομαι ἐξ ἁλόθεν“ (Φ 335)· καὶ ἀντὶ |
| book 532.3 | τοῦ ἐφάνη, „εἴσατο 〈δ’〉 ὡς †ὅτε ἐρινεόσ“ (ε 281). A |
| book 532-4a.1 | αἴ κέ μ’ ὁ Τυδείδης—φέρωμαι: ἐντέχνως ἐφ’ |
| book 532-4a.2 | ἑαυτοῦ μὲν εἶπεν ὅτι οὐκ ἀπωσθήσεται, ἐπὶ δὲ τοῦ Διομήδους ὅτι |
| book 532-4a.3 | ἀναιρεθήσεται καὶ ὅτι σκῦλα παρέξει αὐτῷ ἀποθανών. b(BCE3E4)T |
| book 532-4b.1 | αἴ κέ μ’ ὁ Τυδείδησ〈—φέρωμαι〉: στρατηγικῶς |
| book 532-4b.2 | παραθαρσύνει αὐτούς· δεδίασι γὰρ Διομήδην διὰ τὴν ὑπόγυον ἀρι‐ |
| book 532-4b.3 | στείαν. καὶ τὸ Τυδείδης (532) προσλαβὸν τὸ ἄρθρον οὐκ ἀργὴν ἔχει |
| book 532-4b.4 | τὴν ἀναφοράν. b(BCE3E4)T |
| book 534 | 〈φέρωμαι:〉 ἐν ἄλλῳ „φεροίμην“. Aim |
| book 535-7 | αὔριον ἣν ἀρετὴν〈—ἑταῖροι〉: ὅτι ἢ τούτους |
| book 535-7 | δεῖ τοὺς τρεῖς στίχους μένειν, οἷς τὸ ἀντίσιγμα παράκειται, ἢ τοὺς |
| book 535-7.1 | ἑξῆς τρεῖς, οἷς αἱ στιγμαὶ παράκεινται (sc. Θ 538—40)· εἰς γὰρ τὴν |
| book 535-7.2 | αὐτὴν γεγραμμένοι εἰσὶ διάνοιαν. ἐγκρίνει δὲ μᾶλλον ὁ Ἀρίσταρχος |
| book 535-7.5.1 | τοὺς δευτέρους διὰ τὸ καυχηματικωτέρους εἶναι τοὺς λόγους. ὁ δὲ Ζη‐ |
| book 535-7.5.2 | νόδοτος τοὺς πρώτους τρεῖς οὐδὲ ἔγραφεν. | τὰ αὐτὰ δὲ λέγει περὶ τῶν |
| book 535-7.5.3 | στίχων τούτων ὁ Δίδυμος (p. 115 Schm.), ἃ καὶ ὁ Ἀριστόνικος· διὸ |
| book 535-7.5.4 | οὐκ ἐγράψαμεν τὰ Διδύμου. A |
| book 537a1.1 | 〈κείσεται οὐτηθείς,〉 πολέες δ’ ἀμφ’ αὐτὸν ἑταῖ‐ |
| book 537a1.2 | ροι: κοινὸν ληπτέον τὸ ‘κείσονται‘. T |
| book 537a2 | ἀπὸ κοινοῦ ληπτέον τὸ ‘κείσονται‘. b(BCE3E4) |
| book 538-9a.1 | εἰ γὰρ ἐγὼν ὥς 〈/ εἴην ἀθάνατος καὶ ἀγήρωσ〉: |
| book 538-9a.2 | οὕτως διὰ τοῦ εἰ γὰρ ἐγὼν ὥς, καὶ τὸ ἀγήρως διὰ τοῦ ω. A |
| book 538-9b.1 | αἲ γὰρ ἐγὼν〈— /〉 εἴην ἀθάνατος: βαρβαρικὸν |
| book 538-9b.2 | τὸ εὔχεσθαι τὰ ἀδύνατα. b(BCE3E4)T |
| book 542.1 | ἐπὶ δὲ Τρῶες κελάδησαν: καλῶς ἐπὶ μὲν Ἑλλήνων φησὶν |
| book 542.2 | „Ἀργεῖοι δὲ μέγ’ ἴαχον, A b (BCE3E4)T ἀμφὶ δὲ νῆες / σμερδα‐ |
| book 542.3 | λέον“ (Β 333—4), AT ἐπὶ δὲ τῶν Τρώων κελάδησαν λέγει· |
| book 542.4 | θορυβῶδες γὰρ τὸ βαρβαρικόν. A b (BCE3E4)T |
| book 545 | ἄξοντο: τὸ ἄξοντο οὐ τὸν μέλλοντα σημαίνει, ἀλλ’ ἀντὶ |
| book 545 | τοῦ †ἄγοντο. A |
| book 553a.1 | {οἱ δὲ μέγα φρονέοντες} ἐπὶ πτολέμοιο γεφύρῃ: προ‐ |
| book 553a.2 | ηγουμένως μὲν τοῖς ἑξῆς συναπτέον· τὸν γὰρ τόπον, ἐν ᾧ ἡ τοῦ πολέ‐ |
| book 553a.3 | μου συμβολὴ γίνεται, γέφυραν εἶπε πολέμου· ἢ τὰς διαβάσεις αὐτάς, |
| book 553a.4 | αἷς ἐν τοῖς πολέμοις ἐχρῶντο. λόγον δὲ ἔχει καὶ τοῖς ἄνω συνάπτειν, |
| book 553a.5.1 | ἵν’ ᾖ περίφρασις, πολέμοιο γεφύρῃ ἀντὶ τοῦ τῷ πολέμῳ· ὁ δὲ λό‐ |
| book 553a.5.2 | γος, μέγα φρονοῦντες ἐπὶ τῷ πολέμῳ, τουτέστι τῷ κεκρατηκέναι κατὰ |
| book 553a.5.3 | τὸν πόλεμον. A |
| book 553b | 〈γεφύρας:〉 γράφεται „γεφύρῃ“. Aim |
| book 553c.1 | ἐπὶ πτολέμοιο γεφύρῃ: τὸν μεταξὺ τῶν στρατιωτῶν |
| book 553c.2 | τόπον. T |
| book 555a.1 | ὡς δ’ ὅτ’ ἐν οὐρανῷ ἄστρα φαεινὴν ἀμφὶ σελήνην: |
| book 555a.2 | †οὕτως† οὐ τὴν τότε οὖσαν φαεινήν, ἀλλὰ τὴν καθόλου φαεινήν. |
| book 555a.3 | ἀεὶ δὲ τὰ φαινόμενα ἐν οὐρανῷ φησι καὶ οὐκ Ὀλύμπῳ. A |
| book 555b1.1 | φαεινὴν ἀμφὶ σελήνην: οἱ μὲν ἄρτι φαίνεσθαι ἀρχο‐ |
| book 555b1.2 | μένην, οἷον νέαν ἐν τῷ φάει· οἱ δὲ λεπτήν, „μάστιγα φαεινήν“ (Κ 500)· |
| book 555b1.3 | οἱ δὲ τὴν φύσει φαεινήν, καὶ „ζέσ〈σ〉εν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ“ (Σ |
| book 555b1.4 | 349) καὶ „εὐμελίω Πριάμοιο“ (Δ 47) καὶ „Σκαμανδρίῳ ἀνθεμόεντι“ |
| book 555b1.5 | (Β 467). προσφυῶς δὲ τῷ νυκτερινῷ φωτὶ αὐτὰ ἀπεικάζει. T |
| book 555b2.1 | οἱ μὲν ἄρτι φαίνεσθαι ἀρχομένην, οἱ δὲ λεπτήν, ὡς τὸ |
| book 555b2.2 | „μάστιγα φαεινήν“, οἱ δὲ τὴν φύσει φαεινήν. προσφυῶς δὲ τῷ νυκτε‐ |
| book 555b2 | ρινῷ φωτὶ παρεικάζει αὐτά. b(BCE3E4) |
| book 557a.1 | ἔκ τ’ ἔφανεν πᾶσαι 〈σκοπιαὶ καὶ πρώονες ἄκροι〉: |
| book 557a.2 | ἀθετεῖται, ὅτι οἰκειότερον ἔχει κατὰ τὴν Πατρόκλου ἐπιφάνειαν (sc. |
| book 557a.3 | Π 299). καὶ ὁ ἑξῆς (= Π 300) δὲ συναθετεῖται αὐτῷ· ἐκεῖ γὰρ αἰφνί‐ |
| book 557a.4 | διον βούλεται ἐπίλαμψιν παραστῆσαι αἰφνιδίως Πατρόκλου ἐπιφα‐ |
| book 557a.5.1 | νέντος, ἐνταῦθα δὲ παρατεταμένην νηνεμίαν κατ’ εὐδίαν. | οὐκ ἐφέροντο |
| book 557a.5.2 | δὲ οὐδὲ παρὰ Ζηνοδότῳ. ἠθέτει δὲ καὶ Ἀριστοφάνης. A |
| book 557b.1 | πρώονες: ὡς σώφρονες· τὸ γὰρ πρῶνες πληθυντικὸν |
| book 557b.2 | διῃρέθη, καὶ εἰς ὀξεῖαν καὶ βαρεῖαν ἡ περισπωμένη μετηνέχθη. A |
| book 557c.1 | πρώονες: ἀπὸ τοῦ ὁ πρών πρῶνες, καὶ κατὰ διαίρεσιν |
| book 557c.2 | πρώονες· εἰσὶ δὲ ὄρους ἐξοχαί. T |
| book 557-8.1 | ἔκ τ’ ἔφανεν—αἰθήρ: οὐκ ἐφέροντο †τά γ’† παρὰ |
| book 557-8.2 | Ζηνοδότῳ. ἠθέτει δὲ καὶ Ἀριστοφάνης †τὰ γ’†. T |
| book 559 | 〈δέ τ’:〉 ἄνευ τοῦ τέ. Til |
| book 560a.1 | τόσσα μεσηγὺ νεῶν 〈ἠδὲ Ξάνθοιο ῥοάων〉: ἡ διπλῆ, |
| book 560a.2 | ὅτι τῷ „ὡσ“ (Θ 555) ὁμοιωματικῷ ὄντι ἀκαταλλήλως ἀποδίδοται τὸ |
| book 560a.3 | τόσσα ποσότητος ὂν δηλωτικόν· διὸ καί τινες γράφουσιν „ὣς τὰ |
| book 560a.4 | μεσηγὺ νεῶν“. τὸ μὲν οὖν παραβολικὸν τὸ τῆς ἀντεικασίας ἔχει, τὸ δ’ |
| book 560a.5.1 | ἀνταποδιδόμενον τὸ τοῦ πλήθους παρεμφαίνει. καὶ ὅτι οὐ †τὸν Σκά‐ |
| book 560a.5.2 | μανδρον Ξάνθον καλεῖ, ἀλλὰ διὰ τῶν ἑξῆς „ὃν Ξάνθον καλέουσι θεοί, |
| book 560a.5.3 | ἄνδρες δὲ Σκάμανδρον“ (Υ 74). A |
| book 560b.1 | 〈τόσσα μεσηγύ:〉 γράφεται καὶ „τοῖα μεσηγύ“ καὶ „ὣς |
| book 560b.2 | τὰ μεσηγύ“. Aim |
| book 560c.1 | τόσ〈σ〉α μεσηγὺ νεῶν: ἄλλως ἐσχημάτισε τὸν λόγον, |
| book 560c.2 | οὐκ ἐπενεγκὼν τῷ „ὡς δ’ ὅτ’ ἐν οὐρανῷ ἄστρα“ (Θ 555) τὸ ‘οὕτω |
| book 560c.3 | μεταξὺ νεῶν‘. b(BCE3E4)T |
| book 562.1 | χίλι’ {ἄρ}: ὅτι Ζηνόδοτος γράφει „μύρια“. ἐπιφέρει δὲ „ἐν |
| book 562.2 | δὲ ἑκάστῳ / εἵατο πεντήκοντα σέλᾳ“ (Θ 562—3) ὥστε γίνεσθαι |
| book 562.3 | μυριάδας πεντήκοντα, ἐὰν δὲ γράφηται χίλια, πέντε μυριάδας, συμ‐ |
| book 562.4 | φώνως· διὰ παντὸς γὰρ τοὺς βαρβάρους ἐλάσσονας τῶν Ἑλλήνων |
| book 562.5 | συνίστησιν. A |
| book 562-3a.1 | πὰρ δὲ ἑκάστῳ 〈/ εἵατο πεντήκοντα σέλα〉: τὸ |
| book 562-3a.2 | ἑξῆς παρὰ ἑκάστῳ σέλᾳ εἵατο πεντήκοντα ἄνδρες· ἀποκοπὴ γάρ ἐστι |
| book 562-3a.3 | τοῦ σέλαϊ. τὸ φιλότιμον δὲ τῶν ἀριθμῶν καὶ ἐν Ὀδυσσείᾳ „πεντηκόσιοι |
| book 562-3a.4 | δ’ ἀν’ ἑκάστῃ“ (γ 7) καὶ „νῆες μέν μοι ἕποντο δυώδεκα“ (ι 159). T |
| book 562-3b | 〈πὰρ δὲ ... σέλα:〉 πρὸς τῷ σέλα. b(BE3) |
| book 563.1 | εἵατο πεντήκοντα: ἀφορμὴν λαβὼν καὶ τὸν τῶν Τρώων |
| book 563.2 | ἡμῖν ἀριθμὸν ἐδήλωσεν ὅτι ἀμφὶ τὰς πέντε μυριάδας ἐστὶν αὐτῶν τῶν |
| book 563.3 | πολιτῶν· b(BCE3)T οἱ γὰρ ἐπίκουροι καθεύδουσι, Τρωσὶ τὴν |
| book 563.4 | φυλακὴν ἐπιτρέψαντες. b(BCE3E4)T |
| book 563.5.1 | εἵατο πεντήκοντα σέλαι πυρός: παρ’ †ἑκάστῃ† δὲ σέλᾳ |
| book 563.5.2 | πυρός, τουτέστι παρ’ ἑκάστῃ δὲ πυρᾷ, πεντήκοντα ἐκαθέζοντο ἄν‐ |
| book 563.5.3 | δρες. ἐκ τούτων—πέντε μυριάδες ἦσαν. A |
| book 564 | κρῖ λευκόν: εἰ ἦν ἀπὸ τοῦ κριθή, λευκὴν ἂν ἐπήγαγεν. T |
| book postscr.1 | Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς |
| book postscr.2 | Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας |
| book postscr | Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς. A |
| book 129? | .......... |
| book 129?.1 | []α̣σ̣α.[ ] |
| book 129?.1.1 | [] πεποιη[ ] |
| book 129?.1.2 | [] .εναυτο̣[ ] |
| book 129?.1.3 | []ως λέγοντ̣α̣ |
| book 129?.5.1 | [ ] τ̣α̣[ς γ]υ̣ναῖ̣κ̣α̣ς. |
| book 129?.5.2 | ⸏μή ποτε τῆς] ε̣ὐνῆς ἐπιβήμεναι: |
| book 133.1 | οὐδεμίαν χ]ώραν ἔχει νῦν̣ τὸ |
| book 133.2 | ἄρθρον τὸ τῆ]ς ἀλλ’ οὕτω λέγει |
| book 133.3 | ἀν(τὶ) τοῦ τῆς τα]ύ̣της τῆς προδε‐ |
| book 133.4 | δηλωμένης τῆ]ς Βρισ̣ηίδος ἐπιβῆ‐ |
| book 133.5 | ⸏ναι εὐνῆς. |
| book 141.1 | εἰ δ]έ κεν Ἄργος ἱκώ‐ |
| book 141.2 | μεθ’ Ἀχαιϊκόν, ο]ὖθαρ ἀρούρης: |
| book 141.3 | []. τον |
| book 141.4 | [].[ |
| book 141.4 | ......... |
| book 141.5 | ....... |
| book 141.5.1 | ⸏β̣[ |
| book 141.5.2 | ω.[ |
| book 141.5.3 | τα.[ |
| book 141.5.4 | του[ |
| book 141.5.5 | ⸏το̣υ.[ c. 4 |
| book 147.1 | πρὸς οἶκον Πηλῆος· |
| book 147.2 | ἐγὼ δ[’ ἐπιμείλια δώσω: |
| book 147.3 | μελ̣[ |
| book 147.4 | τω[ |
| book 147.5.1 | τω[ |
| book 147.5.2 | τω[ |
| book 147.5.3 | ελα[ |
| book 147.5.4 | τει̣[ |
| book 147.5.5 | καυ̣[ |
| book 147.10 | ⸏πο[ |
| book 147.10 | ........ |
| book ante447 | .......... |
| book ante447.1 | [ ]ο̣υφο[ |
| book 447.1 | οἷον ὅτε πρ]ωτον λίπ[ον Ἑλλάδα: Φοῖ‐ |
| book 447.2 | νιξ ὁ Ἀμύ]ν̣τορος κα[ |
| book 447.3 | .......]εις ὑπὸ τ.[ |
| book 447.4 | .... ὅπω]ς μισῇ του[ |
| book 447.5.1 | ...... κ]α̣τὰ τοῦ Φο[ίνικος |
| book 447.5.2 | ....... γ]εννῆσαι̣[ |
| book 447.5.3 | .......]ς παραγει̣[ |
| book 447.5.4 | .......]σ̣μενωσ[ |
| book 447.5.5 | ........]τίθεται[ |
| book 447.10 | ......... |
| book 0a.1 | Λιτὰς μὲν τὴν ῥαψῳδίαν καλοῦσιν. ἐπειδὴ δὲ οἱ Τρῶες ἐκ |
| book 0a.2 | παραδόξου νικῶσι βέλεσι Διός, οὐκ οἰκείᾳ δυνάμει, παντὶ πόνῳ τὴν |
| book 0a.3 | τύχην φυλάττουσιν, παρεμβολὴν ἐπὶ τῷ ναυστάθμῳ ποιούμενοι. τοῖς |
| book 0a.4 | δὲ Ἕλλησιν ἅπαντα δυσχερῆ, b(BCE3E4)T πρῶτα μὲν ἐν καιρῷ |
| book 0a.5.1 | μὴ παρόντος ἀγαθοῦ συμμάχου, εἶτα καὶ μετὰ παράβασιν τοσοῦτον |
| book 0a.5.2 | εὐτυχούντων 〈τῶν〉 Τρώων· 〈εἶτα〉 οἱ κεραυνοὶ τοῦ Διός. μάλιστα δὲ |
| book 0a.5.3 | πάντων ὁ τὴν αἰτίαν ἔχων Ἀγαμέμνων ἄχθεται. b(BCE3E4) ὅταν |
| book 0a.5.4 | δὲ ἄλλων πραγμάτων ἄρχεσθαι μέλλῃ, παραγραφὰς ἐμβάλλει, ὡς οἱ |
| book 0a.5.5 | νόμοι τῶν ἱστοριογράφων· b(BE3E4)T μεταβαίνων γὰρ ἐπὶ τὰ |
| book 0a.10 | Ἑλλήνων ἀπεκορύφωσε τὸν λόγον. b(BE3E4) |
| book 0b.1 | ἡ Ι τῆς Ἰλιάδος ἐπιγράφεται Λιτή, ὅτι Ἀγαμέμνων Νέ‐ |
| book 0b.2 | στορος συμβουλεύσαντος πρὸς τὸν Ἀχιλλέα ἄνδρας λίσσεσθαι ἔπεμψεν |
| book 0b.3 | ἀρίστους, Φοίνικα Ὀδυσσέα Αἴαντα. A |
| book 1-2.1 | 〈Τρῶες φυλακὰς ἔχον· αὐτὰρ Ἀχαιούς / ... ἔχε |
| book 1-2.2 | φύζα:〉 ὅρα τὸ ἀντίθετον πῶς ἐδήλωσεν ἑνὶ ῥήματι, Τρῶες ἔχον |
| book 1-2.3 | (1), Ἀχαιοὺς ἔχε (1—2). A b (BCE3E4)T |
| book 1-2 | ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον: καλῶς εἶπεν· οἱ μὲν γὰρ |
| book 1-2.5 | Τρῶες—ὑπὸ τοῦ δέους. A |
| book 2a.1 | 〈θεσπεσίη:〉 ἡ βουλήσει θεῶν †προγεγενημένη†, b(BCE3 |
| book 2a.2 | E4)Til ὡς καὶ ἀλλαχοῦ „ἢ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις/ |
| book 2a.3 | ἢ ἀνδρῶν κακότητι“ (Β 367—8). Til |
| book 2b.1 | θεσπεσίη ἔχε φύζα, 〈φόβου κρυόεντος ἑταίρη〉: φύζα |
| book 2b.2 | σημαίνει τὴν μετὰ δέους φυγήν, ὅθεν καὶ „φυζακινῇς ἐλάφοισι“ (Ν |
| book 2b.1 | 102)· νῦν δὲ ἔκπληξις. | ἀπολογεῖται δὲ ὅτι ἐκ θεῶν. κρυόεις δὲ φόβος ὁ |
| book 2b.2 | ψυχρός· τὸ θερμὸν γὰρ ἐπιλείπει τοὺς δεδιότας. A b (BCE3E4)T |
| book 2c.1 | ὀκρυόεντος: φρικτοῦ, φοβεροῦ· συμβαίνει γὰρ τοὺς δεδιό‐ |
| book 2c.2 | τας συγκρούειν τοὺς ὀδόντας. T |
| book 3a.1 | πένθεϊ δ’ ἀτλήτῳ 〈βεβολήατο πάντες ἄριστοι〉: οἱ μὲν |
| book 3a.2 | ἄλλοι περὶ φυγήν, οἱ δὲ ἄριστοι ἐν πένθει· ἀνάξιον γὰρ Ἑλληνικῶν |
| book 3a.3 | ἀρχηγῶν ἡ φυγή. μάλιστα δὲ αὐτῶν ἅπτονται αἱ συμφοραί, ἐπεὶ καὶ |
| book 3a.4 | τὴν αἰτίαν τῶν κατορθωμάτων ἐπὶ τούτους ἀνάγομεν. b(BCE3E4)T | |
| book 3a.5.1 | τὸ μὲν οὖν βεβολήατο ἐπὶ ψυχῆς, τὸ δὲ „βεβλήατο“ (Ξ 28) ἐπὶ σώ‐ |
| book 3a.5.2 | ματος. b(BCE3E4) |
| book 3b | 〈ἀτλήτῳ:〉 ἀνυπομονήτῳ, ἀφορήτῳ. Til |
| book 3c.1 | {πένθεϊ δ’ ἀτλήτῳ} βεβολήατο: 〈ὅτι〉 ἔνιοι „βεβλήατο“, |
| book 3c.2 | καὶ Ζηνόδοτος οὕτως. ἐπὶ δὲ τῆς κατὰ ψυχὴν τρώσεως καὶ ἀλγηδόνος |
| book 3c.3 | ἀεὶ τοῦτο τάττει, ἐπὶ δὲ τῆς κατὰ σῶμα πληγῆς οὐκέτι οὕτως. | τὸ βε‐ |
| book 3c.4 | βολήατο ἔκτασιν ἔχει ποιητικὴν τοῦ ε εἰς τὸ η διὰ τὴν ἐπαλληλίαν |
| book 3c.5.1 | τῶν βραχέων. τοιοῦτόν ἐστι καὶ τὸ „πεφοβήατο δινήεντα“ (Φ 206) |
| book 3c.5.2 | καὶ τὸ „ἦ ῥά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν“ (Γ 183). A |
| book 4a1.1 | ὡς δ’ ἄνεμοι δύο: διττὰ γὰρ αὐτοὺς ἐλύπει, ἔκπληξις τῶν |
| book 4a1.2 | παρόντων καὶ δέος τῶν μελλόντων. οἱ δὲ „Ζηνός τε νόος καὶ Τρῶες |
| book 4a1.3 | ἀγαυοί“ (Π 103). T |
| book 4a2.1 | καὶ γὰρ καὶ τὰ τούτους λυποῦντα διττά, ἡ τῶν παρελθόν‐ |
| book 4a2.2 | των ἔκπληξις καὶ δέος τῶν μελλόντων. b(BCE3E4) |
| book 4a2.1 | ὡς δ’ ἄνεμοι δύο: καλῶς δύο ἀνέμους παρέλαβεν—λύ‐ |
| book 4a2.2 | πης τε καὶ φόβου. A |
| book 4b1 | 〈ἄνεμοι: ἡ〉 Ἀριστοφάνειος „ἀνέμω“ δυϊκῶς. Aim |
| book 4b2.1 | ὡς δ’ ἄνεμοι: ἢ ὡς Ἀριστοφάνης „ὡς δ’ ἀνέμω 〈... /〉 |
| book 4b2.2 | ἐλθόντ’ ἐξαπίνησ“ (Ι 4 et 6). T |
| book 5-6a.1 | Βορέης καὶ Ζέφυρος, 〈τώ τε Θρῄκηθεν ἄητον/ ἐλ‐ |
| book 5-6a.2 | θόντ’ ἐξαπίνησ〉: ἤτοι συναπτέον ἄητον / ἐλθόντ’ ἐξαπίνης, ἢ |
| book 5-6a.3 | ὑποστικτέον ἀνυποκρίτως ἐπὶ τὸ ἄητον (5), ἵν’ ᾖ τὸ ἑξῆς· Βορέης |
| book 5-6a.4 | καὶ Ζέφυρος (5) ἐξελθόντες ἐξαπίνης (6). | πῶς δὲ ἀμφοτέρους |
| book 5-6a.5 | —ἀπὸ Θρᾴκης πνεῖ. A |
| book 5-6b.1 | τώ τε Θρῄκηθεν 〈ἄητον/ ἐλθόντ’ ἐξαπίνησ〉: οἱ μὲν |
| book 5-6b.2 | συνεκδοχικῶς, ὡς „ὅσοι βεβλήατο χαλκῷ“ (Ξ 28). οἱ δὲ ὅτι οἰκητήριον |
| book 5-6b.3 | τῶν ἀνέμων ἡ Θρᾴκη· εὐωχοῦνται 〈γ〉οῦν παρὰ Ζεφύρῳ ἐν Θρᾴκῃ (cf. |
| book 5-6b.4 | Ψ 200—1)· ἔστιν οὖν ἐλθόντε ἀπὸ Θρᾴκης ἄητον (5), ὅθεν ἑκάτερος |
| book 5-6b.5.1 | εἴωθε πνεῖν. | ἢ ὅτι ἡ τῶν Θρᾳκῶν γῆ σιγματοειδῶς κεῖται καὶ ἐπὶ πολὺ |
| book 5-6b.5.2 | διήκει μέχρι τῆς δύσεως· ἀφ’ ἑκατέρου οὖν μέρους τῶν ἀνέμων ἔχει |
| book 5-6b.5.3 | ἑκάτερον. T |
| book 5.1 | 〈Ζέφυρος:〉 ὁ τὰ πρὸς τὸ ζῆν φέρων· ἔαρος γὰρ ἄρχεται |
| book 5.2 | πνεῖν. Til |
| book 6a.1 | 〈ἐξαπίνης:〉 σφοδρότεραι γὰρ αἱ αἰφνίδιοι τῶν ἀνέμων |
| book 6a.2 | ἐμβολαί. AimT |
| book 6b1.1 | ἄμυδις: Νικίας (fr. 10 B.) καὶ Πάμφιλος δασύνουσι τὸ |
| book 6b1.2 | αμυδις, ἐπεὶ παρὰ τὸ ἅμα ἐγένετο. ὁ δὲ Ἀσκαλωνίτης (p. 49 B.) καὶ οἱ |
| book 6b1.3 | περὶ Ἀλεξίωνα (fr. 35 B.) ψιλοῦσιν, πολὺ δὲ πρότερον καὶ οἱ περὶ |
| book 6b1 | Ἀρίσταρχον, καθότι, φασί, φιλεῖ πως τὰ ἀπὸ δασέων {πως} πολλάκις |
| book 6b1.5.1 | μετασχηματιζόμενα ψιλοῦσθαι, ἡμέρα „ἦμαρ“ (Α 592 al.), ἡδονὴ |
| book 6b1.5.2 | „ἦδοσ“ (Α 576 al.). πρόδηλον δὲ κἀκ τῆς συναλιφῆς· „πάντ’ ἄμυδις |
| book 6b1.5.3 | κεφαλῆσ“ (Μ 385). ἐχρῆν δὲ αὐτοὺς προσθεῖναι ἐκεῖνο ὡς ὅτι τὸ „ἄλλυ‐ |
| book 6b1.5.4 | δισ“ (Λ 486 al.) καὶ ἄμυδις τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν καὶ τῇ |
| book 6b1.5.5 | παραληγούσῃ ἐξαιρέτῳ ἐχρήσαντο, ᾗ διὰ τὸ υ ἐξηνέχθησαν. ἐχρῆν |
| book 6b1.10.1 | οὖν ἁμάδις τι εἶναι ὡς „χαμάδισ“ (Γ 300 al.). τροπὴ δὲ τοῦ α ἐγένετο |
| book 6b1.10.2 | εἰς τὸ υ, ὡς τὸ σάρκες σύρκες. καὶ ἐπεὶ Αἰολικὴ ἡ τροπή, καὶ ὁ τόνος |
| book 6b1.10.3 | Αἰολικὸς καὶ τὸ πνεῦμα. A |
| book 6b2.1 | ἄμυδις: ψιλωτέον τὸ ἄμυδις· Αἰολικὸν γὰρ καὶ πνεῦμα καὶ |
| book 6b2.2 | τόνον ἀνεδέξατο b(BCE3E4)T ὁμοίως τῷ „ἄλλυδισ“· T |
| book 6c | 〈ἄμυδις:〉 ἅμα τῷ πνεῦσαι τοὺς ἀνέμους. b(BCE3E4)T |
| book 6d | 〈κελαινόν:〉 μέλαν | ἢ φοβερόν. Til |
| book 7a.1 | πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευαν: τὸ παρέξ παρὰ τῷ |
| book 7a.2 | ποιητῇ καὶ δύο μέρη λόγου ἐστὶ καὶ ἐγκλίνονται αἱ δύο προθέσεις· διὸ |
| book 7a.3 | καὶ πολλάκις εὑρίσκεται καὶ εἰς κ λήγουσα ἡ ἔξ· „παρὲκ μέγα τειχίον |
| book 7a.4 | αὐλῆσ“ (π 165. 343). ἔστι δὲ ὅτε τὸ νοητὸν ἐπικρατεῖ τῆς ἔξ προθέ‐ |
| book 7a.5.1 | σεως, ἔσθ’ ὅτε καὶ τῆς παρά· „ἀλλὰ παρὲξ τὴν νῆσον ἐλαύνετον“ (μ |
| book 7a.5.2 | 276), „ὣς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ“ (Κ 349). ἐνθάδε μὲν οὖν ἡγεῖ‐ |
| book 7a.5.3 | ται ὁ Ἀσκαλωνίτης (p. 49 B.) παρέλκειν τὴν παρά, ἵν’ ᾖ ἐξ ἁλός. ἄλ‐ |
| book 7a.1 | λοι δὲ τὴν παρά κυρίως κεῖσθαι, ἵνα γένηται παρ’ ἅλα φῦκος, καὶ τὴν |
| book 7a.2 | ἔξ συντάσσεσθαι πρὸς τὸ ἔχευαν, ὅπερ καὶ βέλτιον· παρ’ ἁλὶ φῦκος |
| book 7a.10.1 | ἐξέχευαν. μετὰ γοῦν τῆς διά οὖσα ἡ ἔξ οὐ τρέπει τὸ ξ· „διὲξ σωλῆνος |
| book 7a.10.2 | εἰς ἄγγοσ“ (Archil. fr. 213 T.). Τυραννίων (fr. 16 P.) δὲ ἓν μέρος λό‐ |
| book 7a.10.3 | γου ἤκουσεν, ἵν’ ᾖ ἐπίρρημα, καὶ βαρύνει· καὶ ἔχει λόγον, ὡς Ἡρόδο‐ |
| book 7a.10.4 | τος ἐν δʹ (46, 1)· „πάρεξ τοῦ Σκυθικοῦ ἔθνουσ“. παρὰ δὲ τῷ ποιητῇ τὸ |
| book 7a.10.5 | παρέξ δύο μέρη λόγου εἰσὶ καὶ ἐγκλίνονται αἱ δύο προθέσεις. A |
| book 7b.1 | παρέξ: δύο εἰσὶ προθέσεις. ἀμέλει καὶ τρέπεται τὸ ξ εἰς κ, |
| book 7b.2 | „παρὲκ μέγα“ (π 165. 343), „παρὲκ νόον“ (Κ 391. Υ 133), b(BCE3 |
| book 7b.3 | E4)T „παρὲξ ὁδοῦ“ (Κ 349), „παρὲξ εἴποιμι“ (ρ 139), „παρὲξ |
| book 7b.4 | ἀγορευέμεν“ (Μ 213). T τινὲς δὲ ἓν μέρος λόγου, ὅπερ ἐστὶν ἐπίρ‐ |
| book 7b.5.1 | ρημα. ἔστι δὲ καὶ πάρεξ, ὃ γενικῇ θέλει συντάσσεσθαι. b(BCE3E4)T |
| book 7b.5.2 | μετὰ τὴν διά δὲ οὖσα ἡ ἔξ οὐδέποτε τρέπει τὸ ξ. τὸ δὲ ἑξῆς οὕτω· πολ‐ |
| book 7b.5.3 | λὸν δὲ παρὰ τὴν ἅλα φῦκος ἐξέχευαν. b(BCE3)T |
| book 7c | 〈ἔχευεν:〉 διχῶς, καὶ διὰ τοῦ α. Aint |
| book 8 | 〈ἐδαΐζετο:〉 ἐταράσσετο, διεκόπτετο. Til |
| book 9a.1 | ἄχεϊ μεγάλῳ: τῇ ἀλάλῳ λύπῃ. TTil καὶ ἑξῆς· „ἷζον |
| book 9a.2 | δ’ εἰν ἀγορῇ τετιηότεσ“ (Ι 13)· πένθους γὰρ ὄψιν γράφει τοῦ στρα‐ |
| book 9a.3 | τοῦ. T |
| book 9b.1 | 〈βεβολημένος ἦτορ:〉 ὅτι πάλιν τὸ βεβολημένος τὸ διὰ |
| book 9b.2 | τοῦ ο ἐπὶ ψυχῆς λέγει. Aim |
| book 11.1 | 〈κλήδην εἰς ἀγορὴν κικλήσκειν ἄνδρα ἕκαστον:〉 τὸ |
| book 11.2 | μὲν πλῆθος οὐ συνάγει, ἐπεὶ ἐν ταῖς δυσπραγίαις ὀργίζονται τοῖς |
| book 11.3 | ἄρχουσιν, ἐπ’ ἐκείνους τὴν αἰτίαν τῆς συμφορᾶς ἀναφέροντες, ἄλλως τε, |
| book 11.4 | εἰ μηδὲν δυστυχήσαντες οὕτω πρώην ἐδέξαντο τὴν φυγήν, πολλῷ μᾶλ‐ |
| book 11.5.1 | λον νῦν δυστυχήσαντες· κατ’ ὄνομα δὲ τοὺς ἀρίστους συνάγει, ἵνα μὴ |
| book 11.5.2 | ἔκπυστα γένηται τοῖς πολεμίοις τὰ πρασσόμενα, ἢ καὶ πρὸς τὸ μὴ τα‐ |
| book 11.5.3 | ράξαι τοὺς οἰκείους. οὐδὲ ἐν ταῖς δυσπραγίαις οὖν ἐξίσταται τῶν πρα‐ |
| book 11.5.4 | κτέων ὁ βασιλεύς. b(BCE3E4)T |
| book 12a.1 | μηδὲ βοᾶν: ἀντὶ τοῦ μὴ βοᾶν δέ, ὡς „δόλῳ οὐδὲ βίηφιν“ |
| book 12a.2 | (ι 408) ἀντὶ 〈τοῦ〉 βίᾳ δὲ οὔ. T |
| book 12b.1 | μετὰ πρώτοισι πονεῖτο: ταὐτὰ ποιεῖ τοῖς κήρυξι πρὸς |
| book 12b.2 | τὸ δυσωπεῖν ἐκείνους, καὶ εἰκότως· ἡ γὰρ συμφορὰ ταπεινοῖ καὶ τὰ |
| book 12b.3 | μεγάλα φρονήματα. b (E3)T |
| book 12c.1 | 〈πονεῖτο:〉 ὅτι τὸ πονεῖν ἀεὶ ἐπὶ τοῦ ἐνεργεῖν τίθησιν. | |
| book 12c.2 | νυκτὸς δὲ οὔσης—καλεῖ, ἵνα μή τις ταραχὴ γένηται. Aint |
| book 13 | 〈τετιηότες:〉 τετιμωρημένοι ἢ λυπούμενοι. Til |
| book 14a.1 | ἵστατο δακρυχέων: ἵνα ἐλεεινὸς γεγονὼς μὴ καταλειφθῇ |
| book 14a.2 | παρ’ αὐτῶν. b(BCE3)T |
| book 14b.1 | ὥστε κρήνη μελάνυδρος: ὅτι Ζηνόδοτος γράφει „με‐ |
| book 14b.2 | τ〈ὰ δ’〉 Ἀργείοισιν ἔειπεν (14) / ὦ φίλοι Ἀργείων“ (Ι 17). περιῄρηκε |
| book 14b.3 | δὲ πάντα τὰ κατὰ τὴν παράθεσιν (sc. Ι 15—6). ἀναγκαῖα δέ ἐστιν |
| book 14b.4 | εἰς αὔξησιν. A |
| book 14b.5 | μελάνυδρος: πολύυδρος. φύσει γὰρ—τὸ βάθος. A |
| book 15a.1 | αἰγίλιπος: ὑψηλῆς, ἣν καὶ αἲξ ἂν ἀπολίπῃ διὰ τὸ ἄγαν |
| book 15a.2 | ὑψηλὸν AT καὶ δύσβατον· ἐν γὰρ τοῖς κρημνοῖς αἱ αἶγες ὡς ἐπί‐ |
| book 15a.3 | παν νέμονται. A ἡ δὲ παραβολὴ πρός τε τὸ πλῆθος τῶν δακρύων |
| book 15a.4 | εἴληπται καὶ τῶν στεναγμῶν. AT |
| book 15b.1 | δνοφερόν: μέλαν. | ἢ T μετὰ δονήσεως φερόμενον· τῷ |
| book 15b.2 | δὲ ψόφῳ ὁ στεναγμὸς εἴκασται. b(BCE3E4)T |
| book 16a.1 | ὣς ὁ βαρὺ στενάχων: ὅτι τινὲς γράφουσιν „ὣς ὅγε δα‐ |
| book 16a.2 | κρυχέων“ διὰ τὸ ἀκαταλλήλως πρὸς τὰ δάκρυα (cf. Ι 14) τὸ στε‐ |
| book 16a.3 | νάχων ἀποδεδόσθαι. ἔστιν δὲ ἐν τῷ στενάχειν καὶ δακρύειν ἀπὸ |
| book 16a.4 | προηγουμένου νοούμενον. A |
| book 16b.1 | ὣς ὁ βαρὺ στενάχων: ἀλλ’ εἶπε „δάκρυ χέων ὥς τε |
| book 16b.2 | κρήνη“ (Ι 14), εἰ μὴ λέγοις ὅτι T διὰ τοῦ βαρέως στενάζειν τὸ δα‐ |
| book 16b.3 | κρυχέειν δηλοῦται, ὡς τὸ „ἑζόμενοι λεύκαινον ὕδωρ“ (μ 172). b |
| book 16b.4 | (BCE3)TTil |
| book 17a.1 | ὦ φίλοι, Ἀργείων 〈ἡγήτορες ἠδὲ μέδοντεσ〉: ἡ δι‐ |
| book 17a.2 | πλῆ, ὅτι ἐνθάδε 〈οὕτωσ〉 γραπτέον· πρὸς γὰρ τοὺς ἀρίστους, οὐ πρὸς |
| book 17a.3 | τὸ πλῆθος ὁ λόγος. ὅταν δὲ ἀπόπειραν τῷ πλήθει προσάγῃ, προσ‐ |
| book 17a.4 | φυέστερον γράφεται „ὦ φίλοι ἥρωες Δαναοί, θεράποντες Ἄρηοσ“ (Β |
| book 17a.5.1 | 110). | διασταλτέον δὲ ἐπὶ τὸ φίλοι διὰ τὴν ἀντέμφασιν· ἑαυτῷ μὲν |
| book 17a.5.2 | γὰρ προσφιλεῖς, Ἀργείων δὲ ἡγήτορας αὐτοὺς λέγει. A |
| book 17b.1 | ὦ φίλοι, Ἀργείων ἡγήτορες: οὐ πρὸς τὸ πλῆθος ἀποτεί‐ |
| book 17b.2 | νεται, ἐπεὶ καὶ ἡγεμόνες μόνοι εἰσὶν οἱ παρόντες. b(BCE3E4)T | τὴν |
| book 17b.3 | μὲν πρώτην πεῖραν ὁ Ἀγαμέμνων σύμπαντος τοῦ πλήθους ἐποιεῖτο |
| book 17b.4 | καὶ „ὦ φίλοι ἥρωες Δαναοί, θεράποντες Ἄρηοσ“ (Β 110) ἔλεγεν. νῦν |
| book 17b.5.1 | δὲ ταύτην δευτέραν πεῖραν εἰς τοὺς Ἀργείων ἡγεμόνας φέρει δεδοικὼς |
| book 17b.5.2 | μὴ καὶ τούτων τὴν γνώμην ἡ γενομένη ἧττα καὶ ὁ παρὰ τοῦ Διὸς |
| book 17b.5.3 | φόβος ἀνέτρεψεν· ὅτι γὰρ ἀποπειρωμένου καὶ ἡ σύνοδος αὕτη, δῆλον |
| book 17b.5.4 | μὲν καὶ ἐξ ὧν Ἀγαμέμνων τὴν τοῦ Διομήδους ἐπίπληξιν φέρει οὐκ |
| book 17b.5.5 | ἐνεγκὼν τὴν τοῦ κρείττονος Ἀχιλλέως δικαιολογίαν, δῆλον δὲ καὶ ἐξ |
| book 17b.10.1 | ὧν ὁ Νέστωρ, ὡς τὴν τοῦ βασιλέως γνώμην ἐπιστάμενος, τὸν Διο‐ |
| book 17b.10.2 | μήδην ἐπαινεῖ (cf. Ι 53—6), πρότερον ἐπιτιμήσας Ἀχιλλεῖ (sc. Α |
| book 17b.10.3 | 277—81). b(BE3E4)T |
| book 18a1 | 〈μέγα:〉 Ἀρίσταρχος σὺν τῷ ς „μέγασ“. Aint |
| book 18a2 | {ζεύς με} μέγα: σὺν τῷ ς „μέγασ“. T |
| book 18b.1 | {ζεύς με} μέγα: ὅτι μέγα δεῖ γράφειν ἀντὶ τοῦ μεγάλως |
| book 18b.2 | ὡς „σάφα“ (Β 192 al.). ἀδόκιμος δὲ πάνυ ἡ μετὰ τοῦ ς, „μέγασ“. A |
| book 18c.1 | 〈ἄτῃ ἐνέδησε:〉 ἀπαλλάσσει τῶν κατηγοριῶν ἑαυτόν. |
| book 18c.2 | b(BCE3)T |
| book 19a | 〈ὃς πρὶν μέν μοι:〉 Ἀρίσταρχος „ὃς τότε μέν μοι“. Aint |
| book 19b.1 | ὃς πρὶν μέν μοι: ὅτι νῦν οὕτως γραπτέον „ὃς τότε μέν |
| book 19b.2 | μοι“· ἀναφέρει γὰρ ἐπὶ τὸ πρώην κατὰ τὸν ὄνειρον. ἐν ἐκείνοις (sc. |
| book 19b.3 | Β 112) μέντοι „ὃς πρὶν μέν μοι“· χρόνια γὰρ ἐσήμαινε τὰ κατὰ τὴν |
| book 19b.4 | πρώτην ἔξοδον τῶν Ἑλλήνων. A |
| book 19c1.1 | ὃς πρὶν μέν μοι: „ὃς τότε μέν μοι“ οὕτως Ἀρίσταρχος· |
| book 19c1.2 | ὅτε τὸν ὄνειρον ἔπεμψεν. ἐκεῖ δὲ (sc. Β 112) „πρίν“ διὰ τὸ „ἀστρά‐ |
| book 19c1.3 | πτων ἐπιδέξια“ (Β 353). γράφεται δὲ καὶ ἐνταῦθα ὃς πρὶν μέν μοι. T |
| book 19c2.1 | τότε δέ μοι, φησίν, ὑπέσχετο καὶ κατένευσε τὴν Ἴλιον ἐκ‐ |
| book 19c2.2 | πορθήσαντα ἀναστρέψαι, ὅτε αὐτῷ ἐν Αὐλίδι τὰς θυσίας ἐποιοῦμεν καὶ |
| book 19c2.3 | τὸ τέρας ἡμῖν ὑπέφηνεν ἀκριβῶς. b(BCE3E4) |
| book 21 | καί με κελεύει {δυσκλέα}: κελεύει διὰ τοῦ κεραυνοῦ (cf. |
| book 21 | Θ 133—6). T |
| book 23-5a.1 | οὕτω που Διῒ μέλλει〈—τοῦ γὰρ κράτος |
| book 23-5a.2 | ἐστὶ μέγιστον〉: παρὰ Ζηνοδότῳ οὐκ ἐφέροντο. καὶ Ἀριστοφάνης |
| book 23-5a.3 | δὲ ἠθέτει. AintT |
| book 23-5b.1 | οὕτω που Διῒ μέλλει〈—τοῦ γὰρ κράτος ἐστὶ |
| book 23-5b.2 | μέγιστον〉: ἀθετοῦνται στίχοι τρεῖς, ὅτι ἄμεινον ταῦτα λέγειν ἐν τῇ |
| book 23-5b.3 | Ἀποπείρᾳ (sc. Β 116—8). νῦν δὲ οὐκ ἀποπειρᾶται, ἀλλὰ περὶ ἀπο‐ |
| book 23-5b.4 | στάσεως ἀληθῶς λέγει ἐγκεκυρηκὼς τοῖς τοῦ Διὸς ἐλαττώμασιν. A |
| book 25a1.1 | ἠδ’ ἔτι καὶ λύσει: ὑπόψυχρον διστάζειν περὶ τῆς ἁλώ‐ |
| book 25a1.2 | σεως τῆς Τροίας ἐν τοιαύτῃ περιστάσει ὄντα. T |
| book 25a2.1 | ὑπόψυχρόν ἐστι τὸ διστάζειν περὶ τῆς ἁλώσεως Τροίας |
| book 25a2.2 | ἐν τοιαύτῃ δεινῇ συγκεκλεισμένον τῇ περιστάσει. b(BCE3E4) |
| book 26-31.1 | ἀλλ’ ἄγεθ’—ἀγαθὸς Διομήδης: ὅτι Ζηνόδοτος |
| book 26-31.2 | ἦρκε τοὺς στίχους πρὸς οὐδὲν ἀναγκαῖον, ἀλλ’ ἕνεκα τοῦ κατ’ ἄλλους |
| book 26-31.3 | τόπους φέρεσθαι. τοιοῦτος δέ ἐστιν ἐπὶ τῶν διφορουμένων. τὴν |
| book 26-31.4 | δὲ συνέπειαν οὕτως ποιεῖ· „δυσκλέα Ἄργος ἱκέσθαι, 〈ἐπεὶ πολὺν |
| book 26-31.5.1 | ὤλεσα λαόν〉 (Ι 22). / ἤτοι ὅγ’ ὣς εἰπὼν κατ’ ἄρ’ ἕζετο θυμὸν ἀχεύων |
| book 26-31.5.2 | (~ Α 68 al. + Ε 869 al.). / τοῖσι δ’ ἀνιστάμενος μετέφη κρατερὸς |
| book 26-31 | Διομήδησ“ (= Α 58 al. + Δ 401). A |
| book 29a.1 | ἀκή〈ν〉: ἄγη τίς ἐστιν· οἱ γὰρ ὑπερβάλλοντες θαυμασμοὶ |
| book 29a.2 | ἐκπλήσσουσι, πᾶσα δὲ ἔκπληξις σιωπὴν ἄγει, ὡς καὶ τὸ „βῆ δ’ |
| book 29a.3 | ἀκέων“ (Α 34) ἀντὶ τοῦ ἐκπλαγείς. ἢ ἀχή τίς ἐστι παρὰ τὴν †ἀχανίαν, |
| book 29a.4 | A b (BCE3E4)T „οὔτ’ ἄν τι χανεῖν δέον“ (fr. com. ?), ὅθεν καὶ |
| book 29a.5 | „προχάνα“ (Call. h. 6, 73). T |
| book 29b.1 | ἀκὴν ἐγένοντο: τὸ εὐσταθὲς καὶ ἐν ταῖς συμφοραῖς τῶν |
| book 29b.2 | Ἀχαιῶν δεδήλωται. T |
| book 30.1 | δὴν δ’ ἄνεῳ ἦσαν: οὔτε γὰρ μένοντες χρηστὴν εἶχον ἐλπίδα |
| book 30.2 | οὔτε φεύγειν εὐκλεὲς ἡγοῦντο. ἅμα δὲ καὶ τὴν προτέραν πεῖραν εἰδότες |
| book 30.3 | ὑποπτεύουσι, τίς ὁ νοῦς τοῦ λέγοντος. ἔοικε δὲ αὐτὸς ὁ ποιητὴς δι‐ |
| book 30.4 | στάζειν, τίνα ἀντιτάξει τῇ ῥητορείᾳ Ἀγαμέμνονος εὖ ἐχούσῃ καὶ κη‐ |
| book 30.5 | δεμονικῶς. b(BCE3E4)T |
| book 31.1 | ὀψὲ δὲ δὴ μετέειπε 〈βοὴν ἀγαθὸς Διομήδησ〉: οἰκεία |
| book 31.2 | Διομήδους ἡ ῥητορεία· τὸν γὰρ παραιβάτην Ἕκτορος ἐφόνευσε (cf. |
| book 31.3 | Θ 120—3), τὴν σώσασαν Ἀλέξανδρον ἔτρωσε (cf. Ε 335—40), τοὺς |
| book 31.4 | Αἰνείου ἵππους ἔλαβε (cf. Ε 323—7), χρύσεα ὅπλα ἔσχεν (cf. Ζ |
| book 31.5.1 | 234—6), Ἰδαίῳ μόνος ἀντεῖπε (cf. Η 400—2), τοὺς κεραυνοὺς μόνος |
| book 31.5.2 | ὑπέμεινεν (cf. Θ 133—50), ἔφυγεν ὕστερος (cf. Θ 99—100), ὑπέ‐ |
| book 31.5.3 | στρεψε πρῶτος (cf. Θ 254—5), ὀνειδισθείς τε ὑπὸ Ἀγαμέμνονος (cf. |
| book 31.1 | Δ 370—400) εὐκαίρως αὐτῷ νῦν ἀντονειδίζει μετὰ τὴν ἀριστείαν, b |
| book 31.2 | (BCE3E4)T ἀρετῇ δὲ καὶ θυμῷ καὶ φιλοδοξίᾳ παρώξυνται. εἰ δὲ |
| book 31.10.1 | ἦν γέρων, ἐδόκει ἐκγελᾶν ἀλλοτρίους πόνους· εἰ δὲ ἀσύνετος ἐτύγχα‐ |
| book 31.10.2 | νεν, ὑπωπτεύετο πάντως τῆς ἀσφαλείας καταφρονῶν. b(BCE3E4) |
| book 32a | 〈μαχήσομαι:〉 Ἀρίσταρχος διὰ τοῦ η, μαχήσομαι. Aim |
| book 32b1.1 | σοὶ πρῶτα μαχήσομαι: δῆλον ὡς καὶ τοῖς ἄλλοις μέμ‐ |
| book 32b1.2 | φεται ὡς συναινοῦσι τῇ φυγῇ διὰ τοῦ σιωπᾶν. μάχην δέ φησι τὴν |
| book 32b1.3 | ἐναντίωσιν τοῦ λόγου. T |
| book 32b2.1 | εἰπὼν τὸ πρῶτα δηλοῖ ὡς καὶ τοῖς ἄλλοις ἐπιμέμφεται τῇ |
| book 32b2.2 | φυγῇ διὰ τῆς σιωπῆς συναινοῦσι. b(BCE3E4) μάχην δέ φησι τὴν |
| book 32b2.3 | τοῦ λόγου ἐναντίωσιν. b(BCE3) |
| book 33a.1 | ἣ θέμις 〈ἐστίν, ἄναξ, ἀγορῇ〉: ὡς νόμος ἐστὶν—ἐν |
| book 33a.2 | δημοκρατίᾳ. | ἐπὶ δὲ τὸ ἀγορῇ στικτέον, ὡς νόμος ἐστὶν ἐκκλησίας |
| book 33a.3 | μετὰ παρρησίας λέγειν. Σέλευκον (fr. 13 M. = fr. 12 D.) μέντοι φασὶν |
| book 33a.4 | ἐπὶ τὸ ἄναξ διαστέλλειν. A |
| book 33b.1 | ἣ θέμις ἐστίν, ἄναξ, 〈ἀγορῇ· σὺ δὲ μή τι χολωθῇσ〉: |
| book 33b.2 | προδιόρθωσις, ἐπειδὴ σφοδρότερον αὐτοῦ μέλλει καθάπτεσθαι ὡς |
| book 33b.3 | ἐφιεμένου μὴ ἄλλοτε, ἐν δὲ ταῖς ἐκκλησίαις ἀντιλέγειν τοῖς βασιλεῦσιν. |
| book 33b.4 | προπαραιτεῖται δὲ τὴν ὀργήν, ἀξιῶν δέξασθαι τὴν πρὸς τὸ συμφέρον |
| book 33b.5.1 | ἀλήθειαν καὶ δηλῶν ὡς τοῖς εἰρημένοις, οὐκ αὐτῷ ἀπέχθεται. b(BCE3 |
| book 33b.5.2 | E4)T |
| book 33c1.1 | 〈ἣ θέμις ἐστὶν ... ἀγορῇ:〉 τὸ παρρησιάζεσθαι τὸ δο‐ |
| book 33c1.2 | κοῦν. T |
| book 33c2.1 | θέμις δὲ τῆς δημηγορίας τὸ τὸ δοκοῦν παρρησιάζεσθαι. |
| book 33c2.2 | b(BCE3E4) |
| book 33d1.1 | σὺ δὲ μή τι χολωθῇς: ἀξιοπίστως. εἰ καὶ οἶδε καταθύ‐ |
| book 33d1.2 | μια αὐτῷ λέξων, ὅμως ἀναφέρει πρὸς τὸ „†στυγέει† δὲ καὶ ἄλλοσ“ |
| book 33d1.3 | (Α 186). T |
| book 33d2.1 | εὖ δὲ καὶ τὸ μή τι χολωθῇς ἀξιοπίστως εἰρημένον· εἰ γὰρ |
| book 33d2.2 | καὶ οἶδε τὰ καταθύμια αὐτῷ λέξων, ὅμως ἀναφέρει πρὸς τὸ „†στυ‐ |
| book 33d2 | γέει† δὲ καὶ ἄλλοσ“. b(BCE3E4) |
| book 34a.1 | 〈ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσιν:〉 |
| book 34a.2 | ὅτι τῶν κατὰ τὴν ἐπιπώλησιν πλη〈κ〉τικῶς εἰρημένων (sc. Δ |
| book 34a.3 | 370—400) μέμνηται. Aim |
| book 34b1.1 | ἀλκὴν μέν μοι πρῶτος 〈ὀνείδισας ἐν Δαναοῖσιν〉: |
| book 34b1.2 | πρῶτος ἀντὶ τοῦ εἷς καὶ μόνος. | ὃν δὲ βαρύτατα φέρων ἠνέσχετο |
| book 34b1.3 | ψόγον δειλίας, περὶ τούτου πρῶτον ἔρρηξε φωνήν· ὁ θυμὸς γὰρ καὶ ἡ |
| book 34b1.4 | φιλοδοξία τοιοῦτον· †παρεὶς τὴν ὑπὲρ ἑαυτοῦ παρρησίαν †πρῶτος† |
| book 34b1.5 | εἰσήγαγεν. T |
| book 34b2.1 | οὐ „πρῶτον“, ἀλλὰ πρῶτος. δηλοῖ δὲ τὸ μόνος, οἷον μετὰ |
| book 34b2.2 | σεαυτοῦ μὴ ἔχων ἕτερον· οὐ γὰρ τίς με, φησί, καὶ ἄλλος ὕβρισεν, ἀλλὰ |
| book 34b2.3 | σὺ πρῶτος ἤτοι μόνος αὐτὸς καὶ τέλος καὶ ἀρχή. | ὃν δὲ βαρύτατα φέ‐ |
| book 34b2.4 | ρων ἠνέσχετο ψόγον δειλίας, περὶ τούτου πρῶτον ἔρρηξε φωνήν· ἐκ |
| book 34b2.5.1 | γὰρ θυμοῦ καὶ φιλοδοξίας τὰ συμβουλευόμενα παρεὶς τὴν ὑπὲρ ἑαυτοῦ |
| book 34b2.5.2 | παρρησίαν πρῶτον εἰσήγαγεν. b(BCE3E4) |
| book 34b2.1 | ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας: περὶ τῆς δυνάμεώς μου |
| book 34b2.2 | ὠνείδισας ἐν τοῖς Ἕλλησιν ὡς ἀσθενεστάτου. ἤτοι δὲ ἐν—πτώσ‐ |
| book 34b2.3 | σεις; A |
| book 34c.1 | 〈ἐν Δαναοῖσι:〉 τὸ ἐν Δαναοῖσιν ἴσως τις ἀξιώσει τοῖς |
| book 34c.2 | ἑξῆς συνάπτειν. ἀλλ’ οὐ κατεπείγει. Aim |
| book 36a.1 | 〈ἠμὲν νέοι ἠδὲ γέροντες:〉 οὕτως Ἀρίσταρχος ἠμὲν νέοι |
| book 36a.2 | ἠδὲ γέροντες. γράφεσθαι δέ φησι καὶ „ἡγήτορες ἠδὲ μέδοντεσ“. Aim |
| book 36b.1 | ἠμὲν νέοι ἠδὲ γέροντες: ὅτι Ζηνόδοτος γράφει „ἡγήτορες |
| book 36b.2 | ἠδὲ μέδοντεσ“. βέλτιον δὲ καθολικώτερον γεγράφθαι· καταλείπεται γὰρ |
| book 36b.3 | ἐν πᾶσιν ἡ δόξα τἀνδρός. καὶ ὅτι νῦν γέροντας τοὺς καθ’ ἡλικίαν, ἐπεὶ |
| book 36b.4 | μικρῷ πρότερον τὸν Νέστορα αὐτὸς ἐσεσώκει ἐν τῷ πολέμῳ (sc. Θ |
| book 36b.5 | 90—171). A |
| book 36c.1 | ἠμὲν νέοι ἠδὲ γέροντες: ἀνεπαχθῶς διὰ τὸ σῶσαι Νέ‐ |
| book 36c.2 | στορα· διό φησι· „πολέμῳ ἔνι καρτερός ἐσσι“ (Ι 53). b(BCE3E4)T |
| book 36c.3 | νέοι δὲ διὰ τὸν Σθένελον· ὅτι δὲ ἡνίοχος ἦν τοῦ Διομήδους καὶ τὰς |
| book 36c.4 | ἀριστείας ἑώρα αὐτοῦ· καὶ γάρ φησι· „μήτι φόβον δ’ ἀγόρευε“ (Ε |
| book 36c.5 | 252). T |
| book 37a.1 | σοὶ δὲ διάνδιχ’ ἔδωκε: τὴν τιμὴν εἰς δύο διελὼν καὶ μερί‐ |
| book 37a.2 | σας τὸ ἕτερόν σοι ἔδωκε· λέγει δὲ τὸ βασιλεύειν. A |
| book 37b.1 | διάνδιχα: διῃρημένως τὸ ἕτερον τῶν δυεῖν, οὐχ ἑκάτερον. |
| book 37b.2 | b(BCE3E4)T |
| book 38.1 | 〈σκήπτρῳ μέν τοι:〉 προθεραπεύει μέλλων ὡς δειλοῦ καθά‐ |
| book 38.2 | πτεσθαι. b(BCE3E4)Til |
| book 39a.1 | ἀλκὴν δ’ οὔ τοι δῶκεν: καὶ Ἀχιλλεὺς ταῦτα ὀνειδίζει (sc. |
| book 39a.2 | Α 225—8). οὐ πειστέοι δὲ ἀντιπολιτευόμενοι· τὰ δὲ ἀπαθῆ τῶν προ‐ |
| book 39a.3 | σώπων ἱκανὰ πρὸς μαρτύρησιν, „ἀμφότερον βασιλεύς τ’ ἀγαθὸς κρα‐ |
| book 39a.4 | τερός τ’ αἰχμητήσ“ (Γ 179) καὶ „ἢ αὐτὸν βασιλῆα“ (Η 180). b(BCE3 |
| book 39a.5 | E4)T |
| book 39b.1 | ὅ τε κράτος ἐστὶ μέγιστον: τὸ ἄμφω κεκτῆσθαι, ὡς οὐ |
| book 39b.2 | τέλειος εἴη βασιλεὺς ὁ μὴ ἔχων τὰ δύο· καὶ ὅτι ἡ μὲν δύναται βασι‐ |
| book 39b.3 | λείαν περιποιεῖν, ἡ δὲ βασιλεία πρὸς κτῆσιν ἀλκῆς ἀδύνατος. δύο δέ |
| book 39b.4 | εἰσι, τὸ μὲν ἐκ τύχης, τὸ δὲ ἐξ ἀρετῆς, ὅπερ ἀποδέχεται ὁ ποιητής, b |
| book 39b.5 | (BCE3E4)T ὡς μὴ δεήσοντος πόνου. b(BCE3E4) |
| book 39c | 〈ὅ τε:〉 τὸ ὅ τε ἀντὶ τοῦ ὅπερ. Aim |
| book 40 | 〈δαιμόνι’:〉 εὔκαιρος ὁ ἔπαινος διὰ τὰ εἰρημένα κατ’ αὐτοῦ. |
| book 40 | b(BCE3E4)Til |
| book 41.1 | 〈καὶ ἀνάλκιδας ὡς ἀγορεύεις:〉 προενεχυριάζων αὐτῶν |
| book 41.2 | τὴν ἀλκήν φησιν. Til |
| book 43-5.1 | ἔρχεο· πάρ τοι ὁδόσ〈— /〉 ἀλλ’ ἄλλοι μενέουσι: |
| book 43-5.2 | πικρὰ μὲν τῷ ἀκούεσθαι, ἥδιστα δέ ἐστι τῷ νοεῖν· ταῦτα γὰρ ἀκούειν |
| book 43-5.3 | ἐθέλει Ἀγαμέμνων παρὰ τῶν Ἀχαιῶν ὡς ἐθελονταὶ τὸν κίνδυνον ἀνα‐ |
| book 43-5.4 | δέχονται ὡς δημοκρατούμενοι, οὐ βιαζόμενοι. b(BCE3E4)T |
| book 43a | 〈πάρ τοι ὁδός:〉 εὐμαρής ἐστί σοι ὁδός. Aim |
| book 43b.1 | νῆες δέ τοι ἄγχι θαλάσσης: ὅτι ἀπὸ κοινοῦ τοῦ πάρ |
| book 43b.2 | τοι ὁδός τὸ πάρεισί σοι· ὅπερ οὐ συνέντες τινὲς προστεθήκασι τὸν |
| book 43b.3 | ἑξῆς. A |
| book 44a.1 | ἑστᾶς’, 〈αἵ τοι ἕποντο Μυκήνηθεν μάλα πολλαί〉: |
| book 44a.2 | ἀθετεῖται, ὅτι περισσός ἐστι καὶ μὴ προσκειμένου αὐτοῦ ἐμφαντικώτε‐ |
| book 44a.3 | ρος ὁ λόγος γίνεται· ἐφορμοῦσιν αἱ νῆες πορευσόμεναι. οἱ δὲ γράφουσιν |
| book 44a.4 | (sc. in Ι 43) „νῆες †μέν τοι† ἀμφιέλισσαι“ ὥστε παντελῶς ἀποκρίνε‐ |
| book 44a.5 | σθαι τὸν στίχον. A |
| book 44b.1 | αἵ τοι ἕποντο Μυκήνηθεν: τούτων γὰρ ἄρχει μόνων, |
| book 44b.2 | οὐχ Ἑλλήνων. πῶς δὲ οὐκ αἰσχρὸν ἐλθόντα πολλῷ στόλῳ μάταιον |
| book 44b.3 | ὑποχωρεῖν; b(BCE3E4)T |
| book 45.1 | ἀλλ’ ἄλλοι μενέουσι: ῥητορικῶς προενεχυριάζει αὐτῶν τὴν |
| book 45.2 | γνώμην. b(BCE3E4)T |
| book 46-7a1.1 | εἰ δὲ καὶ αὐτοί / φευγόντων 〈σὺν νηυσὶ φίλην ἐς |
| book 46-7a1.2 | πατρίδα γαῖαν〉: ἄνωθεν καὶ ἐκ παλαιοῦ τὰ τῆς ἀναγνώσεως ἐζή‐ |
| book 46-7a1.3 | τηται. καὶ οἱ μὲν λείπειν φασὶ τὸ θέλουσιν ὑποστίζοντες ἐπὶ τὸ αὐτοί |
| book 46-7a1 | (46). οἱ δὲ κοινὸν ἄνωθεν λαμβάνουσι τὸ „ἐπέσσυται ὥστε νέεσθαι“ |
| book 46-7a1.5.1 | (Ι 42), εἶτα φευγόντων σὺν νηυσί (47) ἀντὶ τοῦ φευγέτωσαν. ἄμει‐ |
| book 46-7a1.5.2 | νον δὲ ὑφ’ ἓν ἀναγινώσκειν, εἰ δὲ καὶ αὐτοί / φευγόντων, στίζειν δὲ |
| book 46-7a1.5.3 | ἐπὶ τὸ γαῖαν (47), ἵνα λέγηται μὲν ἀποφα〈ν〉τικῶς, τὸ δὲ λεγόμενον |
| book 46-7a1.5.4 | τοιοῦτον ᾖ· ‘ἄγε δὴ καὶ οὗτοι φευγέτωσαν εἰς τὰς πατρίδασ‘· εἴρηται |
| book 46-7a1.5.5 | γὰρ ὡς ὁ εἴ σύνδεσμος ἔχει τινὰ δύναμιν παρακελευστικήν, ὡς ἐκεῖ „ἀλλ’ |
| book 46-7a1.10.1 | εἴ τις καλέσειε θεῶν Θέτιν“ (Ω 74) τοῦ εὐκτικοῦ ἀντὶ προστακτικοῦ κει‐ |
| book 46-7a1.10.2 | μένου, ὡς κἀκεῖ „ἐξελθών τις ἴδοι“ (ω 491) ἀντὶ τοῦ ἰδέτω· ἀπρεπὲς γὰρ |
| book 46-7a1.10.3 | εὔχεσθαι τὸν Δία. τάχα δὲ καὶ τὸ παρὰ τοῖς Ἀττικοῖς παρακελευστι‐ |
| book 46-7a1.10.4 | κὸν ἐπίρρημα εἶα ἀπὸ τούτου γέγονε περιττεύοντος τοῦ α. ἄλλως τε |
| book 46-7a1.10.5 | καὶ συντάττεται τῷ ἄγε ἐπιρρήματι· „εἰ δ’ ἄγε νῦν, φίλε Φοῖβε“ (Π |
| book 46-7a1.15.1 | 667)· οὐδὲν γὰρ πλέον τοῦ ἄγε δή. καὶ ἐνθάδε ‘ἄγε δὴ καὶ οὗτοι φευ‐ |
| book 46-7a1.15.2 | γέτωσαν‘. A |
| book 46-7a2.1 | {εἰ δὲ καὶ αὐτοί}: τὸ εἴ παρακελευστικόν φησιν ὁ Νικάνωρ |
| book 46-7a2.2 | (p. 198 Friedl.). ὡς τὸ „εἰ δὲ σὺ μέν μευ ἄκουσον“ (Ι 262), „ἀλλ’ εἴ τις |
| book 46-7a2.3 | καλέσειε“, „εἰ δ’ ἄγε νῦν, φίλε Φοῖβε“· φησὶν οὖν ‘ἄγε δὴ καὶ αὐτοὶ |
| book 46-7a2.4 | φευγέτωσαν· ἐγὼ γὰρ καὶ Σθένελος μαχούμεθα‘ (cf. Ι 48). T |
| book 46-7b.1 | ἄλλως· εἰ δὲ καὶ αὐτοί / φευγόντων: ὑποστικτέον εἰς τὸ |
| book 46-7b.2 | αὐτοί (46), καὶ λείπει τὸ θέλουσι φυγεῖν. ἢ κοινὸν τὸ „ἐπέσσυται ὥστε |
| book 46-7b.3 | νέεσθαι (Ι 42).“ b(BCE3E4)T | κομματικῶς δὲ εἶπε μιμούμενος τὸν |
| book 46-7b.4 | θυμούμενον. b(BE3E4)T |
| book 47a | 〈φευγόντων:〉 ὅτι Ἀττικῶς ἀντὶ τοῦ φευγέτωσαν. Aim |
| book 47b | 〈φευγόντων:〉 αἰσχρῷ ὀνόματι αὐτὸ εἶπεν. Til |
| book 48a1 | ἐγὼ Σθένελός τε 〈μαχησόμεθ’〉: οὐκ ἐδίστασε προτρεπόμενος. T |
| book 48a2.1 | προτρεπόμενος αὐτοὺς οὐκ ἐδίστασεν, ἀλλὰ προθύμως |
| book 48a2.2 | φθέγγεται ταῦτα. b(BCE3E4) |
| book 49.1 | σὺν γὰρ θεῷ εἰλήλουθμεν: τῶν λόγων τὸ ὑψηλὸν τῇ θείᾳ |
| book 49.2 | ῥοπῇ λύει. ἔστι δὲ ὅμοιον τῷ „πειθόμενοι τεράεσσι θεῶν“ (Δ 408). |
| book 49 | b(BE3)T |
| book 50-1.1 | 〈ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες— / μῦθον ἀγασσά‐ |
| book 50-1.2 | μενοι:〉 θαυμαστὴ τῶν λόγων ἡ δύναμις συγχέουσα καὶ διαστέλ‐ |
| book 50-1.3 | λουσα τὴν ψυχήν. b(BE3)Til |
| book 52a.1 | 〈τοῖσι δ’ ἀνιστάμενος μετεφώνεεν:〉 „τοῖσι δὲ καὶ |
| book 52a.2 | μετέειπε Γερήνιοσ“. A |
| book 52b.1 | μετεφώνεεν ἱππότα Νέστωρ: καλῶς μετὰ τὸ μαθεῖν |
| book 52b.2 | τὴν γνώμην τῶν Ἀχαιῶν ἐπάγει τὸν λόγον ὁ Νέστωρ. b(BCE3E4)T |
| book 52c.1 | μετεφώνεεν〈—〉Νέστωρ: ἡ σιωπὴ Ἀγαμέμνονος |
| book 52c.2 | ἀπόπειραν δευτέραν ἔχει τῶν Ἑλλήνων. οὔτε δὲ ἀντιπράσσει Διομή‐ |
| book 52c.3 | δει (θυμήρη γὰρ εἶπεν) οὔτε ὡς ἡδόμενος συναινεῖ, ἵνα μὴ πρὸς τὸ μέλ‐ |
| book 52c.4 | λον ἄπιστον ἑαυτὸν καταστήσῃ τοιοῦτόν τι τεχνάσασθαι. b(BCE3 |
| book 52c.5 | E4)T |
| book 53-4a1.1 | περὶ μὲν πολέμῳ ἔνι καρτερός ἐσσι / καὶ βουλῇ |
| book 53-4a1.2 | παρὰ πάντας ὁμήλικας 〈ἔπλευ ἄριστοσ〉: οἷς ἀμφοῖν ἐλοιδόρησε |
| book 53-4a1.3 | τὸν βασιλέα, τούτοις αὐτὸν προὔχειν φησίν, ἀλλ’ οὐκ ἄκρως· οὔτε γὰρ |
| book 53-4a1.4 | ‘καρτερώτατοσ‘ εἶπεν, ἵνα μὴ τοὺς ἄλλους τοὺς τῆς ἀνδρίας ἀντιποιου‐ |
| book 53-4a1.5.1 | μένους λυπήσῃ, ἀλλὰ μετὰ πάντας ὁμήλικας (54), ἵνα μὴ τοὺς |
| book 53-4a1.5.2 | πρεσβυτέρους ἀνιάσῃ. ἄλλως τε καὶ ἀνατρέψαι αὐτοῦ τὸν λόγον βού‐ |
| book 53-4a1.5.3 | λεται· διὸ †οὐ† συνετώτατον αὐτὸν καλεῖ. b(B, C [bis], E3E4)T |
| book 53-4a2.1 | {τυδείδη περὶ μὲν πολέμωι ἒν καρτερός ἐσσι}: οἷς ἀμφοῖν |
| book 53-4a2.2 | τὸν βασιλέα ἐλοιδόρησε, τούτοις αὐτὸν προὔχειν εἰπών, ἀλλ’ οὐ καθ’ |
| book 53-4a2.3 | ὑπεροχήν· οὔτε γὰρ αὐτὸν καρτερώτατον εἶπεν οὐδὲ συνετώτατον. A |
| book 53 | 〈περί:〉 ὅτι τὸ περί ἀντὶ τοῦ περισσῶς. Aint |
| book 55a1.1 | 〈οὔ τίς τοι τὸν μῦθον ὀνόσσεται:〉 δύο γὰρ ἀκυροῦσι |
| book 55a1.2 | λόγον, ἐναντίωσις καὶ μέμψις. Til |
| book 55a2.1 | δύο γὰρ τὰ ἀκυροῦντα πάντα, ἥ τε τῶν λόγων ἐναντίωσις |
| book 55a2.2 | καὶ ἡ μέμψις. b(BCE3E4) |
| book 55a2.1 | οὔ τίς τοι τὸν μῦθον ὀνόσσεται: οὐδείς σου τὸν λόγον |
| book 55a2.2 | —κἀκεῖνος εἰσηγεῖται. A |
| book 56-7 | οὐδὲ πάλιν ἐρέει〈— / ἦ μὲν καὶ νέος ἐσσί, ἐμὸς |
| book 56-7.1 | δέ κε καὶ πάϊς εἴησ〉: ὅτι οὐχ ἁρμόζει τῷ τρεῖς γενεὰς βεβιωκότι |
| book 56-7.2 | λέγειν ‘ἐμὸς ἂν παῖς εἴησ‘ (cf. 57) κατὰ τὴν ἡλικίαν. πρὸς ἐπιτίμησιν |
| book 56-7.3 | τοῦ πολέμου. | τὸ δὲ πάλιν (56) οὐκ ἔστιν ἐκ δευτέρου, ὡς ἡμεῖς, |
| book 56-7.5 | ἀλλ’ ἀντὶ τοῦ ἔμπαλιν ἐρεῖ, ἐναντίως. A |
| book 56.1 | οὐδὲ πάλιν ἐρέει. 〈ἀτὰρ οὐ τέλος ἵκεο μύθων〉: οὐδὲ |
| book 56.2 | ἀντερεῖ. τὸ δὲ τέλος οὐκ ἐπέθηκας τοῖς λόγοις. Aint |
| book 56.1 | ἀτὰρ οὐ τέλος ἵκεο μύθων: οὐ μὴν τέλος—ἅτινα αὐ‐ |
| book 56.2 | τὸς ἀναπληροῖ. A |
| book 57-8.1 | ἦ μὴν καὶ νέος ἐσσί, 〈ἐμὸς δέ κε καὶ πάϊς εἴης/ ὁπλό‐ |
| book 57-8.2 | τερος γενεῆφιν〉: ἡ συνήθεια στίζει μετὰ τὸ ἐσσί (57), τὸ δὲ ἑξῆς |
| book 57-8.3 | συνάπτει. ἐπεὶ δὲ ἀξιοῦσί τινες ὑπερβατὸν ποιεῖν ἦ μὴν καὶ νέος ἐσσὶ |
| book 57-8.4 | ὁπλότερος γενεῆφι, δῆλον ὅτι τὰ διὰ μέσου λεγόμενα ἐμὸς δέ κε |
| book 57-8.5 | καὶ πάϊς εἴης τῆς ἐοικυίας διορθώσεως τεύξεται. A |
| book 57a | 〈ἦ μήν:〉 διὰ τοῦ ε αἱ Ἀριστάρχου, „ἦ μέν“ {καὶ νέος}. Aim |
| book 57b | 〈νέος ἐσσί:〉 ἀπολογεῖται τοῦ μὴ τελέσαι τὸν λόγον. Til |
| book 57c.1 | ἐμὸς δέ κε 〈καὶ〉 πάϊς 〈εἴησ〉: τῷ τῆς συγγενείας ὀνόματι |
| book 57c.2 | τὴν ἐξ αὐτοῦ ἐπισπᾶται εὔνοιαν. b(BCE3E4)T |
| book 58a1 | 〈ὁπλότατος:〉 γράφεται „ὁπλότεροσ“. Aim |
| book 58a2 | 〈ὁπλότερος:〉 γράφεται „ὁπλότατοσ“. Til |
| book 58b.1 | ἀτὰρ πεπνυμένα βάζεις: ὁρᾷς ὅσοι οἱ ἔπαινοι· σχεδὸν |
| book 58b.2 | γὰρ αὐτῷ ἀπονέμει τὸ πᾶν τῆς συμβουλῆς, b(BCE3E4)T ὀλίγα |
| book 58b.3 | αὐτὸς προσθήσειν ἐρῶν. T |
| book 58-9a1.1 | ἀτὰρ πεπνυμένα βάζεις 〈/ Ἀργείων βασιλῆας, |
| book 58-9a1.2 | ἐπεὶ κατὰ μοῖραν ἔειπεσ〉: τὸ Ἀργείων βασιλῆας (59) δύναται |
| book 58-9a1.3 | καὶ τοῖς ἄνω συνάπτεσθαι καὶ τοῖς ἑξῆς. καὶ τὸ αὐτὸ μὲν σχῆμα ἐν ἀμ‐ |
| book 58-9a1.4 | φοτέροις· τοὺς Ἀργείων βασιλεῖς εἶπεν ἢ περὶ βασιλέων ἢ εἰς βασιλεῖς. |
| book 58-9a1.5.1 | εἴτε οὖν τοῖς ἄνω συνάπτοιτο, γίνεται βασιλεῖς βάζεις, εἴτε τοῖς ἑξῆς, |
| book 58-9a1.5.2 | γίνεται βασιλεῖς ἔειπες. A |
| book 58-9a2.1 | {ἐπεὶ κατὰ μοῖραν ἔειπας:} τοῦτο ἀμφοῖν δύναται συνά‐ |
| book 58-9a2.2 | πτεσθαι. T |
| book 60.1 | ὃς σεῖο γεραίτερος: ἀνεπιφθόνως οὐ τὴν σύνεσιν, ἀλλὰ τὴν |
| book 60.2 | ἡλικίαν προβάλλεται, διὰ ταύτης κρεῖσσον ἔχειν ἀξιῶν, οὐ λογιώτε‐ |
| book 60.3 | ρον. b(BCE3E4)T |
| book 61a.1 | 〈διΐξομαι:〉 διελεύσομαι τὰ πράγματα ἀπ’ ἀρχῆς μέχρι |
| book 61a.2 | τέλους. Aint |
| book 61b1.1 | διΐξομαι: δασυντέον τὸ διΐξομαι· ἀπὸ γὰρ τοῦ ἵκω |
| book 61b1.2 | ἐγένετο. †ἐπιφέρει γοῦν† „ἀτὰρ οὐ τέλος ἵκεο μύθων“ (Ι 56). A |
| book 61b2.1 | δασυντέον δὲ τὸ 〈δι〉ΐξομαι· ἀπὸ γὰρ τοῦ ἵκω ἐγένετο |
| book 61b2.2 | ἀντὶ 〈τοῦ〉 ‘διεξέλθω πάντα‘. T |
| book 61c.1 | ἐξείπω καὶ πάντα διΐξομαι: πρὸς τὸ „ἀτὰρ οὐ τέλος |
| book 61c.2 | ἵκεο μύθων“ (Ι 56). b(BCE3E4)T |
| book 61-2.1 | οὐδέ κέ τίς μοι / μῦθον ἀτιμήσει οὐδὲ κρείων Ἀγα‐ |
| book 61-2.2 | μέμνων: πρὸς τὸ μὴ ἀντειπεῖν Διομήδην τοῖς λεχθησομένοις. οἶδε δὲ |
| book 61-2.3 | Ἀγαμέμνονα εἰπόντα „εἰ δέ ποτ’ ἔς γε μίαν βουλεύσομεν“ (Β 379). |
| book 61-2 | b(BCE3E4)T |
| book 63-4.1 | ἀφρήτωρ〈—ὀκρυόεντοσ〉: ὁ μὲν μένειν παρήγ‐ |
| book 63-4.2 | γειλεν, ὁ δὲ τοὺς συμμάχους ὁμονοοῦντας †ἔχει†. διδάσκει δὲ ὡς εἶναι |
| book 63-4.3 | μὲν πολεμικὸν δεῖ, δι’ ὧν φησιν „οἷς οὔτι μέλει πολεμήϊα ἔργα“ (Β |
| book 63-4.4 | 338), οὐ μὴν φιλοπόλεμον· ἀνατρέπει γὰρ τοῦτο πᾶσαν πολιτείαν. |
| book 63-4.5.1 | Διομήδης δὲ νῦν μὲν οὐκ ἀντεῖπεν, ἵνα μὴ ἀφρήτωρ δοκῇ. ὅτι δὲ οὐκ |
| book 63-4.5.2 | ἠρέσθη τῇ γνώμῃ, δηλοῖ διὰ τοῦ „μὴ ὄφελες λίσσεσθαι“ (Ι 698). |
| book 63-4.5.3 | b(BCE3E4)T καὶ τὸ μὲν κεφάλαιον τῆς συμβουλῆς ἐπὶ τοῦ πλή‐ |
| book 63-4.5.4 | θους εἶπεν, μὴ ὑπέρθηται τὰς λιτὰς ὁ Ἀγαμέμνων, τὸ δὲ κατὰ μέρος ἐπὶ |
| book 63-4.5.5 | τῶν †δείπνων† (sc. Ι 112—3. 163—73). καὶ Ἰσοκράτης ἐν τῷ Πανη‐ |
| book 63-4.10.1 | γυρικῷ (sc. or. 4, 15—7), τῶν ῥητόρων συμβουλευόντων πλεῖν ἐπὶ |
| book 63-4.10.2 | Ἀσίαν, ἔλεγε πρῶτον διαλλάσσειν τὰς Ἑλληνίδας πόλεις καὶ κοινῇ |
| book 63-4.10.3 | τὴν ὁρμὴν ποιεῖσθαι. b(BE3E4)T διὰ δὲ τῆς τῶν ὀνομάτων |
| book 63-4.10.4 | ὑπερβολῆς δυσωπεῖ Ἀγαμέμνονα, μηδὲ βασιλέα ἔσεσθαι αὐτὸν καλὸν |
| book 63-4.10.5 | στρατοῦ, ἀλλ’ οὐδὲ κοινῆς ἑστίας, εἰ ἀντείποι ταῖς λιταῖς. T |
| book 63a.1 | 〈ἀφρήτωρ:〉 κοινῶς 〈ὁ〉 φρατρίας καὶ συγγεν〈ε〉ίας μὴ |
| book 63a.2 | μετέχων, ἀπάνθρωπος. Aint |
| book 63a.1 | ἀφρήτωρ: ἄπολις καὶ συγγένειαν οὐκ ἔχων· φρατρία γὰρ ἡ |
| book 63a.2 | συγγένεια. κυρίως δέ ἐστι τρίτον μέρος φυλῆς. A |
| book 63b1.1 | ἀθέμιστος: θηριώδης, ἄνομος, ὅπου καὶ Κύκλωπες θε‐ |
| book 63b1.2 | μιστεύουσι „παίδων ἠδ’ ἀλόχων“ (ι 115), οἱονεὶ τὸ περὶ τὴν συγγέ‐ |
| book 63b1.3 | νειαν φυλάσσουσι δίκαιον. b(BE3E4)T |
| book 63b2.1 | ἄδικος | καὶ ἄνομος καὶ θηριώδης, ὅπου καὶ οἱ Κύκλωπες |
| book 63b2.2 | θεμιστεύουσι καὶ νόμοις χρῶνται τοῖς τῶν θεῶν. A |
| book 63c.1 | ἀνέστιος: ὁ γὰρ ἑστίαν νέμων καὶ βίον ἑδραῖον τιμῶν τῆς |
| book 63c.2 | πρὸς τοὺς οἰκείους ἀπέχεται στάσεως· b(BE3E4)T ἐπιδήμιος (cf. |
| book 63c | Ι 64) γὰρ πόλεμος ὁ ἐμφύλιος. T |
| book 64 | 〈ἔραται:〉 ἐπιθυμεῖ. ἡ λέξις Ἰωνική. Aim |
| book 65.1 | 〈ἀλλ’ ἤτοι νῦν μέν—μελαίνῃ:〉 τοῦ καιροῦ στοχάζεται καὶ προδείξας |
| book 65.2 | τὸ ὠφελοῦν σιωπᾷ τέως τὴν θεραπείαν. b(BCE3E4)Til |
| book 66a.1 | δόρπα τ’ ἐφοπλισόμεσθα: ἄξιον γὰρ προνοεῖν τῆς θε‐ |
| book 66a.2 | ραπείας τοῦ σώματος τοὺς κάμνοντας. οἱονεὶ δὲ ὅπλα τῆς μάχης ποιη‐ |
| book 66a.3 | σώμεθα τὰ δόρπα. b(BCE3E4)T |
| book 66b.1 | φυλακτῆρες: Ἀρίσταρχος διὰ τοῦ α „φυλακτῆρασ“, AT |
| book 66b.2 | τοὺς φύλακας. A |
| book 67a | 〈λεξάσθων:〉 διαταγήτωσαν. Aint |
| book 67b | 〈λεξάσθων:〉 ὅτι ἀντὶ τοῦ λεξάσθωσαν. Aint |
| book 67c | 〈παρὰ τάφρον:〉 γράφεται καὶ „περὶ τάφρον“. Aim |
| book 67d.1 | τείχεος ἐκτός: ἵνα ὁρμώμενοι τοῖς πολεμίοις καταπλήσ‐ |
| book 67d.2 | σοιεν αὐτούς, ἔσω δὲ ὄντες τῆς τάφρου †ἀσφαλῶς ὦσιν. b(BCE3E4)T |
| book 69 | 〈ἄρχε:〉 ἀντὶ τοῦ σύναγε ἡμᾶς. Til |
| book 70a.1 | δαίνυ δαῖτα γέρουσιν· 〈ἔοικέ τοι, οὔ τοι ἀεικέσ〉: |
| book 70a.2 | ἔθος μὲν ἦν. ἀλλ’ οἴεται αὐτὸν παραλείψειν τῇ ἐπιπλήξει τὸ ἔθος. ἄρι‐ |
| book 70a.3 | στος δὲ ὁ καιρὸς ἐπὶ ὀλίγων, ἔνθα τὸν ἔλεγχον προσδέξεται· νῦν μὲν |
| book 70a.4 | γὰρ οἱ τῶν Ἀργείων ἡγήτορες καὶ μέδοντές εἰσι συνειλεγμένοι, ἐπὶ δὲ |
| book 70a.5.1 | τὸ δεῖπνον οἱ γέροντες μόνοι συνάγονται, ἐφ’ ὧν ἤνεγκεν ἂν τὴν τοῦ |
| book 70a.5.2 | γέροντος παρρησίαν b(BCE3E4)T ὁ Ἀγαμέμνων. T | καὶ ἄλλως· |
| book 70a.5.3 | ἐν οἴνῳ ῥᾴους ἑαυτῶν ἐσμεν, ἥ τε ὁμοτράπεζος κοινωνία πάντας φίλους |
| book 70a.5.4 | ποιεῖ· διὸ καὶ Πέρσαι μεθύοντες συμβουλεύονται, νήφοντες δ’ ἐπικρίνου‐ |
| book 70a | σιν. καὶ τὸ μὲν πλῆθος ἀπαλλάσσει χρηστὰς ὑπογράψας ἐλπίδας περὶ |
| book 70a.10.1 | τῶν λιτῶν, οὐ μὴν ἀναγκάσας ἐπ’ αὐτῶν τὸν βασιλέα ἀντιφωνῆσαι |
| book 70a.10.2 | περὶ τῶν δώρων· πιέζοντος γὰρ ἦν τὸν καιρόν. καὶ ὁ Ῥοδίων δὲ νόμος |
| book 70a.10.3 | κελεύει ταῖς μεγίσταις ἀρχαῖς συσσιτεῖσθαι τοὺς ἀρίστους, περὶ τῶν |
| book 70a.10.4 | ἕωθεν πρακτέων βουλευομένους. b(BE3E4)T |
| book 70b.1 | δαίνυ δαῖτα γέρουσι: παρασκεύαζε τὴν εὐωχίαν τοῖς |
| book 70b.2 | ἐντίμοις ἢ ἐφ’ 〈ἑσ〉τίασιν ἄγε τοὺς πρωταγωνιστάς. A |
| book 71.1 | πλεῖαι {τοι οἴνου κλισίαι}: ὅτι πλεῖαι ἀντὶ τοῦ πλήρεις. |
| book 71.2 | πρὸς τὸ „παρῴχηκε〈ν〉 δὲ πλέω νύξ“ (Κ 252) ἀντὶ τοῦ πλήρης. A |
| book 72 | 〈ἠμάτιαι:〉 ἀνὰ ἑκάστην ἡμέραν ἢ διὰ μιᾶς ἡμέρας. Aint |
| book 73a1 | {πᾶσά τοι ἐσθ’} ὑποδεξείη, 〈πολέεσσι δ’ ἀνάσσεις: |
| book 73a1.1 | ὑποδεξείη〉 ὡς „Ἀργείη“ (Δ 8 al.). τὸ δὲ ἀκόλουθον ὤφειλεν εἶναι |
| book 73a1.2 | κοινὸν ὑποδεξία ὡς παρὰ τὸ ἀνόρεκτος ἀνορεξία. ταῦτα ἐν τῇ Προσῳ‐ |
| book 73a1.3 | δίᾳ (Hrd. 2,63,18). | ἐν μέντοι τῇ Καθόλου (Hrd. 1,292,22) οὕτως· |
| book 73a1.5.1 | „‘πᾶσά τοί ἐσθ’ ὑποδεξίη‘ ἕνεκα μέτρου ἔκτασιν ἔπαθε τοῦ ι. ἀγνοίᾳ |
| book 73a1.5.2 | μέντοι τἀκριβοῦς διὰ τῆς ει διφθόγγου τὴν γραφὴν ποιοῦνται“. | †καὶ |
| book 73a1.5.3 | οὕτως ἔχει ἡ τῶν ἀντιφάνους† παράδοσις. αἱ δὲ Ἀριστάρχου οὕτως |
| book 73a1.5.4 | εἶχον διὰ τοῦ γάρ, „πολέσιν γὰρ 〈ἀνάσσεισ〉“. ἔχει δέ τι Ὁμηρικὸν |
| book 73a1 | καὶ ἡ διὰ τοῦ δέ. A |
| book 73a2 | Ἀρίσταρχος „πολέσιν γὰρ ἀνάσσεισ“. Aim |
| book 73b1.1 | πᾶσά τοί ἐσθ’ ὑποδεξίη: ἡ πρὸς ὑποδοχὴν χορηγία. |
| book 73b1.2 | τινὲς δὲ οὕτως, ὅτι καὶ πάντας, ἢν θέλῃς, εὐχερῶς ὑποδέξῃ. b(BCE3 |
| book 73b1.3 | E4)T |
| book 73b2.1 | πᾶσά τοί ἐσθ’ ὑποδεξείη: πρὸς ὑποδοχὴν ηὐτρέπισταί |
| book 73b2.2 | σοι χορηγία. A |
| book 73c.1 | πολέεσσι δ’ ἀνάσσεις: ἐπαίρει τὸν βασιλέα, εἰς τὸ μετέ‐ |
| book 73c.2 | πειτα αὐτὸν ὑπήκοον σχήσων. A b (BCE3E4)T |
| book 74-5.1 | πολλῶν δ’ ἀγρομένων τῷ πείσεαι 〈ὅς κεν ἀρίστην / |
| book 74-5.2 | βουλὴν βουλεύσῃ〉: μετρίως οὐκ ἀποδίδωσιν ‘ἑαυτῷ‘. διδάσκει δὲ |
| book 74-5.3 | τὸν στρατηγὸν πολλῶν μὲν ἀκούειν, αἱρεῖσθαι δὲ τὸ κράτιστον. |
| book 74-5.4 | b(BCE3E4)T |
| book 75-6a.1 | μάλα δὲ χρεὼ πάντας Ἀχαιούς 〈/ ἐσθλῆς καὶ πυ‐ |
| book 75-6a.2 | κινῆσ〉: πρὸς τὸ πεῖσαι Ἀχιλλέα· οἶδε γὰρ αὐτοῦ τὸ φιλότιμον. |
| book 75-6a.3 | b(BCE3E4)T |
| book 75-6b.1 | χρεὼ〈—〉Ἀχαιούς / ἐσθλῆς: „χρεὼ βουλῆς ἐμὲ καὶ |
| book 75-6b.2 | σέ“ (Κ 43) ἀντὶ τοῦ δεῖ. T |
| book 75 | 〈χρεώ:〉 χρεία καταλαμβάνει. Aint |
| book 76 | 〈ὅτι δήϊοι:〉 οὕτως γράφεται ὅτι δήϊοι. Aim |
| book 76-7.1 | ἐγγύθι νηῶν / καίουσιν πυρά: δέδια σκοπῶν ἐγγὺς |
| book 76-7.2 | νεῶν πυρά. ἐπὶ δὲ Ἑλλήνων „ἔνθα δὲ πῦρ κήαντο“ (Ι 88). T |
| book 77a.1 | τίς ἂν τάδε γηθήσειεν: προσυπακουστέον τὸ {ὁρῶν καὶ |
| book 77a.2 | βλέπων γελάση} καὶ οὐ μὴ μᾶλλον θρηνήσει καὶ κόψεται; καὶ ὅτι |
| book 77a | {τὸ} ἔξωθεν τὸ ἰδών. A |
| book 77b1.1 | τίς ἂν τάδε γηθήσειεν: οὐ λείπει τὸ ὁρῶν, ἀλλ’ ἔστι πα‐ |
| book 77b1.2 | λαιὰ συνήθεια· „ἀλλ’ ἕτερον ἥσθην“ (Ar. Ach. 13) καὶ ἐν Πανόπταις |
| book 77b1.3 | Κρατῖνος (fr. 158 K. = 164 K.—A.)· „γέγηθα τὸν ἄνδρα“. καὶ ἔστιν ἐξ ἀντικειμένου· |
| book 77b1.4 | τίς οὐκ ἂν κλαύσειεν; ἔοικε δὲ προσκρούειν Διομήδει λέγοντι „νῶϊ δ’, |
| book 77b1.5 | ἐγὼ Σθένελός 〈τε〉“ (Ι 48). T |
| book 77b2.1 | οὐ λείπει τὸ ὁρῶν, ἀλλ’ ἔστι παλαιὰ συνήθεια ἡ ἐξ ἀντικει‐ |
| book 77b2.2 | μένου, οἷον τίς οὐκ ἂν κλαύσειε; b(BCE3) |
| book 78a | 〈διαρραίσει:〉 δι’ ἑνὸς ρ αἱ Ἀριστάρχου. Aim |
| book 78b.1 | ἠὲ διαρραίσει στρατὸν ἠὲ σαώσει: ἐν τῷ πεῖσαι |
| book 78b.2 | Ἀχιλλέα τὴν σωτηρίαν τίθεται· τί γὰρ ἕτερον πράσσειν νυκτὸς ἠδύ‐ |
| book 78b.3 | ναντο; b(BCE3E4)T |
| book 80.1 | ἐκ δὲ φυλακτῆρες σὺν τεύχεσιν ἐσ〈σ〉εύοντο: ἄτοπον |
| book 80.2 | γὰρ περὶ πρώτου λέγειν τοῦ συμποσίου. T |
| book 81.1 | ἀμφί τε Νεστορίδην: εὖ τοῦ περὶ φυλακῆς εἰσηγησαμένου |
| book 81.2 | πρῶτος ἀριθμεῖται ὁ υἱός. καὶ ὅτι ὁ παρὼν καιρὸς οὐκ εὐτελεῖς ἄνδρας |
| book 81.3 | ἐπέτρεπε φυλάσσειν. b(BCE3E4)T |
| book 86.1 | 〈ἅμ’ ἔστειχον:〉 Ἰακῶς τὸ „στεῖχον“ Aim Til αἱ Ἀριστάρ‐ |
| book 86.2 | χου, „ἅμα στεῖχον“. Aim |
| book 88a.1 | πῦρ κήαντο: πυρκαϊὰν τοῦ δεῖπνον ποιῆσαι· ἀσφαλέστε‐ |
| book 88a.2 | ρον γὰρ ἦν αὐτοῖς τὸ ἀπὸ σκότους ὁρᾶν τοὺς πολεμίους. b(BCE3E4)T |
| book 88b.1 | ἄλλως· ἐνθάδε πῦρ κήαντο, τίθεντο δὲ δόρπον |
| book 88b.2 | ἕκαστος: ἐπὶ μὲν τῶν κατεπτηχότων ψιλὴ καὶ ἡ τοῦ δείπνου |
| book 88b.3 | παρασκευή, καὶ ἑνικῶς πῦρ φησιν, ἐπὶ δὲ τῶν εὐημερούντων βαρ‐ |
| book 88b.4 | βάρων καὶ τὰ τῆς εὐωχίας μετὰ πολλῆς ἐπεξεργασίας δεδήλωται, „ἐκ |
| book 88b.5.1 | πόλιος δ’ ἄξαντο βόας καὶ ἴφια μῆλα“ (Θ 545), καὶ λαμπρότερα τὰ |
| book 88b.5.2 | τῆς φυλακῆς, b(BCE3E4)T „μέγα φρονέοντες ἀνὰ πτολέμοιο γε‐ |
| book 88b.5.3 | φύρας / εἵατο παννύχιοι, πυρὰ δέ σφισι καίετο πολλά“ (Θ 553—4). |
| book 88b | ἔστι δὲ ὅλα γραφικά. T |
| book 88c1.1 | τίθεντο δὲ δόρπον ἕκαστος: διὰ τοῦ α „δόρπα“ αἱ |
| book 88c1.2 | Ἀριστάρχου. ἄκαιρος δὲ Ζηνόδοτος γράφων „τίθεντο δὲ δαῖτα θά‐ |
| book 88c1.3 | λειαν“· ἄτοπον γὰρ θαλιάζειν τοὺς πένθει ἀτλήτῳ (cf. Ι 3) τὴν ψυχὴν |
| book 88c1.4 | βεβλημένους. A |
| book 88c2 | Ἀρίσταρχος μετὰ τοῦ α „δόρπα“. Aim |
| book 88c2.1 | 〈δόρπον:〉 ἄριστον μὲν τὸ πρωϊνὸν ἔμβρωμα, †δόρπος δὲ τὸ |
| book 88c2.2 | νῦν ἄριστον, ἢ δεῖπνον†, μεθ’ ὃ τὰ δόρατα ἔπαυον. A |
| book 89.1 | 〈γέροντας ἀολλέας ἦγεν Ἀχαιῶν:〉 Ἀρίσταρχος „γέ‐ |
| book 89.2 | ροντας ἀριστέας Aim Aint ἦγεν Ἀχαιῶν“. Aint |
| book 92 | 〈ἐξ ἔρον ἕντο:〉 τὴν ἐπιθυμίαν ἐπλήρουν. Aint |
| book 93.1 | πάμπρωτος: οἷον προφθάσας τοὺς ἀπαιτοῦντας αὐτοῦ τὴν |
| book 93.2 | γνώμην. b(BCE3E4)T |
| book 94.1 | Νέστωρ, οὗ καὶ πρόσθεν 〈ἀρίστη φαίνετο βουλή〉: |
| book 94.2 | ὅτε παρῄνει Ἀγαμέμνονι παύσασθαι τῆς πρὸς Ἀχιλλέα ὀργῆς· |
| book 94.3 | „Ἀτρείδη, σὺ δὲ παῦε τεὸν μένοσ“ (Α 282): b(BCE3E4)T ὃ καὶ |
| book 94.4 | νῦν φησιν· „οὔτι καθ’ ἡμέτερόν γε νόον“ (Ι 108). T καὶ ὅτε τὸ μο‐ |
| book 94.5 | νομάχιον ἦν καὶ ἤγειρε τοὺς ἀρίστους (cf. Η 124—60). b(BCE3E4) |
| book 97-9a1.1 | 〈ἐν σοὶ μὲν λήξω—βουλεύῃσθα:〉 κατα‐ |
| book 97-9a1.2 | πτήξαντα ἀνακτᾶται τοῖς ἐγκωμίοις καὶ πρὸς πειθὼ παρακαλεῖ. Til |
| book 97-9a2.1 | καταπτήξαντα αὐτὸν τῇ τῶν πολεμίων ὁρμῇ καὶ τῇ τῶν |
| book 97-9a2.2 | συμμαχικῶν λόγων ταραχῇ καὶ συγχύσει ἀνακτᾶται καὶ πρὸς πειθὼ |
| book 97-9a2.3 | παρακαλεῖ διὰ τῶν ἐγκωμίων. b(BE3E4) |
| book 97-9a3.1 | {ἐν σοὶ μὲν λήξω:} σύ μοι ἀρχὴ καὶ τέλος τῶν λόγων πάλιν |
| book 97-9a3.2 | γενήσῃ. | ἀνακτᾶται δὲ αὐτὸν τοῖς ἐγκωμίοις, πρότερον καταπτοή‐ |
| book 97-9a3.3 | σας. A |
| book 97-9b | ἐν σοὶ μὲν λήξω, σέο δ’ ἄρξομαι〈—βουλεύῃ‐ |
| book 97-9b.1 | σθα〉: πρὸς τὸ μὴ δοκεῖν ἐπιτάσσειν κύριον αὐτὸν τῆς ἁπάντων ἀπο‐ |
| book 97-9b.2 | φαίνει γνώμης, προσεκτικόν τε αὐτὸν ἀπεργάζεται ὡς ὅλου τοῦ πράγ‐ |
| book 97-9b.3 | ματος ἐπ’ αὐτῷ κειμένου. ἢ ἐπεὶ τότε εἰς αὐτὸν ἔληξε λέγων· „λίσσομ’ |
| book 97-9b.5.1 | Ἀχιλλῆϊ μεθέμεν χόλον“ (Α 283), ἐκείνην τὴν λῆξιν ἀρχὴν ποιεῖται τοῦ |
| book 97-9b.5.2 | νῦν διαλόγου. b(BCE3E4)T |
| book 98 | 〈ἐγγυάλιξε:〉 ἐνεχείρισεν. Til |
| book 99a.1 | σκῆπτρόν 〈τ’〉 ἠδὲ θέμιστας: σκῆπτρον διὰ τὸ κρά‐ |
| book 99a.2 | τος, θέμιστας διὰ τὸ δίκαιον· οὔπω γὰρ εἶχον γραπτοὺς νόμους, ἀλλὰ |
| book 99a.3 | τὸ πᾶν ἦν ἐν τοῖς κρατοῦσιν· ὅθεν καὶ „δικασπόλοι, b(BCE3E4)T οἵ |
| book 99a.4 | τε θέμιστας 〈/ πρὸς Διὸς εἰρύαται〉“ (Α 238—9). T †εὐγενῆ† δ’ αὐ‐ |
| book 99a.5.1 | τὸν ποιεῖ τὰς εὐτυχίας ἐξαριθμούμενος, καὶ ἄξια δὲ τῆς ἰδίας δόξης |
| book 99a.5.2 | ποιεῖν ὑποτίθεται. καὶ ὅτι πρώτη ἀρετῶν ἐστιν ἡ φρόνησις. b(BCE3) |
| book 99a.5.3 | T |
| book 99b.1 | σκῆπτρόν τ’ ἠδὲ θέμιστας, ἵνα σφίσι βουλεύῃσθα: |
| book 99b.2 | ἵνα τούτοις χρώμενος προβουλεύῃς τῶν ὑποτεταγμένων. ὡς τοῦ βασι‐ |
| book 99b.3 | λέως δὲ καὶ τῶν θεμίστων κρατοῦντος· οὐδέπω γὰρ ἐχρῶντο γρα‐ |
| book 99b.4 | πτοῖς νόμοις. A |
| book 100.1 | περὶ μὲν φάσθαι ἔπος ἠδ’ ἐπακοῦσαι: ἵνα ἐξ ἁπάντων |
| book 100.2 | αἱροῖτο τὸ χρήσιμον. ἅμα δὲ καὶ ἀναιρεῖ τὴν δόξαν τῆς ἥσσης, καθ’ ἥν |
| book 100.3 | τινες οἴονται ἀδοξεῖν τοῖς πλησίον πειθόμενοι. b(BCE3E4)T |
| book 101.1 | 〈κρηῆναι δὲ καὶ ἄλλῳ:〉 καὶ ἄλλου δέ τινος ἐπιτελέσαι καὶ |
| book 101.2 | βεβαιῶσαι τὴν γνώμην. Aim |
| book 102a.1 | σέο δ’ ἕξεται, 〈ὅττι κεν ἄρχῃ〉: ἤτοι ἐν τῇ σῇ ἐξουσίᾳ |
| book 102a.2 | —ἀνενεχθήσεται. | τὸ ἕξεται δασυντέον· ἀπὸ γὰρ τοῦ ἕξω μέλ‐ |
| book 102a | λοντος δασυνομένου μέσος ἐστίν. A |
| book 102b.1 | σέο δ’ ἕξεται, ὅττι κεν ἄρχῃ: ἴσον ἀπέφηνε τῷ συμ‐ |
| book 102b.2 | βούλῳ τὸν βασιλέα †λέγων† κυροῦντα τὸ τέλος, ὅπως μὴ φθονοίη ταῖς |
| book 102b.3 | ἀγαθαῖς ὑποθήκαις· οἶδε γὰρ φθόνῳ καὶ θυμῷ καὶ ζηλοτυπίαις ἀδίκοις |
| book 102b.4 | πολλὰς πράξεις ἀγαθὰς ἀνῃρημένας. τὸ πέρας οὖν τῶν λεγομένων ἐπὶ |
| book 102b.5 | τὸν κορυφοῦντα ἀναφέρει. b(BCE3E4)T |
| book 102c.1 | ἄλλως· ὅττι κεν ἄρχῃ: ὃ δή ποτε τῆς παραινέσεως πρω‐ |
| book 102c.2 | τεύῃ καὶ ἐπικρατυνθῇ, ἐκ σοῦ γίνεται. καὶ ἀλλαχοῦ „Ἀλκινόου δ’ ἐκ |
| book 102c.3 | τοῦδ’ ἔχεται ἔργον τε ἔπος τε“ (λ 346). b(BCE3E4)T |
| book 103.1 | ὥς μοι δοκεῖ εἶναι ἄριστα: προσεκτικὸν μὲν τὸν ἀκροα‐ |
| book 103.2 | τὴν ποιεῖ, δι’ ὧν ἄριστα ὑπισχνεῖται ἐρεῖν, εὔνουν δέ, ὅτι μεθ’ ὑπο‐ |
| book 103.3 | στολῆς τὸ δοκεῖ προσέθηκεν. b(BCE3)T |
| book 104a.1 | οὐ γάρ τις νόον 〈ἄλλος ἀμείνονα τοῦδε νοήσει〉: |
| book 104a.2 | ἐπὶ διαλλαγὰς τὸν βασιλέα φέρων οὐκ ἐν ἐπιτιμήσεως μέρει τὴν Ἀχιλ‐ |
| book 104a.3 | λέως ἔχθραν προφέρει, ἀλλὰ μόνον ἄριστα συνεωρακέναι φησὶν ἑαυ‐ |
| book 104a.4 | τόν· b(BCE3E4)T φησὶ γοῦν „πολλάκι δή μοι τοῦτον“ (Τ 85). |
| book 104a.5 | τὸ δὲ νοήσει ἀντὶ τοῦ νοήσειεν. T |
| book 104b | 〈ἄλλος: γράφεται〉 καὶ „ἄλλον“. Aim |
| book 105.1 | 〈οἷον ἐγὼ νοέω, ἠμὲν πάλαι ἠδ’ ἔτι καὶ νῦν:〉 εἰ τὰ |
| book 105.2 | μέλλοντα προέγνω Νέστωρ, πῶς περὶ τῶν ἐνεστώτων οὐκ ὀφείλει |
| book 105.3 | πείθειν; b(BCE3)Til |
| book 106.1 | διογενεῦς: {προ}περισπωμένως ἀναγνῶμεν· συναίρεσιν |
| book 106.2 | γὰρ ἔπαθε τοῦ διογενέος καὶ διογενοῦς, καὶ τροπῇ τοῦ ο εἰς ε διογε‐ |
| book 106 | νεῦς· γενικῆς γάρ ἐστι πτώσεως. A |
| book 108-13a1.1 | 〈οὔ τι καθ’ ἡμέτερόν γε νόον—μειλιχίοι‐ |
| book 108-13a1.2 | σι:〉 προτρεπτικῶς δὲ αὐτῷ διαλέγεται καὶ τὴν πειθὼ τοῖς χείλεσι |
| book 108-13a1.3 | συνεπάγεται· τοῦτο γὰρ τῆς φρονήσεως ἴδιον. b(BCE3E4) |
| book 108-13a2.1 | ἐντρεπτικῶς· †εἰ γὰρ καὶ τότε προέγνω τὰ μέλλοντα, πῶς |
| book 108-13a2.2 | οὐχ ὑπὲρ τῶν παρόντων πείσει;† Til |
| book 108-9.1 | οὔτι καθ’ ἡμέτερόν γε νόον· μάλα γάρ τοι ἔγω‐ |
| book 108-9.2 | 〈γε /〉 πόλλ’ ἀπεμυθεόμην: εὐμάθειαν ἐργάζεται· ὁμολογῶν γὰρ |
| book 108-9.3 | ὅτι οὐκ ἠρέσκετο τῇ εἰς τὸν Ἀχιλλέα ἀτιμίᾳ δῆλός ἐστι τὸν λόγον |
| book 108-9.4 | ὑπὲρ τοῦ τιμῆσαι τοῦτον συνιστάς. T οὐκ ὀνειδίσαι δὲ τὴν ἁμαρτίαν |
| book 108-9.5 | θέλει, ἀλλὰ παρακελεύεται μὴ δεύτερον ἐξαμαρτάνειν. b(BCE3E4)T |
| book 108.1 | 〈οὔτι καθ’ ἡμέτερόν γε νόον:〉 ἀντὶ τοῦ οὐ κατὰ τὴν |
| book 108.2 | ἐμὴν γνώμην. Aim |
| book 109 | 〈ἀπεμυθεόμην:〉 οὕτως Ἀρίσταρχος ἀπεμυθεόμην. Aim |
| book 109.1 | ἀπεμυθεόμην: ἀπηγόρευον, ἐκώλυον. γράφεται δὲ καὶ |
| book 109.2 | „†ἀπεμυθευόμη톓, ἵν’ ᾖ ἀπελογιζόμην. A |
| book 109-10.1 | σὺ δὲ σῷ μεγαλήτορι θυμῷ 〈/ εἴξασ〉: δεξιῶς ὑπήλ‐ |
| book 109-10.2 | λαξε τὰ ὀνόματα, τὴν αὐθάδειαν μεγαλοφροσύνην καλῶν καὶ τὸ προ‐ |
| book 109-10.3 | πετὲς εἶξαι λέγων. b(BCE3E4)T |
| book 110a.1 | εἴξας 〈ἄνδρα φέριστον ὃν ἀθάνατοί περ ἔτισαν〉: |
| book 110a.2 | ὁ λόγος αἱρεῖ διαστέλλειν ἐπὶ τὸ εἴξας, ὑποστίζειν δὲ ἐν ὑποκρίσει ἐπὶ |
| book 110a.3 | τὸ ἔτισαν. A |
| book 110b1.1 | 〈ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν:〉 συν‐ |
| book 110b1.2 | θέμενος ἐν συντόμῳ τὰ κατορθώματα Ἀχιλλέως εἶπεν. Til |
| book 110b2 | ἐν συντόμῳ δὲ καὶ τὰ Ἀχιλλέως εἰσφέρει κατορθώματα. |
| book 110b2 | b(BCE3E4) |
| book 111-2.1 | ἀλλ’ ἔτι καὶ νῦν / φραζώμεσθ’, 〈ὥς κέν μιν ἀρεσσά‐ |
| book 111-2.2 | μενοι πεπίθοιμεν〉: προσποιεῖται τὴν παράκλησιν, ὅπως μὴ αἰσχυν‐ |
| book 111-2.3 | θῇ ὁ βασιλεύς (τὸ γὰρ φράζου πικρότερον ἦν καὶ προστάξεως ἐχόμε‐ |
| book 111-2.4 | νον, καλαὶ δὲ αἱ λιταὶ διὰ τὸ ὁμοειδές), καὶ ἵνα προμαλαχθῇ Ἀχιλλεύς. |
| book 111-2.5 | b(BCE3E4)T |
| book 112a1.1 | 〈πεπίθοιμεν:〉 Ἀρίσταρχος „πεπίθωμεν“· ἔστιν γὰρ |
| book 112a1.2 | π〈ε〉ίθωμεν. Aim |
| book 112a2 | διὰ τοῦ ω ἡ γραφή. T |
| book 112b.1 | φραζώμεσθ’〈—πεπίθοιμεν〉: δεῖ γὰρ τὸν προα‐ |
| book 112b.2 | δικήσαντα παρακαλεῖν. b(BCE3E4)T |
| book 113a1.1 | δώροισίν τε 〈...〉 ἔπεσσί τε: ἴσην ὑποτίθησι κτῆσιν |
| book 113a1.2 | χρημάτων καὶ λόγων πρὸς πειθώ. T |
| book 113a2.1 | ἴσην τῶν χρημάτων καὶ μείζονα πρὸς πειθὼ τὴν τῶν λό‐ |
| book 113a2.2 | γων ὑποτίθησι κτῆσιν. b(BCE3E4) |
| book 113b.1 | μειλιχίοισι: δεητικοῖς, οὐ δικαιολογουμένοις· τὰ γὰρ |
| book 113b.2 | τοιαῦτα ἀνάπτει τὸν θυμόν. T |
| book 115a.1 | 〈ὦ γέρον, οὔ τι ψεῦδος ἐμὰς ἄτας κατέλεξας:〉 ὦ |
| book 115a.2 | γέρον, φησίν, οὐδὲ〈ν〉 ψευσάμενος τὰς ἐμὰς ἀδικίας ἀπηριθμήσω, |
| book 115a.3 | βλάψαι με βουλόμενος, ὡς ᾠήθης. | ἐπὶ δὲ τὸ τέλος τοῦ στίχου στι‐ |
| book 115a.4 | κτέον· τὸ γὰρ ψεῦδος ἀντὶ τοῦ ψευδῶς. A |
| book 115b.1 | οὔτι ψεῦδος ἐμὰς ἄτας: ὁμολογεῖ πρᾶξαι, ἵνα μὴ |
| book 115b.2 | αἰσχύνοιτο παρακαλῶν· διὸ ἡμαρτηκέναι φησὶ οὐκ ἀδικεῖ τε εὔνοιαν |
| book 115b.3 | ποριζόμενος ἑαυτῷ. ἁπλοῦς δὲ ὁ τρόπος· τὸ μὲν γὰρ ἐπίκαιρον ἔχειν |
| book 115b.4 | νοῦν μακάριον, τὸ δὲ χρόνῳ μετανοῆσαι οὐκ ἄχαρι. b(BCE3E4)T |
| book 115c1 | ἄλλως· οὔτι ψεῦδος ἐμὰς ἄτας κατέλεξας: συνα‐ |
| book 115c1 | πτέον ὅλον. T |
| book 115c2.1 | τὸ δὲ ψεῦδος ἀντὶ τοῦ ψευδῶς. τὸν ὅλον δὲ συναπτέον |
| book 115c2.2 | στίχον. μὴ στικτέον εἰς τὸ ψεῦδος, ὥς τινες κακῶς. b(BCE3E4) |
| book 116a.1 | {ἀασάμην, οὐδ’ αὐτὸς ἀναίνομαι} ἀντί νυ πολλῶν: ὅτι |
| book 116a.2 | τὸ ἀντί ἐπὶ τοῦ ἴσου ἐστί· τὸ γὰρ λεγόμενον· ἴσος ἐστὶ πολλοῖς ὁ εἷς |
| book 116a.3 | ἀνήρ, ὅταν ᾖ θεοφιλής. A |
| book 116b.1 | ἀντί νυ πολλῶν: ἀντὶ τοῦ ἶσος. | προτρεπτικὸν δὲ εἰς |
| book 116b.2 | εὐσέβειαν. T |
| book 118.1 | 〈ἔτισεν, ὄλεσσε δὲ λαὸν Ἀχαιῶν:〉 γράφεται „ἔτισε, |
| book 118.2 | δάμασσε δὲ λαὸν Ἀχαιῶν“. Aim |
| book 119a.1 | λευγαλέῃσι: ὅτι οἱ νεώτεροι λευγαλέον τὸ δίυγρον ἐπὶ |
| book 119a.2 | τοῦ Ἀχιλλέως· „νῦν δέ με λευγαλέον θάνατον“ (Φ 281). ἔστι δὲ λευ‐ |
| book 119a.3 | γαλέον τὸ ὀλέθριον παρὰ τὸν λοιγόν. A |
| book 119b1.1 | 〈φρεσὶ〉 λευγαλέῃσι 〈πιθήσας: ὅ ἐστιν ὀργῇ πει‐ |
| book 119b1.2 | σθείς· †ὀλοθρεύει† γὰρ αὕτη τὰς φρένας· „φρένας ἔφθιεν“ (Σ 446). T |
| book 119b2.1 | οἱονεὶ λοιγαλέῃσιν ἀπὸ τοῦ λοιγός. λέγει δὲ τῇ ὀργῇ πει‐ |
| book 119b2.2 | σθείς· ὀλεθρεύειν γὰρ ὁ θυμὸς τὰς φρένας εἴωθεν. b(BCE3E4) |
| book 120a.1 | ἐθέλω ἀρέσαι: ἐλευθερίως ὁμολογεῖ, ὃ Νέστωρ ἐκοινο‐ |
| book 120a.2 | ποιήσατο. b(BCE3E4)T |
| book 120b.1 | ἀπερείσια: ἵνα μὴ σμικροψυχίας ἕνεκεν δοκῇ τὸν στρα‐ |
| book 120b.2 | τὸν ἀποστερεῖν συμμαχίας. b(BCE3E4)T |
| book 121 | 〈ἐν πάντεσσι περικλυτὰ δῶρ’ ὀνομήνω:〉 δῆλον ὡς καὶ |
| book 121 | προεσκέπτετο τὰς Λιτάς. Til |
| book 122-56.1 | 〈ἕπτ’ ἀπύρους τρίποδας—θέμιστας:〉 διῄ‐ |
| book 122-56.2 | ρηται ἡ ὑπόσχεσις εἰς δύο τόπους καὶ χρόνους. διὰ δὲ τῆς ποικιλίας |
| book 122-56.3 | τῶν δώρων θηρεύειν οἴεται Ἀχιλλέα, εἴτε φιλότιμος, διὰ τῶν ἵππων, |
| book 122-56.4 | εἴτε φιλοχρήματος, πολὺν χρυσὸν καὶ χαλκὸν διδούς, εἴτε φιλογύνης |
| book 122-56.5 | εἴη, θυγατέρα πρὸς γάμον. b(BCE3E4)T |
| book 122-3.1 | ἀπύρουσ〈— / αἴθωνασ〉: ὡς πρὸς σύγκρισιν τῶν |
| book 122-3.2 | ἐμπυριβητῶν. αἴθωνας δὲ τοὺς εἰς πῦρ βαλλομένους· „ὡς δὲ λέβης |
| book 122-3.3 | ζεῖ ἔνδον“ (Φ 362). b(BCE3E4)T | αἴθων δὲ ἀπὸ τοῦ ὑπαίθεσθαι |
| book 122-3.4 | ἤτοι ὑποκαίεσθαι. b(BCE3) |
| book 122 | ἕπτ’ ἀπύρους: τοὺς μὴ εἰς πῦρ—ἐν τῷ οἴκῳ. A |
| book 122.1 | τάλαντα: τὰ νῦν †ἑξακισχιλίων λέγει† παρὰ—ταῦτα |
| book 122.2 | δὲ χρυσίου †τάλαντα. A |
| book 123a1.1 | δώδεκα δ’ ἵππους: ἱπποτρόφοι †Θεσσαλοί. καλῶς δὲ |
| book 123a1.2 | ὁ ἄρτιος τῶν ἵππων ἀριθμὸς ἱκανὸς πρὸς ἐπίζευξιν. T |
| book 123a2.1 | καλῶς δὲ καὶ τὸν ἄρτιον τῶν ἵππων ἀριθμὸν τίθησιν· b |
| book 123a2.2 | (BCE3E4) ἱκανῶς γὰρ ταῦτα πρὸς ἐπίζευξιν τυγχάνει. ἱππο‐ |
| book 123a2.3 | τρόφοι δὲ οἱ Θεσσαλοὶ ἀεί. b(BE3E4) |
| book 124a.1 | πηγούς {ἀθλοφόρους}: μέλανας· τούτους γὰρ ἀρί‐ |
| book 124a.2 | στους φασὶν οἱ περὶ ἵππων γράψαντες. b(BCE3E4)T ὁμοίως καὶ |
| book 124a.3 | „κύματι πηγῷ“ (ε 388. ψ 235), εἴγε ἀλλαχοῦ φησι „μέλαν τέ ἑ κῦμ’ |
| book 124a.4 | ἐκάλυψεν“ (Ψ 693, cf. ε 353). T τινὲς δὲ μεγάλους, εὐτραφεῖς, |
| book 124a.5 | ὑψαύχενας. b(BCE3)T |
| book 124b.1 | οἳ ἀέθλια ποσ〈σ〉ὶν ἄροντο: οὐκ ἐν Πελοποννήσῳ εἰσὶν |
| book 124b.2 | οἱ ἵπποι ἠγωνισμένοι (εἶεν γὰρ ἂν ἤδη γέροντες), ἀλλ’ ἐν Ἰλίῳ νενική‐ |
| book 124b.3 | κασιν ἐπιταφίους ἀγῶνας b(BCE3E4)T ἀγωνιζόμενοι. T |
| book 125-7.1 | οὔ κεν ἀλήϊος εἴη〈—μώνυχες ἵπποι〉: διακό‐ |
| book 125-7.2 | πτει τὸ ὁμοειδὲς τοῦ καταλόγου, τῶν δώρων τὸ ὁμοειδὲς ἐκκλίνων. |
| book 125-7.3 | ἅμα δὲ καὶ ἑκάστην μερίδα σπουδαίαν ἀποδείκνυσι καὶ δῶρα δώροις |
| book 125-7.4 | προστίθησι καὶ τὴν ἔπειτα χάριν αὔξει. b(BCE3)T |
| book 125a1.1 | ἀλήϊος: πένης, ἄπορος· ἤτοι δὲ ἀπὸ τοῦ μὴ ἔχειν χώραν |
| book 125a1.2 | σιτόσπορον, ἣν λήϊον καλεῖ, | ἢ ἀπὸ τοῦ μὴ ἔχειν λείαν· λείας δὲ λέγει |
| book 125a1.3 | τὰς ἀγέλας τῶν θρεμμάτων. A |
| book 125a2 | ἀλήϊος δὲ λέγεται ὁ μὴ ἔχων λήϊα. b(BCE3E4) |
| book 128a.1 | δώσω δ’ ἑπτὰ γυναῖκας: ἐντέχνως τῶν δώρων μέσας |
| book 128a.2 | ἔταξε τὰς γυναῖκας, ἵνα μὴ ὑπόνοιαν παράσχῃ ὡς ἀκρασίαν κατα‐ |
| book 128a.3 | ψηφιζόμενος αὐτοῦ. b(BCE3E4)T καὶ περὶ μὲν ὧν οἶδε, μαρτυρεῖ· |
| book 128a.4 | περὶ δὲ τῶν Ἰλιάδων „αἵ κε μετ’ Ἀργείην Ἑλένην b(BE3E4)T |
| book 128a.5 | κάλλισται ἔωσιν“ (Ι 140). T |
| book 128b.1 | {δώσω δ’ ἑπτὰ γυναῖκας} ἀμύμονα: ὅτι χωρὶς τοῦ ς |
| book 128b.2 | γραπτέον· οὐ γάρ ἐστι κατὰ τῶν γυναικῶν, ἀλλὰ κατὰ τῶν ἔργων. |
| book 128b.3 | ὕστερον δὲ (sc. Ι 270) ἐπὶ τῶν γυναικῶν, „αἳ κάλλει ἐνίκων“ (Ι 130). T |
| book 128c1.1 | 〈ἀμύμονα:〉 οὕτως Ἀρίσταρχος, Ζηνόδοτος δὲ „ἀμύ‐ |
| book 128c1.2 | μονασ“. T |
| book 128c2 | Ἀρίσταρχος μετὰ τοῦ ς „ἀμύμονασ“. Aim Aint |
| book 129-30.1 | 〈ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλεν αὐτός / ἐξελό‐ |
| book 129-30.2 | μην:〉 τὸ αὐτός βέλτιον ἐπὶ τοῦ Ἀχιλλέως †ἄκουσον† καὶ τοῖς ἄνω |
| book 129-30.3 | συναπτέον. A |
| book 129-30 | Λεσβίδας: παρὰ Λεσβίοις ἀγὼν—†μιθύμνην πυρίαν |
| book 129-30.5 | μιτυλήνην. A |
| book 129.1 | ἃς ὅτε Λέσβον: πιθανῶς ἔπαινον Ἀχιλλέως παρέμιξε καὶ |
| book 129.2 | μόνον οὐχὶ παραχωρήσειν αὐτῷ τῶν αὐτοῦ σκύλων φησίν. ἅμα δὲ καὶ |
| book 129.3 | ὑπ’ ὄψιν αὐτῷ τὴν δωρεὰν ἄγει, ἐμφαίνων ὅτι ἃ οἶδεν ἐκεῖνος δίδωσιν. |
| book 129.4 | ἁπλοῦν δὲ τὸ ἦθος, καὶ πάντα πρὸς πειθώ. b(BCE3E4)T |
| book 130a.1 | ἐξελόμην: Ἀρίσταρχος ψιλοῖ καὶ πρόθεσιν παραδέχεται |
| book 130a.2 | ὥστε εἶναι ἓν μέρος λόγου. A |
| book 130b.1 | ἐξελόμην: Ζηνόδοτος δασύνει τὸ εξ, ἀριθμὸν αὐτὸ ἐκ‐ |
| book 130b.2 | δεχόμενος, οὐχ ὑγιῶς· φησὶ γὰρ „ἀτὰρ ὀγδοάτη〈ν〉“ (Τ 246). ἄλλως |
| book 130b.3 | τε οὐ δῶρον Βρισηΐς. T |
| book 131.1 | μετὰ δ’ ἔσσεται: ὅτι ἐντεῦθεν πλανηθεὶς Ζηνόδοτος συνα‐ |
| book 131.2 | ριθμεῖσθαι ἐν ταῖς ἑπτὰ (cf. Ι 128) καὶ τὴν Βρισηΐδα ἔδοξεν· καὶ ἐν ἄλ‐ |
| book 131.3 | λοις γράφει „ἐκ δ’ ἄγεν ἑπτὰ γυναῖκας ἀμύμονα ἔργ’ εἰδυίας / ἕξ, ἀτὰρ |
| book 131.4 | ἑβδομάτην Βρισηΐδα καλλιπάρῃον“ (cf. Τ 245—6). ἔστι δὲ ἐκτὸς ἡ |
| book 131.5 | Βρισηΐς. A |
| book 132a1.1 | 〈κούρην Βρισῆος· καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι:〉 |
| book 132a1.2 | Ἀρίσταρχος „κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμοῦμαι“. Aint |
| book 132a2.1 | 〈κούρην Βρισῆος:〉 Αὐτόχθων δίχα τοῦ ν „κούρη |
| book 132a2.2 | Βρισῆοσ“. Til |
| book 132a3 | δίχα τοῦ ν τὸ „κούρη“. b(BCE3) |
| book 132b.1 | ὅρκον ὀμοῦμαι: διὰ τοῦ ὅρκου τὸν ζῆλον τοῦ ἔρωτος |
| book 132b.2 | τοῦ Ἀχιλλέως θεραπεύει καὶ τὸ σῶφρον ἑαυτοῦ ἐνδείκνυται, διὰ φιλο‐ |
| book 132b.3 | τιμίαν, οὐκ ἀκρασίας ἕνεκεν ἀφελόμενος Βρισηΐδα. b(BCE3E4)T |
| book 133a1.1 | μήποτε τῆς εὐνῆς ἐπιβήμεναι: ὅτι ἔξωθεν δεῖ λαβεῖν |
| book 133a1.2 | τὸ ἄρθρον· τὸ γὰρ τῆς νῦν ἀντὶ τοῦ ταύτης παρείληπται, καὶ ἔστιν ὁ |
| book 133a1.3 | λόγος ‘μήποτε τῆς ταύτης εὐνῆς ἐπιβήμεναι‘. A |
| book 133a2.1 | λείπει τὸ ἄρθρον. καὶ „εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν“ |
| book 133a2.2 | (β 206). Til |
| book 134a1.1 | ἣ θέμις 〈ἀνθρώπων πέλει, ἀνδρῶν ἠδὲ γυναι‐ |
| book 134a1.2 | κῶν〉: τὸ η τὸ πρῶτον δασυντέον· ἔστι γὰρ ἰσοδυναμοῦν τῷ ὥς· |
| book 134a1.3 | διὸ καὶ ὁ τέ προστίθεται σύνδεσμος πολλάκις· ὡς γὰρ λέγομεν „ὥς |
| book 134a1.4 | τε γὰρ ἢ παῖδες νεαροί“ (Β 289), οὕτως „ἥ τε ξείνων θέμις ἐστίν“ (ι |
| book 134a1.5.1 | 268). τὸ δὲ ἠδέ ψιλωτέον· σύνδεσμος γάρ ἐστιν ἰσοδυναμῶν τῷ καί, |
| book 134a1.5.2 | ὁμοίως τῷ „ἠδ’ εὔφρονα καρπὸν ἀμᾶσθαι“ (Hsd. opp. 775). | βραχὺ |
| book 134a1.5.3 | δὲ διασταλτέον ἐπὶ τὸ πέλει· σαφέστερος γὰρ γίνεται ὁ νοῦς· ‘ὅπερ |
| book 134a1.5.4 | ἐστὶν ἔθος ἀνθρώποις, ἀνδράσιν τε καὶ γυναιξίν‘. A |
| book 134a2.1 | δασυντέον τὸν η καὶ ὀξυντέον, ἰσοδυναμοῦντα τῷ ὥς. |
| book 134a2.2 | b(BE3)Til |
| book 134b.1 | ἣ θέμις ἀνθρώπων: θαυμασίως φύσεως νόμῳ τὴν αἰ‐ |
| book 134b.2 | σχρὰν λέξιν ἐκάλυψε, τὰ τῆς συμπλοκῆς ταπεινὰ καὶ ἀνθρώπινα τι‐ |
| book 134b.3 | μιωτάταις προσηγορίαις ἐπισκιάζων. b(BE3E4)T |
| book 135-41a1.1 | 〈ταῦτα μὲν αὐτίκα—ἱκοίμεθ’:〉 εἰς τρεῖς |
| book 135-41a1.2 | δὲ χρόνους ἡ διαίρεσις γέγονεν, εἰς τὸ αὐτίκα πάντα (135), εἰς τὸ εἰ |
| book 135-41a1.3 | δέ κεν αὖτε/ ἄστυ μέγα (135—6) καὶ εἰς τὸ εἰ δέ κεν Ἄργος ἱκοί‐ |
| book 135-41a1.4 | μην (141). b(BE3E4) |
| book 135-41a2 | ὥστε εἰς τρεῖς καιροὺς ἡ διαίρεσις. Til |
| book 137a.1 | νῆα ἅλις χρυσοῦ〈—νηησάσθω〉: ὅτι παρετυ‐ |
| book 137a.2 | μολογεῖ τὴν ναῦν ἀπὸ τοῦ νῆσαι, ὅ ἐστι σωρεῦσαι. καὶ ἐν Ὀδυσσείᾳ τὰ |
| book 137a.3 | ὀνόματα ἀπὸ τοῦ ἐτύμου λαμβάνει, Τερπιάδην τὸν Φήμιον (cf. Χ |
| book 137a.4 | 330—1) ἀπὸ τοῦ τέρπειν τὸν κιθαρῳδόν· ὁ αὐτὸς ἄρα ποιητής. A |
| book 137b.1 | 〈νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηησάσθω:〉 ἄδηλον, |
| book 137b.2 | πότερον δύο ἢ μίαν. πολύχρυσοι δὲ ἐξ ἀρχῆς οἱ βάρβαροι. Til |
| book 139.1 | αὐτὸς ἑλέσθω: τὴν δωρεὰν ἡ ἐκλογὴ ποιεῖ μείζω μακράν |
| book 139.2 | τε αὐτὸν τίθησι τοῦ γυναικείου πόθου. b(BCE3E4)T |
| book 140a.1 | αἵ κε μετ’ Ἀργείην 〈Ἑλένην κάλλισται ἔωσιν〉: ὅτι |
| book 140a.2 | ἔνιοι ὑποτάσσουσι στίχον „τὴν γὰρ ἀπ’ αὖτις ἐγὼ δώσω ξανθῷ |
| book 140a.3 | Μενελάῳ“, εὐήθως πάνυ. A |
| book 140b.1 | 〈αἴ κε:〉 τὸ αἴ 〈κεν〉 ἀντὶ τοῦ ἐάν, ἐπεὶ καὶ τὸ ἔωσιν |
| book 140b.2 | ὑποτακτικόν. Til |
| book 140c.1 | αἵ κε μετ’ Ἀργείην Ἑλένην 〈κάλλισται ἔωσιν〉: |
| book 140c.2 | οὐχ ὡς αἰχμάλωτον, ἀλλ’ ὡς πρεσβεύουσαν ἁπασῶν ἐν κάλλει. A |
| book 140c.3 | b(BCE3E4)T |
| book 141a.1 | εἰ δέ κεν Ἄργος 〈ἱκοίμεθ’ Ἀχαιϊκόν〉: ὅτι τὴν Πελο‐ |
| book 141a.2 | πόννησον Ἀχαιϊκὸν Ἄργος λέγει καὶ Ἴασον, „εἰ πάντες σε ἴδοιεν |
| book 141a.3 | ἀν’ Ἴασον Ἄργοσ“ (ς 246), „Πελασγικὸν“ δὲ „Ἄργοσ“ (Β 681) τὴν Θεσσα‐ |
| book 141a.4 | λίαν. A |
| book 141b1 | 〈οὖθαρ ἀρούρης:〉 τρόφιμον τῆς γῆς. Til |
| book 141b2 | τῆς γῆς τὸ τροφιμώτερον. b(BCE3E4) |
| book 143a.1 | τηλύγετος: μονογενής, ἢ μεθ’ ὃν οὐ παιδοποιεῖ τις. τι‐ |
| book 143a.2 | νὲς δέ φασι λείπειν τὸ ὥς. b(BCE3E4)T |
| book 143b.1 | 〈τηλύγετος:〉 ὅτι ἀγαπητὸς μόνος ἐπὶ ταῖς θηλείαις. |
| book 143b.2 | Aim |
| book 143b | {ὅς μοι} τηλύγετος: ἀγαπητός, —Κλυταιμνήστρας. A |
| book 143b | θαλίῃ ἔνι πολλῇ: ἐν πολλῇ—τοὺς εὐωχουμένους. A |
| book 144.1 | τρεῖς δέ μοί εἰσι θύγατρες: εἰς ὃ μάλιστα λυπεῖ αὐτὸν |
| book 144.2 | λέγων· „κούρην δ’ οὐ γαμέω Ἀγαμέμνονοσ“ (Ι 388). T |
| book 145a.1 | 〈Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα:〉 ὅτι οὐκ |
| book 145a.2 | οἶδε τὴν παρὰ τοῖς νεωτέροις σφαγὴν Ἰφιγενείας. Aim |
| book 145b.1 | Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα: οἰκεῖα θυ‐ |
| book 145b.2 | γατράσι βασιλέως τὰ ὀνόματα· τρία γὰρ συνέχει τὴν ἀρχήν, νόμος |
| book 145b.3 | ὀρθός, ἔπειτα κρίσις καὶ ἰσχύς. A b (BCE3E4)T |
| book 146a.1 | τάων ἥν κε θέλῃσι〈—ἀγέσθω〉: διὰ τῆς ἐπιγα‐ |
| book 146a.2 | μίας πιστοῦται τὴν φιλίαν, ὅπως μὴ δοκῇ πρὸς τὴν χρείαν κολακεύειν |
| book 146a.3 | b(BCE3E4)T ὑπούλως ἔχων. T |
| book 146b.1 | 〈ἀνάεδνον:〉 ὅτι ἕδνα ἐδίδοσαν οἱ νυμφίοι ταῖς παρθέ‐ |
| book 146b.2 | νοις. Aint |
| book 147a1 | ἐπιμείλια {δώσω}: Ἀρίσταρχος ἓν μέρος λόγου παρέ‐ |
| book 147a1.1 | λαβεν ὡς ἐπιφέρνια. Ἀπολλόδωρος (FGrHist. 244, 248) δὲ διαλύει, |
| book 147a1.2 | „ἐπί“, εἶτα „μείλια“· οὕτως δὲ καὶ Ἀλεξίων (fr. 36 B.). καὶ ἔστι τὸ |
| book 147a1.3 | ἑξῆς ἐπιδώσω μείλια. Τρύφων (fr. 98 V.) δὲ ζητεῖ περὶ τοῦ τόνου, πό‐ |
| book 147a1.5.1 | τερον ὡς ποίμνια ἢ ὡς παιδία. ἡμῖν δὲ δοκεῖ τὸ προπαροξυνόμενον |
| book 147a1.5.2 | πλέον εἶναι, σπάνιον δὲ τὸ παροξυνόμενον, εἰ οὕτως ὁρισαίμεθα· τὰ |
| book 147a1.5.3 | διὰ τοῦ ιον οὐδέτερα μονογενῆ τρισύλλαβα, μὴ ὄντα ὑποκοριστικά, |
| book 147a1.5.4 | εἰ ἔχοι τὴν τρίτην ἀπὸ τέλους φύσει μακρὰν διὰ τοῦ ι ἐκφερομένην ἤτοι |
| book 147a1.5.5 | μόνου ἢ καὶ σὺν ἑτέρῳ φωνήεντι, προπαροξύνεται, „Ἴλιον“ (Ο 71 al.), |
| book 147a1.10.1 | ποίμνιον †σίγιον† λείριον αἴτιον· οὕτως καὶ μείλιον. σπάνια δὲ τὰ |
| book 147a1.10.2 | παροξυνόμενα, ὥσπερ τὸ „ἰνίον“ (Ε 73)· τὸ γὰρ „τειχίον“ (π 165. |
| book 147a1.10.3 | 343) ὑποκοριστικὸν καὶ τὸ κλειδίον. A |
| book 147a2.1 | {ἐπιμείλια δώσω:} Ἀρίσταρχος ὑφ’ ἓν ὡς ἐπιφέρνια, |
| book 147a2.2 | Ἀπολλόδωρος κατὰ διάλυσιν. T |
| book 147b.1 | 〈ἐγὼ δ’ ἐπὶ μείλια δώσω:〉 ὅτι καὶ ὑπὸ τῶν πατέρων |
| book 147b.2 | ἐπεδίδοτο ταῖς θυγατράσιν, οὐχ ὑπὸ τῶν ἀνδρῶν μόνον ἐπέμπετο, ἃ |
| book 147b.3 | λέγει 〈***〉. | μείλια δέ εἰσιν, οἷς μειλίσσονται τοὺς ἄνδρας. τὴν |
| book 147b.4 | προῖκα δὲ λέγει τὴν ἡδέως διατιθεμένην τὴν ψυχήν. | Ἀρίσταρχος δὲ |
| book 147b.5 | 〈***〉 ἐπιφέρνια. A |
| book 148 | 〈ὅσς’ οὔ πώ τις ... ἐπέδωκε:〉 ὅτι οὐ λέγει ‘ὅ τι πρῶτος |
| book 148 | ἐπιδέδωκα‘. Aim |
| book 149.1 | ἑπτὰ δέ οἱ δώσω〈—〉πτολίεθρα: ἄδηλον, εἴτε |
| book 149.2 | φερνὴν ἐπὶ τῇ θυγατρὶ καὶ ταύτας δίδωσι τὰς πόλεις, ἢ ἔξωθεν, ὡς καὶ |
| book 149.3 | τὰ ἄλλα δῶρα. b(BCE3)T ἄμεινον δὲ ἀντὶ φερνῆς αὐτὰς ἡγεῖσθαι. |
| book 149.4 | b(BE3) |
| book 150-2.1 | Καρδαμύλην Ἐνόπην τε〈—Πήδασον ἀμπε‐ |
| book 150-2.2 | λόεσσαν〉: Μεσσηνίδες αὗται πόλεις, ἡ δὲ Μεσσήνη εἰς τὸν Λακεδαι‐ |
| book 150-2.3 | μονίων †νόμον† πάλαι συνετέλει. πῶς οὖν, φασίν, Ἀγαμέμνων ταύτας |
| book 150-2.4 | δίδωσιν οὐκ οὔσας ἑαυτοῦ; καὶ οἱ μὲν Κλυταιμνήστρας εἶναι, ἢ ὅτι κοινὰ |
| book 150-2.5.1 | ἡγεῖται τὰ τοῦ ἀδελφοῦ ὡς κἀκεῖνος τὴν Αἴθην (cf. Ψ 295): b(BCE3E4) |
| book 150-2.5.2 | T εἰ δὲ ὑπὸ Μενελάῳ εἰσί, καὶ Μενέλαος αὐτὸν ἱκετεύει. διὰ τί δὲ οὐ |
| book 150-2.5.3 | μέμνηται αὐτῶν ἐν τῷ Καταλόγῳ; ὅτι νεωστὶ ὑπὸ τῶν Διοσκούρων |
| book 150-2.5.4 | ἦσαν πορθηθεῖσαι, τῶν δὲ πεπορθημένων οὐ ποιεῖ συμμαχίαν, ὡς |
| book 150-2.5.5 | οὐδὲ Νηρίκου (cf. ω 377)· φύσει γάρ εἰσι πολέμιοι τοῖς πορθήσασιν· |
| book 150-2.10.1 | ἢ περὶ αὐτῶν φησιν, ἐν οἷς λέγει „Αἰγιαλόν τ’ ἀνὰ πάντα καὶ ἀμφ’ |
| book 150-2.10.2 | Ἑλίκην εὐρεῖαν“ (Β 575). T μεγάλη δὲ ἡ δόξα Ἀχιλλεῖ, ὅταν καὶ |
| book 150-2.10.3 | τῶν πόρρω χωρίων ἄρχῃ, διὰ δὲ τῶν ἐπιθέτων σεμνοποιῶν μικροῦ |
| book 150-2.10.4 | δεῖν τῆς Πηλέως ἀρχῆς μείζους φησὶν αὐτάς· διάφοροι μὲν γάρ εἰσι τοῖς |
| book 150-2.10.5 | καρποῖς, ποικίλαι δὲ ταῖς φύσεσι τῶν ζώων, φιλάνθρωποι ταῖς κατοι‐ |
| book 150-2.15 | κίαις, εὐνομώταται ταῖς ἀγωγαῖς (cf. Ι 154—6). b(BCE3E4)T |
| book 150a1.1 | Ἱρήν: Ἀρίσταρχος ὀξύνει ὁμοίως τῷ ἐπιθετικῷ τῷ |
| book 150a1.2 | „ἱρήν“ (Δ 416 al.). εἰσὶ δὲ οἳ βαρύνουσιν εἰς ἰδιότητα, ὥσπερ ἐδηλώ‐ |
| book 150a1.3 | σαμεν (sc. ad Β 739; ad Β 646 non exstat) ἐπὶ τοῦ „Ῥίπην τε Στρατίην τε“ (Β 646), „Ὄρθην“ (Β 739). |
| book 150a1 | ἡ δὲ αὐτὴ ἀναλογία ἐχώρει καὶ ἐπὶ τῶν εἰς ος· καὶ πάλιν ἐπ’ ἐκείνων |
| book 150a1.5.1 | ἐλέγομέν τινα ὁμοτόνως μένειν, οὕτως καὶ ἐπὶ τούτων. καὶ ἔστιν ὁρί‐ |
| book 150a1.5.2 | σασθαι τὰ μείναντα 〈ὅτι〉 ἐπαίνων ὀνόματά ἐστιν, οὐκ ἀντιστρέφον‐ |
| book 150a1.5.3 | τος τοῦ κανόνος· οὐ γὰρ τὰ ἐπὶ ἐπαίνου μένει. καὶ τῶν μὲν τρεπόντων |
| book 150a1.5.4 | ἀρητή, „Ἀρήτη“ (η 54), τῶν δὲ μεινάντων Πινυτή· „μήτηρ πινυτή“ |
| book 150a1.5.5 | (υ 131), „Ἀγαυή“ (Σ 42). οὕτως καὶ Ἱρή. A |
| book 150a2 | Ἀρίσταρχος ὀξύνει τὸ Ἱρήν ὁμοίως τῷ ἐπιθέτῳ. Til |
| book 153a1.1 | 〈πᾶσαι δ’ ἐγγὺς ἁλός:〉 ἵνα καὶ τῶν ἐκ θαλάσσης ἀπο‐ |
| book 153a1.2 | λαύ〈σ〉ειεν ἀγαθῶν παραλίων οὐσῶν. Til |
| book 153a2.1 | παράλιοι δέ εἰσιν, ἵνα καὶ τῶν ἐκ θαλάσσης ἀγαθῶν ἀπο‐ |
| book 153a2.2 | λαύωσι παρακείμεναι αὐτῇ. b(BCE3E4) |
| book 153b.1 | 〈νέαται:〉 ὅτι ἀντὶ τοῦ ναίονται. ἔνιοι δὲ ἀντὶ τοῦ ἔσχα‐ |
| book 153b.2 | ται, οὐκ εὖ. Aim |
| book 153c.1 | νέαται: ὡς „κέαται“ (Λ 659 al.). σημαίνει δὲ τὸ ναίονται, |
| book 153c.2 | γενόμενον παρὰ τὸ νῶ, οὗ παράγωγον ναίω. ὅσοι δὲ παροξύνουσιν, ὡς |
| book 153c.3 | ἐπὶ τοῦ ἔσχαται κατὰ τὸ νοητὸν παραλαμβάνουσιν· οὐδ’ ἐνθάδε δὲ |
| book 153c.4 | ὑγιῶς παροξύνουσιν· ὀφείλει γὰρ ὁμοτονεῖν τῷ νέατοι. | Ἀπολλώνιος |
| book 153c.5 | (Frg. p. 110, 15) δὲ διὰ τοῦ κ γράφει „κέαται“. A |
| book 153d1.1 | νέαται: ὡς „κέαται“ (Λ 659 al.). καὶ σημαίνει τὸ οἰκοῦν‐ |
| book 153d1.2 | ται ἀπὸ τοῦ νῶ γεγονός, οὗ παράγωγον τὸ †νεάω. | ὁ δὲ Νικάνωρ |
| book 153d1.3 | (p. 199 Friedl.) ὄνομά φησι τὸ νέαται καὶ πρὸς ἄμφω χωρεῖν δύνα‐ |
| book 153d1.4 | σθαι, ὡς „τηλοῦ ἐπ’ Ἀλφειῷ νεάτη Πύλου ἠμαθόεντοσ“ (Λ 712). | |
| book 153d1.5 | Ἀπολλόδωρος (FGrHist 244, 306) δὲ γράφει „κέαται“· T |
| book 153d2.1 | ὁμοίως τῷ „κέαται“. σημαίνει δὲ τὸ οἰκοῦνται ἀπὸ τοῦ |
| book 153d2.2 | νῶ τοῦ δηλοῦντος τὸ οἰκῶ, οὗ παράγωγον νέω καὶ πλεονασμῷ νεάω. |
| book 153d2 | b(BCE3E4) |
| book 154.1 | 〈πολύρρηνες:〉 διὰ τοῦ ἑτέρου ρ τὸ πολύρρηνες αἱ |
| book 154.2 | Ἀριστάρχου. Aint |
| book 155a1.1 | θεὸν ὣς τι〈μή〉σουσιν: ὡς θεῷ τὰς τῶν ὄντων προσά‐ |
| book 155a1.2 | γοντες ἀπαρχάς. T |
| book 155a2.1 | ὡς θεῷ, φησί, προσάγοντες τὰς ἀπαρχὰς τῶν ὄντων. b |
| book 155a2.2 | (BCE3E4) |
| book 155 | 〈τιμήσουσι:〉 Ἀρίσταρχος „τιμήσονται“. Aint |
| book 156a | καί οἱ ὑπὸ σκήπτρῳ 〈λιπαρὰς τελέουσι θέμιστασ〉: |
| book 156a.1 | καὶ ὑπ’ αὐτοῦ βασιλευόμενοι εἰρηνικῶς βιώσονται. | ὅσα δεῖ βασιλέα |
| book 156a.2 | —λαμπροὺς φόρους τελέσουσιν. | ἡ διπλῆ δέ, ὅτι χρόνος ἐνήλλα‐ |
| book 156a.3 | κται, τελέουσι ἀντὶ τοῦ τελέσουσιν. A |
| book 156b | καί οἱ ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας: |
| book 156b.1 | οὐ στασιαζόντων, ἀλλὰ πειθαρχούντων ἀνδρῶν ἄρξει. b(BCE3E4) |
| book 156b.2 | T | τελέουσι δὲ ἀντὶ τοῦ τελέσουσιν. | λιπαρὰς δὲ τὰς θέμιστας κα‐ |
| book 156b.3 | λῶν τοῦτο δηλοῖ ὅτι τὸ κρίνειν καλῶς εὐδαιμονίαν ἄγει. b(BE3E4)T |
| book 158a1.1 | 〈δμηθήτω:〉 παρὰ Ζηνοδότῳ καὶ Ἀριστοφάνει „καμ‐ |
| book 158a1.2 | φθήτω“. Aim |
| book 158a2 | Ἀριστοφάνης „καμφθήτω“. Til |
| book 158b.1 | δμηθήτω· 〈Ἀΐδης τοι ἀμείλιχος ἠδ’ ἀδάμαστοσ〉: |
| book 158b.2 | διὰ τί οἱ μὲν ἄλλοι θεοὶ στρεπτοὶ λέγονται (cf. Ι 497), τὸν δὲ Ἅιδην ἀνελεήμονά |
| book 158b.3 | φησιν; ὅτι ἐκεῖνοι μὲν περὶ τῶν εἰς ἑαυτοὺς χαλεπαίνουσιν ἁμαρτημά‐ |
| book 158b.4 | των (διὸ καὶ συγγινώσκουσιν), ὁ δὲ περὶ τῶν ἰδίων καὶ ἀλλοτρίων· |
| book 158b.5.1 | διὸ ἀνελεής ἐστιν· ὅθεν ἐν οὐδεμιᾷ πόλει Ἅιδου βωμός ἐστιν. Αἰσχύ‐ |
| book 158b.5.2 | λος (fr. 161 N.2 = 279 b1 M. = 161 R.)· „μόνος θεῶν γὰρ θάνατος οὐ δώρων |
| book 158b.5.3 | ἐρᾷ, / οὐδ’ ἄν τι θύων οὐδ’ ἐπισπένδων λάβοις, / οὐδ’ ἔστι βωμός, οὐδὲ |
| book 158b | παιωνίζεται“. A b (BCE3E4)T |
| book 158c.1 | ἀμείλιχος ἠδ’ ἀδάμαστος: ἀμείλιχος ἀγοήτευτος, |
| book 158c.2 | ἀδάμαστος ἀτεράμων, ὅ ἐστιν ἀκαμπής· δύο γάρ εἰσιν, οἷς πείθομεν, |
| book 158c.3 | λόγῳ καὶ βίᾳ. διὰ δὲ τοῦ Ἅιδου ἐδήλωσεν ὡς, †ἐάν τίς ἐστιν ἀμείλιχος, |
| book 158c.4 | βδελυρὸς ἔσται πᾶσιν. b(BCE3E4)T |
| book 158-60.1 | δμηθήτω〈— / καί μοι ὑποστήτω〉: ἀναγκαῖον |
| book 158-60.2 | μετὰ τὰ δῶρα παράκλησιν ἐπαγαγεῖν διὰ τὸ ὑπεκκλίνειν τὸ ἀλαζονι‐ |
| book 158-60.3 | κόν. b(BCE3E4)T | τὸ ἑξῆς δμηθήτω καί μοι ὑποστήτω, τὸ δὲ |
| book 158-60.4 | Ἅιδης τοι 〈ἀμείλιχος—ἁπάντων〉 (158—9) διὰ μέσου. T |
| book 159.1 | τούνεκα καί τε βροτοῖσι 〈θεῶν ἔχθιστος ἁπάντων〉: |
| book 159.2 | φησὶν ὁ Ἀρίσταρχος ὅτι A ἔνιοι ὑποτάσσουσι τούτῳ „οὕνεκ’ |
| book 159.3 | ἐπεί κε λάβῃσι πέλωρ ἔχει οὐδ’ ἀνίησιν“· AT οὐκ εἶναι δὲ ἀναγ‐ |
| book 159.4 | καῖον. A |
| book 160-1.1 | καί μοι ὑποστήτω, ὅσ〈σ〉ον βασιλεύτερός εἰμι / |
| book 160-1.2 | ἠδ’ ὅσσον γενεῇ προγενέστερος: ὡσανεὶ δέησιν προσάγει τὴν |
| book 160-1.3 | ἡλικίαν καὶ τὸ σκῆπτρον, οἷς εἴκουσι καὶ μεγαλόφρονες. ἐξέφυγε δὲ τὸ |
| book 160-1.4 | ἐλεεινόν, εἴκειν αὐτὸν ἀξιῶν τοῖς μείζοσιν ἀξιώμασιν. b(BCE3E4)T |
| book 160.1 | ὅσσον βασιλεύτερός εἰμι: ὅτι τὸ ὅσσον οὐκ ἔστι πλή‐ |
| book 160.2 | θους, ἀλλ’ ἀντὶ τοῦ καθ’ ὅσον εἰμὶ βασιλικώτερος. A |
| book 161.1 | 〈ἠδ’ ὅσσον γενεῇ προγενέστερος:〉 καὶ ὁ Νέστωρ |
| book 161.2 | „ἄμφω 〈δὲ〉 νεωτέρω ἐστὸν ἐμεῖο“ (Α 259). Til |
| book 164 | διδοῖς: ὡς ὀρθοῖς. οὕτως καὶ Ἀρίσταρχος· καὶ γὰρ τὸ τρί‐ |
| book 164 | τον „εἰ μὲν γὰρ μὴ δῶρα διδοῖ“ (Ι 515 + 519). A |
| book 165a.1 | {ἀλλ’ ἄγετε} κλητοὺς 〈ὀτρύνομεν〉: ὅτι τοὺς ἀπὸ τοῦ |
| book 165a.2 | καλεῖσθαι αἱρουμένους. καὶ ἐν Ὀδυσσείᾳ (ρ 386)· „οὗτοι γὰρ κλητοί |
| book 165a.3 | γε“. καὶ τὸ ὀτρύνομεν ἀντὶ τοῦ ὀτρύνωμεν. A |
| book 165b1.1 | κλητοὺς ὀτρύνομεν: τοὺς ἐξ ὀνόματος πρέσβεις. κα‐ |
| book 165b1.2 | λῶς δὲ πρέσβεις πέμπει, ὅπως ἢ πείσωσιν ἢ πρᾳότερον αὐτὸν ἀπερ‐ |
| book 165b1.3 | γάσωνται. b(BCE3E4)T |
| book 165b2 | πρέσβεις | ἐπιλέκτους ἢ ἐξ ὀνόματος †καλέσαντες. Aint |
| book 165c.1 | τάχιστα: διὰ τὸν ἐπείγοντα καιρὸν τῆς νυκτός. b |
| book 165c.2 | (BCE3E4)T |
| book 167a | 〈ἐγώ:〉 Ἀρίσταρχος ἐγώ, ἄλλοι δὲ „ἐγών“. Aim |
| book 167b.1 | 〈ἐπιόψομαι:〉 φησὶν ἐπικρινῶ τοὺς ἀποσταλησομένους. |
| book 167b.2 | Til |
| book 167c.1 | οἱ δέ: βαρυτονητέον· δύο γὰρ μέρη λόγου, ἀντὶ τοῦ οὗ‐ |
| book 167c.2 | τοι δέ. εἰσὶ δὲ οἳ προπεριέσπασαν, οὐκ εὖ· χρεία γάρ ἐστι τοῦ δέ συν‐ |
| book 167c.3 | δέσμου. | ἐζήτηται δέ, πῶς μᾶλλον—ἕνα καὶ δύο. A |
| book 167d.1 | εἰ δ’ ἄγε, τοὺς ἂν ἐγὼ ἐπιόψομαι, 〈οἱ δὲ πιθέ‐ |
| book 167d.2 | σθων〉: αὐτὸς οὐκ ἄπεισιν ἢ διὰ τὸ γῆρας—„Νεστορέῃ“ γοῦν „πα‐ |
| book 167d.3 | ρὰ νηΐ“ (Β 54)—, ἢ καὶ ὑποπτεύεσθαι παρὰ τῷ Ἀχιλλεῖ νομίζει ὡς |
| book 167d.4 | ἐκπληρῶν τὴν αὐτοῦ ἀπουσίαν, τοῦτο μὲν τῇ διατάξει τοῦ στρατοῦ, |
| book 167d.5.1 | „ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ“ (Β 363), τοῦτο δὲ τάφρον περιβαλ‐ |
| book 167d.5.2 | λόμενος καὶ τεῖχος, ὃ καὶ Ἀχιλλεὺς ὀνειδίζει „ἦ μὲν δὴ μάλα πολλὰ |
| book 167d.5.3 | πονήσατο νόσφιν ἐμεῖο, / καὶ δὴ τεῖχος ἔδειμε“ (Ι 348—9): b(BCE3E4) |
| book 167d.5.4 | T ἢ ὅτι εἶπεν „τούσδε δ’ ἔα φθινύθειν ἕνα καὶ δύο“ (Β 346). εἰ δὲ |
| book 167d.5.5 | ἐν τῷ ἐπιταφίῳ (cf. Ψ 616—50) φιάλην αὐτῷ ἐδωρήσατο, οὐδὲν θαυ‐ |
| book 167d.10.1 | μαστόν, εἰ τὴν ἔχθραν καταθέμενος τὴν πρὸς τὸν Ἀγαμέμνονα λύει καὶ |
| book 167d.10.2 | τὴν πρὸς Νέστορα ὑποψίαν. ἢ ἀδήλου ὄντος, εἰ πείσειε, καλῶς ἑτέρους |
| book 167d.1 | ἔπεμψεν· πεισάντων γὰρ ἤμελλεν αὐτὸς ἔχειν τὴν δόξαν †ὡσεὶ ἡγησά‐ |
| book 167d.2 | μενος†, ἀποτευχθείσης δὲ τῆς ἱκεσίας αἰτίαν εἶχον οἱ πρέσβεις ἐνδεῶς |
| book 167d.3 | διειλεγμένοι. b(BE3E4)T ἢ συμπεριλαμβάνοι ἑαυτὸν Ἀγα‐ |
| book 167d.15.1 | μέμνονι ἐντευξόμενον. | τὸ δὲ ἐγὼ ἄνευ τοῦ ν. | δύο δὲ μέρη λόγου τὸ |
| book 167d.15.2 | οἱ δέ, ἵν’ ᾖ οὗτοι δέ. T |
| book 167e.1 | 〈οἱ δὲ πιθέσθων:〉 λεληθότως ἑαυτὸν τῆς πρεσβείας |
| book 167e.2 | ὑπεξέκλεψεν. Til |
| book 168a.1 | Φοῖνιξ μὲν πρώτιστα 〈Διῒ φίλος ἡγησάσθω〉: ὅτι ὁ |
| book 168a.2 | Φοῖνιξ προέρχεται καὶ οὐ συμπρεσβεύει τοῖς περὶ τὸν Ὀδυσσέα ὥστε |
| book 168a.3 | μὴ συγχεῖσθαι διὰ τῶν ἑξῆς τὰ δυϊκά. A |
| book 168b.1 | Φοῖνιξ μὲν 〈πρώτιστα Διῒ φίλος ἡγησάσθω〉: ἀπὸ |
| book 168b.2 | τῆς Ἀχιλλέως σκηνῆς δεῖ νοεῖν ἥκειν τὸν Φοίνικα ὡς ἐπὶ θέαν τῆς |
| book 168b.3 | μάχης, ὅτι ἐδόκουν ἐν ἐσχάτοις εἶναι κινδύνοις συνελασθέντες εἰς τὸ |
| book 168b.4 | τεῖχος, κἀνταῦθα γενόμενον κατασχεθῆναι ὑπὸ τῶν ἀριστέων εἰς τὴν |
| book 168b.5.1 | εὐωχίαν· b(BCE3E4)T ἐθεράπευον γὰρ αὐτὸν ὡς τροφέα Ἀχιλ‐ |
| book 168b.5.2 | λέως. ἴσως δὲ καὶ συμβιβάσαι αὐτοὺς θέλων παρῆν καὶ ἰάσασθαι τὴν |
| book 168b.5.3 | ὀργὴν Ἀχιλλέως. πέμπεται οὖν ὁ Φοῖνιξ οὐχ ὡς πρεσβευτής—δύο |
| book 168b.5.4 | γὰρ ἦν ἔθος πρεσβεύειν, ὡς „ἄνδρε δύω κρίνασ“ (ι 90) καὶ „ἀγγελίην |
| book 168b.5.5 | ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆι“ (Λ 140)—, ἀλλ’ ἵνα τοῖς πρεσβευταῖς |
| book 168b.10.1 | συλλάβηται· διό φησιν Φοῖνιξ ἡγησάσθω, ὡς ἐκεῖθεν ἥκοντος αὐ‐ |
| book 168b.10.2 | τοῦ καὶ πάλιν ἐπανελθεῖν ἀνάγκην ἔχοντος, ὅπου καὶ μὴ πρεσβεύσαν‐ |
| book 168b.10.3 | τός φησιν· „Ἀτρείδῃ ἥρωϊ φέρων χάριν“ (Ι 613) καὶ „Φοῖνιξ δ’ αὖθι |
| book 168b.10.4 | παρ’ ἄμμι μένων κατακοιμηθήτω“ (Ι 427), ὡς μέλλοντος αὐτοῦ ἐπαν‐ |
| book 168b.10.5 | ιέναι πρὸς Ἀγαμέμνονα καὶ ἀπαγγεῖλαι, ἃ ἤκουσεν. b(BE3E4)T |
| book 169a.1 | αὐτὰρ ἔπειτ’ Αἴας τε μέγας 〈καὶ δῖος Ὀδυσσεύσ〉: |
| book 169a.2 | ἡ διπλῆ, ὅτι τὸ ἔπειτα Ἀρίσταρχος ἀντὶ χρονικοῦ παραλαμβάνει, |
| book 169a.3 | ἀντὶ τοῦ μετὰ ταῦτα, ὡς καὶ „Ἑρμείας μὲν ἔπειτα“ (κ 307)· βούλεται |
| book 169a.4 | γὰρ πρῶτον τὸν Φοίνικα ἀπεληλυθότα εἰς τὸ σκήνωμα, εἶτα τὸν |
| book 169a.5 | Ὀδυσσέα καὶ τὸν Αἴαντα ὡς πρεσβεύοντας. ὁ δὲ Κράτης τὸ ἔπειτα ἀντὶ |
| book 169a | τοῦ δή συνδέσμου λαμβάνει. A |
| book 169b.1 | Αἴας τε μέγας καὶ δῖος Ὀδυσσεύς: καὶ τούτων ἠπεί‐ |
| book 169b.2 | λησεν Ἀγαμέμνων τὸ γέρας λαβεῖν, b(BCE3E4)T „ἢ τεὸν ἢ |
| book 169b.3 | Αἴαντος ἰὼν γέρας ἢ Ὀδυσῆοσ“ (Α 138). T πρεσβεύουσιν οὖν οἱ |
| book 169b.4 | συνυβρισθέντες καὶ μὴ μνησικακήσαντες, ἵνα δυσωπήσωσιν αὐτόν. |
| book 169b.5 | b(BCE3E4)T |
| book 169c.1 | Αἴας τε μέγα〈ς καὶ δῖος Ὀδυσσεύσ〉: ἕκαστον ὑπο‐ |
| book 169c.2 | θωπεύει τῶν ἀπιόντων. b(BCE3E4)T |
| book 170a.1 | κηρύκων δ’ Ὁδίος τε καὶ Εὐρυβάτης: ἵνα δηλωθῇ |
| book 170a.2 | ὅτι δημοσία ἡ πρεσβεία. Ταλθύβιος δὲ οὐ πέμπεται ὡς Ἀγαμέμνονος |
| book 170a.3 | ὤν. b(BE3E4)T |
| book 170b.1 | {κηρύκων ὁδίος τὲ καὶ} Εὐρυβάτης: ὅτι οὐ τὸν Ἀγαμέ‐ |
| book 170b.2 | μνονος (cf. Α 320) ὑποληπτέον νῦν λέγεσθαι, ἀλλὰ τὸν Ὀδυσσέως |
| book 170b.3 | (cf. Β 184), ἐπεὶ κἂν ἐξωργίσθη τῆς δι’ αὐτοῦ γενομένης ἀφαιρέσεως |
| book 170b.4 | ὑπομνησθείς. A |
| book 170c.1 | 〈ἑπέσθων:〉 ἀντὶ τοῦ ἑπέσθωσαν. | γράφεται δὲ καὶ |
| book 170c.2 | χωρὶς τοῦ ν. Aim |
| book 171 | 〈φέρτε:〉 ὅτι συγκέκοπται ἀντὶ τοῦ φέρετε. Aint |
| book 172.1 | ὄφρα Διῒ〈—〉ἀρησόμεθα: ὅτι δεῖ ἐν παντὶ καιρῷ ἐκ |
| book 172.2 | θεῶν ἄρχεσθαι, μάλιστα δὲ ἐν κινδύνοις· οὕτω γὰρ ἥδιον ἐπὶ τὴν |
| book 172.3 | πρᾶξιν ὁρμῶμεν καὶ οὐδὲν ἑαυτοῖς ἀποτυχόντες ἐγκαλοῦμεν. ὕψωσε δὲ |
| book 172.4 | τὸ πρᾶγμα, εἴ γε συμπρεσβευτὴν αἱροῦνται Δία. b(BCE3E4)T |
| book 180a.1 | δενδίλλων 〈ἐς ἕκαστον, Ὀδυσσῆϊ δὲ μάλιστα〉: |
| book 180a.2 | ὅτι παρόντος τοῦ Φοίνικος ἔτι ταῦτα ὁ Νέστωρ ποιεῖ· διὸ καὶ ἁρμόσει |
| book 180a.3 | τὸ ἐς ἕκαστον πληθυντικῶς εἰσενηνεγμένον (καὶ οὐκ εἰς ἑκάτερον, |
| book 180a.4 | ὅπερ ἐπὶ δύο τίθεται) καὶ τὸ μάλιστα ὑπερθετικῶς εἰρημένον. A |
| book 180b.1 | δενδίλλων ἐς ἕκαστον, 〈Ὀδυσσῆϊ δὲ μάλιστα〉: ἀντὶ |
| book 180b.2 | τοῦ ἑκάτερον· b(BE3E4)T οὐ γὰρ παρῆν Φοῖνιξ, ἐπεὶ καταισχύ‐ |
| book 180b.3 | νεται διὰ τοῦ Ὀδυσσῆϊ δὲ μάλιστα. A b (BE3E4)T |
| book 180c.1 | ἄλλως· δενδίλλων: κατὰ τὸ δέον διαστρέφων τοὺς |
| book 180c.2 | ὀφθαλμοὺς καὶ οἷον τῇ ὄψει ἱκετεύων ὡς ἐπὶ σωτηρίᾳ τοῦ παντὸς |
| book 180c.3 | στελλομένους. b(BCE3E4)T |
| book 180c | 〈δενδίλλων:〉 διανεύων τοῖς ὀφθαλμοῖς. Aint |
| book 182.1 | τὼ δὲ βάτην: ὅτι ἐπὶ Ὀδυσσέως καὶ Αἴαντος τὸ δυϊκόν· |
| book 182.2 | κεχώρισται γὰρ ὁ Φοῖνιξ μετὰ τὴν Νέστορος ἐντολήν, οὗτοι δὲ μετὰ |
| book 182.3 | ταῦτα. | ζητοῦμεν δὲ εἰ καὶ Φοῖνιξ—„†τὼ κούρω κριθέντε |
| book 182.4 | δύο† καὶ πεντήκοντα“ (θ 48). A |
| book 183a.1 | εὐχομένω γαιηόχῳ: τὸ γὰρ παρὸν εἰς μνήμην ἕτοιμον. |
| book 183a.2 | καὶ Εὔμαιος θύει ταῖς Νύμφαις (cf. ξ 435—6) καὶ Ἕλληνες ἐπικαλοῦνται |
| book 183a.3 | τὸν Ἰδαῖον Δία (cf. Γ 320. Η 202), καὶ νῦν δὲ Ποσειδῶνα, ὅτι ἐπίκου‐ |
| book 183a.4 | ρος τῶν Ἀχαιῶν· ἢ ὅτι Νηρηΐδος παῖς ἐστιν Ἀχιλλεύς, τῶν δὲ ἐνα‐ |
| book 183a.5 | λίων θεῶν οὗτός ἐστι βασιλεύς. b(BCE3E4)T |
| book 182b.1 | 〈εὐχομένω γαιηόχῳ:〉 ἐπεὶ παρὰ θάλασσαν ἐβάδιζον, |
| book 182b.2 | διὰ τοῦτο τῷ Ποσειδῶνι εὔχονται. Aint |
| book 184.1 | ῥηϊδίως πεπιθεῖν 〈μεγάλας φρένας Αἰακίδαο〉: περι‐ |
| book 184.2 | σπαστέον· δεύτερος γὰρ ἀόριστός ἐστιν. Aim b (BCE3)T | τὸ δὲ με‐ |
| book 184 | γάλας φρένας εὐκαίρως· οὐ γὰρ ἔπεισαν. b(BCE3)T |
| book 185 | 〈ἱκέσθην:〉 γράφεται „ἵκοντο“. Ail |
| book 186.1 | φρένα τερπόμενον 〈φόρμιγγι λιγείῃ〉: οὐκ ἀνοίκειον |
| book 186.2 | τῷ ἥρωϊ νυκτὸς οὔσης γυμνάζεσθαι μᾶλλον τὰ μουσικὰ καὶ μὴ δια‐ |
| book 186.3 | παννυχίζειν· παραμυθία γὰρ τοῦτο θυμοῦ καὶ λύπης. ἔστι δὲ νέος καὶ |
| book 186.4 | φιλόμουσος καὶ λάφυρον ἔχων τὴν κιθάραν· καὶ οὐ θηλυδριώδη μέλη, |
| book 186.5.1 | ἀλλὰ κλέα ἀνδρῶν ᾄδει, b(BCE3E4)T καὶ ἑσπέρας καιρός. T |
| book 186.5.2 | ἢ οἰόμενος ἥξειν αὐτοὺς σοβαρεύεται. καλῶς δὲ ἀπούσης τῆς ἐρωμένης |
| book 186.5.3 | ᾄδει, ὅπως μὴ δοκοίη κωμάζειν. ἢ ὅτι πεφρόντικε μὲν τῆς τῶν Ἑλλή‐ |
| book 186.5.4 | νων ἀσφαλείας, προσποιεῖται δὲ καταφρονεῖν· φησὶ γοῦν· „δῖε Μενοι‐ |
| book 186.5.5 | τιάδη, / νῦν ὀΐω περὶ γούνατ’ ἐμὰ στήσεσθαι Ἀχαιούσ“ (Λ 608—9), |
| book 186.10.1 | καὶ πάλιν· „ὄρσεο, διογενὲς Πατρόκλεις, ἱπποκέλευθε. / λεύσσω δὴ |
| book 186.10.2 | παρὰ νηυσὶ πυρὸς δηΐοιο ἐρωήν“ (Π 126—7). b(BCE3E4)T οὐκ |
| book 186.10.3 | ἤθελε δὲ ἀργῶν σώματι καὶ ψυχῇ ἀργεῖν, ἀλλ’ ἡτοίμαζεν αὐτὴν πρὸς |
| book 186.10.4 | τὰς πράξεις καὶ ἐπ’ εἰρήνης τὰ τοῦ πολέμου μελετᾷ, ὡς καὶ οἱ Μυρμι‐ |
| book 186.10.5 | δόνες (cf. Β 773—9). b(BE3E4)T |
| book 187 | ζυγόν: ζυγὸς ὁ πῆχυς—παρὰ τὸ κεκολλῆσθαι. A |
| book 188a.1 | τὴν ἄρετ’ ἐξ ἐνάρων: ὅτι ἀστεῖον τὸ μὴ οἴκοθεν κομίσαι |
| book 188a.2 | ὥσπερ μέλλοντα ἐν πολέμῳ ἄνεσιν ἔχειν, ἀλλ’ ἐκ τῶν λαφύρων ἀνῃ‐ |
| book 188a.3 | ρῆσθαι ἁρμόνιον καὶ οὐκ ἄμουσον. A |
| book 188b.1 | ἄλλως· πιθανῶς ἔφη ἐκ λαφύρων κεκτῆσθαι τὴν κιθάραν |
| book 188b.2 | τὸν Ἀχιλλέα· | ἀνοίκειον γὰρ εἰς πόλεμον ἥκοντα κιθάραν ἐπικο‐ |
| book 188b.3 | μίζεσθαι. | εὑρόντα οὖν, φησίν, παρελθεῖν ὡς ἄμουσον ἀπρεπὲς ἦν. A |
| book 188c.1 | τὴν ἄρετ’ ἐξ ἐνάρων: ἵππον διὰ πόλεμον, δίσκον (cf. |
| book 188c.2 | Ψ 826—9) καὶ κιθάραν πρὸς σωματικὴν καὶ ψυχικὴν γυμνασίαν εἶχεν. |
| book 188c.3 | σύντροφον δὲ ὄργανον εὑρὼν οὐ παρῆκεν· οὐ γὰρ οἴκοθεν εἵλετο. καὶ |
| book 188c.4 | ἴσως Ἑλληνικὸν ἄνδρα εὑρὼν Ἠετίωνα σὺν τοῖς ὅπλοις ἐκήδευσε (cf. |
| book 188c.5 | Ζ 418) καὶ τοῖς ἐκείνου χρῆται. b(BCE3E4)T |
| book 189a | 〈ἔτερπεν:〉 ἀντὶ τοῦ ἔτρεπεν. Til |
| book 189b.1 | κλέα ἀνδρῶν: ὅτι ἀειμνήστους δεῖ τοὺς ἀγαθοὺς εἶναι· |
| book 189b.2 | οἱ γὰρ ἀοιδοὶ διὰ τῶν παλαιῶν ἱστοριῶν τοὺς ἀκούοντας ἐσωφρόνι‐ |
| book 189b.3 | ζον. προσέθηκε δὲ τὸ ἀνδρῶν, ἐπειδὴ καὶ θεῶν ᾄδουσι γάμους. A b |
| book 189b.4 | (BCE3E4)T |
| book 190a.1 | Πάτροκλος δέ οἱ 〈οἶος ἐναντίος ἧστο σιωπῇ〉: ὅτι |
| book 190a.2 | οὐ μόνος ἐν τῇ κλισίᾳ, ἀλλὰ μόνος Αἰακίδην δεδεγμένος ἀντίος ἧστο· |
| book 190a.3 | καὶ γὰρ Αὐτομέδων ἐπὶ τῆς κλισίας ἦν (cf. Ι 209), ὁμοίως καὶ ὁ Φοῖ‐ |
| book 190a.4 | νιξ (cf. Ι 223). A |
| book 190b.1 | Πάτροκλος δέ 〈οἱ〉 οἶος 〈ἐναντίος ἧστο σιωπῇ〉: |
| book 190b.2 | ἡδεῖα γὰρ ἐπίδειξις ἡ ἐπὶ τῶν φίλων. ἤτοι δὲ μόνον αὐτὸν καθέζεσθαι |
| book 190b.3 | λέγει ἢ μόνον ἐναντίον παρὰ τοὺς ἄλλους Μυρμιδόνας. καὶ ὅτι ἐν |
| book 190b.4 | ἡσυχίᾳ δεῖ ἀκροᾶσθαι μουσικῆς. b(B, C [bis], E3E4)T |
| book 191 | 〈δέγμενος:〉 γράφεται καὶ „δέχμενοσ“ διὰ τοῦ χ. Aim |
| book 192a.1 | τὼ δὲ βάτην 〈προτέρω, ἡγεῖτο δὲ δῖος Ὀδυσ‐ |
| book 192a.2 | σεύσ〉: ὅτι ἐπὶ Ὀδυσσέως καὶ Αἴαντος τὸ δυϊκόν· παρόντος γὰρ τοῦ |
| book 192a.3 | Φοίνικος ἀπίθανον λέγειν ἡγεῖτο δὲ δῖος Ὀδυσσεύς. A |
| book 192b.1 | βάτην προτέρω: καὶ ἐπὶ χρόνου „καί νύ κ’ ἔτι προτέ‐ |
| book 192b.2 | ρω“ (Ψ 490). δίχα τοῦ ι δὲ τὸ προτέρω· ἀπὸ γὰρ τοῦ προσωτέρω |
| book 192b.3 | συγκέκοπται. T |
| book 193a.1 | ταφὼν 〈δ’ ἀνόρουσεν Ἀχιλλεύσ〉: ἢ διὰ τὸ φίλον ἢ |
| book 193a.2 | διὰ τὸ χαίρειν ἐπὶ τῇ προσδοκωμένῃ πρεσβείᾳ ἢ διὰ τὸ νυκτὸς αὐτοὺς |
| book 193a.3 | παρεῖναι. b(BCE3E4)T |
| book 193b.1 | ταφών: Ἰωνικῶς λέγεται κατὰ τροπὴν τοῦ θ εἰς τὸ τ· |
| book 193b.2 | αὐτοὶ γὰρ τὰ δασέα εἰς ψιλὰ τρέπουσιν, οἷον θαπών ταφών, δευτέρου |
| book 193b.3 | ἀορίστου ἀπὸ τοῦ θήπω ἐνεστῶτος, καὶ τὰ ψιλὰ εἰς δασέα, ὡς τὸ |
| book 193b | ἐπιορκῆσαι †φησίν†. οἱ αὐτοὶ δὲ καὶ τὸ Ἀθάμας κατ’ ἀφαίρεσιν τοῦ α |
| book 193b.5.1 | καὶ τροπῇ τοῦ θ εἰς τὸ τ, Τάμμας λέγουσι· „Τάμμεω θυγατέροσ“ Καλ‐ |
| book 193b.5.2 | λίμαχος ἐν δευτέρῳ Αἰτίων (fr. 49). | ἐκ τῶν τάφων δὲ ἡ—τὸ |
| book 193b.5.3 | μέλλον δεινόν. A |
| book 194a.1 | αὐτῇ σὺν φόρμιγγι: στικτέον μετὰ τὸ φόρμιγγι ὡς |
| book 194a.2 | ἔκπληξιν Ἀχιλλέως ὁρᾶσθαι 〈ἀνα〉πεπηδηκότος σὺν τῇ κιθάρᾳ. | τὸ |
| book 194a.3 | ἡμιστίχιον δὲ δύναται καὶ τοῖς ἄνω καὶ τοῖς ἑξῆς προσδίδοσθαι, τό τε |
| book 194a.4 | ἀναπηδῆσαι σὺν αὐτῇ τῇ κιθάρᾳ καὶ ἀπολιπόντα τὴν καθέδραν καὶ |
| book 194a.5.1 | τὴν κιθάραν συναντῆσαι. βέλτιον δὲ τὸ πρότερον ὥστε τοῖς ἄνω συν‐ |
| book 194a.5.2 | άπτειν. A |
| book 194b1.1 | αὐτῇ σὺν φόρμιγγι: ὧδε στικτέον· ὑπὸ γὰρ φιλοφρο‐ |
| book 194b1.2 | σύνης ἀπήντησεν αὐτοῖς οὕτως ὡς εἶχε, σὺν τῇ κιθάρᾳ. b(BCE3E4) |
| book 194b1.3 | T τινὲς δὲ ὑφ’ ἓν αὐτῇ σὺν φόρμιγγι λιπὼν ἕδος, καὶ τὴν |
| book 194b1.4 | φόρμιγγα λιπὼν ὡς αἰδούμενος. b(BCE3)T |
| book 194b2 | διχῶς ἡ στιγμή. Til |
| book 195 | 〈ἐπεὶ ἴδε:〉 ὅτε εἶδεν Ἀχιλλεύς. Til |
| book 196a | 〈τώ:〉 γράφεται καὶ „τούσ“. Aim |
| book 196b.1 | τὼ καὶ δεικνύμενος: δεξιούμενος λόγοις. ἐν ἄλλοις δὲ |
| book 196b.2 | ἀντὶ τοῦ δεικνύς, „δεικνύμενος Δαναοῖσι“ (Ψ 701). T |
| book 196c.1 | 〈δεικνύμενος:〉 δεξιούμενος, φιλοφρονούμενος. b(BCE3 |
| book 196c.2 | E4) |
| book 197a.1 | χαίρετον· ἦ φίλοι ἄνδρες ἱκάνετον· ἦ τι μάλα |
| book 197a.2 | χρεώ: ἀμφοτέρους τοὺς συνδέσμους περισπαστέον· βεβαιωτικοὶ γάρ. |
| book 197a.3 | A b (BCE3E4)Til | ἡ διπλῆ δέ, ὅτι χωρὶς τοῦ δυϊκῶς ἐσχηματίσθαι |
| book 197a.4 | πρὸς Ὀδυσσέα καὶ Αἴαντα, καὶ τὰ τῆς διαθέσεως οὐκ ἐμφαίνει συμ‐ |
| book 197a.5 | παρόντα τὸν Φοίνικα· οὐ γὰρ ἂν οὕτως ἐκπλαγεὶς ἀνεπήδησεν, ἢ |
| book 197a | ἐδεξιοῦτο ὡς αἰφνιδίως παραγενομένους. Aint |
| book 197b.1 | 〈ἱκάνετον· ἦ τι μάλα χρεώ:〉 Παρμενίσκος (fr. 3 B.) |
| book 197b.2 | προφέρεται „ἱκάνετον ἡμέτερον δέ“. Aint |
| book 197c.1 | ἦ τι μάλα χρεώ: ἀντὶ τοῦ τινά. „τί νύ μοι μήκιστα;“ |
| book 197c.2 | (ε 299) ἀντὶ τοῦ τίνα. T |
| book 197d.1 | ἄλλως· ἦ τι μάλα χρεώ: τί ἀντὶ τοῦ τινός. b(BCE3E4) |
| book 197d.2 | T οἱ δὲ ἀντὶ τοῦ ὄντως. T δυσωπεῖ δὲ αὐτοὺς ὡς παρὰ τὸν |
| book 197d.3 | τῶν φίλων θεσμὸν δι’ ἀνάγκην ἐλθόντας. οὐχ ὁμολογεῖ δὲ εἰδέναι τὰ |
| book 197d.4 | περὶ τῆς ἐντεύξεως b(BCE3E4)T ἐναβρυνόμενος. T |
| book 198a.1 | 〈οἵ μοι σκυζομένῳ περ Ἀχαιῶν φίλτατοί ἐστον:〉 |
| book 198a.2 | εἴωθε γὰρ ὁ θυμὸς παρορᾶν καὶ τὸ πρὸς φίλους δίκαιον. Til |
| book 198b | 〈φίλτατοι:〉 καὶ ἐνθάδε τινὲς δυϊκῶς, „φιλτάτω“. Ail |
| book 199.1 | 〈ὣς ἄρα φωνήσας προτέρω ἄγε δῖος Ἀχιλλεύς:〉 |
| book 199.2 | Ἑλληνικὰ πάντα, καὶ τὸ μὴ ἐκείνους πρῶτον ἐνάρξασθαι. Til |
| book 202a.1 | καθίστα: ὡς καθίστανε τὸ πλῆρες, οὕτως καὶ ἐπὶ τῆς |
| book 202a.2 | ἀποκοπῆς. εἰσὶ δὲ οἳ ἐκτείνουσιν, ἀπὸ τοῦ ἱστῶ τὴν κλίσιν παραλαμ‐ |
| book 202a.3 | βάνοντες. A |
| book 202b.1 | καθίστα: κίρνα, ὅμοιον τῷ „κρητῆρα στήσασθαι ἐλεύ‐ |
| book 202b.2 | θερον“ (Ζ 528). φιλοφρονεῖται δὲ αὐτοὺς καταισχύνων Ἀγαμέμνο‐ |
| book 202b.3 | να. T |
| book 203a.1 | ζωρότερον: ἀκρατότερον, παρὰ τὸ ζῆν. οἱ δὲ ἀντὶ τοῦ |
| book 203a.2 | ταχύτερον. ἢ ἴσως, b(BCE3E4)T ἐπεὶ οἱ ξένοι ὕδωρ μὲν αἰτοῦσιν, |
| book 203a.3 | οὐκέτι δὲ οἶνον, ἢ T ὡς μουσικὸς καὶ ὑδαρέστερον πίνων, ἀφ’ ὧν |
| book 203a | ὀνειδίζει Ἀγαμέμνονι οἰνοφλυγίαν (cf. Α 225). b(BCE3E4)T ἢ |
| book 203a.5.1 | τὸν ἀκρατότερον, ὃν εἶχεν ἐν τῷ ἀμφορεῖ Διονύσου (cf. ω 74—5)· οὐ |
| book 203a.5.2 | γὰρ εἰκὸς δεδόσθαι κενόν, ἀπαρχὴν δὲ ἔχοντα τῶν ἐκείνου εὑρημάτων |
| book 203a.5.3 | οἶνον θαυμάσιον. τοῦτον δὲ οἱ ἥρωες ἀπεδέχοντο· „ἓν δέπας ἐμπλήσασ“ |
| book 203a.5.4 | (ι 209). T |
| book 203b.1 | ζωρότερον: τὸ ἄκρατον, παρὰ τὸ μηδέπω ἐσβέσθαι τὴν |
| book 203b.2 | ἰσχὺν τοῦ οἴνου ὑπὸ τῆς τοῦ ὕδατος κράσεως. A |
| book 203c.1 | ζωρότερον 〈δὲ〉 κέραιε: δίχα τοῦ ρ Ἀριστοφάνης, |
| book 203c.2 | κέραιε. | οὐκ ἄτοπον δὲ νυκτὸς οὔσης ζωρότερον πίνειν. T |
| book 203d | 〈κέραιε:〉 οὕτως κέραιε χωρὶς τοῦ ρ. | μέμνηται καὶ |
| book 203d | Ἡρωδιανός (1,453,9). Aim |
| book 204 | 〈μελάθρῳ:〉 νῦν σκηνῇ, κυρίως δὲ οἴκῳ. Aint |
| book 206a1 | αὐτὰρ ὅ γε κρεῖον 〈μέγα κάββαλεν ἐν πυρὸς |
| book 206a1.1 | αὐγῇ〉: ὅτι Εὐφορίων (fr. 155 Pow.) κρεῖον τὸ κρέας ἐξεδέξατο, |
| book 206a1.2 | Ὅμηρος δὲ τὸ κρεοδόχον ἀγγεῖον. καὶ πρὸς τὸ ἐν πυρὸς αὐγῇ τὸ |
| book 206a1.3 | ἀπὸ τοῦ πυρὸς φωτιζόμενον. | κρεῖον δὲ ὡς „θεῖον“ (Ζ 180 al.). γέ‐ |
| book 206a1.5 | γονε δὲ παρὰ τὸ κρέας. A |
| book 206a2 | ὡς „θεῖον“. | οἱ νεώτεροι κρεῖον τὸ κρέας φασίν. Til |
| book 206b.1 | αὐτὰρ ὅ γε κρεῖον 〈μέγα κάμβαλεν〉: εἰς ταπεινὴν |
| book 206b.2 | τάξιν μαγειρικὴν κατερχόμενος οὐδὲν ἧττον τὴν ἡρωϊκὴν διαφυλάττει |
| book 206b.3 | σεμνότητα. αἰτία δὲ ἡ ἐκλογὴ τῶν ὀνομάτων· πρῶτον μὲν οὐκ εἶπε |
| book 206b.4 | κατέθηκεν, ἀλλὰ κάμβαλεν ἔπειξιν ἐμφαίνων τοῦ διακονουμένου, |
| book 206b.5.1 | ἔπειτα τροπικὸν εἰσήνεγκεν ὄνομα τὸ „τεθαλυῖα“ (cf. Ι 208). b(BCE3 |
| book 206b.5.2 | E4)T |
| book 206c.1 | ἐν πυρὸς αὐγῇ: καὶ „Ἠελίου τ’ αὐγή“ (μ 176)· ἥλιος δὲ |
| book 206c.2 | τὸ ἄστρον· ἡμεῖς δὲ ἀφυῶς φαμεν ἐν ἡλίῳ καθῆσθαι. b(BCE3E4) |
| book 206c.3 | T ἐνταῦθα οὖν ἐν τῇ αὐγῇ τοῦ λύχνου τέθεικε τὸ κρεῖον, ἐπεὶ |
| book 206c.4 | νὺξ ἦν, οἷον ‘παρὰ τῷ λύχνῳ‘. T |
| book 207.1 | ὄϊος: ὡς „πόλιοσ“ (Ε 791 al.)· εἰ μὴ διὰ μέτρον γάρ, οὔ |
| book 207.2 | φησιν „οἰόσ“. T |
| book 208a1.1 | σιάλοιο 〈ῥάχιν τεθαλυῖαν ἀλοιφῇ〉: †ἐντροφίου†, |
| book 208a1.2 | „ἁπαλοτρεφέος σιάλοιο“ (Φ 363): b(BCE3E4)T „α〈ἰ〉εὶ ζατρε‐ |
| book 208a1.3 | φέων σιάλων“ (ξ 19). T |
| book 208a2 | {σιάλοιο:} †ἐντροφίου†, ἁπαλοτρεφοῦς, ὡς „ζατρεφέων |
| book 208a2 | σιάλων“. | ἢ σεσιτευμένου. A |
| book 209a.1 | τῷ δ’ ἔχεν 〈Αὐτομέδων〉: ὅτι Αὐτομέδοντος ὄντος κα‐ |
| book 209a.2 | τὰ τὴν κλισίαν ἄνω εἶπεν· „Πάτροκλος δέ οἱ οἶος ἐναντίος ἧστο“ |
| book 209a.3 | (Ι 190). A |
| book 209b.1 | τῷ δ’ ἔχεν Αὐτομέδων: τούτῳ δὲ (τῷ Ἀχιλλεῖ) ὑπη‐ |
| book 209b.2 | ρέτει τὰ κρέα ὁ Αὐτομέδων, οἷον ὑπεῖχεν αὐτά, ἐκεῖνος δὲ διέτεμνεν. |
| book 209b.3 | T | ἐν σχήματι ἔδειξεν ὡς καὶ Αὐτομέδων ἔνδον ἦν b(BCE3E4)T με‐ |
| book 209b.4 | τὰ Πατρόκλου, ὡς καὶ αὐτὸς φίλτατος (cf. Ψ 563). b(BCE3E4) |
| book 209c.1 | τάμνεν δ’ ἄρα δῖος Ἀχιλλεύς: τὸν τῦφον ἡμῶν ἐκβάλ‐ |
| book 209c.2 | λει ἑαυτῷ ὑπηρετούμενος ὁ Ἀχιλλεύς. A b (BCE3E4)T |
| book 210.1 | μίστυλε: διὰ τοῦ ἑτέρου λ τὸ μίστυλε. | γίνεται δὲ παρὰ |
| book 210.2 | τὸ μεῖον ἢ μεῖστον. T |
| book 212a.1 | αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη 〈καὶ φλὸξ ἐμαράνθη〉: |
| book 212a.2 | εἰς ταπεινὴν ἀπαγγελίαν οὐδεὶς ἂν τοσαύτην ἐπέθηκε σεμνότητα καὶ |
| book 212a.3 | λέξεις 〈τοιαύτασ〉. T |
| book 212b.1 | αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη 〈καὶ φλὸξ ἐμαράνθη〉: |
| book 212b.2 | ὅτι ἔν τισι γράφεται „αὐτὰρ ἐπεὶ πυρὸς ἄνθος ἀπέπτατο, παύσατο |
| book 212b.3 | δὲ φλόξ“. γελοῖον δὲ πυρὸς ἄνθος ὡς ῥόδων ἄνθος, τοῦ ποιητοῦ τὸ |
| book 212b.4 | πῦρ δεινοποιήσαντος. A |
| book 212c.1 | ἄλλως· αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη καὶ φλὸξ ἐμα‐ |
| book 212c.2 | ράνθη: ἔνιοι γράφουσιν „αὐτὰρ ἐπεὶ πυρὸς ἄνθος ἀπέπτατο, παύσα‐ |
| book 212c.3 | το δὲ φλόξ“. ὁ δὲ Ἀρίσταρχος ταύτην προέκρινεν. ἔνιοι δὲ γράφουσιν |
| book 212c.4 | „αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐμαρήνατο, παύσατο δὲ φλόξ“. γράφεται δὲ |
| book 212c.5 | καὶ ἐκάη. T |
| book 214a.1 | πάσσε δ’ ἁλὸς θείοιο: ἢ ὅτι τὰ ἁλίπαστα διαμένει, b |
| book 214a.2 | (BCE3)T ἢ ὅτι τὰς φιλίας συνάγει. b(BCE3E4)T | θείους δὲ |
| book 214a.3 | λέγει τοὺς ἅλας διὰ τὸ ἄσηπτα τηρεῖν τὰ πασσόμενα. AT |
| book 214b1.1 | ἄλλως· πάσσε δ’ ἁλὸς 〈θείοιο〉 κρατευτάων ἐπαεί‐ |
| book 214b1.2 | ρας: ἵνα μὴ εἰς τὸ πῦρ πάττων ἐνοχλῇ. τὸ δὲ ἑξῆς· κρατευτάων |
| book 214b1.3 | ἐπαείρας πάσσε. T |
| book 214b2.1 | ἐκβάλλει δὲ ἐκ τοῦ πυρός, ἵνα μὴ ἐκεῖσε πάττων ἐνοχλῇ. |
| book 214b2.2 | b(BCE3E4) |
| book 214c1.1 | κρατευτάων: οἱ μὲν τῶν ἁλοθηκῶν, τουτέστι τῶν ἀγ‐ |
| book 214c1.2 | γείων, ἐν οἷς οἱ ἅλες εἰσίν. οἱ δὲ τῶν ἐξοχῶν τῆς ἐσχάρας, αἷς ἐπιτίθεν‐ |
| book 214c1.3 | ται οἱ ὀβελοί. T |
| book 214c2.1 | κρατευτάων δὲ τῶν ἢ ἁλοθηκῶν ἢ τῶν ἐξοχῶν τῆς |
| book 214c2.2 | ἐσχάρας. b(BCE3E4) |
| book 214c2 | κρατευτάων: τῶν βάσεων—εἶπον, κακῶς. A |
| book 214d1.1 | 〈ἐπαείρας:〉 Ἀρίσταρχος „ἀπαείρασ“, ἀπὸ τῶν κρα‐ |
| book 214d1.2 | τευτάων ἄρας. Aim |
| book 214d2 | διὰ τοῦ α. Til |
| book 215a.1 | εἰν ἐλεοῖσιν: ἐπιμήκεσι τραπεζίοις ἐξ ἑλείων ῥάβδων |
| book 215a.2 | πεπλεγμένοις. b(BCE3E4)T | δασύνεται δὲ τὸ „ἑλεοῖσιν“· τινὲς γὰρ |
| book 215a | παρὰ τὸ ἑλεῖν. T |
| book 215b.1 | εἰν ἐλεοῖσιν: ἐπιμήκεσι τραπεζίοις | ἤτοι μαγειρικοῖς. |
| book 215b.2 | δασύνεται δέ· ἀπὸ γὰρ τοῦ ἑλεῖν. ἢ ὅτι ἐξ ἑλείων ῥάβδων ἦσαν πε‐ |
| book 215b.3 | πλεγμέναι. | ἢ ἐπεὶ ἐλιπαίνετο ἐκ τῆς πιμελῆς. A |
| book 215c1 | 〈ἔχευεν:〉 διχῶς, καὶ „ἔθηκεν“. Til |
| book 215c2 | ἐν ἄλλῳ „ἔθηκεν“. Aint |
| book 217 | 〈κανέοισιν:〉 ὡς ὀστέοισιν. Til |
| book 218.1 | ἀντίον ἷζεν Ὀδυσσῆος: ὡς διαλεξόμενος· οἶδε γὰρ ὡς |
| book 218.2 | αὐτὸς τὴν πρεσβείαν πεπίστευται. b(BCE3E4)T |
| book 219a.1 | 〈τοίχου τοῦ ἑτέροιο:〉 ὡς „ὀΐστευσον Μενελάου“ (Δ |
| book 219a.2 | 100). Til |
| book 219b.1 | θῦσαι {ἀνώγει}: ὅτι θῦσαι οὐ σφάξαι, 〈ὡσ〉 ὁ Τιμόθεος (fr. |
| book 219b.2 | 7 P. = P.M.G. fr. 783) ὑπέλαβεν καὶ Φιλόξενος (cf. fr. 10 P. = P. |
| book 219b.3 | M. G. fr. 823) ὁμοίως τῇ ἡμετέρᾳ συνηθείᾳ, ἀλλὰ θυμιᾶσαι. καὶ ὅτι |
| book 219b.4 | „θυηλάσ“ (Ι 220) τὰς ἐπιθυομένας ἀπαρχάς. καὶ ἐν Ὀδυσσείᾳ (sc. |
| book 219b.5 | ξ 446)· „ἦ ῥα καὶ ἄργματα θῦσε θεοῖς’ αἰεὶ γενέτῃσιν“. A |
| book 219c.1 | θεοῖσι δὲ θῦσαι ἀνώγει: ἀπάρξασθαι. A | δεισιδαί‐ |
| book 219c.2 | μων, ὃς καὶ τροφῆς τοῖς θεοῖς ἀπάρχεται καὶ ἀποπλεύσεσθαι λέγει |
| book 219c.3 | „αὔριον ἱρὰ Διῒ ῥέξασ“ (Ι 357), A b (BCE3E4)T καὶ „χηλοῦ δ’ |
| book 219c | ἀπὸ πῶμ’ ἀνέῳγεν“ (Π 221). AT |
| book 219d.1 | θῦσαι: ἀπάρξασθαι, b(BCE3E4)T ὡς τὸ „ἦ ῥα καὶ |
| book 219d.2 | ἄργματα θῦσε“ (ξ 446), T ἢ θυμιᾶσαι, ὡς τὸ „πῦρ κήαντες ἐθύ‐ |
| book 219d.3 | σαμεν“ (ι 231). b(BCE3E4)T Καλλίμαχος δὲ κακῶς „τὸ μὲν θύος |
| book 219d.4 | ἤρχετο βάλλειν“ (fr. 5). Ὅμηρος δὲ „θύου“ (ε 60) τοῦ θυμιάματος. T |
| book 220.1 | θυηλάς: ὡς ἀπαρχάς. ATil τὰ δὲ διὰ τοῦ ηλη μονογενῆ |
| book 220.2 | ὑπὲρ δύο συλλαβὰς καὶ ὀξύνεται, ὥσπερ τὸ γαμφηλή θυηλή, καὶ |
| book 220.3 | βαρύνεται, ὡς τὸ ἀνθήλη. A |
| book 221.1 | οἱ δ’ ἐπ’ ὀνείαθ’ ἑτοῖμα: πῶς παρ’ Ἀγαμέμνονι δεδειπνη‐ |
| book 221.2 | κότες νῦν πάλιν ἐσθίουσιν; ἢ οὖν τὸ Πατρόκλῳ καὶ Ἀχιλλεῖ συμβεβη‐ |
| book 221.3 | κὸς συλληπτικῶς περὶ πάντων φησίν, ἢ πάλιν ἐσθίουσιν εἰς ἔνδειξιν |
| book 221.4 | τοῦ ἥδεσθαι τῇ παρ’ αὐτῷ ἑστιάσει. b(BCE3E4)T |
| book 222a.1 | αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος 〈ἐξ ἔρον ἕντο〉: |
| book 222a.2 | κυκλικώτερον κατακέχρηται τῷ στίχῳ δεδειπνηκότων αὐτῶν πρὸ |
| book 222a.3 | ὀλίγου· οὐ γὰρ ἤρων δαιτός. A |
| book 222b1.1 | αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος 〈ἐξ ἔρον ἕντο〉: |
| book 222b1.2 | φαίνονται καὶ παρ’ Ἀγαμέμνονι πρὶν ἐπὶ τὴν πρεσβείαν στείλασθαι |
| book 222b1.3 | δειπνοῦντες· φησὶ γοῦν „αὐτὰρ ἐπεὶ σπεῖσάν τ’ ἔπιόν θ’, ὅσον ἤθελε |
| book 222b1.4 | θυμός, / ὡρμῶντ’ ἐκ κλισίησ“ (Ι 177—8). ἄμεινον οὖν εἶχεν ἄν, φησὶν ὁ |
| book 222b1.5.1 | Ἀρίσταρχος, 〈εἰ〉 ἐγέγραπτο „ἂψ ἐπάσαντο“ ἢ „αἶψ’ ἐπάσαντο“, |
| book 222b1.5.2 | ἵν’ ὅσον χαρίσασθαι τῷ Ἀχιλλεῖ γεύσασθαι μόνον καὶ μὴ εἰς κόρον |
| book 222b1.5.3 | ἐσθίειν καὶ πίνειν λέγωνται. ἀλλ’ ὅμως ὑπὸ περιττῆς εὐλαβείας οὐδὲν |
| book 222b1 | μετέθηκεν, ἐν πολλαῖς οὕτως εὑρὼν φερομένην τὴν γραφήν. A |
| book 222b2.1 | ἄμεινον, φησίν, εἶχεν, Ἀρίσταρχος, εἰ ἐγέγραπτο „ἂψ |
| book 222b2.2 | ἐπάσαντο“. A |
| book 222b3.1 | {αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο:} Ἀρίσταρ‐ |
| book 222b3.2 | χος γράφει „ἂψ ἐπάσαντο“· ἤδη γὰρ ἦσαν παρ’ Ἀγαμέμνονι κορε‐ |
| book 222b3.3 | σθέντες· οὐ μετέθηκε δὲ τὴν γραφήν. T |
| book 223.1 | νεῦς’ Αἴας Φοίνικι· 〈νόησε δὲ δῖος Ὀδυσσεύσ〉: οὐχ |
| book 223.2 | ἵνα εἴπῃ, ἀλλ’ εἰ καιρός ἐστιν· Ὀδυσσεὺς γὰρ προσκεπτόμενος, τί δεῖ |
| book 223.3 | λέγειν, τὸν καιρὸν οὐχ ὁρᾷ. συνεὶς δὲ ταῦτα Ὀδυσσεὺς αὐτὸς λέγειν |
| book 223.4 | ἄρχεται, οὐχ ὑπὸ βασκανίας τοῦ Φοίνικος τὸν λόγον προαρπάζων, |
| book 223.5.1 | ἀλλὰ τὸ δυσχερὲς ἐφ’ ἑαυτὸν φέρων· b(BCE3E4)T οἶδε γὰρ δυνη‐ |
| book 223.5.2 | σόμενος ἀντιτάξασθαι Ἀχιλλεῖ. ἴσως δὲ οὐδὲ ἐπιτήδειον εἶναι τὸν Φοί‐ |
| book 223.5.3 | νικα ἐλογίζετο ἄρχειν τοῦ λόγου, ὅπως μὴ ὡς οἰκείῳ ἀπιστήσας Ἀχιλ‐ |
| book 223.5.4 | λεὺς ἀναστείλῃ καὶ τὸν αὐτῶν λόγον. Αἴας δὲ οὐ λέγει· βραδὺς γάρ |
| book 223.5.5 | ἐστι καὶ μεμψίμοιρος. b(BE3E4)T |
| book 223.10.1 | νεῦς’ Αἴας Φοίνικι: διενεύσατο—λόγων. | ἐνόησε δὲ |
| book 223.10.2 | Ὀδυσσεύς. ζητεῖται δέ, διὰ τί—τοῖς οἰκείοις προσδοθῆναι χάρι‐ |
| book 223.10.3 | τος. A |
| book 224.1 | πλησάμενος δ’ οἴνοιο 〈δέπας δείδεκτ’ Ἀχιλῆα〉: πρὸς |
| book 224.2 | τὸ ἔθος, ὅτι πλήρη καὶ οὐ κενὰ προὔπινον ὀρέγοντες τὰ ποτήρια. δεῖ |
| book 224.3 | δὲ νοῆσαι ὅτι κατὰ τὸ σιωπώμενον ἐδέξατο ὁ Ἀχιλλεύς. ἰδίως δὲ οὐχ |
| book 224.4 | ὑπέθηκε „καί μιν φωνήσασ“ (e. g. Α 201 al.). A |
| book 225-9.1 | χαῖρ’, Ἀχιλλεῦ, δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδευεῖς / |
| book 225-9.2 | ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος Ἀτρείδαο / ἠδὲ καὶ ἐνθάδε |
| book 225-9.3 | νῦν〈—ἀλλὰ λίην μέγα πῆμα〉: τὸ ἑξῆς ἐστι δαιτὸς μὲν |
| book 225-9.4 | ἐΐσης οὐκ ἐπιδευεῖς (225)· ἀλλ’ οὐ δαιτὸς ἐπηράτου ἔργα |
| book 225-9.5.1 | μέμηλεν, / ἀλλὰ λίην μέγα πῆμα (228—9)· ἐκεῖνα γὰρ μεταξὺ |
| book 225-9.5.2 | τέθειται ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος Ἀτρείδαο / ἠδὲ καὶ |
| book 225-9 | ἐνθάδε νῦν (226—7). οὕτως †ἡρωδιανός. A |
| book 225a.1 | χαῖρ’, Ἀχιλλεῦ, 〈δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδευεῖσ〉: |
| book 225a.2 | πρὸς τὸ διαχέαι τὸ σκυθρωπὸν αὐτοῦ, ὃν ἦν σκεψάμενος λόγον, ἀφῆκε |
| book 225a.3 | καὶ ἀπὸ τοῦ καιροῦ ἔλαβε τὸ προοίμιον, ὡς τὸ „ὦ γέρον, οὐχ ἑκὰς |
| book 225a.4 | οὗτος ἀνήρ, / ὃς λαὸν ἤγειρα, / b(BCE3E4)T μητρί τ’ ἐμῇ μνη‐ |
| book 225a.5 | στῆρεσ“ (β 40. 41. 50). T |
| book 225b.1 | οὐκ ἐπιδεύῃ: ὅτι προστιθέασι τὸ ς, „οὐκ ἐπιδευεῖσ“, |
| book 225b.2 | κακῶς. οὗτοι δὲ καὶ τὸ ἑξῆς περισπῶσιν „ἦμεν ἐνὶ κλισίῃ“ (Ι 226), ἵν’ |
| book 225b.3 | ᾖ ἦμεν ἐτυγχάνομεν. Ἀρίσταρχος δὲ χωρὶς τοῦ ς. A |
| book 225c | 〈ἐπιδεύῃ:〉 γράφεται „〈ἐπιδευ〉εῖσ“. Aim |
| book 225d.1 | δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδεύῃ: οὐκ ἐπιδεύῃ δαιτός, ὡς |
| book 225d.2 | τὸ „ἀποιχομένου Ὀδυσῆος / δεύῃ“ (α 253—4)· τὸ γὰρ ἕτερον ὑβρι‐ |
| book 225d.3 | στικόν. ἔνιοι δὲ προστιθεῖσι τὸ ς. οὗτοι δὲ καὶ τὸ „ἠμέν“ (Ι 226) |
| book 225d.4 | ῥῆμά φασιν. T |
| book 226.1 | ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος: λεληθότως ἐσήμανεν ὡς |
| book 226.2 | ἐξ αὐτοῦ ἐπέμφθησαν, οὐ διαρρήδην, ὅπως μὴ τραχὺς γένηται Ἀχιλ‐ |
| book 226.1 | λεύς. καλῶς δὲ τὰ περὶ τὴν ἑστίασιν ὅμοια τῇ παρ’ ἐκείνῳ λέγει, ἐν ᾗ |
| book 226.2 | οὐδεμίαν ἑώρα φιλοτιμίαν, τὴν δὲ σωτηρίαν ἐν Ἀχιλλεῖ κεῖσθαι μόνῳ |
| book 226.5.1 | φησίν (cf. Ι 228—31). b(BCE3E4)T τοῦτο γάρ φησιν ἥκομεν αἰτοῦντες, ὃ ἐξ |
| book 226.5.2 | ἄλλου λαβεῖν οὐ δυνάμεθα. | ὅτι διὰ φιλίαν ἠνέσχοντο τῆς παρ’ αὐτῷ |
| book 226.5.3 | ξενίας. b(BE3E4)T |
| book 226.1 | ἠμὲν ἐνὶ κλισίῃ 〈Ἀγαμέμνονος Ἀτρείδαο〉: διὰ τί τὸν |
| book 226.2 | ἐχθρὸν—μετεσχήκαμεν τραπέζης. A |
| book 228.1 | ἀλλ’ οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν: εἰς δύο στά‐ |
| book 228.2 | σεις διεῖλε τὸν λόγον, τὴν παρορμητικήν, τραγῳδήσας τὰς συμ‐ |
| book 228.3 | φοράς, εἰς τὸ καλὸν καὶ ἀναγκαῖον καὶ συμφέρον ποιήσας τὴν παρ‐ |
| book 228.4 | όρμησιν, καὶ εἰς τὴν ἀλλοιωτικήν, ἧς μέρος τὸ ὑπαλλακτικόν· ἀντὶ |
| book 228.5 | γὰρ Ἀγαμέμνονος τὴν †στρατείαν† ἔλαβεν. A b (BCE3E4)T |
| book 230a.1 | ἐν δοιῇ: ἐν δισταγμῷ, ἐν διχοστασίᾳ. | περισπαστέον |
| book 230a.2 | δέ· δοτικὴ γὰρ ἀκόλουθος εὐθείᾳ τῇ δοιός, οὗ τὸ θηλυκὸν δοιή. A |
| book 230b1.1 | 〈ἐν δοιῇ:〉 παρὰ τὸ δύο· καὶ „†δοιάσατ (Ν 458 al.) |
| book 230b1.2 | τὸ ἓν τῶν δύο ἐξελέξατο. Til |
| book 230b2.1 | παρὰ τὸ δέω τὸ διαχωρίζω δοή καὶ δοιή· ἐξ οὗ καὶ τὸ |
| book 230b2.2 | „δοάσσατο θυμῷ“ ἀντὶ τοῦ τῶν δύο τὸ ἓν ἐξελέξατο. b(BCE3E4) |
| book 230-1.1 | 〈σαωσέμεν〉 ἢ ἀπολέσθαι / νῆας: τὸ πρῶτον κεφά‐ |
| book 230-1.2 | λαιον τὸν κίνδυνον τῶν νεῶν περιέχει, b(BCE3E4)T ὃ καὶ τῷ |
| book 230-1.3 | Ἀχιλλεῖ ἐλογίζετο πᾶν δέος· ὅθεν καὶ πολλάκις ἐπὶ τοῦτο καταφέρε‐ |
| book 230-1.4 | ται· „ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν ἔθεντο“ (Ι 232), „ἀλλ’ ἐν |
| book 230-1.5.1 | νηυσὶ 〈μελαίνῃσιν〉 πεσέεσθαι“ (ι 235), „στεῦται γὰρ νηῶν ἀπο‐ |
| book 230-1.5.2 | κόψειν ἄκρα κόρυμβα“ (Ι 241). T | τεχνικῶς ἐξαίρει δεικνὺς ὡς ἐπὶ |
| book 230-1 | τηλικούτοις τὴν χάριν τίσουσιν Ἕλληνες. b(BCE3E4)T |
| book 231a1.1 | εἰ μὴ σύ γε δύσεαι ἀλκήν: ὡς νῦν ἐκδεδυμένου αὐτὴν |
| book 231a1.2 | δυσωπεῖ· „θόρε φρεσὶν εἱμένος ἀλκήν“ (Ψ 381). τὴν δὲ πάντων σωτη‐ |
| book 231a1.3 | ρίαν εἰς αὐτὸν ἀνάγει, †ἵνα μᾶλλον ἁπάντων ὁ φιλότιμος ἕλοιτο. T |
| book 231a2.1 | ὡς νῦν ἐκδεδυμένου αὐτήν. λέγει δὲ τὴν εἰς τὸν πόλεμον |
| book 231a2.2 | ὁρμήν. τὴν δὲ πάντων σωτηρίαν εἰς αὐτὸν ἀνάγει, †ἵνα πεισθῆναι ὡς |
| book 231a2.3 | φιλότιμος ἕλοιτο. b(BCE3E4) |
| book 232a.1 | 〈ἐγγὺς γὰρ νηῶν:〉 ἔνθεν ἡ διήγησις. τῷ δὲ τόπῳ τὸν |
| book 232a.2 | κίνδυνον ηὔξησεν, ὃ περιέμενεν Ἀχιλλεύς· b(BCE3E4)Til „τοὺς |
| book 232a.3 | δὲ κατὰ πρύμνασ“ (Α 409). Til |
| book 232b.1 | αὖλιν ἔθεντο: ὡς ἐπὶ ἀγρίων, ἴσως ὑποφαίνων ὅτι ὁ |
| book 232b.2 | ποιμὴν Πάρις ἀριστεύει. T δι’ ὧν δὲ οἱ ἱκέται μείζονα τὴν χρείαν |
| book 232b.3 | ποιοῦνται, τὴν προθυμίαν αὔξουσι τῶν ἐπικούρων. b(BCE3E4)T |
| book 233.1 | τηλεκλειτοί τ’ ἐπίκουροι: ὀνειδίζει ὅτι καὶ ἀδικοῦσιν αὐ‐ |
| book 233.2 | τοῖς παραμένουσιν οἱ σύμμαχοι, ὁ δὲ Ἀχιλλεὺς τῆς Ἑλλήνων συμ‐ |
| book 233.3 | μαχίας ἀπέστη, καὶ διὰ λόγον μόνον. b(BCE3E4)T |
| book 235a.1 | 〈σχήσεσθ’, ἀλλ’ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι:〉 |
| book 235a.2 | ὅτι ἐπὶ τῶν Τρώων ἐστίν· ἐμπεσοῦνται ταῖς ναυσίν, ἐνσείσουσι. Aim |
| book 235b.1 | 〈ἀλλ’ ἐν νηυσὶ—πεσέεσθαι:〉 ἀλλ’ ἐμπεσεῖσθαι |
| book 235b.2 | ταῖς ναυσὶ διώκοντες ἡμᾶς. Aint |
| book 236a.1 | Ζεὺς δέ σφιν Κρονίδης ἐνδέξια σήματα 〈φαίνων〉: |
| book 236a.2 | θεραπεύων τὸν Ἀχιλλέα φησὶν ὅτι μηνίσαντος αὐτοῦ καὶ τὸ θεῖον |
| book 236a.3 | τοῖς ὑβρίσασιν αὐτὸν συνωργίσθη. b(BCE3E4)T | τὸ δὲ „σφί“ δίχα |
| book 236a | τοῦ ν. T |
| book 236b.1 | ἐνδέξια 〈σήματα φαίνων〉: Ἀρίσταρχος ὑφ’ ἓν μέρος |
| book 236b.2 | λόγου τὸ ἐνδέξια ἐπὶ τὴν δε συλλαβὴν τὴν ὀξεῖαν ποιῶν. ὁ δὲ Ἀ‐ |
| book 236b.3 | σκαλωνίτης (p. 49 B.) κατὰ παρολκὴν παραλαμβάνει τὴν ἔν πρόθεσιν |
| book 236b.4 | ὥστε εἶναι δεξιὰ σήματα φαίνων. ἄμεινον δὲ τὸ πρότερον. A |
| book 237-9.1 | Ἕκτωρ δὲ μέγα〈—λύσσα δέδυκεν〉: ὀνομάζων |
| book 237-9.2 | αὐτὸν κινεῖ τὸν Ἀχιλλέα. τὸ δὲ μαίνεται (238) καὶ λύσσα (239) |
| book 237-9.3 | δηλοῖ εὐχερῶς κρατηθήσεσθαι τὸν ἀπροαιρέτως κινδυνεύοντα. b |
| book 237-9.4 | (BCE3E4)T |
| book 237.1 | βλεμεαίνων: βρέμω βρεμαίνω βλεμαίνω, ὡς κρίβανος κλί‐ |
| book 237.2 | βανος. T |
| book 238-9.1 | οὐδέ τι τίει 〈/ ἀνέρας οὐδὲ θεούσ〉: εὐτελίζει, φησίν, |
| book 238-9.2 | οὐ μόνον ἀνθρώπους, ἀλλὰ καὶ θεούς. τῇ δὲ ὑπερβολῇ τὸ μέγεθος τῆς |
| book 238-9.3 | ὑπερηφανίας αὐτοῦ ἐδήλωσεν. A |
| book 238.1 | 〈πίσυνος Διΐ:〉 αὐτὸς γάρ φησι „γιγνώσκω δ’ ὅτι μοι |
| book 238.2 | Κρονίδης Ζεὺς κῦδοσ“ (Θ 175 + 141). Til |
| book 239a.1 | 〈ἀνέρας οὐδὲ θεούς:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ ἀνέ‐ |
| book 239a.2 | ρας, AimTil ἵνα μείζων ἔμφασις γένηται. Til |
| book 239b1.1 | κρατερὴ δέ ἑ λύσσα δέδυκεν: τὸ ἐναντίον· αὐτὸς γὰρ |
| book 239b1.2 | αὐτὴν ἐνδέδυται. πολλὴ δὲ ἡ τοῦ θράσους ἔμφασις, b(BCE3E4) |
| book 239b1.3 | T ἐρεθισμός τε ἱκανὸς ὁ τῶν ἐχθρῶν ἔπαινος. b(BE3E4)T | λύσ‐ |
| book 239b1.4 | σα δὲ παρὰ τὸ λύειν τὸν νοῦν. T |
| book 239b2.1 | λύσσα· μανία. | τὸ ἐναντίον· αὐτὸς γὰρ αὐτὴν ἐνδέδυ‐ |
| book 239b2.2 | ται. | εἴρηται δὲ παρὰ τὸ λύειν τὸν νοῦν. | ἐρεθισμὸς δὲ ὁ τῶν ἐχθρῶν |
| book 239b2 | ἔπαινος. A |
| book 240.1 | ἠῶ {δίαν}: τὴν ἠῶ κατ’ αἰτιατικὴν πτῶσιν περισπαστέον |
| book 240.2 | καὶ τὴν „αἰδῶ“ (Β 262 al.), οὐ μὴν καὶ τὸ „Λητώ“ (Α 36 al.) καὶ τὰ |
| book 240.3 | τοιαῦτα πάντα. ἀλλὰ τὰ μὲν εἰς ω λήγοντα θηλυκὰ ἐπ’ εὐθείας καὶ |
| book 240.4 | αἰτιατικῆς ὁμοτονήσει ὀξυνόμενα, τὸ δὲ ἠώς καὶ αἰδώς μόνα ἕξει ἐπ’ |
| book 240.5 | αἰτιατικῆς τὴν περισπωμένην τάσιν. A |
| book 241a.1 | στεῦται {γὰρ νηῶν}: διορίζεται· στάσιν γὰρ ψυχῆς ση‐ |
| book 241a.2 | μαίνει ἡ λέξις. ἡ δὲ ἐπαναφορὰ τῆς σημειώσεως πρὸς τὸ ἐν Ὀδυσσείᾳ |
| book 241a.3 | (λ 584)· „στεῦτο δὲ διψάων“. A |
| book 241b.1 | 〈ἀποκόψειν〉 ἄκρα κόρυμβα: οὐκ ἀγαπᾶν αὐτόν φη‐ |
| book 241b.2 | σιν, εἰ μόνον ἐμπρήσειε τὰς ναῦς, ἀλλὰ καὶ τὰ κόρυμβα ἀποκόψαι θέ‐ |
| book 241b.3 | λειν, ὥσπερ τρόπαιον τῆς κατὰ τῶν Ἑλλήνων νίκης ἀναθεῖναι θέλον‐ |
| book 241b.4 | τα. | ἵνα γοῦν καὶ αὐχῇ ὡς τηλικούτων ῥυσάμενος καὶ τὸν πολέ‐ |
| book 241b.5.1 | μ〈ι〉ον μεγάλης ἐλπίδος ἀποκόψῃ. καὶ ἄλλως δὲ τὰ ἄκρα ἀποκόπτει |
| book 241b.5.2 | Ἕκτωρ διὰ τὸ ἔχειν θεοὺς ἐντετυπωμένους, ὅπως μὴ κατακαέντες ὑπὸ |
| book 241b.5.3 | τοῦ πυρὸς ὀργισθῶσιν αὐτῷ. b(BCE3E4)T |
| book 241b.1 | ἄκρα κόρυμβα: τὰ τῶν νεῶν ἀκροστόλια. διὰ τί δὲ— |
| book 241b.2 | τοῦτο ποιεῖ. A |
| book 242a | 〈ἐμπρήσειν:〉 Ἀρίσταρχος „ἐμπλήσειν“. Aim |
| book 242b | 〈μαλεροῦ πυρός:〉 σημειοῦνταί τινες, 〈ὅτι〉 ἀντὶ τοῦ |
| book 242b | μαλερῷ πυρί. Aint |
| book 243 | 〈ὀρινομένους ὑπὸ καπνοῦ:〉 δίκην σφηκῶν. Til |
| book 244-5.1 | 〈ταῦτ’ αἰνῶς δείδοικα κατὰ φρένα, μή οἱ ἀπειλάς / |
| book 244-5.2 | ἐκτελέσωσι θεοί, ἡμῖν δὲ δὴ αἴσιμον εἴη:〉 διασταλτέον βραχὺ |
| book 244-5.3 | φρένα (244) καὶ θεοί (245). Aim |
| book 245.1 | ἡμῖν δὲ δὴ αἴσιμον εἴη: ἀπὸ κοινοῦ τὸ ‘δέδοικα‘ καὶ τὸ |
| book 245.2 | „μή“ (Ι 244). Til |
| book 246.1 | 〈Ἄργεος ἱπποβότοιο:〉 σημειοῦνταί τινες, ὅτι τὴν ὅλην |
| book 246.2 | Πελοπόννησον †οὐκ οἶδεν ὁ ποιητής, Ἡσίοδος δέ (fr. 189 M.—W.). |
| book 246.3 | Aim |
| book 247.1 | καὶ ὀψέ περ: καλῶς τὸ ὀψέ· εἰ γὰρ καὶ δύο γεγόνασιν αἱ |
| book 247.2 | ἡμέραι τῆς μάχης, ἀλλ’ οὖν γε τοῖς κεκακωμένοις ὁ τῆς δυστυχίας χρό‐ |
| book 247.3 | νος, κἂν ἐπ’ ὀλίγον γένηται, πολὺς εἶναι δοκεῖ. καὶ τοῦ χρόνου ἡ |
| book 247.4 | αὔξησις ἔνδειξίς ἐστιν ὡς ἱκανῶς πο〈ι〉νηθέντων Ἑλλήνων. b(BCE3 |
| book 247.5.1 | E4)T τάχα δὲ καὶ τοιοῦτός ἐστιν ὁ λόγος· εἰ μέλλεις ὀψὲ ἀμύνειν, |
| book 247.5.2 | νῦν ἄμυνον. συνᾴδει καὶ τὸ ἑξῆς (sc. Ι 249—50) ὅτι νῦν μὴ ἐπαμύνας |
| book 247.5.3 | οὐχ εὑρήσεις τοῦ κακοῦ ἴασιν. b(BE3E4)T |
| book 249-50a.1 | οὐδέ τι μῆχος / ῥεχθέντος κακοῦ ἔστ’ ἄκος |
| book 249-50a.2 | εὑρεῖν: οὐδεμία ἐστὶ μηχανὴ τοῦ κακοῦ ῥεχθέντος θεραπείαν |
| book 249-50a.3 | εὑρεῖν. πρὸς τὸ παρὸν δὲ ἡ γνώμη· τινὰ γὰρ τῶν κακῶν ἰάσεως |
| book 249-50a.4 | τυγχάνει. A b (BE3E4)T | ἐπὶ τὸ μῆχος (249) βραχὺ διασταλτέ‐ |
| book 249-50a.5 | ον· σαφέστερον γὰρ οὕτω παρίσταται. A |
| book 249-50b.1 | 〈οὐδέ τι μῆχος / ῥεχθέντος κακοῦ ἔστ’ ἄκος εὑ‐ |
| book 249-50b.2 | ρεῖν:〉 τὸ „οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω“ (Α 343) |
| book 249-50b.3 | ἐντέχνως αὐτῷ προβάλλεται· τοῦτο γὰρ περὶ Ἀγαμέμνονος ἔλεγε |
| book 249-50b.4 | τοῖς κήρυξιν. ἐφ’ ἕτερον δὲ κεφάλαιον ἔρχεται ὡς καὶ αὐτῷ συμφέρον |
| book 249-50b.5 | καὶ ὠφέλιμον τὸ μὴ παριδεῖν τὸν νῦν καιρόν. b(BE3E4) |
| book 251.1 | 〈Δαναοῖσιν:〉 οὐκ Ἀγαμέμνονι· τοῦτο γὰρ κατακρύπτει |
| book 251.2 | b(BCE3E4)Til διὰ τὸ μὴ αἴφνης παροξῦναι αὐτόν. b(BCE3E4) |
| book 252a.1 | ὦ πέπον: ὁτὲ μὲν τὸν εὐδιάλυτον δηλοῖ καὶ ἀσθενῆ, ὁτὲ |
| book 252a.2 | δὲ τὸν προσηνῆ, ἀπὸ τοῦ πεπείρου καὶ ἁπαλοῦ. A |
| book 252b.1 | πατὴρ ἐπετέλλετο Πηλεύς: τοῦτο δεύτερον κεφά‐ |
| book 252b.2 | λαιον, εἰς ἐπιείκειαν καὶ πραότητα προκαλούμενον. τὸ δὲ στασιαστι‐ |
| book 252b.3 | κὸν θέλων ὀνειδίζειν †οὐδὲ† τοῖς ῥήμασιν ἀνακεκαλυμμένως χρῆται |
| book 252b.4 | οὔτε ἐξ ἰδίου προσώπου τὴν ἐπιτίμησιν ποιεῖ, ἀλλ’ ἐν ἠθοποιΐᾳ ἐξ |
| book 252b.5.1 | ἀπόντων προσώπων ταύτην εἰσήγαγεν. ἔστιν οὖν ἀνεπαχθὴς ὡς οὐκ |
| book 252b.5.2 | ἰδίας ὑποθήκας εἰσάγων, ἀλλ’ ὑπομιμνῄσκων τοῦ πατρός. καὶ ὁ Νέ‐ |
| book 252b.5.3 | στωρ ὁμοίως πρὸς Πάτροκλον (sc. Λ 785—90). b(BCE3E4)T |
| book 253a.1 | ἐκ Φθίης Ἀγαμέμνονι πέμπε: ὡσανεὶ δευτέρῳ πατρί. |
| book 253a.2 | ἐντέχνως οὖν οὐκ εἶπε ‘σὺν Ἀγαμέμνονι‘. b(BCE3E4)T |
| book 253b.1 | 〈Ἀγαμέμνονι πέμπε:〉 ἔνδοξόν τι· καὶ πρὸς πειθὼ γὰρ |
| book 253b.2 | ἐπιτήδειον τοῦτο. Til |
| book 254 | 〈τέκνον ἐμόν:〉 σημειοῦνταί τινες, ὅτι παρεῖται τὸ ‘τάδε |
| book 254 | λέγων‘. Aim |
| book 254-8.1 | τέκνον ἐμόν〈—νέοι ἠδὲ γέροντεσ〉: συνετῶν τὸ |
| book 254-8.2 | τὰς φύσεις τῶν υἱῶν καταμαθόντας πρὸς ταύτας ἁρμόττεσθαι τοὺς λό‐ |
| book 254-8.3 | γους, ὡς καὶ ὁ Πηλεὺς εἰδὼς Ἀχιλλέα ἀνδρεῖον μέν, ὀργίλον δὲ καὶ |
| book 254-8.4 | πλήρη φιλοτιμίας, παραινεῖ αὐτῷ ἀποθέσθαι τοῦ ἤθους τὸ φιλόνει‐ |
| book 254-8.5.1 | κον, b(BCE3E4)T ὡς ἐκ τούτου μάλιστα τιμῆς τευξόμενον, ἧς |
| book 254-8.5.2 | ὀρεγόμενον ἑώρα τὸν Ἀχιλλέα. ἔστι δὲ πιστὸς ὡς πατὴρ καὶ ἐν πολέ‐ |
| book 254-8.5.3 | μοις πολλάκις εὐδοκιμήσας. b(BE3E4)T |
| book 255.1 | δώσους’, αἴ κ’ ἐθέλωσι: καλῶς τὸ ἐθέλωσι, ὡς οὐ δω‐ |
| book 255.2 | σόντων, εἰ ἀνάξιος ὀφθείη τῆς δωρεᾶς. A b (BCE3E4)Til |
| book 256a.1 | ἴσχειν 〈ἐν στήθεσσι: ἴσχειν·〉 ἐπέχειν, παύειν. | τὸ |
| book 256a.2 | ἐν τῷ στήθει φησὶ διὰ τὴν καρδίαν· αὕτη γὰρ ἐν τῷ στήθει κεῖται |
| book 256a.3 | οὖσα αἰτία τῆς ὀργῆς, ὡς καὶ ὁ τοῦ θυμοῦ ὅρος δηλοῖ· θυμὸς γάρ ἐστι, |
| book 256a.4 | φησί, ζέσις τοῦ ἐν καρδίᾳ θερμοῦ πρὸς ὄρεξιν ἀντιλυπήσεως. A |
| book 256b.1 | 〈ἴσχειν ἐν στήθεσσι:〉 διδασκαλία καὶ ἡμῖν, κρατεῖν |
| book 256b.2 | ὀργῆς. Til |
| book 257.1 | ἔριδος κακομηχάνου: πρὸς τὴν ἀγαθὴν διέστειλεν. ἐπεί‐ |
| book 257.2 | περ οἱ ἐρίζοντες κακὰ τοῖς πλησίον μηχανῶνται. δείκνυσι δέ, ὅτι οὐ |
| book 257.3 | τοσοῦτον ὀνίνησιν ἰσχύς, ὅσον ἡ πρὸς τοὺς φίλους ἔρις βλάπτει. b |
| book 257.4 | (BCE3E4)T |
| book 257-8 | ὄφρα σε 〈μᾶλλον〉 / τίως’ 〈Ἀργείων〉 ἠμὲν νέοι |
| book 257-8.1 | ἠδὲ γέροντες: εἰ μὴ ὑποθήκη πατρὸς ἐδόκει τὸ †πρασσόμενον†, |
| book 257-8.2 | κἂν ἠρέθισεν Ἀχιλλέα ὑποσημαίνων ὡς ἀσχημονεῖ νῦν καὶ παρὰ |
| book 257-8.3 | νέοις καὶ παρὰ γέρουσιν. b(BCE3E4)T |
| book 259.1 | σὺ δὲ λήθεαι: πρᾴως καθήψατο, οὐκ ἀμελεῖν αὐτὸν φήσας, |
| book 259.2 | ἀλλ’ ἐπιλελῆσθαι. ὄνομα οὖν ἐξελέξατο συγγνώμης ἀξιούμενον. |
| book 259.3 | b(BCE3E4)T |
| book 259-60.1 | ἀλλ’ ἔτι καὶ νῦν / παῦε: καλῶς νῦν (259), ἵνα δη‐ |
| book 259-60.2 | λώσῃ τὸν ἱκέτην. ἅμα δὲ καὶ ὑποφαίνει ὡς οὗτος αὐτῷ ὑποτάττεται, |
| book 259-60.3 | ᾧ ὁ πατὴρ αὐτὸν ὑπέταξεν. μετὰ δὲ τὸ τοὺς τοῦ πατρὸς λόγους πε‐ |
| book 259-60.4 | πᾶναι αὐτὸν προφέρει τὰ δῶρα· b(BCE3E4)T αἰσχροκερδὲς γὰρ |
| book 259-60.5 | ἦν τὸ ἀπ’ ἀρχῆς. b(BE3E4)T |
| book 261a.1 | 〈ἄξια δῶρα δίδωσι:〉 τρίτον κεφάλαιον τὸ περὶ τῶν |
| book 261a.2 | δώρων. b(BE3E4)Til |
| book 261b | 〈χόλοιο:〉 ὅτι ἀντιφράζει τῇ μήνιδι τὸν χόλον. Aim |
| book 262a | εἰ δὲ σὺ μέν μευ 〈ἄκουσον, ἐγὼ δέ κέ τοι καταλέξω〉: |
| book 262a.1 | οἱ ὑποστίζοντες ἐπὶ τὸ εἰ δέ, ὡς λείποντος τοῦ θέλεις, διηλέγχθησαν |
| book 262a.2 | ἐν τοῖς ἐπάνω (sc. ad Ι 46—7 a). καὶ νῦν δέ ἐστιν ὁ λόγος· ‘ἄγε δὴ σὺ |
| book 262a.3 | μέν μου ἄκουσον‘. | ἡ διπλῆ δὲ πρὸς τὸ σχῆμα, ὅτι ἀντὶ τοῦ ἐγὼ δ’ ἄν |
| book 262a.5.1 | σοι καταλέξαιμι, ἢ περισσὸς ὁ κέ. | τὸ εἴ παρακελευστικὸν ἐπίρρημά |
| book 262a.5.2 | ἐστιν, ὃν τρόπον ἐπὶ τοῦ Διὸς „ἀλλ’ εἴ τις καλέσειε θεῶν Θέτιν“ (Ω 74). |
| book 262a.5.3 | καὶ τὸ παρακελευστικὸν ἐπίρρημα ἀπὸ τούτου γεγονέναι τοῦ συν‐ |
| book 262a.5.4 | δέσμου τοῦ α περιττεύοντος, τοῦ τόνου ἀλλαγέντος εἰς περισπώμενον |
| book 262a | ἀναγκαίως καὶ τῆς δασείας Ἀττικῶς προσελθούσης. A |
| book 262b.1 | εἰ δέ, σὺ μέν μευ ἄκουσον: ἀντὶ τοῦ ἄγε δή. δυσχεραί‐ |
| book 262b.2 | νοντος δὲ αὐτοῦ πρὸς τοὔνομα τῶν δώρων δεῖται ἀκουσθῆναι. ἢ τάχα |
| book 262b.3 | ἔμφασίς ἐστι τοῦ πλήθους τῶν δοθησομένων. b(BCE3E4)T |
| book 265.1 | 〈αἴθωνας δὲ λέβητας:〉 διαιρεῖ τῶν ἀναθεματιαίων, ἐμπυ‐ |
| book 265.2 | ριβήτας (cf. Ψ 702) καὶ αἴθωνας αὐτοὺς καλῶν. Til |
| book 270.1 | 〈ἀμύμονας:〉 οὕτως Ἀρίσταρχος μετὰ τοῦ ς „ἀμύμονασ“. |
| book 270.2 | Aim |
| book 271.1 | Λεσβίδας: ὅτι τὰς ἑπτὰ Λεσβίδας ὑπισχνεῖται, οὐχ ὡς ὁ |
| book 271.2 | Ζηνόδοτος ἐν ταῖς ἑπτὰ καὶ τὴν Βρισηΐδα τάττει· ἔστι γὰρ Λυρνησ‐ |
| book 271.3 | σία. A |
| book 274.1 | 〈κούρην Βρισῆος· καὶ ἐπὶ μέγαν ὅρκον ὀμεῖται:〉 |
| book 274.2 | Ἀρίσταρχος γράφει „κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον 〈ὀμεῖται〉“. |
| book 274.3 | Aim |
| book 279 | 〈νηήσασθαι:〉 ἀντὶ προστακτικοῦ. Aim |
| book 292.1 | 〈Ἱρήν:〉 οὕτως Ἱρήν ὀξυτόνως, ὡς ἐν τῇ Καθόλου (1, |
| book 292.2 | 263,6). Aim |
| book 297.1 | οἵ κέ σε δωτίνῃσι 〈θεὸν ὣς τιμήσονται〉: ἡ διπλῆ, ὅτι |
| book 297.2 | τῷ παθητικῷ ἀντὶ τοῦ ἐνεργητικοῦ ἐχρήσατο· οὕτως γὰρ Ἀρίσταρ‐ |
| book 297.3 | χος τιμήσονται ὡς ἐλεύσονται. A |
| book 299 | 〈μεταλλήξαντι:〉 διὰ τοῦ ἑτέρου λ τὸ μεταλλήξαντι αἱ |
| book 299 | Ἀριστάρχου. Aim |
| book 300a.1 | εἰ δέ τοι Ἀτρείδης μὲν ἀπήχθετο: τέταρτον κεφά‐ |
| book 300a.2 | λαιον δεητικὸν ὑπὲρ τῶν Ἑλλήνων. ὑποφορᾷ δὲ χρῆται, προλαμβά‐ |
| book 300a.3 | νων αὐτοῦ τὴν ἀντίρρησιν καὶ τῇ Ἀγαμέμνονος ἔχθρᾳ ἀντιτιθεὶς τὸν |
| book 300a.4 | ἁπάντων ἔλεον καὶ μόνον οὐχὶ πᾶσαν ἱκετεύουσαν παράγων Ἑλλάδα. |
| book 300a.5.1 | ἐπὶ τὴν δευτέραν δὲ μεταβέβηκε στάσιν καὶ πανταχόθεν πείθει· ὑπο‐ |
| book 300a.5.2 | σχέσει, δεήσει, ὠφελίμῳ, ἐλέῳ. b(BCE3E4)T |
| book 300b.1 | κηρόθι μᾶλλον: κηρὸς μᾶλλον. T | εἰς δύο δὲ μερίζει τὴν |
| book 300b.2 | ἱκετείαν, Ἀγαμέμνονα καὶ Ἕλληνας. b(BCE3E4)T |
| book 300c.1 | κηρόθι μᾶλλον: ἤτοι θανάτου πλέον, παρὰ τὴν κῆρα, |
| book 300c.2 | τουτέστι θανατηφόρον μοῖραν. ἢ ἐν τῇ ψυχῇ μισεῖται μᾶλλον, παρὰ |
| book 300c.3 | τὸ κῆρ, ὅ ἐστι ψυχή. A |
| book 302-3a.1 | τειρομένους ἐλέαιρε 〈κατὰ στρατὸν οἵ σε θεὸν |
| book 302-3a.2 | ὥς / τίσουσι〉: τὸ κατὰ στρατόν (302) ἀμφοτέροις δύναται |
| book 302-3a.3 | συνάπτεσθαι τοῖς μέρεσιν. εἰ μὲν οὖν τοῖς ἄνω συνάπτοιτο, ἔσται τὸ |
| book 302-3a.4 | ἑξῆς· τειρομένους κατὰ στρατόν, οἷον καταπονουμένους ἤδη |
| book 302-3a.5.1 | ἐν τῷ στρατοπέδῳ καὶ δεδιωγμένους μέχρι θαλάσσης. εἰ δὲ τοῖς ἑξῆς, |
| book 302-3a.5.2 | ἔσται ὁ λόγος· οἵτινές σε κατὰ πᾶν τὸ στράτευμα τιμήσουσιν ὡς |
| book 302-3a.5.3 | θεόν, οἷον πάντες ὁμοίως. A |
| book 302-3b.1 | 〈τειρομένουσ〉 ἐλέαιρε κατὰ στρατὸν 〈οἵ σε θεὸν |
| book 302-3b.2 | ὥς / τίσουσι〉: τὸ 〈κατὰ〉 στρατόν (302) δύναται πρὸς ἄμφω |
| book 302-3b.3 | εἶναι. | αὔξων τὴν εὔκλειαν δείκνυσιν ὡς πρὸς αὐτούς ἐστιν ἡ πρᾶξις. T |
| book 303.1 | ἦ γάρ κέ σφι 〈μάλα〉 μέγα κῦδος ἄροιο: ὡς „πᾶσι δέ κε |
| book 303.2 | Τρώεσσι χάριν καὶ κῦδοσ“ (Δ 95) ἀντὶ τοῦ παρὰ πάντων ἢ ἐκ πάν‐ |
| book 303 | των. T |
| book 304a.1 | νῦν γάρ 〈χ’〉 Ἕκτορ’ ἕλοις: τρία ποιεῖ· τῷ μὲν καλῷ τῆς |
| book 304a.2 | ἐπικουρίας τὸ φιλότιμον συνάπτει, ἀντὶ δὲ τῆς κατὰ τοῦ ἀδικήσαντος |
| book 304a.3 | ὀργῆς τὴν τῶν ἀτυχούντων ἱκετείαν οἰκτίζεται, τὸ δὲ ἀνθέλκον τοῦ |
| book 304a.4 | θυμοῦ ἐπιρρεπὲς ποιεῖ φθόνῳ τῶν περὶ τοὺς ἐχθροὺς εὐτυχημάτων. |
| book 304a.5 | b(BCE3E4)T |
| book 304b.1 | 〈νῦν:〉 καλῶς εἶπε νῦν, T ὡς πρώην αὐτοῦ πτήσσον‐ |
| book 304b.2 | τος ἐν τῷ τείχει· ὥστε μὴ ἀπολέσῃς τὸν καιρόν, ἐν ᾧ μεγάλα δυνήσῃ |
| book 304b.3 | ἐπιδείξασθαι κατὰ τῶν πολεμίων. b(BCE3E4)T |
| book 305 | 〈οὔτινα:〉 οὐδὲ σέ. ἐρεθιστικὰ δὲ ταῦτα. Til |
| book 307-9.1 | τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς |
| book 307-9.2 | Ἀχιλλεύς 〈/ — /〉 χρὴ μέν: τὸν Ἀχιλλέα παραδίδωσι φιλότι‐ |
| book 307-9.3 | μον, ἁπλοῦν, φιλαλήθη, βαρύθυμον, εἴρωνα. καὶ ὅσα μὲν φθέγγεται |
| book 307-9.4 | συνετά, ταῦτα αὐτῷ ἡ παιδεία δέδωκεν, ὅσα δὲ αὐθάδη καὶ μεγαλό‐ |
| book 307-9.5 | φρονα, ταῦτα ὑπὸ τῆς φύσεως λέγειν προάγεται. b(BCE3E4)T |
| book 309a.1 | χρὴ μὲν δὴ τὸν μῦθον 〈ἀπηλεγέως ἀποειπεῖν〉: |
| book 309a.2 | γυμνός ἐστιν ὑπὸ τῆς ὀργῆς καὶ περιπλοκὰς οὐκ οἶδε λόγων· ἔδει γὰρ |
| book 309a.3 | δικαιολογεῖσθαι, εἶθ’ οὕτω τὴν ἀπόφασιν ἐπαγαγεῖν. ὁ δὲ τοὐναντίον |
| book 309a.4 | φησίν· ἔστι γὰρ θυμὸς μεστὸς ἀκοσμήτου παρρησίας, τοσοῦτον δὲ |
| book 309a.5.1 | ἀπέχει πειθοῦς, ὅτι καὶ τῶν ἄλλων προαναστέλλει τοὺς λόγους „ὡς |
| book 309a.5.2 | μή μοι τρύζητε παρήμενοι“ (Ι 311). πάντες δὲ οἱ παρὰ θυμὸν ἀπει‐ |
| book 309a.5.3 | λοῦντες πίστιν ἐπάγουσι τοῖς ἰδίοις λόγοις, οἱ μὲν λόγῳ, οἱ δὲ δι’ ἀπο‐ |
| book 309a.5.4 | δείξεων, οἱ δὲ διὰ γνωμῶν, ὃ νῦν (sc. Ι 312—3) ποιεῖ. b(BCE3E4)T |
| book 309b | 〈τὸν μῦθον:〉 τὸν ἀντικείμενον τοῖς ῥηθεῖσιν. Til |
| book 309c.1 | ἀπηλεγέως: ἀποτόμως, σκληρῶς· ἢ ἀπαγορευτικῶς, |
| book 309c.2 | κεκριμένως. A | ἀπαγορευτικῶς, A b (BCE3E4)T διαρρήδην· ἢ |
| book 309c.3 | συντόμως ἀπὸ τοῦ λῆξαι, ὅ ἐστιν εἰπόντα παύσασθαι· φιλοσύντομος |
| book 309c.4 | γὰρ ὁ θυμός. ἢ ἀσυμπαθῶς καὶ ἀπηλγημένως παρὰ τὸ ἀλέγειν· οἱ γὰρ |
| book 309c.5.1 | λυπεῖν θέλοντες τὰς χρηστὰς ἐκκόπτουσιν ἐλπίδας. ὅρα δὲ ὡς πρὸς μὲν |
| book 309c.5.2 | Ὀδυσσέα ἀπιέναι φησίν (sc. Ι 356—63), πρὸς Φοίνικα δὲ μένειν (cf. Ι |
| book 309c.5.3 | 618—9), μὴ μέντοι πολεμήσειν, πρὸς Αἴαντα δὲ πολεμήσειν, ἀλλ’ ὅταν |
| book 309c.5.4 | ἀνάγκη καλῇ (sc. Ι 650—55). A b (BE3E4)T τοῦτο δὲ θυμώδους |
| book 309c.5.5 | ἀνδρὸς καὶ πρὸς τὸ μὴ καταφρονηθῆναι ἀγωνιζομένου. T |
| book 310a | 〈ᾗπερ δὴ κρανέω:〉 Ἀρίσταρχος „ᾗπερ δὴ φρονέω“. Aint |
| book 310b.1 | ᾗπερ δὴ κρανέω {τε}: αἱ Ἀριστάρχου „φρονέω“. | τὸ |
| book 310b.2 | δὲ κρανέω ἀντὶ τοῦ τελειώσω, πληρώσω. ὁ δὲ ᾗ ἀντὶ τοῦ ὥς. T |
| book 311a.1 | ὡς μή μοι τρύζητε 〈παρήμενοι ἄλλοθεν ἄλλοσ〉: αὐ‐ |
| book 311a.2 | θαδῶς ἐπισκώπτει τὴν ἐπιτέχνησιν τῶν λόγων Ὀδυσσέως, καὶ Φοί‐ |
| book 311a.3 | νικα προανακόπτει, ὃν ὑποπτεύει παρακεκλῆσθαι ὑπὸ τοῦ Ἀγαμέ‐ |
| book 311a.4 | μνονος. b(BCE3E4)T τινὲς δὲ διὰ τὸ „καί μ’ ᾐτιάασθε ἕκαστοσ“ |
| book 311a.5 | (Π 202). T |
| book 311b1.1 | τρύζητε: παρὰ τὸ τρυγών ἐστιν· ἢ τρύχητε τὴν ἀκοήν, |
| book 311b1.2 | ἢ τονθορύζητε. T |
| book 311b2 | τρύζητε ἤτοι τρύχητε τὴν ἀκοὴν καὶ βαρύνητε. b |
| book 311b2 | (BCE3E4) |
| book 311c | 〈παρήμενος:〉 γράφεται „παρήμενοι“. Aim |
| book 312-3.1 | ἐχθρὸς γάρ μοι κεῖνοσ〈— /〉 ὅς 〈χ’〉 ἕτερον μὲν |
| book 312-3.2 | κεύθῃ 〈ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ〉: πρὸς τὴν ἀλλοιωτικὴν στάσιν |
| book 312-3.3 | Ὀδυσσέως. τὸ δὲ ἄλλο (313) ἐπὶ τῶν ἑτερογενῶν· „ὄρνεον ἄλλο“ |
| book 312-3.4 | (Ν 64), „φάρμακον ἄλλο“ (κ 392). κακῶς οὖν ἔχει νῦν ἀντὶ τοῦ ἕτερον |
| book 312-3.5 | τὸ ἄλλο δὲ εἴπῃ (313). T |
| book 312.1 | ὁμῶς Ἀΐδαο πύλῃσιν: πλέον πάντων Ἀχιλλεὺς μισεῖ |
| book 312.2 | τὸν θάνατον διὰ τὸ ἄπρακτον. τάχα δὲ καὶ ἄλλως χρήσιμόν ἐστι τὸ |
| book 312.3 | διαβάλλειν τὸν θάνατον, ἐπεὶ πῶς ἄν τις τοὺς γονέας σέβοι τοὺς τὸ |
| book 312.4 | ζῆν αὐτῷ παρασχομένους, εἰ μὴ τὸ ζῆν ἀγαθόν ἐστι καὶ κακὸν ἐκ τῶν |
| book 312.5 | ἐναντίων ὁ θάνατος; A b (BCE3E4)T |
| book 313.1 | ὅς χ’ ἕτερον μὲν κεύθῃ 〈ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ〉: ὅτι |
| book 313.2 | δοκεῖ συγκεχύσθαι τὸ 〈ἄλλο πρὸς τὸ〉 ἕτερον· ἔδει γὰρ ‘ἕτερον δὲ |
| book 313.3 | εἴπῃ‘, ἑτέρου πρὸς ἕτερον ἀντιδιαστελλομένου· τὸ γὰρ ἄλλο ἐπὶ |
| book 313.4 | πλειόνων τίθεται. A |
| book 314-6.1 | αὐτὰρ ἐγὼν ἐρέω, ὥς μοι δοκεῖ εἶναι ἄριστα·/ |
| book 314-6.2 | οὔτ’ ἐμ〈έγ’〉 Ἀτρείδην 〈Ἀγαμέμνονα〉 πεισέμεν οἴω / οὔτ’ |
| book 314-6.3 | ἄλλους Δαναούς: τὸ καλὸν καὶ ἐλεεινὸν τῶν λόγων Ὀδυσσέως |
| book 314-6.4 | ἐξέκοψεν· καὶ τὸ μὲν κεφάλαιον τῆς ἀντιρρήσεώς ἐστι τὸ μὴ πεισθή‐ |
| book 314-6.5.1 | σεσθαι τοῖς λεγομένοις. ἀλλ’ ἐπεὶ τὸ ἀτιμασθὲν ἀπλήρωτον πρὸς ἀγα‐ |
| book 314-6.5.2 | νάκτησιν, ἀνθέλκεται πρὸς μῆκος λόγων. b(BCE3E4)T |
| book 314 | 〈ὥς μοι δοκεῖ εἶναι ἄριστα:〉 ἐν ἄλλῳ „ὡς καὶ τετελε‐ |
| book 314 | σμένον ἔσται“. Aint |
| book 316a.1 | οὔτ’ ἄλλους Δαναούς: πρὸς τὸ „εἰ δέ τοι Ἀτρείδης |
| book 316a.2 | μὲν ἀπήχθετο, σὺ δ’ ἄλλους περ 〈Παν〉αχαιούσ“ (cf. Ι 300—1)· ἀνέ‐ |
| book 316a.3 | τρεψεν οὖν καὶ ταύτην τὴν στάσιν. τάχα δὲ καὶ βουλόμενος εἰπεῖν |
| book 316a.4 | ‘οὔτε ὑμεῖς πείσετε οἱ πρέσβεισ‘, εὐπρεπῶς τῷ κοινῷ ὀνόματι τῶν |
| book 316a.5.1 | Ἑλλήνων αὐτοὺς περιέλαβεν. καλῶς δὲ οὔ φησιν ‘οὐκ ἐλεῶ αὐτούσ‘, |
| book 316a.5.2 | ἀλλ’ ‘οὐ πείσουσί με‘ (cf. Ι 315). b(BE3E4)T |
| book 316b.1 | ἐπεὶ 〈οὐκ〉 ἄρα τις χάρις ἦεν: πρὸς τὸ „οἵ 〈κέ〉 σε |
| book 316b.2 | 〈δωτίνῃσι〉 θεὸν ὣς τι〈μή〉σουσιν“ (Ι 297). χάρις οὖν ἡδονή. T |
| book 317 | 〈μετ’ ἀνδράσιν:〉 Ἀρίσταρχος „ἐπ’ ἀνδράσι“. AimAint |
| book 318a | 〈ἴση μοῖρα:〉 παρ’ ὑμῖν δηλονότι. Til |
| book 318b.1 | ἴση μοῖρα μένοντι, καὶ εἰ μάλα τις πολεμίζοι: τοῦτο |
| book 318b.2 | μάλιστα τοὺς χρηστοὺς λυπεῖ, ὅταν μὴ κατ’ ἀξίαν τιμῶνται. b |
| book 318b.3 | (BCE3E4)T ἔφυγε δὲ τὸ ὁμοειδές· οὐ γὰρ εἶπε ‘πολεμίζοντι‘. T |
| book 319a.1 | 〈ἐν δὲ ἰῇ τιμῇ ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός:〉 ἐν δὲ τῇ |
| book 319a.2 | αὐτῇ τιμῇ καὶ ὁ δειλὸς καὶ ὁ ἀνδρεῖος. Aint |
| book 319b.1 | ἐν δὲ ἰῇ τιμῇ 〈ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλόσ〉: ἀλλάξας |
| book 319b.2 | τὸ ὄνομα τὸ αὐτὸ εἶπεν. T |
| book 320.1 | κάτθαν’ ὁμῶς 〈ὅ τ’ ἀεργὸς ἀνὴρ ὅ τε πολλὰ ἐορ‐ |
| book 320.2 | γώσ〉: ὅρον οὐκ ἔχει κατηγορίας θυμός. τοῦτο δὲ πρὸς τὸ „τύμβον δ’ |
| book 320 | ἀμφὶ πυρήν“ (Η 336)· οὐ γὰρ πρὸς τὰς πράξεις ὁ τάφος. b(BCE3E4)T |
| book 321a.1 | {οὐδέ τί μοι} περίκειται: ὁ Ἀσκαλωνίτης (p. 50 B.) |
| book 321a.2 | δύο ποιεῖ, „περί“ εἶτα „κεῖται“, καὶ προπερισπᾷ· σημαίνει δέ, φησί, |
| book 321a.3 | τὸ περισσῶς κεῖται. εἰσὶ δὲ οἳ ὑφ’ ἓν ἀναγινώσκουσι περίκειται ὡς |
| book 321a.4 | ἀντίκειται, οἷς συγκατατίθεμαι· τί γάρ ἐστι τὸ κωλῦον καὶ ἐν τῇ συν‐ |
| book 321a.5 | θέσει τὸ αὐτὸ νοεῖν; A |
| book 321b.1 | περίκειται: περισσὸν τῶν ἄλλων ἀπόκειται. b(BCE3E4) |
| book 321b.2 | T |
| book 321-32.1 | ἐπεὶ πάθον ἄλγεα 〈θυμῷ / — / Ἀτρείδῃ〉: διὰ |
| book 321-32.2 | μὲν τοῦ πάθον ἄλγεα (321) τὸ ἐπίπονον ἑαυτοῦ παρίστησι, διὰ δὲ |
| book 321-32.3 | τῆς μάστακος (cf. 324) τὸ κηδεμονικόν, διὰ δὲ τοῦ ἀγρυπνεῖν καὶ νύ‐ |
| book 321-32.4 | κτας οὐκ ὀλίγας (cf. 325) τὴν πρόνοιαν καὶ ἐπιμέλειαν, διὰ δὲ τοῦ |
| book 321-32.5.1 | τὰ ποριζόμενα ἐκ τῆς μάχης ἐπὶ τὸν βασιλέα ἅπαντα ἀναφέρειν (cf. |
| book 321-32.5.2 | 331—2) τὸ ἐλεύθερον τῆς ψυχῆς, διὰ δὲ τῶν πόλεων, ὧν ἐχειρώσατο |
| book 321-32.5.3 | (cf. 328—9), τὸ ἀνδρεῖον ἑαυτοῦ φησιν. b(BCE3E4)T |
| book 322.1 | 〈πολεμίζειν:〉 οὕτως Ἀρίσταρχος πολεμίζειν κατὰ τὸ |
| book 322.2 | ἀπαρέμφατον. Aint |
| book 323a.1 | ὡς δ’ ὄρνις ἀπτῇσι 〈νεοσσοῖσι προφέρῃσι〉: εἰς τὸ |
| book 323a.2 | ἐπιδεικτικὸν ἐρχόμενος διὰ τῆς κηδεμονίας αὔξει τὴν ῥώμην, τοσοῦ‐ |
| book 323a.3 | τον προὔχειν φάσκων Ἑλλήνων ὅσον μήτηρ νεοσσῶν. b(BCE3E4) |
| book 323a.4 | T εὖ δὲ τὸ μηδὲν τῶν τετραπόδων λαβεῖν εἰς τέκνου φιλοστορ‐ |
| book 323a.5.1 | γίαν· ταῦτα γὰρ τρέφοντα τῷ γάλακτι οὐδὲν ἧττον ὠφελεῖται τῶν |
| book 323a.5.2 | τρεφομένων· εἰ γὰρ μὴ ἀμελχθείη, καὶ ἀνιᾶται· „οὔθατα γὰρ σφαρα‐ |
| book 323a.5.3 | γεῦντο“ (ι 440). ἡ δὲ ὄρνις τὴν ἑαυτῆς τροφὴν εἰς τοὺς νεοσσοὺς ἀνα‐ |
| book 323a.5.4 | λίσκει· ὅθεν καὶ πιθανῶς ἐπήνεγκε τὸ „κακῶς δέ τέ οἱ πέλει αὐτῇ“ (Ι |
| book 323a.5.5 | 324). εὖ δὲ καὶ τὸ ἀπτῇσιν· οἱ γὰρ πετόμενοι, κἂν ὀλίγον, †προσπο‐ |
| book 323a.10.1 | ρίζονται†. b(BE3E4)T καὶ διὰ τὸ περιϊέναι (cf. Ι 326—9) καὶ |
| book 323a.10.2 | λῃζόμενον πάντα φέρειν (cf. Ι 330—2) 〈***〉. T |
| book 323b | προφέρῃσι: ὡς τὸ „οἱ δὲ προπεσόντες ἔρεσσον“ (μ |
| book 323b | 194). T |
| book 324a.1 | 〈μάστακ’:〉 ὅτι οἱ Γλωσσογράφοι μάστακα τὴν ἀκρίδα, |
| book 324a.2 | δέον μάσημα καὶ βρῶμα. ἐνίοτε δὲ καὶ αὐτὸ τὸ στόμα ὁμωνύμως, κα‐ |
| book 324a.3 | θάπερ χοίνικα τὸ μετροῦν καὶ τὸ μετρούμενον· „ἀλλ’ Ὀδυσσεὺς ἐπὶ |
| book 324a.4 | μάστακα χερσὶ πίεζεν“ (δ 287). A |
| book 324b.1 | 〈μάστακ’:〉 Νίκανδρος (th. 802) τὴν ἀκρίδα. ὁμώνυμος |
| book 324b.2 | 〈δὲ〉 τῷ στόματι, ὡς καὶ χεῖλος. Til |
| book 324c1.1 | κακῶς δέ τέ οἱ πέλει αὐτῇ: διὰ τοῦ „ἄρα“ γράφουσι |
| book 324c1.2 | καὶ αἱ Ἀριστάρχου, „κακῶς δ’ ἄρα οἱ πέλει αὐτῇ“. αἱ δὲ εἰκαιότεραι |
| book 324c1.3 | κακῶς δέ τέ οἱ πέλει αὐτῇ. A |
| book 324c2 | Ἀρίσταρχος „κακῶς δ’ ἄρα οἱ“. Aint |
| book 324d.1 | κακῶς δ’ ἄρα οἱ πέλει αὐτῇ: ἵνα ἡ εὐεργεσία μὴ ἐξ |
| book 324d.2 | ἀκινδύνου περιουσίας προσεῖναι δοκῇ. T |
| book 325a1 | ἴαυον: ἐμονομάχουν. | παρὰ τὸ αὔω τὸ κοιμῶμαι | ἢ |
| book 325a1 | παρὰ τὴν ἴαν τὴν μίαν. | ἢ διετέλουν. A |
| book 325a2 | ἐμονομάχουν· παρὰ τὴν ἴαν. Til |
| book 326a.1 | ἤματα δ’ αἱματόεντα 〈διέπρησσον πολεμίζων〉: |
| book 326a.2 | διὰ φόνων ἦν ὁ βίος, οὐ δι’ ἐμὴν ἡδονήν· „οὐ γὰρ ἐγὼ Τρώων ἕνεκ’ |
| book 326a.3 | ἤλυθον“ (Α 152), ἀλλὰ διὰ τὸ γύναιον Μενελάου· τοῦτο γὰρ δηλοῖ |
| book 326a.4 | τὸ „ὀάρων ἕνεκα σφετεράων“ (Ι 327). ἢ τολμηρῶς πολεμῶν πρὸς ἄν‐ |
| book 326a.5.1 | δρας ὑπὲρ παίδων καὶ γυναίων ῥιψοκινδύνως ἀγωνιζομένους. b |
| book 326a.5.2 | (BCE3E4)T |
| book 326b | 〈αἱματόεντα:〉 ἐν αἵματι ἢ ἐν μόχθῳ. Aint |
| book 327a.1 | 〈ὀάρων:〉 ὅτι ὄαροι αἱ τῶν ἀνδρῶν καὶ γυναικῶν ὁμι‐ |
| book 327a.2 | λίαι. νῦν δὲ λέγει τῶν γυναικῶν. Aint |
| book 327b1.1 | ὀάρων {ἕνεκα}: γράφεται καὶ „ὠρέων“. ὀάρων μὲν |
| book 327b1.2 | †σὺν ἄορσιν†, ὅ ἐστι τῶν γυναικῶν τῶν αἰχμαλωτίδων, παρὰ τὸ |
| book 327b1.3 | ἄορ, ὅ ἐστι ξίφος, ὅτι διὰ πολέμου καὶ αἰχμῆς καὶ φασγάνου ἐλῄζοντο. |
| book 327b1.4 | „ὠρέων“ δὲ τῶν συμβίων παρὰ τὸ ξυνωρεῖν, ὅθεν καὶ ξυνωρίδας τὰς |
| book 327b1.5 | συζυγίας τῶν ἵππων φαμέν. T |
| book 327b2.1 | ὀάρων: γράφεται καὶ „†ὀρέω톓. ἓν δὲ ἐξ ἀμφοτέρων τὸ |
| book 327b2.2 | σημαινόμενον, τῶν γυναικῶν. ὀάρων μὲν ἀπὸ τοῦ ὀαρίζειν, „ὠρέων“ |
| book 327b2.3 | δὲ ὡς ἄν τις εἴποι συναόρων, ἀπὸ τοῦ συνωρεῖν, καθὸ καὶ συνωρίδας |
| book 327b2 | ἐπὶ τῶν ἵππων. A |
| book 328.1 | δώδεκα δὴ σὺν νηυσὶ 〈πόλεις ἀλάπαξ’ ἀνθρώπων〉: |
| book 328.2 | ἐντέχνως τὰς πράξεις ἐπάγει, πίστιν τοῖς προειρημένοις (sc. Ι 321—7) |
| book 328.3 | φέρων. εὖ δὲ καὶ τὸ μὴ κατ’ ἄνδρα τὰ πραχθέντα φράζειν, ἀλλὰ κατὰ |
| book 328.4 | πόλεις καὶ ταύτας ἀθρόας. ἅμα δὲ καὶ συμπληροῖ τὴν ὑπόθεσιν. |
| book 328.5.1 | Σηστὸν δὲ καὶ Ἄβυδον οὐ πορθεῖ ὡς ἠσφαλισμένας· λαφύρων γὰρ |
| book 328.5.2 | ἔδει, οὐ κατορθωμάτων. b(BCE3E4)T |
| book 329.1 | 〈πεζὸς δ’ ἕνδεκά φημι:〉 ὡς ἐν ἀμφισβητησίμῳ διορίζε‐ |
| book 329.2 | ται. Til |
| book 332.1 | ὁ δ’ ὄπισθε μένων: ἐμοῦ ἀποδημοῦντος. τὴν δειλίαν δὲ |
| book 332.2 | Ἀγαμέμνονος ἐμφαίνει τὸ ὄπισθε. b(BCE3E4)T |
| book 333a.1 | δεξάμενος διὰ παῦρα δασάσκετο, πολλὰ δ’ ἔχε‐ |
| book 333a.2 | σκεν: ἀμφοτέρωθεν ηὔξηται ἡ ἀχαριστία τοῦ βασιλέως, ὅτι τοιαῦτα |
| book 333a.3 | καὶ τοσαῦτα λαβὼν καὶ βραχὺ δοὺς γέρας τῷ κομίσαντι καὶ τοῦτο |
| book 333a.4 | ἀφῄρηται. b(BCE3E4)T |
| book 333a.5.1 | 〈δεξάμενος διὰ παῦρα δασάσκετο:〉 †ὁ δὲ† λαμβάνων |
| book 333a.5.2 | ὀλίγα διένειμε καὶ ἐδίδου. Aint |
| book 333b.1 | πολλὰ δ’ ἔχεσκεν: τεχνικῶς ἐνδείκνυται ὅτι καὶ τὰ νῦν |
| book 333b.2 | αὐτῷ διδόμενα δῶρα μέρος ἐστίν, ὧν Ἀγαμέμνων παρ’ αὐτοῦ λαμ‐ |
| book 333b.3 | βάνων ἀδίκως ἐσφετερίσατο. b(BCE3E4)T |
| book 334-6.1 | ἄλλα δ’ ἀριστήεσσι δίδου 〈γέρα〉 καὶ βασιλεῦσι· |
| book 334-6.2 | / τοῖσιν δ’ ἔμπεδα κεῖται, ἐμοῦ δ’ ἀπὸ μούνου Ἀχαιῶν / |
| book 334-6.3 | εἵλετο: ἐπιφθόνως φησὶ ‘τοῖς ἄλλοις ἐφύλαξε τὰ γέρα, ἐμοὶ δὲ οὔ, |
| book 334-6.4 | b(BCE3E4)T δι’ οὗ καὶ αὐτοὶ ἐλάμβανον‘ T εὐπρεπῶς δὲ |
| book 334-6.5 | οὐκ εἶπεν ‘ὑμῖν‘. ἄτοπον δέ, εἰ πολλὰ μὲν ἔχων, μικρὰ δὲ παρέχων |
| book 334-6 | οὐδὲ ἐπ’ ἴσης τῶν ἄλλων ἐᾷ αὐτῷ τὰ δοθέντα. b(BCE3E4)T |
| book 335-6.1 | ἐμεῦ δ’ ἀπὸ μούνου Ἀχαιῶν 〈/ εἵλετ’〉: καλὰ τὰ |
| book 335-6.2 | μετὰ τὴν καταρίθμησιν τῶν κατορθωμάτων. T |
| book 336a.1 | 〈εἵλετ’, ἔχει δ’:〉 γράφεται δὲ καὶ „εἵλετ’ ἔχειν“ ἀντὶ τοῦ |
| book 336a.2 | ἠθέλησεν, ὅπερ ὁ Ἡρωδιανὸς ἀποδέχεται ὡς ἄμεινον. b(BCE3E4) |
| book 336b.1 | 〈ἄλοχον θυμαρέα:〉 ηὔξησε τὴν ὕβριν ἄλοχον αὐτὴν |
| book 336b.2 | εἰπὼν καὶ θυμαρέα. b(BCE3E4)T |
| book 336c.1 | θυμαρέα: τῇ ψυχῇ ἀρέσκουσαν, θυμήρη. | σύνθετον δέ |
| book 336c.2 | ἐστι παρὰ τὸ ἄρω θυμαρής, ὀξυτόνως. καὶ οὕτως ἀνέγνωμεν „Εὔμαιος |
| book 336c.3 | δ’ ἄρα οἱ σκῆπτρον θυμαρέσ“ (ρ 199) διὰ τοῦ α· οὐ γάρ ἐστι παρώ‐ |
| book 336c.4 | νυμον διὰ τοῦ ηρης· τὰ γὰρ διὰ τοῦ ηρης καὶ ωδης παρώνυμα βαρύ‐ |
| book 336c.5 | νεται, ξιφήρης ὀλιγήρης τοξήρης ὀνώδης καὶ βοώδης. A |
| book 336d.1 | τῇ παριαύων: οὐ συνιαύων, διὰ τὸ βίαιον· φησὶ γοῦν |
| book 336d.2 | „δμωῇσι δὲ γυναιξὶ †παρευνάζεσθαι† βιαίωσ“ (χ 37). b(BCE3E4)T |
| book 337-9.1 | τί δὲ δεῖ πολεμιζέμεναι Τρώεσ〈σ〉ι〈ν/ Ἀργείους;〉 |
| book 337-9.2 | τί δὲ λαὸν ἀνήγαγεν 〈ἐνθάδ’ ἀγείρας /〉 Ἀτρείδης; ἦ οὐχ |
| book 337-9.3 | Ἑλένης ἕνεκα: πρακτικὸς ὁ λόγος, δεικνὺς τὸν Ἀγαμέμνονα ἢ |
| book 337-9.4 | ἀσύνετον ἢ ἄδικον· εἰ μὲν γὰρ μικρὸν ἡγεῖται τὸ ἀδικηθῆναι περὶ γυ‐ |
| book 337-9.5.1 | ναῖκα, πολεμεῖν οὐκ ἔδει περὶ Ἑλένης· ἀσύνετος οὖν ἐστι περὶ μικρᾶς |
| book 337-9.5.2 | αἰτίας πολεμῶν. εἰ δὲ χαλεπὸν καὶ μέγα, πῶς ἅπερ παθὼν ὑπ’ ἀλλοφύ‐ |
| book 337-9.5.3 | λων ἀγανακτεῖ, ταῦτα εἰς τοὺς φίλους ποιῶν οὐκ ἀδικεῖν νομίζει; |
| book 337-9.5.4 | καὶ πρῶτον μὲν ἀπηρίθμηται τὸ ἀχάριστον, εἶτα τὴν ὕβριν. A |
| book 337-9.5.5 | b(BE3E4)T |
| book 338.1 | τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδ’: ὅτι οὕτως εἴωθε λέγειν |
| book 338.2 | ἀναγωγὴν καὶ ἀνάπλουν τὸν ἐκ τῆς Εὐρώπης εἰς τὴν Ἀσίαν πλοῦν, |
| book 338.3 | διὰ τὸ τὰ πρὸς ἄρκτους ὑψηλότερα εἶναι. A |
| book 339 | 〈Ἑλένης:〉 αὐξητικῶς τῇ Διὸς εἴκασε τὴν Βρισηΐδα. Til |
| book 340-3.1 | ἦ μοῦνοι φιλέους’ ἀλόχους—περ ἐοῦσαν: τὸ |
| book 340-3.2 | τοιοῦτον ἐπιμονὴ λέγεται, ὅταν τις ἔχων αἰτίαν ἐπί τινι μὴ φεύγῃ τὸ |
| book 340-3.3 | ἔγκλημα. καὶ Ἀχιλλεὺς οὖν, ἐπεὶ διαβολὴν εἶχεν ὡς γυναικὸς χάριν ὀρ‐ |
| book 340-3.4 | γισθείς, οὐ φεύγων τὴν ὁμολογίαν εἰς τὸ ὅτι δικαίως ἐχαλέπηνεν ἔρχε‐ |
| book 340-3.5.1 | ται, b(BCE3E4)T καὶ πρῶτον μὲν διέστρεψε δυσαπόκριτον προ‐ |
| book 340-3.5.2 | βαλλόμενος ἦ μοῦνοι φιλέους’ ἀλόχους μερόπων ἀνθρώπων/ |
| book 340-3.5.3 | Ἀτρεῖδαι; (340—1), εἶτα πανδήμῳ κρίσει τὴν γνώμην ἐπεσφραγί‐ |
| book 340-3.5.4 | σατο· b(BE3E4)T ἐπεὶ ὅστις ἀνὴρ ἀγαθὸς καὶ ἐχέφρων |
| book 340-3.5.5 | (341). b(BE3E4) |
| book 341.1 | 〈ἀγαθὸς καὶ ἐχέφρων:〉 τεχνικῶς τὸ ἄνομον ἰᾶται διὰ τοῦ |
| book 341.2 | παρὰ τοῖς σπουδαίοις ἰσότιμον εἶναι τὸν γάμον. b(BE3E4)T |
| book 342a1 | τὴν αὐτοῦ φιλέει: ὁ Ἀσκαλωνίτης (p. 50 B.) δασύνει, |
| book 342a1.1 | σύνθετον ἐκδεχόμενος τὴν ἀντωνυμίαν 〈***〉· διὸ καὶ τὰς τοιαύτας |
| book 342a1.2 | κατὰ διάλυσιν ἀναγινώσκομεν· „καὶ μαχόμην κατ’ ἔμ’ αὐτὸν ἐγώ“ (Α |
| book 342a1.3 | 271) καὶ „πυκάσασα ἓ αὐτήν“ (Ρ 551)· τί οὖν ἔστιν ἐνθάδε λέγειν ἢ |
| book 342a1.5.1 | ὅτι λείπει ἡ ἕο; ὡς τὸ „ἕο τ’ αὐτοῦ πάντα κολούει“ (θ 211), οὕτως καὶ |
| book 342a1.5.2 | ἐνθάδε ‘τὴν ἕο αὐτοῦ φιλέει‘. A |
| book 342a2.1 | Πτολεμαῖος δασύνει νομίζων τὸ πλῆρες εἶναι ἑαυτοῦ, |
| book 342a2.2 | ἀγνοῶν ὅτι Ὅμηρος οὐδέποτε συνθέτῳ κέχρηται ἀντωνυμίᾳ. λείπει |
| book 342a2.3 | οὖν ἡ ἕο, ὡς τὸ „ἕο τ’ αὐτοῦ“. T |
| book 343a1.1 | δουρικτήτην· δουρικτήτη ὡς „ἀριγνώτη“ (ζ 108), |
| book 343a1.2 | ἵνα τοῦ δουρίκτητος παρώνυμον ᾖ· οὕτως γὰρ φιλεῖ σχηματίζειν ὁ |
| book 343a1.3 | ποιητής, ἀμφιρύτη (cf. a 50 al.), περιξέστη (cf. μ 79). A |
| book 343a2 | ὡς ἀμφιρύτη, περιξέστη. Til |
| book 344a.1 | νῦν δ’ ἐπεὶ ἐκ χειρῶν γέρας εἵλετο: ὁ νῦν πολλὰ |
| book 344a.2 | ὑπισχνούμενος καὶ τὸ βραχὺ ἀφῄρηται. ὥσπερ δὲ σπινθὴρ κεκρυμμέ‐ |
| book 344a.3 | νος ὕστερον τὸ πᾶν τῆς ὕλης καταναλώσας ἔκδηλος γίνεται, οὕτως ὁ |
| book 344a.4 | ἥρως τοὺς ἐπιπλάστους λόγους ἀποσειόμενος διάδηλος γίνεται. b |
| book 344a.5 | (BCE3E4)T |
| book 344b.1 | 〈καί μ’ ἀπάτησεν:〉 ἴσως ὑποσχόμενος αὐτὸν ἐντίμως |
| book 344b.2 | πέμψειν οἴκαδε ἠπάτησεν. b(BCE3E4)T |
| book 345a.1 | 〈μή μευ πειράτω εὖ εἰδότος· οὐδέ με πείσει:〉 τὰ |
| book 345a.2 | σκυθρωπὰ οὐκ ἐπὶ τὸν Ὀδυσσέα τείνει. Til |
| book 345b.1 | 〈εὖ εἰδότος:〉 καλῶς ἐπισταμένου μου ὅτι ἀπατεών |
| book 345b.2 | ἐστιν. Aim |
| book 346a.1 | ἀλλ’ Ὀδυσεῦ: οὔτε γὰρ ἔδει Φοίνικα εἰρωνεύεσθαι ὡς |
| book 346a.2 | τροφέα οὔτε Αἴαντα ὡς ἀνδρεῖον, Ὀδυσσέα δὲ ὡς φυγόντα. b(BCE3 |
| book 346a.3 | E4)T |
| book 346b | 〈σὺν σοί τε καὶ ἄλλοισιν βασιλεῦσιν:〉 διὰ τὸ „παρ’ |
| book 346b | ἔμοιγε καὶ ἄλλοι“ (Α 174). b(BCE3E4)T |
| book 347a.1 | φραζέσθω: πρὸς τὸ ἐν Ὀδυσσείᾳ (θ 75) ζητούμενον |
| book 347a.2 | „νεῖκος Ὀδυσσῆος καὶ Πηλείδεω Ἀχιλῆοσ“, ὅτι ἐμφαίνει καὶ νῦν ἀναι‐ |
| book 347a.3 | ρῶν τὴν ἐπιχείρησιν τῶν περὶ Ὀδυσσέα, λεγόντων βουλῇ καὶ λόγῳ |
| book 347a.4 | αἱρεθήσεσθαι τὴν πόλιν· νῦν γὰρ οἷον ἐπισαρκάζων λέγει. A |
| book 347b | 〈ἀλεξέμεναι:〉 ἀντὶ τοῦ ὅπως ἀλεξήσῃ. Til |
| book 348.1 | ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο 〈νόσφιν ἐμεῖο〉: εἰρω‐ |
| book 348.2 | νικὸς ὁ λόγος· ὧν γὰρ καταφρονοῦμεν, ταῦτα αὔξομεν. ἔοικε δὲ τὴν |
| book 348.3 | βουλὴν Νέστορος εὐτελίζειν. b(BCE3E4)T |
| book 349-50.1 | καὶ ἤλασε τάφρον ἐπ’ αὐτῷ / ... ἐν δὲ σκόλοπας |
| book 349-50.2 | κατέπηξεν: ἐν τῷ Περὶ Ἰλιάδος καὶ Ὀδυσσείας ὁ Ἀρίσταρχος προ‐ |
| book 349-50.3 | φέρεται „καὶ ἤλασεν ἔκτοθι τάφρον“ (349) καὶ ἐν τῷ ἑξῆς (sc. 350) |
| book 349-50.4 | „περὶ δὲ σκόλοπας κατέπηξεν“. εἰσὶ δὲ οὐκ ἄτοποι αἱ γραφαί. A |
| book 349.1 | καὶ ἤλασε τάφρον 〈ἐπ’ αὐτῷ〉: ἐξέτεινεν, ἀπὸ τοῦ σιδή‐ |
| book 349.2 | ρου· ἢ ὤρυξεν, b(BCE3E4)T ἀπὸ τοῦ παρεπομένου. T | Ἀρί‐ |
| book 349.3 | σταρχος „καὶ ἤλασεν ἔκτοθι τάφρον“. AimT |
| book 350a1.1 | 〈εὐρεῖαν, μεγάλην:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ εὐ‐ |
| book 350a1.2 | ρεῖα〈ν〉 πρὸς ἔμφασιν. Aint |
| book 350a2 | ὀλίγη διαστολὴ εἰς τὸ εὐρεῖαν. Til |
| book 350b | ἐν δὲ σκόλοπας: Ἀρίσταρχος „περὶ δὲ σκόλοπασ“. T |
| book 351-2 | 〈ἀλλ’ οὐδ’ ὣς δύναται σθένος Ἕκτορος ἀνδροφό‐ |
| book 351-2 | νοιο / ἴσχειν:〉 οὐχ ὅτι περιγράφειν, ἀλλ’ 〈οὐδ’〉 ἴσχειν. Til |
| book 352-3.1 | ὄφρα δ’ ἐγὼ 〈μετ’ Ἀχαιοῖσιν〉 πολέμιζον, / οὐκ |
| book 352-3.2 | ἐθέλεσκε μάχην 〈... ὀρνύμεν Ἕκτωρ〉: μείζων τείχους Ἀχιλλεύς, |
| book 352-3.3 | εἴ γε τούτῳ μὲν ἐπαυλίζεται Ἕκτωρ, ἐκεῖνον δὲ ἔφευγε. Ὀδυσσέως δὲ |
| book 352-3.4 | εἰς Δία φέροντος τὴν αἰτίαν τῆς εὐημερίας τῶν Τρώων (cf. Ι 236—7) Ἀχιλλεὺς ἐπὶ |
| book 352-3.5 | τὴν αὑτοῦ ἀπουσίαν τρέπει. b(BCE3E4)T |
| book 353a.1 | οὐκ ἐθέλεσκε μάχην: ἐθέλεσκε T ἐδύνατο. καὶ |
| book 353a.2 | ἀνάπαλιν „οὔτε τελευτήν / ποιῆσαι δύναται“ (α 249—50). b(BCE3 |
| book 353a.3 | E4)T |
| book 353b.1 | ἀπό {τείχεος ὀρνύμεν}: δύναται τῇ γενικῇ συντάσσεσθαι |
| book 353b.2 | καὶ μὴ πάντως σημαίνειν τὸ ἄπωθεν. A |
| book 353c.1 | ἀπὸ τείχους: τινὲς ‘ἐπάνω τοῦ τείχουσ‘, ὑπερβολή. εἰ |
| book 353c.2 | δὲ σημαίνει τὸ ἄπωθεν, βαρύνεται ὡς τὸ ἄνα ἔπι. T |
| book 354a.1 | {ἀλλ’ ὅσον ἐς} Σκαιάς τε πύλας: ὅτι πληθυντικῶς εἶπε |
| book 354a.2 | τὴν πύλην μίαν οὖσαν. Σκαιαὶ δὲ καὶ Δαρδάνιαι αἱ αὐταί. ἡ δὲ δρῦς |
| book 354a.3 | πρὸ τῆς Ἰλίου ἦν. A |
| book 354b.1 | καὶ φηγὸν ἵκανεν: δύο εἰσὶ φηγοί· ὑφ’ ᾗ μὲν ἱερὸν |
| book 354b.2 | Διός (cf. Η 60), ὑφ’ ᾗ δὲ Ἴλου τάφος (cf. Λ 166—7). T |
| book 356a.1 | νῦν δ’ ἐπεὶ οὐκ ἐθέλω: τινὲς εἰρωνικῶς ‘οὐ δύναμαι δι’ |
| book 356a.2 | Ἀγαμέμνονα‘· „καὶ δ’ Ἀχιλεὺς τούτῳ γε μάχῃ ἐνὶ κυδιανείρῃ/ ἔρριγ’ |
| book 356a.3 | ἀντιβολῆσαι“ (Η 113—4). b(BCE3E4)T |
| book 356b | 〈πολεμιζέμεν:〉 γράφεται καὶ „πολεμίζειν“. Aim |
| book 357-61a1.1 | αὔριον ἱρὰ Διῒ ῥέξασ〈— / νῆας ἐμάσ〉: δι‐ |
| book 357-61a1.2 | δάσκει πρὸ ἁπάσης πράξεως ἡγεμόνας θεοὺς ἐπικαλεῖσθαι. ἵνα δὲ καὶ |
| book 357-61a1.1 | μὴ λαθραῖον δοκῇ ποιῆσαι τὴν ἀποπομπήν. πρὸς δὲ τὸ „ἀρᾶται |
| book 357-61a1.2 | 〈δὲ〉 τάχιστα φανήμεναι Ἠῶ δῖαν“ (Ι 240) ἀποκόπτει αὐτῶν τὴν |
| book 357-61a1.5.1 | ἐλπίδα. τὸ δὲ ἑξῆς· ἐπὴν αὔριον ἱρὰ Διῒ ῥέξας καὶ νηήσας τὰς ναῦς |
| book 357-61a1.5.2 | προερύσω, ὄψεαι ἡμᾶς πλέοντας. T |
| book 357-61a2.1 | τὸ ἑξῆς οὕτως· ἐπὴν αὔριον ἱρὰ Διῒ ῥέξας καὶ νηήσας τὰς |
| book 357-61a2.2 | ναῦς ἅλα δὲ προερύσσω, ὄψεαι, ἢν ἐθέλῃσθα, πλέοντας ἡμᾶς. διδάσκει |
| book 357-61a2.3 | δὲ πρὸ ἁπάσης πράξεως ἡγεμόνας θεοὺς ἐπικαλεῖσθαι. καὶ ἵνα μὴ λάθρα |
| book 357-61a2.4 | δοκῇ ὑποχωρεῖν, προλέγει αὐτοῖς καὶ τῶν ἐλπίδων ἀποτειχίζει πασῶν. |
| book 357-61a2.5 | b(BCE3E4) |
| book 358 | 〈ἐπὴν ... προερύσσω:〉 ἀντὶ τοῦ κινήσαντος. Aim |
| book 359a1.1 | ὄψεαι, ἢν ἐθέλῃσθα: ἐθέλῃσθα δυνηθῇς, ἐὰν ὑμῖν |
| book 359a1.2 | ἐπιτρέψωσιν οἱ πολέμιοι. ἠθικῶς δὲ εἰρωνεύεται. T |
| book 359a2.1 | δυνηθήσῃ. ἐὰν οἱ πολέμιοι, φησίν, ἐπιτρέπωσί σοι. |
| book 359a2.2 | ἠθικῶς δὲ εἰρωνεύεται. b(BCE3E4) |
| book 360-1.1 | ἦρι μάλα〈—〉πλεούσας / νῆας ἐμάς, ἐν δ’ |
| book 360-1.2 | ἄνδρας: πιθανῶς προσέθηκε καὶ τοῦτο, ἵνα ἀπελπίσωσι καὶ τὴν παρὰ |
| book 360-1.3 | τῶν Μυρμιδόνων ἐπικουρίαν ὡς συναχθομένων αὐτοῦ τῇ ἀτιμίᾳ. |
| book 360-1.4 | b(BCE3E4) T |
| book 360.1 | Ἑλλήσποντον: ἀντὶ τοῦ δι’ Ἑλλησπόντου. Ἑλλήσπον‐ |
| book 360.2 | τος δέ ἐστιν—Φρίξου ἀδελφῆς. A |
| book 360.1 | {ἐπ’} ἰχθυόεντα: καὶ ἀλλαχοῦ ταῦτα τὰ μέρη ἰχθυώδη ἀνα‐ |
| book 360.2 | γράφονται, ὅ τε Εὔξεινος πόντος καὶ ὁ Ἑλλήσποντος, ἀλλὰ καὶ ὁ |
| book 360.5 | Βόσπορος. A |
| book 361.1 | 〈ἐρεσσέμεναι μεμαῶτας:〉 τὸ περὶ τὸν ἀπόπλουν πρό‐ |
| book 361.2 | θυμον αὐτῶν δηλοῖ. b(BCE3E4)Til |
| book 363a.1 | ἤματί κεν τριτάτῳ 〈Φθίην ἐρίβωλον ἱκοίμην〉: ἐμ‐ |
| book 363a.2 | πείρως· τοσοῦτος γάρ ἐστιν ὁ ἀπὸ Ἑλλησπόντου εἰς τὴν Φθίαν |
| book 363a | πλοῦς ἀνέμῳ χρωμένῳ οὐρίῳ. b(BCE3E4)T |
| book 363b.1 | 〈ἤματί κε τριτάτῳ—ἱκοίμην:〉 πρὸς τὸ „ἐπειὴ |
| book 363b.2 | μάλα πολλὰ μεταξύ / οὔρεά τε〈—θάλασσά τε ἠχήεσσα〉“ (Α |
| book 363b.3 | 156—7). Til |
| book 364a.1 | ἔστι δέ μοι μάλα πολλά: ἀντίθεσιν ποιεῖται τῶν δώρων |
| book 364a.2 | Ἀγαμέμνονος, ὅτι μοι οὐ χρεία αὐτῶν ἔχοντι πολλά, A b (BCE3E4) |
| book 364a.3 | T τοῦτο μὲν τὰ τοῦ Πηλέως, τοῦτο δὲ ἅπερ ἐκ τῶν Τρωϊκῶν λα‐ |
| book 364a.4 | φύρων ἐδέξατο. A b (BE3E4)T |
| book 364b.1 | ἐνθάδε ἔρρων: ὅτι τὸ ἔρρων οὐ λέγει ψιλῶς παραγινό‐ |
| book 364b.2 | μενος, ἀλλὰ δυσαρεστῶν τῇ παρουσίᾳ φησίν, ἐνθάδε μετὰ φθορᾶς πα‐ |
| book 364b.3 | ραγινόμενος. A |
| book 364c.1 | ἐνθάδε ἔρρων: τοῦτό φησι δυσαρεστῶν τῇ στρατείᾳ. |
| book 364c.2 | b(BE3E4)T |
| book 365.1 | ἄλλον δ’ ἐνθένδε χρυσὸν 〈καὶ χαλκὸν ἐρυθρόν〉: ταῦ‐ |
| book 365.2 | τα ἀντιτίθησι πρὸς τὸ „νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηησάσθω“ |
| book 365.3 | (Ι 137). b(BCE3E4)T |
| book 366a.1 | 〈γυναῖκας ἐϋζώνους:〉 πρὸς τὸ „Τρωϊάδας δὲ γυναῖ‐ |
| book 366a.2 | κας ἐείκοσιν b(BCE3E4)Til αὐτὸς ἑλέσθω“ (Ι 281). Til |
| book 366b.1 | πολιόν: ἢ ἔντιμον διὰ τὰς γεωργίας, ἢ πολιτικὸν διὰ τὰ |
| book 366b.2 | ὅπλα, ἢ μέλανα κατὰ ἀντίφρασιν. b(BCE3E4)T |
| book 366b | πολιόν: λαμπρόν· ὀξυνθεὶς—γίνεται. A |
| book 367a.1 | ἅσς’ ἔλαχόν γε: ὅτι παραπλησίως καὶ κατ’ ἀρχὴν τῆς |
| book 367a.2 | μήνιδος λέγει „τῶν δ’ ἄλλων, ἅ μοί ἐστι“ (Α 300)· τὰ μὲν γὰρ ἄλλα |
| book 367a.3 | κατὰ κλῆρον ἔλαβεν, τὴν δὲ Βρισηΐδα ἐξαίρετον παρ’ Ἀγαμέμνονος. A |
| book 367b | 〈ἅσς’ ἔλαχόν γε:〉 γράφεται καὶ „ἅσσα λέλογχα“. Aim |
| book 367c.1 | ἅσ〈σ’〉 ἔλαχόν γε: ἔλαχον ὁμοίως τῷ ψιλῷ πλήθει. |
| book 367c.2 | λέγει γοῦν „τῶν δ’ ἄλλων, ἅ μοί ἐστι“ (Α 300)· ταῦτα γὰρ οὐκ εἰλή‐ |
| book 367c.3 | φει παρ’ Ἀγαμέμνονος· τὸ γὰρ γέρας ἐξαίρετον καὶ τοῦ διδόντος ἦν. |
| book 367c.4 | διὰ τοῦτο γοῦν κἀκεῖνος, ὡς ἐξόν, ὃ δέδωκε, λαβεῖν, ἀφαιρεῖται. b |
| book 367c.5 | (BE3E4)T |
| book 367d.1 | γέρας δέ μοι, ὥσπερ ἔδωκεν: πάλιν τὸ κυμάζον πάθος |
| book 367d.2 | εἵλκυσεν αὐτοῦ τὴν μνήμην ἐπὶ τὸν Ἀγαμέμνονα. δεινοποιῶν δὲ τὴν |
| book 367d.3 | ὕβριν Ἀγαμέμνονός φησιν ὥσπερ ἔδωκεν. ἐκεῖ δὲ ἐπανιστὰς τὸ πλῆ‐ |
| book 367d.4 | θος „δόσαν δέ μοι υἷες Ἀχαιῶν“ (Α 162) φησιν. b(BE3E4)T |
| book 368a1 | 〈ἐφυβρίζων:〉 καὶ „ἐνυβρίζων“. Aint |
| book 368a2 | 〈ἐφυβρίζων:〉 „ἐνυβρίζων“, διχῶς. Til |
| book 369.1 | Ἀτρείδης· τῷ πάντ’ ἀγορευέμεν, 〈ὡς ἐπιτέλλω〉: πι‐ |
| book 369.2 | θανῶς ἵνα μὴ τὸν Ἀγαμέμνονα εὐφράνωσιν ἀφελόντες τι τῶν τραχύ‐ |
| book 369.3 | τερον εἰρημένων, αὐτὸν δὲ ταπεινὸν ἀποφήνωσι, πρᾳότερον τῆς ἀπει‐ |
| book 369.4 | λῆς ἀποπρεσβεύσαντες. ἔστι δὲ καὶ χαρακτηριστικὸν τῶν ὀργιζομένων |
| book 369.5.1 | τὸ ἀξιοῦν αὐτὰς τὰς φωνὰς τοῖς ἐχθροῖς διακομίζειν καὶ τὸ ἐπὶ πολλῶν |
| book 369.5.2 | ταὐτὰ λέγειν· b(BCE3E4)T οὐ γὰρ μόνον τὸ κακόν τι τὸν ἐ‐ |
| book 369.5.3 | χθρὸν εἰπεῖν τοῖς ὀργιζομένοις ἡδύ, ἀλλὰ καὶ τὸ παρόντων πολλῶν |
| book 369.5.4 | μαρτύρων. ἴσως δὲ καὶ τῆς παρὰ τοῖς Ἕλλησιν αἰτίας ἀπολυθῆναι θέ‐ |
| book 369.5.5 | λει, ἵνα μὴ αὐτῷ δυσχεραίνωσι τὴν συμμαχίαν ἐγκαταλιπόντι, ἀλλὰ |
| book 369.10 | τῷ τὸν ἄριστον τῶν Δαναῶν ἀτιμάσαντι. ἅμα δὲ καὶ ὡς δίκαια λέγων |
| book 369 | ἐπὶ πλειόνων αὐτὰ βούλεται ἐξετάζεσθαι. b(BE3E4)T |
| book 371-3.1 | εἴ τινά που Δαναῶν ἔτι ἔλπεται ἐξαπατήσειν |
| book 371-3.2 | 〈—ἰδέσθαι〉: εἴ γε οἴεται περὶ ἐμοῦ λέγων ἀπατήσειν τοὺς |
| book 371-3.3 | Ἀχαιούς· ἐμὲ γὰρ οὐ πείθειν, ἀλλ’ οὐδὲ ὁρᾶν (cf. 373) διὰ τὴν συνεί‐ |
| book 371-3.4 | δησιν τῶν μεγίστων ἀδικημάτων ἐκείνων δυνήσεται. b(BCE3E4)T |
| book 371.1 | {εἴ τινά που δαναῶν ἔτι ἔλπεται} ἐξαπατήσειν: διὰ τί |
| book 371.2 | ἐξηπατῆσθαί φησιν ὁ Ἀχιλλεὺς ὑπὸ τοῦ Ἀγαμέμνονος, ἀφαιρεθεὶς δὲ |
| book 371.3 | τοῦ γέρως; ἥκιστα γὰρ ἡ ὕβρις ἀπάτη. ἢ ὅτι τέως φίλος ὢν ἀνεφάνη |
| book 371.4 | ἐχθρός, ταύτην λέγει τὴν ἀπάτην, παρακελευόμενος τῷ Ὀδυσσεῖ φυ‐ |
| book 371.5.1 | λάττεσθαι καὶ μὴ προσέχειν ὡς φίλῳ. καὶ τὸ δόντα μέντοι ἔπειτα ἀφε‐ |
| book 371.5.2 | λέσθαι ἀπάτη ἐστίν· ὃ γὰρ ἔφησεν, οὐκ ἐποίησεν. A |
| book 372a.1 | αἰὲν ἀναιδείην 〈ἐπιειμένοσ〉: δύναται μὲν συνάπτε‐ |
| book 372a.2 | σθαι τῷ ἐπάνω στίχῳ, ὡς καὶ τέτριπται. βέλτιον δὲ καθ’ αὑτὸ προφέ‐ |
| book 372a.3 | ρεσθαι· μᾶλλον γὰρ ἐμφαίνει τὸν ὀργιζόμενον. A |
| book 372b.1 | 〈αἰὲν ἀναιδείην ἐπιειμένος:〉 τοῦτο καθ’ αὑτόν, ἵν’ ᾖ |
| book 372b.2 | κομματικὴ ἡ ἀπαγγελία, τὸν θυμούμενον δηλοῦσα. b(BCE3E4)Til |
| book 374-9.1 | οὐδέ τί οἱ βουλὰς συμφράσσομαι〈—τόσα |
| book 374-9.2 | δοίη〉: ἐμφαντικώτεροι γίνονται οἱ λόγοι θᾶττον διακοπτόμενοι· ἐν |
| book 374-9.3 | γοῦν τέτρασι στίχοις ὀκτώ εἰσιν αὐτοτελεῖς στιγμαί, ἀπὸ τοῦ ἐκ |
| book 374-9.4 | γὰρ δή με (375) ἕως τοῦ αἴσῃ (378). | τὸ δὲ ἑξῆς· οὐ συμφράσομαι |
| book 374-9.5.1 | αὐτῷ οὐδὲ ἀπατήσει με, οὐδὲ ἐάν μοι δεκάκις τόσα δοίη. ἐντεῦθεν δὲ |
| book 374-9.5.2 | δῆλον ὅτι οὐ μόνον τὰ πολεμικὰ ἤσκητο Ἀχιλλεύς, ἀλλὰ καὶ βουλεύειν |
| book 374-9.5.3 | ἄριστος ἦν· καὶ γοῦν καὶ διδάσκαλον ἔπεμψεν αὐτῷ ὁ πατήρ, „μύθων |
| book 374-9.5.4 | τε †ῥητῆρα† ἔμεναι πρηκτῆρά τε ἔργων“ (Ι 443). b(BCE3E4)T |
| book 375-8 | ἐκ γὰρ δή μ’ ἀπάτησε, καὶ ἤλιτεν· 〈—ἐν καρὸς |
| book 375-8.1 | αἴσῃ〉: παρατηρητέον ὅτι ἐμφαντικώτεροι γίνονται οἱ λόγοι θᾶσσον |
| book 375-8.2 | διακοπτόμενοι· ἡ γὰρ ὀργὴ μᾶλλον παρίσταται διὰ τοῦ τοιούτου. ἐν |
| book 375-8.3 | γοῦν τοῖς τέσσαρσι στίχοις ἐφεξῆς ὀκτώ εἰσιν αὐτοτελεῖς λόγοι καὶ το‐ |
| book 375-8.5 | σαῦται αἱ στιγμαί, ἕως τοῦ ἐν καρὸς αἴσῃ (378). A |
| book 375 | 〈ἀπάτησε:〉 τὴν φιλίαν στρέψας εἰς ἔχθραν. Til |
| book 376.1 | ἐξαπάφοιτο: ἐξαπατήσειε〈ν〉. A | ἀπὸ τῶν ταῖς ἁφαῖς φι‐ |
| book 376.2 | λοφρονουμένων· εὐηθείας γάρ ἐστι τὸ ἅπαξ ἀπατηθῆναι ὑπὸ φίλου, τὸ |
| book 376.3 | δὲ δὶς μωρίας. ὅρα δέ, ὡς ἐπιμένει πάλιν τῇ ἀφαιρέσει. A b (BCE3E4)T |
| book 377.1 | ἐρρέτω: ἱκανὴν οἴεται τιμωρίαν παρὰ τοῦ ἐχθροῦ λαμβά‐ |
| book 377.2 | νειν τὸ ἀπαλλάσσεσθαι τῆς φιλίας αὐτοῦ, ὡς εἰώθαμεν λέγειν ‘ἑαυτὸν |
| book 377.3 | ἐχέτω‘. b(BCE3E4)T |
| book 378a.1 | ἐχθρὰ δέ μοι τοῦ δῶρα: πρὸς τὸ δεύτερον κεφάλαιον |
| book 378a.2 | (sc. Ι 252—60), τὴν παραίνεσιν τὴν τοῦ Πηλέως, οὐδὲν ἀντειπεῖν |
| book 378a.3 | ἔχων παρῆλθεν αὐτό. b(BCE3)T |
| book 378b | τίω δέ μιν ἐν καρὸς αἴσῃ: ὅτι συνέσταλται Ἰακῶς ἐν |
| book 378b.1 | καρός ἀντὶ τοῦ ἐν κηρός· A ὅμοιον γάρ ἐστι τῷ „ἶσον γάρ σφιν |
| book 378b.2 | πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ“ (Γ 454). A b (BCE3E4)T | οἱ δὲ ἔγ‐ |
| book 378b.3 | καρ τὸν φθεῖρα. οἱ δὲ ἀπὸ τῶν Καρῶν, οὓς ἀεὶ λοιδορεῖ ὁ ποιητής. ἢ |
| book 378b.5.1 | ὅτι Ἀθηναῖοι τὸν ἐγκέφαλον οὔτε ἤσθιον οὔτε ὠνόμαζον· „ἔγκαροσ“ |
| book 378b.5.2 | οὖν τοῦ ἐγκεφάλου. AT | ἄλλως· ἢ ὡς ἔνιοι, ἐν τάξει—ἀτιμό‐ |
| book 378b.5.3 | τατοι. A |
| book 379-87.1 | οὐδ’ εἴ μοι δεκάκις τε καὶ εἰκοσάκις 〈τόσα δοίη |
| book 379-87.2 | —λώβην〉: ἤτοι καθ’ ἑαυτὰ προενεκτέον ταῦτα, ἵνα ἄνωθεν |
| book 379-87.3 | κοιναὶ λαμβάνωνται ἀρνήσεις· „οὐδέ τί οἱ βουλὰς συμφράσσομαι“ |
| book 379-87.4 | (Ι 374), „οὐδ’ ἂν ἔτ’ αὖτις / ἐξαπάφοιτ’ ἐπέεσσιν“ (Ι 375—6), οὐδ’ εἴ |
| book 379-87.5.1 | μοι δεκάκις τε καὶ τὰ ἑξῆς διασταλτέον καθ’ ἕκαστον· ἢ ὑποστι‐ |
| book 379-87.5.2 | κτέον πάντα ἕως τοῦ ψάμαθός τε κόνις τε (385), ἵνα ἀνταποδί‐ |
| book 379-87.5.3 | δωται οὐδέ κεν ὣς ἔτι θυμὸν ἐμὸν πείσῃ (386). A |
| book 379-86.1 | οὐδ’ εἴ μοι δεκάκις τε〈—θυμὸν ἐμὸν πεί‐ |
| book 379-86.2 | σει’〉: πλείσταις ὑπερβολαῖς λόγων εἰώθασιν οἱ ὀργιζόμενοι χρῆσθαι. |
| book 379-86.3 | ἵνα δὲ μὴ ὑπόνοιαν δῷ ὡς πλειόνων ὀρεγόμενος ἢ ὅτι δώροις αὐτὸν |
| book 379-86.4 | πείσουσιν, ἀπεριορίστῳ ἀριθμῷ δώρων ἐχρήσατο καὶ οὐδὲ οὕτω |
| book 379-86.5 | πεισθήσεσθαι ἐπαγγέλλεται. b(BE3E4)T |
| book 381a.1 | 〈ἠδ’ ὅς’ ἐς Ὀρχομενὸν ... ἠδ’ ὅσα Θήβας:〉 γράφε‐ |
| book 381a.2 | ται „οὐδ’ ὅς’ ἐ〈ς Ὀ〉ρχομενόν“ καὶ „οὐδ’ ὅσα Θήβασ“. Aim |
| book 381b1.1 | Ὀρχομενόν: τὸν τῆς Βοιωτίας φησίν, ὃν †μηνύαι† κατ‐ |
| book 381b1.2 | ῴκησαν· πολὺ γὰρ τούτῳ παράκειται πεδίον, εἰ πιστός ἐστιν Ἔφο‐ |
| book 381b1.3 | ρος (FGrHist 70, 152), πολλὰ δὲ καὶ ταῖς Χάρισι ταῖς αὐτόθι τιμωμέ‐ |
| book 381b1.4 | ναις δῶρα πέμπεται. κἂν τὸν „πολύμηλον“ (Β 605) δὲ λέγῃ, οὐδὲν |
| book 381b1.5.1 | ἧττον πλούσιον· φησὶ γοῦν „ἐν δ’ ἄνδρες ναίουσι πολύρ〈ρ〉ηνες πολυ‐ |
| book 381b1.5.2 | βοῦται“ (Ι 296). T |
| book 381b2.1 | Ὀρχομενὸν δὲ τὸν τῆς Βοιωτίας φησίν, ὃν †μηνυῖαι† κατ‐ |
| book 381b2.2 | ῴκησαν. b(BCE3) πολὺ δὲ τούτῳ παράκειται πεδίον, εἰ πιστός |
| book 381b2.3 | ἐστιν Ἔφορος, πλῆρες πολλῶν ἀγαθῶν, ὧν ταῖς ἐκεῖσε τιμωμέναις |
| book 381b2.4 | Χάρισι πέμπουσιν οἱ περίοικοι. b(BE3) |
| book 381-2.1 | οὐδ’ ὅς’ ἐς Ὀρχομενὸν ποτινίσσεται οὐδ’ ὅσα |
| book 381-2.2 | Θήβας / Αἰγυπτίας: δύο πόλεις συνήγαγεν ἐν Εὐρώπῃ καὶ Ἀσίᾳ |
| book 381-2.3 | κομώσας πλούτῳ καὶ οὐδὲ τούτοις ἠρκέσθη μόνον, ἀλλὰ καὶ ἐπὶ τὸν |
| book 381-2.4 | ἀόριστον ἀριθμὸν ψάμμου τε καὶ κόνεως τὴν ὑπερβολὴν ἀνήνεγκε τοῦ |
| book 381-2.5.1 | λόγου (cf. Ι 385—6), ὡς εἰ ἔλεγεν ‘ὑπὲρ τὰ τῆς οἰκουμένης ἀγαθά‘. b |
| book 381-2.5.2 | (BCE3)T |
| book 382 | 〈ὅθι:〉 γράφεται καὶ „ᾗ“ ἀντὶ τοῦ ὅθι. Aint |
| book 383a.1 | αἵ θ’ ἑκατόμπυλοί εἰσι, διηκόσιοι δ’ ἀν’ ἑκάστας: |
| book 383a.2 | ὅτι ἀν’ ἑκάστας πληθυντικῶς τὰς πύλας, A ὡς εἶναι ἑκατὸν τάγ‐ |
| book 383a.3 | ματα. οὕτω δὲ ἀν’ ἑκάστας δεῖ γράφειν· οὐδέποτε γὰρ ἑνικῶς Ὅμη‐ |
| book 383a.4 | ρος πύλην φησίν, ἀλλὰ πύλας. AT |
| book 383b | 〈αἵ θ’ ἑκατόμπυλοι—ἑκάστην:〉 τὸ ἱστορικὸν |
| book 383b | τῆς παιδείας ἐνδείκνυται καὶ πρὸς Πρίαμον (sc. Ω 602—7). Til |
| book 383c.1 | διηκόσιοι δ’ ἀν’ ἑκάστην: οὐ τὸ πλάτος τῶν πυλῶν |
| book 383c.2 | θέλει σημαίνειν (οὐδὲ γὰρ ἅμα πάντας ἐξιέναι φησίν), ἀλλὰ τὸ μέγεθος |
| book 383c.3 | τῆς πόλεως καὶ τὸ πλῆθος τῶν ἀνδρῶν, εἴ γε πύλας μὲν ἑκατὸν ἔχει, |
| book 383c.4 | ἄνδρας δὲ ἁρματοφόρους δισμυρίους. b(BCE3)T ἐν ταύτῃ δὲ ἦν |
| book 383c.5.1 | πρότερον τὰ βασίλεια τῆς Αἰγύπτου, εἰς ἃ πολλοὺς ἔφερον φόρους Λί‐ |
| book 383c.5.2 | βυες, Αἰγύπτιοι, Αἰθίοπες, νῦν δὲ Διόσπολις ὀνομάζεται. b(BE3)T |
| book 383c.5.3 | εἶχε δὲ κώμας μὲν τρισμυρίας τρισχιλίας τριάκοντα· τὸ δὲ ἄστυ εἶχεν |
| book 383c.5.4 | ἀρούρας τρισχιλίας ἑπτακοσίας καὶ πύλας ἑκατόν, b(BCE3)T ἀν‐ |
| book 383c.5.5 | δρῶν δὲ μυριάδας ἑπτακοσίας. ταύτην ἐτείχισεν ὁ βασιλεὺς Ὄσιρις. ἐξ |
| book 383c.10.1 | ἑκάστης δὲ πύλης ἐστράτευον ὁπλῖται μὲν μύριοι, ἱππῆες δὲ χίλιοι, ἁρ‐ |
| book 383c.10.2 | ματηλάται δὲ διακόσιοι. ταύτην Ἕλληνες Θήβην ὠνόμαζον ἀπὸ τῆς |
| book 383c.10.3 | Νείλου ἢ Ἀσωποῦ ἢ Πρωτέως θυγατρός. ἐπορθήθη δὲ ὑπὸ Περσῶν. |
| book 383c.10.4 | b(BE3)T |
| book 383d.1 | διηκόσιοι δ’ ἀν’ ἑκάστην: ὡς τεταγμένου ἑκάστου τάγ‐ |
| book 383d.2 | ματος ἰδίᾳ πύλῃ ἐξιέναι. T |
| book 383e.1 | 〈ἑκάστας:〉 Ἀρίσταρχος ἑκάστας, ἄλλοι δὲ „ἑκάστην“. |
| book 383e.2 | Aint |
| book 385a1.1 | οὐδ’ εἴ μοι τόσα δοίη, 〈ὅσα ψάμαθός τε κόνις τε〉: |
| book 385a1.2 | καὶ οὗτος ὁ στίχος δύναται καθ’ ἑαυτὸν λέγεσθαι, ἢ σὺν τῷ ἑξῆς ὑπο‐ |
| book 385a1.3 | στιζόμενος κατὰ τὸ τέλος. | ἡ διπλῆ πρὸς τὴν διαφορὰν τῆς ψαμάθου |
| book 385a1.4 | καὶ ἀμάθου, ὅτι ἡ παραθαλάσσιος ψάμαθος, κόνις δὲ ἡ πεδιὰς ἄμ‐ |
| book 385a1.5 | μος· καὶ οὐ δὶς τὸ αὐτὸ λέγει. A |
| book 385a2.1 | δύναται καὶ καθ’ ἑαυτὸν εἶναι ὁ στίχος μὴ ὑποστιζόμε‐ |
| book 385a2.2 | νος. Til |
| book 385b.1 | ὅσα ψάμαθός τε κόνις τε: οὐδὲ ἐπὶ τοῖς προειρημένοις |
| book 385b.2 | ἔστησε τὸ τίμημα τῆς ὕβρεως. καλῶς δὲ ἀμφοτέρας συμπεριέλαβε τῷ |
| book 385b.3 | λόγῳ, τήν τε θαλαττίαν καὶ τὴν πεδιάδα. b(BCE3)T |
| book 387.1 | 〈πρίν γ’ ἀπὸ πᾶσαν ἐμοὶ δόμεναι θυμαλγέα λώβην:〉 |
| book 387.2 | ἠρέμα ὑπώλισθεν εἰς τὸ ἀληθὲς καὶ ἐκκόψας τὴν ἐλπίδα πάλιν ὥρισεν |
| book 387.3 | αὐτοῖς πρόστιμον τὴν ποινὴν τοῦ ἐχθροῦ. b(BCE3E4)Til |
| book 388-91.1 | κούρην δ’ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρείδαο |
| book 388-91.2 | 〈/ — / οὐδέ μιν ὧς γαμέω〉: ἤτοι στικτέον ἐπὶ τὸ Ἀτρείδαο |
| book 388-91.3 | (388) καὶ ἀπ’ ἄλλης ἀρχῆς τὰ ἄλλα ἀναγνωστέον, εἶτα ὑποστικτέον |
| book 388-91.4 | ἐπὶ τὸ ἐρίζοι (389) καὶ ἰσοφαρίζοι (390), τῆς ἀνταποδόσεως οὔσης |
| book 388-91.5.1 | οὐδέ μιν ὧς γαμέω (391)· ἢ διασταλτέον βραχὺ ἐπὶ τὸ Ἀτρείδαο |
| book 388-91.5.2 | (388). A |
| book 388a.1 | κούρην δ’ οὐ γαμέω: τοῦτο ἐδόκει ὀχυρὸν ἔχειν ὡς |
| book 388a.2 | ἀξιῶν γαμβρεύσειν αὐτῷ. τοῦτον δὲ πλεῖον λυπεῖ τὸ εὐτελίζεσθαι τὸν |
| book 388a.3 | γάμον Βρισηΐδος. b(BCE3E4)T |
| book 388b.1 | Ἀγαμέμνονος Ἀτρείδαο: μᾶλλον δεῖ στίζειν εἰς τὸ |
| book 388b.2 | Ἀτρείδ[αο]· ὁ γὰρ κομματικὸς λόγος τοῖς θυμουμένοις ἁρμόζει. T |
| book 389-90.1 | οὐδ’ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι, / ἔργα |
| book 389-90.2 | δ’ Ἀθηναίῃ: ὑπερβολῇ χρῆται. δύο δὲ οἶδεν ἀρετὰς γυναικός, κάλλος |
| book 389-90.3 | τε καὶ „ἀγλαὰ ἔργ’ εἰδυῖα“ (ο 418 al.), ἀνδρὸς δὲ „μύθων τε †ῥητῆρα |
| book 389-90 | ἔμμεναι† πρηκτῆρά τε ἔργων“ (Ι 443). b(BCE3E4)T |
| book 392a.1 | ὅς τις οἷ τ’ {ἐπέοικε}: εἰς ἁπλῆν μεταλαμβάνεται ἡ ἀν‐ |
| book 392a.2 | τωνυμία, ὅστις αὐτῷ. 〈***〉 περισπασθήσεται οὖν. | δείκνυται δὲ |
| book 392a.3 | ἐν τοῖς Περὶ ἀντωνυμιῶν (fr. 2 = Hrd. 2, 845, 6) ὡς ὅτι ἡ ἐμοί ἐπὶ δο‐ |
| book 392a.4 | τικῆς καὶ ἔτι ἡ σοί ὀξύνονται, ἡ δὲ οἷ περιεσπάσθη ἀνακολούθως. A |
| book 392b1.1 | 〈οἷ τ’ ἐπέοικε:〉 ἄξιος αὐτοῦ ἐστιν. | εἰς μὲν ἁπλῆν μετα‐ |
| book 392b1.2 | λαμβάνεται ἡ οἷ, φυλάσσει δὲ τὸν ἴδιον τόνον διὰ τὸν τέ. Til |
| book 392c1.1 | βασιλεύτερός ἐστιν: ἐμοῦ ἢ πάντων ἀνθρώπων, ἐπεὶ |
| book 392c1.2 | αὐτὸς ἔλεγε· „καί μοι ὑποστήτω, †ὅσον† βασιλεύτερός εἰμι“ (λ 160). |
| book 392c1.3 | διδάσκει δὲ ὡς οὐδὲν ὀνίνησι τυραννὶς ἐπὶ ἀδίκῳ γνώμῃ. T |
| book 392b2/c2.1 | ὅστις ἄξιος, φησίν, αὐτοῦ ἐστι, | καὶ ὅστις ἐμοῦ ἢ πάν‐ |
| book 392b2/c2.2 | των ἀνθρώπων βασιλεύτατός ἐστι· ἔλεγε γάρ· „καί μοι ὑποστήτω, |
| book 392b2/c2.3 | †ὅσον† βασιλεύτερός εἰμι“. διδάσκει δὲ ὡς οὐδὲν ὀνίνησι τυραννὶς ἐπὶ |
| book 392b2/c2.4 | γνώμῃ ἀδίκω. b(BCE3E4) |
| book 393a1.1 | σόωσι {θεοὶ καὶ οἴκαδ’ ἵκωμαι}: Τυραννίων (fr. 17 P.) |
| book 393a1.2 | προπερισπᾷ ὡς νοῶσιν, ὡς ἀπὸ τοῦ σοῶ περισπωμένου, ἐπεί, φησί, |
| book 393a1.3 | καὶ τὸ εὐκτικὸν κατὰ ἀποκοπὴν εἶπεν, „ἥ κέ σφιν νῆάς τε σοῷ καὶ |
| book 393a1.4 | λαὸν Ἀχαιῶν“ (λ 424)· καὶ τὸ δεύτερον „ὅππως κεν νῆάς τε σοῷς καὶ |
| book 393a1.5.1 | λαὸν Ἀχαιῶν“ (λ 681). Ἀπίων (fr. B 5 B.) δὲ διὰ τοῦ α γράφει, ἐπεὶ καὶ |
| book 393a1.5.2 | ἐν ἄλλοις οὕτως εὑρίσκεται· „σάωσε δὲ νυκτὶ καλύψασ“ (Ε 23) |
| book 393a1.5.3 | καὶ „τὸν μὲν ἐγὼ〈ν〉 ἐσάωσα“ (ε 130) καὶ „ἀλλὰ σάω μὲν ταῦτα, σάω |
| book 393a1.5.4 | δ’ ἐμέ“ (ν 230). καὶ ἐπὶ μέλλοντος „κερδαλέης, εἴ τίς κεν ἐρύσ〈σ〉εται |
| book 393a1.5.5 | ἠδὲ σαώσει“ (Κ 44). ἡ δὲ πλείων χρῆσις, ὧν ἐστι καὶ ὁ Ἀσκαλωνίτης |
| book 393a1.10.1 | (p. 50 B.), ὡς σώζωσι. καὶ δῆλον ὅτι τοῦ σώωσι συστολὴν αὐτοὺς δεῖ |
| book 393a1.10.2 | παραδέξασθαι. πρόδηλον κἀκ τῆς μετοχῆς· „τὼ δ’ ἑτέρω ἑκάτερθεν |
| book 393a1 | ἴτην σώοντες ἑταίρουσ“ (ι 430). A |
| book 393a2 | ἀπὸ τοῦ σόω, κατὰ συστολήν. Til |
| book 394a1.1 | Πηλεὺς θήν μοι ἔπειτα γυναῖκα 〈γαμέσσεται αὐ‐ |
| book 394a1.2 | τόσ〉: φιλοπάτωρ καὶ σώφρων κἀκεῖνον κυρῶν γάμον, ὃν ὁ πατὴρ |
| book 394a1.3 | ἕλοιτο. ἐντεῦθεν ἔλαβε Μένανδρος τὸ „ἐγάμησεν, ἣν ἐβουλόμην |
| book 394a1.4 | ἐγώ“ (fr. 781 Koe.). T |
| book 394a2.1 | φιλοπάτορα καὶ σώφρονα ἑαυτὸν ἀποδείκνυσι κἀκεῖνον |
| book 394a2.2 | κρείττονα γάμον, ὃν ὁ πατὴρ ἕλοιτο. b(BCE3E4) |
| book 394b1.1 | 〈γυναῖκα γαμέσσεται:〉 Ἀρίσταρχος „γυναῖκά γε |
| book 394b1.2 | μάσσεται“. Aim |
| book 394b2.1 | τὸ δὲ γαμέσσεται πᾶσαι εἶχον „〈γε〉 μάσσεται“, ἀντὶ |
| book 394b2.2 | τοῦ ζητήσει. T |
| book 395a.1 | {πολλαὶ ἀχαιΐδες εἰσὶν ἀν’} Ἑλλάδα {τε φθίην τε}: ὅτι |
| book 395a.2 | τὴν Θετταλικὴν οὕτως λέγει μόνην, τὴν δὲ ὅλην ἤπειρον οὐκ οἶδεν οὕ‐ |
| book 395a.3 | τως καλουμένην. νόθα οὖν ἐκεῖνα „ἐγχείῃ δ’ ἐκέκαστο Πανέλληνας καὶ |
| book 395a.4 | Ἀχαιούσ“ (Β 530)· „καθ’ Ἑλλάδα καὶ μέσον Ἄργοσ“ (δ 726). A |
| book 395b | †μόνω† παρὰ τῷ Ὁμήρῳ. Til |
| book 395b.1 | 〈Ἑλλάδα:〉 Ἀρίσταρχος παρ’ Ὁμήρῳ Θεσσαλίαν μόνην |
| book 395b.2 | τὴν Ἑλλάδα φησὶν εἶναι—εὐρυχόροιο (Ι 478). A |
| book 396.1 | κοῦραι ἀριστήων: μήποτε ὀνειδίζῃ ἀνανδρίαν τῷ Ἀγα‐ |
| book 396.2 | μέμνονι, γενναίων κηδεστῶν, οὐχὶ τοιούτων δεῖσθαι λέγων. ἐν ᾧ οὖν |
| book 396.3 | προὔχει, τὴν κρίσιν ποιεῖται. b(BCE3E4)T |
| book 397a.1 | 〈τάων, ἥν κ’ ἐθέλοιμι, φίλην ποιήσομ’ ἄκοιτιν:〉 |
| book 397a.2 | τοῦτό φησιν ὡς πολλῶν ἐπιδικασομένων γαμβρεύσειν αὐτῷ διὰ τὴν |
| book 397a.3 | ἀρετήν. b(BCE3E4) |
| book 397b | 〈ἐθέλοιμι:〉 Ἀρίσταρχος „ἐθέλωμι“. Aim |
| book 398.1 | ἔνθα δέ {μοι}: δύο μέρη λόγου· „ἔνθα δέ τοι θάνατοσ“ (Υ |
| book 398.2 | 390), „ἔνθα δέ κ’ αὖθι μένων“ (ε 208), „ἔνθα δὲ νῦν τρέψας ἀπὸ τείχε‐ |
| book 398.3 | οσ“ (Χ 16). A |
| book 399a.1 | 〈γήμαντι:〉 οὕτως Ἀρίσταρχος κατὰ δοτικήν. ἄλλοι δὲ |
| book 399a.2 | „γήμαντα“. Aim |
| book 399b.1 | γήμαντι μνηστὴν ἄλοχον εἰκυῖαν ἄκοιτιν: γάμου |
| book 399b.2 | γὰρ τέλος οὐ κάλλος, οὐ κτῆσις, οὐκ ἄλλο τι τῶν τοιούτων, εἰ μὴ τῶν |
| book 399b.3 | συνόντων ἡ ὁμόνοια καὶ τὸ ἁρμόδιον, ὅπερ φησὶν „οὐ μὲν γὰρ τοῦ |
| book 399b.4 | γε κρεῖσσον καὶ ἄρειον, / ἢ ὅθ’ ὁμοφρονέοντε“ (ζ 182—3). ἢ εἰρωνεύε‐ |
| book 399b.5.1 | ται ὡς γαμήσων κατὰ τὸ ἑαυτοῦ ἀξίωμα b(BCE3)T †ἤ τι τῷ† |
| book 399b.5.2 | τῆς Ἀγαμέμνονος· T φησὶ γοῦν· „ὁ δ’ Ἀχαιῶν ἄλλον ἑλέσθω, / |
| book 399b.5.3 | ὅστις οἷ τ’ ἐπέοικεν“ (Ι 391—2). b(BCE3)T |
| book 399c.1 | γήμαντι μνηστήν: τὴν γὰρ Ἀγαμέμνονος οὐ λογίζεται |
| book 399c.2 | μνηστήν, ἐπεὶ δῶρον δίδοται. A b (BCE3E4)Til | δοτικὴ δὲ |
| book 399c.3 | †τῷ† γήμαντι. b(BCE3)Til |
| book 400.1 | κτήμασι τέρπεσθαι, τὰ γέρων ἐκτήσατο Πηλεύς: |
| book 400.2 | „πατρῷα ἔχειν δεῖ τὸν καλῶς εὐδαίμονα“ (Men. com. fr. 577, 1 |
| book 400.3 | Koe.). φησὶν οὖν ὡς μᾶλλον αἱροῦμαι πατρίδος καὶ τῶν ἐμῶν κτημά‐ |
| book 400.4 | των ἀπολαύειν ἢ πολεμεῖν. A b (BCE3E4)T |
| book 401a.1 | οὐ γὰρ ἐμοὶ ψυχῆς: ὅτι τινὲς γράφουσιν „οὐ γὰρ ἐμῆς |
| book 401a.2 | ψυχῆσ“. ἀλαζονικὸς δὲ ὁ λόγος, οὐδὲν τῆς ἐμῆς ψυχῆς ἄξιόν ἐστιν. |
| book 401a.3 | ἄμεινον οὖν ἐμοί γράφειν. A |
| book 401b | 〈ἐμοὶ ψυχῆς:〉 ἐνίους φησὶν ὁ Ἀρίσταρχος γράφειν |
| book 401b | „ἐμῆς ψυχῆσ“, οὐκ εὖ. Aint |
| book 401c.1 | οὐ γὰρ ἐμοὶ ψυχῆς ἀντάξιον: δυσωπεῖ τοὺς παρόντας, |
| book 401c.2 | εἴ γε δώρων προήσεται τὴν ψυχήν, αὐτῶν δῶρα διδόντων ὑπὲρ σω‐ |
| book 401c.3 | τηρίας τῆς ἑαυτῶν ψυχῆς· καὶ ὅτι πρώην κατεφρόνει ψυχῆς ἀχαρίστῳ |
| book 401c.4 | χαριζόμενος ἀνδρί. ὅτι δὲ οὐ φιλοψυχεῖ, πρὸς τὴν μητέρα φησίν· „αὐ‐ |
| book 401c.5 | τίκα τεθναίην“ (Σ 98). b(BCE3E4)T |
| book 402.1 | 〈Ἴλιον ἐκτῆσθαι:〉 πρὸς τὸ „νῆα ἅλις χρυσοῦ καὶ χαλ‐ |
| book 402.2 | κοῦ 〈νηησάσθω〉“ (Ι 137). Til |
| book 404a.1 | οὐδ’ ὅσα λάϊνος 〈οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει〉: |
| book 404a.2 | πρὸς τοὺς Γλωσσογράφους ἀφήτορος τοῦ στροφέως ἀποδιδόντας. |
| book 404a.3 | καὶ Ζηνόδοτος δὲ οὕτως ἐκδέδεκται· τὸν γὰρ ἑξῆς μετέγραφε· „νηοῦ |
| book 404a.4 | Ἀπόλλωνοσ“. ἀφήτορα δὲ τὸν Ἀπόλλωνα ἐπιθετικῶς, οὐ κοινότερον, |
| book 404a.5.1 | ἀλλὰ τὸν Πύθιον, οἷον ὁμοφήτορα, διὰ τὸ εἰς λόγους ἔρχεσθαι τοῖς |
| book 404a.5.2 | χρησμῳδουμένοις. A |
| book 404b1.1 | ἀφήτορος: οἱ μὲν ἀσαφήτορος, οἱ δὲ τοῦ στροφέως παρὰ |
| book 404b1.2 | τὸ τοὺς εἰσιόντας προσκυνεῖν ἐφαπτομένους· AT τινὲς δὲ τοξό‐ |
| book 404b1.3 | του· ἀλλ’ ἐπὶ τοῦ θεοῦ φησιν „ἑκηβόλον {δὲ}“ (Α 21) παρὰ τὸ καὶ |
| book 404b1.4 | ἐπιτυγχάνειν, „οὐκ ἔβαλες τὸν ξεῖνον“ (υ 305), ὡς καὶ „ποδάρκην“ |
| book 404b1.5 | (cf. Α 121 al.) τὸν τοῖς ποσὶν ἐπαρκοῦντα. T |
| book 404b2 | οἱ μὲν ἀσαφήτορος, οἱ δὲ τοξότου. b(BCE3) |
| book 404b2 | ἢ ὁμοφήτορος, ὁμοίως πᾶσι—ἀφέσεως. A |
| book 405.1 | 〈Φοίβου Ἀπόλλωνος: ἡ διπλῆ περιεστιγμένη, ὅτι〉 γρά‐ |
| book 405.2 | φει Ζηνόδοτος „νηοῦ Ἀπόλλωνοσ“. Aim |
| book 405 | Πυθοῖ ἔνι: πόλις Πυθὼ Φωκίδος, ἧς—σαπῆναι. A |
| book 406-9.1 | 〈ληϊστοὶ μὲν γάρ τε—ὀδόντων:〉 ἕκαστον |
| book 406-9.2 | ἀγωνιστὴν δύσθυμον ποιεῖ εἰς τὸν ἐπταισμένον πόλεμον. b(BCE3)Til |
| book 406.1 | ληϊστοί: ἀπὸ λ〈ε〉ίας κτητοί. λ〈ε〉ία δὲ λέγεται κυρίως τὰ |
| book 406.2 | τῶν πολεμικῶν λαφύρων κτήματα. A |
| book 407.1 | 〈ἵππων ξανθὰ κάρηνα:〉 ἡδεῖα ἡ περίφρασις καὶ πλήρης |
| book 407.2 | ἐναργείας. b(BCE3)Til |
| book 409 | 〈οὐθ’ ἑλετή:〉 ἀντὶ τοῦ οὐ δεκτική. Aim |
| book 409.1 | ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων: ἐπὰν ἅπαξ |
| book 409.2 | φθάσῃ—τὸ ψυχικὸν πνεῦμα. A |
| book 410-6.1 | μήτηρ γάρ τέ μέ φησι〈—θανάτοιο κιχείη〉: |
| book 410-6.2 | τὸ ἀμφίβολον τῆς μοίρας καὶ ἐν ἄλλοις οἶδε, δι’ ὧν Τειρεσίας φησὶν |
| book 410-6.3 | Ὀδυσσεῖ· „τὰς εἰ μέν κ’ ἀσινέας ἐάᾳς 〈... /〉, εἰ δέ κε σίνηαι“ (λ |
| book 410-6.4 | 110—2): b(BCE3E4)T καὶ ἀλλαχοῦ, ὡς ἐπὶ τοῦ Εὐχήνορος· |
| book 410-6.5.1 | „πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύϊδος/ νούσῳ ὑπ’ ἀργαλέῃ |
| book 410-6.5.2 | φθίσθαι οἷς ἐν μεγάροισιν, / ἢ μετ’ Ἀχαιῶν νηυσίν“ (Ν 666—8), καὶ |
| book 410-6.5.3 | ἐπὶ Αἰγίσθου· „μήτ’ αὐτὸν κτείνειν μήτε μνάασθαι ἄκοιτιν“ (α 39). T |
| book 410-6.5.4 | εἰπὼν δὲ μήτηρ 〈γάρ τέ μέ〉 φησι (410) δηλοῖ ὅτι ὑπογύως· b |
| book 410-6.5.5 | (BCE3E4)T οὐ γὰρ ἂν Πηλεὺς ηὔξατο „σοί τε κόμην κερέειν“ |
| book 410-6.10.1 | (Ψ 146). T εὖ δὲ τὴν τῆς μητρὸς ἐδήλωσε πρόρρησιν. ἐμφαίνεται |
| book 410-6.10.2 | δὲ ὡς ἔστιν ἀνοήτου χρημάτων ἕνεκεν εἰς πρόδηλον ἑαυτὸν ἐμβαλεῖν |
| book 410-6.10.3 | θάνατον καὶ ὅτι ἄφρονές εἰσιν οἱ δεόμενοι ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας |
| book 410-6.10.4 | ἕτερον ἐπὶ δώροις τελευτᾶν· καὶ ἵνα ἀποπλέοντι αὐτῷ συγγινώσκωσι |
| book 410-6.10.5 | καὶ βοηθοῦντι μεγίστην ὁμολογοῖεν χάριν. b(BCE3E4)T |
| book 411.1 | 〈διχθαδίας κῆρας φερέμεν:〉 ὑπὸ δύο μοιρῶν ἄγεσθαι. |
| book 411.2 | Til |
| book 413.1 | 〈ὤλετο μέν μοι νόστος, ἀτὰρ κλέος ἄφθιτον ἔσται:〉 |
| book 413.2 | ἁπλῶς ἐκφέρει τὰ ὑπὸ τῆς μητρὸς εἰρημένα πρὸς αὐτόν. Til |
| book 416a.1 | ἔσσεται, 〈οὐδέ κέ μ’ ὦκα τέλος θανάτοιο κιχείη〉: |
| book 416a.2 | ἀθετεῖται, ὅτι νομίσας τις κρέμασθαι τὸν λόγον προσέθηκεν αὐτόν· |
| book 416a.3 | καὶ γὰρ κατὰ τὸ περισσὸν ἐπιλέγεται οὐδέ κέ 〈μ’〉 ὦκα. δεῖ οὖν κοι‐ |
| book 416a.4 | νὸν λαβεῖν τὸ ἔσται ἀπὸ τοῦ προκειμένου τοῦ „ἄφθιτον ἔσται“ (Ι |
| book 416a.5 | 413). A |
| book 416b.1 | 〈ἔσσεται, οὐδέ κέ μ’ ὦκα τέλος θανάτοιο κιχείη:〉 |
| book 416b.2 | οὐδὲ παρὰ Ζηνοδότῳ ἐφέρετο. AintTil |
| book 417a1.1 | καὶ δ’ ἂν τοῖς ἄλλοισιν ἐγὼ παραμυθησαίμην: |
| book 417a1.2 | τοσοῦτον ἀπέχει πειθοῦς. τεχνικῶς δὲ καὶ τοὺς ἄλλους ἀφίστησι, τὸ |
| book 417a1.3 | ἀδύνατον τῆς ἁλώσεως προβαλλόμενος. AT |
| book 417a2.1 | τοσοῦτον ἀπέχει πειθοῦς ὥστε καὶ τοὺς λοιποὺς ὑποχω‐ |
| book 417a2.2 | ρεῖν βούλεται. πιθανῶς δὲ ἀφίστησιν αὐτοὺς τοῦ πολέμου, τὸ ἀδύνα‐ |
| book 417a2.3 | τον τῆς ἁλώσεως προβαλλόμενος. b(BCE3E4) |
| book 417b | 〈παραμυθησαίμην:〉 ὡς τὸ „παρειπεῖν“ (cf. Α 555. Ζ 62 al.). Til |
| book 418.1 | ἐπεὶ οὐκέτι δήετε τέκμωρ: τεχνικῶς ἀπέστρεψε πρὸς |
| book 418.2 | αὐτὸν τὸν λόγον, ἐπεὶ καὶ ἔλεγε „Ζεὺς δέ σφιν Κρονίδησ“ (Ι 236)· εἰ |
| book 418.3 | τοίνυν, ὡς φῄς, πολέμιον ἔχετε τὸν θεόν, ὑπόλοιπον ὑμῖν ἐστιν ἀπο‐ |
| book 418.4 | πλεῖν. b(BCE3E4)T |
| book 419a | 〈Ἰλίου αἰπεινῆς:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aim |
| book 419b | 〈εὐρύοπα:〉 ἀπὸ τοῦ εὐρυόπης. Til |
| book 420.1 | χεῖρα ἑὴν ὑπερέσχε: ὑπερασπίζει· ἐν χερσὶ γὰρ αἱ |
| book 420.2 | ἀσπίδες. μεγάλη δὲ ἡ φαντασία ὡς οὐ μόνον συλλαμβάνοντος τοῦ |
| book 420.3 | Διός, ἀλλὰ καὶ τὴν χεῖρα ὑπερέχοντος. A b (BCE3E4)T |
| book 421-2.1 | ἀριστήεσσιν Ἀχαιῶν / ἀγγελίην ἀπόφασθε: νῦν |
| book 421-2.2 | οὐδὲ λόγον ποιεῖ Ἀγαμέμνονος καίτοι πρώην λέγων· „τῷ πάντ’ ἀγο‐ |
| book 421-2.3 | ρευέμεν, ὡς ἐπιτέλλω“ (Ι 369). ἢ ὡς μὴ τοῦ Ἀγαμέμνονος μόνου πέμ‐ |
| book 421-2.4 | ψαντος, ἀλλὰ καὶ τῶν βασιλέων. b(BCE3E4)T ἢ τῷ θυμῷ |
| book 421-2.5 | ὑπερκαείς. b(BCE3E4) |
| book 425a.1 | 〈ἐπεὶ οὔ σφισιν ἥδε γ’ ἑτοίμη:〉 ἐπεὶ τό γε τεῖχος νῦν |
| book 425a.2 | οὐδὲν ἐπήμυνεν αὐτοῖς. Til |
| book 425b | 〈ἑτοίμη:〉 πρόχειρος. Til |
| book 425b.1 | ἑτοίμη: εὔληπτος, φανερά, ἕτοιμος. λέγει δὲ—ὡς δυ‐ |
| book 425b.2 | νάμενος με πεῖσαι. A |
| book 426.1 | {ἐμεῦ} ἀπομηνίσαντος: ἕν ἐστιν ὡς ἀπομανέντος· καὶ γὰρ |
| book 426.2 | τὴν εὐθεῖαν οὕτως οἶδεν „ἀπομηνίσασ“ (Β 773). οὕτως οἶδεν καὶ ὁ |
| book 426.3 | Ἀσκαλωνίτης (p. 50 B.) καὶ Ἀλεξίων (fr. 37 B.). καὶ εἰ παρέλκει δὲ ἡ |
| book 426.4 | ἀπό, οὕτως ἀναγνωστέον. A |
| book 427.1 | Φοῖνιξ δ’ αὖθι 〈παρ’ ἄμμι μένων κατακοιμηθήτω〉: |
| book 427.2 | τοῦτο εἰς πίστιν τοῦ ἦρι ἀποπλεύσεσθαι. προσκρούει δὲ Φοίνικι ὡς |
| book 427.3 | παρ’ Ἀγαμέμνονι διατρίψαντι· καὶ ἑξῆς· „Ἀτρείδῃ ἥρωϊ φέρων χά‐ |
| book 427 | ριν“ (Ι 613). ἅμα δὲ καὶ προεκκόπτει αὐτὸν τῆς λιτῆς. b(BCE3E4)T |
| book 429a.1 | ἢν ἐθέλῃσιν: ἢν ἐθέλῃσι προέσθαι Ἀγαμέμνονα· διό |
| book 429a.2 | φησι· „πῶς ἂν ἔπειτ’ ἀπὸ σεῖο, φίλον τέκος;“ (Ι 437). b(BCE3)T |
| book 429b.1 | ἀνάγκῃ δ’ οὔ τί μιν ἄξω: πῶς γὰρ εἰκὸς βιάζεσθαι, ᾧ |
| book 429b.2 | πειθαρχεῖν ὁ πατὴρ ἐκέλευσεν; b(BCE3E4)T |
| book 431.1 | μάλα γὰρ κρατερῶς ἀπέειπεν: ἐμαρτύρησεν ἑαυτῷ ὁ |
| book 431.2 | ποιητὴς ὅτι ἀπότομον λόγον τῷ Ἀχιλλεῖ περιέθηκεν· ἄκρως γὰρ διέ‐ |
| book 431.3 | θηκε τὸν Ἀχιλλέως λόγον, φύσει φρονήματι ἀξιώματι ἤθει. A b |
| book 431.4 | (BCE3E4)T |
| book 432.1 | ὀψὲ δὲ δὴ μετέειπε: φρονίμως τὸ μὴ εὐθέως τοῖς Ὀδυσ‐ |
| book 432.2 | σέως λόγοις τοὺς ἑαυτοῦ ἐπιβαλεῖν, ἀλλ’ ἀντειπεῖν πρῶτον ἐᾶσαι τὸν |
| book 432.3 | Ἀχιλλέα καὶ ἐκχέαι τὸν θυμόν. ἀλλ’ οὐδὲ παυσαμένου Ἀχιλλέως εὐ‐ |
| book 432.4 | θὺς ἄρχεται οὐδὲ ἀρξάμενος εὐθὺς τὴν συμβουλίαν προσάγει, ἀλλὰ |
| book 432.5.1 | δακρύσας προσοχὴν καὶ ἔλεον ἐπισπᾶται· b(BCE3E4)T οἴκτῳ |
| book 432.5.2 | γὰρ τὸ πλέον ἀγωνίζεται καὶ διηγήμασιν οἰκείων ἀτυχημάτων. τὸν |
| book 432.5.3 | δὲ λόγον οὐκ ἐπὶ ἱκετείαν ἀνάγει, ἀλλ’ ἐπὶ τὸ συμφέρον Ἀχιλλεῖ. τὸ |
| book 432.5.4 | ὀψέ δὲ ὡς πάντων ἀπορησάντων ἀντειπεῖν. b(BE3E4)T |
| book 433.1 | 〈δάκρυ’ ἀναπρήσας:〉 καὶ θέλων, Til φησίν, οὐκ ἔστεξε |
| book 433.2 | τὸ δάκρυον. b(BCE3)Til |
| book 434-5 | μετὰ φρεσὶ 〈... /〉 βάλλεαι: κατὰ νοῦν ἔχεις. Aint |
| book 434a.1 | εἰ μὲν δὴ νόστον γε: καὶ οὗτος ἀπὸ τοῦ καιροῦ τὸ προοί‐ |
| book 434a.2 | μιον δέχεται· T οὐ γὰρ ὡς συμβουλεύσων παρελήλυθεν, ἀλλ’ ὡς |
| book 434a.3 | διδοὺς ἀπόκρισιν πρὸς τὸ „Φοῖνιξ δ’ αὖθι παρ’ ἄμμι μένων“ (Ι 427). |
| book 434a.4 | b(BCE3)T |
| book 434b.1 | εἰ μὲν δὴ νόστον: συνείκει αὐτῷ ἀπ’ ἀρχῆς, εἶτα ἐπάγει |
| book 434b.2 | τὴν λιτήν. τὸ δὲ εἰ μὲν δή ὡς παραδόξου τῆς κρίσεως οὔσης· ‘προσε‐ |
| book 434b.3 | δόκων γάρ‘, φησίν, ‘ὡς παρακληθεὶς μενεῖς.‘ ὥσπερ δὲ Ὀδυσσεὺς ἐκ |
| book 434b.4 | τοῦ παρόντος ἔλαβε τὸ προοίμιον (cf. Ι 225—8), οὕτω καὶ οὗτος. b |
| book 434b.5 | (BCE3)T |
| book 434c.1 | 〈φαίδιμ’ Ἀχιλλεῦ:〉 ἀποσπῶν τῆς φυγῆς φαίδιμ’ |
| book 434c.2 | Ἀχιλλεῦ φησίν. Til |
| book 435-6.1 | οὐδέ τι πάμπαν ἀμύνειν νηυσὶ θοῇσι / πῦρ |
| book 435-6.2 | ἐθέλεις ἀΐδηλον: τὸ ἀνεπίφθονον τῶν ὀνομάτων καὶ τὸ ἔσχατον |
| book 435-6.3 | τῶν κινδύνων ἐδήλωσε, τὸ τοῦ Ἀγαμέμνονος πρόσωπον σιωπήσας |
| book 435-6.4 | ὡς καὶ Ὀδυσσεύς. b(BE3E4)T |
| book 435 | 〈ἀμύνειν νηυσί:〉 τοῦτο γὰρ ἦν δίκαιον. Til |
| book 436.1 | ἐπεὶ χόλος ἔμπεσε θυμῷ: ὅτι διὰ θυμὸν καταφρονεῖ τοῦ |
| book 436.2 | δικαίου, οὗ μάλιστα δεῖ τὸν πεπαιδευμένον κρατεῖν. b(BE3E4)T |
| book 437a.1 | πῶς ἂν ἔπειτ’ ἀπὸ σεῖο: φάσκων ἀποπλευσεῖσθαι μετ’ |
| book 437a.2 | αὐτοῦ, διότι ὁ Πηλεὺς ὡς διδάσκαλον συνέπεμψεν αὐτόν, τεχνικῶς |
| book 437a.3 | ἐνέφηνεν ὅτι προσῆκόν ἐστι τὸ μὴ ἀπιστεῖν τῷ διδασκάλῳ. εἰ δὲ ὡς δι‐ |
| book 437a.4 | δασκάλῳ ἐκέλευσε πείθεσθαι, χαλεπῶς ἂν ἤνεγκεν Ἀχιλλεύς. νῦν δέ, δι’ |
| book 437a.5.1 | ἃς αἰτίας ἐκεῖνον τὸ κελευόμενον ποιεῖν ἔδει, διὰ ταύτας αὐτὸς |
| book 437a.5.2 | ἀκολουθήσειν φησίν, †ὡς ἂν τὸ† μὴ φάναι ὡς οὐ χωρισθείη τοῦ Ἀχιλ‐ |
| book 437a.5.3 | λέως, ἀλλ’ ὡς πυνθανόμενον λέγειν· διαγανακτοῦντος γὰρ ἦθος ἐμφαί‐ |
| book 437a.5.4 | νεται. ἅμα δὲ καὶ τὸν Ἀχιλλέα εὐμενῆ ἀπεργάζεται, οὐδεμίαν ἄλλην |
| book 437a | λέγων ὑπολείπεσθαι αὐτῷ ἐλπίδα. b(BE3)T |
| book 437b.1 | φίλον τέκος: προσαγωγὰ ταῦτα, ὅτι διὰ τὴν φιλοστορ‐ |
| book 437b.2 | γίαν καὶ παρὰ τὸ δέον αὐτῷ πείσεται. Aim b(BE3)Til |
| book 438a.1 | σοὶ δέ μ’ ἔπεμπε 〈γέρων ἱππηλάτα Πηλεύσ〉: ἔδει εἰ‐ |
| book 438a.2 | πεῖν διδάσκαλον. ἀλλ’ ἵνα μὴ ἀγριάνῃ ὡς διδασκάλου δεόμενον, σιω‐ |
| book 438a.3 | πᾷ, τῇ δὲ νεότητι (cf. Ι 439—40) προσῆψε τὴν διδασκαλίαν. T |
| book 438b.1 | σοὶ δέ μ’ ἔπεμπε 〈γέρων ἱππηλάτα Πηλεύσ〉: ὡς |
| book 438b.2 | ὀπάων οὖν, φησίν, οὐκ ὀφείλω ἀπολείπεσθαι. διὰ τοῦτο δὲ δυσωπεῖ |
| book 438b.3 | αὐτόν· τὸν γὰρ διδάσκαλον δεῖ κελεύειν. b(BE3E4)T |
| book 439.1 | 〈ὅτε ς’ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε:〉 λεληθότως δεί‐ |
| book 439.2 | κνυσιν ὅτι ἀπειθεῖ τῷ πατρὶ τούτου ἀποστάς, ᾧ καὶ πόρρωθεν αὐ‐ |
| book 439.3 | τὸν ἀπέστειλεν. b(BE3E4)Til |
| book 440.1 | 〈νήπιον:〉 εἰ νηπίου ὄντος οὐ προπεφάσισται πρὸς τὴν |
| book 440.2 | αἴτησιν ὁ πατήρ, πῶς νῦν, φησί, τελειωθεὶς οὐ πολεμεῖς; b(BCE3)Til |
| book 441.1 | 〈ἵνα τ’ ἄνδρες ἀριπρεπέες τελέθουσι:〉 ἄμφω τὰς ἀρε‐ |
| book 441.2 | τὰς κυδιανείρας φησί. νῦν δὲ μᾶλλον ἐχρῆν ἐπαινεῖν τὰ ψυχικά. b |
| book 441.3 | (BCE3)Til |
| book 442a.1 | διδασκέμεναι τάδε πάντα: εἰ οὖν σύμβουλος ἐπέμφθη, |
| book 442a.2 | νῦν δὲ βοᾷ τὸ πρᾶγμα δεόμενον συμβουλῆς, πῶς αὐτῷ πείθεσθαι οὐ |
| book 442a.3 | δεῖ; b(BCE3)T |
| book 442b.1 | 〈διδασκέμεναι〉 τάδε πάντα: τάδε, εἰς ἃ νῦν ἁμαρ‐ |
| book 442b.2 | τάνεις. καὶ ὅτι οὔπω τετέλεσται τὴν μάθησιν, διὰ τῆς παρατάσεως |
| book 442b | ἐδήλωσεν· οὐ γὰρ εἶπε διδάξαι. b(BCE3E4)T |
| book 442c.1 | 〈διδασκέμεναι:〉 ἰᾶται τῇ ἡλικίᾳ τὸ τρανὸν τῆς λέξεως. |
| book 442c.2 | b(BCE3)Til |
| book 442d.1 | τάδε πάντα: ἐπὶ δύο· „προμνηστῖνοι ἐσέλθετε, μηδ’ |
| book 442d.2 | ἅμα πάντεσ“ (φ 230). T |
| book 443a.1 | μύθων τε ῥητῆρ’ ἔμεναι πρηκτῆρά τε ἔργων: ὅτι δι‐ |
| book 443a.2 | δακτὸν ἡ ἀρετή. εἵπετο δὲ αὐτῷ Φοῖνιξ ὑποδείξων ἅ τε λεκτέον καὶ ἃ |
| book 443a.3 | χρὴ πράττειν. b(BCE3)T φαίνεται οὖν καὶ τὸ τῆς ῥητορικῆς |
| book 443a.4 | ὄνομα εἰδώς· φησὶ γοῦν „ὅτε κοῦροι ἐρίσ〈σ〉ειαν περὶ μύθων“ (Ο 284), |
| book 443a.5.1 | ἀλλὰ καὶ „βουλῇ καὶ μύθοισι“ (Δ 323) καὶ „δικαζόμενος παρὰ νηυ‐ |
| book 443a.5.2 | σίν“ (λ 545). οἱ περὶ Κόρακα δὲ καὶ Τισίαν (Art. Script. A III 8. V 21 |
| book 443a.5.3 | Rad.) ὕστερον ἐξεκόσμησαν τὴν ῥητορικήν. T εἰ ὑπὸ Φοίνικος |
| book 443a.5.4 | οὖν πεπαίδευται, τί παρὰ Χείρωνος ἐδιδάχθη; δηλονότι δικαιοσύνην |
| book 443a.5.5 | καὶ ἰατρικήν. b(BCE3)T |
| book 443b.1 | 〈μύθων τε ῥητῆρ’ ἔμεναι πρηκτῆρά τε ἔργων:〉 τὸ |
| book 443b.2 | τῶν λόγων ῥήτορα διδάσκειν σε εἶναι καὶ δραστήριον ἐν τοῖς ἔργοις. |
| book 443b.3 | Aim |
| book 443c1.1 | μύθων τε ῥητῆρ’ ἔμεναι 〈πρηκτῆρά τε ἔργων〉: |
| book 443c1.2 | σημείωσαι ὅτι τὸ ὁμοιοτέλευτον ἔφυγε μεταβαλὼν τὴν φράσιν· οὐ γὰρ |
| book 443c1.3 | εἶπε ‘μύθων τε ῥητῆρα καὶ ἔργων πρακτῆρα‘. καὶ ὅτι πάντων διδα‐ |
| book 443c1.4 | κτικὸν εὐβουλία. AT |
| book 443c2.1 | σημείωσαι ὅτι τὸ ὁμοιοτέλευτον ἔφυγε μεταβαλὼν τὴν |
| book 443c2.2 | φράσιν· οὐ γὰρ εἶπε ‘μύθων τε καὶ ἔργων ῥητῆρα‘ ἀπὸ κοινοῦ, ἀλλ’ |
| book 443c2.3 | ἐνήλλαξεν. καὶ ὅτι δὲ πάντων κρείττων ἡ εὐβουλία δηλοῖ διὰ τούτου. |
| book 443c2.4 | b(BCE3) |
| book 444 | 〈ὣς ἂν ἔπειτ’ ἀπὸ σεῖο:〉 ἐπεὶ παρακαταθήκην ἐκ νηπίου |
| book 444 | σε εἴληφα παρὰ τοῦ πατρός. Til |
| book 446a.1 | γῆρας ἀποξύσας: γῆρας, φησί, τὸ μάλιστα νῦν μοι |
| book 446a.2 | ἐνοχλοῦν. διὰ δὲ τοῦ ἀποξύσας ἐδήλωσε προσπεπλασμένην ἀσθέ‐ |
| book 446a.3 | νειαν παλαιῷ σώματι. τῷ δὲ χρόνῳ τῆς συλλαβῆς τὸ δυσαφαίρετον |
| book 446a.4 | τοῦ γήρως δηλοῖ. Ἀττικὴ δὲ ἡ ἔκτασις. b(BCE3)T Παρθένιος |
| book 446a.5.1 | γοῦν ἐν Βίαντι (fr. 5 M. = 3 D.2) συνέστειλεν· „ὅστις ἐπ’ ἀνθρώπους |
| book 446a.5.2 | ἔξυσεν αἰγανέασ“. T |
| book 446b.1 | {γῆρας ἀποξύσας θήσειν} νέον ἡβώοντα: ὅτι οὐ λέγει |
| book 446b.2 | νέον κατὰ τὴν ἡλικίαν, ἀλλὰ κατὰ μεσότητα, ἀντὶ τοῦ νεωστὶ ἡβῶν‐ |
| book 446b.3 | τα. A |
| book 446c.1 | 〈θήσειν νέον ἡβώοντα:〉 νέον· νεωστί. οὐχ ἁπλῶς |
| book 446c.2 | ἀπαλλάξειν γήρως, ἀντισηκῶσαι δὲ ἀρχὴν πολυχρονίου ἥβης. Til |
| book 446d | 〈ἡβώοντα:〉 οὕτως διὰ τοῦ ω καὶ ο αἱ Ἀριστάρχου. Aint |
| book 447a.1 | οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα {καλλιγύναικα}: ὅτι |
| book 447a.2 | πάλιν τὴν Θετταλικὴν πόλιν οὕτως εἶπεν· καὶ ὅτι Ζηνόδοτος „τοῖον |
| book 447a.3 | ὅτε πρῶτον“, ἐξ οὗ φανερός ἐστι τὸ „νέον“ (Ι 446) ὀνοματικῶς δεδεγ‐ |
| book 447a | μένος. A |
| book 447b.1 | οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα: μυθολόγοι οἱ γέ‐ |
| book 447b.2 | ροντες καὶ παραδείγμασι παραμυθούμενοι. ἄλλως τε ψυχαγωγεῖ τὴν |
| book 447b.3 | ὀργὴν ὁ μῦθος. εἰπεῖν δὲ θέλει τὰς εὐεργεσίας Πηλέως, εἴ πως πείσειεν |
| book 447b.4 | ὡς εὔνους τῷ οἴκῳ· καὶ ὅτι λιταῖς οὐ πεισθεὶς ἐν ἀλλοδαπῇ ἄπαις διή‐ |
| book 447b.5.1 | γαγεν. ἡδεῖα δὲ ἡ ἀκρόασις τῶν οἰκείας συμφορὰς διηγουμένων. καὶ ὁ |
| book 447b.5.2 | κυνικὸς Διογένης τοῖς συνοῦσιν †ὁμολογεῖ† (fr. deest F. P. G. II |
| book 447b.5.3 | 299 sq.), οἵας εἶχεν ὁρμὰς πρὸ τοῦ φιλοσοφεῖν, ὡς ἄρχειν αὑτοῦ μὴ δυ‐ |
| book 447b.5.4 | νάμενος τῶν ἄλλων ἤθελεν. ἀκριβὴς δὲ διδασκαλία ἡ πεῖρα· διὸ καὶ το‐ |
| book 447b.5.5 | σαῦτα ἡμαρτηκότι τῷ Φοίνικι καὶ ἐν προσκρούσει τοῦ πατρὸς γεγο‐ |
| book 447b.10.1 | νότι τὸν υἱὸν ἐπιτρέπει ὁ Πηλεύς· ἑώρα γὰρ αὐτὸν αἰσθόμενον τῆς |
| book 447b.10.2 | ἁμαρτίας, δι’ ὧν ἑαυτῷ τὴν ἑκούσιον ἐπήγαγε φυγήν. b(BE3)T |
| book 448.1 | φεύγων νείκεα: Φοῖνιξ ὁ Ἀμύντορος ἐξέπεσε—παρα‐ |
| book 448.2 | δίδωσιν. ἡ ἱστορία παρὰ τῷ ποιητῇ· παρὰ γὰρ τοῖς τραγικοῖς παραλ‐ |
| book 448.3 | λάσσει (cf. T.G.F. p. 621 N.2). A |
| book 449a.1 | ὅς μοι παλλακίδος πέρι χώσατο: οἰκείως ταῦτα πρὸς |
| book 449a.2 | τὸν ἕνεκα τῆς Βρισηΐδος χαλεπαίνοντα, ὅτι συγγνωστέος ἁμαρτήσας |
| book 449a.3 | περὶ κόρην Ἀγαμέμνων, εἴ γε καὶ αὐτὸς ἁμαρτὼν συγγνώμης ἠξίωται |
| book 449a.4 | παρὰ Πηλέως. b(BE3)T |
| book 449b.1 | ὅς μοι παλλακίδος: οὐ τῆς ἤδη μιγείσης, ἀλλὰ τῆς εἰς |
| book 449b.2 | τοῦτο τρεφομένης· φησὶ γοῦν „προμιγῆναι“ (Ι 452). οὐκ ἀντίκειται δὲ |
| book 449b.3 | τὸ ὅτι τὴν μὲν ἐφίλει, ἠτίμαζε δὲ τὴν γυναῖκα· ἔπραττε γὰρ ταῦτα ἐν |
| book 449b.4 | νῷ ἔχων ἤδη τὴν πρὸς αὐτὴν ὁμιλίαν. τοῦτο οὖν ὁ Φοῖνιξ ἐποίησεν εἰς |
| book 449b.5 | ὁμόνοιαν τῶν γονέων. b(BE3)T | ἦν δὲ Κλυτία καὶ ἡ μήτηρ Ἱπποδά‐ |
| book 449b | μεια ἢ Ἀλκιμέδη. T |
| book 449c1.1 | {ὅς μοι παλλακίδος} περιχώσατο: οἱ μὲν ἀνέστρεψαν, |
| book 449c1.2 | ἵνα γένηται περὶ παλλακίδος· οἱ δὲ περιχώσατο ἀνέγνωσαν, ἵνα ση‐ |
| book 449c1.3 | μαίνηται τὸ περισσῶς. καὶ οὕτως μᾶλλον ἐπεκράτησεν ἡ παράδοσις. |
| book 449c1.4 | οὕτως δὲ καὶ Ἀλεξίων (fr. 38 B.). A |
| book 449c2.1 | τὸ δὲ περιχώσατο ἀντὶ τοῦ περισσῶς ὠργίσθη. b |
| book 449c2.2 | (BE3) |
| book 452a.1 | 〈προμιγῆναι:〉 πρὸ τοῦ πατρὸς μιγῆναι. ἢ περισσεύει |
| book 452a.2 | ἡ πρόθεσις. Aim |
| book 452b1.1 | ἵν’ ἐχθήρειε γέροντα: ῥᾷστα γὰρ ἀφίσταται γυνὴ γέ‐ |
| book 452b1.2 | ροντος νέα πειραθεῖσα ἀνδρὸς νέου. | τινὲς „γέροντι“ γράφουσιν, ‘ἵνα |
| book 452b1.3 | μισηθῇ τῷ γέροντι‘. T |
| book 452b2.1 | ῥᾷστα γὰρ ἀνδρὸς ἀφίσταται γέροντος γυνὴ νέα πειρα‐ |
| book 452b2.2 | θεῖσα νέου καὶ ἰσχυροτέρου ἀνδρός· ἧττον γὰρ οἱ γέροντες ἀφροδι‐ |
| book 452b2.3 | σιάζειν δύνανται. b(BE3) |
| book 453a.1 | τῇ πιθόμην καὶ ἔρεξα: ἐν ἤθει δεῖ ἀναγινώσκειν ὡς με‐ |
| book 453a.2 | τανοοῦντος αὐτοῦ· διὸ καὶ ἐμπεπίστευται Ἀχιλλέα· „ὁ γὰρ πταίσας τι |
| book 453a.3 | καὶ φυλάττεται“ (Men. Asp. 28). καὶ Σοφοκλῆς (fr. 814 N.2 = 900 P. = 900 R.)· |
| book 453a.4 | „ὃς μὴ πέπονθε τἀμά, μὴ †βουλεύεται“. b(BCE3E4)T |
| book 453b.1 | ἄλλως· τῇ πιθόμην καὶ ἔρεξα: ὡς πρὸς ὁμόνοιαν γο‐ |
| book 453b.2 | νέων τὰ παρὰ προαίρεσιν ἐποίησε· φησὶ γοῦν „ἡ δ’ αἰὲν ἐμὲ λισσέσκε‐ |
| book 453b.3 | το“ (Ι 451). καὶ πάλιν τῆς διχοστασίας αὐτῶν κρείττονα τὴν φυγὴν |
| book 453b.4 | ἡγήσατο. οἱ δὲ εὖ πρὸς γονεῖς ἔχοντες ἐπ’ ἴσης μὲν αὐτοὺς ἀγαπῶσιν, |
| book 453b.5 | ἐπαμύνουσι δὲ τῷ καταπονουμένῳ. ἢ τάχα βούλεται λέγειν ὅτι οὐ |
| book 453b.1 | πάντα πειστέον μητρί—Θέτις γοῦν ἔλεγεν· „ἀλλὰ σὺ μὲν νῦν νηυσὶ |
| book 453b.2 | παρήμενος ὠκυπόροισι / μήνι’ Ἀχαιοῖσιν“ (Α 421—2)—, ἀλλὰ μᾶλ‐ |
| book 453b.3 | λον πατρὶ τῷ λέγοντι· „φιλοφροσύνη γὰρ ἀμείνων“ (Ι 256). b(BCE3 |
| book 453b.4 | E4)T ἀγαθοὶ δὲ διδάσκαλοι, οἳ ἐν πείρᾳ παθημάτων γεγόνασιν· |
| book 453b.10.1 | καὶ Χείρωνα γάρ φασι τρωθέντα τὴν χεῖρα τὴν περὶ βοτανῶν ἐπιτη‐ |
| book 453b.10.2 | δεῦσαι ἰατρικήν, τὴν δὲ περὶ τὰς διαίτας τὸν Σηλυμβριανὸν Ἡρόδικον |
| book 453b.10.3 | τὸν παιδοτρίβην, ὃς ἐμπεσὼν διὰ τοὺς πόνους εἰς φθόην ἐμελέτησε τὴν |
| book 453b.10.4 | τέχνην. b(BE3E4)T |
| book 453c.1 | τῇ πιθόμην 〈καὶ ἔρεξα〉: Ἀριστόδημος ὁ Νυσαιεύς, |
| book 453c.2 | ῥήτωρ τε ἅμα καὶ γραμματικός (cf. F.H.G. III 307), φεύγων τὸ ἔγ‐ |
| book 453c.3 | κλημα, ἐπενόησε γράφειν „τῇ οὐ πιθόμην †οὐδὲ ἔρεξᆓ. καὶ οὐ μόνον |
| book 453c.4 | γε ηὐδοκίμησεν, ἀλλὰ καὶ ἐτιμήθη ὡς εὐσεβῆ τηρήσας τὸν ἥρωα. πρὸ |
| book 453c.5.1 | δὲ αὐτοῦ Σωσιφάνης (fr. 6, T.G.F. p. 820 N.2) τὴν τοιαύτην εὗρε |
| book 453c.5.2 | γραφήν. καὶ Εὐριπίδης δὲ ἀναμάρτητον εἰσάγει τὸν ἥρωα ἐν τῷ Φοί‐ |
| book 453c.5.3 | νικι (cf. T.G.F. p. 621 N.2). ταῦτα ἱστορεῖ Ἁρποκρατίων ὁ Δίου |
| book 453c.5.4 | διδάσκαλος ἐν ὑπομνήματι τῆς Ι. A |
| book 454 | 〈Ἐρινῦς:〉 οὐκ οἶδε τὸν ἀριθμὸν αὐτῶν ὁ ποιητής. Til |
| book 454 | Ἐρινῦς: καταχθόνιαι—Μέγαιρα. | εἴρηνται δὲ πα‐ |
| book 454 | ρὰ τὸ ἐκ τῆς ἔρας, ὅ ἐστι τῆς γῆς, εἶναι. A |
| book 455a.1 | 〈μήποτε γούνασιν οἷσιν ἐφέζεσθαι φίλον υἱόν:〉 |
| book 455a.2 | ἐοικυῖα κατάρα τῷ ἀτιμάσαντι πατέρα, τὴν ἀπὸ παίδων μὴ δέξασθαι |
| book 455a.3 | τιμήν. b(BCE3E4)Til πᾶς δὲ εὖ φρονῶν πατὴρ υἱῷ εὔχεται πάπ‐ |
| book 455a.4 | πος γενέσθαι. b(BCE3)Til |
| book 455b.1 | 〈γούνασιν οἷσιν:〉 ὅτι τινὲς γράφουσιν „〈γούνασ’〉 |
| book 455b.2 | ἐμοῖσιν“. λέγει δὲ οὐ περὶ ἑαυτοῦ ὁ Φοῖνιξ, ἀλλὰ περὶ τοῦ Ἀμύντο‐ |
| book 455b.3 | ρος. Aint |
| book 455c | 〈ἐφέσσεσθαι:〉 οὕτως διὰ τοῦ ε ἐφέσσεσθαι. Aim |
| book 456a.1 | θεοὶ δ’ ἐτέλειον ἐπαράς: ὡς μηδὲ ἄκοντας ἀδικεῖν γο‐ |
| book 456a.2 | νεῖς· διὸ οὐδὲ περὶ τοῦ φόνου τῆς Κλυταιμνήστρας φησίν (sc. γ |
| book 456a.3 | 309—10). ATil |
| book 456b.1 | 〈ἐτέλειον〉 ἐπαράς: εἴτε παρέλκει ἡ ἐπί, φυλαχθήσεται ὁ τόνος ὁ αὐ‐ |
| book 456b.2 | τός, ὡς „ἐπιβουκόλος ἀνήρ“ (γ 422) καὶ „ἐπισμυγερῶσ“ (γ 195)· |
| book 456b.3 | εἴτε τὸ ἑξῆς ἐστιν ἐπετέλουν, οὐκ ἀναστραφήσεται πάλιν, καθότι αἱ |
| book 456b.4 | συναλειφθεῖσαι οὐκ ἀναστρέφονται, σεσημειωμένου ἐκείνου „στεῦτο |
| book 456b.5 | γὰρ Ἡφαίστοιο πάρ’ οἰσέμεναι“ (Σ 191). A |
| book 457a.1 | 〈Ζεύς τε καταχθόνιος:〉 ὅτι καταχθόνιον Δία τὸν |
| book 457a.2 | Ἅιδην λέγει. Aim |
| book 457b.1 | Ζεύς τε καταχθόνιος καὶ ἐπαινὴ Περσεφόνεια: πῶς |
| book 457b.2 | ὁ μὲν εὔχεται ταῖς Ἐρινύσι, τὰς δὲ εὐχὰς αὐτῷ ἐκτελεῖ Ἅιδης καὶ Περ‐ |
| book 457b.3 | σεφόνη; ὅτι αὐτοκράτορες τῶν τιμωριῶν ὄντες τὴν τοῦ κολάζειν |
| book 457b.4 | ἐξουσίαν τοῖς ἄλλοις δαίμοσι παρέχονται. b(BCE3E4)T ἐπαινὴ |
| book 457b.5.1 | δὲ κατὰ ἀντίφρασιν, ὡς τὸ „νῆ’ ὀλίγην αἰνεῖν“ (Hsd. opp. 643). | οἱ |
| book 457b.5.2 | δὲ γράφουσι „καὶ ἐπ’ αὐτῷ Περσεφόνεια“, οἱ δὲ ἐν πλεονασμῷ τὴν |
| book 457b.5.3 | ἐπί. T |
| book 457b.1 | {καὶ} ἐπαινή: ἐπίφοβος, δεινή· αἰνὸν—παραιτήσαι‐ |
| book 457b.2 | το. A |
| book 462 | 〈ἔνθ’ ἐμοί:〉 γράφεται „ἔνθα μοι“. Aim |
| book 463a1.1 | 〈πατρὸς χωομένοιο κατὰ μέγαρα στρωφᾶσθαι:〉 |
| book 463a1.2 | ὅτι ἐν ταῖς ἀδιαλλάκτοις ἔχθραις κρεῖττον τὸ φεύγειν. Til |
| book 463a2.1 | ἐδήλωσεν ὅτι ἐν ταῖς ἀδιαλλάκτοις ἔχθραις οὐδέν ἐστι τοῦ |
| book 463a2.2 | φεύγειν ἄμεινον. b(BCE3E4) |
| book 464a.1 | 〈ἦ μὲν πολλὰ ἔται καὶ ἀνεψιοί:〉 ὅτι πᾶσιν |
| book 464a.2 | ἠγαπημένος ἦν διὰ τὴν σπουδήν· ὁ δὲ πατὴρ ἦν ὀργιζόμενος διὰ |
| book 464a.1 | τὸν ἔρωτα. A b (BCE3E4)Til | ἀνεψιὸς δὲ Φοίνικος Εὐρύπυλος (cf. |
| book 464a.2 | Β 736). A |
| book 464b.1 | ἀμφὶς ἐόντες: Διονύσιος AT ὁ Θρᾷξ ἐν τῷ Πρὸς |
| book 464b.2 | Κράτητα (fr. 5 Schm.) διὰ τῆς ἱπποδρομίας (sc. Ψ 330 vel 393) A |
| book 464b.3 | φησὶ γεγραμμένου „ἀντιόωντεσ“ μεταθεῖναι τὸν Ἀρίσταρχον ἀμφὶς |
| book 464b.4 | ἐόντες. AT |
| book 464c | 〈ἀμφὶς ἐόντες:〉 ἐν ἄλλῳ „ἐγγὺς ἐόντεσ“. Aim |
| book 466.1 | 〈εἰλίποδας:〉 εἰλήσει ὅμοια πάσχοντας· κεχάλασται γὰρ |
| book 466.2 | αὐτῶν τὰ νεῦρα, ὡς Ἱπποκράτης φησίν (cf. art. 8 [II p. 123, 5 Kueh‐ |
| book 466.3 | lew.]). Til |
| book 468 | 〈τανύοντο:〉 ἐκτείνονται γὰρ τῷ πυρί. AintTil |
| book 469.1 | 〈πολλὸν δ’ ἐκ κεράμων μέθυ πίνετο:〉 ἀναφορικῶς τοῦ |
| book 469.2 | προειρημένου (sc. Ι 466. 467). Til |
| book 470.1 | 〈εἰνάνυχες δέ μοι ἀμφ’ αὐτῷ παρὰ νύκτας ἴαυον:〉 |
| book 470.2 | εἰνάνυχες ὡς μονώνυχες ἀπ’ εὐθείας τῆς εἰνάνυξ. | εἰ δέ τινα τὸ ἐπι‐ |
| book 470.3 | φερόμενον ταράσσει παρὰ νύκτας ἴαυον, ἴστω ὅτι σύνηθες οὕτως |
| book 470.4 | πολλὰ λέγειν τῷ ποιητῇ, „ποδάνιπτρα ποδῶν“ (τ 343), „οἶνον |
| book 470.5 | ἐνοινοχοεῦντεσ“ (γ 472). A |
| book 472a.1 | πῦρ, ἕτερον μέν: ἕτερον AintT ἄλλο παρὰ τὸ |
| book 472a.2 | τοῦ θαλάμου, Aint b(BCE3)T ὅπου αὐτὸς ἦν. τρίτον δὲ τὸ ἐν |
| book 472a | τῇ στοᾷ καιόμενον. b(BCE3)T λείπει δὲ τὸ ‘ἅπτον‘. T |
| book 472b1 | {πῦρ ἕτερον μὲν} ὑπ’ αἰθούσῃ: διὰ τῆς ἔν προθέσεως „ἐν |
| book 472b1.1 | αἰθούσῃ“ αἱ Ἀριστάρχου. συνᾴδει καὶ τὸ ἑξῆς „ἄλλο δ’ ἐνὶ προδόμῳ“ |
| book 472b1.2 | (Ι 473). | αἴθουσαι δὲ αἱ ὑπὸ ἡλίου—αἴθεσθαι, ὅ ἐστι καίε‐ |
| book 472b1.3 | σθαι. | διέχεεν δὲ τὴν τάξιν. θάλαμος μὲν γὰρ—τετραμμένη |
| book 472b1.5 | στοά. A |
| book 472b2 | ἐν ἄλλῳ „ἐν αἰθούσῃ“. Aim |
| book 473a.1 | ἄλλο δ’ ἐνὶ προδόμῳ 〈πρόσθεν θαλάμοιο θυράων〉: |
| book 473a.2 | ὅτι πάλιν δοκεῖ τὸ ἄλλο πρὸς τὸ „ἕτερον“ (Ι 472) συγκεχύσθαι. πι‐ |
| book 473a.3 | θανεύονται δὲ 〈οἱ〉 λέγοντες τρία φῶτα εἶναι, ἓν μὲν ὑπὸ ταῖς αἰθού‐ |
| book 473a.4 | σαις, ἕτερον δὲ ἐν τῷ οἴκῳ, ἄλλο δὲ ἐν τῷ προδόμῳ τοῦ οἴκου· ἀπίθα‐ |
| book 473a.5.1 | νον γάρ φασιν 〈εἶναι〉 ἐν μὲν τῷ προδόμῳ πῦρ εἶναι, ἐν δὲ τῷ οἴκῳ |
| book 473a.5.2 | ἐλλείπειν. A |
| book 473b.1 | ἄλλο δ’ ἐνὶ προδόμῳ 〈πρόσθεν〉 θαλάμοιο θυράων: |
| book 473b.2 | μετήγαγε τὴν τάξιν· θάλαμος μὲν γὰρ ὁ ἔσω οἶκος τῆς αὐλῆς, τὸ δὲ |
| book 473b.3 | πρὸ αὐτοῦ πρόδομος. αἴθουσα δὲ τὸ περίστυλον, τουτέστιν πρὸς |
| book 473b.4 | ἥλιον τετραμμένη στοά, παρὰ τὸ αἴθεσθαι. b(BCE3)T |
| book 475 | 〈θύρας:〉 ὅτι πληθυντικῶς θύρας ἀντὶ τοῦ θύραν. Aim |
| book 476.1 | 〈ῥήξας ἐξῆλθον:〉 τῷ μὲν Φοίνικι ἡ μεταβολὴ ἀδύνατος |
| book 476.2 | διὰ τὴν ὀργὴν τοῦ πατρός, τῷ δὲ Ἀχιλλεῖ καὶ ἔνδοξος διὰ τὴν παραί‐ |
| book 476 | νεσιν τοῦ πατρός. b(BCE3)Til |
| book 476-7.1 | καὶ ὑπέρθορον 〈ἑρκίον αὐλῆς / ῥεῖα λαθὼν φύ‐ |
| book 476-7.2 | λακασ〉: τῷ ὑπέρθορον (476) συναπτέον τὸ ῥεῖα (477)· λαθεῖν |
| book 476-7.3 | γὰρ ῥᾳδίως ἀδύνατον ἦν οὕτω φυλαττόμενον. | ῥεῖα (477) δὲ διὰ |
| book 476-7.4 | τὴν νεότητα. b(BCE3E4)T |
| book 478a.1 | 〈δι’ Ἑλλάδος:〉 πρὸς τὴν Ἑλλάδα, ὅτι Φθιωτικὴ πό‐ |
| book 478a.2 | λις. Aint |
| book 476-7b.1 | δι’ Ἑλλάδος: Ἑλλὰς πόλις ὁμώνυμος τῇ χώρᾳ· „Μυρ‐ |
| book 476-7b.2 | μιδόνες δὲ καλεῦντο καὶ Ἕλληνεσ“ (Β 684). AT |
| book 480a | 〈ἐς Πηλῆα ἄνακτα:〉 γράφεται „ἐς Πηλῆα ἄναχθ’“. Aim |
| book 480b1 | 〈ἄναχθ’:〉 ἐμὸν ἄνακτα, διὰ τὴν ἐμὴν εὔνοιαν. Til |
| book 480b2.1 | ἐμόν, φησίν, ἄνακτα, διὰ τὴν παρ’ αὐτοῦ γεγονυῖαν εὔ‐ |
| book 480b2.2 | νοιαν. b(BCE3E4) |
| book 481a1.1 | καί μ’ ἐφίλης’, 〈ὡς εἴ τε πατὴρ ὃν παῖδα φιλήσῃ〉: |
| book 481a1.2 | ὅτι τὸ ἐφίλησε κατὰ τὴν ἡμετέραν χρῆσιν· καὶ ὅτι πρεσβύτερος |
| book 481a1.3 | Πηλεὺς Φοίνικος. A |
| book 481a2 | ὅτι νεώτερος Πηλέως, οὐχ ὡς οἱ τραγικοί. Til |
| book 481b.1 | καί μ’ ἐφίλης’, ὡς εἴ τε πατὴρ ὃν παῖδα 〈φιλήσῃ〉: |
| book 481b.2 | δυσωπητικὰ Ἀχιλλέως, ὅτι μὴ πεισθεὶς ἀτιμάσει τοῦτον, ὃν ὁ πατὴρ |
| book 481b.3 | ἐτίμησεν. ἅμα δὲ καὶ ὅτι ἐν ταῖς φυγαῖς οὐδὲν οὕτω συμβάλλεται ὡς |
| book 481b.4 | φρόνησις καὶ παιδεία, δι’ ἃς ὁ Φοῖνιξ ὑπὸ Πηλέως ἐτιμήθη. A b (BCE3 |
| book 481b.5 | E4)T |
| book 481-2 | ὡς εἴ τε πατὴρ ὃν παῖδα φιλήσῃ / μοῦνον 〈τηλύ‐ |
| book 481-2.1 | γετον πολλοῖσιν ἐπὶ κτεάτεσσι〉: εὖ τὸ μὴ ἀρκεσθῆναι τῇ τῶν |
| book 481-2.2 | πατέρων πρὸς τοὺς υἱοὺς φιλοστοργίᾳ καίτοι ὑπερβολὴν μὴ δεχο‐ |
| book 481-2.3 | μένῃ, ἀλλ’ ἐπενέγκαι τὸ μοῦνον (482)· μᾶλλον γὰρ οἱ μονογενεῖς φι‐ |
| book 481-2.5.1 | λοῦνται, μὴ μεριζομένης εἰς πολλοὺς τῆς φιλοστοργίας. καὶ οὐδὲ |
| book 481-2.5.2 | τούτῳ ἀρκεσθεὶς προσέθηκε τὸ τηλύγετον (482). †αὐτὸς† δέ ἐστιν ὁ |
| book 481-2.5.3 | τῆς γονῆς τέλος ἔχων, μεθ’ ὃν ἕτερος οὐ γίνεται· ἐπὶ τούτοις γὰρ τὴν |
| book 481-2.5.4 | τῶν γονέων συμπάθειαν ἔστιν ἰδεῖν, ἅπασαν τὴν ἐλπίδα ἐν τῇ τούτων |
| book 481-2.5.5 | σωτηρίᾳ τιθεμένων. b(BCE3E4)T καὶ ἔτι πλέον αὔξων ἐπιφέρει |
| book 481-2.10.1 | τὸ ἐπὶ πολλοῖς κτήμασιν (cf. 482)· ὧν γὰρ συνήγαγεν, εἰδὼς †αὐτὸν |
| book 481-2.10.2 | φύλακα ἀγωνιᾷ. T |
| book 484.1 | Δολόπεσσιν ἀνάσσων: Δολόπων. μέρος τῆς Φθιώτιδος |
| book 484.2 | χώρας· διὸ καὶ παραλέλοιπεν αὐτοὺς ἐν τῷ Καταλόγῳ. A |
| book 485a.1 | καί σε {τοσοῦτον}: οὐκ ἀναγκαῖον ἐνθάδε ὀρθοτονεῖν· |
| book 485a.2 | οὐδὲ γὰρ ἀντιδιαστολὴ πρὸς ἕτερον πρόσωπον. ἀπολελυμένως οὖν |
| book 485a.3 | ἀναγνωστέον. A |
| book 485b.1 | καί σε τοσοῦτον ἔθηκα: δυσωπητικὸν τὸ τῆς δείξεως· |
| book 485b.2 | καὶ Σοφοκλῆς „κἀξεθρεψάμην / τοσόνδ’ ἐς ἥβησ“ (El. 13—4). b |
| book 485b.3 | (BCE3E4)T |
| book 485c.1 | θεοῖς ἐπιείκελε: διὰ βραχέος τὸν ὑπεραίροντα εὐφυοῦς |
| book 485c.2 | σώματος καὶ ψυχῆς ἀρετῇ ἐσήμανεν. T |
| book 486.1 | ἐπεὶ οὐκ ἐθέλεσκ〈εσ〉 ἅμ’ ἄλλῳ: οὐκ οἶδεν ὁ ποιητὴς |
| book 486.2 | παρὰ Χείρωνι τραφέντα αὐτόν, ἀλλ’ οἱ νεώτεροι. δεινὸν οὖν τὸν ἐν τῇ |
| book 486.3 | πρώτῃ ἡλικίᾳ τοσοῦτον στέρξαντα ἀπειθεῖν τελειωθέντα. b(BCE3E4) |
| book 486 | T |
| book 488a1.1 | 〈γούνεσσι:〉 οὕτως διὰ τοῦ ε γούνεσσι. ἔχει μέντοι |
| book 488a1.2 | λόγον καὶ ἡ διὰ τοῦ ἄλφα. Aint |
| book 488a2 | γούνεσσι διὰ τοῦ ε. Til |
| book 489a.1 | ὄψου {ἄσαιμι}: ὅτι πᾶν τὸ προσεσθιόμενον ὄψον ἔλεγον |
| book 489a.2 | οἱ παλαιοί· καὶ ὅτι οὐχ ὑπὸ Χείρωνος ἐτράφη ὁ Ἀχιλλεύς, ἀλλὰ τὴν |
| book 489a.3 | ἰατρικὴν μόνον ἐπαιδεύθη. A |
| book 489b1.1 | ὄψου {ἄσαιμι}: ὄψον πᾶν τὸ ἐσθιόμενον. ὅμοια δὲ καὶ |
| book 489b1.2 | ταῦτα· „Ἀστύαναξ, ὃς πρὶν μὲν ἑοῦ“ (Χ 500). T |
| book 489b2 | πᾶν τὸ ἐσθιόμενον ὄψον καλεῖται. b(BCE3E4) |
| book 489c.1 | ὄψου ἄσαιμι προταμὼν καὶ οἶνον ἐπισχών: ἐπὶ τὰ |
| book 489c.2 | εὐτελέστερα καταβὰς ἔδειξε τὴν ἰσχὺν τοῦ λόγου διὰ τοῦ προταμών |
| book 489c.3 | (πρῶτον γὰρ τέμνοντες παρέχουσι) καὶ ἐπισχών, ὡς „λαθικηδέα |
| book 489c.4 | μαζὸν ἐπέσχον“ (Χ 83). b(BCE3E4)T οὐκ ἂν δὲ διὰ κοινοῦ ὀνό‐ |
| book 489c.5 | ματος ἑτέρως αὐτὸ φράσειας. b(BCE3)T |
| book 491-5.1 | οἴνου ἀποβλύζων—λοιγὸν ἀμύνῃς: ὀνομα‐ |
| book 491-5.2 | τοπεποίηται ἀφράστως. καλῶς δὲ προδανεισθείσας ἀπαιτεῖ χάριτας, |
| book 491-5.3 | εἶτα ἐπάγει ἵνα μοί ποτ’ ἀεικέα λοιγὸν ἀμύνῃς (495), ἰδιούμενος |
| book 491-5.4 | τὴν σωτηρίαν τῶν Ἑλλήνων. b(BCE3E4)T |
| book 492.1 | 〈πόλλ’ ἔπαθον καὶ πόλλ’ ἐμόγησα:〉 Ἀρίσταρχος |
| book 492.2 | „πολλὰ πάθον καὶ πολλὰ μόγησα“. Aim |
| book 494a.1 | ἀλλὰ σὲ παῖδα: ἐνθάδε ὀρθοτονητέον· ἔμφασις γὰρ |
| book 494a.2 | δείξεως. A |
| book 494b1 | ἀλλὰ σὲ παῖδα: ἀλλὰ σέ ὀρθοτονεῖται διὰ τὴν δεῖξιν. T |
| book 494b2 | ὀρθοτονεῖται τὸ σέ, ὅτι δεικτικόν ἐστιν. b(BCE3) |
| book 496.1 | δάμασον θυμὸν μέγαν: ἅπερ Ὀδυσσεὺς εἰπεῖν ἐφυλάξατο |
| book 496.2 | (πικρὸν γὰρ ἦν), ἐπὶ δὲ τὸν Πηλέα ἀνήνεγκε (cf. Ι 252—60), ταῦτα |
| book 496.3 | Φοίνικι δίδωσιν ἡ τῆς ἀνατροφῆς παρρησία. b(BCE3E4)T ἐμ‐ |
| book 496.4 | φαντικῶς δὲ τὸ ἀδάμαστον ἐνέφηνε τοῦ θυμοῦ· καὶ ὁ Ἀγαμέμνων |
| book 496.5 | φησὶ „δμηθήτω“ (Ι 158). AT |
| book 497a.1 | στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί: ἀποφθεγματικόν, ὅταν |
| book 497a.2 | βιωφελές τι δι’ ὀλίγης ἐκφέρηται λέξεως. b(BCE3E4)T ἐπίφθονος |
| book 497a.3 | δὲ ὁ λόγος· T ὡς θεοῦ γὰρ ἧκον δεησόμενοι. καὶ λεληθότως δι‐ |
| book 497a.4 | δάσκει ὅτι μὴ πειθόμενος Λιταῖς, αἷς καὶ θεοὶ πείθονται, ἀσεβεῖ καὶ εἰς |
| book 497a.5 | θεοὺς καὶ εἰς τὴν ἑαυτοῦ μητέρα. b(BCE3E4)T |
| book 497b.1 | 〈στρεπτοί:〉 εὐμετάστρεπτοι | καὶ ἵλαοι τοῖς μετα‐ |
| book 497b.2 | νοοῦσι. Aint |
| book 497b.1 | στρεπτοὶ δέ τε: εὐμετάστρεπτοι, εὐμετάβλητοι, εὔπ〈ε〉ι‐ |
| book 497b.2 | στοι. ἐναντίον δέ ἐστι τὸ—καὶ τοὺς θεοὺς πείθεσθαι. A |
| book 498a1.1 | 〈τῶν περ καὶ μείζων ἀρετὴ τιμή τε βίη τε:〉 καὶ |
| book 498a1.2 | †ἀναντίρητον† τὸ τῆς ἐπιχειρήσεως. Til |
| book 498a2 | καὶ ἀναντίρρητος ἄρα ἡ ἐπιχείρησις αὐτῶν. b(BCE3E4) |
| book 499-500.1 | 〈καὶ μὲν τοὺς θυέεσσι— / λοιβῇ τε κνίσῃ τε |
| book 499-500.2 | παρατρωπῶς’ ἄνθρωποι:〉 ἕτοιμον αὐτὸν ποιεῖ πρὸς τὴν τῶν |
| book 499-500.3 | δώρων λῆψιν διὰ τούτων. b(BCE3E4)Til |
| book 499-501.1 | καὶ εὐχωλῇς’ ἀγανῇσι 〈/ —〉παρατρωπῶς’ |
| book 499-501.2 | ἄνθρωποι 〈/ λισσόμενοι, ὅτε κέν τις ὑπερβήῃ καὶ ἁμάρτῃ〉: |
| book 499-501.3 | λαθεῖν μὲν γὰρ ἀδύνατον τοὺς πάντα ἐφορῶντας, ἀλλ’ οὐδὲ βιάσασθαι |
| book 499-501 | τοὺς ἰσχυροτέρους. μία τοίνυν ὁδὸς ἐκφυγῆς ἡ ἱκετεία. b(BCE3E4)T |
| book 500 | 〈λοιβῇ τε κνίσῃ τε:〉 ἐν ἄλλῳ „λοιβῆς τε κνίσης τε“. Aim |
| book 502.1 | καὶ γάρ τε Λιταί εἰσι, Διὸς κοῦραι: πρὸς ἐντροπὴν Διὸς |
| book 502.2 | κούρας αὐτάς φησιν· ἢ διὰ τὸ „Ζεὺς †ἐπιτιμήτωρ ἱκετάων“ (ι 270)· ἢ |
| book 502.3 | παρόσον ὁ Ζεὺς „πατὴρ ἀνδρῶν τε θεῶν τε“ (Α 544 al.) λέγεται. |
| book 502.4 | b(BCE3E4)T μυθικῶς δὲ ὡς γέρων ὑποβάλλει ὅτι ‘†ὁρμήσοι† |
| book 502.5 | διὰ τὴν ὑπεροψίαν ἔσται τι δεινόν‘. b(BE3E4)T |
| book 502.1 | καὶ γάρ τε Λιταί εἰσι, Διὸς κοῦραι: ἀνειδωλοποιεῖ τὰς |
| book 502.2 | λιτὰς—προηδικηκότες ὦσιν: —ῥυσάς τε καὶ—ὥστε σεβα‐ |
| book 502.3 | σμιωτέρας φαίνεσθαι. A |
| book 502-3.1 | 〈Διὸς κοῦραι μεγάλοιο, /〉 χωλαί τε ῥυσαί τε 〈πα‐ |
| book 502-3.2 | ραβλῶπές τ’ ὀφθαλμώ〉: ὅσα κρατεῖ τῆς ἡμετέρας δυνάμεως, θεῖα |
| book 502-3.3 | ὠνόμαζον. χωλαὶ (503) δὲ διὰ τὸ μόγις εἰς δεήσεις ἔρχεσθαι· ῥυσαὶ |
| book 502-3.4 | (503) δὲ διὰ τὸ σκυθρωπάζειν· παραβλῶπες (503) δέ, ὅτι παριδόν‐ |
| book 502-3.5 | τες τι τῶν ἀναγκαίων παρακαλοῦμεν ὕστερον. b(BCE3E4)T |
| book 503a.1 | παραβλῶπες: διάστροφοι τοὺς ὀφθαλμούς, ἐπειδὴ |
| book 503a.2 | —τὰς θέας ἔχοντες. | προπερισπαστέον δὲ ὁμοίως τῷ |
| book 503a.3 | τυφλῶπες· ἀπὸ γὰρ ὀξυνομένης εὐθείας ἐγένετο τῆς παραβλώψ. τὰ |
| book 503a.4 | δὲ τοιαῦτα καὶ βαρυνόμενα εὑρέθη καὶ ὀξυνόμενα, ὥσπερ τὸ „ἑλίκωπεσ“ |
| book 503a.5.1 | (Α 389) καὶ „Κύκλωπεσ“ (η 206 al.), περὶ ὧν ἐντελέστερον λέγεται |
| book 503a.5.2 | ἐν τοῖς Περὶ σχημάτων (fr. 1 = Hrd. 2, 847, 3). A |
| book 503b.1 | παραβλῶπές τ’ ὀφθαλμώ: ἀπὸ τῶν συμβαινόντων |
| book 503b.2 | περὶ τοὺς ἱκετεύοντας παθημάτων τὰς Λιτὰς διετύπωσεν. b(BCE3 |
| book 503b | E4)T |
| book 504a.1 | αἵ ῥά τε καὶ μετόπισθ’ Ἄτης ἀλέγουσι κιοῦσαι: |
| book 504a.2 | ἁμαρτόντες γὰρ καὶ βλαβέντες ὕστερον παρακαλοῦμεν, φροντίζομεν |
| book 504a.3 | δὲ τῶν ὑπὸ τῆς Ἄτης πεπραγμένων· ἕπονται οὖν αὐτῇ αἱ Λιταί. |
| book 504a.4 | b(BCE3E4)T |
| book 504b.1 | 〈ἀλέγουσι:〉 τῶν ἀνθρώπων δηλονότι. ἀλέγουσι· |
| book 504b.2 | φροντίζουσιν, ἵνα ἰάσωνται τὰ ὑπὸ τῆς Ἄτης γινόμενα. Aint |
| book 505a.1 | ἡ δ’ Ἄτη σθεναρή τε καὶ ἀρτίπος: εἰκότως διὰ τὸ ἐξ |
| book 505a.2 | ὑπεροχῆς καὶ ἰσχύος τὰς βλάβας γίνεσθαι. οὐκ ἔστι δὲ ἐναντίον τῷ |
| book 505a.3 | ἑτέρωθι (sc. Τ 92) λεγομένῳ ὅτι τῆς Ἄτης ἁπαλὼ τὼ πόδε· ἐκεῖ γὰρ |
| book 505a.4 | ὡς λεληθότως αὐτῆς ἐπιούσης τοῖς ἀνθρώποις ἀκούσιον θέλει δεῖξαι τὸ |
| book 505a.5 | πταῖσμα. b(BCE3E4)T |
| book 505b.1 | ἀρτίπος: ὁ τοὺς πόδας ὁλόκληρος. | πρὸ τέλους ἡ |
| book 505b.2 | ὀξεῖα, ὁμοίως τῷ „ἀελλόποσ“ (Θ 409 al.) καὶ „τρίποσ“ (Χ 264). A |
| book 505c | 〈οὕνεκα:〉 ὅτι οὕνεκα ἀντὶ τοῦ τοὔνεκα. Aim |
| book 506 | 〈φθάνει:〉 ὅτι Ζηνόδοτος γράφει {ὅτι} „φθανέει“. Aim |
| book 507 | 〈αἱ δ’ ἐξακέονται ὀπίσσω:〉 ἃ ἐκείνη βλάπτει. Til |
| book 508.1 | 〈κούρας Διός:〉 πάλιν πρὸς ἐντροπὴν Διὸς κούρας φη‐ |
| book 508.2 | σίν. Til |
| book 509a.1 | τὸν δὲ μέγ’ ὤνησαν: ὅτι περισσὸς ὁ δέ σύνδεσμος· διὸ |
| book 509a.2 | οὐ δεῖ συνεγκλίνειν τῷ ἄρθρῳ τὸν σύνδεσμον. A |
| book 509b.1 | τὸν δὲ μέγ’ ὤνησαν καί τ’ ἔκλυον εὐξαμένοιο: ὑπὲρ |
| book 509b.2 | αὐτοῦ οὖν ἐστιν, ὅπως ἐν ἀσφαλείᾳ διάγοι ἐπικούρους ἔχων· εἰκὸς γὰρ |
| book 509b.3 | καὶ αὐτὸν ἁμαρτῆσαι καὶ εὐμενεῖς τοὺς ἱκετευομένους ἕξειν. φυσιολογεῖ |
| book 509b.4 | οὖν μὴ θέλων εἰπεῖν ἐξ ὀνόματος ὡς καὶ αὐτὸς βλαβήσεται μὴ πεισθείς. |
| book 509b.5 | ἐπάγει οὖν· „ἀλλ’ Ἀχιλεῦ, πόρε καὶ σύ“ (Ι 513). b(BE3E4)T |
| book 509c1 | 〈εὐξαμένοιο:〉 Ἀρίσταρχος „εὐχομένοιο“. Aint |
| book 509c2 | τὸ δὲ εὐξαμένοιο ἀντὶ τοῦ „εὐχομένοιο“. T |
| book 512a.1 | ἵνα βλαφθεὶς ἀποτίσῃ: ἵνα καὶ αὐτὸς ἐν ἄτῃ γεγονὼς |
| book 512a.2 | ἐπὶ τὰς Λιτὰς καταφύγῃ. b(BCE3E4)T |
| book 512b | 〈ἀποτίσῃ:〉 γράφεται „ἀποτίνῃ“. Aint |
| book 514.1 | ἥ τ’ ἄλλων περ ἐπιγνάμπτει νόον ἐσθλῶν: καὶ ἄλλοι, |
| book 514.2 | φησίν, εἰσὶν ἀγαθοὶ ἀδικηθέντες, αἰδούμενοι δὲ τὰς Λιτάς. b(BCE3E4)T |
| book 515a.1 | εἰ μὲν γὰρ μὴ δῶρα φέροι: ταῦτα τὴν ἱκετείαν δηλοῖ καὶ |
| book 515a.2 | τὸν ἐνυποπίπτοντα Ἀγαμέμνονα. καὶ διὰ τοῦ φέροι αὐτὸν παρέστη‐ |
| book 515a.3 | σεν· καὶ τὸ μὲν ὀργίζεσθαι δικαίως συγχωρεῖ, τὸ δὲ ἀτιμάζειν τὰ δι‐ |
| book 515a.4 | δόμενα καὶ τοὺς ἥκοντας ἀνάξιον Ἀχιλλέως φησίν. b(BCE3E4)T |
| book 515b | 〈εἰ μὲν γὰρ μὴ δῶρα φέροι:〉 εὐθὺς δηλονότι. Aint |
| book 516a | ἐπιζαφελῶς: ὡς „χαλεπῶσ“ (Η 424. Υ 186). παρέλκει |
| book 516a.1 | δὲ πάλιν ἡ ἐπί. ἐχρῆν δέ, εἰ παρὰ τὸ ζάφελος γέγονε, καὶ ζαφέλως |
| book 516a.2 | ἡμᾶς ἀνεγνωκέναι βαρυτόνως, ἢ καὶ ἐκεῖνο κατ’ ὀξὺν προφέρεσθαι τό‐ |
| book 516a.3 | νον. ἀλλὰ μήποτε τὸ μὲν ζάφελος προπαροξύνεται λόγῳ τοιούτῳ· τὰ |
| book 516a.5.1 | εἰς ος λήγοντα συγκείμενα παρὰ τὸ ζα προπαροξύνεται, ζάθεος ζάκο‐ |
| book 516a.5.2 | τος· οὕτως οὖν καὶ ζάφελος. τὸ δὲ ζαφελῶς περισπᾶται, ἐπεὶ τὰ διὰ |
| book 516a.5.3 | τοῦ λως ἐπιρρήματα, παραληγόμενα τῷ ε, ὡς ἐπὶ τὸ πλεῖστον φιλεῖ |
| book 516a.5.4 | περισπᾶσθαι, οἷον εὐτελῶς ἐπιμελῶς, οἷς καὶ τὸ ζαφελῶς συνεξέδραμε. |
| book 516a.5.5 | πρόσκειται ‘ὡς ἐπὶ τὸ πλεῖστον‘ διὰ τὸ εὐτραπέλως ἰκέλως. A |
| book 516b1.1 | {ἀλλ’ αἰὲν} ἐπιζαφελῶς: περισπωμένως, εἰ καὶ τὸ |
| book 516b1.2 | †ζάφελες† βαρύνεται. | τὸ δὲ ζαφελῶς γίνεται ἐκ τοῦ ζα ἐπιτατικοῦ |
| book 516b1.3 | καὶ τοῦ ὀφέλλω τὸ αὔξω, τὸ πάνυ ηὐξημένως. T |
| book 516b2 | περισπωμένως. τὸ δὲ ζάφελος ὄνομα βαρύνεται. Aint |
| book 518.1 | χατέουσί περ ἔμπης: ὅτι καὶ δώρων ἄνευ ἐχρῆν βοηθεῖν |
| book 518.2 | διὰ τὴν ἀνάγκην. T |
| book 520.1 | ἄνδρας δὲ λίσσεσθαι 〈ἐπιπροέηκεν ἀρίστουσ〉: ὅτι |
| book 520.2 | οὐ συμπεριλαμβάνει ἑαυτὸν ὁ Φοῖνιξ ὡς ἂν μηδὲ χώραν ἔχων |
| book 520.3 | πρεσβευτοῦ. A |
| book 520-1a1/b1.1 | ἄνδρασ〈—〉ἀρίστους | κρινάμενος: ὁ |
| book 520-1a1/b1.2 | μὲν γὰρ συνέσει, ὁ δὲ ἰσχύϊ πρωτεύει. | ἐκ τούτου δῆλον ὅτι οὐκ ἔστι |
| book 520-1a1/b1 | πρεσβευτὴς ὁ Φοῖνιξ· ἐπεὶ πῶς ἑαυτὸν ἐπαινεῖ; T |
| book 520-1b2.1 | οὗτος πρεσβευτὴς οὐκ ἔστιν, ἐπεὶ οὐκ ἂν ἑαυτὸν ἐπῄνει. |
| book 520-1b2.2 | b(BCE3E4) |
| book 520-1a2 | ὁ μὲν γὰρ συνέσει, ὁ δὲ ἰσχύϊ προὔχει. b(BCE3) |
| book 521-2a1.1 | οἵ τε σοὶ αὐτῷ / φίλτατοι: ὡς καὶ δίχα Ἀγαμέ‐ |
| book 521-2a1.2 | μνονος ὀφείλοντος αὐτοῖς πείθεσθαι. τοῦτο δὲ ἐλεγκτικῶς ὅτι εἰπὼν |
| book 521-2a1.3 | „οἱ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ“ (Ι 204) νῦν ἀπειθεῖ |
| book 521-2a1.4 | τοῖς φιλτάτοις. T |
| book 521-2a2.1 | λέγει δὲ ὅτι καὶ δίχα Ἀγαμέμνονος ὤφειλεν αὐτοῖς πείθε‐ |
| book 521-2a2.2 | σθαι. b(BCE3) |
| book 521-2a3.1 | ἐλεγκτικῶς ὅτι εἰπὼν „οἱ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι |
| book 521-2a3.2 | μελάθρῳ“ νῦν ἀπειθεῖ τοῖς φιλτάτοις. b(BCE3E4) |
| book 522a.1 | τῶν μὴ σύ γε μῦθον ἐλέγξῃς: μὴ ὀνειδίσῃς· b(BCE3 |
| book 522a.2 | E4)T „τὰ δ’ ἐλέγχεα πάντα λέλειπται“ (Ω 260)· ὡς τῆς αἰσχύ‐ |
| book 522a.3 | νης τοῦ μὴ πείθειν ἀνατρεχούσης εἰς αὐτούς. b(BCE3)T |
| book 522b.1 | τῶν μὴ σύ γε μῦθον ἐλέγξῃς: μὴ ἀποδοκιμάσῃς μηδὲ |
| book 522b.2 | ἀποδείξῃς ἀσθενεῖς αὐτοὺς ἐν τοῖς λόγοις καὶ μὴ ποιήσῃς ἐπονειδί‐ |
| book 522b.3 | στους αὐτοὺς ὡς μὴ πείσαντας. A |
| book 523 | 〈μηδὲ πόδας:〉 μηδὲ τὴν ἐνθάδε ἄφιξιν. Aint |
| book 523a.1 | πρὶν δ’ οὔ τι νεμεσσητὸν κεχολῶσθαι: τὸ πρώην |
| book 523a.2 | μηνίειν ἀνεμέσητον εἰπὼν ἐκ τοῦ ἐναντίου τὸ νῦν νεμεσητόν φησιν, |
| book 523a.3 | b(BCE3E4)T ὅτι τὸ πρὶν καὶ ἀρχὴ τῆς μάχης καὶ ὁ Ἀγαμέμνων |
| book 523a.4 | μαινόμενος καὶ πρεσβεία οὐδαμοῦ οὐδὲ δῶρα, νῦν δὲ καὶ τῆς μήνιδος ὁ |
| book 523a.5.1 | χρόνος παρήκμασε καὶ ὁ βασιλεὺς ἱκέτης καὶ πρεσβεία φιλτάτων ἀν‐ |
| book 523a.5.2 | δρῶν καὶ δώρων ἀριθμὸς πολὺς καὶ ἀνάγκη τοῦ ἁλῶναι. T |
| book 523b | 〈πρὶν δ’ οὔ τι νεμεσσητὸν κεχολῶσθαι:〉 ἐπὶ δὲ τῆς |
| book 523b | προτέρας ὀργῆς οὐ μέμψεως ἄξιος. Aint |
| book 524a1.1 | οὕτω καὶ τῶν πρόσθεν ἐπευθόμεθα: ὅτι πάντως δεῖ |
| book 524a1.2 | βοηθῆσαι αὐτόν, ὅπερ ἐσκέπασε τῇ διηγήσει. T |
| book 524a2.1 | περισκέπων δὲ διὰ τῆς διηγήσεως τὸν λόγον δείκνυσιν ὡς |
| book 524a2.2 | πάντως δεῖ βοηθῆσαι. b(BE3E4) |
| book 526a.1 | δωρητοί τ’ ἐπέλοντο 〈παραρρητοί τ’ ἐπέεσσι〉: |
| book 526a.2 | περὶ πάντων τοῦτο, εἶτα τὸν Μελέαγρον ἐπὶ τῇ ἰσότητι T παρέλα‐ |
| book 526a.3 | βεν· οὐ γὰρ ἂν ἐφάνη τὸ δεινὸν τοῦ μὴ πεισθῆναι, εἴ τινα παρέλαβε |
| book 526a.4 | τῶν πεισθέντων. b(BCE3E4)T |
| book 526b.1 | παραρρητοί: ὡς παραμυθητοὶ καὶ νοητοὶ κατ’ ὀξεῖαν |
| book 526b.2 | τάσιν. A |
| book 527a.1 | μέμνημαι τόδε ἔργον: ὁμοίαν μῆνιν παραγράφει. |
| book 527a.2 | Ἀχιλλεὺς οὐκ ἐπαμύνει τοῖς Ἕλλησι διὰ τὸν Ἀγαμέμνονα καὶ ὁ Με‐ |
| book 527a.3 | λέαγρος τοῖς Αἰτωλοῖς διὰ τὴν μητέρα. ἀρχὴ μήνιδος Ἀχιλλεῖ χόλος |
| book 527a.4 | Ἀπόλλωνος καὶ τῷ Μελεάγρῳ Ἀρτέμιδος ὀργή. Ἀχιλλεῖ Βρισηΐδος |
| book 527a.5.1 | ὕβρις, Μελεάγρῳ δὲ Ἀταλάντης. πρὸς ἑκάτερον πρεσβεύουσι δῶρα |
| book 527a.5.2 | δώσειν ὑπισχνούμενοι. τὰ λοιπὰ ὁ Φοῖνιξ εὔχεται ὅμοια μὴ γενέσθαι. |
| book 527a.5.3 | ὅμως γεγόνασιν. οὐδέτερος αὐτῶν εἶξε τοῖς δεομένοις· τὸν Μελέαγρον |
| book 527a.5.4 | ἐποίησεν ἡ γυνὴ ἐξελθεῖν τοῦ πολέμου ἐπὶ θύραις ὄντος, καὶ ὁ Πάτρο‐ |
| book 527a.5.5 | κλος πλησίον τῶν πολεμίων ὄντων δεηθεὶς προελθεῖν, ἔπειτα ἀποθανὼν |
| book 527a.10.1 | ἠνάγκασε τῆς ἔχθρας παύσασθαι τὸν Ἀχιλλέα· b(BCE3, Le) T |
| book 527a.10.2 | ὅπερ καὶ Μελέαγρος πέπονθεν. b(BCE3, Le) |
| book 526b | μέμνημαι τόδε ἔργον: ἀναλογεῖ ἡ μὲν τὸν κάπρον ἐπι‐ |
| book 526b.1 | πέμψασα Ἄρτεμις τῷ ἐπιπέμψαντι λοιμὸν Ἀπόλλωνι, οἱ δὲ Κουρῆτες |
| book 526b.2 | τοῖς Τρωσίν, ὁ δὲ Μελέαγρος τῷ Ἀχιλλεῖ τῷ νῦν μὲν δεήσεσι μὴ πει‐ |
| book 526b.3 | θομένῳ, δι’ ἀνάγκην δὲ ἴσως βοηθήσοντι διὰ τὰς ναῦς. A |
| book 527c.1 | μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι: ὅτι ἀειμνήστους ἐπὶ |
| book 527c.2 | κακῷ ποιεῖ τοὺς ὀργιζομένους ὁ θυμός. οἰκεῖον δὲ διδασκάλῳ ἐκ τῶν πα‐ |
| book 527c.3 | λαιῶν σωφρονίζειν τοὺς νέους. ποικίλλει δὲ τὴν δέησιν πιστούμενος |
| book 527c.4 | τὰς ἱστορίας διὰ τῶν παλαιῶν προσώπων. b(BE3E4)T |
| book 527d | 〈νέον:〉 ὅτι νέον νεωστί. Aim |
| book 528a.1 | ὡς ἦν: τὸ ὡς ἦν δύναται καὶ τοῖς ἄνω καὶ τοῖς ἑξῆς συν‐ |
| book 528a.2 | άπτεσθαι. ἐὰν δὲ τοῖς ἄνω συνάπτηται, ἔσται „μέμνημαι“ (Ι 527) ὡς |
| book 528a.3 | ἦν· ἐὰν δὲ τοῖς ἑξῆς, ἔσται ὑπερβατόν ‘ὡς δὲ ἦν, ἐν ὑμῖν ἐρῶ‘. A |
| book 528b.1 | 〈ἐν δ’ ὑμῖν ἐρέω πάντεσσι φίλοισι:〉 ὅτι ἠθικῶς καθ’ |
| book 528b.2 | ὑπεξαίρεσιν λέγει ἐν δ’ ὑμῖν ἐρέω πάντεσσι φίλοισι, οἷον οὐδεὶς |
| book 528b.3 | ξένος πάρεστι, διὰ τὸ κατ’ Ἀχιλλέως παραδείγματι χρῆσθαι τῷ κατὰ |
| book 528b.4 | τὸν Μελέαγρον. A |
| book 528c.1 | ἐν δ’ ὑμῖν ἐρέω πάντεσσι φίλοισι: ἐπεὶ κατὰ τοῦ |
| book 528c.2 | Ἀχιλλέως ἐκφέρει τὸ παράδειγμα, φησὶν ‘ἐπὶ φίλων γάρ μοί ἐστιν ὁ |
| book 528c.3 | λόγοσ‘. b(BCE3E4)T |
| book 529a1.1 | Κουρῆτές τ’ ἐμάχοντο 〈καὶ Αἰτωλοὶ μενεχάρ‐ |
| book 529a1.2 | μαι〉: ψυχαγωγεῖ μὲν ἡ ἱστορία τὸν θυμόν. δύο δέ φησι· μὴ ἀτιμάζειν |
| book 529a1.3 | ἱκέτας, καὶ ὡς ἄτιμος ἡ μετὰ δέησιν αὐτόκλητος ἐπικουρία. | καλοῦσι |
| book 529a1.4 | δὲ ὑποδιήγησιν τὸ σχῆμα, ὅταν †ἱερόν† τι λάβωμεν ὅμοιον. †διό |
| book 529a1.5.1 | ἐστιν ὁ λόγος ὡς νηλέα τινὰ πελίαν τε†. | ἀντὶ δὲ τοῦ εἰπεῖν Κουρῆ‐ |
| book 529a1.5.2 | τες καὶ Καλυδώνιοι ἐπὶ τὸ γενικώτερον ἧκεν· διχῇ δὲ διῄρηται ἡ Αἰτω‐ |
| book 529a1.5.3 | λία, καὶ τῆς μὲν Καλυδωνίας ἦρχεν Οἰνεύς, τῆς δὲ Πλευρωνίας ὁ Θέ‐ |
| book 529a1 | στιος. T |
| book 529a2.1 | ἀντὶ τοῦ εἰπεῖν Κουρῆτες καὶ Καλυδώνιοι ἐπὶ τὸ γενικώ‐ |
| book 529a2.2 | τερον ἧκε. διχῇ δὲ διῄρηται ἡ Αἰτωλία, καὶ τῆς μὲν Καλυδωνίας ἦρχεν |
| book 529a2.3 | Οἰνεύς, τῆς δὲ Πλευρωνίας Θέστιος. | ψυχαγωγεῖ δὲ ἡ ἱστορία τὸν |
| book 529a2.4 | θυμόν. b(BCE3E4) δύο δέ φησι· μὴ ἀτιμάζειν ἱκέτας, καὶ ὡς ἄτι‐ |
| book 529a2.5 | μος ἡ μετὰ δέησιν αὐτόκλητος ἐπικουρία. b(BE3E4) |
| book 529a3 | ὑποδιήγησις τὸ τοιοῦτον καλεῖται. b(BCE3E4) |
| book 529b.1 | Κουρῆτες: οὕτως ἀνεγνώσθη ὡς ἀβλῆτες, πρὸς διαστο‐ |
| book 529b.2 | λὴν τοῦ „κούρητες Ἀχαιῶν“ (Τ 248). οὐκ ἐχρῆν δέ, καθότι οὐ φιλεῖ τὰ |
| book 529b.3 | εἰς ης λήγοντα ἐθνικὰ ὑπὲρ μίαν συλλαβὴν ὀξύνεσθαι. ἐλέγχεται δὲ |
| book 529b.4 | καὶ ἡ κλίσις τοῦ Κουρῆτες ἐν τῇ Κλίσει τῶν ὀνομάτων (fr. 16 = |
| book 529b.5 | Hrd. 2, 640, 23). A |
| book 529c.1 | 〈Κουρῆτες:〉 τὸ ἐθνικόν, κούρητες δὲ οἱ νεανίαι, ὡς |
| book 529c.2 | Μάγνης καὶ Ἴγνης· „ἅμα δ’ ἄλλοι †ἦσαν† κούρητεσ“ (Τ 248). Til |
| book 529d.1 | 〈ΚΟΥΡΗΤΕΣ:〉 τῆς μέσης συλλαβῆς περισπωμένης οἱ |
| book 529d.2 | τὴν Πλευρῶνα κατοικοῦντες· Κουρῆτές τ’ ἐμάχοντο. τῆς δ’ αὐτῆς |
| book 529d.3 | συλλαβῆς βαρυτονουμένης οἱ νεανίαι· „ἅμα δ’ †ἄλλοις ἦσαν† κούρη‐ |
| book 529d.4 | τες Ἀχαιῶν“ (Τ 248). A |
| book 529e.1 | Κουρῆτες: οἱ τὴν Πλευρῶνα οἰκοῦντες ἄποικοι Εὐβοέων. |
| book 529e.2 | οὕτω δὲ ἐκαλοῦντο ἢ ἀπὸ Κουρίου ὄρους ἢ Κουρέως· ἢ ἐπεὶ στολὰς καὶ |
| book 529e.3 | κόμας κορῶν εἶχον. Στράβων (10,3,6, p. 465) δὲ οὕτως· „Ἀρχέμαχος |
| book 529e | ὁ Εὐβοεὺς (FGrHist 424, 9) φησὶ τοὺς Κουρῆτας ἐν Χαλκίδι οἰκῆσαι. |
| book 529e.5.1 | συνεχῶς δὲ πολεμοῦντας περὶ τοῦ Ληλάντου πεδίου, ἐπειδὴ οἱ πολέμιοι |
| book 529e.5.2 | κομῶν δραττόμενοι κατέσπων αὐτούς, ὀπισθοκόμους γενέσθαι, τὰ δὲ |
| book 529e.5.3 | ἔμπροσθεν κείρεσθαι· διὸ καὶ Κουρῆτας ἀπὸ τῆς κουρᾶς {γενέσθαι} |
| book 529e.5.4 | κληθῆναι. †κατοικοῦντας† δὲ εἰς Αἰτωλίαν τοὺς πέραν οἰκοῦντας διὰ |
| book 529e.5.5 | τὸ ἀκούρους φυλάσσειν τὰς κεφαλὰς Ἀκαρνᾶνας ὠνόμαζον.“ T |
| book 529e.10.1 | Κουρῆτες: οἱ ἐν Πλευρῶνι οἰκοῦντες, πόλει τῆς Αἰτωλίας. |
| book 529e.10.2 | ὠνομάσθησαν δὲ—τὰς κάρας. A |
| book 529e.1 | Οἰνεὺς Αἰτωλίας δεσπότης—μετανοήσασα ἑαυτὴν |
| book 529e.2 | ἀναιρεῖ. A |
| book 529e | Αἰτωλοί: οἱ Καλυδώνιοι, ἐπεὶ—τῆς Αἰτωλίας. A |
| book 531.1 | Αἰτωλοὶ μὲν ἀμυνόμενοι 〈Καλυδῶνος ἐραννῆσ〉: ἡ |
| book 531.2 | διπλῆ, ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντησεν, καὶ ὅτι λείπει ἡ |
| book 531.3 | περί, περὶ Καλυδῶνος. A |
| book 533 | 〈τοῖσι κακόν:〉 ὡς καὶ ὑμῖν τὴν μῆνιν. Til |
| book 534a.1 | 〈χωσαμένη ὅ οἱ οὔ τι θαλύσια:〉 ὅτι δεῖ μεμνῆσθαι |
| book 534a.2 | θεῶν· b(BCE3E4)Til ἅπαξ δὲ κεῖται ἡ λέξις. ἃ ἡμεῖς συγκομιστή‐ |
| book 534a.3 | ριά φαμεν. b(BCE3)Til |
| book 534b | 〈θαλύσια:〉 ἑορτή, ἐν ᾗ τὰς ἀπαρχὰς τοῖς θεοῖς ἐπιθύουσι |
| book 534b | τῶν καρπῶν. Aint |
| book 537a.1 | ἢ λάθετ’ 〈ἢ οὐκ ἐνόησεν〉: ἐλάθετο· ἑκὼν παρεπέμψα‐ |
| book 537a.2 | το. οὐκ ἐνόησεν· οὐκ ἔλαβεν εἰς νοῦν. | ἡ διπλῆ δέ, ὅτι Ζηνόδοτος |
| book 537a.3 | γράφει „ἐκλάθετ’ οὐδ’ ἐνόησεν“ ὥστε τὸ αὐτὸ διλογεῖσθαι. οὐκ ἐνόησε |
| book 537a.4 | δὲ ὅτι διαφέρει· τὸ μὲν γὰρ ἐλάθετο ἑκὼν παρέπεμψεν, τὸ δὲ οὐκ |
| book 537a.5 | ἐνόησεν οὐδὲ τὴν ἀρχὴν κατὰ νοῦν ἔσχεν. A |
| book 537b.1 | 〈ἢ λάθετ’ ἢ οὐκ ἐνόησεν:〉 ἀπὸ μετοχῶν εἰς ῥήματα μετ‐ |
| book 537b.2 | ῆλθεν. b(BCE3)Til |
| book 537c.1 | ἢ λάθετ’ ἢ οὐκ ἐνόησε: λάθετο· ἑκὼν παρεπέμψατο, |
| book 537c.2 | οὐκ ἐνόησε δὲ οὐκ ἔλαβεν εἰς νοῦν. ἀξιόπιστον δὲ τὸ διστάσαι, ὡς |
| book 537c.3 | ἔχει καὶ τὸ „ἢ δρυὸς ἢ πεύκησ“ (Ψ 328). ἀσύγγνωστον δὲ τὴν εἰς |
| book 537c.4 | θεοὺς παράβασιν ὑποτίθεται, εἴθ’ ἑκὼν μὴ τιμῶν εἴτε ἀκουσίως, καὶ εἰ |
| book 537c.5 | μὴ πάντας τιμῶν. b(BCE3E4)T |
| book 537c.1 | ἄλλως· ἢ λάθετ’ ἢ οὐκ ἐνόησεν: ἤτοι ἐννοήσας θῦσαι ἐπε‐ |
| book 537c.2 | λάθετο, ἢ οὐδὲ ὅλως †ἐπελάθετο. A |
| book 538.1 | δῖον γένος: πρὸς Ἀχιλλέα· οὐδέποτε γὰρ ἐπὶ θεοῦ τάσσει |
| book 538.2 | τὴν λέξιν. ὁ δὲ Νικάνωρ ἐπὶ Ἀρτέμιδος· b(BCE3)T καὶ γὰρ λέ‐ |
| book 538.3 | γει, φησίν (p. 202 Friedl.), „αἶψά κ’ ἐγὼν ἔρξαιμι, διοτρεφές, ὡς ἀγο‐ |
| book 538.4 | ρεύεισ“ (ν 147), ἀγνοῶν ὅτι „κελαινεφέσ“ ἐστίν. T |
| book 539a1.1 | ὦρσεν ἐπὶ 〈χλούνην〉: οἱ μὲν ἀναστρέφουσιν, ἵν’ ᾖ |
| book 539a1.2 | ἐπῶρσεν. οἱ δὲ ἐκδεξάμενοι χλούνην τὴν χλόην ἐνέκλιναν, ἵνα γένηται |
| book 539a1 | τὸ ἑξῆς ἐπὶ τὴν χλούνην. A |
| book 539a2 | ἐπῶρσεν χλούνην. Til |
| book 539b.1 | χλούνην: οἱ μὲν τὸν ἐντομίαν· κνώμενοι γὰρ πρὸς τὰ |
| book 539b.2 | φυτὰ παρατρίβονται καὶ ἀγριώτεροι γίνονται. οἱ δὲ τὸν ἐν χλόῃ διά‐ |
| book 539b.3 | γοντα· τὸν γὰρ οἰκοτραφῆ σίαλόν φησιν (cf. Ι 208. Φ 363 al.). οἱ δὲ |
| book 539b.4 | τὸν εἰς γῆν καταβάλλοντα τὰ φυτά. A b (BCE3E4)T | ἄλλοι δὲ τὸν |
| book 539b.5 | ἐπὶ Χλούνῃ, χωρίῳ οὕτω καλουμένῳ, ἐνδιατρίβοντα. A |
| book 540a1.1 | ἔρδεσκεν ἔθων: Ἀμμώνιος ἐν τῷ Περὶ τῶν ὑπὸ Πλάτω‐ |
| book 540a1.2 | νος μετενηνεγμένων ἐξ Ὁμήρου διὰ τοῦ ξ προφέρεται, „ἔρεξεν“. | |
| book 540a1.3 | ἔθων δὲ εἰθισμένος τοῖς τόποις διατρίβειν. οἰκεία δὲ τιμωρία τῷ περὶ |
| book 540a1 | καρποὺς ἡμαρτηκότι. A |
| book 540a2.1 | {ἔρδεσκεν:} Ἀμμώνιος „ἔρεξεν“. | ἔθων δὲ T εἰθι‐ |
| book 540a2.2 | σμένος τοῖς τόποις· „ἐριδμαίνωσιν ἔθοντεσ“ (Π 260). οἰκεία δὲ τιμω‐ |
| book 540a2.3 | ρία τῷ περὶ καρποὺς ἡμαρτηκότι. b(BCE3)T |
| book 540b.1 | 〈ἔθων:〉 ὅτι οἱ Γλωσσογράφοι τὸ ἔθων ἀποδιδόασι |
| book 540b.2 | βλάπτων. ἔστι δὲ ἐξ ἔθους ἐπιφοιτῶν. Aint |
| book 540c.1 | 〈ἔθων:〉 ψιλῶς τὸ ἔθων, καθότι ἐδιδασκόμεθα καὶ ἐκ τῆς |
| book 540c.2 | συναλιφῆς, „ἥ ἑ μάλιστ’ εἴωθε“ (Ε 766). καὶ ἄλλως τὸ ε πρὸ τοῦ θ οὐ |
| book 540c.3 | δασύνεται, εἰ μὴ εἴη ἀντωνυμικὸν ἐξ ἀποβολῆς τοῦ ς, „σέθεν“ (Α 180 |
| book 540c.4 | al.), „ἕθεν“ (Α 114 al.)· τὴν γὰρ ὑπό τινων φερομένην „ἔδων“ παρ‐ |
| book 540c.5 | αιτητέον. A |
| book 541a.1 | 〈προθέλυμνα:〉 ὅτι ἄλλα ἐπ’ ἄλλοις. ἔνιοι δὲ πρόρριζα. |
| book 541a.2 | Aim |
| book 541b.1 | προθέλυμνα: τὰ ἄλλα ἐπ’ ἄλλοις προτιθέμενα, ὅ ἐστι |
| book 541b.2 | συνεχῆ· φησὶ γοῦν καὶ „σάκος σάκεϊ προθελύμνῳ“ (Ν 130) καὶ |
| book 541b | „τετραθέλυμνον“ (Ο 479). b(BCE3E4)T |
| book 542a.1 | 〈αὐτῇσιν ῥίζῃσι καὶ αὐτοῖσ〉 ἄνθεσι μήλων: ὅτι |
| book 542a.2 | μῆλα πάντα τὰ ἀκρόδρυα ἔλεγον οἱ παλαιοί, οὐχ ὡς ἡμεῖς 〈ε〉ἰδικῶς· |
| book 542a.3 | καὶ ὅτι εἴωθεν ἡ σύν πρόθεσις ἐλλείπειν. A |
| book 542b.1 | καὶ αὐτοῖς ἄνθεσι μήλων: ἐξ ἑνὸς τὸ πᾶν· „καὶ μη‐ |
| book 542b.2 | λέαι“ γὰρ „ἀγλαόκαρποι“ (η 115). μηλοφόρον δὲ τιμῶσι τὴν Δη‐ |
| book 542b.3 | μήτραν. b(BCE3E4)T |
| book 543.1 | τὸν δ’ υἱὸς Οἰνῆος ἀπέκτεινε〈ν〉 Μελέαγρος: ἴσως ὅτι |
| book 543.2 | πρῶτος ἔβαλεν· ἅμα δὲ καὶ ἡ Ἀταλάντη. Μελέαγρος δὲ παρὰ τὸ |
| book 543.3 | μέλειν τῆς ἄγρας· κυνηγοὶ γὰρ οἱ Αἰτωλοί. b(BCE3E4)T |
| book 546a.1 | πολλοὺς δὲ πυρῆς ἐπέβης’ ἀλεγεινῆς: ὅτι ἐκ τοῦ |
| book 546a.2 | παρακολουθοῦντος σημαίνει ἀνεῖλεν. καὶ ὅτι διὰ πυρὸς ἔθαπτον. A |
| book 546b.1 | πυρῆς ἐπέβης’: ἀντὶ τοῦ ἀποκτείνας καυθῆναι ἐποίη‐ |
| book 546b.2 | σεν. A |
| book 546c.1 | πολλοὺς δὲ πυρῆς ἐπέβης’ 〈ἀλεγεινῆσ〉: οὐ ζῶν |
| book 546c.2 | μόνον, ἀλλὰ καὶ τελευτήσας διὰ τὴν ἐπ’ αὐτῶν μάχην. ἀλεγεινῆς δὲ |
| book 546c.3 | πυρῆς, ἐπεὶ ἀλγοῦμεν ἐπὶ τοῖς τεθνεῶσιν. b(BCE3E4)T |
| book 547-8.1 | ἡ δ’ ἀμφ’ αὐτῷ καὶ ἑξῆς ἀμφὶ συὸς κεφαλῇ: δείκνυσιν |
| book 547-8.2 | ὅτι οἱ θεοβλαβεῖς περὶ τῶν οὐδενὸς ἀξίων διαφέρονται πρὸς μάχην. |
| book 547-8 | b(BCE3E4)T |
| book 548.1 | ἀμφὶ συὸς κεφαλῇ 〈καὶ δέρματι λαχνήεντι〉: ἐσιώπησε |
| book 548.2 | τὴν Ἀταλάντην αἰδούμενος τὸν Ἀχιλλέα. b(BCE3E4)T |
| book 548.1 | ἀμφὶ συὸς κεφαλῇ καὶ δέρματι: ὡς καὶ τῆς κεφαλῆς |
| book 548.2 | —ᾧ συνδιεφθάρη καὶ ὁ Μελέαγρος. A |
| book 551a1.1 | οὐδ’ ἐδύναντο: ἐν τῇ Ἀριστοφάνους „οὐδ’ ἐθέλεσκον“ |
| book 551a1.2 | καὶ ἔστιν Ὁμηρικόν· „οὐδ’ ἔθελε προρέειν“ (Φ 366). A |
| book 551a2 | Ἀριστοφάνης δὲ „οὐδ’ ἐθέλεσκον“, Ὁμηρικόν. T |
| book 551b | οὐδὲ δύναντο: ὡς καὶ οὐδέποτε Τρῶες. T |
| book 553-4.1 | ὅς τε καὶ ἄλλων / οἰδάνει: οἰδαίνεσθαι ποιεῖ, ὡς |
| book 553-4.2 | „μελάνει“ (Η 64). A b (BCE3E4)T καὶ ὅτι μὲν ἀνθρώπινον τὸ πά‐ |
| book 553-4.3 | θος οἶδεν, ἀλλὰ περιγίνεσθαι παραινεῖ· καὶ ἡμᾶς μὲν αὐτῆς ἐκτρέπει, |
| book 553-4.4 | Ἀχιλλεῖ δὲ συγγινώσκει. A b (BCE3)T |
| book 554.1 | 〈οἰδάνει:〉 ὅτι ἀντὶ τοῦ οἰδάνειν ποιεῖ, ὅμοιον τῷ „πάντας |
| book 554.2 | μέν ῥ’ ἔλπει“ (β 91) ἀντὶ τοῦ ἐλπίζειν ποιεῖ. Aim |
| book 555.1 | ἤτοι ὁ μητρὶ φίλῃ: καθόλου· οὐ γὰρ ἦν αὐτῷ τότε φίλη ἡ |
| book 555.2 | μήτηρ. b(BCE3E4)T |
| book 556 | 〈κεῖτο:〉 ὡς τὸ „κεῖτ’ ἀπομηνίσασ“ (Β 772. Η 230). Til |
| book 556.1 | καλῇ Κλεοπάτρῃ: Κλεοπάτρα Ἴδα—γυνὴ δὲ Με‐ |
| book 556.2 | λεάγρου. A |
| book 557-8.1 | κούρῃ Μαρπήσ〈σ〉ης 〈καλλισφύρου Εὐηνίνης / |
| book 557-8.2 | Ἴδεώ θ’〉: Ἴδας ὁ Ἀφαρέως μὲν παῖς κατ’ ἐπίκλησιν, γόνος δὲ Ποσει‐ |
| book 557-8.1 | δῶνος, Λακεδαιμόνιος δὲ τὸ γένος, ἐπιθυμήσας γάμου παραγίνεται εἰς |
| book 557-8.2 | Ὀρτυγίαν τὴν ἐν τῇ Χαλκίδι καὶ ἐντεῦθεν ἁρπάζει τὴν Εὐηνοῦ θυγατέ‐ |
| book 557-8.5.1 | ρα Μάρπησσαν. ἔχων δὲ ἵππους Ποσειδῶνος ἠπείγετο. ὁ δὲ Εὐηνὸς |
| book 557-8.5.2 | εἰς ἐπιζήτησιν ἐξῆλθε τῆς θυγατρός, ἐλθὼν δὲ κατὰ τὸν Λυκόρμαν πο‐ |
| book 557-8.5.3 | ταμὸν τῆς Αἰτωλίας, μὴ καταλαβών, ἑαυτὸν εἰς τὸν ποταμὸν καθῆκεν· |
| book 557-8.5.4 | ὅθεν ὁ Λυκόρμας Εὐηνὸς μετωνομάσθη. κατὰ δὲ τὴν Ἀρήνην ἀπαντή‐ |
| book 557-8.5.5 | σας Ἀπόλλων τῷ Ἴδᾳ λαμβάνεται τῆς Μαρπήσσης. ὁ δὲ ἔτεινε τὸ |
| book 557-8.10.1 | τόξον καὶ διεφέρετο περὶ τοῦ γάμου· οἷς κριτὴς ὁ Ζεὺς γενόμενος αἵρε‐ |
| book 557-8.10.2 | σιν τοῦ γάμου ἐπὶ τῇ Μαρπήσσῃ τίθεται. ἡ δὲ δείσασα, μὴ ἐπὶ γήρᾳ |
| book 557-8.10.3 | καταλίπῃ αὐτὴν ὁ Ἀπόλλων, αἱρεῖται τὸν Ἴδαν. οὕτως δὴ Σιμωνίδης |
| book 557-8.10.4 | (fr. 58 = P.M.G. fr. 563) τὴν ἱστορίαν περιείργασται. b(BCE3)T |
| book 557a1.1 | καλλισφύρου: σημεῖόν ἐστι συμμετρίας σώματος· ὡς |
| book 557a1.2 | ἐπίπαν γὰρ παχεῖαι τὰ κάτω αἱ γυναῖκες. T |
| book 557b1.1 | 〈καλλισφύρου:〉 κάτωθεν γὰρ ὁρᾶται τὸ θῆλυ εἶδος. |
| book 557b1.2 | Til |
| book 557a2/b2.1 | σημεῖόν ἐστι συμμετρίας σώματος· αἱ γὰρ παχεῖαι τοῖς |
| book 557a2/b2.2 | ἐρῶσιν οὐκ ἀγαθαί. | τὸ δὲ θῆλυ εἶδος ἐκ τῶν σφυρῶν καὶ τῆς ζώνης καὶ |
| book 557a2/b2.3 | τῆς ὄψεως ὁρᾶται. b(BCE3E4) |
| book 558-9a1.1 | ὃς κάρτιστος 〈ἐπιχθονίων〉 γένετ’ ἀνδρῶν / |
| book 558-9a1.2 | τῶν τότε: ἐπαινετέον τὸ ἀκριβὲς περὶ τὴν ἑκάστου ἠθοποιΐαν· ὁ |
| book 558-9a1.3 | μὲν Φοῖνιξ κάρτιστον εἰπὼν τὸν Ἴδαν, ἵνα μὴ δόξῃ καὶ τοῦ Ἀχιλλέως |
| book 558-9a1.4 | αὐτὸν προτετιμηκέναι, ἐπήνεγκε τῶν τότε (559). τῷ δὲ Νέστορι |
| book 558-9a1.5 | ἀθωπεύτως εἴρηται· „οὐ γάρ πω τοίους ἴδον“ (Α 262). b(BCE3E4)T |
| book 558-9a2.1 | ἵνα μὴ καταισχύνῃ Ἀχιλλέα μεγαλοφρονοῦντα ἐπὶ κρά‐ |
| book 558-9a2.2 | τει, εἶπε τῶν τότε. Til |
| book 560 | 〈νύμφης:〉 τῆς Μαρπήσ〈σ〉ης. Til |
| book 561a1 | 〈τὴν δέ:〉 τὴν Κλεοπάτραν. Til |
| book 561b1.1 | 〈πατὴρ καὶ πότνια μήτηρ:〉 ὁ Ἴδας καὶ ἡ Μάρπησ‐ |
| book 561b1.2 | 〈σ〉α. Til |
| book 561a2/b2 | τὴν Κλεοπάτραν ὁ Ἴδας καὶ ἡ Μάρπησσα. b(BCE3E4) |
| book 561-2a1.1 | τὴν δὲ τότ’ ἐν μεγάροισι〈— /〉 Ἀλκυόνην |
| book 561-2a1.2 | καλέεσκον: ἀντὶ τοῦ ἀλκυόνα, παρὰ τὸ ἐν ἁλὶ κύειν. T | ἀπὸ τῶν |
| book 561-2a1.3 | αὐτοῖς συμβεβηκότων τὴν Κλεοπάτραν οὕτως ἐκάλουν, ὡς Μεγαπέν‐ |
| book 561-2a1.4 | θη (cf. δ 11) καὶ Ὀδυσσέα (cf. τ 407—9). ἔκλαιεν οὖν ἡ Μάρπησσα |
| book 561-2a1.5.1 | καλοῦσα τὸν ἄνδρα Ἴδαν, ὅτε αὐτήν, τὴν Μάρπησσαν, ἥρπασεν ὁ |
| book 561-2a1.5.2 | Ἀπόλλων. b(BCE3)T |
| book 561-2a2.1 | ἀντὶ τοῦ ἀλκυόνα. b(BCE3E4) γίνεται δὲ παρὰ τὸ ἐν |
| book 561-2a2.2 | ἁλὶ κύειν. b(BCE3) |
| book 562.1 | 〈Ἀλκυόνην καλέεσκον ἐπώνυμον:〉 ὅτι οὐ τὴν Μάρ‐ |
| book 562.2 | πησσαν, ἀλλὰ τὴν Κλεοπάτραν. Aim |
| book 562.1 | Ἀλκυόνην καλέεσκον: Κῆυξ ὁ Φωσφόρου—αὐτὴν |
| book 562.2 | ἀνήρπασεν Ἀπόλλων· ἢ ἡ μήτηρ Ἀλθαία. A |
| book 562.5 | ἐπώνυμον: ἀντὶ τοῦ φερώνυμον—ὅτε ἀφῃρεῖτο αὐ‐ |
| book 562 | τὴν ὁ Ἀπόλλων. A |
| book 563 | 〈μήτηρ:〉 ἡ Μάρπησ〈σ〉α. Til |
| book 564a.1 | κλαῖ’ ὅτε μιν: οὕτω Ζηνόδοτος χρονικῶς· AimT |
| book 564a.2 | Ἀρίσταρχος δὲ „κλαῖεν ὅ μιν“, ὅτι αὐτήν. AintT |
| book 564b.1 | 〈μιν:〉 αὐτὴν τὴν Μάρπησ〈σ〉αν, ὅτε ἥρπασεν ὁ Ἀπόλ‐ |
| book 564b.2 | λων. Til |
| book 564c | 〈ἀφήρπασε:〉 γράφεται „ἀνήρπασε“. Aim |
| book 567a.1 | κασιγνήτοιο {φόνοιο}: ὡς „Ἀδμήτοιο“ (Β 713. Ψ 532). |
| book 567a.2 | τινὲς δὲ προπερισπῶσιν ὡς „λευκοῖο“ (ι 246), ἵνα γένηται κασιγνητι‐ |
| book 567a.3 | κοῦ· ἡ γὰρ Ἀλθαία, φασίν, οὐχ ἕνα εἶχεν ἀδελφόν. δύναται μέντοι καὶ |
| book 567a.4 | τὸ βαρυνόμενον ἑνικὸν ἰσοδυναμεῖν τῷ κασιγνητικοῦ. | ἀδελφοὶ δὲ |
| book 567a.5 | Ἀλθαίας Ἴφικλος, Πολυφάντης, Ἀφάνης, Εὐρύπυλος, Πλήξιππος. A |
| book 567b.1 | κασιγνήτοιο φόνοιο: κασιγνήτοιο ὡς „γυναῖκά τε |
| book 567b.2 | θήσατο μαζόν“ (Ω 58), εἰ μήποτε καθ’ Ὅμηρον εἷς ἐστιν. δύο δὲ ἦσαν, |
| book 567b.3 | Κλυτίος καὶ Προκάων. T |
| book 567c1.1 | 〈κασιγνήτοιο:〉 οὕτως Ἀρίσταρχος, τοῦ ἀδελφικοῦ. |
| book 567c1.2 | Aint |
| book 567d1.1 | 〈κασιγνήτοιο φόνοιο:〉 ὅτι ἐλλείπει ἡ περί. δύναται |
| book 567d1.2 | δὲ καὶ ἑνὸς καὶ πλειόνων ἀδελφῶν. Aim |
| book 567c2/d2.1 | τοῦ ἀδελφικοῦ. b(BCE3E4)T | λείπει δὲ ἡ περί. |
| book 567c2/d2.2 | b(BCE3)T |
| book 568.1 | πολλὰ δὲ καὶ γαῖαν 〈πολυφόρβην χερσὶν ἀλοία〉: |
| book 568.2 | ὅτι οἱ τοὺς χθονίους θεοὺς ἐπικαλούμενοι ταῖς χερσὶ τὴν γῆν ἐπέκρουον. |
| book 568.3 | A |
| book 568 | χερσὶν ἀλοία: ταῖς χερσὶν ἔπληττεν· ὅθεν—ὡς ἐν‐ |
| book 568.5 | θάδε φησίν. A |
| book 569.1 | κικλήσκους’ Ἀΐδην 〈καὶ ἐπαινὴν Περσεφόνειαν〉: |
| book 569.2 | ὅτι ἐπικαλεῖται μὲν τὸν Ἅιδην καὶ τὴν Περσεφόνην, ὑπακούουσι |
| book 569.3 | δὲ αἱ Ἐρινύες ὡς ὑπηρέτιδες. A |
| book 570.1 | πρόχνυ καθεζομένη: παντελῶς καθημένη, ὅλη παρειμένη, |
| book 570.2 | ἵνα πλέον ᾖ τὸ πάθος. οἱ δὲ Γλωσσογράφοι ‘ἐπὶ γόνυ‘. T |
| book 571a.1 | παιδὶ δόμεν θάνατον· τῆς δ’ ἠεροφοῖτις Ἐρινύς: |
| book 571a.2 | ὅτι αἱ Ἐρινύες ὥσπερ ὑπηρέτιδες ὑπακούουσι, καὶ οὐ μάχεται τὸ |
| book 571a.3 | „κικλήσκους’ Ἀΐδην καὶ ἐπαινὴν Περσεφόνειαν“ (Ι 569). A |
| book 571b.1 | 〈ἠεροφοῖτις:〉 γράφεται καὶ †ἰεροφοῖτος†, ἡ διὰ τοῦ |
| book 571b.2 | σκότους ἐρχομένη. Aim |
| book 571c.1 | ἠεροφοῖτις: ἡ ἐν τῷ σκότῳ φοιτῶσα· αἱ ποιναὶ γὰρ |
| book 571c.2 | ἀπροοράτως ἔρχονται. A b (BCE3E4)T | πῶς δὲ Ἅιδην ἐπικαλεῖ‐ |
| book 571c.3 | ται, ἡ δὲ Ἐρινὺς ἔρχεται; δηλονότι ὡς ὑπηρέτις. b(BCE3E4)T |
| book 571d.1 | 〈ἠεροφοῖτις:〉 τὰ εἰς ις παρώνυμα θηλυκά, παρακείμενα |
| book 571d.2 | τοῖς εἰς ης ἀρσενικοῖς βαρυνομένοις, προπερισπᾶται, εἰ φύσει μακρᾷ πα‐ |
| book 571d.3 | ραλήγοιτο, πρωθῆβις πολιῆτις ἀλεῖτις πλανῆτις πρεσβῦτις. οὕτως δὲ |
| book 571d | καὶ ἠεροφοῖτις. ὅσα δὲ παρὰ τὸ πωλεῖν ἐστιν, ἀνεβίβασε τὸν τόνον, |
| book 571d.5.1 | ἀρτόπωλις ἀλφιτόπωλις. ἀλλ’ οὖν καὶ ὅσα παρὰ τὸ κοῖτος, „παράκοι‐ |
| book 571d.5.2 | τισ“ (Δ 60 al.), „ἄκοιτισ“ (Γ 138 al.), τὸ μέντοι „δολόμητισ“ (γ 250 al.) |
| book 571d.5.3 | οὐκ ἔστι θηλυκόν, ἀλλὰ καὶ ἀρσενικόν· καὶ ἴσως τὸ μῆτις ἔγκειται· |
| book 571d.5.4 | ὡς τὸ „πολύμητισ“ (Α 318 al.), „δολόμητισ“. καὶ ἔστι σύνθετον. A |
| book 571d | Ἐρινὺς παρὰ τὸ ἐν τῇ ἔρᾳ ναίειν—καὶ ἐκτελέουσα. A |
| book 572 | 〈ἀμείλιχον:〉 ἀπαραίτητον. Til |
| book 573a1.1 | 〈ὅμαδος καὶ〉 δοῦπος: δοῦπος ψόφος δέος ἐμποιῶν, |
| book 573a1.2 | b(BCE3E4)T ὅ ἐστι φόβον. ὅμαδος δὲ παρὰ τὸ πάντας ὁμοῦ |
| book 573a1.3 | ᾄδειν, ὅ ἐστι βοᾶν. T |
| book 573a2 | δοῦπος παρὰ τὸ δέος ἐμποιεῖν. Aint |
| book 574.1 | 〈τὸν δὲ λίσσοντο:〉 οὕτως Ἀρίσταρχος 〈τὸν〉 δὲ λίσ‐ |
| book 574.2 | σοντο δι’ ἑνὸς λ. Aim |
| book 575a1.1 | πέμπον δὲ θεῶν ἱερῆας ἀρίστους: ὅτι ἐντεῦθεν Σο‐ |
| book 575a1.2 | φοκλῆς ἐν τῷ Μελεάγρῳ (p. 219 N.2, sim. II p. 66 P.; T.G.F. IV p. 345 R.) τὸν χορὸν ἀπὸ |
| book 575a1.3 | ἱερέων παρήγαγεν. A |
| book 575a2.1 | {θεῶν ἱερῆας:} ἐντεῦθεν καὶ Σοφοκλῆς τὸν χορὸν †οἰδί‐ |
| book 575a2.2 | ποδος† ἐξ ἱερεῶν ποιεῖ. T |
| book 576.1 | ἐξελθεῖν καὶ ἀμῦναι, 〈ὑποσχόμενοι μέγα δῶρον〉: |
| book 576.2 | βραχὺ διασταλτέον ἐπὶ τὸ ἀμῦναι, στικτέον δὲ κατὰ τὸ τέλος τοῦ |
| book 576.3 | στίχου. ἀπ’ ἄλλης δὲ ἀρχῆς „ὁππόθι πιότατον“ (Ι 577), καὶ ὑποστι‐ |
| book 576.4 | κτέον ἐπὶ τὸ „ἐραννῆσ“ (Ι 577). A |
| book 578 | 〈ἑλέσθαι:〉 ὅτι συντελικῶς ἑλέσθαι. Aim |
| book 579a1.1 | πεντηκοντόγυον: ἐπίτηδες, ἵνα δείξῃ μείζονα τὰ Ἀγα‐ |
| book 579a1.2 | μέμνονος δῶρα. †γύης† δὲ μέτρον γῆς· „τὰς πολυχρύσους γύασ“ |
| book 579a1.3 | (Eur. Bacch. 13) ἀντὶ τοῦ ἀρούρας. T |
| book 579a2.1 | ἐπίτηδες καὶ τοῦτο λέγει, ἵνα τὰ Ἀγαμέμνονος δῶρα |
| book 579a2.2 | δείξῃ μείζονα. b(BCE3E4) †γύης† δέ ἐστι μέτρον γῆς, μικρῷ τῶν |
| book 579a2.3 | δέκα ὀργυιῶν ἔλασσον. b(BCE3) |
| book 579a2 | πεντηκοντόγυον: πεντήκοντα πλέθρων· γύη γὰρ μέτρον |
| book 579a2.5 | γῆς. οἱ δὲ πεντήκοντα ζευγῶν. A |
| book 580a1.1 | ἥμισυ δὲ ψιλὴν 〈ἄροσιν〉: διὰ τοῦ ς, „ψιλῆσ“ γῆς. |
| book 580a1.2 | οὕτως αἱ Ἀριστάρχου. δῆλον δὲ ὅτι ἐλλείπει ἡ εἴς, ἵν’ ᾖ εἰς ἄροσιν. A |
| book 580a2.1 | ψιλὴν ἄροσιν: διὰ τοῦ †ι, ψιλὴν γῆν†. λείπει δὲ ἡ εἴς, |
| book 580a2.2 | εἰς ἄροσιν. | ψιλὴν δὲ ἀντὶ τοῦ ἄδενδρον. T |
| book 580a3.1 | ψιλὴν διὰ τοῦ †ι, ἤτοι γυμνὴν† φυτῶν. λείπει δὲ ἡ εἴς, |
| book 580a3.2 | ἵν’ ᾖ ἥμισυ δὲ ψιλὴν εἰς ἄροσιν. b(BCE3E4) |
| book 582.1 | οὐδοῦ ἐπ’ ἐμβεβαώς: εἴτε ἓν μέρος λόγου „ἐπεμβεβαώσ“, |
| book 582.2 | ὡς „ἐμμεμάωσ“ (Ε 142 al.), εἴτε τῇ οὐδοῦ γενικῇ συνάπτεται, οὐ |
| book 582.3 | δύναται ἀναστρέφεσθαι· συνήλειπται γάρ. A |
| book 583a1.1 | σείων κολλητὰς 〈σανίδασ〉: διὰ τὸ ἐπικίνδυνον, ὡς καὶ |
| book 583a1.2 | τοῖς πολεμίοις μέσον ἦν τὸ τεῖχος. σείων δὲ πρᾴως κινῶν διὰ τὸ γῆ‐ |
| book 583a1.3 | ρας. T |
| book 583a2.1 | {σείων:} πράως κινῶν διὰ τὸ γῆρας· ἢ διὰ τὸ ἐπικίνδυ‐ |
| book 583a2.2 | νον, ὡς καὶ τοῖς πολεμίοις μέσον ἦν τὸ τεῖχος. | κολλητὰς δὲ σανί‐ |
| book 583a2.3 | δας περιφραστικῶς τὰς θύρας, ἀπὸ τοῦ καλῶς συνηρμόσθαι. A |
| book 583a3 | πράως κινῶν διὰ τὸ γῆρας. τοῦτο δὲ ἐποίει, ὅτι ἤδη οἱ πο‐ |
| book 583a3 | λέμιοι τὸ τεῖχος ἀμφέβαινον. b(BCE3E4) |
| book 584a1.1 | {πολλὰ δὲ τόν δε} κασίγνηται: κατὰ τὸ θηλυκὸν κα‐ |
| book 584a1.2 | σίγνηται αἱ Ἀριστάρχου. ἔχει δὲ λόγον καὶ ἡ διὰ τοῦ ο· κατὰ γὰρ |
| book 584a1.3 | Ὅμηρον πλείους εἰσὶν ἀδελφοὶ τῷ Μελεάγρῳ· „οὐ γὰρ ἔτ’ Οἰνῆος με‐ |
| book 584a1.4 | γαλήτορος υἱέες ἦσαν, / οὐδ’ ἄρ’ ἔτ’ αὐτὸς ἔην, θάνε δὲ ξανθὸς Με‐ |
| book 584a1.5.1 | λέαγροσ“ (Β 641—2). καὶ συλληπτικῶς μετὰ τῶν ἀρσένων καὶ τὰς |
| book 584a1.5.2 | ἀδελφὰς ἀκουστέον Γόργην καὶ Δηϊάνειραν. A |
| book 584a2.1 | {πολλὰ δὲ κασίγνηται:} οὕτως Ἀρίσταρχος. ἔχει δὲ λόγον |
| book 584a2.2 | καὶ τὸ „κασίγνητοι“· πλείους γάρ εἰσιν αὐτῷ ἀδελφοὶ καθ’ Ὅμηρον· |
| book 584a2.3 | „†οἵ τ’ ἄρ’† ἔτ’ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν“. †δύναται† δὲ συλ‐ |
| book 584a2.4 | ληπτικῶς μετὰ τῶν ἀρσένων καὶ αἱ θήλειαι ἀκούεσθαι, Γόργη καὶ |
| book 584a2.5 | Δηϊάνειρα, Πολυξὼ καὶ Αὐτονόη. T |
| book 584a3.1 | γράφεται καὶ κασίγνηται κατὰ Ἀρίσταρχον, δύναται |
| book 584a3.2 | δὲ μᾶλλον „κασίγνητοι“· πλείους γὰρ αὐτῷ οἱ ἀδελφοὶ ἦσαν· „οὐ |
| book 584a3.3 | γὰρ ἔτ’ Οἰνῆος μεγαλήτοροσ“. δύνανται δὲ συλληπτικῶς μετὰ τῶν ἀρ‐ |
| book 584a3.4 | σένων καὶ αἱ θήλειαι ἀκούεσθαι. b(BCE3E4) |
| book 584a4.1 | οὕτως κασίγνηται θηλυκῶς. ἔχει δὲ λόγον καὶ ἡ διὰ τοῦ |
| book 584a4.2 | ο. Aim |
| book 584b1.1 | καὶ πότνια μήτηρ: ἡ αἰτία τῆς ὀργῆς, ὡς καὶ Ἀγα‐ |
| book 584b1.2 | μέμνων. T |
| book 584b2.1 | παρακαλεῖ δὲ καὶ ἡ μήτηρ, ἡ αἰτία τῆς Μελεάγρου ὀργῆς, |
| book 584b2.2 | ὡς καὶ Ἀγαμέμνων. b(BCE3E4) |
| book 586a.1 | {οἵ οἱ} κεδνότατοι: ὅτι σωφρονέστατοι. ὁ δὲ Σιμωνίδης |
| book 586a.2 | (fr. 117 = P.M.G. fr. 622) κεδνοὺς τοὺς φίλους. A |
| book 586b.1 | οἵ οἱ κεδνότατοι: ὡς οἱ νῦν. πᾶν δὲ εὗρε πρόσωπον ἱκα‐ |
| book 586b.2 | νὸν πρὸς πειθώ. b(BCE3E4)T |
| book 588 | 〈ὅτε δὴ θάλαμος πύκ’ ἐβάλλετο:〉 ὅτε καὶ αὐτοῦ ἥψατο |
| book 588 | τὸ δεινόν. Til |
| book 590.1 | παράκοιτις: καὶ πῶς οὐκ ἄτοπον μόνῃ γυναικὶ πείθεσθαι; |
| book 590.2 | ἢ ὅτι ὁ καιρὸς ἦν ὁ πείθων, οὐχ ἡ γυνή· ὅτι γὰρ οὐ γυναικοκρατεῖται, |
| book 590.3 | δῆλον· οὐ γὰρ ἐρωτικοῖς αὐτὴ ἐχρήσατο ῥήμασι, καὶ πεφθέντος τοῦ |
| book 590.4 | θυμοῦ παρακαλεῖ. A b (BCE3E4)T |
| book 593a.1 | {ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ} ἀμαθύνει: ὅτι |
| book 593a.2 | ἄμαθον ποιεῖ. οὕτως δὲ λέγει τὴν πεδιάσιμον κόνιν. ὁ δὲ Αἰσχύλος (fr. |
| book 593a.3 | 244 N.2 = 422 M. = 244 R.) ἐπὶ τοῦ διαφθείρειν ψιλῶς τέταχε, περὶ τοῦ |
| book 593a.4 | Ἀκταίωνος λέγων· „κύνες διημάθυνον ἄνδρα δεσπότην“. A |
| book 593b.1 | πῦρ ἀμαθύνει: σποδὸν καὶ κόνιν ἐργάζεται, ἣν ἄμαθον |
| book 593b.2 | εἶπεν· b(BCE3E4)T „τύχε γάρ 〈ῥ’〉 ἀμάθοιο βαθείησ“ (Ε 587). |
| book 593b.3 | T |
| book 594a1.1 | 〈τέκνα δέ τ’ ἄλλοι ἄγουσι:〉 ὅτι Ζηνόδοτος γράφει |
| book 594a1.2 | „τέκνα δὲ δήιοι ἄγουσι“. Aim |
| book 594a2 | ἔνιοι γράφουσι „τέκνα δὲ δήιοι ἄγουσι“. Til |
| book 598a.1 | εἴξας ᾧ θυμῷ: ὅτι οὐ τῷ θυμικῷ πάθει λέγει, ἀλλὰ τῇ |
| book 598a.2 | ἐπιθυμίᾳ. ὑποχωρήσας, ἀντὶ τοῦ οὐκ ἀντιταξάμενος. A |
| book 598b.1 | εἴξας ᾧ θυμῷ: εἴξας πάλαι, ὅτε ὠργίζετο, οὐ νῦν, ὅτε |
| book 598b.2 | ἤμυνεν. ἢ θυμὸν τὸν ἐπιλογισμόν φησι. b(BCE3E4)T |
| book 598c.1 | τῷ δ’ οὐκέτι δῶρ’ ἐτέλεσ〈σ〉αν: τοὺς γὰρ ἀναγκαίους |
| book 598c.2 | παρεὶς πέπεισται γυναικί. b(BCE3E4)T |
| book 600 | 〈ἀλλὰ σὺ μή μοι ταῦτα νόει φρεσί:〉 μόγις παρρησιάζε‐ |
| book 600 | ται· ὡς μέγα δὲ κακὸν ἀπεύχεται †αὐτῷ. b(BCE3E4)T |
| book 601-2.1 | κάκιον δέ κεν εἴη / νηυσὶν καιομένῃσιν ἀμύνειν: |
| book 601-2.2 | ἐλέγχει ὅτι καὶ ἄκων ὕστερον αὐτόκλητος ἐπικουρήσει. b(BCE3E4)T |
| book 601 | 〈χαλεπόν:〉 γράφεται „κάκιον“. Aim |
| book 602-3.1 | ἀλλ’ ἐπὶ δώροις / ἔρχεο: ἐπὶ δώροις T ἀντὶ |
| book 602-3.2 | τοῦ μετὰ δώρων, b(BCE3)T λαβὼν τὰ δῶρα οὕτως ἔξελθε συμ‐ |
| book 602-3.3 | μαχήσων. T |
| book 602.1 | 〈ἐπὶ δώροις:〉 Ἀρίσταρχος „ἐπὶ δώρων“, ὅ ἐστι μετὰ δώ‐ |
| book 602.2 | ρων. Aim |
| book 605a.1 | οὐκέθ’ ὁμῶς τιμῆς ἔσεαι: ὅτι τινὲς προφέρονται τιμῆς |
| book 605a.2 | ὡς φωνῆς, ἵν’ ᾖ τιμήεις. Ὁμηρικὸν δὲ τὸ τιμῆς ἔσεαι ἀντὶ τοῦ τιμῆς |
| book 605a.3 | μεθέξεις. καὶ ὁ Ἀχιλλεὺς ἀποκρινόμενός φησιν „οὔ τί με ταύτης / |
| book 605a.4 | χρεὼ τιμῆσ“ (Ι 607—8) | ἀντὶ τοῦ οὐ χρείαν ἔχω τήν τε τῶν Ἑλλή‐ |
| book 605a.5.1 | νων καὶ Ἀγαμέμνονος τιμήν. καὶ ἔστι σολοικισμὸς παρὰ τὰς πτώ‐ |
| book 605a.5.2 | σεις. A |
| book 605b.1 | τιμῆς ἔσεαι: τιμηθήσῃ ἢ τίμιος ἔσῃ. | τινὲς τὸ τιμῆς |
| book 605b.2 | διὰ τοῦ ι γράφουσιν· ἀπὸ γὰρ τοῦ τιμήεις. οὕτως καὶ τὴν αἰτιατικὴν |
| book 605b.3 | εἶπε· „καὶ χρυσὸν τιμῆντα“ (Σ 475). καίτοι λόγος ἐστὶν ὡς πᾶσα εὐ‐ |
| book 605b.4 | θεῖα ἀρσενικοῦ ὀνόματος ἐν τῇ τελευταίᾳ δύο ἔχουσα φωνήεντα ταῦτα |
| book 605b.5.1 | ἐκφωνεῖ χωρὶς τοῦ Θρᾷξ. οὐκ ἐπείσθη δὲ ἡ παράδοσις· Ἀρίσταρχος |
| book 605b.5.2 | γὰρ ἄνευ τοῦ ι. οὐχ ὑγιῶς δὲ γενικὴν ἐκδέχεται, λειπούσης φράσεως· |
| book 605b.5.3 | ‘τιμῆς γάρ‘, φησίν, ‘ἄξιος ἔσῃ‘. ὁ δὲ Χαῖρις (fr. 4 B.) βοηθῶν αὐτῷ |
| book 605b | φησιν ὅτι ἐπιφέρει „οὔ τί με ταύτης / χρεὼ τιμῆσ“ (Ι 607—8). A |
| book 605c1.1 | τιμῆς ἔσεαι: οἱ μὲν ὡς ἀναλώσας ἔχω ἀνήλωκα, ἀντὶ |
| book 605c1.2 | τοῦ τιμηθήσῃ καὶ ἔσῃ τιμήεις· καὶ περισπᾶται διὰ τὸ „καὶ χρυσὸν |
| book 605c1.3 | τιμῆντα καὶ ἄργυρον“ (Σ 475). Ἀρίσταρχος δέ, τῆς τιμῆς· διὸ ἐπάγει |
| book 605c1.4 | „χρεὼ τιμῆσ“ (Ι 608)· τοῖς γὰρ ἔμπροσθεν ἀντειπεῖν οὐκ ἔχων ἐκ τοῦ |
| book 605c1.5 | ἐσχάτου ἄρχεται. T |
| book 605c2.1 | οἱ μὲν ἀντὶ τοῦ τιμήεις κατὰ συναίρεσιν. Ἀρίσταρχος δέ, |
| book 605c2.2 | τῆς τιμῆς, φησίν, ἔσῃ· διὸ καὶ ἐπάγει „οὐ χρεὼ τιμῆσ“· τοῖς γὰρ |
| book 605c2.3 | ἔμπροσθεν ἀντειπεῖν οὐκ ἔχων ἐκ τοῦ ἐσχάτου ἄρχεται. b(BCE3E4) |
| book 605d.1 | ἀλαλκών: ὀξυτονητέον· δευτέρου γὰρ ἀορίστου ἐστίν. |
| book 605d.2 | ὡς „ἀγαγών“ (Θ 490. δ 175) καὶ ἀγαγεῖν, οὕτως καὶ ἀλαλκών καὶ |
| book 605d.3 | „ἀλαλκεῖν“ (Τ 30). A |
| book 607.1 | 〈ἄττα:〉 ὅτι τὸ ἄττα προσφώνησίς ἐστι πρὸς τροφέα ἀμε‐ |
| book 607.2 | τάφραστος. Aim |
| book 607-8.1 | οὔ τί με ταύτης / χρεὼ τιμῆς: πρὸς τὸ εἰρημένον |
| book 607-8.2 | ὑπὸ Φοίνικος „ἶσον γάρ σε θεῷ τίσουσιν Ἀχαιοί“ (Ι 603) φησὶν |
| book 607-8.3 | Ἀχιλλεύς· οὔ τί με ταύτης / χρεὼ τιμῆς, b(BCE3E4)T „ἥ μ’ |
| book 607-8.4 | ἕξει“ (Ι 609), ὅ ἐστιν, οὐκ ἀγαθόν μοι τοιαύτη τιμή, δι’ ἣν ἐγὼ μέχρι |
| book 607-8.5.1 | θανάτου ταῖς ναυσὶν ἐνδιατρίψω· b(BE3E4)T εἶπε γὰρ „εἰ |
| book 607-8.5.2 | μέν κ’ αὖθι μένω〈ν— /〉, ὤλετο μέν μοι νόστοσ“ (Ι 412—3). T |
| book 608.1 | 〈φρονέω δὲ〉 τετιμῆσθαι Διὸς αἴσῃ: πιθανῶς τῇ παρὰ |
| book 608.2 | τοῦ Ἀγαμέμνονος τιμῇ ἀντέθηκε τὴν παρὰ τοῦ Διός. οὐ καλῶς δὲ χρῆ‐ |
| book 608 | ται ταῖς εὐτυχίαις. b(BE3E4)T |
| book 609 | 〈ἥ μ’ ἕξει παρὰ νηυσί:〉 ἀπόμαχον δηλονότι. Aint |
| book 612a.1 | μή μοι σύγχει θυμόν: ὁμολογεῖ μὲν ἡττῆσθαι τῷ ἐλέῳ, |
| book 612a.2 | τὴν δὲ ἀφορμὴν διαβάλλει. b(BCE3E4)T |
| book 612b.1 | ὀδυρόμενος καὶ ἀχεύων: ὅτι Ζηνόδοτος γράφει „ὀδυ‐ |
| book 612b.2 | ρόμενος, κινυρίζων“, οἷον θρηνῶν. ἔστι δὲ οὐχ Ὁμηρικὸν καὶ παρὰ τὸ |
| book 612b.3 | πρόσωπον. A | Ἀρίσταρχος δὲ „ἐνὶ στήθεσσιν ἀχεύων“. AAim |
| book 612c.1 | ὀδυρόμενος καὶ ἀχεύων: „ἐν〈ὶ〉 στήθεσ〈σ〉ιν ἀχεύων“, |
| book 612c.2 | οὕτως ἡ γραφή, οὐχὶ ὀδυρόμενος 〈καὶ ἀχεύων〉. T |
| book 614a1.1 | ἵνα μή μοι: ὁ Ἀσκαλωνίτης (p. 50 B.) ἀναγινώσκει „ἵνα |
| book 614a1.2 | μὴ μοὶ“, τὰς δύο βαρυτόνως, οἷον ἵνα μὴ ἐμοί, κατ’ ὀρθὴν τάσιν· συγ‐ |
| book 614a1.3 | κριτικὴ γάρ ἐστι, φησίν, ὡς πρὸς τὸν Ἀγαμέμνονα. καὶ ὑγιῶς φησιν. ἡ |
| book 614a1.4 | μέντοι παράδοσις ἐγκλιτικῶς ἀνέγνω, ἐπὶ τὴν μή τὴν ὀξεῖαν τιθεῖσα |
| book 614a1.5.1 | ὁμοίως τῷ „μή μοι οἶνον ἄειρε“ (Ζ 264), τῷ μὴ εἶναι ἐν τῇ ἀντωνυμίᾳ |
| book 614a1.5.2 | τὸ ε, ἀλλ’ ἀποβεβλῆσθαι. καὶ ὁμοία ἐστὶν ἡ πλάνη τῷ „ἤ μ’ ἀνάειρ’ ἢ |
| book 614a1.5.3 | ἐγὼ σέ“ (Ψ 724) καὶ τῷ „τάχα δή με διαρραίσουσι καὶ αὐτόν“ (α 251), |
| book 614a1.5.4 | εἴ γε ἐχρῆν καὶ ταῦτα ὀρθοτονεῖσθαι. ἀλλὰ τῷ μὴ ὁρᾶσθαι κατ’ ἀρχὴν |
| book 614a1.5.5 | τὸ ε οὕτως ἀνέγνωσαν· τοῦτο γὰρ ἐπακολουθεῖ ταῖς πρωτοτύποις. |
| book 614a1.10.1 | ἐχρῆν δὲ αὐτοὺς ἐπιγνῶναι ὅτι κρᾶσις δύναται ἐπακολουθεῖν, καὶ |
| book 614a1.10.2 | οὕτως ῥῶσαι τὴν ὑγιῆ ἀνάγνωσιν. A |
| book 614a2.1 | {ἵνα μή μοι ἀπέχθηαι φιλέοντι:} „μήμοί“ ἐχρῆν ὀρθοτο‐ |
| book 614a2.2 | νεῖν, ἵνα ἀντιδιαστέλ〈λ〉ηται Ἀγαμέμνονι. T |
| book 615.1 | καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν: δεῖγμα, ὅπως χρὴ δια‐ |
| book 615.2 | κεῖσθαι τοὺς φίλους συναιρομένους ἀλλήλοις. b(BCE3E4)T |
| book 616a.1 | ἶσον ἐμοὶ βασίλευε 〈καὶ ἥμισυ μείρεο τιμῆσ〉: κοινὰ |
| book 616a.2 | γὰρ τὰ τῶν φίλων. ἅμα δὲ καὶ ἀντὶ τῆς χάριτος, ἣν λαβεῖν βούλεται ὁ |
| book 616a.3 | Φοῖνιξ, ἑτέραν αὐτῷ μείζονα δίδωσι, τὴν δέησιν ἀποκρουόμενος |
| book 616a | αὐτοῦ. b(BCE3E4)T |
| book 616b.1 | καὶ ἥμισυ μείρεο τιμῆς: ὅτι τὸ μείρεο ἀντὶ τοῦ με‐ |
| book 616b.2 | ρίζου, πρὸς Ζηνόδοτον μεταγράφοντα „ὁππότε μειρόμενος μέγα δ’ |
| book 616b.3 | ἔστενεν“ (cf. Η 127) ἀντὶ τοῦ „μέγ’ ἐγήθεεν“ (Η 127), ἵν’ ᾖ στερισκό‐ |
| book 616b.4 | μενος τῆς στρατείας. οὐ τίθησι δὲ τὸ μείρεσθαι ἀντὶ τοῦ στερίσκεσθαι, |
| book 616b.5 | ἀλλ’ ἀντὶ τοῦ μερίζεσθαι. A |
| book 616c | καὶ ἥμισυ μείρεο τιμῆς: ἐδήλωσε τὸ ἶσον ἐμοί. T |
| book 617.1 | οὗτοι δ’ ἀγγελέουσι, 〈σὺ δ’ αὐτόθι λέξεο μίμνων〉: |
| book 617.2 | διὰ τί τὸν Φοίνικα οὐκ ἀπολύει—αὐτὸν κατέχει. A |
| book 619a.1 | 〈φρασσόμεθ’ ἤ κε νεώμεθ’ ἐφ’ ἡμέτερ’ ἦ κε μένωμεν:〉 |
| book 619a.2 | ὅτι οὐδέν ἐστιν μαχόμενον, ἀλλ’ αἰδεσθεὶς παραπέπεισται. Aint |
| book 619b.1 | φρασσόμεθ’ ἤ κε νεώμεθ’ 〈ἐφ’ ἡμέτερ’ ἦ κε μένω‐ |
| book 619b.2 | μεν〉: ὀργῆς ἴδιον μὴ ἐφ’ ἑνὶ τὴν γνώμην ἐρείδειν· b(BCE3E4)T |
| book 619b.3 | ἔφη γοῦν „ἥ μ’ ἕξει“ (Ι 609). T εὔελπιν δὲ ποιεῖ τὸν γέροντα, |
| book 619b.4 | σκοπήσειν τὸ συμφέρον λέγων. b(BCE3E4)T |
| book 621-2.1 | ὄφρα τάχιστα / ἐκ κλισίης νόστοιο μεδοίατο: παρ‐ |
| book 621-2.2 | ενοχλεῖσθαι ἐπὶ πλέον οὐ θέλει ταῖς νουθεσίαις· οἶδε γὰρ ὅτι παρόντες |
| book 621-2.3 | δυσωπήσουσιν. καὶ πάλιν τραχέως ἐκδιώκειν οὐχ Ἑλληνικόν. b |
| book 621-2.4 | (BCE3E4)T |
| book 621 | 〈ὄφρα:〉 τὸ ὄφρα νῦν ἀντὶ τοῦ ἵνα κεῖται. Aim |
| book 622a.1 | νόστοιο μεδοίατο: ὅτι νόστοιο μεδοίατο λέγει νό‐ |
| book 622a.2 | στου ἐπιμελοῖντο, πάλιν τῆς ἀφόδου μνείαν λάβοιεν οἱ περὶ τὸν |
| book 622a.3 | Ὀδυσσέα. A |
| book 622b | τοῖσι δ’ ἄρ’ Αἴας: οἱ τέσσαρές εἰσι ῥήτορες· Ὀδυσσεὺς |
| book 622b.1 | συνετός, πανοῦργος, θεραπευτικός· Ἀχιλλεὺς θυμικός, μεγαλόφρων· |
| book 622b.2 | Φοῖνιξ ἠθικός, πρᾷος, παιδευτικός· Αἴας ἀνδρεῖος, σεμνός, μεγαλό‐ |
| book 622b.3 | φρων, ἁπλοῦς, δυσκίνητος, βαθύς. εἰ δέ που κινηθείη ἐπικαίρως, εὐ‐ |
| book 622b.5.1 | στόχως καὶ διὰ βραχέων φησίν· νῦν γοῦν οὐκ ἐκινήθη, πρὶν ὁ Ἀχιλ‐ |
| book 622b.5.2 | λεὺς αὐτὸν ἐπὶ παντὶ δυσχεραίνων παρώξυνεν. ἐλευθερίως οὖν ἄρχεται |
| book 622b.5.3 | ὡς οὐδὲ πρεσβεύσασθαι πρὸς τὸν τοιοῦτον ἐχρῆν· ἐκείνου δὲ Πατρό‐ |
| book 622b.5.4 | κλῳ διαλεχθέντος (sc. Ι 620), καὶ αὐτὸς πρὸς τὸν συμπρεσβευτήν. ἄτο‐ |
| book 622b.5.5 | πον δὲ ἦν μετὰ Φοίνικα καὶ Ὀδυσσέα πείθειν· τὸ δὲ μὴ λαλεῖν περισ‐ |
| book 622b.10.1 | σὴν αὐτῷ τὴν πάροδον †ἐνεποίει†. b(BCE3E4)T ὅτι δὲ πάν‐ |
| book 622b.10.2 | τοθεν ἰσότιμος αὐτῷ· διὸ ὀργίζεται. T |
| book 625a.1 | ἴομεν· οὐ γάρ μοι δοκέει: εὖ τὸ μὴ ἀπὸ δεήσεως ἄρξα‐ |
| book 625a.2 | σθαι, ἀλλὰ ἀγανακτοῦντα. πολλὴν δὲ ἐμφαίνει τὴν μεγαλοφροσύνην |
| book 625a.3 | κελεύων ἀπαλλάσσεσθαι. b(BCE3E4)T | ἴομεν ὅμοιόν ἐστι τῷ „εἰ |
| book 625a.4 | μὲν δὴ νόστον γε μετὰ φρεσίν“ (Ι 434). T |
| book 625b | 〈μύθοιο:〉 τῆς πρεσβείας, οἱ δὲ τῆς στάσεως. Til |
| book 626-7a.1 | ἀπαγγεῖλαι δὲ τάχιστα / χρὴ μῦθον 〈Δαναοῖ‐ |
| book 626-7a.2 | σι〉: τάχιστα ὑποκνίζει, μὴ καὶ πορισάμενοι μηχανὴν σωτηρίας οὐ |
| book 626-7a.3 | δεηθῶσιν αὐτοῦ. ἅμα δὲ καὶ τὸ πλῆθος τῶν καραδοκούντων δυσω‐ |
| book 626-7a.4 | πεῖ Ἀχιλλέα· b(BE3E4)T φησὶ γάρ: ἀπαγγεῖλαι 〈δὲ〉 |
| book 626-7a.5 | τάχιστα / χρὴ μῦθον Δαναοῖσι. T |
| book 626b.1 | 〈ἀπαγγεῖλαι—Δαναοῖσιν:〉 ἔοικε δηλοῦν ὡς ὅτι |
| book 626b.2 | δευτέρας ἁπάντων δεήσει πρεσβείας. b(BE3E4)Til |
| book 627 | 〈καὶ οὐκ ἀγαθόν:〉 ἐλέγχει τὸ ἀπηνὲς διὰ τοῦ καὶ οὐκ |
| book 627 | ἀγαθόν. b(BE3E4)Til |
| book 628.1 | 〈οἵ που νῦν ἕαται ποτιδέγμενοι:〉 κοινοποιεῖ τὴν ὕ‐ |
| book 628.2 | βριν. Til |
| book 628-9.1 | 〈αὐτὰρ Ἀχιλλεύς | ἄγριον ἐν στήθεσσι θέτο με‐ |
| book 628-9.2 | γαλήτορα θυμόν:〉 ἴδιον τῶν θυμουμένων μὴ πρὸς τοὺς μεμφομέ‐ |
| book 628-9.3 | νους ἀποτείνεσθαι. b(BE3)Til |
| book 630.1 | 〈σχέτλιος, οὐδὲ μετατρέπεται φιλότητος ἑταίρων:〉 |
| book 630.2 | παρρησιάζεται καὶ οὐκ Ἀγαμέμνονος μέμνηται· ἀλλ’ ὡς Φοῖνιξ· „οἵ |
| book 630.3 | τέ σοι αὐτῷ“ (Ι 521). b(BCE3E4)Til |
| book 632a.1 | 〈καὶ μέν τίς τε κασιγνήτοιο:〉 Ἀρίσταρχος διὰ τοῦ |
| book 632a.2 | γέ, „καὶ μέν τίς γε“. | κασιγνήτοιο δὲ κασιγνητικοῦ. Aim |
| book 632b.1 | νηλής· 〈καὶ μέν τίς τε κασιγνήτοιο φονῆοσ〉: ὅτι |
| book 632b.2 | παρεῖται πρόθεσις, καὶ πτῶσις ἐνήλλακται, ἀντὶ τοῦ καὶ μέν τίς τε |
| book 632b.3 | παρὰ κασιγνήτου φονέως. καὶ πρὸς τὸ ἡρωϊκὸν ἔθος. A |
| book 632-3a.1 | καὶ μέν τίς τε κασιγνήτοιο φονῆος 〈/ ποινὴν ... |
| book 632-3a.2 | ἐδέξατο〉: ἔθος γὰρ ἦν τοῖς συγγενέσι διδόναι πρὸς τὸ μὴ πλέον τοῦ |
| book 632-3a.3 | ἐνιαυτοῦ φεύγειν. ἔλεγεν οὖν μὴ λαβὼν ἐκεῖνος οὐ παρήσειν μόνον |
| book 632-3a.4 | ἐνιαυτὸν φυγεῖν. b(BCE3E4)T |
| book 632-3b.1 | κασιγνήτοιο φόνοιο 〈/ ποινήν〉: ἀδελφικοῦ· ἢ φό‐ |
| book 632-3b.2 | νοιο φονέως· ἢ φόνοιο ποινήν. διασύρει δὲ τὴν αἰτίαν τῆς ἔχθρας. T |
| book 633 | 〈τεθνειῶτος:〉 διὰ τοῦ η αἱ Ἀριστάρχου. Aim |
| book 636.1 | σοὶ δ’ ἄληκτόν τε κακόν τε: ἐντέχνως ἡ μετάβασις ἐκ τοῦ |
| book 636.2 | περὶ αὐτοῦ λόγου εἰς τὸν πρὸς αὐτὸν ἐγένετο. παρρησίᾳ δὲ χρῆται ὡς |
| book 636.3 | ἀνδρεῖος ἢ ὡς συγγενής. b(BCE3E4)T |
| book 637-8a.1 | εἵνεκα κούρης / οἴης: ἵνα μὴ διὰ †ἀκολασίαν†, ἀλλὰ |
| book 637-8a.2 | διὰ γέρας μικρὸν δοκῇ λυπεῖσθαι. b(BCE3E4)T |
| book 637-8b.1 | 〈εἵνεκα〉 κούρης / οἴης: ἣν ὁ Ἀχιλλεὺς εἰς γυναῖκα ἠδι‐ |
| book 637-8b.2 | κῆσθαι ἔφη (cf. Ι 335—7), οὗτος κούρην αὐτήν φησι b(BCE3E4)T |
| book 637-8b.3 | διασύρων αὐτοῦ τὴν πρότασιν. καλῶς δὲ ταῦτα μετὰ τὴν πέψιν τοῦ |
| book 637-8b.4 | θυμοῦ. b(BE3E4) |
| book 638.1 | οἴης· νῦν δέ τοι ἑπτὰ 〈παρίσχομεν ἔξοχ’ ἀρίστασ〉: |
| book 638.2 | ὅτι Ζηνόδοτος ἐλέγχεται γράφων „ἕξ, ἀτὰρ ἑβδομάτη〈ν〉 Βρισηΐδα“ |
| book 638.3 | (Τ 246)· χωρὶς γάρ εἰσιν αἱ ἑπτά. A |
| book 639a.1 | 〈ἐπὶ τῇσι:〉 οὕτως „ἐπὶ τῇσι“ ἐν ἁπάσαις, ἐπὶ ταῖς Λε‐ |
| book 639a.2 | σβίσι. Aim |
| book 638b.1 | σὺ δὲ ἵλαον 〈ἔνθεο θυμόν〉: μεγαλοφυῶς θωπείας μετ‐ |
| book 638b.2 | έχει ὁ λόγος· θεοποιεῖ γὰρ αὐτὸν διὰ τοῦ ἵλαον. b(BCE3E4)T |
| book 640a.1 | αἴδεσσαι δὲ μέλαθρον: ἀξιολόγῳ ὀνόματι ἱκετεύει· τὸ |
| book 640a.2 | γὰρ αἴδεσσαι μέλαθρον ‘τοὺς πρόσφυγας τῆς ἑστίασ‘ αἴδεσσαι. |
| book 640a.1 | b(BCE3E4)T τὸ δὲ ὁμοτράπεζον καὶ ὁμόστεγον προτείνας b |
| book 640a.2 | (BE3E4)T καὶ πολέμιον ἂν ἐκίνησεν ὡς καὶ τοῦ οἴκου συμπρε‐ |
| book 640a.5 | σβεύοντος. b(BCE3E4)T |
| book 640b | 〈ὑπωρόφιοι δέ τοί εἰμεν:〉 ὁ δέ ἀντὶ τοῦ γάρ. Til |
| book 641.1 | πληθύος ἐκ Δαναῶν: ὅτι Ζηνόδοτος γράφει „ἀθρόοι ἐκ |
| book 641.2 | Δαναῶν“. πῶς δὲ ἀθρόοι ἐληλυθέναι δύνανται δύο ὄντες; A |
| book 642.1 | κήδιστοί τ’ ἔμ{μ}εναι 〈καὶ φίλτατοι〉: ἐκ τοῦ πλήθους |
| book 642.2 | φήσας τοὺς εὐνουστάτους καὶ συγγενικωτάτους ἥκειν πολλὰ δι’ ὀλί‐ |
| book 642.3 | γων ἐσήμανεν, ὑπεροψίας ἐπιτίμησιν, μετριότητος ὑπόμνησιν, αἰδῶ |
| book 642.4 | τῶν ἀνθρωπίνων παθῶν, ἔλεον ἱκεσίας, ἐντροπὴν συγγενείας· καὶ οἷος |
| book 642.5.1 | ἂν ἔοι ἀνήρ, ἀρετῇ μὲν ἴσος, ἀνθρωπισμῷ δὲ βελτίων, λόγῳ δὲ σύμ‐ |
| book 642.5.2 | βουλος, b(BCE3E4)T συγγενὴς δὲ γενναῖος ὥστε μηδ’ ὁτιοῦν |
| book 642.5.3 | ἀντειπεῖν Ἀχιλλέα. b(BE3E4)T |
| book 645a.1 | πάντα τί μοι κατὰ θυμόν: ὅτι ἰσχυρὸς ὁ λόγος, δείξει |
| book 645a.2 | τὸ „οὐ γὰρ πρὶν πολέμοιο“ (Ι 650). b(BCE3E4)T |
| book 645b.1 | 〈ἐείσω:〉 ἔν τισι τῶν ὑπομνημάτων διῃρημένως „ἐεί‐ |
| book 645b.2 | σαο“. Aim |
| book 645-6.1 | πάντα τί μοι κατὰ θυμὸν〈— /〉 ἀλλά μοι οἰδά‐ |
| book 645-6.2 | νεται: ὁμολογεῖ θυμῷ κρατεῖσθαι διὰ τὸ δεινὸν τῆς ῥητορικῆς ἢ τὸ |
| book 645-6.3 | σύντομον. b(BCE3E4)T |
| book 646-7.1 | ἀλλά μοι οἰδάνεται κραδίη 〈χόλῳ〉, ὁππότ’ ἐκεί‐ |
| book 646-7.2 | νων / μνήσομαι: πάλιν τῆς ἐξ Ἀγαμέμνονος ὕβρεως μέμνηται, δει‐ |
| book 646-7.3 | κνὺς ὡς βούλεται μὲν εἴκειν, τὸ δὲ μέγεθος τῆς ὕβρεως οὐκ ἐπιτρέπει. |
| book 646-7 | b(BCE3E4)T |
| book 647.1 | ἀσύφηλον 〈... ἔρεξεν〉: ἀντὶ τοῦ ἐπιρρήματος, ‘μετὰ πα‐ |
| book 647.2 | ραλογισμοῦ ἔβλαψεν‘. A b (BCE3E4)T | ἔστι δὲ ἀσύφηλος καὶ ὁ |
| book 647.3 | ἀπαίδευτος. ἐγένετο δὲ ἀπὸ τοῦ σοφός σοφηλός· σύνθες μετὰ τῆς α |
| book 647.4 | στερήσεως, ἀσόφηλος· μετάβαλε τὸ ο εἰς τὸ υ, καὶ γίνεται ἀσύφηλος, |
| book 647.5 | ὡς ἄγυρις καὶ ἄγορις. A |
| book 649a.1 | ἀλλ’ ὑμεῖς ἔρχεσθε: σκληρὸν ἦν τὸ μετὰ τῆς προθέσεως |
| book 649a.2 | εἰπεῖν ‘ἀπέρχεσθε‘. b(BE3E4)T |
| book 649b.1 | καὶ ἀγγελίην ἀπόφασθε: ἔχει τινὰ ἐλπίδα· νῦν γάρ, |
| book 649b.2 | φησίν, ἀποπρεσβεύσασθε, ὕστερον δὲ ταῦτα ποιήσω. b(BCE3E4)T |
| book 651-2.1 | πρίν γ’ υἱὸν Πριάμοιο〈—ἱκέσθαι〉: πρὸς μὲν |
| book 651-2.2 | Ὀδυσσέα ἀποπλεύσεσθαί φησιν (ἔτι γὰρ αὐτὸν σφόδρα ἡ ὀργὴ ἐξέ‐ |
| book 651-2.3 | μαινε), πρὸς δὲ Φοίνικα ἤδη πραϋνόμενος σκέψασθαι περὶ τοῦ μένειν, |
| book 651-2.4 | τὸν δὲ Αἴαντα αἰδεσθεὶς τότε ἐπαμυνεῖν, ἡνίκα ἂν πλησίον γένωνται οἱ |
| book 651-2.5.1 | πολέμιοι, b(BCE3E4)T οὔτε ἀνέλπιστον τὴν συμμαχίαν τοῖς |
| book 651-2.5.2 | Ἕλλησι καταστῆσαι θέλων οὔτε ἕτοιμον, ἵνα μὴ μέτρια δοκῇ πεπον‐ |
| book 651-2.5.3 | θέναι. b(BE3E4)T |
| book 651.1 | Ἕκτορα δῖον: οὐχ Ὁμηρικὸν τὸ ἐπίθετον, ἀλλ’ ὁ Ἀχιλ‐ |
| book 651.2 | λεὺς πεποίηκεν αὐτὸ λυπῶν τοὺς Ἀχαιούς. καὶ Ὀδυσσεῖ ἔλεγε· „νῦν |
| book 651.3 | δ’ ἐπεὶ οὐκ ἐθέλω πολεμίζειν Ἕκτορι δίῳ“ (Ι 356), b(BCE3E4)T |
| book 651 | ἐπαινῶν καὶ μεγαλύνων τὸν πολέμιον. T |
| book 652.1 | 〈Μυρμιδόνων ἐπί τε κλισίας καὶ νῆας:〉 ἔσχαται γὰρ |
| book 652.2 | αὗται. Til |
| book 653a.1 | 〈σμῦξαι:〉 οὕτως σμῦξαι Ἀρίσταρχος. οἶδε 〈δὲ〉 καὶ |
| book 653a.2 | τὴν „φλέξαι“ γραφήν. Aim |
| book 653b.1 | 〈κατά τε σμῦξαι:〉 ὅτι γράφεται καὶ „κατά τε φλέξαι“. |
| book 653b.2 | Aint |
| book 653c.1 | σμῦξαι: σμύχειν ἐστὶ τὸ καπνὸν διὰ τοῦ πυρὸς ἀνίεσθαι, |
| book 653c.2 | ὃ καὶ τύφεσθαι καλεῖται. A b (BCE3E4)T | σμύζω δὲ τὸ θέμα ἢ |
| book 653c.3 | σμύσσω ἢ σμύγω. A |
| book 655a.1 | 〈Ἕκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀΐω:〉 τὸ |
| book 655a.2 | μάχης ἑκατέροις δύναται προσδίδοσθαι. Aim |
| book 655b.1 | {σχήσεσθαι} ὀΐω: 〈τὸ〉 ὀΐω ἦθος ἐμφαίνει καὶ διὰ τὸ ἄδη‐ |
| book 655b.2 | λον τῶν μελλόντων ἀσφαλῶς εἴρηται. T |
| book 656a.1 | ὣς ἔφαθ’, οἱ δὲ ἕκαστος: Πάτροκλος οὐ λαλεῖ, ἵνα μὴ νῦν |
| book 656a.2 | προσκρούσας Ἀχιλλεῖ ὕστερον μὴ πείσῃ. b(BCE3E4)T |
| book 656b.1 | {ὡς ἔφαθ’ οἱ δὲ} ἕκαστος: ὅτι ἥρμοζεν ἐπὶ τῶν δύο λέγειν |
| book 656b.2 | ἑκάτερος, διὰ δὲ τὸ μέτρον, ἵνα τηρηθῇ τὸ τῆς λέξεως, οὕτως εἴρηται· |
| book 656b.3 | οὐ γὰρ ἁρμόζει τῷ μέτρῳ τὸ ἑκάτερος. ἢ δεῖ λέγειν ὅτι καὶ ἐπὶ τῶν |
| book 656b.4 | κηρύκων λέγει ἕκαστος. A |
| book 657a | σπείσαντες: ἐν τῇ ἑτέρᾳ τῶν Ἀριστάρχου „λείψαντεσ“ |
| book 657a | AimT καὶ ἐν πολλαῖς τῶν ἀρχαίων. Aim |
| book 657b.1 | ἦρχε δ’ Ὀδυσσεύς: ὅτι καὶ ἐν τοῖς ἔμπροσθεν ἡγεῖτο |
| book 657b.2 | Ὀδυσσεύς· „ἡγεῖτο δὲ δῖος Ὀδυσσεύσ“ (Ι 192). καὶ ὅτι οὐ συμπρε‐ |
| book 657b.3 | σβεύει ὁ Φοῖνιξ, ἐπεί τοι κἂν ἀποπρεσβεύων ἡγεῖτο. A |
| book 658.1 | 〈Πάτροκλος δ’—κέλευσε:〉 καλῶς, οὐ παρόντων |
| book 658.2 | ἐκείνων. Til |
| book 660.1 | {στόρεσαν λέχος} ὡς ἐκέλευσε: Ζηνόδοτος „ἐγκονέου‐ |
| book 660.2 | σαι“. T |
| book 661a.1 | κώεά τε ῥῆγός τε λίνοιό 〈τε〉 λεπτὸν ἄωτον: οἰκεία |
| book 661a.2 | κοίτη γέροντι. καὶ ὁ Νέστωρ καθεύδει „εὐνῇ ἔνι μαλακῇ“ (Κ 75). |
| book 661a.3 | b(BCE3E4)T οἱ δὲ ἑταῖροι τοῦ Διομήδους „ὑπὸ κρασὶν 〈δ’〉 ἔχον |
| book 661a.4 | ἀσπίδασ“ (Κ 152), καὶ αὐτὸς ῥινὸν ὑπέστρωτο „βοὸς ἀγραύλοιο“ (Κ |
| book 661a.5 | 155). T |
| book 661b | ῥῆγος: ῥῆξαι τὸ βάψαι· βαπτὸν οὖν περιβόλαιόν φησιν. |
| book 661b | οἱ δὲ τάπητα. A b (BCE3E4)T |
| book 664a.1 | τῷ δ’ ἄρα παρκατέλεκτο 〈γυνή, τὴν Λεσβόθεν |
| book 664a.2 | ἦγε〉: ὅτι Ζηνόδοτος γράφει „τῷ δὲ γυνὴ παρέλεκτο Κάειρ’, ἣν Λε‐ |
| book 664a.3 | σβόθεν ἦγε“. πῶς δὲ δύναται ἡ Καρίνη Λεσβία εἶναι, εἰ μὴ ἄρα ῥη‐ |
| book 664a.4 | τέον ὅτι τὴν Λέσβον τότε Κᾶρες κατῴκουν; A |
| book 664b | 〈παρκατέλεκτο γυνή:〉 ὡς τούτου νενομισμένου. Til |
| book 665 | 〈Φόρβαντος:〉 Φόρβας βασιλεὺς Λέσβου. Til |
| book 668a.1 | Σκῦρον ἑλών: ὅτι διὰ τούτων καὶ τὴν Σκῦρον πεπο‐ |
| book 668a.2 | λιορκημένην ὑπὸ Ἀχιλλέως μετὰ τῶν ἄλλων πόλεων παραδίδωσιν. | |
| book 668a.3 | Σκῦρος δέ ἐστι νῆσος καὶ πόλις τῆς νῦν μὲν Φρυγίας, πρότερον δὲ Κιλι‐ |
| book 668a.4 | κίας, μία δὲ τῶν Κυκλάδων—ἐλαφυραγώγησεν. A |
| book 668b.1 | Σκῦρον ἑλών: οἱ μὲν νεώτεροι ἐκεῖ τὸν παρθενῶνά φασιν, |
| book 668b.2 | ἔνθα τὸν Ἀχιλλέα ἐν παρθένου σχήματι τῇ Δηιδαμείᾳ †κατακλίνου‐ |
| book 668b.3 | σιν†, ὁ δὲ ποιητὴς ἡρωϊκῶς πανοπλίαν αὐτὸν ἐνδύσας εἰς τὴν Σκῦρον |
| book 668b.4 | ἀπεβίβασεν οὐ παρθένων, ἀλλ’ ἀνδρῶν διαπραξόμενον ἔργα, ἐξ ὧν |
| book 668b.5.1 | καὶ τὰ λάφυρα δωρεῖται τοῖς συμμάχοις. εἷλε δὲ τὴν Σκῦρον, ὅτε εἰς |
| book 668b.5.2 | Αὐλίδα ἐστρατολόγουν διὰ τὸ εἶναι ἐκεῖ Δόλοπας ἀποστάντας τῆς |
| book 668b.5.3 | Πηλέως ἀρχῆς· „ἔπλεον εἰς Σκῦρον Δολοπηΐδα“ (fr. epic. auctoris |
| book 668b.5.4 | ignoti). τότε δὲ καὶ τὸν Νεοπτόλεμον ἐπαιδοποιήσατο. εἴκοσι δὲ ἔτη |
| book 668b.5.5 | ἐστὶ πάσης τῆς παρασκευῆς τοῦ πολέμου, ὥστε δύναται ὁ Νεοπτόλε‐ |
| book 668b.10 | μος ὀκτωκαιδεκαέτης στρατεύειν. T |
| book 668c.1 | Σκῦρον ἑλὼν 〈αἰπεῖαν〉, Ἐνυῆος πτολίεθρον: |
| book 668c.2 | 〈Ἐνυεὺσ〉 Διονύσου καὶ Ἀριάδνης, ὃς Κρῆτας ἀγαγὼν ἔκτισε τὴν πό‐ |
| book 668c.3 | λιν. οἱ δὲ ὁμωνύμως δύο Σκύρους φασίν, ὅτι περὶ Αὐλίδα ἡ Σκῦρος. T |
| book 671.1 | ἀνασταδόν, ἔκ τ’ ἐρέοντο: πάντες αὐτὸν ἐξερωτῶσι, |
| book 671.2 | b(BCE3E4) προσδοκῶντες χρηστόν τι b(BCE3E4)T καὶ τῆς |
| book 671.3 | σφῶν σωτηρίας παρ’ αὐτοῦ τεκμήριον ἐναργὲς ἀκούσεσθαι. b(BCE3 |
| book 671.4 | E4) |
| book 673-4.1 | εἴπ’ ἄγε μ’—ἀλεξέμεναι δήϊον πῦρ: ἤτοι στι‐ |
| book 673-4.2 | κτέον κατὰ τὸ τέλος τοῦ στίχου (sc. 673), ἵνα ἀφ’ ἑτέρας ἀρχῆς ἀναγι‐ |
| book 673-4.3 | νώσκωμεν ἦ ῥ’ ἐθέλει νήεσσι (674) καὶ ὁ λόγος ᾖ πευστικός· ‘ἆρα |
| book 673-4.4 | βούλεται βοηθεῖν;‘. ἢ διασταλτέον ἐπὶ τὸ Ἀχαιῶν (673), ἵνα ᾖ |
| book 673-4.5 | τοιοῦτος ὁ λόγος· ‘ἄγε εἰπέ μοι, εἰ βούλεται βοηθῆσαι‘. A |
| book 673.1 | 〈πολύαιν’ Ὀδυσεῦ:〉 διὰ τὸ φρονιμώτερον εἶναι τῶν |
| book 673.2 | ἄλλων τὸ πλεῖστον αὐτῷ τῆς πρεσβείας ἐπετέτραπτο· ὅθεν b(BCE3 |
| book 673.3 | E4) καὶ ὁ Νέστωρ „Ὀδυσσῆϊ δὲ μάλιστα“ (Ι 180) b(BCE3E4) |
| book 673.4 | T φησί, καὶ οὗτος αὐτὸν πρὸ τῶν ἄλλων ἐρωτᾷ· οὗ γὰρ φρόνη‐ |
| book 673.5 | σις, ἀνδρείας οὐ τόσον φροντίς. b(BCE3E4) |
| book 674a1.1 | 〈ἦ ῥ’ ἐθέλει νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ:〉 οὐ πε‐ |
| book 674a1.2 | ρὶ τῆς ἀποδοχῆς καὶ τῆς δεξιώσεως αὐτὸν ἐρωτᾷ ἢ περὶ τῆς τῶν δώρων |
| book 674a1.3 | λήψεως, ἀλλὰ τὸ καιριώτερον πάντων προμαθεῖν ἐπείγεται. b(BCE3 |
| book 674a1.4 | E4) |
| book 674a2.1 | {ἦ ῥ’ ἐθέλει νήεσσιν ἀλεξέμεναι:} ἐμιμήσατο τὸν σπου‐ |
| book 674a2.2 | δάζοντα τὸ καίριον μαθεῖν. T |
| book 674b | 〈ἀλεξέμεναι:〉 ἐν ἄλλῳ „ἀμυνέμεναι“. Aim |
| book 678a.1 | σβέσαι χόλον: πυρώδης γὰρ ὁ θυμός. ATil ἐν‐ |
| book 678a.2 | τεῦθεν δὲ καὶ ὡρίσαντο οἱ φιλόσοφοι (St. V. Fr. III fr. 416, p. 101, 44)· |
| book 678a | „θυμός ἐστι ζέσις τοῦ περὶ καρδίαν αἵματοσ“. A |
| book 678b.1 | 〈σβέσαι χόλον:〉 καλῶς τὸ σβέσαι· δίκην γὰρ πυρὸς ὁ |
| book 678b.2 | θυμὸς τὰ ἐντὸς ὑποσμύχει. b(BCE3E4) |
| book 679.1 | σὲ δ’ ἀναίνεται: εὐσχημόνως οὐ κατῄσχυνε τὴν κόρην· |
| book 679.2 | διὰ γὰρ τοῦ σέ ‘τὴν συγγένειάν σου‘ δηλοῖ. T |
| book 680a.1 | αὐτόν σε {φράζεσθαι}: ὁ Ἀσκαλωνίτης (p. 50 B.) ὀρθο‐ |
| book 680a.2 | τονεῖ τὴν σέ, ἐπεί, φησίν, ἀεὶ μετὰ τῆς ἐπιταγματικῆς αἱ πρωτότυποι |
| book 680a.3 | φιλοῦσιν ὀρθοτονεῖσθαι. ἐχρῆν δὲ αὐτὸν ἐπὶ τοῦ πρώτου καὶ δευτέρου |
| book 680a.4 | προσώπου ὁρίσασθαι, παραιτήσασθαι δέ τινα Ὁμηρικὰ ἄλλως ἀνε‐ |
| book 680a.5.1 | γνωσμένα δι’ αἰτίαν τινά· „κελεύετέ μ’ αὐτὸν ἑλέσθαι“ (Κ 242), „ἦ μή |
| book 680a.5.2 | τίς ς’ αὐτόν“ (ι 406). ἄλλως τε αἱ πρὸ τῆς αὐτός εἰσιν αἱ ὀρθοτονού‐ |
| book 680a.5.3 | μεναι, οὐχ αἱ μετὰ τῆς αὐτός. ἐγκλιτικῶς οὖν ἀναγνωστέον. A |
| book 680b.1 | 〈αὐτόν σε φράζεσθαι:〉 ὅτι ἀποτομώτατον τὸ τῆς |
| book 680b.2 | ἀφόδου, ὅπερ ἐν πρώτοις εἶπεν (sc. Ι 356—63), ἀπαγγέλλει, τὸ δὲ τε‐ |
| book 680b.3 | λευταῖον, ὅτι, ἐὰν συνελασθῶσιν ἕως 〈τῶν〉 αὐτοῦ νεῶν, συμμαχήσει |
| book 680b.4 | (cf. Ι 650—5), παραλέλοιπεν, ἵνα μὴ ἀμελῶσι τοῦ βοηθεῖν. A |
| book 680c.1 | 〈αὐτόν σε φράζεσθαι:〉 ταῦτα γὰρ αὐτῷ εἶπεν (sc. |
| book 680c.2 | Ι 346—7). Til |
| book 681a1.1 | {ὅππως κεν νῆάς τε} σόῃς: ἐν τῇ ἑτέρᾳ τῶν Ἀριστάρχου |
| book 681a1.2 | διὰ τοῦ α „σαῷσ“, τάχα παρὰ τὸ „σαωσέμεν“ (Ι 230) καὶ „ἠὲ σαω‐ |
| book 681a1.3 | θῆναι“ (Ο 503). χρῆται δὲ καὶ ἐκείνῳ· „σόον δ’ ἀνένευσεν“ (Π 252). |
| book 681a1.4 | διχῶς οὖν. A |
| book 681a2 | Ἀρίσταρχος „σοῷσ“ καὶ „σαῷσ“. Aim |
| book 682-3.1 | αὐτὸς δ’ ἠπείλησεν〈—ἑλκέμεν ἀμφιελίσσασ〉: |
| book 682-3.2 | καὶ μὴν Φοίνικι μὲν ἔλεγε „φρασσόμεθ’, ἤ κε νεώμεθ’ ἐφ’ ἡμέτερα“ (Ι |
| book 682-3.3 | 619), Αἴαντι δὲ „οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι / πρίν γ’ υἱὸν |
| book 682-3.4 | Πριάμοιο“ (Ι 650—1). ἀλλ’ ἴσως Ὀδυσσεὺς τὰ πρὸς αὑτὸν μόνον |
| book 682-3.5.1 | ῥηθέντα ἀγγέλλει, ἀνακόπτει δὲ τὰ Αἴαντος εἰπὼν „εἰσὶ καὶ οἵδε τάδ’ |
| book 682-3.5.2 | εἰπέμεν“ (Ι 688), ὅπως μὴ αἰσχύνοιτο Αἴαντος πλέον κατορθώσαντος. |
| book 682-3.5.3 | ἢ ἵνα ἐκκόψῃ αὐτῶν τὴν ἐλπίδα καὶ εὐψύχως μαχέσωνται· b(BCE3E4) |
| book 682-3.5.4 | T ὅθεν καὶ παραινεῖ ὁ Διομήδης „καρπαλίμως πρὸ νεῶν ἐχέμεν |
| book 682-3.5.5 | λαόν τε καὶ ἵππουσ“ (Ι 708)· ὅπερ ἀγνοήσαντές τινες ὠβέλισαν τὰ |
| book 682-3.10 | ἔπη. b(BE3E4)T |
| book 682 | 〈αὐτὸς δ’ ἠπείλησεν:〉 ὅτι τὸ ἠπείλησε νῦν κατὰ τὴν |
| book 682 | ἡμετέραν χρῆσιν. Aint |
| book 684 | 〈παραμυθήσεσθαι:〉 παραμυθήσεσθαι διὰ τοῦ ε. Til |
| book 685a.1 | οἴκαδ’ ἀποπλείειν, 〈ἐπεὶ οὐκέτι δήετε τέκμωρ〉: |
| book 685a.2 | ὅτι ἀπέστροφε τὸν λόγον· οὐ γὰρ εἶπε δήουσιν, ἀλλὰ δήετε. A |
| book 685b1.1 | οὐκέτι δήετε: οὐ δήομεν· μιμητικῶς γὰρ ἀπαγγέλλει. |
| book 685b1.2 | T |
| book 685b2 | ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμητικὸν μετέβη. Aint |
| book 686.1 | Ἰλίου αἰπεινῆς: ἡ διπλῆ, A ὅτι θηλυκῶς τὴν Ἴλιον |
| book 686.2 | AAim |
| book 688-92a.1 | ὣς ἔφατ’· εἰσὶ καὶ οἵδε〈—ἀνάγκῃ δ’ οὔ τί |
| book 688-92a.2 | μιν ἄξει〉: ἀθετοῦνται στίχοι πέντε ἕως τοῦ αὔριον, ἢν ἐθέλῃσιν |
| book 688-92a.3 | (692), ὅτι †καὶ νεώτεροι† τοῖς νοήμασι καὶ τῇ συνθέσει πεζότεροι, καὶ |
| book 688-92a.4 | ὅτι ὡς ἀπιστησόμενος μάρτυρας ἐπισπᾶται. A |
| book 688-92b.1 | ὣς ἔφατ’· εἰσὶ καὶ οἵδε〈—ἄξει〉: τούτους τοὺς |
| book 688-92b.2 | στίχους Ἀριστοφάνης ἠθέτει, Ζηνόδοτος τὸν αὔριον (692) μόνον. |
| book 688-92b.3 | AT |
| book 688a.1 | ὣς ἔφατ’· 〈εἰσὶ καὶ οἵδε τάδ’ εἰπέμεν〉: στικτέον ἐπὶ |
| book 688a.2 | τὸ ἔφατο. δύναται δὲ καὶ ὑποστίζεσθαι, ἵν’ ᾖ ὁ λόγος· ὡς εἶπεν, καὶ |
| book 688a.3 | οὗτοι μαρτυρήσουσιν. εἰ δὲ ἐπιτετήδευται ἡ ἀνάγνωσις, οὐ θαυμαστόν· |
| book 688a.4 | καὶ γὰρ ὅλοι ἀπρεπεῖς οἱ στίχοι. A |
| book 688b.1 | ὣς ἔφατ’· εἰσὶ καὶ οἵδε: συντέμνει τὸ ἀηδὲς τῆς ὑποθέ‐ |
| book 688b.2 | σεως· ἄλλως τε ἵνα μὴ δοκῇ ἀτιμάζειν τοὺς λοιπούς. A b (BCE3E4)T |
| book 688b | ἀπορία. ζητεῖται, διὰ τί †μετὰ† τὴν πρὸς Αἴαντα—ἀλλ’ |
| book 688b | οὗτοι, ὅτι καὶ αὐτοὶ ἐδόκουν. A |
| book 690.1 | Φοῖνιξ δ’ αὖθ’ ὁ γέρων κατελέξατο: οὐχ ὡς πρεσβεύ‐ |
| book 690.2 | σαντος τοῦ Φοίνικος, ἀλλ’ εἰς πίστιν τοῦ ἀποπλευσεῖσθαι. b(BCE3 |
| book 690.3 | E4)T |
| book 694a1.1 | 〈μῦθον ἀγασσάμενοι:〉 γράφεται καὶ „φρασσάμε‐ |
| book 694a1.2 | νοι“. Ζηνόδοτος δὲ τὸν στίχον οὐκ ἔγραφεν, Ἀριστοφάνης δὲ ἠθέτει. |
| book 694a1.3 | Aim |
| book 694a2.1 | μῦθον ἀγασσάμενοι: Ζηνόδοτος τὸν στίχον οὐ γρά‐ |
| book 694a2.2 | φει. Ἀρίσταρχος δὲ ἀθετεῖ. AT |
| book 694b.1 | μῦθον ἀγασσάμενοι: ὅτι ἐξ ἄλλων τόπων (sc. Θ 29) |
| book 694b.2 | ἐστὶν ὁ στίχος· νῦν γὰρ οὐχ ἁρμόζει· τότε γὰρ εἴωθεν ἐπιφωνεῖσθαι, |
| book 694b.3 | ὅταν ὁ αὐθεντῶν τοῦ λόγου καταπληκτικά τινα προενέγκηται. νῦν δὲ |
| book 694b.4 | πῶς ἂν ἐπὶ Ὀδυσσέως λέγοιτο τοῦ μηνύοντος τὰ ὑπ’ Ἀχιλλέως εἰρη‐ |
| book 694b.5 | μένα; A |
| book 694c | 〈ἀγόρευσε:〉 γράφεται „ἀπέειπε“. Aint |
| book 697.1 | Ἀτρείδη κύδιστε: οὐδὲ ὅλως ἐσχημάτισε τὸν λόγον πρὸς |
| book 697.2 | Νέστορα εἰπόντα „ἀτὰρ οὐ τέλος ἵκεο μύθων“ (Ι 56), ἀλλ’ ὡς συναλ‐ |
| book 697.3 | γῶν Ἀγαμέμνονι ταῦτά φησιν. b(BCE3E4)T |
| book 698a.1 | 〈μὴ ὄφελες λίσσεσθαι ἀμύμονα Πηλείωνα:〉 ὅτι ταῦ‐ |
| book 698a.2 | τα κατὰ τὸ σιωπώμενον ὁ Ἀχιλλεὺς ἀκήκοεν. Aint |
| book 698b | 〈μὴ ὄφελες:〉 διὰ τοῦ δε. οὕτως Ἀρίσταρχος, „μηδ’ |
| book 698b | ὄφελεσ“. A |
| book 698b.1 | μὴ ὄφελες: ἀντὶ τοῦ οὐκ ὄφελες. ἀεὶ δὲ ἀντιστασιώτης τοῦ |
| book 698b.2 | Ἀχιλλέως ὁ Διομήδης εὑρίσκεται. A |
| book 699a.1 | μυρία δῶρα διδούς: ἐπαινεῖ αὐτοῦ τὴν προαίρεσιν ὡς |
| book 699a.2 | ὑπὲρ τῶν Ἀχαιῶν πολλὰ παρασχόντος. b(BCE3E4)T |
| book 699b.1 | {μυρία δῶρα διδοὺς, ὁ δ’} ἀγήνωρ: ὅτι ἐνίοτε μὲν ἐπὶ |
| book 699b.2 | ἐπαίνου ὁ ἀγήνωρ, ὁ ἄγαν τῇ ἠνορέῃ καὶ τῇ ἀνδρείᾳ χρώμενος, νῦν |
| book 699b.3 | δὲ ἐπὶ ψόγου, ὁ ἄγαν ὑβριστικὸς καὶ διὰ τῆς ἀνδρείας ὑπερπεπτωκὼς |
| book 699b.4 | εἰς ὕβριν. A |
| book 699c.1 | καὶ ἄλλως: γράφεται „καὶ αὔτωσ“. AintT | τὸ δὲ ἄλ‐ |
| book 699c.2 | λως ἀντὶ τοῦ φύσει. T |
| book 700a1.1 | ἐνῆκας: ἔν τισι τῶν ὑπομνημάτων διὰ τοῦ α „ἀνῆκασ“· |
| book 700a1.2 | καὶ ἔστιν Ὁμηρική πως ἡ γραφή· „σοὶ δ’ ἐπὶ τοῦτον ἀνῆκε“ (Ε |
| book 700a1.3 | 405). A |
| book 700a2.1 | {ἀγηνορίηισιν ἐνῆκας:} τινὲς „ἀνῆκασ“. καὶ ἔστιν Ὁμή‐ |
| book 700a2.2 | ρου· „ἄφρονα τοῦτον †ἀνῆκαν“ (Ε 761). T |
| book 708-9.1 | πρὸ νεῶν ἐχέμεν 〈λαόν τε καὶ ἵππους / ὀτρύνων〉: |
| book 708-9.2 | ἀπὸ τοῦ „κοιμήσασθε“ (Ι 705) πληθυντικοῦ ἐπὶ τὸ ἑνικὸν μετῆλθε |
| book 708-9.3 | σχηματίζων· ἐπὶ γὰρ Ἀγαμέμνονα μετήγαγε τὸν λόγον. b(BCE3 |
| book 708-9.4 | E4)T |
| book 708 | 〈ἐχέμεν:〉 ἀντὶ τοῦ ‘ἔχε σύ‘, ὦ βασιλεῦ δηλονότι. Til |
| book 709a.1 | ὀτρύνων· καὶ δ’ αὐτὸς 〈ἐνὶ πρώτοισι μάχεσθαι〉: |
| book 709a.2 | ὅτι τὸν λόγον τοῦτον ἀκήκοεν κατὰ τὸ σιωπώμενον ὁ Ἀχιλλεύς· διό |
| book 709a.3 | φησιν· „οὐ γὰρ Τυδείδεω Διομήδεος ἐν παλάμῃσι / μαίνεται ἐγχείη“ |
| book 709a.4 | (Π 74—5). καὶ ὅτι τῷ ἀπαρεμφάτῳ ἀντὶ τοῦ προστακτικοῦ κέχρηται. |
| book 709a.5 | καὶ ὅτι τῇ ἐχομένῃ Ἀγαμέμνων ἀριστεύει. A |
| book 709b.1 | καὶ δ’ αὐτὸς ἐνὶ πρώτοισι μάχεσθαι: στρατηγικῶς, |
| book 709b.2 | πρὸς τὸ καταπλῆξαι τοὺς ἐναντίους τῷ πρόθυμον γενέσθαι τὸν βασι‐ |
| book 709b.3 | λέα. b(BCE3E4)T |
| book 711 | 〈ἀγασσάμενοι:〉 γράφεται „φρασσάμενοι“. Til |
| book 712 | 〈σπείσαντες:〉 Ἑρμῇ δηλονότι. Til |
| book postscr.1 | Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς Ἀρι‐ |
| book postscr.2 | σταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρω‐ |
| book postscr | διανοῦ καὶ 〈ἐκ〉 τῶν Νικάνορος Περὶ στιγμῆς. A |
| book 0a.1 | αὕτη ἡ ῥαψῳδία ἐπιγράφεται „νυκτεγερσία“, 〈διὰ τὸ〉 ἐπα‐ |
| book 0a.2 | ναστάντας τοὺς πρώτους τῶν Ἑλλήνων κατασκόπους πέμψαι γνώμῃ |
| book 0a.3 | Νέστορος Διομήδη καὶ Ὀδυσσέα. A |
| book 0b.1 | φασὶ τὴν ῥαψῳδίαν ὑφ’ Ὁμήρου ἰδίᾳ τετάχθαι καὶ μὴ εἶναι |
| book 0b.2 | μέρος τῆς Ἰλιάδος, ὑπὸ δὲ Πεισιστράτου τετάχθαι εἰς τὴν ποίησιν. T |
| book 1-2.1 | ἄλλοι μὲν παρὰ νηυσὶν ἀριστῆες Παναχαιῶν / |
| book 1-2.2 | 〈εὗδον παννύχιοι〉: εἰκότως· ἀμφότερα γὰρ ὕπνου ἀγωγά, καὶ |
| book 1-2.3 | ὁ ἐκ τῆς μάχης κάματος καὶ ἡ ἐπὶ τῇ ἥττῃ δυσθυμία. παρὰ νηυσί |
| book 1-2.4 | (1) δὲ λέγει, ἐπεὶ οἱ φύλακες ἐκτὸς τῶν νεῶν ἦσαν, οἷς τὸ ἐγρηγορέναι |
| book 1-2.5.1 | ἀναγκαῖον. †οὔτε δὲ† οἱ ἀριστεῖς δι’ ὅλης τῆς νυκτὸς ἐκάθευδον, ἀλλ’ |
| book 1-2.5.2 | Ὅμηρος τὸ παννύχιοι (2) καὶ „πανημέριοι“ (Α 472 al.) εἴωθε |
| book 1-2.5.3 | τιθέναι καὶ ἐπὶ τῶν κατὰ μέρος· „παννυχίη γάρ μοι Πατροκλῆος δει‐ |
| book 1-2.5.4 | λοῖο / ψυχὴ ἐφεστήκει“ (Ψ 105—6)· „παννύχιοι μὲν ἔπειτα καρηκο‐ |
| book 1-2.5.5 | μόωντες Ἀχαιοί“ (Η 476)· „οἱ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο“ |
| book 1-2.10 | (Α 472). A |
| book 1a.1 | 〈ἄλλοι μέν:〉 παραιτητέον τοὺς γράφοντας, ὧν ἐστι καὶ |
| book 1a.2 | Ζηνόδοτος, „ὦλλοι μέν“, ἢ καὶ τοὺς ὁπωσοῦν βουλομένους δασύνειν· |
| book 1a.3 | ἔστι γὰρ ὁ ποιητὴς παραλειπτικὸς τῶν ἄρθρων. A |
| book 1b.1 | ἄλλοι μὲν παρὰ νηυσίν: οἱ γὰρ φύλακες ἔξω νεῶν |
| book 1b.2 | ἦσαν. b(BCE3E4)T |
| book 2a.1 | εὗδον παννύχιοι: ὡς καὶ „πανημέριοι“ (Α 472), καὶ |
| book 2a.2 | „παννυχίη γάρ μοι Πατροκλῆοσ“ (Ψ 105). T |
| book 2b.1 | μαλακῷ: τῷ πάντας μαλάσσοντι, b(BCE3E4)T ὅθεν |
| book 2b.2 | καὶ „πανδαμάτωρ“ (Ω 5. ι 373) καλεῖται. b(BCE3E4) |
| book 3-4.1 | 〈ἀλλ’ οὐκ Ἀτρείδην— / ὕπνος ἔχε:〉 ἀγρυ‐ |
| book 3-4.2 | πνεῖ ὁ στρατηγός, πρῶτα μὲν ὅτι τοὺς πρώην πολιορκουμένους πο‐ |
| book 3-4.3 | λιορκοῦντας ὁρᾷ, καὶ ὅτι ἡ εἰς Ἀχιλλέα ἐλπὶς ἐξεκέκοπτο, ἧς μάλιστα |
| book 3-4.4 | τὴν αἰτίαν εἶχεν. ἀκήκοε δὲ καὶ τοῦ ὀνείρου λέγοντος· „οὐ χρὴ παν‐ |
| book 3-4.5.1 | νύχιον εὕδειν βουληφόρον ἄνδρα“ (Β 24)· τὰ μὲν γὰρ ἄλλα τῆς τύχης, |
| book 3-4.5.2 | τοῦ δὲ ἀμελεῖν ἡ αἰτία ἀπαραίτητος τοῖς στρατηγοῖς. πολλῶν δὲ κατὰ |
| book 3-4.5.3 | τὴν ποίησιν διηνυσμένων μετὰ μάχας ἱππικὰς καὶ πεζάς, θεῶν τρώ‐ |
| book 3-4.5.4 | σεις, μονομαχίας, δημηγορίας, ἐκκλησίας ἀνδρῶν τε καὶ θεῶν, πρε‐ |
| book 3-4.5.5 | σβείας, καὶ μέχρι τῆς Ἴδης καταγαγὼν τὸν Δία, καὶ ἀστραπαῖς καὶ |
| book 3-4.10.1 | κεραυνοῖς ποιήσας λειπόμενον τὸ Ἑλληνικόν, ἐπ’ ἄλλο εἶδος τρέπεται |
| book 3-4.10.2 | ὁ ποιητής, διὰ δόλου καὶ νυκτὸς ἀναπληρῶν τὴν μεθ’ ἡμέραν |
| book 3-4.10.3 | ἀτυχίαν τῶν Ἑλλήνων. b(BCE3E4)T |
| book 4 | πολλὰ φρεσὶν ὁρμαίνοντα: τὸ πολυμερὲς καὶ ἀπέραντον |
| book 4 | τῆς φροντίδος ἄκρως ὑπέγραψεν. b(BCE3E4)T |
| book 5a.1 | ὡς δ’ ὅταν ἀστράπτῃ: ὅτι παραβάλλει τὸν στεναγμόν |
| book 5a.2 | (cf. Κ 9—10)· ὡς δ’ ὅταν—, οὕτως καὶ ἡ τοῦ Ἀγαμέμνονος ψυχὴ |
| book 5a.3 | ἐστέναζεν. καθ’ ἕκαστα δὲ οὐκ ἐπεξείργασται, διότι οὐκ ἔστι πρὸς |
| book 5a.4 | ἅπαντα ἡ εἰκών. A |
| book 5b.1 | ὡς δ’ ὅταν ἀστράπτῃ 〈πόσις Ἥρης ἠϋκόμοιο〉: |
| book 5b.2 | πρὸς τὸ διαπύρως καὶ ὀξέως καὶ μετὰ σκέμματος γίνεσθαι τοὺς στεναγ‐ |
| book 5b.3 | μούς. μεγαλοπρεπῶς δὲ τὸν τῆς Ἑλλάδος στρατηγὸν εἴκασε τῷ με‐ |
| book 5b.4 | γίστῳ τῶν θεῶν. b(BCE3E4)T ἐπὶ δὲ Ὀδυσσέως πτωχοῦ σχῆμα |
| book 5b.5.1 | περικειμένου ταπεινὴν ἔθηκε τὴν εἰκόνα· „ὡς δ’ ὅτε γαστέρ’ ἀνήρ“ |
| book 5b.5.2 | (υ 25). T |
| book 6-7.1 | τεύχων ἢ πολὺν ὄμβρον ἀθέσφατον ἠὲ χάλαζαν |
| book 6-7.2 | 〈/ ἢ νιφετόν, ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας〉: τὸ |
| book 6-7.3 | ἀθέσφατον τῷ χάλαζαν (6) συναπτέον. b(BCE3E4)T | εἰς τρία |
| book 6-7.4 | δὲ διῄρηκεν, εἰς ὄμβρον, εἰς χάλαζαν καὶ νιφετόν· b(BCE3E4) ὄμ‐ |
| book 6-7.5.1 | βρος ὑετός, χάλαζα τὸ παχὺ ὕδωρ, νιφετὸς τὸ λεπτομερές· διὸ ἐπάγει |
| book 6-7.5.2 | ἐπάλυνεν (7) ἐπέπασσε· πασπάλη γὰρ ἡ γῦρις. b(BCE3E4)T |
| book 6a1.1 | τεύχων ἢ πολὺν ὄμβρον 〈ἀθέσφατον ἠὲ χά‐ |
| book 6a1.2 | λαζαν〉: τῷ πολύν ἐπήνεγκεν τὸ ἀθέσφατον—ἀναγι‐ |
| book 6a1.3 | νώσκουσιν, ἵν’ ᾖ πολ〈λ〉ὴν χάλαζαν. | βέλτιον δὲ τὸ ἀθέσφατον |
| book 6a1 | 〈***〉 καὶ μὴ δύο καθ’ ἑνὸς κεῖσθαι ἐπίθετα. A |
| book 6a2.1 | βέλτιον τὸ ἀθέσφατον τοῖς ἑξῆς συνάπτειν ἐπὶ τῆς χα‐ |
| book 6a2.2 | λάζης. Aint |
| book 7a.1 | νιφετόν: ὅτι 〈οἱ〉 ὑγιῶς χρώμενοι νείφειν μὲν λέγουσι τὸ |
| book 7a.2 | χιονίζειν, „ὄμβρον“ (Κ 6) δὲ τὸν ὑετόν, „χάλαζαν“ (Κ 6) δὲ τὸ ἐν |
| book 7a.3 | ὑετῷ πεπηγὸς ὕδωρ· διὸ νῦν διαστέλλει ἕκαστον. A |
| book 7b | 〈ἐπάλυνεν:〉 ἐπέπασε. Til |
| book 7b | ἐπάλυνεν: ἐλεύκανεν, ὡς—τοῦ ἀλεύρου. A |
| book 8.1 | 〈πτολέμοιο〉 μέγα στόμα πευκεδανοῖο: στόμα· φθαρ‐ |
| book 8.2 | τικὸν γὰρ τῶν δι’ αὐτοῦ φερομένων σιτίων· b(BCE3E4)T καὶ τοῦ |
| book 8.3 | πολέμου τὸ στόμα φθαρτικὸν τῶν σωμάτων. πικρὸς δὲ ὁ πόλεμος |
| book 8.4 | (ὅπερ δηλοῖ τὸ πευκεδανοῖο) διὰ τοὺς ἀναιρουμένους. T |
| book 8.5.1 | π〈τ〉ολέμοιο μέγα στόμα: ἤτοι μεταφορικῶς—δα‐ |
| book 8.5.2 | πανητικός. A |
| book 10a.1 | νειόθεν ἐκ κραδίης: ἐκ τῶν ἐσωτάτω λογισμῶν· ἔνδον |
| book 10a.2 | γὰρ ἐν τοῖς ἐπιλογισμοῖς τὰ δεινὰ ὁρῶν καθ’ ἑαυτὸν στένει. ἐντεῦθεν |
| book 10a.3 | κινηθεὶς Φιλότιμος (fr. 1 St.) ἐν καρδίᾳ τὸ ἡγεμονικὸν ἔθετο· ὅθεν γὰρ |
| book 10a.4 | τὸ χαίρειν καὶ τὸ λυπεῖσθαι τὰς ἀρχὰς ἔχει, δῆλον ὅτι ὁ νοῦς ἐκεῖθεν |
| book 10a.5 | ἤρτηται. A b (BCE3E4)T |
| book 10b1.1 | τρομέοντο: ὅτι Ζηνόδοτος γράφει „φοβέοντο“. τὸν δὲ |
| book 10b1.2 | φόβον εἴωθε λέγειν Ὅμηρος τὴν μετὰ φυγῆς δειλίασιν. ἐλέγχεται δὲ ὁ |
| book 10b1.3 | Ζηνόδοτος ἁμαρτάνων ἐκ τοῦ „ὣς δ’ αὔτως Μενέλαον ἔχε τρόμοσ“ |
| book 10b1.4 | (Κ 25). A |
| book 10b2.1 | {τρομέοντο δέ οἱ φρένες ἐντός:} Ζηνόδοτος „φοβέοντο“, |
| book 10b2.2 | κακῶς· φησὶ γοῦν „ὣς δ’ αὔτως Μενέλαον ἔχε τρόμοσ“. T |
| book 11.1 | ὅτ’ ἐς πεδίον τὸ Τρωϊκὸν ἀθρήσειεν: ἢ ὅτι ἐφ’ ὕψους |
| book 11.2 | ἡ βασιλικὴ σκηνή, ἢ ὅτι οἱ Τρῶες „ἐπὶ θρωσμῷ πεδίοιο“ (Κ 160). |
| book 11.3 | ἔνιοι δὲ τὸ ἀθρήσειεν ἐπὶ τοῦ νοῦ ἀκούουσιν· ἀλλὰ προσέθηκεν ἂν |
| book 11.4 | τὸ φρεσίν, ὡς ἐκεῖ „ὄφρα ἴδωμαι ἐνὶ φρεσὶν b(BCE3E4)T ἠδὲ δα‐ |
| book 11.5 | 〈ε〉ίω“ (Φ 61) καὶ „ὀσσόμενος πατέρ’ ἐσθλὸν ἐνὶ φρεσίν“ (α 115). T |
| book 12.1 | θαύμαζεν πυρὰ πολλά: πῶς, φησίν, Ἀγαμέμνων— |
| book 12.2 | ἵν’ εὐχερῶς θεωρεῖν δύναται πάντα. A |
| book 12.1 | Ἰλιόθι πρό: κατὰ παρολκὴν ἡ παραγωγή· δηλοῖ γὰρ τὸ |
| book 12.2 | Ἰλίου, ὡς τὸ „οὐρανόθι πρό“ (Γ 3) καὶ „ἐγγύθεν ἦλθε“ (Η 219). T |
| book 13a | αὐλῶν συρίγγων τ’ ἐνοπήν: ὅτι ἐνθάδε καὶ ἐπὶ τῆς |
| book 13a.1 | Ὁπλοποιΐας τῶν αὐλῶν μέμνηται· „αὐλοὶ φόρμιγγές τε βόων“ (Σ 495). |
| book 13a.2 | δεῖ δὲ καὶ τὸ ἀκούων προσυπακούειν ἔξωθεν. A | βραχὺ δὲ διασταλτέον |
| book 13a.3 | μετὰ τὸ αὐλῶν καὶ ἐνοπήν. AAint | ἐσημειώσατο δὲ—τὰ |
| book 13a.5 | ὄργανα ταῦτα. A |
| book 13b.1 | αὐλῶν συρίγγων τ’ ἐνοπήν: τινὲς „αὐλῶν συρίγ‐ |
| book 13b.2 | γων“, ἵν’ ᾖ εἶδος αὐλοῦ ἡ σῦριγξ. ἀλλὰ καὶ ἐν τῇ Ὁπλοποιΐᾳ |
| book 13b.3 | φησίν· „αὐλοὶ σύριγγές τε“ (Σ 495). οὐχ Ἑλληνικὸν δὲ οἱ αὐλοί· |
| book 13b.4 | οὔτε γὰρ Φαίακες (cf. impr. θ 261—5) οὔτε μνηστῆρες (cf. α 152—5 |
| book 13b.5.1 | al.) οὔτε εἰς τοὺς γάμους Ἑρμιόνης (cf. δ 17—9) οὔτε Πηνελόπης |
| book 13b.5.2 | (cf. ψ 143—7) ἐχρῶντο τούτοις. τὴν βαρβάρων δὲ ἄγνοιαν κωμῳδεῖ |
| book 13b.5.3 | ἐν τοιούτῳ καιρῷ μουσικευομένων ἐπὶ τοσούτων πτωμάτων καὶ μὴ |
| book 13b.5.4 | μᾶλλον τῷ κοιμᾶσθαι ποριζομένων ἰσχὺν εἰς τὴν αὔριον. T |
| book 14-6.1 | αὐτὰρ ὅτ’ ἐς νῆάς τε ἴδοι—κῆρ: πανταχόθεν |
| book 14-6.2 | τὸ ἐναντίον ὁρῶν ἐδυσφόρει· b(BCE3E4)T εἰ δὲ καὶ ἀνδραπο‐ |
| book 14-6.3 | δώδη ποιεῖ, τὸν σκότον ἔχει προκάλυμμα. T οὐκ ἐπεξῆλθε δέ, ὅσα |
| book 14-6.4 | περὶ τοὺς Ἕλληνας ἦν δεδοικώς, ἀλλ’ ἠρκέσθη τῇ τῶν εὐημερούν‐ |
| book 14-6.5.1 | των διαθέσει ἐμφῆναι τὴν τῶν δυστυχούντων κατάστασιν· ἀεὶ γὰρ |
| book 14-6.5.2 | φιλέλλην ὁ ποιητής. b(BCE3E4)T |
| book 17.1 | ἥδε δέ οἱ κατὰ θυμὸν 〈ἀρίστη φαίνετο βουλή〉: |
| book 17.2 | τὸ προνοητικὸν αὐτοῦ καὶ ἐν ταῖς συμφοραῖς δηλοῦται μὴ ἀπο‐ |
| book 17.3 | φάσκοντος τοῖς δεινοῖς. A b (BCE3E4)T |
| book 18a.1 | 〈Νέστορ’ ἐπὶ πρῶτον:〉 Πάμφιλος τὴν ἐπί ἀναστρέ‐ |
| book 18a.2 | φει. πιθανώτερον δέ ἐστι τὸ ἀκόλουθον φυλάττοντας ἀναγινώσκειν |
| book 18a | ἐπὶ πρῶτον Νέστορα. οὕτως ὁ Ἀσκαλωνίτης (p. 50 B.). A |
| book 18b.1 | Νέστορ’ ἐπὶ πρῶτον 〈Νηλήϊον〉 ἐλθέμεν 〈ἀνδρῶν〉: |
| book 18b.2 | ὅτι καὶ ἐν τοῖς δεινοῖς δεῖ καταφεύγειν εἰς σοφίαν. A b (BCE3E4)T |
| book 18b.3 | αὐτουργεῖ δὲ δυσωπῶν αὐτόν, ὅπως τοῦ βασιλέως καὶ τοῦ γέροντος |
| book 18b.4 | διαφοιτώντων ὑπακούσωσιν οἱ λοιποί. β (BCE3E4)T πρὸ ὀλίγου |
| book 18b.5.1 | δὲ χωρισθεὶς ὡς ἂν εἰς ἰατροῦ νοσῶν θέλει φοιτᾶν πάλιν, ὥς που |
| book 18b.5.2 | καὶ Εὐφορίων φησίν (fr. 63 P.)· „πολλάκι οἱ κλισίῃσι Πυληγενέεσ‐ |
| book 18b.5.3 | 〈σ〉ί τε νηυσίν / ἐννύχιοι πίλναντο, νόσων ἅπερ ἰητῆρος.“ T |
| book 19a1.1 | εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτήναιτο: εἰσὶν |
| book 19a1.2 | οἳ ἀνέγνωσαν καθ’ ἓν μέρος λόγου ὡς εὔμητιν, κακῶς· δύο γάρ ἐστι |
| book 19a1.3 | μέρη λόγου, σὺν καὶ μῆτιν. τὸ δὲ ἑξῆς ἐστι {συντέμοισι} συν‐ |
| book 19a1.4 | τεκτήναιτο μῆτιν. A |
| book 19a2 | τὸ ἑξῆς ἐστιν σὺν αὐτῷ τεκτήναιτο μῆτιν. Aim |
| book 20 | 〈ἥτις ἀλεξίκακος:〉 ὑψοῖ τὰ τῆς βουλῆς λίαν. Til |
| book 23a.1 | 〈δαφοινόν:〉 λίαν φονευτικόν. τινὲς δὲ πυρρόν. b(BCE3) |
| book 23a.2 | Til |
| book 23b.1 | 〈δαφοινὸν ... δέρμα λέοντος:〉 φοβερόν, καταπλη‐ |
| book 23b.2 | κτικόν. ἢ τὸ ἐκ δαφοινοῦ καὶ καταπληκτικοῦ λέοντος. Ail |
| book 23c.1 | ἑέσσατο δέρμα λέοντος: ὅτι ἐπὶ τῷ χιτῶνι (cf. Κ 21) |
| book 23c.2 | λεοντῆν τέθεικεν ἀντὶ τῆς ἀσπίδος· διὸ καὶ ἑξῆς (sc. Κ 34) λέγει· |
| book 23c.3 | „τὸν δ’ εὗρ’ ἀμφ’ ὤμοισι τιθήμενον ἔντεα καλά“. ἔντεα δὲ ἀπὸ τοῦ ἐν‐ |
| book 23c.4 | τὸς ἔχειν τὸν ἄνδρα. καὶ ὅτι οὐ καθοπλίζονται νύκτωρ, ἀλλ’ ἕνεκα |
| book 23c.5 | φυλακῆς, 〈ὁ μὲν παρδαλῆν ἐνδύεται〉, οἱ δὲ λεοντῆν. A |
| book 23d.1 | ἑέσσατο δέρμα λέοντος: τινὲς ἐκ τούτου χειμέριόν φασι |
| book 23d.2 | τὸν καιρόν· πρὸς σκέπην γὰρ ὄμβρων εἶναι τὴν λεοντῆν. Μενέλαον δὲ |
| book 23d.3 | ὡς ἥττω παρδαλῆν †ἐνδύει† (cf. Κ 29), Δόλωνα δὲ ὡς δειλὸν καὶ ἐπὶ |
| book 23d.4 | λαθρίδιον πρᾶξιν ὁρμῶντα λυκέαν (cf. Κ 459). b(BCE3E4)T |
| book 25a.1 | ὣς δ’ αὔτως Μενέλαον ἔχε τρόμος: κατὰ τὸν αὐτὸν |
| book 25a.2 | καιρὸν τῷ Ἀγαμέμνονι. ἀλλ’ ὁ ποιητὴς τῷ βασιλικωτέρῳ προσώπῳ |
| book 25a.3 | ἀπένειμε τὴν προτέραν τάξιν τοῦ λόγου, ὥστε καὶ τῶν ἀριστέων, |
| book 25a.4 | οὓς μὲν διήγειρεν ὁ Ἀγαμέμνων, ἀκριβῶς διεξέρχεται, τοὺς δὲ ὑπὸ τοῦ |
| book 25a.5.1 | Μενελάου ἐπὶ κεφαλαίου λέγει. A b (BCE3E4)T | ἡ δὲ διπλῆ, ὅτι ἀντ‐ |
| book 25a.5.2 | αποδοτικόν ἐστι τοῦ ἄνω (sc. Κ 10) γράφειν „τρομέοντο δέ οἱ“. ἡ |
| book 25a.5.3 | δὲ ἀναφορὰ πρὸς Ζηνόδοτον. A |
| book 25b.1 | {οὐδὲ γὰρ} αὐτῷ: Τυραννίων (fr. 18 P.) τὴν αὐτῷ ἀντ‐ |
| book 25b.2 | ωνυμίαν καθ’ ἓν ἐλάμβανεν ὡς ἐν τῇ συνηθείᾳ. ὁ δὲ Ἀσκαλωνίτης |
| book 25b.3 | (p. 50 B.) τὸν „αὖ“ σύνδεσμον παρελάμβανε καὶ τὸ „τῷ“ ἰσοδυνα‐ |
| book 25b.4 | μοῦν τῷ τούτῳ, ὁμοίως τῷ „τοῦδ’ αὖ 〈τοῦ〉 λυκάβαντοσ“ (ξ 161). |
| book 25b.5.1 | ἴση δέ μοι δοκεῖ ἡ ἀνάγνωσις εἶναι. ἐπὶ μέντοι 〈τοῦ〉 „τοῦδ’ αὖ τοῦ |
| book 25b.5.2 | λυκάβαντοσ“ κατεπεῖγόν ἐστιν „αὖ“, εἶτα „τοῦ“ ἀναγνῶναι· κωλύε‐ |
| book 25b.5.3 | ται γὰρ ἐνθάδε ἐμπαραληφθῆναι ὑπὸ τοῦ σημαινομένου τὸ αὐτοῦ. A |
| book 26 | 〈πάθοιεν:〉 ἐν ἄλλῳ „πάθωσιν“. Aint |
| book 27-8.1 | πουλὺν ἐφ’ ὑγρήν / ἤλυθον: ἤλυθον, ὧδε ἡ στιγ‐ |
| book 27-8.2 | μή. T |
| book 27 | πουλὺν ἐφ’ ὑγρήν: ἡ διπλῆ πρὸς τὸ σχῆμα, ὅτι ἀρσενι‐ |
| book 27 | κῶς, πουλὺν ὑγρήν. A |
| book 29a1.1 | παρδαλέῃ: τὸ μὲν ζῷον πόρδαλις, ἡ δὲ δορὰ παρδαλῆ |
| book 29a1.2 | b(BCE3E4)Til διὰ τοῦ α γράφεται. Til |
| book 29a2 | {παρδαλέην:} πόρδαλις τὸ ζῷον, †πορδαλῆ† ἡ δορά. A |
| book 30a | 〈στεφάνην:〉 ὅτι στεφάνη εἶδος περικεφαλαίας. A |
| book 30b.1 | 〈στεφάνην:〉 στεφάνη εἶδος περικεφαλαίας πρόβλημα |
| book 30b.2 | ἐχούσης. T |
| book 32a.1 | βῆ δ’ ἴμεν ἀνστήσων 〈ὃν ἀδελφεόν〉: δῆλον ὡς |
| book 32a.2 | προεταράχθη Μενέλαος, ὁ δὲ ποιητὴς καταπλῆξαι ἠθέλησε διὰ τοῦ |
| book 32a.3 | βασιλικωτέρου προσώπου. b(BCE3E4)T |
| book 32b.1 | 〈ἀνστήσων:〉 οὕτως Ἀρίσταρχος Aim διὰ τοῦ ν ἀν‐ |
| book 32b.2 | στήσων. AimT |
| book 32-3.1 | ὃς μέγα πάντων | Ἀργείων ἤνασσε, θεὸς δ’ ὣς |
| book 32-3.2 | τίετο δήμῳ: διὰ τάχους ἐνέφηνε τὸ ἀξίωμα, καὶ τοῖς ἀρχομένοις |
| book 32-3.3 | ὅπως πρὸς τοὺς ἄρχοντας διακεῖσθαι δέον, καὶ τοῖς ἄρχουσιν ὁποίους |
| book 32-3.4 | ὀφείλουσι παρέχειν ἑαυτούς, ἵνα ὡς θεοὶ τιμῶνται. b(BCE3E4)T |
| book 34 | ἔντεα: ὅτι ἔντεα εἴρηκεν, ἣν προσυνέστακε λεοντῆν (cf. |
| book 34 | Κ 23). A |
| book 35a1.1 | 〈νηῒ παρὰ πρύμνῃ:〉 ὅτι πτῶσις ἐνήλλακται, ἀντὶ τοῦ |
| book 35a1.2 | παρὰ νηὸς πρύμνῃ. Aim |
| book 35a2 | ἀντὶ τοῦ νηός. b(BCE3)Til |
| book 35b.1 | τῷ δ’ ἀσπάσιος γένετ’ ἐλθών: εἰ γὰρ ἄλλων ἐδεῖτο, |
| book 35b.2 | πόσῳ μᾶλλον ἀδελφοῦ. b(BCE3E4)T |
| book 36-7.1 | τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Μενέλα‐ |
| book 36-7.2 | ος· / τίφθ’ οὕτως, ἠθεῖε, κορύσσεαι: ὡς κατεπτηχότος τοῦ βα‐ |
| book 36-7.3 | σιλέως. ἢ ὅτι ἐνδιδυσκόμενον αὐτὸν εὗρεν· ὅθεν καὶ ἐξ αὐτοῦ ἄρχεται. |
| book 36-7.4 | b(BCE3E4)T |
| book 37.1 | 〈ἠθεῖε:〉 ὅτι τὸ ἠθεῖε προσφώνησίς ἐστι σεπτικὴ νεωτέρου |
| book 37.2 | πρὸς πρεσβύτερον λεγομένη. Aim |
| book 38a.1 | ὀτρύνεις {τρώεσσι ἐπίσκοπον}: ὅτι ἀντὶ τοῦ ὀτρύνων.| |
| book 38a.2 | διῃρημένως αἱ Ἀριστάρχου τὸ ὀτρύνεις. A |
| book 38b1 | 〈ὀτρύνεις:〉 αἱ Ἀριστάρχου „ὀτρυνέεισ“ διῃρημένως. Til |
| book 38b2 | διῃρημένως Ἀρίσταρχος „ὀτρυνέεισ“. Ail |
| book 38c.1 | Τρώεσσιν ἐπίσκοπον: προὔλαβε τὴν Νέστορος γνώμην |
| book 38c.2 | τὴν περὶ τοῦ δεῖν κατασκόπους πέμπειν (cf. Κ 204—12), τοῦ καιροῦ |
| book 38c.3 | αὐτῷ τὴν ἐπίνοιαν τοῦ ἔργου ὑποβάλλοντος. καὶ τὸν ἀδελφὸν ὁπλι‐ |
| book 38c.4 | ζόμενον ὁρῶν ὡς καὶ αὐτὸν τοῦτο βουλευόμενόν φησιν. b(BCE3E4) |
| book 38c.5 | T |
| book 38d.1 | ἐπίσκοπον: Ἀρίσταρχος 〈ὡσ〉 κατάσκοπον. Νικίας (fr. |
| book 38d.2 | 11 B.) δὲ ἀναστρέφει τὴν ἐπί, ἵν’ ᾖ ἐπὶ Τρώεσσιν. εἰσὶ δὲ οἳ ἀνεγνώκα‐ |
| book 38d.1 | σιν „ἐπισκοπόν“ ὡς „ἀγακλυτόν“ (Ζ 346. θ 502 al.), ἵνα παρέλκῃ ἡ |
| book 38d.2 | ἐπί. ἄμεινον δὲ τῷ Ἀριστάρχῳ συγκατατίθεσθαι· καὶ γὰρ ἤδη ἡ |
| book 38d.5.1 | συνήθεια ἐπίσταται τὴν τοιαύτην σύνθεσιν. χρὴ δὲ νοεῖν ὅτι πολλὴ ἡ |
| book 38d.5.2 | χρῆσις τοῦ ὀνόματος παρὰ τῷ ποιητῇ ἐν ἁπλότητι καὶ ἐν συνθέσει· |
| book 38d.5.3 | „δμωάων σκοπός ἐσσι“ (χ 396), „καὶ ἐπίσκοπος ᾖσιν ἑταίρων“ (θ |
| book 38d.5.4 | 163). A |
| book 38-9.1 | ἀλλὰ μάλ’ αἰνῶς / δείδω〈—τόδε ἔργον〉: ὡς |
| book 38-9.2 | ἤδη δεδογμένης τῆς βουλῆς ἐπιλογισμὸν εἰσάγει. κίνησις δὲ τοῦ |
| book 38-9.3 | ἀκροατοῦ· μόνον γὰρ οὐχὶ ἐπιμαρτύρεται ὡς δυσχερὲς ἐπεισόδιον |
| book 38-9.4 | εἰσάξων τῇ ποιήσει. b(BCE3E4)T |
| book 41.1 | ἀμβροσίην: θείαν, ἐν ᾗ βροτοὶ οὐ †περίασιν. διὰ τοῦτο ἡ |
| book 41.2 | νὺξ ἀμβρότη. Aim |
| book 41a1.1 | {θρασυκάρδιος} ἔσται: ὁ Ἰξίων (fr. 10 St.) „ἐστί“ γρά‐ |
| book 41a1.2 | φει. T |
| book 41a2.1 | Δημήτριος ὁ Ἰξίων Aim γράφει „ἐστίν“ Aint ἐν ἄλλῳ |
| book 41a2.2 | †θρασυκάρδιος. Aim |
| book 43-4a1.1 | χρεὼ βουλῆσ〈— /〉 κερδαλέης: ἐπωφελοῦς. |
| book 43-4a1.2 | b(BCE3)T δεῖ, φησί, τὰ ἀπὸ τῆς τύχης προσγινόμενα ταῖς βου‐ |
| book 43-4a1.3 | λαῖς ἀντισηκοῦν. b(BCE3E4)T |
| book 43-4a2.1 | {κερδαλέης:} ἐπωφελοῦς. | συνετῆς—ὅ ἐστι τὴν |
| book 43-4a2.2 | ἀλώπεκα. ἔστι δὲ πανουργότατον τὸ ζῷον. | δεῖ, φησί, τὰ ἀπὸ τῆς |
| book 43-4a2.3 | τύχης λειπόμενα ταῖς βουλαῖς ἀντισηκοῦν. A |
| book 43a.1 | χρεὼ βουλῆς: σεμνὸν τὸ τοῦ βασιλέως εἰς ἐπίσκεψιν |
| book 43a.2 | πλείονα φερομένου. ἅμα δὲ καὶ ὁ ποιητὴς ἀναρτᾷ τὸν ἀκροατήν. b |
| book 43a | (BCE3E4)T |
| book 43b.1 | χρεὼ βουλῆς 〈ἐμὲ καὶ σέ〉: ἡ χρεία, φησί, τῆς βουλῆς |
| book 43b.2 | αὐτῆς τῆς λαθραίως γινομένης δι’ ἐμὲ καὶ σὲ γέγονεν, ἐπεὶ καὶ τὸν |
| book 43b.3 | στρατὸν ἡμεῖς ἀνηγάγομεν ἐνταῦθα. T |
| book 43c1.1 | 〈χρεὼ βουλῆς ἐμὲ καὶ σέ:〉 τὸ χρεώ οἱ μὲν ἀντὶ τοῦ |
| book 43c1.2 | χρεία λέγουσιν, οἱ δὲ ἀντὶ τοῦ δεῖ, οἷον δεῖ ἐμὲ καὶ σὲ βουλῆς, ἤτοι περὶ |
| book 43c1.3 | βουλῆς διανοεῖσθαι ἀρίστης. b(BCE3E4) |
| book 43c2 | ἀντὶ τοῦ δεῖ. Til |
| book 43c2.1 | χρεὼ βουλῆς: χρεία συμβουλῆς τινὸς ἐμοὶ—ἀντὶ τοῦ |
| book 43c2.2 | †ἐμῆς καὶ σῆς. A |
| book 44.1 | κερδαλέης ἥ τίς κεν 〈ἐρύσσεται ἠδὲ σαώσει〉: ὅτι |
| book 44.2 | περισσὸς ὁ κέν σύνδεσμος, ἢ ῥῆμα ἐνήλλακται ἀντὶ τοῦ ἥτις ἂν ἐρύσ‐ |
| book 44.3 | σαιτο. καὶ πρὸς τὸ „ἐνθάδε Σίσυφος ἔσκεν ὁ κέρδιστοσ“ (Ζ 153). A |
| book 45.1 | {ἀργείους καὶ νῆας} ἐπεὶ Διὸς ἐτράπετο φρήν: ὅτι φα‐ |
| book 45.2 | νερῶς ὁ Ζεὺς ἐβοήθει τοῖς Ἕλλησι πρὶν ἱκετευθῆναι ὑπὸ τῆς Θέτιδος. |
| book 45.3 | καὶ ὅτι τὸ ἡμιστίχιον ὁ Ζηνόδοτος μετήνεγκεν ἐπὶ τὸν Ἕκτορος λόγον |
| book 45.4 | κατὰ τὴν κόλον μάχην (sc. Θ 501). A |
| book 46a.1 | Ἑκτορέοις ἄρα μᾶλλον〈—ἱεροῖσιν〉: θεοσεβὴς |
| book 46a.2 | ὑπόνοια μὴ δι’ Ἀχιλλέα, διὰ δὲ θυσίας λέγειν τὸν Δία βοηθεῖν. b |
| book 46a.3 | (BCE3E4)T |
| book 46b.1 | ἐπὶ φρένα θῆχ’ ἱεροῖσιν: ἔν τισι τῶν ὑπομνημάτων |
| book 46b.2 | „ἐπὶ φρένας εἶχ’ ἱεροῖσιν“. AimT |
| book 47-8.1 | οὐ γάρ πω ἰδόμην〈— /〉 ἄνδρ’ ἕνα τοσσάδε |
| book 47-8.2 | μέρμερ’〈—μητίσασθαι〉: ηὔξησε τὰ ἔργα τοῦ Ἕκτορος, |
| book 47-8.3 | ἀνυπέρβλητα φήσας αὐτὰ εἶναι καὶ ὄψει καὶ ἀκοῇ. b(BCE3E4)T |
| book 48a1.1 | μέρμερ’ ἐπ’ ἤματι: μερίμνης καὶ φροντίδος ἄξια. κα‐ |
| book 48a1.2 | ταστρέφει δὲ εἰς τὸ κακά. AAint | τὸ δὲ ἐπ’ ἤματι Ἀρίσταρχος διὰ |
| book 48a1 | τοῦ ν, „ἐν ἤματι“, ὁμοίως τῷ „μηνὶ δ’ ἐν οὔλῳ“ (ω 118). A |
| book 48a2 | Ἀρίσταρχος „ἐν ἤματι“. Aim |
| book 50a.1 | οὔτε θεᾶς υἱός: ἁπλοϊκῶς δεῖ λαμβάνειν· οὐ γὰρ πρὸς |
| book 50a.2 | Ἀχιλλέα ἡ σύγκρισις. b(BCE3E4)T |
| book 50b1.1 | 〈οὔτε θεᾶς υἱὸς φίλος οὔτε θεοῖο:〉 λείπει ὑπάρχων. |
| book 50b1.2 | Aint |
| book 50b2 | λείπει τὸ ὤν. Til |
| book 51-2a1.1 | ἔργα δ’ ἔρεξ’〈—μήσατ’ Ἀχαιούσ〉: ἀθετοῦν‐ |
| book 51-2a1.2 | ται στίχοι δύο, ὅτι παλιλλογεῖ ταῦτα—δι’ ἄλλων γὰρ προείρηται· |
| book 51-2a1.3 | „ὅσς’ Ἕκτωρ ἔρεξε Διῒ φίλος υἷας Ἀχαιῶν“ (Κ 49)—, καὶ ὅτι ἐπὶ |
| book 51-2a1.4 | ταὐτὸν φέρει δηθά καὶ δολιχόν (52). καὶ Ἀριστοφάνης προηθέ‐ |
| book 51-2a1.5 | τει. A |
| book 51-2a2 | ἀθετεῖ ὁ Ἀριστοφάνης. Til |
| book 52 | 〈δολιχόν:〉 ἐπὶ καιροῦ. Til |
| book 53-5.1 | ἀλλ’ ἴθι νῦν, Αἴαντα〈—εἴ κ’ ἐθέλῃσιν〉: πρε‐ |
| book 53-5.2 | πόντως τὴν τάξιν ἐμέρισεν ἀμφοτέροις· καὶ ὁ μὲν νεώτερος καὶ ἥττων |
| book 53-5.3 | τὸ ἀξίωμα ἐπὶ τοὺς πόρρω σκηνοῦντας ἀπέρχεται, ὁ δὲ πρεσβύτερος |
| book 53-5.4 | καὶ βασιλικώτερος ἐπὶ τὸν συνετώτατον Νέστορα καὶ σὺν ἐκείνῳ |
| book 53-5.5.1 | τοὺς ἄλλους ἐγείρει. πρεπόντως δὲ ἐπὶ μὲν τῶν νεωτέρων καὶ ἧττον |
| book 53-5.5.2 | ἐνδόξων τὸ κάλεσον (53) προστακτικῶς εἶπε, περὶ δὲ τοῦ Νέστορος |
| book 53-5.5.3 | παραπεφυλαγμένως φησὶν αἴ κ’ ἐθέλῃσιν (55) ἀντὶ τοῦ ‘ἐὰν αὐτῷ |
| book 53-5.5.4 | δόξῃ χρήσιμον εἶναι‘, b(BCE3E4)T ἐπὶ τῇ ἐκείνου γνώμῃ τὴν |
| book 53-5.5.5 | πᾶσαν κρίσιν τιθέμενος. b(BE3E4)T |
| book 53a1.1 | {ἀλλ’ ἴθι νῦν} Αἴαντα: ὁ μὲν Δίδυμος (p. 115 Schm.) τὴν |
| book 53a1.2 | Ἀριστάρχειον γραφὴν λέγει „Αἴαντε“ δυϊκῶς, | ὁ δὲ Τήλεφος λέγει |
| book 53a1.3 | κακῶς εἰρηκέναι τὸν Δίδυμον· οὐ γὰρ ἐπ’ ἀμφοτέρους τοὺς Αἴαντας ὁ |
| book 53a1 | Μενέλαος πέμπεται. A |
| book 53a2 | Ἀρίσταρχος Aim δυϊκῶς „Αἴαντε“. AimTil |
| book 53b.1 | ἀλλ’ ἴθι νῦν Αἴαντα 〈καὶ Ἰδομενῆα κάλεσσον〉: |
| book 53b.2 | ὅτι ἐκ τούτων καὶ τῶν τοιούτων τὰ περὶ τοῦ ναυστάθμου ὁ Ἀρίσταρ‐ |
| book 53b.3 | χος ἐπραγματεύσατο· ῥητῶς γὰρ λέγεται πλησίον τοῦ Αἴαντος ὁ |
| book 53b.4 | Ἰδομενεὺς νενεωλκηκέναι. A |
| book 54 | 〈ἐπὶ νῆας:〉 Ἀρίσταρχος „παρὰ νῆασ“. Aim |
| book 55 | 〈αἴ κε πίθηται:〉 γράφεται „αἴ κ’ ἐθέλῃσι“. Aim |
| book 56a.1 | {ἐλθεῖν ἐς} φυλάκων: ὡς σκυλάκων· ἐπὶ γὰρ τῶν ἀνδρῶν |
| book 56a.2 | τέτακται, οὐκ ἐπὶ τῶν τόπων. A |
| book 56b | 〈ἱερὸν τέλος:〉 ὅτι οἱ Γλωσσογράφοι ἱερὸν τέλος τὸ |
| book 56b.1 | μέγα τάγμα. | σημαίνει δὲ πλείονα ἡ λέξις, ποτὲ μὲν—δαπάνη‐ |
| book 56b.2 | μα, ὡς Εὐριπίδης ἐν Πολυείδῳ (fr. 639 N.2)· „μάτην γὰρ οἴκῳ σὸν |
| book 56b.3 | τόδ’ ἐκβαίη τέλοσ“, καὶ Δημοσθένης ἐν τοῖς Φιλιππικοῖς (or. 6, 30)· |
| book 56b.5.1 | „Χερρόνησον δὲ ἐν τοῖς ἑαυτοῦ τέλεσι διορύξει“. ποτὲ δὲ τὴν ἑορτήν, |
| book 56b.5.2 | ὡς Εὐριπίδης ἐν Μηδείᾳ (1382)· „σεμνὴν ἑορτὴν καὶ τέλος προσάψο‐ |
| book 56b.1 | μεν“. | ἱερὸν τέλος ὡς „ἱερὸν ἰχθύν“ (Π 407) τὸν μέγαν. ἱερὸν μὲν |
| book 56b.2 | οὖν τέλος λέγει τὸ θεῖον τάγμα, „ἱερὸν“ δὲ „ἰχθὺν“ τὸν ἄνετον καὶ |
| book 56b.3 | ἱερὸν βοῦν (cf. Α 99 al.), ἀπὸ τοῦ ἵεσθαι. A |
| book 56c.1 | ἱερὸν τέλος: ὅτι τοῖς καθεύδουσιν ἄδειαν παρέχουσιν, ὅ |
| book 56c.2 | ἐστι θεοῦ ἴδιον. b(BCE3E4)T |
| book 57.1 | κείνου γάρ κε μάλιστα πιθοίατο: διὰ δύο, ὅτι τε τὸν |
| book 57.2 | υἱὸν παρέσχεν αὐτῶν ἄρχειν, καὶ αὐτὸς δυσωπεῖ παρὼν καὶ ἐπιτελ‐ |
| book 57.3 | λόμενος. παιδευτικῶς δὲ ὁ βασιλεὺς ἑτέρῳ παραχωρεῖ τὰ τῆς πειθοῦς. |
| book 57.4 | b(BCE3E4)T |
| book 58.1 | καὶ Ἰδομενῆος ὀπάων: ἵνα καὶ αὐτὸς παρὼν (cf. Κ 112) |
| book 58.2 | αἰδέσιμος γένηται τοῖς φύλαξιν. T |
| book 61a.1 | πῶς γάρ μοι μύθῳ〈—κελεύεισ〉: στικτέον κατὰ |
| book 61a.2 | τὸ τέλος τοῦ στίχου καὶ ἀφ’ ἑτέρας ἀρχῆς πευστικῶς τὰ ἑξῆς προενε‐ |
| book 61a.3 | κτέον. A |
| book 61b.1 | πῶς γάρ μοι μύθῳ ἐπιτέλλεαι: πιθανῶς· ὁ μὲν γὰρ |
| book 61b.2 | ἐκπεπληγὼς οὐ προνοεῖ τὸ πᾶν τῆς ἐπιταγῆς, ὁ δὲ ὡς προπαρε‐ |
| book 61b.3 | σκευασμένος ἐρωτᾷ τὸ πῶς. b(BCE3E4)T ἢ διὰ τὸ ποικίλον ἐξ |
| book 61b.4 | ἀμφοῖν συνίσταται. T |
| book 62.1 | αὖθι μένω μετὰ τοῖσι: αὖθι ἐν τοῖς φύλαξιν· ὅθεν καὶ |
| book 62.2 | Ἀγαμέμνων ἑξῆς (sc. Κ 126—7) πρὸς τὸν Νέστορά φησι· „κείνους δὲ |
| book 62.3 | κιχησόμεθα πρὸ πυλάων / ἐν φυλάκεσσιν“. b(BCE3E4)T |
| book 63 | ἠὲ θέω 〈μετὰ ς’ αὖτισ〉: πρὸς τὸ πρόθυμον τοῦ βασιλέως. |
| book 63 | καὶ ἔστιν ἐμπαθὲς δύο βασιλεῖς οὕτως αὐτουργεῖν. b(BCE3)T |
| book 65.1 | αὖθι μένειν, 〈μή πως ἀβροτάξομεν ἀλλήλοιϊν〉: ὅτι |
| book 65.2 | τῷ ἀπαρεμφάτῳ ἀντὶ τοῦ προστακτικοῦ, μένειν ἀντὶ τοῦ μένε. | τὸ |
| book 65.3 | δὲ ἀβροτάξομεν ψιλωτέον ὁμοίως τῷ „ἤμβροτεσ“ (Ε 287. Χ 279)· |
| book 65.4 | τινὲς γοῦν κυρίως ἡγοῦνται τὸ βροτοῦ μὴ ἐπιτυχεῖν, ἀλλὰ ἁμαρτῆσαι, |
| book 65.5 | ὥστε καὶ στέρησιν ἐγκεῖσθαι. A |
| book 65-6.1 | μή πως ἀβροτάξομεν 〈... / ...〉· πολλαὶ γὰρ ἀνὰ |
| book 65-6.2 | στρατόν εἰσι κέλευθοι: δῆλός ἐστιν ἐκ τούτων ἔμπειρος ὢν τε‐ |
| book 65-6.3 | κτονικῆς· εἰς γὰρ πολλὰς ὁδοὺς τέτμηται τὸ ναύσταθμον, ἵνα ταχέως |
| book 65-6.4 | ἀπὸ τῶν σκηνῶν ἀπαντῶσι πρὸς τὰς βοηθείας. T |
| book 67a.1 | φθέγγεο: τεχνικῶς, ἵνα ἐκ τῆς φωνῆς ἐπιγινώσκηται φίλος |
| book 67a.2 | ὤν, μὴ καὶ ὑπονοήσωσιν ἔφοδον εἶναι πολεμίων. καὶ Νέστωρ πρὸς |
| book 67a.3 | Ἀγαμέμνονά φησι (Κ 85)· „φθέγγεο, μηδ’ ἀκέων ἐπ’ ἔμ’ ἔρχεο“. A |
| book 67a.4 | b(BCE3E4)T |
| book 67b.1 | {καὶ} ἐγρήγορθαι {ἄνωχθι}: τὸ ἐγρήγορθαι ἀνέγνωμεν |
| book 67b.2 | προπαροξύνοντες. οὐκ ἐχρῆν δέ· εἴτε γὰρ συγκοπή ἐστι τοῦ ἐγρηγο‐ |
| book 67b.3 | ρέναι 〈***〉, ὀφ〈ε〉ίλει παροξύνεσθαι, καθότι τὰ εἰς θαι λήγοντα ἀπαρ‐ |
| book 67b.4 | έμφατα, ἔχοντα πρὸ τοῦ θ ἀμετάβολον, παροξύνεται, κεκάρθαι τε‐ |
| book 67b.5.1 | τίλθαι ἐσπάρθαι. μίαν μέντοι ἀφορμὴν ὁρῶ τοῦ δύνασθαι προπαροξύ‐ |
| book 67b.5.2 | νεσθαι τὸ ἐγρήγορθαι τὸ τὰ εἰς θαι λήγοντα, τῇ ορ συλλαβῇ παρα‐ |
| book 67b.5.3 | ληγόμενα, μὴ παρ’ ἄλλῃ τινὶ διαλέκτῳ ὁρᾶσθαι ἢ τῇ Αἰολίδι, τέτορθαι |
| book 67b.5.4 | μέμορθαι ἔφθορθαι· ὅθεν ἐπεὶ ἡ παράληξις Αἰολικωτέρα ἐγένετο, καὶ ὁ |
| book 67b | τόνος ὁμοίως τοῖς προκειμένοις. A |
| book 67c.1 | ἐγρήγορθαι ἄνωχθι: πρὸς τὸ διαμένειν τὴν φυλακήν. |
| book 67c.2 | ἐπεὶ δὲ τὸ ἄνωχθι ἀνοίκειον τῷ καιρῷ, πρόσκειται τὸ „πάντας κυ‐ |
| book 67c.3 | δαίνων“ (Κ 69). b(BCE3E4)T |
| book 67d.1 | ἄνωχθι: ἐνεστῶτός ἐστι καὶ παρατατικοῦ μᾶλλον ἤπερ |
| book 67d.2 | παρακειμένου. ἀναλογώτερον δὲ παρὰ Καλλιμάχῳ (fr. 628)· „ἄνωγε |
| book 67d.3 | δὲ πορθμέα νεκρῶν“. καὶ δῆλον ὅτι μεταβέβληται τὸ γ εἰς τὸ χ ἐν τῷ |
| book 67d.4 | ἄνωχθι διὰ τὸ θ. | ὁ μὲν οὖν Ἀπολλώνιος (cf. Frg. p. 91) εἰς ε βούλε‐ |
| book 67d.5.1 | ται εἶναι τὰ τοῦ παρακειμένου προστακτικὰ καὶ ἱκανῶς τῷ λόγῳ |
| book 67d.5.2 | συνηγορεῖ. ὁ δὲ Ἡρωδιανὸς (2,816,31) εἰς θι τοὐναντίον· μηδὲ γὰρ |
| book 67d.5.3 | εἶναι τὴν εἰς ε κατάληξιν. A |
| book 68a.1 | πατρόθεν ἐκ γενεῆς: δυσωπεῖ γὰρ ὑπόμνησις προγονι‐ |
| book 68a.2 | κῆς ἀρετῆς καὶ πατέρων πράξεις ἐπαινούμεναι τὸ μὴ καὶ αὐτὸν εἶναι |
| book 68a.3 | μιμητὴν ἐκείνων, ἀλλὰ καθαιρετικὸν τῆς περὶ αὐτὸν εὐγενείας. A |
| book 68b.1 | πατρόθεν ἐκ γενεῆς: ὡς ὅταν λέγῃ „διογενὲς Λαερτιάδη“ |
| book 68b.2 | (Β 173 al.), τὸν πατέρα δηλοῖ, τὸ δὲ „διογενέσ“ τὸν ἀρχηγὸν τοῦ γέ‐ |
| book 68b | νους. A b (BCE3E4)T |
| book 68c.1 | πατρόθεν ἐκ γενεῆς: ὅτι ἀρχαϊκὴ ἡ συνήθεια, ὥστε εἴ |
| book 68c.2 | που τοιοῦτον εὑρίσκομεν, εἰδέναι δεῖ ὅτι οὐκ ἐπιθέτου ἔχει χώραν. A |
| book 69.1 | πάντας κυδαίνων: ἀνακτώμενος καὶ προτρεπόμενος τῇ |
| book 69.2 | ἰδίᾳ ἐνεργείᾳ. T |
| book 71.1 | Ζεὺς ἐπὶ γεινομένοισιν ἵει κακότητα βαρεῖαν: πα‐ |
| book 71.2 | θητικὰ ταῦτα δύο ἀδελφοὺς τοιαῦτα περὶ τῆς ἰδίας ψυχῆς καὶ γονῆς |
| book 71.3 | ὑπονοεῖν. T |
| book 72.1 | εὖ ἐπιτείλας: ἐπεσημήνατο τοὺς λόγους ὡς καὶ καλῶς |
| book 72.2 | εἰρημένους καὶ παραγγελθέντας στρατηγικῶς. b(BCE3E4)T |
| book 75a.1 | εὐνῇ ἔνι μαλακῇ: οὐδὲ ταῦτα ἐᾷ, ἀλλὰ τὸ πρέπον αὐ‐ |
| book 75a.2 | τοῖς σῴζει· μαλακὴ γὰρ στρωμνή ἐστι τῷ γέροντι, ὡς καὶ τῷ Φοίνικι |
| book 75a.3 | b(BCE3E4)T „κώεά τε ῥῆγός τε“ (Ι 661), T τῷ δὲ Διομήδει |
| book 75a.4 | νεωτέρῳ ὄντι „ὑπὸ δ’ ἔστρωτο ῥινὸν βοόσ“ (Κ 155)· τὸν δὲ Ὀδυσσέα |
| book 75a.5.1 | κατέκλινεν Εὔμαιος ὑποβαλὼν „ῥῶπασ“ (ξ 49) καὶ „δέρμα ἰονθάδος |
| book 75a.5.2 | ἀγρίου αἰγόσ“ (ξ 50): b(BCE3E4)T καὶ τῷ Διῒ Γῆ „νεοθηλέα ποί‐ |
| book 75a.5.3 | ην“ ἀναδίδωσι „λωτόν τ’ ἐρσήεντα ἠδὲ κρόκον ἠδ’ ὑάκινθον“ (Ξ |
| book 75a.5.4 | 347—8). T |
| book 75b.1 | {εὐνῆι ἐνι μαλακῆι παρὰ δ’} ἔντεα: ὅτι ἔντεα οὐ πάντα τὰ |
| book 75b.2 | ὅπλα, ἀλλὰ κυρίως μὲν ἀσπὶς καὶ περικεφαλαία, τὰ δὲ δόρατα κατ’ |
| book 75b.3 | ἐπικράτειαν. A |
| book 75b | 〈ἔντεα:〉 παρὰ τὸ ἐντὸς αὐτῶν εἶναι τὸν φοροῦντα. Aim |
| book 77a.1 | πὰρ δὲ ζωστὴρ 〈κεῖτο παναίολοσ〉: ὅτι δοκοῦσί τινες |
| book 77a.2 | ταὐτὸν εἶναι ζῶμα καὶ ζωστῆρα. οὐκ ἔστι δέ, ἀλλὰ ζῶμα καλεῖ τὸ |
| book 77a.3 | συναπτόμενον τῇ μίτρᾳ ὑπὸ τὸν στατὸν θώρακα. τὸ δὲ ἔξωθεν συν‐ |
| book 77a | δέον πάντα ζωστῆρα. καὶ ὅτι τὸ παναίολον ἐπὶ τῶν λαμπόντων. A |
| book 77b.1 | ζωστὴρ κεῖτο: ζωστὴρ ζώσματος διαφέρει· ζῶσμα γὰρ τὸ |
| book 77b.2 | προσραπτόμενον κατὰ τὰ πέρατα τοῦ θώρακος. T |
| book 77-8.1 | ᾧ ῥ’ ὁ γεραιός / ζών〈ν〉υθ’, ὅτ’ ἐς πόλεμον: τὸν |
| book 77-8.2 | παρ’ ἡλικίαν ἀνδριζόμενον δηλοῖ. T |
| book 79a.1 | 〈λαὸν ἄγων:〉 μεῖζον τὸ ἐγκώμιον τοῦ Νέστορος γένοιτο, |
| book 79a.2 | εἰ λαόν τις ἀκούοι 〈τὸν〉 σύμπαντα, μὴ τὸν τῶν Πυλίων μόνον. Til |
| book 79b.1 | ἐπεὶ οὐ μὲν ἐπέτρεπε γήραϊ λυγρῷ: ἀναιρεῖ τὰς προ‐ |
| book 79b.2 | φάσεις τῶν ἀργεῖν ἐθελόντων, δεικνὺς ὡς καὶ τοῖς φυσικοῖς ἐλαττώμασιν |
| book 79b.3 | οἶδεν ἀντιτάττεσθαι προθυμία. b(BCE3E4)T |
| book 79c1.1 | 〈οὐ μὲν ἐπέτραπε γήραϊ:〉 οὐκ 〈ἐν〉εδίδου διὰ τὸ γῆ‐ |
| book 79c1.2 | ρας. Aint |
| book 79c2.1 | τὸ δὲ ἐπέτρεπεν ἀντὶ τοῦ οὐκ ἐδίδου ἑαυτὸν τῷ γήρᾳ |
| book 79c2.2 | οὐδὲ ὑπετάττετο αὐτῷ. T |
| book 79d1 | 〈ἐπέτραπεν:〉 Ἀρίσταρχος „ἐπέτρεπε“. Aim |
| book 79d2 | {ἐπέτρεπε γήραϊ:} ἐπέτρεπε διὰ τοῦ ε. T |
| book 80a.1 | ὀρθωθεὶς δ’ ἄρ’ ἐπ’ ἀγκῶνος 〈κεφαλὴν ἐπαείρασ〉: |
| book 80a.2 | βραχὺ διασταλτέον ἐπὶ τὸ ἀγκῶνος. τηρητέον δὲ τοῦτο ὅτι ὀρ‐ |
| book 80a.3 | θωθῆναι καὶ στῆναι οὐ πάντως ἐπὶ τῶν ποδῶν τάττει, πρὸς ἐκεῖνα |
| book 80a.4 | „ἕζετο δ’ ὀρθωθείσ“ (Β 42) καὶ „ἑζόμενος δ’ ἐπὶ γοῦνα“ (Ξ 437). A |
| book 80b.1 | ὀρθωθεὶς δ’ ἄρ’ ἐπ’ ἀγκῶνος 〈κεφαλὴν ἐπαείρασ〉: |
| book 80b.2 | εἰς τὸ ἀγκῶνος ἡ διαστολή· b(BCE3)T πρὸς τὸ „ἕζετο δ’ ὀρ‐ |
| book 80b.3 | θωθείσ“ (Β 42). T | λείπει δὲ ὁ καί, ἵν’ ᾖ ‘καὶ κεφαλὴν ἐπαείρασ‘. b |
| book 80b.4 | (BCE3)T |
| book 82.1 | τίς δ’ οὗτος κατὰ νῆας: τετάρακται μέν· σκόπει δὲ τὴν |
| book 82.2 | προσοχήν, 〈ἣν〉 διὰ τοῦ γέροντος ἐνδείκνυται· ὃς οὐδὲ φθεγγομένου |
| book 82.3 | ᾔσθετο τοῦ Ἀγαμέμνονος καὶ προὔλαβε τὸν λόγον διὰ τῆς ἐρωτή‐ |
| book 82 | σεως. b(BCE3E4)T καλῶς δὲ νυκτὸς οὔσης καὶ ὡς γέρων ἀγνοεῖ. T |
| book 83a1.1 | ὅτ〈ε θ’〉 εὕδουσιν βροτοὶ ἄλλοι: ἄλλοι· οὐ γὰρ οἱ |
| book 83a1.2 | γέροντες. οὗτοι δὲ καὶ διὰ τὸν καιρὸν καὶ τὴν φρόνησιν ἀγρυπνοῦ‐ |
| book 83a1.3 | σιν. T |
| book 83a2.1 | ἔθος δὲ τοῖς γέρουσιν ἀϋπνεῖν καὶ μηδὲν φροντίζουσιν. |
| book 83a2.2 | οὗτος δὲ καὶ διὰ τὸν καιρὸν τοῦτο ποιεῖ. b(BCE3E4) |
| book 84a.1 | ἠέ τιν’ οὐρήων 〈διζήμενος ἤ τιν’ ἑταίρων〉: ἀθετεῖ‐ |
| book 84a.2 | ται, ὅτι οὐρήων βούλεται λέγειν τῶν φυλάκων, καὶ οὐκ ἐκράτησε τοῦ |
| book 84a.3 | σχήματος· οὖρον γὰρ λέγει ὡς κοῦρον τὸν φύλακα, οὐρέα δὲ τὸν |
| book 84a.4 | ἡμίονον. καὶ ὅτι ἄκαιρος ἡ ἐρώτησις. A |
| book 84b.1 | ἠέ τιν’ οὐρήων διζήμενος: ὥσπερ τὸ ἀνδροφονῆα, |
| book 84b.2 | πομπῆα (cf. γ 325 al.), „ἡνιοχῆα“ (Θ 312 al.), οὕτως οὐρῆα· οὖρος |
| book 84b.3 | οὐρεὺς ὡς πομπὸς πομπεύς. T |
| book 85a1.1 | φθέγγεο, μηδ’ ἀκέων 〈ἐπ’ ἔμ’ ἔρχεο· τίπτε δέ σε |
| book 85a1.2 | χρεώ〉: ταρασσόμενός φησιν· ‘εἰπέ, δι’ ἣν αἰτίαν πρός με ἦλθεσ‘. |
| book 85a1.3 | ἅμα δὲ καὶ διὰ τῆς φωνῆς θέλει μαθεῖν, μὴ ἐχθρὸς εἴη (οὔπω γὰρ εἶχον |
| book 85a1.4 | συνθήματα)· ἢ ἴσως ὑπονοεῖ, μὴ Θρασυμήδης ἐστὶ τὴν τάξιν ἐκλελοι‐ |
| book 85a1.5 | πὼς τῶν φυλάκων. T |
| book 85a2 | ταρασσόμενός φησιν· ‘εἰπέ, δι’ ἣν αἰτίαν πρὸς ἐμὲ ἦλθεσ‘· |
| book 85a2 | ἐκπλήττεται γὰρ ὑπονοῶν τὴν τῶν πολεμίων ἔφοδον. b(BCE3E4) |
| book 87.1 | 〈ὦ Νέστορ Νηληϊάδη:〉 ὃ προσέταξε τῷ Μενελάῳ, τοῦτο |
| book 87.2 | πράσσει, „πατρόθεν ἐκ γενεῆσ“ (Κ 68) αὐτὸν καλῶν. b(BCE3E4)Til |
| book 88-9a1.1 | γνώσεαι Ἀτρείδη〈ν—διαμπερέσ〉: ἅμα τῇ |
| book 88-9a1.2 | ἀνακλήσει τοῦ ὀνόματος καὶ τῇ παραθέσει τῶν συμφορῶν τὸ πάθος |
| book 88-9a1.3 | ἐκίνησεν. T |
| book 88-9a2.1 | ἅμα τῇ ἐκφωνήσει τοῦ ὀνόματος τὸ πάθος ἤρξατο κινεῖν, |
| book 88-9a2.2 | τὰς συμφορὰς παρατιθείς. b(BCE3E4) |
| book 89.1 | 〈Ζεὺς ἐνέηκε πόνοισι διαμπερές:〉 ὃν ὁ Ζεὺς τῇ κακο‐ |
| book 89.2 | παθ〈είᾳ〉 ἐνέβαλε μέχρι τέλους. Aim |
| book 90 | 〈ἐν στήθεσσι:〉 τὸ ζωτικὸν περικάρδιόν φησιν. Til |
| book 91.1 | πλάζομαι ὧδε: ὧδε μόνος, ὡς ὁρᾷς, περιέρχομαι. ἀσύνδετος |
| book 91.2 | δὲ ὢν ὁ λόγος τὸ κομματικὸν τοῦ πάθους ἔχει. b(BCE3E4)T |
| book 91 | πλάζομαι: οὐδὲν ἑστηκὼς—πράγμασι. A |
| book 92.1 | ἀλλὰ μέλει πόλεμος 〈καὶ κήδε’ Ἀχαιῶν〉: ὥστε καὶ |
| book 92.2 | ἔπαινος τοῦ φόβου ἡ τῶν κοινῶν πρόνοια, καὶ ἵνα σύμψηφον ἔχῃ τὸν |
| book 92.3 | Νέστορα. T |
| book 93.1 | Δαναῶν πέρι δείδια: πιθανώτερόν πώς ἐστιν ἀναστρέ‐ |
| book 93.2 | φειν· δύναται δὲ καὶ τὸ ἕτερον. A |
| book 94.1 | ἀλαλύκτημαι: παρὰ τὸ ἀλάλημαι ἡ λέξις. τῷ δὲ πλεονασμῷ |
| book 94.2 | τῶν στοιχείων ἐπιτετάρακται. b(BCE3E4)T |
| book 94-5 | κραδίη δέ μοι ἔξω / στηθέων ἐκθρῴσκει: φαντασία |
| book 94-5 | τις προσπίπτει τῆς ἐκπηδῆσαι βιαζομένης καρδίας. b(BE3E4)T |
| book 95a.1 | στηθέων ἐκθρῴσκει: Νικίας (fr. 12 B.) κατ’ ἰδίαν τὴν |
| book 95a.2 | πρόθεσιν ποιεῖ, ἵνα τὸ ἑξῆς γένηται ἐκ στηθέων θρῴσκει. ἄμεινον δὲ ἓν |
| book 95a.3 | ποιεῖν, ἐκθρῴσκει ὡς ἐκτρέχει. A |
| book 95b.1 | τρομέει δ’ ὑπὸ φαίδιμα: κακῶς Νικίας (fr. 13 B.) ἀνα‐ |
| book 95b.2 | στρέφει· μεταξὺ γὰρ πέπτωκεν ὁ δέ. A |
| book 96.1 | ἐπεὶ οὐδὲ σέ 〈γ’〉 ὕπνος ἱκάνει: ἵνα μὴ δόξῃ ἐμποδίζειν |
| book 96.2 | πρὸς τὸν ὕπνον τῷ γέροντι. b(BCE3E4)T |
| book 97a.1 | ἐς τοὺς φύλακας καταβείομεν: ὅτι ἐφ’ ὕψους αἱ νῆες, καὶ |
| book 97a.2 | ἀλλαχοῦ „κατάγειν κοίλας ἐπὶ νῆασ“ (Ε 26). T |
| book 97b.1 | ἐς τοὺς φύλακας καταβείομεν: προπαρασκευάσαι γὰρ |
| book 97b.2 | αὐτοὺς θέλει, μή πως ἔλθωσιν οἱ πολέμιοι διὰ νυκτός. T |
| book 97c.1 | 〈καταβείομεν:〉 θαρραλεωτέρους τοὺς σκοποὺς ποιήσον‐ |
| book 97c.2 | τες. T |
| book 98a1.1 | μή τοι μὲν καμάτῳ ἀδηκότες 〈ἠδὲ καὶ ὕπνῳ〉: |
| book 98a1.2 | προαπολογεῖται ὡς διὰ τὸν Θρασυμήδην, εἰ καὶ ἀνθρώπινόν τι πάθοι. |
| book 98a1.3 | ἐκεῖνοι δὲ κρείσσονες ὁρῶνται τῶν παθῶν. τὸ δὲ ἀδηκότες ἀηδισθέν‐ |
| book 98a1.4 | τες, καὶ „δείπνου ἀδήσειεν“ (α 134). ὕπνῳ τῇ ἀγρυπνίᾳ· „ὕπνῳ καὶ |
| book 98a1.5 | καμάτῳ ἀρημένοσ“ (ζ 2). T |
| book 98a2.1 | ἀηδισθέντες. ὕπνῳ δὲ τῇ ἀγρυπνίᾳ λέγει· „ὕπνῳ καὶ κα‐ |
| book 98a2.2 | μάτῳ ἀρημένοσ“. b(BCE3E4) |
| book 98b.1 | ἀδηκότες ἠδὲ καὶ ὕπνῳ: ὅτι Ζηνόδοτος μὴ νοήσας τὸ |
| book 98b.2 | σημαινόμενον γράφει „ἀδηκότες ἡδέϊ ὕπνῳ / κοιμήσωνται“. ἔτι δὲ καὶ |
| book 98b.3 | νῦν λέγομεν ὕπνου μεστὸν οὐ τὸν ἐξυπνωκότα, ἀλλὰ τὸν πολὺ τὸ |
| book 98b | ὑπνωτικὸν ἐν αὑτῷ ἔχοντα. A |
| book 100.1 | 〈δυσμενέες—οὐδέ τι ἴδμεν:〉 περισσὸν τὸ τί. ἐνήλλαξε δὲ τὴν φράσιν· |
| book 100.2 | ἔδει γὰρ ‘μὴ ἐκεῖνοι μὲν ἀμελήσωσιν, ἐπέλθωσι δὲ οἱ πολέμιοι‘. b |
| book 100.3 | (BCE3)T |
| book 101.1 | 〈μή πως καὶ διὰ νύκτα μενοινήσωσι μάχεσθαι:〉 |
| book 101.2 | ἀπολογεῖται ὡς δεόντως εἰπών. Til |
| book 100-1.1 | 〈οὐδέ τι ἴδμεν / μή πως καὶ διὰ νύκτα: τοῦτο |
| book 100-1.2 | πρὸς καιρὸν εἴρηκεν—νυκτὸς πολεμεῖν. A |
| book 103.1 | Ἀτρείδη κύδιστε: κύδιστον γὰρ πάντων βασιλεύς. ἐκ |
| book 103.2 | προοιμίων δὲ ἀνακτᾶται τὸ καταπλῆξαν τοῦ βασιλέως. T |
| book 104-5a.1 | οὔ θην Ἕκτορι πάντα νοήματα 〈μητίετα |
| book 104-5a.2 | Ζεύς / ἐκτελέει〉: αἱ γὰρ ἄκραι τῶν εὐτυχιῶν μεταβολὰς ποιοῦσιν. |
| book 104-5a.3 | πιθανῶς δὲ νῦν μὲν παραθαρσύνει τὸν Ἀγαμέμνονα· ὁρᾷ γὰρ αὐτὸν |
| book 104-5a.4 | ὑπὸ τῆς συμφορᾶς τεταπεινωμένον· ἐν δὲ τοῖς ἑξῆς (sc. Κ 157—161) |
| book 104-5a.5.1 | τὸν Διομήδην φοβεῖ εὑρὼν βαθέως καθεύδοντα. b(BCE3E4)T καί |
| book 104-5a.5.2 | φησιν „οὐκ ἀΐεις ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιο / εἵαται;“ (Κ 160—1)· |
| book 104-5a.5.3 | T δεῖ γάρ, ὡς ἔοικε, τοὺς μὲν πεφοβημένους θαρσύνειν, τοὺς δὲ |
| book 104-5a.5.4 | θαρροῦντας φοβεῖν, ὅπως μήτε τῷ δέει τις ἐκπλήττοιτο μήτε τῷ θάρσει |
| book 104-5a.5.5 | ἀπαρασκεύαστος γίνοιτο. b(BCE3E4)T |
| book 104-5b.1 | οὔ θην Ἕκτορι〈—ὅσα πού νυν ἐέλπε‐ |
| book 104-5b.2 | ται〉: οἶδε γὰρ ὡς δι’ αὐτόν. ὑποκορίζων δὲ Ἕκτορι (104) φησίν, |
| book 104-5b.3 | ἅμα δὲ ὅτι οὐ μέμφεται τὴν πρώτην βουλὴν (cf. Α 275—6. 282—4) οὐδὲ πρὸς τὴν ἀπόβασιν |
| book 104-5b.4 | ἐξεταστέον τὰς βουλάς. T |
| book 105 | ὅσα πού νυν 〈ἐέλδεται〉: τὸ νῦν ἐνθάδε συσταλτέον διὰ τὸ |
| book 105 | μέτρον, ὥσπερ καὶ ἐπὶ τοῦ „δεῦρό νυν, ἢ τρίποδοσ“ (Ψ 485). A |
| book 108a.1 | σοὶ δὲ μάλ’ ἕψομ’ ἐγώ: μάλα, ἵνα μὴ δοκῇ δι’ ἀνάγκην |
| book 108a.2 | ἕπεσθαι αὐτῷ. T |
| book 108b.1 | ποτὶ δ’ αὖ καὶ ἐγείρομεν ἄλλους: καλῶς οὐχ ὁ |
| book 108b.2 | Ἀγαμέμνων καθ’ ἑαυτὸν ἐγείρει τοὺς ἀριστέας, ἔχων τῆς Ἀχιλλέως |
| book 108b.3 | ὀργῆς τὴν αἰτίαν. b(BCE3E4)T |
| book 109.1 | {ἠμὲν τυδείδην} δουρὶ κλυτόν: τὸ κλυτός, εἰ πτωτικὸν |
| book 109.2 | κατάρχοι, ἐν συνθέσει 〈βαρύτονόν〉 ἐστι, τοξόκλυτος, „ὀνομάκλυτοσ“ |
| book 109.3 | (Χ 51), εἰ δὲ ἄπτωτον, φυλάσσει τὸν αὐτὸν τόνον, „περικλυτόσ“ |
| book 109.4 | (Α 607 al.), „ἀγακλυτόσ“ (cf. Ζ 436 al.)· διὸ σημειωτέον τὸ „ναυ‐ |
| book 109.5.1 | σικλυτόσ“ (cf. η 39 al.) ὀξυνόμενον· ὅτι γὰρ σύνθετόν ἐστι, δῆλον |
| book 109.5.2 | ἐκ τοῦ μένειν τὸ α τῆς ναυσί δοτικῆς· κατ’ ἰδίαν γὰρ παρὰ τῷ ποιητῇ |
| book 109.5.3 | ἢ διὰ τοῦ η λέγεται ἢ διὰ τοῦ ε, ἐν δὲ συνθέσει διὰ τοῦ α, „Ναυσικάα“ |
| book 109.5.4 | (ζ 17 al.), „Ναυσίθοοσ“ (ζ 7 al.). τὸ μὲν οὖν δουρὶ κλυτός ἐν πα‐ |
| book 109.5.5 | ραθέσει ἐστίν. A |
| book 110.1 | ἠδ’ Αἴαντα ταχὺν 〈καὶ Φυλέος ἄλκιμον υἱόν〉: ὅτι |
| book 110.2 | πλησίον τοῦ Λοκροῦ Αἴαντος ὁ Μέγης ἐ〈νε〉νεωλκήκει· καὶ διέσταλκε |
| book 110.3 | δὲ προσθεὶς ταχύν. ἡ δὲ ἀναφορὰ πρὸς τὰ περὶ τοῦ ναυστάθμου. A |
| book 110 | 〈Φυλέος ἄλκιμον υἱόν:〉 τὸν Μέγητα. Aim |
| book 111a | 〈ἀλλ’ εἴ τις ... καλέσειεν:〉 †τὸ ε† περιττόν. Aint |
| book 111b | 〈εἴ:〉 ἀντὶ τοῦ εἴθε. Til |
| book 112.1 | ἀντίθεόν τ’ Αἴαντα 〈καὶ Ἰδομενῆα ἄνακτα〉: πρὸς |
| book 112.2 | τὰ περὶ τοῦ ναυστάθμου, ὅτι πλησίον ὁ Ἰδομενεὺς Αἴαντος τοῦ Τε‐ |
| book 112.3 | λαμωνίου ἐ〈νε〉νεωλκήκει. A |
| book 113.1 | τῶν γὰρ νῆες 〈ἔασιν〉 ἑκαστάτω: διὰ σχήματος |
| book 113.2 | ἐδηλώθη, διὰ τί Μενέλαος ἐκεῖ ἀπέσταλται, ὥστε οὐκ ἀργὸν τὸ |
| book 113.3 | „ῥίμφα θέων“ (Κ 54). T |
| book 113 | 〈ἑκαστάτω:〉 πορρωτάτω. Til |
| book 114-5a1.1 | ἀλλὰ φίλον περ ἐόντα 〈καὶ αἰδοῖον Μενέ‐ |
| book 114-5a1.2 | λαον/ νεικέσω〉: χάριεν τὸ τῆς ὑποθέσεως· εὑρίσκεται γὰρ προανα‐ |
| book 114-5a1.3 | βλέψας ἤδη, †περὶ αὐτὸν μέμφεται. T |
| book 114-5a2.1 | χάριεν τὸ τῆς ὑποθέσεως· ὅπερ γὰρ εὑρίσκεται ἤδη |
| book 114-5a2.2 | πεποιηκὼς Μενέλαος, †περὶ αὐτὸ μέμφεται. b(BCE3) |
| book 115-7.1 | νεικέσω〈— /〉 ὡς εὕδει〈— /〉 νῦν ὄφελεν |
| book 115-7.2 | 〈—〉πονέεσθαι: ἀποδέχεται οὖν τὸν Ἀγαμέμνονα συνερ‐ |
| book 115-7.3 | γοῦντα τῷ καιρῷ. T |
| book 115a.1 | 〈εἴ πέρ μοι:〉 οὕτως αἱ Ἀριστάρχου. τινὲς δὲ „εἰ καί |
| book 115a.2 | μοι“. Til |
| book 115b | 〈νεμεσήσεαι:〉 γράφεται „νεμεσήσεται“. Aim |
| book 116.1 | ὡς εὕδει· σοὶ δ’ οἴῳ 〈ἐπέτρεψεν πονέεσθαι〉: ὅτι τὸ |
| book 116.2 | πονέεσθαι ἐπὶ τοῦ ἐνεργεῖν. | καθ’ ἑαυτὸ δὲ ἀναγνωστέον τὸ ὡς |
| book 116.3 | εὕδει ἐν θα〈υ〉μασμῷ ἢ τοῖς ἄνω συναπτέον „νεικέσω“ (Κ 115) ὡς |
| book 116.4 | εὕδει. A |
| book 117-8.1 | νῦν ὄφελε〈ν〉 κατὰ πάντας ἀριστῆασ〈— |
| book 117-8.2 | ἀνεκτόσ〉: πρεπόντως τὸν πόλεμον ἀποσιωπᾷ, ὁ μέντοι Μενέλαος |
| book 117-8.3 | τοῦτο ἐνθυμεῖται· „τοὶ δὴ ἕθεν εἵνεκα“ (Κ 27). T |
| book 117 | 〈πονέεσθαι:〉 διὰ τὴν αὐτὴν αἰτίαν. Aim |
| book 118.1 | 〈χρειὼ γὰρ ἱκάνεται οὐκέτ’ ἀνεκτός:〉 ὅτι ἀνεκτὸς |
| book 118.2 | ἡ χρεία, οὐκ ἀνεκτή. Aint |
| book 120a.1 | ἄλλοτε μέν σε καὶ αἰτιάασθαι ἄνωγα: οὐχ ὡς |
| book 120a.2 | συκοφαντοῦντι τῷ Νέστορι μέμφεται οὐδὲ καθάπαξ ὑπεραπολογεῖται |
| book 120a.3 | τοῦ ἀδελφοῦ, ἀλλ’ ὁμολογῶν αὐτὸν ἐνίοτε ἀμελεῖν. δεξιῶς οὖν τὸν λό‐ |
| book 120a.4 | γον ἐκέρασεν. b(BCE3E4)T |
| book 120b | 〈καὶ αἰτιάασθαι ἄνωγα:〉 ὅτι περισσὸς ὁ καί. Aint |
| book 122.1 | οὔτ’ ὄκνῳ εἴκων οὔτ’ ἀφραδίῃσι νόοιο: φιλαδέλφως |
| book 122.2 | ἀπολογεῖται. δύο δέ ἐστι, δι’ ὧν γίνεται ἡ ῥᾳθυμία, ἀμέλεια καὶ |
| book 122.3 | ἄνοια. A b (BCE3E4)T καὶ ἐν Ὀδυσσείᾳ (δ 371—2)· „νήπιος ἠὲ |
| book 122.4 | χαλίφρων/ ἦε ἑκὼν †μεθίει†;“. ὥστε τὸ δοκοῦν ἁμάρτημα εἰς ἐγκώ‐ |
| book 122.5 | μιον τῆς πειθαρχίας περιΐσταται. AT |
| book 123.1 | ἀλλ’ ἐμέ τ’ εἰσορόων 〈καὶ ἐμὴν ποτιδέγμενος ὁρ‐ |
| book 123.2 | μήν〉: ἀλλ’ εἰς ἐμὲ ἀποβλέπων. | οὔτε τὸν Νέστορα συκοφάντην |
| book 123.3 | ἐποίησεν οὔτε τὸν Μενέλαον ἀργόν. ἅμα δὲ καὶ τὸν φιλάδελφον ἐμ‐ |
| book 123.4 | φανίζει· ὅτι ἐγὼ ὑπὲρ αὐτοῦ πάντα ποιῶ κἀκεῖνος ἐκδέχεταί μου τὴν |
| book 123.5 | ὁρμήν, οἷον εἶναι δεῖ νεώτερον ἀδελφὸν πρὸς πρεσβύτερον. A |
| book 124a1.1 | μάλ’ ἐπέγρετο: ὁ Ἰξίων (fr. 11 St.) „μέγ’ ἐπέγρετο“. |
| book 124a1.2 | καὶ μήποτε ἡ Ἀριστάρχειος οὕτως εἶχεν. A |
| book 124a2 | ἐν ἄλλῳ „μέγ’ ἐπέγρετο“. Aint |
| book 124b1.1 | καί μοι ἐπέστη: ταχέως ἐδήλωσεν ὡς πολλῷ προὔλα‐ |
| book 124b1.2 | βεν αὐτὸν ἀναστάς. T |
| book 124b2 | ἐπέστη ταχέως. ἐδήλωσε δὲ ὡς πολλῷ προὔλαβεν αὐτὸν |
| book 124b2 | ἐκεῖνος ἀναστάς. b(B [bis], C, E3 [bis]) |
| book 127a.1 | {ἐν φυλάκεσς’} ἵνα γάρ σφιν: ὅτι Ζηνόδοτος γράφει |
| book 127a.2 | „ἵνα γάρ μιν“. ἔστι δὲ ἑνικὸν τὸ μίν, βούλεται δὲ ὁ ποιητὴς διὰ τοῦ |
| book 127a.3 | σφίν ‘αὐτοῖσ‘ σημῆναι· διὸ καὶ ἑξῆς (immo Κ 126) ἐπιφέρει· „κείνους |
| book 127a.4 | δὲ κιχησόμεθα“. A |
| book 127b1.1 | 〈ἠγερέεσθαι:〉 διὰ τοῦ θ αἱ Ἀριστάρχου „ἠγερ〈έθ〉ε‐ |
| book 127b1.2 | σθαι“. Aim |
| book 127b2 | διὰ τοῦ †ε† τὸ ἠγερέεσθαι. Til |
| book 129 | 〈οὔ τίς οἱ:〉 ἔξω τοῦ τ, οὔ τίς οἱ. Aim |
| book 129-30.1 | οὔτις σοὶ νεμεσήσεται〈—καὶ ἀνώγῃ〉: |
| book 129-30.2 | οὐδεὶς τῶν κελευομένων ἀντερεῖ, ὅταν αὐτουργοῦντα τὸν βασιλέα |
| book 129-30.3 | ὁρᾷ· b(BCE3E4)T „ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα“ (Κ 70). T |
| book 130a1.1 | 〈ἐποτρύνῃ καὶ ἀνώγῃ:〉 χωρὶς τοῦ ς, ἐποτρύνῃ |
| book 130a1.2 | καὶ ἀνώγῃ. Aint |
| book 130a2 | οὕτως χωρὶς τοῦ ς. Til |
| book 134a.1 | διπλῆν ἐκταδίην: οἰκεία στολὴ τῷ γέροντι διὰ τὸ |
| book 134a.2 | γῆρας καὶ τὴν νύκτα. AT |
| book 134b.1 | οὔλη {δ’ ἐπενήνοθε}: ὡς „κούρη“ (Β 872 al.)· οὕτως γὰρ |
| book 134b.2 | καὶ τὸ ἀρσενικὸν αὐτοῦ ἐβαρύνετο „οὔλων τε ταπήτων“ (Π 224). καὶ |
| book 134b.3 | μήποτε ἀνάλογος ἡ παρὰ τῷ ποιητῇ ἀνάγνωσις πρὸς τὴν κοινὴν |
| book 134b.4 | συνήθειαν, εἴ γε ὀξυτονοῦσι τὸ ὄνομα λέγοντες οὐλὸς ἄνθρωπος καὶ |
| book 134b.5.1 | οὐλὴ κόμη. οὐ δέον δέ· τὰ γὰρ εἰς λος λήγοντα δισύλλαβα, μὴ ἔχοντα |
| book 134b.5.2 | πρὸ τοῦ λ ἄλλο σύμφωνον, παραληγόμενα δὲ τῷ ο ἤτοι μόνῳ ἢ μεθ’ |
| book 134b.1 | ἑτέρου φωνήεντος, βαρύνεται, πόλος στόλος κοῖλος δοῦλος. οὕτως καὶ |
| book 134b.2 | οὖλος. προσέθηκα δὲ μὴ ἔχοντα πρὸ τοῦ λ ἄλλο σύμφωνον διὰ τὸ |
| book 134b.3 | μοχλός. τὸ μέντοι θολός ὀξυνόμενον πρὸς ἀντιδιαστολήν ἐστιν. A |
| book 136-8.1 | 〈βῆ δ’ ἰέναι— /〉 πρῶτον ἔπειτ’ Ὀδυσῆα |
| book 136-8.2 | 〈— / ἐξ ὕπνου ἀνέγειρε〉: γελοίως τινὲς στίζουσι μετὰ τὸ |
| book 136-8.3 | πρῶτον (137). συναπτέον οὖν αὐτὸ τοῖς ἑπομένοις· ἔστι γὰρ τὸ |
| book 136-8.4 | ἑξῆς, ἔπειτα Ὀδυσσέα πρῶτον ἐξ ὕπνου ἀνήγειρε〈ν〉· ἔστι γάρ τι καὶ ἐν |
| book 136-8.5 | τοῖς μετὰ ταῦτα πρῶτον. A |
| book 137-8.1 | πρῶτον ἔπειτα〈—ἀνέγειρε〉: οὐ δεῖ διαστέλ‐ |
| book 137-8.2 | λειν 〈μετὰ〉 τὸ πρῶτον (137). | πρὸς τὸν ὅμοιον δὲ ἄπεισι πρῶτον. T |
| book 138.1 | ἐξ ὕπνου ἀνέγειρε Γερήνιος: οὐδὲν ἔτι ποιεῖ Ἀγαμέ‐ |
| book 138.2 | μνων, ἀλλ’ ἕπεται αὐτῷ, τοῦτο δηλοῦντος τοῦ ποιητοῦ ὡς ἐν ταῖς |
| book 138.3 | χρείαις ὁ λόγου δυνατὸς ὀφείλει πάντα πράσσειν, οὐχ ὁ βασιλεύς. |
| book 138 | b(BCE3E4)T καὶ Ὀδυσσεὺς „κοιρανέων ἐπεπωλεῖτο“ (Δ 250). T |
| book 139-40.1 | τὸν δ’ αἶψα περὶ φρένας 〈ἤλυθ’ ἰωή, / ἐκ δ’ |
| book 139-40.2 | ἦλθε κλισίησ〉: δυσωπεῖται γὰρ Νέστορος καλοῦντος. οὐ δειλὸς δέ, |
| book 139-40.3 | ὅτι ἐντὸς τῆς σκηνῆς καθεύδει· οὐ γὰρ πρὸς ἀσφάλειαν αἱ σκηναί, ἀλλὰ |
| book 139-40.4 | πρὸς σκέπην αὐτοῖς πεποίηνται. b(BCE3E4)T ὁ γοῦν Ἀγαμέμνων |
| book 139-40.5.1 | εἰς τὴν σκηνὴν εἰσέρχεται Νέστορος (cf. Κ 74—5) οὐδὲν ἐχυρὸν ἔχουσαν |
| book 139-40.5.2 | πρὸς ἔφοδον πολεμίων. T |
| book 140a.1 | ἐκ δ’ ἦλθε κλισίης: σημειοῦνταί τινες, ὅτι ἔνδον κα‐ |
| book 140a.2 | θεύδει Ὀδυσσεύς, ἀλλ’ οὐχ ὁ Διομήδης· „ἐκτὸς ἀπὸ κλισίησ“ (Κ 151). A |
| book 140b.1 | 〈κλισίης:〉 κλισία ἡ σκηνή, ἔνθα ἀνέκλινον τὰ ἅρματα καὶ |
| book 140b.2 | αὐτοὶ ἐκοιμῶντο κείμενοι. A |
| book 141-2.1 | τίφθ’ οὕτω κατὰ νῆας 〈ἀνὰ στρατὸν〉 οἶοι |
| book 141-2.2 | ἀλᾶσθε〈—τόσον ἵκει〉: †προφέρεσθε†· T ταῦτα δὲ ἀνα‐ |
| book 141-2.3 | τεταμένῃ τῇ φωνῇ καὶ ὡς σχετλιάζων, ὅτι θορυβοῦσι τοὺς στρατιώτας |
| book 141-2.4 | μόνοι οἱ βασιλεῖς νυκτὸς περιϊόντες. δέδιεν οὖν, μή τι νεώτερόν ἐστιν ἐν |
| book 141-2.5.1 | τῷ στρατῷ. b(BCE3E4)T μαρτυρεῖ δὲ τούτοις Νέστωρ ἐπιλέγων |
| book 141-2.5.2 | „διογενὲς Λαερτιάδη, / μὴ νεμέσα“ (Κ 144—5). T |
| book 141 | 〈ἐπὶ νῆας:〉 γράφεται „κατὰ νῆασ“. Aim |
| book 142a | 〈ἀμβροσίην:〉 γράφεται καὶ „ὀρφναίην“. Aim |
| book 142b1.1 | 〈νύκτα δι’ ἀμβροσίην;〉 ὅ τι δὴ χρειὼ τόσον |
| book 142b1.2 | ἵκει: ὥσπερ ἐν ἀρχῇ (sc. Κ 141), „τίφθ’ οὕτωσ〈—;〉“, οὕτως καὶ |
| book 142b1.3 | νῦν ἀντὶ τοῦ 〈τί〉 δὴ χρειὼ τόσον ἵκει. ἡ δὲ τῶν ἀναφορικῶν καὶ |
| book 142b1.4 | ἀορίστων ἐναλλαγὴ πρὸς τὰ πευστικὰ συνήθης, ὡς κἀκεῖ „ὁπποίης δ’ |
| book 142b1.5 | ἐπὶ νηόσ“ (α 171) ἀντὶ τοῦ ποίας. | στικτέον δὲ ἐπὶ τὸ ἀμβροσίην. A |
| book 142b2 | ὅ τι δὴ χρε〈ι〉ώ: ἀντὶ τοῦ τί δή, ὡς „ὁπ〈π〉οίης δ’ |
| book 142b2 | ἐπὶ νηόσ“. T |
| book 145.1 | μὴ νεμέσα: παραιτεῖται τὴν μέμψιν, οὐ νεώτερόν τι ση‐ |
| book 145.2 | μαίνων, ἀλλὰ διὰ τὰ ἐνεστῶτα· ὃ συνεὶς Ὀδυσσεὺς ἕπεται μηδ’ |
| book 145.3 | ὁτιοῦν ἀντιλέγων. b(BCE3E4)T |
| book 146a1.1 | 〈ἀλλ’ ἕπευ, ὄφρα:〉 Ἀρίσταρχος χωρὶς τοῦ υ, „ἀλλ’ |
| book 146a1.2 | ἕπε’ ὄφρα“. Aim |
| book 146a2 | ἄνευ τοῦ υ „ἕπεο“. Til |
| book 147a1.1 | βουλὰς βουλεύειν, 〈ἢ φευγέμεν ἠὲ μάχεσθαι〉: |
| book 147a1.2 | οὐ καθ’ ἓν διασταλτέον, βουλεύειν, φευγέμεν, μάχεσθαι, ἀλλὰ |
| book 147a1.3 | συναπτέον ὅλον τὸν στίχον· τὸ γὰρ λεγόμενον τοιοῦτόν ἐστιν· ὃν |
| book 147a1.4 | ἐοικός ἐστι βουλεύεσθαι περὶ τοῦ ἢ μάχεσθαι ἢ φεύγειν. A |
| book 147a2 | ὅλον συναπτέον. Til |
| book 149.1 | ποικίλον ἀμφ’ ὤμοισι σάκος 〈θέτο〉: δειλός, φασίν, |
| book 149.2 | οὗτος ἀσπίδα καὶ †δόρυ ἀναλαμβάνων. ἴσως δὲ σιωπωμένῃ τῇ |
| book 149.3 | ἀποκρίσει χρῆται πρὸς τὸν Νέστορα εἰπόντα βουλεύσεσθαι, πότερον |
| book 149.4 | φευκτέα ἢ μενετέα, ἐμφαίνων διὰ τῆς ἀσπίδος ὅτι μενετέα· δόρυ μὲν |
| book 149.5.1 | γὰρ φέρουσι καὶ μὴ μαχόμενοι, ἀσπὶς δὲ μενόντων ἐστὶ καὶ μαχομένων. |
| book 149.5.2 | b(BCE3E4)T ὅτι δὲ ἐχρῶντο καὶ τῷδε τῷ τρόπῳ τῆς ἀποκρίσεως, |
| book 149.5.3 | δι’ ὑποδείγματος παραστήσω· ἐστασίαζόν ποτε Ἐφέσιοι περὶ χρη‐ |
| book 149.5.4 | μάτων· παρελθὼν δὲ εἰς τὴν ἐκκλησίαν Ἡράκλειτος (fr. 31 d [p. |
| book 149.5.5 | 155], 106 c [p. 543] M.; cf. Vors.6 22 A 3 b) ἐπιπάσας κύλικι ἄλ‐ |
| book 149.10 | φιτα ἐξέπιε τὸν κυκεῶ, ἐμφαίνων ὅτι δεῖ ζηλοῦν αὐτάρκειαν. T |
| book 150-1.1 | τὸν δ’ ἐκίχανον / ἐκτὸς ἀπὸ κλισίης: στρατιωτι‐ |
| book 150-1.2 | κὸν τὸ αἰθριοκοιτεῖν. A b (BE3E4)T δείκνυσι δὲ ὡς οὐ λόγῳ μόνον |
| book 150-1 | ἐστὶ θρασύς. AT |
| book 151.1 | σὺν τεύχεσιν, ἀμφὶ δ’ ἑταῖροι: οὐχ ὡπλισμένος (δει‐ |
| book 151.2 | λῶν γάρ), ἀλλ’ οἷον πλησίον ἔχων τὰ τεύχη. b(BCE3E4)T καλῶς |
| book 151.3 | δὲ οἱ ἑταῖροι τὴν μεθ’ ἡμέραν τάξιν φυλάττουσι τεταγμένοι περὶ τὸν |
| book 151.4 | βασιλέα. b(BCE4)T |
| book 151-2.1 | ἀμφὶ δ’ ἑταῖροι / εὗδον, ὑπὸ κρασὶν δ’ ἔχον |
| book 151-2.2 | ἀσπίδας: διὰ τὴν μεθ’ ἡμέραν ταλαιπωρίαν κοιμῶνται· AT στρα‐ |
| book 151-2.3 | τιωτικὸν γὰρ τοῖς αὐτοῖς ὅπλοις χρῆσθαι καὶ πρὸς πόνους καὶ πρὸς |
| book 151-2.4 | ἀνάπαυλαν. A b (BCE3E4)T |
| book 152-3.1 | ἔγχεα δέ σφιν / ὄρθ’ ἐπὶ σαυρωτῆρος 〈ἐλήλα‐ |
| book 152-3.2 | το〉: τρόπον τινὰ περιχαρακοῦντα τὸν ἡγεμόνα. φοβερὸν δὲ τὸ σχῆ‐ |
| book 152-3.3 | μα καὶ κοιμωμένων, ἴσως ἐμφαίνοντος τοῦ ποιητοῦ καὶ διὰ τούτου τὸ |
| book 152-3.4 | ἀνδρεῖον Διομήδους καὶ ἕτοιμον εἰς μάχην· b(BCE3E4)T διὸ καὶ τὰ |
| book 152-3.5.1 | ἐναντία ἑξῆς φησι περὶ Θρᾳκῶν ὡς ψέγων „ἔντεα δέ σφι / καλὰ παρ’ |
| book 152-3.5.2 | αὐτοῖσιν χθονὶ κέκλιτο εὖ κατὰ κόσμον“ (Κ 471—2). T |
| book 153a.1 | {ὄρθ’ ἐπὶ} σαυρωτῆρος: ἐν τῇ Ἀριστοφάνους „σαυρω‐ |
| book 153a.2 | τῆρασ“ πληθυντικῶς. | σαυρωτὴρ δέ ἐστι τὸ ἀπολῆγον μέρος τοῦ δό‐ |
| book 153a | ρατος, ὅπερ ἀντίκειται τῇ αἰχμῇ, ὃν καὶ οὐρίαχον καλοῦσιν. A |
| book 153b.1 | 〈σαυρωτῆρος:〉 σαυρωτὴρ {δὲ} ἡ δορατοδόκη καλεῖται· |
| book 153b.2 | b(BCE3E4) παρὰ δέ τισιν ὁ καυλὸς τοῦ δόρατος. b(BE3E4) |
| book 153-4.1 | τῆλε δὲ χαλκός / λάμφ’ 〈ὥς τε στεροπή〉: γραφι‐ |
| book 153-4.2 | κῶς T τῷ σκιάζοντι τῆς νυκτὸς ἀντιπεριέστησε τὴν ἐκ τῶν αἰχμῶν |
| book 153-4.3 | ἀναλάμπουσαν αὐγήν, b(BCE3E4)T καὶ ταύτην τῆλε (153). T |
| book 155 | 〈ἀγραύλοιο:〉 τοῦ ἐπ’ ἀγρῷ αὐλιζομένου. Aim |
| book 156.1 | ὑπὸ κράτεσφι τάπης τετάνυστο: ἀναγκαῖον σκληρᾶς |
| book 156.2 | οὔσης τῆς στρωμνῆς τὸ προσκεφάλαιον εἶναι ἁπαλόν, ἵνα μικρὸν |
| book 156.3 | ἀναπαύοιτο. b(BCE3E4)T οὐ μόνον δὲ καθ’ ἡλικίαν, ἀλλὰ καὶ |
| book 156.4 | κατὰ τὸ ἀξίωμα ἑκάστῳ τι ἀπονέμει. τάπης γοῦν τῷ βασιλεῖ ὑπόκει‐ |
| book 156.5 | ται, οὐχ ὡς τοῖς στρατιώταις ἀσπίς. T |
| book 158a.1 | λὰξ ποδὶ κινήσας, 〈ὄτρυνέ τε νείκεσέ τ’ ἄντην〉: |
| book 158a.2 | ὅτι ἐντεῦθεν εἰς τὴν Ὀδύσσειαν (sc. ο 45) μετάκειται ἐπὶ τοῦ Πεισιστρά‐ |
| book 158a.3 | του 〈ἐπὶ〉 κλινιδίου καθεύδοντος παρὰ Μενελάῳ. πρὸς τί οὖν ποδί, |
| book 158a.4 | ἀλλ’ οὐχὶ τῇ χειρί; νῦν μὲν γὰρ εἰκότως 〈ἐπὶ〉 τῆς γῆς κοιμώμενον |
| book 158a.5 | οὕτως ἐγείρει. A |
| book 158b.1 | λὰξ ποδὶ κινήσας: εἰκὸς αὐτὸν διὰ τοὺς μεθ’ ἡμέραν |
| book 158b.2 | κόπους οὐκ αἰσθάνεσθαι. b(BCE3E4)T καλῶς δέ, ὅτι οὐ μονοειδῶς |
| book 158b.3 | ἅπαντες διυπνίζονται. T δυσωπητικὸν δὲ τὸ ὑπὸ τοῦ γέροντος ἀνί‐ |
| book 158b.4 | στασθαι· διὸ καὶ λὰξ αὐτὸν ἀνίστησιν, ὀνειδίζων τὴν ἀπρονοησίαν. |
| book 158b.5 | b(BCE3E4)T |
| book 158c | 〈λὰξ ποδὶ κινήσας:〉 διὰ τοῦ κινήσας ἰάσατο τὸ λάξ. |
| book 158c | 〈λάξ·〉 τῷ ὑποκάτω τῶν δακτύλων μέρει. Til |
| book 159a1 | 〈ὄρσεο:〉 διχῶς ὁ Ἀρίσταρχος, „ἔγρεο“ καὶ ὄρσεο. Aint |
| book 159a2.1 | 〈ἔγρεο:〉 γράφεται καὶ „ὄρσεο“. διχῶς αἱ Ἀριστάρχου. |
| book 159a2.2 | Til |
| book 159b1 | 〈ἀωτεῖς:〉 κοιμᾶσαι, ἀπὸ τοῦ „ἀέσαι“ (ο 40). Til |
| book 159b2 | ἀπανθίζει, | παρὰ τὸ ἄωτον, ὅ ἐστιν ἄνθος, | ἢ κοιμᾷ, |
| book 159b2 | παρὰ τὸ „ἀέσαι“ τὸ κοιμᾶσθαι. Aint |
| book 160-1.1 | οὐκ ἀΐεις 〈ὡς Τρῶες—ἐρύκει:〉 Ἀγαμέμνονα |
| book 160-1.2 | μὲν καταπληχθέντα παραμυθεῖται, Διομήδεα δὲ ἀμελοῦντα ἀναπτεροῖ, |
| book 160-1.3 | καὶ ἄμφω βελτίους ποιεῖ. τὸ δὲ ἀΐεις (160) ἀντὶ τοῦ ἀκούεις, πρὸς |
| book 160-1.4 | πλείονα ἐπίτασιν ὡς πλησιασάντων αὐτῶν. b(BCE3E4)T |
| book 160.1 | ἐπὶ θρωσμῷ πεδίοιο: οἱ μὲν τῷ ἀντικρύ, οἱ δὲ τῷ ὑψηλῷ, |
| book 160.2 | οἱ δὲ τῷ πλατεῖ. T |
| book 160.1 | ἐπὶ θρωσμῷ πεδίοιο: τόπος ἐστὶν—ἔξω τάσσοιν‐ |
| book 160.2 | το. A |
| book 161a1.1 | ὀλίγος δ’ ἔτι χῶρος ἐρύκει: διὰ τοῦ ε „ὀλίγος δέ |
| book 161a1.2 | τε“ αἱ Ἀριστάρχειοι. γράφεται δὲ καὶ „ὀλίγος δ’ ἀπὸ χῶρος ἐέργει“. A |
| book 161a2.1 | Ἀρίσταρχος „ὀλίγος δέ τε“. γράφεται δὲ καὶ „ὀλίγος δ’ |
| book 161a2.2 | ἀπὸ χῶρος ἐέργει“. Aim |
| book 161a3.1 | {εἵαται ἄγχι νεῶν} ὀλίγος δέ τε χῶρος ἐρύκει: οὕτω |
| book 161a3.2 | διὰ τοῦ „τέ“ γραπτέον. καὶ „ὀλίγος δ’ ἀπὸ χῶρος ἐέργει“. T |
| book 164a | 〈σχέτλιός ἐσσι γεραιέ:〉 συναπτέον ἕως τοῦ γεραιέ. Aint |
| book 164b.1 | σχέτλιός ἐσσι, γεραιέ· 〈σὺ μὲν πόνου οὔ ποτε |
| book 164b.2 | λήγεισ〉: ὅτι σεπτικῶς τὸ σχέτλιος καὶ οὐ μεμπτικῶς, εἰς ἑαυτὸν |
| book 164b.3 | ἀγνώμων. καὶ ὅτι πόνον τὴν ἐργασίαν. A |
| book 164c.1 | σχέτλιός ἐσ〈σ〉ι, γεραιέ· 〈σὺ μὲν πόνου οὔ ποτε |
| book 164c.2 | λήγεισ〉: ἡδὺ ἐπίπληξις φιλοπονίας καὶ ἀρετῆς. T | σχέτλιος ὁ |
| book 164c.3 | ἄξια ἀγανακτήσεως πράσσων. εἰώθαμεν δὲ ἀμελείας κρινόμενοι φιλο‐ |
| book 164c.4 | πονωτέρους τοῦ δέοντος †ἀποφάσκειν† τοὺς ἐγκαλοῦντας, τῷ ἐπαίνῳ |
| book 164c.5.1 | ἐκείνων τὸν ἴδιον ἀπολυόμενοι ψόγον, οὐχ ἑαυτοὺς ἧττον τοῦ δέοντος |
| book 164c.5.2 | φάσκοντες πονεῖν, ἀλλ’ ἐκείνους τοῦ δυνατοῦ περαιτέρω. A b (BCE3 |
| book 164c.5.3 | E4)T |
| book 167a.1 | {πάντη ἐποιχόμενοι, σὺ δ’} ἀμήχανος: ὅτι τὸ ἀμήχανος |
| book 167a.2 | δύο σημαίνει, ἓν μὲν ἀνίκητος, ἓν δὲ ἀντὶ τοῦ πρὸς ὃν οὐκ ἔστι μηχανὴν |
| book 167a.3 | εὑρεῖν· ὅπερ καὶ νῦν σημαίνει, ἵνα τῶν πόνων ἀποστῇ. | ἢ †κακο‐ |
| book 167a.4 | πίαστος† καὶ πρὸς πάντα ἕτοιμος. A |
| book 167b.1 | ἀμήχανος: ἀνίκητος, πρὸς ὃν οὐδὲ τὸ γῆρας μηχανή‐ |
| book 167b.2 | σασθαί τι δύναται. b(BCE3)T |
| book 168.1 | 〈τὸν δ’ αὖτε προσέειπε:〉 ἐν ἄλλῳ „τὸν δ’ ἠμείβετ’ |
| book 168.2 | ἔπειτα“. Aint |
| book 169a.1 | ναὶ δὴ ταῦτά γε〈—〉κατὰ μοῖραν ἔειπες: ὁ |
| book 169a.2 | γέρων ἐπαινεθεὶς ἰᾶται τὸ „τί πάννυχον ὕπνον ἀωτεῖς;“ (Κ 159). |
| book 169a.3 | φρονίμως δὲ οὐ συνεχώρησε τούτῳ ὅτι φιλοπονώτερός ἐστι τῶν ἄλλων |
| book 169a.4 | (φορτικὸν γὰρ ἦν), ἀλλὰ τὸν καιρὸν ἐπικίνδυνον εἶναι καὶ τῆς παρὰ |
| book 169a.5 | δύναμιν φιλοπονίας δεόμενον (cf. Κ 172—4). b(BCE3E4)T |
| book 169b | 〈φίλος:〉 Ἀριστοφάνης {φίλος καὶ} „τέκοσ“. Aint |
| book 170.1 | εἰσι〈ν〉 μέν μοι παῖδες: ὅτι εἰς τὰς κοινὰς ὑπηρεσίας πρώ‐ |
| book 170.2 | τους καταλέγει τοὺς ἑαυτοῦ παῖδας. T |
| book 173a1.1 | ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς: ἀντὶ τοῦ τὰ πράγματα |
| book 173a1.2 | —ὀξύτητος κινδύνων, μεταφορικῶς. | συσταλτέον δὲ διὰ τὸ |
| book 173a1.3 | μέτρον τὴν ξυ συλλαβήν. A |
| book 173a2 | τὴν πρώτην δὲ τοῦ ξυροῦ συσταλτέον διὰ τὸ μέτρον. T |
| book 173b.1 | ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς: καὶ διὰ τὸ ὀξὺ καὶ διὰ τὸ |
| book 173b.2 | λεπτὸν ἐπικίνδυνον τοῦτο. T |
| book 174.1 | ἢ μάλα λυγρὸς ὄλεθροσ〈—〉ἠὲ βιῶναι: ἄμφω |
| book 174.2 | τοὺς συνδέσμους ἐγκλιτέον· διαζευκτικοὶ γάρ εἰσιν. | οὐκ εἶπε δὲ κρα‐ |
| book 174.3 | τῆσαι ἢ κρατηθῆναι, ἀλλ’ ἢ κακῶς ἀπολέσθαι ἢ ζῆσαι. T |
| book 175a.1 | Αἴαντα ταχὺν καὶ Φυλέος υἱόν: ὅτι διαστέλλει τῷ |
| book 175a.2 | ἐπιθέτῳ τὸν Λοκρὸν τοῦ Τελαμωνίου, καὶ πρὸς Ζηνόδοτον γράφοντα |
| book 175a.3 | ἐκεῖ (Τ 239) „Φυλείδην τε Μέγην τε“, τὸν Φυλείδην οἰόμενον ὄνομα |
| book 175a.4 | κύριον. A |
| book 175b.1 | Φυλέος υἱόν: Μέγητα. καὶ ἀλλαχοῦ (Τ 239)· „Φυλείδην |
| book 175b.2 | τε Μέγητα“. καὶ πῶς ἀριστεὺς ὑπάρχων οὐκ ἀνίσταται κατὰ Ἕκτο‐ |
| book 175b.3 | ρος (cf. Η 161—9); ἢ ὅτι μείζων ἑαυτοῦ γέγονε, τὴν Ἐπειῶν προσλα‐ |
| book 175b.4 | βὼν ἀρχὴν μετὰ Διώρην (cf. Δ 517—26). T |
| book 176a1.1 | 〈ἄνστησον:〉 οὕτως διὰ τοῦ ν ἄνστησον αἱ Ἀριστάρ‐ |
| book 176a1.2 | χου. Aim |
| book 176a2 | τὸ δὲ ἄνστησον διὰ τοῦ ν. T |
| book 176b | 〈ἄνστησον· σὺ γάρ ἐσσι νεώτερος· εἴ μ’ ἐλεαί‐ |
| book 176b | ρεις:〉 διὰ μέσου τὸ σὺ γάρ ἐσσι νεώτερος. Aim |
| book 176c.1 | ἄνστησον· σὺ γάρ ἐσσι νεώτερος· εἴ μ’ ἐλεαίρεις: |
| book 176c.2 | τὸ ἑξῆς ἄνστησον, εἴ μ’ ἐλεαίρεις. | οὐκ ἐπιτακτικῶς δέ φησιν, |
| book 176c.3 | ἀλλ’ εἰ ταῖς ἀληθείαις ἐλεεῖς με, διὰ τὸ „σὺ μὲν πόνου οὔποτε λήγεισ“ |
| book 176c.4 | (Κ 164). τὸ δὲ σὺ γάρ ἐσσι νεώτερος πεφυλαγμένως προσέταξε |
| book 176c.5.1 | πρὸς τὸ λῆμμα εἰπόντος „οὔ νυ καὶ ἄλλοι ἔασι νεώτεροι υἷες Ἀχαιῶν;“ |
| book 176c.5.2 | (Κ 165), b(BCE3E4)T ὡς, εἰ μὴ παρῆν, δι’ ἑαυτοῦ ἂν ὁ γέρων |
| book 176c.5.3 | ἐκάλεσεν. T |
| book 179.1 | 〈βῆ δ’ ἰέναι,〉 τοὺς δ’ ἔνθεν ἀναστήσας ἄγεν ἥρως: |
| book 179.2 | ταχέως καὶ μεγαλείως· τί γὰρ ἔδει διατρίβειν περὶ πρᾶξιν οὐδὲν |
| book 179.3 | ἠθικὸν οὐδὲ ἀξιόπιστον ἔχουσαν; b(BCE3E4)T |
| book 180.1 | 〈ἐν ἀγρομένοισι ἔμιχθεν:〉 ἐν ἄλλῳ „ἐν ἀγρομένοισι γέ‐ |
| book 180.2 | νοντο“. Aim |
| book 182a1.1 | ἀλλ’ ἐγρηγορτὶ〈—〉εἵατο: καλῶς οὔτε κα‐ |
| book 182a1.2 | τακλίνονται, ἵνα μὴ κατενεχθῶσιν εἰς ὕπνον, οὔτε ἑστήκασιν, ἵνα μὴ |
| book 182a1.3 | προκάμωσι τῆς χρείας. b(BCE3E4)T |
| book 182a2.1 | {ἀλλ’ ἐγρηγορτὶ σὺν τεύχεσιν εἵατο πάντες:} καθέζονται |
| book 182a2.2 | μέν, ἵνα μὴ ἡ ἀνάκλισις ὕπνον ἐμποιήσῃ, οὐχ ἑστᾶσι δέ, ἵνα μὴ πρὸ |
| book 182a2.3 | τῆς χρείας κάμωσιν. A |
| book 182b.1 | ἐγρηγορτὶ σὺν τεύχεσιν: οἰκεῖον φύλαξι τὸ μὴ κοι‐ |
| book 182b.2 | μᾶσθαι μηδὲ πρὸς βραχὺ ἀποθέσθαι τὴν ἀσπίδα. b(BCE3E4)T |
| book 183-6.1 | ὡς δὲ κύνες περὶ μῆλα〈—ὕπνος ὄλωλεν〉: |
| book 183-6.2 | θείως τὴν τῶν φυλάκων ἀγρυπνίαν τῇ τῶν κυνῶν παρέβαλε, καὶ ταῦτα |
| book 183-6.3 | ποιμενικῶν· ὀξυήκοοι γὰρ καὶ ἄγρυπνοι, ἔπειτα καὶ λέοντος προσδο‐ |
| book 183-6.4 | κῶντες ἔφοδον. b(BCE3E4)T |
| book 183 | 〈δυσωρήσονται:〉 ὤρα ἡ φυλακή. Til |
| book 186.1 | ἀπό τέ σφι〈σι〉ν ὕπνος ὄλωλεν: τοῖς κυσίν· θορύβου |
| book 186.2 | γὰρ ἐμπεσόντος, κἂν οἱ ἄνδρες ἀφυπνώσωσιν, οὐκέτι κοιμῶνται οἱ |
| book 186.3 | κύνες· διὸ ὑπερβολικῶς εἶπε τὸ ὄλωλεν, ὡς μηδὲ ὕστερον, εἰ βουλη‐ |
| book 186.4 | θεῖεν, ὑπνωσόντων αὐτῶν. b(BCE3E4)T |
| book 187.1 | {ὡς τῶν} νήδυμος: ὅτι σαφῶς τὸ νήδυμος σὺν τῷ ν. καὶ |
| book 187.2 | ἐπὶ τῶν ἀμφιβόλων οὖν οὕτως γράφεται. A |
| book 188a.1 | φυλασσομένοισι: ὅτι ἀντὶ τοῦ φυλάσσουσι, ATil |
| book 188a.2 | παθητικὸν ἀντὶ ἐνεργητικοῦ. A |
| book 188b.1 | νύκτα φυλασσομένοισι κακήν: κοινῶς, ὡς ἂν εἴποις |
| book 188b.2 | ‘κακὴν νύκτα διήγαγον‘. καὶ ἔστι παθητικὸν ὑπὸ τοῦ ποιητοῦ προσ‐ |
| book 188b.3 | κείμενον. ἅμα δὲ ἐξηγεῖται τὸ „δυσωρήσονται“ (Κ 183)· δηλοῖ γὰρ |
| book 188b.4 | τὴν δυσχερῆ παραφυλακήν. b(BCE3E4)T |
| book 188-9.1 | πεδίον δὲ γὰρ αἰεί / τετράφατο: διὰ τοῦ α〈ἰ〉εί |
| book 188-9.2 | δηλοῖ τοὺς μηδ’ ὅλως ἀφυπνώσαντας, ἀντιστήσαντας τῷ ὕπνῳ τὸν |
| book 188-9.3 | φόβον. T |
| book 189a.1 | τετράφαθ’, ὁππότ’ ἐπὶ Τρώων 〈ἀΐοιεν ἰόντων〉: |
| book 189a.2 | ὅτι οὐ λέγει ‘ὁππότε ἀκούοιεν τῶν Τρώων ἐπιόντων, τότε πρὸς τὸ |
| book 189a.3 | πεδίον τετραμμένοι ἦσαν‘ (οὐδὲ γὰρ ἐπεληλύθεισαν), ἀλλὰ ‘φοβού‐ |
| book 189a.4 | μενοι, μὴ ἐπελεύσονται οἱ Τρῶες, τετραμμένοι ἦσαν πρὸς τὸ πεδίον‘. A |
| book 189b | 〈ἐπὶ Τρώων ἀΐοιεν ἰόντων:〉 ἐπιόντων ἀΐοιεν. Til |
| book 190.1 | τοὺς δ’ ὁ γέρων γήθησεν 〈ἰδὼν θάρσυνέ τε μύθῳ〉: |
| book 190.2 | τὸ πᾶν γὰρ αὐτῷ ἐπιτρέπει ὁ Ἀγαμέμνων. T |
| book 192.1 | οὕτω νῦν, φίλα τέκνα, φυλάσσετε: τεχνικῶς διὰ τοῦ |
| book 192.2 | παραγγεῖλαι αὐτοῖς ὁμοίως φυλάττειν ἐπῄνεσέ τε ἅμα καὶ προσέταξεν |
| book 192.3 | ἀνεπιφθόνως. εὖ δὲ καὶ τὸ φίλα τέκνα· τῷ γὰρ συγγενικῷ ὀνόματι |
| book 192.4 | τὴν ἀπὸ τοῦ ὕπνου νενίκηκεν ἡδονήν. b(BCE3E4)T τοῦ δὲ παιδὸς |
| book 192.5 | οὐδ’ ὅλως ἐμνημόνευσεν. T |
| book 193.1 | μὴ χάρμα γενώμεθα 〈δυσμενέεσσιν〉: τὸ μάλιστα |
| book 193.2 | λυποῦν παρέλαβε, χαρὰν πολεμίων. ὡς ἐν ὑποθήκῃ δὲ λέγων ἐν αὐτοῖς |
| book 193.3 | εἶναι τὴν πᾶσαν τῶν Ἑλλήνων σωτηρίαν φησίν. b(BCE3E4)T |
| book 194a.1 | τάφροιο διέσσυτο: ὑπὲρ γεροντικὴν προθυμίαν καὶ πρῶ‐ |
| book 194a.2 | τος πρόεισι, δυσωπῶν αὐτούς. | διὰ τί δὲ μὴ μᾶλλον ἔσω τοῦ τείχους |
| book 194a.3 | ἀσφαλέστερον βουλεύονται; ἀλλ’ ἐν τῷ στρατεύματι νυκτὸς συνιόντες |
| book 194a.4 | θόρυβον ἂν ἐκίνησαν, καὶ ταῦτα προτεταλαιπωρημένων ἤδη τῶν |
| book 194a.5.1 | Ἑλλήνων. ἄλλως τε ἄτοπον ἦν εἰς κατασκοπὴν ὀτρύνοντας μὴ τολ‐ |
| book 194a.5.2 | μᾶν προϊέναι τῶν πυλῶν. ἔτι δὲ καὶ πρὸς παραμυθίαν τῶν μελλόντων |
| book 194a.5.3 | ἐκπέμπεσθαι b(BCE3E4)T πρὸς τὸ μὴ δοκεῖν πολὺ προκόπτειν τῆς |
| book 194a.5.4 | φάλαγγος. ἦσαν δὲ ἤδη τὰ τῶν φυλάκων 〈κατα〉καυθέντα πυρά· |
| book 194a.5.5 | διὸ ἔλαθον. T |
| book 194b.1 | τάφροιο διέσσυτο: διέβη διὰ τῆς τάφρου, ἵνα μὴ θόρυ‐ |
| book 194b.2 | βος ἐν τῷ στρατοπέδῳ γίνηται, τὴν μὲν σύνοδον ὁρώντων, τὴν δὲ |
| book 194b.3 | αἰτίαν ἀγνοούντων. 〈ἢ〉 ἵνα μὴ γνῶσιν ὅτι κατάσκοποι πέμπονται. | |
| book 194b.4 | ἢ εἰς εὐθυμίαν τῶν κατασκόπων, ἵνα ἀφοβώτερον τυγχάνωσιν ἐγγὺς |
| book 194b.5 | ὄντων. A |
| book 195.1 | 〈ὅσοι κεκλήατο βουλήν:〉 ὅτι ἐλλείπει ἡ εἴς, ἵν’ ᾖ εἰς |
| book 195.2 | βουλήν. Aint |
| book 196-7.1 | τοῖς δ’ ἅμα Μηριόνης καὶ Νέστορος ἀγλαὸς |
| book 196-7.2 | υἱός 〈/ ἤϊσαν〉: διὰ τὸν Ἰδομενέα καὶ Νέστορα. ἅμα δέ, ἵνα οἱ κα‐ |
| book 196-7.3 | τάσκοποι ὁπλισθῶσιν (cf. Κ 235—7). T |
| book 197.1 | αὐτοὶ γὰρ κάλεον συμμητιάασθαι: πιθανῶς, τοὺς |
| book 197.2 | φύλακας εὑρόντες ἐγρηγορότας, ἐπῄνεσαν μὲν αὐτοὺς τοῖς λόγοις, |
| book 197.3 | ἐτίμησαν δὲ τοῖς ἔργοις, ἐπὶ συμβουλίαν τοὺς ἡγεμόνας αὐτῶν παρα‐ |
| book 197 | λαβόντες. T |
| book 198.1 | ὀρυκτήν: τὴν εὖ ὀρυχθεῖσαν, ὅ ἐστι βαθεῖαν. ἢ ἀντιδιαστέλ‐ |
| book 198.2 | λει πρὸς τοὺς ἐξ ὄμβρων γινομένους ῥωχμούς. b(BCE3E4)T |
| book 199a.1 | 〈ἐν καθαρῷ, ὅθι δὴ νεκύων διεφαίνετο χῶρος:〉 |
| book 199a.2 | πρὸς Ἴστρον (cf. FGrHist 334, 70), ὅτι οὐ γέγονε νεκρῶν ἀναίρε‐ |
| book 199a.3 | σις. Aim |
| book 199b.1 | 〈ἐν καθαρῷ ὅθι δὴ νεκύων διεφαίνετο χῶρος:〉 |
| book 199b.2 | τὸ ἑξῆς ἐν καθαρῷ νεκύων, ὅθι διεφαίνετο χῶρος. Aint |
| book 199c.1 | ὅθι δὴ νεκύων διεφαίνετο χῶρος: διεφαίνετο T |
| book 199c.2 | ὡς ἐν σκότῳ οὐ καθαρῶς ἐφαίνετο. ἐκίνησε δὲ ἡμῶν τὴν διάνοιαν τῷ |
| book 199c.3 | ἐναργεῖ, τὸ μὲν περὶ τὴν τάφρον ἅπαν χωρίον φήσας πλῆρες εἶναι κει‐ |
| book 199c.4 | μένων νεκρῶν, ὀλίγον δὲ τὸν καθαρὸν τόπον. b(BE3E4)T |
| book 199d.1 | ὅθι δὴ νεκύων διεφαίνετο χῶρος {πιπτόντων}: |
| book 199d.2 | ἄτοπον, φασί, μηδὲ τοὺς πρὸς τῇ τάφρῳ 〈ἀν〉ελέσθαι νεκρούς. ἀλλ’ |
| book 199d.3 | οὐκ ἂν ἐπέγνωσαν νυκτὸς τοὺς ἑαυτῶν. ἢ διὰ τὴν φαντασίαν. T |
| book 202.1 | πίφαυσκον: ἐνεφάνιζον, ἔλεγον. | φῶ φαύω καὶ πιφαύω, |
| book 202.2 | πιφαύσκω. A |
| book 203.1 | 〈τοῖσι δὲ μύθων ἦρχε:〉 ἐν ἄλλῳ „τοῖσι δὲ καὶ μετέειπε“. |
| book 203.2 | Aint |
| book 204-13a1.1 | ὦ φίλοι, οὐκ ἂν δή τισ〈—πάντας ἐπ’ |
| book 204-13a1.2 | ἀνθρώπουσ〉: ἤτοι διασταλτέον ἐπὶ τὸ ἐλθεῖν (206), ἵνα στίζωμεν |
| book 204-13a1.3 | ἐπὶ τὸ Ἀχαιούς (210) καὶ ἀπ’ ἄλλης ἀρχῆς εὐκτικῶς ᾖ λεγόμενα τὰ |
| book 204-13a1.4 | ἑξῆς ταῦτά τε πάντα πύθοιτο (211). ἢ στικτέον ἐπὶ τὸ ἐλθεῖν |
| book 204-13a1.5.1 | (206) καὶ ἀπὸ ἄλλης ἀρχῆς εἴ τινά που δηΐων ἕλοι ἐσχατόων‐ |
| book 204-13a1.5.2 | τα (206), ἵν’ ὑποστίζωμεν ἐπὶ τὸ ἐσχατόωντα (206) καὶ σφίσιν |
| book 204-13a1.1 | (208) καὶ Ἀχαιούς (210) καὶ πύθοιτο (211) καὶ ἀσκηθής (212), |
| book 204-13a1.2 | τοῦ λόγου τοιούτου γινομένου· εἴ τινα τῶν πολεμίων ἀνέλοι καὶ |
| book 204-13a1.3 | γνοίη, τί βουλεύονται οἱ Τρῶες, καὶ ταῦτα πυθόμενος ὑποστρέψει〈ε〉, |
| book 204-13a1.10 | μεγάλην ἂν ἔχοι δόξαν. A |
| book 204-13a2.1 | ὑποστίζων εἰς τὸ ἐλθεῖν (206) τελειώσεις εἰς τὸ Ἀχαιούς |
| book 204-13a2.2 | (210)· καὶ τελειῶν εἰς τὸ ἐλθεῖν (206) ἀποδώσεις εἰς τὸ ἀνθρώπους |
| book 204-13a2.3 | (213). b(BCE3E4)T |
| book 204-6.1 | ὦ φίλοι, οὐκ ἂν δή τις ἀνὴρ〈— / ἐλθεῖν〉: ἐξ |
| book 204-6.2 | αὐτοῦ τοῦ πράγματος ἄρχεται· οὐκ ἔδει γὰρ προοιμίων, ἀλλ’ ὀξυλα‐ |
| book 204-6.3 | βείας τῷ καιρῷ. ὑποθετικῶς δὲ ἄρχεται, οὐ προστακτικῶς. εὖ δὲ καὶ τὸ |
| book 204-6.4 | μὴ ἕνα ἐκλέξασθαι· ἐλύπησε γὰρ αὐτὸν ὡς καταφρονῶν τῆς αὐτοῦ |
| book 204-6.5.1 | σωτηρίας καὶ τοὺς λοιποὺς ᾔσχυνε. φιλοτιμίαν οὖν τοῖς ἀρίστοις εἰς |
| book 204-6.5.2 | ἀλλήλους ἐμβαλὼν τοὺς ἀτόλμους οὐκ ἤλεγξεν, ἀλλ’ ἡσυχίαν αὐτοῖς |
| book 204-6.5.3 | ἀνεπίφθονον δέδωκεν. b(BCE3E4)T εὖ δὲ καὶ τὸ αὐθαίρετον· πε‐ |
| book 204-6.5.4 | πίθοιτο (204) γὰρ οὐκ ἐμοί, ἀλλ’ ἑῷ αὐτοῦ / θυμῷ (204—5) καὶ |
| book 204-6.5.5 | τολμήεντι (205), ὅ ἐστι περιεκτικὸν τῆς προκειμένης πράξεως. |
| book 204-6.10 | b(BE3E4)T |
| book 204.1 | ἑῷ αὐτοῦ: ὅτι κατὰ τὸ πλῆρες τὰ τοιαῦτα ἐκφέρει ἑῷ |
| book 204.2 | αὐτοῦ καὶ „ἀλλ’ ἐμὸν αὐτοῦ χρεῖοσ“ (β 45) καὶ τὰ τοιαῦτα· καὶ ἐπὶ |
| book 204.3 | τῶν πληθυντικῶν „αὐτῶν γὰρ σφετέρῃσι“ (α 7)· τὸ γὰρ αὐτοῦ καὶ |
| book 204.4 | αὐτῶν κοινόν ἐστιν ἐπίταγμα τῶν τριῶν προσώπων. A |
| book 206.1 | ἕλοι ἐσχατόωντα: †ζωγρήσοι† πρὸς τὸ πυθέσθαι †τὰ |
| book 206.2 | παρὰ τῶν πολεμίων†. διὰ δὲ τοῦ ἐσχατόωντα τὸ ἀκίνδυνον ὑπέφηνε |
| book 206.3 | τῆς πράξεως, b(BCE3E4)T καὶ ἀντιπαρέβαλε τὸ „μέγα κέν οἱ |
| book 206 | ὑπουράνιον κλέος εἴη“ (Κ 212). T |
| book 207.1 | ἤ τινά που καὶ φῆμιν ἐνὶ Τρώεσσι πύθοιτο: εἰώθασιν |
| book 207.2 | οἱ πολεμούμενοι—τὴν Δεκέλειαν. A |
| book 208-10.1 | ἅσσα τε μητιόωσι〈—Ἀχαιούσ〉: ὅτι κακῶς |
| book 208-10.2 | ἐν τοῖς μετὰ ταῦτα (sc. Κ 409—11) κεῖνται, ὅτε τὸν Δόλωνα συλλαμ‐ |
| book 208-10.3 | βάνουσιν οἱ περὶ Διομήδη. | τὴν δὲ σφίσι (208) νῦν ὀρθοτονητέον, |
| book 208-10.4 | καὶ διὰ τὴν σύνταξιν καὶ διὰ τὴν μετάληψιν· εἰς γὰρ σύνθετον. A |
| book 210 | 〈ἂψ ἀναχωρήσουσιν:〉 διὰ τὸ ὑπονοεῖν Ἀχιλλέα. Til |
| book 211a | 〈ταῦτά τε πάντα:〉 ἐπανάληψις. Til |
| book 211b.1 | ἂψ εἰς ἡμέας ἔλθοι: διοριζόμενος θαρσαλεώτερον αὐτὸν |
| book 211b.2 | ποιεῖ. T |
| book 211-2.1 | 〈ταῦτά κε πάντα πύθοιτο, καὶ ἂψ εἰς ἡμέας |
| book 211-2.2 | ἔλθοι /〉 ἀσκηθής· μέγα κέν οἱ ὑπουράνιον 〈κλέος εἴη〉: παν‐ |
| book 211-2.3 | ταχόθεν προτρέπεται, τῷ εὐχερεῖ, τῷ ἀκινδύνῳ, τῷ εὐκλεεῖ. b(BE3 |
| book 211-2.4 | E4)T |
| book 213 | 〈πάντας ἐπ’ ἀνθρώπους:〉 ἀντὶ τοῦ εἰσέπειτα. Til |
| book 214-6.1 | ὅσ〈σ〉οι γὰρ νήεσ〈σ〉ιν ἐπικρατέουσιν〈— |
| book 214-6.2 | ὑπόρρηνον〉: μέγας οὖν ἔσται, ἀριστεῖα παρὰ τῶν ἰδίων λαμβάνων. |
| book 214-6.3 | καὶ τὸ δῶρον ἐκ μεγίστης προφάσεως διδόμενον, b(BCE3E4)T καὶ |
| book 214-6.4 | εἰ μηδέν ἐστιν, ὅμως μέγα. T ἔσται δὲ αὐτῷ, φησίν, ἀγέλη μελαι‐ |
| book 214-6.5.1 | νῶν οἰῶν ὅπερ ἐστὶ σπάνιόν τε καὶ σύμβολον τῆς ἐν νυκτὶ πράξεως. |
| book 214-6.5.2 | b(BCE3E4)T διὰ δὲ τῆς ἐπιγονῆς ἀείμνηστον ποιεῖ τὸ κλέος τῆς |
| book 214-6.5.3 | πράξεως. T |
| book 215 | 〈μέλαιναν:〉 ὅτι νυκτερινὴ ἡ πρᾶξις ἦν. Aim |
| book 216a.1 | θῆλυν ὑπόρρηνον: ὅτι ἡ μὲν ἐπαγγελία τοῦ δώρου |
| book 216a.2 | ῥητή, τὸ δὲ ἀποτέλεσμα ὑποσεσιώπηται. δεῖ δὲ ἡμᾶς συνεκδέξασθαι. A |
| book 216b.1 | ὑπόρρηνον: ἔγκυον, οἱ δὲ θηλάζουσαν. | ὑπόρρηνον |
| book 216b.2 | δὲ γράφει διὰ τοῦ ἑτέρου ρ. T |
| book 216b.1 | διὰ τί μέλανα καὶ ὑπόρρηνα ἐπαγγέλλεται τὰ πρόβατα; καὶ |
| book 216b.2 | ῥητέον ὅτι—ποιήσωνται. A |
| book 217.1 | αἰεὶ δ’ ἐν δαίτῃσι 〈καὶ εἰλαπίνῃσι παρέσται〉: ὡς |
| book 217.2 | τὸ „ἕδρῃ τε κρέασί〈ν〉 τε“ (Θ 162). T ἐκ τούτου δὲ δῆλον ὡς οὐ |
| book 217.3 | πάντες ἀεὶ ἐκαλοῦντο. ἢ τὸ ἀεί τὸ αὐτόματον τῆς ἑστιάσεως δηλοῖ, |
| book 217.4 | b(BCE3E4)T ὡς τὸ „αὐτόματος δέ οἱ ἦλθε“ (Β 408). T |
| book 217.5 | εἰλαπίνῃσιν: ἑορταῖς—ταράσσεσθαι. A |
| book 218a1.1 | οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ: Ἑλληνι‐ |
| book 218a1.2 | κὸν τὸ μὴ προπετῶς ὑποδέχεσθαι τοὺς κινδύνους. T |
| book 218a2 | ἴδιον γὰρ τῶν Ἑλλήνων τὸ προσκέπτεσθαι. Aim |
| book 220a.1 | ἔμ’ ὀτρύνει κραδίη: ἐμέ, πρὸς τὸ „πεπίθοιθ’ ἑῷ αὐτοῦ“ |
| book 220a.2 | (Κ 204). ἔπρεπε δὲ τὸν μένειν συμβουλεύοντα καὶ τοὺς κινδύνους ὑπο‐ |
| book 220a.3 | δύεσθαι. T |
| book 220b.1 | καὶ θυμὸς ἀγήνωρ: παρέλκει τὸ ἐπίθετο〈ν〉, καὶ ἔστιν |
| book 220b.2 | Ὁμηρικόν, ὡς τὸ „Ἀνδρομάχη λευκώλενοσ“ (Ζ 377). T |
| book 221 | ἐγγὺς ἐόντα: οὐκ εἰκῇ τὸ ἐγγὺς ἐόντα, ἀλλ’ ὅτι μέγαν |
| book 221.1 | κίνδυνον ἀναδέχεται. τοῦτο δὲ οὐχ οὕτως ἐξαίρων ἑαυτόν φησιν, ἀλλ’ |
| book 221.2 | ὡς καὶ ἑτέρου συνεργοῦ δεόμενος. b(BCE3E4)T |
| book 222-3.1 | {τρώων} ἀλλ’ εἴ τίς μοι ἀνὴρ 〈ἅμ’ ἕποιτο καὶ ἄλ‐ |
| book 222-3.2 | λος, / μᾶλλον θαλπωρή〉: ἤτοι στικτέον ἐπὶ τὸ ἄλλος (222), |
| book 222-3.3 | ἵν’ ᾖ ὁ λόγος εὐκτικὸς ‘ἀλλ’ εἴθε‘ ἢ παρακελευστικός, ὡς προείρηται |
| book 222-3.4 | (sc. ad Ι 46—7a1)· ἢ ὑποστικτέον ἐπὶ τὸ ἄλλος (222), ἵν’ ᾖ ἀντα‐ |
| book 222-3.5 | πόδοσις τὰ ἐπιφερόμενα μᾶλλον θαλπωρή (223). A |
| book 222 | 〈εἰ:〉 τινὲς ἀντὶ τοῦ εἴθε. Til |
| book 223a.1 | 〈μᾶλλον θαλπωρὴ καὶ θαρσαλεώτερον ἔσται:〉 |
| book 223a.2 | ἤτοι στικτέον ἢ συναπτέον τοῖς ἑξῆς. Aint |
| book 223b1.1 | μᾶλλον θαλπωρὴ〈—ἔσται〉: ἐπιτήδειος ὁ τρό‐ |
| book 223b1.2 | πος πρὸς τὸ κοινωνοὺς ἐν τοῖς δεινοῖς αἱρεῖσθαι, ὅπερ οὐ ποιεῖ Δόλων· |
| book 223b1.3 | διὸ καὶ ἀποτυγχάνει. T |
| book 223b2.1 | ἐπιτήδειόν ἐστι πανταχοῦ τὸ κοινωνὸν ἐν τοῖς δεινοῖς |
| book 223b2.2 | αἱρεῖσθαι, ὅπερ μὴ ποιήσας Δόλων ἀποτυγχάνει. b(BCE3E4) |
| book 224-6.1 | σύν τε δύ’ ἐρχομένω〈—μῆτισ〉: μάλα καλῶς |
| book 224-6.2 | ἡμᾶς ἐδίδαξε κοινωνεῖν ἀλλήλοις ἐν ταῖς βουλαῖς· ὁ μὲν γὰρ εἷς τάχα |
| book 224-6.3 | μὲν οὐδὲ νοήσει ῥᾳδίως, εἰ δὲ καὶ τοῦτο, ἀλλ’ ἀνόητα. οἱ δὲ δύο |
| book 224-6.4 | στερ〈ρ〉οποιοῦσιν ἀλλήλους τῇ κοινωνίᾳ. A |
| book 224a1.1 | σύν τε δύ’ ἐρχομένω 〈καί τε πρὸ ὁ τοῦ ἐνόησεν〉: |
| book 224a1.2 | πρὸς τὸ σχῆμα, ὅτι ὅμοιόν ἐστι ἐκείνῳ „ἄμφω δ’ ἑζομένω“ (Γ 211)· |
| book 224a1.3 | συνερχόμενοι δύο ἀντὶ τοῦ συνερχομένων. ἔνιοι δὲ μὴ νοήσαντες τὸ ν |
| book 224a1.4 | προστιθέασι, κακῶς. A |
| book 224a2 | {σύν τε δύ’ ἐρχομένω:} ὡς τὸ „ἄμφω δ’ ἑζομένω, γεραρώ‐ |
| book 224a2 | τερος ἦεν Ὀδυσσεύσ“ (Γ 211). T |
| book 224b.1 | ἄλλως· ἀντὶ τοῦ δυεῖν συνερχομένω〈ν ὁ〉 ἕτερος πρὸ θατέ‐ |
| book 224b.2 | ρου πολλάκις ἐλογίσατο. | ἢ ὑπὲρ τοῦ ἑτέρου, ὡς „πρό τε παίδων καὶ |
| book 224b.3 | πρὸ γυναικῶν“ (Θ 57). A |
| book 225a.1 | μοῦνος δ’ εἴ πέρ τε: οὕτως Ἀρίσταρχος μοῦνος δ’ |
| book 225a.2 | εἴ πέρ τε, καὶ οἱ ἀπὸ τῆς σχολῆς. | καὶ ὅτι περισσὸς ὁ τέ. A |
| book 225b | εἴ πέρ τε νοήσῃ: οὕτω καὶ οἱ ἀπὸ τῆς σχολῆς. Til |
| book 226.1 | {ἀλλὰ τέ οἱ} βράσσων: ὅτι οἱ Γλωσσογράφοι βράσσων |
| book 226.2 | ἀντὶ τοῦ ἐλάσσων 〈ἀπὸ τοῦ βραχύς· ἀλλ’〉 οὐδαμοῦ κέχρηται τούτῳ |
| book 226.3 | Ὅμηρος. ἀποδοτέον οὖν βρασσόμενος, ταρασσόμενος διὰ τὸ δέος, |
| book 226.4 | οὐχ ἑστηκὼς διὰ τὴν ἀγωνίαν. ἅπαξ δὲ ἐνταῦθα κέχρηται τῇ λέξει. A |
| book 227.1 | οἱ δ’ ἔθελον Διομήδει 〈πολλοὶ ἕπεσθαι〉: προτρέπει |
| book 227.2 | ἐπὶ τὰ καλὰ τῶν ἔργων δεικνὺς ὅτι πᾶς ἀνὴρ ἀγαθὸς πρὸς ὁντιναοῦν |
| book 227.3 | κίνδυνον ἐλθεῖν θέλων πολλοὺς ἕξει τοὺς συγκινδυνεύοντας. b(BCE3 |
| book 227.4 | E4)T |
| book 228-31.1 | ἠθελέτην Αἴαντε δύω〈—ἤθελε〉: παλαιᾶς |
| book 228-31.2 | ἑρμηνείας ἰδέα καὶ μᾶλλον ἔμφασιν ἔχουσα τῷ ἐπιμένειν τῷ ἤθελε |
| book 228-31.3 | (229. 230. 231) καὶ μὴ μεταλλάξαι εἰς τὸ ἐβούλετο ἢ ἄλλο τι. T |
| book 231a.1 | {ἤθελε δ’} ὁ τλήμων: ὅτι τλήμονα οἱ νεώτεροι τὸν |
| book 231a.2 | ἀτυχῆ, ὁ δὲ Ὅμηρος τὸν τλητικόν, τὸν ὑπομενητικόν. A |
| book 231b | ὁ τλήμων Ὀδυσσεύς: ὁ τλήμων πρὸς τὴν ἑτέραν |
| book 231b | ποίησιν, ἵνα εὐφυὴς ἐν ἅπασι γένοιτο. T |
| book 232.1 | αἰεὶ γάρ οἱ ἐνὶ φρεσὶ θυμὸς ἐτόλμα: τολμητὴς ἦν οὐ |
| book 232.2 | μόνον ἐν τῷ παρόντι. T |
| book 233-9.1 | τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέ‐ |
| book 233-9.2 | μνων〈—βασιλεύτερός ἐστιν〉: πάντα Νέστωρ διῴκηκε κα‐ |
| book 233-9.3 | ταπληχθέντος τοῦ βασιλέως. ἄτοπον δὲ ἦν τὸ ἄφωνον αὐτὸν μεῖναι. |
| book 233-9.4 | νῦν οὖν τῷ θάρσει τῶν ἀριστέων ὥσπερ ἀνασφήλας φησὶ περὶ τοῦ |
| book 233-9.5.1 | ἀδελφοῦ· b(BCE3E4)T ἄτοπον γὰρ ἦν Νέστορα καὶ τοῦτο εἰπεῖν |
| book 233-9.5.2 | καταβάλλοντα τὸν Μενέλαον. T |
| book 234.1 | ἐμῷ κεχαρισμένε θυμῷ: ἤδη χάριν αὐτῷ τῆς προθυμίας |
| book 234.2 | ὁμολογεῖ. T |
| book 235 | 〈ἕταρον:〉 συνεργόν. Til |
| book 236a.1 | φαινομένων τὸν ἄριστον: καλῶς παραιτεῖται Μενέ‐ |
| book 236a.2 | λαον· οὐ γὰρ ἄριστος οὗτος. T |
| book 236b.1 | φαινομένων τὸν ἄριστον: τεχνικῶς ἔχει ὁ λόγος· ὁρῶν |
| book 236b.2 | γὰρ τοὺς ἀνθρώπους πολλάκις καὶ παρὰ γνώμην τοὺς ἐν ἀξιώμασιν |
| book 236b.3 | ὄντας προτιμῶντας, ἰδίᾳ μὲν ὤκνησεν περὶ τοῦ ἀδελφοῦ ποιήσασθαι |
| book 236b.4 | τὸν λόγον, μὴ τοῦ κινδύνου αὐτὸν ὑπεκκλέπτειν δοκῇ, κοινῇ δὲ ὑπὲρ |
| book 236b.5 | ἁπάντων λέγει τὸν ἄριστον αἱρεῖσθαι. b(BCE3E4)T |
| book 238.1 | σὺ δὲ χείρον’ ὀπάσσεαι αἰδοῖ εἴκων: διδάσκει ὅτι πολ‐ |
| book 238.2 | λάκις αἰδὼς ἐκκρούει τοῦ συμφέροντος. T |
| book 239.1 | εἰς γενεὴν ὁρόων, μηδ’ εἰ βασιλεύτερός ἐστιν: τοὺς |
| book 239.2 | πρὸς τὰ ἔργα ἡμῖν χρησίμους ἐσομένους ἀξιοῖ Ὅμηρος σκοπεῖν, οὐ |
| book 239.3 | τοὺς εὐγενεῖς ἢ πλουσίους, ὥσπερ καὶ ἰατροὺς οὐ τοὺς πλουσίους πα‐ |
| book 239.4 | ραλαμβάνομεν ἐν ταῖς νόσοις, ἀλλὰ τοὺς ἰάσασθαι δυναμένους. b |
| book 239.5 | (BCE3E4)T |
| book 240.1 | ὣς ἔφατ’, ἔδδεισεν δὲ 〈περὶ ξανθῷ Μενελάῳ〉: ἀθε‐ |
| book 240.2 | τεῖται, ὅτι περισσὸς ὁ στίχος καὶ παρέλκων, καὶ μὴ ἐπιλεγόμενος |
| book 240.3 | ἀπαρτίζει τὴν διάνοιαν. ἡ δὲ διπλῆ, ὅτι ἔξωθεν ἐκ τοῦ ἰδίου προσώ‐ |
| book 240.4 | που ἀναφωνεῖ, ὡς καὶ τὸ „νήπιος, οὐδ’ ἄρ’ ἔμελλε κακὰς ὑπὸ κῆρας |
| book 240.5 | ἀλύξασ“ (Μ 113). A | οὐδὲ ἐν τῇ Ζηνοδότου ἦν. ATil |
| book 242a.1 | εἰ μὲν δὴ ἕταρόν γε: ὅτι ἕταρον νῦν οὐ φίλον, ἀλλὰ |
| book 242a.2 | συνεργὸν λέγει. ἡ δὲ ἀναφορὰ πρὸς τὸ „ἑταρίσσαιτο“ (Ν 456) ἀντὶ τοῦ |
| book 242a.3 | συνεργὸν λάβοι. A |
| book 242b1.1 | κελεύετέ μ’ αὐτόν {ἑλέσθαι}: Ἀλεξίων (fr. 40 B.) τὸ ε |
| book 242b1.2 | τῇ ἀντωνυμίᾳ δίδωσιν, οὐ τῷ ῥήματι τελικόν, καὶ δοκεῖ ὀρθοτονεῖν, |
| book 242b1.3 | ὡς εἰ καὶ συνθέτως ἐλέγετο ἐμαυτόν. καὶ τοῦτό γε ἐχρῆν εἶναι· ἀεὶ γὰρ |
| book 242b1.4 | αἱ τοῦ πρώτου προσώπου ἀντωνυμίαι προτασσόμεναι τῆς αὐτός |
| book 242b1.5.1 | ὀρθοτονοῦνται. ὁ μέντοι Ἀσκαλωνίτης (p. 51 B.) καὶ Ἀρίσταρχος |
| book 242b1.5.2 | ἐγκλιτικῶς ἀνεγνώκασιν ἐπὶ τὴν τε συλλαβὴν ποιοῦντες τὴν ὀξεῖαν, |
| book 242b1.5.3 | ἵνα μὴ ὡς ἀκατάλληλον φανῇ τὸ ‘ἐμαυτὸν ἑλέσθαι‘. A |
| book 242b2.1 | {εἰ μὲν δὴ ἕταρον:} Ἀρίσταρχος τὴν μέ ἐγκλιτικῶς προ‐ |
| book 242b2.2 | φέρεται. T |
| book 243.1 | πῶς ἂν ἔπειτ’ Ὀδυσῆος ἐγὼ 〈θείοιο λαθοίμην〉: τῇ ἀν‐ |
| book 243.2 | δρίᾳ ἑαυτοῦ θαρρῶν σύμβουλον αἱρεῖται· b(BCE3E4)T διὸ |
| book 243 | παρίησιν Αἴαντα. T |
| book 244.1 | οὗ πέρι μὲν πρόφρων κραδίη: ἀληθὴς ὁ ἐν τοῖς κινδύ‐ |
| book 244.2 | νοις ἔπαινος, παρωσάμενος πᾶσαν αἰδῶ. ἅμα δὲ καὶ τοῖς ἄλλοις ἀπο‐ |
| book 244.3 | λογεῖται, οὐ δι’ ἀνδρίαν φήσας αὐτὸν δέχεσθαι, ἀλλὰ διὰ φρόνησιν. A |
| book 244.4 | β (BCE3E4)T | ᾧ ἕκαστος κατὰ σοφίαν εἴκειν ἠξίου. T |
| book 245.1 | 〈φιλεῖ δέ ἑ Παλλὰς Ἀθήνη:〉 ὡς ὑπὸ τῆς θεοῦ τιμώμενος |
| book 245.2 | οἶδε καὶ τοὺς ἄλλους τοὺς ὑπ’ αὐτῆς τιμωμένους. Til |
| book 246a1.1 | {τούτου γ’} ἑσπομένοιο: δύναται καὶ „σπομένοιο“, ὥς |
| book 246a1.2 | φησιν ὁ Ἀσκαλωνίτης (p. 51 B.)· καὶ ὅμοιόν ἐστι τοῦ „ὁ δὲ σπόμενος |
| book 246a1.3 | περὶ δουρί“ (Ν 570). εἰ δὲ Ἀρίσταρχος δασύνει τὸ „εἰ δὲ σοί, ὦ μέγ’ |
| book 246a1.4 | ἀναιδές, ἅμ’ ἑσπόμεθ’“ (Α 158), ἀνάγκη πᾶσα κατ’ αὐτὸν δασύνειν |
| book 246a1.5 | καὶ τὴν μετοχὴν καὶ ἀπὸ τοῦ ε ἄρχεσθαι. A |
| book 246a2.1 | δασύνεται· Ἀρίσταρχος γὰρ δασύνει καὶ τὸ „ἀλλὰ σοί, |
| book 246a2.2 | †μὲν† μέγ’ ἀναιδές, ἅμ’ ἑσπόμεθα“. Til |
| book 246-7.1 | 〈καὶ ἐκ πυρὸς αἰθομένοιο /〉 ἄμφω νοστήσαιμεν: |
| book 246-7.2 | πρὸς τὸ φιλάλληλον οὐκ εἶπε ‘νοστήσαιμι‘, καὶ ὑποφαίνει ὡς, εἰ ἄλλον |
| book 246-7.3 | εἵλετο, αἴτιος ἂν ἀμφοτέροις θανάτου καθειστήκει. b(BCE3E4)T |
| book 246-7.4 | καὶ 〈εὖ〉 ἔοικεν ἔχειν τὸ „θείοιο“ (Κ 243)· μόνους γὰρ θεοὺς οὐκ |
| book 246-7.5 | ἀναλίσκει τὸ πῦρ. T |
| book 247a.1 | περίοιδε: οἱ μὲν ὡς σύνοιδε ἀνέγνωσαν, ἓν ποιοῦντες καὶ |
| book 247a.2 | τρίτην ἀπὸ τέλους τὴν ὀξεῖαν· οἱ δὲ κατὰ παράθεσιν, ἵνα γένηται πε‐ |
| book 247a.3 | ρισσῶς οἶδε. δύναται δὲ καὶ ἐν τῇ συνθέσει τὸ αὐτὸ νοεῖσθαι, ὡς καὶ |
| book 247a | Ἀρίσταρχος βούλεται. A |
| book 247b.1 | ἐπεὶ περίοιδε νοῆσαι: τινὲς κατὰ παράθεσιν τὸ πε‐ |
| book 247b.2 | ρίοιδε. | φασὶ δὲ ἐκ τούτων πεποιῆσθαι τὴν Ὀδύσσειαν. T | ὅτι |
| book 247b.3 | κρείττων ἀνδρίας ἐν κινδύνοις ἡ φρόνησις. b(BCE3E4)T |
| book 249a1.1 | μήτ’ ἄρ με μάλ’ αἴνεε 〈μήτε τι νείκει〉: ἐντεῦθεν |
| book 249a1.2 | Χίλων (Vors.6 10,2, cf. 88 B 7) τὸ ‘μηδὲν ἄγαν‘ φησίν. ἀριστέως |
| book 249a1.3 | δὲ τὸ θέλειν μὲν εὐφημίαν, οὐκ †ἀναδέχεσθαι δὲ αὐτήν†. τινὲς δὲ τὸν |
| book 249a1.4 | λόγον ἀνατείνουσιν εἰς τὸ „πῇ φεύγεις;“ (Θ 94)· οὐκ ἂν δὲ ἐκείνου τοῦ |
| book 249a1.5 | καιροῦ ἐμνήσθη ἐπὶ Νέστορα, ὅσον τὸ καθ’ αὑτὸν προδοῦναι αὐτόν. T |
| book 249a2.1 | ἐντεῦθεν τὸ ‘μηδὲν ἄγαν‘ δηλοῦται. ἀριστέως δὲ τὸ θέλειν |
| book 249a2.2 | μὲν εὐφημίαν, οὐκ ἀνέχεσθαι δὲ αὐτῆς. b(BCE3E4) |
| book 249a2.1 | μήτ’ ἄρ με μάλ’ αἴνε〈ε〉 μήτε τι νείκει: δῆλός ἐστιν ὁ |
| book 249a2.2 | ποιητὴς—τῆς ἐπανόδου τύχῃ. A |
| book 250.1 | εἰδόσι γάρ τοι ταῦτα〈—〉ἀγορεύεις: περισσὸς |
| book 250.2 | ὁ μεταξὺ τῶν φίλων ἔπαινος. b(BCE3E4)T πρὸς δὲ τοὺς ἀγνοοῦν‐ |
| book 250.3 | τας „εἴμ’ Ὀδυσεὺς Λαερτιάδησ“ (ι 19). T |
| book 252a | ἄστρα δὲ δὴ προβέβηκε, 〈παρῴχηκεν δὲ πλέων |
| book 252a | νύξ〉: διὰ τὸ πολυθρύλλητον ζήτημα καὶ τὰς γεγονυίας ἀποδόσεις. | |
| book 252a | γράφεται καὶ οὕτως „ἄστρα δὲ δὴ προβέβηκε, παροίχωκεν δὲ πλέω〈ν〉 |
| book 252a | νύξ / τῶν δύο μοιράων, τριτάτη δ’ ἔτι μοῖρα λέλειπται“· τριφύλακος |
| book 252a.5.1 | γὰρ ἦν καθ’ Ὅμηρον ἡ νύξ. καὶ ἐν ἄλλοις (sc. Φ 111)· „ἔσσεται 〈ἢ〉 |
| book 252a.5.2 | ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ“. | οὕτως καὶ Δωρόθεος ἐν τριακοστῷ |
| book 252a.5.3 | πρώτῳ τῆς Ἀττικῆς λέξεως ἀξιοῖ γράφειν, τὴν μὲν πρώτην διὰ τῆς οι |
| book 252a.5.4 | διφθόγγου, τὴν δὲ δευτέραν διὰ τοῦ ω, „παροίχωκεν“, ἀποτεινόμενος |
| book 252a.5.5 | πολλὰ πρὸς Ἀριστόνικον καὶ Τρύφωνα (cf. fr. 99 V.) ἄλλως γράφον‐ |
| book 252a.10.1 | τας, ἐπιδείξας τὸ οἴχωκεν Ἰακόν. | οὕτως δὲ καὶ Ἀπολλώνιος ὁ |
| book 252a.10.2 | τεχνικὸς (Frg. p. 111, 37) οἶδε τὴν γραφήν. A |
| book 252b1.1 | ἄστρα δὲ δὴ προβέβηκε: ἄτοπον πρὸς ἠῶ κατασκό‐ |
| book 252b1.2 | πους πέμπεσθαι. κατεπείγων οὖν φησιν. T |
| book 252c1.1 | 〈ἄστρα δὲ δὴ προβέβηκε:〉 ἤδη πρὸ τῆς ἐξόδου περὶ |
| book 252c1.2 | τοῦ καιροῦ συμβουλεύει. δεόντως οὖν αὐτὸν εἵλετο. Til |
| book 252a2/b2/c2.1 | ἤδη πρὸ τῆς ἐξόδου περὶ τοῦ καιροῦ συμβουλεύει, |
| book 252a2/b2/c2.2 | κατεπείγων αὐτόν· ἄτοπον γὰρ πρὸς ἠῶ κατασκόπους πέμπεσθαι. | |
| book 252a2/b2/c2.3 | δεόντως οὖν αὐτὸν εἵλετο. b(BCE3E4) |
| book 252d | 〈ἄστρα:〉 ἄστρον ἐστὶν ἀστέρων συμφόρημα, ὡς Ὠρίων, |
| book 252d | Ὀφιοῦχος· ἀστὴρ δέ, ὡς ὅταν λέγωμεν Ἀφροδίτης ἀστὴρ ἢ Διός. A |
| book 252e1 | 〈παρῴχηκεν:〉 Ἀρίσταρχος „παρῴχωκεν“. Aim |
| book 252e2 | {πλέων νύξ:} οὕτω διὰ τοῦ ω κατὰ τροπὴν τοῦ η εἰς ω. T |
| book 252-3a.1 | 〈παρῴχηκεν δὲ〉 πλέω νύξ / τῶν δύο μοιράων, |
| book 252-3a.2 | 〈τριτάτη δ’ ἔτι μοῖρα λέλειπται〉: παρῆλθον τῆς νυκτὸς αἱ δύο |
| book 252-3a.3 | πλήρεις μοῖραι, b(BCE3E4)T ὡς τὸ „μέλαινά τ’ ἄστρων ἐκλέλοι‐ |
| book 252-3a.4 | πεν εὐφρόνη“ (Soph. El. 19), ἵν’ ᾖ τὸ πλέω (252) ἀντὶ τοῦ πλήρης· |
| book 252-3a.5.1 | ὅθεν καὶ τὸ „Πληϊάδας τ’ ἐσορῶντι“ (ε 272) φησὶ περὶ τοῦ Ὀδυσσέως. |
| book 252-3a.5.2 | προοικονομεῖ οὖν, φασί, τὴν Ὀδύσσειαν. T οἱ δέ, τὸ πλέον τῶν |
| book 252-3a.5.3 | δύο μοιρῶν αὑτῆς παρῆλθεν ἡ νύξ, δύο δὲ μοῖραι ὀκτὼ ὧραι. τούτων |
| book 252-3a.5.4 | τὸ πλέον, ὅ ἐστιν ἑπτά, παρῆλθεν, ἐσμὲν δὲ ἐν ὀγδόῃ ὥρᾳ, λείπονται δὲ |
| book 252-3a | τέσσαρες. b(BCE3E4)T δύναται δὲ καὶ οὕτως εἶναι· πολλάκις γὰρ |
| book 252-3a.10.1 | τῇ τριακοστῇ τοῦ μηνὸς τὸ δειλινὸν λέγομεν τὴν τριακοστὴν μόνην |
| book 252-3a.10.2 | ὑπολείπεσθαι τῷ μηνί. καὶ ἀλλαχοῦ· „οἱ δὲ πανημέριοι μολπῇ θεόν“ |
| book 252-3a.10.3 | (Α 472), τὸ λεῖπον τῆς ἡμέρας. T |
| book 252-3b1.1 | πλέω 〈νύξ /〉 τῶν δύο μοιράων: τὴν πλείονα μοῖραν |
| book 252-3b1.2 | τῶν δύο μοιρῶν, ἵνα λείπηται μέρος τι τῶν δύο καὶ ἡ τρίτη τελεία. T |
| book 252-3b2.1 | τὸ δὲ ὅλον οὕτως· παρῆλθεν ἡ πλείων ἤδη μοῖρα τῶν δύο |
| book 252-3b2.2 | τῆς νυκτὸς μοιρῶν, ἵνα λείπηται μέρος τι τῶν δύο καὶ τρίτη τελεία. |
| book 252-3b2.3 | b(BE3E4) |
| book 253a1.1 | τῶν δύο μοιράων, 〈τριτάτη δ’ ἔτι μοῖρα λέ‐ |
| book 253a1.2 | λειπται〉: ἀθετεῖται, ὅτι αὔταρκες τὸ κεφαλαιωδῶς εἰπεῖν „ἄστρα δὲ |
| book 253a1.3 | δὴ προβέβηκε“ (Κ 252)· τὸ γὰρ τοῦ καιροῦ τοῦτο ἀπαιτεῖ, τὸ δὲ |
| book 253a1.4 | προσδιασαφεῖν κατὰ τὸ ἀκριβὲς τὸ παρεληλυθὸς καὶ τὸ περιλειπόμενον |
| book 253a1.5.1 | ὥσπερ ἀστρονόμου τινός. οὐχ Ὁμηρικὸν δὲ καὶ τὸ τῶν δύο· οἱ „δύο“ |
| book 253a1.5.2 | μὲν γὰρ λέγει (Ε 303 al.) καὶ τοὺς „δύο“ (Β 346 al.), 〈τῶν δύο δὲ〉 |
| book 253a1.5.3 | ἢ τοῖς δύο οὐκ ἔστιν εὑρεῖν παρ’ Ὁμήρῳ. Ζηνόδοτος 〈οὐ〉δὲ ἔγραφεν, |
| book 253a1.5.4 | Ἀριστοφάνης ἠθέτει. A |
| book 253a2 | Ἀριστοφάνης ἀθετεῖ. Til |
| book 255.1 | Τυδείδῃ μὲν δῶκε〈—〉Θρασυμήδης: ἵνα μὴ |
| book 255.2 | ἀπιόντες πάλιν εἰς τὰς σκηνὰς χρονοτριβοῖεν. b(BCE3E4)T φησὶ |
| book 255.3 | δὲ „ἐκ δὲ φυλακτῆρες σὺν τεύχεσιν“ (Ι 80). T Θρασυμήδης δὲ |
| book 255.4 | ὁπλίζει αὐτὸν ὡς νεωστὶ Νέστορα σώσαντα (cf. Θ 99—171). b |
| book 255.5 | (BCE3E4)T |
| book 256-7.1 | 〈φάσγανον ἄμφηκες· τὸ δ’ ἑὸν παρὰ νηῒ λέ‐ |
| book 256-7.2 | λειπτο· / καὶ σάκος:〉 τὸ ἑξῆς φάσγανον ἄμφηκες καὶ σάκος, |
| book 256-7.3 | τὰ δὲ ἄλλα διὰ μέσου. Aint |
| book 256 | 〈τὸ δ’ ἑὸν παρὰ νηῒ λέλειπτο:〉 τοῦτο διὰ μέσου. ὁ δὲ |
| book 256 | δέ ἀντὶ τοῦ γάρ. Til |
| book 257 | 〈καὶ σάκος:〉 εἰς προβολὴν †τοῦ τόξου† Ὀδυσσέως. Til |
| book 258a.1 | ταυρείην ἄφαλόν τε 〈καὶ ἄλοφον〉: ἡ διπλῆ, ὅτι |
| book 258a.2 | „κυνέην“ (Κ 257) μὲν καταχρηστικῶς τὴν ἐκ ταυρείου δέρματος, |
| book 258a.3 | ἄφαλον δὲ καὶ ἄλοφον κατ’ ἐπιτήδευσιν, ἵνα λανθάνῃ· φάλοι γὰρ |
| book 258a.4 | τὰ ἐπὶ τῶν περικεφαλαιῶν λαμπρὰ ἀσπιδίσκια, λόφοι δὲ αἱ τριχώ‐ |
| book 258a.5 | σεις. A |
| book 258b.1 | ἄφαλον: ὁ φάλος ὀμφαλός ἐστι μικρὸς ἀσπίδι μικρᾷ πα‐ |
| book 258b.2 | ραπλήσιος. κεῖται δὲ κατὰ τὸ μέτωπον ὑπερέχων τῶν ὀφρύων, |
| book 258b.3 | ἀποσκιάζων τὴν αὐγὴν τοῦ ἡλίου, A b (BCE3E4)T οἷαι τῶν Κο‐ |
| book 258b.4 | ρυβάντων εἰσὶν αἱ κόρυθες καὶ τῶν Παλλαδίων. ὅτι δὲ κατὰ τὸ μέτωπόν |
| book 258b.5.1 | ἐστιν ὁ φάλος, δῆλον ἐκ τούτων „τόν ῥ’ ἔβαλε πρῶτος κόρυθος φάλον, / |
| book 258b.5.2 | ἐν δὲ μετώπῳ πῆξε“ (Δ 459—60) κἀκ τούτων „ψαῦον δ’ ἱππόκομοι |
| book 258b.5.3 | κόρυθες λαμπροῖσι φάλοισι/ AT νευόντων· ὡς πυκνοὶ ἐφέστασαν“ |
| book 258b.5.4 | (Ν 132—3). T |
| book 258c1 | ἄλοφον: πρὸς τὸ λανθάνειν. ἄφαλον δὲ ἀναγκαίως· ἐκ |
| book 258c1 | γὰρ τῶν φάλων εἰώθασιν ἐκδεῖσθαι οἱ λόφοι. T |
| book 258c2 | ἦν δὲ ἄφαλος, καὶ ἄλοφος διὰ τὸ λανθάνειν. b(BCE3E4) |
| book 258d | 〈ἄλλοφον:〉 Ἀρίσταρχος „ἄλοφον“. Aint |
| book 258e.1 | καταῖτυξ: εἶδος—κοίλην εἶναι. | ἡ καταῖτυξ προ‐ |
| book 258e.2 | περισπᾶται. πάντα τὰ εἰς υξ συστέλλει τὸ υ, τὰ μέντοι διὰ τοῦ κ |
| book 258e.3 | κλινόμενα ἐνίοτε ἐκτείνει τὸ υ· τὸ γὰρ „κήρυκι Ἠπυτίδῃ“ (Ρ 324) |
| book 258e.4 | συνέσταλται διὰ τὸ μέτρον. A |
| book 258f.1 | καταῖτυξ: παρὰ τὸ κάτω τετύχθαι· λόφον γὰρ οὐκ ἔχει. |
| book 258f.2 | b(BCE3)T |
| book 259.1 | ῥύεται δὲ κάρη: δείκνυσιν ὅτι πρὸς μόνην σκέπην πεποίη‐ |
| book 259.2 | ται, οὐ πρὸς κόσμον. b(BCE3E4)T | φάλος δέ ἐστι μικρὸς ὀμφαλός, |
| book 259.3 | οὗ δεῖται ὁ λόφος. T |
| book 260.1 | Μηριόνης δ’ Ὀδυσῆϊ δίδου βιόν: ὡς Κρὴς ἔχει τόξον. | |
| book 260.2 | ὅπως βάλλοι λανθάνων τοὺς ἐν φωτί. καὶ προοικονομεῖ καιρίως τὴν |
| book 260.3 | μνηστηροκτονίαν. T |
| book 262-4.1 | ῥινοῦ ποιητήν· πολέσιν δ’ ἔντοσθεν ἱμᾶσιν |
| book 262-4.2 | 〈—ἔνθα καὶ ἔνθα〉: ὥστε τῇ ἐμπλοκῇ τῶν ἱμάντων δυσδιάλυ‐ |
| book 262-4.1 | τον μεῖναι τὸ κράνος, τὴν δὲ ἔξωθεν ἐπιφάνειαν σκέπεσθαι †κατὰ† τῶν |
| book 262-4.2 | ὀδόντων πυκνῶς ἐρεισθέντων. b(BCE3E4)T |
| book 262 | 〈ῥινοῦ ποιητήν:〉 πρὸς τὸ λαθεῖν τὴν περικεφαλαίαν. Aint |
| book 263-4.1 | 〈ὀδόντες / ἀργιόδοντος ὑὸς θαμέες ἔχον ἔνθα |
| book 263-4.2 | καὶ ἔνθα:〉 πρὸς τὸ ἀποκρούεσθαι τὰ βαλλόμενα μεμηχάνηνται οἱ |
| book 263-4.3 | ὀδόντες. Til |
| book 265a.1 | μέσσῃ δ’ ἐνὶ πῖλος ἀρήρει: ὅτι τὸ κοινὸν καὶ συμβε‐ |
| book 265a.2 | βηκὸς ταῖς περικεφαλαίαις εἰπόντος τοῦ ποιητοῦ, ζωγράφοι καὶ |
| book 265a.3 | πλάσται πιλίον ἐπέθεσαν τῷ Ὀδυσσεῖ. A |
| book 265b.1 | πῖλος ἀρήρει: Ἀπολλόδωρος ὁ σκιογράφος ἐντεῦθεν |
| book 265b.2 | πρῶτος ἔγραψεν πῖλον Ὀδυσσεῖ. ἀλλ’ οὐκ ἦν αὐτοῦ ἡ περικεφαλαία, |
| book 265b.3 | κοινόν τε πάσῃ τὸ ἔχειν. T |
| book 265c.1 | μέσσῃ δ’ ἐνὶ πῖλος 〈ἀρήρει〉: καὶ τοῦτο ὁμοίως τῷ |
| book 265c.2 | προκειμένῳ ἀναγνωστέον. AAim |
| book 266-7a1.1 | τήν ῥά ποτ’ ἐξ Ἐλεῶνοσ〈— / ἐξέλετ’ Αὐτό‐ |
| book 266-7a1.2 | λυκος:〉 Αὐτόλυκος Ἑρμοῦ καὶ Στίλβης τῆς Ἑωσφόρου δῶρον παρὰ |
| book 266-7a1.3 | τοῦ πατρὸς ἔλαβε τοῦτο ὥστε κλέπτειν καὶ τῶν κλεπτομένων ἀμείβειν |
| book 266-7a1.4 | τὴν ἰδέαν. καί ποτε κλέψαντος αὐτοῦ Σισύφου βόας παρῆν ὁ Σίσυφος |
| book 266-7a1.5.1 | ἐπιγνοὺς τὰς ἰδίας· ὡς δὲ ἠρνεῖτο, Σίσυφος στρέψας τὰς ὁπλὰς τῶν |
| book 266-7a1.5.2 | βοῶν ἔδειξε τὸ ὄνομα αὐτοῦ ἐγκεκολαμμένον. ὁ δὲ φωραθεὶς ἐπὶ ξενίαν |
| book 266-7a1.5.3 | αὐτὸν προετρέπετο· ὅθεν μεθυσθεὶς βιάζεται Ἀντίκλειαν καὶ ποιεῖ |
| book 266-7a1.5.4 | Ὀδυσσέα. T |
| book 266-7a2 | Αὐτόλυκος: ὁ Ἑρμοῦ υἱός, κλεπτίστατος ἀνθρώπων. A |
| book 266a.1 | τήν ῥά ποτ’ ἐξ Ἐλεῶνος 〈Ἀμύντορος Ὀρμενί‐ |
| book 266a.2 | δαο〉: προειπὼν ἐν Θεσσαλίᾳ κατοικεῖν τὸν Ἀμύντορα, δι’ ὧν φησι |
| book 266a.3 | Φοῖνιξ „φεῦγον ἔπειτ’ ἀπάνευθε δι’ Ἑλλάδοσ“ (Ι 478), ἐνθάδε πῶς ἐν |
| book 266a.4 | Ἐλεῶνι τῆς Βοιωτίας αὐτόν φησιν οἰκεῖν; ἡ δὲ λύσις ῥᾳδία· ἦν μὲν γὰρ |
| book 266a.5.1 | ὁμωνυμία τῷ Φοίνικος 〈πατρί〉. Φερεκύδης (FGrHist 3, 81) δὲ |
| book 266a.5.2 | Βοιωτὸν τὸν Ἀμύντορά φησιν· καὶ γὰρ ὁ ποιητὴς οὐκ ἀπὸ τῆς Ἑλ‐ |
| book 266a.5.3 | λάδος φησὶ φεύγειν τὸν Φοίνικα. δύναται δὲ καὶ ἐν Ἑλλάδι οὕτω τις |
| book 266a.5.4 | προσαγορεύεσθαι τόπος Ἐλεών. T |
| book 266b.1 | {τήν ῥά ποτ’ ἐξ} Ἐλεῶνος: εἰσὶν οἳ ψιλοῦσιν. ὁ δὲ Ἀσκα‐ |
| book 266b.2 | λωνίτης (p. 51 B.) φησὶ δασύνεσθαι. ἔστι δέ τινα, ἃ ἱστορίᾳ τοπικῇ |
| book 266b.3 | κατέχεται. οὕτως οὖν καὶ ἐπὶ τούτου· ἱστοροῦσι γὰρ οὕτως δασέως |
| book 266b.4 | τὴν πόλιν λέγεσθαι. πῶς οὖν ἐν τῷ Καταλόγῳ ψιλῶς ἀνέγνωμεν „οἵ |
| book 266b.5.1 | τ’ Ἐλεῶν’ εἶχον“ (Β 500); φασὶ γὰρ κἀνταῦθα τὴν Βοιωτιακὴν εἶναι |
| book 266b.5.2 | πόλιν. A |
| book 266c.1 | 〈Ἀμύντορος Ὀρμενίδαο:〉 ὅτι ὁμώνυμος οὗτος τῷ |
| book 266c.2 | τοῦ Φοίνικος πατρὶ Βοιωτός. Aint |
| book 266-8a1.1 | 〈τήν ῥά ποτ’ ἐξ Ἐλεῶνος—Σκάνδειαν δ’ |
| book 266-8a1.2 | ἄρα δῶκε:〉 ἐν Ἐλεῶνι τὴν κλοπήν φησιν, ἐν δὲ Σκανδείᾳ τὴν διανο‐ |
| book 266-8a1.3 | μήν. Til |
| book 266-8a2.1 | τὴν μὲν κλοπὴν ἐν Ἐλεῶνί φησι γενέσθαι τῆς Ἀμύντορος |
| book 266-8a2.2 | καταίτυγος (Ἐλεὼν δὲ πόλις τῆς Βοιωτίας), τὴν δὲ διανομὴν ἐν Σκαν‐ |
| book 266-8a2.3 | δείᾳ πόλει Κυθήρων. b(BCE3) |
| book 268a.1 | Σκάνδειαν δ’ ἄρα 〈δῶκε Κυθηρίῳ Ἀμφιδάμαντι〉: |
| book 268a.2 | ὅτι οὕτως εἶπεν ἀντὶ τοῦ εἰς Σκάνδειαν ἀπέστειλεν, ὡς „πεύθετο γὰρ |
| book 268a.3 | Κύπρον δέ“ (Λ 21) ἀντὶ τοῦ εἰς Κύπρον ἠκούετο διὰ τὸ διαγγέλλεσθαι |
| book 268a.4 | ἐκ τόπου εἰς τόπον. | Σκάνδεια δὲ πολισμάτιον Κυθήρων. ἀγνοήσαν‐ |
| book 268a.5.1 | τες δέ τινες τὸ ὄνομα ἐνόμισαν εἶδος περικεφαλαίας τὴν σκάνδειαν ὡς |
| book 268a.5.2 | στεφάνην. Κύθηρα δὲ νῆσος τῆς Λακωνικῆς, ἐν ᾗ λαμπρῶς τιμᾶται |
| book 268a.5.3 | Ἀφροδίτη· διὸ καὶ „Κυθέρεια“ (ς 193) ἐπιθετικῶς ἡ θεός. A |
| book 268b.1 | 〈Σκάνδειαν δ’ ἄρα:〉 κατὰ παράλειψίν ἐστι τῆς εἴς προ‐ |
| book 268b.2 | θέσεως, ἵν’ ᾖ εἰς Σκάνδειαν. b(BCE3E4) | εἰς δὲ τὸ ἄρα διαστολὴ |
| book 268b.3 | μικρά. τὸ δὲ ἑξῆς ἀκόλουθον. b(BCE3) |
| book 268c.1 | 〈Σκάνδειαν:〉 πόλις τῶν Κυθήρων. | λείπει δὲ ἡ εἴς, ἀντὶ |
| book 268c.2 | τοῦ εἰς τὴν Σκάνδειαν. Til |
| book 270.1 | φορῆναι: ἐκ τοῦ φόρημι φορέναι, ἔκτασις φορῆναι, ὡς καὶ τὸ |
| book 270.2 | εἶναι. T |
| book 271.1 | δὴ τότ’ Ὀδυσσῆος πύκασεν κάρη: ἡδεῖα ἡ περιπέτεια, |
| book 271.2 | τὸ διὰ τοσούτων ἐλθοῦσαν τὴν κυνῆν πάλιν σκεπάσαι Ὀδυσσέα τὸν |
| book 271.3 | ἐξ Αὐτολύκου. b(BCE3E4)T |
| book 272.1 | 〈ὅπλοισιν ἔνι〉 δεινοῖσιν: ἴσως διὰ τὴν κατάπληξιν τῆς |
| book 272.2 | προσδοκωμένης δι’ αὐτῶν λαθραίας πράξεως b(BCE3E4)T τὴν |
| book 272.3 | δεινότητα τοῖς ὅπλοις προσῆψεν. b(BCE3E4) |
| book 273a.1 | λιπέτην δὲ 〈κατ’ αὐτόθι〉 πάντας ἀρίστους: μέ‐ |
| book 273a.2 | νοντας καὶ καραδοκοῦντας τὴν ἀπόβασιν. b(BCE3)T |
| book 273b.1 | κατ’ αὐτόθι: φασὶ παρέλκειν τὴν κατά· διὸ φυλάσσειν |
| book 273b.2 | τὸν αὐτὸν τόνον. κἂν μὴ παρέλκῃ δέ, συντάσσηται δὲ τῷ λιπέτην, |
| book 273b.3 | οὐ δύναται ἀναστρέφεσθαι κατὰ δύο τρόπους, καὶ ἐπεὶ συνήλειπται |
| book 273b.4 | καὶ ἐπεὶ μεταξὺ πέπτωκεν ὁ δέ σύνδεσμος. A |
| book 274-5.1 | τοῖσι δὲ δεξιὸν 〈ἧκεν ἐρωδιὸν ἐγγὺς ὁδοῖο / |
| book 274-5.2 | Παλλὰς Ἀθηναίη〉: ἀγαθὸν λίαν τὸ σημεῖον τοῖς ἐνεδρεύουσιν, ὥς |
| book 274-5.3 | φησιν Ἕρμων. ἐδήλου δὲ ὅτι οὐχ ὁραθήσονται μέν, ἔκπυστα δὲ καὶ |
| book 274-5.4 | ἄκρυπτα δράσουσι τοὺς πολεμίους. ἐρωδιὸν δὲ ἔπεμψεν ἡ Ἀθηνᾶ, |
| book 274-5.5 | ἐπεὶ ἑλώδης ὁ τόπος παρὰ τῷ Σκαμάνδρῳ, ὑδατῶδες δὲ τὸ ὄρνεον |
| book 274-5.1 | (ἐδήλου οὖν τὴν ἐπὶ τὰς ναῦς ὑποστροφήν) b(BCE3E4)T καὶ |
| book 274-5.2 | νυκτὸς ἀγρεύει καὶ ἁρπακτικόν ἐστιν. ἀντὶ δὲ τοῦ Παλλάς (275) |
| book 274-5.3 | „πέλλον“ γράφειν φησὶ δεῖν ὁ Ζώπυρος (FGrHist 494, 1)· τρία γὰρ |
| book 274-5.4 | γένη ἐρωδιῶν· πέλλος, ὅς ἐστιν ἅρπαξ· πύγαργος, ὃς αἱμορραγεῖ διὰ |
| book 274-5.10 | τῶν ὀφθαλμῶν ἐν ταῖς συνουσίαις· ὁ δὲ ἀφροδίσιος, ὃς ἁρμόζει ἐν ταῖς |
| book 274-5 | συνουσίαις. T |
| book 274a.1 | τοῖσι δὲ δεξιὸν ἧκεν ἐρωδιόν: εἰκότως ἡ Ἀθηνᾶ |
| book 274a.2 | ἐπιπέμπει αὐτοῖς ἐρωδιόν· τοῖς γὰρ ἐπὶ λαθραίους πράξεις ἀπιοῦσιν |
| book 274a.3 | αἴσιος. ἄλλως τε ὅτι καὶ δι’ ἑλώδους ἐβάδιζον τόπου· ἕλειον δὲ καὶ τὸ |
| book 274a.4 | ζῷον. | διὰ τί δὲ οὐκ εἶπε μᾶλλον τὴν γλαῦκα—θηρευτικὸν τὸ |
| book 274a.5.1 | ζῷον. | ἱστορεῖ περὶ αὐτοῦ Ἀριστοτέλης ἐν τῷ Περὶ ζῴων (h. an. |
| book 274a.5.2 | 9, 18 p. 616b32—617a7). A |
| book 274b1.1 | ἐγγὺς ὁδοῖο: παρὰ τὴν ἔξοδον. προχαρίζεται δὲ τῷ |
| book 274b1.2 | ἀκροατῇ, προαναφωνῶν αὐτῶν τὴν κατόρθωσιν. T |
| book 274b2.1 | ἐγγὺς τῆς ἐξόδου, πρὸ τοῦ πόρρω αὐτοὺς ἀποβῆναι. b |
| book 274b2.2 | (BCE3E4) |
| book 275a.1 | τοὶ δ’ οὐκ ἴδον ὀφθαλμοῖσιν: ὅτι καὶ αὐτοὶ ὑπὸ |
| book 275a.2 | πολεμίων ἔμελλον οὐχ ὁραθέντες τὰ βουλεύματα αὐτῶν παρὰ Δόλωνος |
| book 275a.3 | ἀκούειν. ἄλλως τε ὅτι οὐκ αἴσιος ὁ ἐρωδιὸς ὁ ὁρώμενος ὑπὸ τῶν εἰς |
| book 275a.4 | ἐνέδραν ἀπιόντων. A |
| book 275b.1 | τοὶ δ’ οὐκ ἴδον ὀφθαλμοῖσιν: ἐδήλου ὡς οὐκ ὀφθή‐ |
| book 275b.2 | σονται μὲν †αὐτοῖς†, εἴσονται δὲ τὰ τῶν πολεμίων διὰ τῆς φωνῆς τῆς |
| book 275b.3 | Δόλωνος. b(BCE3E4)T |
| book 276 | 〈νύκτα δι’ ὀρφναίην:〉 οἰκονομικῶς· ἀσέληνος γάρ ἐστιν |
| book 276 | ἡ νύξ. ἀμέλει Νέστωρ οὐχ ὁρᾷ (cf. Κ 532). Til |
| book 277a.1 | χαῖρε δὲ τῷ ὄρνιθ’ Ὀδυσεύς: ὅτι ἐπὶ τῷ ὄρνιθι. καὶ |
| book 277a.2 | ἐν Ὀδυσσείᾳ „καί τέ σφιν ἰαίνομαι εἰσορόωσα“ (τ 537), ἐπ’ αὐτοῖς. A |
| book 277b | 〈χαῖρε δὲ τῷ ὄρνιθ’ Ὀδυσεύς:〉 ὡς ἐμφρονέστερος. Til |
| book 277c.1 | 〈ὄρνιθ’:〉 ἐκ πλήρους ὄρνιθι δοτική, ὡς „θῖν’ ἐφ’ ἁλὸς πο‐ |
| book 277c.2 | λιῆσ“ (Α 350). Til |
| book 277d1.1 | ἠρᾶτο δ’ Ἀθήνῃ: οἱ μὲν Ἕλληνες θεὸν ἡγεμόνα πρὸ |
| book 277d1.2 | τῶν ἔργων ἐπικαλοῦνται, ὁ δὲ βάρβαρος Δόλων οὐκ ἔτι εὔχεται. T |
| book 277d2.1 | καλῶς οἱ μὲν Ἕλληνες θεὸν ἡγεμόνα ἐπικαλοῦνται καὶ |
| book 277d2.2 | ἀκούονται, ὁ δὲ βάρβαρος Δόλων μὴ εὐχόμενος ἀποτυγχάνει. b |
| book 277d2.3 | (BCE3E4) |
| book 278-9.1 | ἥ τέ μοι αἰεί 〈/ ἐν πάντεσσι πόνοισι〉 παρίστα‐ |
| book 278-9.2 | σαι: πραγματικῶς· προθυμοτέρως γὰρ καὶ θεοὶ καὶ ἄνθρωποι εὐεργε‐ |
| book 278-9.3 | τοῦσι τοὺς ὑπὲρ ὧν εὖ πεπόνθασι χάριν ὁμολογοῦντας. b(BCE3E4)T |
| book 280 | 〈κινύμενος:〉 ὑπερβολικῶς, οἷον κἂν ἐπὶ σμικρὰν πρᾶξιν |
| book 280 | ὁρμῶν. b(BCE3E4)Til |
| book 281a.1 | δὸς δὲ πάλιν ἐπὶ νῆας 〈ἐϋκλεῖας ἀφικέσθαι〉: ὅτι |
| book 281a.2 | τὸ πάλιν ἀντὶ τοῦ εἰς τοὐπίσω, καὶ ὅτι Ἰακὸν τὸ συστέλλειν, εὐ‐ |
| book 281a.3 | κλεῖας καὶ „δυσκλέα“ (Β 115. Ι 22)· οἱ δὲ Ἀττικοὶ ἐκτείνουσι τὰ |
| book 281a.4 | τοιαῦτα. A |
| book 281b1.1 | εὐκλεῖας: προπερισπαστέον· ἐκ γὰρ τοῦ εὐκλέας ἐγένετο |
| book 281b1.2 | κατ’ ἐπένθεσιν τοῦ ι· λέγει γὰρ ‘δὸς ἡμᾶς εὐκλεεῖς καὶ ἐνδόξουσ‘. οἱ δὲ |
| book 281b1.3 | ἐκτείνοντες ἄνευ λόγου ἐκτείνουσιν. A |
| book 281b2 | ἀπὸ τοῦ εὐκλέας γέγονε· διὸ προπερισπαστέον. Til |
| book 282a.1 | 〈μέγα ἔργον:〉 Ἀρίσταρχος τὸ φονεῦσαι τὸν Ἕκτορα. |
| book 282a.2 | Ail |
| book 282b.1 | 〈ὅ κε Τρώεσσι μελήσει:〉 ὅτι ὁ κέ σύνδεσμος περιττός. |
| book 282b.2 | Aim |
| book 286a.1 | ἐς Θήβας, ὅτε τε πρὸ Ἀχαιῶν 〈ἄγγελος ᾔει〉: |
| book 286a.2 | τὸ ἐς Θήβας δύναται καὶ τοῖς ἡγουμένοις καὶ τοῖς ἑπομένοις συντάτ‐ |
| book 286a.3 | τεσθαι. | ἡ διπλῆ δέ, ὅτι ἡ πρό ἀντὶ τῆς ὑπέρ. A |
| book 286b1 | 〈ἐς Θήβας:〉 πρὸς ἄμφω δύναται συντάττεσθαι. Til |
| book 286b2.1 | δύναται μὲν καὶ εἰς τὸ „Τυδέϊ δίῳ“ (Κ 285) ἡ στιγμὴ τάτ‐ |
| book 286b2.2 | τεσθαι, δύναται δὲ καὶ εἰς τὸ Θήβας· τὸ γὰρ ἐς Θήβας ἄμφω συν‐ |
| book 286b2.3 | τάσσειν ἀκώλυτόν ἐστιν. b(BCE3) |
| book 288a1 | 〈μειλίχιον μῦθον:〉 καλῶς μειλίχιον τὸν περὶ δι‐ |
| book 288a1 | αλ〈λ〉αγῶν ἔφη. Til |
| book 288a2.1 | καλῶς μειλίχιον ἔφη λόγον τὸν διαλλαγὰς εὐαγγελιζό‐ |
| book 288a2.2 | μενον. b(BCE3E4) |
| book 288a2.1 | αὐτὰρ ὁ μειλίχιον μῦθον: ὁ δὲ Τυδεὺς—καὶ εἰρή‐ |
| book 288a2.2 | νης. A |
| book 290.1 | πρόφρα〈σ〉α: ἐνόμισάν τινες εἶναι θηλυκὸν τὸ πρόφρασ‐ |
| book 290.2 | σα, οὐκ ἔστι δὲ ἀληθές· Φιλόξενος γὰρ ἐν τῷ Περὶ μονοσυλλάβων (fr. 18 Th.) |
| book 290.3 | φησὶν ὅτι ἔστιν ἰδιότυπος ῥηματικὸς χαρακτήρ· καὶ ὡς παρὰ τὸ βήσω |
| book 290.4 | βῆσα καὶ βῆσσα, ἄξω ἄξα καὶ ἅμαξα, πείσω πεῖσα—„τῷ δ’ ἄρ’ ἔτ’ |
| book 290.5.1 | ἐν πείσῃ κραδίη μένε τετληυῖα“ (υ 23)—, οὕτω καὶ ἀπὸ τοῦ φρῶ |
| book 290.5.2 | φρήσω φρῆσα καὶ κατὰ τροπὴν φράσα καὶ πρόφρασα καὶ πρόφρασ‐ |
| book 290.5.3 | σα. ἔστι δὲ τὸ φρῶ, ὥς φησιν, ἀπὸ τοῦ προΐω, AT πρῶ κατὰ |
| book 290.5.4 | συγκοπὴν καὶ τροπῇ τοῦ π εἰς φ φρῶ. A ἔστιν οὖν τὸ πρόφρασ‐ |
| book 290.5.5 | σα παρὰ τὸ προϊέναι καὶ προθυμεῖσθαι. μέμνηται Ὠρίων τούτων ἐν |
| book 290.10 | τῷ Περὶ ἐτυμολογιῶν (134, 17). AT |
| book 291a1.1 | ὣς νῦν μοι ἐθέλουσα παρίστασο 〈καί με φύλασ‐ |
| book 291a1.2 | σε〉: καλῶς ὡς συνετώτερος Ὀδυσσεὺς ἐκοινοποίησε τὴν εὐχὴν „δὸς |
| book 291a1.3 | δὲ πάλιν ἐπὶ νῆας ἐϋκλεῖας ἀφικέσθαι“ (Κ 281), ὁ δὲ „σπεῖό μοι“ |
| book 291a1.4 | (Κ 285). T |
| book 291a2.1 | ὅρα, πῶς ὁ συνετώτερος Ὀδυσσεὺς τὴν εὐχὴν ἐκοινο‐ |
| book 291a2.2 | ποιήσατο, οὗτος δὲ ἰδίᾳ καὶ ἄλλως. b(BCE3E4) |
| book 291b1.1 | παρίστασο 〈καί με φύλασσε〉: οὕτω χωρὶς τοῦ ς |
| book 291b1.2 | „παρίσταο“ αἱ Ἀριστάρχου. Ζηνόδοτος „παρίσταο καὶ πόρε κῦδοσ“. |
| book 291b1 | χωρὶς δὲ τοῦ ς καὶ αὐτός. οὕτως δὲ καὶ αἱ πλείους εἶχον. A |
| book 291b2 | οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ παρίστασο. Aim |
| book 291b3 | ὁ δὲ Ζηνόδοτος „παρίσταο“ γράφει ἄνευ τοῦ ς. T |
| book 292a.1 | ῥέξω βοῦν: ἐπεὶ εἰς αὐτὸν ὁ κίνδυνος πλέον ὁρᾷ, καὶ |
| book 292a.2 | θυσίαν ὑπισχνεῖται. T |
| book 292b1.1 | {βοῦν} ἦνιν: Πτολεμαῖος ὁ τοῦ Ὀροάνδου ἀνέγνω ἦνιν |
| book 292b1.2 | ὡς „μῆνιν“ (Α 1 al.)· καὶ τοῦτο ὀφείλει εἶναι τὸ ἀνάλογον. Τυραννίων |
| book 292b1.3 | (fr. 19 P.) δὲ ὀξύνει τὴν πρώτην· καὶ δῆλον ὅτι δώσει καὶ τὴν ἐπὶ |
| book 292b1.4 | τέλους ἐκτείνεσθαι· ὀξεῖα γὰρ μετὰ μακρᾶς, βραχείας ἐπιφερομένης, |
| book 292b1.5.1 | οὐ πίπτει κατὰ τὸ κοινὸν ἔθος, ὑπεσταλμένων τῶν σεσημειωμένων, λέγω |
| book 292b1.5.2 | δὲ τοῦ „εἴθε“ (β 33), „αἴθε“ (Χ 41 al.), ναίχι, περὶ ὧν καὶ λόγον δε‐ |
| book 292b1.5.3 | δώκαμεν (sc. καθ. 1,496,24 et 1,506,1). τάχα οὖν καὶ τὸ ηνιν ἐκτείνει |
| book 292b1.5.4 | ὁ Τυραννίων διὰ τὸ μέτρον, οὐχὶ διὰ τὸ πληθυντικόν, „ἤνις ἠκέστασ“ |
| book 292b1.5.5 | (Ζ 94)· καὶ γὰρ πόλῑς λέγουσι καὶ πόλῐν καὶ μάντῑς καὶ μάντῐν. A |
| book 292b2 | τὸ δὲ ἦνιν Πτολεμαῖος περισπᾷ, Τυραννίων παροξύνει. T |
| book 295 | τῶν δ’ ἔκλυε: παραμυθητικὸν τοῦτο. T |
| book 297-8.1 | ὥς τε λέοντε〈— /〉 ἂμ φόνον〈—μέλαν |
| book 297-8.2 | αἷμα〉: ἐλεεινὸν ἐποίησε τοῖς ὀνόμασι τὸ νοούμενον. T |
| book 298a.1 | ἂμ φόνον, ἂν νέκυας, διά τ’ ἔντεα καὶ μέλαν |
| book 298a.2 | αἷμα: τῶν ἐπαινουμένων Ξενοφῶντός ἐστι ταῦτα (Ages. 2, 14)· |
| book 298a.3 | „ἐπεὶ δ’ ἔληξεν ἡ μάχη, παρῆν ἡδὺ θεάσασθαι, ἔνθα συνέπεσον ἀλλή‐ |
| book 298a | λοις, τὴν μὲν γῆν αἵματι πεφυραμένην, νεκροὺς δὲ κειμένους, ἀσπίδας |
| book 298a.5.1 | δὲ πεπρισμένας, δόρατα παρατεθραυσμένα, ἐγχειρίδια γυμνὰ κο‐ |
| book 298a.5.2 | λεῶν, τὰ μὲν χαμαί, τὰ δ’ ἐν σώμασιν ἐμπεπηγότα.“ ταῦτα δὲ Ὅμη‐ |
| book 298a.5.3 | ρος ἑνὶ στίχῳ συλλαβὼν ἀπήγγειλε. T |
| book 298b.1 | διά τ’ ἔντεα καὶ μέλαν αἷμα: ὅτι ἐντεῦθεν τὸ ἡμιστί‐ |
| book 298b.2 | χιον μετενήνεκται εἰς τὸν ἐπὶ Πατρόκλῳ ἀγῶνα περὶ τῶν μονομαχούν‐ |
| book 298b.3 | των „ψαύσῃ δ’ ἐνδίνων διά τ’ ἔντεα 〈καὶ μέλαν αἷμα〉“ (Ψ 806)· καὶ |
| book 298b.4 | ὅτι πτῶσις ἐνήλλακται δι’ ἐντέων καὶ μέλανος αἵματος. καὶ πρὸς |
| book 298b.5.1 | Ἴστρον (sc. FGrHist 334, 70), ὅτι οὐ γέγονε νεκρῶν ἀναίρεσις, εἰ |
| book 298b.5.2 | μὴ ἅπαξ. A |
| book 299a.1 | οὐδὲ μὲν οὐδὲ Τρῶας 〈ἀγήνορας εἴασεν Ἕκτωρ〉: |
| book 299a.2 | ἡ διπλῆ, ὅτι οὐχ ὡς ἡ τῶν ἐπῶν ἔχει τάξις, οὕτω καὶ τὰ πράγ‐ |
| book 299a.3 | ματα· οὐ γὰρ προεληλυθότων ἤδη τῶν περὶ Ὀδυσσέα καλεῖ τοὺς |
| book 299a.4 | προβούλους ὁ Ἕκτωρ, ἀλλὰ καθ’ ὃν καιρὸν καὶ ὁ Ἀγαμέμνων· οὕτω |
| book 299a.5.1 | γὰρ καὶ ἑαυτοῖς συμπεσοῦνται οἱ ἀπεσταλμένοι· διὸ καὶ ἀντιδιασταλ‐ |
| book 299a.5.2 | τικῶς λέγει ‘οὐδὲ μὴν οὐδὲ ὁ Ἕκτωρ εἴασε τοὺς Τρῶας εὕδειν‘ (cf. |
| book 299a.5.3 | Κ 299—300). A |
| book 299b.1 | οὐδὲ μὲν οὐδὲ Τρῶας: ὑπὸ τὸν αὐτὸν χρόνον ἀμφότε‐ |
| book 299b.2 | ροι τοὺς κατασκόπους πέμπουσιν· συντυγχάνουσι γὰρ ἀλλήλοις |
| book 299b.3 | ἰόντες. ἀλλ’ ὁ ποιητὴς ἐτίμησε τὸ Ἑλληνικὸν τῇ προτέρᾳ τάξει τοῦ |
| book 299b.4 | λόγου. b(BCE3E4)T ἔστι δὲ οἰκονομικὸν τὸ περὶ Δόλωνος καὶ |
| book 299b.5 | πίστιν ποιοῦν τοῖς νυκτερινοῖς τῶν Ἑλλήνων κατορθώμασιν. T |
| book 300a.1 | ἀλλ’ ἄμυδις 〈κικλήσκετο πάντας ἀρίστουσ〉: ὁ μὲν |
| book 300a.2 | Ἕκτωρ b(BCE3E4)T θορυβώδης καὶ ἀλαζὼν ὢν b(BCE3E4) |
| book 300a.3 | ἀνοήτως πάντας συγκαλεῖ τοὺς ἀρίστους, b(BCE3E4)T ἔνθα |
| book 300a.4 | δέος καὶ ἐκπεσεῖν τι τῶν ἀπορρήτων, T οἱ δὲ βραχεῖς. b(BCE3E4)T |
| book 300b.1 | ἀλλ’ ἄμυδις κικλήσκετο: βασιλικῶς. Ἀγαμέμνων δὲ |
| book 300b.2 | δι’ ἑαυτοῦ. T |
| book 303-8.1 | τίς κέν μοι τόδε ἔργον〈—ἔκ τε πυθέσθαι〉: |
| book 303-8.2 | ὁ μὲν Ἕκτωρ μετὰ προστάξεως τὸν ὑπακουσόμενον τῇ χρείᾳ καλεῖ, ὁ |
| book 303-8.3 | δὲ Νέστωρ ὑποτίθεται (cf. Κ 204—10). καὶ οἱ μὲν ἃ ἔχουσιν ἐπαγγέλ‐ |
| book 303-8.4 | λονται, ὁ δὲ ἃ οὐκ ἔχει· καὶ οἱ μὲν δῶρον (cf. Κ 213), ὁ δὲ ἀτίμως |
| book 303-8.5.1 | μισθόν (cf. 304). b(BCE3E4)T καὶ πρῶτον ἔταξε τὸν μισθόν· διὸ |
| book 303-8.5.2 | δελεάζεται ὁ υἱὸς τοῦ πολυχρύσου (cf. Κ 315). T |
| book 305.1 | ἐριαύχενας: μεγαλοτραχήλους—ἵππους, οὓς ἀδύνα‐ |
| book 305.2 | τον ἦν λαβεῖν. A |
| book 306a1.1 | οἵ κεν ἀριστεύωσι 〈θοῇς ἐπὶ νηυσὶν Ἀχαιῶν〉: |
| book 306a1.2 | οὕτως Ἀρίσταρχος „οἵ κεν ἄριστοι ἔωσι“· ὁ δὲ Ζηνόδοτος „αὐτούς, |
| book 306a1.3 | οἳ φορέουσιν ἀμύμονα Πηλείωνα“. Ἀριστοφάνης „καλούς, οἳ φορέου‐ |
| book 306a1.4 | σι〈ν〉“ (cf. Κ 323). A |
| book 306a2 | ἐν ἄλλῳ „οἵ κεν ἄριστοι ἔωσι“. Aint |
| book 306b | οἵ κεν ἀριστεύωσι 〈θοῇς ἐπὶ νηυσὶν Ἀχαιῶν〉: |
| book 306b | αἱ Ἀριστάρχου „ἄριστοι ἔωσι“· Ζηνόδοτος δὲ „αὐτούς, οἳ φορέουσιν |
| book 306b.1 | ἀμύμονα Πηλείωνα“ (cf. Κ 323). | οἱ μὲν Ἕλληνες ἃ ἔχουσι διδόασιν, |
| book 306b.2 | οἶν ὕπαρνον (cf. Κ 215—6), ὁ δὲ Ἕκτωρ οὓς οὐκ ἔχει ἵππους. | |
| book 306b.5 | Ἀριστοφάνης γράφει „καλούς, οἳ φορέουσιν ἀμύμονα Πηλείωνα“. T |
| book 306c.1 | 〈οἵ κεν ἀριστεύωσι θοῇς ἐπὶ νηυσὶν Ἀχαιῶν:〉 |
| book 306c.2 | ὡς τῶν Ἑλλήνων αὖθις ἡττηθησομένων. Aim |
| book 307.1 | οἷ τ’ αὐτῷ: ὀρθοτονεῖται καὶ περισπᾶται καὶ εἰς σύνθετον |
| book 307.2 | μεταλαμβάνεται. A |
| book 308-12a.1 | ἔκ τε πυθέσθαι 〈/ —καμάτῳ ἀδηκότες |
| book 308-12a.2 | αἰνῷ〉: ὁ μὲν Νέστωρ τὴν πρᾶξιν ἐξεφαύλισεν, ἐπὶ φήμης ἀκοὴν πέμ‐ |
| book 308-12a.3 | πων τὸν κατάσκοπον ἢ ἐπὶ σύλληψιν μονωθέντος τινὸς πολεμίου (cf. |
| book 308-12a.4 | Κ 206—7), ὁ δὲ Ἕκτωρ ἐπὶ τὴν γνῶσιν τῶν ὅλων. b(BCE3E4)T |
| book 308-12b.1 | ἔκ τε πυθέσθαι 〈/ —καμάτῳ ἀδηκότες αἰνῷ〉: |
| book 308-12b.2 | τὰ ἀκριβῆ περὶ πάντων ἀκοῦσαι. b(BCE3E4)T ὁ δὲ Νέστωρ „εἴ |
| book 308-12b.3 | τινά που δηΐων ἕλοι ἐσχατόωντα“ (Κ 206) b(BCE3E4)TTil ὡς |
| book 308-12b.4 | ἐκ παραδόξου. b(BCE3E4)T |
| book 314-7.1 | ἦν δέ τις ἐν Τρώεσ〈σ〉ι〈—κασιγνήτῃσι〉: |
| book 314-7.2 | ταχέως ἅπαντα ἐδήλωσε, τὸ ἔθνος, τὸ ὄνομα αὐτοῦ τε καὶ τοῦ πατρός, |
| book 314-7.3 | τὴν τέχνην, τὴν τύχην, ὅτι πλούσιος, τὴν μορφὴν τοῦ Δόλωνος, τὴν |
| book 314-7.4 | ὠκύτητα. b(BCE3E4)T |
| book 314-6.1 | ἦν δέ τις ἐν Τρώεσσι Δόλων: διὰ τί κήρυκος πλου‐ |
| book 314-6.2 | σίου—φυγεῖν τοὺς διώκοντας. A |
| book 314.1 | 〈ἦν δέ τις:〉 διηγήσεως ἐδέησε πρὸς τὸ σημᾶναι τὸ ἄδηλον |
| book 314.2 | τοῦ ἀνδρός. ὅμως τοιοῦτος ὢν τῶν Ἀχιλλέως ἵππων ἐρᾷ καὶ μετ’ |
| book 314 | ὀλίγον προδότης γίνεται. b(BCE3E4)Til |
| book 315a.1 | κήρυκος 〈θείοιο〉: ἵν’ ὡς οἰκεῖον ἑαυτῷ τοὖργον ἕληται |
| book 315a.2 | καὶ ὀφθεὶς εὐπορῇ προφάσεως διὰ τὴν ἄδειαν, ἣν ἔχουσιν οἱ κήρυκες· |
| book 315a.3 | ἅμα δέ, ὅτι καὶ ἀγνῶτες πολέμων οἱ κήρυκες, ἵνα καὶ ἄπρακτος ᾖ. τὸ |
| book 315a.4 | δὲ θείοιο, ὅτι ἀνόμοιος τῷ πατρί. T |
| book 315b1.1 | πολύχρυσος: καὶ ὅμως ἠράσθη κέρδους. ἢ δι’ ἀλαζο‐ |
| book 315b1.2 | νείαν ἕτερόν τι παρὰ χρυσόν· τὸ γὰρ πλουτεῖν καὶ ἱπποτροφίας ἐμ‐ |
| book 315b1.3 | ποιεῖ πόθον. b(BCE3E4)T ἵνα καὶ ὡς ἐν πλούτῳ τεθραμμένος |
| book 315b1.4 | ἄνανδρος ᾖ, T καὶ ἵνα εὔελπις ᾖ ὡς, εἰ ληφθείη, διὰ τούτων |
| book 315b1.5 | λυτρωθήσεται. b(BCE3E4)T |
| book 315b2 | διὰ τὸ πλουτεῖν γὰρ καὶ ἱπποτροφίας ἐπεθύμει. Aim |
| book 315c.1 | 〈πολύχρυσος:〉 εἰκότως, λαβὼν πέντε θυγατέρων ἕδνα. |
| book 315c.2 | Til |
| book 316.1 | εἶδος μὲν ἔην κακός: ἵνα ὡς ἄσημος λάθῃ. οὗτος δὲ ἤθελεν |
| book 316.2 | ἀντὶ Ἀχιλλέως ὀχεῖσθαι τοῖς ἵπποις. T |
| book 317 | 〈μοῦνος ἔην:〉 ἄρσην δηλονότι. Aint |
| book 317a.1 | αὐτὰρ ὁ μοῦνος ἔην 〈μετὰ πέντε κασιγνήτῃ‐ |
| book 317a.2 | σιν〉: ὅτι Ζηνόδοτος γράφει „κασιγνήτοισι“. παραιρεῖται δὲ τὸ πι‐ |
| book 317a.3 | θανὸν τοῦ ποιητοῦ· οὐ γὰρ μετὰ ἀρσένων αὐτὸν τεθραμμένον παρίστη‐ |
| book 317a.4 | σι〈ν〉, οἷς ἐξισούμενος ἂν εἰς ἀνδρείαν ἐτράπη. τό τε παρακείμενον |
| book 317a.5 | μάχεται· πῶς γὰρ ἔτι μόνος ἦν, εἰ πέντε ἦσαν; A |
| book 317b | 〈μετὰ πέντε κασιγνήτῃσιν:〉 ὡς γυναικοτραφὴς δει‐ |
| book 317b | λὸς ἦν καὶ ῥιψοκίνδυνος. Til |
| book 318.1 | ὅς ῥα τότε Τρωσίν τε 〈καὶ Ἕκτορι μῦθον ἔειπεν〉: |
| book 318.2 | δοκεῖ διαγανακτεῖν ὁ ποιητής, οἷος ὢν οἵοις ἐπιχειρεῖ. b(BCE3E4)T |
| book 319.1 | ἔμ’ ὀτρύνει κραδίη: ὁ μὲν Διομήδης προσλαβέσθαι συνερ‐ |
| book 319.2 | γὸν ἔσπευσε (cf. Κ 220—6), καὶ τὸ ἐπικίνδυνον τοῦ πράγματος καὶ τὸ |
| book 319.3 | νεμεσητὸν ὑφορώμενος, ὁ δὲ ἀνοήτως μόνος ὁρμᾷ. b(BCE3E4)T |
| book 321a.1 | {ἀλλ’ ἄγε μοι} τὸ σκῆπτρον: ἀντὶ 〈τοῦ〉 τοῦτο τὸ |
| book 321a.2 | σκῆπτρον. ἐφόρει δὲ Ἕκτωρ, ἐπεὶ ἐδημηγόρει. A |
| book 321b.1 | 〈ἀνάσχεο:〉 οὕτως ἀνάσχεο διὰ τοῦ ο αἱ Ἀριστάρχου. |
| book 321b.2 | Aint |
| book 321c.1 | καί μοι ὄμοσσον: εἰς τὸ ἄπιστον δηλοῖ τῶν βαρβάρων |
| book 321c.2 | ὅτι τὰς πίστεις ὅρκοις, οὐ τρόποις ἀγαθοῖς βεβαιοῦσιν. b(BCE3E4)T |
| book 321c.3 | ὁ δὲ Διομήδης οὐδὲ μέμνηται τῆς δόσεως (sc. Κ 220—6). T |
| book 322.1 | {ἠ μὲν} τοὺς ἵππους {τε}: ὅτι τὸ τούς οὐκ ἔστιν ἄρθρον, |
| book 322.2 | ἀλλ’ ἀντὶ τοῦ τούτους παρείληπται ἐν τάξει ἀντωνυμίας. A |
| book 323a.1 | οἳ φορέουσιν ἀμύμονα Πηλείωνα: ὁ μὲν Ἕκτωρ |
| book 323a.2 | τοὺς ἀρίστους ἵππους δώσειν ὑπέσχετο, οὗτος δὲ τοὺς Ἀχιλλέως |
| book 323a.3 | αἰτεῖ, εἰδὼς τούτους ἀρίστους. ἀμφοτέρων δὲ τὴν ἀτοπίαν καὶ ἄνοιαν |
| book 323a.4 | ἐδήλωσεν. b(BCE3E4)T φίλιππον δὲ χαρακτηρίζει τὸν Δόλωνα, |
| book 323a.5.1 | νῦν μὲν τῶν Ἀχιλλέως ἵππων ἐρῶντα, ἐν δὲ τοῖς ἑξῆς (sc. Κ 436—7) |
| book 323a.5.2 | ἐπαινοῦντα τοὺς Ῥήσου περιττῶς. T |
| book 323b | 〈ἀμύμονα:〉 γράφεται καὶ „ποδώκεα“ καὶ ἀμύμονα. Aint |
| book 324a.1 | σοὶ δ’ ἐγὼ οὐχ ἅλιος 〈σκοπὸς ἔσσομαι〉: αἰτεῖ μὲν |
| book 324a.2 | ἀδύνατα καὶ περὶ αὐτῶν ἀναγκάζει ὀμνύναι, ὑπισχνεῖται δὲ πάντα, |
| book 324a.3 | περὶ ὧν οὐδὲν εἶπε Διομήδης (sc. Κ 220—6). T |
| book 324b1.1 | οὐδ’ ἀπὸ δόξης: οὐκ ἄπωθεν τῆς οἰήσεως ἧς ἔχεις περὶ |
| book 324b1.2 | ἐμοῦ. ἢ οὐχὶ αὐτὸς ἐξ ὑπολήψεως ἀπαγγελῶ, ἀλλὰ μετὰ ἀκριβείας |
| book 324b1.3 | μαθὼν ἕκαστον· b(BCE3E4)T ἐπιφέρει γοῦν „τόφρα γὰρ ἐς στρατὸν |
| book 324b1.4 | εἶμι“ (Κ 325). T |
| book 324b2.1 | {οὐδ’ ἀπὸ δόξης:} ἤτοι οὐδ’ ὡς δοκεῖν μόνον, ἀλλ’ ἀλη‐ |
| book 324b2.2 | θῶς. ἢ οὐδὲ παρὰ τὴν δόξαν, ἣν περὶ ἐμοῦ ἔχεις. A |
| book 325-6.1 | τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερές, 〈ὄφρ’ |
| book 325-6.2 | ἂν ἵκωμαι / νῆ’ Ἀγαμεμνονέην〉: ἐκπεπτωκὼς τῇ ἐπιθυμίᾳ τῶν |
| book 325-6.3 | ἵππων πάντα διορίζεται ὡς ἐπικηρυκείαν ποιήσων, οὐ τὸν μέγιστον |
| book 325-6.4 | κίνδυνον. T |
| book 326a.1 | νῆ’ Ἀγαμεμνονέην: ἐκεῖ γὰρ αὐτοὺς καὶ Ἰδαῖος εὑρὼν |
| book 326a.2 | ἀπήγγειλεν (cf. Η 382—3). ἢ ὅτι Πρίαμος παρ’ ἑαυτῷ ποιεῖ τὰς συνό‐ |
| book 326a.3 | δους (cf. Η 345—6). λαθεῖν δὲ οἴεται φύλακας, οὓς οὐδ’ ἐν ῥᾳστώνῃ |
| book 326a.4 | ὄντας ἔλαθε Πρίαμος, εἰ μὴ Ἑρμῆν ἔσχεν (cf. Ω 445—7). T |
| book 326b.1 | 〈μέλλουσιν:〉 ὅτι ἀντὶ τοῦ ἐοίκασι. καὶ οὕτως ἀεὶ κέχρη‐ |
| book 326b.2 | ται τῇ λέξει. Aint |
| book 328.1 | καί οἱ ὄμοσσεν: μωρότερος τοῦ αἰτοῦντος ὁ ἐπαγγελλό‐ |
| book 328.2 | μενος καὶ ὁ ὀμνὺς ὡς ἤδη τὰ λάφυρα διαιρῶν. b(BCE3E4)T |
| book 329 | ἴστω: ἐπιστάσθω, γινωσκέτω, μαρτυρείτω· ἴστωρ γὰρ ὁ |
| book 329 | μάρτυς· „ἴστορα δ’ Ἀτρείδην Ἀγαμέμνονα“ (Ψ 486). A |
| book 330a.1 | μὴ μὲν τοῖς ἵπποισ〈ιν〉: ἀντὶ τοῦ ‘οὐ μέν‘· „μὴ δι’ |
| book 330a.2 | ἐμὴν ἰότητα Ποσειδάων“ (Ο 41). T |
| book 330b.1 | {μὴ μὲν} τοῖς ἵπποισιν: ὅτι καὶ νῦν τοῖς ἀντὶ 〈τοῦ〉 |
| book 330b.2 | τούτοις τοῖς ἵπποις, ὥστε ἔξωθεν προσλαμβάνειν δέον τὸ τοῖς ἄρ‐ |
| book 330b.3 | θρον. A |
| book 332a.1 | {ὡς φάτο} καί ῥ’ ἐπίορκον ἐπώμοσε: ὡς ἐν τῇ συνη‐ |
| book 332a.2 | θείᾳ, οὕτως καὶ ἐνθάδε τὸ ἐπίορκον. A | οὕτως καὶ διὰ τοῦ ε τὸ |
| book 332a.3 | ἐπώμοσεν αἱ Ἀριστάρχου. AAim | τοῦτο δὲ ἔξωθεν ἐπιπεφώνηται |
| book 332a.4 | ‘ὅρκον ἐπίορκον ὤμοσεν‘, οὐχ οἷον ἑκουσίως, ἀλλὰ διὰ τὸ 〈μὴ〉 |
| book 332a.5 | ἀποτελεσθῆναι τοῦτο, ὅπερ ὤμοσεν. A |
| book 332b.1 | καί ῥ’ ἐπίορκον ἀπώμοσε: προσαγώγιμος ἡ τῶν |
| book 332b.2 | ἀναφωνήσεων τέρψις τῷ ἀκροατῇ. ἡδίστη δέ ἐστιν καὶ κερτομική· ὁ |
| book 332b.3 | μὲν γὰρ οὐδὲ πόρρω τὴν Ἀγαμέμνονος εἶδε σκηνήν, ὁ δὲ ὑπὸ τῶν |
| book 332b.4 | ἵππων πεφόνευται. T |
| book 332c.1 | τὸν δ’ ὀρόθυνεν: φαίνεται γὰρ ἀναπτερούμενος τῇ |
| book 332c.2 | ἐπιθυμίᾳ τῶν ἵππων. T |
| book 333.1 | ἐβάλλετο καμπύλα τόξα: ἄφρων, ὃς μὴ κα〈ι〉όντων πῦρ |
| book 333.2 | πολεμίων τόξα ἔχει. T |
| book 334 | πολιοῖο: λευκοῦ, ὡς ἄφρων· κατάφωρος γὰρ δι’ αὐτοῦ |
| book 334.1 | ἐγένετο. ὁ δὲ Ἀριστοφάνης πολιοῖο τεφρώδους· φησὶ γὰρ μὴ εἶναι |
| book 334.2 | λευκὸν λύκον. b(BCE3E4)T ἔστι δὲ μᾶλλον λευκανθίζον‐ |
| book 334.3 | τος. T |
| book 334.5.1 | πολιοῖο λύκοιο: λευκοῦ λύκου, διὰ τὴν τῆς χρόας |
| book 334.5.2 | ἰδιότητα. καὶ γὰρ Πελίαν—κατηλέησε, Νηλέα. A |
| book 335a.1 | κρατὶ δ’ ἐπὶ κτιδέην: ὁ Ἀσκαλωνίτης (p. 51 B.) |
| book 335a.2 | ἀναστρέφει, ἵνα γένηται ἐπὶ κρατί, οὐχ ὑγιῶς· μέσος γὰρ πέπτωκεν |
| book 335a.3 | ὁ δέ. τὸ δὲ ἑξῆς δεῖ διαστέλλειν κατὰ τὸν ποιητὴν κτιδέην, ἀπὸ |
| book 335a.4 | τοῦ κ ποιουμένους τὴν ἀρχήν, ἐπεὶ ἐν ἑτέροις φησὶ „τοῦ δ’ ἀπὸ |
| book 335a.5 | μὲν κτιδέην“ (Κ 458). A |
| book 335b.1 | κρατὶ δ’ ἐπὶ κτιδέην: ὅτι νῦν μὲν ἀμφίβολον, πότε‐ |
| book 335b.2 | ρον κτιδέην ἢ συναλιφὴν ἐκδεκτέον, „ἰκτιδέην“. διὰ μέντοι τῶν |
| book 335b.3 | ἑξῆς ἀναμφισβητήτως κτιδέην λέγει, „τοῦ δ’ ἀπὸ μὲν κτιδέην |
| book 335b.4 | κυνέην“ (Κ 458). A |
| book 335c1.1 | κρατὶ δ’ ἐπὶ κτιδέην: οὐ δύναται εἶναι „ἰκτιδέην“ |
| book 335c1.2 | τὸ τέλειον· αὐτὸς γάρ φησι „τοῦ δ’ ἀπὸ μὲν κτιδέην κυνέην“ (Κ |
| book 335c1.3 | 458). Ἀριστοτέλης (cf. h. an. 9,6 p. 612b10) δέ φησιν· „ἴκτις |
| book 335c1.4 | ζῷον ὅμοιον κυνιδίῳ Μελιταίῳ, ὀρνιθοφάγον, τοῖς σμήνεσιν ἐπη‐ |
| book 335c1.5 | ρεάζον. τὸ δὲ αἰδοῖον ὀστοῦν καὶ †ἰᾶσθαι στραγγουριῶνας†“. |
| book 335c1 | ἴσως οὖν παρ’ Ὁμήρῳ κατ’ ἀφαίρεσίν ἐστι τοῦ ι. T |
| book 335c2.1 | †ἰκτίς† ἐστι κατ’ Ἀριστοτέλην ζῶον ὀρνιθοφάγον, |
| book 335c2.2 | ὅμοιον μικρῷ κυνιδίῳ, οὗ τὸ δέρμα φορεῖ. τάχα οὖν ὁ ποιητὴς |
| book 335c2.3 | κατὰ ἀφαίρεσιν αὐτὸ ἐποίησε τοῦ πρώτου ι. b(BCE3) |
| book 335c2 | κρατὶ δ’ ἐπὶ κτιδέην: ἀπὸ τοῦ κ ἡ ἀρχή, ἐπεὶ— |
| book 335c2.5 | οὔτε †συστέλλεσθαι†· ἀρκεῖ γὰρ τὸ †τις. A |
| book 335c2 | κτιδέη ἡ ἐξ—τὴν ἀγρίαν γαλῆν εἶπον. A |
| book 335d | ἕλε δ’ ὀξὺν ἄκοντα: ὡς Ἀλέξανδρος (cf. Γ 18). T |
| book 336a.1 | βῆ δ’ ἰέναι: οὐκ εὔξατο, ὡς ὁ Διομήδης (cf. Κ 284—94)· |
| book 336a.2 | διὸ καὶ ἀποτυγχάνει. T |
| book 336b | 〈ἐπὶ νῆας:〉 γράφεται „ποτὶ νῆασ“. Aim |
| book 338.1 | ἀλλ’ ὅτε δή ῥ’ ἵππων τε 〈καὶ ἀνδρῶν κάλλιφ’ |
| book 338.2 | ὅμιλον〉: ὅτι νῦν μὲν ὅμιλον τὸ πλῆθος καὶ ἄθροισμα τῶν Τρώων |
| book 338.3 | λέγει. ἐν μὲν οὖν τῇ Ἰλιάδι πυκνότερον τὴν μάχην ὅμιλον καλεῖ |
| book 338.4 | (cf. Δ 445. Ε 353 al.), ἐν Ὀδυσσείᾳ (sc. α 225 al.) δὲ τὸ ἄθροισμα. A |
| book 339-40.1 | τὸν δὲ φράσατο προσιόντα 〈/ διογενὴς |
| book 339-40.2 | Ὀδυσεύσ〉: ὡς προνοητικός, μὴ καὶ παρὰ τῶν πολεμίων εἴη τις |
| book 339-40.3 | δόλος. ὁ δὲ ὡς καταφρονῶν τῶν κινδύνων b(BCE3E4)T καὶ |
| book 339-40.4 | μέγα τι θέλων διαπράξασθαι τοὺς πολεμίους T οὐ προνοεῖ. |
| book 339-40.5 | b(BCE3E4) καὶ ὁ Νέστωρ „πρῶτος κτύπον ἄϊε“ (Κ 532). T |
| book 341a1.1 | 〈οὗτός τοι:〉 Ἀρίσταρχος „οὗτός τισ“. ὡμολόγουν |
| book 341a1.2 | καὶ αἱ πλείους. Aim |
| book 341a2 | „οὗτός τισ“, οὕτω διὰ τοῦ „τισ“· τινὲς δὲ διὰ τοῦ τοι. Til |
| book 341b1.1 | ἀπὸ στρατοῦ ἔρχεται ἀνήρ: πῶς τὸν ἐρωδιὸν |
| book 341b1.2 | οὐκ ἰδόντες „νύκτα δι’ ὀρφναίην“ (Κ 276) νῦν ὁρῶσι τὸν Δόλωνα; |
| book 341b1.3 | ἴσως οὖν ἀνέσχεν ἡ σελήνη. T |
| book 341b2.1 | πῶς δὲ τὸν ἐρωδιὸν μὴ ὁρῶντες αὐτὸν ὁρῶσιν; ἴσως |
| book 341b2.2 | ὅτι πρὸς ὄρθρον ἡ σελήνη ἀνέσχεν. b(BCE3E4) |
| book 342.1 | ἢ νήεσ〈σ〉ιν ἐπίσκοπος: ἐκ τῆς ἰδίας προσβολῆς τε‐ |
| book 342.2 | κμαίρεται περὶ τῶν πολεμίων. | περισσὴ δὲ ἡ „ἐπί“· φησὶ γὰρ |
| book 342.3 | „ὅθι σκοπὸν Ἕκτοροσ“ (Κ 526). T |
| book 343a.1 | ἤ τινα συλήσων νεκύων: ὁ ἀστερίσκος, ὅτι ἐνταῦθα |
| book 343a.2 | καλῶς ὁ στίχος τέτακται, μετὰ ταῦτα δὲ (sc. Κ 387) οὐκέτι, λεγό‐ |
| book 343a.3 | μενος πρὸς Δόλωνα. A |
| book 343b1.1 | ἤ τινα συλήσων: οὐ γὰρ οὕτω ῥᾳδίως εἰς κατασκοπὴν |
| book 343b1.2 | ἀφικέσθαι αὐτὸν οἴεται. T |
| book 343b2.1 | οὐ γὰρ οὕτω ῥᾴδιον οἴεται τὸ μόνον εἰς κατασκοπὴν |
| book 343b2.2 | ἀφικέσθαι. b(BCE3E4) |
| book 343c.1 | 〈κατατεθνειώτων:〉 Ἀρίσταρχος „〈κατα〉τεθνηώτων“. |
| book 343c.2 | Aint |
| book 344a1 | 〈παρεξελθεῖν:〉 οὐκ ἴσασι γὰρ ὅτι ὠκύς ἐστιν. Til |
| book 344a2.1 | ἐῶσι δὲ παρελθεῖν μὴ εἰδότες τὴν ὠκύτητα αὐτοῦ. |
| book 344a2.2 | b(BCE3E4) |
| book 346-7.1 | εἰ δ’ ἄμμε παραφθαίησι 〈πόδεσσιν, / αἰεὶ |
| book 346-7.2 | —προτιειλεῖν〉: εἰ δὲ πλαγίαν ὡς ἐπὶ τὴν πόλιν ποιεῖται τὴν |
| book 346-7.3 | ὁδόν, ἀπόστρεφε πάλιν αὐτὸν ἐπὶ τὰς ναῦς. b(BCE3E4)T |
| book 346 | 〈παραφθαίῃσι:〉 οὕτως σχεδὸν αἱ πᾶσαι. Aint |
| book 347a1 | 〈ποτὶ νῆας:〉 Ἀρίσταρχος „ἐπὶ νῆασ“. Aim |
| book 347a2 | „ἐπὶ νῆασ“, οὐ ποτὶ νῆας. Til |
| book 347b.1 | 〈προτιειλεῖν:〉 ὅτι τῷ ἀπαρεμφάτῳ ἀντὶ τοῦ προστα‐ |
| book 347b.2 | κτικοῦ κέχρηται. Aint |
| book 348.1 | ἔγχει ἐπαΐσσων: ἵνα τὴν ἄφεσιν δεδιὼς ἐπὶ τὰς νῆας |
| book 348.2 | τράποιτο. T |
| book 349a1.1 | ὣς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ 〈ἐν νεκύεσσι〉: |
| book 349a1.2 | οὕτως Ἀρίσταρχος. καὶ θαυμαστὸν οὐδέν, εἰ Ὀδυσσέως εἰπόντος |
| book 349a1.3 | μόνου συλλήβδην ἔφη ὣς ἄρα φωνήσαντε· σύνηθες γὰρ αὐτῷ |
| book 349a1.4 | τὸ τοιοῦτο. ἐν γοῦν τῇ παραποταμίῳ μάχῃ τοῦ Ποσειδῶνος εἰπόν‐ |
| book 349a1.5.1 | τος μόνου „τοίω γάρ τοι νῶϊ θεῶν ἐπιταρρόθω εἰμέν / Ζηνὸς ἐπαι‐ |
| book 349a1.5.2 | νήσαντοσ“ (Φ 289—90), ἐπιφέρει „τὼ μὲν ἄρ’ ὣς εἰπόντε μετ’ |
| book 349a1.5.3 | ἀθανάτους ἀπεβήτην“ (Φ 298). ἐν μέντοι τῇ Ἀριστοφάνους καὶ |
| book 349a1.5.4 | ἄλλαις ἑτέρως ἐφέρετο· „ὣς ἔφατ’, οὐδ’ ἀπίθησε βοὴν ἀγαθὸς Διομή‐ |
| book 349a1.5.5 | δης. / ἐλθόντες δ’ ἑκάτερθε παρὲξ ὁδοῦ ἐν νεκύεσσι / κλινθήτην“ (cf. Κ |
| book 349a1.10 | 349—50). A |
| book 349a2.1 | {ὣς ἄρα φωνήσαντε:} οὕτως αἱ Ἀριστάρχου συλληπτι‐ |
| book 349a2.2 | κῶς, ὡς καὶ ἐκεῖ „ὣς ἄρα φωνήσαντε μετ’ ἀθανάτους ἀπεβήτην“. |
| book 349a2.3 | Ἀριστοφάνης δὲ γράφει· „ὣς ἔφαθ’· οὐδ’ ἀπίθησε βοὴν ἀγαθὸς |
| book 349a2.4 | Διομήδης. / ἐλθόντες δ’ ἑκάτερθε παρὲξ ὁδοῦ ἐν νεκύεσσι“. T |
| book 349b.1 | 〈ὣς ἄρα φωνήσαντε:〉 ὅτι τοῦ Ὀδυσσέως εἰπόντος |
| book 349b.2 | μόνου εἶπεν συλληπτικῶς ὣς ἄρα φωνήσαντε. Aint |
| book 349c | 〈ὣς ἄρα φωνήσαντε:〉 διασταλτέον ἐπὶ τὸ φωνή‐ |
| book 349c | σαντε. Aim |
| book 349-50.1 | ἐν νεκύεσ〈σ〉ι / κλινθήτην: τραγικῶς, ἵνα καὶ |
| book 349-50.2 | αὐτοὶ δόξωσιν εἶναι νεκροί. προῳκονόμηται οὖν 〈τῷ〉 μὴ ἀναιρε‐ |
| book 349-50.3 | θῆναι τοὺς νεκρούς (cf. Θ 491 al.). T |
| book 350a.1 | παρέδραμεν ἀφραδίῃσιν: παρέδραμεν σύμφωνον |
| book 350a.2 | τῷ „βῆ ῥ’ ἀν’ ὁδὸν μεμαώσ“ (Κ 339). ἐπὶ δὲ τῶν Ἑλλήνων „βάν ῥ’ |
| book 350a.3 | ἴμεν“ (Κ 297): T ἠρέμα γὰρ δεῖ χωρεῖν τοὺς κατασκόπους, τὴν |
| book 350a.4 | ὄψιν περιάγοντας πρὸς ἐπίγνωσιν ἀκριβῆ. b(BCE3E4)T |
| book 350b1.1 | ἀφραδίῃσιν: οὐ θεασάμενος αὐτούς, ὁμοίως τῷ „τὸν |
| book 350b1.2 | δ’ ἐφράσατο προσιόντα / διογενὴς Ὀδυσεύσ“ (Κ 339—40). T |
| book 350b2.1 | παρέδραμε, φησίν, ἀσυνέτως, οὐ θεασάμενος αὐτούς. |
| book 350b2.2 | b(BCE3E4) |
| book 350c.1 | ἀφραδίῃσι: ἀθεωρησίᾳ· παρῆκται γὰρ ἀπὸ δια‐ |
| book 350c.2 | νοίας εἰς αἴσθησιν, ὁμοίως τῷ „τὸν δ’ ἐφράσατο προσιόντα“ (Κ |
| book 350c.3 | 339). A |
| book 351-4.1 | 〈ἀλλ’ ὅτε δή ῥ’ ἀπέην, ὅσσον τ’—τὼ |
| book 351-4.2 | μὲν ἐπεδραμέτην:〉 Ἀρίσταρχος {δὲ} οὕτως ἐξηγήσατο· ὅσον, |
| book 351-4.3 | φησίν, ὑφ’ ἓν καὶ ὁμοῦ ὑπό τινος ἀφεθέντος καὶ ἀπολυθέντος ζεύγους |
| book 351-4.4 | ἡμιόνων καὶ ζεύγους ἄλλου βοῶν φθάσωσι καὶ προλάβωσι τὰς |
| book 351-4.5 | βοῦς αἱ ἡμίονοι (ταχύτεραι γάρ εἰσι τῶν βοῶν), τοσοῦτον, φησίν, |
| book 351-4 | ἐάσαντες διάστημα παρελθεῖν τὸν Δόλωνα μεταστραφέντες ἐδίωξαν. T |
| book 351a.1 | ὅσσον τ’ ἐπὶ οὖρα {πέλονται}: οὐδὲ ἐνθάδε ἀναστρε‐ |
| book 351a.2 | πτέον· μεταξὺ γὰρ πάλιν σύνδεσμος, ἐφ’ ὅσον ὅρια. A |
| book 351b.1 | πέλονται: πρὸς τὸ σχῆμα, πέλονται ἀντὶ τοῦ πέλε‐ |
| book 351b.2 | ται. ὁμοίως τῷ „οὐδ’ εὐήρε’ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται“ |
| book 351b.3 | (λ 125). A |
| book 351-2a.1 | 〈ὅσσον τ’〉 ἐπὶ οὖρα πέλονται / ἡμιόνων: |
| book 351-2a.2 | ὅσον ἀροτριῶσα ἡμίονος ὑπὸ μίαν ὁρμὴν ὑπογράφειν δύναται, ὅ |
| book 351-2a.3 | ἐστι πλέθρον. b(BCE3E4)T |
| book 351-2b.1 | ὅσσον τ’ ἐπὶ οὖρα 〈πέλονται / ἡμιόνων〉: ἡλίκον |
| book 351-2b.2 | ὅρμημα γίνεται τῶν ἡμιόνων τεμνόντων αὔλακα. οὖρα τὰ ὅρια |
| book 351-2b.3 | καὶ πέρατα τῆς αὔλακος, ἣν τὸ ὀρικὸν ζεῦγος τέμνει. A |
| book 352-3.1 | αἱ γάρ τε βοῶν προφερέστεραί εἰσιν 〈/ ἑλκέ‐ |
| book 352-3.2 | μεναι νειοῖο—ἄροτρον〉: ἐν γὰρ τῇ πρώτῃ αὔλακι σχο‐ |
| book 352-3.3 | λαιοτέρων προσδεῖ ζῴων πρὸς τὸ βαθυτέραν γενέσθαι τὴν ἐντομήν, |
| book 352-3.4 | ἐν δὲ τῇ νειῷ (cf. 353) ὀξυτέρων· προεσχημάτισται γὰρ τῷ ἔαρι. |
| book 352-3.5 | b(BCE3E4)T |
| book 353 | 〈νειοῖο:〉 ὅτι ἐλλείπει ἡ διά, διὰ νειοῖο. Aint |
| book 353 | νειοῖο: νειός ἐστιν ἡ νεωστὶ ἠροτριασμένη γῆ. A |
| book 353 | πηκτὸν ἄροτρον: τὸ τὸν γύην—καὶ πηκτόν. A |
| book 354a.1 | τὼ μὲν ἐπιδραμέτην: ὅτι τὸ μὲν ἐπιδραμεῖν τίθησιν, |
| book 354a.2 | ὅτε οὐ γινώσκει ὁ διωκόμενος, ὅτε δὲ γινώσκει, διώκειν καὶ διώκε‐ |
| book 354a.3 | σθαι. A |
| book 354b | 〈ἐπιδραμέτην:〉 Ἀρίσταρχος „ἐπεδραμέτην“. Aint |
| book 354c | 〈ἐπεδραμέτην:〉 καὶ τοῦτο πρὸς τὸ συλληφθῆναι. Til |
| book 355-6.1 | ἔλπετο γὰρ κατὰ θυμὸν〈—ὀτρύναντοσ〉: |
| book 355-6.2 | στικτέον μετὰ τὸ ἐκ Τρώων (356)· ἔστι γὰρ ὁ λόγος· ἤλπιζε |
| book 355-6.3 | γὰρ ὁ Δόλων ἑταίρους αὐτοῦ ἐκ τῶν Τρώων ὑπάρχειν, ὡς κελεύ‐ |
| book 355-6.4 | σαντος τοῦ Ἕκτορος εἰς τὰ ὀπίσω αὐτὸν ὑποστρέψαι. ἀπο‐ |
| book 355-6.5 | στρέψαντας (355) γὰρ εἰς τοὐπίσω καλέσαντας. A |
| book 355.1 | ἔλπετο γὰρ κατὰ θυμὸν ἀποστρέψοντας ἑταί‐ |
| book 355.2 | ρους: οἱ μὲν καὶ προορῶσιν, ὁ δὲ οὐδὲ ὑπονοεῖ πολεμίους ἐπερ‐ |
| book 355.3 | χομένους. T |
| book 356a.1 | 〈ἐκ Τρώων ἰέναι πάλιν Ἕκτορος ὀτρύναντος:〉 |
| book 356a.2 | ὅτι 〈τὸ〉 πάλιν συναπτέον τῷ „ἀποστρέψοντασ“ (Κ 355), ἵνα ᾖ |
| book 356a.3 | εἰς τοὐπίσω ἀποστρέψοντας. Aint |
| book 356b.1 | ἰέναι, πάλιν 〈Ἕκτοροσ〉 ὀτρύναντος: ὀτρύναν‐ |
| book 356b.2 | τος ἰέναι, ἀπὸ κοινοῦ. T |
| book 357.1 | δουρηνεκές: φησὶ γοῦν ἑξῆς „δεξιτερὸν δ’ ὑπὲρ ὦμον |
| book 357.2 | ἐϋξόου δουρὸς ἀκωκή / ἐν γαίῃ ἐπάγη“ (Κ 373—4). T |
| book 358a | 〈δηΐους:〉 διώξοντας δηλονότι. Til |
| book 358b.1 | λαιψηρὰ δὲ γούνατ’ ἐνώμα: ἄκρως ἐχαρακτήρισε |
| book 358b.2 | θρασύδειλον· ἐνθυμηθῶμεν γὰρ ὅτι οὗτός ἐστιν ὁ ἐπαγγειλάμενος |
| book 358b.3 | μέχρι τούτου πορεύεσθαι, ὄφρ’ ἂν ἵκηται „νῆ’ Ἀγαμεμνονέην“ |
| book 358b.4 | (Κ 326). T |
| book 359a.1 | φευγέμεναι· τοὶ δ’ αἶψα 〈διώκειν ὁρμήθησαν〉: |
| book 359a.2 | ὅτι νῦν ὀρθῶς διώκειν λέγει, ὅτε φεύγει ἐπιγνοὺς αὐτοὺς πολε‐ |
| book 359a | μίους ὄντας. A |
| book 359b | 〈τοὶ δ’ αἶψα:〉 γράφεται καὶ „τοὶ δ’ ὦκα“. Aim |
| book 359c | 〈ὡρμήθησαν:〉 τὸ ὡρμήθησαν Ἰακῶς. Aint |
| book 360.1 | ὡς δ’ ὅτε καρχαρόδοντε 〈δύω κύνε〉: νῦν μὲν κυσὶν |
| book 360.2 | αὐτοὺς εἰκάζει b(BCE3E4) διὰ τὸ ἀγρευτικόν, πρώην (sc. Κ |
| book 360.3 | 297) δὲ λέουσι διὰ τὸ εὐσταθές. b(BCE3E4)T |
| book 360 | καρχαρόδοντε: ἐπικαμπεῖς—τὸ τραχύ. | ἤγουν οἱ |
| book 360.5 | κύνες τοῦ Ἅιδου. A |
| book 361a | ἢ κεμάδ’ ἠὲ λαγωόν: ὅτι δειλὸς καὶ Δόλων. T |
| book 361b.1 | {ἦ κεμάδ’ ἠὲ λαγωὸν} ἐπείγετον: ὅτι τῷ ἐπείγετον |
| book 361b.2 | ὁριστικῷ ἀντὶ ὑποτακτικοῦ τοῦ ἐπείγητον· ἐπιφέρει γὰρ „προ‐ |
| book 361b.3 | θέῃσι“ (Κ 362). γίνεται οὖν κατάλληλον οὕτως ‘ὡς δ’ ὅταν ἐπεί‐ |
| book 361b.4 | γωσιν, ὁ δὲ προθέῃσι μεμαώσ‘. A |
| book 361c.1 | ἐμμενὲς αἰεί: ἐν τούτῳ γάρ ἐστι τῶν κυνῶν ἡ ἀρετή· |
| book 361c.2 | ταῦτα γὰρ τὰ ζῷα φύσει μέν ἐστι ταχέα, ὑπεκλυόμενα δὲ διὰ τὴν |
| book 361c.3 | ἀσθένειαν. οἱ δὲ κύνες τὸ ἐναντίον. A b (BCE3E4)T |
| book 362a.1 | 〈χῶρον ἀν’ ὑλήενθ’, ὁ δέ τε προθέῃσι μεμη‐ |
| book 362a.2 | κώς:〉 ὁ τέ σύνδεσμος οὐκ ἦν ἐν τοῖς Ἀριστάρχου. Aint |
| book 362b.1 | μεμηκώς: τὸν καταληφθησόμενον δηλοῖ· περικατάλη‐ |
| book 362b.2 | πτοι γὰρ γινόμενοι βοῶσιν οἱ λαγῴ. b(BCE3E4)T |
| book 364a.1 | λαοῦ ἀποτμήξαντε: ὡς τὸ „εἰδότε θήρησ“ (Κ 360)· |
| book 364a.2 | οὐδὲ γὰρ ἐκεῖνοι κατ’ οὐρὰν διώκουσιν, ἀλλὰ περὶ τὰ πλευρά, |
| book 364a | ηὐτρεπισμένοι πρὸς τὴν ἐπιστροφὴν τῶν διωκομένων θηρίων. AT |
| book 364b.1 | {λαοῦ ἀποτμήξατε} διώκετον: ὅτι A Aim τὸ διώ‐ |
| book 364b.2 | κετον σημαίνει διώκουσιν ἢ διώκετε, οὐ τὸ 〈ἐ〉διωκέτην, ὡς Ἐρα‐ |
| book 364b.3 | τοσθένης (fr. 35 Str.). ἔστιν οὖν τὸν Δόλωνα διώκουσιν ἀντὶ τοῦ |
| book 364b.4 | ἐδίωκον, ὃν τρόπον „αἱ μὲν ἀλετρεύουσι μύλης ἔπι“ (η 104) ἀντὶ |
| book 364b.5 | τοῦ ἠλέτρευον. A |
| book 364b.1 | λαοῦ ἀποτμήξαντε διώκετον: τοῦ Τρωϊκοῦ λαοῦ |
| book 364b.2 | —ἐδίωκον. τρία δὲ ῥήματά ἐστι—καὶ τὸ λαφύσσετον |
| book 364b.3 | ἀντὶ τοῦ †λαφύσσετε. A |
| book 365-7.1 | ἀλλ’ ὅτε δὴ 〈τάχ’ ἔμελλε〉 μιγήσεσθαι φυ‐ |
| book 365-7.2 | λάκεσσι 〈/ —〉τότε δὴ μένος 〈ἔμβαλ’ Ἀθήνη / |
| book 365-7.3 | Τυδείδῃ〉: μαθόντες γὰρ οἱ Ἕλληνες τὸν σκοπὸν τῶν Τρώων |
| book 365-7.4 | οὐκ ἂν ἔτι ἔπεμψαν κατασκόπους. T |
| book 365.1 | ἀλλ’ ὅτε δὴ τάχ’ ἔμελλε· ἄκρως αὔξει τὰς ἀγωνίας· τί |
| book 365.2 | γὰρ ἦν ὑποστρέφειν αὐτοὺς εἰς τὸν ναύσταθμον ἀπράκτους; T |
| book 368a | 〈φθαίη ἐπευξάμενος:〉 καυχήσεται προλαβών. Aint |
| book 368b.1 | ὁ δὲ δεύτερος ἔλθοι: ἡττηθείη. ἀπὸ τῶν δρομέων |
| book 368b.2 | ἡ μεταφορά. T |
| book 369.1 | δουρὶ δ’ ἐπαΐσσων: ὑπόνοιαν διδοὺς ὅτι †βαλῇ† |
| book 369.2 | αὐτόν. b(BCE3)T Ὀδυσσεὺς δὲ οὐ τοξεύει· ἢ γὰρ ἂν ἐφόνευσεν, |
| book 369 | ἢ προπεπηγὸς οὐκ ἂν εἶδε τὸ βέλος ὁ Δόλων διὰ τὴν βραχύτητα. T |
| book 369-71.1 | δουρὶ δ’ ἐπαΐσσων〈—αἰπὺν ὄλεθρον〉: |
| book 369-71.2 | ἐνεργείας μεστὸς ὁ ἐπικραδαίνων τὸ δόρυ καὶ βοῶν ὡς ἀφήσων ἐπ’ |
| book 369-71.3 | αὐτόν, †εἰ† μὴ στῇ. b(BCE3)T |
| book 370.1 | ἠέ σε δουρὶ κιχήσομαι: οἷον εἰ μὴ τοῖς ποσὶ δύναμαι. |
| book 370.2 | καὶ πῶς ἅμα τῇ ἀπειλῇ ἀφίησιν (cf. Κ 372); ἢ ὅτι ὀξυλαβείας ἔδει, |
| book 370.3 | καὶ οὐκ ἐπίστευεν ὡς ἀπειλῇ μόνῃ πεισθήσεται, καὶ ὑπόνοιαν αὐτῷ |
| book 370.4 | δίδωσιν ὡς οὐ θέλων αὐτὸν ἀνελεῖν, ἵνα ὑπήκοον ἔχῃ πρὸς τὴν |
| book 370.5 | ἀνάκρισιν. b(BCE3)T |
| book 372a.1 | ἦ ῥα καὶ ἔγχος ἀφῆκεν, 〈ἑκὼν δ’ ἡμάρτανε |
| book 372a.2 | φωτόσ〉: ὅτι θέλοντες ζήτημα ποιεῖν μεταγράφουσι τὸ ἡμιστίχιον |
| book 372a.3 | οὕτως „καὶ βάλεν οὐδ’ ἀφάμαρτεν, ἑκὼν δ’ ἡμάρτανε φωτόσ“. καὶ |
| book 372a.4 | λύουσιν ἔξωθεν προσλαμβάνοντες τὸν ἄν σύνδεσμον· ‘καὶ βάλεν, |
| book 372a.5.1 | οὐδ’ ἀφάμαρτεν ἄν, ἑκὼν δ’ ἡμάρτανεν‘. ἀγνοοῦσι μέντοι ὅτι Ὅμη‐ |
| book 372a.5.2 | ρος τὸ βαλεῖν ἐπὶ τοῦ ἐπιτυχεῖν τίθησιν. A |
| book 372b.1 | ἑκὼν δ’ ἡμάρτανε φωτός: ζῶντος γὰρ θέλει κρατῆσαι |
| book 372b.2 | πρὸς τὸ χρήσιμον τῆς ἀνακρίσεως. b(BCE3)T |
| book 373-4.1 | δεξιτερὸν δ’ ὑπὲρ ὦμον〈— / ἐν γαίῃ |
| book 373-4.2 | ἐπάγη〉: ἔξεστιν εἰπεῖν ὅτι καὶ τὰ βέλη ὡς ἔμψυχα τῷ ποιητῇ |
| book 373-4.3 | συναγωνίζεται. b(BCE3)T |
| book 373 | ἐΰξου: Πτολεμαῖος (p. 51 B.) περισπᾷ, λέγων ἐκ τοῦ |
| book 373.1 | ἐϋξόου συνηλεῖφθαι. οὐκ ἀναγκαῖον δέ· εἰ γὰρ ἤδη τέτριπται ἐΰξου |
| book 373.2 | ὡς ἡσύχου, δῆλον ὅτι τὸ ἐΰξοος πολὺ πρότερον ἐΰξους ἐγένετο ὡς |
| book 373.3 | εὔνους· καὶ οὕτως τὸ ἐΰξου ὡς εὔνου. A |
| book 375a.1 | βαμβαίνων· 〈ἄραβος δὲ διὰ στόμα γίνετ’ ὀδόν‐ |
| book 375a.2 | των〉: ἄκρως ἐδήλωσε πάθος δυσερμήνευτον, τοῖς δειλοῖς παρακολου‐ |
| book 375a.3 | θοῦν, τὸν θρασύδειλον Δόλωνα ὑπογράφων καὶ τοῖς ἐσχάτοις ὀνόμα‐ |
| book 375a.4 | σιν ἐξευτελίζων b(BCE3)T τὸν πρώην ἐπαγγελλόμενον „τόφρα |
| book 375a.5.1 | γὰρ ἐς στρατὸν εἶμι“ (Κ 325). T τὸ δὲ †βαμβαίνειν† δηλοῖ τὸν |
| book 375a.5.2 | ἱκεσίας καὶ λόγου ἀποροῦντα. b(BCE3)T |
| book 375b | 〈βαμβαίνων:〉 ὅτι †ὀνοματικὸς† ὁ ποιητής. Aim |
| book 375c.1 | βαμβαίνων: τρέμων | καὶ μετὰ σφαλμοῦ τὴν πορείαν |
| book 375c.2 | ποιούμενος, ἐκ δὲ τούτου ἀνάνδρως κινούμενος. οἱ δὲ ἐσχημάτισαν ἀπὸ |
| book 375c.3 | τοῦ γινομένου κατὰ τὸ στόμα ψόφου, συρρήσσων καὶ συγκρούων τοὺς |
| book 375c.4 | ὀδόντας. | ἢ ἀσαφῆ φωνὴν προϊέμενος ἀπὸ τοῦ φόβου, | βαμβαλύζων, |
| book 375c.5.1 | ὅπερ ἡμεῖς φαμεν· ἔστι γὰρ τῶν κατὰ μίμησιν ἡ λέξις· οὐ γὰρ ἔγκειται |
| book 375c.5.2 | τὸ βαίνειν. A |
| book 375-6.1 | 〈βαμβαίνων· ἄραβος δὲ διὰ στόμα γίνετ’ ὀδόν‐ |
| book 375-6.2 | των· / χλωρὸς ὑπαὶ δείουσ〉: τὸ ἑξῆς βαμβαίνων (375) χλω‐ |
| book 375-6 | ρὸς ὑπαὶ δείους (376). τὰ δὲ λοιπὰ διὰ μέσου. Aim |
| book 376.1 | 〈τὼ δ’ ἀσθμαίνοντε κιχήτην:〉 ἔστιν ἰδεῖν μετέωρον τὸ |
| book 376.2 | πνεῦμα τῶν καταδιωξάντων. Til |
| book 378a.1 | ζωγρεῖτ’, αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι: βαρβαρικὸν τὸ |
| book 378a.2 | εὐθὺς περὶ αὑτοῦ διαλέγεσθαι. ἵνα δὲ ἅμα ὡς ἀγεννοῦς αὐτοῦ καταφρο‐ |
| book 378a.3 | νήσαντες μὴ παραυτὰ φονεύσωσιν b(BCE3E4)T αὐτόν, ἀλλὰ μά‐ |
| book 378a.4 | θωσιν. T |
| book 378b.1 | {ζωγρεῖτ’, αὐτὰρ} ἐγὼν ἐμὲ 〈λύσομαι〉: ὅτι παρὰ τὸ |
| book 378b.2 | σύνηθες ἐξενήνοχεν, ἐμὲ λύσομαι ἀντὶ τοῦ ἐμαυτόν. A |
| book 379.1 | χαλκός τε χρυσός τε 〈πολύκμητός τε σίδηροσ〉: |
| book 379.2 | τούτοις πιστεύων ἐξῆλθεν εἰς κατασκοπήν. δυσκατεργαστότερος δέ |
| book 379.3 | ἐστιν ὁ σίδηρος ὡς πρὸς τὸν χαλκόν. T |
| book 380.1 | 〈ἀπερείσι’ ἄποινα:〉 οὐ προσέθηκεν ἀριθμόν, ἐμφαίνων ὡς, |
| book 380.2 | ὅσα θέλουσι, λήψονται. Til |
| book 381.1 | {εἴ κεν ἐμὲ ζωιὸν} πεπύθοιτο: ὅτι ἐπὶ τοῦ ἀκοῦσαι ἀεὶ τάτ‐ |
| book 381.2 | τει τὴν λέξιν, καὶ ὅτι συνήθως ἀναδιπλώσει κέχρηται, πεπύθοιτο |
| book 381.3 | ἀντὶ τοῦ πύθοιτο. A |
| book 382a.1 | προσέφη πολύμητις Ὀδυσσεύς: ἑκατέρῳ προσώπῳ |
| book 382a.2 | τὴν πρέπουσαν ἐμέρισε πρᾶξιν· ὅπου μὲν γὰρ ἀκοντίσαι καὶ κατασχεῖν |
| book 382a.3 | τὸν πολέμιον χρεία, ἐκεῖ Διομήδης ἐνεργεῖ, ὅπου δὲ λόγον δοῦναι καὶ |
| book 382a.4 | λαβεῖν καὶ ἀπατῆσαι τὸν πολέμιον, Ὀδυσσεύς. b(BCE3E4)T |
| book 382b | 〈προσέφη πολύμητις Ὀδυσσεύς:〉 καὶ τὸ πᾶν γὰρ |
| book 382b | ἐμπιστευθεὶς ὁ Διομήδης ἐκχωρεῖ τῷ ἱκανωτέρῳ εἰπεῖν. Til |
| book 383a.1 | θάρσει, μηδέ 〈τί〉 τοι θάνατος 〈καταθύμιος ἔστω〉: |
| book 383a.2 | ἐμφρόνως, ἵνα δελεασθεὶς ἐλπίδι σωτηρίας δηλώσῃ τὰ παρὰ τοῖς βαρ‐ |
| book 383a.3 | βάροις καὶ τὴν οἰκείαν τῆς κοινῆς ἀλλάξηται σωτηρίας. T |
| book 383b.1 | 〈καταθύμιος:〉 ὅτι τὸ καταθύμιος ἐνθύμιος, οὐχ ὡς |
| book 383b.2 | ἡμεῖς. Aim |
| book 385 | 〈ποτὶ νῆας:〉 γράφεται „ἐπὶ νῆασ“. Aim |
| book 387a.1 | ἤ τινα συλήσων 〈νεκύων κατατεθνηώτων〉: ὅτι |
| book 387a.2 | ἐκ τῶν ἐπάνω (sc. Κ 343) ὧδε μετάκειται ἤδη παρεληλυθότων αὐτῶν |
| book 387a.3 | τοὺς νεκρούς. καὶ ὁ Ὀδυσσεὺς ἀσύνετος ἔσται πρόφασιν αὐτῷ πο‐ |
| book 387a.4 | ρίζων. A ἠθέτει καὶ Ἀριστοφάνης. ATil |
| book 387b.1 | ἤ τινα συλήσων: ἐπίτηδες ἐνδόσιμον αὐτῷ ψευσμάτων |
| book 387b.2 | δίδωσιν, ὅπως τοὺς λόγους αὐτοῦ δοκιμάσῃ· τί γὰρ παρέτρεχε τοὺς |
| book 387b.3 | νεκρούς, εἴπερ σκυλεῦσαι †ἦλθεν†; b(BCE3E4)T ἵνα, εἰ ἄσμενος |
| book 387b.4 | τὴν πρόφασιν λαβὼν ψεύδοιτο, καὶ περὶ τῶν λοιπῶν ἀπιστοῖτο. T |
| book 387c1.1 | 〈κατατεθνηώτων:〉 οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ „κα‐ |
| book 387c1.2 | τατεθνειώτων“. Aim |
| book 387c2 | διὰ τοῦ η „τεθνηώτων“. Til |
| book 388.1 | ἤ ς’ Ἕκτωρ προέηκε: πρὸς τὸ μαθεῖν, εἰ ἐγρηγόρει ὁ |
| book 388.2 | Ἕκτωρ. T |
| book 389.1 | ἤ ς’ αὐτὸν θυμὸς ἀνῆκεν: αἱ συνεχεῖς πεύσεις οὐκ ἐῶσιν |
| book 389.2 | εἰς ψεῦδος τραπῆναι. b(BE3E4)T |
| book 390 | ὑπὸ δ’ ἔτρεμε 〈γυῖα〉: κατάσκοπος γὰρ ἐφωράθη, καὶ εἰ |
| book 390 | μὴ ἀληθεύει, ἐλπίδα οὐχ ὁρῶν. b(BCE3E4)T |
| book 391a.1 | πολλῇσίν μ’ ἄτῃσι 〈παρὲκ νόον ἤγαγεν Ἕκτωρ〉: |
| book 391a.2 | ἄτας ἔφη τὰς ἐπὶ κακῷ ὑποσχέσεις. ὡς ἀναγκασθεὶς δὲ καὶ δελεα‐ |
| book 391a.3 | σθεὶς καὶ τὴν φρενοβλάβειαν ἑαυτοῦ ὑποτίθεται, ἔλεον θηρώμενος. |
| book 391a.4 | b(BCE3E4)T |
| book 391b.1 | 〈ἤγαγεν Ἕκτωρ:〉 Ἀριστοφάνης „ἤπαφεν Ἕκτωρ“ |
| book 391b.2 | AimTil |
| book 392-3.1 | ὅς μοι Πηλείωνοσ〈—〉ἵππους 〈/ δωσέμεναι |
| book 392-3.2 | κατένευσε〉: ἐντέχνως, ὅτι ‘ὑπέσχετο‘ (cf. 393) μόνον ἔφη, οὐχ ὅτι |
| book 392-3.3 | καὶ ἡττήθη, τὴν ἑαυτοῦ ἄνοιαν εἰς ἐκεῖνον μετάγων. T |
| book 394a.1 | ἠνώγει δέ με: ἵνα δοκῇ ἄρχοντι πείθεσθαι καὶ ὡς |
| book 394a.2 | ἀναγκασθέντι συγγνῶσιν. T |
| book 394b.1 | θοὴν διὰ νύκτα: θοήν, T ἐπεὶ μετὰ δύσιν ἡλίου |
| book 394b.2 | τάχιστα σκότος γίνεται· ἢ ἐπεὶ διὰ τὸν ὕπνον ἥττονα αὐτὴν ἡγού‐ |
| book 394b.3 | μεθα· ἢ τὴν θετικήν (ἀποτίθησι γὰρ ἡμᾶς εἰς ἀνάπαυλαν)· b(BCE3E4) |
| book 394b.4 | T ἢ ὅτι ὀξεῖα καὶ κωνοειδής ἐστι διὰ τὴν σκιὰν τῆς γῆς. θοὸν |
| book 394b.5.1 | δὲ τὸ ὀξύ. δείκνυται δὲ διὰ τούτου ὅτι ὁ ἥλιος τῆς γῆς μείζων ἐστίν· |
| book 394b.5.2 | οὐ δύναται γὰρ ἡ σκιὰ κωνοειδὴς εἶναι, μὴ τοῦ περιφωτίζοντος μείζο‐ |
| book 394b | νος ὄντος. T |
| book 394c.1 | {ἠνώγει δέ μ’ ἰόντα} θοὴν διὰ νύκτα: ταχεῖαν λέγει τὴν |
| book 394c.2 | νύκτα διὰ τὸ ὑφ’ ἕνα χρόνον ὅλην τὴν γῆν μελαίνεσθαι, ὡς ἐν ἄλλοις |
| book 394c.3 | „δύσετό τ’ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί“ (β 388 al.). A |
| book 395.1 | ἀνδρῶν δυσμενέων: ὑπομιμνῄσκει τῆς ἔχθρας αὐτοὺς |
| book 395.2 | καθ’ Ἕκτορος, ἀναζωπυρῶν τὸν θυμὸν αὐτῶν. b(BCE3E4)T |
| book 397-9a.1 | ἢ ἤδη χείρεσσιν〈—ἀδηκότες αἰνῷ〉: καὶ |
| book 397-9a.2 | γραπτέον οὕτως, καὶ ἀθετητέον τοὺς τρεῖς στίχους, εἴ τι χρὴ πιστεύειν |
| book 397-9a.3 | Ἀμμωνίῳ τῷ διαδεξαμένῳ τὴν σχολήν, ἐν τῷ Περὶ τοῦ μὴ γεγονέναι |
| book 397-9a.4 | πλείονας ἐκδόσεις τῆς Ἀρισταρχείου διορθώσεως τοῦτο φάσκοντι. καὶ |
| book 397-9a.5.1 | παρὰ Ἀριστοφάνει δὲ ἠθετοῦντο. ἐν δὲ ταῖς Ἀριστάρχου ἐγέγραπτο |
| book 397-9a.5.2 | „εἰ ἤδη“. ταῦτα ὁ Δίδυμος (p. 115 Schm.) περὶ τῶν στίχων τούτων. A |
| book 397-9b.1 | 〈ἦ ἤδη χείρεσσιν—ἀδηκότες αἰνῷ:〉 ὅτι οὕ‐ |
| book 397-9b.2 | τως γραπτέον, βουλεύουσι (398) καὶ 〈ἐ〉θέλουσι (398)· τὸ γὰρ |
| book 397-9b.3 | σφίσιν (398) ἐν τῷ περί τινών ἐστι λόγῳ ἀντὶ τοῦ αὐτοῖς, ᾧ ἀκό‐ |
| book 397-9b.4 | λουθα δεῖ εἶναι τὰ ῥήματα. ταῦτα ὁ Ἀριστόνικος (p. 180 Friedl.) περὶ |
| book 397-9b.5.1 | τῆς γραφῆς ταύτης φησί, διπλῆν 〈προσ〉βάλλων τῷ στίχῳ. | ἐν μέν‐ |
| book 397-9b.5.2 | τοι τῇ τετραλογίᾳ Νεμεσίωνος οὕτως εὗρον περὶ τῶν στίχων τού‐ |
| book 397-9b.5.3 | των· „τῶν παρακειμένων ὀβελῶν (sc. ante versus 397—9) οὐκ ἔστιν |
| book 397-9b.5.4 | αἰτίαν εὑρεῖν διὰ τῶν Ἀρισταρχείων ὑπομνημάτων. Ἀμμώνιος δὲ ὁ |
| book 397-9b.5.5 | Ἀριστάρχειος πρῶτον μὲν στιγμαῖς φησι τὸν Ἀρίσταρχον παραση‐ |
| book 397-9b.10.1 | μειώσασθαι αὐτούς, εἶτα δὲ καὶ τελέως ἐξελεῖν, τάχα διὰ τὸ ἐπὶ δευτέ‐ |
| book 397-9b.10.2 | ρου προσώπου τὸ σφίσι (398) τετάχθαι, καὶ ἄνωθεν (sc. e Κ 310—2) |
| book 397-9b.10.3 | μετενηνέχθαι.“ A |
| book 398.1 | 〈φύξιν βουλεύοιτε μετὰ σφίσιν οὐδ’ ἐθέλοιτε:〉 ἐν |
| book 398.2 | ἄλλῳ „φύξιν βουλεύουσι μετὰ σφίσιν οὐδ’ ἐθέλουσι“. Aim |
| book 401a1.1 | ἦ ῥά νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμός: |
| book 401a1.2 | δεόντως τὸν ἐλπίσαντα, οὐ τὸν ὑποσχόμενον αἰτιᾶται. T |
| book 401a2.1 | δεόντως τὴν τοῦ ἐλπίσαντος, οὐ τοῦ ὑποσχομένου τοσοῦ‐ |
| book 401a2.2 | τον αἰτιᾶται ἄνοιαν. b(BCE3E4) |
| book 404 | 〈ἄλλῳ γε:〉 ἔδει εἰπεῖν ‘ἄλλοισ‘. Aint |
| book 406.1 | ποῦ〈—〉λίπες Ἕκτορα: καλῶς τοῦτο πυνθάνεται, |
| book 406.2 | ἵνα ἐγρηγορότος μὲν καὶ διέποντος τὰς φυλακὰς ἀπόσχοιντο, εἰ δὲ |
| book 406 | καθεύδοι, ἐπιχειρήσειαν καὶ αὐτὸν ἀνελεῖν. b(BCE3E4)T |
| book 407a1.1 | ποῦ δέ οἱ ἔντεα κεῖται 〈ἀρήϊα, ποῦ δέ οἱ ἵπ‐ |
| book 407a1.2 | ποι〉: οὐκ ἔστι κοινὸν ἐπὶ τῶν ἵππων τὸ κεῖται· δεῖ γὰρ †προσυπ‐ |
| book 407a1.3 | ακουστέον† τὸ ‘ἑστᾶσιν‘. T |
| book 407a2.1 | δεῖ τὸ ‘ἑστᾶσι‘ τῷ ἵπποι προσυπακούειν· οὐ γὰρ κοινὸν |
| book 407a2.2 | τὸ κεῖται. b(BCE3E4) |
| book 407b.1 | ποῦ δέ οἱ ἔντεα κεῖται: εἰκὸς γὰρ ὡς βασιλέα σκηνο‐ |
| book 407b.2 | ποιεῖσθαι στρατηγικώτερον. ἵνα οὖν κἂν ἀφέλωνται τὰ ὅπλα αὐτοῦ |
| book 407b.3 | b(BCE3E4)T περιϊόντες τὰς φυλακάς. T |
| book 408a1 | 〈πῶς δαί:〉 ὅτι σύνδεσμος ὁ δαί καὶ οὐκ ἄρθρον. Aim |
| book 408a2 | πευστικὸς σύνδεσμός ἐστιν, οὐκ ἄρθρον. T |
| book 408b.1 | πῶς δαί {τῶν ἄλλων}: ἡ μὲν σύνταξις ἐπιζητεῖ ‘πῶς δ’ |
| book 408b.2 | αἱ‘, τὸ αἵ ἄρθρον. ὁ δὲ Ἀρίσταρχος δύο παρέλαβε χαρακτηριστικὰ τοῦ |
| book 408b.3 | ποιητοῦ, ἔλλειψιν ἄρθρου καὶ τοῦ δαί σύνταξιν μετὰ τὸ πύσμα· |
| book 408b.4 | οὕτως γὰρ αὐτῷ ἔθος· „ποῦ δαὶ νηῦς ἕστηκε;“ (ω 209), „τίς δαὶ ὅμι‐ |
| book 408b.5 | λος;“ (α 225). A |
| book 409a.1 | ἅσσα τε μητιόωσιν: ἀπὸ τούτου ἕως τοῦ „ἂψ ἀναχω‐ |
| book 409a.2 | ρήσουσιν“ (Κ 411) ἀθετοῦνται στίχοι τρεῖς, καὶ ἀστερίσκοι παράκειν‐ |
| book 409a.3 | ται, ὅτι ἐκ τῶν τοῦ Νέστορος λόγων (sc. e Κ 208—10) μετενηνεγμένοι |
| book 409a.4 | εἰσὶν οὐ δεόντως· γελοῖος γὰρ ἔσται ὁ Ὀδυσσεύς, ἤδη τῆς ὥρας προ‐ |
| book 409a.5.1 | κεκοφυίας ἐρωτῶν, εἰ μένουσιν ἢ ἀπέρχονται ἐπὶ τὴν πόλιν. καὶ ὡς ἂν |
| book 409a.5.2 | τούτων μὴ εἰρημένων ὁ Δόλων πρὸς μὲν τὰ ἄλλα ἀποκρίνεται, πρὸς δὲ |
| book 409a.5.3 | ταῦτα οὔ. A |
| book 409b1.1 | ἄσσα {τε μητιόωσι}: ψιλωτέον ἐνθάδε· ἰσοδυναμεῖ γὰρ |
| book 409b1.2 | τῷ τίνα. T |
| book 409b2 | τὸ δὲ „ἅσσα“ ἐνθάδε ψιλωτέον· ἰσοδυναμεῖ γὰρ τῷ τίνα. A |
| book 409-11.1 | ἄσσα τε μητιόωσι〈—〉ἢ μεμάασιν 〈/ — |
| book 409-11.2 | ἦε πόλιν δέ / ἂψ ἀναχωρήσουσιν〉: ἐνεργὸν καὶ ζωτικὸν τὸ τοῦ |
| book 409-11.3 | λόγου τάχος· μεμίμηται γὰρ τοὺς ἐν ἀγωνίῳ σπουδῇ κατεχομένους καὶ |
| book 409-11.4 | ἐν ὀλίγῳ πολλὰ μαθεῖν σπουδάζοντας. T |
| book 413a.1 | τοὶ γὰρ ἐγώ τοι ταῦτα: „καὶ ταῦτα“. ὡς τὰ πρώην |
| book 413a.2 | ἠκριβωκώς, οὕτω καὶ ταῦτα. T |
| book 413b.1 | 〈καταλέξω:〉 οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ „ἀγορεύ‐ |
| book 413b.2 | σω“. Aim |
| book 414-5.1 | Ἕκτωρ μὲν μετὰ τοῖσι〈ν— / βουλὰς βου‐ |
| book 414-5.2 | λεύει〉: φυλάσσει μὲν αὐτὸν Ἀχιλλεῖ, ἀπίθανον δὲ ἀδεῶς αὐτὸν κοι‐ |
| book 414-5 | μᾶσθαι. T |
| book 415a.1 | παρὰ σήματι Ἴλου: στρατηγικῶς τὸν τόπον τοῦτον |
| book 415a.2 | ἐπελέξατο μέσον ὄντα τοῦ πεδίου, ἵνα μὴ οἱ Ἕλληνες ἀποπλεῖν βουλόμε‐ |
| book 415a.3 | νοι λάθοιεν αὐτὸν μήτε τὴν πόλιν „λόχος εἰσέλθῃ〈σι〉 b(BCE3E4)T |
| book 415a.4 | λαῶν ἀπεόντων“ (cf. Θ 522)· φησὶ γοῦν „οἱ δὲ παρ’ Ἴλου σῆμα / |
| book 415a.5 | μέσ〈σ〉ον κὰπ πεδίον“ (Λ 166—7). T |
| book 415b | παρὰ σήματι Ἴλου: Ἶλος Τρωὸς παῖς, ἀφ’ οὗ ἡ πόλις |
| book 415b.1 | Ἴλιος ἐκλήθη. | παρὰ σήματι δὲ παρὰ τῷ τάφῳ· ἦν γὰρ „μέσσον |
| book 415b.2 | κὰπ πεδίον“ (Λ 167). ἀπέχει δὲ τῆς πόλεως καὶ τῶν νεῶν τὸ ἴσον. A |
| book 416.1 | 〈φυλακὰς δ’, ἃς εἴρεαι:〉 περὶ δὲ τῶν φυλακῶν, ὧν |
| book 416.2 | ἐρωτᾷς. Til |
| book 417a1.1 | οὔ τις κεκριμένη 〈ῥύεται στρατὸν οὐδὲ φυλάσ‐ |
| book 417a1.2 | σει〉: ἀστρατήγητον τὸ πᾶσιν ἐπιτρέψαι τὴν φυλακὴν ἑκουσίως, ἵνα |
| book 417a1.3 | παραυτὰ προθύμως φυλάξαντες εὐθὺς ῥᾳθυμήσωσιν ἢ διαμείναντες |
| book 417a1.4 | καρτερικῶς ἕωθεν ἀσθενήσωσιν. T |
| book 417a2.1 | ἀστρατήγητον τὸ πᾶσιν ἐπιτρέψαι τὴν φυλακὴν ἑκου‐ |
| book 417a2.2 | σίως, καὶ πολλῆς τῆς ἀλαζονείας· καταφρονεῖ γὰρ Ἑλλήνων. b(BCE3 |
| book 417a2.3 | E4) |
| book 418a.1 | ὅσσαι γὰρ Τρώων πυρὸς ἐσχάραι: ὅ ἐστιν T |
| book 418a.2 | ‘ὅσαι Τρώων εἰσὶν ἑστίαι καὶ οἰκίαι‘, οἱονεὶ ὅσοι εἰσὶν ἰθαγενεῖς Τρῶες, |
| book 418a.3 | οὗτοι φυλάσσουσιν· ἐκ γὰρ τῆς ἑστίας τὸν πολίτην δηλοῖ. b(BCE3E4) |
| book 418a.4 | T ἀνέστιος δὲ ὁ ἄπολις καὶ ἄοικος. b(BCE3)T οὕτω Πορφύριος |
| book 418a.5 | (cf. 1,157,7 [= 1,9,15 S.]). T |
| book 418a | ἐσχάραι: πυραί. δηλοῖ δὲ ἡ λέξις καὶ—καὶ τὴν κυρίως |
| book 418a | λεγομένην. A |
| book 418b.1 | οἷσιν ἀνάγκη: τοῦτο διὰ μέσου· ὧν ἐστι γνήσιος ὁ |
| book 418b.2 | κίνδυνος. T |
| book 419-20a.1 | 〈φυλασσέμεναί τε κέλονται / ἀλλήλοις:〉 τὰς |
| book 419-20a.2 | γυναῖκας καὶ τέκνα. Aim |
| book 419-20b.1 | κέλονται / ἀλλήλοις: εὖ τὸ μὴ μόνον ἰδίᾳ ἕκαστον |
| book 419-20b.2 | ἀγρυπνεῖν, ἀλλὰ καὶ ἀλλήλοις παρακελεύεσθαι, ἵνα ὁ τῷ ὕπνῳ νικώ‐ |
| book 419-20b.3 | μενος ὑπὸ τοῦ πλησίον ἐγείρηται. b(BCE3E4)T |
| book 419-20c.1 | κέλονται 〈ἀλλήλοισ〉: δῆλον ὡς ἐξ ἐπιταγῆς. ἐντεῦθεν |
| book 419-20c.2 | οἱ νομοθέται γυναικονόμον ὁρίζουσιν αἱρεῖσθαι τὸν γεγαμηκότα, οὐ |
| book 419-20c.3 | τὸν 〈ἄ〉γαμον, καὶ παιδονόμον οὐκ ἄπαιδα, ἵνα ἐκ τῶν οἴκοι τὴν συμ‐ |
| book 419-20c.4 | πάθειαν ἔχοντες πολλὴν ποιῶνται τὴν ἐπιμέλειαν. b(BCE3E4)T |
| book 420-2.1 | ἀτὰρ αὖτε πολύκλητοι ἐπίκουροι—οὐδὲ |
| book 420-2.2 | γυναῖκες: εἰς τὸ ἀσυμπαθὲς τῶν βαρβάρων. εὐλόγως δὲ ἀποκρίνεται· |
| book 420-2.3 | ἠρωτήθη γάρ· b(BCE3)T „πῶς δ’ αἱ τῶν ἄλλων Τρώων φυλακαί |
| book 420-2.4 | τε καὶ εὐναί“ (Κ 408), οὐ μόνον περὶ τῶν φυλασσόντων. T |
| book 424-5a.1 | πῶς γὰρ νῦν〈—δαείω〉: οὐ στικτέον ἐπὶ τὸ |
| book 424-5a.2 | νῦν (424), ἐπεὶ κομματικὸν ἔσται τὸ λεγόμενον καὶ παντελῶς ἀπηρτη‐ |
| book 424-5a.3 | μένον τῶν ἑξῆς, ἀλλὰ βραχὺ διασταλτέον· κοινὸν γὰρ τὸ εὕδους’ |
| book 424-5a.4 | (425), τὸ δὲ ἑξῆς· ‘πῶς γὰρ νῦν εὕδουσι, Τρώεσσι μεμιγμένοι ἢ |
| book 424-5a.5 | ἀπάνευθε;‘ A |
| book 424b.1 | 〈πῶς γὰρ νῦν— / εὕδους’ ἦ ἀπάνευθε:〉 τὸ |
| book 424b.2 | ἑξῆς ‘πῶς γὰρ νῦν εὕδουσι;‘ b(BE3E4)Til | μήποτε διὰ τοῦτο δυσά‐ |
| book 424b.3 | λωτοι εἶεν φυλασσόμενοι ὑπὸ τῶν Τρώων. Til |
| book 424c.1 | πῶς γὰρ νῦν—ἀπάνευθε: ἕως τοῦ νῦν (424) |
| book 424c.2 | ἀναπαύσαντας δεῖ τὴν ἀνάγνωσιν τὰ λοιπὰ ἀπὸ ἄλλης ἀρχῆς κατ’ |
| book 424c | ἐρώτησιν προφέρειν. b(BCE3E4)T |
| book 425a.1 | εὕδους’ ἦ ἀπάνευθε: τὸ εὕδους’ ἐν διαστολῇ καὶ |
| book 425a.2 | ὑποστιγμῇ, ἵνα ἐρωτηματικὸν γένηται. | καὶ αὐτὸν δὲ τὸν η περι‐ |
| book 425a.3 | σπαστέον· διαπορητικὸς γάρ. A |
| book 425b | 〈ἦ:〉 περισπαστέον τὸν η· διαπορητικὸς γάρ ἐστιν. Til |
| book 427a | 〈καὶ ταῦτα:〉 οὕτω καὶ ταῦτα. Til |
| book 427b.1 | μάλ’ ἀτρεκέως ἀγορεύσω: καὶ πλείονα ὧν ἠρωτήθη |
| book 427b.2 | λέγει ὡς σύμβουλος γενόμενος ὑπὲρ ὀλέθρου τῶν συμμάχων. b(BCE3 |
| book 427b.3 | E4)T τοῦτο δὲ δειλίας καὶ χαυνότητος σύμβολον. T |
| book 428a.1 | πρὸς μὲν ἁλὸς 〈Κᾶρεσ〉: πρὸς σύγκρισιν τῆς „Θύμ‐ |
| book 428a.2 | βρησ“ (Κ 430). θαλασσοκράτορας δέ φασι πρώην Κᾶρας εἶναι (cf. |
| book 428a.3 | Thuc. 1,4 al.). b(BCE3)T προσυπακουστέον δὲ τὸ μέρος, οἷον |
| book 428a.4 | ‘πρὸς μὲν τὸ μέρος τῆς θαλάσσησ‘. T |
| book 428b.1 | καὶ Παίονες ἀγκυλότοξοι: καὶ πῶς φησιν· „ὃς Παίο‐ |
| book 428b.2 | νας ἱπποκορυστάς / ἤγαγεν“ (Π 287—8); εἰ μὴ ἄρα περιδέξιοι ἦσαν |
| book 428b.3 | ὡς Τεῦκρος (cf. e. g. Θ 266 et Ν 177)· Δίδυμος (p. 181 Schm.) οὖν |
| book 428b.4 | τοὺς τόξῳ καὶ ἀγκύλῃ χρωμένους ἀγκυλοτόξους εἴρηκεν. T |
| book 428b.5 | Παίονες: ἔθνος Θρᾳκῶν. τινὲς δὲ—Μακεδόνας. A |
| book 429a.1 | καὶ Λέλεγες καὶ Καύκωνες: ὅτι ὡς ὕστερον ἐληλυθό‐ |
| book 429a.2 | των τούτων μνημονεύει, ὡς καὶ τῶν περὶ τὸν Ῥῆσον (cf. Κ 434—5)· |
| book 429a.3 | οὐδεμίαν γὰρ αὐτῶν διὰ τοῦ Καταλόγου μνήμην πεποίηται. A |
| book 429b.1 | καὶ Λέλεγες 〈καὶ Καύκωνεσ〉: ὡς ἐπήλυδες οὐ κατε‐ |
| book 429b.2 | λέχθησαν ἐν τῷ Καταλόγῳ· οὐδὲ γὰρ „Ὀθρυονεύσ“ (Ν 772, cf. 363. |
| book 429b.1 | 374), „Ἰφιδάμασ“ (Λ 221 al.), Φαῖστος (cf. Ε 43). Λέλεγες δέ εἰσιν |
| book 429b.2 | οἱ Πήδασον τὴν ὑπὸ Ἴδῃ οἰκοῦντες· „πέρσε δὲ Λυρνησ〈σ〉ὸν καὶ Πή‐ |
| book 429b.5.1 | δασον“ (Υ 92), εἶτα „Λέλεγας καὶ Τρῶας ἐναίρειν“ (Υ 96). οἱ περίλοι‐ |
| book 429b.5.2 | ποι οὖν ὑπὸ Πρίαμον ἦσαν διὰ τὴν πρὸς Ἄλτην συγγένειαν, „ὃς Λε‐ |
| book 429b.5.3 | λέγεσ〈σ〉ι φιλοπτολέμοισιν ἀνάσσει“ (Φ 86). T |
| book 429b | Λέλεγες: ἔθνος—Καρίας οἰκοῦντας. A |
| book 429c.1 | Καύκωνες: τῆς Παφλαγονίας μοῖρα, τῶν ἐν Πελοπον‐ |
| book 429c.2 | νήσῳ Καυκώνων ἄποικοι. T |
| book 429c | Καύκωνες: ἔθνος—τοὺς λεγομένους Καυνίους. A |
| book 429c | Πελασγοί: οἱ τὸ παράλιον μέρος—Τράλλεις. A |
| book 430a.1 | 〈πρὸς Θύμβρης:〉 ἡ {δὲ} Θύμβρα πεδίον ἐστὶ τῆς |
| book 430a.2 | Τρῳάδος. ὅμοιον δέ ἐστι τῷ „πρὸς μὲν ἁλόσ“ (Κ 428). T |
| book 430a | πρὸς Θύμβρης: πρὸς τὸ Θυμβραῖον—ἐπιφανές. A |
| book 430b.1 | Μυσοί τ’ ἀγέρωχοι: ὅτι οὐ μόνον ἐπὶ „Ῥοδίων“ (Β |
| book 430b.2 | 654) χρῆται τῷ ἀγέρωχοι, ἕνεκα τοῦ ἀγείρειν τὴν ὀχήν, τουτέστι |
| book 430b.3 | τὴν τροφήν, ἀλλ’ ἐπὶ Μυσῶν καὶ „Τρώων“ (Γ 36), οἷον γεραόχων, |
| book 430b.4 | σεμνῶν καὶ ἐντίμων. A |
| book 431a.1 | καὶ Φρύγες ἱππόδαμοι 〈καὶ Μῄονες ἱπποκορυ‐ |
| book 431a.2 | σταί〉: ὅτι ἑτέρους τῶν Τρώων οἶδεν τοὺς Φρύγας· καὶ ὅτι Ὅμηρος |
| book 431a.3 | οὐκ οἶδεν καλουμένους Λυδούς, ἀλλὰ Μῄονας. πρὸς τὰ περὶ ἡλικίας |
| book 431a.4 | Ἡσιόδου (fr. 334 M.—W.). A |
| book 431b1.1 | καὶ Φρύγες: δῆλον ὡς ἐπίκουροι Τρωσὶν οἱ Φρύγες. οἱ |
| book 431b1.2 | δὲ νεώτεροι συγχέουσι Φρύγας καὶ Τρῶας. T |
| book 431b2.1 | οἱ μὲν νεώτεροι συγχέουσι Φρύγας καὶ Τρῶας. φαίνεται δὲ |
| book 431b2.2 | ὁ ποιητὴς ἐπικούρους Τρώων αὐτοὺς καλῶν. b(BCE3) |
| book 431c1 | 〈ἱππόδαμοι:〉 Ἀρίσταρχος „ἱππόμαχοι“. Aim |
| book 431c2 | ἡ δὲ γραφὴ „ἱππόμαχοι“, οὐχ ἱππόδαμοι. T |
| book 431d.1 | καὶ Μῄονες ἱπποκορυσταί: ἤδη καθ’ Ὅμηρον ἐπρώ‐ |
| book 431d.2 | τευε τὸ Λύδιον ἱππικόν. T |
| book 433-4.1 | εἰ γὰρ δὴ μέματον Τρώων καταδῦναι ὅμιλον, |
| book 433-4.2 | 〈/ Θρήϊκες—νεήλυδεσ〉: οἱ μὲν περὶ τὸν Ὀδυσσέα οὐ τρανό‐ |
| book 433-4.3 | τερον ἐξέφηναν τὴν βούλησιν, ὁ δὲ συμβάλλεται αὐτῶν τῇ σκέψει καὶ |
| book 433-4.4 | μιᾶς ψυχῆς ἀτυχίᾳ προδίδωσιν ὅλον τὸ συμμαχικόν. b(BCE3)T |
| book 433-4.5.1 | οἱ δὲ καὶ ἐπαινοῦσιν αὐτὸν ὡς ἀποτρεψάμενον αὐτοὺς Ἕκτορος διὰ |
| book 433-4.5.2 | τοῦ ἐπαίνου τῶν Θρᾳκῶν. T |
| book 434a.1 | 〈οἵδ’ ἀπάνευθε:〉 τῇ χειρὶ δείκνυσι, καθ’ ὃν τόπον ἐστρα‐ |
| book 434a.2 | τοπεδεύκασιν. b(BCE3E4)Til ἀπάνευθε δὲ πρὸς τὸ μὴ μεμῖχθαι |
| book 434a.3 | τοῖς ἄλλοις. b(BCE3E4)T |
| book 434b.1 | νεήλυδες: πρὸς τὴν ἀπειρίαν τῶν τόπων καὶ τὴν πάρεσιν |
| book 434b.2 | τὴν ἀπὸ τοῦ καμάτου. b(BCE3E4)T |
| book 434c.1 | νεήλυδες: νεωστὶ ἐληλυθότες· | ἤλυσιν γὰρ τὴν ἔλευσιν |
| book 434c.2 | λέγουσιν. A |
| book 434d1 | ἔσχατοι ἄλλων: τοῖς δὲ ἀπὸ τῶν νεῶν πρῶτοι. T |
| book 434d2 | ἔσχατοι δὲ Τρώων, ἀπὸ δὲ νεῶν πρῶτοι. b(BCE3E4) |
| book 435.1 | ἐν δέ σφιν Ῥῆσος: Ῥῆσος Στρυμόνος τοῦ ποταμοῦ |
| book 435.2 | τῆς Θρᾴκης υἱὸς καὶ Εὐτέρπης Μούσης. ἱστορεῖ δὲ Πίνδαρος (fr. 262 |
| book 435.3 | Sn.) ὅτι καὶ μίαν ἡμέραν πολεμήσας πρὸς Ἕλληνας μέγιστα αὐτοῖς |
| book 435.4 | ἐνεδείξατο κακά, κατὰ δὲ πρόνοιαν Ἥρας καὶ Ἀθηνᾶς ἀναστάντες |
| book 435.5 | οἱ περὶ Διομήδεα ἀναιροῦσιν αὐτόν. b(BCE3)T |
| book 435 | ἐν δέ σφιν Ῥῆσος: Ῥῆσος γένει—εἰς τὸ παντελές. A |
| book 435 | ὅσοι ἐκ Μουσῶν τίκτονται· Ὀρφεὺς—Τριπτόλεμος. A |
| book 436.1 | τοῦ δὴ καλλίστους ἵππους: ὡς φίλιππος (κινδυνεύει |
| book 436.2 | γοῦν δι’ ἵππους) ἢ ὡς μέγιστα χαριζόμενος ἀντὶ τῆς ἰδίας ψυχῆς· |
| book 436.3 | b(BCE3)T φησὶ γοῦν· „ἀλλ’ ἐμὲ μὲν〈—〉δήσαντεσ“ |
| book 436.4 | (Κ 442—3). T τοσοῦτον δὲ ἀπέσχε τοῦ λαβεῖν ἵππους, ὅτι καὶ |
| book 436.5.1 | τῶν ἐν τῷ στρατοπέδῳ καλλίστων ἵππων προδότης γίνεται. |
| book 436.5.2 | b(BCE3)T |
| book 437a.1 | λευκότεροι χιόνος, θείειν δ’ ἀνέμοισιν |
| book 437a.2 | 〈ὁμοῖοι〉: δύο ὑπερβολὰς ἐνῆκεν ἐντέχνως, τὴν μὲν ἐξ ὑπερθέσεως, |
| book 437a.3 | τὴν δὲ ἐξ ὁμοιώσεως, καὶ ἐφ’ ἑκατέρας παρέλαβε τὸ οἰκεῖον· χιόνος |
| book 437a.4 | μὲν γὰρ δύναταί τι λευκότερον γενέσθαι, ἀνέμου δὲ θᾶσσον οὐδέν. |
| book 437a.5.1 | A b (BCE3)T ἐπαινετέον δὲ καὶ τὴν φράσιν, ὅτι κατ’ αἰτιατικὴν |
| book 437a.5.2 | δυνάμενος εἰπεῖν ‘λευκοτέρους χιόνοσ‘, καὶ τοῦ μέτρου ἐπιδεχο‐ |
| book 437a.5.3 | μένου, θαυμαστικῶς κατ’ ἰδίαν ἀνεφώνησε τὸν ἔπαινον. A b (BE3)T |
| book 437a.5.4 | | καὶ λείπει τὸ εἰσίν. b(BE3)T οἱ δὲ πτώσεως μετάθεσιν τὸ |
| book 437a.5.5 | τοιοῦτον ὠνόμασαν. b(BE3) | πῶς δὲ ἐδόκει εἰδέναι ὅτι ταχεῖς |
| book 437a.10.1 | εἰσιν, εἴ γε νεήλυδες ἦσαν; ἢ ὡς ἀκούσας, ἢ ἀποσεμνύνων ὡς καὶ |
| book 437a.10.2 | σωθησομένων αὐτῶν διὰ τῶν ἵππων μετὰ τὴν τῶν Θρᾳκῶν ἐπανά‐ |
| book 437a.10.3 | στασιν. A b (BCE3E4)T |
| book 437b1 | 〈λευκότεροι—ὁμοῖοι:〉 λευκότεροι χιόνος |
| book 437b1.1 | εἶπεν, ἵνα φανῶσι νυκτός, θείειν δ’ ἀνέμοισιν ὁμοῖοι, ἵνα |
| book 437b1.2 | φθάσωσιν ἐπ’ αὐτῶν διασωθῆναι. | ἰστέον δὲ ὅτι ἐμείωσε— |
| book 437b1.3 | ταχυτέρους. A |
| book 437b2 | ἵνα ὁρῶνται νυκτὸς οὔσης. Til |
| book 437c.1 | 〈λευκότεροι—ὁμοῖοι:〉 χωριστέον τοῦ ἐπάνω |
| book 437c.2 | στίχου, ἵνα μὴ σόλοικον γένηται. καὶ ἄλλως καθ’ ἑαυτὸ λεγόμενον |
| book 437c.3 | πλείονα ἔμφασιν παρίστησιν. λείπει δὲ τὸ εἰσί ῥῆμα, λευκότεροί |
| book 437c.4 | εἰσιν. A |
| book 438-9.1 | 〈χρυσῷ—χρύσεια:〉 τὸ σμικροπρεπὲς τοῦ ἀνδρὸς |
| book 438-9.2 | ἄκρως κωμῳδεῖ καὶ τὸ ἐπτοημένον περὶ χρυσόν. b(BCE3)Til |
| book 439.1 | τεύχεα: ὅπλα. | εἰρῆσθαι δὲ αὐτὰ Ἴστρος (FGrHist |
| book 439.2 | 334, 71) φησὶ παρὰ τὸ ἐν Τευχίῳ τῷ Εὐβοϊκῷ κατεσκευάσθαι πρῶ‐ |
| book 439.3 | τον ὑπὸ Κυκλώπων. A |
| book 442.1 | ἀλλ’ ἐμὲ μὲν 〈νῦν〉 νηυσὶ πελάσσετον: πέπεισται |
| book 442.2 | ὅτι μέγιστα αὐτοῖς ἐχαρίσατο, καὶ ἐπὶ μαρτυρίαν πιστὴν κατέρχε‐ |
| book 442.3 | ται. εἰ δὲ μὴ τοῦτο προσέθηκεν, εὐήθεις ἂν ἦσαν οἱ περὶ Διομήδην |
| book 442.4 | πιστεύσαντες αὐτῷ καὶ εἰς τοὺς Τρῶας παρελθόντες· b(BCE3E4) |
| book 442.5.1 | T δῆλον γὰρ ὡς οὐκ ἠπάτα, φυλάττεσθαι παρὰ τοῖς πολεμίοις |
| book 442.5.2 | μέλλων. b(BE3E4)T |
| book 443a.1 | 〈ἢ ἐμὲ δήσαντες λίπετ’ αὐτόθι νηλέϊ δεσμῷ:〉 |
| book 443a.2 | δέον τούτοις τοῖς ἀγενέσι λόγοις ἀντιπαρατεθῆναι τὸ „τόφρα γὰρ |
| book 443a.3 | ἐς στρατὸν εἶμι“ (Κ 325). Til |
| book 443b.1 | νηλέϊ δεσμῷ: ὡς ἠλπικὼς ὅτι δεθήσεται καὶ τὸν δεσμὸν |
| book 443b.2 | ὀλοφύρεται καί φησιν ὡς ἀμήχανον ἐκφυγεῖν ἐμοί. T |
| book 445a1.1 | ἦ ῥα κατ’ αἶσαν 〈ἔειπον〉: οὕτως A Ἀρίσταρ‐ |
| book 445a1.2 | χος „ἠὲ κατ’ αἶσαν AAim ἔειπον“, ἔξω τοῦ ῥά, καὶ ἔστιν ὅμοιον |
| book 445a1 | τῷ „ἠὲ μετὰ Τρώεσσιν“ (Ε 86). A |
| book 445a2 | „ἠὲ κατ’ αἶσαν“, οὕτω δεῖ γράφειν χωρὶς τοῦ ῥά. Til |
| book 445b.1 | 〈ἦε καὶ οὐκί:〉 πρὸς τὸ οὐκί, ὅτι ὑγιῶς διὰ τοῦ ψιλοῦ |
| book 445b.2 | ἀντιστοίχου. Aim |
| book 446.1 | 〈τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς |
| book 446.2 | Διομήδης:〉 Ἑλληνικῶς ὁ κοινωνήσας αὐτῷ φιλανθρώποις λόγοις |
| book 446.3 | οὐ φονεύει. b(BCE3E4)Til |
| book 447a.1 | Δόλων: ὅτι ζητεῖται, πῶς τὸ ὄνομα ἔγνω· διό τινες |
| book 447a.2 | ἀνέγνωσαν „δολῶν“ ὡς νοῶν. ἑξῆς μέντοι γε πάλιν λέγει „οὓς νῶϊ |
| book 447a.3 | πίφαυσκε Δόλων, ὃν ἐπέφνομεν“ (Κ 478). εἰκὸς δέ τινων γινώσκε‐ |
| book 447a.4 | σθαι ὀνόματα ὡς ἂν δεκαετοῦς γεγονότος χρόνου, καὶ μάλιστα τοῦ |
| book 447a.5.1 | Δόλωνος· ἦν γὰρ κήρυκος υἱὸς „πολύχρυσος πολύχαλκοσ“ |
| book 447a.5.2 | (Κ 315). A |
| book 447b.1 | Δόλων: καὶ πῶς ᾔδεισαν αὐτοῦ τὸ ὄνομα; ἢ εἰκὸς ὡς |
| book 447b.2 | κήρυκος υἱὸν πολλάκις συμπαρεῖναι τῷ πατρί. b(BCE3E4)T ὅτι |
| book 447b.3 | δὲ ἐπιφανής, δῆλον ἐκ τοῦ „ἀλλ’ ἄμυδις κικλήσκετο πάντας ἀρί‐ |
| book 447b.4 | στουσ“ (Κ 300). T ἢ ἠρώτησαν κρατήσαντες. b(BCE3E4) |
| book 449-51.1 | εἰ μὲν γάρ κέ σε νῦν ἀπολύσομεν〈— |
| book 449-51.2 | πολεμίξων〉: ἐπεὶ οὐχ Ἑλληνικὸν τὸν ἱκέτην ἀναιρεῖν, προφάσεις |
| book 449-51.3 | ἀναγκαίας περιέθηκεν. ἅμα δὲ καὶ ἄτοπον ἦν πάλιν ὑποστρέφειν εἰς |
| book 449-51.4 | τὰς ναῦς b(BCE3E4)T ἄγοντας Δόλωνα, ἢ δεῖν ἐν μέσῃ τῇ |
| book 449-51.5.1 | ὁδῷ, μὴ καί τινες διὰ λάφυρα ἐλθόντες μάθωσιν τὸ πᾶν παρ’ αὐ‐ |
| book 449-51.5.2 | τοῦ. T ἅμα δὲ καὶ ὡς προδότην ἀναιρεῖ· ὑπὸ γὰρ ἐκείνων με‐ |
| book 449-51.5.3 | μίσηται πρῶτον, οἷς τοὺς οἰκείους παρέδωκεν. b(BCE3E4)T |
| book 449a.1 | ἀπολύσομεν 〈ἠὲ μεθῶμεν〉: πληθυντικῶς, ἵν’ ἐνεχυ‐ |
| book 449a.2 | ριάσῃ καὶ τὴν Ὀδυσσέως γνώμην. T |
| book 449b.1 | 〈ἀπολύσομεν ἠὲ μεθῶμεν:〉 ἀπολύσομεν διὰ λύ‐ |
| book 449b.2 | τρων, μεθῶμεν δίχα λύτρων. Til |
| book 450.1 | {ἤ τε καὶ ὕστερον} εἶσθα: οὕτως ἐγένετο τὸ εἶσθα· εἶμι, |
| book 450.2 | τὸ δεύτερον „εἶσ“ (Hsd. opp. 208), εἶτα εἶσθα. A |
| book 452 | 〈ὀλέσσῃς:〉 Ἀρίσταρχος „ὀλέσσαισ“. Aim |
| book 454-5.1 | ἔμελλε γενείου〈— /〉 ἁψάμενος 〈λίσσεσθαι, |
| book 454-5.2 | ὁ δ’ αὐχένα μέσσον ἔλασσε〉: ἀνόητος ὁ μετὰ τοιαύτην ἀπό‐ |
| book 454-5.3 | κρισιν λιπαρεῖν μέλλων. τάχιστα δὲ αὐτὸν ὁ ποιητὴς ἀναιρεῖ, ἵνα |
| book 454-5.4 | μὴ φθάσῃ γονυπετῶν. b(BCE3E4)T |
| book 457.1 | φθεγγομένου δ’ ἄρα τοῦ γε 〈κάρη κονίῃσιν |
| book 457.2 | ἐμίχθη〉: ἅμα τῷ ἄρξασθαι φωνὴν ἀφεῖναι πρὶν σαφηνισθῆναι τὸ |
| book 457.3 | λεγόμενον· καὶ ἀνῆλθε μὲν τὸ πνεῦμα μέχρι τοῦ στόματος καὶ τὸν |
| book 457.4 | τόπον ὅλον πληρῶσαν ἐξεχύθη τῇ τμήσει τῆς κεφαλῆς, ὡς, εἰ καὶ |
| book 457.5.1 | σωλῆνά τινες μεστὸν ὕδατος διατέμοιεν, ἡ μὲν τῆς ἐπεισροῆς φορὰ |
| book 457.5.2 | εἴργεται, τὸ δὲ ἤδη διελθὸν ἐκχεῖται. b(BCE3E4)T |
| book 458.1 | 〈τοῦ δ’ ἀπὸ μὲν κτιδέην ... ἕλοντο:〉 ὅτι κτιδέην |
| book 458.2 | λέγει ῥητῶς, χωρὶς τοῦ ι. Aint |
| book 460-1.1 | καὶ τάδ’ Ἀθηναίῃ ληΐτιδι〈—ἀνέσχεθε〉: |
| book 460-1.2 | διδάσκει τῶν κατορθουμένων αἰτίους θεοὺς οἴεσθαι. καὶ τὸ ἐπίθε‐ |
| book 460-1.3 | τον δὲ οἰκεῖον τῷ καιρῷ, ἐκ τῆς πράξεως εἰλημμένον· b(BCE3E4) |
| book 460-1.4 | T καὶ „ἀγελείη“ (Δ 128) γάρ. T οἰκείως δὲ φονεύει ὁ Διο‐ |
| book 460-1.5 | μήδης, ἀνατίθησι δὲ ὁ Ὀδυσσεύς. b(BCE3E4)T |
| book 460.1 | ληΐτιδι: λαφυραγωγῷ, πολεμικῇ. | ἢ τῇ παραιτίᾳ γιγνο‐ |
| book 460.2 | μένῃ τοῦ λ〈ε〉ίαν λαβεῖν. A |
| book 461a.1 | ὑψός’ ἀνέσχεθε χερσί: πανταχόθεν ἐκίνησε τὴν ἐνάρ‐ |
| book 461a.2 | γειαν, ἐκ τοῦ ἱκετεύειν μέλλοντος, ἐκ τῶν διακοπτομένων ἀθρόως |
| book 461a.3 | τενόντων, ἐκ τῆς φθεγγομένης κεφαλῆς μετὰ τὸ πεσεῖν, ἐκ τοῦ |
| book 461a.4 | σκυλεύοντος τὰ ὅπλα καὶ ὑψός’ ἀνέχοντος. b(BCE3E4)T |
| book 461b | 〈ἀνέσχεθε:〉 γράφεται „ἀνέσχετο“. Aim |
| book 461c.1 | 〈καὶ εὐχόμενος ἔπος ηὔδα:〉 ὅτι συνήθως ἡμῖν νῦν |
| book 461c.2 | κέχρηται τῷ εὐχόμενος. Aint |
| book 463a1.1 | 〈ἐπιβωσόμεθα:〉 Ἀρίσταρχος „ἐπιδωσόμεθα“ ἵν’ ᾖ |
| book 463a1.2 | δώροις τιμήσομεν. Aint |
| book 463a2 | 〈ἐπιδωσόμεθα:〉 γράφεται καὶ “ἐπιβωσόμεθα“. T |
| book 463b.1 | ἐπιδωσόμεθα: ἐπιδόσεων καὶ δώρων ἀξιώσομεν. |
| book 463b.2 | b(BCE3E4)T προτρεπτικὸν δὲ τοῦτο εἰς συμμαχίαν. b(BCE3) |
| book 463b.3 | T |
| book 464a.1 | ἐπὶ Θρῃκῶν ἀνδρῶν ἵππους: τοῖς τοῦ Δόλωνος |
| book 464a.2 | πεισθέντες λόγοις ἤδη περὶ τῶν ἵππων τοῦ Ῥήσου δέονται τῆς |
| book 464a.3 | θεοῦ. ἢ μᾶλλον ἵππους οὐ τοὺς Ῥήσου, ἀλλὰ τὸ ἱππικόν. T |
| book 464b.1 | 〈ἵππους τε καὶ εὐνάς:〉 ἐν ἄλλῳ „ἄγυρίν τε καὶ εὐ‐ |
| book 464b.2 | νάσ“. Aim |
| book 465 | ὑψόσε: διήλ〈λ〉ατ〈τ〉ον Aint αἱ Ἀριστάρχου, ὑψόσε |
| book 465 | καὶ „ὑψοῦ“. Aint T |
| book 466a.1 | {θῆκεν ἀνὰ} μυρίκην· 〈δέελον δ’ ἐπὶ σῆμά τ’ |
| book 466a.2 | ἔθηκε〉: σὺν τῷ ν μυρίκην {δέ ἕλον}. | δέελον δὲ τὸ εὔδηλον, | |
| book 466a.3 | ἀπὸ τοῦ †δήεις†, φησὶν ὁ Ἀρίσταρχος, τὸ εὑρετόν. A |
| book 466b.1 | δέελον: ταὐτόν ἐστι τῷ δῆλον· διὸ καὶ τρίτη ἀπὸ |
| book 466b.2 | τέλους ἡ ὀξεῖα. καὶ ψιλοῦται τὸ δεύτερον ε. | ἡ διπλῆ δέ, 〈ὅτι〉 |
| book 466b.3 | ὃ ἡμεῖς λέγομεν δῆλον, αὐτὸς εἶπε διελὼν δέελον. A |
| book 466c.1 | δέελον: ψιλωτέον τὸ δεύτερον ε τοῦ δέελον. | Ἀρί‐ |
| book 466c.2 | σταρχος δέ φησιν αὐτὸ παρὰ τὸ †δήεις. T |
| book 466d.1 | 〈δέελον δ’ ἐπὶ σῆμά τ’ ἔθηκε:〉 πάντα 〈τὰ〉 προ‐ |
| book 466d.2 | νοητικὰ περίκειται τῷ Ὀδυσσεῖ. Til |
| book 467 | συμμάρψας δόνακας: τροπαίου σχῆμα μιμεῖται. T |
| book 469a.1 | τὼ δὲ βάτην προτέρω 〈διά τ’ ἔντεα καὶ μέλαν |
| book 469a.2 | αἷμα〉: ὅτι τὸ προτέρω ἀντὶ τοῦ ἔμπροσθεν, τοπικῶς. καὶ ὅτι |
| book 469a.3 | ἐρριμμένοι εἰσὶν {οὗτοι} οἱ νεκροί. καὶ ὅτι ἀντὶ τοῦ δι’ ἐντέων καὶ |
| book 469a.4 | αἵματος. A |
| book 469b | τὼ δὲ βάτην προτέρω διά τ’ ἔντεα καὶ μέλαν |
| book 469b | αἷμα: ἐπὶ τόπου τὸ προτέρω ἀντὶ τοῦ ἔμπροσθεν. | τὸ δὲ †καὶ |
| book 469b | μέλαν αἷμα τινὲς γράφουσι „καὶ Παλλὰς Ἀθήνη“. T |
| book 470a | 〈αἶψα:〉 διὰ τὸ ἐπεῖγον τοῦ καιροῦ. Til |
| book 470b.1 | 〈ἐπὶ Θρῃκῶν ἀνδρῶν τέλος:〉 ὅτι τέλος καὶ νῦν |
| book 470b.2 | τὸ τάγμα. Aint |
| book 470c | 〈ἐπὶ Θρῃκῶν ἀνδρῶν τέλος:〉 ἔνθα συνετέλουν. | |
| book 470c | ὅ ἐστι τάγμα. Til |
| book 471a.1 | οἱ δ’ εὗδον καμάτῳ ἀδηκότες: ἐκ τούτων ἡ προ‐ |
| book 471a.2 | δοσία Δόλωνος καὶ τὸ πιστὸν τῆς ἀναιρέσεως αὐτῶν φανεῖται. T |
| book 471b.1 | 〈ἀδηκότες:〉 ἀηδισθέντες. καὶ „δείπνῳ ἀδήσειεν“ (α |
| book 471b.2 | 134). Til |
| book 473a.1 | τριστοιχεί: ἵνα ὦσι τρία τάγματα πρὸ Ῥήσου, ἀφ’ |
| book 473a.2 | ὧν ἑκάστου τέσσαρας ἄνδρας ἀναιροῦντες τρισκαιδέκατον Ῥῆσον. |
| book 473a.3 | b(BCE3E4)T |
| book 473b.1 | τριστοιχεί· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες |
| book 473b.2 | 〈ἵπποι〉: εἰκότως οὖν εἶχε τὸ „ἵππους τε καὶ εὐνάσ“ (Κ 464). T |
| book 473c.1 | 〈δίζυγες ἵπποι:〉 ὅτι συνωρίσιν ἐχρῶντο· διὸ δί‐ |
| book 473c.2 | ζυγες. Aim |
| book 475a1.1 | ἐξ ἐπιδιφριάδος 〈πυμάτης ἱμᾶσι δέδεντο〉: ψι‐ |
| book 475a1.2 | λωτέον τὸ ἔξ· τὸ γὰρ ἑξῆς ἐστιν ἐκ πυμάτης, ἐκ τῆς ἄντυγος ἐδέδεντο |
| book 475a1.3 | τοῦ δίφρου, ἐξ ἄκρας τῆς ἐπιδιφριάδος. ἔνιοι δὲ κακῶς δασύνουσιν |
| book 475a1.4 | ὥστε κατὰ τὸν ἀριθμὸν ἓξ ἵππους δεδέσθαι. A |
| book 475a2 | ψιλωτέον δὲ τὸ ἔξ· οὐ γάρ ἐστιν ἀριθμός, ἀλλὰ πρό‐ |
| book 475a2 | θεσις. T |
| book 475b.1 | ἐπιδιφριάδος: τῆς κατὰ κόσμον ἄκρας ἄντυγος, ἢ |
| book 475b.2 | τοῦ ἐν τάξει ἐξωτάτου ξύλου, ἐφ’ οὗ πρῶτοι ἀναβαίνουσιν οἱ μέλ‐ |
| book 475b.3 | λοντες μάχεσθαι. A |
| book 475-6a1.1 | ἐξ ἐπιδιφριάδοσ〈— / τὸν δ’ Ὀδυσεὺς |
| book 475-6a1.2 | προπάροιθεν ἰδών〉: ἐπιδιφριὰς μέρος τοῦ δίφρου, καθ’ ὃ ἐπι‐ |
| book 475-6a1.3 | βαίνειν εἰώθασιν· οἱ δὲ τῆς ἄντυγος. πιθανῶς δὲ προετοιμάζει αὐτοὺς |
| book 475-6a1.4 | ὁ ποιητὴς τῇ ἀπελάσει. | τὰ γνωστικὰ αὐτῷ περίκειται. ἔγνω |
| book 475-6a1.5.1 | δὲ Ὀδυσσεὺς ἢ ἀπὸ τοῦ μέσον εἶναι ἢ τῶν ἵππων (cf. Κ 474), ὅπερ |
| book 475-6a1.5.2 | ἐδήλωσε διὰ τοῦ „οὓς νῶϊν πίφαυσκε“ (Κ 478). T |
| book 475-6a2.1 | ἐπιδιφριὰς μέρος τοῦ δίφρου. καθ’ ὃ ἐπιβαίνειν εἰώθασιν. |
| book 475-6a2.2 | b(BCE3) | ἔγνωσαν δὲ ἢ ἀπὸ τοῦ τὸν Ῥῆσον μέσον εἶναι ἰδίᾳ |
| book 475-6a2.3 | ἢ ἀπὸ τῆς τῶν ἵππων θέας. b(BCE3E4) |
| book 476a.1 | τὸν δ’ Ὀδυσεὺς προπάροιθεν 〈ἰδών〉: ἡ διπλῆ, |
| book 476a.2 | ὅτι καὶ ἐν Ἰλιάδι νῦν τὸ προπάροιθεν ἐπὶ χρόνου τέταχεν, πρό‐ |
| book 476a.3 | σθεν ἢ ἰδεῖν τὸν Διομήδη, οὐχ ὡς οἱ Χωρίζοντες (sc. fr. 3 K.) ἐν Ὀδυσ‐ |
| book 476a.4 | σείᾳ μόνον, ἐν Ἰλιάδι δὲ τοπικῶς. A |
| book 476b1.1 | τὸν δ’ Ὀδυσεὺς προπάροιθεν: χρονικῶς ἀντὶ |
| book 476b1.2 | τοῦ πρῶτος, καὶ τοπικῶς· „ἠϊόνος προπάροιθε“ (Β 92). T |
| book 476b2 | χρόνου καὶ τόπου. Til |
| book 477.1 | 〈οὗτός τοι:〉 οὕτως οὗτός τοι· ἄνω (sc. Κ 341) δὲ |
| book 477.2 | „οὗτός τισ“. Aint |
| book 478a | 〈οὕς:〉 οὕτω πληθυντικῶς οὕς ἐπὶ τῶν ἵππων. Aim |
| book 478b.1 | 〈Δόλων:〉 ὅτι ἐπίσταται τὸ τοῦ Δόλωνος ὄνομα καὶ |
| book 478b.2 | ἐνταῦθα. Aint |
| book 479 | πρόφε〈ρε〉 κρατερὸν μένος· πρόφερε οὐκ εἰς τὸ |
| book 479 | φονεύειν, ἀλλ’ εἰς τὸ δρᾶν τὰ χρειώδη. T |
| book 480a.1 | 〈ἑστάμεναι μέλεον σὺν τεύχεσιν:〉 ὅτι οἱ νεώτεροι |
| book 480a.2 | μέλεον τὸν ἀτυχῆ, ὁ δὲ Ὅμηρος ἀντὶ τοῦ ματαίως. Aim |
| book 480b.1 | σὺν τεύχεσιν: σὺν τεύχεσιν T δηλοῖ ὡς μᾶλλον |
| book 480b.2 | ἐπιτηδειότερος ὢν εἰς τὸ φονεύειν τούτου λαβέσθαι ὀφείλει. εἶτα |
| book 480b.3 | σοφῶς τὴν αἵρεσιν τῷ Διομήδει δίδωσιν. b(BCE3E4)T |
| book 482a.1 | τῷ δ’ ἔμπνευσε μένος: εἰκότως τὸ μὲν εὐχερέστερον |
| book 482a.2 | τῷ πρακτικῷ, τὸ δὲ δυσχερέστερον τῷ βουλευτικῷ δίδωσιν. |
| book 482a.3 | b(BCE3E4)T |
| book 482b.1 | τῷ δ’ ἔμπνευσε: πιθανῶς, ἵνα πιστὸν εἴη τοσούτους |
| book 482b.2 | ὑφ’ ἑνὸς ἀναιρεθῆναι. T |
| book 483.1 | κτεῖνε δ’ ἐπιστροφάδην: ἐπιστρέφων τὴν ὄψιν τοῦ |
| book 483.2 | λαθεῖν. ἢ ‘τῇ καὶ τῇ‘, ὡς ἐπὶ Ἀχιλλέως (cf. Φ 20), b(BCE3)T |
| book 483.3 | ὃ καὶ ἄμεινον. b(BCE3) |
| book 483-4a1.1 | τῶν δὲ στόνος 〈ὄρνυτ’ ἀεικής / ἄορι θει‐ |
| book 483-4a1.2 | νομένων〉: ὡς ἐν ὕπνῳ ἀναιρουμένων ἠρεμαία τις στοναχὴ ἐγί‐ |
| book 483-4a1.3 | νετο. T |
| book 483-4a2 | στόνος δὲ οἷον ὡς ἐν ὕπνῳ ἀναιρουμένων. b(BCE3E4) |
| book 485a.1 | ὡς δὲ λέων μήλοισιν 〈ἀσημάντοισιν ἐπελθών〉: |
| book 485a.2 | οἰκεία ἐπ’ ἀμφοῖν τοῖν προσώποιν ἡ παραβολή· καὶ γὰρ οὗτοι |
| book 485a.3 | τῆς ἐκ τοῦ βασιλέως φυλακῆς κοιμωμένου ἐστέρηντο. b(BCE3E4)T |
| book 485b.1 | {ὡς δὲ λέων} μήλοισιν: ὅτι μῆλα οἱ νεώτεροι πάντα τὰ |
| book 485b.2 | τετράποδα, Ὅμηρος δὲ αἶγας καὶ ὄϊς· „μῆλ’, ὄϊές τε καὶ αἶγεσ“ (ι 184). A |
| book 486 | 〈αἴγεσιν ἢ ὀΐεσσιν:〉 ὅτι ἐπεξηγεῖται, τίνα τὰ μῆλα. Aint |
| book 488a.1 | ὄφρα δυώδεκ’ 〈ἔπεφνεν〉: ὅτι χωρὶς τοῦ Ῥήσου |
| book 488a.2 | δώδεκα ἑταίρους αὐτοῦ ἀναιρεῖ, ἀλλ’ οὐ σὺν αὐτῷ δώδεκα, ὥς τι‐ |
| book 488a.3 | νες. A |
| book 488b.1 | ὄφρα δυώδεκ’ ἔπεφνεν: δῆλον ὡς ἀνὰ τέσσαρας, ἵνα |
| book 488b.2 | ἱκανὸς εἴη ὁ τόπος πρὸς τὴν ἀπελασίαν τῶν ἵππων. T |
| book 488-90.1 | ἀτὰρ πολύμητις Ὀδυσσεύς / ὅντινα Τυδεί‐ |
| book 488-90.2 | δης ἄορι πλήξειε 〈παραστάσ〉, / τὸν 〈δ’〉 Ὀδυσεὺς μετό‐ |
| book 488-90.3 | πισθε: δὶς τὸ τοῦ Ὀδυσσέως παρέλαβεν ὄνομα σχῆμα κινῶν, |
| book 488-90.4 | δυναμένης τῆς ἀπαγγελίας καὶ ἅπαξ ἔχειν τὸ ὄνομα. b(BCE3E4)T |
| book 489.1 | 〈πλήξειε:〉 οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ „πλήξασκε“. |
| book 489.2 | Aim |
| book 490a.1 | τὸν δ’ Ὀδυσ{σ}εύς {μετόπισθε}: ὅτι ἰδίως προειπὼν |
| book 490a.2 | „ἀτὰρ πολύμητις Ὀδυσσεύσ“ (Κ 488) ἐπενήνοχεν αὐτοῦ τὸ ὄνομα, |
| book 490a.3 | τὸν δ’ Ὀδυσεύς· καὶ ὅτι ὁ δέ σύνδεσμος περιττός. A |
| book 490b1.1 | τὸν δ’ Ὀδυσεὺς 〈μετόπισθε〉 λαβὼν ποδὸς |
| book 490b1.2 | ἐξερύσασκεν: εἰς τὸ προγνωστικὸν Ὀδυσσέως. καὶ ἐπ’ ἄλλων |
| book 490b1.3 | φησὶ „στείβοντες νέκυάς τε“ (Λ 534), ἐπὶ δὲ τῶν νεηλύδων καὶ μήπω |
| book 490b1.4 | πολέμου πειραθέντων „ἀήθεσ〈σ〉ον γὰρ ἔτι“ (Κ 493) νεκρῶν. T |
| book 490b2.1 | τὸ προγνωστικὸν καὶ φρόνιμον Ὀδυσσέως ἐνδείκνυ‐ |
| book 490b2.2 | ται· ἐπὶ μὲν γὰρ ἄλλων ἵππων φησὶ „στείβοντες νέκυάς τε“, ἐπὶ |
| book 490b2.3 | δὲ τῶν νεηλύδων καὶ μήπω πειραθέντων πολέμου μεταφέρει τοὺς |
| book 490b2.4 | νεκρούς. b(BCE3E4) |
| book 493.1 | ἀήθεσ〈σ〉ον γὰρ ἔτ’ αὐτῶν: πόθεν οἶδεν ὅτι ἀήθεις |
| book 493.2 | εἰσὶ νεκρῶν; ὅτι ἀκήκοε Δόλωνος λέγοντος „Θρήϊκες οἵδ’ ἀπάνευθε |
| book 493 | νεήλυδεσ“ (Κ 434). T |
| book 495.1 | τὸν τρισκαιδέκατον 〈μελιηδέα θυμὸν ἀπηύρα〉: |
| book 495.2 | ὅτι νῦν μὲν τοῖς δώδεκα Θρᾳξὶν ἐπαριθμεῖ τὸν Ῥῆσον, 〈πρὸς τὸ〉 |
| book 495.3 | „τρεισκαιδέκατον σκοπόν“ (Κ 561). καὶ ὅτι ἐν σχήματι ἐξήνεγκε, |
| book 495.4 | τὸν τρεισκαιδέκατον τὴν ψυχὴν ἀφείλετο, A ἀντὶ τοῦ †τρεισ‐ |
| book 495.5 | καιδέκατον. Aim |
| book 496-7.1 | κακὸν γὰρ ὄναρ κεφαλῆφιν ἐπέστη / τὴν νύκτ’, |
| book 496-7.2 | Οἰνείδαο πάϊς, διὰ μῆτιν Ἀθήνης: τὸ βαθὺ γὰρ τοῦ ὕπνου |
| book 496-7.3 | δι’ αὐτῆς ἐγένετο. 〈συν〉έλαβε δὲ καὶ τὸ φίλοινον Θρᾳκῶν πρὸς τὸ μὴ |
| book 496-7.4 | αἰσθέσθαι. T |
| book 496.1 | κακὸν γὰρ ὄναρ κεφαλῆφιν ἐπέστη: τοῦτο ἐπὶ τῶν |
| book 496.2 | ἀπὸ τοῦ ἔθους συμβαινόντων· ὅταν γάρ τις νυκτὸς κακῷ τῳ περι‐ |
| book 496.3 | πέσῃ φαμὲν ‘κακὸν ὄνειρον εἶδεν ὁ δεῖνα‘. b(BCE3E4)T |
| book 496 | κακὸς γὰρ αὐτῷ ἐπέστη ὄνειρος ὁ Διομήδης. Aim |
| book 497a.1 | τὴν νύκτ’, Οἰνείδαο 〈πάϊς, διὰ μῆτιν Ἀθή‐ |
| book 497a.2 | νησ〉: ἀθετεῖται, ὅτι καὶ τῇ συνθέσει εὐτελής· καὶ μὴ ῥηθέντος δὲ |
| book 497a.3 | νοεῖται ὅτι ὡς ὄναρ ἐφίσταται τῷ Ῥήσῳ ὁ Διομήδης, καὶ τὸ διὰ |
| book 497a.4 | μῆτιν Ἀθήνης λυπεῖ· μᾶλλον γὰρ διὰ τὴν Δόλωνος ἀπαγγελίαν. |
| book 497a.5 | A |
| book 497b.1 | 〈τὴν νύκτ’, Οἰνείδαο πάϊς, διὰ μῆτιν Ἀθή‐ |
| book 497b.2 | νης:〉 οὔτε ἐν 〈τῇ〉 Ζηνοδότου οὔτε ἐν τῇ Ἀριστοφάνους ἐφέρετο. |
| book 497b.3 | Aim |
| book 499a | σὺν δ’ ἤειρεν ἱμᾶσι καὶ ἐξήλαυνεν ὁμίλου: ἡ |
| book 499a.1 | διπλῆ, ὅτι καὶ νῦν ὅμιλον τὸ ἄθροισμα εἶπεν. διὰ τὴν περίστασιν |
| book 499a.2 | δὲ ἀναγκασθέντες ἐπὶ γυμνοῖς τοῖς ἵπποις καθίζουσιν οἱ ἥρωες, |
| book 499a.3 | συναρτήσαντες αὐτοὺς τοῖς ἱμᾶσι. καὶ μιμεῖται τὸ γινόμενον ἐν |
| book 499a.5 | ταῖς ταραχαῖς. A |
| book 499b.1 | σὺν δ’ ἤειρεν ἱμᾶσι: ὡς μὴ κατ’ ἰδίαν τῶν ἵππων |
| book 499b.2 | εἰθισμένων ἡνιοχεῖσθαι· b(BCE3E4)T φησὶ γοῦν „ἵππων ἐπε‐ |
| book 499b.3 | βήσετο“ (Κ 513) καὶ „ἔρυξε Διῒ φίλος ὠκέας ἵππουσ“ (Κ 527). T |
| book 499c.1 | σὺν δ’ ἤειρεν ἱμᾶσι: συνέζευξεν δὲ αὐτοὺς τοῖς ἱμᾶσι, |
| book 499c.2 | τουτέστι συνημμένους καὶ οὐ καθ’ ἕνα ἐξέφερε. καὶ ἔστι νησιώτης μέν, |
| book 499c.3 | τῇ πείρᾳ δὲ οὐ δευτερεύει τινός. b(BCE3E4)T |
| book 500.1 | τόξῳ ἐπιπλήσσων: ἡ γὰρ νευρὰ τῷ τῆς μάστιγος |
| book 500.2 | ψόφῳ ὁμοίαν τὴν φαντασίαν δίδωσιν. T |
| book 500-1.1 | ἐπεὶ οὐ μάστιγα φαεινήν 〈/ —νοήσατο |
| book 500-1.2 | χερσὶν ἑλέσθαι〉: πιθανῶς καὶ ἀνθρωπίνως, ἵνα τοῖς λοιποῖς |
| book 500-1.3 | πιστεύσωμεν· οὐ γὰρ ἄτοπον ἐν τοιαύτῃ ταραχῇ παρεῖσθαί τι, |
| book 500-1.4 | καὶ τοῦτο οὐ τῶν ἀναγκαίων. ἀλλὰ καὶ ἀντ’ αὐτοῦ μεμηχάνηται |
| book 500-1.5.1 | Ὀδυσσεύς. b(BCE3E4)T καὶ ἡ τάξις· οὐ γὰρ εἰπὼν ‘ἐπελά‐ |
| book 500-1.5.2 | θετο‘ ἐπήγαγε τὸ „τόξῳ“ (500), ἀλλὰ τοὐναντίον. τούτῳ ὅμοιόν |
| book 500-1.5.3 | ἐστι καὶ τὸ ἐπὶ Σαρπηδόνος „βάρυνε δέ μιν δόρυ μακρόν / ἑλκό‐ |
| book 500-1.5.4 | μενον· τὸ μὲν οὔτις ἐπεφράσατο“ (Ε 664—5). T |
| book 502a.1 | ῥοίζησεν: ἄναρθρον καὶ βαρβαρικὴν φωνὴν μιμούμενος |
| book 502a.2 | ὑπὲρ τοῦ μηδένα τῶν πολεμίων, εἰ τύχοι τις ἐγρηγορῶν, αἰσθέσθαι· |
| book 502a.3 | οὐ γὰρ παρεῖναι αὐτῷ ἐδύνατο, ἐλάσας πόρρω τοὺς ἵππους. |
| book 502a.4 | b(BCE3E4)T |
| book 502b.1 | ῥοίζησεν: ἀνάρθρως ἐφώνησεν, ὃ ἡμεῖς συρίζειν λέ‐ |
| book 502b.2 | γομεν. | καὶ ἀλλαχοῦ δέ φησιν· „πολλῇ δὲ ῥοίζῳ πρὸς ὄρος τρέπε |
| book 502b | πίονα μῆλα“ (ι 315). A |
| book 503.1 | ὅ τι κύντατον ἔρδοι: φιλότιμος γὰρ ὢν καὶ νέος δυσαπ‐ |
| book 503.2 | αλλάκτως ἔχει τοῦ εὑρήματος. b(BCE3E4)T |
| book 504-6a1.1 | ἢ ὅ γε δίφρον ἑλὼν 〈...〉 ἢ ἐκφέροι ὑψός’ |
| book 504-6a1.2 | 〈...〉 ἦ ἔτι τῶν πλεόνων: διαπορητικὸς ὁ ὕστερος· διὸ περι‐ |
| book 504-6a1.3 | σπαστέος. τὸν δὲ πρῶτον καὶ δεύτερον ἐγκλιτέον. A |
| book 504-6a2.1 | {ἦ ἔτι τῶν πλεόνων θρῃκῶν:} περισπαστέον τὸ〈ν〉 ἦ |
| book 504-6a2.2 | {ἔτι} (506). διαπορητικὸς γάρ ἐστιν. T |
| book 504-6b.1 | ἢ ὅ γε δίφρον ἑλὼν〈— / ῥυμοῦ ἐξερύοι, ἢ |
| book 504-6b.2 | ἐκφέροι ὑψός’ ἀείρας, /〉 ἦ ἔτι τῶν πλεόνων Θρῃκῶν: |
| book 504-6b.3 | δύο εἰσὶ βουλαί, ἢ εἰς Θρᾷκας τραπῆναι ἢ τὸν δίφρον ἀφελέσθαι. |
| book 504-6b.4 | τὸ δὲ περὶ τοῦ δίφρου εἰς δύο διῄρηται, ἢ ἑλκύσαι αὐτὸν ἢ βαστάσαι. |
| book 504-6b.5.1 | ἀλλ’ οὐδὲν τούτων, ἐναντίον τοῦ σωθῆναι αὐτόν, ἀκίνδυνον. |
| book 504-6b.5.2 | b(BCE3E4)T |
| book 505a.1 | ῥυμοῦ ἐξερύοι〈—ἀείρασ〉: ὅτι πρὸς ἓν ληπτέον |
| book 505a.2 | μέρος τὸ λεγόμενον ἐκ τοῦ „ἢ ὅγε δίφρον ἑλὼν〈— /〉“ (Κ 504) |
| book 505a.3 | ῥυμοῦ ἐξερύοι ἢ ἐκφέροι ὑψός’ ἀείρας· ἔστιν γὰρ ‘ἢ τὸν |
| book 505a.4 | δίφρον ἐκ τοῦ ῥυμοῦ λαβόμενος ἐξέλκοι ἢ μετέωρον ἄρας ἐξενέγκοι, |
| book 505a.5.1 | ὥστε 〈τὸ〉 περὶ τοῦ δίφρου 〈ἓν〉 μέρος ἔχειν. πρὸς τοῦτο δὲ ἀντιδιέ‐ |
| book 505a.5.2 | σταλκεν „ἦ ἔτι τῶν πλεόνων Θρῃκῶν“ (Κ 506). A |
| book 505b | 〈ὑψόσε:〉 διχῶς, „ὑψοῦ“ καὶ ὑψόσε. Aim |
| book 509.1 | νόστου δὴ μνῆσαι: ὅτι δεῖ μάλιστα ἐν ταῖς εὐτυχίαις τὸ |
| book 509.2 | μέλλον σκοπεῖν καὶ μὴ ἀπλήστως χρῆσθαι ταῖς εὐτυχίαις. ὅτι δὲ τοῦ‐ |
| book 509.3 | τον εἶχεν Ὀδυσσεὺς τὸν νοῦν, δῆλον διὰ τοῦ „ῥοίζησεν δ’ ἄρα πι‐ |
| book 509.4 | φαύσκων Διομήδεϊ“ (Κ 502). b(BCE3E4)T καὶ τὸ „ἐγγύθεν |
| book 509.5.1 | ἱσταμένη“ (Κ 508) πρόκειται, ὅπου Ὀδυσσεὺς στῆναι οὐκ ἐδύνατο, |
| book 509.5.2 | ἐ〈λ〉άσας πόρρω τοὺς ἵππους. T |
| book 510a.1 | νῆας ἔπι γλαφυράς: τὸ ἡμιστίχιον δύναται καὶ τοῖς |
| book 510a.2 | ἡγουμένοις καὶ τοῖς ἑπομένοις συντάττεσθαι, διαστολῇ μόνον χω‐ |
| book 510a.3 | ριζόμενον ἀπὸ τῶν ἑτέρων, οἷς μὴ προσδίδοται. A |
| book 510b.1 | πεφοβημένος: εἰς φυγὴν τραπείς, διωκόμενος, τουτέστι |
| book 510b.2 | μετὰ φυγῆς παραγεγενημένος. A |
| book 510-1.1 | μὴ καὶ πεφοβημένος ἔλθῃς· 〈/ —θεὸς ἄλ‐ |
| book 510-1.2 | λοσ〉: οὐ μόνον διὰ τοῦ πεφοβημένος (510), ἀλλὰ καὶ διὰ τοῦ |
| book 510-1.3 | θεός (511) ἐκδειματοῖ. διὰ δὲ τοῦ ἄλλος (511) ἐσήμανεν ὅτι καὶ αὐτὴ |
| book 510-1.4 | θεός ἐστιν. b(BCE3E4)T ἤδη δὲ καὶ παροιμιῶδες γέγονε „μή τις |
| book 510-1.5 | καὶ Τρῶας ἐγείρῃ“ (cf. 511). T |
| book 513a.1 | ἵππων ἐπεβήσετο: κέλησι μὲν οὐδ’ ἐν τοῖς ἀγῶσιν εἰσά‐ |
| book 513a.2 | γει χρωμένους, νῦν δὲ διὰ τὴν χρείαν. b(BCE3E4)T |
| book 513b1.1 | 〈ἐπεβήσετο:〉 οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ „ἐπεβή‐ |
| book 513b1.2 | σατο“. Aim |
| book 513b2 | διὰ τοῦ ε δὲ ἐπεβήσετο. T |
| book 515-6a1.1 | 〈οὐδ’ ἀλαοσκοπιὴν—ἕπουσαν:〉 συνα‐ |
| book 515-6a1.2 | πτέον {δὲ} τὸ διστίχιον μέχρι τοῦ ἕπουσαν (516). A |
| book 515-6a2 | τινὲς εἰς τὸ Ἀπόλλων (515) στίζουσιν. Til |
| book 515a.1 | οὐδ’ ἀλαοσκοπιήν: ὅτι Ζηνόδοτος γράφει „ἀλαὸν σκο‐ |
| book 515a.2 | πιήν“. παροιμιακὸν δέ ἐστιν, οὐ τυφλὸς ἐς σκοπιάς, ἀλλὰ τοὐναντίον |
| book 515a.3 | δεδορκώς· καὶ ὁ ποιητὴς οὐδέποτε εἴρηκεν σκοπιὴν τοὺς ὀφθαλ‐ |
| book 515a.4 | μούς. A |
| book 515b1.1 | οὐδ’ ἀλαοσκοπιήν: πῶς οὐκ ἀλαός ἐστι τοσούτων πε‐ |
| book 515b1.2 | φονευμένων; οὐ λέγει ὅτι ἐφύλασσε τὰ πρασσόμενα (ἀποκεκήρυκτο |
| book 515b1.3 | γὰρ ὑπὸ τοῦ Διὸς τοῖς θεοῖς, ἑκατέρῳ στρατεύματι βοηθεῖν), ἀλλ’ ‘ὡς |
| book 515b1.4 | εἶδεν ἐλθοῦσαν πρὸς Διομήδην τὴν Ἀθηνᾶν, καὶ αὐτὸς ἦλθεν‘. τοσοῦ‐ |
| book 515b1.5.1 | τον δὲ αὐτὸν ἡ Ἀθηνᾶ προὔλαβεν, ὅσον ἔφθη τῷ Διομήδει τὴν |
| book 515b1.5.2 | ἀναχώρησιν παραινέσαι. Ἀπόλλων δὲ κατελθὼν οὐδὲν ἔπραξεν, ἀλλ’ |
| book 515b1.5.3 | ἕτερον ἐγείρει. βραδέως δὲ ἐνεργεῖ Ἀπόλλων δεδιὼς Δία, ἡ δὲ Ἀθηνᾶ |
| book 515b1.5.4 | εἰωθυῖα „ἐνικλᾶν“ τῷ Διΐ, „ὅ τι νοήσῃ“ (Θ 422), καὶ πρότερον παρὰ |
| book 515b1.5.5 | πρόσταγμα τούτου κατελθοῦσα εἰς τὴν μάχην, καὶ νῦν τῷ Διομήδει |
| book 515b1.10 | παρίσταται. T |
| book 515b2.1 | πῶς οὐκ ἀλαός ἐστι τοσούτων πεφονευμένων; οὐ λέγει |
| book 515b2.2 | ὅτι ἐφύλασσε τὰ πρασσόμενα (ἀποκεκήρυκτο γὰρ ὑπὸ Διὸς μηδένα |
| book 515b2.3 | μηδενὶ στρατεύματι βοηθεῖν), ἀλλ’ ὡς εἶδεν ἐλθοῦσαν Ἀθηνᾶν πρὸς |
| book 515b2.4 | Διομήδην, καὶ αὐτὸς ἦλθε. βραδέως δὲ ἐνεργεῖ δεδιὼς Δία, ἡ δὲ Ἀθηνᾶ |
| book 515b2.5 | ταχέως· εἴωθε γὰρ παραβαίνειν τὰς ἐντολὰς Διός. b(BCE3E4) |
| book 519.1 | Ῥήσου ἀνεψιόν: οἰκτρὸν τὸ τὸν ἴδιον ἀνεψιὸν ἐπισκέψα‐ |
| book 519.2 | σθαι τὸ δεινόν. οὐ μὴν θρήνους περιτίθησι καίτοι εὐπορῶν, ἀλλ’ ἑτέρῳ |
| book 519.3 | μέρει τῆς ποιήσεως (sc. Ω 720—81) τηρεῖ τοὺς θρήνους ἐπὶ Ἕκτορι |
| book 519 | τεθνηῶτι· b(BCE3E4)T νῦν γὰρ οὐκ ἔστιν αὐτῷ περὶ τούτων. T |
| book 520-2.1 | ὡς ἴδε χῶρον ἐρῆμον〈— / ἄνδρας τ’ ἀσπαί‐ |
| book 520-2.2 | ροντας— / ᾤμωξέν τ’ ἄρ’ ἔπειτα—ἑταῖρον〉: ὅτι |
| book 520-2.3 | Ζηνόδοτος †τὸ ἐναλλὰξ τῶι τόπωι τούτωι† τίθησιν· „ὁ δ’ ἐξ ὕπνου |
| book 520-2.4 | ἀνορούσασ“ (Κ 519) / ᾤμωξέν τ’ ἄρ’ ἔπειτα (522), / ὡς ἴδε |
| book 520-2.5.1 | χῶρον ἐρῆμον (520) / ἄνδρας τ’ ἀσπαίροντας (521). πρῶτα |
| book 520-2.5.2 | δὲ ἰδόντα ἔδει κλαίειν. A |
| book 522a.1 | ᾤμωξέν τ’ ἄρ’ ἔπειτα φίλον τ’ ὀνόμηνεν ἑταῖρον: |
| book 522a.2 | ἐμφατικῶς οὐ μόνον ᾤμωξεν, ἀλλὰ καὶ φίλον καὶ ἑταῖρον ὠνόμασεν. A |
| book 522b.1 | ὀνόμηνεν: ἀνεκαλέσατο· τοῦτο γὰρ συμβαίνει τοῖς ἐκ‐ |
| book 522b.2 | πληττομένοις. b(BCE3E4)T |
| book 523-4.1 | Τρώων δὲ κλαγγή〈— / θυνόντων ἄμυδισ〉: |
| book 523-4.2 | ἄκρως τοὺς ἐπτοημένους παρέστησε διὰ τῆς βοῆς καὶ τοῦ θορύβου καὶ |
| book 523-4.3 | τῆς ἐπὶ τὸ αὐτὸ συνδρομῆς. b(BCE3E4)T |
| book 524a1.1 | θηεῦντο δὲ μέρμερα ἔργα: τὸ θαῦμα τῶν θεωμένων |
| book 524a1.2 | τὸ δεινὸν ὑποφαίνει τῶν δεδραμένων, ὡς καὶ τὸ κάλλος τῶν οἴκων |
| book 524a1.3 | Καλυψοῦς διὰ τῆς Ἑρμοῦ ἐδήλωσε θέας (sc. ε 55—77). T |
| book 524a2.1 | τὸ θαῦμα τῶν θεωμένων τὸ δεινὸν ὑποφαίνει τῶν δραθέν‐ |
| book 524a2.2 | των· ἀγνοοῦντες γάρ, ὅθεν ἡ ἐρημία, ἐθαύμαζον. b(BCE3E4) |
| book 525.1 | ὅσς’ ἄνδρες ῥέξαντες: πολλὴν ἔμφασιν ἔχει τὸ ἄνδρες. |
| book 525.2 | T |
| book 526.1 | σκοπόν: κατάσκοπον. | πῶς δέ, φησί, δεκατέσσαρας †φο‐ |
| book 526.2 | νεύσαντες† τρισκαιδέκατον λέγει Δόλωνα; ῥητέον—καὶ Ἕκτο‐ |
| book 526.3 | ρα (Ν 1). A |
| book 527.1 | ἔνθ’ Ὀδυσεὺς 〈μὲν〉 ἔρυξε〈—〉ὠκέας ἵππους: |
| book 527.2 | πάλιν 〈εἰσ〉 τὸ 〈προ〉γνωστικὸν Ὀδυσσέως· ἔδει γὰρ ἐνεχθῆναι τὰ |
| book 527.3 | λάφυρα εἰς τὸν ναύσταθμον. ἐπεὶ δὲ ὁ καιρὸς οὐκ ἐᾷ χρονίζειν, τάχιστα |
| book 527 | αὐτὰ παρατρέχει. T |
| book 528a.1 | 〈Τυδείδης δὲ χαμᾶζε θορών:〉 ἐπὶ τὸ θορών διασταλ‐ |
| book 528a.2 | τέον. σαφέστερον γάρ. Aim |
| book 528b.1 | {τυδείδης δὲ χαμᾶζε θορὼν} ἔναρα {βροτόεντα}: ὅτι πε‐ |
| book 528b.2 | ριεκτικῶς καὶ τὰ τόξα καὶ τὸ δόρυ ἔναρα εἴρηκε σὺν τοῖς ἄλλοις. κυ‐ |
| book 528b.3 | ρίως δὲ ἔναρα λέγεται, οἷς ἐνάρηρε τὰ σώματα καὶ ἐνήρμοσται, θώραξ |
| book 528b.4 | καὶ κυνέα. A |
| book 529 | 〈Ὀδυσῆϊ τίθει:〉 ἐν ἄλλῳ „Ὀδυσῆϊ δίδου“. Aim |
| book 530.1 | 〈μάστιξεν δ’ ἵππους:〉 ἐν ἄλλῳ „μάστιξεν δ’ Ὀδυ‐ |
| book 530.2 | σεύσ“. Aim |
| book 532.1 | Νέστωρ δὲ πρῶτος κτύπον ἄϊε: εἰκότως· τῶν φρονι‐ |
| book 532.2 | μωτέρων γὰρ αἱ αἰσθήσεις ὀξύτεραι. b(BCE3E4)T ἢ καὶ ὅτι τῶν |
| book 532.3 | ἄλλων μᾶλλον προσεῖχεν αὐτὸς ὡς ἂν τῆς ἐκπομπῆς τῶν κατασκόπων |
| book 532.4 | φερόμενος τὴν αἰτίαν· b(BE3E4)T ὅθεν ἐπιφέρει „ἀλλ’ αἰνῶς δεί‐ |
| book 532.5.1 | δοικα“ (Κ 538)· καὶ Πρίαμος γὰρ πρῶτος ἀπὸ τοῦ τείχους ὁρᾷ τὸν |
| book 532.5.2 | Ἀχιλλέα (sc. Χ 25—6). T ἔοικεν οὖν παρακαλεῖν ὁ ποιητὴς μὴ |
| book 532.5.3 | πάντη καταφρονεῖν γήρως, ὅπου σύνεσις πλείονα δωρεῖται. b(BE3 |
| book 532.5.4 | E4)T |
| book 532 | Νέστωρ δὲ πρῶτος: πρῶτος ὁ Νέστωρ κτύπον ἄϊε, |
| book 532.10 | ὅτι αὐτὸς γνώμην δοὺς—καὶ τὴν ψυχὴν ἔχων συναποδημοῦ‐ |
| book 532 | σαν. A |
| book 534a.1 | Ψεύσομαι ἢ ἔτυμον ἐρέω: ἐν ἀμφιβόλῳ αὐτὸ ἐᾷ, ἵνα |
| book 534a.2 | ἐπιτυχὼν μὲν δοξασθῇ, ἀποτυχὼν δὲ μὴ ἐλεγχθῇ. b(BCE3E4)T | |
| book 534a.3 | παρὰ δὲ τῷ Ζηνοδότῳ οὐκ ἦν ὁ στίχος. T |
| book 534b.1 | 〈κέλεται δέ με θυμός:〉 τὸ εἰπεῖν τὴν ἄφιξιν Ὀδυσσέως |
| book 534b.2 | καὶ Διομήδους. Aim |
| book 536-7.1 | αἲ γὰρ δὴ Ὀδυσεύς τε〈—ἵππουσ〉: δι’ εὐχῆς |
| book 536-7.2 | ἐσήμανε τὴν ἰδίαν ὑπόνοιαν. τὸ δὲ ἄφαρ (537) ἀπιστοῦντός ἐστιν, εἰ |
| book 536-7.3 | ἐν τοιούτῳ καιρῷ τοιαῦτα πεπράχασιν. b(BCE3E4)T |
| book 537.1 | {ὧδ’} ἄφαρ {ἐκ τρώων}: ἀντὶ τοῦ ἐσπευσμένως, ὅθεν καὶ |
| book 537.2 | „ἀφάρτεροσ“ (cf. Ψ 311). T |
| book 538-9.1 | ἀλλ’ αἰνῶς δείδοικα〈—ὀρυμαγδοῦ〉: ἀνθρω‐ |
| book 538-9.2 | πίνως οὐκ ὤκνησε καὶ τῶν ἀπευκτῶν τι λαβεῖν. μεγαλοφυῶς δὲ προ‐ |
| book 538-9.3 | αναιρῶν τὴν αἰσχύνην φησὶν ὑπὸ Τρώων ὀρυμαγδοῦ (539). |
| book 538-9.4 | b(BCE3E4)T |
| book 538a1.1 | 〈κατὰ φρένα:〉 Ἀρίσταρχος {δείδοικα} „μετὰ φρεσί“. |
| book 538a1.2 | Aim |
| book 538a2 | 〈μετὰ φρεσί:〉 γράφεται καὶ „κατὰ φρένα“. Til |
| book 539a1.1 | 〈Ἀργείων οἱ ἄριστοι:〉 Ἀρίσταρχος „Ἀργείων |
| book 539a1.2 | ὤριστοι“, καὶ ἄνευ τοῦ ι. Aim |
| book 539a2 | „ὤριστοι“, οὕτως ἡ γραφή. Til |
| book 542.1 | δεξιῇ ἠσπάζοντο: καὶ Νέστωρ δηλονότι· ἄτοπον γὰρ τὸ |
| book 542.2 | μὴ ποιεῖν τὸ πάντων. T |
| book 544.1 | εἴπ’ ἄγε μ’, ὦ πολύαιν’ Ὀδυσεῦ: Διομήδην ἐάσας τὸν |
| book 544.2 | προηγουμένως ἀποσταλέντα παρὰ Ὀδυσσέως πυνθάνεται ὡς συνε‐ |
| book 544 | τωτέρου. b(BCE3E4)T |
| book 545-6a1.1 | ὅπ〈π〉ως τούσδ’ ἵππους λάβετον· 〈καταδύν‐ |
| book 545-6a1.2 | τες ὅμιλον / Τρώων;〉: χαριέντως διαστέλλουσι βραχὺ ἐπὶ τὸ |
| book 545-6a1.3 | λάβετον (545), ἵνα τὸ ἑξῆς πευστικῶς λέγηται· καταδύντες ὅμι‐ |
| book 545-6a1.4 | λον / Τρώων. | οὕτως καὶ Τήλεφος ἐν τῷ ὀγδόῳ τοῦ Γραμματικοῦ |
| book 545-6a1.5.1 | ἀξιοῖ· ‘εἰ γὰρ μὴ οὕτωσ‘, φησίν, ‘ἀναγνῶμεν, ἐπιταραχθήσεται ἡ διά‐ |
| book 545-6a1.5.2 | νοια‘. A |
| book 545-6a2.1 | βραχὺ διασταλτέον μετὰ τὸ λάβετον, ἵνα τὸ ἑξῆς πευ‐ |
| book 545-6a2.2 | στικῶς λέγηται. Aim |
| book 545a.1 | 〈λάβετον:〉 ἡ διπλῆ {δὲ}, ὅτι Ζηνόδοτος γράφει „λα‐ |
| book 545a.2 | βέτην“. ἔστι δὲ τοῦτο τρίτου προσώπου, ἀντὶ τοῦ ἔλαβον. λέγει δὲ |
| book 545a.3 | νῦν πρὸς αὐτούς. A |
| book 545b.1 | 〈λάβετον καταδύντες:〉 τινὲς στίζουσιν εἰς τὸ λάβε‐ |
| book 545b.2 | τον. | τινὲς „καταδύντε“ δυϊκῶς. Til |
| book 546a1.1 | 〈ἦ τίς σφωε πόρεν:〉 οὕτως σφωέ διὰ τοῦ ε καὶ πό‐ |
| book 546a1.2 | ρεν Ἰακῶς. οὕτως καὶ Ἀρίσταρχος | καὶ Ἡρωδιανός (2,71,38). Aim |
| book 546b1.1 | ἦ τίς σφωε πόρεν: τὸ ῥῆμα ἀπὸ τοῦ π ἄρχεται, καὶ |
| book 546b1.2 | ἡ σφωέ τρίτου προσώπου ἐγκλιτική ἐστι, σημαίνουσα τὸ αὐτούς· |
| book 546b1.3 | „τίς τάρ σφωε θεῶν“ (Α 8), „ἀλλά σφωε δόλος καὶ δεσμόσ“ (θ 317)· |
| book 546b1.4 | ὥστε οὐκ οἶδεν ὁ ποιητὴς οὐδὲ μονοσύλλαβον τὴν σφώ, εἰ μή ποτε |
| book 546b1.5.1 | ὀρθοτονεῖται καὶ δευτέρου προσώπου ἐστὶ καὶ σημαίνει τὸ ὑμεῖς ἢ |
| book 546b1.5.2 | ὑμᾶς· „σφὼ δὲ μάλ’ ἠθέλετον“ (Λ 782)· ἔνθεν οὖν οἱ ἀκριβέστερον |
| book 546b1.5.3 | αὐτὰ παραφυλάξαντες ἔκθλιψιν δεδώκασι τοῦ ε ἐν τῷ „εἰ μή σφω’ |
| book 546b1.5.4 | Αἴαντε διέκριναν“ (Ρ 531), ἵνα τὸ διηνεκὲς φυλαχθῇ. | ἡ διπλῆ δέ, ὅτι |
| book 546b1.5.5 | Ζηνόδοτος γράφει „σφωϊ“. τοῦτο δὲ τίθεται ἀντὶ τοῦ ὑμεῖς ἢ ὑμᾶς, ὧν |
| book 546b1.10 | οὐδέτερον ἁρμόζει, τὸ δὲ σφωέ· ἔστι γὰρ αὐτοὺς τοὺς δύο. A |
| book 546a2/b2 | {ἢ τίς σφῶε πόρε:} ἐγκλιτέον τὴν σφωέ τρίτου |
| book 546a2/b2 | προσώπου οὖσαν. | οὕτως Ἀρίσταρχος. | Ζηνόδοτος δὲ σφωϊ. T |
| book 546c.1 | ἤ τίς σφωε πόρεν 〈θεὸς ἀντιβολήσας;〉 εὐφραντικὰ |
| book 546c.2 | τοῦ ἀκροατοῦ. ἢ διὰ τὸ κάλλος, ἢ διὰ τὸ ἀμήχανον εἶναι δύο εἰς κα‐ |
| book 546c.3 | τασκοπὴν ἀπελθόντας καὶ λάφυρα κομίσασθαι. b(BCE3E4)T |
| book 547a1.1 | 〈αἰνῶς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο:〉 καθ’ ἑαυτὸν |
| book 547a1.2 | τὸν στίχον προενεκτέον. λείπει δὲ τὸ εἰσί. Aint |
| book 547a2 | {ἀκτίνεσιν ἐοικότες:} λείπει τὸ εἰσίν. T |
| book 547b1.1 | αἰνῶς ἀκτίνεσ〈σ〉ιν ἐοικότες: διὰ τῆς μεταβάσεως |
| book 547b1.2 | τῶν πτώσεων (cf. Κ 546—7) τὸ τοῦ †θαυμάζοντος† ὁρᾶται μέγεθος, |
| book 547b1.3 | ὡς κἀκεῖ· „τοῦ δὴ καλλίστους ἵππους ἴδον ἠδὲ μεγίστους· 〈/ λευκό‐ |
| book 547b1.4 | τεροι χιόνοσ〉“ (Κ 436—7). T |
| book 547b2.1 | διὰ τῆς μεταβάσεως τῶν πτώσεων ἡ τοῦ θαυμάζοντος |
| book 547b2.2 | ἔκπληξις δηλοῦται, μὴ μετὰ στοχασμοῦ αὐτοῖς ὁμιλοῦντος. b(BCE3E4) |
| book 548 | 〈ἐπιμίσγομαι:〉 ὁ Ἰξίων (fr. 12 St.) „ἀναμίσγομαι“. Til |
| book 552.1 | 〈ἀμφοτέρω γὰρ〉 σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεύς: |
| book 552.2 | κεχαρισμένα ταῦτα τοῖς ἀκούουσιν. T |
| book 556.1 | ῥεῖα θεός γε θέλων: αἰδημόνως οὐκ ἀνασκευάζει τὴν |
| book 556.2 | ὑπόνοιαν τοῦ γέροντος, ἀλλ’ αὔξει μᾶλλον τὰ θεῶν εὐσεβῶς. b(BCE3 |
| book 556 | E4)T |
| book 558-63.1 | ἵπποι δ’ οἵδε〈— /〉 Θρηΐκιοι· 〈τὸν δὲ— |
| book 558-63.2 | ἀγαυοί〉: ἀπὸ τῶν ἵππων ἀρξάμενος δικαίως Ῥῆσον καὶ Θρᾷκας |
| book 558-63.3 | συνῆψεν, εἶτα Δόλωνα, ἀναστρέφων τὴν διήγησιν. b(BCE3E4)T |
| book 558-63.4 | ἅμα δὲ καὶ αὔξει· τὸ γὰρ λέγειν ὅτι παρὰ Δόλωνος μαθόντες τὸ πᾶν |
| book 558-63.5.1 | εἰργάσαντο, μείωσιν εἶχεν. | τὴν δικαιολογίαν περιϊστάμενος τὸ κεφά‐ |
| book 558-63.5.2 | λαιον ἐν συντόμῳ εἶπεν. T |
| book 559-60.1 | τὸν δέ σφιν ἄνακτ’ 〈ἀγαθὸσ〉 Διομήδης / ἔ‐ |
| book 559-60.2 | κτανε: οὐδὲ ἐν τῇ ἀπελάσει τῶν ἵππων ἑαυτὸν συμπεριέλαβεν (cf. |
| book 559-60.3 | Κ 558). b(BCE3E4)T |
| book 559.1 | {θρηΐκιοι} τὸν δέ σφιν 〈ἄνακτα〉: ὅτι ἰδίως τὸν ἄνακτα |
| book 559.2 | αὐτοῖς ἀντὶ τοῦ αὐτῶν. AAint |
| book 560.1 | πάντας ἀρίστους: οὐ γὰρ ἂν συνεκοιμῶντο τῷ βασιλεῖ, |
| book 560.2 | b(BCE3E4)T εἰ μὴ ἄριστοι ἐτύγχανον. b(BCE3E4) |
| book 561a.1 | τὸν τρισκαιδέκατον 〈σκοπὸν εἵλομεν〉: ὅτι τοῖς |
| book 561a.2 | δώδεκα Θρᾳξὶ τὸν Δόλωνα ἐπαριθμεῖ, χωρίσας τὸν Ῥῆσον διὰ τῶν |
| book 561a.3 | προειρημένων „τὸν δέ σφιν ἄνακτ’ ἀγαθὸς Διομήδησ“ (Κ 559). πλα‐ |
| book 561a.4 | νηθέντες δέ τινες γράφουσιν „τὸν τετρακαιδέκατον σκοπὸν εἵλο‐ |
| book 561a.5 | μεν“. A |
| book 561b.1 | τὸν τρισκαιδέκατον 〈σκοπὸν εἵλομεν〉: πῶς τοῦ |
| book 561b.2 | Ῥήσου καὶ τῶν δώδεκα ἑταίρων συναριθμουμένων τρισκαιδέκατός |
| book 561b.3 | ἐστιν ὁ Δόλων; δῆλον οὖν ὅτι τὸν Ῥῆσον κατ’ ἐξοχὴν ὑπεξεῖλεν. |
| book 561b.4 | b(BCE3)T |
| book 561c.1 | σκοπὸν εἵλομεν: ἐκοινώνησε γὰρ τῷ φόνῳ τοῦ Δόλω‐ |
| book 561c.2 | νος. b(BCE3E4)T ἐπιεικὲς δὲ κἀν τούτῳ ἐμφαίνει ἦθος Ὀδυσ‐ |
| book 561c.3 | σεύς· οὐ γὰρ εἶπεν ἐκτείναμεν διὰ τὸ ὑπὸ τοῦ Διομήδους πληγέντα |
| book 561c.4 | θανεῖν τὸν Δόλωνα, ἀλλ’ εἵλομεν, b(BE3E4)T ὅ ἐστιν ἐλάβο‐ |
| book 561c.5 | μεν. T |
| book 562.1 | τόν ῥα διοπτῆρα στρατοῦ 〈ἔμμεναι ἡμετέροιο〉: |
| book 562.2 | ὑπόνοιαν δίδωσι καὶ περὶ τῶν ἄλλων, ὧν μεμάθηκε παρὰ Δόλωνος, ἃ |
| book 562.3 | σιωπᾷ διὰ τὸν καιρόν. b(BCE3E4)T |
| book 563.1 | 〈Τρῶες ἀγαυοί:〉 νῦν ἐν εἰρωνείας—†τοῖς πολε‐ |
| book 563.2 | μίοις. Aim |
| book 564-5.1 | ὣς εἰπὼν τάφροιο διήλασε〈— / καγχα‐ |
| book 564-5.2 | λόων〉: καλῶς ἀνεῖρξε τῶν πολλῶν τὰς ἐρωτήσεις, τῆς †περὶ† τὰς |
| book 564-5.3 | ναῦς ἄρξας ἐπανόδου· οὐ γὰρ τοσαύτην κίνησιν ἔχει τὰ ἡδέα, ὁπό‐ |
| book 564-5.4 | σην τὰ λυπηρά. b(BCE3E4)T |
| book 568a1.1 | φάτνῃ ἐφ’ ἱππείῃ, ὅθι περ Διομήδεος ἵπποι: |
| book 568a1.2 | αὐτοῦ γὰρ τὸ κατόρθωμα, καὶ νησιώτης ὢν οὐκ οἶδεν ἵππους Ὀδυσ‐ |
| book 568a1.3 | σεύς. ὡς δὲ δεισιδαίμων τὰ ἀφιερωμένα τῇ θεῷ λαμβάνει (cf. Κ 570—1). |
| book 568a1.4 | T |
| book 568a2.1 | αὐτοῦ γὰρ τὸ κατόρθωμα. ὁ δὲ δεισιδαίμων Ὀδυσσεὺς |
| book 568a2.2 | τὰ ἀφιερωμένα τῇ θεῷ λαμβάνει. b(BCE3E4) |
| book 570.1 | νηῒ δ’ ἐνὶ πρύμνῃ 〈ἔναρα βροτόεντα Δόλωνοσ〉: |
| book 570.2 | ὅτι ἀντὶ τοῦ νεὼς πρύμνῃ. καὶ ὅτι κοινῶς τὰ ἔναρα. A |
| book 571a.1 | θῆκ’ Ὀδυσεύς, 〈ὄφρ’ ἱρὸν ἑτοιμασσαίατ’ Ἀθή‐ |
| book 571a.2 | νῃ〉: ὅτι περὶ μὲν τῆς θυσίας σαφῶς λέγει, περὶ δὲ τῆς δόσεως τῶν |
| book 571a.3 | δώρων ἐσιώπησεν, ἀρκεσθεὶς τῷ ἄνω (sc. Κ 215—6) κεφαλαιωδῶς |
| book 571a.4 | εἰρημένῳ. A |
| book 571b.1 | ὄφρ’ ἱρὸν ἑτοιμασ〈σ〉αίατο: ἀντὶ τοῦ ἑτοιμάσαιντο, |
| book 571b.2 | b(BCE3E4)T ὡς „ἐφθίατο“ (Α 251). T |
| book 571c.1 | ὄφρ’ ἱρὸν 〈ἑτοιμασσαίατ’ Ἀθήνῃ: ὄφρα〉 ἀντὶ τοῦ |
| book 571c.2 | ἕως. ὁ δὲ νοῦς· ἕως εὐπορήσαντες ἱερείων ἀναθῶσιν αὐτὰ τῇ θεῷ. |
| book 571c | b(BCE3E4)T |
| book 573a.1 | ἐσβάντες, κνήμας τε ἰδὲ λόφον 〈ἀμφί τε μη‐ |
| book 573a.2 | ρούσ〉: ὅτι λόφον αὐτὸν νῦν τὸν τένοντα· ἔνθεν καὶ ἐν Ὀδυσσείᾳ |
| book 573a.3 | (κ 169) „καταλοφάδεια“ ἀντὶ τοῦ κατὰ τὸν τένοντα. | βραχὺ δὲ |
| book 573a.4 | διασταλτέον μετὰ τὴν πρώτην λέξιν. καὶ ὅτι κοινή ἐστιν ἡ ἀμφί, |
| book 573a.5 | ἀμφί τε κνήμας καὶ λόφον. A |
| book 573b.1 | ἐσβάντες, 〈κνήμας τε ἰδὲ λόφον ἀμφί τε μηρούσ〉: |
| book 573b.2 | βραχεῖα διαστολὴ εἰς τὸ ἐσβάντες. καὶ κοινὸν τὸ ἀμφί, b(BCE3E4) |
| book 573b.3 | T τὸν ἀμφὶ τὰς κνήμας ἱδρῶτα καὶ τὸν λόφον. b(BCE3)T |
| book 574.1 | {αὐτὰρ} ἐπεί σφιν κῦμα 〈θαλάσσης ἱδρῶ πολλόν〉: |
| book 574.2 | τοῦ ἐπεί τὴν τελευταίαν ὀξυτονητέον· ἐγκλιτικὴ γὰρ ἡ σφίν. | ἡ |
| book 574.3 | διπλῆ δέ, ὅτι δοτικῇ ἀντὶ γενικῆς ἐχρήσατο. A |
| book 576.1 | 〈ἔς ῥ’ ἀσαμίνθους βάντες ... λούσαντο:〉 ἤλλακται |
| book 576.2 | ἡ τάξις. Til |
| book 577.1 | τὼ δὲ λοεσ〈σ〉αμένω 〈καὶ ἀλειψαμένω λίπ’ ἐλαίῳ〉: |
| book 577.2 | διὰ τὸν κάματον θεραπείας αὐτοῖς τοῦ σώματος ἔδει, ἄλλως τε καὶ |
| book 577.3 | μέλλουσιν ἐπὶ τὸν πόλεμον ἐξιέναι. b(BCE3E4)T |
| book 578a.1 | δείπνῳ ἐφιζανέτην: ὅτι ἐπὶ πάντων τοῦ〈το〉 νοητέον, |
| book 578a.2 | οὐκ ἐπὶ μόνου Διομήδους καὶ Ὀδυσσέως. καὶ ὅτι ἠριστοποιοῦντο· ἡ |
| book 578a.3 | γὰρ πρωϊνὴ ἐπέστη. A |
| book 578b.1 | {τὼ δὲ λοεσσαμένω} δείπνῳ ἐφιζανέτην, ἀπὸ δὲ |
| book 578b.2 | κρητῆρος Ἀθήνῃ: κατὰ τὸ σιωπώμενον τὸ ἱερεῖον σφάξαντες |
| book 578b.3 | ἀνατιθέασι τὰ δῶρα ὕστερον. b(BCE3E4)T τέως δὲ νῦν ἐκ τῶν |
| book 578b | παρόντων προσφέρουσι. T |
| book 579a.1 | πλείου ἀφυσσόμενοι: ὅτι ἀντὶ τοῦ πλήρους. τὸ δὲ |
| book 579a.2 | συγκριτικόν, ἀπὸ τοῦ πλείων, πλείονος. A |
| book 579b1.1 | 〈ἀφυσσόμενοι:〉 οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ „ἀφυσ‐ |
| book 579b1.2 | σάμενοι“. ἔστι κατάλληλον πρὸς τὸ λεῖβον. Aim |
| book 579b2 | 〈ἀφυσσάμενοι:〉 διὰ τοῦ ο „ἀφυσσόμενοι“. Til |
| book postscr.1 | Παράκειται τὰ σημεῖα Ἀριστονίκου καὶ τὰ Διδύμου Περὶ τῆς |
| book postscr.2 | Ἀρισταρχ〈είου〉 διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας |
| book postscr | Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς. A |
| book ante677 | .......... |
| book ante677.1 | ]σηλιν [ ] [ |
| book 677.1 | λη]ΐδα δ’ ἐκ πεδ̣[ίου] σ̣υνελάσσαμ[εν |
| book 677.2 | ἤλι]θα πολλήν ἤλιθα χύδην, μ̣[ά‐ |
| book 677.3 | τ]ην, ὡς καὶ λέγομεν χυδαῖος ἄ̣[ν‐ |
| book 677.4 | θ]ρωπος καὶ ἠλίθιος, ὅταν πλῆ[θος |
| book 677.5 | ἐ]μφαίνειν θέλωμεν ἢ ἀταξίαν[ |
| book 688.1 | δαί]τρευον· πολέσιν γὰρ Ἐπειοὶ χρε[ῖος ὄ‐ |
| book 688.2 | φει]λον ἐμέριζον τοῖς ὀφειλομ̣[ένοις |
| book 688.3 | τ]ὰ ὀφειλήματα. ἐν Ἤλ̣ι̣δι οἱ ἀ[ |
| book 688.4 | .]αι Ἐπειοὶ λέγονται. οὕτως ἐκα[λουν |
| book 688.5 | ] τὸ ἀρχαῖον [ |
| book 688.5 | (finis columnae) |
| book 688.5 | ....... |
| book 688.5 | [].[ |
| book 699(?).1 | [...(.) „ἡ δ’, ὥς τ’ ἐν πεδίωι τε]τ̣ράορο̣ι̣ |
| book 699(?).2 | [ἄρσενες ἵπποι “ ὥσπ]ερ καὶ σάλ‐ |
| book 699(?).3 | [πιγχρ]ῆται |
| book 699(?) | [„ὡς δ’ ὅτ’ ἀριζήλη φωνή, ]ὅτε τ’ ἴαχε |
| book 699(?).5.1 | [σάλπιγξ“, ]δ’ οὐκέτι· οἷον |
| book 699(?).5.2 | []νοιδαμεν |
| book 699(?).5.3 | []ωμεν Ἀγαμέ‐ |
| book 699(?).5.4 | [μνον ]οντα ἀγνοή‐ |
| book 699(?).5.5 | [ς].υτῶν προσώ‐ |
| book 699(?).10.1 | [πων ]ωσειε..ω̣ν |
| book 699(?).10.2 | []ν̣ |
| book 699(?).11 | (finis columnae) |
| book 699(?).11.1 | ...... |
| book 699(?).11.2 | [ ]....ο̣[..]υ̣.[ |
| book 712 | τηλ]ο̣ῦ̣ ἐπ’ Ἀλφειῶ[ι, νεάτη Πύλου ἠμα‐ |
| book 712.1 | θό]ε̣ντος ψιλω[.............(.) |
| book 712.2 | ἀπὸ τοῦ Ἀμάθο[υ .............(.) |
| book 712.3 | ὥσπερ καὶ ἠ[νεμόεις ἀπὸ ἀνέμου |
| book 730.1 | δόρπον ἔπειθ’ ἑ{ι}λ̣[όμεσθα κατὰ στρατὸν |
| book 730.2 | ἐν τελέεσσι ἐν[..........(.)οὐ διαλύ‐ |
| book 730.3 | σαντες τὰς τ[άξεις. |
| book 754.1 | τ̣όφρα μὲν οὖν ἑ[πόμεσθα δι’ ἀσπι‐ |
| book 754.2 | δέος πεδίοιο .[ |
| book 754.2 | (finis columnae) |
| book 0.1 | ὡς φιλέλλην ὁ ποιητὴς μέχρι τῶν νεῶν τοὺς Ἕλληνας συνελάσας |
| book 0.2 | καὶ ἐπαυλιζομένους ταῖς ναυσὶ ποιήσας τοὺς βαρβάρους οὐκ εὐθέως |
| book 0.3 | τειχομαχίαν ἐποίησεν οὐδὲ τὴν ἐπὶ ταῖς ναυσὶ μάχην, ὅπερ καὶ κατὰ |
| book 0.4 | δόξαν ἦν τοῖς ἀκροωμένοις, ἀλλὰ πρότερον τὴν Ἀγαμέμνονος ἀριστείαν |
| book 0.5.1 | διέγραψε καὶ μετ’ αὐτὴν τὴν τῶν ἄλλων ἀριστέων, b(BCE3E4)T |
| book 0.5.2 | εἶτα ἐπειδὴ τοὺς ἀρίστους ἐπὶ τὰς ναῦς ἀπέστειλε τρωθέντας, τότε |
| book 0.5.3 | τοὺς Ἕλληνας ἐποίησεν ἡττωμένους. ἐπεὶ δὲ πεπονημένους τοὺς Ἕλ‐ |
| book 0.5.4 | ληνας ἀπίθανον ἦν παρεισάγειν ἀνδραγαθοῦντας ἕωθεν, εὐλόγως ἡ |
| book 0.5.5 | νὺξ παραμυθεῖται αὐτῶν τὴν ἧτταν, καὶ τοσοῦτον ἀναλαμβάνει ὡς |
| book 0.10.1 | συνωθῆσαι πάλιν μέχρι τείχους τοὺς Τρῶας, ἄχρις ὅτου πάλιν τῆς |
| book 0.10.2 | παρὰ τοῦ Διὸς τύχωσιν ἐπικουρίας· ἐπιδείκνυσι γὰρ ὅτι τύχαις, οὐ |
| book 0.10.3 | γνώμαις ἐλείποντο Ἕλληνες. δικαίως μὲν οὖν Ἀγαμέμνων ἀριστεύει· |
| book 0.10.4 | θαρροῦντα μὲν γὰρ τοῖς πράγμασιν οὐκ εὔλογον ἦν αὐτὸν προπετῶς |
| book 0.10.5 | ἐπὶ τοὺς κινδύνους φέρεσθαι, ἀλλὰ διὰ τὴν ἡγεμονίαν ἀσφαλέστερον |
| book 0.15.1 | μᾶλλον ἢ φιλοκινδυνότερον ἀγωνίζεσθαι. ἐπὶ ξυροῦ δὲ νῦν, καὶ ταῦτα |
| book 0.15.2 | δι’ αὐτόν, ὄντων Ἑλλήνων ἀναγκαίως κινδυνεύει. γέγονε δὲ ἀντίστρο‐ |
| book 0.15.3 | φα τὰ πράγματα· Διομήδης γὰρ ὑπ’ Ἀγαμέμνονος ὀνειδισθεὶς εὐδο‐ |
| book 0.15.4 | κιμεῖ, καὶ πάλιν Ἀγαμέμνων ὑπὸ Διομήδους· Ἕκτωρ δὲ μεγάλα |
| book 0.15.5 | ὑπισχνούμενος διώκεται. b(BE3E4)T |
| book 1-2.1 | Ἠὼς δ’ ἐκ λεχέων παρ’ ἀγαυοῦ Τιθωνοῖο / ὄρ‐ |
| book 1-2.2 | νυθ’, 〈ἵν’ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσι〉: τὸ ὅλον |
| book 1-2.3 | τοῦτο νομιστέον ὅτι ἀπὸ τοῦ ἡλίου ἡμέρα γέγονεν. Τιθωνοῖο (1) |
| book 1-2.4 | δὲ ὡσεὶ ἔλεγε †τιθωνοῖο†· Τιτὰν γὰρ ὁ Ἀπόλλων, ὅτι ἀπὸ Λητοῦς. |
| book 1-2.5 | τοῦτον δὲ καὶ ἥλιον νενομίκαμεν. ἐκ λεχέων (1) δέ, ὅτι σὺν αὐτῷ |
| book 1-2.1 | ἀεὶ θεωρεῖται· ἡμέρα γάρ ἐστι πεφωτισμένος ἀὴρ ἡλίου ὑπὲρ γῆν ὄν‐ |
| book 1-2.2 | τος. A b (BCE3E4)T | Ἱερώνυμος (fr. 15 We.) φησὶ τὸν Τιθωνὸν |
| book 1-2.3 | αἰτήσασθαι ἀθανασίαν παρὰ τῆς Ἠοῦς, οὐ μέντοι καὶ ἀγηρασίαν· ὡς |
| book 1-2.4 | δὲ πολλῷ τῷ γήρᾳ χρώμενος ἐδυσφόρει, αἰτήσασθαι θάνατον· ἡ δὲ |
| book 1-2.10.1 | ἀδυνατοῦσα εἰς τέττιγα αὐτὸν μεταβάλλει, ὅπως ἥδοιτο διηνεκῶς τῆς |
| book 1-2.10.2 | φωνῆς αὐτοῦ ἀκούουσα. b(BCE3E4)T | ἀγαυοῦ (1) δὲ ἤτοι ἀγαστοῦ |
| book 1-2.10.3 | ἐπὶ τῷ κάλλει. b(BCE3E4) τινὲς δὲ παρειλῆφθαί φασι τὸν Τιθωνὸν |
| book 1-2.10.4 | διὰ τὸ εὐημερεῖν Τρῶας. ἔστιν οὖν ἡ περίφρασις ποιητική· τοῦτο γὰρ |
| book 1-2.10.5 | διαλλάττει τῆς ῥητορικῆς, ᾗ ἡ μὲν τὸ πεζὸν οἶδεν, ἡ δὲ φεύγει αὐτό. |
| book 1-2.15 | b(BE3E4) |
| book 1.1 | παρ’ ἀγαυοῦ Τιθωνοῖο: φαίνεται ὅλη ἡ Τροία καλῶν |
| book 1.2 | ἀνδρῶν, Τιθωνοῦ, Γανυμήδους (cf. Υ 232—3), Ἀγχίσου (cf. Ε 247), |
| book 1.3 | Βουκολίωνος (cf. Ζ 22—5). Ἀλέξανδρον δὲ καὶ Δηΐφοβον θεοειδεῖς |
| book 1.4 | καλεῖ (cf. Γ 16 al. et Μ 94), καὶ Πρίαμον „εἰσορόων ὄψιν τ’ ἀγαθήν“ |
| book 1.5.1 | (Ω 632). καὶ περὶ Ἕκτορος „οἳ καὶ θηήσαντο φυὴν καὶ εἶδοσ“ (Χ |
| book 1.5.2 | 370). T |
| book 1 | μυθεύεται ὅτι Τιθωνὸν—τέρποιτο διηνεκῶς ἀκούουσα. A |
| book 1.1 | 〈Τιθωνοῖο:〉 Λαομέδοντος παῖς, Πριάμου ἀδελφός, Ἡμέρας |
| book 1.2 | σύνευνος. Aim |
| book 2.1 | ἀθανάτοισι φόως φέροι: ἀθανάτους νῦν οὐχὶ τὰ οὐράνια |
| book 2.2 | ἀκουστέον (ἀεὶ γὰρ ἐν φωτί εἰσιν), ἀλλ’ ἤτοι τὰ στοιχεῖα ἢ τὰ περὶ |
| book 2.3 | γῆν θειότερα ζῷα καὶ ἀέρια. b(BCE3E4)T ἢ ἐπειδὴ ἐν τῷ Ὀλύμ‐ |
| book 2.4 | πῳ ὑποτίθεται ὁ ποιητὴς οἰκεῖν τοὺς θεούς, ὄρος δὲ ὁ Ὄλυμπος, ἁρ‐ |
| book 2.5 | μοδίως τῷ πλάσματί φησιν αὐτοὺς καὶ ἐν σκότῳ ποτὲ εἶναι. b(BE3 |
| book 2 | E4)T |
| book 3.1 | Ζεὺς δ’ Ἔριδα προΐαλλε 〈θοὰς ἐπὶ νῆας Ἀχαιῶν〉: |
| book 3.2 | ἀγῶνας πάλιν τῇ ποιήσει κινῶν Δία παρορμᾶν τὸ Ἑλληνικόν φησιν· |
| book 3.3 | οὐ γὰρ ἂν καταπτήξαντες προῆλθον, εἰ μὴ παρώρμησεν. τοὺς δὲ |
| book 3.4 | Τρῶας ἐγεῖραι ἱκανὸν καὶ τὸ ἐκ τῆς προγενομένης νυκτὸς θάρσος. |
| book 3.5 | b(BCE3)T |
| book 4.1 | ἀργαλέην, πολέμοιο 〈τέρας μετὰ χερσὶν ἔχουσαν〉: |
| book 4.2 | ὅτι πολέμοιο τέρας τὸν εἰδωλοποιούμενον πόλεμον, τὸν ποιητικὸν |
| book 4.3 | τοῦ ἐνεργουμένου πολέμου, ὡς καὶ ἐν ἄλλοις (sc. Ε 593) κυδοιμοῦ |
| book 4.4 | εἴδωλόν φησι τὴν Ἐνυὼ ἔχειν· „ἡ μὲν ἔχουσα κυδοιμὸν ἀναιδέα δηϊοτῆ‐ |
| book 4.5.1 | τοσ“. οἱ δὲ ἀστραπήν φασι τὴν ἔριδα φέρειν, ὡς καὶ Ἀριστοφάνης· |
| book 4.5.2 | φησὶ γὰρ „ὡς δ’ ὅταν ἀστράπτῃ / τεύχων ἢ πολὺν 〈ὄμβρον〉 / ἠέ ποθι πτολέ‐ |
| book 4.5.3 | μοιο 〈μέγα στόμα πευκεδανοῖο〉“ (Κ 5—6. 8). Ἀπολλώνιος δὲ τὸν „κυ‐ |
| book 4.5.4 | δοιμὸν ἀναιδέα δηϊοτῆτοσ“. οἱ δὲ τὸ ξίφος· διὰ γὰρ αὐτοῦ τὸν πόλε‐ |
| book 4.5.5 | μον κατορθοῦσθαι. οἱ δὲ λαμπάδα διὰ τὸ ἐμπυρσεύεσθαι τὰς τῶν πο‐ |
| book 4.10.1 | λεμούντων ψυχάς. | μετὰ δὲ τὸ ἀργαλέην βραχὺ διασταλτέον πρὸς |
| book 4.10.2 | τὸ σαφέστερον. A |
| book 5-9.1 | ἐπ’ Ὀδυσσῆος μεγακήτεϊ 〈νηῒ μελαίνῃ / — |
| book 5-9.2 | κάρτεϊ χειρῶν〉: καιρίως τοὺς τόπους ἐδήλωσε. διὰ δὲ τὰς βουλὰς |
| book 5-9.3 | καὶ τὰ ἱερὰ ἐκεῖ νεωλκεῖ Ὀδυσσεύς· b (C) T „βουλάς τ’ ἐξάρχων |
| book 5-9.4 | ἀγαθάσ“ (Β 273), „περὶ δ’ ἱρὰ θεοῖσι“ (α 66). T |
| book 6.1 | ἥ ῥ’ ἐν μεσσάτῳ 〈ἔσκε γεγωνέμεν ἀμφοτέρωσε〉: πρὸς |
| book 6.2 | τὰ περὶ τοῦ ναυστάθμου ὅτι ἐν μέσῳ τὰς τοῦ Ὀδυσσέως ὑποτίθεται, |
| book 6 | ἐφ’ ἑκατέρου δὲ κέρατος τὰς Ἀχιλλέως καὶ Αἴαντος. A |
| book 8-9.1 | τοί ῥ’ ἔσχατα νῆας ἐΐσας / εἴρυσαν: τεῖχος τῶν ἄλ‐ |
| book 8-9.2 | λων νεῶν ἐποίησαν τὰς ἰδίας, ὡς καὶ αὐτοὶ τῶν Ἀχαιῶν ἦσαν. |
| book 8-9.3 | b (C) T |
| book 11 | 〈ὄρθια:〉 ὀρθίως, μεγάλως. Aim |
| book 11a.1 | {ὄρθι’} Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλ’ ἑκάστῳ: |
| book 11a.2 | ὅτι διὰ τὸ ἠλαττῶσθαι κατὰ τὴν κόλον μάχην νῦν μέγα σθένος ἑκάστῳ |
| book 11a.3 | ἐντίθησι πρὸς τὸ πολεμεῖν, οὐχ ἵνα 〈μὴ〉 εἰς οἶκον ἀνακομισθῶσιν, ὡς |
| book 11a.4 | ὁ διασκευάσας τοὺς ἑξῆς (sc. Λ 13—4). A |
| book 11b.1 | Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλ’ ἑκάστῳ: Τρῶες |
| book 11b.2 | γὰρ ὑπὸ τῆς εὐημερίας ἱκανῶς παρωρμήσαντο. b (C) T |
| book 12a1.1 | καρδίῃ, 〈ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι〉: |
| book 12a1.2 | ἐπὶ τὸ καρδίῃ διασταλτέον· καὶ γὰρ τὸ σχῆμα γλαφυρόν, „Ἀχαιοῖ‐ |
| book 12a1.3 | σιν“ (Λ 11) καρδίῃ ἀντὶ τοῦ Ἀχαιῶν, καὶ μᾶλλον ἐμφαίνει τὸ ἄλ‐ |
| book 12a1.4 | ληκτον τοῖς ἑξῆς προσδιδόμενον, ἵν’ ᾖ ἀλλήκτως πολεμεῖν. τοῖς δὲ |
| book 12a1.5.1 | ἄνω συνάπτοντας ποιεῖν „σθένοσ“ (Λ 11) ἄλληκτον φαῦλον, ἐπεὶ |
| book 12a1.5.2 | προείρηται „μέγα“ (Λ 11), ἀρκεῖ δὲ τὸ ἓν ἐπίθετον. A |
| book 12a2 | ὀλίγη δὲ διαστολὴ εἰς καρδίῃ. T |
| book 12b | καρδίῃ: τινὲς ἐν αὐτῇ τὸ λογιστικόν. T |
| book 13a1.1 | τοῖσι δ’ ἄφαρ πόλεμος 〈γλυκίων γένετ’ ἠὲ νέε‐ |
| book 13a1.2 | σθαι〉: οὗτος καὶ ὁ ἑξῆς ἀθετοῦνται. παράκεινται δὲ ἀστερίσκοι, ὅτι |
| book 13a1.3 | κατὰ τὴν Β ῥαψῳδίαν (sc. 453—4) ὀρθῶς κεῖνται, ὅτι ἐλπίδας ἔσχον |
| book 13a1.4 | ἀνακομιδῆς ἐπὶ τὴν πατρίδα. | καὶ παρὰ Ἀριστοφάνει δὲ ἠθετοῦντο, |
| book 13a1.5 | παρὰ Ζηνοδότῳ 〈δὲ〉 οὐδὲ ἦσαν. A |
| book 13a2.1 | {τοῖσι δ’ ἄφαρ πόλεμος:} Ζηνόδοτος οὐκ οἶδεν, Ἀριστο‐ |
| book 13a2.2 | φάνης ἀθετεῖ. T |
| book 13b.1 | τοῖσι δ’ ἄφαρ πόλεμος γλυκίων 〈γένετ’ ἠὲ νέε‐ |
| book 13b.2 | σθαι〉: δεδήλωκε τὴν πρώην αὐτῶν ὁρμήν· κακωθεῖσι γὰρ οὐδὲν ἦν |
| book 13b.3 | πρὸ ὀφθαλμῶν ἕτερον ἢ τὸ φεύγειν. b(BCE3)T |
| book 15.1 | Ἀτρείδης δ’ ἐβόησε: προσκρούων Ἀχιλλεῖ· διό φησιν |
| book 15.2 | „οὐδέπω Ἀτρείδεω ὀπὸς ἔκλυον“ (Π 76). T |
| book 15 | 〈ζώννυσθαι:〉 ὁπλίζεσθαι, συνεκδοχικῶς. Aint |
| book 16.1 | ἐν δ’ αὐτὸς ἐδύσατο νώροπα 〈χαλκόν〉: ὃ γὰρ ἐπι‐ |
| book 16.2 | τάσσει, ποιῶν προθύμους ἔχει τοὺς ὑπηκόους. b(BCE3)T |
| book 17a.1 | κνημῖδας μὲν πρῶτα 〈περὶ κνήμῃσιν ἔθηκεν〉: ὅτι |
| book 17a.2 | ἐπανείληφεν ἐξεργαστικώτερον τὰ περὶ τὸν ὁπλισμὸν τοῦ Ἀγαμέμνο‐ |
| book 17a.3 | νος, προεπιτηδεύων αὐτοῦ τὴν ἀριστείαν. A |
| book 17b.1 | κνημῖδας μὲν πρῶτα: ὁπλίζει τοὺς ἀνδραγαθήσοντας, |
| book 17b.2 | προπαρασκευάζων τὸν ἀκροατήν. ἐπὶ δὲ Ἀλεξάνδρου (sc. Γ 328—38), |
| book 17b.3 | ὅπως πλέον καταγέλαστος φαίνοιτο ἡττώμενος. T |
| book 20a.1 | τόν ποτέ οἱ Κινύρης 〈δῶκε ξεινήϊον εἶναι〉: οὗτος |
| book 20a.2 | Θείαντος μὲν ἦν παῖς, βασιλεὺς δὲ Κύπρου· ὃς ζάπλουτος ὢν παριόν‐ |
| book 20a.3 | τας Ἕλληνας ἐξένισε καὶ ὑπέσχετο αὐτοῖς ἐν Ἰλίῳ πέμψειν τὰ πρὸς τὸν |
| book 20a.4 | βίον. φασὶ δὲ αὐτὸν ἀμελήσαντα ἐπικατάρατον γενέσθαι ὑπὸ Ἀγα‐ |
| book 20a.5.1 | μέμνονος· καὶ αὐτὸν μὲν ὑπὸ Ἀπόλλωνος ἀναιρεθῆναι, ἐπειδήπερ |
| book 20a.5.2 | ἡμιλλᾶτο αὐτῷ εἰς μουσικήν, τὰς δὲ θυγατέρας αὐτοῦ πεντήκοντα |
| book 20a.5.3 | οὔσας ἁλέσθαι εἰς θάλασσαν b(BCE3E4)T καὶ εἰς ἀλκυόνας με‐ |
| book 20a | ταβληθῆναι. T |
| book 20b.1 | τόν ποτέ οἱ Κινύρης 〈δῶκε ξεινήϊον εἶναι〉: ἀφεστή‐ |
| book 20b.2 | κασι μὲν καὶ ὡς μὴ συντελοῦντες εἰς Ἕλληνας οὐ στρατεύουσιν, οἰ‐ |
| book 20b.3 | κειοῦνται δὲ δώροις τὴν Ἑλλήνων φιλίαν· οὐ γὰρ ὑπὲρ ἀστρατείας, |
| book 20b.4 | ὡς Ἐχέπωλος ὁ Σικυώνιος τὴν Αἴθην (cf. Ψ 295—8). b(BCE3E4)T |
| book 20b.5.1 | ὅτι δὲ ἀφεστήκασιν Ἑλλήνων, φησὶ „Κύπρον Φοινίκην τε καὶ Αἰ‐ |
| book 20b.5.2 | γυπτίους ἐπαληθείσ“ (δ 83). φασὶ δὲ αὐτὸν ἐν Πάφῳ ὀμόσαντα Μενελάῳ |
| book 20b.5.3 | πέμψειν πεντήκοντα ναῦς, 〈μίαν〉 μὲν ἀποστεῖλαι, τὰς δὲ λοιπὰς ἐκ |
| book 20b.5.4 | γῆς καὶ γηΐνους ἄνδρας. T |
| book 21a.1 | πεύθετο γὰρ Κύπρον δὲ 〈μέγα κλέοσ〉: ὅτι οὕτως |
| book 21a.2 | εἴρηκεν ‘εἰς Κύπρον ἠκούετο‘ διὰ τὸ εἰς τόπον ἐκ τόπου διαγγέλλεσθαι, |
| book 21a.3 | ὅμοιον τῷ „Σκάνδειαν δ’ ἄρα δῶκεν“ (Κ 268). A |
| book 21b.1 | πεύθετο γὰρ Κύπρον δὲ 〈μέγα κλέοσ〉: ἠκούετο εἰς |
| book 21b.2 | Κύπρον τὸ μέγα κλέος, b(BCE3)T ἐπεὶ τὸ Κύπρον δέ τὴν ἐν |
| book 21b.3 | τόπῳ δηλώσει σχέσιν. T |
| book 22.1 | ἐς Τροίην νήεσσιν ἀναπλεύσεσθαι 〈ἔμελλον〉: ὅτι |
| book 22.2 | ἀνάπλουν τὸν ἐκ Πελοποννήσου εἰς Τροίαν πλοῦν λέγει. A |
| book 24a.1 | 〈τοῦδ’ ἤτοι δέκα οἶμοι ἔσαν μέλανος κυάνοιο:〉 |
| book 24a.2 | ὡς νῦν ἐπὶ δεκαστιχίαν. Aim |
| book 24b.1 | οἶμοι: κυρίως μὲν ὁδοί, νῦν δὲ αἱ ἄνωθεν διήκουσαι τοῦ |
| book 24b.2 | θώρακος ῥάβδοι ἕως τῶν κάτω μερῶν· ῥαβδωτὸς γὰρ ἦν ὁ θώραξ. | |
| book 24b.1 | βαρύνεται δὲ τὸ οἶμος ὡς „οἶκοσ“ (Ο 498 al.). δοκεῖ δέ μοι κατά τινα |
| book 24b.2 | ἀφορμήν· φιλεῖ γάρ {τά} πως τὰ εἰς ος λήγοντα δισύλλαβα μονογενῆ |
| book 24b.5.1 | ἀπὸ τῆς οι διφθόγγου ἀρχόμενα βαρύνεσθαι, ὁπότε πρὸ τῆς εἰς ος |
| book 24b.5.2 | συλλαβῆς σύμφωνον ἢ σύμφωνα ὑπάρχει (φημὶ δὲ διὰ τὸ Οἰός· οὕτως |
| book 24b.5.3 | γὰρ λέγεται δῆμος παρ’ Ἀθηναίοις κατ’ ὀξεῖαν τάσιν), οἷον „οἶκοσ“, |
| book 24b.5.4 | „οἶτοσ“ (cf. Γ 417 al.), „οἶκτοσ“ (β 81. ω 438), „οἶνοσ“ (Γ 300). |
| book 24b.5.5 | οὕτως καὶ οἶμος. A |
| book 24c1.1 | οἶμοι: ὁδοί. | νῦν ῥάβδοι ὀρθαί, ἢ ὡς ἐζωσμέναι, ὃ καὶ ἄμει‐ |
| book 24c1.2 | νον. παραλλήλους δὲ λάβωμεν τὰς ῥάβδους, ἵν’ ᾖ ποικίλον καὶ βασιλι‐ |
| book 24c1.3 | κὸν τὸ †φρόνημα†. ὑποστατέον οὖν τὰς μὲν ιβʹ χρυσᾶς (cf. Λ 25) ἐν |
| book 24c1.4 | διαστάσει κεῖσθαι, μεταξὺ δὲ τετάχθαι τὰς †κασιτερίνας† (cf. Λ 25), |
| book 24c1.5.1 | ὧν πάλιν μεταξὺ τὰς κυανέας (cf. 24), τὰς δὲ περὶ τὸν τράχηλον δύο |
| book 24c1.5.2 | χρυσᾶς πρὸς κόσμον. T |
| book 24c2.1 | οἶμοι μὲν αἱ ὁδοί, | νῦν δὲ αἱ ὀρθαὶ ῥάβδοι, ἢ ὡς ἐζωσμέναι, |
| book 24c2.2 | ὃ καὶ ἄμεινον. παραλλήλους δὲ λάβωμεν τὰς ῥάβδους, ἵν’ ᾖ ποικίλον |
| book 24c2.3 | καὶ βασιλικὸν τὸ φόρημα. ὑποστατέον δὲ προκεῖσθαι μὲν κυανέαν |
| book 24c2.4 | ῥάβδον, εἶτα κασσιτερίνην, μετ’ αὐτὴν δὲ τὴν χρυσῆν ἐν διαστάσει καὶ |
| book 24c2.5.1 | πάλιν κασσιτερίνην, εἶτα πάλιν κυανέην ἀκολούθως. τὰς δὲ περὶ τὸν |
| book 24c2.5.2 | τράχηλον δύο χρυσᾶς πρὸς κόσμον. b(BCE3E4) |
| book 26a.1 | κυάνεοι δὲ δράκοντες 〈ὀρωρέχατο〉: ἐν τῇ Ἀριστο‐ |
| book 26a.2 | φάνους „σμερδαλέοι δὲ δράκοντες ἐλειχμῶντο“. A |
| book 26b | ὀρωρέχατο: ἐξετέταντο, διεγηγερμένοι ἦσαν. | γέγονε δὲ |
| book 26b.1 | ἀπὸ τοῦ ὀρέγω, ὤρεχα ὁ παρακείμενος, ὤρεγμαι, τὸ τρίτον ὤρεκται |
| book 26b.2 | καὶ Ἰακῶς ὠρέχαται καὶ Ἀττικῶς διπλασιασμὸς ὀρωρέχαται, ὁ |
| book 26b.3 | ὑπερσυντέλικος ὀρωρέχατο προτὶ δειρήν. A |
| book 26-7.1 | ὀρωρέχατο προτὶ δειρήν 〈/ τρεῖς ἑκάτερθ’ ἴρισ‐ |
| book 26-7.2 | σιν ἐοικότεσ〉: ὥστε σκέπειν τὰ ἀσκέπαστα· φησὶ γὰρ „φαίνετο δ’, |
| book 26-7.3 | ᾗ κληῗδεσ“ (Χ 324) καὶ „στῆθος βεβλήκει ὑπὲρ ἄντυγος ἀγχόθι δει‐ |
| book 26-7.4 | ρῆσ“ (Ζ 412). ἔστι δὲ περὶ ἑκατέραν κλεῖν εἷς, μέσον δὲ εἷς, εἷς εἰς τὸν |
| book 26-7.5.1 | πρηγορεῶνα. ἐμψύχους δὲ παρίστησιν αὐτοὺς διὰ τοῦ ὀρωρέχατο |
| book 26-7.5.2 | (26). τὸ δὲ ἑκάτερθεν (27) πῶς συντακτέον; δηλονότι ἓξ ἦσαν οἱ |
| book 26-7.5.3 | δράκοντες, ἐξ ἑκατέρου μέρους τοῦ θώρακος τρεῖς ἀναφερόμενοι καὶ τὰς |
| book 26-7.5.4 | τέσσαρας κεφαλὰς συμπλέκοντες, ἀνατείνοντες δὲ τὰς δύο· b(BCE3E4) |
| book 26-7.5.5 | T διὸ καὶ ἴρεσιν εἰκάζει τοὺς δράκοντας κατὰ τὴν ἐπισύμπτωσιν· |
| book 26-7.10.1 | πρὸς γὰρ ἑκατέραν κλεῖν νενεύκασι κεκυρτωμένοι. τοιαύτη δὲ καὶ ἡ |
| book 26-7.10.2 | ἶρις. T |
| book 27a1.1 | {τρεῖς ἑκάτερθ’} ἴρισσιν: ὅτι Ζηνόδοτος γράφει „Ἐρίδεσ‐ |
| book 27a1.2 | σιν“. οὐκ ἔστιν δὲ ἡ αὐτὴ Ἔρις καὶ Ἶρις καθ’ Ὅμηρον, ὡς ὑπέλαβεν. A |
| book 27a2 | Ζηνόδοτος „Ἐρίδεσσιν“. Aim |
| book 27b.1 | ἴρεσ〈σ〉ιν ἐοικότες: τῷ κυρτώματι ἢ τῷ χρώματι· φησὶ |
| book 27b.2 | γὰρ Ξενοφάνης (Vors.6 21 B 32)· „ἥν τ’ Ἶριν καλέουσι, νέφος καὶ |
| book 27b.3 | τοῦτο πέφυκε / πορφύρεον καὶ φοινίκεον καὶ χλωρὸν ἰδέσθαι“ |
| book 27b.4 | b(BCE3E4)T ἢ πρὸς τὴν διάστασιν αὐτῶν ἡ ὁμοίωσις. b(BE3 |
| book 27b.5 | E4)T |
| book 28a.1 | 〈ἐν νέφεϊ στήριξε, τέρας μερόπων ἀνθρώπων:〉 |
| book 28a.2 | καὶ ἐπὶ τῶν διατρεχόντων διδάσκει ὅτι οὐκ αὐτόματά εἰσι ταῦτα, |
| book 28a.3 | ἀλλ’ ὑπὸ θεοὺς αἴτιον ἔχοντα. b(BCE3E4)T |
| book 28b | 〈στήριξεν:〉 οὕτως Ἰακῶς τὸ στήριξε. Aint |
| book 30.1 | χρύσειοι πάμφαινον: ὅτι νῦν μὲν χρυσόηλον, ἐν ἄλλοις |
| book 30.2 | δὲ (sc. Β 45) „ἀργυρόηλον“. ἤτοι κατ’ ἐπιφορὰν ἢ διὰ τὴν ἀριστ〈ε〉ίαν |
| book 30.3 | κοσμεῖ διαφορωτέρᾳ πανοπλίᾳ. A |
| book 32.1 | ἂν δ’ ἕλετ’ ἀμφιβρότην 〈πολυδαίδαλον ἀσπίδα |
| book 32.2 | θοῦριν〉: ὅτι ἀνδρομήκεις αἱ ἀσπίδες. πρὸ δὲ τῆς περικεφαλαίας ἀνα‐ |
| book 32.3 | λαμβάνει τὴν ἀσπίδα, ὡς ἂν δι’ ἀναφορέων χρωμένων ταῖς ἀσπίσιν. |
| book 32.4 | ὁ δὲ Ζηνόδοτος ἐπὶ τοῦ Ἀλεξάνδρου (cf. Γ 334—8) τὸν ὁπλισμὸν |
| book 32.5 | ἐνήλλαχεν. A |
| book 32.1 | 〈θοῦριν:〉 πολεμικὴν †ἣν† εὐκίνητον καὶ †κοῦφιν† τῷ φο‐ |
| book 32.2 | ροῦντι. Ail Aint |
| book 33.1 | ἣν περὶ ... ἦσαν: ἐὰν σὺν τῷ ι γράφηται „ᾖσαν“, πε‐ |
| book 33.2 | ριεπορεύοντο· εἰ δὲ μή, ἀναστρεπτέον, ἵνα ᾖ περὶ ἣν 〈ἦσαν〉. A |
| book 34 | ἐν δέ οἱ ὀμφαλοί: καὶ ποῦ ἡ „Γοργείη κεφαλή“ (Ε 741); T |
| book 35a1.1 | λευκοί: ὀξυτονητέον, ἵνα ἐπὶ τῶν ὀμφαλῶν (cf. Λ 34) |
| book 35a1.2 | κέηται. εἰσὶ δὲ οἳ περισπῶσιν, ἵνα γενικὴ γένηται, ἐπίθετον τοῦ κασ‐ |
| book 35a1.3 | σιτέρου (cf. Λ 34), κακῶς· ἔθος γάρ ἐστι παρὰ τῷ ποιητῇ τὴν Θεσ‐ |
| book 35a1.4 | σαλικὴν ταύτην καλουμένην γενικὴν εὑρίσκεσθαι, εἰ μὴ μέτρον κω‐ |
| book 35a1.5.1 | λύοι· εἰ γὰρ κωλύοι, ἡ κοινὴ παραλαμβάνεται. παρεκτέταται τὸ κε‐ |
| book 35a1.5.2 | φάλαιον Ἡρωδιανῷ (2,72,14). A |
| book 35a2 | λευκοὶ γάρ, οὐ „λευκοῖο“. Til |
| book 36a.1 | τῇ δ’ ἐπὶ μὲν Γοργὼ 〈βλοσυρῶπις ἐστεφάνωτο〉: |
| book 36a.2 | ἡ ἐπί πρὸς τὸ ἐστεφάνωτο συντάσσεται· διὸ τὸν τόνον φυλα‐ |
| book 36a.3 | κτέον. A |
| book 36b.1 | Γοργώ: γοργότητά τινα καὶ κατάπληξιν τῶν ὁρώντων· |
| book 36b.2 | τὸν γὰρ περὶ τῆς Γοργοῦς μῦθον Ἡσίοδος ἔπλασεν (sc. th. 274, cf. |
| book 36b.3 | scut. 224). b(BCE3)T εἰς ἄλλα δὲ παρεικάζει αὐτὸν Διΐ, „ὄμματα |
| book 36b.4 | καὶ κεφαλήν“ (Β 478)· „πατὴρ ἀνδρῶν τε θεῶν τε (Χ 167) καὶ „ποι‐ |
| book 36b.5.1 | μένα λαῶν“ (Β 243)· τὸ ἀπὸ Διὸς σκῆπτρον (cf. Β 101—8)· ἀσπίδα |
| book 36b.5.2 | παραπλησία〈ν〉 αἰγίδι (cf. Λ 36 cum Ε 742. Ρ 593. Φ 400)· φροντί‐ |
| book 36b.5.3 | δας, „ὡς δ’ ὅταν ἀστράπτῃ“ (Κ 5). T |
| book 38a.1 | τῆς δ’ ἐξ ἀργύρεος 〈τελαμὼν ἦν〉: ὅτι ἐκ τελαμώνων |
| book 38a.2 | αἱ ἀσπίδες ἤρτηντο. AAint |
| book 38b.1 | 〈ἐπ’ αὐτοῦ:〉 οὕτως Ἀρίσταρχος. γράφεται δὲ καὶ „ἐπ’ |
| book 38b.2 | αὐτῷ“. Ail |
| book 40a1.1 | τρεῖς ἀμφιστεφέες: οὕτως αἱ Ἀριστάρχου σὺν τῷ ρ |
| book 40a1.2 | „ἀμφιστρεφέεσ“ (καὶ τὰ ὑπομνήματα δὲ συμφωνεῖ), λέγων ἓν μὲν εἶναι |
| book 40a1.3 | σῶμα τοῦ δράκοντος, κεφαλὰς δὲ τρεῖς περιπεπλεγμένας ἀλλήλαις. |
| book 40a1 | ἠπάτηνται δὲ οἱ χωρὶς τοῦ ρ γράφοντες ἐξ ἐκείνου „τῇ δ’ ἐπὶ μὲν Γορ‐ |
| book 40a1.5 | γὼ βλοσυρῶπις ἐστεφάνωται“ (Λ 36). A |
| book 40a2.1 | Ἀρίσταρχος δὲ „ἀμφιστρεφέεσ“ γράφει ἀντὶ τοῦ περιπεπλεγ‐ |
| book 40a2.2 | μέναι. T |
| book 40b.1 | ἀμφιστεφέες: ἀλλήλαις περιπεπλεγμέναι διὰ τὸ ἑνὸς |
| book 40b.2 | αὐχένος εἶναι· ἢ εἰς ἀλλήλας ἀπεστραμμέναι. b(BCE3E4)T ταύ‐ |
| book 40b.3 | την δὲ ὁ Κράτης (fr. 23 c M.) μίμημα τοῦ κόσμου φησὶν εἶναι. T |
| book 41.1 | κρατὶ δ’ ἐπ’ ἀμφίφαλον 〈κυνέην θέτο〉: ὅτι μετὰ τὴν |
| book 41.2 | ἀσπίδα τὴν περικεφαλαίαν ἀνελάμβανον. A |
| book 43.1 | εἵλετο δ’ ἄλκιμα δοῦρε: ὅτι καὶ ἐπὶ τῆς Ἀλεξάνδρου μο‐ |
| book 43.2 | νομαχίας (sc. Γ 18) τὸ ὅμοιον. A |
| book 44.1 | {ὀξέα·} τῆλε δὲ χαλκὸς ἀπ’ αὐτόφιν οὐρανὸν εἴσω: |
| book 44.2 | 〈ἡ διπλῆ, ὅτι〉 ἀντὶ τοῦ εἰς οὐρανόν. καὶ ὅτι, ὅταν ἐπ’ Ἀχιλλέως λέγῃ |
| book 44.3 | „ὣς τοῦ χαλκὸς ἔλαμπε“ (Χ 32), νοητέον ἀπὸ τοῦ δόρατος τὴν λαμ‐ |
| book 44.4 | πηδόνα ἀνταυγεῖν· τὰ γὰρ ἄλλα χρυσᾶ εἶχεν. A |
| book 45a.1 | {λάμπ’} ἐπὶ δ’ ἐγδούπησαν: ὅτι διὰ τὸ μέτρον παράκει‐ |
| book 45a.2 | ται τὸ γ. τὸν δὲ „δοῦπον“ (Δ 455 al.) οὐκ ἂν εἴποι γδοῦπον. A |
| book 45b.1 | ἐπὶ δ’ ἐγδούπησαν: οὐ μόνον τῇ ὁπλίσει, ἀλλὰ καὶ ταῖς |
| book 45b.2 | διοσημίαις προφαντάζει τὸν ἀκροατήν. b(BCE3)T |
| book 46.1 | τιμῶσαι βασιλῆα 〈πολυχρύσοιο Μυκήνησ〉: ὅτι νῦν |
| book 46.2 | ἑνικῶς τὴν Μυκήνην, 〈καὶ〉 ὅτι ἐν Μυκήναις τὰ Ἀγαμέμνονος βασίλεια, |
| book 46.3 | οὐκ ἐν Ἄργει, ὡς οἱ νεώτεροι. A |
| book 47-52.1 | ἡνιόχῳ μὲν 〈ἔπειτα ἑῷ〉 ἐπέτελλε〈ν ἕκαστος / |
| book 47-52.2 | — / ἱππῆες δ’ ὀλίγον μετεκίαθον〉: ἐντειλάμενοι τοῖς ἡνιόχοις |
| book 47-52.3 | οἱ παραιβάται, ἐπὶ τῇ τάφρῳ σὺν τοῖς ἵπποις ἀναμένειν αὐτούς, ἐν |
| book 47-52.4 | ὅσῳ τοὺς ἵππους ζευγνύουσιν, καὶ αὐτοὶ ἅμα τοῖς πεζοῖς διαβαίνουσι |
| book 47-52.5.1 | τὴν τάφρον, b(BCE3E4)T καὶ ἐκεῖνοι μετ’ οὐ πολὺ καταλαμβά‐ |
| book 47-52.5.2 | νουσιν ἅμα τοῖς ἵπποις. T |
| book 49.1 | {αὐτοὶ δὲ} πρυλέες: ὅτι φανερῶς πρυλέες οἱ πεζοί· ἀντι‐ |
| book 49.2 | διέσταλκε γὰρ τοὺς ἱππεῖς (cf. Λ 51. 52). A |
| book 51a.1 | φθὰν δὲ 〈μέγ’ ἱππήων ἐπὶ τάφρῳ κοσμηθέντεσ〉: |
| book 51a.2 | πρὸς τὸ δοκοῦν μάχεσθαι· εἰ γὰρ μεγάλως ἔφθασαν, πῶς οἱ ἱππεῖς |
| book 51a.3 | „ὀλίγον μετεκίαθον“ (Λ 52) αὐτούς; λέγει δὲ φθὰν δὲ μέγα χρονι‐ |
| book 51a.4 | κῶς, ἀντὶ τοῦ πολλῷ χρόνῳ προέλαβον, „ὀλίγον“ δὲ „μετεκίαθον“ |
| book 51a.5 | (Λ 52) τοπικῶς, οἷον ὀλίγῳ τόπῳ διεστῶτες μετ’ αὐτοὺς ἔκιον. Aim |
| book 51b.1 | φθὰν δὲ μέγ’ ἱππήων 〈ἐπὶ τάφρῳ κοσμηθέντεσ〉: |
| book 51b.2 | ὁ Ἀρίσταρχος βαρύνει, καὶ δῆλον ὅτι ὑγιῶς· κοιμίζεται γὰρ ἡ ὀξεῖα |
| book 51b.3 | ἐν τῇ συνεπείᾳ· „Ζεὺς δ’ ἐπεὶ οὖν Τρῶάς τε“ (Ν 1). | ἔστι δὲ ὁ νοῦς |
| book 51b.4 | τοιοῦτος· ἔφθασαν δὲ κατὰ τὸ πολὺ οἱ πεζοὶ τοὺς ἱππεῖς προδιατα‐ |
| book 51b.5 | γέντες ἐπὶ τῆς τάφρου. A |
| book 51c.1 | φθὰν δὲ μεθ’ ἱππήων 〈ἐπὶ τάφρῳ κοσμηθέντεσ〉: |
| book 51c.2 | ἔφθασαν ἐν τῇ τάφρῳ οἱ πεζοὶ διὰ τῶν ἱππέων δηλονότι κοσμηθέντες, |
| book 51c | ἐάσαντες δὲ τοῖς ἡνιόχοις τὰ ἅρματα ἐπὶ τῷ ἀγαγεῖν αὐτά. b(BCE3)T |
| book 51d.1 | ἐπὶ τάφρῳ: τὸ ἐπὶ τάφρῳ καὶ τοῖς ἑξῆς καὶ τοῖς ἄνω |
| book 51d.2 | δύναται συνάπτεσθαι, βέλτιον δὲ τοῖς ἑξῆς, ἵνα ἐπὶ μὲν τῆς τάφρου ἡ |
| book 51d.3 | διακόσμησις ᾖ γεγονυῖα, οἱ δὲ πεζοὶ προεληλυθότες τῶν ἱππέων εἰς τὸ |
| book 51d.4 | πεδίον· ἀποβάντες γὰρ τῶν ἁρμάτων προέρχονται εἰς τὸ πεδίον· φησὶ |
| book 51d.5.1 | γοῦν „ἡνιόχῳ μὲν ἔπειτα ἑῷ“ (Λ 47). τὸ δὲ ἀπορούμενον, πῶς μέγα |
| book 51d.5.2 | προειπὼν ἐπιφέρει „ὀλίγον“ (Λ 52), τοιοῦτόν ἐστι· τὸ ἕτερον αὐτῶν |
| book 51d.5.3 | χρονικόν ἐστι, τὸ δὲ ἕτερον τοπικόν· ἤτοι γὰρ πολὺ τοῦ πεδίου προῆλ‐ |
| book 51d.5.4 | θον αὐτῶν, οἱ δὲ ταχέως ἐπεδίωξαν, ὡς ἂν ἐφ’ ἁρμάτων. ἢ τῷ χρόνῳ |
| book 51d.5.5 | πολὺ προέλαβον οἱ πεζοί, οἱ δὲ ἱππεῖς τῷ κατα〈τα〉χῦναι ὀλίγον |
| book 51d.10 | ὄπισθεν ἦσαν. A |
| book 52 | 〈ὀλίγον:〉 ὅτι τῷ τόπῳ καὶ τῇ τάξει, οὐ τῷ χρόνῳ. Aim |
| book 52-3.1 | ἐν δὲ κυδοιμόν / ὦρσε 〈κακὸν〉 Κρονίδης: Ζεὺς |
| book 52-3.2 | αὐτοὺς προτρέπει, ὅπως ἐξελθόντων καὶ τρωθέντων ἐξαγάγοι Πά‐ |
| book 52-3.3 | τροκλον. b(BCE3E4)T |
| book 54a1.1 | αἵματι μυδαλέας: ἐπεὶ αἱματώδεις οἱ περὶ Τροίαν ποτα‐ |
| book 54a1.2 | μοί, ἀναγκαίως καὶ ὁ ὄμβρος αἱματώδης. T |
| book 54a2.1 | ᾑμαγμέναι δέ εἰσιν αἱ σταγόνες, ἐπειδὴ καὶ οἱ περὶ Τροίαν |
| book 54a2.2 | ποταμοὶ ἐκ τῶν ἀναιρουμένων αἱματώδεις ἦσαν. b(BCE3) |
| book 54a2 | {ἕρσας} αἵματι μυδαλέας: ἐζήτηται, πῶς ἐνεδέχετο— |
| book 54a2 | δρόσους ἔπεμπον. A |
| book 54b.1 | 〈αἵματι μυδαλέας〉 ἐξ αἰθέρος, οὕνεκ’ ἔμελλε: ὅτι |
| book 54b.2 | δοκεῖ σημεῖον εἶναι, ὅταν ἐπιψακάσῃ, οὐχ ὅταν ὕσῃ, καὶ ὅτι τὸ ἔμελλε |
| book 54b.3 | πάλιν ἀντὶ τοῦ ἐῴκει. A | ἕως τοῦ αἰθέρος δὲ στικτέον καὶ τοῖς ἄνω |
| book 54b.4 | συναπτέον αὐτό. AAim |
| book 54c1.1 | ἐξ αἰθέρος: ὅτι συνέχεε τὸν ἀέρα καὶ αἰθέρα. ἢ ἀπὸ τοῦ |
| book 54c1.2 | ὑψηλοῦ μέρους· ἢ ὅτι Διὸς ἔργον καὶ οὐχ ὑετός. T |
| book 54c2.1 | ὅτι σύνεγγύς ἐστιν ὁ ἀὴρ τοῦ αἰθέρος· ἢ ὅτι Διός ἐστιν ἔργον |
| book 54c2.2 | τὸ τοιοῦτον καὶ οὐχ ὑετός· διὸ καὶ ἐνήλλακται. b(BCE3E4) |
| book 55a1 | 〈κεφαλάς:〉 οὕτως Ἀρίσταρχος κεφαλάς ἐνθάδε. Aint |
| book 55a2 | {ἰφθίμους κεφαλάς:} οὕτως αἱ Ἀριστάρχου. T |
| book 55b.1 | κεφαλάς: ὅτι ἐνταῦθα μὲν γράφειν κεφαλάς οὐδὲν κωλύει, |
| book 55b.2 | περιφραστικῶς ἀπὸ μέρους τῶν ὅλων σημαινομένων, κατὰ δὲ τὸ τῆς |
| book 55b.3 | Ἰλιάδος προοίμιον (sc. Α 3) οὐκ ἐνδέχεται, ἐπιφερομένου τοῦ „αὐτοὺς |
| book 55b.4 | δὲ ἑλώρια“ (Α 4). A |
| book 56a.1 | 〈Τρῶες δέ:〉 ὅτι κοινὸν †τὸ ἐπὶ† τούτων τὸ ἐθωρήσσοντο |
| book 56a.2 | (cf. Λ 49). Aim |
| book 56b.1 | Τρῶες δ’ αὖθ’ ἑτέρωθεν: ἀπὸ κοινοῦ τὸ ἐζών〈ν〉υντο |
| book 56b.2 | (cf. Λ 15). T |
| book 58.1 | Αἰνείαν θ’, ὃς Τρωσὶ 〈θεὸς ὣς τίετο δήμῳ〉: οὐ μάτην |
| book 58.2 | ἡ προσθήκη, ἀλλ’ ἐμφαίνει τὴν τάξιν τῶν ἀνδρῶν· μετὰ γὰρ Ἕκτορα |
| book 58.3 | οὗτος δεύτερος· διὸ καὶ ζηλοτυπία ἦν τις αὐτοῖς· φησὶ γοῦν „αἰεὶ γὰρ |
| book 58.4 | Πριάμῳ ἐπεμήνιε δίῳ, / οὕνεκ’ ἄρ’ ἐσθλὸν ἐόντα μετ’ ἀνδράσιν οὔ τι |
| book 58.5 | τίεσκεν“ (Ν 460—1). b(BCE3E4)T |
| book 61-6.1 | Ἕκτωρ δ’ ἐν πρώτοισι φέρ’ ἀσπίδα〈— /〉 |
| book 61-6.2 | οἷος δ’ ἐκ νεφέων〈—Διὸς αἰγιόχοιο〉: οἷός τε ἦν ὁ ποιη‐ |
| book 61-6.3 | τής, διελθὼν περὶ τῆς Ἀγαμέμνονος ἀσπίδος, ἐκφράσαι καὶ τὴν Ἕκτο‐ |
| book 61-6.4 | ρος. ἀλλὰ τῇ παραβολῇ τὸ κίνημά τε καὶ λαμπρὸν τῶν ὅπλων ἐσή‐ |
| book 61-6.5.1 | μανεν. ἴσως δέ τινα τῶν κομητῶν ἀστέρων φησὶ καὶ τὴν φθορὰν προ‐ |
| book 61-6.5.2 | δηλοῖ. b(BCE3)T |
| book 62a1.1 | {οἷος δ’ ἐκ νεφέων ἀναφαίνεται} οὔλιος {ἀστήρ}: ὅτι τινὲς |
| book 62a1.2 | γράφουσιν „αὔλιοσ“, ὅ ἐστιν ἕσπερος, πρὸς ὃν αὐλίζεται τὰ ζῷα. καὶ |
| book 62a1.3 | Καλλίμαχος (fr. 177,6)· „〈αὔλιος,〉, ὃς δυθμὴν εἶσι μετ’ ἠελίου“. ἔστι |
| book 62a1.4 | δὲ †ἀλύπιος† καὶ εἰς ἀνάπαυσιν ἄγων τὰ ζῷα. γραπτέον οὖν οὔλιος, |
| book 62a1.5.1 | ἵνα τὸν τοῦ κυνὸς σημαίνῃ, τὸν φθοροποιὸν καὶ λαμπρότατον, ᾧ καὶ |
| book 62a1.5.2 | τὸν Ἀχιλλέα ὁμοιοῖ „λάμφ’ ὥς τ’ ἀστήρ / ὅς ῥά τ’ ὀπώρης εἶσιν“ |
| book 62a1.5.3 | (Χ 26—7). A |
| book 62a2 | τινὲς γράφουσιν „αὔλιος ἀστήρ“. Til |
| book 63-4.1 | παμφαίνων, τότε δ’ αὖτις ἔδυ 〈νέφεα σκιόεντα /〉. |
| book 63-4.2 | ὣς Ἕκτωρ ὁτὲ μέν: ἐμφερεστάτη ἡ εἰκὼν πρὸς ἀμφότερα, πρός τε |
| book 63-4.3 | τὴν λαμπρότητα καὶ τὸ μὴ διηνεκῶς φαίνεσθαι, ἀλλ’ ἔσθ’ ὅτε καὶ |
| book 63-4.4 | ἀποκρύπτεσθαι. ὥσπερ οὖν ὁ ἀστὴρ ἐν τῇ κινήσει ἐνίοτε καὶ ὑπονέφε‐ |
| book 63-4.5.1 | λος γίνεται, οὕτω καὶ Ἕκτορά φησι καὶ ἀπολάμπεσθαι τοῖς ὅπλοις καὶ |
| book 63-4.5.2 | ἐνίοτε ἀποκρύπτεσθαι ὑπὸ τοῦ πλήθους, ἄλλοτε ἐπ’ ἄλλα μέρη φαι‐ |
| book 63-4.5.3 | νόμενον. b(BCE3E4)T |
| book 65 | πᾶς: σημειοῦνταί τινες ὅτι τοῦτο ἀντὶ τοῦ ὅλος. A |
| book 67.1 | ὥς τ’ ἀμητῆρες: τοὺς μαχομένους ξίφεσι καὶ δόρασι τοῖς |
| book 67.2 | θερίζουσι διὰ τῶν δρεπάνων παρέβαλε. b(BCE3E4)T |
| book 67-8.1 | ἐναντίοι ἀλλήλοισιν, / ὄγμον ἐλαύνωσιν: τὸ πα‐ |
| book 67-8.2 | λαιὸν γὰρ οὕτως ἐθέριζον, ἀπὸ τῶν περάτων ἀρχόμενοι καὶ εἰς τὰ |
| book 67-8.3 | μέσα τελευτῶντες. b(BCE3E4)T |
| book 68a.1 | 〈ὄγμον ἐλαύνωσιν:〉 ὄγμον ὡς „ὄλβον“ (γ 208 al.)· |
| book 68a.2 | τὰ γὰρ εἰς ος λήγοντα δισύλλαβα μονογενῆ, ἀρχόμενα ἀπὸ τοῦ ο καὶ |
| book 68a.3 | ἔχοντα δύο σύμφωνα ἢ πλείονα, βαρύνεσθαι θέλει, οἷον „ὄκνοσ“ (Ε |
| book 68a.4 | 817), „ὄμβροσ“ (Ε 91 al.), ὄρρος, „ὅσσοσ“ (Ω 630), Ὄρθος (cf. Hsd. |
| book 68a.5 | th. 293 al.), ὄρφος. οὕτως καὶ ὄγμος. | ἡ διπλῆ δέ, ὅτι τὸ ἐλαύνωσι |
| book 68a | τύπτωσι. καὶ τίθησιν ἐπὶ τῆς ἐκ χειρὸς πληγῆς τὸ ἐλάσαι. A |
| book 68b.1 | ὄγμον ἐλαύνωσιν: πρὸς τὴν σύντομον ἀναίρεσιν. |
| book 68b.2 | b(BCE3E4)Til |
| book 68c.1 | ἀνδρὸς μάκαρος κατ’ ἄρουραν: ἐν πλατεῖ γὰρ ληΐῳ |
| book 68c.2 | πολλοὺς ἐργάζεσθαι εἰκός ἐστιν. b(BCE3E4)T |
| book 69a.1 | 〈ταρφέα:〉 ταρφέα ὡς „ὀξέα“ (Π 772)· νῦν γὰρ ἐπιθετι‐ |
| book 69a.2 | κὸν τὸ τοιοῦτον. A |
| book 69b.1 | ταρφέα πίπτει: τὸ εὐχερὲς καὶ δυσαρίθμητον τῶν πι‐ |
| book 69b.2 | πτόντων δηλοῖ. b(BCE3E4)T |
| book 70-1.1 | ὣς Τρῶες καὶ Ἀχαιοὶ 〈ἐπ’ ἀλλήλοισι〉 θορόντες |
| book 70-1.2 | 〈/ δῄουν〉, οὐδ’ ἕτεροι μνώοντο: οἱ μὲν ὑπὸ Διός, οἱ δὲ ὑπὸ |
| book 70-1.3 | Ἔριδος. T |
| book 71.1 | μνώοντ’ ὀλοοῖο φόβοιο: ὅτι φόβον τὴν φυγήν. ὃν δὲ ἡμεῖς |
| book 71.2 | φόβον, δέος λέγει. A |
| book 72a1.1 | ἴσας δ’ ὑσμίνη 〈κεφαλὰς ἔχεν〉: ὅτι Ἀρίσταρχος |
| book 72a1.2 | ὑσμίνη γράφει χωρὶς τοῦ ι· φησὶ γάρ, ἥ τε τῶν Ἑλλήνων ὑσμίνη καὶ |
| book 72a1.3 | βαρβάρων ἰσοκέφαλος ἦν, οἷον ἀμφοτέρων ἰσοκέφαλος ἦν ἡ μάχη τῶν |
| book 72a1.4 | τε Ἑλλήνων καὶ τῶν Τρώων. A |
| book 72a2.1 | {ἴσας δ’ ὑσμίνη:} χωρὶς τοῦ ι γράφει ὁ Ἀρίσταρχος, ἵν’ ᾖ ἡ |
| book 72a2.2 | ὑσμίνη τῶν Ἑλλήνων τε καὶ τῶν Τρώων ἰσοκέφαλος ἦν, οἷον ἀμφοτέ‐ |
| book 72a2.3 | ρων ἰσοκέφαλος ἦν ἡ μάχη. T |
| book 72b.1 | 〈ἴσας δ’ ὑσμίνη κεφαλὰς ἔχεν:〉 οὕτως Ἀρίσταρχος, ἡ |
| book 72b.2 | ὑσμίνη τὰς κεφαλὰς ἴσας εἶχεν, ἰσοκέφαλος ἦν αὐτοῖς ἡ μάχη. ἄλλοι δὲ |
| book 72b.3 | „ἴσας δ’ ὑσμίνῃ κεφαλὰς ἔχον“. Aim |
| book 72c.1 | ἴσας δ’ ὑσμίνῃ κεφαλὰς ἔχον: ἀντὶ τοῦ ἰσοκέφαλος ἦν |
| book 72c.2 | αὐτοῖς ἡ μάχη. b(BCE3)T | θαυμαστῶς τέως ἰσορροποῦσιν Ἕλληνες, |
| book 72c.3 | καὶ ταῦτα ἀπὸ δυστυχίας ὄντες· μετ’ οὐ πολὺ δὲ καὶ περιέσονται τῶν |
| book 72c | Τρώων. b(BCE3E4)T |
| book 72d.1 | οἱ δὲ λύκοι ὥς: πρὸς τὸ πρόθυμον καὶ κατὰ τὸ πλῆθος |
| book 72d.2 | δραστικόν· ὁ γὰρ λέων μόνος ἀγωνίζεται. b(BCE3E4)T |
| book 75a.1 | οἱ δ’ ἄλλοι οὔ σφιν 〈πάρεσαν θεοί〉: πρὸς τὴν ἑξῆς |
| book 75a.2 | ἀθέτησιν· οὐ γὰρ ἦσαν ἐπὶ τοῦ αὐτοῦ πάντες οἱ θεοί. | τὸ δὲ πάρεσαν, |
| book 75a.3 | τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα. ἐκ δὲ τοῦ παρῆσαν ἐγένετο. A |
| book 75b.1 | ἕκηλοι: δασύνεται· τὸ γὰρ ε πρὸ τοῦ κ δασύνεσθαι θέλει |
| book 75b.2 | ὁπότε μὴ ἐκ κλίσεως τυγχάνοι ῥήματος ἢ ἀπὸ προθέσεως. A |
| book 76a | 〈σφοῖσιν:〉 γράφεται „οἷσιν“. Aint |
| book 76b.1 | οἷσιν ἐνὶ μεγάροισι 〈καθήατο〉: οὐδὲ ὁρᾶν ὑπομένον‐ |
| book 76b.2 | τες τὴν μάχην διὰ τὸ ἐληλάσθαι ὑπὸ Διός. b(BCE3E4)T |
| book 76c | 〈ᾗχι:〉 Ἀρίσταρχος χωρὶς τοῦ ι τὸ „ἧχι“. Aim |
| book 78-83a.1 | πάντες δ’ ᾐτιόωντο〈—ὀλλυμένους τε〉: |
| book 78-83a.2 | ἀθετοῦνται στίχοι ἕξ, ὅτι ψεῦδος· οὐ γὰρ δύνανται πάντες τὸν Δία |
| book 78-83a.3 | αἰτιᾶσθαι βοηθοῦντα τοῖς Τρωσίν, ἀλλ’ οἱ τῶν Ἑλλήνων βοηθοί. |
| book 78-83a.4 | καὶ τὸ ὁ δὲ νόσφι λιασθείς / τῶν ἄλλων ἀπάνευθε καθέζετο |
| book 78-83a.5.1 | (Λ 80—1) ὡς ἐπὶ ταὐτὸ συνηθροισμένων αὐτῶν λέγει· προείρηκε δὲ |
| book 78-83a.5.2 | „οἱ δ’ ἄλλοι οὔ σφιν πάρεσαν θεοί“ (Λ 75). ἀπό τε τοῦ Ὀλύμπου οὐ |
| book 78-83a.5.3 | παρεισάγεται θεωρῶν τὴν ἐπὶ τῆς Τροίας μάχην, ἀλλ’ ἀπὸ τῆς |
| book 78-83a.5.4 | Ἴδης· ὅθεν διὰ τῶν ἑξῆς (sc. Λ 183—4) †μεταλαμβάνει εἰς αὐτόν. A |
| book 78-83b1.1 | 〈πάντες δ’—ὀλλυμένους τε:〉 τούτους καὶ Ἀρι‐ |
| book 78-83b1.2 | στοφάνης ἠθέτει, παρὰ δὲ Ζηνοδότῳ οὐδὲ ἐγράφοντο. A |
| book 78-83b2 | τούτους δὲ Ζηνόδοτος οὐκ οἶδεν, Ἀριστοφάνης δὲ ἀθετεῖ. T |
| book 78.1 | πάντες δ’ ᾐτιόωντο: οἱ Ἑλληνικοί, ὅτι, εἰ μὴ ἐπεκούρει |
| book 78.2 | Τρωσίν, ἐνίκησαν ἂν οἱ Ἕλληνες. T |
| book 81.1 | τῶν ἄλλων ἀπάνευθε: βέλτιον τοῖς ἑπομένοις τὸ ἡμιστί‐ |
| book 81.2 | χιον συντάττειν, ἵνα μὴ „νόσφι“ (Λ 80) καὶ ἀπάνευθε ἐν ταὐτῷ |
| book 81.3 | κέηται. A |
| book 84.1 | 〈ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο〉 ἱερὸν ἦμαρ: ἕως ὥρας |
| book 84.2 | ἕκτης, ἕως μεσημβρίας, ὅτε αἱ θυσίαι γίνονται καὶ τὰ †πρακτικὰ† πάντα. |
| book 84.3 | b(BCE3E4)T „κνέφασ“ δὲ „ἱερόν“ (Λ 194)· καὶ γάρ φησι „μα‐ |
| book 84.4 | κάρων τοι νύκτες ἔασιν“ (Hsd. opp. 730). T |
| book 86-9.1 | ἦμος δὲ δρυτόμοσ〈—ἵμερος αἱρεῖ〉: ἄκρως τὸν |
| book 86-9.2 | καιρὸν ἐδήλωσεν, ἀπὸ τῶν κατειθισμένων καὶ πᾶσι γνωρίμων τὴν |
| book 86-9.3 | δήλωσιν ποιησάμενος· οὔπω γὰρ ἦν ὥραις μετρητὴ ἡ ἡμέρα. ὁρᾶται |
| book 86-9.4 | δὲ ἡ ἀρετὴ τῶν Ἑλλήνων, ὅτι οὐδὲ τῷ καιρῷ παραχωροῦσι τῷ πάντα |
| book 86-9.5 | τὰ σώματα διαλύειν ἐκ τῶν ἔργων πεφυκότι. A b (BCE3E4)T |
| book 86a.1 | 〈ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὁπλίσσατο〉 δεῖ‐ |
| book 86a.2 | πνον: ὅτι Ζηνόδοτος γράφει „δόρπον“. οὐ λέγει δὲ δεῖπνον τὴν |
| book 86a.3 | ἑσπερινὴν τροφὴν νῦν, ἀλλὰ δεῖπνον καλεῖ, ὃ ἡμεῖς ἄριστον· καθ’ ἣν |
| book 86a.4 | ὥραν καὶ ὁ δρυτόμος ἀριστοποιεῖται | ἤγουν ὁ ὑλοτόμος, ὁ ξυλοτό‐ |
| book 86a.5.1 | μος· δρῦν γὰρ ἐκάλουν οἱ παλαιοὶ ἀπὸ τοῦ ἀρχαιοτέρου πᾶν δέν‐ |
| book 86a.5.2 | δρον. A |
| book 86b | 〈ἦμος δὲ δρυτόμος—δεῖπνον:〉 ὅτε ὁ δρυτόμος |
| book 86b | ἐπὶ τὸ ἑωθινὸν ἔρχεται ἄριστον. Til |
| book 86c.1 | ὡπλίσσατο δεῖπνον: τὸ ἑωθινὸν ἄριστον· εὐθέως γὰρ |
| book 86c.2 | μετὰ τὸν ὄρθρον, αὔξην λαμβανούσης τῆς ἡμέρας, ὁ ὑλοτόμος ἐπὶ τὸ |
| book 86c.3 | ἑωθινὸν ἄριστον ἔρχεται· b(BCE3E4)T ὅτι γὰρ τὸν ἑωθινὸν και‐ |
| book 86c.4 | ρὸν δηλοῖ, σαφὲς ἐξ ὧν κατὰ τὴν Πατρόκλειαν (Π 777—8) φησίν· |
| book 86c.5.1 | „ὄφρα μὲν ἠέλιος μέσον οὐρανὸν 〈ἀμφιβεβήκει,〉 / τόφρα μάλ’ ἀμφο‐ |
| book 86c.5.2 | τέρων βέλε’ ἥπτετο.“ T |
| book 87 | 〈ἐκορέσσατο:〉 ἀντὶ τοῦ ἔκαμεν. Til |
| book 88.1 | ἅδος {τέ μιν}: δασυντέον· τὸ γὰρ α πρὸ τοῦ δ ὂν καὶ μὴ ἔχον |
| book 88.2 | στερητικὴν ἔννοιαν ἢ κρᾶσίν τινα δασύνεσθαι θέλει, στερητικὴν μὲν |
| book 88.3 | οὕτως, ἀδαής, ἀδρανής, „ἀδευκήσ“ (cf. δ 489), κατὰ κρᾶσιν Ἅιδης, |
| book 88.4 | μὴ οὕτως δὲ ἔχον ἁδρός, „ἁδινόσ“ (cf. Β 87 al.), Ἁδρίας· διὸ καὶ τὸ |
| book 88.5.1 | Ἅδωνις κρεῖττόν ἐστι δασύνειν, ἵνα καὶ παρὰ τὸ ἁδεῖν τῇ δαίμονι |
| book 88.5.2 | ἐτυμολογηθῇ. A |
| book 89.1 | σίτου τε γλυκεροῖο 〈περὶ φρένας ἵμερος αἱρεῖ〉: |
| book 89.2 | διδαχὴ μετὰ τοὺς πόνους ἐμφορεῖσθαι σιτίων πρὸς τὸ εὐόρεκτον· |
| book 89.3 | b(BCE3E4)T ὡς καὶ Σωκράτης πολλὰ περιπατήσας ἑσπέρας |
| book 89.4 | πρὸς τὸν ἐρόμενον „τί τηνικάδε, ὦ Σώκρατες;“ ὄψον ζητεῖν ἔφη. T |
| book 90.1 | σφῇ ἀρετῇ: ὡσεὶ λέγοι· κεκοπωμένοι μὲν τοῖς σώμασιν, ἀν‐ |
| book 90.2 | τιτασσόμενοι δὲ τῷ κόπῳ ταῖς ψυχικαῖς ἀρεταῖς. b(BCE3E4)T |
| book 90-8.1 | ῥήξαντο φάλαγγας 〈/ —〉ἐν δ’ Ἀγαμέμνων |
| book 90-8.2 | 〈/ πρῶτος ὄρους’,〉 ἕλε 〈δ’〉 ἄνδρα〈—μεμαῶτα〉: ἐν κε‐ |
| book 90-8.3 | φαλαίοις εἰπὼν ὡς ἀνῄρηνται (sc. 92—3), τὸ πῶς ἐπάγει κατὰ μέρος. |
| book 90-8 | διὰ δὲ τοῦ φόνου τοῦ δευτέρου ἐδήλωσε καὶ περὶ τοῦ πρώτου· εἰπὼν |
| book 90-8.5.1 | γὰρ ὡς ἐξ ἵππων κατεπάλμενος (94) ἀνῄρηται (cf. 95—8) δηλοῖ |
| book 90-8.5.2 | ὡς ὁ πρῶτος ἐπιβεβηκὼς τῷ δίφρῳ πεφόνευται (cf. 92—3). b(BCE3 |
| book 90-8.5.3 | E4)T σύνδυο οὖν ἀναιροῦνται ὡς κἀν τῇ Διομήδους ἀριστείᾳ |
| book 90-8.5.4 | (cf. Ε 159—64). T |
| book 91a.1 | κεκλόμενοι ἑτάροισι: διδάσκει ὡς κἀν τοῖς δεινοῖς τὸ |
| book 91a.2 | φιλάλληλον σῴζειν ἡμᾶς πέφυκεν. b(BCE3E4)T τοιοῦτοι δὲ οἱ |
| book 91a.3 | Ἕλληνες „ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισι“ (Γ 9). T |
| book 91b | 〈κατὰ στίχας:〉 τὰς οἰκείας. Aim |
| book 91c | 〈ἂν δ’ Ἀγαμέμνων:〉 γράφεται „ἐκ δ’ Ἀγαμέμνων“. Aim |
| book 91-2.1 | ἐκ δ’ Ἀγαμέμνων / πρῶτος 〈ὄρους’, ἕλε δ’ ἄν‐ |
| book 91-2.2 | δρα〉: ἀποτυχὼν γὰρ Ἀχιλλέως λαμπρὸς εἶναι θέλει ἢ εὐκλεῶς ἀπο‐ |
| book 91-2.3 | θανεῖν. b(BCE3E4)T |
| book 92 | 〈Βιήνορα:〉 Ἀρίσταρχος „Βιάνορα“. Aim |
| book 93.1 | αὐτόν, ἔπειτα δ’ ἑταῖρον: ὅτι τὸ ἔπειτα ἀντὶ τοῦ μετὰ |
| book 93.2 | ταῦτα. πρὸς τὸ „αὐτὰρ ἔπειτ’ Αἴας τε μέγασ“ (Ι 169). A |
| book 94a | 〈ἤτοι ὅ γε:〉 ὁ Ὀϊλεύς. Til |
| book 94b.1 | {ἤτοι ὁ γ’ ἐξ ἵππων} κατεπάλμενος ἀντίος ἔστη: ὅτι |
| book 94b.2 | δύο προθέσεις παρείληφεν, κατά, ἐπί, τῆς ἑτέρας ἀρκούσης. | Ζηνόδο‐ |
| book 94b.3 | τος δὲ „ἀντίον“ καὶ Ἀριστοφάνης. A |
| book 95a.1 | τὸν δ’ ἰθὺς μεμαῶτα: δῆλον ὡς φερόμενον ὑπὲρ τοῦ |
| book 95a.2 | ἀδελφοῦ. καὶ βοηθῶν φονεύεται. T |
| book 95b | 〈τὸν δέ:〉 τὸν Ὀϊλέα. Til |
| book 95c | μετώπιον: τὸ μεταξὺ τῶν ὠπῶν ἐπάνω τῆς ῥινός, ὡς |
| book 95c | „μεταμάζιον“ (Ε 19). T |
| book 95-6.1 | μετώπιον 〈ὀξέϊ δουρί /〉 νύξ’· οὐδὲ στεφάνη 〈δό‐ |
| book 95-6.2 | ρυ οἱ〉 σχέθε: ὅπου ἐπὶ ἀνοχῆς ἐστιν ἡ μάχη, εὑρίσκομεν περιφυλάσ‐ |
| book 95-6.3 | σοντας καὶ τὰ γυμνά, „ᾗ ῥ’ ἴδε γυμνωθέντα“ (Μ 389) καὶ ἄλλα πολλά· |
| book 95-6.4 | ὅπου δὲ ὀξυλαβ〈ε〉ίας χρεία, πρὸς τὸ ἀνώσασθαι μόνον αἱ πληγαί. T |
| book 96 | 〈στεφάνη:〉 ὅτι εἶδος περικεφαλαίας ἡ στεφάνη. Aim |
| book 97.1 | ἐγκέφαλος δέ: ὅτι Ἀπολλώνιος (fr. 16 M.) ποιεῖ „ἐγκέφα‐ |
| book 97.2 | λον δέ“, καὶ τὸν ἑξῆς ἀθετεῖ. A |
| book 98a.1 | πεπάλακτο: διεβρέχετο· ὡς τὸ „παλάσσετο δ’ αἵματι |
| book 98a.2 | θώρηξ“ (Ε 100) καὶ „λύθρῳ δὲ παλάσσετο χεῖρασ“ (Υ 503). φησὶν |
| book 98a.3 | οὖν τὸν ἐγκέφαλον ἐμπεπλῆσθαι τοῦ αἵματος· σφιγγομένου γὰρ τοῦ |
| book 98a.4 | δόρατος ὑπὸ τοῦ ὀστέου ἔξω προελθεῖν εἴργεται τὸ αἷμα, ἔσω δὲ |
| book 98a.5.1 | ἐπισυνάγεται, καθάπερ ἐπὶ τῶν πληγέντων λίθῳ, ὅταν συντριβῇ μὲν |
| book 98a.5.2 | τὰ ὀστᾶ, μὴ διαιρεθῇ δὲ ἡ ἐπιφάνεια, ἐντὸς χεῖται τὸ αἷμα τῆς ἔξω φο‐ |
| book 98a.5.3 | ρᾶς εἰργόμενον. A b (BE3E4)T |
| book 98b.1 | πεπάλακτο: γράφεται „†κεκίνητ. ἀλλ’ οὐκ εἰκὸς συν‐ |
| book 98b.2 | δεδεμένον τῷ ὀστέῳ τὸ δόρυ κινεῖν τὸν ἐγκέφαλον. T |
| book 100a.1 | στήθεσι παμφαίνοντας 〈ἐπεὶ περίδυσε χιτῶ‐ |
| book 100a.2 | νασ〉: ἐπειδή, φησί, τοὺς ἐπὶ τοῖς στήθεσιν αὐτῶν χιτῶνας ἀφείλατο, |
| book 100a.3 | γυμνοὺς καὶ φαινομένους τοὺς νεκροὺς κατέλιπεν. | ἡ διπλῆ δέ, ὅτι ἔν |
| book 100a.4 | τισι γράφεται „ἐπεὶ κλυτὰ τεύχε’ ἀπηύρα“. ἔσονται δὲ αὐτοὶ οἱ |
| book 100a.5.1 | νεκροὶ τοῖς στήθεσι παμφαίνοντες. οὐ λέγει δὲ τοῦτο, ἀλλὰ τοὺς ἐπὶ |
| book 100a.5.2 | τοῖς στήθεσι παμφαίνοντας χιτῶνας. A |
| book 100b.1 | στήθεσι παμφαίνοντασ〈—χιτῶνασ〉: οὐ συν‐ |
| book 100b.2 | άπτει Νικάνωρ (p. 209 Friedl.), ἀλλὰ τὸ παμφαίνοντας δηλοῦν |
| book 100b.3 | φησι τὸ νέον αὐτῶν. Πῖος (fr. 3 H.) δὲ ‘τὰ στήθη περιφαίνοντασ‘. οἱ |
| book 100b.4 | δὲ ὅλον στήθεσι παμφαίνοντας χιτῶνας. b(BCE3E4)T |
| book 101a.1 | {αὐτὰρ ὁ} βῆ ῥ’ Ἶσον {τε}: Ζηνόδοτος ἔξω τοῦ ρ „βῆ |
| book 101a.2 | Ἶσον“. μὴ ἐμφέρεσθαι δέ φησιν ὁ Ἀρίσταρχος νῦν ἐν τοῖς Ποσειδίππου |
| book 101a.3 | ἐπιγράμμασι τὸν „Βήρισον“, ἀλλ’ ἐν τῷ λεγομένῳ Σωρῷ (fr. 5 |
| book 101a.4 | Schott) εὑρεῖν. εὔλογον δέ φησιν ἐξελεγχόμενον αὐτὸν ἀπαλεῖψαι. A |
| book 101b.1 | βῆ ῥ’ Ἶσον {τε}: Ποσίδιππος (fr. 5 Schott) „Βήρισον“, |
| book 101b.2 | ὑφ’ ἕν. Ἡρωδιανὸς (cf. 2,73,1) †μόνος καλεῖ τὸ βῆρ†. Ζηνόδοτος δὲ |
| book 101b.3 | χωρὶς τοῦ ῥ’, „βῆ Ἶσον“ {τε}. T |
| book 101c.1 | {αὐτὰρ ὁ} βῆ ῥ’ Ἶσόν τε 〈καὶ Ἄντιφον〉: κατὰ διά‐ |
| book 101c.2 | στασίν ἐστι, βῆ ῥα, εἶτα Ἶσόν τε καὶ Ἄντιφον. | τὸ μέντοι |
| book 101c.3 | ἐπιφερόμενον ἐν τῇ συντάξει ἐν μετοχῇ ὀφείλει κατακλείεσθαι ἐξενα‐ |
| book 101c.4 | ρίζων, ὡς δείκνυται ἐν τῷ Περὶ συντάξεως (p. 90, 15). A |
| book 102-3.1 | υἷε δύω Πριάμοιο, νόθον καὶ γνήσιον, ἄμφω |
| book 102-3.2 | 〈/ εἰν ἑνὶ δίφρῳ ἐόντασ〉: ἐπὶ τὸ γνήσιον βραχὺ διασταλτέον· |
| book 102-3.3 | καὶ γὰρ σαφέστερον τὸ οὕτως χωρίζειν ἄμφω / εἰν ἑνὶ δίφρῳ· καὶ |
| book 102-3.4 | ἀδιανόητόν ἐστι τὸ συνάπτειν νόθον καὶ γνήσιον ἄμφω (102). A |
| book 102a1.1 | 〈υἷε δύω Πριάμοιο, νόθον καὶ γνήσιον:〉 φιλο‐ |
| book 102a1.2 | τέχνως ἐδήλωσε διὰ τοῦ ἑξῆς στίχου, ποῖος ἦν ὁ νόθος. Til |
| book 102a2.1 | ἐδήλωσε γὰρ φιλοτέχνως διὰ τούτου, ποῖος ὁ νόθος ἦν. |
| book 102a2.2 | b(BCE3E4) |
| book 102b | 〈ἄμφω:〉 τὸ ἄμφω τῶν ἑξῆς ἐστιν. Til |
| book 103a | 〈ἐόντας:〉 Ἀριστοφάνης „ἐόντε“. AimTil |
| book 103b.1 | ὁ μὲν νόθος ἡνιόχευεν: σημειωτέον ὅτι πρὸς τὸ πρῶ‐ |
| book 103b.2 | τον ὑπήντησε, „νόθον καὶ γνήσιον“ (Λ 102), b(BCE3E4)T εἶτα |
| book 103b.3 | ὁ μὲν νόθος. T |
| book 104a1.1 | ὥ ποτ’ Ἀχιλλεύς: ὅτι Ζηνόδοτος γράφει „ὅν ποτ’ |
| book 104a1.2 | Ἀχιλλεύσ“. μήποτε δὲ πεπλάνηται, γεγραμμένου τοῦ ο ὑπ’ ἀρχαϊκῆς |
| book 104a1.3 | σημασίας ἀντὶ τοῦ ω, προσθεὶς τὸ ν· ἔστι γὰρ περὶ δυεῖν ὁ λόγος· διὸ |
| book 104a1.4 | καὶ ἐπιφέρει „καὶ γάρ σφε πάρος παρὰ νηυσίν“ (Λ 111). καὶ ὅτι οἱ |
| book 104a1.5 | μαχόμενοι παραβάται ἦσαν. A |
| book 104a2.1 | Ζηνόδοτος γράφει „ὅν ποτ’“. ἀλλ’ ἐλέγχεται ἐκ τοῦ „καὶ |
| book 104a2.2 | γάρ σφε“. T |
| book 104b | 〈ὥ ποτ’ Ἀχιλλεύς:〉 ἐν ἄλλῳ „ὅν ποτ’ Ἀχιλλεύσ“. Aim |
| book 104-5.1 | ὥ ποτ’ Ἀχιλλεύς / Ἴδης ἐν κνημοῖσι: καὶ ἐν τού‐ |
| book 104-5.2 | τοις ἡ ποικιλία ὁρᾶται, ὡς καὶ περὶ Λυκάονος (cf. Φ 35—48). T |
| book 104-5.3 | ἐφ’ ἑκάστου οὖν ἢ γένος ἢ τύχην ἢ σχῆμα πτώματος δηλῶν ποικίλλει |
| book 104-5.4 | τὸ ὑποκείμενον. b(BCE3E4)T |
| book 105a.1 | δίδη μόσχοισι λύγοισι: οὐκ ἀπίθανος ἡ μεταφορὰ |
| book 105a.2 | ἀπὸ τῶν ἁπαλῶν ἔτι βοῶν ἐπὶ τὰ τρυφερὰ τῶν φυτῶν ἀγομένη. |
| book 105a | b(BCE3E4)T |
| book 105b.1 | δίδη μόσχοισι λύγοισι: ἐδέσμευσε ταῖς νέαις καὶ ἁπα‐ |
| book 105b.2 | λαῖς λύγοις καὶ βλαστήμασι. λύγος δὲ ἱμαντῶδές τι φυτὸν καὶ ἁπαλόν, |
| book 105b.3 | ὃ καὶ οἶσον καλοῦσιν, ἐξ οὗ καὶ τὸ οἰσόκαρπον. τινὲς δὲ αὐτὸ καὶ |
| book 105b.4 | ἄγνον καλοῦσιν· ὁ γὰρ τούτου καρπὸς ἐσθιόμενος ἀφανιστικός ἐστι |
| book 105b.5.1 | τῆς γονῆς. καὶ οἱ ἱερεῖς δὲ τοῦ φυτοῦ τούτου τὰς κόμας τῇ ἑαυτῶν |
| book 105b.5.2 | κλίνῃ ὑποτιθέασιν ὡς φυσικήν τινα δύναμιν ἐχούσας πρὸς ἁγνείαν· |
| book 105b.5.3 | διὸ καὶ ἄγνος ἐκλήθη. A |
| book 106a.1 | ποιμαίνοντ’ ἐπ’ ὄεσσι: ὅτι τὸ πλῆρες ποιμαίνοντε. |
| book 106a.2 | Ζηνόδοτος δὲ ἔοικε δέχεσθαι ποιμαίνοντα· καὶ γὰρ „ὅν ποτε“ (cf. |
| book 106a.3 | Λ 104) γράφει. A |
| book 106b | 〈ἐπ’ ὄεσσι:〉 τὸ ἐπ’ ὄεσσι τῶν ἑξῆς ἐστιν. Til |
| book 109.1 | Ἄντιφον {αὖ παρὰ οὖς}: ὅτι ἐπανείληφεν τὸ ὄνομα διὰ |
| book 109.2 | τὸ προειρηκέναι (cf. Λ 102—4) δύο (καὶ πρὸς τὸ πρότερον [sc. Λ 102] |
| book 109 | ἀπήντησεν), ἵνα σαφηνίσῃ, κατὰ τίνα τόπον ἑκάτερος ἐπλήγη. A |
| book 110-1.1 | σπερχόμενος δὲ〈—〉ἐσύλα τεύχεα〈— /〉 |
| book 110-1.2 | γινώσκων: εἰώθασιν ἐπισαρκάζειν τοῖς ἐπισήμοις τῶν φονευομένων, |
| book 110-1.3 | ὡς Ὀθρυονεῖ (cf. Ν 374—82). νῦν οὖν, ἐπείπερ ὀξύς ἐστιν ὁ καιρός, |
| book 110-1.4 | ἄμφω δηλοῖ καὶ ὡς ἐγίγνωσκεν αὐτοὺς καὶ ὡς ὁ καιρὸς οὐκ εἴα λαλεῖν. |
| book 110-1.5 | b(BCE3E4)T |
| book 111.1 | {γινώσκων} καὶ γάρ σφε: ὅτι σφέ ἀντὶ τοῦ αὐτούς· καὶ |
| book 111.2 | οὐκ ἔστι περὶ ἑνὸς ὁ λόγος. ἡ δὲ ἀναφορὰ πρὸς Ζηνόδοτον (cf. Λ |
| book 111.3 | 104). A |
| book 113-9a.1 | ὡς δὲ λέων ἐλάφοιο〈—κραταιοῦ θηρὸς |
| book 113-9a.2 | ὑφ’ ὁρμῆσ〉: ἐμφερεστάτη ἡ παραβολή· νεβροὶ γὰρ οἱ νέοι Πρια‐ |
| book 113-9a.3 | μίδαι, μήτηρ οἱ Τρῶες, προθυμίᾳ μὲν ὑπερέχοντες 〈ἐσ〉 τοὺς νεκροὺς |
| book 113-9a.4 | καὶ κηδεμονίᾳ, κατεπτηχότες δέ. πιθανῶς δὲ οὐκ ἐπ’ ἄλλων τοῦ‐ |
| book 113-9a.5.1 | το παρέλαβεν, ἀλλ’ ἐπὶ τῶν Πριάμου παίδων, ἐφ’ οἷς εἰκὸς τὴν |
| book 113-9a.5.2 | προθυμίαν τῆς τιμωρίας σφοδροτέραν μέν, ἀδύνατον δὲ τοῖς Τρω‐ |
| book 113-9a.5.3 | σὶν ὑπάρχειν. b(BCE3E4)T |
| book 113-9b.1 | ὡς δὲ λέων〈—ὁρμῆσ〉: εἰς τὸ δυνατὸν καὶ βα‐ |
| book 113-9b.2 | σιλικὸν τοῦ Ἀγαμέμνονος ὁ λέων παρείληπται. ἡ δὲ παραβολὴ |
| book 113-9b.3 | πρὸς τὸ μὴ δύνασθαι τῇ ἐκείνων ἀναιρέσει βοηθῆσαί τινα τῶν |
| book 113-9b.4 | Τρώων (cf. Λ 120—1). b(BCE3E4)T |
| book 113.1 | 〈ἐλάφοιο ταχείης νήπια τέκνα:〉 Ἀριστοτέλης (cf. |
| book 113.2 | h. an. 6, 29 p. 578 b 15) δύο φησὶ τίκτειν τὴν ἔλαφον. Til |
| book 114 | ῥηϊδίως συνέαξε: πρὸς τὸ εὔθλαστον. ἐπὶ δὲ βοὸς „ἐξ |
| book 114 | αὐχέν’ ἔαξε“ (Λ 175). T |
| book 115a.1 | ἐλθὼν εἰς εὐνήν: τὴν ἰδίαν, ὅπου ἀγνοοῦσα αὐτοὺς |
| book 115a.2 | ἔθηκε. καὶ τοῦτο δῆλον ἑτέρωθεν· „ὡς δ’ ὁπότ’ ἐν ξυλόχῳ ἔλαφος |
| book 115a.3 | κρατεροῖο λέοντος / νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνούσ“ |
| book 115a.4 | (δ 335—6) ἕως „ὁ δέ τ’ ὦκα ἑὴν εἰσήλυθεν εὐνήν“ (δ 338): |
| book 115a.5.1 | b(BCE3E4)T ὁ γὰρ λέων οὐδέποτε κοίτην ἄλλου ἐρευνᾷ ζώου, |
| book 115a.5.2 | εἰ μὴ κατά τινα τύχην. b(BCE3E4) |
| book 115b | 〈ἐλθὼν εἰς εὐνήν:〉 τῶν ἐλάφων φησί. Aim |
| book 115c.1 | ἁπαλόν τέ σφ’ ἦτορ: καὶ Ἀντίπατρος ὁ ἰατρὸς (fr. |
| book 115c.2 | 50 = St. V. Fr. III p. 251, 22) συναύξεσθαί φησι τῷ σώματι τὴν |
| book 115c.3 | ψυχήν. b(BCE3)T |
| book 116.1 | τε τύχῃσι: ὅτι δύναται ἑκατέρως ἀναγινώσκεσθαι, καὶ |
| book 116.2 | κατὰ διαστολὴν τύχῃσι καὶ „τετύχῃσι“ ὡς „λελάχωσι“ (Η 80 al.). |
| book 116.3 | A |
| book 116-7.1 | οὐ δύναταί σφιν / χραισμεῖν: ἵνα μὴ δοκῇ χαρίζε‐ |
| book 116-7.2 | σθαι Ἕλλησι, λεληθότως τῇ παραβολῇ τὸ ἀγενὲς τῶν Τρώων |
| book 116-7.3 | δηλοῖ. b(BCE3E4)T |
| book 119a1.1 | σπεύδους’ ἱδρώουσα: ἐπὶ τὸ σπεύδουσα βραχὺ |
| book 119a1.2 | διασταλτέον· μᾶλλον γὰρ ἐμφαίνει. A |
| book 119a2 | {σπεύδουσα:} διαστολὴ ὀλίγη ἐπὶ τὸ σπεύδουσα καὶ |
| book 119a2 | ἐπὶ τὸ ἱδρώουσα. T |
| book 121a.1 | {τρώων ἀλλὰ καὶ αὐτοὶ} ὑπ’ Ἀργείοισι φέβοντο: ὅτι |
| book 121a.2 | ἀντὶ τοῦ ὑπ’ Ἀργείων. πάλιν δὲ τὸ φέβοντο ἀντὶ τοῦ ἔφευγον. A |
| book 121b.1 | ἀλλὰ καὶ αὐτοὶ ὑπ’ Ἀργείοισι φέβοντο: πρὸς |
| book 121b.2 | τὸ φιλάλληλον τῶν Ἀχαιῶν. T |
| book 123a1.1 | 〈δαΐφρονος:〉 Ζηνόδοτος γράφει „κακόφρονοσ“, εὐ‐ |
| book 123a1.2 | τελῶς. Aim |
| book 123a2 | γράφεται δὲ καὶ „κακόφρονοσ“. b(BCE3E4) |
| book 123b1.1 | {ἀντιμάχοιο} δαΐφρονος: δαΐφρονος τοῦ τοὺς †πολε‐ |
| book 123b1.2 | μίους† ἐγείροντος τῇ συμβουλίᾳ· δαῒς γὰρ ἡ μάχη. T |
| book 123b2.1 | οὐ πολεμικοῦ, ἀλλὰ τῇ βουλῇ τοὺς †πολεμίους† μόνον |
| book 123b2.2 | διεγείροντος. b(BCE3E4) |
| book 123-5.1 | ὅς ῥα μάλιστα 〈/ — /〉 οὐκ εἴασχ’ 〈Ἑλένην |
| book 123-5.2 | δόμεναι ξανθῷ Μενελάῳ〉: ὡς καὶ ἄλλων αὐτῷ συμπραττόν‐ |
| book 123-5.3 | των. ἐπάγεται οὖν κατ’ αὐτῶν τὸν ἀκροατήν. b(BCE3E4)T καὶ |
| book 123-5.4 | ἔστιν ὥσπερ Νεμέσεως ἔργον τὸ εἰς τοὺς ἀδικηθέντας ἐμπεσεῖν. T |
| book 123-5.5.1 | ἐμέρισε δὲ τὸ διήγημα, νῦν μὲν λέγων οὐκ εἴασκεν (125), ἑξῆς |
| book 123-5.5.2 | δὲ (sc. Λ 139—41) καὶ τὸ πῶς. b(BCE3E4)T |
| book 124a.1 | χρυσὸν Ἀλεξάνδροιο 〈δεδεγμένος ἀγλαὰ δῶρα〉: |
| book 124a.2 | πρὸς τὸ σημαινόμενον, ἐπεί ἐστι τὸ λεγόμενον χρυσᾶ δῶρα. | δύνα‐ |
| book 124a.3 | ται βραχὺ διασταλῆναι ἤτοι ἐπὶ τὸ χρυσόν ἢ ἐπὶ τὸ δεδεγμένος. |
| book 124a.4 | A |
| book 124b | ἀγλαὰ δῶρα: πρὸς τὸ σημαινόμενον ὑπαντῶν τὸν |
| book 124b | χρυσὸν ἀγλαὰ δῶρα εἶπεν. T |
| book 127-9.1 | ὁμοῦ δ’ ἔχον ὠκέας ἵππους 〈/ — / τὼ δὲ |
| book 127-9.2 | κυκηθήτην〉: ὁμοῦ τῷ Ἀγαμέμνονι ἀντὶ τοῦ ἐν ταὐτῷ. διὰ δὲ |
| book 127-9.3 | τοῦ φύγον ἡνία (128) καὶ τοῦ κυκηθήτην (129) αἰτίαν δίδωσι |
| book 127-9.4 | τοῦ ταραχθέντας περιπεσεῖν Ἀγαμέμνονι· διὰ γὰρ τὴν ταραχὴν |
| book 127-9.5.1 | καὶ ἀφηνίασιν τῶν ἵππων συμπλέκονται τῷ βασιλεῖ, b(BCE3E4)T |
| book 127-9.5.2 | ὅπως καὶ λόγον προέμενοι διδάξειαν τὰ περὶ τοῦ πατρός. T |
| book 127.1 | ὁμοῦ δ’ ἔχον ὠκέας ἵππους: ὁμοῦ ἐπεχείρουν κρατεῖν |
| book 127.2 | τοὺς ἵππους διὰ τὸ ἐκφεύγειν τὰς ἡνίας. A |
| book 128a.1 | {ἐκ γάρ} σφεας: ὅτι τῇ αἰτιατικῇ ἀντὶ τῆς γενικῆς, |
| book 128a.2 | ἀντὶ τοῦ αὐτῶν. A |
| book 128b1 | 〈φύγον:〉 οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ „φύγεν“. Aim |
| book 128b2 | διὰ τοῦ ε, „φύγεν“. Til |
| book 129 | 〈ἐναντίον:〉 οὕτως ἐναντίον. Aim |
| book 130a.1 | Ἀτρείδης· τὼ δ’ αὖτ’ 〈ἐκ δίφρου γουναζέ‐ |
| book 130a.2 | σθην〉: ὅτι δωδεκασύλλαβος ὁ στίχος, καὶ σπανίως χρῆται, ὡς καὶ |
| book 130a.3 | ἐν Ὀδυσσείᾳ „τὼ δ’ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν“ (φ 15). |
| book 130a.4 | ἡ δὲ ἀναφορὰ πρὸς ἐπίκρισιν τῆς στιχοποιΐας ὅτι εὐτελεῖς τῇ κατα‐ |
| book 130a.5.1 | σκευῇ δοκοῦσιν εἶναι οἱ τοιοῦτοι. καὶ ὅτι τὸ γουναζέσθην κατα‐ |
| book 130a.5.2 | χρηστικῶς ἀντὶ τοῦ ἱκέτευον. A |
| book 130b.1 | τὼ δ’ αὖτ’ ἐκ δίφρου γουναζέσθην: καινὸν τὸ |
| book 130b.2 | τῆς διαθέσεως· ἕνα ἱκετεύουσι δύο καὶ πεζὸν ἐποχούμενοι ἅρματι |
| book 130b | οὐδὲ ὁτιοῦν προνοούμενοι τῆς φυγῆς. b(BCE3E4)T |
| book 131a.1 | ζώγρει, Ἀτρέος υἱέ, σὺ δ’ ἄξια 〈δέξαι ἄποινα〉: |
| book 131a.2 | οὐδεὶς Ἑλλήνων τοιοῦτος. εἰσὶν οὖν πλούτῳ μᾶλλον ἢ δυνάμει |
| book 131a.3 | ἐναβρυνόμενοι. b(BCE3)T |
| book 131b.1 | σὺ δ’ ἄξια 〈δέξαι ἄποινα〉: προσαγωγῶς ἐπ’ |
| book 131b.2 | αὐτῷ ποιοῦνται τὴν αἵρεσιν, ὅπως ὅσα θέλει λάβοι. T |
| book 132a.1 | 〈πολλὰ δ’ ἐν Ἀντιμάχοιο δόμοις:〉 Ζηνόδοτος |
| book 132a.2 | „πολλὰ δ’ ἐν Ἀντιμάχου πατρόσ“. Aim Til |
| book 132b.1 | πολλὰ δ’ ἐν Ἀντιμάχοιο 〈δόμοις κειμήλια |
| book 132b.2 | κεῖται〉: καὶ τοῦτο προσαγωγὸν ὡς ληψομένου ὅσα βούλεται. |
| book 132b.3 | εἰς εὐσέβειαν δὲ ἡμᾶς παρακαλεῖ, τὸν ἐξ ἀσεβείας χρηματισάμενον |
| book 132b.4 | στερίσκων τῶν παίδων, δι’ οὓς καὶ μάλιστα συνήγαγε τὸν χρυσόν. |
| book 132b.5 | b(BCE3E4)T |
| book 134.1 | τῶν κέν τοι χαρίσαιτο 〈πατὴρ〉 ἀπερείσι’ ἄ‐ |
| book 134.2 | ποινα〉: δύο γάρ εἰσι, τὸ θέλειν καὶ τὸ δύνασθαι, ἅπερ ἄμφω προ‐ |
| book 134.3 | βάλλονται· τὸ γὰρ χαρίσαιτο, ὡς μὴ ποιησόντων αὐτῷ αἴσθη‐ |
| book 134.4 | σιν τῶν δώρων. ἀνοήτως δὲ τοῦ πατρὸς ὑπομιμνῄσκουσι τὸν |
| book 134.5.1 | Ἀγαμέμνονα b(BCE3E4)T καὶ τοῦ χρυσίου, ὃ παρ’ Ἀλεξάν‐ |
| book 134.5.2 | δρου δῶρον ἔλαβεν (cf. Λ 124). T |
| book 135 | 〈ζῳούς:〉 Ἀριστοφάνης „ζῳώ“. AintTil |
| book 137a.1 | 〈ἀμείλικτον δ’ ὄπ’ ἄκουσαν:〉 ἀμείλικτον ἑαυ‐ |
| book 137a.2 | τοῖς, δικαίαν δέ. b(BCE3E4)T |
| book 137b.1 | ἀμείλικτον δ’ ὄπ’ ἄκουσαν: ἀμείλικτον ἀπηνῆ |
| book 137b.2 | καὶ σκληρὰν καὶ ἀπαράκλητον καὶ ἀφιλάνθρωπον καὶ ἀνηλεῆ καὶ |
| book 137b.3 | ἀδυσώπητον. A |
| book 138a.1 | 〈εἰ μὲν δὴ Ἀντιμάχοιο δαΐφρονος υἱέες ἐστόν:〉 |
| book 138a.2 | εἰρωνικῶς τοῦτό φησιν, ὡς δὴ φιλίας παλαιᾶς μνείαν τινὰ ποι‐ |
| book 138a.3 | ούμενος. b(BCE3E4)T |
| book 138b | 〈δαΐφρονος:〉 Ζηνόδοτος γράφει „κακόφρονοσ“. Til |
| book 138c.1 | 〈δαΐφρονος:〉 καὶ τοῦτο ἐν εἰρωνείᾳ· φαύλην γὰρ |
| book 138c.2 | γνώμην εἰσενεγκὼν εἰς Τρῶας διήγειρε πολεμεῖν. εἰ δὲ καὶ τὸν πολε‐ |
| book 138c.3 | μικὸν δηλοῖ, κατ’ εἰρωνείαν καὶ τοῦτο, ὅτι τοὺς ἐν σπονδαῖς ἀφικο‐ |
| book 138c.4 | μένους κτεῖναι παρῄνει, ὥσπερ τι γενναῖον ποιεῖν δοκῶν. b(BCE3E4) |
| book 140-1.1 | ἀγγελίην ἐλθόντα〈— / αὖθι κατακτεῖ‐ |
| book 140-1.2 | ναι〉: μετ’ ὀνόματος εἰρηνικοῦ ἥκοντα παρὰ τὸν τῶν ἀνθρώπων |
| book 140-1.3 | νόμον φονεύειν ἐπεχείρησεν. b(BCE3)T |
| book 140a | 〈ἀγγελίην:〉 ὅτι ἀντὶ τοῦ ἄγγελον. Aim |
| book 140b.1 | ἀγγελίην: ἀντὶ τοῦ εἰς πρεσβείαν. | δύο δὲ σημαί‐ |
| book 140b.2 | νει ἡ λέξις παρὰ τῷ ποιητῇ, τὸ ἄγγελμα, ὡς ἐν τῷ „ἀγγελίην εἴ‐ |
| book 140b.3 | ποιμι περίφρονι Πηνελοπείῃ“ (ο 314), καὶ τὸν ἄγγελον ἤτοι τὸν |
| book 140b.4 | πρέσβυν, ὡς ἐνταῦθα, ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυ‐ |
| book 140b.5 | σῆϊ. AT |
| book 141a1 | ἐξἕμεν’: δασυντέον· τὸ γὰρ εἷναι καὶ ἀφεῖναι παραγώ‐ |
| book 141a1 | γως γέγονεν ἕμεναι, ὡς τὸ θεῖναι „θέμεναι“ (Β 285 al.). A |
| book 141a2.1 | 〈ἐξέμεν:〉 πέμψαι. | δασύνει δὲ τὸ „ἕμεν“· τὸ γὰρ |
| book 141a2.2 | εἷναι καὶ ἀφεῖναι παραγώγως γέγονεν ἕμεν, ὡς τὸ θεῖναι θέμεν. Til |
| book 141b | 〈μηδ’ ἐξέμεν:〉 μηδ’ ἐξεῖν〈αι〉 καὶ σώσειν. Aim |
| book 142a.1 | {νῦν μὲν δὴ} τοῦ πατρός: ὅτι Ζηνόδοτος γράφει „οὗ |
| book 142a.2 | πατρόσ“. ἔστι δὲ ἑνικὸν τοῦ ἑαυτῆς ἢ τοῦ ἑαυτοῦ, ὅπερ οὐχ ἁρμόζει. |
| book 142a.3 | ἐλλείπει δὲ ἡ πρόθεσις, καὶ ἔστιν ἀντὶ τοῦ περὶ τοῦ πατρός. | τινὰς |
| book 142a.4 | μέντοι φησὶν Ἀρίσταρχος „σφοῦ πατρόσ“, αὐτὸς δὲ τοῦ πατρός. A |
| book 142b | 〈τοῦ πατρός:〉 τινὲς „σφοῦ πατρόσ“. Til |
| book 142c1.1 | τοῦ πατρὸς τίσετε λώβην: ἃ ἐλωβήσατο ὁ πατήρ· |
| book 142c1.2 | διδάσκει γὰρ ὅτι καὶ παισὶ φυλάσσονται τὰ πταίσματα. T |
| book 142c2.1 | ἣν ἐλωβήσατο εἰς Ἕλληνας. διδάσκει δὲ ὅτι τὰ πα‐ |
| book 142c2.2 | τέρων καὶ παισὶ φυλάττονται. b(BCE3E4) |
| book 144a.1 | ὁ δ’ ὕπτιος οὔδει ἐρείσθη: ὅτι ἀπὸ τῆς πληγῆς, |
| book 144a.2 | οὐκ ἐπὶ τὴν πληγὴν πίπτει. A |
| book 144b1 | 〈οὔδει ἐρείσθη:〉 Ἀρίσταρχος „οὖδας ἔρεισεν“. Aim |
| book 144b2 | οὔδει ἐρείσθη: οὕτως αἱ Ἀριστάρχου. T |
| book 145.1 | Ἱππόλοχος δ’ ἀπόρουσε: ἑωρακὼς τὴν ἀπώλειαν |
| book 145.2 | τοῦ ἀδελφοῦ. T |
| book 146a.1 | χεῖρας ἀπὸ ξίφεϊ τμήξας ἀπό τ’ αὐχένα κόψας: |
| book 146a.2 | οἰκεία ἡ κόλασις τῷ τοῦ πατρὸς ἀδικήματι· κεφαλή τε γὰρ ἀποτέ‐ |
| book 146a.3 | μνεται ἡ φθεγξαμένη γνώμην πονηρὰν καὶ χεῖρες, αἷς τὸν χρυσὸν |
| book 146a.4 | ἔλαβεν, b(BCE3E4)T ὡς καὶ Πάνδαρος τιτρώσκεται διὰ τῆς |
| book 146a.5 | γλώττης (cf. Ε 292), καὶ ὁ Λοκρὸς Αἴας ἐν τῷ Ἀγῶνι λοιδορησά‐ |
| book 146a | μενος Ἰδομενέα ὄνθου τὸ στόμα πληροῦται (cf. Ψ 777). T |
| book 146b1 | 〈τμήξας:〉 Ἀρίσταρχος „πλήξασ“. Aim |
| book 146b2 | „πλήξασ“ αἱ πλείους. Til |
| book 147a.1 | ὅλμον δ’ ὣς ἔσσευε 〈κυλίνδεσθαι〉: ὅλμου δίκην |
| book 147a.2 | εἴασεν αὐτὸν ῥίψας κυλίεσθαι. ὅλμος δέ ἐστι—ἄλλα τινά. | |
| book 147a.3 | ἡ διπλῆ δέ, ὅτι ἅπαξ ἐνταῦθα κέχρηται· καὶ ὅτι 〈καὶ〉 ἐν Ἰλιάδι |
| book 147a.4 | εὐτελέσι κέχρηται λεξιδίοις, οὐ μόνον ἐν Ὀδυσσείᾳ, „χοίνικοσ“ |
| book 147a.5 | (τ 28) καὶ „λύχνου“ (cf. τ 34). πρὸς τοὺς Χωρίζοντας (fr. 4 K.). A |
| book 147b.1 | ὅλμον δ’ ὡς ἔσσευε 〈κυλίνδεσθαι δι’ ὁμίλου〉: |
| book 147b.2 | ὁ κυλινδρώδης λίθος οὕτω καλεῖται, ᾧ ἐμφερὲς καὶ τὸ σκεῦος ὁ ὅλ‐ |
| book 147b.3 | μος. δεῖ δὲ πάσχειν ἐξαίρετα υἱοὺς ὄντας τοῦ αἰτίου τοῦ πολέμου. |
| book 147b.4 | καὶ ὅσῳ μὲν δεινὰ ποιεῖ, φιλαδελφίας ἐμφαίνει μέγεθος· εἰ δὲ Μενέλαος |
| book 147b.5.1 | ἦν, μικροψυχίας ἂν αὐτοῦ κατεγνώκειμεν, εἰ ὑπὲρ ἑαυτοῦ οὕτω |
| book 147b.5.2 | πικρὸς ἐφαίνετο. b(BCE3E4)T ἔστι δὲ καὶ ξύλον καὶ λίθος ὁ |
| book 147b.5.3 | ὅλμος. T |
| book 149.1 | ἅμα δ’ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί: εἰς τὸ Ἀχαιοί |
| book 149.2 | τελεία, καὶ τὸ ἑξῆς (sc. Λ 150) ἀσύνδετον· τούτοις γὰρ ἥδεται ἐν |
| book 149.3 | ταῖς μεταβάσεσιν. T |
| book 150.1 | πεζοὶ μὲν πεζοὺς ὄλεκον: πολὺ βέλτιον ταῦτα ἀφ’ |
| book 150.2 | ἑτέρας ἀρχῆς ἀναγινώσκειν· καὶ γὰρ ἡ προάγουσα διάνοια (sc. Λ |
| book 150.3 | 148—9) πεπλήρωται, κοινοῦ νοουμένου τοῦ ἐνόρουσαν. καὶ ἄλλως |
| book 150.4 | ἀσυνδέτοις ἐπὶ τῶν μεταβάσεων ἥδεται. A |
| book 151a.1 | ἱππεῖς δ’ ἱππῆας· Ἀγαμέμνων δὲ πεζὸς ὢν ἱππέας |
| book 151a.2 | ἀναιρεῖ, καὶ σύνδυο (cf. Λ 143—7). T |
| book 151b | ὦρτο κονίη: ὅτι ὁ κονιορτὸς κόνις ἐστὶν ὡρμημένη, |
| book 151b | b(BCE3E4)T ὅπερ ἄλλως ἐνταῦθα φράζει. b(BCE3E4) |
| book 152a1.1 | ἐκ πεδίου τὴν ὦρσαν 〈ἐρίγδουποι πόδες ἵπ‐ |
| book 152a1.2 | πων〉: τὸ ἐκ πεδίου δύναται καὶ τοῖς ἡγουμένοις καὶ τοῖς ἑπο‐ |
| book 152a1.3 | μένοις συντάττεσθαι· μᾶλλον δὲ τοῖς ἡγουμένοις διὰ τὸ τοῦ ἄρθρου |
| book 152a1.4 | ὑπερβατόν. A |
| book 152a2 | {ἐκ πεδίου:} τὸ ἐκ πεδίου ἄμεινον εἶναι τῶν ἄνω. T |
| book 153.1 | χαλκῷ δηϊόωντες: τὸ ἑξῆς „ἱππεῖς δ’ ἱππῆας ὄλεκον“ |
| book 153.2 | (cf. Λ 150—1) χαλκῷ δηϊόωντες. διὰ μέσου δὲ τὸ „ὑπὸ δέ σφιν“ |
| book 153.3 | (Λ 151). T |
| book 153 | χαλκῷ δηϊόωντες: ἤτοι τοῖς ἐπισσώτροις—τῶν |
| book 153.5 | ἵππων πόδες χαλκῷ ἐτίτρωσκον. A |
| book 154.1 | Ἀργείοισι κελεύων: οὐ μόνον ἀριστεύοντα αὐτὸν |
| book 154.2 | ποιεῖ, ἀλλὰ καὶ τοῖς λοιποῖς αἴτιον εὐδοκιμήσεως γινόμενον. |
| book 154.3 | b(BCE3E4)T |
| book 155a.1 | ὡς δ’ ὅτε πῦρ 〈ἀΐδηλον〉: τί ὀξύτερον ἢ εὐκινητό‐ |
| book 155a.2 | τερον τοῦ πυρός; b(BCE3)T |
| book 155b.1 | ἐν ἀξύλῳ ἐμπέσῃ ὕλῃ: πρὸς τὴν ἄξυλον, ὅτι πολλὰς |
| book 155b.2 | ἐκδοχὰς ἔσχηκεν· οἱ μὲν γὰρ τὴν θρυώδη ἀποδεδώκασιν, οἱ δὲ τὴν |
| book 155b.3 | πολύξυλον. βέλτιον δὲ ἀφ’ ἧς οὐδεὶς ἐξυλίσατο, ὡς Ἡσίοδος (fr. |
| book 155b | 314 M.—W.)· „τῆλε γὰρ ἀξυλίῃ κατεπύθετο κήλεα νηῶν“· A |
| book 155c.1 | ἐν ἀξύλῳ: πολυξύλῳ, b(BCE3) | ἀφ’ ἧς οὐδεὶς ἐξυλί‐ |
| book 155c.2 | σατο, ἵνα πλῆθος ἔχῃ ξύλων, καὶ ἐκ παλαιοῦ τμηθεῖσα ξηροτάτη |
| book 155c.3 | καὶ πρὸς καῦσιν ἐπιτηδεία. ἐοικυῖα οὖν ἡ παραβολὴ πρὸς τὴν |
| book 155c.4 | συνέχειαν τῶν πιπτόντων. b(BCE3)T |
| book 156.1 | εἰλυφόων: σημαντικῶς τῷ ὀνόματι χρῆται· δηλοῖ γὰρ |
| book 156.2 | τὴν μετὰ ἑλίξεως καὶ περιστροφῆς τοῦ πυρὸς κίνησιν. εἰς ἐπίτασιν |
| book 156.3 | δὲ καὶ ἄνεμον ἐπιγενέσθαι φησίν. b(BCE3E4)T |
| book 156 | οἱ δέ τε θάμνοι: οἱ σύμφυτοι—πολύκλαδα φυτά. A |
| book 157a1.1 | πρόρριζοι πίπτουσιν: πρὸ τῶν ῥιζῶν· οὐ γὰρ |
| book 157a1.2 | ἅπτεται τῶν ὑπογείων τὸ πῦρ. T |
| book 157a2.1 | τῶν γὰρ ὑπογείων οὐ δύναται τοσοῦτον ἅπτεσθαι. |
| book 157a2.2 | b(BCE3E4) |
| book 157b.1 | ἐπειγόμενοι {πυρός}: Ἀρίσταρχος ὑγιῶς ἀναγινώσκει |
| book 157b.2 | „ἐπειγόμενοι“, ὡς τυπτόμενοι· κατὰ γὰρ τῶν θάμνων κεῖται. A |
| book 159.1 | Τρώων φευγόντων: τοῦτο γὰρ αἴτιον τῆς ἀσώστου |
| book 159.2 | αὐτῶν ἀπωλείας, ὅτι οὐδὲ ἀνθιστάμενοι ἀνῃροῦντο. b(BCE3E4)T |
| book 159-61.1 | πολλοὶ δ’ ἐριαύχενες ἵπποι 〈/ —ἀμύ‐ |
| book 159-61.2 | μονασ〉: διαστήματα παρέχει, ὡς καὶ τῶν ἄλλων μνημονεύῃ, ὅτι |
| book 159-61.3 | ἐπράττετό τινα ὑπ’ αὐτῶν διὰ τὴν τοῦ βασιλέως προτροπήν. T |
| book 160 | κεῖν’ ὄχεα {κροτάλιζον}: λέγει ὁ τεχνικὸς ἐν τῷ 〈αʹ〉 |
| book 160 | ὑπομνήματι τοῦ Περὶ παθῶν Διδύμου (fr. 1 = Hrd. 2, 389, 4, cf. |
| book 160.1 | Did. p. 344)· „τὰ ὀξύτονα ἡνίκα ἐκθλίβηται τὴν ὀξυνομένην συλλα‐ |
| book 160.2 | βήν, ἀναπέμπει τὴν ὀξεῖαν ἐπὶ τὴν ὀπίσω συλλαβήν, καὶ ἐὰν ᾖ |
| book 160.5.1 | ἡ ἐκθλιβεῖσα συλλαβὴ ἡ ἔχουσα τὴν ὀξεῖαν βραχεῖα, ἡ δὲ ὀπίσω |
| book 160.5.2 | συλλαβὴ φύσει μακρά, τῷ τονικῷ παραγγέλματι γίνεται περισπώ‐ |
| book 160.5.3 | μενον.“ περισπᾷ γοῦν τὸ „δεῖλ’“ (Λ 441 al.), | ἐν δὲ τῇ Ὁμηρικῇ |
| book 160.5.4 | προσῳδία (sc. 2, 76, 11) ἐναντιοῦται τούτῳ. A |
| book 161 | 〈ἡνιόχους ποθέοντες:〉 νοῦν ἐνέθηκε τοῖς ἵπποις. Til |
| book 162a1.1 | γύπεσ〈σ〉ιν πολὺ φίλτεροι 〈ἢ ἀλόχοισιν〉: ἀρ‐ |
| book 162a1.2 | χαιοπρεπῶς ἔφρασεν ὅτι φίλτεροι ἦσαν τοῖς γυψίν, ὅτε ἀπέθανον, ἢ |
| book 162a1.3 | ταῖς γυναιξίν, ὅτε ἔζων. b(BCE3E4)T ἢ οὕτως· τοῖς μὲν γυψὶν |
| book 162a1.4 | ἔμελον, ταῖς δὲ γυναιξὶν οὔ. b(BE3E4)T |
| book 162a2.1 | {κείατο γύπεσσιν πολὺ φίλτεροι ἢ ἀλόχοισιν:} τότε |
| book 162a2.2 | πολὺ προσφιλέστερον τοῖς γυψὶν ἢ ὅτε ἔζων ταῖς γυναιξί. A |
| book 163a.1 | Ἕκτορα δ’ ἐκ βελέων 〈ὕπαγε Ζεὺς ἔκ τε |
| book 163a.2 | κονίησ〉: ἡ ἔκ νῦν ἐπίπαν εἶναι ἀντὶ τοῦ ἐκτὸς κεῖται. οὕτως οὖν |
| book 163a.3 | καὶ ἐν Ὀδυσσείᾳ (λ 134) κεῖται „θάνατος δέ τοι ἐξ ἁλὸς αὐτῷ“. A |
| book 163b.1 | Ἕκτορα δ’ ἐκ βελέων ὕπαγε Ζεύς: ἀντὶ τοῦ ἔξω |
| book 163b.2 | τῶν βελῶν. b(BCE3E4) | ἐντέχνως ἔχει καὶ ταῦτα· τό τε γὰρ |
| book 163b.3 | παρόντα ἐλαττοῦσθαι Ἀγαμέμνονι οὐ σύμφωνον τῇ ποιήσει τό τε |
| book 163b.4 | περιφεύγειν αὐτὸν οὐ τῆς θρασύτητος Ἕκτορος. καλῶς οὖν τὸν |
| book 163b.5 | Δία φησὶν αὐτὸν ἐξάγειν, ὡς, εἰ παρῆν, ἀπέλαυσε τοῦ δεινοῦ. |
| book 163b | b(BCE3E4)T |
| book 165a.1 | Ἀτρείδης δ’ ἕπετο σφεδανὸν 〈Δαναοῖσι κελεύ‐ |
| book 165a.2 | ων〉: τὸ σφεδανόν ἑκατέροις δύναται προσδίδοσθαι. | σημαίνει |
| book 165a.3 | δὲ ἡ λέξις ἐπεικτικὸν καὶ ἐπεστραμμένον, οἷον σφενδονηδόν, ἀπὸ |
| book 165a.4 | τῆς σφενδόνης. οὕτως Ἀρίσταρχος. A |
| book 165b1.1 | 〈ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων:〉 τινὲς σφεν‐ |
| book 165b1.2 | δονηδὸν εἵπετο, οἱ δὲ σφεδανὸν κελεύων, †πευστικῶς. T |
| book 165b2.1 | οἱ μὲν ἀντὶ τοῦ σφενδονηδόν, οἱ δὲ ἀντὶ τοῦ †σπευ‐ |
| book 165b2.2 | τικῶς εἵπετο. b(BCE3E4) |
| book 166-8.1 | οἱ δὲ παρ’ Ἴλου σῆμα παλαιοῦ Δαρδανίδαο |
| book 166-8.2 | 〈/μέσσον κὰπ πεδίον, παρ’ ἐρινεὸν ἐσσεύοντο / ἱέμενοι |
| book 166-8.3 | πόλιοσ〉: μέχρι τοῦ μέσσον κὰπ πεδίον (167) συναπτέον, |
| book 166-8.4 | εἶτα βραχὺ διασταλτέον· ὁ γὰρ ἐρινεὸς οὐκ ἐν μέσῳ τῷ πεδίῳ, ἀλλ’ |
| book 166-8.5.1 | ἐγγὺς τῆς πόλεως· „λαὸν δὲ στῆσον παρ’ ἐρινεόν, ἔνθα μάλιστα / |
| book 166-8.5.2 | ἀμβατός ἐστι πόλισ“ (Ζ 433—4) καὶ ἀλλαχοῦ „οἱ δὲ παρὰ σκοπιὴν |
| book 166-8.5.3 | καὶ ἐρινεόν“ (Χ 145). ταῦτα μὲν ὅτι πλησίον τοῦ τείχους ὁ ἐρινεός. |
| book 166-8.5.4 | ὅτι δὲ καὶ ἐν μέσῳ τῷ πεδίῳ ἐστὶ τὸ Ἴλου σῆμα, φανερὸν ἐξ |
| book 166-8.5.5 | ἐκείνου „Ἕκτωρ μὲν μετὰ τοῖσιν, ὅσοι βουλὰς βουλεύουσιν θείου |
| book 166-8.10.1 | παρὰ σήματι Ἴλου“ (cf. Κ 414—5). ἐπαυλίζονται δὲ ἐν μέσῳ τῷ |
| book 166-8.10.2 | πεδίῳ ἐπὶ τοῦ θρωσμοῦ, „οὐκ ἀΐεις ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιο“ |
| book 166-8.10.3 | (Κ 160), ὅ τε Ἀλέξανδρος ἐν ταύτῃ τῇ ῥαψῳδίᾳ τοξεύει „στήλῃ κε‐ |
| book 166-8.10.4 | κλιμένος / Ἴλου Δαρδανίδαο“ (Λ 371—2)· ἡ δὲ μάχη ἐν τῷ πεδί‐ |
| book 166-8 | ῳ. συναπτέον οὖν ἀναγινώσκοντας ἕως τοῦ μέσσον κὰπ πεδίον |
| book 166-8.15.1 | (167), εἶτα βραχὺ διαστείλαντας τὰ ἑξῆς ῥητέον. καὶ οὕτως λυ‐ |
| book 166-8.15.2 | θήσεται τὸ ἐν τῷ τόπῳ ἄπορον, καὶ Ἴλου σῆμα καὶ μέσον πεδίον καὶ |
| book 166-8.15.3 | ἐρινεὸς καὶ ἡ πόλις ἐν ταὐτῷ· παρέρχονται μὲν γὰρ τὸ μέσον πεδίον, |
| book 166-8.15.4 | ἐν ᾧ τὸ Ἴλου σῆμα, σεύονται δὲ πρὸς τὸν ἐρινεόν, ἵενται δὲ τῆς πό‐ |
| book 166-8.15.5 | λεως, ὡς εἰ οὕτως ἔλεγεν· οἱ δὲ διὰ μέσου τοῦ πεδίου παρὰ τὸ Ἴλου |
| book 166-8.20 | μνημεῖον ἔφυγον πρὸς τὸν ἐρινεόν, σπεύδοντες 〈εἰσ〉 τὴν πόλιν. A |
| book 166a.1 | 〈οἱ δὲ παρ’ Ἴλου σῆμα:〉 ἡ διπλῆ πρὸς τὸ περὶ τοῦ |
| book 166a.2 | ναυστάθμου διάγραμμα· τὸ γὰρ Ἴλου σῆμα κατὰ μέσον εἶναί φησιν |
| book 166a.3 | τὸ πεδίον (cf. Λ 167). A |
| book 166b.1 | 〈Ἴλου σῆμα παλαιοῦ Δαρδανίδαο:〉 προγονικῶς· |
| book 166b.2 | Δαρδάνου γὰρ Τρώς, οὗ Ἶλος (cf. Υ 219—32). Til |
| book 167.1 | μέσσον κὰπ πεδίον παρ’ ἐρινεὸν ἐσσεύοντο: εἰ ἐν τῷ |
| book 167.2 | μέσῳ τοῦ πεδίου ὁ ἐρινεός, πῶς ἐν τῇ Ζ φησὶ „λαὸν δὲ στῆσον παρ’ |
| book 167.3 | ἐρινεόν“ (Ζ 433); βραχὺ οὖν διασταλτέον ἐπὶ τὸ πεδίον· ἐν μέσῳ γὰρ |
| book 167.4 | ἦν τὸ Ἴλου σῆμα, ὅθεν καὶ Ἀλέξανδρος τοξεύει καὶ Ἕκτωρ „βουλεύει |
| book 167.5.1 | θείου παρὰ σήματι Ἴλου“ (Κ 415). ὁ δὲ ἐρινεὸς παρὰ τῷ τείχει· |
| book 167.5.2 | b (CE3)T „λαὸν δὲ στῆσον παρ’ ἐρινεόν“ (Ζ 433). | ἀξιοπίστως |
| book 167.5.3 | τὰ ὀνόματα τῶν τόπων ὡσεὶ παρὼν τοῖς γινομένοις φησίν. T |
| book 171.1 | καὶ ἀλλήλους ἀνέμιμνον: νῦν μὲν περιμένουσιν ἀλλή‐ |
| book 171.2 | λους· ὅτε δὲ ὑπὸ Ἀχιλλέως διώκονται, „οὐδ’ ἄρα τοί γ’ ἔτλαν / μεῖναί |
| book 171.3 | τ’ ἀλλήλους καὶ γνώμεναι, ὅς τε πεφεύγοι / ὅς τ’ ἔθαν’ ἐν πολέμῳ“ |
| book 171.4 | (Φ 608—10). οὕτως ἑκατέρῳ προσώπῳ τὸ κατ’ ἀξίαν ἀπονέμει. T |
| book 173a | {ἅς τε λέων} ἐφόβησε: ὅτι ἀντὶ τοῦ εἰς φυγὴν ἔτρεψεν. A |
| book 173b.1 | ἅς τε λέων ἐφόβησε: ὡς καὶ πρώην (sc. Λ 116—9) ἡ |
| book 173b.2 | ἔλαφος. ἀλλ’ εἶχε προθυμίαν τινὰ ἐκείνη ἐπαμῦναι τοῖς τέκνοις, αἱ δὲ |
| book 173b.3 | παντελῆ φυγήν. T |
| book 173c | ἀμολγῷ: τῇ ἑσπέρᾳ, ἐν ᾗ ἀμέλγουσιν. T |
| book 173c.1 | ἐν νυκτὸς ἀμολγῷ: τῷ καιρῷ, ἐν ᾧ—οὐδὲ πρόει‐ |
| book 173c.2 | σιν. A |
| book 174a1.1 | τῇ δέ τ’ ἰῇ ἀναφαίνετ〈αι〉 αἰπὺς ὄλεθρος: ὡς γὰρ |
| book 174a1.2 | †λέγει† φοβεῖ μὲν πάσας τὰς βοῦς, κτείνει δὲ τὴν πλησίον, οὕτως ὁ |
| book 174a1.3 | Ἀγαμέμνων ἐδίωκε μὲν πάντας, ἔκτεινε δέ, ὃν κατελάμβανεν ὑστεροῦν‐ |
| book 174a1.4 | τα (cf. Λ 177—8). περὶ δὲ τὴν ἑσπέραν (cf. Λ 173) δοκεῖ ὁ λέων τοῖς |
| book 174a1.5 | τετραπόδοις ἐπιχειρεῖν. T |
| book 174a2.1 | ὡς γὰρ ὁ λέων, φησί, φοβεῖ μὲν πάσας τὰς βοῦς, κτείνει δὲ |
| book 174a2.2 | τὴν πλησίον εὑρισκομένην, οὕτω καὶ Ἀγαμέμνων ἐδίωκε μὲν πάντας, |
| book 174a2.3 | ἀνῄρει δέ, ὃν κατελάμβανεν ὑστεροῦντα. „ἀμολγῷ“ (Λ 173) δὲ τῷ |
| book 174a2.4 | ἑσπερινῷ τῆς νυκτὸς καιρῷ, ἐν ᾧ ἀμέλγουσι· τότε γὰρ ὁ λέων τοῖς |
| book 174a2.5 | †τετράπουσιν† ἐπιβουλεύειν λέγεται. b (CE3) |
| book 179-80a.1 | πολλοὶ δὲ πρηνεῖς τε〈—ἔγχεϊ θῦεν〉: |
| book 179-80a.2 | ἀθετοῦνται ἀμφότεροι καὶ ἀστερίσκοι παράκεινται, ὅτι κατὰ τὴν |
| book 179-80a.3 | Πατρόκλου ἀριστ〈ε〉ίαν (sc. Π 379 [?] et 699) τάξιν ἔχουσι, νῦν δὲ |
| book 179-80a.4 | οὔ· προείρηται γὰρ „πολλοὶ δ’ ἐριαύχενες ἵπποι / κείν’ ὄχεα κροτά‐ |
| book 179-80a.5 | λιζον ἀνὰ πτολέμοιο γεφύρασ“ (Λ 159—60). | Ζηνόδοτος οὐκ ἔγρα‐ |
| book 179-80a | φεν· Ἀριστοφάνης δὲ ἠθέτει τὸν Ἀτρείδεω ὑπὸ χερσί (180). A |
| book 179-80b.1 | πολλοὶ δὲ πρηνεῖς τε〈—ἔγχεϊ θῦεν〉: Ἀρίσταρ‐ |
| book 179-80b.2 | χος τοὺς δύο ἀθετεῖ, Ζηνόδοτος οὐ〈δὲ ἔγραφεν〉. T |
| book 181-2.1 | 〈ἀλλ’ ὅτε δὴ τάχ’ ἔμελλεν ὑπὸ πτόλιν αἰπύ τε |
| book 181-2.2 | τεῖχος / ἵξεσθαι, τότε δή ῥα:〉 δι’ ὀλίγων εὐφράνας τὸν ἀκροα‐ |
| book 181-2.3 | τὴν ἐπὶ τὰ συνεκτικὰ ἔρχεται· δεῖ γὰρ συνωθεῖσθαι τοὺς Ἀχαιοὺς εἰς |
| book 181-2.4 | τὴν ἔξοδον Πατρόκλου. b (CE3) |
| book 183.1 | Ἴδης ἐν κορυφῇσι 〈καθέζετο πιδηέσσησ〉: ὅτι διὰ |
| book 183.2 | τούτων συνίστησι τὸν Δία ἐπὶ τὴν Ἴδην πεπορευμένον ἐκ τοῦ Ὀλύμ‐ |
| book 183.3 | που. A |
| book 184a | 〈στεροπήν:〉 Ἀρίσταρχος μετὰ τοῦ α „ἀστεροπήν“. Aim |
| book 184b.1 | ἀστεροπήν: ἀστεροπὴν λέγει οὐ τὴν ἀποτελουμένην |
| book 184b.2 | ἀστραπήν, ἀλλὰ τὸ ὁμώνυμον ὄργανον, ὅπερ τινασσόμενον τὴν |
| book 184b.3 | ἀστραπὴν ἀποτελεῖ· „βῆ ῥ’ ἴμεν ἀστεροπῇ ἐναλίγκιος, ἥν τε Κρονίων / |
| book 184b.4 | χειρὶ λαβὼν ἐτίναξεν“ (Ν 242—3). A |
| book 184c.1 | ἀστεροπήν: ὄργανον, ὃ τινασσόμενον ἀστραπὰς ποιεῖ. |
| book 184c.2 | b (CE3)T | γράφεται δὲ καὶ „στεροπήν“. T |
| book 186a.1 | βάσκ’ ἴθι: Τυραννίων (fr. 5 P.) ὑφ’ ἕν, ὡς ἄπιθι. | ἄμεινον |
| book 186a.2 | δὲ ταὐτολογίαν εἶναι ἐμφαίνουσαν τὴν ἔπειξιν· καὶ ἀλλαχοῦ „ἔλθοι καὶ |
| book 186a.3 | ἵκοιτο“ (ρ 539 al.). δύναται δὲ καὶ ἴθι ἐπίρ〈ρ〉ημα παρακελεύσεως |
| book 186a.4 | εἶναι, ‘ἄγε δὴ πορεύου‘, ὡς Νικάνωρ (p. 211 Friedl.) φησίν· ὡς τὸ |
| book 186a.5 | „ἴθ’ ἐκκάλυψον, ὡς ἴδω τὸ πᾶν κακόν“ (Soph. Ai. 1003). T |
| book 186b1.1 | βάσκ’ ἴθι Ἶρι ταχεῖα, 〈τὸν Ἕκτορι μῦθον ἔνι‐ |
| book 186b1.2 | σπε〉: ὅτι οὐ κατ’ ἐπίθετον τὸ ταχεῖα, ἀλλ’ ἀντὶ τοῦ ταχέως. | ὁ λόγος |
| book 186b1.1 | δὲ αἱρεῖ στίζειν τελείᾳ ἐπὶ τὸ ταχεῖα· δύο γὰρ λόγοι αὐτοτελεῖς |
| book 186b1.2 | ‘πορεύθητι ταχέως Ἶρι‘, ‘τοῦτον εἰπὲ τὸν λόγον Ἕκτορι‘. ἡ δὲ |
| book 186b1.5 | συνήθεια καὶ τὰ τοιαῦτα συνάπτει. A |
| book 186b2.1 | {ἶρι} ταχεῖα: ἐπιρ〈ρ〉ηματικῶς, ἀντὶ τοῦ ταχέως, οἷον |
| book 186b2.2 | καὶ τὸ „τότε μοι χάνοι εὐρεῖα χθών“ (Δ 182). T |
| book 186b3.1 | τελεία εἰς τὸ ταχεῖα καὶ ἔνισπε. ἡ δὲ συνήθεια συνά‐ |
| book 186b3.2 | πτει. T |
| book 187-9.1 | ὄφρ’ ἂν μέν κεν ὁρᾷ Ἀγαμέμνονα〈— / τόφρ’ |
| book 187-9.2 | ἀναχωρείτω〉: ὕψωσιν περιέχει ὁ λόγος ὡς καὶ τοῦ θεοῦ παραινοῦν‐ |
| book 187-9.3 | τος τῷ ἀπονενοημένως κινδυνεύοντι. b (CE3)T |
| book 191a.1 | ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ: πρὸς τὴν διαφορὰν |
| book 191a.2 | τοῦ τύψαι καὶ βαλεῖν. A |
| book 191b.1 | ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ: ἀξιοπίστως ἐπιδι‐ |
| book 191b.2 | στάζων φησίν· τὸ γὰρ ὁρίζειν ὡς τρωθήσεται λύοντος ἦν τὸ μέλλον |
| book 191b.3 | εἰσάγεσθαι πάθος ἐκ τῆς τοῦ βασιλέως πληγῆς. b (CE3)T |
| book 192a1.1 | ἅλεται: ὅτι ἀντὶ τοῦ ἅληται. | ψιλοῦται, εἴτε ἐπὶ τοῦ |
| book 192a1.2 | ἐκκλίνειν τάσσηται, ὥς φησιν ὁ Ἀσκαλωνίτης (p. 51 B.), εἴτε ἐπὶ τοῦ |
| book 192a1.3 | συστραφῆναι, ὡς καὶ Τυραννίων (fr. 20 P.), ᾧ καὶ μᾶλλον συγκατα‐ |
| book 192a1.4 | τίθεμαι. πολλὴ δὲ ἡ κίνησις αὐτοῦ παρὰ τῷ ποιητῇ· ὁριστικὸς μὲν |
| book 192a1.5.1 | γὰρ δεύτερος ἀόριστος „τῇ ὕπο πᾶς ἐάλη“ (Ν 408), καὶ πληθυντικὸν |
| book 192a1.5.2 | τρίτον κατὰ συγκοπὴν „οἱ δή τοι εἰς ἄστυ ἄλεν“ (Χ 12) ἀπαρέμφατόν |
| book 192a1.5.3 | τε „ἢ λαοὺς εἰς τεῖχος ὁμοκλήσειεν ἀλῆναι“ (Π 714). καὶ ὥσπερ ἡ φα‐ |
| book 192a1.1 | νείς μετοχὴ, οὕτως καὶ ἡ ἀλείς· „οἴμησεν δὲ ἀλείσ“ (Χ 308), καὶ |
| book 192a1.2 | οὐδέτερον „ᾗ χειμέριον ἀλὲν ὕδωρ“ (Ψ 420), καὶ πληθυντικὸν ἀρσενι‐ |
| book 192a1.10.1 | κὸν „αὐτὰρ ἐπεί κ’ ἐς τεῖχος ἀναπνεύσωσιν ἀλέντεσ“ (Φ 534), καὶ γε‐ |
| book 192a1.10.2 | νικὴ „πόλις δ’ ἔμπλητο ἀλέντων“ (Φ 607). τούτου τοίνυν ὑποτακτι‐ |
| book 192a1.10.3 | κὸν ἄληται ὡς λάβηται. συστολῇ οὖν ἐγένετο ἢ μεταβολῇ ἐγκλίσεως, |
| book 192a1.10.4 | ὁμοίως τῷ „ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων“ (Ι 409), „ὄφρα καὶ |
| book 192a1.10.5 | ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπευτήσ“ (ξ 400), καὶ τὸ „ἢ αὐτὸς |
| book 192a1.15.1 | φθίεται πρώτῳ ἐν ὁμίλῳ“ (Υ 173). τὸ δὲ ὅλον γέγονεν ἀπὸ τοῦ ἀλῶ, ὃ |
| book 192a1.15.2 | σημαντικόν ἐστι τοῦ πλανῶ, ὅπερ ψιλοῦται. A |
| book 192a2.1 | {εἰς ἵππους ἄλεται:} ψιλωτέον τὸ ἄλεται καὶ τὸ συστρα‐ |
| book 192a2.2 | φῇ ἐκδεκτέον. | τὸ δὲ ἄλεται ἀντὶ τοῦ ἄληται. T |
| book 192a3 | τὸ δὲ σημεῖον, ὅτι τὸ ἄλεται ἀντὶ τοῦ ἄληται. T |
| book 192b.1 | τότε οἱ κράτος ἐγγυαλίξω: ἵνα μὴ λυπώμεθα ὡς τοῖς |
| book 192b.2 | Τρωσὶν ἡττωμένων τῶν Ἀχαιῶν, ἀλλὰ Διΐ. b (CE3)T |
| book 194a.1 | δύῃ τ’ ἠέλιος: ἵνα εἰδότες τὸν καιρὸν τῆς ἥττης μὴ βα‐ |
| book 194a.2 | ρέως ἀκούοιμεν τῶν λεγομένων κακῶν περὶ τῶν Ἑλλήνων. b (CE3)T |
| book 194b.1 | κνέφας ἱερόν: ἐπειδὴ „μακάρων τοι νύκτες ἔασι“ (Hsd. |
| book 194b.2 | opp. 730), διὰ τοῦτο ἱερὸν φησὶ τὸ κνέφας. T |
| book 196.1 | βῆ δὲ κατ’ Ἰδαίων 〈ὀρέων εἰς Ἴλιον ἱρήν〉: ὅτι θη‐ |
| book 196.2 | λυκῶς τὴν Ἴλιον, καὶ ὅτι νῦν γραπτέον κατ’ Ἰδαίων ὀρέων. ὅταν |
| book 196.3 | δὲ ἀπὸ τῆς Ἴδης ἐπὶ τὸν Ὄλυμπον, „βῆ δ’ ἐξ Ἰδαίων ὀρέων ἐπὶ |
| book 196.4 | μακρὸν Ὄλυμπον“ (Θ 410), ὡς ἀπ’ ἴσου ἐπ’ ἴσον. A |
| book 197-8.1 | εὗρ’ υἱὸν Πριάμοιο〈— /〉 ἑσταότ’ 〈ἔν θ’ ἵπ‐ |
| book 197-8.2 | ποισι καὶ ἅρμασι κολλητοῖσιν〉: ὅρα, τί καταλαμβάνεται πράτ‐ |
| book 197-8.3 | των ὁ βάρβαρος· ἕστηκεν ἀργὸς ἐπὶ τῶν ἁρμάτων μήτε πολεμῶν |
| book 197-8.4 | μήτε ἐγκελευόμενος τοῖς φεύγουσιν. Ἕλλην δὲ οὐκ ἂν ἐποίει τοῦτο. |
| book 197-8.5 | b (CE3)T |
| book 201a.1 | τεΐν: σημειοῦνταί τινες ὅτι ἐν ἴσῳ τῷ σοί ἡ τεΐν ἀντωνυ‐ |
| book 201a.2 | μία | Δωρικὴ οὖσα κατὰ πλεονασμὸν τοῦ ε ἐξηνέχθη, ὅθεν φυλάσσεται |
| book 201a.3 | ὁ αὐτὸς τόνος. A |
| book 201b.1 | τεΐν {τάδε μυθήσασθαι}: τὸ τίν Δωρικὴ ἀντωνυμία κατὰ |
| book 201b.2 | πλεονασμὸν τοῦ ε γέγονε τεΐν· διὸ φυλακτέον τὸν τόνον. b (CE3)T |
| book 212.1 | πάλλων 〈δ’〉 ὀξέα δοῦρα 〈κατὰ στρατὸν ᾤχετο |
| book 212.2 | πάντῃ〉: τοῦτο ποιεῖ ὑπόνοιαν διδοὺς τοῖς Τρωσὶν ὡς καὶ αὐτὸς |
| book 212.3 | μάχεται· οὐ γὰρ ἔδει λάθρα ὑποχωρῆσαι, μὴ ἄρα χαλεπωτέραν |
| book 212.4 | ὑποψίαν παράσχῃ τοῖς Τρωσίν. b (CE3)T |
| book 215 | 〈δ’ ἑτέρωθεν:〉 ἔν τισιν „〈δὲ〉 καὶ αὐτοί“. Aim |
| book 216-7.1 | ἐκ δ’ Ἀγαμέμνων / πρῶτος ὄρουσε: ὡς ἂν παρ‐ |
| book 216-7.2 | οξυνθεὶς ἐπὶ τῷ θράσει τῶν βαρβάρων ἐπιμένει τῇ προθυμίᾳ. b |
| book 216-7.3 | (CE3)T |
| book 217a.1 | ὄρους’ ἔθελεν: πρὸς τὸ ἔθελεν, ὅτι διὰ παντὸς ἀπὸ τοῦ |
| book 217a.2 | ε ἄρχεται παρὰ τῷ ποιητῇ. ἡ δὲ ἀναφορὰ πρὸς τὸ „μήτε σὺ Πη‐ |
| book 217a.3 | λείδήθελ’“ (Α 277), ὅτι ἐγκλιτέον τὴν ἀνάγνωσιν, ἵν’ ᾖ ἔθελε. A |
| book 217b.1 | ἔθελεν δὲ πολὺ προμάχεσθαι ἁπάντων: ἵνα καὶ |
| book 217b.2 | τοὺς ἄλλους διὰ τῆς ἰδίας προθυμίας προτρέψηται. κοινὸν δὲ ἀμφοτέ‐ |
| book 217b.3 | ρων τὸ πολύ, τῶν τε Τρώων καὶ τῶν Ἑλλήνων. T |
| book 218.1 | ἔσπετε νῦν μοι, Μοῦσαι: ἐπὶ τοῖς μεγίστοις τὰς Μούσας |
| book 218.2 | καλεῖ ὡς ἐρῶν τι καινότερον· αἱ γὰρ τοιαῦται προπαρασκευαὶ ἀ‐ |
| book 218.3 | κμαιοτέρας ποιοῦσι τὰς προσοχὰς τοῖς ἀκροαταῖς. b(BCE3E4)T |
| book 219a1.1 | ἀντίος {ἦλθε}: Ζηνόδοτος καὶ Ἀριστοφάνης ἀντίος, |
| book 219a1.2 | Ἀρίσταρχος „ἀντίον“ διὰ τοῦ ν. A |
| book 219a2 | Ἀρίσταρχος „ἀντίον“ γράφει. Til |
| book 220.1 | ἢ αὐτῶν Τρώων ἠὲ κλητῶν ἐπικούρων {ἰφιδάμας}: |
| book 220.2 | ὑπερβολικῶς ὥσπερ μέγα αἴτημα περὶ πολλῶν μυριάδων αἰτεῖ. T |
| book 221a | Ἰφιδάμας Ἀντηνορίδης: ἐὰν αὐτὸν τῶν ἐπικούρων |
| book 221a.1 | εἴπωμεν, ἐπεὶ καὶ Θρᾷξ καὶ ἦγε Θρᾷκας ἐπικούρους (cf. Λ 222. |
| book 221a.2 | 228—30), ἔσται πρὸς τὸ δεύτερον πρότερον ἀπηντηκώς. γεγέννηται |
| book 221a.3 | μέντοι ἐν Τροίᾳ· ἡ γὰρ Θεανὼ ἱέρεια τῆς Ἀθηνᾶς οὖσα οὐκ ἄν ποτε εἰς |
| book 221a.5.1 | Θρᾴκην ἐξεληλύθει. καὶ ἦν πατρὸς Τρωός, γεννηθεὶς δὲ ἐδόθη τρέφε‐ |
| book 221a.5.2 | σθαι τῷ μητροπάτορι. οὗτος δὲ μόνος παρὰ τοῖς Τρωσὶ τὴν ἀδελφὴν |
| book 221a.5.3 | τῆς μητρὸς ἔγημεν, ὥσπερ καὶ παρὰ τοῖς Ἕλλησι Διομήδης (cf. Ε |
| book 221a.5.4 | 412). | ἡ διπλῆ δέ, ὅτι ὡς ἐμπνευσθεὶς ἀνταποδέδωκε, καθάπερ ἐν ἀρχῇ |
| book 221a.5.5 | τῆς Ἰλιάδος „τίς τ’ ἄρ σφωε θεῶν“ (Α 8), εἶτα „Λητοῦς καὶ Διὸς |
| book 221a.10 | υἱόσ“ (Α 9). A |
| book 221b.1 | Ἰφιδάμας Ἀντηνορίδης: νεώτατος οὗτος, Κόων δὲ |
| book 221b.2 | „πρεσβυγενὴς Ἀντηνορίδησ“ (Λ 249). | ἡ δὲ ἐπεξήγησις τῶν ἀναιρου‐ |
| book 221b.3 | μένων πίστιν ἀληθείας ὑπογράφει καὶ πρὸς ἀξιοπιστίαν βασιλικοὺς |
| book 221b.4 | ποιεῖ φονευομένους. ἄδηλα δὲ τὰ τῶν πολέμων· διὸ φονεύει τοῦτον |
| book 221b.5 | Ἀντηνορίδην ὄντα, ἀγνοῶν τίς ἐστιν. T |
| book 222a1.1 | μητέρι μήλων: Ζηνόδοτος „μητέρι θηρῶν“. τῇ δὲ |
| book 222a1.2 | ἐριβώλακι συνᾴδει καὶ τὸ πολυθρέμματον, οὐ τὸ εὔθηρον. A |
| book 222a2 | {μητέρι μήλων:} Ζηνόδοτος „〈μητέρι〉 θηρῶν“ γράφει. |
| book 222a2 | ἀντίκειται δὲ τὸ ἐριβώλακι. T |
| book 223a.1 | Κισσῆς: 〈Κισσῆσ〉 ὡς „Ἑρμῆσ“ (Υ 72 al.)· καὶ μήποτε |
| book 223a.2 | παρὰ τὸ κισσός παρώνυμόν τι ἐγένετο Κισσέας καὶ κατὰ συναλιφὴν |
| book 223a.3 | Κισσῆς. A |
| book 223b.1 | Κισσῆς 〈τόν γ’ ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα〉: |
| book 223b.2 | ἀπὸ τοῦ Κισσέας τὸ Κισσῆς· διὸ περισπαστέον. | ὡς νεώτατον δὲ |
| book 223b.3 | εἰς εἰρηνικὰ χωρία διδόασιν αὐτὸν ἐκτρέφεσθαι οἱ γονεῖς. b(BCE3E4)T |
| book 226a.1 | αὐτοῦ μιν κατέρυκε, 〈δίδου δ’ ὅ γε θυγατέρα ἥν〉: |
| book 226a.2 | ὅτι ὅμοιος ὁ γάμος Διομήδους καὶ Ἰφιδάμαντος· ἀμφότεροι γὰρ |
| book 226a.3 | μητρὸς ἀδελφὰς ἐγάμησαν, AT ὁ μὲν Αἰγιάλειαν τὴν Ἀδράστου |
| book 226a.4 | (cf. Ε 412), Ἰφιδάμας δὲ Κισσέως θυγατέρα, ὢν Θεανοῦς υἱὸς τῆς |
| book 226a.5 | Κισσέως. A |
| book 226b.1 | δίδου δ’ ὅ γε θυγατέρα ἥν: νῦν μὲν ψιλὸν τὸ τῆς |
| book 226b.2 | ἐκδόσεως, ἐν δὲ τοῖς ἑξῆς καὶ ἐπεξεργασίᾳ τινὶ κέχρηται, „ἧς οὔτι |
| book 226b.3 | χάριν ἴδε, πολλὰ δ’ ἔδωκεν“ (Λ 243)· καὶ ἔχει δαιμονίως τὰ τοῦ ἐπι‐ |
| book 226b.4 | μερισμοῦ· ὅπου μὲν γὰρ διηγεῖται (sc. 226), ψιλὸν τὸ τῆς ἐκδόσεως |
| book 226b.5.1 | ἔθηκεν, ὅπου δὲ παθαίνεται ἐπὶ τῷ ἀνῃρημένῳ (sc. Λ 241—5), καὶ περὶ |
| book 226b.5.2 | δώρων ὑποβάλλει καὶ παίδων. T |
| book 227a.1 | γήμας δ’ ἐκ θαλάμοιο 〈μετὰ κλέος ἵκετ’ Ἀχαιῶν〉: |
| book 227a.2 | βραχὺ διασταλτέον μετὰ τὸν σύνδεσμον πρὸς τὸ σαφέστερον. καὶ ὅτι |
| book 227a.3 | καθ’ ὑπερβολὴν ἐμφαίνει τὸ ὑπόγυιον τοῦ γάμου καὶ τὴν περὶ τὸν |
| book 227a | πόλεμον σπουδὴν καὶ τὸ οἰκτρὸν τῆς ἀναιρεσέως. A |
| book 227b.1 | 〈γήμας δ’ ἐκ θαλάμοιο:〉 μετὰ τὸν δέ ὀλίγη διαστολὴ |
| book 227b.2 | διὰ τὸ πάθος. | ὡς καὶ ἐπὶ Πρωτεσιλάου (cf. Β 700—1). Til |
| book 227c.1 | μετὰ κλέος ἵκετ’ Ἀχαιῶν: ὡς νέος καὶ νεωτέρων πραγ‐ |
| book 227c.2 | μάτων ἐρῶν· φιλοπόλεμοι γὰρ οἱ νέοι. καὶ Πίνδαρος (fr. 110 Sn.)· |
| book 227c.3 | „γλυκὺς ἀπείρῳ πόλεμος, ἐμπείρων δέ τις / ταρβεῖ προσιόντα νιν |
| book 227c.4 | περισσῶσ“. A b (BCE3E4)T οὕτω Πῖος (fr. 4 H.). T |
| book 227d.1 | 〈μετὰ κλέος ἵκετ’ Ἀχαιῶν:〉 ἡ γὰρ ἧττα τούτου δόξα |
| book 227d.2 | τῶν Ἑλλήνων ἐγίνετο. Aint |
| book 229.1 | ἐν Περκώτῃ 〈λίπε〉: ἀρχαία αὕτη, ἣν νῦν Παλαιπερκώτην |
| book 229.2 | καλοῦσιν. τῆς Λαμψακηνῶν δὲ ἦν χώρας. καλῶς δὲ καὶ τὸ λίπε· |
| book 229.3 | καὶ γὰρ τότε ὁ Ἑλλήσποντος ὑπὸ τοῖς Ἀχαιοῖς ἦν. T |
| book 229 | τὰς μὲν ἔπειτ’ ἐν Περκώτῃ: ἐθαλασσοκράτουν— |
| book 229.5 | πόλις Ἑλλησπόντου. A |
| book 230 | 〈ἐών:〉 διχῶς, καὶ ἐὼν καὶ „ἰών“. Aim |
| book 233.1 | Ἀτρείδης μὲν ἅμαρτε, 〈παραὶ δέ οἱ ἔτραπετ’ |
| book 233.2 | ἔγχοσ〉: ἀξιοπίστως, ἵνα μὴ πάντα ἐπιτυγχάνοντα εἰσάγῃ. ἅμα δὲ |
| book 233.3 | καὶ τὸ ἀνθρώπινον ἐνδείκνυται. b(BCE3E4)T εἰς δὲ τὴν ἀριστείαν |
| book 233.4 | Ἀγαμέμνονος συντελεῖ τὸ μηδὲ τοῦτον φυγεῖν, ἀλλὰ τῇ δευτέρᾳ |
| book 233.5 | πληγῇ ἀναιρεθῆναι (cf. Λ 240). T |
| book 233.1 | Ἀτρείδης μὲν ἅμαρτε: ἀπέτυχεν. μόνον νῦν ὁ πρότερος |
| book 233.2 | —ἀφεὶς νικᾶται. A |
| book 234a | {ἰφιδάμας δὲ} κατὰ ζώνην θώρηκος ἔνερθε: ὅτι οὐ |
| book 234a.1 | λέγει διὰ τοῦ θώρηκος ἔνερθεν ἐντὸς θώρακος, ἀλλὰ κατὰ ζώνην |
| book 234a.2 | θώρακος, τὴν θωρακοζώνην λεγομένην. τὸ δὲ ἔνερθεν εἰς τὸ κάτω |
| book 234a.3 | μέρος τῆς θωρακοζώνης, ὡς ὅταν λέγῃ „νύξε δέ μιν κατὰ χεῖρα μέσην |
| book 234a.5.1 | ἀγκῶνος ἔνερθε〈ν〉“ (Λ 252), οὐχ ὑποκάτω τοῦ ἀγκῶνος, ἀλλὰ κατὰ |
| book 234a.5.2 | τὸ ἔνερθε μέρος τοῦ ἀγκῶνος. ὁ δὲ λόγος οὗτος· τῆς θωρακοζώνης εἰς |
| book 234a.5.3 | τὸ κάτω μέρος ἔνυξεν. A |
| book 234b.1 | κατὰ ζώνην 〈θώρηκος ἔνερθεν〉: οὐ τὸν θώρακα δη‐ |
| book 234b.2 | λοῖ, ἀλλὰ τὴν καλουμένην θωρακοζώνην. τὸ δὲ ἔνερθεν εἰς τὸ κάτω |
| book 234b.3 | μέρος τῆς θωρακοζώνης, ὡς ὅταν λέγῃ „ἀγκῶνος ἔνερθε“ (Λ 252), |
| book 234b.4 | κατὰ τὸ κάτω μέρος τοῦ ἀγκῶνος. b(BCE3E4)T |
| book 234c.1 | θώρηκος ἔνερθε: τὸ κάτωθεν διττῶς νοεῖται, ἓν μὲν τὸ |
| book 234c.2 | κατὰ βάθος, ἓν δὲ τὸ κατὰ μῆκος, ὅπερ βούλεται λέγειν καὶ ἐπὶ Μενε‐ |
| book 234c.3 | λάου, „ὅθι ζωστῆρος ὀχῆες / χρύσειοι σύνεχον“ (Δ 132—3), πρὸς |
| book 234c.4 | τὸ δυσδιακόμιστον τῆς πληγῆς. T |
| book 239a1.1 | {ἕλκ’ ἐπι} οἷ: ὀρθοτονητέον· εἰς γὰρ σύνθετον ἡ μετά‐ |
| book 239a1.2 | ληψις. A |
| book 239a2.1 | ὀρθοτονητέον δὲ τὴν οἷ καὶ εἰς σύνθετον μεταληπτέον. |
| book 239a2.2 | b(BCE3E4)T |
| book 239b.1 | ἕλκ’ ἐπὶ οἷ: ἐφ’ ἑαυτῷ ὥστε μὴ χρήσασθαι ἔτι ἐκεῖνον τῷ |
| book 239b.2 | δόρατι. ἐφ’ ἑαυτῷ δὲ ἕλκει οὐ δεδιὼς ἔτι τὴν τρῶσιν διὰ τὸ ἀνακεκλά‐ |
| book 239b.3 | σθαι τὴν αἰχμήν· δῆλον γὰρ ὅτι ἅμα ἕλκων καὶ ὑποχωρεῖ. b(BCE3E4) |
| book 239b.4 | T ἢ τὸ ἐπὶ οἷ τοιοῦτόν ἐστιν· εἰς 〈τὸ〉 παρ’ ἑαυτὸν μέρος, οὐ |
| book 239b.5 | πάντως ἐπὶ τὸ σῶμα ἑαυτοῦ. T |
| book 239c1.1 | {ὥστε} λίς: ὁ μὲν Ἀρίσταρχος ὀξύνει, ὁ δὲ Αἰσχρίων |
| book 239c1.2 | περισπᾷ· ὡς γὰρ παρὰ τὸ μῦς μῦν, φησί, καὶ „νοῦσ“ (κ 240) νοῦν, |
| book 239c1.3 | οὕτως καὶ λῖς, λῖν· „ἐπί τε λῖν ἤγαγε δαίμων“ (Λ 480). καὶ ἔστι |
| book 239c1 | συγκατατίθεσθαι τῷ Αἰσχρίωνι ὅτι μᾶλλον ὀφείλει περισπᾶσθαι, εἰ |
| book 239c1.5.1 | καὶ μηδὲν τῶν εἰς ις ληγόντων καὶ ἀρσενικὸν γένος ὑπισχνουμένων |
| book 239c1.5.2 | περιεσπάσθη. καὶ τάχα καθ’ ἕτερον λόγον, ἵνα τὸ ἐπιθετικὸν καὶ ση‐ |
| book 239c1.5.3 | μαῖνον γένος θηλυκὸν καὶ ὀξυνόμενον ἀποφύγῃ, λέγω δὲ τὸ „λὶς |
| book 239c1.5.4 | πέτρη“ (μ 64). τῷ μέντοι χαρακτῆρι τοῦ κίς καὶ „θίσ“ (μ 45) καὶ ῥίς, |
| book 239c1.5.5 | καίτοι γε διαφόρως κλιθεῖσι πρὸς τὸ λίς, συνεξωμοίωσεν αὐτὸ κατὰ |
| book 239c1.10 | τόνον ὁ Ἀρίσταρχος· καὶ οὕτως ἐπείσθη ἡ παράδοσις. A |
| book 239c2 | Ἀρίσταρχος δὲ ὀξύνει τὸ λίς ὡς τὸ „θίσ“. T |
| book 239d.1 | ὥς τε λίς: συντόμως ἅμα καὶ ἀληθῶς τῇ παραβολῇ |
| book 239d.2 | ἐχρήσατο· καὶ οἱ λέοντες γὰρ ὑφαρπάζουσι τῶν κυνηγετῶν τὰ δόρατα |
| book 239d.3 | ἀφαιρούμενοι τῶν κτεινόντων τὸ ὅπλον καὶ λανθάνουσιν ἑαυτοὺς |
| book 239d.4 | τιτρώσκοντες. b(BCE3E4)T |
| book 242-3a1.1 | οἰκτρός, ἀπὸ μνηστῆς 〈ἀλόχου, ἀστοῖσιν |
| book 242-3a1.2 | ἀρήγων, / κουριδίησ〉: βραχὺ διασταλτέον ἐπὶ τὸ οἰκτρός (242) |
| book 242-3a1.3 | καὶ ἀλόχου (242) πρὸς τὸ σαφέστερον, ὑποστικτέον δὲ ἀνυποκρίτως |
| book 242-3a1.4 | ἐπὶ τὸ ἀρήγων (242)· τὸ γὰρ ἑξῆς ἀλόχου κουριδίης, τὸ δὲ |
| book 242-3a1.5.1 | ἀστοῖσιν ἀρήγων (242) διὰ μέσου. δηλοῖ δὲ τοὺς αὐτοῦ πολίτας· |
| book 242-3a1.5.2 | Ἀντήνορος γὰρ υἱός ἐστιν. εἰ δὲ συνάπτοιμεν ἀστοῖσιν ἀρήγων / |
| book 242-3a1.5.3 | κουριδίης, ἁμαρτησόμεθα· ἡ γὰρ γυνὴ Θρᾷσσά ἐστιν, ὥσπερ καὶ ὁ |
| book 242-3a1.5.4 | πατὴρ Κισσῆς. A |
| book 242-3a2.1 | διαστολὴ εἰς τὸ οἰκτρός καὶ ἀλόχου, τελεία δὲ εἰς τὸ |
| book 242-3a2.2 | ἀρήγων. Til |
| book 242a.1 | οἰκτρός, ἀπὸ μνηστῆς 〈ἀλόχου〉: ἐπεὶ περὶ θαλάμου |
| book 242a.2 | ἔμπροσθεν (sc. Λ 227) διελέγετο καὶ κοίτης τῆς παρὰ γυναικί, περι‐ |
| book 242a.3 | παθῶς ἄγαν τῇ ἐπιφωνήσει ἐχρήσατο. b(BCE3E4)T |
| book 242b | ἀστοῖσιν ἀρήγων: τοῖς Τρωσίν, ἐπεὶ Ἀντήνορος ἦν |
| book 242b | παῖς. b(BCE3E4)T τινὲς δὲ ἔθνος Θρᾳκικόν. T |
| book 243a1.1 | 〈ἧς οὔτι χάριν ἴδε:〉 χάριν τὴν ἐπὶ τοῖς τέκνοις καὶ |
| book 243a1.2 | τῆς συμβιώσεως. T |
| book 243a2.1 | ἤτοι οὐκ ἐχάρη ἐπὶ τῇ συμβιώσει αὐτῆς οὐδὲ ἐπὶ τεκνο‐ |
| book 243a2.2 | ποιήσει. b(BCE3E4) |
| book 243b.1 | ἧς οὔτι χάριν ἴδε: τοιαῦτα καὶ ἐπὶ Πρωτεσιλάου· |
| book 243b.2 | „τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο / καὶ δόμος ἡμιτε‐ |
| book 243b.3 | λήσ“ (Β 700—1). T |
| book 243c1.1 | πολλὰ δ’ ἔδωκεν: ὅρα ὅτι παρὰ τὴν τάξιν ἀλλοιότερα |
| book 243c1.2 | φαίνεται· †εἶπε γὰρ† ‘„δίδου δ’ ὅγε θυγατέρα ἥν“ (Λ 226) λαμβάνων |
| book 243c1.3 | ἐπ’ αὐτῇ δῶρα τοιάδε‘, ἄκαιρος ἦν ἀδολεσχία. ἐκεῖνα μὲν οὖν ψιλῶς |
| book 243c1.4 | διηγήσατο· νῦν δὲ συμπαθῶν φησιν ὅτι σπουδάσας περὶ τὴν γυναῖκα |
| book 243c1.5 | οὐκ ὤνατο αὐτῆς. οἰκειότατα οὖν ἔχει ἡ τομὴ τοῦ διηγήματος. T |
| book 243c2.1 | περιπαθῶς δέ φησιν ὅτι σπουδάσας περὶ τὴν γυναῖκα. b |
| book 243c2.2 | (BCE3E4) |
| book 244a1.1 | πρῶθ’ ἑκατὸν βοῦς 〈δῶκεν〉: ὅτι θρέμμα〈τα〉 ἐδίδο‐ |
| book 244a1.2 | σαν οἱ μνηστευόμενοι. πρὸς τὴν ἐξήγησιν τῶν ἀλφεσιβοίων παρθένων |
| book 244a1.3 | (cf. Σ 593), ὅτι εἰσὶν αἱ ἀλφαίνουσαι βόας, ὅ ἐστιν εὑρίσκουσαι. A |
| book 244a2 | πρὸς τὴν ἐπεξήγησιν τοῦ „ἀλφεσίβοιαι“ (Σ 593). Til |
| book 244-5.1 | χίλι’ ὑπέστη 〈/ —ποιμαίνοντο〉: ὑπέσχετο |
| book 244-5.2 | ὥστε ἐκ τῆς ἐπιγονῆς τῶν ποιμνίων καὶ ταῦτα ἀποδοῦναι. b(BCE3 |
| book 244-5.3 | E4)T |
| book 247.1 | βῆ δὲ φέρων〈—〉τεύχεα καλά: ἔοικε διαφέροντα |
| book 247.2 | εἶναι τὰ ὅπλα ὡς νέου καὶ νυμφίου· b(BCE3E4)T διὸ οὐ παρέρχε‐ |
| book 247 | ται αὐτά. b(BE3E4)T |
| book 248.1 | τὸν δ’ ὡς οὖν ἐνόησε Κόων: εἰκὸς γὰρ ὑπερασπίζειν αὐτοῦ |
| book 248.2 | τὸν ἀδελφὸν διὰ τὸ ἄπειρον καὶ †νέον τῶν πολεμίων. T |
| book 249.1 | κρατερόν ῥά ἑ πένθος: ὁ ῥά σύνδεσμος ἐγκλιτικὸς ὢν |
| book 249.2 | φυλάξει τὴν ἰδίαν ὀξεῖαν διὰ τὴν ἕ ἀντωνυμίαν νῦν ἐγκλιτικὴν οὖ‐ |
| book 249.3 | σαν. A |
| book 251a.1 | στῆ δ’ εὐρὰξ 〈σὺν δουρὶ λαθὼν Ἀγαμέμνονα |
| book 251a.2 | δῖον〉: ἠνάγκασται μὲν διὰ τὸ πάθος τοῦ ἀδελφοῦ παρακινδυνεύειν, οὐ |
| book 251a.3 | τολμᾷ δέ, ἀλλὰ κλέπτει τὴν μάχην. λεληθότως οὖν ἀτυχίας, οὐκ |
| book 251a.4 | ἀνανδρίας ἐγκαλεῖ τῷ Ἀγαμέμνονι· ἀριστεύων γοῦν ὑπό τινος εὐτε‐ |
| book 251a.5.1 | λοῦς ἐκ πλαγίου τιτρώσκεται, ἔπειτα τῆς οἰκείας γῆς δυστυχῶς ἐπέβη |
| book 251a.5.2 | (cf. δ 521—35). Μενέλαος δὲ τοὐναντίον „μαλθακὸσ“ μὲν „αἰχμητήσ“ |
| book 251a.5.3 | (Ρ 588), ἄλλως δὲ μακάριος. διδάσκει οὖν ὁ ποιητὴς ὡς τέλεια τὰ |
| book 251a.5.4 | ῥώμης ἅμα καὶ τύχης. b(BCE3E4)T |
| book 251b.1 | {στῆ δ’} εὐράξ: τὸ εὐράξ ὀξύνεται, καθότι τὰ εἰς αξ λή‐ |
| book 251b.2 | γοντα ἐπιρρήματα ὀξύνεται, ὑπεσταλμένου τοῦ „ἅπαξ“ (μ 22. 350). |
| book 251b.3 | σημαίνει δὲ τὸ ἐκ πλαγίου. A |
| book 252a.1 | 〈νύξε δέ μιν〉 κατὰ χεῖρα μέσην: τὴν ἀριστεράν· |
| book 252a.2 | καὶ γὰρ ἐν τῷ Ἐπιταφίῳ (sc. Ψ 887) ἀνίσταται ἄκοντι ἀγωνίσασθαι. |
| book 252a.3 | ἀλλὰ καὶ Ὀδυσσεὺς παλαίει (sc. Ψ 709—39), τὴν πλευρὰν τρω‐ |
| book 252a.4 | θείς (cf. Λ 435—8). | διὰ τὸ αἰφνίδιον καὶ λεληθός. T |
| book 252b.1 | {νύξε δέ μιν κατὰ χεῖρα μέσην} ἀγκῶνος ἔνερθεν: |
| book 252b.2 | ὅτι οὐ λέγει ὑποκάτω τοῦ ἀγκῶνος, ἀλλὰ κατὰ τὸ ἔνερθε μέρος τοῦ |
| book 252b.3 | ἀγκῶνος. καὶ ἐν τοῖς ἐπάνω· „Ἰφιδάμας δὲ κατὰ ζώνην θώρηκος |
| book 252b.4 | ἔνερθεν“ (Λ 234). A |
| book 255.1 | ἀλλ’ οὐδ’ ὣς ἀπέληγε μάχης: πρὸς τὸ μηδὲ τοῦτον |
| book 255.2 | [τρωθέντα ἀπα]λλάσσεσθαι. T |
| book 256a.1 | ἀνεμοτρεφὲς ἔγχος: ὅτι διὰ τοῦ ἀνεμοτρεφές βούλε‐ |
| book 256a.2 | ται σημαίνειν τὸ εὔτονον· τὰ γὰρ ἐν εὐηνέμῳ χωρίῳ φυόμενα εὔ‐ |
| book 256a.3 | τονα γίνεται, παλλόμενα καὶ κραδαινόμενα· διὸ καὶ τὴν Ἀχιλλέ‐ |
| book 256a.4 | ως μελίαν „Πηλίου ἐκ κορυφῆσ“ (Π 144) λέγει τετμῆσθαι. | οἱ |
| book 256a.5.1 | δὲ ἀπέδωκαν A ἀνεμοτρεφὲς τὸ κοῦφον καὶ εὐκίνητον— |
| book 256a.5.2 | δένδρα στερεά. AAim |
| book 256b.1 | ἀνεμοτρεφές: στερεόν, ὑπὸ ἀνέμων γεγυμνασμένον τὰς |
| book 256b.2 | ἶνας· b(BCE3)T καὶ ἀλλαχοῦ· „οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐρι‐ |
| book 256b.3 | θηλὲς ἐλαίης, / τὸ δέ τε πνοιαὶ δονέουσιν“ (Ρ 53. 55). δῆλον δὲ |
| book 256b.4 | ἐξ ὧν καὶ τὸ κῦμα „ἀνεμοτρεφέσ“ (Ο 625) φησίν. T |
| book 256c.1 | ἀνεμοτρεφές: τὸ τρεφόμενον ὑπὸ ἀνέμων, ὅ ἐστιν |
| book 256c.2 | ἰσχυρόν. τὸ ἐναντίον δὲ ἐπὶ τοῦ ἀσθενοῦς φυτοῦ· „ἐλθών τ’ ἐξα‐ |
| book 256c.3 | πίνης ἄνεμος / βόθρου τ’ ἐξέστρεψε καὶ ἐξετάνυσ〈σ〉’ ἐπὶ γαίην“ |
| book 256c.4 | (Ρ 57—8). T ἢ ἀνεμοτρεπές, τὸ ἀντιτασσόμενον καὶ ἀνέμοις |
| book 256c.5 | ξύλον διὰ στεριφότητα. b(BCE3E4)T |
| book 257a1.1 | ὄπατρον: ψιλωτέον, οὐχ ὡς οἴονται διὰ τὴν συγκο‐ |
| book 257a1.2 | πήν· πολλὰ γάρ φασι διὰ τὴν συγκοπὴν ψιλοῦσθαι. ἀπεδείξαμεν |
| book 257a1.1 | δὲ ἡμεῖς ἐν ἑτέροις (cf. Hrd. 2, 258, 8 et 24) ὡς καὶ δασύνεται· |
| book 257a1.2 | ἑστήκαμεν γοῦν καὶ „ἕσταμεν“ (λ 466), Ἡράκλεες Ἥρακλες. τί |
| book 257a1.5.1 | οὖν ἐκώλυεν, εἰ καὶ ἀπὸ τοῦ ὁμόπατρος ἦν, τὸ κατὰ συγκοπὴν |
| book 257a1.5.2 | πάλιν δασύνεσθαι; ἄμεινον οὖν λέγειν ὅτι φιλεῖ τὸ ο πρὸ τοῦ π |
| book 257a1.5.3 | κείμενον μὴ κατὰ ἀναφορικὴν ἔννοιαν ψιλοῦσθαι, ὀπιπεύω, ὀπή, |
| book 257a1.5.4 | ὀπώρα. παρὰ τὸ ἕπω δασυνόμενον ψιλούμενον ἐγένετο „ὀπάων“ |
| book 257a1.5.5 | (Η 165 al.). οὕτως οὖν ἔχει καὶ τὸ ὄπατρος. προσέθηκα δὲ εἰ μὴ |
| book 257a1.10.1 | ἀναφορικὴ σημασία, διὰ τὸ „ὁποῖοσ“ (ρ 421. τ 77), „ὅπωσ“ (Α |
| book 257a1.10.2 | 136. α 57) καὶ τὰ τοιαῦτα. ἀντιπίπτει δὲ τῷ προκειμένῳ κανόνι |
| book 257a1.10.3 | τὸ ὁπλή καὶ τὸ „ὅπλον“ (φ 390) καὶ τὰ ἀπὸ τούτων παρηγμένα. A |
| book 257a2.1 | ὄπατρον: ψιλωτέον τὸ ὄπατρον· τὸ ο πρὸ τοῦ π |
| book 257a2.2 | φιλεῖ ψιλοῦσθαι, εἰ μὴ κατὰ ἀναφορὰν εἴη, σεσημειωμένου τοῦ ὁπλή |
| book 257a2.3 | καὶ „ὅπλον“ καὶ τῶν παρ’ αὐτά. T |
| book 259.1 | τὸν δ’ ἕλκοντ’ ἀν’ ὅμιλον ὑπ’ ἀσπίδος ὀμφαλοέσ‐ |
| book 259.2 | σης: ὡς δὴ μὴ πάσης κρατῶν τῆς δυνάμεως ἄλλο τι πράσσοντα |
| book 259.3 | τοῦτο〈ν〉 ἀναιρεῖ, τῶν δὲ ἄλλων ἄντικρυς κρατεῖ. T |
| book 261a1.1 | τοῖο δ’ ἐπ’ Ἰφιδάμαντι κάρη ἀπέκοψε: περι‐ |
| book 261a1.2 | παθῶς· ᾧ ἐπικουρῶν Κόων ἐβόα τοὺς ἑταίρους καλῶν, †τούτῳ |
| book 261a1.3 | αὐτὸν ὁ Ἀγαμέμνων ἔτρωσεν. T |
| book 261a2 | ᾧ ἐπικουρῶν ὁ Κόων ἔτρωσεν Ἀγαμέμνονα, ἐπ’ αὐτῷ |
| book 261a2 | τρωθεὶς κατέπεσεν. b(BCE3E4) |
| book 262-3.1 | ἔνθ’ Ἀντήνορος υἷεσ〈—Ἄϊδος εἴσω〉: |
| book 262-3.2 | περιπαθῶς ἀπήγγειλεν. διὰ τί δὲ Ἀντηνορίδην φονεύει; ὅτι αὐτὸς |
| book 262-3.3 | ἦρξε σταθεὶς εὐρὰξ (cf. Λ 251) καὶ βαλὼν Ἀγαμέμνονα· οὐ γὰρ |
| book 262-3.4 | ῥητέον ὡς ἠγνόουν ἀλλήλους, ἐπεὶ σαφῶς εὑρίσκομεν ἐν τοῖς Αἴαντος |
| book 262-3.5.1 | λόγοις „ἀλλὰ κασίγνητος Ἀντήνοροσ“ (Ξ 473)· ὁ γὰρ Ἰφιδάμας |
| book 262-3.5.2 | νέηλυς ἦν. T |
| book 262.1 | {ἔνθ’ ἀντήνωρος υἷες} ὑπ’ Ἀτρείδῃ βασιλῆϊ: 〈ὅτι〉 |
| book 262.2 | ἀντὶ τοῦ ὑπ’ Ἀτρείδου βασιλέως, πρὸς τὴν μετάληψιν τῆς πτώ‐ |
| book 262.3 | σεως. A |
| book 263.1 | ἔδυν: τὸ ἔδυν συσταλτέον· ἔστι γὰρ πληθυντικόν, κατὰ |
| book 263.2 | συγκοπὴν γενόμενον ἐκ τοῦ ἔδυσαν. A |
| book 266.1 | ἐξ ὠτειλῆς: ὅτι τὴν ἐκ χειρὸς πληγὴν ὠτειλὴν λέγει, |
| book 266.2 | παρὰ τὸ οὐτάσαι. A |
| book 267a.1 | αὐτὰρ ἐπεὶ τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δ’ |
| book 267a.2 | αἷμα: ἰατρικῶς· μέχρι γὰρ τούτου ἀφλέγμαντά ἐστι τὰ ἕλκη. |
| book 267a.3 | b(BCE3E4)Til |
| book 267b | 〈αὐτὰρ ἐπεί:〉 ἀντὶ τοῦ ἐπεὶ δέ. Til |
| book 268.1 | ὀξεῖαι δ’ ὀδύναι 〈δῦνον μένος Ἀτρεΐδαο〉: ὡς |
| book 268.2 | γὰρ ὑπὸ κέντρων ἀλγοῦμεν ὑπὸ τῶν τοιούτων φλεγμονῶν. κυριώ‐ |
| book 268.3 | τατα οὖν κεῖται τὸ ὀξεῖαι. καὶ ἔστι δυσμετάληπτον τὸ ὄνομα, τοῖς |
| book 268.4 | πεπειραμένοις μόνοις δῆλον. διὰ δὲ τοῦ δῦνον μένος τὴν εἰς βάθος |
| book 268.5 | χωρήσασαν ἀλγηδόνα ἐσήμανεν. A b (BCE3E4)T |
| book 269-71.1 | ὡς δ’ ὅταν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα |
| book 269-71.2 | / δριμύ, 〈—ὠδῖνας ἔχουσαι〉: πρὸς τοὺς νυγμοὺς τῆς |
| book 269-71.3 | ἀλγηδόνος εἴκασται· πῶς γὰρ ἄνανδρος ὁ εἰργασμένος τοσαῦτα; |
| book 269-71.4 | b(BCE3E4)T πάντα δὲ ὀδυνηρὰ ἔλαβε τὰ ὀνόματα, τὸ ὀξύ |
| book 269-71.5.1 | (269), τὸ δριμύ (270), τὸ πικρόν (cf. 271), ἐπιτείνων τὰς ὀδύνας. |
| book 269-71.5.2 | A b (BCE3E4)T πᾶν δὲ τὸ πόνον ἐμποιοῦν βέλος λέγεται. T |
| book 270a.1 | προϊεῖσι: ὡς „τιθεῖσι“ (Π 262. β 125)· καὶ γὰρ ἐν |
| book 270a.2 | ἑτέροις „ὄπα λειριόεσσαν ἱεῖσιν“ (Γ 152). ὁμοτονεῖν δὲ θέλει τὰ |
| book 270a.3 | εἰς ι λήγοντα τοῦ ἐνεστῶτος ταῖς πληθυντικαῖς δοτικαῖς τῶν μετο‐ |
| book 270a.4 | χῶν, ὁπότε καὶ ὁμοφωνοῦσιν· „ἱέντεσ“ (B 774 al.), ἱέντων ἱεῖσι· |
| book 270a.5.1 | οὕτως οὖν καὶ τὸ ῥῆμα. μάχεται τὸ „φασί“ (Β 783 al.)· ῥῆμα γὰρ |
| book 270a.5.2 | ὀξύνεται, μετοχὴ δὲ ὂν βαρύνεται. A |
| book 270b.1 | μογοστόκοι: Ἀρίσταρχος παροξύνει· δραστικὴ γάρ |
| book 270b.2 | φησιν ἔννοιά ἐστιν· οὐ γὰρ αἱ Εἰλείθυ〈ι〉αι πάσχουσιν, ἵνα προ‐ |
| book 270b.3 | παροξύνωμεν, ἀλλ’ ἐνεργοῦσι κατὰ τῶν τικτουσῶν. ἔφαμεν δὲ (sc. |
| book 270b.4 | ad Γ 354) τὰ τοιαῦτα τῶν συνθέτων ἐνέργειαν ὑπισχνούμενα |
| book 270b.5.1 | παροξύνεσθαι, εἰ μὴ κανών τις κωλύει· εἰσὶ γάρ τινες κανόνες, καθ’ |
| book 270b.5.2 | οὕς, κἂν ἐνέργεια σημαίνηται, πάντως προπαροξύνεσθαι δεῖ. μά‐ |
| book 270b.5.3 | χεται μέντοι ἄντικρυς τὸ „ὄρνυσθ’, ἱππόδαμοι Τρῶεσ“ (Δ 509)· |
| book 270b.5.4 | ἐνεργητικὸν γὰρ ὂν καὶ μὴ ὑποπῖπτον κανόνι τῷ προπαροξυτονοῦν‐ |
| book 270b.5.5 | τι προπαρωξυτονήθη. A |
| book 270c.1 | μογοστόκοι: αἱ ἐπὶ τῶν μόγις τικτουσῶν τεταγμέναι, |
| book 270c.2 | b(BCE3E4)T ὡς ξένιος Ζεὺς (cf. ξ 389) ὁ ἐπὶ τῶν ξένων. T |
| book 270d | Εἰλείθυιαι: ὅτι ποτὲ μὲν ἑνικῶς, ποτὲ δὲ πληθυν‐ |
| book 270d.1 | τικῶς Εἰλειθυίας λέγει. ἀριθμὸν δὲ αὐτῶν οὐδὲ ὀνόματα παραδί‐ |
| book 270d.2 | δωσιν, ὥσπερ οὐδὲ Μουσῶν. Εἰλείθυιαι δὲ Διὸς καὶ Ἥρας θυγατέ‐ |
| book 270d.3 | ρες, τῶν τοκετῶν προϊστάμεναι. A |
| book 271.1 | πικρὰς ὠδῖνας ἔχουσαι: ἀμφίβολον· ἢ γὰρ ἐπιμελείας |
| book 271.2 | ἀξιοῦσαι, ὡς τὸ „καί μοι κῆπον ἔχει“ (δ 737), b(BCE3E4)T ἢ |
| book 271.3 | ἐπέχουσαι τὰς πικρὰς ὠδῖνας καὶ εἴργουσαι, b(BE3E4)T ὡς |
| book 271.4 | τὸ „ἔνθα δ’ ἔπειτ’ αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτοσ“ (Ξ 129). T ἄμει‐ |
| book 271.5 | νον δὲ τὸ πρῶτον. b(BE3E4) |
| book 273.1 | ἐς δίφρον δ’ ἀνόρουσε: πρῶτον τὸν βασιλέα (cf. Λ |
| book 273.2 | 273—83), ἔπειτα τοὺς ἀριστεῖς ἐξάγει, b(BCE3E4)T Διομήδη |
| book 273.3 | (cf. Λ 396—400), Ὀδυσσέα (cf. Λ 487—8), Εὐρύπυλον (cf. Λ |
| book 273.4 | 592—5. 809—48), Μαχάονα (cf. Λ 517—20. 618—43), T ὅπως |
| book 273.5.1 | ἀναρχίας ἕνεκεν, οὐκ ἀσθενείας δοκοίη τῶν νεῶν ἡ καῦσις γενέσθαι. |
| book 273.5.2 | b(BCE3E4)T πῶς δὲ οὐδένα στρατηγὸν ἀνθ’ ἑαυτοῦ κατέλι‐ |
| book 273.5.3 | πεν; ἵνα μὴ προτιμήσας ἕνα τοῖς λοιποῖς ἀπέχθηται· b(BE3E4) |
| book 273.5.4 | T καὶ ὁ Μενέλαος παρῆν βασιλεὺς ὢν δεύτερος. ἔστι δὲ καὶ |
| book 273.5.5 | ἐναγώνιον· ὅτε γὰρ φόβος μείζων διὰ τὴν ἀπουσίαν τῶν ἀριστέων, |
| book 273.10 | καὶ ὁ πόθος Ἀχιλλέως μείζων. T |
| book 274.1 | ἤχθετο γὰρ κῆρ: ἀναγκαίως ἀπολογεῖται ὅτι οὐκ ἂν |
| book 274.2 | ἀπηλλάγη, εἰ μὴ τῆς ψυχῆς αὐτοῦ ἀνθήπτετο τὸ δεινόν. b(BCE3E4) |
| book 274.3 | T |
| book 277-9.1 | ὑμεῖς μὲν 〈νῦν〉 νηυσὶν ἀμύνετε〈—πολε‐ |
| book 277-9.2 | μίζειν〉: εὖ τοῖς ἀριστεῦσιν ἐντέλλεται ἀπιών· εἰ γὰρ μὴ τὴν αἰτίαν |
| book 277-9.3 | τῆς ὑποχωρήσεως ἐσήμανε, κἂν δεινότερα ὑπενόησαν περὶ αὐτοῦ, |
| book 277-9 | b(BCE3E4)T ὡς ὅτι τέθνηκε μαχόμενος. T |
| book 278-9a.1 | ἐπεὶ οὐκ ἐμὲ 〈μητίετα〉 Ζεύς / εἴασε 〈Τρώεσ‐ |
| book 278-9a.2 | σι〉 πανημέριον πολεμίζειν: εὖ τὸ μὴ τῷ τραύματι ἄχθεσθαι |
| book 278-9a.3 | καίτοι σφόδρα ὀδυνώμενον, ἀλλ’ ὅτι πανημέριος πολεμίζειν ἐκωλύθη. |
| book 278-9a.4 | T |
| book 278-9b.1 | ἐπ〈ε〉ὶ οὐκ ἐμὲ 〈μητίετα〉 Ζεύς 〈/ εἴασε— |
| book 278-9b.2 | πολεμίζειν〉: οὐκ ἐπεξεργάζεται τὰ τοῦ τραύματος, b(BCE3E4) |
| book 278-9b.3 | T ἀλλ’ εὐπρεπῶς ἐνεδείξατο ὅτι ὑπὸ τοῦ θεοῦ κωλυθεὶς ἀγωνί‐ |
| book 278-9b.4 | σασθαι δι’ ὅλης ἡμέρας ἀναχωρεῖ. b(BE3E4)T |
| book 281 | 〈οὐκ ἄκοντε:〉 ὅτι διὰ τοῦ ἐναντίου τὸ ἐναντίον. Aim |
| book 282.1 | ἄφρεον δὲ στήθεα, ῥαίνοντο δ’ ἔνερθε κονίῃ: |
| book 282.2 | ἔστιν ἰδεῖν τὸν ἀφρὸν τῶν ἵππων μέχρι τῶν στηθῶν καταφερόμενον |
| book 282.3 | καὶ τὸν κονιορτὸν ἀναφερόμενον κάτωθεν. b(BCE3E4)T |
| book 286.1 | Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταί: |
| book 286.2 | κατὰ πάντων τὸ [ἀ]γχιμαχηταί, ἵνα μὴ ἐπονείδιστος ἔοι ἡ παρά‐ |
| book 286.3 | κλησις. T |
| book 287.1 | ἀνέρες ἔστε, φίλοι: βραχὺ διασταλτέον ἐπὶ τὸ ἔστε· |
| book 287.2 | οὐ γὰρ παρακελεύεται αὐτοῖς φίλοις ἀνδράσι γενέσθαι, ἀλλὰ προσ‐ |
| book 287.3 | φωνεῖ μὲν „ὦ φίλοι“, κελεύει δὲ ἀνδρείους γίνεσθαι. A |
| book 288.1 | οἴχετ’ ἀνὴρ ὤριστος: ἢ καθ’ ὅλου—„κρατερός τε“ |
| book 288.2 | γὰρ „αἰχμητήσ“ (Γ 179)—ἢ νῦν ἄριστος. T |
| book 288-9.1 | ἐμοὶ δὲ μέγ’ εὖχος ἔδωκεν / Ζεύς: βαρβαρικῶς |
| book 288-9.2 | ἀλαζονευόμενος τὴν ἐπικουρίαν τοῦ Διός φησι τῆς ἐσομένης ἀριστεί‐ |
| book 288-9.3 | ας αἰτίαν, αὑτὸν ἀποκρούων τῶν κατορθωμάτων. T |
| book 289 | ἀλλ’ ἰθὺς ἐλαύνετε: ἀντὶ τοῦ ἐπ’ εὐθείας. εἰ δὲ τέλος |
| book 289 | χρονικὸν θέλει, „εἶθαρ“ (Ε 337 al.) φησίν. T |
| book 290a.1 | ἵν’ ὑπέρτερον εὖχος ἄρησθε· ἢ τοῦ τῶν Ἑλλήνων |
| book 290a.2 | ὑπέρτερον, ἢ οὗ πρότερον ἐκτήσασθε· b(BCE3E4)T ἢ ἐπιφανέ‐ |
| book 290a.3 | στερον οὗ προεξένησεν ἡ προτέρα μάχη· ὃ καὶ ἄμεινον. T |
| book 290b | 〈ὑπέρτερον:〉 Ἀρίσταρχος „ὑπέρτεροι“. Aint |
| book 291.1 | ὤτρυνε μένος καὶ θυμόν: μένος καὶ θυμὸν ἐκ |
| book 291.2 | παραλλήλου· μένος δὲ καὶ τὴν ψυχὴν εἴωθε καλεῖν. b(BCE3E4)T |
| book 292-3.1 | ὡς δ’ ὅτε 〈πού τισ〉 θηρητὴρ κύνασ〈— |
| book 292-3.2 | ἠὲ λέοντι〉: διὰ τῆς παραβολῆς ἀσθενεστέρους Τρῶας καὶ θρασυτέ‐ |
| book 292-3.3 | ρους ἀπέδειξεν· b(BCE3E4)T καὶ ἀλλαχοῦ „ὡς δ’ ὅτε τίς τε |
| book 292-3.4 | κύων συὸς ἀγρίου ἠὲ λέοντος / ἅπτηται“ (Θ 338—9). T |
| book 292 | ἀργιόδοντας: ὀξεῖς ὀδόντας ἔχοντας. T |
| book 297a.1 | ὑπεραέϊ ἶσος ἀέλλῃ: ὅτι ἔν τισι γράφεται „ὑπὲρ |
| book 297a.2 | οὔρεος ἶσος ἀέλλῃ“· τὸ δὲ αὐτὸ καὶ ἐκ τοῦ ὑπεραέϊ σημαίνεται, |
| book 297a.3 | ὅταν ἐκ τοῦ ὕπερθε τόπου καταφέρηται πνοή. ταύτας δὲ ἡμεῖς κατ‐ |
| book 297a.4 | αιγίδας καλοῦμεν ἀπὸ τοῦ κάτω ἀΐσσειν. A |
| book 297b.1 | ὑπεραέϊ: ὡς εὐσεβέϊ, κατὰ διάστασιν· ἔφαμεν γὰρ τὰ |
| book 297b.2 | παρὰ τὸ ἄω συντιθέμενα καὶ εἰς ης λήγοντα ὀξύνεσθαι, ἀκραής, |
| book 297b.3 | „δυσαήσ“ (ε 295). οὕτως ὑπεραὴς ὑπεραῆϊ 〈ὑπεραέϊ〉. A |
| book 297c.1 | ὑπεραέϊ: κατὰ διάστασιν, ὡς τὸ εὐσεβέϊ καὶ εὐαέϊ. |
| book 297c.2 | | ἢ μᾶλλον ὑφ’ ἕν. T |
| book 297d.1 | ὑπεραέϊ 〈ἶσοσ〉 ἀέλλῃ: ἀντὶ τοῦ ἄνωθεν ἐκ καθέτου |
| book 297d.2 | φερομένῃ, ἥτις ἐστὶν ἀπαραφύλακτος καὶ σφοδροτέρα. b(BCE3E4) |
| book 297d.3 | T καὶ ἀλλαχοῦ „〈ὤρορ’ ἐπαΐξασ〉 πατρὸς Διὸς ἐκ νεφελάων“ |
| book 297d | (Β 146). T πρὸς τὴν ἀπροσδόκητον οὖν ἐπιφάνειαν Ἕκτορος |
| book 297d.5.1 | καὶ τὴν ὁρμὴν †καὶ τὴν ἐκ τῆς ἄλλης ταραχῆς. b(BCE3E4)T |
| book 297d.5.2 | ἐμφαντικῶς δὲ τὸ ἅλμα (cf. Λ 298) καὶ ἡ ἔμπτωσις τοῦ ἥρωος ταρα‐ |
| book 297d.5.3 | χὴν παρέστησεν. b(BE3E4)T καὶ τὴν ἄελλαν δὲ ἐξῆρεν, ὑπερ‐ |
| book 297d.5.4 | αέα αὐτὴν εἰπών, καὶ ἀντὶ τῆς θαλάσσης τὸν „πόντον“ (Λ 298) |
| book 297d.5.5 | εἶπεν, ὅς ἐστι φύσει δυσχείμερος. εἶτα καὶ ἡ κατά (cf. Λ 298) ἔμφασιν |
| book 297d.10 | ποιεῖ τινα τῷ ἅλματι. T |
| book 297e | 〈ἶσος ἀέλλῃ〉: ὁ Ἕκτωρ. Aim |
| book 297-8.1 | 〈ἐν δ’ ἔπεσ’—πόντον ὀρίνει〉: ὑπεραέϊ |
| book 297-8.2 | δὲ ὑπερβαλλόντως πνεούσῃ, ὅταν ἐκ τοῦ ὕπερθεν καταφέρηται τὸ |
| book 297-8.3 | πνεῦμα. τὸ δὲ ἑξῆς, ἐν δ’ ἔπες’ ὑσμίνῃ ἶσος ἀέλλῃ, ἥ τε καθαλλομένη |
| book 297-8.4 | ἀπὸ ὄρους πόντον ὀρίνει. A |
| book 299.1 | ἔνθα τίνα πρῶτον, τίνα δ’ ὕστατον ἐξενάριξεν: |
| book 299.2 | ἐπὶ λύπῃ τῶν Ἀχαιῶν οὐκ ἔτι τὴν Μοῦσαν, ἀλλὰ ἑαυτὸν ἐρωτᾷ. |
| book 299.3 | b(BCE3E4)T |
| book 300a.1 | 〈Ἕκτωρ Πριαμίδης, βροτολοιγῷ ἶσος Ἄρηϊ:〉 |
| book 300a.2 | γράφεται „Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν“. Aint |
| book 300b1.1 | ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν: ὅτι νόθα τὰ κατορ‐ |
| book 300b1.2 | θώματα. εἰ δὲ καὶ καταλέγει τοὺς ἀναιρουμένους, παρατρέχων ὡς |
| book 300b1.3 | διηγούμενος, ἐπικρύπτων τὸ ὄνειδος τῇ βραχυλογίᾳ. T |
| book 300b2.1 | δείκνυσιν ὅτι νόθα τὰ κατορθώματα. ὡς ἐν παρόδῳ |
| book 300b2.2 | δὲ καταλέγει τοὺς ἀναιρουμένους, ἐπικρύπτων τῇ βραχυλογίᾳ τὸ |
| book 300b2.3 | ὄνειδος. b(BCE3E4) |
| book 301a1.1 | Ἀσαῖον {μὲν πρῶτα}: προπερισπαστέον· παρὰ γὰρ |
| book 301a1.2 | τὸ αἶσα γέγονεν καὶ ἐξέστη πρότερον τὸ ι. τὰ δὲ ἀπὸ τῶν εἰς α λη‐ |
| book 301a1.3 | γόντων, μακρᾷ παραληγομένων, παραγόμενα διὰ τοῦ αιος προπερι‐ |
| book 301a1.4 | σπᾶσθαι θέλει, „Μοῦσα“ (Β 761 al.) Μουσαῖος, γενναῖος, Πισαῖ‐ |
| book 301a1.5.1 | ος, ἑρσαῖος. οὕτως καὶ Ἀσαῖος. οὐ μάχεται τὸ Ἥραιος προπαρο‐ |
| book 301a1.5.2 | ξυνόμενον· πρὸς γὰρ ἀντιδιαστολὴν τοῦ προπερισπωμένου ἐπι‐ |
| book 301a1.5.3 | θετικοῦ ἐγένετο. τὸ μέντοι „Πείραιοσ“ (ο 544 al.) προπαροξυνόμε‐ |
| book 301a1.5.4 | νον παρὰ τὸ πειρῶ ἐγένετο ὡς παρὰ τὸ φιλῶ Φίλαιος. οὕτως καὶ |
| book 301a1.5.5 | παρὰ τὸ βέβηκα ὁ βέβαιος. A |
| book 301a2.1 | Ἀσαῖον: προπερισπαστέον· παρὰ γὰρ τὸ αἶσά ἐστι, |
| book 301a2.2 | καὶ πάντα τὰ ἀπὸ τῶν εἰς α ληγόντων θηλυκῶν καὶ μακρᾷ παραλη‐ |
| book 301a2.3 | γομένων προπερισπῶνται. b(BCE3)T |
| book 302a.1 | καὶ Δόλοπα Κλυτίδην 〈καὶ Ὀφέλτιον ἠδ’ Ἀγέ‐ |
| book 302a.2 | λαον〉: πρὸς τὴν ὁμωνυμίαν, ὅτι καὶ τῶν Τρώων ἐστὶ Δόλοψ |
| book 302a.3 | {αἰχμῆς}· „τόφρα δὲ τῷ ἐπόρουσε Δόλοψ αἰχμῆς εὖ εἰδώς, / Λαμ‐ |
| book 302a.4 | πετίδησ“ (Ο 525—6), Λάμπου υἱὸς τοῦ Πριάμου ἀδελφοῦ· καὶ |
| book 302a.5 | τῶν μνηστήρων εἷς Ἀγέλαος (cf. υ 321 al.). A |
| book 302b.1 | καὶ Δόλοπα Κλυτίδην: ἕτερος οὗτος παρὰ τὸν |
| book 302b.2 | Τρωϊκόν· „Δόλοψ αἰχμῆς εὖ εἰδώς, / Λαμπετίδησ“ (Ο 525—6). T |
| book 304.1 | τοὺς ἄρ’ 〈ὅ γ’〉 ἡγεμόνας: ἢ τῶν τάξεων, ὡς „πέντε |
| book 304.2 | δ’ ἄρ’ ἡγεμόνας ποιήσατο“ (Π 171)· ἢ τοὺς προμαχίζοντας. ἵνα |
| book 304.3 | δὲ μὴ δοκῇ χαρίζεσθαι Ἕλλησι, καὶ τοῦτον ἡγεμόνας φησὶν ἀναι‐ |
| book 304.4 | ρεῖν, ἀλλ’ οὐ σύνδυο, ὡς Ἀγαμέμνων (cf. Λ 101—2. 143—7). |
| book 304.5 | b(BCE3E4)T |
| book 304-5.1 | 〈αὐτὰρ ἔπειτα / πληθύν:〉 συντέμνει τὸ διήγημα |
| book 304-5.2 | διὰ τοῦ αὐτὰρ ἔπειτα / πληθύν. Til |
| book 305-8.1 | πληθύν, ὡς ὁπότε νέφεα〈—ἰωῆσ〉: ἡ ὁμοίω‐ |
| book 305-8.2 | σις πρὸς τὸ συνεχὲς τῶν ἀναιρουμένων· ὡς γὰρ νέφη, φησί, συνδιώκει |
| book 305-8.3 | Ζέφυρος ἄνεμος ὑπὸ Νότου συστραφέντα, οὕτω συνδιώκων ἀνῄρει τὸ |
| book 305-8 | πλῆθος ὁ Ἕκτωρ. καλῶς δὲ τοὺς πυκνωθέντας μὲν ὑπὸ Ἀγαμέμνονος, |
| book 305-8.5.1 | διασκεδασθέντας δὲ ὑπὸ Ἕκτορος νέφεσιν εἴκασεν, ἃ συνάγει μὲν Νό‐ |
| book 305-8.5.2 | τος, διώκει δὲ Ζέφυρος. ηὔξησε δὲ καὶ τὸν Ζέφυρον, μέγα κῦμα ὑπ’ |
| book 305-8.5.3 | αὐτοῦ ἀνεγείρεσθαι λέγων. καὶ ἀνέμων δὲ φύσεις οἶδεν ὁ ποιητής, |
| book 305-8.5.4 | b(BCE3E4)T ἐφ’ οἷς Εὖρον μὲν καὶ Νότον οἶδε συνάγοντας νέφη, |
| book 305-8.5.5 | Ζέφυρον δὲ καὶ Βορέαν διασκιδνάντας τὰ συνηγμένα †ὡς ὁ ποιητής. T |
| book 305-6a.1 | πληθύν· ὡς ὁπότε 〈νέφεα〉 Ζέφυρος στυφελίξῃ / |
| book 305-6a.2 | ἀργεστᾶο Νότοιο 〈βαθείῃ λαίλαπι τύπτων〉: ἐπὶ τὸ Νό‐ |
| book 305-6a.3 | τοιο 〈βραχύ〉 διασταλτέον· τὸ γὰρ ἑξῆς, νέφεα ἀργεστᾶο Νότοιο |
| book 305-6a.4 | Ζέφυρος στυφελίξῃ βαθείῃ λαίλαπι, ὡς τὰ ὑπὸ τοῦ Νότου |
| book 305-6a.5.1 | συναχθέντα νέφη τοῦ Ζεφύρου διασκιδνάντος. καὶ χαριέντως πάνυ |
| book 305-6a.5.2 | ἔχει ἡ ὁμοίωσις· καὶ γὰρ τοὺς Ἕλληνας ὑπ’ Ἀγαμέμνονος ἐπιστρε‐ |
| book 305-6a.5.3 | φεστέρους γενομένους διέλυσεν ὁ Ἕκτωρ. A |
| book 305b.1 | νέφεα〈—Νότοιο〉: τὸ ἑξῆς νέφεα ἀργεστᾶο |
| book 305b.2 | Νότοιο, τουτέστι τὰ ὑπὸ τοῦ Νότου συνηγμένα. T |
| book 306a.1 | ἀργεστᾶο Νότοιο: πρὸς τὸ σημαινόμενον, ὅτι τὰ |
| book 306a.2 | συνιστάμενα ὑπὸ τοῦ {λευκο}Νότου νέφη ὁ Ζέφυρος διατινάσσει. ὁ δὲ |
| book 306a.3 | καλούμενος Λευκόνοτος σφοδρότερός ἐστιν. A | Ὅμηρος δὲ τέσσαρας |
| book 306a.4 | ἀνέμους μόνους οἶδεν. AAim |
| book 306b | ἀργεστᾶο: ἀπὸ τοῦ ἀργεστής ὀξυτόνου Βοιωτιακὴ γε‐ |
| book 306b | νικὴ ἡ ἀργεστᾶο προπερισπωμένως. A |
| book 306c.1 | 〈ΑΡΓΕΣΤΑΟ:〉 εἰ μὲν ἐπὶ τοῦ Εὔρου κεῖται, ἔστι κύριον |
| book 306c.2 | προπαροξυνόμενον, ὡς „Ἀργέσταο“ (Ap. Rh. 2, 961)· εἰ δὲ ἐπίθετον |
| book 306c.3 | τοῦ Νότου, προπερισπᾶται. b(BCE3E4)T |
| book 306d.1 | ἀργεστᾶο 〈Νότοιο〉: οἱ μὲν ταχέος, οἱ δὲ τοῦ Λευκονό‐ |
| book 306d.2 | του. b(BCE3E4)T οἱ δὲ λείπειν τὸν ἤ, ἵν’ ᾖ ἢ Ἀργέστου ἢ Νότου, |
| book 306d.3 | ὅ ἐστιν Εὔρου· καὶ Ἡσίοδος γὰρ „Ἀργέστην Ζέφυρον Βορέην τ’ |
| book 306d.4 | αἰψηροκέλευθον / καὶ Νότον“ (th. 379—80). T | εἰς τὸ Νότοιο δὲ |
| book 306d.5.1 | ὀλίγη διαστολή, ἵν’ ᾖ ὡς Ζέφυρος κινήσῃ νέφη, ἃ συνήγαγε Νότος, |
| book 306d.5.2 | οὕτως Ἕκτωρ ἐσκέδασε τοὺς ὑπὸ Ἀγαμέμνονος συνηγμένους. |
| book 306d.5.3 | b(BCE3E4)T |
| book 307a.1 | πολλὸν δὲ τρόφι κῦμα: ὅτι 〈***〉. | τὸ τρόφι ἀπο‐ |
| book 307a.2 | κοπῇ τοῦ τρόφιμον ὁ Ἡρωδιανός φησιν (2,214,9), ὅτι ἔστη τῇ |
| book 307a.3 | πήξει, τῇ αὐξήσει· „κύματά τε τροφέοντα“ (γ 290) εὐτραφῆ, καὶ |
| book 307a | τροφαλὶς τὸ πεπηγὸς γάλα. A |
| book 307b.1 | πολλόν: οὐκ ἐπ’ ἀριθμοῦ, ἀλλ’ ἐπὶ μεγέθους ἡ λέξις, ὡς τὸ |
| book 307b.2 | „πολλὸς γάρ τις ἔκειτο“ (Η 156). b(BCE3E4)T |
| book 307c | ἄχνη: ἧς οὐ δυνάμεθα ἔχεσθαι διὰ τὸ λεπτόν. b(BCE3E4)T |
| book 308a.1 | πολυπλάγκτοιο: τοῦ πανταχοῦ περιάγοντος τὰ κύματα |
| book 308a.2 | b(BCE3E4)T ἢ τὰ σώματα. T |
| book 308b | ἰωῆς: ὁρμῆς, παρὰ τὸ ἴω. T |
| book 309.1 | ὡς ἄρα πυκνὰ καρήατα: κατ’ ἐξοχήν· καὶ „τοίην γὰρ |
| book 309.2 | κεφαλήν“ (α 343). T |
| book 310 | ἔργα γένοντο: ἀρχαϊκώτερον—συντάσσει ῥήματα. A |
| book 311.1 | καί νύ κεν ἐν νήεσσι πέσον: πρὸς τὸ „ἐν νηυσὶ μελαί‐ |
| book 311.2 | νῃσιν πεσέονται.“ (Λ 824). T |
| book 312.1 | εἰ μὴ Τυδείδῃ Διομήδει 〈κέκλετ’ Ὀδυσσεύσ〉: ἐσή‐ |
| book 312.2 | μανε τὸ „σφῇ ἀρετῇ 〈Δαναοὶ ῥήξαντο φάλαγγας /〉 κεκλόμενοι ἑτά‐ |
| book 312.3 | ροισι“ (Λ 90—1)· φησὶ γοῦν, ὡς ἔπαθον ἄν, εἰ μὴ ὁ λόγος Ὀδυσσέως |
| book 312.4 | ὤνησεν. Διομήδεα δὲ προτρέπεται ὡς κοινωνὸν τῶν κατὰ νύκτα. |
| book 312.5 | ὅπερ δὲ Διομήδης ἐποίησεν ἐν τῇ Θ (cf. 90—6), νῦν Ὀδυσσεύς. T |
| book 313a.1 | Τυδείδη, τί παθόντε 〈λελάσμεθα θούριδος ἀλ‐ |
| book 313a.2 | κῆς;〉: ἠρέμα ἀπολογεῖται περὶ τῆς ἐν τῇ προτέρᾳ μάχῃ φυγῆς (cf. |
| book 313a.3 | Θ 98)· τότε γὰρ εἶξεν Ὀδυσσεύς, ὅτε τὸ Ἑλληνικὸν κεραυνοῖς ἐφόβει |
| book 313a.4 | ὁ Ζεύς. b(BCE3E4)T ἀλογίστως δὲ ὁ Διομήδης ἀνθίστατο, |
| book 313a.5.1 | b(BE3E4)T καὶ τοῦτο αὐτῷ ὁ Νέστωρ ἐπιπλήττει (cf. Θ 99‐ |
| book 313a.5.2 | 144)· T ἐνταῦθα δὲ οὐδενὸς τοιούτου γενομένου ἀνιαρῶς μὲν ὁ |
| book 313a.5.3 | Διομήδης ἀφέστηκε τῆς τύχης, ὁ δὲ Ὀδυσσεὺς εὐλόγως μένει· διὸ καὶ |
| book 313a.5.4 | βοᾷ· τί παθόντε λελάσμεθα, τί τὸ φοβοῦν ἡμᾶς ἐστιν; b(BE3 |
| book 313a | E4)T |
| book 313b.1 | θούριδος ἀλκῆς: ἣν πρὸ ὀλίγου ἐπεδειξάμεθα κατὰ |
| book 313b.2 | Ῥήσου, ἢ ἥν μοι προετρέπου (sc. Θ 93—6). Til |
| book 314a.1 | ἀλλ’ ἄγε δεῦρο, πέπον: σημειοῦνταί τινες ὅτι ἀρι‐ |
| book 314a.2 | στ〈ε〉ίαν ἐνταῦθα Ὀδυσσέως παράγει, τὸ δὲ δεῦρο εἰς τοῦτον τὸν |
| book 314a.3 | τόπον. A |
| book 314b.1 | παρ’ ἔμ’ ἵστασο: παρ’ ἐμέ· „συμφερτὴ δ’ ἀρετή“ (Ν |
| book 314b.2 | 237). Κομανὸς δέ φησι καθ’ ὑπεροχὴν ἐπαινεῖσθαι Ὀδυσσέα, εἴ γε ὡς |
| book 314b.3 | ἥττονι Διομήδει ἐπιτάσσει. T |
| book 314-5.1 | δὴ γὰρ ἔλεγχος / ἔσσεται: εὖ τὸ μὴ τοῦ θανάτου |
| book 314-5.2 | πεφροντικέναι, τῆς δὲ αἰσχύνης, ἣν ἐπέφερε τὸ πρᾶγμα. b(BCE3E4)T |
| book 315a | 〈ἔσσεται:〉 ἡμῖν δηλονότι. Aim |
| book 315b.1 | 〈εἴ κεν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ:〉 τινὲς „εἴ |
| book 315b.2 | κεν Τρῶες 〈***〉 νῆας ἕλωσιν“, ἐπεὶ καὶ „Τρωσὶν δὴ βόλεται |
| book 315b.3 | 〈δοῦναι κράτοσ〉“ (Λ 319). T |
| book 317a.1 | ἤτοι ἐγὼ μενέω 〈καὶ τλήσομαι〉· ἀλλὰ μίνυνθα: |
| book 317a.2 | ὡς ἔμφρων ὁ Διομήδης αἰσθάνεται μὲν τὰ θεῶν, οὐ μὴν προφασίζεται. |
| book 317a.3 | b(BCE3E4)T |
| book 317b | μενέω καὶ στήσομαι: ἤλλακται διὰ τὸ μέτρον. T |
| book 317c | 〈στήσομαι:〉 καὶ „τλήσομαι“ γράφεται. Til |
| book 318a1 | ἡμέων ἔσσεται ἦδος: νοεῖ ἀπὸ τοῦ ἀγχιστρόφου τῆς |
| book 318a1.1 | μάχης, καὶ Ὀδυσσεὺς μέν, ὅπως βασανίζῃ τὸν καιρόν. ἄλλως τε καὶ |
| book 318a1.2 | εἰς τὰ ἑξῆς πιθανῶς οἰκονομεῖ ὁ ποιητής· ἐπεὶ γὰρ αὐτοὺς βούλεται |
| book 318a1.3 | τρωθῆναι, ὅπως ἀναρχίας ἕνεκεν δοκοίη ἡ καῦσις γενέσθαι τῶν νεῶν, |
| book 318a1.5.1 | †ἑαυτοῖς ἐπιδιδοῦσιν† τοῖς δεινοῖς. διδάσκει δὲ ὅτι χρὴ πράττειν τὰ |
| book 318a1.5.2 | περὶ ἑαυτοῦ, εἰ καὶ μέλλοι τὰ τῆς τύχης ἐναντιοῦσθαι. T |
| book 318a2.1 | ἀπὸ τῆς ἀγχιστρόφου μάχης τοῦτο νοεῖ, Ὀδυσσεὺς δὲ |
| book 318a2.2 | βασανίζει τὸν καιρόν. οἰκονομικῶς δὲ ὁ ποιητὴς ἐπιρρίπτει αὐτοὺς |
| book 318a2.3 | τοῖς δεινοῖς, ὅπως τρωθέντες ὑποχωρήσωσι b(BCE3E4) καὶ δι’ |
| book 318a2.4 | ἀναρχίαν ἡ καῦσις τῶν νεῶν γεγονέναι δοκῇ. διδάσκει δὲ ὅτι χρὴ |
| book 318a2.5.1 | πράττειν τὰ παρ’ ἑαυτοῦ, καὶ εἰ †μέλοι† τὰ τῆς τύχης ἐναντιοῦσθαι. |
| book 318a2.5.2 | b(BE3E4) |
| book 319 | 〈βόλεται:〉 ὅτι ἀντὶ τοῦ βούλεται. Aim |
| book 320.1 | 〈ἦ καὶ Θυμβραῖον μὲν ἀφ’ ἵππων ὦσε χαμᾶζε:〉 |
| book 320.2 | Θυμβραῖον ὡς „Ἰδαῖον“ (Η 405. Ω 470). | ὅτε δὲ εὐτυχοῦσι, σύνδυο |
| book 320.3 | φονεύουσι (cf. Λ 92—147). Til |
| book 321-2.1 | 〈αὐτὰρ Ὀδυσσεύς / ἀντίθεον θεράποντα Μο‐ |
| book 321-2.2 | λίονα τοῖο ἄνακτος: ἀντίθεον〉 ἀντὶ τοῦ παρεπομένου. | ἀντὶ |
| book 321-2.3 | τοῦ ἐφόνευσε καὶ Ὀδυσσεύς. Til |
| book 322 | 〈τοῖο ἄνακτος:〉 τούτου τοῦ προειρημένου. Til |
| book 324-5.1 | ὡς ὅτε κάπρω 〈/ ἐν κυσὶ—πέσητον〉: ἐπεὶ καὶ |
| book 324-5.2 | ἔλεγε „σεύῃ ἐπ’ ἀγροτέρῳ συΐ“ (Λ 293). T |
| book 325a | 〈ἐν κυσί:〉 ἀντὶ τοῦ εἰς κύνας. Til |
| book 325b | 〈θηρευτῇσι:〉 διχῶς „θηρητῆρσι“ καὶ θηρευτῇσι. Aim |
| book 326a | {ὡς ὄλεκον τρῶας} παλινορμένω: ὅτι ἀντὶ τοῦ ὄπισθεν |
| book 326a | ὁρμῶντες, ὡς „παλιμπλαγχθέντασ“ (Α 59). A |
| book 326b.1 | παλινορμένω: Τυραννίων (fr. 21 P.) δύο ποιεῖ, ὁ δὲ |
| book 326b.2 | Ἑρμαπίας σύνθετον ἐκδέχεται καὶ Ἀρίσταρχος. εἴρηται δὲ περὶ τῆς |
| book 326b.3 | συνθέσεως τοῦ πάλιν ὡς πρὸς τὰς μετοχὰς ἐν τῇ Α (sc. ad v. 59), ὅτε |
| book 326b.4 | περὶ τοῦ „πλαγχθέντασ“ διελαμβάνομεν. A |
| book 326c.1 | παλινορμένω: προφυγόντες γάρ, ὥς φησι „καὶ νύ κεν |
| book 326c.2 | ἐν νήεσσι πέσον“ (Λ 311), νῦν ἔναντι ὁρμῶσιν. | Ἀρίσταρχος ὑφ’ ἓν |
| book 326c.3 | ἀναγινώσκει τὸ παλινορμένω, „παλίνορσοσ“ (Γ 33), „εὐρυκρείων“ |
| book 326c.4 | (Α 102 al.), „ἐϋφρονέων“ (Α 73 al.). T |
| book 327a.1 | ἀσπασίως φεύγοντες ἀνέπνεον 〈Ἕκτορα δῖον〉: |
| book 327a.2 | οὐ χρὴ ὑπιδομένους τὸ ἀπεμφαῖνον—πῶς γὰρ ἀνέπνεον Ἕκτορα; — |
| book 327a.3 | διαστέλλειν ἐπὶ τὸ ἀνέπνεον, ἐπεὶ καὶ συναπτόντων ἡμῶν νοεῖται τὸ |
| book 327a.4 | ὑπερβατὸν φεύγοντες Ἕκτορα. A |
| book 327b.1 | 〈ἀσπασίωσ〉 φεύγοντες ἀνέπνεον Ἕκτορα δῖον: |
| book 327b.2 | τὸ ἑξῆς φεύγοντες Ἕκτορα δῖον ἀσπασίως ἀνέπνεον· |
| book 327b.3 | b(BCE3E4)T καὶ συναπτόντων δὲ ἡμῶν δῆλον τὸ ὑπερβατόν. T | |
| book 327b.4 | ὅρα τὸ ὄφελος τῶν Ὀδυσσέως λόγων, ὅτι παρορμήσας τὸν Διομήδην |
| book 327b.5.1 | αἴτιος γέγονε τοῖς ἄλλοις Ἕλλησι σωτηρίας. b(BCE3E4)T τοῦτο |
| book 327b.5.2 | δέ ἐστι τὸ „καί τε πολεῖς ἐσάωσεν“ (Ν 734). T |
| book 328a.1 | ἔνθ’ ἑλέτην δίφρον τε 〈καὶ ἀνέρε δήμου ἀρίστω〉: |
| book 328a.2 | ὅτι συλληπτικῶς εἴρηκεν ἑλέτην καὶ κοινὸν ποιεῖ τοῦ ἑτέρου τὸ |
| book 328a.3 | κατόρθωμα. ἔστι δὲ Διομήδης μόνος ὁ ἀνελών· ἐπιφέρει γοῦν „τοὺς μὲν |
| book 328a.4 | Τυδείδησ“ (Λ 333). A |
| book 328b.1 | ἑλέτην: συλληπτικῶς τὸ ἐπὶ ἑκατέρου· ἄμφω γὰρ |
| book 328b.2 | †πρὸς† ἕνα δίφρον καὶ δύο ἄνδρας εἷλον. T |
| book 328c | ἑλέτην δίφρον τε καὶ ἀνέρε: „ἕλεν δ’ Οἰνομάου βίαν |
| book 328c | παρθένον τε“ (Pind. Ol. 1, 88). T |
| book 329.1 | υἷε 〈δύω〉 Μέροπος 〈Περκωσίου〉: Ἄμφιος καὶ Ἄ‐ |
| book 329.2 | δραστος. Μέροπος Περκωσίου τινὲς πατρωνυμικῶς· ἐπεὶ πῶς Περ‐ |
| book 329.3 | κώτης Ἄσιος ἄρχει (cf. Β 835—7), οὗτοι δὲ Ἀδραστείας καὶ Ἀπαισοῦ |
| book 329.4 | (cf. Β 828—30); ἢ μετανάστης ἦν αὐτοῖς ὁ πατὴρ ἀπὸ Περκώτης |
| book 329.5 | μετοικήσας. T |
| book 331-2.1 | τὼ δέ οἱ οὔτι / πειθέσθην: οὔτε ἀπειθεῖν πατράσιν |
| book 331-2.2 | ἀξιοῖ οὔτε μαντικῆς καταφρονεῖν, θανάτῳ τοὺς τοῦτο δράσαντας κο‐ |
| book 331-2.3 | λάζων. b(BCE3E4)T |
| book 333.1 | τοὺς μὲν Τυδείδης: ὅτι διὰ τούτου συνίσταται ὁ Διο‐ |
| book 333.2 | μήδης μόνος ὁ ἀνῃρηκὼς τοὺς προειρημένους. A |
| book 334 | 〈κεκαδών:〉 χωρίσας, παρὰ τὸ χάζω. Til |
| book 336a.1 | ἔνθα σφιν κατὰ ἶσα μάχην ἐτάνυσσε Κρονίων: |
| book 336a.2 | πρὸς τὸ ἀξιόπιστον· οὐ γὰρ ἂν ἠρίστευον ἀντιτασσομένου Διός. φι‐ |
| book 336a.3 | λέλλην δὲ ὢν ὁ Ζεὺς τὸ πρόθυμον αὐτῶν αἰδεσθεὶς πρὸς ὀλίγον ἐνδί‐ |
| book 336a.4 | δωσιν. ἢ τοῦτο θέλει εἰπεῖν ὡς ἰσοβαρὴς γέγονεν αὐτοῖς ἐκείνῃ τῇ |
| book 336a.5.1 | ἡμέρᾳ ἡ μάχη· πρῶτα μὲν „ἴσας ὑσμίνῃ κεφαλὰς ἔχον“ (Λ 72), ὕστερον |
| book 336a.5.2 | ἀριστεύει Ἀγαμέμνων, ἔπειτα Ἕκτωρ. εἶτα οὗτοι καὶ τιτρώσκονται· |
| book 336a.5.3 | ἀλλὰ καὶ Ἕκτωρ ἐτρώθη (sc. Λ 350—6. Ξ 409—20). b(BCE3E4)T |
| book 336a.5.4 | τὸ δὲ ἔνθα χρονικῶς. T |
| book 336b.1 | 〈ἔνθα σφιν—Κρονίων:〉 ἀμφοτέροις τοῖς στρα‐ |
| book 336b.2 | τεύμασιν ἴσην τὴν μάχην ἐξέτεινεν. A |
| book 337.1 | 〈οἱ δ’ ἀλλήλους ἐνάριζον:〉 ὡς καὶ τῶν Ἀχαιῶν |
| book 337.2 | ἐπιστρεψάντων. Til |
| book 339a | 〈ἥρωα:〉 ὅτι πάντες ἥρωες ἐκαλοῦντο. Til |
| book 339b | 〈οὐ γάρ οἱ ἵπποι:〉 ἐν ἄλλῳ „οὐδὲ γὰρ ἵπποι“. Aim |
| book 340a | 〈προφυγεῖν:〉 λείπει ‘πρὸς τό‘. Til |
| book 340b | 〈ἀάσατο δὲ μέγα θυμῷ:〉 ἐπικερτομεῖ τὸ θράσος. Til |
| book 345a1.1 | 〈τὸν δὲ ἰδὼν ῥίγησε: γράφεται „τὸν δὲ ἰδὼν ἐνό‐ |
| book 345a1.2 | ησε“. Aim |
| book 345a2 | 〈ἐνόησε:〉 γράφεται „ῥίγησε“. Til |
| book 345b.1 | τὸν δὲ ἰδὼν ἐνόησε: ἰδὼν ἐνόησε ὅτι κατ’ αὐτῶν |
| book 345b.2 | ᾔει. ἢ ἐκ παραλλήλου τὸ αὐτό. ἀλλὰ τὸ πρῶτον ἄμεινον. T |
| book 346.1 | ἐγγὺς ἐόντα: οὐκ ἀφίστανται ἀλλήλων· ἴσασι γὰρ ὡς τὸ |
| book 346.2 | κοινωνεῖν αἴτιον αὐτοῖς τῶν κατορθωμάτων. b(BCE3E4)T |
| book 347a1.1 | 〈νῶϊν δὴ τόδε πῆμα〉 κυλίνδεται ὄβριμος Ἕ‐ |
| book 347a1.2 | κτωρ: ἀντὶ τοῦ κυλίνδει, ὡς ἄνεμος κυλίνδει κῦμα (cf. ε 296)· οἶδε γὰρ |
| book 347a1.3 | ὅτι τὸ δαιμόνιον αὐτῷ συναίρεται. T |
| book 347a2.1 | 〈κυλίνδεται:〉 ἀντὶ τοῦ ἐπιπέμπεται· οἶδε γὰρ ὡς τὸ |
| book 347a2.2 | δαιμόνιον αὐτῷ συνεργεῖ. b(BCE3E4) |
| book 348a.1 | ἀλλ’ ἄγε δὴ στέωμεν: ἀντιφιλοτιμοῦνται ταῖς προθυ‐ |
| book 348a.2 | μίαις. ὅρα δὲ ὅτι βλέποντες παρόντα κίνδυνον οὐ περὶ φυγῆς διανοοῦν‐ |
| book 348a.3 | ται, b(BCE3E4)T ἀλλ’ ἀνθίστασθαι ὁμοῦ ἐγνώκασιν. T |
| book 348b1 | 〈μένοντες:〉 Ζηνόδοτος δυϊκῶς „μένοντε“. Aim |
| book 348b2 | 〈μένοντε:〉 οὕτω Ζηνόδοτος. Til |
| book 350.1 | 〈καὶ βάλεν οὐδ’ ἀφάμαρτε:〉 σημειοῦνταί τινες ὅτι |
| book 350.2 | οὕτως εἴρηται ‘καὶ ἐπέτυχεν‘. Aim |
| book 351.1 | πλάγχθη δ’ ἀπὸ χαλκόφι χαλκός: ὑπὸ τοῦ— |
| book 351.2 | τὸ δόρυ. A |
| book 353a.1 | αὐλῶπις: αὐλῶπις εἰς στενὸν ἀναδοθεῖσα· „αὐλὸς ἀνὰ |
| book 353a.2 | ῥῖνας παχὺς ἦλθεν“ (χ 18). T |
| book 353a | αὐλῶπις: ἢ τὸν ἐπ’ αὐτῇ λόφον—δέ εἰσι περόναι. A |
| book 353b.1 | τήν οἱ πόρε Φοῖβος: ὅτι καὶ χαλεπὰ τὰ Ἡφαιστό‐ |
| book 353b.2 | τευκτα. ἀπολογεῖται δὲ ὡς ἀπέθανεν ἄν, εἰ μὴ διὰ τὴν θειότητα τοῦ |
| book 353b.3 | κράνους. T |
| book 354 | 〈ἀπέλεθρον:〉 λίαν, ἀμέτρως. Til |
| book 354 | 〈ἀπέλεθρον ἀνέδραμε:〉 θέλει λέγειν ὅτι—ἥλατο. A |
| book 355a.1 | στῆ δὲ γνὺξ 〈ἐριπών〉: ὅτι οὐχ οἷον ἐπὶ τῶν ποδῶν |
| book 355a.2 | ἔστη, ἀλλ’ ἐπὶ τὰ γόνατα πεσὼν ἔμεινεν. A |
| book 355b1 | 〈γνὺξ ἐριπών:〉 ἐπὶ γόνυ ἐνεχθείς. Til |
| book 355b2.1 | 〈στῆ δὲ γνὺξ ἐριπών:〉 ἔστη ἐπὶ γόνυ πεσών. b |
| book 355b2.2 | (BCE3) |
| book 355c.1 | στῆ δὲ γνὺξ ἐριπών: ὡς φιλοψευδὴς ὁ τυφλός, ὅτι καὶ |
| book 355c.2 | ἄριστα ψεύδεται· πρῶτον μὲν γὰρ οὐκ ἐτρώθη ὁ Ἕκτωρ, ὡς αὐτός |
| book 355c.3 | φησιν (cf. Λ 351—3), εἶτα δὲ καὶ τὸ ἀναδραμεῖν (cf. Λ 354) πολὺ ἐρ‐ |
| book 355c.4 | ρωμένου τινός ἐστιν. πῶς οὖν καὶ ἔπεσεν ἐπὶ γούνατα καὶ ἀπέθανε |
| book 355c.5 | μικροῦ δεῖν; A |
| book 356a.1 | γαίης· ἀμφὶ δὲ ὄσσε 〈κελαινὴ νὺξ ἐκάλυψεν〉: ὁ |
| book 356a.2 | ὀβελὸς καὶ ὁ ἀστερίσκος, ὅτι ἐν ἄλλῳ τόπῳ (sc. Ε 310) ὀρθῶς κεῖται· |
| book 356a.3 | οὐ γέγονε γὰρ σφοδρὰ πληγή, ὡς ἐπ’ Αἰνείου, οὐ „θλάσσε δέ οἱ κοτύ‐ |
| book 356a | λην“ (Ε 307). πῶς οὖν ἐσκοτώθη; A |
| book 356b1.1 | 〈γαίης—ἐκάλυψεν:〉 προηθέτει Ἀριστοφάνης, |
| book 356b1.2 | Ζηνόδοτος δὲ οὐδὲ ἔγραφεν. Aim |
| book 356b2.1 | {ἀμφὶ δὲ ὄσσε κελαινή:} Ζηνόδοτος οὐ γράφει, Ἀρίσταρ‐ |
| book 356b2.2 | χος ἀθετεῖ. T |
| book 356c1 | 〈γαίης·〉 ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψεν: |
| book 356c1.1 | κακῶς ἐκ τῶν Αἰνείου (sc. Ε 310) μετηνέχθη. σκότωσις δὲ αὐτῷ γέγο‐ |
| book 356c1.2 | νεν, ὡς τὸ „ἄμπνυτο“ (Λ 359) δηλοῖ· καὶ ἐπ’ Ἀνδρομάχης „ἡ δ’ |
| book 356c1.3 | ἐπεὶ οὖν ἄμπνυτο“ (Χ 475). T |
| book 356c2 | καὶ σκότωσις αὐτῷ γέγονεν. b(BCE3E4) |
| book 357.1 | μετὰ δούρατος ᾤχετ’ ἐρωήν: τὴν ὁρμήν. δηλοῖ ἡ λέξις |
| book 357.2 | καὶ τὴν ὑποχώρησιν· b(BCE3)T „πολέμου δ’ οὐ γίνετ’ ἐρωή“ |
| book 357.3 | (Π 302). T |
| book 358a.1 | καταείσατο: ψιλωτέον· ἀπὸ γὰρ τοῦ †εἴδω† βαρυτόνου |
| book 358a.2 | AT ὁ σχηματισμός. A |
| book 358b.1 | καταείσατο: ἐφάνη, παρὰ τὸ εἴδω. ἢ κατηνέχθη, παρὰ |
| book 358b.2 | τὸ εἴω τὸ δηλοῦν τὸ πορεύομαι, b(BCE3E4)T ἐΐω καὶ κράσει |
| book 358b | εἴω. T |
| book 362.1 | ἐξ αὖ νῦν ἔφυγες 〈θάνατον, κύον〉: εἰκότως ἐπικαυχᾶται τῷ Ἕκτορι, ἐπεὶ |
| book 362.2 | κἀκεῖνος ἐπεκαυχήσατο κατ’ αὐτοῦ „ἔρρε, κακὴ γλήνη“ (Θ 164). |
| book 362.3 | b(BCE3E4)T |
| book 363.1 | ἐρύσατο Φοῖβος 〈Ἀπόλλων〉: στοχαστικώτερον. ἢ |
| book 363.2 | ἐπειδὴ καὶ Αἰνείου ὑπερεμάχει ὁ Ἀπόλλων (cf. Ε 439—44). T |
| book 365a.1 | ἦ θήν ς’ ἐξανύω γε 〈καὶ ὕστερον ἀντιβολήσασ〉: |
| book 365a.2 | τὸ ἀνύω φυλακτέον ἐπὶ τοῦ αὐτοῦ τόνου, λέγω δὲ τοῦ βαρέος· |
| book 365a.3 | ἐνεστὼς γάρ ἐστιν ἀντὶ μέλλοντος. | τὸ δὲ ἑξῆς ἐστι κατεργάσομαι δή |
| book 365a.4 | σε καὶ ἀνελῶ, καὶ τέλος τῇ πράξει ἐπιθήσω, ἐξ ὑστέρου ἀπαντήσας. A |
| book 365b.1 | ἦ θήν ς’ ἐξανύω γε: ἐργάσομαι, διαχρήσομαι· | ἐπὶ |
| book 365b.2 | τέλος ἄξω. T |
| book 366a.1 | εἴ πού τις καὶ ἐμοί γε θεῶν 〈ἐπιτάρροθός ἐστιν〉: |
| book 366a.2 | οἶδε μὲν ὡς ἐπίκουρον ἔχει τὴν Ἀθηνᾶν, οὐ μὴν ἐπεκαυχήσατο ἀλαζο‐ |
| book 366a.3 | νικώτερον, ἀλλὰ μετρίως. b(BCE3E4)T |
| book 366b | ἐπιτάρροθος: πλεονάζει ἡ ταρ, ὡς ἐν τῷ „ἀταρτηρόσ“ (cf. Α 223). T |
| book 366c | 〈ἐπιτάρροθός ἐστι:〉 ἐν ἄλλῳ „ἐπιτάρροθος εἴη“. Aint |
| book 368a.1 | 〈ἦ〉 καὶ Παιονίδην〈—〉ἐξενάριζεν: τὸν λόγον |
| book 368a.2 | ἐπαναφέρει ἐπὶ τὰ ἔμπροσθεν „ἤτοι Τυδέος υἱὸς Ἀγάστροφον οὔτασε |
| book 368a.3 | δουρί / Παιονίδην ἥρωα κατ’ ἰσχίον“ (Λ 338—9). εἶτα 〈τὰ〉 περὶ τὴν |
| book 368a.4 | Ἕκτορος ἔφοδον διελθὼν πάλιν περὶ τοῦ Ἀγαστρόφου διηγεῖται ὅτι |
| book 368a.5 | τοῦτον σκυλεύοντι αὐτῷ ἐπιτίθεται Ἀλέξανδρος. T |
| book 368b.1 | ἐξενάριζεν: ὅτι Ζηνόδοτος γράφει „ἐξενάριξεν“ συντελι‐ |
| book 368b.2 | κῶς. ἄρτι δὲ ἔμελλε σκυλεύειν· ἐπιφέρει γοῦν „ἤτοι ὁ μὲν θώρηκα |
| book 368b.3 | Ἀγαστρόφου ἰφθίμοιο“ (Λ 373). διὰ τοῦ ζ οὖν γραπτέον παρατατι‐ |
| book 368b.4 | κῶς· σκυλεύοντα γὰρ αὐτὸν βάλλει ὁ Ἀλεξάνδρος. A |
| book 368c1.1 | 〈ἐξενάριζεν:〉 Ἀρίσταρχος παρατατικῶς ἐξενάριζεν. |
| book 368c1.2 | Aim |
| book 368c2.1 | {ἦ καὶ παιονίδην ἐξενάριζεν:} οὕτω διὰ τοῦ ζ· οὐ γὰρ |
| book 368c2.2 | ἐτέλεσεν. T |
| book 369-95.1 | αὐτὰρ Ἀλέξανδρος, Ἑλένης πόσισ〈—γυ‐ |
| book 369-95.2 | ναῖκεσ〉: καὶ τὸν Διομήδην λάθρα τιτρωσκόμενον εἰσάγει, ὡς καὶ τὸν |
| book 369-95.3 | Ἀγαμέμνονα (cf. Λ 251—3). b(BCE3E4)T ἔστι δὲ τὸ πᾶν |
| book 369-95.4 | διατριβή. T ὅρα δὲ ὅτι τῷ τοῦ Ἀλεξάνδρου ὀνόματι ὡς ἐπὶ πολὺ |
| book 369-95.5.1 | τὴν Ἑλένην προστίθησιν, ὥσπερ ἀναμιμνῄσκων τῆς ἀσελγείας αὐτοῦ |
| book 369-95.5.2 | τοὺς ἀκούοντας. b(BCE3E4)T |
| book 370a1.1 | Τυδείδῃ ἐπὶ τόξα: οἱ ἀκριβῶς ἀναγινώσκοντες ἀναστρέ‐ |
| book 370a1.2 | φουσι τὴν πρόθεσιν· τὸ γὰρ ἑξῆς ἐστιν ἐπὶ Τυδείδῃ. A |
| book 370a2.1 | ἀναστρεπτέον δὲ τὴν πρόθεσιν, ὥς φησιν Ἡρωδιανός |
| book 370a2.2 | (2,75,9). T |
| book 370b.1 | Τυδείδῃ ἐπὶ τόξα 〈τιταίνετο〉: ἔοικεν Ὅμηρος |
| book 370b.2 | ἀπέχθεσθαι τῷ σκυλευμῷ, ὡς ἐπὶ Ἀγαμέμνονος, ὃς σκυλεύων Ἰφιδά‐ |
| book 370b.3 | μαντα τιτρώσκεται (cf. Λ 246—53), καὶ ἐπὶ Ἐλεφήνορος (cf. Δ |
| book 370b.4 | 463—9). καὶ ὁ Νέστωρ δὲ παραινεῖ „μή τις νῦν ἐνάρων ἐπιβαλλόμε‐ |
| book 370b.5 | νοσ“ (Ζ 68). T |
| book 371a1 | στήλῃ κεκλιμένος: †περικεκυλισμένος† (οὐδὲ τῷ δια‐ |
| book 371a1 | στήματι δὲ ἀρκεῖται), ὡσεὶ ἔλεγε ‚νεκρὸς παρὰ νεκρῷ ἑστηκώσ‛. T |
| book 371a2.1 | παρακεκρυμμένος καὶ κεκαλυμμένος, ὡσεὶ νεκρός, φησί, |
| book 371a2.2 | παρὰ νεκρῷ ἑστηκώς. b(BCE3E4) |
| book 371a2.1 | 〈στήλῃ κεκλιμένος:〉 τὴν ἐπὶ τοῦ τάφου στήλην προ‐ |
| book 371a2.2 | βεβλημένος—γυναικομανής. Aim |
| book 371b.1 | ἀνδροκμήτῳ: ὑφ’ ᾧ ἀνὴρ καμὼν ἔκειτο· b(BCE3E4)T |
| book 371b.2 | ἢ ὑπὸ ἀνδρὸς πονηθέντι. b(BE3E4)T |
| book 371b.1 | ἀνδροκμήτῳ: ἤτοι ἐν ᾧ ἀνὴρ καμών, τουτέστιν ἀποθανών, |
| book 371b.2 | κεῖται, ἢ ὑπὸ ἀνδρὸς—κατεσκευασμένῳ. A |
| book 372a.1 | Ἴλου Δαρδανίδαο: προγονικῶς· Τρωὸς γὰρ ἦν Ἶλος |
| book 372a.2 | (cf. Υ 131—2). ἐπὶ δὲ τῷ μνήματι τοῦ παλαιοῦ προγόνου ἐστί, μηδὲν |
| book 372a.3 | ἀν〈τ〉άξιον ποιῶν. T |
| book 372b.1 | δημογέροντος: οὕτω καὶ τοὺς βασιλεῖς ἐκάλουν παρὰ |
| book 372b.2 | τοῦ δήμου γέρας ἔχοντας, ὁμοίως δὲ καὶ τοὺς γέροντας καὶ δημότας. |
| book 372b.3 | b(BCE3E4)T |
| book 373-6.1 | ἤτοι ὁ μὲν θώρηκα〈—χειρόσ〉: καὶ οὐχ ὁρώ‐ |
| book 373-6.2 | μενος τοξεύει λάθρα καὶ τὴν ἀσχολίαν τοῦ βαλλομένου παρέλαβεν· |
| book 373-6.3 | ὥστε οὐδὲν μέγα πέπρακται αὐτῷ ἐπὶ τῇ εὐστοχίᾳ T |
| book 375.1 | τόξου πῆχυν ἀνεῖλκε: εἰσὶ τόξα ἐκ δύο κεράτων συμ‐ |
| book 375.2 | βεβλημένα, ἃ πῆχυν καλοῦσιν. εὖ δὲ τὸ παρατατικῶς ἀνεῖλκε φάναι, |
| book 375.3 | ἵνα δὴ ἐναργῶς ἐπιδείξῃ τὸν τοῦ πολεμίου τυχεῖν στοχαζόμενον. |
| book 375.4 | b(BCE3)T |
| book 375.5 | ὁ δὲ τόξου πῆ〈χ〉υν: τὸ τόξον περιφραστικῶς—μετ‐ |
| book 375 | εχειρίζετο οὖν, φησί, τὸ τόξον. A |
| book 376a.1 | καὶ βάλεν, οὐδ’ ἄρα μιν 〈ἅλιον βέλος ἔκφυγε |
| book 376a.2 | χειρόσ〉: ὅτι τὸ βάλεν ἀντὶ τοῦ ἐπέτυχεν· καὶ ὅτι ἐν σχήματι εἴρηκεν, |
| book 376a.3 | οὐδὲ ἅλιον αὐτὸν ἐξέφυγε τῆς χειρός. A |
| book 376b.1 | οὐδ’ ἄρα μιν ἅλιον 〈βέλος ἔκφυγε χειρόσ〉: |
| book 376b.2 | μίν ἀντὶ τοῦ αὐτοῦ, ὡς τὸ „τὸν τρισκαιδέκατον μελιηδέα θυμὸν |
| book 376b.3 | ἀπηύρα“ (Κ 495) ἀντὶ τοῦ αὐτοῦ. T |
| book 378a.1 | ἐν γαίῃ κατέπηκτο: ἐναργῶς πάνυ. δι’ ὅλου δὲ φυ‐ |
| book 378a.2 | λάσσεται περὶ τὰς πληγὰς ποικιλίαν ὁ ποιητής. T |
| book 378b.1 | μάλα ἡδὺ γελάσ〈σ〉ας: κεχυμένως. καὶ ἐπὶ 〈τῶν〉 |
| book 378b.2 | μνηστήρων „γέλῳ ἔκθανον“ (ς 100). ἐπὶ δὲ Ὀδυσσέως „ἐπιμειδή‐ |
| book 378b.3 | σασ“ (Κ 400. χ 371), καὶ „μειδιόων βλοσυροῖσι προσώπασι“ (Η |
| book 378b.4 | 212). T |
| book 379a.1 | ἐκ λόχου ἀμπήδησε: εὖ τὸν ἐκ τοῦ ἀφανοῦς τοξεύον‐ |
| book 379a.2 | τα ἐκ λόχου ἀναπηδῆσαί φησιν. b(BCE3E4)T |
| book 379b.1 | εὐχόμενος ἔπος ηὔδα: ἀσχημόνως πάνυ ὡς μέγα τι |
| book 379b.2 | κατωρθωκὼς βοᾷ· κατακρύψας γὰρ ἑαυτὸν ἕνα ἔτρωσεν, ἀλλ’ |
| book 379b.3 | οὐδὲ τοῦτον ἀνεῖλεν. b(BCE3E4)T οἷα καὶ 〈τὰ〉 πρόσθεν αὐτοῦ |
| book 379b.4 | ἔργα· φευγόντων Ἑλλήνων ἵππον ἀναιρεῖ καὶ τοῦτον πρεσβύτου |
| book 379b.5 | (cf. Θ 81—6). T |
| book 382-3.1 | οὕτω κεν 〈καὶ〉 Τρῶες ἀνέπνευσαν〈— |
| book 382-3.2 | αἶγεσ〉: δι’ ὧν ἑαυτοῦ τὴν πληγὴν αὔξει, λανθάνει καταβάλλων |
| book 382-3.3 | τὸ κοινόν. T |
| book 383a.1 | οἵ τέ σε πεφρίκασι: τὸ ἴδιον πάθος ἐπὶ πάντας εἰ‐ |
| book 383a.2 | κάζει. | οὐκ ἀναγκαῖον δὲ ἀντιδιαστέλλειν, ὡς οἴεται Ἀλεξίων |
| book 383a | (fr. 41 B.)· δύναται γὰρ καὶ ἀπόλυτος εἶναι. A |
| book 383b.1 | οἵ τέ σε πεφρίκασι〈—μηκάδες αἶγεσ〉: ὡς |
| book 383b.2 | δειλὸς καὶ περὶ τῶν ἄλλων ὑπείληφεν ὡς φοβουμένων. ἔστι δὲ καὶ |
| book 383b.3 | ἀνοήτου ἐλέγχειν τοὺς οἰκείους ἐπὶ τῶν πολεμίων. b(BCE3E4)T |
| book 383b.4 | μηκάδες δὲ κατὰ μίμησιν τῆς φθογγῆς. T |
| book 383c.1 | μηκάδες: ἐπιθετικῶς αἱ αἶγες, ἀπὸ τοῦ ἰδιώματος τῆς |
| book 383c.2 | φωνῆς· μηκὴ γὰρ καλεῖται ἡ τῆς αἰγὸς φωνή. A |
| book 385a1.1 | 〈τοξότα λωβητὴρ κέρᾳ ἀγλαὲ παρθενοπῖπα:〉 |
| book 385a1.2 | περὶ {δὲ} τῶν διαστολῶν εἴρηται πολλοῖς ὅτι εἰσὶν ἀμφίβολοι· ἢ |
| book 385a1.3 | γὰρ καθ’ ἑαυτὸ ἕκαστον, μόνου τοῦ κέρᾳ προσδιδομένου ἢ τοῖς |
| book 385a1.4 | ἡγουμένοις ἢ τοῖς ἑπομένοις, ἢ κατὰ δύο 〈ἢ〉 καὶ ἐναλ〈λ〉άξ, τὰ |
| book 385a1.5 | μὲν καθ’ ἕν, τὰ δὲ κατὰ δύο. A |
| book 385a2 | δύναται καθ’ ἓν στιγμὴ καὶ εἰς δύο. Til |
| book 385b.1 | τοξότα λωβητήρ: ἀλλαχοῦ „ποῦ τοι τόξον;“ (Ε |
| book 385b.2 | 171). ἢ †τοὺς ἀγχιμάχους ἐπῄνει. T |
| book 385c.1 | τοξότα 〈λωβητήρ, κέρᾳ ἀγλαὲ παρθενοπῖπα〉: |
| book 385c.2 | ἀλλὰ καὶ οἱ θεοί, φασί, τοξόται καὶ τῶν ἡρώων οἱ κράτιστοι, Ἀπόλ‐ |
| book 385c.3 | λων Ἄρτεμις Ἡρακλῆς Ἴδας Εὔρυτος, καὶ ἐν τοῖς εἰς Ἴλιον στρα‐ |
| book 385c.4 | τευομένοις Μηριόνης (cf. Κ 260. Ψ 870—83), Φιλοκτήτης (cf. Β |
| book 385c.5.1 | 718), Τεῦκρος (cf. Θ 260 al.). οὐχ ὅτι δὲ τοξότης ὀνειδίζει, ἀλλ’ |
| book 385c.5.2 | ὅτι δὴ φαῦλος τοξότης· τοῦτο γὰρ ἐμφαίνει τὸ λωβητήρ. |
| book 385c.5.3 | b(BCE3E4)T εἶτα πάλιν ὑφ’ ἓν τὸ κέρᾳ ἀγλαὲ παρθενο‐ |
| book 385c.5.4 | πῖπα, ὦ τῇ τριχὶ κάλλιστε ἐπὶ ἀπάτῃ παρθένων· οὐ γὰρ καθ’ |
| book 385c | ἑαυτὸ τὸ κομᾶν κακόν ἐστιν. b(BE3E4)T |
| book 385d.1 | κέρᾳ ἀγλαέ: ὅτι κέρᾳ οὐ τῇ τριχὶ ψιλῶς, ἀλλ’ ἐμ‐ |
| book 385d.2 | πλοκῆς τι γένος· εἰς κέρατος τρόπον ἀνεπλέκοντο οἱ ἀρχαῖοι. |
| book 385d.3 | Σώφρων (fr. 163 K.)· „κορώνας ἀνδούμενοι“· καὶ οἱ Ἀθηναῖοι |
| book 385d.4 | τέττιγας ἐνεπλέκοντο· καὶ παρ’ Ὁμήρῳ „πλοχμοί θ’, οἳ χρυσῷ |
| book 385d.5.1 | τε καὶ ἀργύρῳ ἐσφήκωντο“ (Ρ 52). ἔνιοι δέ, τῷ τόξῳ ἀγαλλόμενε· |
| book 385d.5.2 | προείρηκε δὲ τοξότα λωβητήρ. A |
| book 385e1.1 | κέρᾳ ἀγλαέ: σὺν τῷ ι ἔγραψάν τινες τὸ κέρᾳ, ἵνα ᾖ |
| book 385e1.2 | δοτικὴ ὁμοίως τῷ „δέπᾳ μελιηδέος οἴνου“ (Σ 545. γ 46) καὶ „γήρᾳ |
| book 385e1.3 | ὑπὸ λιπαρῷ (λ 136). οὕτως δὲ καὶ δοκεῖ ἐπικρατεῖν ἡ παράδοσις, |
| book 385e1.4 | ὡς καὶ Ἀλεξίων (fr. 42 B.) ἀξιοῖ. οἱ δὲ συνέστειλαν, πληθυντικὸν |
| book 385e1.5 | ἐκδεχόμενοι οὐδέτερον, ὁμοίως τῷ „κρέα ἔδμεναι“ (Δ 345. Χ 347), |
| book 385e1.1 | ἐξεδέξαντό τε ἐκ τῆς λέξεως τὴν τρίχωσιν καὶ ἐμπλοκῆς εἶδος. οἱ |
| book 385e1.2 | δὲ ἐξέτειναν τὸ α πάλιν πληθυντικὸν ἐκδεχόμενοι, τιθέντες δὲ τὴν |
| book 385e1.3 | λέξιν ἐπὶ τοῦ τόξου ὥστε εἶναι κατὰ κέρας, συναλιφὴν ἐκδεχόμενοι |
| book 385e1.4 | τοῦ κέραα. περὶ δὲ τῆς τοιαύτης ἀναγνώσεως δεδήλωται ἡμῖν, |
| book 385e1.10.1 | ὁπότε διελάβομεν περὶ τοῦ „κέρα ἐκ κεφαλῆσ“ (Δ 109). τοσοῦτον |
| book 385e1.10.2 | δὲ ἔχω νῦν παραφυλάξαι ἐπὶ τοῦ νοητοῦ ὡς ὅτι σπάνιόν ἐστιν ἐπ’ |
| book 385e1.10.3 | ἀνθρωπίνης φύσεως παρὰ τῷ ποιητῇ τὸ κέρας ἐπὶ τριχὸς τάσσεσθαι. |
| book 385e1.10.4 | „κόμην“ (Σ 27 al.) δὲ λέγει καὶ „τρίχασ“ (Χ 77 al.) καὶ „πλοκά‐ |
| book 385e1.10.5 | μουσ“ (Ξ 176) καὶ ἐθείρας. A |
| book 385e2.1 | κέρᾳ ἀγλαέ: κέρᾳ σὺν τῷ ι ἡ παράδοσις, δοτικὴν |
| book 385e2.2 | ἐκδεχομένη. τινὲς δὲ πληθυντικῶς ἤκουσαν b(BE3E4)T καὶ |
| book 385e2.3 | ἐπὶ τῶν τοξοτῶν ἐξεδέξαντο. καὶ Ἡρωδιανὸς (2,75,22) δέ φησιν |
| book 385e2.4 | ὅτι σπανίως τὸ κέρας ἐπὶ τριχὸς ἀνθρώπου τάσσεται παρὰ ποιη‐ |
| book 385e2.5.1 | ταῖς, ἀλλὰ μᾶλλον ἐπὶ βοὸς ἢ ἄλλων θηρίων. | κέρας δέ ἐστιν ἡ ἐμπλοκὴ |
| book 385e2.5.2 | τῶν τριχῶν, ὡς καὶ Ἀθηναῖοι τὸν κρωβύλον. T |
| book 385f.1 | ἄλλως· κέρᾳ ἀγλαέ: τῇ τριχί· ὅθεν καὶ κείρειν. Ἀριστο‐ |
| book 385f.2 | τέλης δὲ ‘ὦ τῷ τόξῳ σεμνυνόμενε‘. T |
| book 385g.1 | παρθενοπῖπα: καλῶς οὔ φησι ‚γυναικομανέσ‛, ἵνα |
| book 385g.2 | μὴ ὑπομνήσῃ Ἑλένης. καὶ ἄλλως πικροτέρα ἡ κατηγορία, εἰ καὶ |
| book 385g.3 | μέχρι τῶν κατακλείστων παρθένων ἡ τοῦ Ἀλεξάνδρου ἀπάτη φθά‐ |
| book 385g | νει. T | τινὲς δὲ γράφουσι „παρθενοπῖα“, παρθένοις ἐοικώς. AT |
| book 386.1 | 〈εἰ μὲν δὴ ἀντίβιον σὺν τεύχεσι πειρηθείης:〉 |
| book 386.2 | γενναῖον τὸ πάσχοντα αὐθωρὸν προκαλεῖσθαι τὸν βαλόντα. b(BCE3 |
| book 386.3 | E4)T |
| book 387.1 | 〈οὐκ ἄν τοι χραίσμῃσι:〉 ἀντὶ τοῦ οὐ 〈...〉 χραίσμοι. |
| book 387.2 | Aim |
| book 388a.1 | νῦν δέ μ’ ἐπιγράψας: Ἑλληνικὸν τὸ ἐπικρύπτειν |
| book 388a.2 | πρὸς ἐχθροὺς τὴν συμφοράν. ὁ δὲ καὶ γυμνοῖ τὴν δειλίαν τῶν ἑ‐ |
| book 388a.3 | ταίρων (cf. Λ 383). T |
| book 388b.1 | 〈νῦν δέ μ’ ἐπιγράψας:〉 ἄκρως οὐ πληγή〈ν〉, ἀλλ’ |
| book 388b.2 | ἐπιγραφήν φησιν. ὁ δὲ ποιητὴς τἀληθὲς λέγων ἔφη „διαμπερὲς |
| book 388b.3 | ἰός / ἐν γαίῃ ἐπάγη“ (Λ 377—8). b(BCE3E4)T |
| book 390a.1 | κωφὸν γὰρ βέλος: ὅτι κατὰ μεταφορὰν ἀπὸ τοῦ κατὰ |
| book 390a.2 | τὴν ἀκοὴν ἐπὶ τὸ κατὰ τὴν ἁφὴν κωφὸν τὸ ἀνεπαίσθητον. A |
| book 390b.1 | κωφὸν γὰρ βέλος: μεταφορικῶς αἴσθησιν μὴ ποιοῦν. |
| book 390b.2 | b(BCE3E4)T οἱ δὲ ἄηχον, „κύματι κωφῷ“ (Ξ 16)· τὸ γὰρ |
| book 390b.3 | πεμπόμενον μετὰ βίας ἔχει {τὸ} πολὺν ἐφελκόμενον τὸν ἀέρα. T |
| book 391a.1 | 〈ἦ τ’ ἄλλως ὑπ’ ἐμεῖο:〉 ἄλλως δὴ τὸ ἐμόν, οὐχ ὡς |
| book 391a.2 | τὸ σόν. Til |
| book 391a | 〈ἦ τ’ ἄλλως ὑπ’ ἐμεῖο:〉 ἀντὶ τοῦ ἄλλως ὑπ’ ἐμεῖο |
| book 391a | πέμπεται. Aint |
| book 391b.1 | εἴ κ’ ὀλίγον περ ἐπαύρῃ: ἐλλείπει τὸ πρόσθεν· | |
| book 391b.2 | οὕτως καὶ διὰ τῶν ὑπομνημάτων. ἔν τισι δὲ γράφεται „ἐπαύρω“. A |
| book 391c | 〈ἐπαύρῃ:〉 προσθίγῃ. Til |
| book 392 | 〈αἶψα τίθησιν:〉 Ἀρίσταρχος „ἄνδρα τίθησιν“. Aim Til |
| book 393-5.1 | 〈τοῦ δὲ γυναικὸς—ἠὲ γυναῖκες:〉 ἐπεξερ‐ |
| book 393-5.2 | γασία ποιητική. Til |
| book 395a.1 | οἰωνοὶ δὲ περιπλέες ἠὲ γυναῖκες: οὐκ ἔστιν ὅμοι‐ |
| book 395a.2 | ον τῷ „γύπεσ〈σ〉ι〈ν〉 πολὺ φίλτεροι ἢ {τὸ} ἀλόχοισιν“ (Λ 162)· |
| book 395a.3 | τὸ γὰρ ἠὲ γυναῖκες τὴν ἀκολασίαν ἐλέγχει Πάριδος, ὡς πλείοσι |
| book 395a.4 | γυναιξὶ χρωμένου. T |
| book 395b1.1 | {οἰωνοὶ δὲ} περὶ πλέες: Τυραννίων (fr. 22 P.) „περί‐ |
| book 395b1.2 | πλεεσ“ συνθέτως ἀνέγνω, τὴν ρι συλλαβὴν ὀξύνων. ὁ δὲ Ἀσκαλωνί‐ |
| book 395b1.3 | της (p. 51 B.) κατὰ παράθεσιν, λέγων λείπειν τὴν αὐτόν, ἵνα ᾖ |
| book 395b1.4 | ‘περὶ αὐτὸν πλέεσ‘. οὕτως δὲ καὶ Ἀλεξίων (fr. 43 B.), λόγῳ τούτῳ |
| book 395b1.5.1 | ὅτι καὶ κατ’ ἰδίαν ἄνευ τῆς προθέσεως εὑρέθη τὸ πλέες καὶ τὰ ἀπ’ |
| book 395b1.5.2 | αὐτοῦ κινήματα· „τόσσον ἐγώ φημι πλέας ἔμμεναι“ (Β 129)· οὐ |
| book 395b1.5.3 | γὰρ πολλούς, ἀλλὰ πλέονας. ὡμολογημένου τοίνυν ὅτι τοῦ „πλέο‐ |
| book 395b1.5.4 | νές κεν μνηστῆρεσ“ (ς 247) συγκοπή ἐστιν ἡ πλέες φωνή, μὴ ὄντος |
| book 395b1.5.5 | δὲ ἄρα τοῦ συνθέτου 〈περι〉πλέονες, δοθήσεται μηδὲ τὸ ἀπ’ αὐτοῦ |
| book 395b1.10.1 | συγκεκομμένον. ἔνθεν ἐπείσθησαν κατὰ παράθεσιν ἀναγινώσκειν, |
| book 395b1.10.2 | λειπούσης τῆς αὐτόν. A |
| book 395b2 | λείπει ἡ αὐτόν, ἵν’ ᾖ ‘περὶ αὐτὸν πλέεσ‘. Aim Aint |
| book 395b3.1 | οὐκ ἔστι σύνθετον τὸ περὶ πλέες, ἀλλὰ κατὰ παρά‐ |
| book 395b3.2 | θεσιν ἡ περί· b(BCE3E4)T ὅθεν οἰκειοτονεῖται. b(BE3E4) |
| book 396-8 | 〈τοῦ δ’〉 Ὀδυσεὺς 〈δουρικλυτὸσ〉 ἐγγύθεν |
| book 396-8.1 | ἐλθὼν / ἔστη 〈προσθ’· ὁ δ’ ὄπισθε— / ἐκ ποδὸς |
| book 396-8.2 | ἕλκε〉: τὸ φιλικὸν πάλιν τοῦ Ὀδυσσέως ὁρᾶται καὶ τὸ ἀξιόπιστον |
| book 396-8.3 | Διομήδους δείκνυται· εὐπρεπῶς γὰρ οὐχ ὁ Διομήδης ἐπὶ τοῦτο |
| book 396-8.5.1 | παρακαλῶν τινα φαίνεται. διὰ δὲ τὸν καιρὸν οὐχ οἱ δύο καταγίνον‐ |
| book 396-8.5.2 | ται περὶ τὴν τοῦ ἑνὸς θεραπείαν. b(BCE3E4)T |
| book 397-8.1 | {ἔστη πρόσθ’·} ὁ δ’ ὄπισθε καθεζόμενος 〈βέλος |
| book 397-8.2 | ὠκύ / ἐκ ποδὸς ἕλκε〉: βραχὺ διασταλτέον ἐπὶ τὸ καθεζόμενος |
| book 397-8.3 | πρὸς τὸ σαφέστερον. A |
| book 400 | 〈ἤχθετο γὰρ κῆρ:〉 γράφεται „ὠκέας ἵππουσ“. Aim |
| book 401.1 | οἰώθη δ’ Ὀδυσεύς: ἀγῶνας πάλιν κινεῖ ἐπὶ τῷ Ὀδυσ‐ |
| book 401.2 | σεῖ· ὥστε ἐκ παντὸς συνέχει τὸν ἀκροατήν. T |
| book 402.1 | 〈ἐπεὶ φόβος ἔλλαβε πάντας:〉 ὅτι νῦν φανερῶς φόβος |
| book 402.2 | ἡ φυγή. Aim |
| book 403-10.1 | εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· / „ὤ |
| book 403-10.2 | μοι ἐγώ, τί πάθω〈—ἄλλον〉“: ποιητικῶς τὰ ἐνθυμη‐ |
| book 403-10.3 | θέντα ὡς εἰρημένα διατυποῖ. ἅμα δὲ καὶ διδάσκει ὅτι οὐ μανικῶς |
| book 403-10.4 | ὁρμᾶν δεῖ εἰς τὰ δεινά. b(BCE3E4)T |
| book 404 | 〈φέβωμαι:〉 ὅτι ἀντὶ τοῦ φύγω. Aint |
| book 405.1 | 〈πληθὺν ταρβήσας:〉 ὅτι ἔξωθεν ἡ εἴς πρόθεσις, εἰς |
| book 405.2 | πληθύν. Aim |
| book 405-6.1 | αἴ κεν ἁλώω / μοῦνος: ζωγρηθῶ καὶ αἰχμαλωτισθῶ |
| book 405-6.2 | b(BCE3E4)T παρὰ πάντας· οὐδεὶς γὰρ Ἑλλήνων τοῦτο |
| book 405-6 | πέπονθεν. b(BE3E4)T |
| book 406.1 | τοὺς δ’ ἄλλους Δαναοὺς ἐφόβησε Κρονίων: ἅπαν‐ |
| book 406.2 | τα ὑπὲρ ἐκείνων ἀπολογεῖται. καὶ ὅτι ἡ προτροπὴ κατὰ δαίμονα |
| book 406.3 | γέγονεν αὐτῷ, ᾗ δεῖ πείθεσθαι. T |
| book 407-10.1 | ἀλλὰ τίη μοι ταῦτα〈—ἄλλον〉: χρησίμως |
| book 407-10.2 | πρὸς τὴν οἰκονομίαν ἔχει τὰ τοῦ ἐπιλογισμοῦ τῷ Ὀδυσσεῖ· ἐπειδὴ |
| book 407-10.3 | γὰρ ναυμαχίαν βούλεται εἰσάγειν ὁ ποιητής, προτιτρώσκει τοὺς |
| book 407-10.4 | ἀρίστους· ἄτοπον γὰρ ἦν παρόντων καίεσθαι τὰς ναῦς. b(BCE3E4) |
| book 407-10.5 | T |
| book 408 | 〈ἀποίχονται:〉 ἄπωθεν οἴχονται. Til |
| book 409a.1 | ὃς δέ κ’ ἀριστεύῃσι 〈μάχῃ ἔνι τὸν δὲ μάλα |
| book 409a.2 | χρεώ〉: ὅτι περισσὸς ὁ κέ. | ἀμφίβολος δὲ ἡ 〈ὑπο〉στιγμή· ἤτοι |
| book 409a.3 | γὰρ ἐπὶ τὸ ἀριστεύῃσι ἢ ἐπὶ τὴν πρόθεσιν. καὶ ἐὰν μὲν τὸ πρότε‐ |
| book 409a.4 | ρον, τὸ ἀριστεύῃσι ληψόμεθα ἀντὶ τοῦ ἄριστος ᾖ, οἷον ἄξιον τὸν |
| book 409a.5.1 | ἐν εἰρήνῃ τιμώμενον ἀνδραγαθεῖν ἐν πολέμῳ. τὸ δὲ δεύτερον, ἐπεὶ |
| book 409a.5.2 | τὸν ἐπαγγελλόμενον κατὰ μάχην ἄριστον εἶναι ἑστάναι δεῖ καὶ τὸν |
| book 409a.5.3 | κίνδυνον ὑπομένειν. A |
| book 409b | μάχῃ ἔνι: τὸ μάχῃ ἔνι πρὸς ἄμφω δύναται. T |
| book 409c1.1 | τὸν δέ {μάλα χρεώ}: Ἀλεξίων (fr. 44 B.) 〈τὸ〉 „τόνδε“ |
| book 409c1.2 | ἓν μέρος λόγου ἐκδέχεται καὶ παροξύνει, ἵνα ἰσοδυναμῇ ἀναφορικῇ |
| book 409c1.3 | τῇ τοῦτον. Τυραννίων (fr. 23 P.) δὲ δύο μέρη λόγου ποιεῖ, ἵνα |
| book 409c1.4 | ᾖ τοῦτον δέ, κατὰ ἀναφορὰν ὁμοίως. ἔφαμεν δὲ ὅτι παρὰ τῷ ποιητῇ |
| book 409c1.5 | ἡ διὰ τοῦ δε ἐπὶ ταύτης τῆς ἀντωνυμίας ἐπέκτασις σπανίως μὲν |
| book 409c1.1 | εὑρέθη ἐπ’ ἀναφορᾶς, ὁπότε διελαμβάνομεν περὶ τοῦ „τοῦσδε δ’ |
| book 409c1.2 | ἔα φθινύθειν“ (Β 346), ὥστε οὐδὲν κεκώλυκε καὶ ἐνθάδε τὸ τοιοῦτο |
| book 409c1.3 | παραδέξασθαι διὰ τὸ ἤδη πεπεῖσθαι τὴν παράδοσιν. βεβαιοτέρα |
| book 409c1.4 | μέντοι ἐστὶν ἡ τοῦ Τυραννίωνος ἀνάγνωσις· οὐδὲν γὰρ ἐναντιοῦται. |
| book 409c1.10 | A |
| book 409c2.1 | {τὸν δὲ μάλα χρεώ:} δύο μέρη λόγου τὸ τὸν δέ, ὥς |
| book 409c2.2 | φησιν Ἀλεξίων· σπανίως γὰρ αὕτη ἡ ἀντωνυμία ἐπεκτείνεται πα‐ |
| book 409c2.3 | ρὰ τῷ ποιητῇ. T |
| book 410a1.1 | ἑστάμεναι κρατερῶς 〈ἤ τ’ ἔβλητ’ ἤ τ’ ἔβαλ’ |
| book 410a1.2 | ἄλλον〉: ἤτοι συναπτέον ὅλον τὸν στίχον· βραχὺ διασταλτέον |
| book 410a1.3 | 〈δὲ〉 παντελῶς ἐπὶ τὸ κρατερῶς καὶ ἐπὶ τὸ ἔβλητο, ἵνα ὁ ἤ σύν‐ |
| book 410a1.4 | δεσμος κέηται ἀντὶ συναπτικοῦ. ὁ δὲ λόγος· ἑστάναι δεῖ, εἴτε ἐβλήθη |
| book 410a1.5.1 | εἴτε ἔβαλεν ἄλλον, οἷον εἴτε βληθείη εἴτε βάλοι τινά. ἢ στικτέον ἐπὶ |
| book 410a1.5.2 | τὸ κρατερῶς· ὃ καὶ βέλτιον· ἔσονται γὰρ διαζευκτικοὶ οἱ σύν‐ |
| book 410a1.5.3 | δεσμοι. ὁ δὲ λόγος· ἰσχυρῶς ἑστάναι δεῖ· ἢ γὰρ ἐβλήθη ἢ ἔβαλεν |
| book 410a1.5.4 | ἄλλον. A |
| book 410a2 | τελεία δὲ εἰς τὸ κρατερῶς. T |
| book 413a.1 | ἔλσαν δ’ ἐν μέσσοισι 〈μετὰ σφίσι πῆμα τιθέν‐ |
| book 413a.2 | τεσ〉: ψιλωτέον τὸ ἔλσαν, ὅτι Αἰολικωτέρα ἡ κλίσις. | τὸ δὲ ἑξῆς |
| book 413a.3 | ἐστιν, ἐν μέσοις αὐτοῖς συνέκλεισαν τὸν Ὀδυσσέα. | ἡ διπλῆ δέ, |
| book 413a.4 | ὅτι Ζηνόδοτος γράφει „μετὰ σφίσι, πῆμα δὲ ἔλσαν“. καὶ εὐτελὴς γί‐ |
| book 413a.5.1 | νεται ἡ σύνθεσις, καὶ ἠγνόηται τὸ λεγόμενον· οὐ γὰρ λέγει, ἑαυτοῖς |
| book 413a.5.2 | πῆμα τιθέντες, οἱ Τρῶες, ἀλλὰ τῷ Ὀδυσσεῖ. A |
| book 413b.1 | ἔλσαν δ’ ἐν μέσσοισι: δεινὴ ἡ ἀγωνία· οὐδὲ γάρ, |
| book 413b.2 | εἰ θέλοι ὑποχωρεῖν, ἔξεστιν αὐτῷ. b(BCE3E4)T |
| book 413c.1 | 〈ἔλσαν:〉 ψιλωτέον {δέ}· Αἰολικὴ γάρ ἐστιν ἡ κλίσις παρὰ |
| book 413c.2 | τὸ ἔλλω· οὐ γὰρ τοῦ ἔλασάν ἐστι συγκοπή. T |
| book 413d1.1 | μετὰ σφίσι: ὀρθοτονητέον· εἰς σύνθετον γὰρ ἡ μετά‐ |
| book 413d1.2 | ληψις καὶ κατέχεται ὑπὸ τῆς προθέσεως. A |
| book 413e1 | 〈μετὰ σφίσι:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ σφίσι. Aim |
| book 413e2/d2.1 | μετὰ σφίσι: Νικάνωρ (p. 212 Friedl.) διαστέλλει |
| book 413e2/d2.2 | τὸ σφίσι τῶν ἑξῆς. | ὀρθοτονητέον δὲ τὸ σφίσι. T |
| book 413f.1 | μετὰ σφίσι πῆμα τιθέντες: διὰ τῆς ἀναφωνήσεως |
| book 413f.2 | ἀνακτᾶται τὸν ἀκροατήν· λίαν γὰρ αὐτὸν ἐξεφόβησεν. φησὶν οὖν |
| book 413f.3 | ὅτι ἐπὶ τῷ ἑαυτῶν κακῷ ἐκύκλωσαν τὸν Ὀδυσσέα. T |
| book 414-8.1 | ὡς δ’ ὅτε κάπριον〈—δεινόν περ ἐόντα〉: |
| book 414-8.2 | ἐναργὲς τὸ παράδειγμα πρὸς τὸ καθ’ ἕνα μὲν ὑπερέχειν τῶν κυκλω‐ |
| book 414-8.3 | σάντων, ὀχλεῖσθαι δὲ τῷ πλήθει. b(BCE3E4)T |
| book 416a.1 | θήγων λευκὸν ὀδόντα μετὰ γναμπτῇσι γένυσ‐ |
| book 416a.2 | σιν: συμπαρατρίβει γὰρ τὸ γένειον, b(BCE3E4)T ἀκονῶν |
| book 416a.3 | τὸν ὀδόντα· οὐ γὰρ ἐπὶ τὸ δάκνειν ὁ κάπρος ὁρμᾷ, ἵνα ἀναστείλῃ |
| book 416a.4 | τὰς γένυς, τῇ δὲ ἐμβολῇ μόνον ἀμύνεται. b(BE3E4)T |
| book 416b.1 | θήγων 〈λευκὸν ὀδόντα〉: καὶ τοῦτο ἐμφερές· καὶ |
| book 416b.2 | οὗτος γὰρ λογισμῷ προπαρασκεύασται. b(BCE3)T |
| book 417 | 〈κόμπος ὀδόντων:〉 εἰκότως· κενοὶ γάρ εἰσιν. Til |
| book 418 | 〈ἄφαρ:〉 νῦν τὸ ἄφαρ ἀντὶ τοῦ ῥᾳδίως. Til |
| book 421a.1 | οὔτασεν ὦμον ὕπερθεν μετάλμενος 〈ὀξέϊ δουρί〉: |
| book 421a.2 | καὶ ἐνθάδε διασταλτέον πρὸς τὸ σαφέστερον. ἀμφίβολον δὲ καὶ τὸ |
| book 421a.3 | ἑξῆς· ἤτοι γὰρ μετάλμενος ὁξέϊ δουρί, οἷον σὺν τῷ δόρατι |
| book 421a.4 | ἐφαλλόμενος, ὡς ἐκεῖ „καὶ αὐτῷ φάρει ἀναΐξας λάβε δίσκον“ (θ 186). |
| book 421a.5.1 | ἢ καθ’ ὑπερβατόν, οὔτασεν ὀξέϊ δουρί, καθὸ διαστελοῦμεν |
| book 421a.5.2 | βραχὺ ἐπὶ τὸ μετάλμενος. A |
| book 421b.1 | ὦμον ὕπερθεν 〈μετάλμενοσ〉: στιγμὴ εἰς τὸ ὕπερ‐ |
| book 421b.2 | θεν. τινὲς ὕπερθε μετάλμενος, ἐκ τοῦ ἄνωθεν μέρους †ἀφαιρού‐ |
| book 421b.3 | μενος†, b(BCE3E4)T τοῦ κατὰ τὴν ὑψηλοτάτην ἐπιφάνειαν. T |
| book 421c.1 | 〈ὕπερθεν ἐπάλμενος:〉 γράφεται „ὕπερθε μετάλμε‐ |
| book 421c.2 | νοσ“. Aim |
| book 421d | 〈δουρί:〉 γράφεται „χαλκῷ“. Aint |
| book 422a | 〈Θόωνα:〉 καὶ „Ἀντίλοχος δὲ Θόωνα“ (Ν 545). Til |
| book 422b.1 | {αὐτὰρ ἔπειτα θόωνα καὶ} Ἔννομον: ὅτι οὗτος ὁ |
| book 422b.2 | Ἔννομος ὁμώνυμός ἐστι τῷ ἐν τῷ Διακόσμῳ „Μυσῶν δὲ A Χρόμις |
| book 422b.3 | ἦρχε καὶ Ἔννομοσ“ (Β 858). ATil |
| book 423 | 〈ἀΐξαντα:〉 γράφεται καὶ „ἀΐσσοντα“. Aim |
| book 424a1.1 | 〈δουρὶ κατὰ πρότμησιν:〉 οὕτως Ἀρίσταρχος „δου‐ |
| book 424a1.2 | ρὶ κατὰ πρότμηστιν“. Aim |
| book 424a2 | κατὰ πρότμησιν διὰ τοῦ ς. ἔν τισι κεῖται τὸ τ. T |
| book 424b.1 | {δουρὶ κατὰ} πρότμησιν: ὅτι ἅπαξ τὴν πρότμησιν |
| book 424b.2 | ὠνόμασεν. ἔστι δὲ ὁ ὑπὸ τὸν ὀμφαλὸν τόπος κατὰ τὴν λαγόνα, διὰ |
| book 424b.3 | τὸ πρῶτον ἐν αὐτῷ τέμνεσθαι τεχθέντα τὰ παιδία. τοῦτον δὲ λέ‐ |
| book 424b.4 | γουσιν ἰατρῶν παῖδες ἦτρον. A |
| book 424c.1 | πρότμησιν: ἅπαξ εἴρηται Ὁμήρῳ. ἔστι δὲ ὁ κατὰ τὸν |
| book 424c.2 | ὀμφαλὸν τόπος, ὃν λέγομεν ἡμεῖς ἦτρον. T |
| book 424d.1 | πρότμησιν: Διονύσιος ὁ Θρᾷξ (fr. 15 Schm.) τὴν |
| book 424d.2 | ὀσφῦν, Φυλότιμος ἰατρὸς (fr. om. St.) τὸν τράχηλον, Ἀρίσταρχος |
| book 424d.3 | τὸ ἀπὸ τῆς ἥβης ἕως τοῦ ὀμφαλοῦ, τὸ ἦτρον. Παρμενίσκος (fr. 4 |
| book 424d.4 | B.) δὲ τὸν ὀμφαλὸν διὰ τὸ τοῦτον πρῶτον ἐκτέμνεσθαι γεννωμένου |
| book 424d.5 | τοῦ βρέφους· ἢ ὅτι κατ’ αὐτὸν εἰς δύο τέμνεται ἴσα ὁ ἄνθρωπος. A |
| book 424e1.1 | πρότμησιν: οἱ μὲν ἀπὸ τῆς ἥβης ἄχρι τοῦ ὀμφαλοῦ, |
| book 424e1.2 | ἐπεὶ καὶ τοῦτο ἱερουργεῖται· οἱ δὲ τὴν ὀσφύν, ἣν οὐδαμοῦ τιτρώσκει |
| book 424e1.3 | ὁ ποιητής, ὅτι τοῖς θεοῖς δίδοται αἴτιον ὂν ζωογονίας καὶ σπερμάτων. |
| book 424e1.4 | T |
| book 424e2.1 | οἱ μὲν τὸν ἀπὸ κύστεως ἄχρι τοῦ ὀμφαλοῦ τόπον, οἱ |
| book 424e2.2 | δὲ τὴν ὀσφῦν, ἣν οὐδαμοῦ ὁ ποιητὴς τιτρώσκει ὡς αἰτίαν τῶν |
| book 424e2.3 | ζωογονούντων σπερμάτων. b(BCE3E4) |
| book 425.1 | ἀγοστῷ: τῇ δρακί, παρὰ τὸ ἄγειν. οἱ δὲ τῇ ἀγκάλῃ· |
| book 425.2 | οἱ δὲ ἑκατέρῳ {ἀγοστῷ}. νῦν δὲ οὐ δύναται ἀγκῶνι· τίς γὰρ ἀγκῶνι |
| book 425.3 | δράσσεται γῆς; b(BCE3E4)T |
| book 427.1 | 〈αὐτοκασίγνητον εὐηγενέος Σώκοιο:〉 ἐκ τριῶν |
| book 427.2 | μερῶν τοῦ λόγου ὅλος ὁ στίχος. Aim |
| book 427 | 〈εὐηγενέος:〉 εὐφυοῦς τῷ σώματι. b(BCE3E4)Til |
| book 430a.1 | πολύαινε: πιστὸς ὁ ἐκ πολεμίων ἔπαινος. ἢ εἰρωνεύεται. |
| book 430a.2 | ἢ παρὰ τὸ αἰνόν ἡ σύνθεσις. b(BCE3E4)T |
| book 430a | πολύαινε: μυθολόγε καὶ φλύαρε. Aim |
| book 430b.1 | δόλων ἆτ’ ἠδὲ πόνοιο: ὅτι ἐμφαίνει τὸν Ὀδυσσέα |
| book 430b.2 | ἐξ ἱστορίας παρειληφὼς δόλιον καὶ ἐπὶ τούτῳ διαβεβλημένον. A |
| book 430c.1 | δόλων ἆτ’ ἠδὲ πόνοιο: καὶ ἐν Ὀδυσσείᾳ (γ 121—2) |
| book 430c.2 | φησὶν „ἐνίκα δῖος Ὀδυσσεύς | παντοίοισι δόλοισι“, ὥστε ἄμφω |
| book 430c.3 | ἑνὸς τὰ σωμάτια. σωματικὰ δὲ καὶ ψυχικὰ ἐπαινεῖται Ὀδυσσέως. T |
| book 431 | 〈Ἱππασίδῃσι:〉 γράφεται „Ἱππασίδηϊν“. Aint |
| book 432a.1 | τοιῶδ’ ἄνδρε 〈κατακτείνας καὶ τεύχε’ ἀπούρασ〉: |
| book 432a.2 | ὅτι ἀκαίρως προσέρριπται τὸ ἡμιστίχιον· οὐ γὰρ ἐπιτρέπει τὰ τῆς |
| book 432a.3 | περιστάσεως σκυλεύειν. A | ἔφαμεν δὲ (sc. ad Θ 109) τὴν διὰ |
| book 432a | τοῦ δε ἐπέκτασιν προπερισπᾶσθαι, εἰ ἔχοι πρὸ τέλους φύσει μα‐ |
| book 432a.5.1 | κράν· διὸ σημειούμεθα τὸ „τώδε δὲ νῶϊ“ (Θ 109) παροξυνόμενον. |
| book 432a.5.2 | AT |
| book 432b.1 | 〈καὶ τεύχε’ ἀπούρας:〉 ὡς τούτου παρεπομένου τοῖς |
| book 432b.2 | φονεύουσιν. Tt |
| book 432-3.1 | τοιώδ’ ἄνδρε κατακτείνασ〈—ἀπὸ θυμὸν |
| book 432-3.2 | ὀλέσσῃσ〉: βάρβαρος ἡ ἀλαζονεία ἐν τοιούτῳ καιρῷ προφερομένη |
| book 432-3.3 | b(BCE3E4)T μεθ’ ὑπερβαλλούσης ὑπερηφανίας. b(BCE3E4) |
| book 437a.1 | πάντα δ’ ἀπὸ πλευρῶν 〈χρόα ἔργαθεν〉: οὕτω |
| book 437a.2 | „χροόσ“ αἱ Ἀριστάρχου· Ζηνοδότειος δέ ἐστιν ἡ χρόα. | στικτέον |
| book 437a.3 | δὲ ἐπὶ τὸ ἔργαθεν· τὸ γὰρ λεγόμενον τοιοῦτόν ἐστι, τὸ δόρυ |
| book 437a.4 | διελθὸν τὴν πανοπλίαν (cf. Λ 435—6) ὅλον τὸν ἐπὶ ταῖς πλευραῖς |
| book 437a.5.1 | χρῶτα ἐχώρισεν αὐτῶν, οἷον διέσπασε τὰς σάρκας ἀπὸ τῶν ὀστῶν |
| book 437a.5.2 | (cf. 437). οὐ μὴν εἴασεν ἡ Ἀθηνᾶ κατὰ βάθος ἐλθεῖν ὥστε τῶν |
| book 437a.5.3 | ἐντοσθιδίων ἅψασθαι (cf. Λ 437—8). A |
| book 437b1 | 〈χρόα:〉 Ἀρίσταρχος „χροόσ“. Aint |
| book 437b2.1 | „χροόσ“ {δὲ} καὶ χρόα διχῶς· Ζηνοδότ〈ει〉ος δὲ ἡ |
| book 437b2.2 | χρόα. T |
| book 437c.1 | χρόα: τὴν ἐπιφάνειαν τοῦ σώματος, οὐ τὴν ἄχρι τῶν |
| book 437c.2 | ἐμπαθῶν μερῶν σάρκωσιν. b(BCE3)T |
| book 438 | 〈ἔγκασι:〉 ὡς τέρασιν. Til |
| book 439a1.1 | γνῶ δ’ Ὀδυσεὺς 〈ὅ οἱ οὔ τι τέλος κατακαί‐ |
| book 439a1.2 | ριον ἦλθεν〉: αἱ Ἀριστάρχου οὕτως τέλος, καὶ σχεδὸν ἅπασαι· |
| book 439a1.3 | ἔγνω ὅτι οὐ κατὰ καίριον τέλος ἦλθεν ἡ πληγή, οὐκ εἰς καίριον |
| book 439a1.4 | τόπον ἐτελεύτα. Ζηνόδοτος δὲ γράφει „βέλοσ“, κακῶς· οὐ βέβληται |
| book 439a1.5 | γάρ, ἀλλ’ ἐκ χειρὸς πέπληγε. λέγει δὲ τέλος τὸ τῆς ζωῆς. A |
| book 439a2 | Ἀρίσταρχος τέλος. Aint |
| book 439a3 | Ζηνόδοτος γράφει „βέλοσ“ Til |
| book 439b1.1 | γνῶ δ’ Ὀδυσεὺς 〈ὅ οἱ οὔ τι βέλος κατακαίριον |
| book 439b1.2 | ἦλθεν〉: ἔγνω ὅτι οὐκ εἰς καίριον ταύτῃ ἐτελεύτησεν ἡ βολή· φησὶ |
| book 439b1.3 | γὰρ „ὡς εἰπὼν οὔτησεν“ (Λ 434), „οὐδέ τ’ ἔασε / Παλλάσ“ (Λ 437—8) |
| book 439b1.4 | καὶ ἐπάγει „φθῆ σε τέλος θανάτοιο“ (Λ 451). ἔστι δὲ θαυμάσαι τὸ |
| book 439b1.5.1 | ἀτάραχον Ὀδυσσέως· οὐχ ὡς Ἀχιλλεὺς „σάκος μὲν ἀπὸ ἕο 〈χειρὶ |
| book 439b1.5.2 | παχείῃ/〉 ἔσχετο ταρβήσας· φάτο γὰρ δολιχόσκιον ἔγχος / ῥεῖα |
| book 439b1.5.3 | „διελεύσεσθαι“ (Υ 261—3). T |
| book 439b2.1 | ἔγνω ὁ Ὀδυσσεὺς ὅτι οὐκ εἰς καίριον ἐτελεύτησεν ἡ βολή· |
| book 439b2.2 | φησὶ γὰρ „ὣς εἰπὼν οὔτησεν“, „οὐδέ τ’ ἔασε / Παλλάσ“· καὶ ἐπάγει |
| book 439b2.3 | „ἦ μάλα δή σε“ (Λ 441) καὶ πάλιν „φθῆ σε τέλοσ“. ἔστι δὲ †ταρβῆσαι† |
| book 439b2.4 | τὸ ἀτάραχον Ὀδυσσέως, πῶς εὐθὺς τιτρώσκει μὴ δειλιάσας τὴν |
| book 439b2.5 | πληγήν. b(BCE3E4) |
| book 441a1.1 | ἆ δειλ’ ἦ μάλα δή σε: ἐπεὶ μετὰ τὰς προσαγορευτι‐ |
| book 441a1.2 | κὰς ἀνάγκη στίζειν, ὡς καὶ ἡ συνήθεια μαρτυρεῖ στίζουσα μετὰ τὴν |
| book 441a1.3 | δευτέραν λέξιν, οὐκ ἔστι δὲ πλήρης, ἀλλὰ συνήλειπται, οὕτως δὲ ἡμῶν |
| book 441a1.4 | ἀναγινωσκόντων πεπονθυῖαν τὴν λέξιν βαρβαρισμὸς γίνεται, εἴτε |
| book 441a1.5.1 | ὀξυνοῖμεν εἴτε περισπάσοιμεν, ἀναγκαίως ἐκ πλήρους γράφειν τὴν |
| book 441a1.5.2 | λέξιν, ἆ δειλέ, δεῖ, ἵνα καὶ ἡ στιγμὴ καὶ ὁ τόνος ἀναλόγως καὶ Ἑλλη‐ |
| book 441a1.5.3 | νικῶς ἔχῃ. οὕτως δὲ καὶ Ἀρίσταρχος ἔγραφεν ἐκ πλήρους, ὡς Δίδυμος |
| book 441a1.5.4 | (p. 115 Schm.) μαρτυρεῖ· τὸ μὲν γὰρ μέτρον οὐκ ἂν δόξαι βλάπτεσθαι |
| book 441a1.5.5 | τοῦ στοιχείου προστεθέντος, ἐπεὶ ὅταν δέῃ ὑγιὲς αὐτὸ παριστάναι, |
| book 441a1.10.1 | πάλιν ἀφαιρεθήσεται, ὡς „βουκόλε, ἐπεὶ οὔτε κακῷ“ (υ 227), „ἦ οὐ |
| book 441a1.10.2 | μέμνῃ, ὅτε τ’ ἐκρέμω“ (Ο 18). οὕτως δὲ καὶ ἐν τοῖς ἑξῆς „ἆ δειλέ, οὐ μὲν |
| book 441a1.10.3 | σοί γε“ (Λ 452). A |
| book 441a2.1 | {ἆ δείλ’}: ἐκ πλήρους τὸ δειλέ. καὶ στικτέον διὰ τὴν |
| book 441a2.2 | κλητικήν. T |
| book 441b | 〈κιχάνεται:〉 ἀντὶ τοῦ κιχήσεται. Til |
| book 442 | 〈ἐπὶ Τρώεσσι μάχεσθαι:〉 περισσὴ ἡ ἐπί. Til |
| book 445 | κλυτοπώλῳ: τῷ ἰσχυροὺς—διαφυγεῖν δύναται. A |
| book 446-9.1 | καὶ ὁ μὲν φύγαδ’ αὖτισ〈—ὁ δ’ ἐπεύξατο |
| book 446-9.2 | δῖος Ὀδυσσεύσ〉: αἰσχρὰ ἡ φυγὴ ἀπειλῇ μόνῃ γενομένη τραυματίου |
| book 446-9.3 | ἀνδρός. οὐκ ἄτοπον δὲ ἀλαζονεύεσθαι Ὀδυσσέα προάρξαντος ἐκείνου. |
| book 446-9.4 | καὶ ὅτι παρ’ ὀλίγον ἀνῃρημένος κεκράτηκε τοῦ πολεμίου. b(BCE3E4)T |
| book 446a.1 | 〈φύγαδε:〉 φύγαδε ὡς οἴκαδε. ἰσοδυναμεῖ δὲ τῷ εἰς φυ‐ |
| book 446a.2 | γήν, οὐ μὴν 〈ἐν〉 τῷ „τοὺς ἕλε〈ν〉, οἱ δ’ ἄλλοι φύγαδε μνώοντο“ |
| book 446a.3 | (Π 697)· ἀντὶ γὰρ αἰτιατικῆς οὐ μετὰ τῆς εἴς· διὸ καί τινες ὑπέλαβον, |
| book 446a.4 | μὴ καὶ δύο μέρη λόγου εἰσίν. οὕτως Ἡρωδιανὸς ἐν τῇ Καθόλου (1, |
| book 446a.5 | 498,8). A |
| book 446b | 〈φύγαδε:〉 ἀπὸ τῆς φύξ. Til |
| book 450a1 | 〈ὦ Σῶχ’:〉 ἐκ πλήρους Ἀρίσταρχος „ὦ Σῶκε“. Aint |
| book 450a2 | „ὦ Σῶκε“ ἐντελῶς αἱ Ἀριστάρχου. Til |
| book 451a.1 | φθῆ σε τέλος 〈θανάτοιο κιχήμενον, οὐδ’ ὑπά‐ |
| book 451a.2 | λυξασ〉: εἰ καὶ ἔφυγες, κιχήμενον ἔφθη σε τὸ τέλος τοῦ θανάτου. |
| book 451a | b(BCE3)T |
| book 451b.1 | φθῆ σε τέλος 〈θανάτοιο〉: πρόδηλον κἀκ τούτου ὅτι |
| book 451b.2 | γραπτέον „τέλος κατακαίριον“ (Λ 439). Ζηνόδοτος δὲ γράφει πάλιν |
| book 451b.3 | „φθῆ σε βέλος θανάτοιο“. A |
| book 453.1 | ὄσσε καθαιρήσουσι: παλαιὸν ἔθος. „χερσὶ κατ’ ὀφθαλ‐ |
| book 453.2 | μοὺς ἑλέειν“ (λ 426). T |
| book 454a.1 | ὠμησταί: Ἀρίσταρχος ὡς ἀθληταί, Τυραννίων (fr. 24 P.) |
| book 454a.2 | δὲ ὡς κομῆται, σύνθετον ἐκδεχόμενος τὴν λέξιν. ἄμεινον δὲ λέγει〈ν〉 ὡς |
| book 454a.3 | ὅτι τὰ εἰς της λήγοντα, τῷ η παραληγόμενα, ἔχοντα πρὸ τοῦ τ τὸ ς, |
| book 454a.4 | ὑπὲρ δύο συλλαβὰς ὄντα, ὀξύνεται, ἑρπηστής, „ὀρχηστήσ“ (cf. Π 617. |
| book 454a.5 | Ω 261). οὕτως οὖν καὶ ὠμηστής. A |
| book 454b1.1 | ἐρύουσιν: προπαροξύνεται· ἐνήλλακται γὰρ ὁ ἐνεστὼς |
| book 454b1.2 | χρόνος ἀντὶ μέλλοντος. οὕτως καὶ Ἀρίσταρχος. ὁ δὲ Ἀλεξίων (fr. |
| book 454b1.3 | 45 B.) περισπᾷ, οὐκ εὖ· ἐπεί, φησίν, ἐν τῷ ἑξῆς στίχῳ ὁ μέλλων παρε‐ |
| book 454b1.4 | λήφθη περισπώμενος· „αὐτὰρ ἐπεί κε θάνω, κτεριοῦσί με δῖοι Ἀχαιοί“ |
| book 454b1.5.1 | (Λ 455). ἔλαθε δὲ τὸν ἄνδρα ἡ τοιαύτη ὕφεσις τοῦ ς Ἀττικὴ οὖσα καὶ |
| book 454b1.5.2 | περισπῶσα τοὺς μέλλοντας διά τι αἴτιον, εἰ παραλήγοιτο τῷ ι συν‐ |
| book 454b1.5.3 | εσταλμένῳ, ὅπερ καὶ ἐπὶ τοῦ „τόνδε δ’ ἐγὼ κομιῶ“ (ο 546). τὸ μέντοι |
| book 454b1.5.4 | ἐρύω οὐ δύναται ἔχεσθαι ταύτης τῆς φύσεως, ἀλλ’ ἔστιν ἐνεστὼς ἀντὶ |
| book 454b1.5.5 | μέλλοντος. A |
| book 454b2.1 | {ὠμησταὶ ἐρύουσι:} προπαροξυτόνως τὸ ἐρύουσιν. |
| book 454b2.2 | ἐνεστὼς γάρ ἐστιν ἀντὶ μέλλοντος. T |
| book 455a1.1 | {αὐτὰρ} ἐπεί κε θάνω: οὕτως Ἀρίσταρχος διὰ τοῦ μ, |
| book 455a1.2 | „ἔμ’, εἴ κε θάνω“. ἡ δὲ διὰ τοῦ π, ἐπεί κε θάνω, γραμματιστῶν. A |
| book 455a2 | Ἀρίσταρχος „{αὐτὰρ} ἔμ’, εἴ κε θάνω“. Aim |
| book 455a3 | αἱ Ἀριστάρχου „〈ἔμ’〉, εἴ κε θάνω“. T |
| book 455b.1 | ἐπεί κε θάνω: ἐὰν ἐκ τοῦ τραύματος τηλικοῦτον ἐπακο‐ |
| book 455b.2 | λουθήσῃ. προενεχυριάζει δὲ τὴν γνώμην τῶν Ἀχαιῶν ὡς ὑπὲρ αὐτῶν |
| book 455b.3 | ἀποθνῄσκων. b(BCE3E4)T |
| book 456.1 | ὣς εἰπὼν Σώκοιο δαΐφρονος 〈ὄβριμον ἔγχοσ〉: πρὸς |
| book 456.2 | τὴν ἀμφιβολίαν, πότερον ἐκ τοῦ Σώκου χρωτὸς τὸ ἑαυτοῦ ἔγχος εἷλκεν |
| book 456.3 | ὁ Ὀδυσσεὺς ἢ ἐκ τοῦ ἰδίου χρωτὸς τὸ τοῦ Σώκου δόρυ· καὶ ἔστιν |
| book 456.4 | ὑγιές· λέγει γὰρ „κῆδε δὲ θυμόν“ (Λ 458), οὐ τοῦ νεκροῦ, ἀλλὰ τοῦ |
| book 456.5.1 | Ὀδυσσέως. τὸ δὲ ἑαυτοῦ ἔγχος εἴασεν οὕτως. | κατὰ δὲ τὸ τέλος τοῦ |
| book 456.5.2 | στίχου βραχὺ διασταλτέον· τὸ γὰρ τοῦ Σώκου δόρυ ἐκ τοῦ ἰδίου |
| book 456.5.3 | χρωτὸς ἐξέλκει. μένει μὲν οὖν ἡ ἀμφιβολία καὶ οὕτως, ἐπεὶ μὴ πρόσκει‐ |
| book 456.5.4 | ται τὸ τίνος χρωτός (cf. Λ 457). ἐὰν δέ τις συνάπτῃ, μᾶλλον ἁμαρτή‐ |
| book 456 | σεται. A |
| book 457a.1 | ἔξω τε χροὸς 〈ἕλκε〉: τοῦ ἰδίου χροός. καὶ μεῖζον τὸ |
| book 457a.2 | κατόρθωμα Ὀδυσσέως ἐκ τῆς ἐπιφορᾶς, ὅτι ἀκμὴν ἐμπεπηγότος τοῦ |
| book 457a.3 | δόρατος ἐφόνευσε τὸν πολέμιον. b(BCE3E4)T |
| book 457b1 | 〈εἷλκε:〉 Ἀρίσταρχος „ἕλκε“. Aim |
| book 457b2 | „ἕλκε“ {δὲ} ἄνευ τοῦ ι T |
| book 458a.1 | αἷμα δέ οἱ σπασθέντος: οὕτως Ἀρίσταρχος οἱ, αἷμα |
| book 458a.2 | δὲ αὐτῷ τῷ Ὀδυσσεῖ. Ζηνόδοτος δὲ γράφει „αἷμα δὲ οὗ σπασθέντοσ“· |
| book 458a.3 | γίνεται δὲ τὸ ἑαυτοῦ, ὃ οὐχ ἁρμόζει. A |
| book 458b1.1 | αἷμα δέ οἱ 〈...〉 ἀνέσσυτο: αἷμα δέ οἱ ἀνέσσυτο, |
| book 458b1.2 | αὐτῷ. ἐπὶ δὲ τῆς λεπτοτέρας πληγῆς „αἷμα δ’ ἀνηκόντιζε“ (Ε 113). T |
| book 458b2.1 | σημείωσαι ὅτι ἐπὶ μὲν τῆς λεπτοτέρας πληγῆς „ἀνηκόν‐ |
| book 458b2.2 | τιζε“ φησίν, ἐπὶ δὲ τῆς μείζονος ἀνέσσυτο· τὸ γὰρ πολὺ οὐκ ἀκον‐ |
| book 458b2.3 | τίζεται. b(BCE3E4) |
| book 459a | 〈ὅπως ἴδον:〉 γράφεται καὶ „ἐπεὶ ἴδον“. Aim |
| book 459b.1 | ὅπως ἴδον αἷμ’ Ὀδυσῆος: καλῶς ἄρα Λυκοῦργος ἐνο‐ |
| book 459b.2 | μοθέτησε Λακεδαιμονίοις ἐσθῆτα φοινικῆν ἐν τοῖς πολέμοις φορεῖν, ἵν’ |
| book 459b.3 | εἰ τρωθείη τις †λανθάνει† τοὺς πολεμίους διὰ τὸ ὁμόχρουν. b(BCE3E4) |
| book 459b | T |
| book 460a1.1 | κεκλόμενοι καθ’ ὅμιλον 〈ἐπ’ αὐτῷ πάντες ἔβη‐ |
| book 460a1.2 | σαν〉: τὸ καθ’ ὅμιλον δύναται μὲν καὶ τοῖς ἑξῆς προσδίδοσθαι, οἷον |
| book 460a1.3 | κατὰ πλῆθος ἐπῆλθον αὐτῷ. πολὺ δὲ κρεῖσσον τοῖς ἐπάνω συνάπτειν· |
| book 460a1.4 | παρακελεύσα〈ν〉το γὰρ τῷ πλήθει ἑαυτῶν. A |
| book 460a2 | τοῦ πρώτου τὸ καθ’ ὅμιλον. Til |
| book 461a.1 | 〈αὐτὰρ ὅ γ’〉 ἐξοπίσω ἀνεχάζετο, 〈αὖε δ’ ἑταί‐ |
| book 461a.2 | ρουσ〉: συγγνωστέον· ἐν ἐσχάτοις γάρ ἐστιν. εἰκότως οὖν ὑποχωρεῖ |
| book 461a.3 | καὶ βοᾷ τοὺς συμμάχους. b(BCE3)T |
| book 461b1.1 | αὖε {δ’ ἑταίρους}: ψιλῶς· τέτακται γὰρ ἐπὶ τοῦ φωνεῖν. |
| book 461b1.2 | ὅταν δὲ ἐπὶ τοῦ ξηραίνειν ἢ ἅπτειν, τότε δασυντέον· ἔστι γὰρ σύνθετον |
| book 461b1.3 | 〈τὸ ἀφαύω〉. A |
| book 461b2 | {αὖε δ’ ἑταίρους:} ψιλωτέον. †ἔστι δὲ† ἐπὶ τοῦ ξηραίνω. T |
| book 462a | 〈ἤϋσεν:〉 ὅτι παρῆκε τὸ τί φωνῶν, οἷον βοηθεῖτε. Aim |
| book 462b | 〈ὅσον κεφαλὴ χάδε φωτός:〉 ὅσον ἠδύνατο. Aint |
| book 462c1.1 | ὅσον κεφαλὴ χάδε φωτός: ἀντὶ τοῦ εἰπεῖν ‘αὐτοῦ‘. |
| book 462c1.2 | τὸ δὲ σχῆμα πολλαχῇ, ὡς καὶ ἐπὶ τοῦ „ἐκ πυκινῆς ὕλης πτόρθον κλάσε ὡς |
| book 462c1.3 | ῥύσαιτο περὶ χροῒ μήδεα φωτόσ“ (ζ 128—9). μεγαλόφωνος δὲ παρα‐ |
| book 462c1.4 | δίδοται ὁ Ὀδυσσεύς· „ἀλλ’ ὅτε δὴ ὄπα τε μεγάλην“ (Γ 221). T |
| book 462c2.1 | ἀντὶ τοῦ εἰπεῖν ‘αὐτοῦ‘ φωτός εἶπε. b(BCE3E4) τὸ δὲ |
| book 462c2.2 | σχῆμα πολλαχῇ, ὡς καὶ ἐν Ὀδυσσείᾳ· „†ὅπως ῥύοιτο† περὶ χροῒ |
| book 462c2.3 | μήδεα φωτόσ“. δείκνυσι δὲ διττὴν εἶναι τὴν φωνήν, τὴν μὲν θωρακικήν, |
| book 462c2.4 | τὴν δὲ πλατεῖαν καὶ οἱονεὶ σφοδροτέραν ἐκ κεφαλῆς. b(BE3E4) |
| book 463.1 | τρὶς δ’ ἄϊεν ἰάχοντος 〈ἀρηΐφιλος Μενέλαοσ〉: ὡς |
| book 463.2 | αἴτιος τῆς μάχης νῦν προσεκτικὸς διὰ τὴν ἀπουσίαν Ἀγαμέμνονος· |
| book 463.3 | b(BCE3E4)T ἢ ὡς φίλος Ὀδυσσεῖ, b(BE3E4)T „ἐξ Ἰθάκης |
| book 463.4 | ἀγαγὼν σὺν κτήμασι“ (δ 175). T αἰσθόμενος δὲ ὡς οὐκ ἔστιν |
| book 463.5 | ἀξιόμαχος, προσλαβεῖν Αἴαντα ἐνθυμεῖται. b(BE3E4)T |
| book 464.1 | αἶψα δ’ ἄρ’ Αἴαντα 〈προσεφώνεεν ἐγγὺς ἐόντα〉: |
| book 464.2 | χάριεν τὸ τῆς περιπετείας, τὸ τὸν ἀλκιμώτατον εὑρεθῆναι πλησίον. |
| book 464.3 | b(BCE3E4)T τὸ δὲ αἶψα τῆς ἐπείξεως αὐτοῦ καὶ προθυμίας |
| book 464.4 | σημαντικόν. T |
| book 466a1 | 〈ἵκετο φωνή:〉 Ἀρίσταρχος „ἵκετ’ ἀϋτή“. Aim |
| book 466a2.1 | ἵκετο φωνή: „ἵκετ’ ἀϋτή“. οὕτως, ἵνα συνᾴδῃ τῷ |
| book 466a2.2 | „τρὶς μὲν ἔπειτ’ ἤϋσε“ (Λ 462). T |
| book 467a1.1 | τῷ ἰκέλη, ὡς εἴ ἑ βιῴατο: ὡς εἰ· καιρὸν γὰρ οὐκ |
| book 467a1.2 | εἶχε νῦν σαφῶς δηλῶσαι τὸ πρᾶγμα ὁ Ὀδυσσεύς, μόνον δὲ βοᾷ. T |
| book 467b1.1 | βιῴατο: ἀπὸ γὰρ τοῦ πολυτλήμονος στοχάζεται ὡς, εἰ |
| book 467b1.2 | μὴ †ἠνάγκασται†, οὐκ ἂν ἐβόησεν. T |
| book 467a2/b2.1 | οὐχὶ τῷ Ὀδυσσεῖ ἰκέλη, ἀλλ’ αὐτῷ τῷ ὡς εἴ ἑ |
| book 467a2/b2.2 | βιῴατο· | στοχάζεται γὰρ ὡς ὁ ταλασίφρων (cf. Λ 466) οὐκ ἄν, εἰ |
| book 467a2/b2.3 | μὴ ἠνάγκαστο, ἐβόησεν. b(BCE3E4) |
| book 467c.1 | 〈τῷ ἰκέλη, ὡς εἴ ἑ βιῴατο:〉 ὁ νοῦς· τοιαύτη, οἵα ἂν |
| book 467c.2 | γένοιτο καταπονουμένου ἀνδρός. Aint |
| book 469 | ἀλεξέμεναι γὰρ ἄμεινον: ἄμεινον, ἐκείνῳ δηλονότι, |
| book 469 | βοηθεῖν ἤπερ ὧδε σχολάζειν. b(BCE3)T |
| book 470 | 〈ἐνὶ Τρώεσσι:〉 γράφεται „μετὰ Τρώεσσι“. Aim |
| book 475a.1 | ἀμφ’ ἔλαφον 〈κεραὸν βεβλημένον〉: οὐ δειλὸς ὁ Ὀδυσ‐ |
| book 475a.2 | σεύς, ὅτι ἐλάφῳ εἴκασται· οὐ γὰρ ἰσχύος δηλωτικὸν τὸ τῆς παραβο‐ |
| book 475a.3 | λῆς, ἀλλὰ τῶν ὁμοίων παθημάτων. θανούσῃ δὲ αὐτὸν ἐλάφῳ εἰκάζει, |
| book 475a.4 | ἵνα αὐξήσῃ τὸν κίνδυνον. A b (BCE3E4)T |
| book 475b.1 | ἀμφ’ ἔλαφον: μερικὴ ἡ παραβολὴ πρὸς τὴν πληγὴν καὶ |
| book 475b.2 | πρὸς τὸ πλῆθος τῶν βαρβάρων καὶ τὴν ἀπουσίαν τοῦ βαλόντος, καὶ |
| book 475b.3 | ὥσπερ θῶας ἀπελαύνει λέων ἐπιφανείς, οὕτω καὶ τοὺς Τρῶας ὁ Αἴας. |
| book 475b.4 | b(BCE3E4)T |
| book 476 | 〈τὸν μέν τ’ ἤλυξε:〉 τὸν ἄνδρα δηλονότι. Aim |
| book 478.1 | αὐτὰρ ἐπεὶ δὴ τόν γε δαμάσσεται ὠκὺς ὀϊστός: |
| book 478.2 | πρὸς τὸ πιθανὴν γενέσθαι τὴν ἔφοδον τῶν πολλῶν ζῴων. ἄγει δὲ καὶ |
| book 478.3 | ἐπ’ ἐκεῖνο ἡ ἔννοια ὅτι οὐδ’ ἂν τῷ Ὀδυσσεῖ προσῆλθον οἱ βάρβαροι, |
| book 478.4 | εἰ μὴ διὰ τὸ τετρῶσθαι πεπονημένῳ. b(BCE3E4)T |
| book 480a.1 | ἐν νέμεϊ σκιερῷ: ὅτι Ζηνόδοτος γράφει „ἐν νέμεϊ γλα‐ |
| book 480a.2 | φυρῷ“. τοῦτο δὲ σπηλαίῳ ἢ ἄντρῳ οἰκεῖον, νομὰς δὲ ἔχοντι †ὑπὸ |
| book 480a.3 | συνδένδρῳ τόπῳ ἀνάρμοστον. A |
| book 480b.1 | 〈ἐν νέμεϊ:〉 νέμος σύμφυτος τόπος καὶ εἰς νομὴν πεποιημέ‐ |
| book 480b.2 | νος. Til |
| book 480c.1 | λῖν: περισπαστέον κατὰ νόμον τῶν μονοσυλλάβων αἰ‐ |
| book 480c.2 | τιατικῶν· πᾶσα γὰρ αἰτιατικὴ μονοσύλλαβος εἰς ν λήγουσα πε‐ |
| book 480c.3 | ρισπᾶται, ἀπέστραπται δὲ τὸν ὀξὺν τόνον, †μοῦν†, μνᾶν, „σῦν“ |
| book 480c.4 | (Ι 539 al.), μῦν. ταύτῃ καὶ ἡ κλεῖδα αἰτιατικὴ γενομένη κλεῖν περισπᾶ‐ |
| book 480c.5.1 | ται, τῆς εὐθείας ὀξυνομένης. ταῦτα Ἡρωδιανὸς ἐν τῷ πεντεκαιδεκάτῳ |
| book 480c.5.2 | τῆς Καθόλου (1,415,5). A |
| book 480d.1 | ἄλλως· 〈λίν:〉 ἔδει μὲν περισπωμένως, ὡς μῦς μῦν· τὸ γὰρ |
| book 480d.2 | πληθυντικὸν παρὰ Καλλιμάχῳ (fr. 807 dub.) „αἱ μέν ῥα λίεσσιν“, |
| book 480d.3 | ὡς μύεσσιν. Ἀριστάρχῳ δὲ ἐπείσθη ἡ παράδοσις ὀξύνοντι. A |
| book 481a.1 | σίντην· θῶες μέν τε 〈διέτρεσαν, αὐτὰρ ὁ δά‐ |
| book 481a.2 | πτει〉: Ἀριστοτέλης ἐν τῷ Περὶ ζῴων (sc. 9,1 p. 610 a 13) φησὶ θῶας |
| book 481a.3 | καὶ λέοντας πολέμια εἶναι, σαρκοφάγα ὄντα καὶ ἀπὸ τῶν αὐτῶν τὴν |
| book 481a.4 | τροφὴν ποριζόμενα. ἔμπειρος οὖν τούτων καὶ πρὸ Ἀριστοτέλους ὁ |
| book 481a.5 | ποιητής. AT |
| book 481b.1 | αὐτὰρ ὁ δάπτει: αὕτη ἡ ἐπεξεργασία τῆς παραβολῆς |
| book 481b.2 | οὐ πρὸς τὸ προκείμενον. T |
| book 484a.1 | ἀΐσσων ᾧ ἔγχει 〈ἀμύνετο νηλεὲς ἦμαρ〉: ἢ ἐπὶ τὸ |
| book 484a.2 | ἀΐσσων βραχὺ διασταλτέον ἢ ἐπὶ τὸ ἔγχει. καὶ ἀμφότερα ἐγκατά‐ |
| book 484a.3 | σκευα· τὸ μέντοι δεύτερον δοκεῖ λείπειν τῇ σύν προθέσει, ὡς καὶ ἐκεῖ |
| book 484a.4 | „ἔγχει ἐπαΐσσων“ (Κ 348). A |
| book 484b.1 | ἀΐσσων: στιγμὴ εἰς τὸ ἀΐσσων. οὐ πρὸς τρῶσιν δὲ |
| book 484b.2 | ὥρμα (ἄπιστον γὰρ τοῦτο), ἀλλὰ πρὸς τὸ ἐκφοβῆσαι μόνον. b |
| book 484b.3 | (BCE3E4)T |
| book 484c | 〈νηλεὲς ἦμαρ:〉 τὴν χαλεπὴν ἡμέραν, τουτέστι τὸν θάνα‐ |
| book 484c | τον. Aim |
| book 486a.1 | στῆ δὲ παρέξ: παρέστη δέ. καὶ περισσὴ ἡ ἔξ, ὁμοίως |
| book 486a.2 | τῷ „ὦσα παρέξ“ (ι 488). A |
| book 486b | 〈παρέξ:〉 ἀντὶ τοῦ παρά. καὶ ὀξύνεται. Til |
| book 488a1.1 | εἵως θεράπων 〈σχεδὸν〉 ἤλασεν ἵππους: ὁ τοῦ |
| book 488a1.2 | Μενελάου· Ὀδυσσεὺς γὰρ οὐκ ἔχει ἵππους ἅτε δὴ νησιώτης. b(BCE3 |
| book 488a1.3 | E4)T ἀλλὰ νῦν διὰ τὴν χρείαν οὐκ εἴα ὁ καιρὸς Μενέλαον εἰπεῖν |
| book 488a1.4 | „ἀλλ’ ἄγ’ ἐμῶν ὀχέων ἐπιβήσεο“ (Θ 105). T |
| book 488a2 | τοῦ Μενελάου· ἄνιππος γὰρ ὁ Ὀδυσσεύς. Aint |
| book 489 | 〈Αἴας δέ:〉 ἔσχατος ἀριστεύει Αἴας ὡς νωθής (cf. Λ 559). Til |
| book 490a.1 | Πριαμίδην, νόθον 〈υἱόν〉: ἐπὶ τὸ Πριαμίδην βραχὺ |
| book 490a.2 | διαστέλλειν ἀξιοῦσί τινες, οὐκ ἀπιθάνως, ἵνα μὴ συνάπτωμεν τῷ |
| book 490a.3 | πατρωνυμικῷ τὸν υἱὸν καὶ ζήτημα ποιῶμεν περί τινα ὥσπερ ἐξή‐ |
| book 490a.4 | γησιν ἢ ἐπανάληψιν. | περισσὸν δὲ τὸ—ἐμπεριέχεται. A |
| book 490b.1 | Πριαμίδην, νόθον υἱόν: τελεία εἰς τὸ Πριαμίδην, καὶ |
| book 490b.2 | μετ’ ἐμφάσεως ἡ ἐπανάληψις τοῦ δηλουμένου. b(BCE3)T καὶ πά‐ |
| book 490b.3 | λιν εἰς τὸ υἱόν τελεία. b(BCE3) |
| book 492-5.1 | ὡς δ’ ὁπότε πλήθων ποταμὸσ〈—βάλλει〉: |
| book 492-5.2 | καὶ ἐπὶ Διομήδους (sc. Ε 87—92) ἡ παραβολή, ἀλλὰ μείζων ἐκεῖ διὰ |
| book 492-5.3 | τὴν ἐπικουρίαν Ἀθηνᾶς (cf. Ε 1—8). οὐ μὴν οὐδὲ αὕτη εἰκῇ πρόσκει‐ |
| book 492-5.4 | ται· τὸ γὰρ κάτεισι (492) τὴν ἀκώλυτον ὁρμὴν ὑποφαίνει, καὶ τὸ |
| book 492-5.5 | ὀπαζόμενος (493) οἷον ἐπειγόμενος. b(BCE3E4)T |
| book 492.1 | πεδίον δὲ κάτεισι: ὅτι Ζηνόδοτος γράφει „πεδίον δὲ |
| book 492.2 | δίηται“. τὸ δὲ κάτεισι τὴν ἐξ ὕψους καταφορὰν δηλοῖ. A |
| book 494a.1 | πολλὰς δὲ δρῦς ἀζαλέας: πρὸς τὸ σημαινόμενον, πό‐ |
| book 494a.2 | τερον ὅτι φυλλορροεῖ καὶ κατὰ ταύτην τὴν ὥραν ξηραινόμενα τὰ |
| book 494a.3 | δένδρα ἐκ ῥιζῶν ἀναβάλλεται ὑπὸ τῶν χειμάρρων. ἢ ὅτι οἱ δρυτόμοι |
| book 494a.4 | εἰς τοὺς ποταμοὺς ἐμβάλλουσι κόπτοντες, ἵνα ἐπὶ τοῦ καιροῦ συγκα‐ |
| book 494a.5 | ταφέρωνται τῷ ὄμβρῳ, ὃ καὶ ὑγιές. A |
| book 494b.1 | πολλὰς δὲ δρῦς ἀζαλέας 〈πολλὰς δέ τε πεύκασ〉: |
| book 494b.2 | ἢ τὰς μὴ παρὰ τὸν ποταμόν, ἀλλ’ ἄνω που οὔσας, ἵνα τὸ πλῆθος τοῦ |
| book 494b.3 | ῥείθρου δηλοῖ· ἢ ἃς οἱ δρυτόμοι τιθέασι πρὸς τὸ ξηρανθῆναι· b(BCE3 |
| book 494b.4 | E4)T „ἡ μέν τ’ ἀζομένη κεῖται 〈ποταμοῖο παρ’ ὄχθασ〉“ (Δ 487): T |
| book 494b.5.1 | καὶ διὰ τὸ δυσμετακόμιστον τῶν ξύλων ἐῶσι τὸν ποταμὸν ἀγαγεῖν. |
| book 494b.5.2 | διὰ δὲ τοῦ πολλαπλασιάζειν τὸ πολλάς ἐπαίρει τὸν λόγον. b(BCE3 |
| book 494b.5.3 | E4)T |
| book 495 | ἀφυσγετόν: Ἀρίσταρχος ὀξύνει ὁμοίως τῷ „ὑετόν“ (Μ |
| book 495.1 | 133), ὁ δὲ Τυραννίων (fr. 25 P.) βαρύνει ὁμοίως τῷ „ἀτρύγετον“ |
| book 495.2 | (Ο 27 al.). ἔστι δὲ ἐκεῖνο ὑπὲρ τοῦ Ἀριστάρχου λέγειν ὅτι τὰ ὑπὲρ |
| book 495.3 | τρεῖς συλλαβάς, διὰ τοῦ ετος ἐκφερόμενα, μὴ ἔχοντα παρασχημα‐ |
| book 495.5.1 | τισμὸν θηλυκοῦ, ἐπιθετικῶς μὲν λαμβανόμενα τρίτην ἀπὸ τέλους θέλει |
| book 495.5.2 | ἔχειν τὴν ὀξεῖαν, ὥσπερ ἔχει τὸ ἀμαιμάκετος, περιμήκετος. τὸ δὲ |
| book 495.5.3 | λα〈ι〉λαπετός μὴ ὂν ἐπιθετικὸν ὠξύνθη καὶ τὸ „Ἰαπετόσ“ (Θ 479) |
| book 495.5.4 | ἐπὶ κυρίου. εἴπερ οὖν καὶ τὸ ἀφυσγετός οὐκ ἔστιν ἐπιθετικόν, ὑγιῶς |
| book 495.5.5 | ὀξυτονηθήσεται κατὰ τὸν Ἀρίσταρχον. ἢ εἴπερ αὐτὸ βαρύνομεν, |
| book 495.10 | δώσομεν αὐτὸ καὶ ἐπικεῖσθαί τινι. A |
| book 498-9.1 | ἐπεί ῥα μάχης ἐπ’ ἀριστερὰ 〈μάρνατο πάσης /〉 |
| book 498-9.2 | ὄχθας πὰρ ποταμοῖο 〈Σκαμάνδρου〉: ἀριστερὸς τοῦ ναυστάθ‐ |
| book 498-9.3 | μου ἐστὶν ὁ Σκάμανδρος. T |
| book 498.1 | ἐπεί ῥα μάχης ἐπ’ ἀριστερά: μέμνηται ἑαυτοῦ ὁ ποιητὴς |
| book 498.2 | εἰπὼν ἔμπροσθεν „ἔνθα σφιν κατὰ ἶσα μάχην ἐτάνυσ〈σ〉ε Κρονίων“ |
| book 498.3 | (Λ 336)· οὕτω γὰρ κατὰ ἴσα ἡ μάχη γίνεται, τῶν ἀρίστων ἐφ’ ἑκατέρῳ |
| book 498.4 | μέρει ἀριστευόντων καὶ μήπω συμβαλλόντων ἀλλήλοις. καταλιμπά‐ |
| book 498.5 | νων δὲ Αἴαντα ποικίλλει τὸ ὑποκείμενον. T |
| book 500.1 | 〈ἀνδρῶν:〉 τῶν Ἀχαιῶν· φησὶ γάρ· „νέων δ’ ἀλάπαζε φά‐ |
| book 500.2 | λαγγασ“ (Λ 503). T |
| book 501.1 | Νέστορα δ’ ἀμφὶ μέγαν καὶ 〈ἀρήϊον〉 Ἰδομενῆα: |
| book 501.2 | κατακωμῳδεῖ τὸ ῥᾴθυμον Ἕκτορος, καθὸ φυγὼν τοὺς περὶ Ὀδυσσέα |
| book 501.3 | καὶ Ἀγαμέμνονα τούτοις ἑαυτὸν ἐκδίδωσιν. T |
| book 502 | {ἕκτωρ μὲν μετὰ τοῖσιν} ὁμίλει: ὅτι ὁμίλει ἀντὶ τοῦ |
| book 502 | ἐμάχετο, ἀπὸ τοῦ ὁμοῦ τὰς ἴλας συμβάλλειν. A |
| book 503a1.1 | νεῶν δ’ ἀλάπαζε φάλαγγας: οἱ μὲν πλείους ἀνέγνω‐ |
| book 503a1.2 | σαν „νέων“ ὡς ξένων, ἵνα τῆς οἱ νέοι εὐθείας γενικὴ ὑπάρχοι. ὁ μέντοι |
| book 503a1.3 | Ἀρίσταρχος καὶ Ἀλεξίων (fr. 46 B.) καὶ ὁ Ἀσκαλωνίτης (p. 51 B.) |
| book 503a1.4 | περιέσπασαν, ἵνα ἀπὸ τοῦ „τῶν νέες ὠκεῖαι“ (η 36) ᾖ, ἐπ〈ε〉ὶ, φησί, |
| book 503a1.5.1 | νοῦν οὐκ ἔχει τὸ βαρυνόμενον, τὸ μέντοι περισπώμενον, τοιαύτης |
| book 503a1.5.2 | ὑπαρχούσης τῆς διανοίας ‘τὰς πρὸ τῶν νεῶν τάξεισ‘. A |
| book 503a2.1 | {νέων δ’ ἀλάπαζε φάλαγγας:} τὰς πρὸ τῶν νεῶν τάξεις. |
| book 503a2.2 | τινὲς δὲ „νέων“ ἀντὶ τοῦ νεωτέρων. T |
| book 504.1 | κελεύθου: τῆς ὡς πρὸς τοὺς πολεμίους ὁρμῆς καὶ ἧς εἶχον |
| book 504.2 | κατ’ αὐτῶν προθυμίας. b(BCE3E4)T |
| book 506a.1 | παῦσεν ἀριστεύοντα 〈Μαχάονα ποιμένα λαῶν〉: |
| book 506a.2 | ὅτι μηδὲν προδιασυστήσας κατὰ συμπέρασμα παῦσεν ἀριστεύον‐ |
| book 506a.3 | τα φησίν. ἡ δὲ ἀναφορὰ πρὸς τὸ „τῷ 〈δ’〉 οὔ πώ τις ὅμοιος ἐπιχθόνιος |
| book 506a.4 | γένετ’ ἀνήρ / κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτασ“ (Β |
| book 506a.5 | 553—4). A |
| book 506b.1 | ἀριστεύοντα Μαχάονα: λεληθότως ἐνέφηνεν ὡς διετί‐ |
| book 506b.2 | θετό τι ὁ Μαχάων. τίς δὲ ἡ ἀριστεία, ἐπὶ κεφαλαίου εἰπὼν οὐ διέξεισι |
| book 506b.3 | κατὰ μέρος ὡς ἐπὶ τῶν ἄλλων. T |
| book 507.1 | κατὰ δεξιὸν ὦμον: εἰς τὸν ὦμον τέτρωται, b(BCE3)T |
| book 507.2 | ἵνα μηδὲ τοῖς τρωθεῖσιν ἐπαρκῇ. b(BCE3E4)T ηὔξησεν οὖν τὴν |
| book 507.3 | ἀγωνίαν. T |
| book 508 | τῷ ῥα περίδδεισαν: τῷ Μαχάονι, ὡς διὰ τῶν ἑξῆς δηλοῖ |
| book 508 | „ἰητρὸς γὰρ ἀνὴρ πολλῶν 〈ἀντάξιος ἄλλων〉“ (Λ 514). T |
| book 509a.1 | πολέμοιο μετακλι〈ν〉θέντος: ἐπὶ θάτερον μέρος τῆς |
| book 509a.2 | ῥοπῆς γενομένης. b(BCE3E4)T |
| book 509b.1 | 〈πολέμοιο〉 μετακλινθέντος: ἀντὶ τοῦ μεταβληθέντος |
| book 509b.2 | τοῦ πολέμου καὶ ἐπικρατεστέρων γενομένων τῶν Τρώων. A |
| book 510.1 | αὐτίκα δ’ Ἰδομενεὺς προσεφώνεε Νέστορα: οὐχ ὅτι |
| book 510.2 | τὸ δέον μᾶλλον ὁρᾷ τοῦ Νέστορος, ἀλλ’ ὅτι ἀπίθανον ἦν τοῦτον τὸν |
| book 510.3 | λόγον περικεῖσθαι τῷ Νέστορι ὡς περὶ ἰδίας σπεύδοντι ἀπαλλαγῆς. |
| book 510.4 | πιθανὴ δὲ καὶ ἡ ἀναχώρησις τῷ Νέστορι κατὰ πρόφασιν τῆς τοῦ |
| book 510.5.1 | ἰατροῦ ἐπιμελείας, ἵνα μὴ καὶ τούτου ἔρημον γένηται τὸ στράτευμα. |
| book 510.5.2 | ἀπαλλάσσει τε δευτέρων κινδύνων τὸν Νέστορα ὁ ποιητής, καὶ |
| book 510.5.3 | ταῦτα στερόμενον τῶν σῳζόντων. b(BCE3E4)T |
| book 512-3.1 | ἄγρει, σῶν ὀχέων ἐπιβήσεο, 〈πὰρ δὲ Μαχάων / |
| book 512-3.2 | —ἵππουσ〉: τοῦτον ἐδύνατο ὁ ποιητὴς καὶ πεζὸν ἐπὶ τὰς ναῦς |
| book 512-3.3 | ἀγαγεῖν· τὸν γὰρ ὦμον ἦν τετρωμένος. οἰκονομικῶς δὲ ἐφ’ ἅρματος |
| book 512-3.4 | αὐτὸν ἐποίησεν ἀπιόντα, ἵνα διὰ τὸ τῶν ἵππων τάχος παραδράμῃ |
| book 512-3.5.1 | τὴν ὄψιν τοῦ Ἀχιλλέως, καὶ μὴ δυνηθεὶς ἀκριβῶς καταμαθεῖν, τίς |
| book 512-3.5.2 | ἐστι, τὸν Πάτροκλον τοῦτο εἰσόμενον ἐκπέμψῃ, b(BCE3E4)T καὶ |
| book 512-3.5.3 | ἡ Πατρόκλεια εἰς τὴν ποίησιν παρέλθῃ. T |
| book 512a1 | 〈ἄγρει:〉 παρορμητικόν. „ἄγε“ παρακελευστικόν. Til |
| book 512a2 | ἔστι δὲ τὸ μὲν ἄγρει παρορμητικὸν ἐπίρρημα, τὸ δὲ „ἄγε“ |
| book 512a2 | παρακελευστικόν. b(BCE3E4) |
| book 513.1 | ἐς νῆας δὲ τάχιστ’ ἔχε μώνυχας ἵππους: ἵνα εἴπῃ |
| book 513.2 | Ἀχιλλεὺς „ἵπποι γάρ με παρήϊξαν“ (Λ 615). καὶ ὁ Νέστωρ δὲ καθο‐ |
| book 513.3 | μιλήσας τῷ Πατρόκλῳ δύναται ποικίλως πεῖσαι. T |
| book 515a.1 | ἰούς τ’ ἐκτάμνειν〈—πάσσειν〉: ἀθετεῖται, ὅτι |
| book 515a.2 | οὐκ ἀναγκαία ἡ ἐξαρίθμησις· μειοῖ γάρ, εἰ μόνον ἰοὺς ἐκτάμνειν καὶ |
| book 515a.3 | φαρμακεύειν οἶδεν. | καὶ Ἀριστοφάνης προηθέτει, Ζηνόδοτος δὲ οὐδὲ |
| book 515a.4 | ἔγραφεν. A |
| book 515b | Ζηνόδοτος δὲ οὐ γράφει, Ἀριστοφάνης δὲ ἀθετεῖ. T |
| book 515c.1 | ἰούς τ’ ἐκτάμνειν 〈ἐπί τ’ ἤπια φάρμακα πάσ‐ |
| book 515c.2 | σειν〉: ἐμείωσε, φασί, τὸν ἔπαινον, μερικὴν αὐτῷ προσθεὶς τὴν |
| book 515c.3 | εἴδησιν· καίτοι φησίν· „ὅς ῥά τε πάσης / εὖ εἰδῇ σοφίασ“ (Ο 411—2). |
| book 515c.4 | οἱ μὲν οὖν φασιν ὅτι τὸ χειρουργικὸν καὶ τὸ φαρμακευτικὸν εὕρητο |
| book 515c.5.1 | παρὰ τοῖς παλαιοῖς· τοῦ γὰρ διαιτητικοῦ Ἡρόδικος μὲν ἤρξατο, |
| book 515c.5.2 | συνετέλεσε δὲ Ἱπποκράτης, Πραξαγόρας (fr. 36 St.), Χρύσιπ‐ |
| book 515c.5.3 | πος (sc. medicus), b(BCE3E4)T ὅτι δὲ οὐκ ἴσασι τὸ διαιτη‐ |
| book 515c.5.4 | τικόν, „νοῦσον δ’ οὔ πως ἔστι Διὸς μεγάλου ἀλέασθαι“ (ι 411), |
| book 515c.5.5 | „ἀσπασίως δ’ ἄρα τόν γε θεοὶ κακότητος ἔλυσαν“ (ε 397). T ἔνιοι |
| book 515c.10.1 | δέ φασιν ὡς οὐδὲ ἐπὶ πάντας τοὺς ἰατροὺς ὁ ἔπαινος οὗτός ἐστι |
| book 515c.10.2 | κοινός, ἀλλ’ ἐπὶ τὸν Μαχάονα, ὃν μόνον χειρουργεῖν τινες λέγουσι· |
| book 515c.10.3 | τὸν γὰρ Ποδαλείριον διαιτᾶσθαι νόσους. καὶ τεκμήριον τούτου· |
| book 515c.10.4 | Ἀγαμέμνων τρωθέντος Μενελάου οὐκ ἄμφω ἐπὶ τὴν θεραπείαν |
| book 515c.10.5 | καλεῖ, ἀλλὰ τὸν Μαχάονα (cf. Δ 193—7). b(BCE3E4)T τοῦτο |
| book 515c.15.1 | ἔοικε καὶ Ἀρκτῖνος ἐν Ἰλίου πορθήσει νομίζειν, ἐν οἷς φησιν (fr. 5 |
| book 515c.15.2 | A. = 2 B.)· „αὐτὸς γάρ σφιν ἔδωκε πατὴρ †ἐνοσίγαιος πεσεῖν† / |
| book 515c.15.3 | ἀμφοτέροις, ἕτερον δ’ ἑτέρου κυδίον’ ἔθηκεν· / τῷ μὲν κουφοτέρας |
| book 515c.15.4 | χεῖρας πόρεν, ἔκ τε βέλεμνα / σαρκὸς ἑλεῖν τμῆξαί τε καὶ ἕλκεα |
| book 515c.15.5 | πάντ’ ἀκέσασθαι, / τῷ δ’ ἄρ’ ἀκριβέα †πάντ’ ἐνὶ† στήθεσσιν |
| book 515c.20.1 | ἔθηκεν, / ἄσκοπά τε γνῶναι καὶ ἀναλθέα ἰάσασθαι· / ὅς ῥα καὶ |
| book 515c.20.2 | Αἴαντος πρῶτος μάθε χωομένοιο / ὄμματά τ’ ἀστράπτοντα βαρυνό‐ |
| book 515c.20.3 | μενόν τε νόημα.“ T εἰ δὲ μὴ παράγει τινὰ διαιτώμενον, οὐ θαῦ‐ |
| book 515c.20.4 | μα· διὰ γὰρ τὸ ἀπρεπὲς παρῆκε τὴν δίαιταν· οἷον γὰρ ἦν πυρέτ‐ |
| book 515c.20.5 | τοντα τὸν ἥρωα παραλαβεῖν ἢ κενούμενον τὴν γαστέρα ἢ προποτι‐ |
| book 515c.25.1 | ζόμενον· b(BCE3E4)T ταῦτα γὰρ κωμικά, ὡς καὶ Διονυσίῳ |
| book 515c.25.2 | (cf. T.G.F. 76, fr. 3a Sn. = F.C.G. III p. 553 Mein.) πεποίηται ἐν |
| book 515c.25.3 | †λιμῷ τῶν νόσων† Ἡρακλῆς, Σειληνὸς δὲ κλύζειν πειρᾶται τὸν |
| book 515c.25.4 | Ἡρακλέα. T ἢ μόνων τῶν ἐπειγόντων πρὸς τὸν πόλεμον μέμνη‐ |
| book 515c.25.5 | ται· εἰσὶ δὲ φάρμακα καὶ χειρουργίαι. εἰ δὲ ἀπὸ τῶν ἡττόνων ὁ |
| book 515c.30 | ἔπαινος, καὶ τοῦτο ἰατρικῆς ἐγκώμιον, τὸ καὶ τὰ ἥττω μέρη ταύτης |
| book 515c.1 | εἶναι πολλῶν ἀντάξια. b(BE3E4)T μήποτε δὲ καὶ τὸ ἑξῆς τοῦ |
| book 515c.2 | λόγου τοιόνδε· εἰς τὰς ναῦς ἔλαυνε τοὺς ἵππους (cf. Λ 513) καὶ |
| book 515c.3 | τὸν ἰὸν ἔκτεμνε τῷ Μαχάονι καὶ ἐπίπασσε φάρμακα (cf. 515)· |
| book 515c.4 | καὶ οὐ θαῦμα ἰούς τὸν ἰὸν εἰρῆσθαι· καὶ „πρόσωπα“ (Σ 414 al.) |
| book 515c.35.1 | γάρ φησι καὶ „στήθεα“ (Σ 415. ς 69)· καὶ τὸ ἀπαρέμφατον ἀντὶ |
| book 515c.35.2 | προστακτικοῦ. T |
| book 517.1 | 〈αὐτίκα δ’ ὧν ὀχέων ἐπεβήσετο:〉 ἄπεισιν ὁμιλήσων |
| book 517.2 | Πατρόκλῳ. Til |
| book 518.1 | 〈Ἀσκληπιοῦ υἱός,〉 ἀμύμονος ἰητῆρος: τὸ ἀμύ‐ |
| book 518.2 | μονος τοῦ ἰατῆρός ἐστιν ἐπίθετον· θνητοῖς γὰρ εἴωθεν Ὅμηρος |
| book 518.3 | τάσσειν τὸ ἐπίθετον· καὶ „ἀμύμονα“ γοῦν „Πήδασον“ (Π 152) |
| book 518.4 | φησίν. T |
| book 519a.1 | 〈μάστιξεν δ’ ἵππους:〉 γράφεται „μάστιξεν δ’ ἐλά‐ |
| book 519a.2 | αν“. Aim |
| book 519b.1 | μάστιξε〈ν〉 δ’ ἐλάαν: ἐμάστιξεν ἐπὶ τῷ ἐλαύνειν. |
| book 519b.2 | ἢ Ἀττικῶς λείπει τὸ ὥστε. ἢ τὸ ἀπαρέμφατον ἀντὶ μετοχῆς, ὡς |
| book 519b.3 | τὸ „βῆ δ’ ἐλάαν“ (Ν 27) ἀντὶ τοῦ ἔβη ἐλαύνων. b(BCE3E4)T |
| book 520 | 〈τῇ γὰρ φίλον:〉 τοῖς ἵπποις διὰ τὰς φάτνας. Til |
| book 521-3.1 | 〈Κεβριόνης δὲ Τρῶας ὀρινομένους ἐνόησεν |
| book 521-3.2 | /Ἕκτορι παρβεβαώς:〉 φησὶ γὰρ „Κεβριόνην δ’ ἐκέλευσεν / |
| book 521-3.3 | ἵππων ἡνί’ ἑλεῖν“ (Θ 318—9). μέχρι δὲ τούτου ἠμέλησε τῶν χωρίων |
| book 521-3.4 | ὡς σωφρονισθῆναι ὑπὸ τοῦ ἡνιόχου. Til |
| book 523.1 | {ἕκτωρ νῶϊ μὲν ἐνθάδ’} ὁμιλέομεν: ὅτι κυρίως λέγει |
| book 523.2 | ὁμιλέομεν, ὁμοῦ τὰς ἴλας συμβάλλομεν. A |
| book 524.1 | ἐσχατιῇ πολέμοιο: εἶπε γὰρ „μάχης ἐπ’ ἀριστερὰ |
| book 524.2 | μάρνατο πάσησ“ (Λ 498), ὅπου, φησίν, οὐδὲν ὠφελεῖ ἡ ἡμετέρα |
| book 524 | παρουσία. T |
| book 527.1 | εὐρὺ γὰρ 〈...〉 ἔχει σάκος: ἔνθεν καὶ Εὐρυσάκης ὁ |
| book 527.2 | τοῦ Αἴαντος υἱός. T |
| book 528.1 | κεῖς’ ἵππους {τὲ καὶ ἅρμα}: ὅτι Ζηνόδοτος γράφει |
| book 528.2 | „κεῖθ’ ἵππουσ“. γίνεται δὲ ἐν ἐκείνῳ τῷ τόπῳ. τὸ δὲ ἐκεῖσε εἰς ἐκεῖνον |
| book 528.3 | τὸν τόπον, ὃ δὴ νῦν ἁρμόζει. A |
| book 529a1.1 | 〈ἱππῆες πεζοί τε κακὴν〉 ἔριδα προβαλόντες: |
| book 529a1.2 | μέσην ἀμφοτέρων ἔχοντες. T |
| book 529a2 | μέσον ἀλλήλων κινήσαντες. b(BCE3E4) |
| book 531.1 | ὣς ἄρα φωνήσας ἵμασεν 〈καλλίτριχας ἵππουσ〉: |
| book 531.2 | εὖ τὸ μὴ ἀναμεῖναι τοὺς τοῦ Ἕκτορος λόγους· τάχα γὰρ οὐδὲ |
| book 531.3 | ἤθελεν ἥκειν ἐκεῖσε διὰ τὸν Αἴαντα. b(BCE3E4)T |
| book 532.1 | ἀΐοντες: ὅτι τῷ εἴδει τὸ γένος δεδήλωκεν· τὸ γὰρ ἀΐον‐ |
| book 532.2 | τες ἐστὶν ἀκούοντες, θέλει δὲ εἰπεῖν ἐπαισθόμενοι τῆς πληγῆς· ἡ |
| book 532.3 | γὰρ ἀκοὴ εἶδός ἐστι τῆς αἰσθήσεως. A |
| book 534 | στείβοντες νέκυας: καὶ στιβεὺς ὁ βίᾳ πατῶν. T |
| book 534-5.1 | 〈στείβοντες νέκυάς τε—περὶ δίφρον:〉 |
| book 534-5.2 | φαντασίαν ποιεῖ ἡ ἔπειξις ὥστε διὰ τῶν πτωμάτων ἔρχεσθαι. εἴωθε |
| book 534-5.3 | δὲ ἀπὸ τῶν συμβεβηκότων δηλοῦν τὰ πράγματα· νῦν δὲ ἀπὸ τοῦ |
| book 534-5.4 | ἀναφερομένου αἵματος ὥστε πιμπλάναι τὸν ἄξονα καὶ τὰς ἄντυγας, |
| book 534-5.5.1 | τὸ πλῆθος ἐνέφηνε τῶν νεκρῶν. b(BCE3E4)T βαθὺ δὲ τραῦμα |
| book 534-5.5.2 | δηλῶσαι θέλων φησὶ „πᾶν δ’ ὑπεθερμάνθη ξίφος αἵματι“ (Π 333). |
| book 534-5 | b(BE3E4)T |
| book 536a.1 | ἃς ἄρ’ ἀφ’ ἱππείων ὁπλέων 〈ῥαθάμιγγες ἔβαλ‐ |
| book 536a.2 | λον〉: οὐ χωριστέον τὸν ἑξῆς ἐπιφερόμενον „αἵ τ’ ἀπ’ ἐπισσώτρων“ |
| book 536a.3 | (Λ 537)· ὁ γὰρ λόγος οὗτος· ἃς αἱ ῥανίδες ἔβαλλον αἱ ἀπό τε τῶν |
| book 536a.4 | ἱππείων ὁπλῶν καὶ αἱ ἀπὸ τῶν ἐπισσώτρων. A |
| book 536b.1 | ἃς ἄρ’ ἀφ’ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλ‐ |
| book 536b.2 | λον: ἃς ἔβαλλον ἄντυγας (cf. Λ 535) b(BCE3)T αἱ ἀπὸ τῶν |
| book 536b.3 | ὁπλῶν καὶ ἐπισσώτρων ῥαθάμιγγες. b(BCE3E4)T πρὸς τὸ |
| book 536b.4 | θηλυκὸν δὲ ἀπήντησεν. T |
| book 537.1 | 〈ἀπ’ ἐπισσώτρων:〉 οὕτως κατὰ συναλιφὴν AintTil |
| book 537.2 | ἐν ταῖς Ἀριστάρχου. Aint |
| book 537-8 | ὅμιλον / ἀνδρόμεον: τὴν τῶν ἀνδρῶν μάχην. T |
| book 538.1 | 〈ῥῆξαί τε:〉 οὕτως Ἀρίσταρχος ῥῆξαί τε, διὰ τοῦ |
| book 538.2 | τέ. Aim |
| book 539a.1 | μίνυ〈ν〉θα δὲ χάζετο 〈δουρόσ〉: ἐκεῖθεν, ὅπου ἦν |
| book 539a.2 | ὁ Αἴας, ἔλασσον δόρατος βολῆς ἀνεχώρει. A |
| book 539b.1 | μίνυνθα δ’ ἐχάζετο δουρός: ἧσσον βολῆς δόρατος· |
| book 539b.2 | b(BCE3E4)T φησὶ γοῦν „ἄορί τε“ (Λ 541). T τινὲς δέ, |
| book 539b.3 | οὐδὲ ὅλως ἐχάζετο. b(BCE3)T |
| book 539c.1 | μίνυνθα δὲ 〈χάζετο δουρόσ〉: ἐπ’ ὀλίγον, φησί, |
| book 539c.2 | τῆς βολῆς τοῦ δόρατος ὑπεχώρει, ἀντὶ τοῦ οὐδὲ ἐπ’ ὀλίγον, ἀλλ’ |
| book 539c.3 | ἀεὶ συνεπλέκετο. A |
| book 539d | 〈δουρός:〉 Ἀρίσταρχος „δουρί“ κατὰ δοτικήν. Aim |
| book 540.1 | 〈αὐτὰρ ὁ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀν‐ |
| book 540.2 | δρῶν:〉 διὰ τὸν Αἴαντα, ὅπερ καὶ ἐπάγει „Αἴαντος δ’ ἀλέεινε“ (Λ |
| book 540 | 542) καὶ τὰ ἑξῆς. A |
| book 542a1.1 | Αἴαντος δ’ ἀλέεινε μάχην: ἐντεῦθεν τὸ „γνῶθι |
| book 542a1.2 | σαυτόν“. δῆλον οὖν ὡς τοὺς ἀρίστους περιϊστάμενος ἐχώρει, καίτοι |
| book 542a1.3 | τοῦ Διὸς περὶ μόνου Ἀγαμέμνονος εἰπόντος (sc. Λ 187—9). T |
| book 542a2.1 | ἐντεῦθεν φαίνεται τὸ „γνῶθι σαυτόν“· δῆλον γὰρ ὡς |
| book 542a2.2 | πάντας τοὺς ἀρίστους σκοπῶν ὑπεχώρει, καίτοι Διὸς περὶ μόνου |
| book 542a2.3 | εἰπόντος Ἀγαμέμνονος. b(BCE3E4) |
| book 544.1 | Ζεὺς δὲ 〈πατὴρ〉 Αἴανθ’ 〈ὑψίζυγοσ〉 ἐν φόβον |
| book 544.2 | ὦρσε: πρὸς τὸ „ἀνδρὶ δέ κ’ οὐκ εἴξειε“ (Ν 321)· ἄτοπον γὰρ τού‐ |
| book 544.3 | του παρόντος τροπὴν γενέσθαι. T |
| book 545.1 | {στῆ δὲ ταφὼν} ὄπιθεν δὲ σάκος 〈βάλεν〉: ὅτι ἐκ |
| book 545.2 | τελαμώνων ἀνήρτηντο αἱ ἀσπίδες· οὐ γὰρ ἂν ἄλλως ἠδύνατο εἰς |
| book 545.3 | τοὐπίσω μεταλαμβάνεσθαι. A |
| book 546a.1 | τρέσ〈σ〉ε δὲ παπτήνας 〈... θηρὶ ἐοικώσ〉: τρέ‐ |
| book 546a.2 | σας ἐπάπτηνε. θηρὶ ἐοικώς· ἑξῆς „ὡς δ’ αἴθωνα λέοντα“ (Λ 548), |
| book 546a.3 | ὡς θῆρα ὑπὸ πολλῶν περιεχόμενον. T |
| book 546b.1 | 〈τρέσσε δὲ παπτήνας ἐφ’ ὁμίλου:〉 τὸ ἐφ’ ὁμί‐ |
| book 546b.2 | λου βέλτιον τοῖς ἐπάνω προσδιδόναι. Aim |
| book 546c | ἐφ’ ὁμίλου: Ἀριστοφάνης „δι’ ὁμίλου“. AintT | ἀν‐ |
| book 546c | τίπτωσις δέ ἐστιν, ὡς τὸ „ἐπ’ Ὠκεανοῖο ῥοάων“ (Γ 5). T |
| book 547a.1 | ἐντροπαλιζόμενος: εἰς ἑκάτερον ἐπιστρεφόμενος, καὶ |
| book 547a.2 | τὸ φεύγειν καὶ τὸ ὁρμᾶν· διὸ καὶ φυλάσσει τὰ ὀπίσω διὰ τοῦ σά‐ |
| book 547a.3 | κους, μή πως πληγῇ τὸ μετάφρενον· τὰ γὰρ ἔμπροσθεν ὁ θώραξ |
| book 547a.4 | σκέπει. ἔστι δὲ ἡ φυγὴ Αἴαντος ἄλλων ἀριστεία. ἄτρωτον δὲ αὐτὸν |
| book 547a.5 | φυλάσσει τῇ ναυμαχίᾳ (cf. Ο 415—Π 123). b(BCE3E4)T |
| book 547b | 〈ἐντροπαλιζόμενος:〉 ἐπὶ ψυχῆς. Til |
| book 547c.1 | ὀλίγον γόνυ γουνὸς ἀμείβων: ὑποποδίζων. καὶ |
| book 547c.2 | φεύγει ὡς λέων, οὐχ ὡς ἔλαφος. T |
| book 548a.1 | ὡς δ’ αἴθωνα λέοντα〈—μεσσαύλοιο〉: ὅτι |
| book 548a.2 | ἀπὸ τούτου Ζηνόδοτος ἀθετεῖ ἕως τοῦ „ἤιε πόλλ’ ἀέκων“ (Λ 557), |
| book 548a.3 | ἴσως ὅτι νῦν μὲν λέοντι παραβέβληκεν, ἑξῆς (sc. Λ 558—62) δὲ |
| book 548a.4 | ὄνῳ. ἔστι δὲ πρὸς διάφορα σημαινόμενα· ὁ μὲν γὰρ λέων πρὸς τὴν |
| book 548a.5.1 | πρᾶξιν, ὁ δὲ ὄνος πρὸς τὴν ὑπομονήν· καὶ γὰρ τοῦτον ἐπιτριβῆ |
| book 548a.5.2 | πληγῶν λαμβάνει. A |
| book 548a | διὰ τί ὁτὲ μὲν λέοντι—τοῦ ἥρωος δεδήλωκεν. A |
| book 548b.1 | ἀπὸ μεσ〈σ〉αύλοιο: μέσαυλον Ἀττικοὶ τὴν μέσην |
| book 548b.2 | θύραν. T |
| book 548-9a1.1 | 〈ὡς δ’ αἴθωνα λέοντα— /〉 ἐσσεύοντο |
| book 548-9a1.2 | κύνες τε 〈καὶ ἀνέρεσ〉: πρὸς τὴν τόλμαν, ὅτι μηδὲ διωκόμενος |
| book 548-9a1.3 | φεύγει. αἴθωνα (548) δὲ †μένος† γεννᾶται ὁρῶν. T |
| book 548-9a2 | ὅτι ὁ λέων οὐ μύει κοιμώμενος. Til |
| book 548-9a3.1 | πρὸς τὴν τόλμαν ὁ λόγος. αἴθωνα δέ, ὅτι μόνος ὁρᾷ |
| book 548-9a3.2 | καὶ γεννώμενος καὶ κοιμώμενος. b(BCE3E4) |
| book 549 | 〈ἐσσεύοντο:〉 οὕτω διὰ τοῦ ο ἐσσεύοντο. Aint |
| book 550a1.1 | βοῶν ἐκ πῖαρ: τὴν κρατίστην τῶν βοῶν· ἐπὶ ταύτην |
| book 550a1.2 | γὰρ φέρεται ὁ αἴθων (cf. Λ 548). T |
| book 550a2.1 | τὴν κρατίστην καὶ λιπαρωτέραν τῶν βοῶν· ἐπὶ ταύτην |
| book 550a2.2 | γὰρ ὁ αἴθων ἀεὶ ὁρμᾷ. b(BCE3) |
| book 551a.1 | πάν〈ν〉υχοι ἐγρήσ〈σ〉οντες: ηὔξησε τὴν τοῦ λέον‐ |
| book 551a.2 | τος ἀλκὴν τῇ τοσαύτῃ τῶν βουκόλων φυλακῇ. T |
| book 551b1.1 | {ὁ δὲ} κρειῶν {ἐρατίζων}: περισπαστέον· ἡ γὰρ |
| book 551b1.2 | κρεῶν γενικὴ ἐπλεόνασε τῷ ι, ἥτις περισπᾶται διὰ τὸ ἔχειν ἐντελε‐ |
| book 551b1.3 | στέραν τὴν κρεάων. A |
| book 551b2 | 〈κρειῶν:〉 ἐκ τοῦ κρεῶν. Til |
| book 553 | 〈ἀντίοι:〉 Ἀρίσταρχος διὰ τοῦ ν „ἀντίον“. Aim |
| book 554.1 | καιόμεναί τε δεταί, 〈τάς τε τρεῖ ἐσσύμενός περ: |
| book 554.2 | δεταὶ〉 παρὰ τὸ δεδέσθαι. ἐπειδὴ δὲ πολὺ ἔχει τὸ θερμόν, δέδιε τὸ |
| book 554.3 | πῦρ· ὅθεν οὐδὲ μύει κοιμώμενος οὐδ’, ὡς ὁ Δημόκριτος (Vors.6 68 A |
| book 554.4 | 156) φησί, τικτόμενος. T |
| book 555a1.1 | ἠῶθεν δ’ ἀπονόσφιν 〈ἔβη〉: ἑσπέρας ἐπιθέμενος· |
| book 555a1.2 | φησὶ γοῦν „μολὼν ἐν νυκτὸς ἀμολγῷ“ (Λ 173). T |
| book 555a2.1 | ἑσπέρᾳ, φησίν, ἐπιθέμενος μόγις ἠῶθεν ὑποχωρεῖ. b(BCE3 |
| book 555a2.2 | E4) |
| book 555b | ἔβη τετιηότι θυμῷ: πρὸς τὸ εὐσταθὲς τῆς ὑποχωρή‐ |
| book 555b | σεως, ὥστε οὐ φεύγει, εἴργεται δέ τι δρᾶσαι. T |
| book 557a.1 | ἤϊε: ῥῆμα ἐξελέξατο ἐμφαῖνον ἀναχώρησιν θορύβου καὶ |
| book 557a.2 | ταραχῆς ἀπηλλαγμένον. b(BCE3E4)T |
| book 557b.1 | πόλλ’ ἀέκων: ἐνεθυμεῖτο τὸ τῆς ὑποχωρήσεως ἄσχη‐ |
| book 557b.2 | μον καὶ τὸν κίνδυνον τῶν νεῶν. b(BCE3E4)T |
| book 557c.1 | 〈περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν:〉 ὅτι ἀντὶ τοῦ |
| book 557c.2 | περὶ τῶν νεῶν τῶν Ἀχαιῶν. Aint |
| book 558-62.1 | ὡς δ’ ὅτ’ ὄνοσ〈—ἐκορέσσατο φορβῆσ〉: |
| book 558-62.2 | ἡ παραβολὴ πρὸς τὴν καταφρόνησιν τῶν Τρώων ὅτι οὐκ αὐτοὺς |
| book 558-62.3 | φεύγει, ἀλλὰ Δία. πρὸς δὲ τὴν στάσιν τὴν ἀδηφαγίαν τοῦ ζῴου |
| book 558-62.4 | ἔλαβεν (cf. 562), διὰ δὲ τοῦ κείρειν (cf. 560) τὴν ἀφθονίαν τῆς |
| book 558-62.5.1 | τροφῆς. εὖ δὲ καὶ οὐ φορτηγῷ τῷ ὄνῳ παρέβαλεν, ἀλλὰ βοσκομένῳ· |
| book 558-62.5.2 | βραδεῖα γὰρ ἡ κίνησις τοῦ νεμομένου. καὶ ἐπιτείνων τὸν ὄνον νωθῆ |
| book 558-62.5.3 | λέγει (sc. 559) καὶ πληγῶν ἐθάδα πολλῶν, b(BCE3E4)T καὶ |
| book 558-62.5.4 | περικαταξάντων αὐτῷ πρότερον ἀνδρῶν ῥόπαλα· T καὶ νῦν |
| book 558-62.5.5 | οὐκ ἄνδρας τύπτειν αὐτόν φησιν, ἀλλὰ παῖδας. b(BCE3E4)T |
| book 559a.1 | 〈νωθής:〉 κατὰ στέρησιν τοῦ θεῖν, ὡς 〈νωθρὸς τοῦ〉 |
| book 559a.2 | θορεῖν. Til |
| book 559b | ᾧ δὴ πολλὰ περὶ ῥόπαλ’ ἀμφὶς ἐάγη: ὅτι δοκεῖ |
| book 559b.1 | μάχεσθαι· εἰ γὰρ κατεάγη πολλὰ περὶ αὐτὸν ῥόπαλα, οὐ δύναται |
| book 559b.2 | ἡ βία τῶν τυπτόντων νηπία εἶναι (cf. Λ 561). ἀλλ’ ἔστι τοιοῦτο τὸ |
| book 559b.3 | λεγόμενον· ᾧτινι πρότερον κατεάγη ῥόπαλα πολλὰ ὥστε ἐντριβῆ |
| book 559b.5.1 | αὐτὸν πληγῶν εἶναι· διὸ ἡ τῶν παίδων βία ἀσθενὴς αὐτῷ φαί‐ |
| book 559b.5.2 | νεται. A |
| book 559c.1 | πολλὰ περὶ ῥόπαλ’ ἀμφὶς 〈ἐάγη〉: οὐχ ὑπὸ τῶν |
| book 559c.2 | παίδων, ἀλλὰ πάντοτε ὑπὸ ἄλλων· †οὗτος† γὰρ ἐθὰς ὢν οὐκ |
| book 559c.3 | ἀλεγίζει τῶν νηπίων. b(BCE3E4)T |
| book 559d.1 | ῥόπαλα: ξύλα ἐκ τοῦ ἑτέρου μέρους παχύτερα. καὶ |
| book 559d.2 | τὸ ἔτυμον· εἰς τὸ ἕτερον μέρος τὴν ῥοπὴν ἔχοντα. | ἢ ἐκ τοῦ ῥα‐ |
| book 559d.3 | πίζειν—τὸ γενναῖον. A |
| book 559e | 〈ἀμφίς:〉 περὶ καὶ δίχα. T |
| book 562a.1 | σπουδῇ τ’ ἐξήλασσαν, 〈ἐπεί τ’ ἐκορέσσατο |
| book 562a.2 | φορβῆσ〉: ὅτι σπουδῇ λέγει ἀντὶ τοῦ μόλις καὶ μετὰ πολλῆς |
| book 562a.3 | κακοπαθίας. καὶ ὅτι ἐκορέσσατο εἶπεν ἀντὶ τοῦ ἐκορέσθη. A |
| book 562b.1 | 〈σπουδῇ:〉 μόλις· ὅθεν καὶ σπουδαῖος ὁ κάμνων, ἕως |
| book 562b.2 | οὗ κατορθώσῃ. Til |
| book 564.1 | τηλεκλητοί: Ἀρίσταρχος „πολυηγερέεσ“, Aim T ἐκ |
| book 564.2 | πολλῶν ἀγερθέντες. T |
| book 566.1 | Αἴας δ’ ἄλλοτε μὲν 〈μνησάσκετο θούριδος ἀλ‐ |
| book 566.2 | κῆσ〉: καίπερ καταστασιαζόμενος ὑπὸ τοῦ θείου οὐκ ἐξίσταται τῆς |
| book 566.3 | φύσεως. b(BCE3E4)T |
| book 568a1.1 | ὁτὲ δὲ τρωπάσκετο: πρὸς τὸ ὁτὲ δὲ τρωπάσκετο. |
| book 568a1.2 | A |
| book 568a2 | 〈ὁτὲ δέ:〉 ἀντὶ τοῦ ἄλλοτε δέ. Til |
| book 569-71.1 | πάντας δὲ προέεργε〈—θῦνε μεσηγύ / |
| book 569-71.2 | ἱστάμενοσ〉: ὡς „ἕρκος Ἀχαιῶν“ (Γ 229 al.) εἴργει τοὺς πολε‐ |
| book 569-71.3 | μίους. ὥσπερ δὲ ἐπιλαθόμενος ὅτι φεύγειν αὐτὸν βούλεται Ζεύς, |
| book 569-71.4 | ἀριστεύει πάλιν· ὁρμῶν γὰρ ἵστατο (cf. 570—1) καὶ ἀπετείχιζε |
| book 569-71.5.1 | Τρῶας, εὐκαιρίαν ἀκίνδυνον τοῦ φεύγειν ἐμποιῶν τοῖς φίλοις. |
| book 569-71.5.2 | b(BCE3E4)T ἔστιν οὖν θύνων ἵστατο (cf. 570—1). b(BE3E4) |
| book 569-71.5.3 | T |
| book 569a.1 | πάντας δὲ προέεργε 〈θοὰς ἐπὶ νῆας ὁδεύειν〉: |
| book 569a.2 | ἤτοι ἐκώλυε τοὺς Τρῶας ἐμπίπτειν ταῖς ναυσὶν ἢ προετρέπετο τοὺς |
| book 569a.3 | Ἕλληνας ἀναχωρεῖν. A |
| book 569b | 〈πάντας:〉 τοὺς Τρῶας. Til |
| book 570-1 | 〈θῦνε ... / ἱστάμενος:〉 θύ〈ν〉ων ἵστατο. Til |
| book 572.1 | ἄλλα μὲν ἐν σάκεϊ 〈μεγάλῳ πάγεν ὄρμενα πρόσ‐ |
| book 572.2 | σω〉: πρὸς τὴν ἐξήγησιν τοῦ „ὁ δὲ χασσάμενος πελεμίχθη“ (Δ 535)· |
| book 572.3 | ἀναχωροῦντες γὰρ τὰ ἐμπεπηγότα δόρατα ταῖς ἀσπίσι διετίνασ‐ |
| book 572.4 | σον. A |
| book 573.1 | 〈πολλὰ δὲ καὶ μεσσηγύ, πάρος χρόα λευκὸν |
| book 573.2 | ἐπαυρεῖν:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ μεσσηγύ. Aim |
| book 574a.1 | ἐν γαίῃ ἵσταντο: 〈ὅτι〉 τὰ δόρατα ἵσταντο· καὶ ὅτι |
| book 574a.2 | ἀπὸ τῶν ἐμψύχων μεταφέρει. A |
| book 574b | ἆσαι: ἐνεργητικὸν ἀντὶ παθητικοῦ τοῦ πληρωθῆναι. |
| book 574b | b(BCE3)T |
| book 575-7.1 | τὸν δ’ ὡς οὖν ἐνόησ’〈— /〉 Εὐρύπυλος |
| book 575-7.2 | 〈—φαεινῷ〉: παθητικῶς Αἴαντα ὑπὸ Εὐρυπύλου εἰσάγει |
| book 575-7.3 | βοηθούμενον· νῦν γὰρ οὐκ ἔχει κρείσσονα, τῶν ἄλλων τετρωμένων. |
| book 575-7.4 | εὖ δὲ τὸ μὴ τὸν Αἴαντα βοηθὸν ἐπικαλεῖσθαι, τὸν δὲ Εὐρύπυλον |
| book 575-7.5 | αὐτομάτως ἥκειν. b(BCE3E4)T |
| book 579a.1 | ἧπαρ ὑπὸ πραπίδων: ὑποκάτω γάρ εἰσι τῶν φρε‐ |
| book 579a.2 | νῶν, b(BCE3E4)T „ὅθι φρένες ἧπαρ ἔχουσιν“ (ι 301). T |
| book 579a.3 | ἔστι δέ τι σπλάγχνον πραπίδες· οὐ γὰρ αἷς νοοῦμεν. b(BCE3E4)T |
| book 579b.1 | ἧπαρ ὑπὸ πραπίδων: πραπίδες τὸ διάφραγμα. |
| book 579b.2 | ἔστι δὲ νευρώδης ὑμὴν διεζωκὼς τὰ σπλάγχνα. A |
| book 579b | τὸ ἧπαρ ἔτρωσεν κάτω—καὶ φλεβῶν ἧπαρ. A |
| book 582-3.1 | αὐτίκα τόξον / εἷλκε〈ν〉: σκοπός ἐστιν αὐτῷ τοῦ |
| book 582-3.2 | σκυλεύοντας φονεύειν. πάλιν δὲ χαρακτηρίζει Ἀλεξάνδρου δειλίαν, |
| book 582-3.3 | ὃς οὐδὲ ἐν τροπῇ τῶν Ἀχαιῶν προελθεῖν τεθάρρηκεν, ἀλλ’ ἐπιτη‐ |
| book 582-3 | ρήσας οὐδὲ μαχόμενον τὸν Εὐρύπυλον τοξεύει. b(BCE3E4)T |
| book 583a.1 | 〈ἕλκετ’ ἐπ’ Εὐρυπύλῳ:〉 ἐν ἄλλῳ „εἷλκεν ἐπ’ Εὐρυπύ‐ |
| book 583a.2 | λῳ“. A |
| book 583b.1 | 〈καί μιν βάλε μηρὸν ὀϊστῷ:〉 ὅτι ἀντὶ τοῦ καὶ |
| book 583b.2 | αὐτοῦ τὸν μηρὸν ἔτρωσεν. A |
| book 584a.1 | {δεξιὸν ἐκλάσθη δὲ} δόναξ: ὅτι ὁ τοῦ βέλους κάλαμος· |
| book 584a.2 | τὰ γὰρ βέλη ξύλινα καὶ καλάμινα ἦν. πρὸς τὸ „κῆλα θεοῖ〈ο〉“ (Α |
| book 584a.3 | 53), ὅτι τὰ βέλη λέγει, καίτοι ἐξ ἄλλης ἦν ὕλης ἐκεῖνα. A |
| book 584b.1 | δόναξ: ἐκ ξύλων γὰρ ἦσαν καὶ καλάμων τὰ βέλη· |
| book 584b.2 | b(BCE3E4)T ὅθεν καὶ „κῆλα θεοῖο“ (Α 53) φησίν· καίτοι ἐξ |
| book 584b.3 | ἄλλης ἦν ὕλης ἐκεῖνα. T |
| book 586.1 | ἤϋσεν δέ: εἰκότως βοᾷ· μακρὰν γάρ εἰσιν οἱ Ἕλληνες. |
| book 586.2 | b(BCE3E4)T |
| book 588-9.1 | καὶ ἀμύνετε 〈νηλεὲς ἦμαρ /〉 Αἴαντι: φιλικῶς |
| book 588-9.2 | ἅμα καὶ διὰ τοῦ ὑπερέχοντος θορυβῶν αὐτούς· διὸ καὶ ἐπεξεργάζεται |
| book 588-9.3 | (sc. Λ 589—91). T |
| book 589a1.1 | Αἴανθ’ ὃς βελέεσσι: ὅτι Ζηνόδοτος γράφει „Αἴαντος |
| book 589a1.2 | βελέεσσι“. γενικὴ μὲν οὖν οὐχ ἁρμόζει ὥστε δέχεσθαι τοῦ Αἴαντος. |
| book 589a1.3 | εἰ δὲ καὶ κατὰ συναλιφὴν ἐν τῷ ψιλῷ ἀντιστοίχῳ γέγραφεν, ἵν’ |
| book 589a1.4 | ᾖ τὸ πλῆρες ‘Αἴαντ’ ὃς βελέεσσιν‘, οὐκ ἔστι τῆς καθ’ Ὅμηρον |
| book 589a1.5 | Ἰάδος τὸ ψιλοῦν τὰ τοιαῦτα. A |
| book 589a2 | ἀντὶ τοῦ Αἴαντος. Aint |
| book 589-90a.1 | οὐδέ ἕ φημι / φεύξεσθ’ 〈ἐκ πολέμοιο〉: τῆς |
| book 589-90a.2 | ἀρετῆς Αἴαντος ἔνδειξις ὅτι οὐ φεύξεται, ἀλλὰ μέχρι θανάτου μενεῖ |
| book 589-90a.3 | μαχόμενος. b(BCE3E4)T ἢ οὐχ οἷός τε ἔσται τὸν πόλεμον ἐκ‐ |
| book 589-90a.4 | φυγεῖν καὶ γενναῖος ὤν. b(BE3E4)T |
| book 589-90b.1 | 〈οὐδέ ἕ φημι / φεύξεσθ’ ἐκ πολέμοιο:〉 οὐκ οἶμαι |
| book 589-90b.2 | αὐτόν, ἕως ὅτου ἀποκάμῃ, παραχωρῆσαι τῷ πολεμίῳ. Til |
| book 590-1a1.1 | 〈ἄντην / ἵστασθε:〉 ἵστασθε ἄντην τῶν ἐχθρῶν. |
| book 590-1a1.2 | Til |
| book 590-1a2 | τῶν πολεμίων δηλονότι. Aim |
| book 592-3.1 | οἱ δὲ παρ’ αὐτόν 〈/ πλησίοι〉 ἔστησαν: οὕτω |
| book 592-3.2 | δεῖ ἀρχαίως, οὐ παρ’ αὐτῷ. T |
| book 593a1.1 | σάκε’ ὤμοισι κλίναντες: δύναται καὶ τοὺς ὤμους τοῖς |
| book 593a1.2 | σάκεσι σκεπάσαντες· δύναται δὲ καὶ τὸ σχῆμα τῆς ἀσπίδος δηλοῦν |
| book 593a1.3 | ὅτι τὸ μὲν ἄνω προσέκλινον τοῖς ὤμοις, τὸ δὲ κάτω προεῖχον. T |
| book 593a2 | ἤτοι τὰς ἀσπίδας ἐπιθέντες τοῖς ὤμοις. b(BCE3) |
| book 594.1 | 〈τῶν δ’ ἀντίος ἤλυθεν Αἴας:〉 ἐν ἄλλῳ „τῶν δὲ σχεδὸν |
| book 594.2 | ἤλυθεν Αἴασ“. Aint |
| book 595.1 | στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετ〈ο〉 ἔθνος ἑταίρων: |
| book 595.2 | ἐν τῷ πλήθει τῶν ἑταίρων μετεβάλετο καὶ πρὸς αὐτοὺς ἐστράφη. |
| book 595.3 | b(BCE3E4)T |
| book 596a.1 | μάρναντο δέμας πυρός: τὴν σφοδρότητα τῆς μάχης |
| book 596a.2 | παρίστησι, πυρὶ τὴν γενομένην ἐν αὐτῇ φθορὰν εἰκάσας· πῦρ γὰρ καὶ |
| book 596a | ῥᾷστα καὶ τάχιστα φθείρει. A b (BCE3E4)T |
| book 596b1.1 | 〈δέμασ〉 πυρὸς αἰθομένοιο: λείπει τὸ ὥς, ἀντὶ τοῦ |
| book 596b1.2 | ὡς πῦρ αἰθόμενον. T |
| book 596b2 | λέγει δὲ ὅτι ἐμάχοντο ὡς πῦρ διακαῖον ὕλην. b(BCE3E4) |
| book 596c | 〈δέμας πυρός:〉 δίκην πυρός, | ὥσπερ πῦρ. Aint |
| book 597-8a1.1 | 〈Νέστορα δ’ ἐκ πολέμοιο φέρον Νηλήϊαι ἵπ‐ |
| book 597-8a1.2 | ποι / ..., ἦγον δὲ Μαχάονα:〉 ἰδίως {δὲ} φέρον (597) καὶ ἦγον |
| book 597-8a1.3 | (598). ἢ διὰ τὸ τῆς πληγῆς βαρύ. T |
| book 597-8a2.1 | καλῶς {δὲ} τὸ μὲν ἔφερον (cf. 597) ἐπὶ Νέστορος, ἐπὶ δὲ |
| book 597-8a2.2 | Μαχάονος ἰδίᾳ τὸ ἦγον διὰ τὸ τῆς πληγῆς βαρύ. b(BCE3) |
| book 597.1 | Νηλήϊαι ἵπποι: ἐκ τῆς Νηλέως ἀγέλης, b(BCE3)T ὡς |
| book 597.2 | καὶ ἐπὶ τοῦ „οἷοι Τρώϊοι 〈ἵπποι〉“ (Ε 222) ἀπὸ τῆς Τρωὸς ἀγέλης· |
| book 597.3 | Τρωῒ γὰρ ὁ Ζεὺς ἵππους ἐδωρήσατο. τοῦτο δὲ ἔνιοι μὴ συνιέντες |
| book 597.4 | γράφουσι „Νηλήϊον“, ἐπὶ τοῦ Νέστορος· ἄτοπον γάρ, φασί, τὰς |
| book 597.5 | Νηλέως ἵππους ζῆν μέχρι νῦν. T |
| book 598a | ἱδρῶσαι: ἐν τῷ Ἀγῶνι (sc. Ψ 310 al.) ἀρσενικῶς. T |
| book 598b.1 | ἦγον δὲ Μαχάονα: τοὺς πλείους τῶν ἀρίστων τρώσας |
| book 598b.2 | πλὴν Αἴαντος τοῦ Τελαμωνίου ἐπὶ τὰς ναῦς ἀπέστειλεν, Ἀγαμέμνονα |
| book 598b.3 | Διομήδην Ὀδυσσέα Μαχάονα Εὐρύπυλον, καὶ τὸν Τεῦκρον ἑξῆς (sc. |
| book 598b | Ο 462—89), ἵνα εὔλογον τοῖς Ἀχαιοῖς τῆς ἥττης παράσχῃ αἰτίαν. |
| book 598b.5.1 | εἶτα τούτους ἐπὶ τὰς ναῦς ἀπαγαγὼν εἰς ἔπαινον Αἴαντος τὰ λοιπὰ |
| book 598b.5.2 | καταναλίσκει ἕως τῆς Πατρόκλου ἐξόδου· b(BCE3)T καὶ τὸν |
| book 598b.5.3 | Πάτροκλον ἀνελὼν ἐπὶ τὸν Αἴαντα ἐπανέρχεται μέχρι τῆς ἐξόδου |
| book 598b.5.4 | Ἀχιλλέως· b(BE3)T καὶ τοῦτον ἐπὶ τὴν μάχην προαγαγὼν εἰς |
| book 598b.5.5 | τὰ ἀνδραγαθήματα αὐτοῦ τὴν Ἰλιάδα τελειοῖ. b(BCE3)T |
| book 599.1 | τὸν δὲ ἰδὼν ἐνόησε 〈ποδάρκης δῖος Ἀχιλλεύσ〉: |
| book 599.2 | τὸν Νέστορα ἰδὼν ἐγνώρισεν, οὐ μὴν τὸν Μαχάονα. b(BCE3)T |
| book 599.3 | ἅμα δὲ καὶ τὸ ὁμοειδὲς ἐκτρέπει, ἀνάπαυσιν τῆς μάχης ποριζόμενος διὰ |
| book 599.4 | τῆς τοιαύτης διηγήσεως. καὶ πρὸς τὸ μὴ πάλιν πέμψαι λιτὰς, ἢ αὐτὸν |
| book 599.5 | ἐξάγειν Ἀχιλλέα. T |
| book 600a | 〈εἱστήκει:〉 Ἀρίσταρχος „ἑστήκει“. AimAint |
| book 600b.1 | πρύμνῃ μεγακήτεϊ νηΐ: ὅτι ἡ πτῶσις ἤλλακται, ἀντὶ |
| book 600b.2 | τοῦ πρύμνῃ μεγακήτεος νηός. A |
| book 600-1a1.1 | εἱστήκει γὰρ〈— /〉 εἰσορόων πόνον〈— |
| book 600-1a1.2 | δακρυόεσσαν〉: τὸ φιλοπόλεμον Ἀχιλλέως ἐνδείκνυται τῷ θεωρεῖν |
| book 600-1a1.3 | τὴν μάχην. ἅμα δὲ καὶ ᾠκονόμησε ταύτην ὁ ποιητὴς πρὸς τὴν ἔξοδον |
| book 600-1a1.4 | Ἀχιλλέως. T |
| book 600-1a2.1 | τὸ φιλότιμον καὶ φιλοπόλεμον ἐνδείκνυται, θεωρὸν αὐτὸν |
| book 600-1a2.2 | παρεισάγων τῆς μάχης. b(BCE3E4) |
| book 601a1.1 | ἰῶκά τε δακρυόεσσαν: ὅτι τινὲς γράφουσιν „ἰῶ“, |
| book 601a1.2 | εἶτα „καταδακρυόεσσαν“. γίνεται δὲ ἔκθεσμον· ὁ γὰρ Ὅμηρος |
| book 601a1.3 | ἰῶκα τὴν ἰωκήν, οἷον δίωξιν, ὡς Ἡσίοδος (opp. 538) τὴν κρόκην |
| book 601a1.4 | „κρόκα“. A |
| book 601a2 | ὡς „κρόκα“. Til |
| book 602.1 | 〈αἶψα δ’ ἑταῖρον:〉 παραπεσοῦσαν τὴν εὐκαιρίαν ἁρπάσαι |
| book 602.2 | θέλει καὶ παρακληθεὶς ἐξελθεῖν. b(BCE3)Til |
| book 603 | 〈παρὰ νηός:〉 ἀντὶ τοῦ παρὰ νηΐ, 〈ἢ〉 ἀπὸ τῆς νηός. Aim |
| book 604a | 〈ἔκμολεν ἶσος Ἄρηϊ:〉 ἐπεὶ μέλλει ἀριστεύειν. Til |
| book 604b.1 | κακοῦ δ’ ἄρα οἱ πέλεν ἀρχή: σημειοῦνταί τινες ὅτι |
| book 604b.2 | οὐ πόρρωθεν ἡ προαναφώνησις. κἀκεῖ οὖν οὐκ ἐπὶ τὰ πόρρω ἡ ἀπό‐ |
| book 604b.3 | τασις „Διὸς δ’ ἐτελείετο βουλή“ (Α 5). A |
| book 604c.1 | κακοῦ δ’ ἄρα οἱ πέλεν ἀρχή: ἀναπτεροῖ τὸν ἀκροα‐ |
| book 604c.2 | τὴν ἡ ἀναφώνησις ἐπειγόμενον μαθεῖν, τί τὸ κακὸν ἦν. προσοχὴν δὲ |
| book 604c.3 | ἐργάζεται διὰ βραχείας ἐνδείξεως· εἰ γὰρ πλέον ἐπεξειργάσατο, |
| book 604c.4 | διέφθειρεν ἂν τὸν ἑξῆς λόγον καὶ ἀπήμβλυνε τὴν ποίησιν. b(BCE3)T |
| book 606a.1 | 〈τίπτε με κικλήσκεις, Ἀχιλεῦ; τί δέ σε χρεὼ |
| book 606a.2 | ἐμεῖο:〉 διὰ βραχέων ἐρωτᾷ καὶ μετὰ τὴν πεῦσιν εὐθέως ὁρμᾷ. Til |
| book 606b.1 | τί δέ σε χρεὼ ἐμεῖο: ὅτι πτῶσις ἤλλακται, αἰτιατικὴ |
| book 606b.2 | ἀντὶ δοτικῆς, τὸ σέ ἀντὶ τοῦ σοί. A |
| book 608.1 | 〈δῖε Μενοιτιάδη, τῷ ’μῷ κεχαρισμένε θυμῷ:〉 ὡς |
| book 608.2 | ἀπόρρητον μέλλων λέγειν. Til |
| book 609-10.1 | νῦν ὀΐω περὶ γούνατ’ ἐμὰ 〈στήσεσθαι Ἀχαιούς / |
| book 609-10.2 | λισσομένουσ〉: ἔδειξεν, ὃ ἐκ πολλοῦ ἤθελεν. νῦν νομίζω, φησί, πάν‐ |
| book 609-10.3 | τας τοὺς Ἀχαιοὺς ἱκετεύσειν με. b(BCE3)T †τί νῦν μοι τὴν |
| book 609-10.4 | ἀρχὴν ἐγχειρεῖς;† T ἤδη δὲ προμαλαχθεὶς ἦν ἐκ τῶν Φοίνικος |
| book 609-10.5 | λόγων. b(BCE3)T βουλόμενος οὖν πολεμῆσαι Πάτροκλον πέμ‐ |
| book 609-10 | πει πρὸς τὸν βουλόμενον πεῖσαι. T |
| book 610a.1 | χρειὼ γὰρ ἱκάνεται 〈οὐκέτ’ ἀνεκτόσ〉: τῇ ἀπουσίᾳ |
| book 610a.2 | ἑαυτοῦ τὸ πᾶν περιτίθησιν. T |
| book 610b.1 | 〈ἀνεκτός:〉 ὀξύνεται τὸ ἀνεκτός· προείρηται δέ (sc. ad |
| book 610b.2 | Θ 355). Aim |
| book 611.1 | ἀλλ’ ἴθι νῦν, Πάτροκλε 〈...〉, Νέστορ’ ἔρειο: ἄτοπον |
| book 611.2 | γάρ ἐστιν εἰς τὴν σκηνὴν τοῦ τρωθέντος ἀποστέλλειν αὐτόν. τὸ |
| book 611.3 | Πάτροκλε δὲ τὴν φιλοστοργίαν ἐμφαίνει· „πατρόθεν ἐκ γενεῆς ὀνο‐ |
| book 611.4 | μάζων ἄνδρα ἕκαστον“ (Κ 68). T |
| book 612a.1 | βεβλημένον: ὅτι ἀντὶ τοῦ τετρωμένον· τῷ 〈ε〉ἰδικῷ τὸ |
| book 612a.2 | γενικὸν ἐσήμανεν. A |
| book 612b.1 | {ὅντινα τοῦτον ἄγει} βεβλημένον: ἀντὶ τοῦ γένους τὸ |
| book 612b.2 | εἶδος ἔταξεν, ὡς τὸ „ἀλλ’ οὐ γάρ σε θέλω βαλέειν τοιοῦτον ἐόντα“ |
| book 612b.3 | (Η 242). T |
| book 614.1 | τῷ Ἀσκληπιάδῃ: ἢ ὡς πλησιοχώρου φροντίζει· ἢ ἐπεὶ |
| book 614.2 | Ἀσκληπιὸς καὶ Ἀχιλλεὺς συμφοιτηταὶ παρὰ Χείρωνι. T |
| book 616.1 | Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ’ ἑταίρῳ: σιωπηλὸς |
| book 616.2 | ἀεὶ καὶ ἐνηὴς Πάτροκλος. οὐ θαῦμα οὖν, εἴ γε τὸν τοιοῦτον ἐνίκησε |
| book 616.3 | Νέστωρ καὶ μετὰ δακρύων ἐντυγχάνειν Ἀχιλλεῖ· b(BCE3)T διὸ |
| book 616.4 | πείθει (cf. Π 2—101). T |
| book 617a | 〈βῆ δὲ θέειν:〉 ἐν ἄλλῳ „βῆ δ’ ἰέναι“. Aim |
| book 617b.1 | βῆ δὲ θέειν: συνορῶν τὸ ἐνδόσιμον Ἀχιλλέως σπεύδει |
| book 617b.2 | καὶ δρόμῳ χρῆται, συγχαίρων τοῖς Ἕλλησιν. b(BCE3)T |
| book 618.1 | οἱ δ’ ὅτε δὴ κλισίην 〈Νηληϊάδεω〉 ἀφίκοντο: οἱ περὶ |
| book 618.2 | Νέστορα εἰς τὴν Νέστορος σκηνήν· b(BCE3)T „τὼ δ’ εἰς ἀμ‐ |
| book 618 | φοτέρω Διομήδεος ἅρματα βήτην“ (Θ 115). T |
| book 619-43.1 | αὐτοὶ μέν ῥ’ ἀπέβησαν〈—ἐνέποντεσ〉: και‐ |
| book 619-43.2 | ρὸν δίδωσι τοῦ βαδίζειν Πατρόκλῳ. τὸ διάκενον οὖν τῆς ὁδοῦ πληροῖ, |
| book 619-43.3 | b(BCE3)T ταῦτα μέσον ἐνθείς. b(BCE3) |
| book 620a.1 | ἵππους δ’ Εὐρυμέδων 〈θεράπων λύε τοῖο γέρον‐ |
| book 620a.2 | τοσ〉: πεζὸς εἵπετο· σχολαίτερον γὰρ Νέστωρ ἤλαυνε διὰ Μαχάονα· |
| book 620a.3 | οὐ γὰρ τρεῖς ἐν τῷ ἅρματι. b(BCE3E4)T εἰ δὲ Ἀχιλλεύς φησιν |
| book 620a.4 | „ἵπποι γάρ με παρήϊξαν“ (Λ 615), προφασίζεται τὴν ἔπειξιν τὴν |
| book 620a.5 | Πατρόκλου. T |
| book 620b.1 | 〈Εὐρυμέδων θεράπων:〉 ὅτι καὶ Ἀγαμέμνονος ἡνίοχος |
| book 620b.2 | ἦν Εὐρυμέδων. Aim |
| book 621a.1 | {ἐξ ὀχέων·} τοὶ δ’ ἱδρῶ ἀπεψύχοντο: ὅτι ψύχειν μὲν |
| book 621a.2 | λέγει πρὸς ἄνεμον, τέρσεσθαι δὲ ἐν ἡλίῳ· „εἵματα δ’ ἠελίοιο μένον τερ‐ |
| book 621a.3 | σήμεναι αὐγῇ“ (ζ 98). A |
| book 621b.1 | ἱδρῶ ἀπεψύχοντο: οἰκείως τὸ „ἀπεψύχοντο“, οὐχ ὡς |
| book 621b.2 | ἡμεῖς. τὸ δὲ ἐν ἡλίῳ τέρσαι φησίν (cf. ζ 98). T |
| book 622a1 | 〈στάντε:〉 οὕτω διὰ τοῦ τε. Aim |
| book 622a2 | 〈στάν〉τε δυϊκῶς. διὰ τοῦ τε οὖν ἡ γραφή. Til |
| book 622b.1 | στάν τε ποτὶ πνοιὴν 〈παρὰ θῖν’ ἁλόσ〉: ὅτι σαφὲς |
| book 622b.2 | ὅτι οὗτοι πρὸς τῇ θαλάσσῃ νενεωλκήκασιν. A |
| book 624.1 | τεῦχε κυκειῶ: οὐ δεόντως, φασίν, ὁ Μαχάων, καὶ ταῦτα |
| book 624.2 | ἰατρὸς ὤν, τὸν κυκεῶ προσφέρεται, συνεστῶτα ἐκ μέλανος οἴνου— |
| book 624.1 | τοιοῦτος γὰρ ὁ Πράμνειος (cf. Λ 639)—τυροῦ ἐπικεκνησμένου καὶ |
| book 624.2 | ἀλφίτων (cf. Λ 639—40)· φλεγματώδη δὲ ταῦτα καὶ πολέμια τοῖς |
| book 624.5.1 | τραυματίαις. πρῶτον μὲν οὖν φαμεν ὅτι τὴν δίαιταν ἠγνόουν καὶ |
| book 624.5.2 | ἀνδρειότερα εἶχον τὰ σώματα ὡς καὶ ἀγωνίζεσθαι τοὺς τραυματίας. |
| book 624.5.3 | εἶτα ὅτι καὶ ἀρίστου ἰατροῦ ἐστι τὸ ἰᾶσθαι μὴ μετακινοῦντα τὴν |
| book 624.5.4 | συνήθη δίαιταν. ἄλλως τε ἐξ ἐπιπολῆς ἡ πληγή· b(BCE3E4)T τι‐ |
| book 624.5.5 | νὲς γοῦν ἐπιχειροῦσιν ὅλως μηδὲ πεπλῆχθαι τὸν Μαχάονα· T εἰ |
| book 624.10.1 | δὲ καὶ κατὰ βάθους γέγονεν, οὐδ’ οὕτως ἀδόκιμον τὸ πόμα· ῥύσις γὰρ |
| book 624.10.2 | αἵματος λειποθυμίαν ἐργάζεται· ὁ οὖν μέλας οἶνος παχύνων τοὺς χυ‐ |
| book 624.10.3 | μοὺς καὶ τὴν ἐπίρρυσιν τοῦ αἵματος τὴν ἐπὶ τὸ τραῦμα παχύνει καὶ |
| book 624.10.4 | στέλλει· b(BCE3E4)T ὅθεν καὶ τοῖς κοιλιακοῖς αὐτὸν ἔνιοι προσ‐ |
| book 624.10.5 | άγουσι διὰ τὸ εἴργειν τὸ ὑγρόν. b(BE3E4)T τὸ δὲ γάλα πήγνυ‐ |
| book 624.15.1 | σιν ἀπὸ πρώτης γενέσεως τὸ σῶμα. δῆλον δὲ ὡς τυρὸς βρεχόμενος |
| book 624.15.2 | γαλακτοῦται. T καὶ „ἄλφιτα“ (Λ 640) παχύνει τὰ ὑγρὰ ὡς ἐκ |
| book 624.15.3 | πεφρυγμένης κριθῆς. τὸ δὲ „κρόμυον“ (Λ 630) διουρητικόν, καὶ |
| book 624.15.4 | μάχεται τῇ φλεγμονῇ, ὡς καὶ τοῖς κυνοδήκτοις αὐθωρὸν προσάγεσθαι· |
| book 624.15.5 | b(BE3E4)T τῇ δὲ τρίτῃ φλεγμαίνει τὰ ἕλκη. καὶ Πέτρων δὲ |
| book 624.20 | Αἰγινήτης ἰατρός, ἐπεὶ δι’ ἔνδειαν ἐπίπτωσις νόσων γίνοιτο, καὶ οἶνον |
| book 624.1 | καὶ κρέα προσέφερεν ἀναπληρῶν τὸ λεῖπον τῆς φύσεως. T ἢ οὐ |
| book 624.2 | πρὸς θεραπείαν, ἀλλὰ πρὸς ἀνάψυξιν ἐδίδοτο τὸ πόμα. καὶ Νέστωρ |
| book 624.3 | γοῦν λαμβάνει. τοῖς κακοπαθοῦσι δὲ ἐπιτήδειος ὁ κυκεών, τροφὴν ἅμα |
| book 624.4 | καὶ ποτὸν ἔχων. b(BE3E4) |
| book 625.1 | 〈τὴν ἄρετ’ ἐκ Τενέδοιο γέρων, ὅτε πέρσεν Ἀχιλ‐ |
| book 625.2 | λεύς:〉 ἐν τοῖς δέουσι τόποις ἀποδίδωσι τὰ λείποντα τῆς Ἰλιάδος. Til |
| book 627.1 | ἔξελον, οὕνεκα βουλῇ ἀριστεύεσκεν ἁπάντων: καὶ |
| book 627.2 | ταῦτα παιδευτικά, ὅτι ἀριστεῖον λαμβάνει Νέστωρ διὰ τὴν σύνεσιν· |
| book 627.3 | καὶ ἐν τῷ Ἐπιταφίῳ ἀγῶνι (cf. Ψ 615—50). Ἰσοκράτης δὲ ἔλεγε |
| book 627.4 | (cf. or. 4, 1—2)· „πῶς Ἕλληνες γυμνικὰ τιμῶντες σοφίας γέρας οὐ |
| book 627.5 | πορίζονται;“ T |
| book 628a1.1 | 〈ἥ σφωϊν:〉 ἐγκλιτικῶς ἀναγνωστέον, ἵνα δηλωθῇ τρίτον |
| book 628a1.2 | πρόσωπον. Aint |
| book 628a2 | ἐγκλιτέον τὴν σφωϊν· τρίτου γάρ ἐστι προσώπου. Til |
| book 628b | 〈ἐπιπροΐηλε:〉 „ἐπίηλε“ (χ 49) T ἐξέτεινε· πτυκταὶ |
| book 628b | γὰρ ἦσαν αἱ τράπεζαι. ἡ δὲ „πρό“ τὸ ἔμπροσθεν δηλοῖ. b(BCE3E4)T |
| book 629a1.1 | κυανόπεζαν: πέζαν εἴωθε τὸ ἄκρον καλεῖν, οὐ τὸν πόδα· |
| book 629a1.2 | „πέζῃ ἐπὶ πρώτῃ“ (Ω 272) καὶ „ἀργυρόπεζα“ (Α 538 al.). οὐκ |
| book 629a1.3 | ἔστιν οὖν κυανόποδα, ἀλλὰ τὴν ἀπὸ κυάνου ἔχουσαν τὸν κύκλον τὸν |
| book 629a1.4 | ἔξωθεν. T |
| book 629a2.1 | πέζαν οὐκ ἀεὶ τὸν πόδα, ἀλλὰ καὶ τὸ ἄκρον λέγει. οὐκ |
| book 629a2.2 | ἔστιν κυανόποδα, ἀλλὰ τὴν ἀπὸ κυάνου ἔχουσαν τὸν κύκλον τὸν |
| book 629a2.3 | ἔξωθεν. b(BCE3E4) |
| book 629b | 〈ἐπ’ αὐτῆς:〉 γράφεται „ἐπ’ αὐτῇ“. Aim |
| book 630a.1 | 〈κάνεον:〉 ἴδιος ὁ σχηματισμός· οὐ γὰρ ἀπὸ τοῦ κανοῦν. |
| book 630a.2 | Til |
| book 630b.1 | 〈κρόμυον〉 ποτῷ ὄψον: θερμόν, ὥστε ποτοῦ δεῖσθαι. |
| book 630b.2 | ὄψον δὲ πᾶν τὸ σὺν σιτίοις ἐσθιόμενον· ὀψὲ γὰρ ταύτην προσήγοντο |
| book 630b.3 | τὴν τροφήν, ἕωθεν δὲ ἀκράτισμά τι. T |
| book 630c | 〈ποτῷ ὄψον:〉 ὅτι πᾶν προσόψημα ὄψον οἱ ἀρχαῖοι. Aint |
| book 630d.1 | {χάλκειον κάνεον, ἐπὶ δὲ κρόμυον} ποτῷ ὄψον: ποτικὸν |
| book 630d.2 | ὄψον, ὅ ἐστι προσφάγιον δίψους παρασκευαστικόν. πᾶν δὲ τὸ μετὰ |
| book 630d.3 | ἄρτου ἐσθιόμενον ὄψον καλεῖται. | διὸ καὶ ἡ διπλῆ. | ἔστι δὲ τὸ |
| book 630d.4 | κρόμυον—ὡς ἀλεξιφάρμακον. A |
| book 630-1.1 | 〈ἐπὶ δὲ κρόμυον ποτῷ ὄψον / ἠδὲ μέλι χλω‐ |
| book 630-1.2 | ρόν:〉 τελεία εἰς τὸ κρόμυον (630), εἶτα ἠδὲ μέλι χλωρόν (631). |
| book 630-1.3 | τὸ δὲ ποτῷ ὄψον (630) ἀπὸ κοινοῦ τῷ παντὶ κυκεῷ. τεῦχε, φησί, |
| book 630-1.4 | κυκεῶ, ἅμα ποτῷ καὶ ὄψον ὄντα· b(BCE3E4) τὸ μὲν γὰρ μέλι καὶ ὁ |
| book 630-1.5 | οἶνος ποτόν, τὰ δὲ λοιπὰ ὄψον. πᾶν δὲ τὸ ἐσθιόμενον ὄψον καλεῖται. |
| book 630-1 | b(BE3E4) |
| book 631a | 〈χλωρόν:〉 τρόφιμον ἢ νέον. Til |
| book 631a.1 | {ἡ δὲ μέλι} χλωρόν: πρόσφατον—τὸν νέον. | διὰ τί δὲ |
| book 631a.2 | τὸν Πάτροκλον—εἰς τὸν πόλεμον ἐξάγειν. A |
| book 631b.1 | ἀλφίτου ἱεροῦ: παρὰ γὰρ θεοῦ εἰλήφαμεν αὐτό. καὶ |
| book 631b.2 | „ἱερὰς κατ’ ἀλωάσ“ (Ε 499). T |
| book 631b.1 | ἀλφίτου 〈ἱεροῦ〉 ἀκτήν: ἤτοι περιφραστικῶς ἄλφιτα ἢ |
| book 631b.2 | ἄρτον ἀπὸ τοῦ—τὰ κύματα. A |
| book 632a.1 | δέπας περικαλλές: τὴν κατασκευὴν τοῦ ποτηρίου |
| book 632a.2 | Ἀρίσταρχος τοιαύτην εἶναί φησι· πρῶτον μὲν περίμηκες αὐτὸ εἶναι |
| book 632a.3 | καὶ δύο πυθμένας ἔχειν (cf. Λ 635), οὐχ ἕτερον ἐξ ἑτέρου, ὥς τινες, |
| book 632a.4 | ἀλλ’ ἑκατέρωθεν· τῶν τεσσάρων ὤτων (cf. Λ 634) οὐκ ἐξ ἴσου τὰ |
| book 632a.5.1 | διαστήματα εἶναι, ἵνα μὴ κατὰ πόσιν ἐναντίον τοῦ στόματος λαμ‐ |
| book 632a.5.2 | βάνηται, ἀλλ’ ἑκατέρωθεν 〈τοῦ〉 ποτηρίου δύο καὶ δύο. τούτων δὲ |
| book 632a.5.3 | ἅπτεσθαι μακρὰν πελειάδα μίαν ἑκατέρωθεν. ἀντεστραμμέναι δέ εἰσιν |
| book 632a.5.4 | αὑταῖς, ἀνὰ μέσον δὲ αὐτῶν δύο· κατὰ γὰρ ἕκαστον τῶν ὤτων |
| book 632a.5.5 | τοσαύτας φησίν (sc. Λ 634)· εἶναι γὰρ ὡσεὶ φιάλην κοίλην ὥστε ταῖς |
| book 632a.10 | δύο χερσὶν ὑπολαμβάνοντας τῶν ὤτων προσλαμβάνεσθαι. A |
| book 632b.1 | 〈ὃ οἴκοθεν ἦγ’ ὁ γεραιός:〉 ὅτι ἀντὶ τοῦ ἤγαγεν, κατὰ |
| book 632b.2 | μεταφορὰν ἀπὸ τῶν ἐμψύχων. Aint |
| book 632c.1 | 〈ἦγ’ ὁ γεραιός:〉 διχῶς Ἀρίσταρχος, ἦγ’ ὁ γεραιός |
| book 632c.2 | καὶ „εἶχ’ ὁ γεραιόσ“. Aint |
| book 633-4.1 | οὔατα δ’ αὐτοῦ / τέσσαρ’ ἔσαν: συνηρτημένα μὲν |
| book 633-4.2 | ἀλλήλοις τὰ ὦτα, διάστασιν δὲ ἔχοντα ὥστε πρὸς τὸ †βαρυτέρας† |
| book 633-4.3 | τοῦ ποτηρίου τὰς λαβὰς εἶναι. b(BCE3E4)T τὸ σχῆμα οὖν τῶν |
| book 633-4.4 | ὤτων γίνεται διπλοῦν Ω. b(BE3)T |
| book 634a.1 | δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον: καὶ τὴν τορευτι‐ |
| book 634a.2 | κὴν οἶδεν. b(BCE3)T ὀκτὼ δὲ ἦσαν αἱ πελειάδες, δύο καθ’ ἕκαστον |
| book 634a.3 | †ἰοῦσαι b(BE3)T οἱ δὲ τέσσαρας αὐτάς φασιν. T λέγοι δ’ |
| book 634a.4 | ἂν μικράς τινας, οἵας εἰκὸς ἐπὶ ἐκπώματος τετορεῦθαι. b(BE3)T |
| book 634b | 〈ἀμφὶς ἕκαστον:〉 οὕτως ἀπὸ λαβῆς. Aint |
| book 635a.1 | 〈νεμέθοντο:〉 νέμεσθαι τὰς περιστερὰς εἶπεν, ἐμφαντικῇ |
| book 635a.2 | χρησάμενος τῇ μεταφορᾷ. Til |
| book 635b.1 | δύω δ’ ὑπὸ πυθμένες ἦσαν: πρὸς τὴν κατασκευὴν τοῦ |
| book 635b.2 | ποτηρίου, ὅτι δεδιπλασιασμένον αὐτὸ ὑποτίθεται· τέσσαρα γὰρ |
| book 635b.3 | ὦτα (cf. Λ 633—4) καὶ δύο πυθμένας. A | Ἀρίσταρχος δὲ τὴν ὑπό |
| book 635b.4 | συντάσσει τῷ ἦσαν A b (BE3E4)T καί φησιν ὑπῆσαν οἱ πυθμέ‐ |
| book 635b.5 | νες. οὕτως καὶ Ἀλεξίων (fr. 47 B.). A |
| book 635c.1 | δύω δ’ ὑποπυθμένες ἦσαν: διπλοῦς ἦν ὁ πυθμήν, ἥσ‐ |
| book 635c.2 | σων ὑπὸ μείζονος περιεχόμενος. b(BCE3E4)T ἐκτύπωμα δὲ τοῦ |
| book 635c.3 | πόλου αὐτὸν εἶναι λέγουσιν. T |
| book 635d1.1 | δύω δ’ ὑπὸ πυθμένες: τινὲς ὑφ’ ἕν, ἵν’ ᾖ τὸ „ὑποπυθ‐ |
| book 635d1.2 | μένεσ“ ἐπίθετον τῶν πελειάδων, ὡς „ἐριαύχενες ἵπποι“ (Λ 159). T |
| book 635d2.1 | τινὲς δὲ ὑφ’ ἓν τὸ „ὑποπυθμένεσ“ ἵν’ ᾖ τῶν πελειάδων ἐπί‐ |
| book 635d2.2 | θετον, οἷον δύο δὲ ἕτεραι πελειάδες ἦσαν τοῖς πυθμέσιν ὑποκείμεναι. |
| book 635d2.3 | b(BE3E4) |
| book 636a | ἄλλος μὲν μογέων 〈ἀποκινήσασκε τραπέζησ〉: |
| book 636a.1 | πρὸς τὸ ζητούμενον, πῶς ὁ γέρων ἀμογητί, οἱ δὲ ἄλλοι μετὰ κακοπα‐ |
| book 636a.2 | θίας. οὐ δεῖ δὲ οὔτε δασύνειν τὴν προφορὰν οὔτε ἐπαίρειν τὴν προσῳ‐ |
| book 636a.3 | δίαν, ἀλλὰ νοεῖν ὅτι καὶ τοῦτο τῶν ἐπαίνων λεγομένων Νέστορός |
| book 636a.5.1 | ἐστι, καθάπερ καὶ τὸ „Νέστωρ δὲ πρῶτος κτύπον ἄϊε φώνησέν τε“ |
| book 636a.5.2 | (Κ 532). A |
| book 636b.1 | ἄλλος {μέν}: ὁ Ἀσκαλωνίτης (p. 51 B.) ψιλοῖ, καί φησιν |
| book 636b.2 | ὅτι ἐπὶ τοῦ Νέστορος κεῖται· ἄλλος μὲν γὰρ ἄν τις αὐτὸ μόγις ἐκίνησε, |
| book 636b.3 | Νέστωρ δ’ ὁ γέρων ἀμογητὶ ἄειρεν. πολὺ πρότερον δὲ οὕτως καὶ |
| book 636b.4 | Ἀρίσταρχος. τινὲς δὲ βούλονται δασύνειν τὸ α καὶ ἐκτείνειν, ἵν’ ᾖ ὁ |
| book 636b.5.1 | ἄλλος μὲν μογέων, τουτέστιν ὁ Μαχάων. ἡμεῖς δὲ ἐκεῖνο παραφυλάξαι |
| book 636b.5.2 | ἔχομεν ὡς ὅτι παρὰ τῷ ποιητῇ οὐ δύναται ἡ τοιαύτη κρᾶσις εἶναι· |
| book 636b.5.3 | εἰ γὰρ καὶ κρᾶσιν ἠβούλοντο, παραλαμβάνειν ἐχρῆν εἰς τὸ ω, ὁμοίως |
| book 636b.5.4 | τῷ „οἴχετ’ ἀνὴρ ὥριστοσ“ (Λ 288 al.). εἰσὶ δὲ οἳ διέστειλαν „ἀλλ’ |
| book 636b.5.5 | ὅσ“, τὸ „ὅσ“ δασύνοντες, ἀλλ’ ὃς μὲν μογέων, ἵνα τὸ αὐτὸ ὑπάρχῃ |
| book 636b.10.1 | νοητόν· ἐπὶ γὰρ τοῦ Μαχάονος πάλιν βούλονται τὴν διαστολὴν λαμ‐ |
| book 636b.10.2 | βάνειν. ἡμεῖς δὲ συγκατατιθέμεθα τῷ Ἀριστάρχῳ ψιλοῦντι, ἐπεὶ βού‐ |
| book 636b.10.3 | λεται ὁ ποιητὴς καὶ διὰ τούτου τὸ εὔρωστον τοῦ γέροντος παριστά‐ |
| book 636b.10.4 | νειν. A |
| book 636c1.1 | ἄλλος {μέν}: ψιλωτέον τὸ ἄλλος· οὐ γάρ, ὥς τινες, κατὰ |
| book 636c1.2 | κρᾶσίν ἐστι τοῦ [ὁ] ἄλλος, ἵν’ ᾖ ἐπὶ τοῦ Μαχάονος· ἐχρῆν γὰρ εἶναι |
| book 636c1.3 | ὥλ〈λ〉ος, ὡς τὸ ἄριστος „ὥριστοσ“ (Λ 288 al.) 〈καὶ〉 ἄλλα, 〈ἃ〉 διὰ |
| book 636c1.4 | τῶν ἄρθρων ὁ ποιητής. τινὲς δὲ „ἀλλ’ ὃς μέν“, δασύνοντες τὴν „ὅσ“ |
| book 636c1.5.1 | καὶ πάλιν ἐπὶ τοῦ Μαχάονος ἐκδεχόμενοι· ἀλλ’ οὐδέποτε τῷ ὅς ἀντὶ |
| book 636c1.5.2 | τοῦ „ὅ“ (Α 9 al.) χρῆται, τὸ δὲ ἐναντίον, οὐ〈δὲ〉 δεῖται αὐτὸν τραυ‐ |
| book 636c1.5.3 | ματίᾳ παρεικάζειν. ἄμεινον οὖν ἀορίστως δέχεσθαι τὸ ἄλλος πρὸς |
| book 636c1.5.4 | ἔπαινον τοῦ γέροντος· θέλει γὰρ εἰπεῖν ὅτι παντὸς νέου σωφρονέστερον |
| book 636c1.5.5 | ἐβάσταζε τὸ ποτὸν ὁ Νέστωρ. ἔνιοι δὲ ἀπὸ κοινοῦ τὸ „γέρων“ (Λ |
| book 636c1.10.1 | 637), ἵν’ ᾖ, ἄλλος μὲν γέρων μογέων ἐκίνει, ὁ δὲ γέρων Νέστωρ ἀμο‐ |
| book 636c1.10.2 | γητί. καὶ ἀλλαχοῦ περὶ αὐτοῦ φησιν „ἐπεὶ οὐ μὲν ἐπέτραπε γήραϊ |
| book 636c1.10.3 | λυγρῷ“ (Κ 79). ἢ διὰ τὸ κατὰ διάμετρον αἱρεῖσθαι τὸ δέπας· οἱ γὰρ |
| book 636c1.10.4 | περὶ Ἀρίσταρχον ω εἶναι τὸ ποτήριον· διὸ καὶ τέσσαρα ὦτα· τὰ γὰρ |
| book 636c1.10.5 | ἁπλᾶ ἄμφωτα (cf. χ 10) καλεῖ. τινὲς δὲ αἱ „ὑποπυθμένεσ“ (Λ 635) |
| book 636c1.15.1 | ὑποβάσεις αὐτῷ δύο ἦσαν πελειάδες· διὸ καὶ μογέων· διπλοῦ γὰρ |
| book 636c1.15.2 | ὄντος κατὰ διάμετρον ἔδει †ἄνειν†· καὶ ἴσως πρὸς τὸ ἀμερίμνως καὶ |
| book 636c1 | ἀθροῦν πίνειν. T |
| book 636c2.1 | οὐχ, ὥς τινες, ἐπὶ Μαχάονος τὸ ἄλλος ἐκδέχεσθαι χρή, |
| book 636c2.2 | ἀλλ’ ἀορίστως πρὸς ἔπαινον τοῦ γέροντος· b(BCE3) θέλει γὰρ |
| book 636c2.3 | εἰπεῖν ὅτι παντὸς νέου σωφρονέστερον ἐβάσταζε τὸ ποτόν. ἔνιοι δὲ |
| book 636c2.4 | ἀπὸ κοινοῦ τὸ γέρων, ἵν’ ᾖ, ἄλλος μὲν γέρων μογέων ἐκίνει, ὁ δὲ γέρων |
| book 636c2.5 | Νέστωρ ἀμογητὶ ἄειρεν. b(BE3) |
| book 637.1 | 〈ἀμογητὶ ἄειρεν:〉 τὰ γὰρ ἄχθη οὐχ οἱ ἰσχυροί, ἀλλ’ οἱ |
| book 637.2 | ἔμπειροι φέρουσι· b(BCE3E4)Til διπλῶν γὰρ τῶν ὤτων ὄντων |
| book 637.3 | καὶ τοῦ ποτηρίου μεγίστου, οὐκ ἂν νέος ἀπεκίνησεν αὐτὸ τῆς τρα‐ |
| book 637.4 | πέζης, οὐ διὰ τὸ μὴ δύνασθαι, ἀλλὰ διὰ τὸ 〈τὸ〉 πῶς μὴ εἰδέναι· |
| book 637.5.1 | b(BCE3E4) εἰ γὰρ οὐχ ὡς ἔδει αὐτὸ ἦρε, θραῦσιν ἂν ἠπείλησε· |
| book 637.5.2 | δίχειρα γὰρ δυσὶν ἀφ’ ἑκάστης χειρὸς δακτύλοις τῶν ὤτων λαμβανό‐ |
| book 637.5.3 | μενον ἐχρῆν κινεῖν ἀκόπως. b(BE3E4) |
| book 639a1.1 | οἴνῳ Πραμνείῳ: οἱ μὲν μέλανι, οἱ δὲ [πρ]αΰνοντι τὸ |
| book 639a1.2 | μένος, οἱ δὲ μονίμῳ. οἱ δὲ ἐν Ἰκάρῳ πέτραν Πράμνην, ἐν ᾗ πρῶτον |
| book 639a1.3 | ἔφυ ἄμπελος. T |
| book 639a2 | οἱ μὲν μέλανι, οἱ δὲ γένος ἀμπέλου, οἱ δὲ αὐστηρῷ, οἱ δὲ |
| book 639a2 | πραΰνοντι τὸ μένος, οἱ δὲ μονίμῳ. b(BCE3) |
| book 639a2.1 | οἴνῳ Πραμνείῳ: ἤτοι τῷ πραΰνοντι τὰς φρένας—ἐν |
| book 639a2.2 | τῇ Ἰκαρίᾳ οἰνοφόρον. A |
| book 639-40.1 | ἐπὶ δ’ αἴγειον κνῆ τυρόν / κνήστι χαλκείῃ: |
| book 639-40.2 | ἔκοπτεν δὲ καὶ τυρὸν κνήστεϊ χαλκείῳ, | τουτέστι μαχαιρίῳ τυροτό‐ |
| book 639-40.3 | μῳ. A |
| book 640a | 〈λεῦκ’ ἐπάλυνε:〉 γράφεται „λευκὰ πάλυνε“. Aim |
| book 640b | 〈πάλυνεν:〉 ἐπέπασσεν. Til |
| book 641.1 | {ἐπεί ῥ’ ὥπλισσε} κυκειῶ: τὸ κυκειῶ περισπαστέον· τοῦ |
| book 641.2 | γὰρ κυκεῶνά ἐστιν ἀποκοπὴ καὶ ἐπλεόνασεν τὸ ι. | κυκειὼν δέ ἐστι |
| book 641.3 | πολυμιγὲς ποτόν. A |
| book 642.1 | 〈πολυκαγκέα:〉 πολλὴν ξηρότητα ἔχουσαν· ὅθεν καὶ „κάγ‐ |
| book 642.2 | κανα ξύλα“ (cf. Φ 364. ς 308), b(BCE3E4)Til τὰ ἄγαν ξηρά. Til |
| book 643 | μύθοισιν τέρποντο: πρὸς παραμυθίαν τοῦ τραυματίου. T |
| book 645.1 | τὸν δὲ ἰδὼν ὁ γεραιὸς ἀπὸ θρόνου ὦρτο: διὰ τὸν |
| book 645.2 | καιρόν· διδάσκει οὖν καὶ γέροντας εἴκειν νέοις πρὸς ὄφελος. b(BCE3E4) |
| book 645.3 | T καὶ ὅτι ἤλπιζεν ἐξ Ἀχιλλέως αὐτὸν ἥκοντα χρηστόν τι ἐρεῖν. T |
| book 647.1 | ἑτέρωθεν ἀναίνετο 〈εἶπέ τε μῦθον〉: προφασίζεται |
| book 647.2 | σπουδήν, ἵνα καὶ μένων χαρίζοιτο καὶ μὴ μένων ἀνέγκλητος εἴη. |
| book 647.3 | b(BCE3E4)T | ἡ δύναμις τούτου τοῦ λόγου ἐποίησεν αὐτὸν μένειν. T |
| book 648 | οὐχ ἕδος ἐστίν: ἀντὶ ἕδους. ὡς „τρίποσ“ (Χ 164). T |
| book 649.1 | νεμεσητός: Ἀρίσταρχος μεμψίμοιρος· οἱ δὲ ἑκάστῳ τὸ |
| book 649.2 | δέον νέμων, ὅθεν καὶ νέμεσις. ἵνα οὖν μὴ δόξωσιν ἀμελεῖν αὐτοῦ, |
| book 649.3 | ταῦτά φησιν. T |
| book 650 | 〈ἄγεις:〉 ὅτι ἀντὶ τοῦ ἤγαγες. ἤλλακται δὲ ὁ χρόνος. Aint |
| book 652a.1 | πάλιν ἄγγελος 〈εἶμι〉: κατ’ ἰδίαν τὸ πάλιν. οὕτως |
| book 652a.2 | Ἀρίσταρχος καὶ Ἀλεξίων (fr. 48 B.) καὶ ὁ Ἀσκαλωνίτης (p. 51 B.). |
| book 652a.3 | οὕτως δὲ ἔχει καὶ τὰ τῆς ἀναγνώσεως· πρὸς γὰρ τὸ ῥῆμα ἡ σύνταξις |
| book 652a.4 | ἐγένετο, πάλιν εἶμ’ ἄγγελος. A |
| book 652b.1 | πάλιν ἄγγελος: τινὲς ὑφ’ ἓν „παλινάγγελοσ“, οὐχ |
| book 652b.2 | ὑγιῶς. T |
| book 654.1 | τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο: ἀναίτιον πρὸς |
| book 654.2 | τὸ „νεμεσητόσ“ (Λ 649). ἐπιτείνει δὲ αὐτοῦ τὸ θυμικόν, συγγνώμην |
| book 654.3 | ἑαυτῷ ποριζόμενος τοῦ μὴ πεῖσαι αὐτόν. b(BCE3)T |
| book 656-8.1 | τίπτε τ’ ἄρ’ ὧδ’ Ἀχιλεὺς ὀλοφύρεται〈— |
| book 656-8.2 | κατὰ στρατόν〉: διὰ τί οἰκτίζει τοὺς τετρωμένους, ἀγνοῶν τὴν |
| book 656-8.3 | παντελῆ ἀπώλειαν; διὰ τί τὸ κατ’ ἄνδρα ἐλεεῖ μὴ εἰδὼς τὸ πᾶν |
| book 656-8.4 | Ἀχιλλεύς; ὅτι δὲ ἐλεεῖ, δῆλον ἐξ ὧν Πάτροκλον ἔπεμψεν. b(BCE3)T |
| book 656.1 | τίπτε τ’ ἄρ’ ὧδ’ Ἀχιλεύς: πιθανῶς οὐ κωλύει αὐτὸν |
| book 656.2 | τῆς σπουδῆς, ἄρχεται δὲ λόγων, εἰδὼς ὡς αἰδούμενος οὐ καταλείψει |
| book 656.3 | αὐτοὺς ἡμιτελεῖς. b(BCE3)T |
| book 657.1 | ὅσσοι δὴ βέλεσιν βεβλήαται: συναπτέον τῷ ἐπάνω |
| book 657.2 | στίχῳ (sc. Λ 656). ἴσως δ’ ἄν τις ἀφ’ ἑτέρας ἀρχῆς ἀναγινώσκοι, |
| book 657.3 | θαυμαστικὸν ποιῶν τὸν λόγον. A |
| book 657-8a1.1 | οὐδέ τι οἶδε 〈/ πένθεος ὅσσον ὄρωρε〉: δια‐ |
| book 657-8a1.2 | σταλτέον ἤτοι ἐπὶ τὸ οἶδε (657) ἢ ἐπὶ τὸ πένθεος (658)· ἔχει |
| book 657-8a1.3 | γὰρ ἀμφότερα λόγον. εἰ μὲν οὖν συνάπτοιτο τοῖς ἄνω τὸ πένθεος, |
| book 657-8a1.4 | λείπει ἡ περί, ὡς „Ἕκτωρ χωόμενος Σαρπηδόνοσ“ (Π 553). εἰ δὲ |
| book 657-8a1.5.1 | τοῖς ἑξῆς, σχῆμα ἔσται ‘ὅσσον πένθοσ‘· Ἀττικὴ δὲ ἡ χρῆσις καὶ |
| book 657-8a1.5.2 | ἀρχαία. A |
| book 657-8a2 | {οὐδέ τι οἶδεν πένθος:} ἀρχαία ἡ φράσις. T |
| book 659a | 〈κέαται:〉 πρὸς τὸ ἄπρακτον. Til |
| book 659b1.1 | βεβλημένοι οὐτάμενοί τε: ὅτι συλληπτικῶς τὸ |
| book 659b1.2 | κατ’ ἀμφοτέρων κεκοινοποίηκεν· οὐ γὰρ οἱ αὐτοὶ βέβλη〈ν〉ται καὶ |
| book 659b1.3 | οὐτασμένοι εἰσίν. διαστέλλει μέντοι ἐν τοῖς ἑξῆς, λέγων „βέβληται |
| book 659b1.4 | μὲν ὁ Τυδείδης, / οὔτασται δ’ Ὀδυσεύσ“ (Λ 660—1). A |
| book 659b2 | πρὸς τὸ διάφορον. Til |
| book 659c.1 | οὐτάμενοι {τε}: Ἀρίσταρχος ὡς „ἱστάμενοι“ (Μ 341 |
| book 659c.2 | al.) καὶ κιχράμενοι, Πάμφιλος δὲ ὡς δεδαρμένοι, ἐπεὶ καὶ τὸ βεβλη‐ |
| book 659c.3 | μένοι συντελικόν. καὶ δοκεῖ τὸ τοιοῦτον ἐπὶ ἑνικοῦ ἀριθμοῦ πολὺ |
| book 659c.4 | πρότερον τεθεωρῆσθαι παρ’ αὐτῷ· φησὶ γὰρ „〈οὔτ’ ἂρ βεβλη‐ |
| book 659c.5.1 | μένοσ〉 ὀξέϊ χαλκῷ / οὔτ’ αὐτοσχεδίην οὐτασμένοσ“ (λ 535—6)· |
| book 659c.5.2 | συντελικῇ γὰρ μετοχῇ συντελικὴν ἐπήνεγκεν. οὕτως οὖν καὶ ἐπὶ |
| book 659c.5.3 | τῶν πληθυντικῶν ἀναγινώσκειν ἔδει, εἰ μὴ ἄρα ἐκεῖνό τις ὑπὲρ |
| book 659c.5.4 | τοῦ Ἀριστάρχου λέγοι ὅτι οὐκ ἐνεστῶτα ἐκδεχόμενος οὕτως ἀνεγί‐ |
| book 659c.5.5 | νωσκεν, ἀλλὰ παρακείμενον πεπονθότα. ἔχει δὲ οὕτως· παρὰ τὸ |
| book 659c.10.1 | οὐτῶ περισπώμενον ἐκπίπτει παράγωγον εἰς μι λῆγον τὸ οὔτημι, |
| book 659c.10.2 | ἀφ’ οὗ ἀπαρέμφατον τὸ οὐτάναι καὶ „οὐτάμεναι“ (Φ 68). ἀπὸ |
| book 659c.10.3 | δὴ τοῦ οὔτημι γίνεται παθητικὴ μετοχὴ οὐτάμενος καὶ οὐτάμενοι |
| book 659c.1 | ὡς κιχράμενοι. ἀλλ’ οὔ φαμεν ταύτην εἶναι ἐν τῇ συντάξει, ἀλλ’ |
| book 659c.2 | ἕτερόν τι αὐτῷ σύνηθες ῥῆμα εἶναι, τὸ οὐτάζω, ὅθεν καὶ „οὔτασεν“ |
| book 659c.15.1 | (Ε 56. 361 al.) ὁ ἀόριστος· οὐ γὰρ δὴ συστολὴ τοῦ „οὔτησεν“ |
| book 659c.15.2 | (Δ 469 al.), ὡς πρόδηλον κἀκ τοῦ ἀπαρεμφάτου „οὐτάσαι οὐδὲ |
| book 659c.15.3 | βαλεῖν“ (Ξ 424) καὶ ἐκ τοῦ „οὔτασται δ’ Ὀδυσεύσ“ (Λ 661). τούτῳ |
| book 659c.15.4 | δὴ τῷ οὔτασται παρέθηκε μετοχὴν τὴν οὐτασμένος, „οὔτ’ αὐτοσχε‐ |
| book 659c.15.5 | δίην οὐτασμένοσ“ (λ 536), ἥτις κατ’ ἔλλειψιν τοῦ ς ἐγίνετο οὐ‐ |
| book 659c.20.1 | ταμένος. προπαρωξύνθη δὲ ὑπὸ τοῦ Ἀριστάρχου διὰ τὸν χαρα‐ |
| book 659c.20.2 | κτῆρα, ἐπεὶ αἱ τοιαῦται μετοχαὶ προπαρωξύνοντο, „ἱστάμενοσ“ (Δ |
| book 659c.20.3 | 203 al.), κιχράμενος· ὁ γὰρ ἀνὴρ τῷ χαρακτῆρι μᾶλλον τοὺς τόνους |
| book 659c.20.4 | προσνέμει. ἄλλως δὲ καὶ ἡ γινομένη τοῦ ς ὕφεσις καὶ ἀναδρομὴν |
| book 659c.20.5 | ἐργάζεται τόνου. A |
| book 660 | 〈ὁ Τυδείδης:〉 ἴσως πρῶτον ὡς πολέμιον καταλέγει. Til |
| book 661a.1 | 〈δουρικλυτός:〉 τοῦ Ὀδυσσέως τὸ ἐπίθετον, καὶ δια‐ |
| book 661a.2 | σταλτέον μετ’ αὐτό. Aim |
| book 661b.1 | ἠδ’ Ἀγαμέμνων: οὐκ εἶπεν ἐπίθετον Ἀγαμέμνονος, |
| book 661b.2 | ὡς ἀπεχθανομένου Ἀχιλλεῖ. τοιοῦτος δέ ἐστιν ὁ λόγος· ‘καὶ ὁ |
| book 661b.3 | ἐχθρὸς αὐτῷ δυστυχεῖ‘. T |
| book 663.1 | τοῦτον δ’ ἄλλον ἐγὼ νέον ἤγαγον 〈ἐκ πολέ‐ |
| book 663.2 | μοιο〉: ἦθος ἐμφαίνει ἡ ἀντωνυμία, διὰ τῆς δείξεως δηλοῦσα ὅτι ὁ |
| book 663 | γέρων τὸν νέον διέσωσεν ἐκ τῆς μάχης. T |
| book 664-5.1 | αὐτὰρ Ἀχιλλεύς / ἐσθλὸς ἐὼν 〈Δαναῶν— |
| book 664-5.2 | ἐλεαίρει〉: δυνατός, τουτέστι δυνάμενος, οὐκ ἐλεεῖ. εὖ δὲ καὶ τὸ |
| book 664-5.3 | Δαναῶν (665) καὶ μὴ Ἀγαμέμνονος φάναι· ἐάσας γὰρ τὸν αἴτιον |
| book 664-5.4 | τῆς ὀργῆς τοὺς ἐλεεινοὺς προβάλλεται. b(BCE3E4)T |
| book 665a.1 | 〈ἐσθλὸς ἐὼν Δαναῶν οὐ κήδεται οὐδ’ ἐλεαίρει:〉 |
| book 665a.2 | βραχὺ {δὲ} διασταλτέον μετὰ τὸ ἐών. Aim |
| book 665b.1 | οὐ κήδεται οὐδ’ ἐλεαίρει: πικρῶς, T οὔτε |
| book 665b.2 | φιλίᾳ οὔτε ἐλέῳ, φησί, χώραν παρέχει. b(BCE3E4)T |
| book 666-7a.1 | ἦ μένει, εἰς ὅ κε 〈δὴ〉 νῆεσ〈—〉θέρωνται: |
| book 666-7a.2 | ἆρα καὶ ταῦτα μένει, ἃ ὑπέσχετο „κτείνοντ’ Ἀργείους, κατά τε σμῦ‐ |
| book 666-7a.3 | ξαι πυρὶ νῆασ“ (Ι 653); ἐν ἤθει οὖν ὁ λόγος. T |
| book 666-7b.1 | 〈ἦ μένει, εἰς ὅ κε—θέρωνται:〉 τὴν ὁλοσχερῆ |
| book 666-7b.2 | ἀπώλειαν τῶν νεῶν ἐμφαίνειν θέλει· εἰ μὴ γὰρ τὰς πρώτας †καύ‐ |
| book 666-7b.3 | σωσιν†, οὐκ ἂν οὐδὲ τὰς παρὰ θάλασσαν. b(BCE3)Til |
| book 667a | 〈Ἀργείων ἀέκητι:〉 μὴ δυναμένων ἀμῦναι. Til |
| book 667b | 〈πυρὸς δηΐοιο:〉 ὅτι λείπει ἡ ὑπό, ὑπὸ πυρός. Aim |
| book 668-9a.1 | αὐτοί τε κτεινώμεθ’ 〈ἐπισχερώ; οὐ γὰρ |
| book 668-9a.2 | —ἔσκεν〉: πικρῶς καθάπτεται τῆς ὠμότητος Ἀχιλλέως, εἰ |
| book 668-9a.3 | ἀναμένει τοὺς Ἀχαιοὺς ἰδεῖν ἑξῆς φονευομένους. ἐλεεινῶς δὲ καὶ |
| book 668-9a | ἑαυτὸν καταλέγει. b(BCE3E4)T |
| book 668-9b.1 | οὐ γὰρ ἐμὴ ἴς / ἔσθ’ 〈οἵη πάρος ἔσκεν〉: ἐρεθι‐ |
| book 668-9b.2 | στικὸν τοῦτο· εἰ γὰρ ἐγὼ νέος ἦν, οὐκ ἂν ὑμῶν ἐδεόμεθα συμμά‐ |
| book 668-9b.3 | χων. ἐντέχνως δὲ πρὸς μὲν τοὺς θυμουμένους τὴν φρόνησιν, b(BCE3 |
| book 668-9b.4 | E4)T „καὶ μέν μευ βουλέων ξύνιον“ (Α 273)· εὐβουλίας γὰρ |
| book 668-9b.5.1 | ἑώρα δεόμενον τὸν καιρόν· T πρὸς δὲ τὸν ἀργοῦντα τὴν ἥβην, |
| book 668-9b.5.2 | ζῆλον ἐμποιῶν τῶν ἔργων. b(BCE3E4)T |
| book 668.1 | {αὐτοί τε κτεινώμεθα} ἐπισχερώ: ἐφεξῆς ἅπαντες. παρ‐ |
| book 668.2 | ίστησι δὲ διὰ τῆς λέξεως ὅτι καὶ ἐπὶ Μυρμιδόνας ἥξει ὁ κίνδυνος. A |
| book 670-764.1 | εἴθ’ ὣς ἡβώοιμι〈—ὄληται〉: διδάσκει |
| book 670-764.2 | ὡς οὐ δεῖ ἐπὶ ἀπράκτοις ἀναλίσκειν τὰς ἡλικίας. ἴδια δὲ διηγεῖται |
| book 670-764.3 | κατορθώματα, εἰς ζῆλον καλῶν τὸν ἀκούοντα. καὶ διὰ τοῦ παρὰ |
| book 670-764.4 | γνώμην τοῦ πατρὸς πολεμῆσαι προτρέπεται αὐτὸν b(BCE3)T |
| book 670-764.5.1 | τὸ ὅμοιον ποιῆσαι. ἔστι δὲ μείλιχος Πάτροκλος· διὸ 〈ἐν〉ιστάμενον αἰ‐ |
| book 670-764.5.2 | δεῖται τὸν γέροντα. T |
| book 671-761.1 | ὡς ὁπότ’ Ἠλείοισι〈—Νέστορί τ’ |
| book 671-761.2 | ἀνδρῶν〉: ἐξ ἀναστροφῆς τὸ διήγημα· ἐπὶ γὰρ τοῖς ἐπιμηκεστέροις |
| book 671-761.3 | τῶν διηγημάτων τὸ μὲν ἀπ’ ἀρχῆς ἰέναι ἐπὶ τὴν ἀφήγησιν ἀμβλυτέραν |
| book 671-761.4 | τὴν ἀκρόασιν καθίστησιν, τὸ δὲ ἐκ τῶν πρακτικῶν ἄρχεσθαι ἡδύ. |
| book 671-761.5.1 | ἡ δὲ ἀρχὴ τοῦ διηγήματος οὕτως ἔχει· Ἡρακλῆς ἐκάκωσε τὴν Πύλον |
| book 671-761.5.2 | καὶ τοὺς ἕνδεκα τῶν Νηλέως παίδων ἀνεῖλε· διὸ Ἠλεῖοι καταφρονή‐ |
| book 671-761.5.3 | σαντες τῶν Πυλίων ἔθλιβον αὐτούς, καὶ δὴ Αὐγέας ὁ τῶν Ἠλείων |
| book 671-761.5.4 | βασιλεὺς ἀφικομένους ἵππους Νηλέως ἐπὶ τὸν Ὀλυμπικὸν ἀγῶνα |
| book 671-761.5.5 | ἤ τινα τῶν ἐπιταφίων ἀφείλετο. τοῦτο ἐκίνησε Πυλίους. γενομένης |
| book 671-761.10.1 | δὲ μάχης ἄλλοι τε ἀποθνῄσκουσι καὶ Ἰτυμονεὺς ὑπὸ τοῦ Νέστορος. |
| book 671-761.10.2 | νικήσαντες δὲ Πύλιοι τὴν λείαν διενέμοντο. b(BCE3E4)T ἐπι‐ |
| book 671-761.1 | στρατεύουσι δὲ αὐτοῖς ἡμέρᾳ τρίτῃ ἐκεῖνοι. πολιορκούντων δὲ |
| book 671-761.2 | αὐτῶν τὸ Θρύον φήμη τις ἦλθεν εἰς Πύλον μηνύουσα τὴν ἔφοδον |
| book 671-761.3 | τῶν πολεμίων. στρατεύσαντες δὲ Πύλιοι πάλιν νικῶσι τοὺς Ἠλείους, |
| book 671-761.15 | καὶ ἀριστεύει ὁ Νέστωρ. b(BE3E4)T |
| book 672.1 | ἀμφὶ βοηλασίῃ, 〈ὅτ’ ἐγὼ κτάνον Ἰτυμονῆα〉: βραχὺ |
| book 672.2 | διασταλτέον μετὰ τὸ βοηλασίῃ· δύναται δὲ καὶ τοῖς ἑξῆς συνάπτε‐ |
| book 672.3 | σθαι. A | οὕτως δὲ ἑνικῶς Ἀρίσταρχος, βοηλασίῃ. A Aim |
| book 672 | ὅτ’ ἐγὼ κτάνον Ἰτυμονῆα: Νηλεὺς ὁ Ποσειδῶνος, |
| book 672.5.1 | ἱππικώτατος—λ〈ε〉ίαν. ἡ ἱστορία παρὰ Φερεκύδει (FGr |
| book 672.5.2 | Hist 3, 118). A |
| book 672-4.1 | ὅτ’ ἐγὼ κτάνον Ἰτυμονῆα〈—ῥύσι’ |
| book 672-4.2 | ἐλαυνόμενος:〉 τὸ ἑξῆς ἐστιν, ὅτ’ ἐγὼ κτάνον Ἰτυμονῆα |
| book 672-4.3 | (672), / ῥύσι’ ἐλαυνόμενος (674)· AT τὰ δὲ ἄλλα (sc. |
| book 672-4.4 | 673) διὰ μέσου. A |
| book 674a.1 | ῥύσι’ ἐλαυνόμενος: ἀντενεχυραζόμενος. καὶ τὸ πλῆ‐ |
| book 674a.2 | ρες ῥύσια· Αὐγέας γὰρ πρότερον Νηλέως κατέσχεν τέσσαρας ἀθλο‐ |
| book 674a.3 | φόρους ἵππους αὐτοῖσιν ὄχεσφιν. | τουτέστι θρέμματα ἐλαύνων. A |
| book 674b.1 | 〈ῥύσια:〉 τὰ ἀντί τινων ἑλκόμενα, ἅπερ ἀντὶ τῶν ἡρ‐ |
| book 674b.2 | πασμένων ἁρπάζομεν. b(BCE3E4)T |
| book 675.1 | 〈ἔβλητ’ ἐν πρώτοισιν:〉 ἢ πρῶτον ἀνῃρῆσθαι αὐτόν |
| book 675.2 | φησιν ἢ ἐν πρώτοις μαχόμενον. b(BCE3E4)T |
| book 676 | 〈περίτρεσαν:〉 περὶ πᾶσαν ὁδὸν ἔφυγον. b(BCE3)Til |
| book 676 | καὶ ὅτι ἀποθανόντος Ἕκτορος φευξοῦνται πάντες. Til |
| book 677-761.1 | ληΐδα δ’ ἐκ πεδίου〈—Νέστορί τ’ |
| book 677-761.2 | ἀνδρῶν〉: αἰδήμων ὁ Πάτροκλος· ἐπειγόμενος γὰρ ἀνέχεται τοῦ |
| book 677-761.3 | γέροντος μακρολογοῦντος. b(BCE3E4)T οἰκονομικῶς δὲ πέ‐ |
| book 677-761.4 | πλασται τῷ ποιητῇ ἡ μακρὰ διήγησις, ἵνα ὁ Εὐρύπυλος ἐκ τῆς μάχης |
| book 677-761.5.1 | φθάσας ἐλθεῖν περιτύχῃ Πατρόκλῳ, καὶ παρὰ τούτῳ ἐμβραδύνῃ |
| book 677-761.5.2 | περὶ τῆς τειχομαχίας· b(BE3E4)T εἰ γὰρ ταχέως ἐπανῆλθε |
| book 677-761.5.3 | πρὸς Ἀχιλλέα καὶ ἐκπεμφθῆναι ἑαυτὸν ἔπεισεν εἰς τὴν μάχην, ἀνῃρέ‐ |
| book 677-761.5.4 | θη ἂν ἡ τειχομαχία, δι’ ἣν ἐπλάσθη τὸ τεῖχος. T |
| book 677a1.1 | ληΐδα {δ’ ἐκ πεδίου}: Ἀρίσταρχος ὡς „Χαλκίδα“ (Β |
| book 677a1.2 | 537 al.), Μενεκράτης ὡς „Ἤλιδα“ (Β 615 al.). ἔστι δὲ οὕτως |
| book 677a1.3 | ὁρίσασθαι περὶ τῆς προσῳδίας ὡς πάντα τὰ εἰς ις λήγοντα καθα‐ |
| book 677a1.4 | ρόν, μόνως θηλυκά, ὀξύνεσθαι θέλει, οἷον Κιρφηΐς, „Βρισηΐσ“ (Τ |
| book 677a1.5.1 | 282. Ω 676), Θαΐς, Λαΐς. ὁ δὲ λόγος ἐπὶ Ἑλληνικῶν ὀνομάτων, |
| book 677a1.5.2 | μή τις τὸ Ξόϊς καὶ Σάϊς Αἰγύπτια ὄντα καὶ παρὰ Ἡροδότῳ (cf. 2, |
| book 677a1.5.3 | 28, 1 al.) λεχθέντα παράθηται. περὶ μέντοι τοῦ δαΐς ὀξυνομένου, |
| book 677a1.5.4 | τετολμημένου δὲ καὶ βαρύνεσθαι ἐπὶ ἑτέρου σημαινομένου, εἰρήσεται |
| book 677a1.5.5 | ἡμῖν ἀλλαχόθι (sc. ad Ξ 387). τὸ δὲ ΚΡΑΤΑΙΪΣ δοκεῖ ἐπὶ τοῦ |
| book 677a1.10.1 | κυρίου βεβαρυτονῆσθαι διὰ τὴν αἰτιατικὴν „βωστρεῖν δὲ Κράταιϊν“ |
| book 677a1.10.2 | (μ 124)· τάχα δὲ καὶ τοῦτο πρὸς ἀντιδιαστολήν. A |
| book 677a2 | ληΐδα ὡς †κρηπῖδα. Til |
| book 677b.1 | 〈ληΐδα δ’ ἐκ πεδίου συνελάσσαμεν ἤλιθα πολ‐ |
| book 677b.2 | λήν:〉 αἰτήματι στίζομεν κατὰ τὸ τέλος τοῦ στίχου· πρεπωδέστερον |
| book 677b.3 | γὰρ οὕτως κεχωρίσθαι τὰ ἑξῆς (sc. Λ 678—81). A |
| book 677c.1 | ἤλιθα: λίαν ἠθροισμένην. καὶ ἠλίθιος ὁ παχὺς τὸν νοῦν |
| book 677c.2 | A b (BCE3E4)T καὶ μὴ ἀκριβής. A b (BE3E4)T ἢ παρὰ |
| book 677c.3 | τὸ ἀλίσαι, ὅ ἐστιν ἀθροῖσαι. A b (BE3)T |
| book 678-81.1 | 〈ἀγέλας ... πώεα ... συβόσια ... αἰπόλια |
| book 678-81.2 | ... / ἵππους δὲ—ὑπῆσαν:〉 ἑκάστῳ τὸ οἰκεῖον ἀπένειμεν· |
| book 678-81.3 | οὐδὲ πεζῷ δὲ λόγῳ τις εἶπεν αὐτὰ ἄλλως. Til |
| book 678 | πώεα: παρὰ τὸ πόᾳ χρῆσθαι, ἥτις ἐστὶν αὐτοποίητος. A |
| book 679 | 〈συβόσια:〉 ἐκτατέον τὸ ι. Til |
| book 683a.1 | γεγήθει δὲ φρένα Νηλεύς: ὅτι διαφωνοῦσιν οἱ |
| book 683a.2 | νεώτεροι, τὸν Νηλέα λέγοντες ἀνῃρῆσθαι ὑφ’ Ἡρακλέους, ὅτε τὴν |
| book 683a.3 | Πύλον ἐπόρθησεν· φαίνεται γὰρ καθ’ Ὅμηρον περιὼν καὶ μετὰ τὸ |
| book 683a.4 | πορθηθῆναι· ὁ γὰρ πρὸς Ἠλείους πόλεμος τῶν Πυλίων μεταγενέστε‐ |
| book 683a.5 | ρος τοῦ πρὸς Ἡρακλέα. A |
| book 683b.1 | 〈γεγήθει δὲ φρένα Νηλεύς:〉 ἥσετε οὖν καὶ ὑμεῖς |
| book 683b.2 | τοὺς γονεῖς. Til |
| book 684a.1 | οὕνεκά μοι τύχε πολλά: ἐπετέτευκτο ἢ περιγέγονεν· |
| book 684a.2 | τὸ γὰρ τῆς τύχης ὄνομα οὐκ οἶδεν ὁ ποιητής, τὰ δὲ ἀπ’ αὐτοῦ |
| book 684a.3 | ῥήματα. T |
| book 684b.1 | οὕνεκά μοι τύχε πολλά: ταῦτα ἐρεθιστικὰ πρὸς |
| book 684b.2 | νέον λεγόμενα, ἵνα ἀκούσας Ἀχιλλεὺς ὡς φιλότιμος ζηλωτὴς γένηται. |
| book 684b.3 | T |
| book 684c | 〈οὕνεκά μοι τύχε πολλὰ νέῳ πόλεμον δὲ κιόντι:〉 |
| book 684c | διασταλτέον ἐπὶ τὸ πολλά πρὸς τὸ σαφέστερον. Aint |
| book 685a | 〈ἐλίγαινον:〉 ὀξέως ἐβόων. Til |
| book 685b.1 | ἅμ’ ἠοῖ φαινομένηφι: τοῦτο τὸ ἡμιστίχιον καὶ τοῖς |
| book 685b.2 | ἐπάνω δύναται προσδίδοσθαι καὶ τοῖς ἑξῆς· ἤτοι γὰρ ἡμέρας γενο‐ |
| book 685b.3 | μένης ἐκήρυσσον, ὅπως ἐκεῖνοι συναχθῶσιν, ἢ ἄλλοτε ἐκήρυσσον, |
| book 685b.4 | ἵνα ἐκεῖνοι ὑπὸ τὸν ὄρθρον ἔλθωσι. καὶ ἀμφότερα λόγον ἔχει. A |
| book 686a | 〈χρέως:〉 οὕτως Ἀρίσταρχος χρέως. Aint Til |
| book 686b.1 | {τοὺς ἴμεν οἷσι} χρέως ὠφείλετο: ὅτι τὰ περιελα‐ |
| book 686b.2 | σθέντα ἐκ τῆς Πύλου ὑπὸ τῶν Ἐπειῶν θρέμματα χρέως καλεῖ. | |
| book 686b.3 | Ἀριστοφάνης δὲ „χρεῖοσ“ καὶ „ὀφείλετο“. A |
| book 686c.1 | χρέως ὠφείλετο: χρέως δάνειον· οἷς γὰρ οἱ ὀφείλον‐ |
| book 686c.2 | τες καταβάλλουσι, καὶ οἱ ἀδίκως ἁρπάσαντες καταβάλλειν ὀφείλου‐ |
| book 686c.3 | σιν. b(BCE3E4)T |
| book 686c | δίῃ: θαυμαστῇ, ἱερᾷ· ἐν αὐτῇ γὰρ—τῆς Πελοπον‐ |
| book 686c.5 | νήσου. A |
| book 687-8.1 | 〈οἱ δὲ συναγρόμενοι— / δαίτρευον:〉 συν‐ |
| book 687-8.2 | ηθροισμένων δὲ τῶν Πυλίων οἱ ἡγήτορες ἐμέριζον. Til |
| book 688a | δαίτρευον· πολέσιν γὰρ Ἐπειοὶ χρεῖος ὄφει‐ |
| book 688a.1 | λον: ἤτοι στικτέον κατὰ τὸ τέλος τοῦ στίχου· ἢ συναπτέον τῷ |
| book 688a.2 | ἑξῆς, ὃ καὶ βέλτιον· τὸ γὰρ „ὥσ“ (Λ 689) ἀντὶ τοῦ ὅτι ἐστὶ κείμενον. |
| book 688a.3 | καὶ ἐὰν χωρίσωμεν δὲ καὶ ἀκούωμεν {καὶ} οὕτως, ἔσται θαυμαστι‐ |
| book 688a.5.1 | κὸς ὁ λόγος περὶ τῆς καταφρονήσεως, ἣν ἐποιήσαντο οἱ Ἠλεῖοι |
| book 688a.5.2 | περὶ τῶν Πυλίων. A |
| book 688b | 〈Ἐπειοί:〉 ὅτι Ἐπειοὺς τοὺς Ἠλείους καλεῖ. Aint |
| book 688c1.1 | 〈ὄφειλον:〉 οὕτως Ἀρίσταρχος· ἄλλοι δὲ „ὄφελλον“. |
| book 688c1.2 | Aim |
| book 688c2 | Ἀρίσταρχος †ἀφεῖλον†. Til |
| book 688c2.1 | Ἐπειοί: οἱ Ἠλεῖοι—Ἀριστοτέλης ἐν τῷ Πέπλῳ |
| book 688c2.2 | (fr. 639 R.3). A |
| book 688-9.1 | πολέσιν γὰρ Ἐπειοὶ〈—ἐν Πύλῳ ἦμεν〉: |
| book 688-9.2 | δεῖ τὸν λόγον οὕτως ἔχειν· πολλοῖς γὰρ Ἐπειοὶ χρεῖος ὤφειλον, |
| book 688-9.3 | ὡς ἡμεῖς ἦμεν. T | εἰς τὸ ὄφειλον (688) ὑποστιγμὴν δεῖ γράφειν, |
| book 688-9.4 | τελείαν δὲ εἰς τὸ ἦμεν (689). b(BCE3) εἶτα ἐπέζευξεν, ὁπόθεν |
| book 688-9.5.1 | κεκακωμένοι· b(BE3)T „ἐλθὼν γὰρ ἐκάκωσεν“ (Λ 690). T |
| book 688-9.5.2 | ἐὰν δὲ εἰς τὸ ὄφειλον (688) τελειώσωμεν, ὁ ἑξῆς στίχος κατ’ ἰδίαν |
| book 688-9.5.3 | ἀναπεφώνηται, καὶ τὸ ὥς (689) ἀντὶ τοῦ οὕτως δεχόμεθα. b(BE3)T |
| book 689a | 〈ὡς:〉 ὅτι ἀντὶ τοῦ ὅτε ἢ ὅτι ἢ ἡνίκα. Aint |
| book 689b | 〈ὡς:〉 ἀντὶ τοῦ οὕτως· καὶ ἔστιν ἀπ’ ἄλλης ἀρχῆς. Til |
| book 689c.1 | 〈ὡς ἡμεῖς παῦροι κεκακωμένοι ἐν Πύλῳ ἦμεν:〉 |
| book 689c.2 | βραχὺ διασταλτέον ἐπὶ τὸ παῦροι πρὸς ἔμφασιν. Ail |
| book 689d | 〈ἐν Πύλῳ ἦμεν:〉 οὐκ „ἐν πόλει ἦμεν“, ὡς ἔνιοι. Aim |
| book 690a1.1 | ἐλθὼν γὰρ ἐκάκωσε 〈βίη Ἡρακληείη〉: οὐ διὰ |
| book 690a1.2 | τὰ καθάρσια Ἰφίτου πορθεῖται ἡ Πύλος, ἐπεὶ πῶς Ὀδυσσεὺς μείζων |
| book 690a1.3 | Νέστορος (cf. φ 13—30); καὶ παρ’ Ὁμήρῳ οὐκ οἴδαμεν φονέα |
| book 690a1.4 | καθαιρόμενον, ἀλλ’ ἀντιτίνοντα (cf. Σ 498—500) ἢ φυγαδευόμενον |
| book 690a1.5.1 | (cf. Β 622—6 al.). ἢ οὖν διὰ τὴν ὑπερηφανίαν Περικλυμένου, ἢ ὅτι |
| book 690a1.5.2 | Ὀρχομενίοις κατὰ Θηβαίων ὡς συγγενεῖς συνεβάλοντο· ὅτι δὲ |
| book 690a1.5.3 | συγγενεῖς Ὀρχομένιοι Πυλίων, φησὶν „εἴ που 〈ἔτι ζώοντος ἀκούετε |
| book 690a1.5.4 | παιδὸς ἐμοῖο /〉 ἤ 〈που〉 ἐν Ὀρχομενῷ ἢ ἐν Πύλῳ“ (λ 458—9) καὶ |
| book 690a1.5.5 | „ὅς ποτ’ ἐν Ὀρχομενῷ Μινυηΐῳ ἶφι ἄνασσεν· / ἡ δὲ Πύλου βασί‐ |
| book 690a1.10.1 | λευε“ (λ 284—5). Ἀγίας δὲ ἐν αʹ Ἀργολικῶν (FGrHist 305, 1) |
| book 690a1.10.2 | φησὶ τῶν Γηρυόνου βοῶν ἀφελέσθαι Νηλέα, ὅθεν Ἡρακλέα Νέστορι |
| book 690a1.10.3 | παραδοῦναι τὴν ἀρχήν. Τελέσαρχος δὲ ἐν τοῖς Ἀργολικοῖς (FGrHist |
| book 690a1.10.4 | 309, 1) ἄγοντα τὰ χρύσεα μῆλα καὶ τὸν ζωστῆρα καὶ τὰς Διομήδους |
| book 690a1.10.5 | ἵππους εἴργεσθαι ἐπιβαίνειν τῇ πόλει, καὶ τοῦ Νέστορος κωλύον‐ |
| book 690a1.15 | τος. T |
| book 690a2.1 | φασὶ τῶν Θηβαίων διαφερομένων τοῖς Ὀρχομενίοις καὶ |
| book 690a2.2 | πολεμούντων αὐτοῖς, οἱ Πύλιοι ὡς οἰκείοις συνηγωνίζοντο· ὅθεν |
| book 690a2.3 | Ἡρακλῆς ὀργισθεὶς τοὺς Πυλίους ἐπολιόρκησεν. b(BCE3) |
| book 690b.1 | βίη Ἡρακλ〈η〉είη: ἐπεὶ τῶν ἀδελφῶν Νέστορος φο‐ |
| book 690b.2 | νεὺς ἐγένετο, αὐτοῦ δὲ ἐφείσατο, πρὸς ἑκατέραν ἁρμοζόμενος τύ‐ |
| book 690b.3 | χην οὔτε βλάσφημόν τι προσήρτησε τῷ βίη οὔτε ἐπαίνου ἐχόμενον, |
| book 690b.4 | ὁποῖον εἰώθαμεν λέγειν „ἱερὴ ἲς Τηλεμάχοιο“ (β 409 al.) καὶ „ἱερὸν |
| book 690b.5 | μένος Ἀλκινόοιο“ (η 167 al.). T |
| book 690b.1 | ἐλθὼν γάρ ῥ’ ἐκάκωσε 〈βίη Ἡρακληείη〉: Ἡρακλῆς |
| book 690b.2 | παρεγένετο—ὡς καὶ ἐν τῇ Ε (sc. 395) φησί, τῷ δὲ Ἡρακλεῖ |
| book 690b | δύο, Ἀθηνᾶ καὶ Ζεύς. A |
| book 692a.1 | δώδεκα γὰρ Νηλῆος 〈ἀμύμονος υἱέες ἦμεν〉: |
| book 692a.2 | πρὸς τοὺς Χωρίζοντας (fr. 5 K.), ὅτι ἐν μὲν Ἰλιάδι δώδεκα Νηλῆος |
| book 692a.3 | παῖδας λέγει, ἐν δὲ τῇ Ὀδυσσείᾳ τρεῖς γεγονέναι, ὡς γενεαλογεῖ· |
| book 692a.4 | „καὶ Χλῶριν εἶδον περικαλλέα“ (λ 281) καὶ ἐν τοῖς ἑξῆς „Νέστορά |
| book 692a.5.1 | τε Χρομίον τε Περικλύμενόν τ’ ἀγέρωχον“ (λ 286). ἐνδέχεται δὲ |
| book 692a.5.2 | προγεγονότων αὐτῷ ἐξ ἑτέρας γυναικὸς παίδων ὕστερον ἐκ Χλώ‐ |
| book 692a.5.3 | ριδος τοὺς τρεῖς γεγονέναι· καὶ γὰρ ὁ Πρίαμός φησι· „πεντήκοντά |
| book 692a.5.4 | μοι ἦσαν, ὅτ’ ἤλυθον υἷες Ἀχαιῶν· / ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νη‐ |
| book 692a.5.5 | δύος ἦσαν, / τοὺς δ’ ἄλλους μοι ἔτικτον ἐνὶ μεγάροισι{ν} 〈γυναῖ‐ |
| book 692a.10 | κεσ〉“ (Ω 495—7). A |
| book 692b.1 | δώδεκα γὰρ Νηλῆος 〈ἀμύμονος υἱέες ἦμεν〉: |
| book 692b.2 | πῶς οὖν ἐκεῖ φησι „Νέστορά τε Χρομίον τε Περικλύμενόν τε“ (λ |
| book 692b.3 | 286); ἢ οὖν τρεῖς ἦσαν ἐκ Χλώριδος, ἢ τοὺς ἀρίστους κατέλεξεν· |
| book 692b.4 | Χρομίος ὡς πρεσβύτης, Νέστωρ συνετός, Περικλύμενος ἀνδρεῖος. T |
| book 692c.1 | δώδεκα γὰρ Νηλῆος 〈ἀμύμονος υἱέες ἦμεν〉: ἐκ |
| book 692c.2 | Νηλέως τοῦ Τυροῦς καὶ Ποσειδῶνος †τῆς Ἀμφίονος καὶ Νιόβης |
| book 692c.3 | γίνονται παῖδες οἵδε· Περικλύμενος, Πεισίστρατος, Ἄλκιμος, Ὑψή‐ |
| book 692c.4 | νωρ, Νέστωρ, Πυλαιμένης, Λυσίμαχος, Ἱπποκόων, Πεισήνωρ, |
| book 692c.5.1 | Ἱππόλοχος, Ἀγησίλαος, Λύσιππος. γαμεῖ δὲ Νέστωρ Μνησιόχην |
| book 692c.5.2 | τὴν Ἀμφιδάμαντος, ἐξ ἧς ἴσχει παῖδας ἑπτά. b(BCE3)T λό‐ |
| book 692c.5.3 | γος δέ ἐστιν ὅτι Χλῶρις ἐπὶ τελευτῇ τῶν παίδων ἀγχόνῃ διεχρήσατο. |
| book 692c.5.4 | T |
| book 693 | 〈τῶν οἶος λιπόμην:〉 τὸ οὖν „κεκακωμένοι ἐν Πύλῳ |
| book 693 | ἦμεν“ (Λ 689) συλληπτικῶς· ἐν Γερήνοις γὰρ ἀνετρέφετο. Til |
| book 693.1 | {δώδεκα γὰρ νηλῆος:} τὸν Νέστορά φησι—ὥς τινές |
| book 693.2 | φασιν. A |
| book 694.1 | {ταύθ’ ὑπερηφανέοντες} Ἐπειοί: ὅτι ἔν τισι γράφεται |
| book 694.2 | „Ἀχαιοί“. τοὺς δὲ Ἠλείους Ἐπειοὺς καλεῖ Ὅμηρος. A |
| book 697a.1 | 〈εἵλετο κρινάμενος τριηκόσια:〉 ὅτι θρέμματα δηλον‐ |
| book 697a.2 | ότι τριακόσια. Aint |
| book 697b.1 | κρινάμενος τριηκόσια: ἴσως τὰ πρόβατα μόνα· |
| book 697b.2 | φησὶ γὰρ „καὶ πῶϋ μέγ’ οἰῶν“ (Λ 696). T |
| book 699a.1 | τέσσαρες ἀθλοφόροι 〈ἵπποι αὐτοῖσιν ὄχε‐ |
| book 699a.2 | σφιν〉: ὅτι φαντασίαν ὁ τόπος ἔχει ὡς τετρώρῳ ἅρματι χρωμένων |
| book 699a.3 | τῶν ἡρώων· καὶ γὰρ λέγει „τὸν δ’ ἐλατῆρ’ ἀφίει ἀκαχήμενον ἵππων“ |
| book 699a.4 | (Λ 702). ἐνδέχεται δὲ δύω συνωρίδας ἐπὶ τὸν ἀγῶνα πεπορεῦσθαι, |
| book 699a.5.1 | μή τι περὶ τὴν ἑτέραν γένηται· εἰρῆσθαι δὲ „τὸν 〈δ’〉 ἐλατῆρ’ |
| book 699a.5.2 | ἀφίει“ συλληπτικῶς, τὸν ἑκατέρας ἐλατῆρα, ὡς „ἀμφίπολος δ’ ἄρα |
| book 699a.5.3 | οἱ κεδνὴ ἑκάτερθε παρέστη“ (α 335)· οὐ μία ἐπὶ ἀμφοτέρων τῶν |
| book 699a.5.4 | μερῶν, ἀλλ’ ἑκατέρωθεν μία. A οἱ δὲ ὡς Ποσειδῶνος υἱὸν τετρώρῳ |
| book 699a.5.5 | φασὶ χρῆσθαι· ἵππιος γὰρ ὁ θεός. AT |
| book 699b.1 | τέσσαρες 〈ἀθλοφόροι〉 ἵπποι: δύο συνωρίδες, ἵνα, |
| book 699b.2 | εἰ ἡ ἑτέρα πάθοι, ἡ ἑτέρα ἀγωνίζοιτο· ἢ ἄμφω πρὸς μίαν νίκην· |
| book 699b | τετρώρῳ γὰρ οὐ χρῶνται ἥρωες. b(BCE3E4)T |
| book 699c.1 | 〈αὐτοῖσιν ὄχεσφιν:〉 ὅτι ἑκατέροις δύναται προσδί‐ |
| book 699c.2 | δοσθαι. Aint |
| book 700a | 〈ἄεθλα:〉 τὰ ἐπάθλια. Til |
| book 700b.1 | περὶ τρίποδος γὰρ ἔμελλον: οὐκ οἶδε τὰ Ὀλύμπια, |
| book 700b.2 | ἀλλὰ περί τινος χρηματικοῦ ἀγῶνός φησιν ἀπελθεῖν τοὺς ἵππους· |
| book 700b.3 | b(BCE3)T πῶς γὰρ Αὐγείας, ἐφ’ ᾧ Ἡρακλῆς τὸν ἀγῶνα |
| book 700b.4 | ποιεῖται, ἀφῄρηται τοὺς ἵππους; στέφανον δὲ ὅλως οὐκ οἶδεν ὁ |
| book 700b.5.1 | ποιητής, οὐκ ἐν νίκῃ, οὐκ ἐν θυσίαις, οὐκ ἐν συμποσίῳ. πῶς δὲ οὐκ |
| book 700b.5.2 | ἐμνήσθη ἐν τῷ Καταλόγῳ, „Ὀγχηστόν θ’ ἱερόν, Ποσιδήϊον ἄγλαον |
| book 700b.5.3 | ἄλσοσ“ (Β 506); Πισᾶται δὲ ἐπεμέλοντο τοῦ ἀγῶνος· καὶ ἐπεὶ Μεσ‐ |
| book 700b.5.4 | σηνίοις κατὰ Λακεδαιμονίων συνεμάχησαν, Ἠλεῖοι δὲ Λακεδαιμονί‐ |
| book 700b.5.5 | οι〈ς, Λακεδαιμόνιοι〉 καθελόντες αὐτοὺς τούτοις παρέσχον τὴν |
| book 700b.10 | ἀρχήν. T |
| book 700b.1 | {καὶ γὰρ τῷ χρεῖος:} Ἡρακλῆς προστάξαντος Εὐρυσθέως |
| book 700b.2 | —ἥψατο. ἡ ἱστορία παρὰ Καλλιμάχῳ (fr. 77). A |
| book 702a.1 | τὸν δ’ ἐλατῆρ’ ἀφίει: τὸν ἑκατέρας συνωρίδος ἐλα‐ |
| book 702a.2 | τῆρα, ὡς „ἀμφίπολος δ’ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη“ (α 335). T |
| book 702b.1 | 〈ἐλατῆρ’ ἀφίει ἀκαχήμενον ἵππων:〉 ἤτοι ἐλατῆρα |
| book 702b.2 | ἵππων ἢ ἀκαχήμενον περὶ ἵππων. Aint |
| book 703a1.1 | 〈ἐπέων:〉 ὡς καὶ βλασφημηθέντος αὐτοῦ ἐν τῇ ἀφαιρέ‐ |
| book 703a1.2 | σει. Til |
| book 703a2 | δείκνυσιν ὅτι οὐ μόνον τοὺς ἵππους ἀφείλετο, ἀλλὰ |
| book 703a2 | καὶ αὐτὸν ἐβλασφήμει ἐν τῇ ἀφαιρέσει. b(BCE3) |
| book 704-5.1 | τὰ δ’ ἄλλ’ ἐς δῆμον ἔδωκεν / δαιτρεύειν: ἐς δῆμ‐ |
| book 704-5.2 | ον, τοῖς δανείσασι μερίζει. T |
| book 705a.1 | δαιτρεύειν, μή τίς οἱ ἀτεμβόμενος 〈κίοι ἴσησ〉: |
| book 705a.2 | ἐκ τῶν περὶ τῆς Κικονίας λεγομένων ἐν Ὀδυσσείᾳ (sc. ι 42) μετά‐ |
| book 705a.3 | κειται ὁ στίχος· ἔνθα καὶ εὔλογον αὐτοὺς τὰ λάφυρα ἐξ ἴσου μερίζε‐ |
| book 705a.4 | σθαι. ἐνταῦθα δὲ οὐκ ἐπέβαλεν ἐξ ἴσου μερίζεσθαι, ἀλλ’ ἀνάλογον |
| book 705a.5.1 | ἑκάστῳ τοῖς ὀφειλομένοις· οὐ γὰρ ἐκ πολέμου λαφυραγωγίας. A | |
| book 705a.5.2 | Ζηνόδοτος οὐδὲ ἔγραφεν. A Aim Til |
| book 705b.1 | 〈δαιτρεύειν,〉 μή τίς οἱ ἀτεμβόμενος κίοι ἴσης: |
| book 705b.2 | ἴσης, τῶν ὀφειλομένων· οὐ πᾶσιν ἴσα. T |
| book 705b.1 | μή τίς οἱ ἀτεμβόμενος κίοι ἴσης: ὅπως μηδεὶς ἀπέλ‐ |
| book 705b.2 | θῃ στερηθεὶς τῆς ὁμοίας καὶ ἴσης τιμῆς· ἴσης γὰρ τῆς τὸ δίκαιον |
| book 705b.5 | καὶ ἴσον ἐχούσης. A |
| book 706-7.1 | ἀμφί τε ἄστυ / ἔρδομεν 〈ἱρὰ〉 θεοῖς: τοῖς περὶ |
| book 706-7.2 | τὸ ἄστυ θεοῖς. T |
| book 706 | 〈ἀμφὶ δὲ ἄστυ:〉 γράφεται „ἀμφί τε ἄστυ“. Aint |
| book 708a1.1 | 〈ἦλθον ὁμῶς αὐτοί τε πολεῖς καὶ μώνυχες |
| book 708a1.2 | ἵπποι:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ ἦλθον πρὸς τὸ σαφέστερον. |
| book 708a1.3 | Aim |
| book 708a2 | {πάντες ἦλθον:} εἰς τὸ ἦλθον διαστολή. T |
| book 708a3 | εἰς τὸ ὁμῶς ὀλίγη διαστολή. b(BCE3) |
| book 709a | {πανσυδίηι μετὰ δὲ σφι} Μολίονε: ὅτι ἀπὸ μητρὸς |
| book 709a.1 | Ὅμηρος οὐ σχηματίζει· μήποτ’ οὖν ἀπὸ 〈τοῦ〉 ταύτης πατρὸς |
| book 709a.2 | Μόλου οὕτως αὐτοὺς εἶπεν. A |
| book 709b.1 | Μολίονε: παρὰ τὸν μῶλον, ἢ ὅτι Μόλου ἦν ἡ Μολίνη |
| book 709b.2 | θυγάτηρ. T |
| book 709b.1 | Μολίονε: Ἄκτορος καὶ Μολιόνης παῖδες Κτέατος καὶ |
| book 709b.2 | Εὔρυτος—οὐδένα σημαίνει. | οὗτοι παρηλλαγμένην— |
| book 709b.5 | τὴν Ἦλιν. ἡ ἱστορία παρὰ Φερεκύδει (FGrHist 3, 79 b). A |
| book 710.1 | οὔ πω μάλ〈α〉 εἰδότε θούριδος ἀλκῆς: καὶ πῶς |
| book 710.2 | καυχᾶται παρ’ ὀλίγον αὐτοὺς ἑλών (cf. Λ 750—2); ἢ ὅτι τερατώ‐ |
| book 710.3 | δεις τινὲς ἦσαν, ὡς Ἡσίοδος (sc. fr. 18 M.—W.), ἄμφω ἐν ἑνὶ σώματι |
| book 710.4 | ὄντες. ὡς δέ τινες, ἑκάτεροι δύο σώματα εἶχον. T |
| book 711a.1 | {ἔστι δέ τις} Θρυόεσσα: ὅτι ἣν ἐν τῷ Καταλόγῳ (sc. |
| book 711a.2 | Β 592) εἴρηκε Θρύον („καὶ Θρύον, Ἀλφειοῖο πόρον“), νῦν Θρυό‐ |
| book 711a.3 | εσσαν λέγει. A |
| book 711b.1 | Θρυόεσσα πόλις: ἣν εἶπεν καὶ Θρύον, „Ἀλφειοῖο |
| book 711b.2 | πόρον“ (Β 592). | αἱ περιγραφαὶ δὲ προσεκτικοὺς ποιοῦσι τοὺς |
| book 711b.3 | ἀκροατάς. b(BCE3)T |
| book 712a.1 | τηλοῦ ἐπ’ Ἀλφειῷ: ὥσπερ τὸ „Ἀλφειοῖο πόρον“ (Β |
| book 712a.2 | 592), δι’ οὗ περᾷ ὁ Ἀλφειός, οὐχ ὅτι ἐκεῖθεν ἄρχεται ἢ ἐκεῖ περαιοῦ‐ |
| book 712a | ται. T |
| book 712b1.1 | 〈νεάτη Πύλου ἠμαθόεντος:〉 τὸ δὲ νεάτη ἔσχατον |
| book 712b1.2 | ὅριον συνάπτουσα τῇ Ἤλιδι. T |
| book 712b2 | ἔστι δὲ ὅριον ἔσχατον, ὁρίζον Πύλον καὶ Ἦλιν. b(BCE3) |
| book 714a1.1 | ἀλλ’ ὅτε πᾶν πεδίον μετεκίαθον: ὑποστικτέον. |
| book 714a1.2 | περιττεύει δὲ ἐν τῷ ἄμμι δ’ Ἀθήνη ὁ δέ σύνδεσμος. δύναται δέ |
| book 714a1.3 | καὶ ἐπὶ τὸ „ἔννυχοσ“ (Λ 716) ὑποστίζεσθαι, ἵνα ἐν τῷ „οὐδ’ ἀέκον‐ |
| book 714a1.4 | τα“ (Λ 716) ὁ δέ περιττεύῃ. καὶ ἔστιν ὁ λόγος τοῦ μὲν προτέρου |
| book 714a1.5.1 | οὗτος· ἐπεὶ δὲ πᾶν ἐπῆλθον τὸ πεδίον, ἄγγελος ἡμῖν ἦλθεν ἡ Ἀθηνᾶ |
| book 714a1.5.2 | ὑπ’ ὄρθρον οὐδ’ ἄκοντας ἀνήγαγε τοὺς Πυλίους. A |
| book 714a2 | ἄμμι δ’ Ἀθήνη: „ἄμμι δέ“· ἢ οὗτος ὁ δέ ἢ ὁ πρὸς |
| book 714a2 | τῷ „ἀέκοντα“ (Λ 716) πλεονάζει. καὶ διχῶς ἡ στιγμή. T |
| book 715a.1 | ἄγγελος ἦλθε: οὐ πεμφθεῖσα ὑπό τινος, ἀλλ’ ἀφ’ |
| book 715a.2 | ἑαυτῆς, b(BCE3E4)T ὡς „Ἶρις δ’ αὖθ’ Ἑλένῃ“ (Γ 121). T |
| book 715b.1 | 〈ἄγγελος ἦλθε:〉 τότε (sc. Λ 671—6) μὲν πρὸς ἀγροί‐ |
| book 715b.2 | κους αἰφνίδιος ἦν ἡ μάχη. νῦν δὲ πρὸς παρασκευασθέντας καὶ πο‐ |
| book 715b.3 | λεμιστάς. b(BCE3E4)T |
| book 717.1 | ἀλλὰ μάλ’ ἐσσυμένους: ἐσσυμένους τὸν „λαόν“ |
| book 717.2 | (Λ 716), πρὸς τὸ σημαινόμενον. T |
| book 717-8a.1 | οὐδέ με Νηλεύς / εἴα: τεχνικῶς τῷ παραδείγματι |
| book 717-8a.2 | τὸν Πάτροκλον διδάσκει, εἰ καὶ Ἀχιλλεὺς αὐτὸν εἴργει, λαθόντα |
| book 717-8a.3 | προελθεῖν εἰς τὴν μάχην. b(BCE3E4)T |
| book 717-8b.1 | 〈οὐδέ με Νηλεύς /〉 εἴα θωρήσσεσθαι: προτρέπει |
| book 717-8b.2 | τὸν Πάτροκλον, δι’ ὧν αὐτὸς καὶ νέος καὶ ὑπὸ πατρὸς κωλυόμενος |
| book 717-8b | ὅμως πεζὸς ἐξῆλθεν. A |
| book 719a.1 | οὐ γάρ πώ τί μ’ ἔφη: ὀφείλει τὸ τί ὀξύνεσθαι διὰ |
| book 719a.2 | τὴν μέ ἀντωνυμίαν νῦν ἐγκλιτικὴν οὖσαν. A |
| book 719b.1 | οὐ γάρ πώ τί μ’ ἔφη ἴδμεν πολεμήϊα ἔργα: |
| book 719b.2 | πῶς οὖν πρώην ἐνίκησεν; ὅτι πρὸς ἀγροίκους ἦν ἡ μάχη, b(BCE3 |
| book 719b.3 | E4)T νῦν δὲ πρὸς ἐμπείρους μάχης ἡ παράταξις ἔμελ〈λ〉ε γίνε‐ |
| book 719b.4 | σθαι. b(BCE3E4)T |
| book 720-1.1 | ἀλλὰ καὶ ὧς ἱππεῦσι 〈μετέπρεπον ἡμετέροισι |
| book 720-1.2 | / καὶ πεζός περ ἐών·〉 ἐπεὶ ὣς ἄγε νεῖκος Ἀθήνη: τὸ |
| book 720-1.3 | μὲν πρότερον ως περισπωμένως, τὸ δὲ ἕτερον κατ’ ἔγκλισιν, ἐπειδή‐ |
| book 720-1.4 | περ τὸ μεταφραστικὸν αὐτοῦ ἐστιν· ἐπεὶ οὕτως ἦγε 〈τὸ〉 νεῖκος |
| book 720-1.5.1 | ἡ Ἀθηνᾶ (ἢ οὕτως ἔφερε τὸν πόλεμον ἡ Ἀθηνᾶ), ὅπως ἐπιφανὴς |
| book 720-1.5.2 | γενήσομαι. A |
| book 720.1 | ἀλλὰ καὶ ὣς ἱππεῦσι μετέπρεπον: καίτοι ἄπειρος |
| book 720.2 | ὢν ὁπλισμῶν. T |
| book 721.1 | καὶ πεζός περ ἐών: καὶ τοῦτο πρὸς ἔλεγχον Ἀχιλλέως |
| book 721.2 | τοῦ θαυμαστὸν ἱππικὸν κεκτημένου. b(BCE3E4)T |
| book 722a.1 | ἔστι δέ τις ποταμὸς Μινυήϊος: τὸ πολύαρχον και‐ |
| book 722a.2 | νίζει τὴν ἀκρόασιν καὶ τὸ ὁμοειδὲς ἀποκόπτει καὶ σαφήνειαν προ‐ |
| book 722a.3 | βάλλει καὶ ἀνάπαυλαν τῇ ἀκοῇ καὶ προσοχὴν ἐμποιεῖ, παραδι‐ |
| book 722a.4 | δοῦσα μὲν τῇ μνήμῃ τὰ εἰρημένα, τοῖς δὲ ἑξῆς προσέχειν ἀπ’ ἄλλης |
| book 722a.5 | ἀρχῆς ἀναγκάζουσα. b(BCE3E4)T |
| book 722b.1 | ἔστι δέ τις ποταμὸς 〈Μινυήϊος εἰς ἅλα βάλλων〉: |
| book 722b.2 | ἄκρως τὸ σχῆμα τοῦ ποταμοῦ διαγράφει· οὐ γὰρ εἰς αἰγιαλὸν |
| book 722b | ἐκρεῖ, ἀλλὰ κατὰ κρημνοῦ φερόμενος ἐμπίπτει εἰς θάλασσαν ἄνωθεν. T |
| book 723.1 | ἐγγύθεν Ἀρήνης: ἤτοι τοῖς ἑξῆς ἢ τοῖς ἐπάνω προσ‐ |
| book 723.2 | δοτέον τὸ ἡμιστίχιον. A |
| book 723-4.1 | ὅθι μείναμεν 〈Ἠῶ δῖαν /〉 ἱππῆες: ἤδη γὰρ |
| book 723-4.2 | ἑαυτὸν εἶπε τοῖς ἱππεῦσι συναριθμεῖσθαι. T |
| book 725.1 | ἔνθεν πανσυδίῃ 〈σὺν τεύχεσι θωρηχθέντεσ〉: βρα‐ |
| book 725.2 | χὺ διασταλτέον κατὰ τὸ τέλος τοῦ στίχου· ὑπ’ ὄρθρον γὰρ |
| book 725.3 | ὁπλισθέντες πρὸς τὴν Ἀρήνην ὥδευσαν καὶ κατὰ μέσον ἡμέρας ἐπὶ |
| book 725.4 | τὸν Ἀλφειὸν παρεγένοντο (cf. Λ 726). A |
| book 726.1 | 〈ἔνδιοι〉 ἱκόμεσθ’ 〈ἱερὸν〉 ῥόον Ἀλφειοῖο: δῆλον |
| book 726.2 | οὖν ὅτι τοῦ Ἀρκαδικοῦ Πύλου ἄρχει, ὃς ἀπέχει Ἀλφειοῦ ἑκατὸν |
| book 726.3 | τριάκοντα σταδίους· διὸ δειλινούς φησιν ἀφικέσθαι. T |
| book 727.1 | 〈ἔνθα Διῒ ῥέξαντες ...〉 ἱερὰ καλά: θαυμαστὰ καὶ |
| book 727.2 | οἰκεῖα αὐτῷ. T |
| book 728a.1 | ταῦρόν τ’ Ἀλφειῷ, 〈ταῦρον δὲ Ποσειδάωνι〉: |
| book 728a.2 | βίαιος γὰρ τοῖς κέρασι ὁ ταῦρος καὶ τὴν γῆν ἀναβάλλων. T |
| book 728b.1 | ταῦρον δ’ Ἀλφειῷ, ταῦρον δὲ Ποσειδάωνι: |
| book 728b.2 | οἰκεῖα τὰ θύματα· τοῖς ποταμοῖς καὶ τῷ Ποσειδῶνι θύεσθαι λέγει |
| book 728b.3 | ταύρους διὰ τὰς βίας τῶν ὑδάτων. A |
| book 730a.1 | δόρπον {ἔπειθ’ ἑλόμεσθα}: ὅτι Ζηνόδοτος γράφει „δεῖ‐ |
| book 730a.2 | πνον“. δόρπον δὲ λέγει τὴν ἑσπερινὴν τροφήν· εὐθέως γὰρ κα‐ |
| book 730a | τακοιμῶνται. A |
| book 730b.1 | 〈τελέεσσι:〉 τοῖς τάγμασι. b(BCE3) δείκνυσι δὲ ὅτι |
| book 730b.2 | οὐδὲ κοιμώμενοι ἢ ἐσθίοντες διέλυον τὰς τάξεις. b(BCE3E4) |
| book 731.1 | καὶ κατεκοιμήθημεν ἐπ’ ἔντεσι: στρατιωτικὸν καὶ |
| book 731.2 | τοῦτο παράγγελμα ἐν τοῖς ὅπλοις καθεύδειν, b(BCE3E4)T ἐπεὶ |
| book 731.3 | καὶ Διομήδει ῥινὸς ὑπέστρωτο „βοὸς ἀγραύλοιο“ (Κ 155). T |
| book 733 | 〈διαρραῖσαι:〉 γράφεται „διαπραθέειν“. Aim |
| book 734a1.1 | ἀλλά σφι {ν} προπάροιθε 〈φάνη μέγα ἔργον |
| book 734a1.2 | Ἄρηοσ〉: ὅτι τὸ προπάροιθε οὐ τοπικῶς, ἀλλὰ χρονικῶς· πρὶν |
| book 734a1.3 | ἢ πορθῆσαι τὸ ἄστυ. 〈***〉 ἐφάνη αὐτοῖς μέγας ὁ ἐσόμενος πόλε‐ |
| book 734a1.4 | μος. A |
| book 734a2 | προπάροιθε: ἐπὶ χρόνου. T |
| book 734b.1 | ἀλλά σφιν προπάροιθε φάνη μέγα ἔργον Ἄρηος: |
| book 734b.2 | πρὶν τὸ ἄστυ ἀπολέσαι, μέγας αὐτοῖς ὁ κίνδυνος ὤφθη. b(BCE3 |
| book 734b.3 | E4)T |
| book 735a.1 | εὖτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίης: καὶ |
| book 735a.2 | τοῦτο τεκμήριον σφαιροειδῆ εἶναι τὸν κόσμον. T |
| book 735b1.1 | φαέθων ὑπερέσχεθε γαίης: ὅτι ἐξ ἡρωϊκοῦ προσώ‐ |
| book 735b1.2 | που ὑπὲρ γῆς τὴν ἀνατολὴν λέγει, αὐτὸς δὲ ἐκ τοῦ ἰδίου προσώπου |
| book 735b1 | ἐξ Ὠκεανοῦ. A |
| book 735b2.1 | {ἠέλιος φαέθων ὑπερέσχεθε:} ὅτι ἐξ ἰδίου προσώπου |
| book 735b2.2 | φησὶν „ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο“ (Η 422). T |
| book 736.1 | συμφερόμεσθα μάχῃ: εἰς ταὐτὸν συνηρχόμεθα· καὶ |
| book 736.2 | Ἡσίοδος „λιμὸς γάρ 〈τοι〉 πάμπαν ἀεργῷ σύμφορος ἀνδρί“ (opp. |
| book 736.3 | 302). T |
| book 737a1.1 | ἀλλ’ ὅτε δὴ Πυλίων καὶ Ἐπειῶν 〈ἔπλετο νεῖ‐ |
| book 737a1.2 | κοσ〉: ὅτι τινὲς καὶ „Ἀχαιῶν“ γράφουσιν. Ὅμηρος δὲ Ἐπειοὺς |
| book 737a1.3 | τοὺς Ἠλείους λέγει. καὶ ὅτι νεῖκος οὐ μόνον ἡ διὰ λόγων ἐπίπληξις, |
| book 737a1.4 | ἀλλὰ καὶ ἡ διὰ χειρῶν μάχη, ὡς νῦν. A |
| book 737a2.1 | {ἀλλ’ ὅτε δὴ νεῖκος ἔπλετο:} ὅτι ἐπὶ τῆς διὰ χειρῶν μάχης |
| book 737a2.2 | τὸ νεῖκος. T |
| book 738.1 | πρῶτος {δ’} ἐγὼν ἕλον ἄνδρα, 〈κόμισσα δὲ μώ‐ |
| book 738.2 | νυχας ἵππουσ〉: ὅτι πάντα προθυμίᾳ κατορθοῦται, ὅπου, ἃ εἶρξεν ὁ |
| book 738.3 | πατήρ, ταῦτα ἑαυτῷ πεπόρισται b(BCE3E4)T παρὰ πολε‐ |
| book 738.4 | μίων. T |
| book 741a.1 | ἣ τόσα φάρμακ〈α〉 ᾔδει: τοῦτο πρὸς αὔξησιν τῆς |
| book 741a.2 | Νέστορος ἀρετῆς, εἴ γε μηδὲ ἡ γυνὴ ἔσωσεν αὐτόν, φάρμακα εἰδυῖα |
| book 741a.3 | πολλά. b(BCE3E4)T |
| book 741b.1 | ἣ τόσα φάρμακ〈α〉 ᾔδη: ἐπεξεργάζεται, διὰ τῆς ψυχα‐ |
| book 741b.2 | γωγίας κατέχων αὐτόν. T |
| book 741c.1 | ἣ τόσα φάρμακα ᾔδη: Μήδεια ἐγένετο Αἰήτου μὲν θυ‐ |
| book 741c.2 | γάτηρ, Ἰάσονος δὲ γυνή. αὕτη μετὰ τὴν ἀπεργασθεῖσαν τεκνοκτονίαν |
| book 741c.3 | φυγὰς εἰς Ἀθήνας ἀφίκετο καὶ συνῴκησεν Αἰγεῖ τῷ Πανδίονος. κἀκεῖ |
| book 741c | Θησέα τὸν ἐξ Αἴθρας γενόμενον τῷ Αἰγεῖ, ἐπὶ τὸν τοῦ πατρὸς |
| book 741c.5.1 | ἀναγνωρισμὸν ἐκ Τροιζῆνος ἀφικόμενον, πείθει τὸν Αἰγέα φάρμακον |
| book 741c.5.2 | αὐτῷ δοῦναι θανάσιμον, ἐπίβουλον αὐτοῦ τῆς βασιλείας εἰποῦσα πα‐ |
| book 741c.5.3 | ραγίνεσθαι. πεισθεὶς δὲ Αἰγεὺς φάρμακον ἔδωκε παραγενομένῳ τῷ |
| book 741c.5.4 | παιδί· μέλλοντος δὲ καταπίνειν ἐπιγνοὺς τό τε ξίφος καὶ τὰ ὑποδήματα |
| book 741c.5.5 | (ταῦτα γὰρ ἐν Τροιζῆνι γνωρίσματα κατέλιπεν) τὸ μὲν φάρμακον |
| book 741c.10.1 | ἀφείλετο, τὴν δὲ Μήδειαν ἐξέβαλε τῆς Ἀττικῆς. οἰκήσασα δὲ αὕτη τὴν |
| book 741c.10.2 | πλησίον Ἤλιδος Ἔφυραν πολυφάρμακον ἐποίησεν αὐτὴν ἐπονομα‐ |
| book 741c.10.3 | σθῆναι. ἱστόρηται παρὰ Κράτητι (fr. 84 M.). AT |
| book 744-5.1 | Ἐπειοί / ἔτρεσαν: τὸ αὐτὸ τῷ „λαοὶ δὲ περίτρεσαν“ |
| book 744-5.2 | (Λ 676). T |
| book 746.1 | ἡγεμόν’ ἱππήων, 〈ὃς ἀριστεύεσκε μάχεσθαι〉: τὸ |
| book 746.2 | ἱππήων ἑκατέροις δύναται προσδίδοσθαι· βέλτιον δὲ τοῖς ἐπάνω. A |
| book 747a.1 | αὐτὰρ ἐγὼν ἐπόρουσα 〈κελαινῇ λαίλαπι ἶσοσ〉: |
| book 747a.2 | ὅτι ἐκπέπτωκεν εἰς ποιητικὴν κατασκευὴν τὸ παρηγμένον ἡρωϊκὸν |
| book 747a.3 | πρόσωπον κατὰ τὴν ποίησιν. A |
| book 747b.1 | αὐτὰρ ἐγὼν ἐνόρουσα: πρὸς ἐρεθισμὸν Πατρόκλου |
| book 747b.2 | ταῦτά φησιν. T |
| book 748a.1 | πεντήκοντα δ’ ἕλον δίφρους: τῷ ἀπαρτίζοντι ἀριθμῷ |
| book 748a.2 | χρῆται καὶ ἔμπροσθεν (sc. Λ 678). T |
| book 748b | 〈ἀμφίς:〉 ἀντὶ τοῦ περί. Til |
| book 750.1 | καί νύ κεν Ἀκτορίωνε Μολίονε 〈παῖδ’ ἀλάπαξα〉: |
| book 750.2 | ὅτι ἐντεῦθεν Ἡσίοδος (fr. 17 b M.—W.) Ἄκτορος κατ’ ἐπίκλησιν καὶ |
| book 750.3 | Μολιόνης αὐτοὺς γεγενεαλόγηκεν, γόνῳ δὲ Ποσειδῶνος. οὐδέποτε δὲ |
| book 750 | Ὅμηρος ἀπὸ μητρὸς σχηματίζει. A |
| book 751.1 | εἰ μή σφωε πατὴρ 〈εὐρυκρείων ἐνοσίχθων〉: πρὸς |
| book 751.2 | τὰ περὶ τῆς φύσεως τῶν Ἄκτορος παίδων, πότερον μία ἀμφοτέρων |
| book 751.3 | συμφυΐα ἢ ἑκάτερος αὐτῶν διφυὴς ἦν. A |
| book 754a.1 | {τόφρα γὰρ οὖν ἑπόμεσθα} δι’ ἀσπιδέος πεδίοιο: ὁ |
| book 754a.2 | Ἀσκαλωνίτης (p. 51 B.) δι’ ἀσπιδέος, ἐπεὶ ἐπιφέρει „ἀνά τ’ ἔντεα |
| book 754a.3 | καλὰ λέγοντεσ“ (Λ 755), τοιοῦτό τι λέγων τοῦ πολλὰς ἔχοντος ἀσπί‐ |
| book 754a.4 | δας. ὁ δὲ Ἀλεξίων (fr. 49 B.) καὶ ἀμφότερα 〈ἐγ〉κρίνει, καὶ ἀσπιδέος καὶ |
| book 754a.5.1 | „σπιδέοσ“. ὅ τε Ἀρίσταρχος ἐκεῖνο ἀποφαίνεται ὡς ὅτι ‘τινὲς μὲν ἀπὸ |
| book 754a.5.2 | τοῦ α ποιοῦνται τὴν διαστολήν, ἵν’ ᾖ ἀσπιδέος, ὡς εἰκαστικώτερον |
| book 754a.5.3 | τοῦ ποιητοῦ ἀσπιδὲς τὸ πεδίον εἰρηκότος τῷ τὰ μακρὰ τῶν πεδίων |
| book 754a.5.4 | καὶ εὐρέα περιφερῆ φαίνεσθαι, μηδενὸς ἄλλου ὁρωμένου τέρματος, |
| book 754a.5.5 | ἀλλὰ τοῦ ὁρίζοντος ἀέρος. ἄλλοι δὲ ἐκδέχονται ἀσπιδέος τοῦ ἔχον‐ |
| book 754a.10 | τος πολλὰς ἀσπίδας, καθότι ἐπιφέρει „ἀνά τ’ ἔντεα καλὰ λέγοντεσ“ |
| book 754a.1 | (Λ 755). οἱ δέ φασιν ἐκ πλήρους „σπιδέοσ“ καὶ ἀποδιδόασι πολλοῦ |
| book 754a.2 | καὶ μακροῦ· καὶ γὰρ Αἰσχύλος πολλάκις τὴν λέξιν οὕτως ἔχουσαν |
| book 754a.3 | τίθησιν, ὅταν λέγῃ (fr. 378 N.2 = 733 M. = 378 R.)· „σπίδιον μῆκος ὁδοῦ“, |
| book 754a.4 | καὶ ὁ Ἀντίμαχος (fr. 114 W.)· „οὐδὲ σπιδόθεν προνοῆσαι“, τουτέστι |
| book 754a.15.1 | μακρόθεν.‘ καὶ ταῦτα μὲν ὁ Ἀρίσταρχος. Κράτης (fr. I 2 H.) δὲ προ‐ |
| book 754a.15.2 | κρίνει τὴν διὰ τοῦ α γραφήν. {καὶ} Ζηνόδοτος (fr. 5, p. 191 P.) δὲ |
| book 754a.15.3 | συναινεῖ τῇ δίχα τοῦ α γραφῇ καί φησι „σπιδέοσ“ τοῦ ἀπόρου καὶ |
| book 754a.15.4 | τραχέος {καὶ μεγάλου}. καὶ Ἀμερίας (p. 5 H.) δὲ λέγει „σπιδέοσ“ τοῦ |
| book 754a.15.5 | πολλοῦ καὶ εὐρέος καὶ μεγάλου. κἀγὼ δὲ συγκατατίθεμαι τοῖς ἀνδρά‐ |
| book 754a.20.1 | σιν· ὁρῶ γὰρ πολλὴν τὴν τοιαύτην χρῆσιν παρὰ τοῖς ἀρχαίοις. | ἡ |
| book 754a.20.2 | διπλῆ πρὸς τὸ σημαινόμενον τὸ ἀπὸ τῆς λέξεως. A |
| book 754b | Ἡρωδιανὸς (sc. 2,79,25) „διὰ σπιδέοσ“. Aim |
| book 754c.1 | δι’ ἀσπιδέος: κυκλοτεροῦς· ὅταν γὰρ ἐν ἀναπεπταμένῳ |
| book 754c.2 | τόπῳ ὦμεν, κυκλοτερῆ αὐτὸν ὁρῶμεν. b(BCE3E4)T ἢ ἐπιμή‐ |
| book 754c.3 | κους καὶ μακροῦ· ἢ πλατέος· ἢ περιφεροῦς ἀπὸ μεταφορᾶς τῆς ἀσπί‐ |
| book 754c.4 | δος· T ἢ ἐν ᾧ τῶν ἀνῃρημένων αἱ ἀσπίδες ἔκειντο, ἵνα τὸ πλῆθος |
| book 754c.5 | αὐτῶν δηλώσῃ. b(BCE3E4)T δίχα δὲ τοῦ α ἔνιοι „σπιδέοσ“. T |
| book 755 | 〈λέγοντες:〉 ἐν ἄλλῳ †χ͂ λέγοντες†. Aim |
| book 756-7.1 | ὄφρ’ ἐπὶ Βουπρασίου〈—Ἀλεισίου ἔνθα |
| book 756-7.2 | κολώνη〉: ἕως τῶν Ἤλιδος χωρίων· | Βουπράσιον (cf. 756) γὰρ καὶ |
| book 756-7.3 | Ἀλείσιον (cf. 757) πόλεις τῆς Ἤλιδος, ἡ δὲ Ὠλενία (cf. 757) πέτρα |
| book 756-7.4 | τῆς αὐτῆς χώρας μεγίστη. T |
| book 757a.1 | πέτρης τ’ Ὠλενίης 〈καὶ Ἀλησίου ἔνθα ΚΟΛΩΝΗ〉: |
| book 757a.2 | ἤτοι διασταλτέον ἐπὶ τὸ Ἀλησίου ἢ συναπτέον τοῖς ἑξῆς, ὡς Δη‐ |
| book 757a.1 | μήτριος ὁ Σκήψιος (fr. 58 G.) τάφον τὸν τοῦ Ἀλησίου (οὕτω γὰρ |
| book 757a.2 | Ἀρίσταρχος γράφει), προστιθεὶς ὅτι τῶν Ἱπποδαμείας μνηστήρων |
| book 757a.5.1 | εἷς ἦν ὁ Ἀλήσιος. ἢ Ἀλήσιον μὲν πόλις, Κολώνη δὲ οὕτω καλούμενος |
| book 757a.5.2 | τόπος. A |
| book 757b.1 | Ἀλεισίου 〈ἔνθα〉 κολώνη: τινὲς Ἀλεισίου κολώνην τὸν |
| book 757b.2 | τάφον τοῦ Ἀλεισίου. ἦν δὲ εἷς τῶν μνηστήρων Ἱπποδαμείας. ἀλλ’ |
| book 757b.3 | οὐχ Ὁμηρικόν. T |
| book 759a1.1 | ἔνθ’ ἄνδρα κτείνας 〈πύματον λίπον, αὐτὰρ |
| book 759a1.2 | Ἀχαιοί〉: ὅτι τὸ ἔνθα ἐν ἐκείνῳ τῷ τόπῳ. καὶ ὅτι τοὺς Πυλίους |
| book 759a1.3 | Ἀχαιοὺς λέγει νῦν, τοὺς δὲ Ἠλείους Ἐπειούς (cf. Λ 688. 694 al.). A |
| book 759a2.1 | ὅτι τοὺς μὲν Πυλίους Ἀχαιούς, τοὺς δὲ Ἠλείους Ἐπειούς. |
| book 759a2.2 | b(BCE3E4)T |
| book 759b.1 | αὐτὰρ Ἀχαιοί: Ἀχαιοὶ οἱ Πύλιοι, ὡς Ἠλείων μὴ |
| book 759b.2 | ὄντων Ἀχαιῶν. οὐ τοῦ Ἠλείου οὖν Πύλου ἦρχεν ὁ Νέστωρ, ἀλλὰ |
| book 759b.3 | τοῦ τῆς Τριφυλίας. T |
| book 761.1 | Νέστορι τ’ ἀνδρῶν: ὀνομαστὶ ἑαυτὸν λέγει, ἀναμιμού‐ |
| book 761.2 | μενος τὴν φωνὴν τῶν ἐπαινούντων. ἅμα δὲ καὶ ἐμφαίνει Πατρόκλῳ ὡς |
| book 761.3 | καὶ αὐτὸς τεύξεται ἰσοθέου τιμῆς σώσας Ἕλληνας. b(BCE3E4)T |
| book 762a | 〈ὥς:〉 τοιοῦτος. Til |
| book 762b | εἴ ποτ’ ἔην γε: εἴ ποτε ἤμην· νῦν γὰρ οὐκέτι εἰμί. T |
| book 762-3a1.1 | αὐτὰρ Ἀχιλλεύς / οἶος τῆς ἀρετῆς ἀπονήσε‐ |
| book 762-3a1.2 | ται: καὶ ὁ Πάτροκλος ὡς ἂν μεγίστῳ διδασκάλῳ ἑπόμενος τῷ Νέστορι |
| book 762-3a1.3 | πρὸς Ἀχιλλέα φησίν· „αἰναρέτη· τί σευ ἄλλος ὀνήσεται“ (Π 31). |
| book 762-3a1.4 | δυσωπεῖ δὲ ὁ Νέστωρ ταῦτα λέγων ὅτι ἔχων ἀρετὴν οὐ μεταδίδωσιν, |
| book 762-3a1.5 | οἷον οὐ καταλείπων τοῖς εἰς ἔπειτα ζῆλον. T |
| book 762-3a2.1 | λέγει ὅτι ἔχων ἀρετὴν οὐ μεταδίδωσιν, ἀλλὰ μόνος ὀνήσε‐ |
| book 762-3a2.2 | ται. ἢ οὐδὲ μόνος, τοῖς εἰς ἔπειτα μὴ λιπὼν ζῆλον. b(BCE3E4) |
| book 763a.1 | οἶος τῆς ἀρετῆς ἀπονήσεται: μόνος τῆς ἀρετῆς ὄνη‐ |
| book 763a.2 | σιν ἕξει, οὐχὶ δὲ καὶ οἱ φίλοι. A |
| book 763b | 〈ἀπονήσεται:〉 ὄνησιν ἕξει, ἐν ἀπολαύσει γενήσεται. Til |
| book 763-4.1 | ἦ τέ μιν οἴω / πολλὰ μετακλαύσεσθαι, ἐπεί κ’ |
| book 763-4.2 | ἀπὸ λαὸς ὄληται: καὶ αὐτὸν τὸν ἄγριον εἰς ἔλεον ἄξει τὸ γεγονός. |
| book 763-4.3 | οὐ παρακαλεῖ δέ· νεωστὶ γὰρ ἀπέβαλε τὰς παρακλήσεις. b(BCE3E4)T |
| book 765a.1 | ἦ μὲν σοί γε Μενοίτιος 〈ὧδ’ ἐπέτελλεν〉: καὶ Ὀδυσ‐ |
| book 765a.2 | σεὺς μὲν ταῦτα ἔλεγεν ἐν ταῖς Λιταῖς· b(BCE3E4)T „ἦ μὲν σοί γε |
| book 765a.3 | πατὴρ ἐπετέλλετο Πηλεύσ“ (Ι 252). T ἀλλ’ ὁ μὲν ἐν κεφαλαίοις, ὁ |
| book 765a.4 | δὲ καὶ τοῦ καιροῦ καὶ τῶν προσώπων ὑπομιμνῄσκει. b(BCE3E4)T |
| book 765b | ὧδ’ ἐπέτελλεν: λείπει τὸ πολεμεῖν. T |
| book 766.1 | ὅτε ς’ ἐκ Φθίης Ἀγαμέμνονι πέμπεν: ὅτι δεῖ μᾶλλον |
| book 766.2 | Ἀχιλλέως αὐτὸν πείθεσθαι Ἀγαμέμνονι. T ἠρέμα οὖν αὐτὸν δι‐ |
| book 766.3 | δάσκει ὅτι σύμμαχος ἐφ’ ἑαυτοῦ τῷ Ἀγαμέμνονι πέμπεται, οὐχὶ προσ‐ |
| book 766 | θήκη τῆς συμμαχίας Ἀχιλλέως. b(BE3E4)T |
| book 767a1.1 | νῶϊ {δὲ ἔνδον ἐόντες}: ἡ μὲν διπλῆ, ὅτι χωρὶς τοῦ ν |
| book 767a1.2 | Ὁμηρικῶς, ἡμεῖς ἢ ἡμᾶς. ἀθετοῦνται δὲ ἀπὸ τούτου στίχοι ἐννεακαί‐ |
| book 767a1.3 | δεκα, ἕως τοῦ „σοὶ δ’ αὖθ’ 〈ὧδ’〉 ἐπέτελλεν“ (Λ 785), ὅτι ἡ σύνθεσις |
| book 767a1.4 | αὐτῶν πεζή, καὶ διαφωνεῖ τοῖς ἐν ταῖς Λιταῖς ταῦτα „Πηλεὺς μὲν ᾧ |
| book 767a1.5.1 | παιδὶ 〈γέρων〉 ἐπέτελλ’ Ἀχιλῆϊ“ (Λ 783)· ἐκεῖ γὰρ ὁ Πηλεύς φησι |
| book 767a1.5.2 | „τέκνον ἐμόν, κάρτος μὲν Ἀθηναίη τε καὶ Ἥρη / δώσους’, αἴ κ’ |
| book 767a1.5.3 | ἐθέλωσι, σὺ δὲ μεγαλήτορα θυμόν“ (Ι 254—5). καὶ ὅτι ἃ Πηλεῖ ἐπέ‐ |
| book 767a1.5.4 | βαλλε ποιεῖν, ὁ Ἀχιλλεὺς πράσσει, αὐτὸς δὲ ὡς εἴδωλον σπένδει· „ἐς |
| book 767a1.5.5 | δ’ ἄγε χειρὸς ἑλών, κατὰ δ’ ἑδριάασθαι ἄνωγεν, / ξείνιά τ’ εὖ παρέ‐ |
| book 767a1.10.1 | θηκεν“ (Λ 778—9). ὁ δὲ Πηλεὺς οὐδ’ εἰ πάρεισι προσποιεῖται. εὐτελὴς |
| book 767a1.10.2 | δὲ ἡ σύνθεσις καὶ τοῦ „ἦρχον ἐγὼ μύθοιο κελεύων ὔμμ’ ἅμ’ ἕπεσθαι“ |
| book 767a1.10.3 | (Λ 781). | ἠθετοῦντο καὶ παρὰ Ἀριστοφάνει οἱ ἐννεακαίδεκα. A |
| book 767a2.1 | ἀθετοῦνται δὲ (sc. Λ 767—85) ὡς ἐναντίοι τοῖς ἐν ταῖς |
| book 767a2.2 | Λιταῖς. T |
| book 767b.1 | νῶι δ〈έ τ’〉 ἔνδον: ἀθετοῦνται στίχοι ἐννεακαίδεκα (sc. |
| book 767b.2 | Λ 767—85)· πῶς γὰρ ὧδε μὲν Πηλεὺς ἀριστεύειν ἐπιτάσσει (sc. |
| book 767b.3 | Λ 783—4), ἐκεῖ δὲ „μεγαλήτορα θυμόν / ἴσχειν ἐν στήθεσσιν“ (Ι |
| book 767b.4 | 255—6); ὅτι, οὗ δέονται παρ’ αὐτοῦ, τούτου ὑπομιμνῄσκουσιν· ὁρᾷ |
| book 767b.5.1 | γὰρ ὁ Νέστωρ ὡς ἐλώφησε νῦν τῆς ὀργῆς. —πάλιν φασίν· διὰ τί |
| book 767b.5.2 | Πηλεὺς οὐ φιλοφρονεῖται τοὺς περὶ Νέστορα καὶ Ὀδυσσέα ἥκοντας, |
| book 767b.5.3 | ἀλλ’ Ἀχιλλεύς; σπουδάζει ἀποδεῖξαι Ἀχιλλέα τότε μὲν προθύμως |
| book 767b.5.4 | ὑποδεξάμενον, νῦν δὲ ἀποδοκιμάζοντα. b(BCE3E4)T ὅτι δὲ καὶ |
| book 767b | Πηλεὺς ἐφιλοφρονήσατο, δηλοῖ διὰ τοῦ „ὅς ποτ’ ἔμ’ εἰρόμενος μέγ’ |
| book 767b.10.1 | ἐγήθεεν“ (Η 127)· καὶ Πεισίστρατος τοὺς περὶ Τηλέμαχον (cf. γ |
| book 767b.10.2 | 36—51). —ἠρκεῖτο δὲ ὡς ἡγεμὼν μόνος ἐπιτάσσεσθαι Ἀχιλλεύς. |
| book 767b.10.3 | ἀλλὰ καὶ σύντροφος αὐτῷ Πάτροκλος· T καὶ αὔξει νῦν τὸν Πά‐ |
| book 767b.10.4 | τροκλον, ὡς δεόμενος αὐτοῦ. b(BCE3E4)T |
| book 767c.1 | 〈ἔνδον ἐόντες, ἐγὼ καὶ δῖος Ὀδυσσεύς:〉 ἐν καιρῷ |
| book 767c.2 | ἐδήλωσε τὰ τῆς στρατολογίας ὅτι οἱ ἀριστεῖς εἰς τοῦτο ἐκπέμπονται. |
| book 767c.3 | b(BE3E4)TTil |
| book 767d.1 | ἔνδον ἐόντες, ἐγὼ καὶ δῖος Ὀδυσσεύς: ἵνα μὴ ἀρ‐ |
| book 767d.2 | νοῖτο Πάτροκλος. T |
| book 769.1 | Πηλῆος δ’ ἱκόμεσθα: ὁ δέ ἀντὶ τοῦ γάρ. b(BCE3)T |
| book 769.2 | εἰπὼν δὲ ὅτι τῶν παραινέσεων ἠκούσαμεν ἐπὶ τὴν ἀρχὴν ἀνατρέχει. |
| book 769.3 | b(BCE3E4)T πῶς ἄρα καὶ ἤκουσαν; b(BE3E4)T ὅτι κατὰ |
| book 769.4 | πρεσβείαν συμμαχίας ἀφιγμένοι. T |
| book 770a.1 | λαὸν ἀγείροντες: πῶς οὖν ἡ Ἥρα φησὶ „καμέτην δέ |
| book 770a.2 | μοι ἵπποι / λαὸν ἀγειρούσῃ“ (Δ 28—9); ὅτι διὰ τοῦ Νέστορος καὶ |
| book 770a.3 | Ὀδυσσέως συνῆγεν. καὶ ἡ Ἀθηνᾶ γοῦν κατέχει τοὺς Ἕλληνας |
| book 770a.4 | ἀποπλεῖν θέλοντας διὰ Ὀδυσσέως (cf. Β 169—210). T |
| book 770b | 〈πουλυβότειραν:〉 ἐν ἄλλῳ „καλλιγύναικα“. Aim |
| book 771-3.1 | 〈ἔνθα—〉γέρων δ’ ἱππηλάτα Πηλεύς 〈/ πίονα〉 |
| book 771-3.2 | μηρί’ ἔκηε βοός: προσώποις καὶ τόποις καὶ σημείοις πίστιν καὶ ὑπό‐ |
| book 771-3.3 | μνησιν τῶν λεχθέντων ποιεῖται. T |
| book 773a | 〈μηρί’ ἔκηε:〉 Ἀρίσταρχος „μηρία καῖε“. Aim |
| book 773b.1 | μηρί’ ἔκηε βοὸς Διῒ τερπικεραύνῳ: ἐπὶ τῶν θεῶν |
| book 773b.2 | μαρτύρων συμμάχους ὑμᾶς παρειλήφαμεν, οὓς νῦν ἀδικεῖτε, φησί, τῆς |
| book 773b | συμμαχίας ἀφιστάμενοι. b(BCE3E4)T |
| book 774a.1 | αὐλῆς ἐν χόρτῳ: ἐν τῷ περιφράγματι τῆς αὐλῆς. χόρτοι |
| book 774a.2 | δὲ οἱ τριγχοί, ὡς καὶ Εὐριπίδης ἐν Ἀντιόπῃ (fr. 179, 3 N.2)· „σύγχορ‐ |
| book 774a.3 | τα ναίω πεδία AT ταῖς Ἐλευθεραῖσ“, καὶ ἐν Ἀνδρομάχῃ (sc. 17) |
| book 774a.4 | ὁμοίως. A |
| book 774b | 〈ἐν χόρτῳ:〉 ἐν ὑπαίθρῳ. Til |
| book 777-9a1.1 | ταφὼν δ’ ἀνόρουσεν Ἀχιλλεύς 〈/ —θέμις |
| book 777-9a1.2 | ἐστίν〉: οὐ προπετὴς Ἀχιλλεύς, ἀλλὰ φιλόξενος. καὶ Πεισίστρατος |
| book 777-9a1.3 | τοὺς περὶ Τηλέμαχον εἰσάγει· „ἀμφοτέρων {δ’} ἕλε χεῖρα καὶ ἵδρυ‐ |
| book 777-9a1.4 | σε〈ν〉 παρὰ δαιτί“ (γ 37). T |
| book 777-9a2.1 | οὐκ ἐκ προπετείας τοῦτο ποιεῖ Ἀχιλλεύς, ἀλλ’ ἐκ φιλοξε‐ |
| book 777-9a2.2 | νίας. b(BCE3E4) |
| book 778-9.1 | κατὰ δ’ ἑδριάασθαι ἄνωγεν, 〈/ ξείνιά τ’ εὖ παρ‐ |
| book 778-9.2 | έθηκεν, ἅ τε—ἐστίν〉: ἔλεγχός ἐστι τῆς Ἀχιλλέως ὠμότητος, |
| book 778-9.3 | ἐπεὶ φιλοφρονησάμενος καὶ μεταδοὺς ξενίων περιορᾷ νῦν τοὺς ξένους |
| book 778-9.4 | ἀναιρουμένους. b(BCE3E4)T |
| book 782a1 | 〈ἠθέλετον:〉 Ζηνόδοτος „ἠθελέτην“. Aim |
| book 782a2 | τὸ δὲ {σφῶ δὲ μάλ’} ἠθέλετον ἡ τοῦ Ζηνοδότου „ἠθελέ‐ |
| book 782a2 | την“. T |
| book 785-9.1 | σοὶ δ’ αὖθ’ ὧδ’ ἐπέτελλε—ἀγαθόν περ: ἄνω |
| book 785-9.2 | (sc. Λ 765) μερικῶς εἰπὼν περὶ Μενοιτίου νῦν ἐπὶ τὸ πᾶν ἦξε διήγημα |
| book 785-9.3 | ἐλέγχων· ἔστι γὰρ φιλοπάτωρ. T |
| book 786-9.1 | τέκνον ἐμόν, 〈γενεῇ—εἰς ἀγαθόν περ〉: ὅσα |
| book 786-9.2 | ἐβούλετο τῷ Πατρόκλῳ παραινεῖν, ταῦτα ποιεῖ τὸν Μενοίτιον ὑπο‐ |
| book 786-9.3 | τιθέμενον, ὡς καὶ τῷ Ἀχιλλεῖ ὁ Ὀδυσσεὺς b(BCE3E4)T ἐκτίθεται |
| book 786-9.4 | τὸν τοῦ Πηλέως λόγον (sc. Ι 254—8). T καὶ ἀμφότεροι δεόντως, |
| book 786-9.5.1 | ἵνα μὴ δόξωσιν οἱ ἀκούοντες μήτε Ὀδυσσέα μήτε Νέστορα τοὺς λέ‐ |
| book 786-9.5.2 | γοντας, ἀλλὰ τὸν πατέρα. b(BCE3E4)T |
| book 786a1.1 | {τέκνον ἐμὸν} γενεῇ μὲν 〈ὑπέρτεροσ〉: ὅτι Ἀρχίλοχος |
| book 786a1.2 | (fr. 24 T. = 38 W.) ὑπερτέρην τὴν νεωτέραν ἐδέξατο· „οἴην Λυκάμβεω |
| book 786a1.3 | παῖδα τὴν ὑπερτέρην“ ἀντὶ τοῦ τὴν νεωτέραν. καὶ τὸ ἔτυμον δὲ ἀντι‐ |
| book 786a1.4 | πίπτει· ὁ γὰρ ὑπερέχων κατά τί ἐστιν ὑπέρτερος. καὶ νῦν λέγει, τῷ |
| book 786a1.5.1 | γένει, τῇ εὐγενείᾳ ὑπερέχει διὰ τὸ εἶναι θεᾶς μητρός· σὺ δὲ πρεσβύτε‐ |
| book 786a1.5.2 | ρος εἶ (cf. Λ 787). A |
| book 786a2.1 | γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς: γένει |
| book 786a2.2 | ὑπερέχει σου, καθὸ ἐκ θεᾶς ἐστιν. T |
| book 786b | γενεῇ μὲν ὑπέρτερος: ὑπέρτερον ἀεὶ τὸν ὑπερέχοντά |
| book 786b | φησιν· Ἴωνες δὲ τὸν †μετέωρον† λέγουσιν. b(BCE3E4)T |
| book 787.1 | πρεσβύτερος δὲ σύ ἐσσι: ὥστε σὲ ἐκείνῳ οὐ δεῖ πείθε‐ |
| book 787.2 | σθαι· τὸ δὲ ἐναντίον νῦν ποιεῖς. διδάσκει δὲ ἡμᾶς διδαχῆς ἀνέχεσθαι, |
| book 787.3 | b(BCE3E4)T ὅπου τηλικοῦτος ὢν Ἀχιλλεὺς μετὰ Φοίνικα καὶ |
| book 787.4 | Πατρόκλου ἀνέχεται· διὸ ἐκεῖ μὲν „διδασκέμεναι“ (Ι 442), ὧδε δὲ |
| book 787.5 | „ὑποθέσθαι“ (Λ 788). T |
| book 789.1 | ὁ δὲ πείσεται εἰς ἀγαθόν περ: καὶ ἐκεῖ „φιλοφροσύνη |
| book 789.2 | γὰρ ἀμείνων“ (Ι 256). T |
| book 790.1 | σὺ δὲ λήθεαι: εὐπρεπῶς τὴν ἀπείθειαν λήθην ὠνόμασεν, |
| book 790.2 | ὑπαγόμενος αὐτόν. b(BCE3E4)T |
| book 791.1 | αἴ κε πίθηται: οἶδε γὰρ τὸ εὐλαβὲς Πατρόκλου καί φησιν· |
| book 791.2 | ὀφείλεις τὰ παρὰ σαυτοῦ εἰσενέγκασθαι. T |
| book 792.1 | τίς δ’ οἶδ’, εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίναις: πε‐ |
| book 792.2 | ριεῖλεν αὐτοῦ τὸν ὄκνον, ἄδηλον εἶναι τὴν ἀπείθειαν Ἀχιλλέως ὑπο‐ |
| book 792.3 | γράφων. b(BCE3E4)T ἅμα δὲ καὶ εὔελπιν ἀπεργάζεται τῇ παρὰ |
| book 792.4 | τοῦ δαίμονος ἐπικουρίᾳ· ἴσως γὰρ ἄν, φησί, καὶ τὸ δαιμόνιον συμβα‐ |
| book 792.5 | λεῖται πρὸς τοῦτο. b(BE3E4)T |
| book 793.1 | ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου: ἀπὸ κοινοῦ τὸ |
| book 793.2 | ἀγαθοῦ, ὡς τὸ „ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι“ (γ 196)· |
| book 793.3 | ἀπὸ κοινοῦ γὰρ τὸ ἀγαθόν. διδάσκει δὲ διαφόρως προσλιπαρεῖν, εἴγε |
| book 793 | μηδὲν ἀνύσας διὰ πρέσβεων ἑτέρᾳ μεθόδῳ ἐχρήσατο πρεσβείας. T |
| book 794a.1 | εἰ δέ τινα φρεσὶν 〈ᾗσι θεοπροπίην ἀλεείνει〉: |
| book 794a.2 | ὅτι Ζηνόδοτος καὶ τοῦτον καὶ τὸν ἑξῆς περιέγραψεν, ἀναγκαίους ὄντας |
| book 794a.3 | εἰς ἐρεθισμὸν Ἀχιλλέως. A |
| book 794b.1 | εἰ δέ τινα φρεσὶν ᾗσιν θεοπροπίην ἀλεείνει: εἰ‐ |
| book 794b.2 | δὼς τὸ φιλόδοξον αὐτοῦ ἐρεθίζει, φιλοψυχίαν καὶ φόβον ὀνειδίζων. |
| book 794b.3 | δύο δὲ προβέβληται καὶ ἀμφοτέρων ἐπέτυχεν. ἔστι δὲ ἁπάσης ἀντιλο‐ |
| book 794b.4 | γίας στερητικόν· βοηθείτω γάρ, φησί, μὴ κινδυνεύων αὐτός. b(BCE3E4) |
| book 794b.5 | T |
| book 797.1 | αἴ κέν τι φόως Δαναοῖσι 〈γένηαι〉: ὡς νῦν αὐτῶν ἐν |
| book 797.2 | σκότῳ ὄντων. T |
| book 798.1 | καί τοι τεύχεα καλὰ δότω: οἶδε τὸ φιλότιμον Ἀχιλ‐ |
| book 798.2 | λέως, ὅπως ἡ δόξα τῆς μάχης πάλιν εἰς αὐτὸν ἀναδράμῃ. ἅμα δὲ καὶ |
| book 798.3 | θεραπείαν ἔχει Ἀχιλλέως, εἰ τὰ ἐκείνου ὅπλα ὀφθέντα καὶ ἄλλος τις |
| book 798.4 | δόξας εἶναι Ἀχιλλεὺς ἀριστεύει. b(BCE3E4)T | προπαρασκευάζει |
| book 798.5 | τὴν Ὁπλοποιΐαν. T |
| book 799a.1 | {αἴ κέ σε τῶι} ἴσκοντες: Ἀρίσταρχος ἀξιοῖ διὰ τῆς ει |
| book 799a.2 | διφθόγγου γράφειν, ἐπεὶ ἐν ἑτέροις, φησί, τὸ κατὰ διαίρεσιν αὐτοῦ |
| book 799a.3 | ὁρᾶται, ἐΐσκω λεγόμενον· „ἐΐσκω πηγεσιμάλλῳ“ (Γ 197). οἱ δὲ |
| book 799a.4 | περὶ τὸν Ἀλεξίωνα (fr. 50 B.) διὰ τοῦ ι μόνου συνεσταλμένου. |
| book 799a.5.1 | κἀγὼ δὲ τούτοις συγκατατίθεμαι τὸ μὴ δύνασθαι τὰ τοιαῦτα τῶν |
| book 799a.5.2 | ῥημάτων, λέγω δὲ τὰ διὰ τοῦ σκω. ἔχειν πρὸ τέλους δίφθογγον |
| book 799a.5.3 | ἐκφωνουμένην, ὅτι μὴ τὴν διὰ τοῦ υ, πιφαύσκω. ὁ δὲ λόγος παραι‐ |
| book 799a.1 | τεῖται τὴν Αἰολίδα διάλεκτον διὰ τὸ μιμναίσκω καὶ θναίσκω. ὥστε |
| book 799a.2 | ὅτε λέγει „ἐΐσκω“ κατὰ διαίρεσιν, ὑγιῶς πάνυ ἀποφαίνεται, εἴγε |
| book 799a.10.1 | παρὰ τὸ εἴδω ἐξέπιπτε μέλλων ὁ εἴσω, ὃς ὤφειλεν ἐπενθέσει τοῦ κ |
| book 799a.10.2 | ποιῆσαι τὸ εἴσκω, ὡς μεθύσω μεθύσκω, δράσω δράσκω. ἀλλ’ ἐπεὶ |
| book 799a.10.3 | ἀνέφικτον ἦν χωρῆσαι τὴν τοιαύτην δίφθογγον πρὸ τῆς σκω παρα‐ |
| book 799a.10.4 | γωγῆς, διαιρέσει ἐχρήσατο. ὅπου δὲ οὐ παραδέχεται αὖ τὸ τῆς |
| book 799a.10.5 | διαιρέσεως, ἐκεῖ ἐκβάλλει τὸ ε. A |
| book 799b.1 | {τῷ} εἴσκοντες: διὰ τῆς ει Ἀρίσταρχος· Ζηνόδοτος |
| book 799b.2 | διὰ τοῦ ι. | ὁ δὲ Ἡρωδιανὸς (2,79,31) διὰ τοῦ ι βραχέος φησὶν |
| book 799b.3 | εἶναι τὴν γραφήν. T |
| book 800.1 | ἀρήϊοι υἷες Ἀχαιῶν: εὖ τὸ ἐπίθετον· πολεμικοὶ μὲν |
| book 800.2 | ὄντες, τὸ δὲ νῦν δυστυχοῦντες. b(BCE3E4)T |
| book 801a.1 | ὀλίγη δέ τ’ ἀνάπνευσις 〈πολέμοιο〉: πρὸς τὴν |
| book 801a.2 | †ἀνάγκην† μόνον, φησί, γένεσθε σύμμαχοι, εἰ ἐν βραχεῖ καὶ συντόμῳ |
| book 801a.3 | δύναται αὐτοῖς τὰ τῆς ἐπικουρίας γενέσθαι, b(BCE3E4)T καὶ |
| book 801a.4 | διδάσκει πῶς· „ῥεῖα“ γὰρ „ἀκμῆτεσ“ (Λ 802). ἢ καθολικόν ἐστιν· T |
| book 801a.5.1 | ἡ ἀνάπνευσις τῶν νικωμένων παρὰ μικρὰν ῥοπὴν γίνεται, καὶ |
| book 801a.5.2 | πολλάκις ἑνὸς ἀνδρὸς ἐπιφάνεια ἢ φόβου ὑπόνοια μεταβολὴν τῆς |
| book 801a | τύχης ἐπειργάσατο. b(BCE3E4)T |
| book 801b.1 | ὀλίγη δέ τ’ ἀνάπνευσις πολέμοιο: μικρὰ ἡ περιλει‐ |
| book 801b.2 | πομένη ἀναπνοὴ ἐκ τοῦ πολέμου, ὥστε ἐὰν βραχὺ ἀνεπικούρητοι |
| book 801b.3 | γένωνται, ἀπόλλυνται. A |
| book 801c | 〈ὀλίγη δέ τ’ ἀνάπνευσις πολέμοιο:〉 γένηται. Aim |
| book 802-3a.1 | ῥεῖα δέ κ’ ἀκμῆτεσ〈— /〉 ὤσαισθε προτὶ |
| book 802-3a.2 | ἄστυ〈—κλισιάων〉: ἀθετοῦνται ἀμφότεροι καὶ ἀστερίσκοι |
| book 802-3a.3 | παράκεινται. ὅτι οἰκειότερον κεῖνται πρὸ τῆς Πατρόκλου ἐξόδου |
| book 802-3a.4 | (sc. Π 44—5), ὅτε καὶ τῷ ὄντι κεκμήκασι τῆς ἐπὶ ναυσὶ μάχης συνεστώ‐ |
| book 802-3a.5.1 | σης· οὐδὲ γὰρ ἂν συμβέβηκεν ἤδη τοὺς Τρῶας ἐπὶ ταῖς ναυσὶν αὐ‐ |
| book 802-3a.5.2 | ταῖς καὶ ταῖς κλισίαις εἶναι ἐντὸς τοῦ τείχους γεγονότας. | διασταλ‐ |
| book 802-3a.5.3 | τέον δὲ κατὰ τὸ τέλος τοῦ στίχου τοῦ ῥεῖα δέ κ’ (802). οἱ δὲ τοῖς |
| book 802-3a.5.4 | ἑξῆς συνάπτοντες τὴν ἐσχάτην λέξιν μάτην ἐπιτηδεύουσι· μᾶλλον |
| book 802-3a.5.5 | γὰρ τὸ κεκμηῶτας ἀϋτῇ (cf. 802) λόγον ἔχει. A |
| book 802-3b.1 | ῥεῖα δέ κ’ ἀκμῆτεσ〈—κλισιάων〉: διὰ τῶν |
| book 802-3b.2 | ἰδίων εἰς ζῆλον (cf. Λ 670—762), διὰ τῆς θυσίας ὡς παρὰ συνθή‐ |
| book 802-3b.3 | κας ποιοῦντας, διὰ τῆς ἀναμνήσεως τῶν πατέρων ὡς παραβαίνον‐ |
| book 802-3b.4 | τας τοὺς τῶν πατέρων λόγους (cf. Λ 765—790)· ἐναντιώσεις τῶν |
| book 802-3b.5.1 | μαντείων ἔλυσεν, Ἀχιλλέως τὸ φιλόδοξον ηὔξησεν (cf. Λ 794—80)· |
| book 802-3b.5.2 | εἶτα ὅτι καὶ εὐχερὴς ἔσται ἡ χάρις (cf. 802). τίς οὖν οὐκ ἂν ἕλοιτο |
| book 802-3b | καμὼν οὐδὲν πολλῶν ἐγκλημάτων ἀπαλλάσσεσθαι; T |
| book 802a1.1 | κεκμηότας ... ἀϋτῇ: τῇ μάχῃ κεκμηκότας. δύναται |
| book 802a1.2 | τὸ ἀϋτῇ καὶ τῶν προκειμένων χωρισθὲν ἐπὶ τὰ ἑξῆς φέρεσθαι, ἵν’ |
| book 802a1.3 | ᾖ βοῆς μόνον δεῖ καὶ νενικήκαμεν· τοῦτο γὰρ οἰκειότερον εἰπεῖν |
| book 802a1.4 | τῷ ῥᾳδίαν ἀποφαίνοντι τὴν νίκην. T |
| book 802a2.1 | ἢ τοὺς κεκοπωμένους τῇ μάχῃ. ἢ τοῦτό φησιν ὅτι οἱ |
| book 802a2.2 | ἀναπαυόμενοι τοὺς κεκοπωμένους ἀϋτῇ μόνῃ ἤτοι βοῇ ὤσεσθε· |
| book 802a2.3 | τοῦτο γὰρ οἰκειότερον εἰπεῖν τῷ ῥᾳδίαν ἀποφαίνοντι τὴν νίκην. |
| book 802a2.4 | b(BCE3E4) |
| book 803.1 | 〈ὤσαισθε προτὶ ἄστυ:〉 ὅτι καὶ πρὸς τὸ μόνον ἀποσο‐ |
| book 803.2 | βῆσαι τοὺς πολεμίους ἱκετεύομεν. Til |
| book 805a1.1 | βῆ δὲ θέειν 〈παρὰ νῆας ἐπ’ Αἰακίδην Ἀχιλῆα〉: |
| book 805a1.2 | τὴν προθυμίαν ἐδήλωσε τὸ θέειν. διὰ τοῦτο καὶ πάλιν ἐπανέλαβε |
| book 805a1.3 | τὴν λέξιν, „ἷξε θέων“ (Λ 807). εὖ δὲ καὶ τὸ μὴ „Ἀχαιῶν χαλκοχι‐ |
| book 805a1.4 | τώνων“ (Α 371 al.) φάναι· τὸ μὲν γὰρ τοῦ Κύκλου, τὸ δὲ τὴν ὁρμὴν ἐνέφηνε |
| book 805a1.5 | τὴν ἐπὶ τὸν Ἀχιλλέα. T |
| book 805a2.1 | διὰ τοῦ θέειν ἐδήλωσεν, ὅσην εἶχε προθυμίαν· ὅθεν |
| book 805a2.2 | καὶ ἐπαναλαμβάνεται πάλιν τὴν λέξιν. b(BCE3E4) |
| book 807a.1 | ἷξε θέων Πάτροκλος, 〈ἵνα σφ’ ἀγορή τε θέμις |
| book 807a.2 | τε〉: πρὸς τὸ τοῦ στρατοπέδου διάγραμμα ὅτι ὑποτίθεται κατὰ |
| book 807a.3 | μέσον τοῦ ναυστάθμου θεατροειδῆ τόπον εἰς ὄχλου συναγωγήν. A |
| book 807b.1 | ἵνα σφ’ ἀγορή τε θέμις τε: ὅπου αὐτοῖς τά τε |
| book 807b.2 | ὤνια ἐπιπράσκετο καὶ τὰ δικαστήρια ἐγίνετο· | ἡ γὰρ Θέμις |
| book 807b.3 | ἐπόπτης τῶν ἐκκλησιῶν· „Ζεὺς δὲ †θέμις κελεύθους ἀγορὴν δὲ |
| book 807b.4 | κέλευσε θεοὺς†“ (Υ 4). A |
| book 808.1 | τῇ δὴ καί σφι θεῶν ἐτετεύχατο βωμοί: ἐν δὲ |
| book 808.2 | τοῖς πρώτοις μόνον „ἥ ῥ’ ἐν μεσ〈σ〉άτῳ ἔσκεν“ (Θ 223). εὐσεβὲς |
| book 808 | δὲ τὸ καὶ ἐν πολέμῳ βωμοὺς ἔχειν. T |
| book 808 | τῇ δὴ καί σφι θεῶν 〈ἐ〉τετεύχατο βωμοί: ὅπου |
| book 808.5 | καὶ τῶν πλευσάντων ἐπὶ τὴν Ἴλιον ἑκάστῳ—ἦσαν. A |
| book 809a.1 | ἔνθα οἱ Εὐρύπυλος 〈βεβλημένος ἀντεβόλησε〉: |
| book 809a.2 | πιθανῶς τὸ μὴ εὐθὺς ἀπιέναι πρὸς Ἀχιλλέα· ἀνῄρητο γὰρ ἡ ἐν |
| book 809a.3 | μέσῳ διάθεσις καὶ ἡ τειχομαχία. T |
| book 809b.1 | ἔνθα 〈οἱ〉 Εὐρύπυλος 〈βεβλημένος ἀντεβόλη‐ |
| book 809b.2 | σε〉: οἰκονομικῶς, ἵνα καὶ τῇ θέᾳ τοῦ τρωθέντος καὶ τοῖς λόγοις |
| book 809b.3 | αὐτοῦ πλέον ὀρινθῇ καὶ τῷ ἐσομένῳ πτώματι τοῦ τείχους. |
| book 809b.4 | b(BCE3E4)T |
| book 809c | 〈βεβλημένος:〉 ὅτι τετόξευται. Aim |
| book 810-1.1 | κατὰ μηρὸν ὀϊστῷ, / σκάζων 〈ἐκ πολέμου〉: |
| book 810-1.2 | Μαχάων δὲ καίτοι κατὰ τὸν ὦμον τρωθεὶς ὑφ’ ἑτέρου κομίζεται |
| book 810-1.3 | (cf. Λ 598), ἢ ὅτι ἰατρός· ἢ καὶ ὅτι εὐτυχοῦντος τοῦ στρατοῦ, ὁ δὲ |
| book 810-1.4 | παντελῶς ἀπορίας οὔσης. ἄλλως τε χρησίμως ᾠκονόμηται ἀμφό‐ |
| book 810-1.5 | τερα. T |
| book 811-3.1 | σκάζων ἐκ πολέμου, κατὰ δὲ νότιος ῥέεν |
| book 811-3.2 | ἱδρώς 〈/ — / αἷμα μέλαν κελάρυζε〉: διὰ βραχέων |
| book 811-3.3 | πολλὰ δεδήλωκεν· τοῦ μὲν γὰρ καμάτου σημεῖον ὁ ἱδρώς (cf. |
| book 811-3.4 | 811), τραύματος δὲ αἷμα (cf. 812—3), ἀλγηδόνος δὲ τὸ σκάζειν |
| book 811-3.5 | (cf. 811). b(BCE3E4)T |
| book 811 | νότιος: ὁ ἐκ τοῦ νοσεῖν τὸ σῶμα γινόμενος. b(BCE3)T |
| book 811 | νότιος: ὑγρὸς ἢ πολύς, ἐκ τοῦ νοσεῖν τὸ σῶμα γινόμενος. A |
| book 813a1.1 | {αἷμα μέλαν κελάρυζε·} νόος γε μὲν ἔμπεδος ἦεν: |
| book 813a1.2 | καίτοι ἐν ἐσχάτοις ὄντος τοῦ σώματος. οἰκονομικῶς δὲ τοῦτο· ἵνα |
| book 813a1.3 | γὰρ εὐσταθῶς ὁμιλῇ Πατρόκλῳ, τὸν νοῦν Ὅμηρος ἐφύλαξεν αὐτῷ. |
| book 813a1.4 | T |
| book 813a2.1 | οἰκονομικῶς αὐτῷ τὸν νοῦν ἐφύλαξεν ὁ ποιητής, ἵνα |
| book 813a2.2 | Πατρόκλῳ εὐσταθῶς ὁμιλῇ. b(BCE3) |
| book 814.1 | τὸν δὲ ἰδὼν ᾤκτειρε 〈Μενοιτίου ἄλκιμος υἱόσ〉: |
| book 814.2 | ἔστι μὲν γὰρ ἐνηής (cf. Ρ 204 al.), πλέον δὲ τοῖς λόγοις Νέστορος |
| book 814.3 | καὶ τῷ καιρῷ ἐπικέκαμπται. T |
| book 816.1 | ἆ δειλοὶ Δαναῶν ἡγήτορες 〈ἠδὲ μέδοντεσ〉: εὖ |
| book 816.2 | τὸ μὴ πρὸς τὸν Εὐρύπυλον ποιεῖσθαι τὸν λόγον μηδὲ τὴν τούτου |
| book 816.3 | συμφορὰν ἀπολοφύρασθαι, ἀλλὰ τοὺς σύμπαντας ἡγεμόνας ἀνακα‐ |
| book 816.4 | λεῖν καὶ τούτων ὀδύρασθαι τὰ παθήματα, ἐν τῷ Εὐρυπύλῳ θεασά‐ |
| book 816.5 | μενον αὐτά. b(BCE3E4)T |
| book 817a1.1 | ὡς ἄρ’ ἐμέλλετε: ὅτι ἀντὶ τοῦ ὡς εἰκὸς ἦν, ὡς ὑπο‐ |
| book 817a1.2 | κείμενον ἦν ὑμῖν παθεῖν. A |
| book 817a2 | 〈ἐμέλλετε:〉 ἐῴκειτε. Til |
| book 818 | 〈ἀργέτι δημῷ:〉 γράφεται „ἠδ’ οἰωνούσ“. Aint |
| book 820-1a.1 | ἤ ῥ’ ἔτι 〈που〉 σχήσουσι〈—δαμέντεσ〉: |
| book 820-1a.2 | ὅρα οὖν ὅτι παντελῶς ἀπεγνώκει τὰ Ἑλληνικά, καμφθεὶς ὑπὸ τῶν |
| book 820-1a.3 | Νέστορος λόγων. b(BCE3)T εἰκότως οὖν δακρύων ἐντυγχάνει |
| book 820-1a.4 | Ἀχιλλεῖ καὶ πέρας πείθει (cf. Π 2—129). T |
| book 820-1b.1 | ἤ ῥ’ ἔτι που σχήσουσι〈—δαμέντεσ〉: ἐν |
| book 820-1b.2 | ἤθει· φθάνω, φησί, τῷ Ἀχιλλεῖ ταῦτα μηνῦσαι; T |
| book 822 | 〈βεβλημένος:〉 ἐν ἄλλῳ „πεπνυμένοσ“. Aim |
| book 823-4a1.1 | οὐκέτι〈—〉ἄλκαρ Ἀχαιῶν 〈/ ἔσσεται〉, |
| book 823-4a1.2 | ἀλλ’ ἐν νηυσὶ 〈μελαίνῃσιν〉 πεσέονται: οἱ Τρῶες, ὡς |
| book 823-4a1.3 | Ἐπαφρόδιτος (fr. 34 L.), ὡς τὸ „ἐν δ’ ἔπες’ ὑσμίνῃ“ (Λ 297) καὶ |
| book 823-4a1.4 | „ἔμπες’ ἐπικρατέωσ“ (Π 81). δύναται δὲ καὶ ἐπὶ τῶν Ἑλλήνων· |
| book 823-4a1.5.1 | εἶπε γὰρ „καί νύ κεν ἐν νήεσ〈σ〉ι πέσον φεύγοντες 〈Ἀχαιοί〉“ (Λ |
| book 823-4a1.5.2 | 311). T |
| book 823-4a2.1 | δύναται τὸ πεσέονται καὶ ἐπὶ τῶν Ἑλλήνων καὶ ἐπὶ |
| book 823-4a2.2 | τῶν Τρώων νοεῖσθαι, ὥς φησιν Ἐπαφρόδιτος. b(BCE3) |
| book 824.1 | {ἔσσεται} ἀλλ’ ἐν νηυσὶ μελαίνῃσι〈ν〉 πεσέονται: |
| book 824.2 | ὅτι τοῦτο ἐπὶ τῶν Τρώων λέγει· ἐμπεσοῦνται ταῖς ναυσίν, οἷον ἐν‐ |
| book 824.3 | σείσουσιν, ἐμπρήσουσιν. A |
| book 826a.1 | βεβλημένοι οὐτάμενοί τε: σύμφωνα ταῦτα τοῖς ὑπὸ |
| book 826a.2 | Νέστορος εἰρημένοις, ἵνα ἀμφοτέρωθεν κινηθῇ ὁ Πάτροκλος. εὖ δὲ |
| book 826a.3 | καὶ τὸ μὴ ὀνομαστὶ τοὺς τετρωμένους καταλέγειν (ὅπερ ποιεῖ ὁ |
| book 826a.4 | Νέστωρ), ἅμα μὲν διὰ τὴν ταὐτολογίαν, εἶτα ὅτι καὶ τραυματίας |
| book 826a.5 | ἐστὶν πολυλογεῖν οὐ δυνάμενος. T |
| book 826b.1 | βεβλημένοι οὐτάμενοί τε: κεφάλαια τῶν λόγων |
| book 826b.2 | Νέστορος (sc. Λ 660—4). T |
| book 828.1 | σάωσον ἄγων: εὐτελεῖ λέξει τὴν σωτηρίαν προβαλλόμενος |
| book 828.2 | προθυμότερον αὐτὸν ἀπειργάσατο. T |
| book 829-30.1 | μηροῦ δ’ ἔκταμ’ ὀϊστόν〈—φάρμακα |
| book 829-30.2 | πάσσε〉: ἴδιον τοῖς κάμνουσιν ἐπιτάσσειν τοῖς ἰατροῖς, ἃ χρὴ πράτ‐ |
| book 829-30.3 | τειν, b(BCE3E4)T διὰ τὸ ἐπείγεσθαι ταῖς ὀδύναις. b(BCE3E4) |
| book 830a | ὕδατι λιαρῷ: θερμῷ· πραΰνει γὰρ τὰς ἀλγηδόνας. T |
| book 830b | ὕδατι λιαρῷ: εἰκότως· τὸ γὰρ θερμὸν αἵματος ἀγω‐ |
| book 830b | γόν, τὸ δὲ ψυχρὸν ἐμποιεῖ φρίκην. T |
| book 830c.1 | ἤπια φάρμακα πάσσε: ὡς ἀλγῶν πραέα φάρμακα |
| book 830c.2 | βούλεται. ὁ δὲ ὡς εἰδὼς ῥίζαν πικρὰν βάλλει (cf. Λ 846). b(BCE3)T |
| book 831a.1 | τά σε προτί φασιν Ἀχιλλῆος δεδιδάχθαι: ἅμα |
| book 831a.2 | καὶ πρὸς τὸ γνῶναι ἡμᾶς ὅτι ἰατρὸς ὁ Πάτροκλος· ἅμα δὲ καὶ οἱ |
| book 831a.3 | κάμνοντες σωτῆρας καὶ Ἀσκληπιοὺς εἰώθασι καλεῖν τοὺς ἰατρούς. T |
| book 831b | 〈δεδιδάχθαι:〉 Ζηνόδοτος „δεδάασθαι“. Aim Til |
| book 832a.1 | ὃν Χείρων ἐδίδαξε: ὅτι Ὅμηρος δεδιδάχθαι μέν φη‐ |
| book 832a.2 | σιν ἐνταῦθα τὴν ἰατρικὴν ὑπὸ Χείρωνος τὸν Ἀχιλλέα, περὶ μέν‐ |
| book 832a.3 | τοι τῆς παρ’ αὐτῷ τροφῆς οὐδὲν συνέστακεν, ἀλλὰ καὶ τοὐναντίον |
| book 832a.4 | διὰ τῶν πραγμάτων ἐπιμαρτυρεῖ, τροφέα τὸν Φοίνικα συνεστακὼς |
| book 832a.5 | τούτου. A |
| book 832b.1 | δικαιότατος Κενταύρων: τὸ ὑπερθετικὸν κεῖται ἀντὶ |
| book 832b.2 | τοῦ ἀπολύτου. ἔστι δὲ ὁ μόνος ἐν Κενταύροις δίκαιος. ὅμοιον δὲ |
| book 832b.3 | τούτῳ τὸ „μελάντερον ἠΰτε πίσσα“ (Δ 277). A |
| book 832c.1 | δικαιότατος Κενταύρων: φιλοξενώτατος. b(BCE3 |
| book 832c.2 | E4)T οὕτως Ἐπαφρόδιτος (fr. 35 L.)· | ὁ μόνος δίκαιος ἐν |
| book 832c.3 | Κενταύροις. ὅμοιον δὲ τοῦτο τῷ „μελάντερον ἠΰτε πίσσα“ (Δ 277). |
| book 832c.4 | T | δίκαια γὰρ τὰ ξένια. ἐπιμέλεια δὲ ἦν τοῖς παλαιοῖς μουσικῆς |
| book 832c.5 | καὶ ἰατρικῆς b(BCE3E4)T τῆς ῥιζοτομικῆς. T |
| book 833-6.1 | ἰητροὶ μὲν γάρ, 〈Ποδαλείριος ἠδὲ Μαχάων/ |
| book 833-6.2 | —ὀξὺν Ἄρηα〉: ἀναγκαίως καὶ τοῦτο, ἵνα διὰ τὴν ἐρημίαν |
| book 833-6 | τῶν ἰατρῶν παραμείνῃ ὁ Πάτροκλος. T |
| book 833 | 〈ἰητροί:〉 ὀρθὴ ἀντὶ γενικῆς, ἀντὶ ἰατρῶν. Til |
| book 834.1 | τὸν μὲν ἐνὶ κλισίῃσιν 〈ὀΐομαι ἕλκος ἔχοντα〉: |
| book 834.2 | ὅτι A πρὸς τὸ δεύτερον πρότερον ἀπήντησεν· AT ὁ γὰρ Μα‐ |
| book 834.3 | χάων ἐστὶν ὁ τετρωμένος. A |
| book 835a1.1 | χρηΐζοντα καὶ αὐτὸν ἀμύμονος ἰητῆρος: ἄλ‐ |
| book 835a1.2 | λους ἰώμενοι νῦν τῆς ἄλλων ἐπικουρίας δέονται. T |
| book 835a2.1 | οἱ γὰρ ἄλλους, φησίν, ἰώμενοι νῦν χρήζουσι καὶ αὐτοὶ |
| book 835a2.2 | τῶν ἰωμένων. b(BCE3E4) |
| book 838a.1 | πῶς τ’ ἄρ’ ἔοι 〈τάδε ἔργα〉: διστάζει, τίνα δεῖ |
| book 838a.2 | σῴζειν, αὐτὸν ἢ τὸ πᾶν πλῆθος. πῶς δὲ ἄρα νῦν ἔσπευδεν ὁ καὶ |
| book 838a.3 | ἀπ’ ἀρχῆς λέγων „αἰδοῖος νεμεσητός, ὅ με προέηκε πυθέσθαι“ (Λ |
| book 838a.4 | 649); T |
| book 838b1 | 〈ἔοι:〉 Ζηνόδοτος διὰ τοῦ η, „ἔην“. Aint |
| book 838b2 | ἡ δὲ τοῦ Ζηνοδότου „πῶς τ’ ἄρ’ ἔην“. T |
| book 839.1 | ἔρχομ〈αι〉, ὄφρ’ Ἀχιλῆϊ 〈δαΐφρονι μῦθον ἐνί‐ |
| book 839.2 | σπω〉: ὑμῶν ἕνεκα καὶ τὴν ὁδὸν ταύτην στέλλομαι. T |
| book 841.1 | 〈σεῖο μεθήσω:〉 Ζηνόδοτος „†δὲ† ἀμελήσω“. ποιητι‐ |
| book 841.2 | κώτερον δὲ τὸ ἕτερον. Aim |
| book 842a.1 | ἦ, καὶ ὑπὸ στέρνοιο λαβών: ὑπολαβὼν αὐτὸν |
| book 842a.2 | τοῦ στήθους. Aint b (BCE3)T ὅρα, ἐν ὅσῃ ἦν ἀνάγκῃ. b(BCE3 |
| book 842a | E4)T |
| book 842b.1 | καὶ ὑπὸ στέρνοιο λαβὼν 〈ἄγε〉: ἄκρως τὴν ἐπι‐ |
| book 842b.2 | κούρησιν ἐσήμανεν. T |
| book 844a.1 | 〈ἔνθα μιν ἐκτανύσασ〉 ἐκ μηροῦ τάμνε μαχαίρῃ: |
| book 844a.2 | φασὶν ὅτι οὕτω τὸ βελουλκεῖν, ἐν οἵῳ σχήματι τέτρωται. καὶ λέγεταί |
| book 844a.3 | τι τοιοῦτον ὅτι βέλος ἰατρὸς θέλων ἐξελκύσαι, 〈ὡσ〉 οὐχ ὑπήκου‐ |
| book 844a.4 | εν αὐτῷ τὰ τῆς βελουλκίας, τὸν τραυματίαν ἤρετο, ἐν ποίῳ σχή‐ |
| book 844a.5.1 | ματι ὄντι αὐτῷ τὸ βέλος ἐπηνέχθη. ὁ δὲ ἱππεύοντι ἔφη, καὶ οὕτως |
| book 844a.5.2 | ἀνακαθίσας αὐτὸν ἐξείλετο τὸ βέλος· ἢ οὖν ἑστάναι οὐκ ἠδύνατο, |
| book 844a.5.3 | ἢ ὅτι ἡ χειρουργία οὔπω κατώρθωτο, ἢ ὑπὲρ τοῦ μὴ διατετάσθαι |
| book 844a.5.4 | αὐτὸν καὶ αἱμορραγίαν γενέσθαι· καὶ ἄλλως τὸ τοῦ ὑπτίου σχῆμα |
| book 844a.5.5 | τῷ ἑστῶτι πλησιάζει. T |
| book 844b.1 | 〈ἔνθα μιν ἐκτανύσας ἐκ μηροῦ τάμνε μαχαίρῃ:〉 |
| book 844b.2 | διὰ τί ἐκτανύει καὶ οὐχ ἑστῶτος βελουλκεῖ; ἠδύνατο μὲν καὶ ἑστῶτος |
| book 844b.3 | βελουλκῆσαι, ἀλλ’ οὐ μόνον τοῦ βελουλκεῖν ἔδει· συνεαγέντος γὰρ |
| book 844b.4 | τοῦ βέλους ἔνδοθεν τοῦ μηροῦ, οὐκ ἄλλως ἦν αὐτὸ ἐκβληθῆναι |
| book 844b.5.1 | ἢ διὰ χειρουργίας, ὅθεν φησὶ τὸ τάμνε μαχαίρῃ. καὶ δῆλον ὡς |
| book 844b.5.2 | μαχαίρᾳ τὸ σῶμα τεμὼν ἐκβάλλει αὐτό. b(BCE3E4) |
| book 844c.1 | ἔνθα μιν ἐκτανύσας 〈ἐκ μηροῦ τάμνε μαχαίρῃ〉: |
| book 844c.2 | ὅτι μάχαιραν καλεῖ τὸ παραξιφίδιον εἰς τὰς τοιαύτας χρείας εὐθε‐ |
| book 844c.3 | τοῦν. | βραχὺ δὲ διασταλτέον ἐπὶ τὴν μετοχὴν πρὸς τὸ σαφές. A |
| book 845.1 | βέλος περιπευκές: ὡς καὶ „βέλος 〈... /〉 δριμύ, τό |
| book 845.2 | τε προϊεῖσι“ (Λ 269—70)· οὐ γάρ, ὅτι φαρμάκοις ἐχρίοντο. T |
| book 846 | ἐπὶ δὲ ῥίζαν βάλε πικρήν: τινὲς Ἀχίλλειαν τὴν βο‐ |
| book 846.1 | τάνην καλοῦσι. καὶ πόθεν αὐτῷ τὸ φάρμακον; ἴσως μὲν συμπεριέ‐ |
| book 846.2 | φερε τὴν ῥίζαν ὡς χρήσιμον, εἰ ἐντύχοι τραυματίᾳ φίλῳ· καὶ μά‐ |
| book 846.3 | λιστα εἰκὸς αὐτὸν νῦν εἰληφέναι, εἰδότα ὅτι ἐπὶ τραυματίαν πέμ‐ |
| book 846.5.1 | πεται. τάχα δὲ ἐκ τοῦ παρακειμένου λειμῶνος τὴν ῥίζαν ἔσπασεν, |
| book 846.5.2 | ἔχων τὴν περὶ τὰς βοτάνας ἐμπειρίαν. A b (BCE3E4)T ἴσως δὲ |
| book 846.5.3 | καὶ θεράπων πεμφθεὶς κατὰ τὸ σιωπώμενον ἐκόμισε. A b (BE3E4) |
| book 846.5.4 | T λέγουσι δὲ αὐτὴν εἶναι τὴν ἀριστολόχειαν, ἣν καὶ ἴσχαιμον |
| book 846.5.5 | καλοῦσιν. AT |
| book 847.1 | χερσὶ διατρίψας: διὰ τί χερσὶ καὶ οὐ μᾶλλον λειαντι‐ |
| book 847.2 | κοῖς ὀργάνοις; ὅτι οὐκ ἔδει πολλῆς λεπτότητος τῷ φαρμάκῳ, τοῦ |
| book 847.3 | αἵματος, ὥς φησι (sc. Λ 813), κελαρύζοντος καὶ ἀποπτύοντος τὸ |
| book 847.4 | λεπτὸν καὶ χνοῶδες τοῦ φαρμάκου, εἰς τὸ ἐμφράξαι τὸ τραῦμα. τῷ |
| book 847.5.1 | δὲ Μενελάῳ ἐπιπάσσει τὸ φάρμακον (cf. Δ 218—9) A b (BCE3E4) |
| book 847.5.2 | T βραχείας οὔσης τῆς τοῦ †τραύματος† φορᾶς. A b (BE3E4) |
| book 847.5.3 | T οὐκ οἶδε δὲ δίαιταν ἰατρικὴν ὁ ποιητής. T |
| book postscr.1 | Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ |
| book postscr.2 | τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳ‐ |
| book postscr | δίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς. A |
| book 1-2a.1 | ὣς ὁ μὲν ἐν κλισίῃσι〈—οἱ δὲ μάχοντο〉: |
| book 1-2a.2 | πάλιν μεταβέβηκεν ἐπὶ τὰς μάχας ὁ ποιητής· ἔδει γὰρ τὰ τῆς μάχης |
| book 1-2a.3 | ἐπιέναι, ὅπως θεασάμενος Πάτροκλος κινηθείη μᾶλλον εἰς ἔλεον. |
| book 1-2a.4 | A b (BCE3)T εἰ δὲ ἐπιμηκεστέρα γέγονεν ἡ ἐπιμέλεια, μὴ θαυ‐ |
| book 1-2a.5.1 | μάσῃς· διαφόρους γὰρ πράξεις ἐν ἑνὶ λέγειν καιρῷ ἀδύνατον. A |
| book 1-2a.5.2 | b(BE3)T |
| book 1-2b.1 | ὣς ὁ μὲν ἐν κλισίῃσι〈— / ἰᾶτ’ Εὐρύπυλον |
| book 1-2b.2 | βεβλημένον〉: τῆς ἠπιότητος Πατρόκλου τὸ μετὰ τὴν χειρουργίαν |
| book 1-2b.3 | μὴ ἀποστῆναι Εὐρυπύλου. τάχα δὲ ἡ ἐπὶ τῷ Εὐρυπύλῳ ταραχὴ |
| book 1-2b.4 | λαθέσθαι αὐτὸν ἐποίησεν ὧν ἔλεγεν· „δεινὸς ἀνήρ· τάχα κεν καὶ |
| book 1-2b.5 | ἀναίτιον 〈αἰτιόῳτο〉“ (Λ 654). b(BCE3)T |
| book 1 | 〈Μενοιτίου ἄλκιμος υἱός:〉 ἀντονομασία. Til |
| book 1.1 | {ὣς ὁ μὲν ἐν κλισίηι} Μενοιτίου ἄλκιμος υἱός: Πάτρο‐ |
| book 1.2 | κλος ὁ Μενοιτίου—ἐστράτευσεν. ἡ ἱστορία παρὰ Ἑλλανίκῳ |
| book 1.3 | (FGrHist 4, 145). A |
| book 2.1 | ἰᾶτ’ Εὐρύπυλον βεβλημένον· 〈οἱ δὲ μάχοντο〉: |
| book 2.2 | ὅτι τὰ ἅμα γινόμενα οὐ δύναται ἅμα ἐξαγγέλλειν. ἐν ὅσῳ δὲ οὗτος |
| book 2 | ἰᾶτο, ἐκεῖνοι ἐμάχοντο. A |
| book 3.1 | ὁμιλαδόν: καθ’ ὁμίλους, ὡς „φυλαδόν“ (Β 668) κατὰ φυλάς, |
| book 3.2 | οἷον οὐ καθ’ ἕνα ἄνδρα συμβάλλοντες, b(BCE3E4)T ἀλλ’ |
| book 3.3 | ὅλων τῶν τάξεων ἐγίνετο συμβολή· b(BCE3)T ἐπειδὴ γὰρ |
| book 3.4 | εἰπεῖν τι περὶ τοῦ τείχους βούλεται, {διὸ} συντέμνει τὴν μάχην. T |
| book 3-35.1 | οὐδ’ ἄρ’ ἔμελλεν〈— / θησέμεναι〉: τετρω‐ |
| book 3-35.2 | μένων τῶν ἀριστέων μένειν ἐν τῇ πεδιάδι Ἕλληνες οὐκ ἐδύναντο. |
| book 3-35.3 | b(BCE3E4)T ἀναγκαίως οὖν τὴν πεδιάδα μάχην ἐπὶ τειχο‐ |
| book 3-35.4 | μαχίαν μεταφέρειν βούλεται· τούτου γὰρ χάριν καὶ ἀνέπλασε τὴν |
| book 3-35.5.1 | τειχοποιΐαν ὁ ποιητής, ὑπὲρ τοῦ ἀγῶνας κινῆσαι ἐπὶ τῇ τειχομαχίᾳ. |
| book 3-35.5.2 | τοῦτο μὲν οὖν ἐπὶ τοῦ Τρωϊκοῦ τείχους ἀμήχανον· θεοποίητον γάρ. |
| book 3-35.5.3 | b(BE3E4)T ὑπὲρ δὲ τοῦ μηδὲ ταύτην καταλιπεῖν τὴν ἰδέαν |
| book 3-35.5.4 | ἐπὶ τῷ τῶν Ἑλλήνων τείχει τὴν τειχομαχίαν ποιεῖ. T ἐπεὶ δὲ |
| book 3-35.5.5 | αὐτὸς ἀνήγειρε τὸ τεῖχος, διὰ τοῦτο καὶ ἠφάνισεν αὐτό, τὸν ἔλεγχον |
| book 3-35.10.1 | συναφανίζων. b(BE3E4)T λάβοι δ’ ἄν τις τοῦτο πρὸς τοὺς |
| book 3-35.10.2 | χρόνους τοῦ ποιητοῦ διότι οὐ μετὰ πολὺ τῶν Τρωϊκῶν γέγονεν· |
| book 3-35.10.3 | εἰ γὰρ ἐνῆν ὑπονοεῖν ὅτι ἐκ τοῦ χρόνου κατέπεσε καὶ ἠφανίσθη ὡς |
| book 3-35.10.4 | αὐτοσχεδῶς ᾠκοδομημένον, οὐκ ἂν τῷ αἰτήματι τούτῳ ἐχρήσατο |
| book 3-35.10.5 | ὅτι αὐτὸς Ποσειδῶν ἠφάνισεν—πάντας δὲ τοὺς ἐκ τῆς Ἴδης ποτα‐ |
| book 3-35.15.1 | μοὺς ἐπ’ αὐτὸ ἄγει ἐφ’ ἡμέρας ἐννέα (cf. 19—25), καὶ τοῦ Διὸς |
| book 3-35.15.2 | συνεχῶς ὕοντος καὶ τοῦ Ποσειδῶνος ἀναμοχλεύοντος τὰ θεμέλια |
| book 3-35.15.3 | (cf. 25—32)—, οὐ δυνάμενος δὲ ἴχνος τι ἀπαιτηθῆναι τοῦ μὴ γενο‐ |
| book 3-35.15.4 | μένου. διὰ τοῦτο καὶ οὐκ ἠρκέσθη τῇ τῆς δομήσεως ἀναιρέσει, |
| book 3-35.15.5 | ἀλλὰ καὶ ἀμάθῳ τὸν τόπον ἐκάλυψε, καὶ αἰγιαλὸς γέγονε τὸ πᾶν. |
| book 3-35.20.1 | T τούτου δὲ αἴτιον ἀποδέδωκε τὸ μηνῖσαι θεούς, θυσιῶν ἐπ’ |
| book 3-35.20.2 | αὐτῷ μὴ τυχόντας, b(BE3E4)T οἷα καὶ τῇ οἰκοδομίᾳ αὐτοῦ |
| book 3-35.20.3 | εἰσήγαγε Ποσειδῶνα λέγοντα „οὐχ ὁράᾳς, ὅτε δ’ αὖτε καρηκο‐ |
| book 3-35.20.4 | μόωντες Ἀχαιοί / τεῖχος ἐτειχίσ〈σ〉αντο 〈...〉 οὐδὲ θεοῖσι δόσαν |
| book 3-35 | 〈κλειτὰς ἑκατόμβασ〉;“ (Η 448—50). T |
| book 3-4.1 | οὐδ’ ἄρ’ ἔμελλε / τάφρος ἔτι σχήσειν 〈Δαναῶν |
| book 3-4.2 | καὶ τεῖχος ὕπερθεν〉: οὐκ ἐδύνατο περὶ τὸ θεόκτιστον τεῖχος |
| book 3-4.3 | τοιαύτας περιπετείας ἀγαγεῖν. T |
| book 4.1 | τάφρος ἔτι σχήσειν Δαναῶν: πλάσας τεῖχος ὁ ποιη‐ |
| book 4.2 | τὴς—τὴν ἀπώλειαν αὐτοῦ εἶπεν. A |
| book 4-5.1 | 〈καὶ τεῖχος ὕπερθεν /〉 εὐρύ, τὸ ποιήσαντο: |
| book 4-5.2 | βέλτιον τὸ εὐρύ (5) τοῖς ἐπάνω συνάπτειν. ἀμφίβολον δέ, πότερον |
| book 4-5.3 | ὕπερθεν εὐρύ (ἀρετὴ γὰρ τείχους ἕως ἄνω πεπλατύνθαι), ἢ (ὃ καὶ |
| book 4-5.4 | βέλτιον) ὕπερθε τῆς τάφρου· ταύτης γὰρ ὑπέρκειται. A |
| book 5-7.1 | 〈τὸ ποιήσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον /〉 |
| book 5-7.2 | ἤλασαν οὐδὲ θεοῖσι 〈δόσαν κλειτὰς ἑκατόμβας, / ὄφρα |
| book 5-7.3 | σφιν νῆάς τε θοάσ〉: τὸ ἑξῆς ἀμφίβολον· ἤτοι γὰρ οὕτως ἔχει, τὸ |
| book 5-7.4 | ποιήσαντο νεῶν ὕπερ (5), ὄφρα σφιν νῆάς τε (7). ἢ οὐδὲ |
| book 5-7.5.1 | θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας (6), ὄφρα σφιν νῆάς τε |
| book 5-7.5.2 | θοάς (7)· ὃ καὶ βέλτιον. εἰ δὲ διὰ μέσου εἴη οὐδὲ θεοῖσ〈ι〉 δόσαν |
| book 5-7.5.3 | 〈κλειτὰς ἑκατόμβας (6)〉, οὕτω καὶ διορθωθήσεται. A |
| book 5a | 〈νεῶν ὕπερ:〉 ἡ ὑπέρ ἢ τόπον ἢ ἐπικουρίαν δηλοῖ. Til |
| book 5b1.1 | ἀμφὶ δὲ τάφρον: ἀμφὶ ἀντὶ τοῦ περί, ὥς φαμεν ‘περὶ |
| book 5b1.2 | τοῦτον τὸν τόπον οἰκῶ‘, τὴν πλησίον σχέσιν σημαίνοντες. οἱ δὲ ἐπὶ |
| book 5b1.3 | παρατάσεως τὸ ἀμφί, ὡς τὸ „ἵνα μιν περὶ πᾶσαν ἐέργοι“ (Hsd. th. |
| book 5b1.4 | 127). T |
| book 5b2.1 | ἡ ἀμφί τὴν συνάφειαν καὶ ἐγγύτητα δηλοῖ, ὥσπερ φαμὲν |
| book 5b2.2 | ‘περὶ τοῦτον οἰκῶ τὸν τόπον‘, τὴν πλησίον δηλοῦντες σχέσιν. b |
| book 5b2 | (BCE3E4) |
| book 6a.1 | ἤλασαν: ἐξέτειναν, ἀπὸ τῶν σιδήρων· b(BCE3E4)Til ἢ |
| book 6a.2 | ἔσκαψαν. Til |
| book 6b.1 | οὐδὲ θεοῖσι δόσαν 〈κλειτὰς ἑκατόμβασ〉: πάντων |
| book 6b.2 | ἀρχηγοὺς ἡγεῖσθαι δεῖ θεούς· b(BCE3E4)T καὶ „οἴῃ δ’ οὐκ |
| book 6b.3 | ἔρ〈ρ〉εξεν“ (Ι 536). T |
| book 7-8a1.1 | ὄφρα σφιν νῆάς τε θοὰς καὶ ληΐδ〈α πολλήν〉 / |
| book 7-8a1.2 | ἐντὸς ἔχον ῥύοιτο: ἢ διὰ τοῦτο αὐτὸ ἐποίησαν, ἵν’ ᾖ τὸ ἑξῆς |
| book 7-8a1.3 | „ἤλασαν“, / ὄφρα σφιν (Μ 6—7)· ἢ οὐκ ἔδοσαν (cf. Μ 6), ἵνα |
| book 7-8a1.4 | σῴζοι τὸν ναύσταθμον καὶ αὐτούς· διὸ νῦν ἀτυχοῦσιν ἐν αὐτῷ, ὕστε‐ |
| book 7-8a1.5 | ρον δὲ φθείρεται. T |
| book 7-8a2.1 | διὰ τοῦτο αὐτὸ ἐποίησαν, ἵνα σώζοι αὐτῶν τὸν ναύσταθμον |
| book 7-8a2.2 | {δείκνυσι δὲ ὅτι πάντων ἀρχηγὸν ἡγεῖσθαι δεῖ τὸ θεῖον}· διὰ γὰρ |
| book 7-8a2.3 | τοῦτο αὐτοὶ μὲν ἀτυχοῦσι νῦν, τοῦτο δὲ φθείρεται. b(BCE3E4) |
| book 9-12.1 | τό κεν οὔτι πολὺν χρόνον ἔμπεδον 〈ἦεν / — |
| book 9-12.2 | Ἀχαιῶν ἔμπεδον ἦεν〉: ἐν βραχεῖ τὸ κεφάλαιον τῆς συγγραφῆς |
| book 9-12.3 | ἐξέθετο. ἅμα δὲ δείκνυσιν ὅτι δύο πρόσωπά ἐστι τὰ συνέχοντα τὴν |
| book 9-12.4 | Ἰλιάδα, καὶ παρεδήλωσέ τι τῶν ὕστερον ὅτι μετὰ τὴν Ἀχιλλέως |
| book 9-12.5.1 | μῆνιν οὔτε Ἕκτωρ ἐβίω, εὐθέως δὲ καὶ ἡ Ἴλιος ἐλήφθη. | πλεονάζει ὁ |
| book 9-12.5.2 | κέν (9). T τὸ δὲ ἔμπεδον (9. 12) οὐκ ἔστιν ἀντὶ τοῦ ἀσφαλές· |
| book 9-12.5.3 | b(BCE3E4)T ἐπεπόρθητο γὰρ ὑπὸ Σαρπηδόνος (cf. Μ 397—9), |
| book 9-12.5.4 | Ἕκτορος (cf. Μ 438—70), Ἀπόλλωνος (cf. Ο 360—6): b(BCE3)T |
| book 9-12.5.5 | ἀλλ’ ἔμπεδον ἀντὶ τοῦ ἐν τῷ πεδίῳ κείμενον· b(BCE3E4)T ὕστε‐ |
| book 9-12.10 | ρον γὰρ ἁλίπλοον ἐγένετο σὺν τοῖς θεμελίοις (cf. Μ 26. 28). T |
| book 10-2.1 | ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην〈— / τόφρα δὲ καὶ |
| book 10-2.2 | μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἦεν〉: ὑποστικτέον ἐπὶ τὸ ἔην |
| book 10-2.3 | (10) καὶ Ἀχιλλεύς (10) καὶ ἔπλεν (11)· ἡ γὰρ ἀνταπόδοσις τόφρα |
| book 10-2.4 | δὲ καὶ μέγα τεῖχος (12), τοῦ δέ (12) περισσεύοντος κατὰ τὸ |
| book 10-2.5 | σύνηθες. A |
| book 11a1 | 〈ἔπλε:〉 οὕτως Ἀρίσταρχος „ἔπλεν“. Aim |
| book 11a2.1 | {ἀπόρθητος πόλις} ἔπλεν: Ἀρίσταρχος ἔπλεν σὺν τῷ |
| book 11a2.2 | ν, ἐκ τοῦ ἔπελεν συγκοπὴ〈ν〉 δεχόμενος, Ζηνόδοτος „ἔπλε“ ἀποκοπῇ |
| book 11a2.3 | τοῦ ἔπλετο. T |
| book 13-5.1 | 〈αὐτὰρ ἐπεὶ〉 κατὰ μὲν Τρώων θάνον, 〈ὅσσοι |
| book 13-5.2 | ἄριστοι, / πολλοὶ δ’ Ἀργείων οἱ μὲν δάμεν, οἱ δὲ λίπον‐ |
| book 13-5.3 | το, /〉 πέρθετο δὲ Πριάμοιο πόλις: συνέπλεξε τὸν λόγον προσ‐ |
| book 13-5.4 | θεὶς τὸν μέν (14)· καὶ ἔστι μὲν δύσρητον, ὅμως ἥδιστον. ὁ δὲ ἁπλοῦς |
| book 13-5.5.1 | λόγος οὕτως ἦν· ‘πολλοὶ Ἀργείων δάμεν, οἱ δὲ λίποντο. Τρώων θάνον |
| book 13-5.5.2 | ὅσοι ἄριστοι‘. T φανερὸν οὖν ὡς ὑπελείφθησάν τινες, περὶ ὧν |
| book 13-5.5.3 | φησιν „Αἰνείαο βίη Τρώεσσιν ἀνάξει“ (Υ 307). b(BCE3)T | πέρ‐ |
| book 13-5.5.4 | θετο (15) ἀντὶ ἀορίστου τοῦ ἐπορθήθη. T ἐπεὶ δὲ εἰς τὸν θάνατον |
| book 13-5.5.5 | Ἕκτορος μέλλει τελευτᾶν ἡ ποίησις, ὅπως μὴ οἰηθῇ τις ἐπικρατέστερα |
| book 13-5.10 | γεγονέναι τὰ τῶν Τρώων, εἶπεν ὅτι ἐπορθήθη (cf. 15), ἵνα μὴ λυπώ‐ |
| book 13-5 | μεθα νῦν τὰς τῶν Ἑλλήνων ἀκούοντες συμφοράς. b(BCE3)T |
| book 13a.1 | αὐτὰρ ἐπεί {κατὰ μὲν τρώων θάνον}: καὶ ἐνταῦθα ἡ ἀντα‐ |
| book 13a.2 | πόδοσίς ἐστι „δὴ τότε μητιόωντο“ (Μ 17)· τὸ γὰρ χρονικὸν ἐπίρ‐ |
| book 13a.3 | ρημα ἀνταποδέδοται τῷ ἐπεί. A |
| book 13b | 〈κατὰ μὲν Τρώων θάνον:〉 Ἰακὴ διαίρεσις. Til |
| book 16.1 | 〈Ἀργεῖοι δ’—ἔβησαν:〉 καὶ τούτων δὲ ὅτε ἀπενόστη‐ |
| book 16.2 | σαν οἱ περιλειφθέντες. ἅμα δὲ καὶ προανακρούεται τὴν Ὀδύσσειαν. Til |
| book 17a.1 | δὴ τότε μητιόωντο 〈Ποσειδάων καὶ Ἀπόλλων〉: |
| book 17a.2 | σημειοῦνταί τινες πρὸς τὰ ἐν τῇ Η (sc. 443—64) ἀθετούμενα, ὅτι καὶ |
| book 17a.3 | ἐκ τούτων διαβάλλεται πρὸς τὸ πρόσωπον γινόμενα. A |
| book 17b.1 | 〈δὴ τότε μητιόωντο:〉 Μιλησίων ἡ ἀναστροφὴ τὸ δὴ |
| book 17b.2 | τότε. τὸ δὲ μητιόωντο δευτέρας συζυγίας τῶν περισπωμένων. Til |
| book 18 | 〈ἀμαλδῦναι:〉 καθ’ ἅλμης δῦναι. Til |
| book 19a1 | 〈Ἰδαίων ὀρέων:〉 ἢ τῶν ἄκρων Λεκτοῦ Φαλακρῶν Γαρ‐ |
| book 19a1 | γάρου, ἢ ἀντὶ ἑνικοῦ τῆς Ἴδης τοῦ ὄρους. Til |
| book 19a2.1 | ἢ τῶν ἀκρωρειῶν τῆς Ἴδης Λεκτοῦ καὶ Γαργάρου καὶ |
| book 19a2.2 | Φαλάκρας, ἢ ἀντὶ ἑνικοῦ τῆς Ἴδης πληθυντικῶς φησι. b(BCE3E4) |
| book 20a.1 | Ῥῆσος: Ῥοείτης μετωνόμασται. ῥεῖ δὲ πρὸς ἄρκτον ἀπὸ |
| book 20a.2 | Καλῆς Πεύκης, ἥτις ἀπέχει ἀπὸ Ἀδραμυττίου στάδια ἑκατὸν ὀγδοή‐ |
| book 20a.3 | κοντα. T |
| book 20b.1 | Κάρησος: Τυραννίων (fr. 26 P.) ὀξύνει τὸ Κάρησος ὡς |
| book 20b.2 | Παρνασσός· οὕτως γὰρ ὑπὸ Κυζικηνῶν ὀνομάζεσθαι τὸν ποταμόν. |
| book 20b.3 | ὁ δὲ Ἀρίσταρχος βαρύνει ὡς Κάνωβος. εἴπομεν δὲ ἐν ἑτέροις ὅτι οὐ |
| book 20b.4 | πάντως ἐπικρατεῖ ἡ ἀπὸ τῶν ἐθνῶν χρῆσις καὶ ἐπὶ τὴν Ὁμηρικὴν |
| book 20b.5.1 | ἀνάγνωσιν, ὁπότε περὶ τοῦ „Γλισᾶντα“ (Β 504) διελάβομεν, εἴγε |
| book 20b.5.2 | Διονύσιος (fr. 35 Schm.) ἱστορεῖ τοὺς ἐγχωρίους συστέλλειν τὸ ι καὶ |
| book 20b.5.3 | μὴ περισπᾶν. τό τε Λύκαστος (cf. Β 647) ὁ αὐτὸς ἱστορεῖ ὀξύνεσθαι, |
| book 20b.5.4 | ἡμῶν ἀναγινωσκόντων βαρυτόνως. οὕτως οὖν εἰκὸς καὶ ἐπὶ τοῦ Κάρη‐ |
| book 20b.5.5 | σος μὴ πεισθῆναι τὸν Ἀρίσταρχον ὁμοίως τοῖς ἐγχωρίοις προενέγ‐ |
| book 20b.10.1 | κασθαι τὴν λέξιν. τάχα δέ, ἐπεὶ ἑώρα τὰ εἰς σος λήγοντα ὑπὲρ δύο συλ‐ |
| book 20b.10.2 | λαβὰς ὀξυνόμενα, τῷ η παραληγόμενα, ἕτερον ἔχοντα ς, τοῦτο δὲ ἓν |
| book 20b.10.3 | ἀναδεξάμενον, διὰ τοῦτο καὶ ἐξήλλαξεν αὐτὸ τῆς ἐκείνων τάσεως, εἴγε |
| book 20b.10.4 | τὸ Ἁλικαρνησσός δισσὸν ἔχει τὸ ς, Λυκαβησσός, Ταρτησσός, τὸ μέν‐ |
| book 20b | τοι Κάρησος ἓν ἔχει τὸ ς. ἴσως οὖν διὰ τοῦτο ἐξηλλάγη. A |
| book 20c.1 | Κάρησος: Πίδυς καλεῖται. ῥεῖ δὲ ἀπ〈ὸ Μα〉λοῦντος. Κυζικη‐ |
| book 20c.2 | νοὶ ὀξυτόνως αὐτὸν καλοῦσιν. ἐμβάλλει δὲ εἰς Αἴσηπον. | Κάρησος |
| book 20c.3 | δὲ ὡς κάμηλος. T |
| book 20d.1 | Ῥοδίος {τε}: παροξυτονητέον 〈ὡσ〉 κύριον. εἰκὸς μέντοι τὸ |
| book 20d.2 | ὄνομα τοῦ ποταμοῦ ἔχειν πλεονασμὸν τοῦ δ· εἰκὸς γὰρ τῷ ποταμῷ |
| book 20d.3 | παρὰ τὸν ῥοῦν ὠνομάσθαι ὥστε αὐτὸν εἶναι ῥοΐον καὶ Ῥοδίον. A |
| book 20e.1 | Ῥοδίος: Δάρδανος καλεῖται. ῥεῖ δὲ ἀπὸ Κλεανδρίας |
| book 20e.2 | 〈δι〉εχούσης Πεύκης σταδίους ἑξήκοντα. | Ῥοδίος δὲ ὡς „Ὁδίοσ“ |
| book 20e.3 | (Β 856). T |
| book 21a.1 | Γρήνικος: ἐπεὶ Ἀλέξανδρος ἐκεῖ τοὺς Δαρείου σατράπας |
| book 21a.2 | ἐνίκησεν· Γραικοὶ δὲ οἱ Ἕλληνες. ῥεῖ δὲ πρὸς ἀνατολὰς Ἑλλησπόν‐ |
| book 21a.3 | του. T |
| book 21b.1 | δῖός τε Σκάμανδρος: δῖος, ἐπεὶ μόνος υἱός ἐστι Διός. |
| book 21b.2 | πῶς οὖν περὶ τὴν πόλιν αὐτοῦ εἰσιν αἱ πηγαί (cf. Χ 147—52); ἢ |
| book 21b.3 | ἐκεῖναι πιδύματα αὐτοῦ εἰσιν. T |
| book 22a.1 | καὶ Σιμόεις, ὅθι πολλὰ 〈βοάγρια καὶ τρυφάλειαι〉: |
| book 22a.2 | ὅτι ἀμφίβολον μὲν ἐπὶ ποτέρου τῶν ποταμῶν λέγει, τοῦ Σκαμάνδρου |
| book 22a.1 | ἢ τοῦ Σιμοῦντος. δεκτέον δὲ ἐπὶ τοῦ Σιμοῦντος· διὰ μέσου γὰρ τοῦ |
| book 22a.2 | πεδίου φέρεται. καὶ ὅτι ἀνέγνω Ἡσίοδος τὰ Ὁμήρου ὡς ἂν νεώτερος |
| book 22a.5.1 | τούτου· οὐ γὰρ ἐξενήνοχε τοὺς ποταμούς, μὴ ὄντας ἀξιολόγους, εἰ μὴ |
| book 22a.5.2 | δι’ Ὅμηρον. καὶ τῷ Σιμοῦντι προσέθηκεν ἐπίθετον τὸ „θεῖόν τε Σι‐ |
| book 22a.5.3 | μοῦντα“ (th. 342). A |
| book 22b | 〈Σιμόεις:〉 καὶ ἄλλος ἐν Κρήτῃ. ἔστι δὲ μικρὸς ὁ Σιμοῦς. Til |
| book 22c.1 | βοάγρια: τὰ †εἰς τὴν βοὴν ἀγειρόμενα†. A b (BCE3E4)T |
| book 22c.2 | ἢ βόεια γέρρα, ὅ ἐστι δέρρα. AT ἢ τὰ ἐξ ἀγρίων βοῶν γενόμενα. |
| book 22c.3 | A b (BCE3E4)T |
| book 22c | βοάγρια: αἱ ἀπὸ βοείων βυρσῶν κατασκευασθεῖσαι ἀσπί‐ |
| book 22c.5 | δες. A |
| book 23.1 | καὶ ἡμιθέων γένος ἀνδρῶν: οὐδέποτε τοὺς σὺν Ἀγα‐ |
| book 23.2 | μέμνονι ἡμιθέους ὠνόμασεν. ἆρα οὖν τοὺς σὺν Ἡρακλεῖ φησιν; ἢ πρὸς |
| book 23.3 | αὔξησιν τοῦ πάθους. b(BCE3E4)T |
| book 24.1 | ὁμόσε στόματ’ 〈ἔτραπεν〉: ὁμόσε τοὺς ἐκ διαφόρων τό‐ |
| book 24.2 | πων μισγομένους. T |
| book 25 | ἐννῆμαρ: οἱ μὲν „ἓν ἦμαρ“· οἱ δὲ ὅτι εὐεπίφορός ἐστιν εἰς τὰ |
| book 25 | ἐννέα· οἱ δὲ πρὸς παντελῆ ἀπώλειαν. T |
| book 25.1 | ἐννῆμαρ {δ’ ἐς τεῖχος}: ἐπὶ ἐννέα ἡμέρας—ἴχνος φανῆ‐ |
| book 25.2 | ναι. A |
| book 26a.1 | 〈συννεχές:〉 Ἀρίσταρχος καὶ Ἀριστοφάνης διὰ τοῦ ἑτέ‐ |
| book 26a.2 | ρου ν. Aint |
| book 26b.1 | ἁλίπλοα: τὴν λι, φασί, συλλαβὴν ὀξυτονητέον· κατὰ γὰρ |
| book 26b.2 | αὐτῶν τῶν ἐρ〈ε〉ιπίων ἡ λέξις κεῖται, οὐχὶ τὰ ἐν τῇ ἁλὶ πλέοντα ση‐ |
| book 26b.3 | μαίνεται. οὕτως Ἀλεξίων (fr. 51 B.) καὶ οἱ ἄλλοι. κἀγὼ δὲ συγκατα‐ |
| book 26b.4 | τίθεμαι τῇ προσῳδίᾳ· ἐκεῖνο γὰρ ἔχω ἀποφήνασθαι ὡς ὅτι ὁπότερον |
| book 26b.5.1 | ἂν σημαίνῃ, προπαροξυτονηθήσεται· οὕτως γὰρ ἐμελέτησε τὰ παρὰ |
| book 26b.5.2 | τὸ πλέω, εἴγε καὶ τὸ πρωτόπλοος (cf. θ 35) προπαροξύνομεν. καὶ δῆ‐ |
| book 26b.5.3 | λον ὅτι εἰς ἀποφυγὴν τῶν οὕτως παραγομένων, „διπλόοσ“ (Δ 133. Υ |
| book 26b.5.4 | 415), τριπλόος. A |
| book 26c | ἁλίπλοα: ὑπὸ θαλάσσῃ πλέοντα. τινὲς δὲ τὰ ξύλινα τοῦ |
| book 26c | τείχους. T |
| book 27a1.1 | αὐτός {δ’ ἐνοσίγαιος}: τοῦτο ἐπὶ δεσπότου ἢ βασιλέως |
| book 27a1.2 | τίθησι. ἔστιν οὖν πάντων ποταμῶν δεσπότης· διὸ Ἀχελῷος μὲν |
| book 27a1.3 | „κρείων“ (Φ 194), αὐτὸς δὲ „εὐρυκρείων“ (Λ 751). T |
| book 27a2.1 | τὸ αὐτός τὸ τοιοῦτον ἐπὶ δεσπότου καὶ βασιλέως τίθεται. |
| book 27a2.2 | ἔστι δὲ καὶ Ποσειδῶν πάντων ἄρχων ὑδάτων. b(BCE3E4) |
| book 27b1.1 | ἔχων 〈χείρεσσι〉 τρίαιναν: ἁλμυρὰ γὰρ καὶ γλυκέα καὶ |
| book 27b1.2 | μικτὰ ὕδατα. ἢ ὅτι σεισμῶν εἴδη τρία, χασματίαι βρασματίαι 〈κλι‐ |
| book 27b1.3 | ματίαι〉. T |
| book 27b2.1 | ἁλμυρὰ καὶ γλυκέα καὶ μικτὰ ὕδατά εἰσιν, ἅπερ ὑφ’ ἑαυτὸν |
| book 27b2.2 | ἔχων πάντοτε ἐκεῖσε ἤγαγεν. b(BCE3E4) |
| book 28.1 | κύμασι πέμπε: εἰς κύματα, ὡς τὸ „ἦλθε δ’ ἐπὶ Κρήτεσ〈σ〉ι“ |
| book 28.2 | (Δ 251). T |
| book 29a1.1 | φιτρῶν καὶ λάων: καὶ τοῖς ἄνω προσδίδοσθαι λέγεται |
| book 29a1.2 | τοῦτο, ἵνα ᾖ θεμείλια φιτρῶν (cf. Μ 28—9), καὶ τοῖς ἑξῆς, ἵνα ᾖ |
| book 29a1.3 | θέσαν φιτρῶν καὶ λάων: καὶ τὸ σχῆμα ἀρχαϊκόν, τὸ τῆς ἐλ‐ |
| book 29a1.4 | λ〈ε〉ίψεως. A |
| book 29a2.1 | φιτρῶν καὶ λάων τὰ θέσαν: ἐὰν στίξωμεν εἰς τὸ |
| book 29a2.2 | „πέμπε“ (Μ 28), συνάγομεν τὸ ἑξῆς ἕως τοῦ θέσαν· ἐὰν δὲ εἰς τὸ |
| book 29a2.3 | λάων, 〈τὸ〉 θέσαν τῶν ἑξῆς ἐστιν. T |
| book 29b | 〈λάων:〉 οὕτως Ἀμαθούσιοι. Til |
| book 29c | λάων: λᾶς λαάων λάων, ὡς Αἰακιδάων. T |
| book 29d1.1 | τὰ θέσαν μογέοντες Ἀχαιοί: τοῦτο ἀνεφώνησεν ὥ‐ |
| book 29d1.2 | σπερ συναχθόμενος τῷ καμάτῳ τῶν Ἑλλήνων ἀναιρουμένῳ. | ἃ μετὰ |
| book 29d1.3 | καμάτου, φησίν, εἰργάσαντο, οὕτως ἄρδην ἠφανίσθη. τινὲς δὲ διὰ τὴν |
| book 29d1.4 | Ἀχιλλέως μῆνιν, ὃς ἦν αὐτοῖς τεῖχος ἔμψυχον· μογέοντες οὖν |
| book 29d1.5 | ἀτυχοῦντες. T |
| book 29d2.1 | τοῦτο ἀνεφώνησεν ὡς συναλγῶν τῷ κόπῳ αὐτῶν. | μο‐ |
| book 29d2.2 | γέοντες δὲ ἀντὶ τοῦ ἀτυχοῦντες. b(BCE3E4) |
| book 30a | 〈λεῖα δ’ ἐποίησεν:〉 λεῖα τὰ χωρία τοῦ τείχους. Til |
| book 30b1 | 〈ἐποίησεν:〉 οὕτως Ἀρίσταρχος ἐποίησεν. Aim |
| book 30b2 | τὸ δὲ ἐποίησεν διὰ τοῦ ε. Til |
| book 33a.1 | 〈ᾗ περ πρόσθεν ἴεν—ὕδωρ:〉 ὅπου πρώην ἐπο‐ |
| book 33a.2 | ρεύετο τὸ ὕδωρ. Til |
| book 33b1.1 | ΙΕΝ: οὕτως φέρουσι τὴν γραφήν, ιεν ὡς τίθεν. καὶ γίνεται |
| book 33b1.2 | ἀμφίβολον, πότερον αὐτοὶ οἱ ποταμοὶ ἵεν, ἵνα τοῦ ἵεσαν συγκοπὴ |
| book 33b1.3 | ὑπάρχῃ, ὡς ἀπὸ τοῦ ἐτίθεσαν τὸ ἔτιθεν· καὶ δέον δασύνειν. εἰ δὲ |
| book 33b1.4 | ἑνικὸν εἴη τὸ ιεν ἀντὶ τοῦ ἐπορεύετο, ψιλωτέον ὁμοίως τῷ „ἆσσον ἴεν |
| book 33b1.5.1 | πολυκάρπου ἀλῳῆσ“ (ω 221)· ὅπερ οὐ πιθανόν. ἡ μέντοι κοινὴ „ἵει“ |
| book 33b1.5.2 | ἐστὶν ὁμοίως τῷ „ἐννῆμαρ δ’ ἐς τεῖχος ἵει ῥόον“ (Μ 25). καὶ μήποτε |
| book 33b1.5.3 | ᾖ πιθανώτερον· πάντα γὰρ ὁρᾶται τὰ παρακείμενα ἑνικῶς τεθειμένα, |
| book 33b1.5.4 | „τεῖχος {δ’} ἀμαλδύνας, ποταμοὺς δ’ ἔστρεψε νέεσθαι“ (Μ 32). A |
| book 33b2.1 | {ᾗ πρόσθεν ἴεν:} ψιλωτέον τὸ ιεν καὶ ἑνικῶς ἐκδεκτέον ἐπὶ |
| book 33b2.2 | τοῦ ὕδατος, ὡς τὸ „ἆσσον ἴεν πολυκάρπου ἀλωῆσ“. ἐὰν δὲ δασέως |
| book 33b2.3 | „ἵεν“, ἀντὶ τοῦ ἵεσαν. T |
| book 33c | 〈ἵῃ:〉 γράφεται καὶ „ἵεν“. Aim |
| book 34.1 | ὣς ἄρ’ ἔμελλον ὄπισθεν: ὅτι Ζηνόδοτος γράφει „ὣς |
| book 34.2 | ἤμελλον ὄπισθε“. ἔστι δὲ βάρβαρον· τὰ γὰρ ἀπὸ συμφώνου ἀρχόμενα |
| book 34.3 | ἐπὶ τοῦ παρεληλυθότος χρόνου ἀπὸ τοῦ ε ἄρχεται. καὶ ὅτι τὸ ἔμελ‐ |
| book 34.4 | λον ἀντὶ τοῦ ἐῴκεσαν. A |
| book 35.1 | τότε δ’ ἀμφὶ μάχη: προληπτικῶς· οὔπω γὰρ ἦσαν |
| book 35.2 | φθάσαντες εἰς αὐτό. ἢ ὅτι ἐν κεφαλαίοις λέγων οὐ λεπτολογεῖ. T |
| book 36a | 〈ἐΰδμητον:〉 εὖ δεδομημένον. Til |
| book 36b1.1 | κανάχιζε δὲ δούρατα 〈πύργων〉: ἂν στίξωμεν εἰς τὸ |
| book 36b1.2 | δούρατα, λείπει ἡ κατά, κατὰ τῶν πύργων. | 〈δούρατα〉 ἢ αἱ |
| book 36b1.3 | πύλαι ἢ οἱ φιτροί. T |
| book 36b2 | στικτέον εἰς τὸ δούρατα καὶ τὴν κατά ἐκδεκτέον. b(BCE3) |
| book 36b2.1 | 〈κανάχιζε δὲ δούρατα πύργων:〉 τὰ δόρατα ἤχει τὰ |
| book 36b2.2 | ἐπὶ τοὺς πύργους ἀκοντιζόμενα. ἢ τὰ ἐνῳκοδομημένα τοῖς πύργοις |
| book 36b2.3 | ξύλα ἤχει τοῖς δόρασι βαλλόμενα. Aim |
| book 36c.1 | κανάχιζε δὲ δούρατα πύργων: ὅτι πύργων ἀντὶ |
| book 36c.2 | τοῦ πύργους, καὶ ἐλλείπει ἡ ἐπί, ἵν’ ᾖ ‘κανάχιζε δὲ δούρατα ὡς ἐπὶ |
| book 36c.3 | πύργους βαλλόμενα‘ (cf. Μ 36—7), οὐ ‘τὰ ἐπῳκοδομημένα τῷ τείχει |
| book 36c.4 | ἐκανάχιζε ξύλα‘. Διονύσιος δὲ ὁ Σιδώνιος τὴν μὲν πτῶσιν οὐκ ἐνήλ‐ |
| book 36c.5 | λαξε, τὴν δὲ πρόθεσιν προσλαβὼν εἴρηκεν †ἐπὶ πύργους† βαλλό‐ |
| book 36c | μενα. A |
| book 37a1.1 | Διὸς μάστιγι δαμέντες: τῷ κεραυνῷ· καὶ ἀλλαχοῦ |
| book 37a1.2 | „Διὸς μάστιγι κακῇ“ (Ν 812). | πολιορκοῦνται Ἑλένην θέλοντες, καὶ |
| book 37a1.3 | περὶ ἑαυτῶν κινδυνεύουσι Νέστωρ ἀντὶ τοῦ συμβουλεῦσαι παραινεῖ |
| book 37a1.4 | (cf. Ο 659—66). προαναφωνεῖ δὲ ὅτι ἐκ Διὸς ἦν ἡ ἧσσα· εἰ μὴ γὰρ ἦν |
| book 37a1.5 | τοῦτο, οὐκ ἂν πάντες ἐδεδίεσαν ἕνα τὸν Ἕκτορα. T |
| book 37a2.1 | μάστιγα Διὸς τὸν κεραυνόν φησι. b(BCE3) | προαναφωνεῖ |
| book 37a2.2 | δὲ ὅτι ἐκ Διὸς ἡ ἧσσα ἦν Ἑλλήνων. b(BCE3E4) |
| book 37a2.1 | Διὸς μάστιγι 〈δαμέντεσ〉: τῇ Διὸς γνώμῃ τὰς ψυχὰς κε‐ |
| book 37a2.2 | κακωμένοι. Διὸς δὲ μάστιξ ὁ κεραυνός. A |
| book 40a1.1 | αὐτὰρ ὅ γ’ ὡς τὸ πρόσθεν 〈ἐμάρνατο ἶσος ἀέλ‐ |
| book 40a1.2 | λῃ〉: εἴτε ὑποστίζοιμεν ἐπὶ τὸ πρόσθεν εἴτε διαστέλλοιμεν ἐπὶ τὸ |
| book 40a1.3 | ἐμάρνατο, τὸ ῥῆμα κοινὸν γίνεται ἀμφοτέρων τῶν μερῶν, ἐμάχετο |
| book 40a1.4 | ὡς πρόσθεν ἐμάχετο. A |
| book 40a2.1 | αὐτὰρ ὅ γ’ ὡς τὸ πρόσθεν, ἐμάρνατο 〈ἶσος |
| book 40a2.2 | ἀέλλῃ〉: ὑποστικτέον εἰς τὸ πρόσθεν· τὸ δὲ ἐμάρνατο κοινόν. T |
| book 40b.1 | μάρνατο ἶσος ἀέλλῃ: μέμνηται τῶν ἐπῶν ἐκείνων „ἐν δ’ |
| book 40b.2 | ἔπες’ ὑσμίνῃ, ὑπεραέϊ ἶσος ἀέλλῃ“ (Λ 297). T |
| book 40c | 〈ἐμάρνατο:〉 Ἀριστοφάνης „ἐμαίνετο“. Aint |
| book 41-8a1.1 | ὡς δ’ ὅτ’ ἂν ἔν τε κύνεσσι〈—τῇ εἴκουσι |
| book 41-8a1.2 | στίχες ἀνδρῶν〉: πρὸς ἓν μόνον ἤνεγκε τὴν εἰκόνα, πρὸς τὸν Ἕ‐ |
| book 41-8a1.3 | κτορα τὸν ἐν τοῖς Τρωσὶν εἱλούμενον. τὰ δὲ ἄλλα οὐδὲν αὐτῷ συντείνει |
| book 41-8a1 | πρὸς τὸν εἰκαζόμενον, οὐχ ἡ τοῦ χοίρου τελευτή (cf. 46), οὐχ οἱ ἀκον‐ |
| book 41-8a1.5.1 | τίζοντες ἐπὶ τοῦτον κυνηγέται (cf. 43—5), ἀλλὰ ποιητικὸς κόσμος |
| book 41-8a1.5.2 | λαβὼν ἔχει. T |
| book 41-8a2.1 | πρὸς ἓν μόνον ἤνεγκε τὴν εἰκόνα, πρὸς τὸν Ἕκτορα τὸν ἐν |
| book 41-8a2.2 | τοῖς Τρωσὶν εἱλούμενον καὶ φοβοῦντα τοὺς ἀκοντιστὰς καὶ πολεμικοὺς |
| book 41-8a2.3 | Ἕλληνας. b(BCE3) |
| book 41a1.1 | {καὶ ἀνδράσι} θηρευτῇσι: γράφεται καὶ „θηρητῆρσι“ |
| book 41a1.2 | τὴν γὰρ εὐθεῖαν θηρητὴρ λέγει, „θηρητὴρ ἐτύχησε“ (Ο 581). T |
| book 41a2 | ἔν τισι „θηρητῆρσι“. Ail |
| book 42a | 〈στρέφεται:〉 ὅτι ἀντὶ τοῦ στ〈ρ〉έφηται. Ail |
| book 42b | βλεμεαίνων: ἐντεῦθεν ὁ ἀβλεμής, ἀόργητος καὶ ἀργός. T |
| book 43 | 〈πυργηδόν:〉 πύργος ἡ κατὰ †πλινθίων† διάταξις. Til |
| book 44a1.1 | 〈ἀντίοι:〉 γράφεται „ἀντίον“· οὕτως γὰρ Ἀρίσταρ‐ |
| book 44a1.2 | χος. Aint |
| book 44a2 | „ἀντίον †ἀΐσσοντα醓, οὕτως Ἀρίσταρχος. Til |
| book 45 | 〈κυδάλιμον:〉 τὸ γαῦρον. Til |
| book 46a1.1 | ταρβεῖ οὐδὲ φοβεῖται: ὅτι οὐ τὸ αὐτὸ σημαίνει δι’ |
| book 46a1.2 | ἀμφοτέρων, ἀλλὰ διὰ μὲν τοῦ ταρβεῖ δέδιεν, ὃ ἡμεῖς φοβεῖται, διὰ δὲ |
| book 46a1.3 | τοῦ φοβεῖται φεύγει. λέγει οὖν, οὔτε δέδιεν οὔτε φεύγει. A |
| book 46a2 | 〈οὐδὲ φοβεῖται:〉 οὐ φεύγει. Til |
| book 46b1.1 | ἀγηνορίη δέ μιν ἔκτα: καταχρηστικῶς ἐπὶ λέοντος· |
| book 46b1.2 | καὶ ἀλλαχοῦ „ἑή τέ μιν ὤλεσεν ἀλκή“ (Π 753). διδάσκει οὖν μέτρῳ |
| book 46b1.3 | χρῆσθαι ἐν τοῖς πλεονεκτήμασι, καθὸ ταῦτα ἐνίοτε φονεύει. καὶ πρὸς |
| book 46b1.4 | τὸ ἄλογον θράσος Ἕκτορος. T |
| book 46b2.1 | διδάσκει μέτρῳ χρῆσθαι τοῖς πλεονεκτήμασι· ταῦτα γὰρ εἰ |
| book 46b2.2 | μὴ ῥυθμίζοιτο, ἀναιρεῖ τοὺς ἔχοντας. b(BCE3E4) |
| book 46c.1 | 〈ἀγηνορίη:〉 οὕτως χωρὶς τοῦ ι Ἀρίσταρχος· ἔστι γὰρ ἡ |
| book 46c.2 | ἀγηνορία. Aint |
| book 49a.1 | 〈ὣς Ἕκτωρ ἀν’ ὅμιλον ἰὼν〉 ΕΛΙΣΣΕΘ’ ἑταίρους: τὸ |
| book 49a.2 | ελίσσετο ἑκατέροις δύναται προσδίδοσθαι καὶ σημαίνει ἢ τὸ παρεκάλει |
| book 49a.3 | παρὰ τὸ λίσσεσθαι ἢ ἐστρέφετο παρὰ τὸ ἑλίσσω ῥῆμα, ἐπεὶ καὶ λέοντι |
| book 49a.4 | αὐτὸν εἰκάζει. πιθανώτερον δὲ τοῖς ἑξῆς αὐτὸ συντάττειν· οὔτε γὰρ |
| book 49a.5.1 | εὔκαιρος ἡ διαστολὴ ἐπὶ τοῦ ἐννεακαιδεκάτου χρόνου, οὔτε τὸ πλῆθος |
| book 49a.5.2 | εἰκὸς αὐτὸν παρακαλεῖν, ἀλλὰ τοὺς ἑταίρους μόνους. A |
| book 49b.1 | ἀν’ ὅμιλον ἰὼν ΕΛΙΣΣΕΘ’ ἑταίρους: στικτέον εἰς τὸ |
| book 49b.2 | ἑλίσσετο, καὶ ἔστιν ἀντὶ τοῦ εἱλεῖτο· οὐδέποτε γὰρ παρεκάλεσεν |
| book 49b.3 | Ἕκτωρ. b(BCE3E4)T καὶ ἔστι σύμφωνον τῷ „ταρφέα τε στρέφε‐ |
| book 49b.4 | ται στίχας ἀνδρῶν πειρητίζων“ (Μ 47). T οἱ δὲ παρεκάλει, ὡσὰν |
| book 49b.5.1 | κινδυνώδους καὶ δυσχεροῦς οὔσης τῆς πράξεως, b(BCE3E4)T ἐφ’ |
| book 49b.5.2 | ἣν προτρέπεται· διὸ καὶ ἑταίρους πρόσκειται, οὐ Τρῶας· ἀπὸ γὰρ |
| book 49b.5.3 | τῶν ἑταίρων ἄρχεται, ἵνα ἐκείνους καὶ οἱ λοιποὶ μιμήσωνται· μέμνη‐ |
| book 49b.5.4 | ται γὰρ καὶ τῶν Σαρπηδόνος λόγων „ἀρχοὺς λισ〈σ〉ομένῳ τηλεκλη‐ |
| book 49b.5.5 | τῶν ἐπικούρων“ (Ε 491). T |
| book 50.1 | 〈τάφρον ἐποτρύνων διαβαινέμεν:〉 τὴν γέφυραν. αὐ‐ |
| book 50.2 | τὸς δὲ ἀδυνατῶν τοὺς ἄλλους προτρέπεται. Til |
| book 50-1 | οὐδέ οἱ ἵπποι / τόλμων: οἱ δ’ Ἀχιλλέως „ἀντικρὺ δ’ |
| book 50-1 | ἄρα τάφρον ὑπέρθορον ὠκέες ἵπποι“ (Π 380). T |
| book 52-9.1 | ἀπὸ γὰρ δειδίσ〈σ〉ετο τάφρος 〈/ —εἰ |
| book 52-9.2 | τελέουσι〉: ἄκρως τὰ περὶ τὴν τάφρον δεινοποιεῖ, ἀγῶνας κινῶν |
| book 52-9.3 | τῷ ἀκροατῇ καὶ ἀνελπιστίαν τῆς διαβάσεως καὶ προσοχὴν τοῦ |
| book 52-9.4 | ἐσομένου τολμήματος. b(BCE3E4)T |
| book 52.1 | ἀπὸ γὰρ δειδίσ〈σ〉ετο 〈τάφροσ〉: τὸ ἀνέλπιστον τῆς |
| book 52.2 | διαβάσεως θόρυβον κινεῖ καὶ ἀγωνίαν. T |
| book 53-4a.1 | οὔτ’ ἄρ’ ὑπερθορέειν 〈σχεδὸν οὔτε περῆ‐ |
| book 53-4a.2 | σαι / ῥηϊδίη〉: θατέρῳ γὰρ τρόπῳ διελθεῖν ἦν ἀναγκαῖον, ἢ |
| book 53-4a.3 | ὑπερθορόντας, εἴπερ ἦν σχεδόν, ἢ διαπεράσαντας βάδην, εἴπερ ἦν |
| book 53-4a.4 | εὐδιάβατος. b(BCE3E4)T ἀμφότερα οὖν παρέλαβε πρὸς τὸ |
| book 53-4a.5.1 | ἀμήχανον· καὶ ἔστι τὸ μὲν οὔτ’ ἄρ’ ὑπερθορέειν σχεδόν (53) |
| book 53-4a.5.2 | ἐξήγησις τοῦ εὐρεῖα (53), τοῦ δὲ οὔτε περῆσαι / ῥηϊδίη |
| book 53-4a.5.3 | (53—4) τὸ ἐπιφερόμενον. b(BE3E4)T περιττὴ δὲ ἡ κατασκευὴ |
| book 53-4a.5.4 | τῆς ἀπαγγελίας· τὸ μὲν γὰρ κοινὸν ἦν ‘ἀπὸ γὰρ δειδίσσετο τάφρος |
| book 53-4a.5.5 | εὐρεῖά τε οὖσα εἰς τὸ πηδῆσαι καὶ δυσδιόδευτος διὰ τοὺς κρημνοὺς |
| book 53-4a.10.1 | καὶ τοὺς σκόλοπασ‘ (cf. Μ 52—6). ὁ δὲ προὔταξε μὲν τὸ εὐρεῖα |
| book 53-4a.10.2 | (53), ἐπαγαγὼν δὲ τὰ δύο, τὸ ὑπερθορέειν (53) καὶ περῆσαι |
| book 53-4a.10.3 | (53), ἀνταπέδωκε τὴν αἰτίαν τοῦ μηδὲ περᾶσαι δύνασθαι. T |
| book 53-4b.1 | 〈οὐ γὰρ ὑπερθορέειν σχεδὸν οὐδὲ περῆσαι / |
| book 53-4b.2 | ῥηϊδίη:〉 πηδᾶν μὲν γὰρ τὸ πλάτος, διελθεῖν δὲ εἶργε τὸ βάθος. |
| book 53-4b.3 | λείπει δὲ ἡ οὖσα. Til |
| book 54a.1 | κρημνοὶ γὰρ ἐπηρεφέες: τὰ ἀνενεχθέντα χώματα, ἀνα‐ |
| book 54a.2 | χώματα. T |
| book 54b.1 | κρημνοὶ γὰρ 〈ἐπηρεφέεσ〉 περὶ πᾶσαν: Ἀρίσταρ‐ |
| book 54b.2 | χος „διὰ πᾶσαν“. | τὸ δὲ ἐπηρεφέες κρεμάμενοι ἢ πυκνοί. T |
| book 54c | 〈περὶ πᾶσαν:〉 Ἀριστοφάνης „διὰ πᾶσαν“. Aim |
| book 55-6.1 | ἕστασαν ἀμφοτέρωθεν 〈... τοὺσ〉 ἔστασαν υἷες |
| book 55-6.2 | Ἀχαιῶν: τὸ μὲν πρότερον ἕστασαν (55) δασύνει ὁ Ἀρίσταρχος, |
| book 55-6.3 | ἐπειδήπερ τὸ αὐτό ἐστι τῷ ἑστήκεισαν. ἔφαμεν δὲ καὶ ἡμεῖς (sc. ad |
| book 55-6.4 | Β 777) δασύνεσθαι τὸ ε τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου ἐπὶ |
| book 55-6.5.1 | τούτου τοῦ ῥήματος. τὸ μέντοι δεύτερον (sc. 56) ψιλοῖ· ἰσοδυναμεῖ |
| book 55-6.5.2 | γὰρ τῷ ἔστησαν· οὓς ἔστησαν γὰρ οἱ Ἀχαιοί. τὸ δὲ ε τοῦ ἀορίστου |
| book 55-6.5.3 | ἐπὶ τούτου τοῦ ῥήματος ἐψιλοῦτο. συγκατατίθεται δὲ καὶ ὁ Ἀσκα‐ |
| book 55-6.5.4 | λωνίτης (p. 52 B.) τῇ τοιαύτῃ ἀναγνώσει· καὶ ἡμεῖς. A |
| book 55a.1 | ἕστασαν ἀμφοτέρωθεν: τοῦτο μὲν τὸ ἕστασαν δα‐ |
| book 55a.2 | συντέον. τὸ 〈δὲ〉 ἑξῆς ψιλωτέον, λέγω δὴ τὸ „τοὺς ἔστασαν υἷες |
| book 55a.3 | Ἀχαιῶν“ (Μ 56). T |
| book 55b.1 | ἕστασαν ἀμφοτέρωθεν: ὥστε μήτε τὴν κατάβασιν |
| book 55b.2 | ῥᾳδίαν εἶναι μήτε τὴν ἔκβασιν. b(BE3E4)T |
| book 56a1.1 | ἔστασαν: ἡ διπλῆ, ὅτι ἀντὶ τοῦ ἔστησαν· διὸ καὶ ψι‐ |
| book 56a1.2 | λῶς ἀναγνωστέον· μετείληπται γὰρ τὸ στοιχεῖον. ἐν δὲ τοῖς ἐπάνω |
| book 56a1.3 | (sc. Μ 55) „ἕστασαν ἀμφοτέρωθεν“ δασύνεται. A |
| book 56a2 | συστολὴ ἐκ τοῦ ἔστησαν. Til |
| book 57.1 | πυκνοὺς καὶ μεγάλους: πυκνοὺς εἰς τὸ μὴ μεσάζεσθαι, |
| book 57.2 | μεγάλους δὲ εἰς τὸ μὴ ὑπερβαίνειν. b(BCE3E4)T |
| book 58.1 | ἔνθ’ οὔ κεν ῥέα: ἠθικῶς δεινοποιήσας τὴν ῥέα {ν} φησὶ |
| book 58.2 | ‘παρελθεῖν οὐκ ἐνῆν‘. T |
| book 59a.1 | ἐσβαίη: ἡ Ζηνοδότειος καὶ Ἀριστοφάνειος „καββαίη“. |
| book 59a.2 | καὶ γὰρ ἐπιφέρει „ἔνθ’ οὔ πως ἔστιν καταβήμεναι οὐδὲ μάχεσθαι“ |
| book 59a.3 | (Μ 65). AT |
| book 59b | μενοίνεον: ὅρα οὖν τὴν ἀποπληξίαν τοῦ Ἕκτορος. T |
| book 60a | θρασὺν Ἕκτορα: εὔκαιρον τὸ ἐπίθετον. T |
| book 60b.1 | Ἕκτορα εἶπε παραστάς: ὅτι ἐλλείπει ἡ πρός, πρὸς |
| book 60b.2 | Ἕκτορα, ὡς καὶ „τότ’ ἄρ’ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον“ (Ρ |
| book 60b.3 | 237). | δύναται δὲ τὸ ἑξῆς εἶναι παρ’ Ἕκτορα στάς, ὡς μὴ λεί‐ |
| book 60b.4 | πειν τὴν πρόθεσιν. A |
| book 60c.1 | 〈Ἕκτορα εἶπε παραστάς:〉 δύναται ‘παρ’ Ἕκτορα |
| book 60c.2 | στὰς εἶπεν‘. T |
| book 61.1 | Τρώων ἀγοὶ ἠδ’ ἐπικούρων: Τρώων Δαρδανίων καὶ |
| book 61.2 | Ζελειτῶν. ἀγοὶ δὲ κυρίως οἱ συμμαχίαν ἄγοντες. T |
| book 62a.1 | ἀφραδέως διὰ τάφρον 〈ἐλαύνομεν〉: οὐκ εἶπε θρα‐ |
| book 62a.2 | σέως δι’ Ἕκτορα. καὶ τὸ ἐλαύνομεν δὲ τεχνικόν· καὶ ἑαυτὸν γὰρ |
| book 62a.3 | ἐμπεριλαμβάνει ὡς πρόθυμος μὲν ὢν ὑπακούειν Ἕκτορι, διὰ δὲ τὸ |
| book 62a.4 | ἀσύμφορον ἀποτρέπων τῆς ἐπιχειρήσεως. b(BCE3E4)T |
| book 62b.1 | διὰ τάφρον ἐλαύνομεν: ἢ διὰ τάφρου ἐλαύνομεν, |
| book 62b.2 | ἢ ἐπὶ τάφρον, ἵν’ ᾖ ἡ διά ἀντὶ τῆς ἐπί. T |
| book 62c | 〈διά:〉 γράφεται „περί“. Aim |
| book 62d | 〈ἐλαύνομεν:〉 θέλομεν ἐλάσαι. Til |
| book 64a.1 | ὀξέες ἑστᾶσιν, ποτὶ δ’ αὐτοὺς τεῖχος 〈Ἀχαιῶν〉: |
| book 64a.2 | ἀπὸ κοινοῦ τὸ ἑστᾶσιν. ἀλλ’ ἐπὶ τοῦ τείχους μεταβάλλεται ὁ |
| book 64a.3 | ἀριθμός, ἀντὶ τοῦ ἕστηκεν. b(BCE3)T ἐκ δὲ τοῦ ἐναντίου |
| book 64a.4 | „ἑσταότ’· ἀμφὶ δ’ Ἀθηναῖοι, μήστωρες ἀϋτῆσ“ (Δ 328)· ἀπὸ κοι‐ |
| book 64a.5 | νοῦ τὸ ἵσταντο· καὶ μεταβάλλεται πάλιν ὁ ἀριθμός. T |
| book 64b | περὶ δ’ αὐτούς: „προτὶ δ’ αὐτούσ“, ἐγγὺς αὐτῶν· |
| book 64b | πλέον γὰρ ἀπέχει τοῦ τείχους. T |
| book 65-6.1 | 〈ἔνθ’〉 οὔ πως ἔστιν 〈καταβήμεναι οὐδὲ μάχε‐ |
| book 65-6.2 | σθαι〉 / ἱππεῦσι: ἀλλ’ οὐδὲ πεζοῖς· ἀλλ’ ἵνα μὴ περὶ πάντων λέγων |
| book 65-6.3 | παροξύνῃ Ἕκτορα, περὶ μὲν τῶν πεζῶν οὐδὲν λέγει, περὶ δὲ μόνων |
| book 65-6.4 | τῶν ἱππέων προβάλλεται. ἑξῆς δέ φησιν, αὐτοὶ δὲ πρυλέες Ἕκτορι |
| book 65-6.5.1 | πάντες ἑπώμεθ’, (cf. Μ 77—8), οἱονεὶ ἂν οὗτος ἀγάγῃ ἡμᾶς, ὡς οὐκ |
| book 65-6.5.2 | αὐτὸς ἀρεσκόμενος τῇ διόδῳ. b(BE3)T |
| book 66a | ἱππεῦσι· στεῖνος γάρ: ὅτι τὸ στένωμα τὸ κατὰ τὴν |
| book 66a.1 | γέφυραν τῆς τάφρου λέγει. | Ζηνόδοτος δὲ καὶ Ἀριστοφάνης „ἱπ‐ |
| book 66a.2 | πῆασ“. | προπερισπαστέον δὲ τὸ στεῖνος· οὐδετέρως γὰρ ἐξενήνε‐ |
| book 66a.3 | κται, πᾶν δὲ οὐδέτερον εἰς ος λῆγον ἐν ὀνόμασι βαρύνεσθαι θέλει. |
| book 66a.5.1 | οὕτως οὖν καὶ „μακρόσ“ (Ο 193) ὀξύνομεν ἀρσενικὸν ὑπάρχον· |
| book 66a.5.2 | εἰ δὲ οὐδέτερον γένοιτο, βαρύνεται. οὕτως καὶ τὸ κλειτός· οὐδ‐ |
| book 66a.5.3 | έτερον γὰρ γενόμενον βαρύνεται παρ’ Ἀλκμᾶνι (fr. 122 P.)· „†τῶι |
| book 66a.5.4 | ἐν Θεσσαλίῳ κλείτει“. A |
| book 66b | 〈ἱππεῦσι:〉 Ζηνόδοτος „ἱππῆασ“. Til |
| book 66c1.1 | στεῖνος {γάρ}: τὸ δυσχερὲς τῶν τόπων οὕτως ὀνομά‐ |
| book 66c1.2 | ζει. | οὐδέτερον δέ ἐστι τὸ στεῖνος, καὶ προπερισπαστέον. T |
| book 66c | στεῖνος δὲ ὀνομάζει ἀεὶ τὸν δυσχερῆ τόπον. | προπερι‐ |
| book 66c | σπᾶται δέ. b(BE3) |
| book 66d.1 | ὅθι τρώσεσθαι ὀΐω: ἐλαττωθήσεσθαι καὶ τραπήσε‐ |
| book 66d.2 | σθαι· τρώματα γὰρ τὰς τροπὰς Ἴωνες καλοῦσιν· καὶ „οἶνός σε τρώει“ |
| book 66d.3 | (φ 293) b(BCE3E4)T ἀντὶ τοῦ παρατρέπει. b(BCE3E4) |
| book 67.1 | 〈εἰ μὲν γὰρ δή:〉 Ἀριστοφάνης „εἰ μὲν γὰρ τούσ“. Aim |
| book 67.2 | Til |
| book 67-74.1 | εἰ μὲν γὰρ δὴ πάγχυ〈—ὑπ’ Ἀχαιῶν〉: |
| book 67-74.2 | ὡς ἔμφρων (οἶδε γὰρ ὅτι πρόσκαιρός ἐστιν ἡ εὐτυχία) καὶ τοῦ μέλ‐ |
| book 67-74.3 | λοντος προνοεῖ· b(BCE3)T εὔχομαι μὲν γάρ, φησι, τοῦτο |
| book 67-74.4 | εἶναι, ἐννοεῖν δὲ χρὴ καὶ τὸ ἕτερον, ὅτι ἐν τῇ ὑποστροφῇ τὰ δεινό‐ |
| book 67-74.5.1 | τερα πεισόμεθα. ἴσως οὖν καὶ καθόλου τῆς διαβάσεως ἀποτρέπει, |
| book 67-74.5.2 | ἀλλ’ οὐ τολμᾷ τοῦτο πρὸς τὸν Ἕκτορα λέγειν. b(BE3)T ἄλλως |
| book 67-74.5.3 | τε καὶ ἐκ παντὸς τὴν διάβασιν πραγματεύεται ὁ ποιητής, κινῆσαι |
| book 67-74.5.4 | τὸν ἐπὶ ταῖς ναυσὶν ἀγῶνα σπουδάζων. T |
| book 68 | 〈βούλετ’ ἀρήγειν:〉 „ἵετ’ ἀρήγειν“ οὕτως πᾶσαι. Aim |
| book 70a1.1 | νωνύμους: κατὰ πρόληψιν τῶν ἐσομένων. ἢ ἄνευ |
| book 70a1.2 | ὕμνων, ὅ ἐστιν εὐφημίας τῆς διὰ θρήνων. T |
| book 70a2 | ἄνευ ὕμνων, ὅ ἐστιν εὐφημίας τῆς διὰ θρήνων, b(BCE3E4) |
| book 70a2 | ἀποβολῇ τοῦ ν. b(BCE3) | ἢ ἀνωνύμους. b(BCE3E4) |
| book 71.1 | εἰ δέ χ’ ὑποστρέψωσι, 〈παλίωξις δὲ γένηται〉: |
| book 71.2 | πρὸς τὴν παλίωξιν, ὅτι ἐστὶ πάλιν δίωξις, ὅταν μεταβαλλόμενοι |
| book 71.3 | διώκωσιν οἱ διωκόμενοι. ἡ δὲ ἀναφορὰ πρὸς τὸ „ἐκ τοῦ δ’ ἄν τοι |
| book 71.4 | ἔπειτα παλίωξιν παρὰ νηῶν / αἰὲν ἐγὼ τεύχοιμι“ (Ο 69—70). |
| book 71.5 | κακῶς· διὸ ἀθετεῖται. A |
| book 72.1 | ἐνιπλήξωμεν: ἀκουσίως ἐμπέσωμεν· b(BCE3E4)T „ἕρκει |
| book 72.2 | ἐνιπλήξωσιν“ (χ 469). T |
| book 73.1 | οὐδ’ ἄγγελον ἀπονέεσθαι: ἐπίσταται τὸ μέγεθος τοῦ |
| book 73.2 | κινδύνου. ἐμφαντικῶς δὲ αὐτὸν παρέστησε διὰ τοῦ περὶ τὸν ἄγγε‐ |
| book 73.3 | λον διανοήματος. b(BCE3E4)T |
| book 74.1 | ἑλιχθέντων ὑπ’ Ἀχαιῶν: ἡμῶν κυκλωθέντων ὑπὸ τῶν |
| book 74.2 | Ἀχαιῶν, ὥστε ὅλος ὁ σκοπὸς αὐτῷ μὴ διαβαίνειν τὴν τάφρον. |
| book 74.3 | b(BE3E4)T |
| book 75a1.1 | 〈ἀλλ’ ἄγεθ’ ὡς ἂν ἐγὼ εἴπω:〉 Ζηνόδοτος διὰ τοῦ |
| book 75a1.2 | τ, „τὼς ἂν ἐγὼ εἴπω“. Aim |
| book 75a2 | 〈ὡς ἂν ἐγώ:〉 Ζηνόδοτος „πῶς ἂν ἐγώ“. Til |
| book 76 | 〈ἐρυκόντων:〉 ἀντὶ τοῦ ἐρυκέτωσαν. Aim |
| book 77a1.1 | αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες: |
| book 77a1.2 | ἔχει μέν τινα διλογίαν ὁ στίχος, ἐπεὶ καὶ σὺν τεύχεσι καὶ θωρη‐ |
| book 77a1.3 | χθέντες. ὅμως γοῦν τὸ σὺν τεύχεσιν ἢ τοῖς ἄνω προσδοτέον, ἵν’ |
| book 77a1.4 | ἐλάττων ἡ διλογία γένηται, ἢ τοῖς ἑξῆς, ἵν’ ἡ σύν πρόθεσις κέηται |
| book 77a1.5.1 | ἀντὶ τῆς ἔν, ὡς ἐκεῖ „τὴν μὲν ἐγὼ σὺν νηΐ τ’ ἐμῇ καὶ ἐμοῖς ἑτάροισιν“ |
| book 77a1.5.2 | (Α 183). βέλτιον δὲ τὸ πρότερον. A |
| book 77a2.1 | πρυλέες σὺν τεύχεσι 〈θωρηχθέντεσ〉: ἡ σύν ἀντὶ |
| book 77a2.2 | τῆς ἔν, ὡς τὸ „τὴν μὲν ἐγὼ σὺν νηΐ τ’ ἐμῇ“. ἢ στικτέον εἰς τὸ σὺν |
| book 77a2 | τεύχεσι. T |
| book 77b.1 | 〈πρυλέες:〉 ὅτι σαφῶς τοὺς πεζοὺς ὁπλίτας πρυλέας. |
| book 77b.2 | Aim |
| book 77c | πρυλέες: οὕτω Γορτύνιοι. T |
| book 77d | {σὺν τεύχεσι} θωρηχθέντες: ὥς ἐσμεν θωρηχθέντες. T |
| book 78a1.1 | Ἕκτορι πάντες ἑπώμεθ’ 〈ἀολλέεσ〉: προσαγωγῶς |
| book 78a1.2 | πάνυ ἐπαίρει τὸν στρατηγόν. ἠρέμα δὲ καὶ ὑποδείκνυσι τὸν κίνδυνον, |
| book 78a1.3 | ὡς οὐκ αὐτὸς ἀρεσκόμενος τῇ εἰσόδῳ. b(BCE3E4)T καὶ τὸ |
| book 78a1.4 | ἀολλέες δὲ εἰς ἐπίτασιν, ὅτι στῖφος δεῖ τῶν ἀρίστων γενέσθαι, εἰ |
| book 78a1.5 | πρὸς τὸ ἔρυμα τῶν πολεμίων χωρήσειν μέλλομεν. T |
| book 78a2 | δυσαρεστεῖ τῇ εἰσόδῳ Πολυδάμας. Til |
| book 79.1 | 〈πείρατ’:〉 Ζηνόδοτος καὶ Ἀριστοφάνης „πεῖραρ“ ἑνι‐ |
| book 79.2 | κῶς. Aim |
| book 80.1 | ἅδ〈ε δ’〉 Ἕκτορι μῦθος: ἐπεὶ μηδὲν ἔστι ἄλλο ποιῆσαι, |
| book 80.2 | πείθεται νῦν αὐτῷ ὁ Ἕκτωρ. ἀλλαχοῦ δὲ „οὐκέτ’ ἐμοὶ φίλα ταῦτ’ |
| book 80.3 | ἀγορεύεισ“ (Μ 231). T |
| book 81.1 | αὐτίκα δ’ ἐξ ὀχέων〈—ἆλτο χαμᾶζε〉: εἰκότως |
| book 81.2 | οὐδὲ ἀποκρίνεται διὰ τὴν ἔπειξιν. τὸ δὲ αὐτίκα τῆς ἐπείξεως ση‐ |
| book 81.3 | μαντικόν. b(BCE3)T |
| book 83.1 | ἐπεὶ ἴδον Ἕκτορα δῖον: ἑωρακότες Ἕκτορα σύμψηφον |
| book 83.2 | τῇ βουλῇ Πολυδάμαντος. T |
| book 85a | 〈αὖθ’ ἐπὶ τάφρῳ:〉 τὸ ὅλον ‘αὖθι ἐπὶ τάφρῳ‘. Aim |
| book 85b | αὖτε {ἐπὶ τάφρῳ}: τινὲς „αὖθι“. T |
| book 86-7.1 | οἱ δὲ διαστάντες σφέας αὐτοὺς 〈ἀρτύναντες, |
| book 86-7.2 | πένταχα κοσμηθέντες ἅμ’ ἡγεμόνεσσιν ἕποντο〉: βραχὺ |
| book 86-7.3 | διασταλτέον †κατὰ τὴν μετοχὴν† καὶ στικτέον κατὰ τὸ ἕποντο |
| book 86-7.4 | (87). εἰ δὲ γράφοιμεν τὸ „ἕκαστοι“ (sc. in v. 87), ὥς τινες, πάντως |
| book 86-7.5 | συναπτέον τοῖς ἑξῆς „οἱ μὲν ἅμ’ Ἕκτορ’ ἴσαν“ (Μ 88). A |
| book 86a.1 | 〈οἱ δὲ διαστάντες, σφέας αὐτοὺς ἀρτύναντες:〉 |
| book 86a.2 | διαστάντες τῶν ἵππων ἢ ἑαυτῶν. b(BCE3E4)Til τὸ δὲ |
| book 86a.3 | ἀρτύναντες καταρτίσαντες b(BCE3)T Ἀρίσταρχος. T |
| book 86b | 〈ἀρτύναντες:〉 ἀρτύναντες, οὕτως ἡ γραφή. Til |
| book 87a.1 | πένταχα: τοσαῦται γὰρ ἡγεμονίαι Τρώων. οἱ δέ, ἐπεὶ |
| book 87a.2 | πέντε ἦσαν πύλαι. ἢ ἵνα ἀνὰ δύο μέσον δορυφοροῖεν Ἕκτορα, |
| book 87a.3 | b(BCE3E4)T ὃ καὶ ἄμεινόν μοι εἶναι δοκεῖ. b(BCE3)T |
| book 87b.1 | ἅμ’ ἡγεμόνεσ〈σ〉ιν ἕποντο: τὸ οὖν „Ἕκτορι πάντες |
| book 87b.2 | ἑπώμεθα“ (Μ 78) περὶ τῶν ὑφ’ Ἕκτορι τεταγμένων φησίν. T |
| book 87c | 〈ἕποντο:〉 γράφεται „ἕκαστοσ“. Aim |
| book 88-104.1 | οἱ μὲν ἅμ’ Ἕκτορι〈—διὰ πάντων〉: ὡς |
| book 88-104.2 | ἐπὶ νεαρῷ ἐπιχειρήματι κατάλογον ποιεῖται· εἴωθε γὰρ προανα‐ |
| book 88-104.3 | κρούσεις ποιούμενος καὶ τὴν Μοῦσαν καλεῖν ἔσθ’ ὅτε. τὸ δὲ ὅμοιον |
| book 88-104.4 | εὑρήσομεν ἐπὶ τῇ τοῦ Πατρόκλου ἐξόδῳ (sc. Π 168—209). T |
| book 89.1 | οἳ πλεῖστοι καὶ ἄριστοι: οἱ Ἰλιεῖς· οὗτοι γὰρ καὶ |
| book 89.2 | τὸ τεῖχος ἔρρηξαν. T |
| book 90 | 〈τεῖχός τε ῥήξειν καὶ ἐνιπρήσειν πυρὶ νῆας:〉 ἐν |
| book 90 | ἄλλῳ „τεῖχος ῥηξάμενοι κοίλῃς ἐπὶ νηυσὶ μάχεσθαι“. Aint |
| book 91-2.1 | καί σφιν Κεβριόνησ〈—κάλλιπεν Ἕκτωρ〉: |
| book 91-2.2 | ἄκρως ἐπεξειργάσατο τὴν προθυμίαν Ἕκτορος τὸ μηδὲ τοῦ ἡνιόχου |
| book 91-2.3 | ἀποσχέσθαι, ἀλλὰ καὶ τοῦτον παραλαβεῖν ὡς ἐπὶ ἀναγκαίαν |
| book 91-2.4 | πρᾶξιν. b(BCE3)T |
| book 92.1 | ἄλλον Κεβριόναο χερείονα: οὐχ ὡς συγκρίσεως οὔσης |
| book 92.2 | χείρονα, ἀλλ’ ἁπλῶς λέγει ἥττονα ἐκείνου. αἱ δὲ τοιαῦται διατά‐ |
| book 92.3 | ξεις καὶ ἐπὶ Πατρόκλου καὶ Αὐτομέδοντος (cf. Π 145—7. 219). T |
| book 93a.1 | τῶν δ’ ἑτέρων Πάρις ἦρχε 〈καὶ Ἀλκάθοος καὶ |
| book 93a.2 | Ἀγήνωρ〉: τῶν ὑπὸ τοὺς Μεροπίδας (cf. Β 830—1) ἄρχουσιν. T |
| book 93b.1 | τῶν δ’ ἑτέρων Πάρις ἦρχε: ὅτι ὡς ἐπὶ τοῦ δευτέρου |
| book 93b.2 | τάγματος ἑτέρων εἴρηκεν, καὶ ὅτι τηρεῖ τὴν ἐν τούτοις διαφοράν. A |
| book 93c.1 | τῶν δ’ ἑτέρων: Τρώων δηλονότι. λέγει δὲ ἴσως τῶν |
| book 93c.2 | Ζελειτῶν. T |
| book 93c.1 | Πάρις: κατὰ γαστρὸς ἔχουσα—ὅ ἐστιν ἐβοήθησε, |
| book 93c.2 | πολεμίων ἐπελθόντων. A |
| book 94.1 | καὶ Δηΐφοβος θεοειδής: διὸ Ἑλένη μετὰ τὸν Ἀλέξαν‐ |
| book 94.2 | δρον αὐτὸν ἐπελέξατο. T |
| book 95 | τρίτος δ’ ἦν Ἄσιος ἥρως: οὗτος καὶ τῶν ἰδίων καὶ |
| book 95 | τῶν ὑπὸ Ἄδραστον καὶ Ἄμφιον (cf. Β 830—1) ἄρχει. T |
| book 96-7.1 | Ἄσιος Ὑρτακίδης, ὃν Ἀρίσβηθεν φέρον ἵπποι |
| book 96-7.2 | 〈/ αἴθωνες μεγάλοι〉: μέλλων αὐτοῦ θρασεῖαν διηγεῖσθαι πρᾶξιν, |
| book 96-7.3 | εἰκότως ἐπεσημειώσατο αὐτὸν διὰ τῶν ἵππων καὶ πατρός. b(BCE3) |
| book 96-7.4 | T Ἀρίσβη δὲ πόλις Ἑλλησπόντου. φησὶν δὲ ὅτι θαρρῶν |
| book 96-7.5.1 | αὐτοῖς πεζὸς ἧκεν εἰς Ἴλιον. αἴθωνεσ〉 (97) δὲ μέλανες ἢ εὐκίνητοι |
| book 96-7.5.2 | ἢ πυρ〈ρ〉οί. T |
| book 96.1 | Ἄσιος Ὑρτακίδης: ὅτι πλεονάζει ἐν Ἰλιάδι τὰς ἐπ‐ |
| book 96.2 | αναλήψεις, ἐν Ὀδυσσείᾳ δὲ ἅπαξ (sc. α 23). πρὸς τοὺς Χωρίζοντας |
| book 96.3 | (fr. 6 K.). A |
| book 97.1 | {αἴθωνες μεγάλοι} ποταμοῦ ἄπο Σελ〈λ〉ήεντος: ὅτι |
| book 97.2 | Σελλήεις ποταμὸς ἐπ’ Ἀσίας οὗτος, ἕτερος δὲ ἐπὶ Θεσπρωτίας (cf. |
| book 97.3 | Β 659). A |
| book 99.1 | Αἰνείας, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε: ὡς φύλακες |
| book 99.2 | διὰ τὸ ὑπονοεῖσθαι αὐτὸν ἐπανιστάμενον τοῖς Πριάμου πράγμασιν· |
| book 99.3 | „α〈ἰ〉εὶ γὰρ Πριάμῳ ἐπεμήνιε“ (Ν 460). T |
| book 101.1 | Σαρπηδὼν δ’ ἡγήσατ’ 〈ἀγακλειτῶν〉 ἐπικού‐ |
| book 101.2 | ρων: διὰ τί μὴ Γλαῦκος ἦρχεν, ἀλλὰ Σαρπηδών; καίτοι Γλαῦκος |
| book 101.3 | ἐξ ἀρσένων ἦν. ἢ ἐπεὶ ἀμφισβητούντων περὶ βασιλείας πρόκλησις |
| book 101.4 | ἦν διατοξεῦσαι δακτύλιον ἐπικείμενον στήθει παιδὸς ὑπτίου. καὶ |
| book 101.5 | ἡ μὲν ἀδελφὴ τὸν ἑαυτῆς δέδωκεν, ἡ γυνὴ δὲ οὔ. ἢ ἐπεὶ ἀδελφῆς καὶ |
| book 101 | μοιχευομένης οὐ νοθεύεται τὸ γένος, ἀλλὰ γυναικός. T |
| book 102.1 | Ἀστεροπαῖον: νεήλυδα ὄντα, ἀπὸ τῆς ὄψεως τὸ εὐγενὲς |
| book 102.2 | στοχασάμενος. T |
| book 104a | 〈τῶν ἄλλων:〉 ἐπικούρων δηλονότι. Til |
| book 104b.1 | ὁ δ’ ἔπρεπε καὶ διὰ πάντων: ὑπὲρ πάντων. περισ‐ |
| book 104b.2 | σὸς δὲ ὁ καί. T |
| book 105a.1 | ἀλλήλους ἄραρον 〈τυκτῇσι βόεσσι〉: ἔφραξαν, |
| book 105a.2 | ἐπύκνωσαν, ὥπλισαν. b(BCE3E4)T τὸ δὲ βόεσσιν ἀπὸ τοῦ |
| book 105a.3 | πλεονάζοντος· τινὲς γὰρ χρυσᾶς καὶ χαλκᾶς εἶχον ἀσπίδας. b(BCE3) |
| book 105a.4 | T | ἀλλήλους ἀντὶ τοῦ ἑαυτούς. T |
| book 105b.1 | τυκτῇσι βόεσσι: σημειοῦνταί τινες ὅτι 〈τυκτὰσ〉 |
| book 105b.2 | βόας τὰς ἀσπίδας εἴρηκεν. A |
| book 105b | τυκτῇσι βόεσσι: ταῖς εἰργασμέναις—ἀζαλέην. Aim |
| book 106a | 〈ἰθὺς Δαναῶν:〉 ἐξ ἐναντίας. Til |
| book 106b.1 | {βάν ῥ’ ἰθὺς δαναῶν} λελιημένοι: λιλῶ ἐστι ῥῆμα τὸ |
| book 106b.2 | σημαντικὸν τοῦ προθυμοῦμαι, ἐκ τοῦ λῶ διπλασιασθέν, οὗ παρ‐ |
| book 106b.1 | άγωγον τὸ λιλαίω· „λιλαιόμενα χροὸς ἆσαι“ (Λ 574). τοῦ λιλῶ |
| book 106b.2 | ἀκόλουθος παρακείμενος λελίληκα, παθητικὸς λελίλημαι, μετοχὴ |
| book 106b.5.1 | λελιλημένος, πληθυντικὴ λελιλημένοι, ἐλλείψει τοῦ λ λελιημένοι. |
| book 106b.5.2 | Ἡρωδιανὸς ἐν Ἐπιμερισμοῖς (fr. 7 L.). A |
| book 107a.1 | {σχήσεσθ’} ἀλλ’ ἐν νηυσὶ 〈μελαίνῃσιν πεσέε‐ |
| book 107a.2 | σθαι〉: ὅτι ἐπὶ τῶν Τρώων ἀκουστέον, ἐμπεσεῖν ταῖς ναυσίν. A |
| book 107b.1 | ἀλλ’ ἐν νηυσὶ 〈μελαίνῃσιν〉 πεσέεσθαι: ἐμπεσεῖ‐ |
| book 107b.2 | σθαι ἔλεγον τοὺς Ἕλληνας ταῖς αὑτῶν ναυσί· πᾶν γὰρ τὸ βουλῇ καὶ |
| book 107b.3 | δυνάμει προφέρον ἦν τῶν Τρώων. b(BCE3E4)T |
| book 108-11.1 | ἔνθ’ ἄλλοι Τρῶεσ〈—ἡνίοχον θεράπον‐ |
| book 108-11.2 | τα〉: πάντων ἅμα καὶ πολιτῶν καὶ ξένων πεισθέντων Πολυδάμαντι |
| book 108-11.3 | Ἄσιος ἀποβῆναι τοῦ ἅρματος οὐκ ἠθέλησεν. b(BCE3)T διαφέ‐ |
| book 108-11.4 | ρουσι δὲ ἐπίκουροι (108) καὶ σύμμαχοι· ἐπίκουροι οἱ πολεμου‐ |
| book 108-11.5.1 | μένοις ἥκοντες βοηθοί, σύμμαχοι δὲ οἱ σὺν αὐτοῖς ἐξελθόντες. |
| book 108-11.5.2 | b(BCE3E4)T διὸ ἐπὶ Ἑλλήνων οὔ φησιν ὁ ποιητὴς ‘ἐπί‐ |
| book 108-11.5.3 | κουροι‘. T |
| book 110a1.1 | ἀλλ’ οὐχ Ὑρτακίδης ἔθελ’ 〈Ἄσιος, ὄρχαμος |
| book 110a1.2 | ἀνδρῶν〉: βαρβαρικὴ ἡ ἀπείθεια. ἕτερος μὲν ἂν ποιητὴς τῷ Πολυ‐ |
| book 110a1.3 | δάμαντι ἐποίησε πάντας πειθομένους, ὁ δὲ Ὅμηρος μιμούμενος τὴν |
| book 110a1.4 | ἀλήθειαν ἕνα γοῦν τὸν ἀπειθοῦντα εἰσάγει. διὰ τί δὲ ἕνα τοῦτον; |
| book 110a1.5.1 | ὅτι μάλιστα τοῖς ἵπποις ἠγάλλετο· „μεγάλοι“ (Μ 97) γὰρ ἦσαν· |
| book 110a1.5.2 | οἷς καὶ θαρρῶν ἀπόλλυται (cf. Ν 384—93). T |
| book 110a2.1 | βαρβαρικὴ ἡ ἀπείθεια. μιμούμενος δὲ τὴν ἀλήθειαν ὁ |
| book 110a2.2 | ποιητὴς ἕνα γοῦν τὸν ἀπειθοῦντα εἰσάγει. διὰ τί δὲ ἕνα τοῦτον; |
| book 110a2.3 | ὅτι μάλιστα τοῖς ἵπποις ἠγάλλετο. καταστέλλει οὖν τὴν τῶν πολ‐ |
| book 110a2 | λῶν ἀλαζονείαν. b(BCE3) |
| book 113.1 | νήπιος, οὐδ’ ἄρ’ ἔμελλε: σημαντικωτάτῳ ὀνόματι |
| book 113.2 | χρῆται τῷ νήπιος ἐν ταῖς ἀναφωνήσεσιν· b(BCE3)T „νήπιοι |
| book 113.3 | οἳ κατὰ βοῦς Ὑπερίονοσ“ (α 8), „νήπιος, οὐδὲ τὰ ᾔδη“ (Β 38) |
| book 113.4 | καὶ ἐπὶ τοῦ κεκοσμημένου τῷ χρυσῷ „νήπιος, οὐδέ τί οἱ τό γ’ ἐπήρ‐ |
| book 113.5 | κεσε λυγρὸν ὄλεθρον“ (Β 873). | τὸ δὲ ἔμελλε ἀντὶ τοῦ ἐῴκει. T |
| book 114a1.1 | ἵπποισιν καὶ ὄχεσφιν ἀγαλλόμενος: ἐπὶ τὸ |
| book 114a1.2 | ἀγαλλόμενος βραχὺ διασταλτέον διὰ τὸ σαφές. A |
| book 114a2 | στικτέον δὲ εἰς τὸ ἀγαλλόμενος. b(BCE3)T |
| book 114b.1 | ἵπποισ〈ιν καὶ ὄχεσφιν〉 ἀγαλλόμενος: τὸ παι‐ |
| book 114b.2 | δαριῶδες αὐτοῦ ἐσήμανεν ἐν τοιούτῳ καιρῷ καὶ τόπῳ καλλωπιζο‐ |
| book 114b.3 | μένου ἵπποις. παρὰ τὸν καιρὸν οὖν καὶ αἱ χρήσεις τινῶν ἢ βλαβεραὶ |
| book 114b.4 | ἢ ὠφέλιμοι καθεστᾶσιν. b(BCE3)T |
| book 114c.1 | παρὰ νηῶν: ἔδει ἀπὸ νηῶν· ἡ γὰρ παρά ἐμψύχων |
| book 114c.2 | ἐστίν. παρὰ νηῶν οὖν ἀντὶ τοῦ ἀπὸ νηῶν. T |
| book 115.1 | {ἂψ ἀπονοστήσειν προτὶ} Ἴλιον 〈ἠνεμόεσσαν〉: ὅτι |
| book 115.2 | θηλυκῶς τὴν Ἴλιον. ἡ δὲ ἀναφορὰ πρὸς τὸ „Ἴλιον αἰπὺ ἕλοιεν“ |
| book 115.3 | (Ο 71), ὅτι οὐδετέρως· διὸ ἀθετεῖται. A |
| book 116-7.1 | μοῖρα δυσώνυμος ἀμφεκάλυψεν / ἔγχεϊ Ἰδο‐ |
| book 116-7.2 | μενῆος: τεχνικὸν τὸ καὶ τὴν ἀναίρεσιν προειπεῖν καὶ ὑφ’ ὅτου |
| book 116-7.3 | γενήσεται, ὅπως ὁ ἀκροατὴς πολυπραγμονοίη καὶ τοῖς ἔμπροσθεν |
| book 116-7.4 | ἐντυχεῖν. b(BCE3)T | δυσώνυμος (116) δὲ ἡ κακὸν ὄνομα |
| book 116-7.5 | ἔχουσα τὸν θάνατον. T |
| book 118a1.1 | εἴσατο γὰρ νηῶν ἐπ’ ἀριστερά: ὅτι πολλὰ σημαί‐ |
| book 118a1.2 | νει τὸ εἴσατο, νῦν μὲν τὸ ὥρμησεν καὶ ἐπορεύθη ἀπὸ τοῦ εἶμι, ἐν |
| book 118a1.3 | ἑτέροις δὲ ἐφάνη, „εἴσατο δ’ ὡς ὅτε ῥινόν“ (ε 281), καὶ τὸ γνῶ‐ |
| book 118a1.4 | ναι, „εἴσομαι, αἴ κέ μ’ ὁ Τυδείδησ“ (Θ 532). καὶ ὅτι κατὰ ἀριστερὰ |
| book 118a1.5.1 | τοῦ ναυστάθμου ἡ πύλη. καὶ ὅτι μία. καὶ ὅτι εἴσατο νηῶν ἀντὶ |
| book 118a1.5.2 | τοῦ ἐπὶ τὰς ναῦς. | ψιλοῦται δὲ ἐνταῦθα τὸ εἴσατο, ὅτι σημαντι‐ |
| book 118a1.5.3 | κόν ἐστι τοῦ ἐπορεύθη. καὶ τὸ „νῦν δ’ εἶμι“ (Α 169) ψιλοῦται. A |
| book 118a2.1 | εἴσατο γὰρ νηῶν: ὥρμησεν. ἢ ἐφάνη, „εἴσατο δ’ |
| book 118a2.2 | ὡς ὅτε ῥινόν“. ‘εἴσατο‘ ἔγνω, „εἴσομαι, αἴ κ’ ἔμ’ ὁ Τυδείδησ“. | |
| book 118a2.3 | ‘εἴσατο‘ ὥρμησεν ἀπὸ τοῦ εἶμι· διὸ καὶ ψιλοῦμεν τὴν λέξιν. T |
| book 118a3.1 | τὸ δὲ εἴσατο ἀπὸ τοῦ εἶμι· διὸ καὶ ψιλοῦται. | δη‐ |
| book 118a3.2 | λοῖ δὲ ἡ λέξις τρία· τὸ ὥρμησεν, ὡς ἐνταῦθα. τὸ ἐφάνη, ὡς τὸ „εἴσατο |
| book 118a3.3 | δ’ ὡς ὅτε ῥινόν“. τὸ ἔγνω, ἐξ οὗ καὶ τὸ „εἴσομαι αἴ κέ μ’ ὁ Τυδείδησ“. |
| book 118a3.4 | b(BE3) |
| book 118b.1 | εἴσατο 〈γὰρ〉 νηῶν ἐπ’ ἀριστερά: αἰτίαν ἐπάγει |
| book 118b.2 | τῆς ὑπὸ τοῦ Ἰδομενέως ἀναιρέσεως Ἀσίου, ὅτι κατὰ τὸ ἀριστερὸν |
| book 118b.3 | τῶν νεῶν ὥρμησεν· ὁ γὰρ Ἰδομενεὺς ἐν τοῖς ἀριστεροῖς μέρεσι τοῦ |
| book 118b.4 | ναυστάθμου ἐστίν, b(BCE3E4)T ὅπου καὶ Αἴας ἐνεώλκει παρὰ |
| book 118b.5.1 | τὸ Ῥοίτειον, ὡς δῆλον ἐξ ἐκείνων τῶν στίχων· „ἀλλ’ εἴ τις καὶ |
| book 118b.5.2 | τούσδε μετοιχόμενος καλέσειεν, / ἀντίθεόν τ’ Αἴαντα καὶ Ἰδομενῆα |
| book 118b.5.3 | ἄνακτα· / τῶν γὰρ νῆες ἔασιν ἑκαστάτω“ (Κ 111—3). εἰ τοίνυν |
| book 118b.5.4 | εὑρίσκομεν ὑπὸ Ἰδομενέως ἀναιρούμενον ὡς ἂν τῶν Κρητικῶν |
| book 118b.5.5 | νεῶν προμαχομένου, δῆλον ὡς ἀκόλουθόν ἐστιν ἐνθάδε τὸ νηῶν |
| book 118b.10 | ἐπ’ ἀριστερά. T |
| book 118-9.1 | τῇ περ Ἀχαιοί / ἐκ πεδίου νίσσοντο: ἐκεῖ γὰρ |
| book 118-9.2 | ἦν ἡ ἱππήλατος πύλη, b(BCE3E4)T δι’ ἧς ἐλαύνειν ἐπεχείρει |
| book 118-9.3 | ὁ Ἄσιος. ἔδει δὲ εἰπεῖν ‘εἰς πεδίον νίσσοντο‘. ἐκ πεδίου οὖν ἀντὶ |
| book 118-9 | τοῦ εἰς πεδίον. T |
| book 120 | 〈πύλῃσιν:〉 ὅτι πληθυντικῶς τὴν πύλην. Aim |
| book 121a | 〈ἐπικεκλιμένας:〉 ἀντὶ τοῦ κεκλεισμένας. Til |
| book 121b.1 | {εὗρ’ ἐπικεκλιμένας σανίδας καὶ} μακρὸν ὀχῆα: ὅτι |
| book 121b.2 | ἑνικῶς εἴρηκεν ὀχῆα, δύο δέ εἰσιν· „δοιοὶ δ’ ἔντοσθεν ὀχῆες / εἶχον |
| book 121b.3 | ἐπημοιβοί“ (Μ 455—6). A |
| book 121c.1 | μακρὸν ὀχῆα: τὸν ἐξ ἑκατέρου μέρους ἐπιβαλλόμενον |
| book 121c.2 | μοχλόν φησι, „δοιοὶ δ’ ἔντοσθεν ὀχῆες / b(BCE3E4)T εἶχον |
| book 121c.3 | ἐπημοιβοί“ (Μ 455—6), ὡς τὸ „τὸν δ’ ἐλατῆρ’ ἀφίει“ (Λ 702). T |
| book 122-3a.1 | ἀναπεπταμένας ἔχον〈—σαώσειαν μετὰ |
| book 122-3a.2 | νῆασ〉: πρὸς τὸ φιλάλληλον τῶν Ἀχαιῶν. τῷ δὲ Πριάμῳ ἐδέησε |
| book 122-3a.3 | τοῦ καὶ παραγγεῖλαι· „πεπταμένας ἐν χερσὶ πύλας ἔχετ’, εἰσόκε |
| book 122-3a.4 | λαοί“ (Φ 531). T |
| book 122-3b.1 | ἄλλως· τοῦτο ἀλλαχοῦ δεδήλωκεν εἰπὼν „πεπταμένας |
| book 122-3b.2 | ἐν χερσὶ πύλας ἔχετ’, εἰσόκε λαοί / ἔλθωσι προτὶ ἄστυ“ (Φ 531—2). |
| book 122-3b.3 | κατεῖχόν φησι αὐτὰς ἀναπεπταμένας ὥστε εἰσελθόντων κλεῖσαι. T |
| book 124a.1 | τῇ ῥ’ ἰθὺς φρονέων 〈ἵππους ἔχε〉: τὸ ἰθὺς φρο‐ |
| book 124a.2 | νέων πρὸς τὴν δόκησιν τοῦ Ἀσίου φησί. δύναται δὲ τὸ φρονέων |
| book 124a.3 | καὶ καθ’ ἑαυτὸ παραλαμβάνεσθαι, ἀντὶ τοῦ βουλευόμενος. A |
| book 124b | τῇ ῥ’ ἰθύς: κατ’ εὐθὺ τῶν πυλῶν. φρονέων δὲ |
| book 124b | †ἐπιφρονηματισμένος. b(BCE3E4)T |
| book 124c.1 | οἱ δ’ ἅμ’ ἕποντο: ὅμοιοι τούτῳ καὶ οἱ ἑπόμενοι· |
| book 124c.2 | διὸ ἐπ’ αὐτῶν τῷ ἐπιφθέγματι ἐχρήσατο „νήπιοι“ (Μ 127), τὴν |
| book 124c.3 | εὐήθη αὐτῶν ἐπιβολὴν ἐξελέγχων. b(BCE3E4)T |
| book 125a1.1 | {ὀξέα} κεκλήγοντες: ὡς ἀρήγοντες· οὐ γὰρ τὸ κεκλη‐ |
| book 125a1.2 | γότες ἐπλεόνασε †τὸ† ν, οὐδὲ παρὰ τὸ „ὀξέα κεκληγώσ“ (Β 222. |
| book 125a1.3 | Ρ 88) ἐκλίθη, ἀλλὰ παρὰ τὸ κέκληγα γέγονεν ὁ ἐνεστὼς κεκλήγω, ὡς |
| book 125a1.4 | παρὰ τὸ „ἄνωγα“ (Κ 120 al.) ἀνώγω, πέπληγα πεπλήγω, ἔνθεν |
| book 125a1.5.1 | τὸ „ἐπέπληγον πόδες ἵππων“ (Ε 504). ἀκόλουθος δὲ τῷ κεκλήγω |
| book 125a1.5.2 | μετοχὴ ἡ κεκλήγων, ἔνθεν τὸ κεκλήγοντες. A |
| book 125a2.1 | {κεκληγότες:} ἀπὸ τοῦ κεκλήγω Συρακουσίου ἐνεστῶ‐ |
| book 125a2.2 | τος ἀκόλουθος μετοχὴ κεκλήγων βαρυνομένη. T |
| book 126 | 〈πεσέεσθαι:〉 ὅτι ἐπὶ τῶν Τρώων λέγει, ἀντὶ τοῦ ἐμπε‐ |
| book 126 | σεῖν, ἐνσεῖσαι. Aim |
| book 127 | δύ’ ἀνέρας εὗρον ἀρίστους: ὑπερβάλλων ὁ ἔπαινος, |
| book 127.1 | ὅτι τὴν τοσούτων ἐπιφορὰν δύο ἀπεκρούσαντο· ἐνίους μὲν γὰρ δι’ |
| book 127.2 | ὅλου ἐξέχοντας προσάγει, ἐνίους δὲ ἐν τοῖς κατὰ μέρος συνίστησιν. |
| book 127.3 | ἄριστοι οὖν οἱ ἐν τῷ ἐπισφαλεστάτῳ κινδύνῳ ἀνδρισάμενοι, ἐν |
| book 127.5.1 | ᾧ καὶ τοὺς λοιποὺς Ἕλληνας φεύγειν συνέβαινεν. b(BCE3)T |
| book 127.5.2 | ἔστι δὲ καὶ ἀξιόπιστον στενὴν δίοδον ὑπὸ δυεῖν γενναίων φυλα‐ |
| book 127.5.3 | χθῆναι συλλαμβανόντων ἄνωθεν ἀπὸ τοῦ τείχους. T |
| book 127-38a1.1 | ἀνέρας ... ἀρίστους / υἷας ὑπερθύμους ... |
| book 127-38a1.2 | ἔκιον: Ζηνόδοτος καὶ Ἀριστοφάνης δυϊκῶς ἅπαντα, „ἀνέρε“, |
| book 127-38a1.3 | „ἀρίστω“ (127), „υἷε ὑπερθύμω“ (128), „κιέτην“ (138). A |
| book 127-38a2.1 | Ζηνόδοτος δὲ „ἀνέρε 〈...〉 ἀρίστω“ γράφει 〈καὶ〉 |
| book 127-38a2.2 | „υἷε ὑπερθύμω“. T |
| book 128.1 | Λαπιθάων: Ἀρίσταρχος ἐκ τούτων φησὶν ὅτι Λαπίθαι |
| book 128.2 | μετὰ Ἰδομενέα 〈νε〉νεωλκήκασιν. T |
| book 128.1 | Λαπιθάων {αἰχμητάων}: Λαπίθαι ἥρωες—τὸ γένος |
| book 128.2 | ἔχοντες. A |
| book 129,130,130a.1 | τὸν μὲν Πειριθόου υἷα, κρατερὸν Πολυ‐ |
| book 129,130,130a.2 | ποίτην, 〈/ τὸν δὲ Λεοντῆα, βροτολοιγῷ ἶσον Ἄρηϊ / υἱὸν |
| book 129,130,130a.3 | ὑπερθύμοιο Κορώνου Καινεΐδαο〉: παρατήρει τὸ ποικίλον τῆς |
| book 129,130,130a.4 | ἀπαγγελίας· ἑκατέρου γὰρ τὸ ὄνομα λέγει καὶ τὸν πατέρα μετὰ |
| book 129,130,130a.5.1 | ἐπιθέτου. ἀλλ’ ὅρα τὴν ἐξαλλαγήν· τὸν μὲν τοῦδε υἷα, τὸν Πολυποίτην |
| book 129,130,130a.5.2 | (cf. 129), τὸν δὲ οὐκέτι ἔφη Κορώνου υἷα, ἀλλὰ τὸ κύριον προέθηκεν |
| book 129,130,130a.5.3 | (cf. 130)· εἶτα ἐπαινέσας βροτολοιγῷ ἶσον Ἄρηϊ (130) καὶ περὶ |
| book 129,130,130a.5.4 | τοῦ πατρὸς ἀπέδωκεν, υἱὸν ὑπερθύμοιο Κορώνου Καινεΐδαο (130a), |
| book 129,130,130a.5.5 | εἰπών τε „υἷασ“ (Μ 128) πάλιν ἐπήγαγεν υἷα, τὸν μὲν 〈Πειριθόου〉 |
| book 129,130,130a.10 | υἷα (129) καὶ υἱὸν ὑπερθύμοιο Κορώνου (130a). T |
| book 130.1 | ἶσον Ἄρηϊ: τινὲς ἐπάγουσι τῷ ἶσον Ἄρηϊ „υἱὸν ὑπερθύ‐ |
| book 130.2 | μοιο Κορώνου Καινείδαο“ (130 a ~ Β 746). Tt |
| book 131 | 〈θυράων:〉 γράφεται καὶ „πυλάων“. Aim |
| book 132-4a.1 | ὡς ὅτε 〈τε〉 δρύεσ〈—ἀραρυῖαι〉: μάλιστα γὰρ |
| book 132-4a.2 | βαθύρριζοι καὶ οὐχ ὑπείκουσαι ἀνέμοις οὐδὲ τοῖς τῶν ὄμβρων κα‐ |
| book 132-4a.3 | τακλυσμοῖς. b(BCE3E4)T ἢ ἐξ ἑνὸς τὸ πᾶν. b(BCE3E4) |
| book 132-4b.1 | ὡς ὅτε 〈τε〉 δρύεσ〈—ἀραρυῖαι〉: ἡ προκειμένη |
| book 132-4b.2 | ἀπὸ τῶν δρυῶν εἰκὼν πρὸς τὴν στάσιν, ἡ δὲ τῶν συῶν (sc. Μ 146—50) |
| book 132-4b.3 | πρὸς τὴν καρτερίαν τῶν βελῶν· καὶ τὸ δύο ὄντας ἀνθίστασθαι πολ‐ |
| book 132-4b.4 | λοῖς ἀτάκτως βάλλουσιν εἴκασε συσὶ πρὸς πολλῶν κυνηγετῶν ἔφοδον |
| book 132-4b.5 | ἀνθισταμένοις. b(BCE3E4)T |
| book 134.1 | διηνεκέεσσιν: εἰς πλάτος καὶ μῆκος διηκούσαις. τῷ δὲ ψόφῳ |
| book 134.2 | τῶν ὀνομάτων τὸ μέγεθος ἐμφαίνει. b(BCE3E4)T |
| book 136.1 | μίμνον ἐπερχόμενον μέγαν Ἄσιον: μέγα〈ν〉· τὸ |
| book 136.2 | ἐγκώμιον Ἀσίου φθάνει καὶ ἐπὶ τοὺς ὑπομένοντας αὐτόν. T |
| book 137a.1 | οἱ δ’ ἰθὺς πρὸς τεῖχος 〈ἐύδμητον βόας αὔασ〉: |
| book 137a.2 | ὅτι οὕτως τὰς ἀσπίδας βόας αὔας. ἰθὺς δὲ τὸ κατ’ εὐθεῖαν. | „εἶ‐ |
| book 137a.3 | θαρ“ (Ε 337 al.) δὲ τὸ εὐθέως. A |
| book 137b.1 | {βόας} αὔας: βαρυτονοῦσιν οἱ πλείους. Νικίας (fr. 15 B.) |
| book 137b.2 | δὲ ὀξύνει διὰ τὸ μεταφραζόμενον, ἐπεὶ καὶ τὸ ξηράς ὀξύνεται. εἴρηται |
| book 137b.3 | δὲ περὶ τῶν τοιούτων ὅτι οὐ δεῖ πρὸς μεταφραζόμενα τὰς λέξεις το‐ |
| book 137b | νοῦν. ὁ δὲ Ἀσκαλωνίτης (p. 52 B.) βαρύνει. χρὴ μέντοι γινώσκειν ὅτι |
| book 137b.5.1 | μονήρης ἐστὶν ἡ λέξις· οὐδὲν γὰρ εἰς ος λῆγον καθαρὸν δισύλλαβον, |
| book 137b.5.2 | τῇ αυ διφθόγγῳ κατὰ τὴν ἡμετέραν διάλεκτον παραληγόμενον, τρι‐ |
| book 137b.5.3 | γενές ἐστιν· διὸ οὐδὲ ἀντιπαράθεσιν ἔσχεν. ἴσως δὲ βεβαρυτόνηται, |
| book 137b.5.4 | ἐπεὶ καὶ τὸ ναῦος ἐβαρύνετο καὶ τὸ Τραῦος κύριον καὶ τὸ „ψαῦοσ“ παρ’ |
| book 137b.5.5 | Ἀλκμᾶνι (fr. 147 P.). A |
| book 137c.1 | βόας αὔας: μονῆρες τὸ αὖος· οὐδὲν γάρ ἐστι δισύλλαβον |
| book 137c.2 | εἰς ος καθαρὸν λῆγον, τῇ αυ παραληγόμενον, κοινὸν ἢ μόνον τὸ αὖος. | |
| book 137c.3 | βόας αὔας· τινὲς δὲ βόας ἀντὶ τοῦ βοέας. T |
| book 139-40.1 | 〈καὶ Ἰαμενὸν καὶ Ὀρέστην /〉 Ἀσιάδην τ’ Ἀκά‐ |
| book 139-40.2 | μαντα 〈Θόωνά τε Οἰνόμαόν τε〉: οὗτοι τῶν περὶ τὸν Ἄσιόν |
| book 139-40.3 | εἰσιν ἄριστοι. ἐν δὲ τῇ προκειμένῃ διατάξει (sc. Μ 95—7) οὐκ ἀναγ‐ |
| book 139-40.4 | καῖον ἦν καὶ τούτους καταλέγειν· εἰσὶ γὰρ κατὰ τὸ ἴδιον τάγμα τοῦ |
| book 139-40.5 | Ἀσίου, ἐκεῖ (sc. Μ 88—104) δὲ τοὺς ἀρίστους ἐξ ἁπάντων κατέλεγεν. T |
| book 139.1 | {ἄσιον ἀμφὶ ἄνακτα καὶ ἰαμενὸν καὶ} Ὀρέστην: ὅτι τῷ |
| book 139.2 | Ἀγαμέμνονος υἱῷ ὁμώνυμος εἷς τῶν βαρβάρων. Aint |
| book 140 | 〈Οἰνόμαόν τε:〉 πρὸς τὴν ὁμωνυμίαν τοῦ Οἰνομάου. A |
| book 141.1 | εἵως {μέν}: ἀντὶ τοῦ τέως νῦν κεῖται, οἷον μέχρι τινός· διόπερ |
| book 141.2 | οὐχ ὑποστικτέον, ἐπεὶ μὴ κυρίως κεῖται. A |
| book 142a1.1 | 〈ἐόντες:〉 οὕτως Ἀρίσταρχος ἐόντες κατὰ τὴν εὐ‐ |
| book 142a1.2 | θεῖαν. Aint |
| book 142a2 | 〈ἐόντας:〉 „ἐόντεσ“ αἱ πλείους. Til |
| book 144a.1 | Τρῶας, ἀτὰρ Δαναῶν 〈γένετο ἰαχή τε φόβος |
| book 144a.2 | τε〉: ὑποστικτέον Τρῶας καὶ φόβος 〈τε〉, περισσεύοντος τοῦ συν‐ |
| book 144a.3 | δέσμου τοῦ ἑξῆς, „ἐκ δὲ τὼ ἀΐξαντε“ (Μ 145). | ἡ διπλῆ δέ, ὅτι τὸ |
| book 144a | φόβος ἀντὶ τοῦ φυγή. A |
| book 144b.1 | ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε: ἐν τῷ |
| book 144b.2 | περὶ Λαπιθῶν λόγῳ κατέθηκε καὶ τὰ ὑπὸ τῶν ἄλλων πραττόμενα ὅτι |
| book 144b.3 | πρότερον μὲν ἔβαλλον ἄνωθεν, ὕστερον δὲ ἐφόδου γενομένης σφοδρο‐ |
| book 144b.4 | τέρας τῶν πολεμίων ἐξέλιπον τὸ τεῖχος. b(BCE3E4)T |
| book 145a.1 | ἐκ δὲ τὼ ἀΐξαντε: περισσὸς ὁ δέ. | εἰς δὲ τὸ ἀΐξαντε |
| book 145a.2 | ὑποστιγμὴ θετέον. T |
| book 145b.1 | ἐκ δὲ τὼ ἀΐξαντε: βέλτιον 〈κατὰ〉 τὸ σύνηθες ἐπὶ τὸ |
| book 145b.2 | ἀΐξαντε διαστέλλειν. A |
| book 147a | 〈δέχαται:〉 οὕτως ἐν ἁπάσαις δέχαται. Aint |
| book 147b | δέχαται κολοσυρτόν: οὕτω δέχαται, δεδέχαται. |
| book 147b.1 | δέχαται ὡς †μένεται†, „δεδαίαται“ (α 23), δέαται (cf. ζ 242). T| |
| book 147b.2 | κολοσυρτὸς παρὰ τὸ τὰ κῶλα ἐπισύρειν, ἢ τὸν κολῳὸν καὶ συριγ‐ |
| book 147b.3 | μόν. AT |
| book 148a1.1 | δοχμώ {τ’ ἀΐσσοντε}: ὀξυτονητέον· ἔστι γὰρ δυϊκόν. |
| book 148a1.2 | τὸ δὲ δοχμός ὀξύνεται, ἐπεὶ τὰ εἰς μος μετ’ ἐπιπλοκῆς τοῦ χ ὀξύνεσθαι |
| book 148a1.3 | θέλει, αὐχμός, ἰωχμός. ταύτῃ καὶ πλοχμός, εἴτε συγκέκοπται εἴτε καὶ |
| book 148a1.4 | ἐντελές ἐστιν, ὀξυτονηθήσεται. οὕτως οὖν καὶ τὸ δοχμός. A |
| book 148a2 | ὀξυτονητέον τὸ δοχμώ· δυϊκὸν γάρ ἐστιν. b(BCE3E4)T |
| book 148b.1 | δοχμώ: δόχμιοι· b(BCE3)T παρ’ ἑκάτερα γὰρ αὐτοῖς |
| book 148b.2 | πεφύκασιν οἱ ὀδόντες. b(BCE3E4)T |
| book 148c1.1 | περὶ σφίσιν: ὀρθοτονητέον· εἰς γὰρ σύνθετον μεταλαμ‐ |
| book 148c1.2 | βάνεται. A |
| book 148c2.1 | ὀρθοτονητέον δὲ τὴν ἀντωνυμίαν εἰς σύνθετον μεταλαμ‐ |
| book 148c2.2 | βανομένην. T |
| book 148-9a1.1 | ἄγνυτον ὕλην 〈/ πρυμνὴν ἐκτάμνοντεσ〉: διὰ |
| book 148-9a1.2 | τὸ παραθήγειν τοὺς ὀδόντας. T |
| book 148-9a2.1 | ἐκτάμνοντε (149) δὲ τὴν ὕλην ἐν τῷ παραθήγειν δηλον‐ |
| book 148-9a2.2 | ότι τοὺς ὀδόντας. b(BE3) |
| book 149a.1 | πρυμνήν: ὡς „πυκνήν“ (ξ 521. 529). εἴπομεν δὲ περὶ |
| book 149a.2 | τούτου (sc. ad Ε 292). Aint |
| book 149b.1 | 〈πρυμνήν:〉 ἄκραν, b(BCE3E4)Til πρόρριζον. b |
| book 149b.2 | (BCE3E4) |
| book 149c1.1 | ὑπαὶ δέ τε κόμπος ὀδόντων: τὸ ἑξῆς ὑπαὶ ὀδόν‐ |
| book 149c1.2 | των. T |
| book 149c2 | τὸ ὑπαὶ δέ τε δὲ τῷ ὀδόντων συντακτέον. b(BCE3) |
| book 151.1 | ὣς τῶν κόμπει χαλκός: ὥσπερ ἀπὸ τῶν συῶν κόμπος |
| book 151.2 | γίνεται (cf. Μ 149—50). ἴσως οὖν πρὸς τοῦτο ἡ εἰκών. T |
| book 152.1 | ἄντην βαλλομένων: ἀμεταστρέπτως μαχομένων· b |
| book 152.2 | (BCE3E4)T οἱ γὰρ γενναῖοι ἐξ ἐναντίας μαχόμενοι τρώσεις δέχον‐ |
| book 152 | ται. b(BCE3E4) |
| book 153a.1 | λαοῖσιν {καθύπερθε}: οἱ περὶ Ζηνόδοτον „λάεσσι“, τοῖς |
| book 153a.2 | λίθοις. | προπερισπαστέον δέ· ἐπὶ γὰρ τοῦ πλήθους ὁ λόγος, οὐ 〈κ〉 |
| book 153a.3 | ἐπὶ τῶν λίθων· ‘λάεσσι‘ γὰρ ἐπ’ ἐκείνου τοῦ σημαινομένου λέγει. A |
| book 153b.1 | λαοῖσι〈ν〉 {καθύπερθε}: οὕτω τινὲς οὐ δεόντως. Ζηνόδο‐ |
| book 153b.2 | τος „λάεσσιν“. T |
| book 153b.1 | 〈λαοῖσιν καθύπερθε πεποιθότες:〉 τοῖς ἀπὸ τοῦ τείχους |
| book 153b.2 | ὄχλοις θαρροῦντες. Aim |
| book 153c.1 | λαοῖσι〈ν καθύπερθε〉 πεποιθότες: δῆλον ὡς ἐπὶ |
| book 153c.2 | στρεψάντων εἶπε τὸ λαοῖσι〈ν〉· προέφη γὰρ „Δαναῶν“ δὲ „γένε‐ |
| book 153c.3 | τ〈ο〉 ἰαχή τε φόβος τε“ (Μ 144). T |
| book 153d.1 | 〈λαοῖσιν καθύπερθε πεποιθότες:〉 δῆλον ὡς οὐ |
| book 153d.2 | πάντες τοῦ τείχους κατῆλθον, ἀλλὰ μέρη τινὰ ἐκεῖ ἐλέλειπτο. b |
| book 153d.3 | (BCE3E4) |
| book 153e | 〈βίηφι:〉 τὸ {δὲ} βίηφι χωρὶς τοῦ ι ἐστίν. T |
| book 154-5.1 | χερμαδίοισι〈ν ἐϋδμήτων ἀπὸ πύργων /〉 βάλ‐ |
| book 154-5.2 | λον: περιπαθῶς πάνυ· οἷοι γὰρ ἦσαν οἱ ἄνωθεν μόνον τολμῶντες |
| book 154-5.3 | βάλλειν, προελθεῖν δὲ ἀδυνατοῦντες. ἐν δὲ τῇ ἐπεξεργασίᾳ καὶ αὔξεται |
| book 154-5.4 | τὸ πάθος, ‘ἀμυνόμενοι ὑπέρ τε ἑαυτῶν καὶ τῶν σκηνῶν‘ (cf. 155). T |
| book 155.1 | 〈ἀμυνόμενοι σφῶν τ’ αὐτῶν καὶ κλισιάων:〉 ὅτι λεί‐ |
| book 155.2 | πει ἡ ὑπὲρ πρόθεσις. A |
| book 157-8.1 | ἅς τ’ ἄνεμος ζαὴσ〈— / ταρφειὰς κατέχευεν〉: |
| book 157-8.2 | πρὸς τὸ σύντονον καὶ πληκτικὸν τῶν λίθων. εἰς ἐπίτασιν οὖν τὸν |
| book 157-8.1 | ἄνεμον παρέλαβεν ὥστε σφοδροτέρως τὴν καταφορὰν γενέσθαι. |
| book 157-8.2 | b(BCE3E4)T „νιφάδεσ“ (156) δὲ χιόνες. | ζαὴς (157) ὡς ἀσε‐ |
| book 157-8.5.1 | βής. τὸ δὲ ταρφειάς (158) Ἀρίσταρχος ὀξύνει· καὶ οὕτως ἔχει ἡ |
| book 157-8.5.2 | παράδοσις. T |
| book 157.1 | {ἅς τ’ ἄνεμος} ζαής: ὡς „ὑγιήσ“ (Θ 524)· οὕτως καὶ ὁ |
| book 157.2 | Ἀσκαλωνίτης (p. 52 B.). παραιτητέον δὲ τοὺς βουλομένους βαρύνειν, |
| book 157.3 | ἴσως πλανηθέντας ἐκ τῆς αἰτιατικῆς τῆς εἰς ν περατωθείσης (cf. |
| book 157.4 | μ 313). ῥηθήσεται δὲ ἐν τῇ μ τῆς Ὀδυσσείας περὶ τῆς προσῳδίας (sc. |
| book 157.5 | ad μ 313). A |
| book 158.1 | ταρφειάς: Ἀρίσταρχος ὀξύνει ὡς πυκνάς. ὁ δὲ Θρᾷξ Διονύ‐ |
| book 158.2 | σιος (fr. 16 Schm.) ὁμοίως προεφέρετο τῷ ταχείας, παρὰ τὸ ταρφύς |
| book 158.3 | ἀρσενικόν, οὗ πολλαὶ ἦσαν χρήσεις παρὰ τοῖς παλαιοῖς καὶ παρ’ |
| book 158.4 | Ὁμήρῳ (cf. Λ 69. 387 al.). καὶ δῆλον ὅτι ἀναλόγως μὲν ἀναγινώσκει |
| book 158.5 | ὁ Θρᾷξ, ἐπεκράτησε δὲ ἡ Ἀριστάρχου. A |
| book 159a.1 | ὣς τῶν ἐκ χειρῶν βέλεα ῥέον: πρὸς τὴν συνήθειαν |
| book 159a.2 | τοῦ ποιητοῦ, ὅτι καταλλήλως τῷ βέλεα πληθυντικῷ ῥέον ἐπενή‐ |
| book 159a.3 | νοχε. A |
| book 159b.1 | βέλεα ῥέον: ἐπέμεινε τῇ τροπῇ, τὸ συνεχὲς καὶ ἀδιαλεί‐ |
| book 159b.2 | πτως δηλῶν. T |
| book 159c | 〈ῥέον:〉 οὕτως διὰ τοῦ ο, ῥέον. Ὁμηρικὸν τὸ σχῆμα. Aim |
| book 160a | ἀμφ’ αὖον: δύο μέρη λόγου ἐστίν, ἀμφὶ καὶ αὖον. οὕτως |
| book 160a | καὶ τὸ πληθυντικὸν οἶδεν „αὖα πάλαι, περίκηλα“ (ε 240). A |
| book 160b.1 | ἀμφ’ αὖον ἀΰτευν: δύο μέρη λόγου, ἀμφὶ καὶ αὖον, |
| book 160b.2 | b(BCE3E4)T ἵν’ ᾖ ἀμφ’ αὐτοὺς αὖον ἀΰτευν. b(BE3E4)T |
| book 160b.3 | κατεχρήσατο δὲ ἐπὶ ἀψύχων θεὶς τὸ ἀΰτευν. τινὲς δὲ περίξηρον, ἓν |
| book 160b.4 | μέρος λόγου. | τὸ δὲ ἀΰτευν ἐπὶ ἀψύχων. T |
| book 161a.1 | 〈βαλλόμεναι:〉 Ἀρίσταρχος „βαλλομένων“, ἄλλοι δὲ |
| book 161a.2 | βαλλόμεναι. Aim |
| book 161b.1 | βαλλόμεναι ... ὀμφαλόεσσαι: οὕτω Ζηνόδοτος, αἱ |
| book 161b.2 | δὲ πᾶσαι „βαλλομένων“. | ὀμφαλόεσσαι δὲ ἀσπίδες αἱ περιφερεῖς ἢ |
| book 161b.3 | πολλοὺς ὀμφαλοὺς ἔχουσαι. T |
| book 162a1.1 | καὶ ὣ πεπλήγετο μηρώ: ἀδύνατον τοῦτο ἐπὶ ὡπλι‐ |
| book 162a1.2 | σμένου. †ἔστιν οὖν τὸ ἡμιστίχιον τοῦ ποιητοῦ. T |
| book 162a2.1 | ἀδύνατον τοῦτο ἐπὶ ὡπλισμένου. ἔστι δὲ μόνον τῆς λύπης |
| book 162a2.2 | δηλωτικόν, ὡς ἐν ὀχλήματι γενόμενον. b(BCE3) |
| book 164a1.1 | φιλοψευδής: ὀξυτονητέον ὁμοίως τῷ ἁπλῷ· τὰ γὰρ εἰς |
| book 164a1.2 | ης λήγοντα ὑπὲρ μίαν συλλαβήν, ὀξυνόμενα, συντιθέμενα πάντα θέλει |
| book 164a1.3 | φυλάσσειν τὸν αὐτὸν τόνον, ὑπεσταλμένου τοῦ „ἀληθήσ“ (Μ 433), |
| book 164a1.4 | σαφὴς, ἀσαφής, ἀντεραστής, φιλαθλητής. οὕτως καὶ φιλοψευδής. |
| book 164a1.5 | οὐ λέλησμαι ὅτι τὸ κριτής ἔσθ’ ὅτε καὶ μεταβολὴν ποιεῖται τόνου, |
| book 164a1 | 〈οἷον〉 ἐν τῷ ξενοκρίτης. A |
| book 164a2.1 | ὀξύνεται δέ· τὰ γὰρ εἰς ης ὑπὲρ μίαν συλλαβήν, ὀξυνόμενα, |
| book 164a2.2 | ἐν τῇ συνθέσει φυλάσσει τὸν τόνον, σεσημειωμένου τοῦ „ἀληθήσ“ |
| book 164a2.3 | (Μ 433). καὶ τὸ κριτής δὲ ἔσθ’ ὅτε μεταβολὴν τόνου ποιεῖται. b(BE3)T |
| book 164b.1 | φιλοψευδής: φιλῶν ἀπατᾶν· ψεύδειν γὰρ τὸ ἀπατᾶν. |
| book 164b.2 | ἴσως δὲ διὰ τὰς βροντὰς τοῦτό φησιν, ὡς δῆθεν ταύτας σημεῖα τῆς |
| book 164b.3 | νίκης εἰληφώς. b(BCE3E4)T |
| book 165.1 | ἥρωας Ἀχαιούς: ὅτι πάντας κοινῶς καὶ οὐ τοὺς ἡγεμόνας |
| book 165.2 | μόνους ἥρωας καλεῖ. A |
| book 167a.1 | ὥς τε σφῆκες μέσον αἰόλοι: παμφάγοι γάρ εἰσιν. αἱ |
| book 167a.2 | δὲ μέ〈λισ〉σαι ἁπλῆν ἔχουσι τὴν χρόαν, ἐπεὶ ἓν ἐσθίουσιν. T ἀξιό‐ |
| book 167a.3 | πιστος δὲ ὁ παρὰ τῶν πολεμίων ἔπαινος. εὐτελεῖ δὲ ζῴῳ καὶ θυμικῷ |
| book 167a.4 | παρέβαλλε, τὴν μὲν ἀλκὴν ὁμολογεῖν ἀναγκαζόμενος, ἀφαιρούμενος |
| book 167a.5.1 | δέ τι τοῦ τῶν ἀνδρῶν ἀξιώματος διὰ τῆς τοῦ ζῴου σμικρότητος. |
| book 167a.5.2 | b(BCE3E4)T |
| book 167b1.1 | σφῆκεσ〈—〉ἠὲ μέλισσαι: δι’ ἀμφοῖν ἓν δηλοῦ‐ |
| book 167b1.2 | ται. T |
| book 167c1 | μέσον αἰόλοι: τὸ μέσον εὐκίνητοι διὰ τὴν ἐντομήν. T |
| book 167b2/c2.1 | {οἱ δ’ ὥστε σφῆκες μέσον αἰόλοι ἠὲ μέλισσαι:} δι’ ἀμ‐ |
| book 167b2/c2.2 | φοτέρων ἓν δηλοῦται τῶν κατὰ τὸ μέσον εὐκινήτων διὰ τὴν ἐντο‐ |
| book 167b2/c2.3 | μήν. A |
| book 167b2/c2 | μέσον αἰόλοι: ποικίλοι τὰ μέσα—εὐκινήτους. A |
| book 169-70a1.1 | 〈ἀλλὰ μένοντες /〉 ἄνδρας θηρητῆρας 〈ἀμύ‐ |
| book 169-70a1.2 | νονται περὶ τέκνων〉: τὸ 〈ἄνδρασ〉 θηρητῆρας (170) ἑκατέ‐ |
| book 169-70a1.3 | ρωσε δύναται προσνέμεσθαι. A |
| book 169-70a2 | τὸ δὲ ἄνδρας θηρητῆρας ἀμφοῖν δύναται εἶναι. T |
| book 170.1 | ἀμύνονται περὶ τέκνων: συλληπτικῶς· τοῦτο γὰρ σφη‐ |
| book 170.2 | κῶν, μελισσῶν δὲ τὸ ὑπὲρ τοῦ μέλιτος. b(BCE3E4)T |
| book 171 | 〈ὣς οἵ γε:〉 Ἀρίσταρχος „ὣς οἵδε“. Til |
| book 171-2a1.1 | καὶ δύ’ ἐόντες / χάσ〈σ〉ασθαι: ἐν ὑπερβολῇ· οἱ |
| book 171-2a1.2 | μὲν γὰρ προϊστάμενοι σφῆκες ὑπὲρ τῶν τέκνων πλείους εἰσίν. T |
| book 171-2a2.1 | ἐν ὑπερβολῇ τὸ δύο· οἱ μὲν γὰρ τῶν τέκνων προϊστάμενοι |
| book 171-2a2.2 | σφῆκες καὶ τῶν μελισσώνων αἱ μέλισσαι πλείους εἰσίν. οὗτοι δὲ καὶ |
| book 171-2a2.3 | δύο ὄντες κρείττονα διαπράττονται. b(BCE3E4) |
| book 172.1 | ἠὲ ἁλῶναι: καὶ οἱ ῥήτορες ἁλῶναι διχῇ φασι, τὸ κριθῆ‐ |
| book 172.2 | ναι θανάτου. T |
| book 173a1.1 | οὐδὲ Διὸς πεῖθε φρένα: ἠθικῶς πάνυ τῇ ἀναφωνήσει. |
| book 173a1.2 | ἅμα δὲ καὶ προλαμβάνει τι τῶν ἑξῆς, θεραπεύων τὸν ἀκροατὴν ὅτι |
| book 173a1.3 | οὐ τῆς Ἕκτορος ἀρετῆς ἥττους ἐφάνησαν Ἕλληνες, τὸ κατόρθωμα |
| book 173a1.4 | Διὸς εἶναι λέγων. T |
| book 173a2.1 | ἠθικῶς τῇ ἀναφωνήσει χρῆται, θεραπεύων τὸν ἀκροατὴν |
| book 173a2.2 | ὅτι οὐκ ἐκ τῆς Ἕκτορος ἀρετῆς τοιαῦτα Ἕλληνες ἐπεπόνθεισαν, ἀλλ’ |
| book 173a2.3 | ἐκ τῆς Διὸς ἐπικουρίας, οὗ τὸ κατόρθωμα. b(BCE3E4) |
| book 175a1.1 | ἄλλοι δ’ ἀμφ’ ἄλλῃσι 〈μάχην ἐμάχοντο πύλῃ‐ |
| book 175a1.2 | σιν〉: ἀπὸ τούτου ἕως τοῦ „πάντες, ὅσοι Δαναοῖσιν“ (Μ 180) ἀθε‐ |
| book 175a1.3 | τοῦνται στίχοι ἕξ, ὅτι παρῴδηνται ἐκ τοῦ „ἄλλοι δ’ ἀμφ’ ἄλ〈λ〉ῃσι |
| book 175a1.4 | μάχην ἐμάχοντο νέεσσι“ (Ο 414). πρὸς ποίας δὲ πύλας ἐμάχοντο; |
| book 175a1.5.1 | οὐδέπω γὰρ διαβεβήκασι τὴν τάφρον. γελοῖον δὲ καὶ τὸ „ἀργαλέον |
| book 175a1.5.2 | δέ με ταῦτα θεὸν ὣς πάντ’ ἀγορεῦσαι“ (Μ 176)· τί γὰρ εἴρηται ἤδη |
| book 175a1.1 | τῆς τειχομαχίας; πόθεν δὲ „θεσπιδαὲς πῦρ“ (Μ 177); οὐδέπω γὰρ |
| book 175a1.2 | πυρὶ κέχρηνται, ἀλλ’ ὕστερον λέγει ὁ Ἕκτωρ· „οἴσετε πῦρ“ (Ο 718). |
| book 175a1.3 | εὔηθες δὲ καὶ τὸ λέγειν ὅτι ἠνιῶντο οἱ βοηθοῦντες τοῖς Ἕλλησι θεοὶ |
| book 175a1.10.1 | ἐπὶ τῷ ἐλαττοῦσθαι αὐτούς (cf. Μ 178—80). τῷ δὲ „λάϊνον· Ἀργεῖοι |
| book 175a1.10.2 | δέ“ (Μ 178) διπλῆν παρατιθέασιν ἔνιοι διὰ τὸ ὑπερβατόν, „περὶ τεῖ‐ |
| book 175a1.10.3 | χος λάϊνον“ (cf. Μ 177—8). | ἠθετοῦντο δὲ καὶ παρὰ Ἀριστοφάνει· |
| book 175a1.10.4 | παρὰ Ζηνοδότῳ δὲ οὐδὲ ἐγράφοντο. A |
| book 175a2 | Ζηνόδοτος οὐδὲ γράφει, Ἀριστοφάνης δὲ ἀθετεῖ. Til |
| book 175-81a.1 | ἄλλοι δ’ ἀμφ’ ἄλλῃσι〈—πόλεμον καὶ |
| book 175-81a.2 | δηιοτῆτα〉: ἀθετεῖ Ἀρίσταρχος, πρῶτον μὲν διὰ τὸ πύλας ἄλλας |
| book 175-81a.3 | ὀνομάζεσθαι· ἀρέσκει γὰρ αὐτῷ μίαν εἶναι τὴν ἐν τῷ τείχει πύλην· |
| book 175-81a.4 | εἶτα διὰ τὸ ἀργαλέον δέ με ταῦτα (176)· b(BCE3E4)T φησὶ |
| book 175-81a.5.1 | γὰρ ὅτι καὶ μὴν ἔφρασε τὴν τειχομαχίαν, b(BE3E4)T εἰπὼν δὲ |
| book 175-81a.5.2 | „πληθὺν δ’ οὐκ ἂν ἐγώ“ (Β 488) ἐσιώπα τὸ πλῆθος· T εἶτα καὶ |
| book 175-81a.5.3 | διὰ τὸ Λαπίθαι (181)· εἰ μὴ γὰρ τοὺς πατέρας αὐτῶν (cf. Μ 128) |
| book 175-81a.5.4 | οὐ καλεῖ Λαπίθας ὁ ποιητής. b(BE3E4)T |
| book 175-81b.1 | ἄλλοι δ’ ἀμφ’ ἄλλῃσι〈—πόλεμον καὶ δηϊο‐ |
| book 175-81b.2 | τῆτα〉: Πῖος (fr. 5 H.) ἀπολογούμενος πρὸς τὰς ἀθετήσεις Ἀριστάρ‐ |
| book 175-81b.3 | χου ταῦτά φησιν ὅτι Ἄσιος μὲν περὶ τὴν μίαν πύλην τὴν ἱππήλατον |
| book 175-81b | ἐμάχετο, οἱ δὲ περὶ τὸν Ἄσιον περὶ τὰς μικρὰς πύλας· τῷ γὰρ ἄλλας |
| book 175-81b.5.1 | μικρὰς εἶναι πύλας οὐδ’ αὐτὸς Ἀρίσταρχος ἀντιλέγει· b(BE3E4)T |
| book 175-81b.5.2 | πῶς γὰρ τοσοῦτον πλῆθος ἐν τῷ φεύγειν διὰ μιᾶς εἰσῄει; b(BE3E4) |
| book 175-81b.5.3 | τὸ δὲ ἀργαλέον δέ με ταῦτα (176) πάνυ μετρίως φησὶν εἰρῆσθαι· |
| book 175-81b.5.4 | ἀνδρῶν γὰρ ἀναιρουμένων κατάλογον διεξιὼν καὶ τρόπους τῶν ἀναι‐ |
| book 175-81b.5.5 | ρέσεων καὶ λόγους τῶν τε ἀναιρούντων καὶ πιπτόντων καὶ συμπτώ‐ |
| book 175-81b.10.1 | ματα τῆς τύχης καὶ πολυμερῆ μάχην, εἰκότως ἐνδείκνυται δυσχερῆ |
| book 175-81b.10.2 | τὴν τῶν τοιούτων διήγησιν. τὸ δὲ Λαπίθαι (181) γελοιότατον· |
| book 175-81b.10.3 | πῶς γὰρ ἄλλως ἦν ὀνομάσαι τοὺς τῶν Λαπιθῶν υἱοὺς ἢ τῷ τῶν πα‐ |
| book 175-81b.10.4 | τέρων ὀνόματι; b(BE3E4)T ἄλλως τε καὶ Ὁμηρικὴν ἐνάργειαν |
| book 175-81b.10.5 | ἔχουσιν οἱ στίχοι. T |
| book 177-8a.1 | πάντῃ γὰρ περὶ τεῖχος ὀρώρει θεσπιδαὲς |
| book 177-8a.2 | πῦρ / λάϊνον: λιθίνου τοῦ τείχους ὄντος καὶ τῶν Τρώων βαλλόν‐ |
| book 177-8a.3 | των, ἐκ τῆς συγκρούσεως τῶν βαλλομένων πῦρ ἅπτεσθαί φησι παν‐ |
| book 177-8a.4 | ταχόθεν τοῦ τείχους. ἔχει δὲ ἔμφασιν ὁ λόγος. A b (BCE3E4)T |
| book 177-8b.1 | 〈περὶ τεῖχος ὀρώρει〉 θεσπιδαὲς πῦρ 〈/ λάϊνον〉: |
| book 177-8b.2 | τὸ θερμὸν τῆς μάχης πῦρ (177) φησιν. A b (BCE3E4)T δύναται δὲ |
| book 177-8b.3 | καὶ κυρίως πῦρ (177) λέγειν, ἵνα καὶ τὸ τεῖχος αὐτὸ ἐμπρῆσαι |
| book 177-8b.4 | ἐπιχειροῦντας εἰσάγῃ τοὺς βαρβάρους. A b (BE3E4)T καὶ τὸ |
| book 177-8b.5.1 | λάϊνον (178) ἐπήγαγεν ὥσπερ ἐπιμωκώμενος αὐτοὺς ἐπιχειροῦντας |
| book 177-8b.5.2 | ἐμπρῆσαι λίθους. b(BE3E4)T λέγουσι δὲ πάντας ἐπελθεῖν πλὴν |
| book 177-8b.5.3 | Ἕκτορος διὰ τὸ σημεῖον (cf. Μ 200—7). T | θεσπιδαὲς (177) δὲ τὸ |
| book 177-8b | ὑπὸ θεῶν ἀναπτόμενον, ἢ τὸ ὑπὸ θείου δαιόμενον. b(BE3E4)T |
| book 177-8c1.1 | 〈περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ / λάϊνον:〉 |
| book 177-8c1.2 | βραχὺ διασταλτέον ἐπὶ τὸ πῦρ (177)· ἔστι γὰρ τεῖχος λάϊνον |
| book 177-8c1.3 | τὸ ἑξῆς· ἄκαιρον γὰρ τὸ λάϊνον πῦρ, εἴ τις συνάπτοι. A |
| book 177-8c2.1 | ὑποστικτέον δὲ εἰς τὸ πῦρ· ἔστι γὰρ τεῖχος λάϊνον, |
| book 177-8c2.2 | b(BE3E4)T οἱ δὲ τὸ πῦρ (177). b(BE3) |
| book 178-9a1.1 | Ἀργεῖοι δὲ καὶ ἀχνύμενοί περ ἀνάγκῃ |
| book 178-9a1.2 | 〈/ νηῶν ἠμύνοντο〉: ἡ τελευταία λέξις ἡ ἀνάγκῃ (178) κεχωρί‐ |
| book 178-9a1.3 | σθαι ὀφείλει τῶν ἄνω, ἵνα σαφέστερον παραστῇ ἥ τε ἐπίτασις καὶ ἡ |
| book 178-9a1.4 | ἐναντίωσις. δυνατὸν δὲ καὶ συνάπτοντα μέχρι τοῦ νηῶν (179) ἀπ’ |
| book 178-9a1.5 | ἄλλης ἀρχῆς λέγειν ἠμύνοντο (179), ἵνα ᾖ ἀχνύμενοι περὶ νηῶν. A |
| book 178-9a2.1 | εἰς τὸ πέρ (178) ὑποστικτέον b(BCE3)Til καὶ τὰ |
| book 178-9a2.2 | ἑξῆς συνδετέον. b(BCE3) |
| book 179-80.1 | θεοὶ δ’ ἀκαχείατο 〈θυμόν / πάντες, ὅσοι— |
| book 179-80.2 | ἦσαν〉: ἐλπίδα ὑποβάλλει τοῖς ἀκροαταῖς ὅτι οὐκ ἦν ταῦτα ἀρεστὰ |
| book 179-80.3 | θεοῖς, ἀλλὰ διενοοῦντο μὲν καὶ αὐτοὶ βοηθεῖν, ᾐδοῦντο δὲ Δία. b |
| book 179-80.4 | (BCE3E4)T |
| book 179 | 〈θυμόν:〉 ἐν ἄλλῳ „θυμῷ“. Aim |
| book 180.1 | ἐπιτάρροθοι: ἡ ταρ πλεονάζει ὡς ἐν τῷ ἀταρτηρός (cf. |
| book 180.2 | Α 223). ἡ δὲ μεταφορὰ ἀπὸ τῶν τοῖς κυσὶ βοῇ κελευόντων. AT |
| book 181.1 | σὺν δ’ ἔβαλον Λαπίθαι 〈πόλεμον καὶ δηϊοτῆτα〉: |
| book 181.2 | ἐπεὶ προεῖπεν „Ἕκτορι γάρ οἱ θυμόσ“ (Μ 174), τὸ μὲν εἰς ὕστερον |
| book 181.3 | ταμιεύεται, ἐπὶ δὲ τοῦ παρόντος πλεονεκτοῦντας ποιεῖ τοὺς Ἕλληνας, |
| book 181.4 | ἕως ἂν ἡ ἀπὸ τοῦ Διὸς βοήθεια μεταγάγῃ τὴν εὐημερίαν ἐπὶ τὸν |
| book 181.5 | Ἕκτορα. b(BCE3)T |
| book 183.1 | {διὰ} χαλκοπαρῄου: παραγώγως· οὐχ ὑπόκειται γὰρ τὸ |
| book 183.2 | παρήϊον. T |
| book 189.1 | κατὰ ζωστῆρα τυχήσας: ἐκεῖ τὸ τυφλόν ἐστιν ἔντερον. |
| book 189.2 | τὸ δὲ „αὐτοσχεδίην“ (Μ 192) ἐπίρ〈ρ〉ημα. T |
| book 193a.1 | Ἰαμενόν {καὶ ὀρέστην}: Ἀρίσταρχος ψιλοῖ. ὁ δὲ Ἀσκα‐ |
| book 193a.2 | λωνίτης (p. 52) φησίν· „ἐὰν μὲν ἀπὸ τῆς ἰάσεως, ψιλωτέον, ἐὰν δὲ |
| book 193a.3 | ἀπὸ τῆς ὁρμῆς, δασυντέον“. ἄμεινον δὲ προκρίνειν τὴν Ἀριστάρχου· |
| book 193a.4 | οὐδὲν γάρ ἐστι κωλῦον τὴν ἀνάγνωσιν αὐτοῦ. A |
| book 193b | 〈Ὀρέστην:〉 πρὸς τὴν ὁμωνυμίαν. Aint |
| book 195-99.1 | ὄφρ’ οἱ τοὺς ἐνάριζον ἀπ’ ἔντεα μαρμαίροντα |
| book 195-99.2 | 〈/ —οἵ ῥ’ ἔτι μερμήριζον〉: ὑποστιγμαὶ ἐν ὑποκρίσει μαρ‐ |
| book 195-99.3 | μαίροντα (195), νῆας (198), διαστολαὶ δὲ ἕποντο (196), ἔσαν |
| book 195-99.4 | (197). ἡ δὲ ἀνταπόδοσις οἵ ῥ’ ἔτι μερμήριζον (199)· διόπερ οὐ |
| book 195-99.5 | χωριστέον στιγμαῖς· εἷς γὰρ ὁ λόγος. A |
| book 197.1 | οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν: καὶ τοῦτο ὑπὲρ παρα‐ |
| book 197.2 | μυθίας ὅτι τὸ πλεῖστον καὶ ἀκμαιότατον τῶν βαρβάρων ἦν τὸ πλεο‐ |
| book 197.3 | νεκτῆσαν ἐν τῇ μάχῃ. b(BCE3)T |
| book 199a.1 | οἵ ῥ’ ἔτι μερμήριζον ἐφεσταότες παρὰ τάφρῳ: |
| book 199a.2 | καὶ μὴν ἔδει διώκειν μᾶλλον· ἀπογνόντες γὰρ τῆς ἀνακομιδῆς δει‐ |
| book 199a.3 | νότεροι ἂν εἶεν. ἀλλ’ ἐναγώνιός τε γίνεται ἡ ποίησις καὶ αἱ ἀπειλαὶ |
| book 199a | αὐτοῦ „ὡς πυρὶ νῆας ἐνιπρήσω, κτείνω δὲ καὶ αὐτούσ“ (Θ 182). T |
| book 199b.1 | οἱ ῥ’ ἔτι μερμήριζον 〈ἐφεσταότες παρὰ τάφρῳ〉: |
| book 199b.2 | ἅμα τῇ ἐφόδῳ Ἀσίου ταῦτα γράφει. ἀλλ’ ἅμα πάντα λέγειν ἀδύνα‐ |
| book 199b.3 | τον. T |
| book 201a.1 | αἰετὸς ὑψιπέτης ἐπ’ ἀριστερὰ 〈λαὸν ἐέργων〉: |
| book 201a.2 | μέσος διῆλθεν, ἐπὶ τὰ ἑαυτοῦ ἀριστερὰ τὸν Τρωϊκὸν λαὸν ἐέργων, |
| book 201a.3 | ἐν δεξιᾷ δὲ δηλονότι τὸ Ἑλληνικὸν στρατόπεδον ἔχων. b(BCE3 |
| book 201a.4 | E4)T |
| book 201b.1 | αἰετὸς ὑψιπέτης 〈ἐπ’ ἀριστερὰ λαὸν ἐέργων〉: |
| book 201b.2 | ὅτι ἀφορίζων, ἔφη, ἐπὶ τὰ ἑαυτοῦ ἀριστερὰ ὁ ἀετός. A |
| book 201c1.1 | 〈αἰετὸς ὑψιπέτησ〉 ἐπ’ ἀριστερὰ λαὸν ἐέργων: |
| book 201c1.2 | οἱ μὲν εἰς τὸ ἀριστερά στίζουσι, καὶ τὸ ἐέργων ἀντὶ τοῦ κωλύων· |
| book 201c1.3 | οἱ δὲ ὑφ’ ἓν ἐπ’ ἀριστερὰ ἐέργων, ἀφορίζων ἐπὶ τὰ ἀριστερὰ |
| book 201c1.4 | μέρη τὸν λαόν. T |
| book 201c2.1 | βέλτιον μέσον μὲν τὸν ἀετὸν ἔρχεσθαι τοῦ πλήθους, |
| book 201c2.2 | ἀνείργειν δὲ αὐτοὺς ἐπὶ τὰ ἀριστερὰ †φερομένους†· διὸ συναπτέον |
| book 201c2.3 | ἐπ’ ἀριστερὰ λαὸν ἐέργων. A |
| book 201d.1 | ὑψιπέτης: Ἀρίσταρχος ἐβάρυνεν εὑρὼν τὸ „ὠκυπέτα, |
| book 201d.2 | χρυσέῃσιν ἐθείρῃσιν“ (Θ 42) οὕτως κεκλιμένον, ὡσεὶ καὶ ἀπὸ τοῦ |
| book 201d.3 | παντοπώλης παντοπῶλα. πρόδηλον δὲ κἀκ τῶν διαλέκτων· „ὑψι‐ |
| book 201d.4 | πέτασ“ γὰρ εὑρέθη κατὰ τροπὴν τοῦ η εἰς τὸ α, ὅπερ ζητεῖ καὶ ἡ |
| book 201d.5 | κλίσις καὶ ἡ βαρεῖα τάσις. τινὲς μέντοι ἐτόλμησαν τὸ ὑψιπέτης |
| book 201d.1 | περισπάσαι, ἐπεὶ ἐν ἑτέροις ἔφη „ὥστ’ αἰετὸς ὑψιπετήεισ“ (Χ 308). |
| book 201d.2 | ὡς οὖν τὸ „τιμήεις ἔσομαι“ (ν 129) ἐγένετο τιμῆς, „οὐκέθ’ ὁμῶς τι‐ |
| book 201d.3 | μῆς ἔσεαι“ (Ι 605), οὕτως ὑψιπετήεις ὑψιπετῆς. ἀλλ’ ἐπὶ μὲν τοῦ |
| book 201d.4 | τιμῆς εὕρομεν αἰτιατικήν, „καὶ χρυσὸν τιμῆντα“ (Σ 475), ἥτις |
| book 201d.10.1 | ἐδίδασκε τὸ τῆς εὐθείας πάθος· ἐπὶ δὲ τοῦ προκειμένου οὐδὲν εὕ‐ |
| book 201d.10.2 | ρομεν τοιοῦτο. ἔνθεν ἐπείσθημεν τῷ Ἀριστάρχῳ. A |
| book 201e | 〈ἐπ’ ἀριστερά:〉 τὰ δυτικά. Til |
| book 201e.1 | ἐπ’ ἀριστερὰ λαὸν ἐέργων: ὑποχωρῆσαι συμφέρον |
| book 201e.2 | —χαριζόμενος Θέτιδι. A |
| book 202 | φοινήεντα: ᾑματωμένον· αὐτὸν γὰρ ἐσθίει. b(BCE3E4)T |
| book 202-3.1 | 〈φοινήεντα δράκοντα φέρων— / ζῳὸν ἔτ’ |
| book 202-3.2 | ἀσπαίροντα,〉 καὶ οὔπω λήθετο χάρμης: ὁ δράκων. πιθανῶς |
| book 202-3.3 | δὲ τὸ οὔπω (203), οἷον καίτοι ἤδη λελωβημένος. καὶ τὸ ἔτι ἀσπαί‐ |
| book 202-3.4 | ροντα τὸν ἤδη κεκακωμένον παρίστησι καὶ τὸ φοινήεντα (202) |
| book 202-3.5 | πεφοινιγμένον ὑπὸ τοῦ ἰδίου αἵματος. b(BCE3E4)T |
| book 204a.1 | κόψε: τὸ ταχὺ τῆς πληγῆς διὰ τῆς λέξεως ἐσήμανεν. |
| book 204a.2 | b(BCE3E4)T |
| book 204b | γάρ αὐτον: οὕτως ἐγκλιτέον τὴν ἀντωνυμίαν κατ’ |
| book 204b.1 | αἰτιατικὴν πτῶσιν. μέμνηται καὶ Ἡρωδιανὸς (2,82,4) καὶ Ἀπολ‐ |
| book 204b.2 | λώνιος (Frg. p. 13, 27). A |
| book 205a1.1 | ἰδνωθείς: ψιλωτέον τὸ ι. οὕτως καὶ Ἀλεξίων (fr. |
| book 205a1.2 | 52 B.) καὶ οἱ ἄλλοι. προείρηται δὲ ἡμῖν ἐν τῇ Β (sc. ad 266). A |
| book 205a2 | ψιλωτέον τὸ ἰδνωθείς. Til |
| book 205b.1 | ἰδνωθείς: τὸ ὑγρὸν τοῦ δράκοντος ἐσήμανε· τοσοῦ‐ |
| book 205b.2 | τον, φησίν, ἐπικαμφθεὶς ὡς τὸ ἰνίον αὐτοῦ δονηθῆναι. b(BCE3E4)T |
| book 206.1 | μέσῳ 〈δ’〉 ἐγκάββαλ’ ὁμίλῳ: τῷ μεταιχμίῳ πρὸς |
| book 206.2 | τὸ μὴ διαβῆναι· ὡς γὰρ ὁ ἀετὸς ἐπὶ τὰ ξένα ἑαυτοῦ τοῦ τέλους ἠστόχη‐ |
| book 206.3 | σεν, οὕτω καὶ οἱ Τρῶες. b(BCE3E4)T |
| book 207a.1 | 〈πνοιῇς ἀνέμοιο:〉 ὅτι λείπει τὸ ἅμα, ἅμα πνοιῇσιν |
| book 207a.2 | ἀνέμοιο. Aint |
| book 207b.1 | πνοιῇς ἀνέμοιο: τῷ πνέοντι ἀνέμῳ δοὺς ἑαυτὸν διὰ |
| book 207b.2 | τὸ ὀδυνηθῆναι. b(BCE3E4)T καὶ ἡμεῖς οὖν „οὐ κόσμῳ παρὰ |
| book 207b.3 | ναῦφιν ἐλευσόμεθα“ (Μ 225) τῇ πνοῇ τῆς εὐχῆς ἑπόμενοι. T |
| book 208a.1 | Τρῶες δ’ ἐρρίγησαν, 〈ὅπως ἴδον αἰόλον ὄφιν〉: |
| book 208a.2 | πῶς, φασί, βοηθῶν τοῖς βαρβάροις ἐπιπέμπει νῦν οἰωνὸν ἀποτρέ‐ |
| book 208a.3 | ποντα {τὰ} τῆς διαβάσεως; ἄριστα δὲ ἔχει καὶ τοῦτο τῷ Ὁμήρῳ· |
| book 208a.4 | τὴν μὲν γὰρ διάβασιν ἤθελε γενέσθαι ὁ θεὸς πρὸς τὸ ἀναστῆσαι |
| book 208a.5.1 | Ἀχιλλέα. ᾔδει δὲ μὴ πεισόμενον Ἕκτορα τῷ σημείῳ, πρὸς 〈δὲ〉 τὸ |
| book 208a.5.2 | μὴ δόξαι ἀπατᾶν τοὺς Τρῶας τοῦτο ποιεῖ. {ὅτε} οὐ κρίνει δὲ Ἕλενος |
| book 208a.5.3 | πρὸς τὸ μὴ πεισθῆναι Ἕκτορα· ἀπίθανον γὰρ ἦν ἀπειθῆσαι τῷ |
| book 208a | μάντει. T |
| book 208b.1 | Τρῶες δ’ ἐρρίγησαν, 〈ὅπως ἴδον αἰόλον ὄφιν〉: |
| book 208b.2 | εἰκότως ἐπιστῆναί φησι τοὺς Τρῶας· ἐν γὰρ τοιούτῳ καιρῷ φανὲν |
| book 208b.3 | πρὸ τῆς μελλούσης ἐγχειρήσεως ἐναργῶς ἐδόκει σημεῖον εἶναι κρί‐ |
| book 208b.4 | σεως δεόμενον. T |
| book 208c.1 | ὅπως ἴδον αἰόλον ὄφιν: μείουρος ὁ στίχος. ἀκέφα‐ |
| book 208c.2 | λος „ἐπειδὴ νῆάς τε“ (Ψ 2), λαγαρὸς „τῶν αὖθ’ ἡγείσθην Ἀσκλη‐ |
| book 208c.3 | πιοῦ δύο παῖδε“ (Β 731). οἱ δὲ „ὄ〈π〉φιν“ φασίν· ἐμφαντικώτερον |
| book 208c.4 | δὲ ἐχρήσατο τῇ τοῦ στίχου συνθέσει, καίτοι γε ἐγχωροῦν εἰπεῖν |
| book 208c.5.1 | ‘ὅπως ὄφιν αἰόλον εἶδον‘· τὴν γὰρ κατάπληξιν τῶν Τρώων καὶ |
| book 208c.5.2 | τὸν φόβον παρίστησι τῷ τάχει τοῦ στίχου εἰς βραχείας τελευτῶν‐ |
| book 208c.5.3 | τος συλλαβάς. T |
| book 208c.1 | αἰόλον ὄφιν: τὸν πολυποίκιλον—καὶ καλεῖται |
| book 208c.2 | μείουρος. A |
| book 210 | 〈Ἕκτορα εἶπεν:〉 ὅτι λείπει ἡ πρός, πρὸς Ἕκτορα. Aim |
| book 211a.1 | Ἕκτορ, ἀεὶ μέν πώς μοι ἐπιπλήσσεις 〈ἀγορῇ‐ |
| book 211a.2 | σιν〉: σημειοῦνταί τινες ὅτι τοῦτο ὡς γενόμενον λέγει, γινόμενον |
| book 211a.3 | δὲ οὐ παρίστησι. καὶ παρεῖται ἡ πρόθεσις· ἐν ἀγοραῖς γάρ. τινὲς |
| book 211a | δὲ οὕτως ὅτι ἀγορῇσιν ἀντὶ τοῦ ἀγορεύσεσιν εἴρηκεν. A |
| book 211b.1 | 〈ἐπιπλήσσεις:〉 οὕτως διὰ τοῦ π, ἐπιπλήσσεις. |
| book 211b.2 | Aim |
| book 211-2.1 | ἀεὶ 〈μέν πώσ〉 μοι ἐπιπλήσσεις 〈ἀγορῇσιν /〉 |
| book 211-2.2 | ἐσθλὰ φραζομένῳ: προδιορθώσει χρῆται εἰδὼς ἀπειθήσοντα· |
| book 211-2.3 | πρώην δὲ (cf. Μ 61—79) οὐχ οὕτω διὰ τὸ κεχαρισμένα λέγειν. | |
| book 211-2.4 | ἐπιπλήσσει〈σ〉 δέ, ἡ γραφὴ διὰ τοῦ π, οὐχὶ διὰ τοῦ ν. | φασὶ |
| book 211-2.5.1 | δὲ τὸν πατέρα τοῦ Πολυδάμαντος Πάνθουν Δελφὸν εἶναι τὸ γένος· |
| book 211-2.5.2 | Τρῶας δέ ποτε θεοπρόπους ἐλθόντας αὐτόσε ἀγαγεῖν αὐτὸν πρὸς |
| book 211-2.5.3 | τὸν Πρίαμον ἐπὶ τῷ διηγήσασθαι τὸν χρησμὸν καὶ οὕτως αὐτὸν |
| book 211-2.5.4 | ἐκεῖ μεῖναι. T |
| book 212.1 | οὐδὲ μὲν οὐδὲ ἔοικε: μὲν ἀντὶ τοῦ μήν. περισσὴ δὲ |
| book 212.2 | μία ἀπόφασις. T |
| book 212-3.1 | οὐδὲ ἔοικε / δῆμον ἐόντα 〈παρὲξ ἀγορευέμεν〉: |
| book 212-3.2 | προλαμβάνει τὴν ἐπίπληξιν τοῦ βασιλέως, ὑπομαλάσσων αὐτόν· |
| book 212-3.3 | b(BCE3E4)T φησὶ γοῦν ὅτι οὐκ ἔστιν ἰσηγορία τοῖς δημόταις |
| book 212-3.4 | πρὸς τοὺς βασιλέας. b(BE3E4)T αὔξεται δὲ ἀρχὴ ὑπὸ χρηστῆς |
| book 212-3.5 | παραινέσεως. T |
| book 213a.1 | δῆμον {ἐόντα}: βαρυτονητέον πρὸς ἀντιδιαστολὴν τοῦ |
| book 213a.2 | „δημόν“ ὀξυνομένου ἐν τῇ Θ ῥαψῳδίᾳ (240). οὕτως Ἡρωδιανός |
| book 213a.3 | (2,82,18). A |
| book 213b.1 | 〈δῆμον:〉 ὅτι ἀντὶ τοῦ δημότην, ἰδιώτην. | οὕτως |
| book 213b.2 | Ἡρωδιανός (2,82,18), δῆμον {ἐόντα}. Aim |
| book 213c.1 | παρὲξ ἀγορευέμεν: παρὰ τὸ δέον, παρὰ τὸ κελευόμε‐ |
| book 213c.2 | νον πράσσειν. b(BE3E4)T |
| book 214 | 〈σὸν δὲ κράτος:〉 ἐν ἄλλῳ „σὸν δὲ κλέοσ“. Aim |
| book 215a.1 | νῦν δ’ αὖτ’ ἐξερέω: σοί. νῦν ἀντὶ τοῦ ‘οὐκ ἐν ἅ‐ |
| book 215a.2 | πασιν‘· Ἕκτωρ γὰρ οὐ τὴν παραίνεσιν ἀποστρέφεται, ἀλλὰ τὴν |
| book 215a.3 | ἐν ἅπασιν ἰσηγορίαν. τὰ δὲ Ἑλληνικὰ πλησίον δημοκρατίας, καὶ |
| book 215a.4 | παρρησία πολλὴ τοῖς ἡγεμόσι· b(BCE3E4)T πρὸς γοῦν τὸν |
| book 215a.5.1 | Ἀγαμέμνονα Διομήδης φησὶν „Ἀτρείδη, σοὶ πρῶτα μαχήσομαι |
| book 215a.5.2 | 〈ἀφραδέοντι〉“ (Ι 32), ὁ δὲ Ὀδυσσεὺς „οὐλόμεν’, αἴθ’ ὤφελλες |
| book 215a.5.3 | ἀεικελίου στρατοῦ 〈ἄλλου / σημαίνειν, μὴ δ’ ἄμμιν ἀνασσέμεν〉“ |
| book 215a.5.4 | (Ξ 84—5). T |
| book 215b | 〈ἄριστα:〉 τῶν συμφερόντων δηλονότι. Aint |
| book 216 | 〈μὴ ἴομεν:〉 ὅτι ἀντὶ τοῦ μὴ ἴωμεν συνέσταλκεν. Aim |
| book 217.1 | 〈ὧδε γὰρ〉 ἐκτελέεσθαι ὀΐομαι: ἄμεινον τελειοῦν |
| book 217.2 | εἰς τὸ ὀΐομαι, b(BCE3E4)T καὶ τὸ ἑξῆς τοῖς μετ’ αὐτὸ συνά‐ |
| book 217.3 | πτειν. b(BCE3E4) |
| book 218a | Τρωσίν {δ’ ὄρνις ἦλθε}: καὶ μὴ Ἕλλησιν. T |
| book 218b1.1 | 〈ὄρνις ἐπῆλθε:〉 χωρὶς τῆς προθέσεως αἱ Ἀριστάρ‐ |
| book 218b1.2 | χου. Aim |
| book 218b2.1 | ὄρνις ἐπῆλθε: „ὄρνις ἦλθε“ χωρὶς τῆς ἐπί αἱ Ἀρι‐ |
| book 218b2.2 | στάρχου. καὶ Ἀττικῶς ἐξέτεινε τὸ ὄρνις. T |
| book 223-5.1 | ὣς ἡμεῖσ〈—ἐλευσόμεθ’ αὐτὰ κέλευθα〉: |
| book 223-5.2 | ὥσπερ γὰρ κατ’ ἀρχὰς κρατήσας ὁ ἀετὸς διὰ τῆς ἁρπαγῆς ὕστερον |
| book 223-5.3 | κακόν τι προσλαβὼν ἀφῆκε τὴν ἄγραν, b(BCE3E4)T οὕτω |
| book 223-5 | καὶ αὐτοὶ πεισόμεθα. b(BCE3E4) |
| book 223.1 | ὣς ἡμεῖς: τοὺς συνεχομένους Ἕλληνας εἴκασε τῷ δρά‐ |
| book 223.2 | κοντι. T |
| book 225a | 〈παρὰ ναῦφιν:〉 ἀπὸ τῶν νηῶν. Til |
| book 225b.1 | 〈αὐτὰ κέλευθα:〉 τὴν αὐτὴν ὁδόν, δι’ ἧς ἤλθομεν. |
| book 225b.2 | λείπει δὲ τὸ τά. b(BCE3) |
| book 228-9a.1 | ὧδέ χ’ ὑποκρίναιτο θεοπρόπος, 〈ὃς σάφα |
| book 228-9a.2 | θυμῷ /〉 εἰδείη τεράων 〈καί οἱ πειθοίατο λαοί〉: ἀμφίβο‐ |
| book 228-9a.3 | λον· εἰ μὲν ὑφ’ ἕν τις λέγοι ὃς σάφα θυμῷ / εἰδείη τεράων καί |
| book 228-9a.4 | οἱ πειθοίατο λαοί, καὶ τοῦτο παρειληφὼς εἰς ἀξιοπιστίαν ἔσται |
| book 228-9a.5.1 | τοῦ μάντεως. εἰ δὲ χωρίζοιτο τῇ ἀνυποκρίτῳ ὑποστιγμῇ ἐκεῖνο |
| book 228-9a.5.2 | μὲν ἔσται διὰ μέσου ὃς σάφα θυμῷ / εἰδείη τεράων, τὸ δὲ |
| book 228-9a.5.3 | ἑξῆς ὧδε χ’ ὑποκρίναιτο θεοπρόπος καί οἱ πειθοίατο |
| book 228-9a.5.4 | λαοί· οὕτως ἂν ἀποκρίναιτο μάντις, καὶ αὐτῷ πεισθείη τὸ πλῆθος. |
| book 228-9a.5.5 | A |
| book 228-9b.1 | ὧδε χ’ ὑποκρίναιτο〈—λαοί〉: οὕτως ἂν |
| book 228-9b.2 | ἀποκρίναιτο θεοπρόπος, καὶ πειθοίατο αὐτῷ οἱ λαοί, ἢ ὃς καὶ οἶδε |
| book 228-9b.3 | καὶ ἀξιόπιστός ἐστιν. ἑαυτὸν δὲ ἔοικεν ἀποδέχεσθαι τῆς ἐπιλύσεως |
| book 228-9b.4 | ὁ ποιητής. b(BCE3E4)T τὸ δὲ σημεῖον ὅτι καὶ Ἕκτωρ τὸ |
| book 228-9b.5.1 | στῆθος ἐβλήθη (sc. Ξ 412), καὶ ὅπως θαρσαλεώτεροι γένοιντο |
| book 228-9b.5.2 | Ἕλληνες. T |
| book 228-9c.1 | ὃς σάφα 〈θυμῷ /〉 εἰδείη τεράων: οἷον ὡς ἂν |
| book 228-9c.2 | μαντικὸς ἀνὴρ συμβάλοι, οἷον οὐκ ἐκ στοχασμοῦ, ἀλλ’ ἐξ ἐφόδου |
| book 228-9c.3 | τεχνικῆς τὴν ἐξήγησιν ποιούμενος. T |
| book 228a | 〈ὑποκρίναιτο:〉 ὅτι ἀντὶ τοῦ ἀποκρίναιτο. Aint |
| book 228b | 〈ὑποκρίναιτο:〉 ἀποκρίναιτο. Til |
| book 230.1 | τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν 〈προσέφη κορυθαίολος |
| book 230.2 | Ἕκτωρ〉: ὅτι Ζηνόδοτος γράφει „τὸν δ’ ἠμείβετ’ ἔπειτα μέγας |
| book 230.3 | κορυθαίολος Ἕκτωρ“. βέλτιον δὲ τὸν δ’ ἄρ’ ὑπόδρα ἰδών· |
| book 230.4 | εὐθέως γὰρ τὸ δυσάρεστον ἐμφαίνει διὰ τῆς ὄψεως. A |
| book 231a.1 | Πουλυδάμα: αἱ Ἀριστάρχου χωρὶς τοῦ ν, παρὰ τὴν |
| book 231a.2 | ἀναλογίαν. Ζηνόδοτος δὲ καὶ Χαμαιλέων (fr. 16 We.) σὺν τῷ ν, |
| book 231a.3 | „Πο〈υ〉λυδάμαν“. A |
| book 231a | Ἡρακλέους πορθήσαντος—καὶ τὸν Ἕκτορα γεννη‐ |
| book 231a.5 | θῆναι. A |
| book 231b.1 | οὐκέτ’ ἐμοὶ φίλα: φίλως. τυραννικῶς δέ· τί γάρ, εἰ |
| book 231b.2 | τὰ συμφέροντα λέγει τῷ πλήθει; περισσὸν δὲ τὸ ἔτι. T |
| book 232.1 | οἶσθα: οὐκ ἄλλος, ἀλλὰ σύ· τὸ μὲν γὰρ ἀνοίας, τὸ δὲ |
| book 232.2 | μοχθηρίας ἐστίν. T |
| book 235a1.1 | Ζηνὸς μὲν〈—〉λαθέσθαι: ἀμελῆσαι. †ἡ εἰς ἄτοπον |
| book 235a1.2 | δὲ ἀπαγωγή†. μέμνηται δὲ τῶν Ἴριδος λόγων (cf. Λ 206—9). οὐ |
| book 235a1.3 | μαντικὴν δὲ ἀναιρεῖ, ἀλλὰ Διὸς γνώμην προτιμᾷ. T |
| book 235a2.1 | ἀμελῆσαι. διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς. οὐ μαντικὴν |
| book 235a2.2 | δὲ ἀναιρεῖ, ἀλλὰ τὴν Διὸς προτιμᾶται γνώμην. b(BCE3E4) |
| book 236.1 | βουλέων: ἡ πρώτη λέξις ὑπὸ τῆς συνηθείας τοῖς ἄνω |
| book 236.2 | προσδίδοται. δύναται δὲ καὶ τοῖς ἑξῆς. A |
| book 237-8a1.1 | τύνη δ’ οἰωνοῖσι〈—κελεύεις / πείθε‐ |
| book 237-8a1.2 | σθαι〉: ὁ φρόνιμος καὶ θεοὺς τιμήσει καὶ οἰωνοῖς πείσεται, ὡς ὁ |
| book 237-8a1.3 | Ὀδυσσεύς (cf. Κ 274—82). τὸ δὲ πείθεσθαι (238) ἀντὶ τοῦ πιστεύ‐ |
| book 237-8a1 | ειν. T |
| book 237-8a2.1 | ὁ φρόνιμος καὶ θεὸν τιμᾶν οἶδε καὶ οἰωνοῖς πείθεσθαι, |
| book 237-8a2.2 | ὅπερ Ἕκτωρ οὐ συνίησιν. b(BCE3E4) |
| book 238.1 | 〈τῶν:〉 οὐ πάντων, ἀλλὰ τῶν φανέντων νῦν. b(BCE3E4) |
| book 238.2 | Til |
| book 239.1 | εἴτ’ ἐπὶ δεξί’ 〈ἴωσι πρὸς ἠῶ τ’ ἠέλιόν τε〉: ὅτι |
| book 239.2 | δύο διαστάσεις οἶδεν Ὅμηρος κοσμικάς, ἀνατολὴν καὶ δύσιν. καὶ |
| book 239.3 | δεξιὰ μὲν τὰ πρὸς ἀνατολάς, ἀριστερὰ δὲ τὰ πρὸς δυσμὰς λέγει. A |
| book 239-40.1 | εἴτ’ ἐπὶ δεξιά / εἴτ’ ἐπ’ ἀριστερά: τινὲς δεξιὰ |
| book 239-40.2 | (239) τὰ νότια, ἀριστερὰ (240) τὰ βόρεια. T |
| book 243a.1 | εἶς οἰωνὸς ἄριστος, 〈ἀμύνεσθαι περὶ πάτρησ〉: |
| book 243a.2 | εἴ τις βούλοιτο ἐπὶ τὸ ἄριστος βραχὺ διαστέλλειν, τάχ’ ἂν εἴη σα‐ |
| book 243a.3 | φέστερον τὸ λεγόμενον. A |
| book 243b.1 | εἶς οἰωνὸς ἄριστος: ἐκεῖνος μόνος ἄριστος οἰωνὸς |
| book 243b.2 | ὁ ὑπὲρ πάτρης κελεύων ἀγωνίζεσθαι. κελεύει δὲ ἡμᾶς φιλοπάτριδας |
| book 243b.3 | εἶναι. b(BCE3E4)T |
| book 243c.1 | ἀμύνεσθαι περὶ πάτρης: ἀμύνεσθαι τοὺς ἐχθροὺς |
| book 243c.2 | ὑπὲρ πάτρης μαχομένους. T |
| book 245-50.1 | εἴ περ γάρ τ’ ἄλλοι 〈γε〉 περὶ κτεινώμεθα |
| book 245-50.2 | 〈πάντες / νηυσὶν ἐπ’ Ἀργείων,〉 σοὶ δ’ οὐ δέος 〈ἔστ’ |
| book 245-50.3 | ἀπολέσθαι· / οὐ γὰρ—ὀλέσσεισ〉: ἀποτρέπει τοὺς ἄλλους |
| book 245-50.4 | πείθεσθαι αὐτῷ, τὸ τῆς συμβουλῆς εἰς δειλίαν τρέπων. b(BCE3E4) |
| book 245-50.5 | T |
| book 246a1 | 〈νηυσὶν ἐπ’ Ἀργείων:〉 παρὰ Ζηνοδότῳ „νηυσὶν |
| book 246a1 | ὑπ’ Ἀργείων“. Aint |
| book 246a2.1 | τὸ δὲ νηυσὶν ἐπ’ Ἀργείων Ζηνόδοτος „νηυσὶν ὑπ’ |
| book 246a2.2 | Ἀργείων“ γράφει. T |
| book 247.1 | οὐ γάρ τοι κραδίη μενεδήϊος 〈οὐδὲ μαχήμων〉: |
| book 247.2 | ἐντεῦθεν ἐκινήθησαν οἱ περὶ καρδίαν τὸ ἡγεμονικὸν λέγοντες εἶναι. T |
| book 249-50.1 | παρφάμενος ἐπέεσσιν〈—ὀλέσσεισ〉: ἀναγκαίως καὶ τοῦτο· ὁ γὰρ |
| book 249-50.2 | τοῦ συμβουλεύσαντος οὐκ ἀποσχόμενος δῆλον ὡς οὐδὲ τοῦ πει‐ |
| book 249-50.3 | σθέντος. b(BCE3E4)T |
| book 250.1 | ὑπὸ δουρὶ τυπείς: εἰ οὕτως ὁ συμβουλεύων, πῶς ὁ |
| book 250.2 | πεισθείς; τὸν λόγον οὖν ἐπὶ τοῦ Πολυδάμαντος ἐνστησάμενος καὶ |
| book 250.3 | τοῖς ἄλλοις τεχνικῶς ἀπειλεῖ. T |
| book 253a.1 | ὦρσεν ἀπ’ Ἰδαίων ὀρέων 〈ἀνέμοιο θύελλαν〉: |
| book 253a.2 | ὅτι διὰ τῶν ἀποτελουμένων φανερὸν ὅτι τὴν αἰγίδα ἔσεισεν ὁ Ζεύς. |
| book 253a.3 | A |
| book 253b.1 | ὦρσεν〈—〉ἀνέμοιο θύελλαν: ποιητικῶς τοῦτο· |
| book 253b.2 | συνδραμόντος γὰρ τοῦ πλήθους εἰκὸς τοῦτο γεγενῆσθαι. b(BCE3 |
| book 253b.3 | E4)T |
| book 254.1 | ἥ ῥ’ ἰθὺς νηῶν κονίην 〈φέρεν〉: ὅτι τὸ ἰθύς τοπικῶς |
| book 254.2 | τίθησιν, ἀντὶ τοῦ ἐπ’ εὐθείας καταντικρὺ τῶν νεῶν. A |
| book 258a.1 | κρόσσας μὲν πύργων ἔρυον: ὅτι κρόσσας ἐν μὲν |
| book 258a.2 | τοῖς ὑπομνήμασι κεφαλίδας, ἐν δὲ τοῖς Περὶ τοῦ ναυστάθμου κλί‐ |
| book 258a.3 | μακας. καὶ τὸ πύργων ἔρυον ἀντὶ τοῦ ὡς ἐπὶ τοὺς πύργους |
| book 258a | εἷλκον. A |
| book 258b | κρόσσας μὲν 〈πύργων ἔρυον〉: ἐπὶ τὸν μέν σύνδε‐ |
| book 258b.1 | σμον εἰ διαστέλλοιμεν, γένοιτο ἂν πύργων ἀντὶ τοῦ ἐπὶ τοὺς πύργους |
| book 258b.2 | τὰς κλίμακας εἷλκον· εἰ δὲ συνάπτοιμεν κρόσσας πύργων τὰς |
| book 258b.3 | ἐξοχάς. περὶ ὧν ἐν τοῖς Περὶ ναυστάθμου λέγεται. κατὰ δὲ τὸν πρό‐ |
| book 258b.5.1 | τερον λόγον κρόσσαι αἱ πολεμικαὶ κλίμακες καὶ τὰ μηχανήματα τὰ |
| book 258b.5.2 | ἀνθιστάμενα τοῖς τείχεσιν. A |
| book 258c.1 | κρόσσας μὲν πύργων ἔρυον: κρόσσας T τὰς |
| book 258c.2 | πολεμικὰς κλίμακας· b(BCE3E4)T φησὶ γοῦν „κροσσάων |
| book 258c.3 | ἐπέβαινον“ (Μ 444). T λείπει δὲ ἡ κατά, ἵν’ ᾖ κατὰ τῶν πύργων |
| book 258c.4 | ἔρυον, b(BCE3)T ὡς „ὡρμήθη δ’ Ἀκάμαντοσ“ (Ξ 488). | |
| book 258c.5.1 | Ἀρίσταρχος δὲ τὰς κλίμακας, Πορφύριος (1,180,8) τοὺς προβεβλη‐ |
| book 258c.5.2 | μένους τοῦ τείχους λίθους· πρὸς ὃ τὰ τῆς στιγμῆς. T |
| book 258d1.1 | καὶ ἔρ〈ε〉ιπον ἐπάλξεις: καὶ κατέβαλον τὰς ἐπάλ‐ |
| book 258d1.2 | ξεις ἐπὶ τὸ γυμνῶσαι τὸ τεῖχος τῶν κρυπτομένων ὑπ’ αὐτὰς Ἑλλή‐ |
| book 258d1.3 | νων. T |
| book 258d2.1 | κατέβαλον τὰς ἐπάλξεις b(BCE3) πρὸς τὸ γυμνῶσαι |
| book 258d2.2 | τούτων τοὺς ὑπ’ αὐτὰς κρυπτομένους Ἕλληνας. b(BCE3E4) |
| book 259 | στήλας: τοὺς θεμελίους, παρὰ τὸ ἐπ’ αὐτοῖς ἵστασθαι |
| book 259 | τὸ τεῖχος. οἱ δὲ τὰς ἀντηρίδας. b(BCE3)T |
| book 259.1 | στήλας τε προβλῆτας: στήλας ὀρθοὺς λίθους— |
| book 259.2 | παρὰ τὸ προκαταβεβλῆσθαι ὑπὸ τῶν πολεμίων. A |
| book 260.1 | ἔχματα {πύργων}: ψιλωτέον· πᾶν φωνῆεν πρὸ τοῦ χ |
| book 260.2 | ψιλοῦται. περὶ δὲ τοῦ „ᾗχι“ (Α 607) δασυνομένου εἴπομεν (sc. |
| book 260.3 | ibid.). A |
| book 261.1 | {τὰς οἵ γ’} αὐέρυον: ὅτι εἰς τοὐπίσω εἷλκον, πρὸς τὸ |
| book 261.2 | „αὐέρυσαν μὲν πρῶτα“ (Α 459). A |
| book 262a.1 | οὐδέ νύ πω Δαναοὶ 〈χάζοντο κελεύθου〉: οὐχ |
| book 262a.2 | ὑπεχώρουν αὐτοῖς εἰσελθεῖν. πιθανῶς δὲ †νῦν πάνυ†· ἔδει γὰρ πρὸ |
| book 262a.3 | τῆς ἁλώσεως τοῦ τείχους ἀγῶνάς τινας διαθέσθαι. b(BCE3E4)T |
| book 262b1 | χάζοντο κελεύθου: τῆς ἐπὶ τὰς ναῦς φερούσης. T |
| book 262b2 | διὰ τῆς ἐπὶ τὰς ναῦς φερούσης ὁδοῦ. b(BCE3E4) |
| book 263.1 | φράξαντες ἐπάλξεις: τὰ διάκενα τῶν ἐπάλξεων φράξαν‐ |
| book 263.2 | τες τοῖς ὅπλοις· αἱ μὲν γὰρ ἐπάλξεις πρόβολοι γίνονται τοῖς |
| book 263.3 | †λοιποῖς† στρατιώταις, τὸ διάκενον δὲ αὐτῶν ταῖς ἀσπίσι προσανα‐ |
| book 263.4 | πληροῦται. b(BCE3E4)T |
| book 265 | 〈κελευτιόωντε:〉 τί; „ὦ φίλοι“ (Μ 269). Til |
| book 267a.1 | ἄλλον μειλιχίοις, 〈ἄλλον στερεοῖς ἐπέεσσι〉: |
| book 267a.2 | 〈οὐ〉 συναπτέον ταῦτα τοῖς ἐπάνω, ἀλλ’ ἀφ’ ἑτέρας ἀρχῆς. κοινὸν |
| book 267a.3 | δ’ ἐστὶ τὸ „νείκεον“ (Μ 268). εἰ δὲ μὴ ἁρμόζει τοῖς μειλιχίοις λό‐ |
| book 267a.4 | γοις τὸ νεικεῖν, οὐ θαυμαστόν· καὶ γὰρ ἐν τῇ Α (582) φησίν· „ἀλλὰ |
| book 267a.5 | σὺ τόν γ’ ἐπέεσσι καθάπτεσθαι μαλακοῖσι“. δύναται δὲ καὶ στίζε‐ |
| book 267a.1 | σθαι ἐπὶ τὸ μειλιχίοις, ἵνα τοῖς ἄνω προσδιδῶμεν τὸ ἡμιστίχιον· |
| book 267a.2 | ἁρμόζει γὰρ ὀτρύνειν μειλιχίοις. ἐξαλλαγὴ δὲ ἔσται, ἀπ’ ἄλλης |
| book 267a.3 | ἀρχῆς ἀναγινωσκόντων ἡμῶν ἄλλον στερεοῖς ἐπέεσσι / „νεί‐ |
| book 267a.4 | κεον“ (Μ 268). A |
| book 267b.1 | ἄλλον μειλιχίοις, 〈ἄλλον στερεοῖς ἐπέεσσι〉: |
| book 267b.2 | κατ’ ἀξίαν πρὸς ἕκαστον, ὅπερ καὶ ἐν ἄλλοις· „ὅντινα μὲν βασιλῆα |
| book 267b.3 | καὶ ἔξοχον ἄνδρα κιχείη“ (Β 188), „ὃν δ’ αὖ δήμου ἄνδρα“ (Β 198). |
| book 267b.4 | b(BCE3E4)T |
| book 267-8.1 | 〈ἄλλον μειλιχίοις, ἄλλον〉 στερεοῖς ἐπέεσσι |
| book 267-8.2 | 〈/ νείκεον〉: ἔοικε τῷ μειλιχίοις (267) προσυπακούειν τὸ ἐκολά‐ |
| book 267-8.3 | κευον, ὡς ἐν τῷ „ἔδουσί τε πίονα μῆλα / οἶνόν τ’ ἔξαιτον“ (Μ |
| book 267-8.4 | 319—20) λείπει τὸ πίνουσιν· b(BCE3E4)T „δουρὶ δ’ ἀκοντίζω, |
| book 267-8.5.1 | ὅσον οὐκ ἄλλος 〈τισ〉 ὀϊστῷ“ (θ 229)· „ποῦ δέ οἱ ἔντεα κεῖται |
| book 267-8.5.2 | ἀρήϊα, ποῦ δέ οἱ ἵπποι;“ (Κ 407)· „Κυκλώπων δ’ ἐς γαῖαν ἐλεύσ〈σ〉ο‐ |
| book 267-8.5.3 | μεν / αὐτῶν τε φθογγήν“ (ι 166—7). T |
| book 269.1 | ὦ φίλοι: πρὸς πάντας τοῦτό φησιν· „πάντας κυδαίνων“ |
| book 269.2 | (Κ 69). T |
| book 269-71.1 | 〈ὅς τ’ ἔξοχος ὅς τε μεσήεις /〉 ὅς τε χερειότε‐ |
| book 269-71.2 | ροσ〈—ἔργον ἅπασιν〉: ὁ λόγος· ‘καὶ ὃς ἔξοχός ἐστι καὶ ὃς |
| book 269-71.3 | ἐλάχιστος καὶ ὃς μέσος, νῦν τούτων ἁπάντων ἐστὶν ἔργον‘, ὡσεὶ |
| book 269-71.4 | οὕτως ἔλεγε· ‘νῦν ἔπλετο ἔργον ἅπασιν, ὃς ἔξοχος ὅς τε μεσήεις |
| book 269-71.5 | ὅς τε χερειότεροσ‘. A |
| book 271a.1 | νῦν ἔπλετο ἔργον ἅπασιν: πάντες γὰρ νῦν χρήσιμοι |
| book 271a.2 | ἀπὸ τοῦ τείχους ἀμυνόμενοι, ὅπερ καὶ γυναῖκες ποιοῦσιν. b(BCE3 |
| book 271a.3 | E4)T |
| book 271b | νῦν ἔπλετο ἔργον ἅπασιν: ἔργον ὁ κίνδυνος. T |
| book 272.1 | καὶ δ’ αὐτοὶ τόδε 〈που〉 γινώσκετε: διὰ τοῦ ἰδίου |
| book 272.2 | συνειδότος ἕκαστον δυσωπεῖ, ἰδίᾳ δὲ ἕκαστον εἰς ἔννοιαν τῶν κινδύ‐ |
| book 272.3 | νων ἄγει. b(BCE3E4)T |
| book 273 | 〈ἀκούσας:〉 γράφεται καὶ „ἀκούων“. Aim |
| book 274 | πρόσω ἵεσθε: τῇ ψυχῇ, οὐ τοῖς σώμασιν. T |
| book 276a1.1 | 〈νεῖκος:〉 Ἀρίσταρχος „νῖκοσ“ διὰ τοῦ ι· βούλεται |
| book 276a1.2 | γὰρ λέγεσθαι τὴν νικησάντων ἧτταν. Aim |
| book 276a2.1 | νῖκος {ἀπωσαμένους}: Ἀρίσταρχος διὰ μόνου τοῦ ι, |
| book 276a2.2 | οἷον τὸ νίκημα, τὴν ἧτταν. T |
| book 276a3 | τὸ νίκημα. Til |
| book 276a4.1 | †ἡρωδιανὸς† διὰ μόνου τοῦ ι, ἵνα δηλοῖ τὸ νίκημα. |
| book 276a4.2 | b(BCE3E4) |
| book 276b.1 | νεῖκος ἀπωσαμένους: βραχὺ διασταλτέον ἐπὶ τὴν |
| book 276b.2 | μετοχὴν διὰ τὸ σαφέστερον. A |
| book 276c.1 | {δηΐους προτὶ ἄστυ} δίεσθαι: τὸ δίεσθαι ἡ παρά‐ |
| book 276c.2 | δοσις προπαροξύνει, καὶ ἔχομεν ἐκεῖνο λέγειν ὅτι, εἰ οἶδεν ὁ ποιητὴς |
| book 276c.3 | τὸ „δίενται“ (Ψ 475) ὡς „τίθενται“ (θ 554. ρ 269) καὶ „ἐνδίεσαν“ |
| book 276c.4 | (Σ 584) ὡς ἐτίθεσαν, δῆλον ὅτι εἴσεται καὶ τὸ δίεσθαι προπαρο‐ |
| book 276c.5.1 | ξυνόμενον· ὡς γὰρ ἀπὸ τοῦ τίθενται καὶ ἐτίθεσαν τὸ ἀπαρέμφατον |
| book 276c.5.2 | τίθεσθαι, οὕτως καὶ ἀπὸ τοῦ „ἵπποι ἀερσίποδες πολέος πεδίοιο |
| book 276c.5.3 | δίενται“ (Ψ 475) καὶ „αὕτως ἐνδίεσαν“ (Σ 584) γένοιτο ἂν τὸ |
| book 276c.5.4 | ἀπαρέμφατον δίεσθαι, ὥστε καὶ ἀπὸ τῶν εἰς μι ἐσχημάτισται· |
| book 276c.5.5 | καὶ δέον ἐστὶ τὸ δίω βαρυνόμενον πολὺ πρότερον περισπᾶσθαι, |
| book 276c.10 | ἵνα ἀποτελέσῃ τὸ δίημι, ἐξ οὗ τὸ „ἐνδίεσαν“ καὶ δίεσθαι. A |
| book 276d.1 | δίεσθαι: προπαροξυτονητέον· παρατατικοῦ γάρ ἐστιν, |
| book 276d.2 | ἀπὸ τοῦ δίω καὶ δίημι. | περιουσία δὲ δυνάμεως τὸ καὶ διῶξαι |
| book 276d.3 | προσδοκᾶν τοὺς πολεμίους. b(BCE3E4)T |
| book 277a1.1 | {ὣς τώγε} προβοῶντε: κατ’ ἔνια τῶν ὑπομνημάτων |
| book 277a1.2 | „προβάοντε“, οἷον προβαίνοντες καὶ ἀμείβοντες τόπον ἐκ τόπου. |
| book 277a1.3 | διχῶς οὖν. A |
| book 277a2 | προβοῶντε: τινὲς „προβάοντε“, προβαίνοντε. T |
| book 278-86a.1 | τῶν δ’, ὥς τε νιφάδεσ〈—Διὸς ὄμβροσ〉: |
| book 278-86a.2 | μικρῷ πρόσθεν ἐχρήσατο τῇ εἰκόνι, „νιφάδες δ’ ὡς πῖπτον ἔραζε, / |
| book 278-86a.3 | ἅς τ’ ἄνεμος ζαήσ“ (Μ 156—7). ἐκεῖ μὲν οὖν πρὸς τὴν πλῆξιν τὸν |
| book 278-86a.4 | ἄνεμον ἔλαβε, πρὸς δὲ τὴν συνεχῆ φορὰν νῦν, πρὸς τὸ μὴ ἀποκρυ‐ |
| book 278-86a.5 | σταλλοῦσθαι τὴν χιόνα. A b (BCE3E4)T |
| book 278-86b.1 | τῶν δ’, ὥστε νιφάδεσ〈—Διὸς ὄμβροσ〉: |
| book 278-86b.2 | ἔοικεν ἐρίσαι αὑτῷ ὁ ποιητὴς ἐπὶ τῇ παραβολῇ· εἶπε γὰρ „νιφάδες |
| book 278-86b.3 | δ’ ὡς πῖπτον ἔραζε“ (Μ 156), νῦν δὲ ἐπεξεργάζεται τὴν εἰκόνα μεγα‐ |
| book 278-86b.4 | λοπρεπέστερον. T εὐθὺς χειμέριον παρέλαβε τὴν ἡμέραν· γίνον‐ |
| book 278-86b.5.1 | ται μὲν γὰρ καὶ ἐν ἔαρι νιφάδες, ἀλλ’ οὐ πυκναί. b(BCE3E4)T |
| book 278-86b.5.2 | εἶτα ὅτε τ’ ὤρετο μητίετα Ζεύς / νιφέμεν ἀνθρώποισι |
| book 278-86b.5.3 | πιφαυσκόμενος τὰ ἃ κῆλα (279—80)· εἰ μὲν γὰρ ἐνδείξασθαι |
| book 278-86b.5.4 | τὴν αὑτοῦ δύναμιν ἐπιτηδεύων ὁ θεὸς τοῦτο πράττει, τίς ὑπερβολὴ |
| book 278-86b.5.5 | καταλείπεται τοῦ νιφετοῦ; εἶτα καὶ νηνεμίαν παρέλαβε (cf. 281) |
| book 278-86b.10.1 | πρὸς τὸ μὴ ἀποκρυσταλλοῦσθαι τὴν χιόνα. T εἶτα καὶ τῇ |
| book 278-86b.10.2 | τάξει καλῶς ἐχρήσατο· πρῶτον γὰρ τὰ ὄρη νίφεται (cf. 281—2), |
| book 278-86b.10.3 | ἔπειτα σφοδροῦ τοῦ χειμῶνος γενομένου κάτεισι καὶ ἐπὶ τὰ χθαμαλώ‐ |
| book 278-86b.10.4 | τερα (cf. 283—4). b(BCE3E4)T ἐναργῶς δὲ καὶ ἀνακοπτο‐ |
| book 278-86b.10.5 | μένη〈ν〉 τῇ χιόνι τὴν τοῦ κύματος ἐπιφορὰν δείκνυσι (cf. 285). τῇ |
| book 278-86b.15 | δὲ συνεχεῖ ἐπαγωγῇ καὶ αὔξει τὰ λεγόμενα. T |
| book 280.1 | νιφέμεν, ἀνθρώποισι 〈πιφαυσκόμενος τὰ ἃ κῆλα〉: |
| book 280.2 | ὅτι κῆλα τὰ βέλη Διός, χιὼν καὶ ὑετός. νίφειν δὲ τὸ χιονίζειν λέ‐ |
| book 280.3 | γει. | βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ νιφέμεν πρὸς τὸ σαφέστερον. |
| book 280.4 | A |
| book 280.5.1 | τὰ αὑτοῦ σημεῖα καὶ βέλη ἐπιπέμπει κατὰ χόλον, βέλος |
| book 280.5.2 | δὲ νῦν τὸν χειμῶνα. Aim |
| book 281.1 | χέει ἔμπεδον: οὕτως αἱ Ἀριστάρχου χέει ἔμπεδον· |
| book 281.2 | ἡ Μασσαλιωτικὴ „χέει ἄσπετον“. AT |
| book 283a1.1 | 〈λωτεῦντα:〉 Ἀρίσταρχος διὰ τοῦ ο „λωτοῦντα“. |
| book 283a1.2 | Aint |
| book 283a2.1 | λωτεῦντα: οὕτως αἱ Ἀριστάρχου 〈***〉 καὶ ἡ |
| book 283a2.2 | Μασσαλιωτική. T |
| book 283b | λωτεῦντα: ποτέ, οὐκ ἐν τῇ χιόνι. T |
| book 285a.1 | κῦμα δέ μιν προσπλάζον ἐρύκεται: ὅτι ἀντὶ τοῦ |
| book 285a.2 | ἐρύκει. ὁ δὲ λόγος περὶ τῆς χιόνος· μόνον τὸ κῦμα προσπελάζον |
| book 285a.3 | ἀπερύκει αὐτήν, τἆλλα δὲ πάντα κεκάλυπται. A |
| book 285b.1 | 〈κῦμα δέ μιν〉 προσπλάζον ἐρύκεται: ἐρύκει τῆς |
| book 285b.2 | ὁρμῆς τὴν χιόνα. ἢ διὰ τὸ γεφυρωθῆναι τῇ χιόνι τὸν αἰγιαλὸν τὸ |
| book 285b.3 | κῦμα ἐρύκεται. b(BCE3E4)T |
| book 285c | 〈προσπλάζον:〉 προσκροτοῦν. Til |
| book 286a | 〈εἰλῦται:〉 γράφεται „εἰλύαται“. Aint |
| book 286b.1 | εἰλῦται 〈καθύπερθ’ ὅτ’ ἐπιβρίσῃ Διὸς ὄμ‐ |
| book 286b.2 | βροσ〉: προπερισπῶσιν, ἵνα ἐκ τοῦ εἰλύαται συναλιφὴ ὑπάρχῃ, ἢ |
| book 286b.3 | τοῦ εἰλύεται· δύναται γὰρ καὶ ἑνικῶς συντάσσεσθαι τὸ ῥῆμα καὶ |
| book 286b.4 | πληθυντικῶς. οὐκ ἀήθης δὲ ἡ τοιαύτη συναλιφή, εἴγε καὶ τὸ ἐρύεσθαι |
| book 286b.5.1 | ῥῦσθαι ἔφη· „πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον 〈τε〉“ |
| book 286b.5.2 | (Ο 141), καὶ τὸ „ἄρχετε νῦν νέκυας φορέειν“ (Χ 437) ἐν τοῖς ἑξῆς |
| book 286b.5.3 | ἔφη „ἐκ δὲ νέκυς οἶκον φόρεον“ (ω 417). τινὲς δὲ προπαροξύνουσιν |
| book 286b.5.4 | ὡς ἀπὸ τοῦ εἴλυμι. | τὸ δὲ καθύπερθε πρὸς ἄμφω δύναται συν‐ |
| book 286b.5.5 | τάσσεσθαι· διὸ διασταλτέον. A |
| book 286c | εἰλύαται 〈καθύπερθ’ ὅτ’ ἐπιβρίσῃ Διὸς ὄμβροσ〉: |
| book 286c | οἱ μὲν προπερισπῶσιν τοῦ εἰλύαται συναλιφὴν ἐκδεχόμενοι, οἱ |
| book 286c.1 | δὲ προπαροξύνουσιν ὡς ἀπὸ τοῦ εἴλυμι. | τινὲς δὲ διῃρημένως |
| book 286c.2 | εἰλύαται. | τὸ δὲ καθύπερθε πρὸς ἄμφω δύναται συντάσσε‐ |
| book 286c.5.1 | σθαι. | Διὸς ὄμβρον δὲ τὸν χιονισμόν φησιν· ἄμφω γὰρ ἀπὸ Διὸς |
| book 286c.5.2 | γίνεται. T |
| book 287-9a1.1 | 〈ὣς τῶν ἀμφοτέρωσε λίθοι πωτῶντο θα‐ |
| book 287-9a1.2 | μειαί, /〉 αἱ μὲν ἄρ’ ἐς Τρῶας, 〈αἱ δ’ ἐκ Τρώων ἐς Ἀχαι‐ |
| book 287-9a1.3 | ούς, / βαλλομένων〉: βραχὺ διασταλτέον ἐπὶ τὸ Ἀχαιούς |
| book 287-9a1.4 | (288)· τὸ γὰρ ἑξῆς ἐστιν ὣς τῶν βαλλομένων (287. 289). ἐπὶ |
| book 287-9a1.5 | δὲ τῶν λίθων ἡ λέξις οὐκ ἂν ἀκούοιτο, ἐπεὶ σολοικισμός ἐστιν. A |
| book 287-9a2.1 | τὸ δὲ βαλλομένων (289) ἀντὶ τοῦ βαλλόντων. τὸ δὲ |
| book 287-9a2.2 | ἑξῆς ὣς τῶν βαλλομένων. T |
| book 287a.1 | λίθοι πωτῶντο: ἐμφαντικῶς. καὶ „βέλεα ῥέον“ (Μ |
| book 287a.2 | 159) ἀλλαχοῦ φησιν. ἢ βελῶν μὲν ῥύσιν ἔφη (ἐπιμήκης γὰρ ἡ φορὰ |
| book 287a.3 | τῶν βελῶν), πωτᾶσθαι δὲ τοὺς λίθους· περιγεγραμμένον γὰρ πωτᾶ‐ |
| book 287a.4 | ται καὶ οὐκ ἐπίμηκες ὁ λίθος. T |
| book 287b | 〈θαμειαί:〉 σημειωτέον ὅτι τὰς λίθους θηλυκῶς. Aim |
| book 289.1 | τὸ δὲ τεῖχος ὑπὲρ πᾶν: ἀπὸ γῆς ἕως ἄνω. b(BCE3 |
| book 289.2 | E4)T τὸ δὲ ἑξῆς ὑπὲρ δὲ πᾶν τὸ τεῖχος. οὐκ ἀναγκαῖον οὖν |
| book 289.3 | ἀναστρέφειν τὴν πρόθεσιν. b(BCE3)T |
| book 291.1 | τείχεος ἐρρήξαντο πύλας 〈καὶ μακρὸν ὀχῆα〉: |
| book 291.2 | ὅτι πάλιν τὴν πύλην πύλας, καὶ τὸν μοχλὸν ἕνα, διὰ τῶν ἑξῆς (sc. |
| book 291 | Μ 455) δύο παραδιδούς. A |
| book 292-3.1 | εἰ μὴ 〈ἄρ’〉 υἱὸν ἑὸν 〈Σαρπηδόνα μητίετα〉 |
| book 292-3.2 | Ζεύς / ὦρσεν: οὐ γνήσιος οὖν ἡ ἀρετή. δοκεῖ δέ μοι τὸ τοῦ Σαρπη‐ |
| book 292-3.3 | δόνος οὐ μάτην παρειλῆφθαι, ἀλλ’ ἵνα καὶ μέγα χαρίσηται Πατρόκλῳ. |
| book 292-3.4 | b(BCE3E4)T | Ἡσίοδος δὲ Εὐρώπης καὶ Διὸς αὐτόν φησιν (fr. |
| book 292-3.5 | 140 M.—W.). T |
| book 293.1 | λέονθ’ ὣς βουσί: ἔνθα μὲν ψιλὰ τὰ ὀνόματα, ‘ὡς ἐπὶ |
| book 293.2 | βουσὶ λέοντα‘, ἑξῆς δὲ ἐπεξεργάζεται τὰ πραττόμενα ὑπὸ τοῦ λέοντος, |
| book 293.3 | „βῆ ῥ’ ἴμεν ὥς τε λέων ὀρεσίτροφοσ“ (Μ 299). T |
| book 293 | 〈ἕλιξιν:〉 μέλασιν, ἢ εἰλοῦσι τοὺς πόδας ἐν τῇ πορείᾳ. Aim |
| book 295-7.1 | ἑξήλατον〈— | χρυσείῃς ῥάβδοισι διηνεκέ‐ |
| book 295-7.2 | σιν περὶ κύκλον〉: δασυντέον τὸ ἑξήλατον (295), ἓξ ἀριθμόν. τὸ |
| book 295-7.3 | δὲ ἑξῆς ἑξήλατον χρυσείῃς ῥάβδοισι, εἶτα ἔντοσθε〈ν〉 δέ |
| book 295-7.4 | (296)· ἄτοπον γὰρ τὸν χρυσὸν ἔσωθεν εἶναι. T |
| book 295a.1 | ἐξήλατον: Ἀρίσταρχός φησιν ὡς δεῖ δασύνοντας προ‐ |
| book 295a.2 | φέρεσθαι· σημαίνει γὰρ κατὰ ἀριθμὸν ἐκ τοσούτων ἐλασμάτων συγ‐ |
| book 295a.3 | κειμένην αὐτήν. ὁ δὲ Ζηνόδοτος, φησίν, ἔοικε ψιλῶς προφέρεσθαι, |
| book 295a.4 | ἐκδεχόμενος τὴν ἐξηλασμένην, οὐκ εὖ. οὐκ ἀπιθάνως δὲ ὁ Ἀρίσταρχος, |
| book 295a.5.1 | εἴγε καὶ „ἑπταβόειον“ (Η 220 al.) σάκος που λέγει καὶ ἐπὶ τῆς Ἀχιλ‐ |
| book 295a.5.2 | λέως ἀσπίδος „πέντε δ’ ἄρ’ αὐτοῦ ἔσαν σάκεος πτύχεσ“ (Σ 481) καὶ |
| book 295a | „ἐπεὶ πέντε πτύχας ἤλασε κυλλοποδίων“ (Υ 270). A |
| book 295b.1 | ἐξήλατον: ἐξελασθεῖσαν ἀντὶ τοῦ χαλκῆν· οὐ γὰρ ἓξ |
| book 295b.2 | ἔχει, b(BCE3E4)T ἐπεὶ ἡ Ἀχιλλέως πέντε (cf. Σ 481). T ψιλοῖ |
| book 295b.3 | οὖν ὁ Νικάνωρ (p. 222 Friedl.) καὶ τὴν ἔξωθεν ἔχουσαν ἔλασμα χαλ‐ |
| book 295b.4 | κοῦ ἐξηγεῖται. b(BCE3E4)T |
| book 296.1 | ἤλασεν, ἔντοσθεν δέ: ὅτι Ζηνόδοτος γράφει „ἐξέλας’, |
| book 296.2 | ἔντοσθεν δέ“· ἐξ οὗ φανερός ἐστι τὸ προκείμενον ψιλῶς ἀνεγνωκὼς |
| book 296.3 | „ἐξήλατον“ (Μ 295). δεῖ δὲ δασέως, ἵνα ἀριθμὸς δηλωθῇ. A |
| book 296-7.1 | 〈βοείας ῥάψε— /〉 χρυσείῃς ῥάβδοισι διηνε‐ |
| book 296-7.2 | κέσιν ΠΕΡΙΚΥΚΛΟΝ: ἀντὶ τοῦ ἔρραψε τὰς βοείας ῥαφαῖς ῥαβδοει‐ |
| book 296-7.3 | δέσιν ὡσανεὶ φλεψίν. | τὸ δὲ ΠΕΡΙΚΥΚΛΟΝ ἄμεινον δύο ποιεῖν, |
| book 296-7.4 | „περὶ“ καὶ „κύκλον“, ἵνα ᾖ περὶ τὸν τῆς ἀσπίδος κύκλον. οὕτως καὶ |
| book 296-7.5 | ὁ Ἀσκαλωνίτης (p. 52 B.). A |
| book 297a | 〈χρυσείῃς ῥάβδοισι:〉 ῥαβδοειδέσι ῥαφαῖς. Aint |
| book 297b.1 | 〈χρυσείῃς ῥάβδοισι διηνεκέσιν〉 περὶ κύκλον: |
| book 297b.2 | ἀπὸ ἴτυος εἰς ἴτυν. b(BCE3E4)T προπαρασκευάζει δὲ ἀεὶ τοὺς |
| book 297b.3 | ἀριστεύοντας, ἐξαίρων ἡμᾶς εἰς προσοχήν. b(BCE3)T |
| book 298a.1 | τὴν ἄρ’ ὅγε πρόσθε σχόμενος, 〈δύο δοῦρε τινάσ‐ |
| book 298a.2 | σων〉: διασταλτέον ἐπὶ τὸ σχόμενος πρὸς τὸ σαφέστερον. A |
| book 298b | δύο δοῦρε 〈τινάσσων〉: ἕτερον ἐν τῇ ἀσπίδι, τὸ δὲ ἐν |
| book 298b | τῇ δεξιᾷ. κινουμένου δὲ αὐτοῦ ἄμφω τινάσσεται. b(BCE3E4)T |
| book 299-306.1 | ὅς τ’ ἐπιδευής 〈/ δηρὸν ἔῃ〉 κρειῶν〈— |
| book 299-306.2 | ἄκοντι〉: ἐπεξειργάσατο τὴν προκειμένην εἰκόνα b(BCE3E4)T |
| book 299-306.3 | „ὦρσεν ἐπ’ Ἀργείοισι λέονθ’ ὥσ“ (Μ 293): T ἐνταῦθα γὰρ καὶ |
| book 299-306.4 | λιμώττει ὁ λέων καὶ οὐ νεμομένῳ ζώῳ ἐπιτυγχάνει, εἰς ἔπαυλιν δὲ αὐ‐ |
| book 299-306.5 | τὸν ὁ λιμὸς ἄγει. b(BCE3E4)T |
| book 301a.1 | μήλων πειρήσοντα 〈καὶ ἐς πυκινὸν δόμον ἐλ‐ |
| book 301a.2 | θεῖν〉: ὅτι πειρήσοντα διάπειραν ληψόμενον, ἐνεδρεύσοντα· καὶ |
| book 301a.3 | ὅτι ὁ καί περισσός ἐστιν. ὁ δὲ Διονύσιος (fr. 36 Schm.) ὅτι δύναται |
| book 301a.4 | σημαίνειν τι πλέον, οὕτως ἐνδεὴς τροφῆς ὥστε καὶ ἐπὶ πεπυκνωμένον |
| book 301a.5 | καὶ ἠσφαλισμένον δόμον ἐλθεῖν. δόμον δὲ τὴν ἔπαυλιν. A |
| book 301b.1 | {μήλων} πειρήσοντα: ἐνεδρεύσοντα· ὅθεν καὶ πειρα‐ |
| book 301b.2 | τής. T |
| book 301c.1 | καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν: οὐ μόνον τοῖς ἐν νομαῖς, |
| book 301c.2 | ἀλλὰ καὶ τοῖς κατακεκλεισμένοις. T |
| book 301d | 〈εἰς πυκινόν:〉 γράφεται καὶ „ἐς πυκινόν“. Aint |
| book 302.1 | βώτορας: βοσκήτορας, βουκόλους. | βῶ A βόσω βό‐ |
| book 302.2 | τωρ †βότορος†, ὑπερβιβασμὸς χρόνου βώτορος AT καὶ βώτο‐ |
| book 302.3 | ρας. A |
| book 303a.1 | σὺν κυσὶ 〈καὶ δούρεσσι φυλάσσοντασ〉: οἷον προ‐ |
| book 303a.2 | παρεσκευασμένους πρὸς τὴν ἔφοδον αὐτοῦ. b(BCE3E4)T |
| book 303b | {σὺν κυσὶ καὶ δούρεσσι} φυλάσσοντας περὶ μῆλα: |
| book 303b | σημειοῦνταί τινες ἐνταῦθα ὅτι περισσὴ ἡ πρόθεσις ἡ περί. A |
| book 304.1 | 〈ἀπείρητος:〉 μὴ πεῖραν ἑαυτοῦ δοὺς ἢ λαβών. b(BCE3E4) |
| book 304.2 | T |
| book 305-6a1.1 | ἢ ἥρπαξε 〈μετάλμενος,〉 ἠ〈ὲ καὶ αὐτός /〉 |
| book 305-6a1.2 | ἔβλητο: πρὸς τὸν θανατῶντα λέοντα τὸ πρόθυμον Σαρπηδόνος |
| book 305-6a1.3 | παρέβαλε. τὴν ἐκ μεθόδου δὲ προσβολὴν δηλοῖ τὸ ἥρπαξε. T |
| book 305-6a2.1 | τὸ ἥρπαξε τὴν ἐκ μεθόδου δηλοῖ προσβολήν. πρὸς τὸν |
| book 305-6a2.2 | †θανατοῦντα† δὲ λέοντα τὸ πρόθυμον Σαρπηδόνος παρέβαλεν. |
| book 305-6a2.3 | b(BCE3E4) |
| book 307.1 | ἀντίθεον Σαρπηδόνα: Εὐρώπην τὴν Φοίνικος— |
| book 307.2 | παρὰ Ἡσιόδῳ (fr. 140 M.—W.) καὶ Βακχυλίδῃ (fr. 10 Sn.). A |
| book 308a | διά τε ῥήξασθαι: ἔμφασιν ἔχει τὸ ὑπερβατόν. T |
| book 308b.1 | {ῥήξασθαι} ἐπάλξεις: τοὺς μέσους τῶν ἐπάλξεων· |
| book 308b.2 | προεῖπε γὰρ „ῥινοῖσι βοῶν φράξαντες ἐπάλξεισ“ (Μ 263). T |
| book 310.1 | τίη δὴ νῶϊ τετιμήμεσθα 〈μάλιστα〉: αἰδήμονος οἱ |
| book 310.2 | λόγοι καὶ μεγαλοψύχου καὶ εὐγνώμονος· b(BCE3E4)T αἰδεῖται |
| book 310.3 | γὰρ ταῖς τιμαῖς πλεονεκτεῖν καὶ μὴ ταῖς ἀνδραγαθίαις. μεγαλόψυχος |
| book 310.4 | δὲ ὢν καταφρονεῖ θανάτου (cf. M 315—6. 326—8). εὐγνωμοσύνης |
| book 310.5.1 | δὲ τὸ ὁμολογεῖν τὴν τιμήν (cf. M 310—4. 319—20). b(BE3E4)T |
| book 310.5.2 | Ἀττικῶς δὲ ‘τί δή;‘. διὰ δὲ τὸ ἐργῶδες τῆς ἐγχειρήσεως ἑταιροποιεῖ‐ |
| book 310.5.3 | ται. b(BCE3E4)T |
| book 311.1 | ἕδρῃ τε κρέασίν τε 〈ἰδὲ πλείοις δεπάεσσιν〉: καὶ |
| book 311.2 | „σὸν δὲ πλεῖον δέπας αἰεί“ (Δ 262) καὶ „νώτοισιν δ’ Αἴαντα“ (Η |
| book 311 | 321). T |
| book 312-3.1 | 〈ἐν Λυκίῃ πάντες δὲ θεοὺς ὣς εἰσορόωσι, /〉 |
| book 312-3.2 | καὶ τέμενος νεμόμεσθα: ἐν δὲ Λυκίᾳ ἡμᾶς ὡς θεοὺς †ὁρῶσιν†. |
| book 312-3.3 | b(BCE3E4)T διδάσκει δὲ ὡς οὐ δεῖ μὴ προκινδυνεύοντα βασιλέα |
| book 312-3.4 | τιμᾶσθαι. b(BE3E4)T |
| book 312.1 | θεοὺς ὣς εἰσορόωσιν: αἰσχρὸν δὲ τοὺς ἐν θεῶν μοίρᾳ |
| book 312.2 | τεταγμένους μηδὲ ἄνδρας ἀξιολόγους φαίνεσθαι. b(BCE3E4)T |
| book 313-4.1 | καὶ τέμενος νεμόμεσθα 〈μέγα Ξάνθοιο παρ’ |
| book 313-4.2 | ὄχθας /〉 καλόν: 〈νεμόμεσθα〉 ἐκ τῶν ἀλόγων ζῴων. τέμενος δὲ |
| book 313-4.3 | καλὸν τὸ μὲν πεφυτευμένον, τὸ δὲ ἀρούμενον. ὁ δὲ Ξάνθος Σίρβις νῦν |
| book 313-4.4 | καλεῖται. T |
| book 316 | καυστείρης: τῆς πυρούσης τὰ σώματα. T |
| book 317.1 | ὄφρα τις ὧδ’ εἴπῃ: ἀξιοῖ καὶ σκοπεῖν, {καὶ} τί περὶ ἡμῶν |
| book 317.2 | οἱ πλησίον λέγουσιν. T |
| book 318a1.1 | 〈ἀκληεῖς:〉 οὕτως „†ἀκλεὲς†“ αἱ Ἀριστάρχου καὶ αἱ |
| book 318a1.2 | χαριέσ〈τεραι〉. Aim |
| book 318a2.1 | {ἀκλειεῖς:} οὕτως „†ἀκλεὲς†“ δὲ Ἀρίσταρχος κατὰ συγ‐ |
| book 318a2.2 | κοπήν, ὡς τὸ „δυσκλέα“ (Β 115). T |
| book 319.1 | ἔδουσί τε πίονα μῆλα: ὅτι οὐ χρυσῷ ἐτιμῶντο οἱ βασι‐ |
| book 319.2 | λεῖς. T |
| book 320 | 〈οἶνόν τ’ ἔξαιτον μελιηδέα:〉 λείπει πίνουσιν. Til |
| book 322-8.1 | εἰ μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντε〈— |
| book 322-8.2 | ἡμῖν〉: εὐγενὴς ἡ γνώμη· τὸ μὲν γὰρ ἀποθανεῖν κοινὸν ἀποφαίνει |
| book 322-8.3 | πάντων (cf. 326—7), τὸ δὲ μετ’ εὐκλείας τῶν ἀγαθῶν μόνων. καὶ τὴν |
| book 322-8.4 | παραυτίκα σωτηρίαν οὐκ ἀπαλλαγὴν θανάτου, ἀλλ’ ἀναβολὴν χρό‐ |
| book 322-8.5.1 | νου μικρὰν μετ’ ἀδοξίας γινομένην φησὶν εἶναι. b(BCE3E4)T δι‐ |
| book 322-8.5.2 | δάσκει οὖν μὴ προσίεσθαι †δύο κατὰ† ἀναβολὴν—„τί γὰρ παρ’ |
| book 322-8.5.3 | ἦμαρ ἡμέρα“; (Soph. Ai. 475)—· οὐ γὰρ ὁ τόπος 〈τὴν〉 εἱμαρμένην |
| book 322-8.5.4 | παρεγχειρεῖ. τὸ δὲ ἑξῆς εἰ μὲν γὰρ (322) μέλλοιμεν ἀγήρω τ’ |
| book 322-8.5.5 | 〈ἀθανάτω τε / ἔσσεσθαι〉 (323—4). T |
| book 324.1 | 〈οὔτε κεν αὐτὸσ〉 ἐνὶ πρώτοισι μαχοίμην: τίς ἂν πιθανὸς εἴη λέγων ἢ ὁ |
| book 324.2 | τοιαῦτα αἱρούμενος; T |
| book 325 | 〈στέλλοιμι:〉 ὁπλίζοιμι. Til |
| book 326-8a.1 | νῦν δ’, ἔμπης γὰρ κῆρεσ〈—ὑπαλύξαι, / |
| book 326-8a.2 | ἴομεν ἠέ τῳ εὖχος ὀρέξομεν〉: τὸ ἑξῆς ἐστι νῦν δ’ ἴομεν ἠέ τῳ |
| book 326-8a.3 | εὖχος ὀρέξομεν (326. 328). οὕτως οὖν διορθωτέον. A |
| book 326-8b.1 | νῦν δ’, ἔμπης 〈γὰρ—ὑπαλύξαι, / ἴομεν〉: |
| book 326-8b.2 | τὸ ἑξῆς νῦν δὲ ἴομεν (326. 328). | τὸ σχῆμα δὲ τοῦ λόγου μετρία |
| book 326-8b.3 | συγχώρησις καλεῖται· διδοὺς γὰρ τὸ δεῖν τῶν κινδύνων ἀφίστασθαι, |
| book 326-8b.4 | εἰ ἐνῆν ἀθάνατον εἶναι, τῷ ἀδύνατον ὑπάρχειν τὸ προτεινόμενον |
| book 326-8b.5 | τὴν παρρησίαν τοῦ δεῖν κινδυνεύειν εἰσηγήσατο. b(BCE3E4)T |
| book 326-7.1 | ἔμπης γὰρ κῆρες ἐφεστᾶσιν θανάτοιο / μυ‐ |
| book 326-7.2 | ρίαι, ἃς—ὑπαλύξαι: ἔμπης ὁμοίως πᾶσιν. ἔμφασιν καὶ |
| book 326-7.3 | τὸ ἐφεστᾶσι δηλοῖ· b(BCE3E4)T μυρίας, φησί, προφάσεις |
| book 326-7 | ἔχει ἡ μοῖρα ὥστε καὶ ἀργοῦντας δύνασθαι φονεύειν. b(BE3E4)T |
| book 328a.1 | ἴομεν ἠέ τῳ 〈εὖχος ὀρέξομεν ἠέ τις ἡμῖν〉: ὅτι |
| book 328a.2 | ἀντὶ τοῦ ἴωμεν καὶ ὀρέξωμεν, καὶ ὅτι συνεκδέξασθαι δεῖ τὸ ‘ὀρέξῃ‘, |
| book 328a.3 | ὅπερ οὐ συνέντες τινὲς ὑποτιθέασι στίχον· „δώσει ἀποκτάμενος |
| book 328a.4 | κλυτὰ τεύχεα καὶ δόρυ μακρόν“ (Μ 328 a). A |
| book 328b | 〈κῦδος:〉 καὶ ἄφθαρτον καὶ ἀνεμέσητον. Til |
| book 329.1 | οὐδὲ Γλαῦκος ἀπετράπετ’ 〈οὐδ’ ἀπίθησε〉: ὀρθῶς |
| book 329.2 | οὐδὲν ἀποκρινόμενος ἕπεται· ὁ γὰρ καιρὸς αὐτὸν ἤπειγεν. b(BCE3E4) |
| book 329.3 | T |
| book 330a.1 | 〈τὼ δ’ ἰθὺς βήτην〉 Λυκίων μέγα ἔθνος ἄγοντε: |
| book 330a.2 | πάλιν ἄλλῃ παρασκευῇ χρῆται ὥστε νεώτερον τὸν ἀγῶνα φαίνε‐ |
| book 330a.3 | σθαι, προσεκτικοὺς ἡμᾶς ποιῶν. b(BCE3E4)T |
| book 330b1.1 | 〈ἄγοντε:〉 οὕτως Ἀρίσταρχος {μέγα ἔθνος} ἄγοντε, |
| book 330b1.2 | δυϊκῶς. Aim |
| book 330b2 | τὸ δὲ ἄγοντε δυϊκῶς. T |
| book 332.1 | τοῦ γὰρ δὴ πρὸς πύργον ἴσαν: ὅπου ἐτέτακτο. |
| book 332.2 | b(BCE3E4)T | δῆλον οὖν ὡς ἐπὶ ἐννέα πλέθρα διαβάντες ἦσαν |
| book 332.3 | πρῶτος Αἴας, Ἰδομενεύς, Βοιωτός, Φιλοκτήτης, Πρωτεσίλαος, ὁ |
| book 332.4 | 〈Ὀ〉ϊλιάδης, Διώρης, Μέγης, Μενεσθεύς. T |
| book 333 | 〈πάπτηνεν:〉 ὡς συνετὸς προασφαλίζεται. b(BCE3E4)Til |
| book 333-4a.1 | πάπτηνεν δ’ ἀνὰ πύργον Ἀχαιῶν, 〈εἴ τιν’ |
| book 333-4a.2 | ἴδοιτο / ἡγεμόνων〉: τὸ Ἀχαιῶν (333) ἑκατέροις δύναται |
| book 333-4a.3 | προσδίδοσθαι, βέλτιον δὲ τοῖς προτέροις, ἐπεὶ τὸ ἡγεμόνων (334) |
| book 333-4a.4 | ἐπιφέρεται. καὶ ἄλλως φησὶν ἑξῆς „βῆ δὲ θέειν κατὰ τεῖχος Ἀχαιῶν“ |
| book 333-4a.5 | (Μ 352). A |
| book 333b.1 | εἴ τιν’ ἴδοιτο / ἡγεμόνων, 〈ὅς τις—ἀμύ‐ |
| book 333b.2 | ναι〉: τὸ ἡγεμόνων (334) ἄκρως προσέθηκεν, οἷς δι’ αἰδῶ ἀπαραί‐ |
| book 333b.3 | τητος ἡ συμμαχία. διδάσκει οὖν Ὅμηρος, οἵους δεῖ εἶναι τοὺς |
| book 333b.4 | ἄρχοντας, ὡς ἀμείνους τῶν ὑποτεταγμένων. ἄλλως τε τοῖς ἡγεμόσιν |
| book 333b.5 | εἰκὸς καὶ πλῆθος ἕπεσθαι. b(BCE3E4)T |
| book 334a1.1 | ἑτάροισιν ἀμύναι: πρὸς τὸ φιλόστοργον τοῦ βασι‐ |
| book 334a1.2 | λέως· οὐ γὰρ ὑπὲρ ἑαυτοῦ, ἀλλ’ ὑπὲρ τῶν μαχομένων δέδοικεν. T |
| book 334a2.1 | τὸ φιλόστοργον αὐτοῦ ἐνδείκνυται· οὐ γὰρ ὑπὲρ ἑαυ‐ |
| book 334a2.2 | τοῦ, ἀλλ’ ὑπὲρ τῶν ἑταίρων δέδοικε. παιδευτικὸς δὲ ὁ λόγος. |
| book 334a2.3 | b(BCE3E4) |
| book 335.1 | ἐς δ’ ἐνόης’ Αἴαντε δύω: ὅτι ἐν τοῖς ἀριστεροῖς μέ‐ |
| book 335.2 | ρεσι τοῦ ναυστάθμου γέγονεν ἡ μάχη, ὅπου καὶ οἱ Αἴαντες ἐσκή‐ |
| book 335.3 | νουν. A |
| book 336a.1 | Τεῦκρόν τε νέον κλισίηθεν ἰόντα: οὐκ εἰκῆ τὸ |
| book 336a.2 | νέον· χθὲς γὰρ ἐτρώθη ὑπὸ Ἕκτορος (cf. Θ 324—9)· νεωστὶ οὖν |
| book 336a.3 | προῆλθε τῆς σκηνῆς, ὁρῶν τὸν κίνδυνον. b(BCE3E4)T |
| book 336b | 〈νέον:〉 ὅτι ἀντὶ τοῦ νεωστί. Aim |
| book 337a.1 | ἀλλ’ οὔ πώς οἱ ἔην βώσαντι γεγωνεῖν: ἀλλ’ οὐκ |
| book 337a.2 | ἦν αὐτῷ ἐγγύθεν βοήσαντι ἀκουσθῆναι. b(BCE3)T ἐντεῦθεν |
| book 337a.3 | οὖν ἐδέησεν ἀγγέλου. b(BCE3E4)T |
| book 337b1.1 | γεγωνεῖν: ὁ Ἀσκαλωνίτης (p. 52 B.) βαρύνει ὡς |
| book 337b1.2 | ἀνύειν, Ἀρίσταρχος δὲ περισπᾷ ὡς „φιλεῖν“ (ο 74). καὶ ἔοικε μᾶλλον |
| book 337b1.1 | περισπώμενον εἶναι παρὰ τῷ ποιητῇ· ὡς γὰρ ἐνόεον καὶ ἐφίλεον, |
| book 337b1.2 | οὕτως καὶ ἐγεγώνεον ἔφη· „ἥμενος ἐφρασάμην καὶ Τηλεμάχῳ |
| book 337b1.5.1 | ἐγεγώνεον“ (ρ 161). ἀπαρέμφατόν τε προηνέγκατο τὸ γεγωνέμεν· |
| book 337b1.5.2 | „ἥ ῥ’ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν“ (Θ 223). προσέθηκα δὲ παρὰ |
| book 337b1.5.3 | τῷ ποιητῇ, ἐπεὶ οἱ μετ’ αὐτὸν καὶ ὡς βαρύτονον αὐτὸ ἔκλιναν καὶ |
| book 337b1.5.4 | ὡς περισπώμενον. A |
| book 337b2.1 | γεγωνεῖν: πιθανὸν μὲν τὸ περισπᾶν τὸ 〈γεγωνεῖν〉 |
| book 337b2.2 | παρὰ τῷ ποιητῇ. διχῶς δὲ εὕρηται, καὶ βαρυτόνως καὶ περισπω‐ |
| book 337b2.3 | μένως. T |
| book 339-40.1 | βαλλομένων σακέων τε καὶ 〈ἱπποκόμων〉 |
| book 339-40.2 | τρυφαλειῶν / καὶ πυλέων: ἔμφασιν ἔχει ἡ 〈ὁ〉μοιοκαταληξία |
| book 339-40.3 | τῶν λέξεων καὶ ἡ ἐπέκτασις τοῦ στοιχείου τοῦ πυλέων (340). T |
| book 340a1.1 | {καὶ πυλέων·} πᾶσαι γὰρ ἐπῴχατο: ὅτι πᾶσαι |
| book 340a1.2 | ἀντὶ τοῦ ὅλαι· οὐ γὰρ ἦσαν πολλαὶ πύλαι, ἀλλὰ μία. | τὸ δὲ |
| book 340a1.3 | ἐπῴχατο διὰ τοῦ α καὶ σὺν τῷ ι, οἷον ἐπικεκλιμέναι ἦσαν, ἐπέκειντο. |
| book 340a1.4 | Ζηνόδοτος „ἐπῴχετο“. | ἐὰν γράφηται „ἐπῴχετο“, τὸ πρὸ αὐτοῦ |
| book 340a1.5 | „πάσασ“ γραφέσθω. ἐπῴχετο δὲ ἡ ἀϋτὴ δηλονότι. A |
| book 340a2 | ἐπῴχατο: ἐπικεκλιμέναι ἦσαν, ἐπέκειντο. T |
| book 340b | 〈πᾶσαι γὰρ ἐπῴχατο:〉 οὕτως Ἀρίσταρχος πᾶσαι |
| book 340b | γὰρ ἐπῴχατο. Aint |
| book 340c1.1 | πάσας γὰρ ἐπῴχετο: πᾶσαι κεκλιμέναι ἦσαν παρὰ |
| book 340c1.2 | τὸν ὀχῆα ἀντὶ τοῦ πᾶσα ἡ πύλη. οἱ δὲ, ἐπὶ πάσας ἤρχοντο οἱ πολέ‐ |
| book 340c1.3 | μιοι. T |
| book 340c2.1 | ἐπὶ πάσας γὰρ ὁ ὀχεὺς κεκλιμένος ἦν. ἢ ἐπὶ πάσας |
| book 340c2.2 | ἤρχοντο οἱ πολέμιοι. b(BCE3E4) |
| book 342-3.1 | αἶψα δ’ ἐπ’ Αἴαντα 〈προΐει—Αἴαντα |
| book 342-3.2 | κάλεσσον〉: φίλος γὰρ ὡς Σαλαμίνιος. εἶτα ἐπάγει „ἀμφοτέρω μὲν |
| book 342-3.3 | μᾶλλον“ (Μ 344). ἔστι δὲ ἠθικὰ ταῦτα καὶ ἐγγὺς ἀληθείας, ἅπερ |
| book 342-3.4 | ἄκρως ἀπομιμεῖται ὁ ποιητής. b(BCE3E4)T |
| book 342a1.1 | αἶψα δ’ ἐπ’ Αἴαντα προΐει 〈κήρυκα Θοώτην〉: |
| book 342a1.2 | ὅτι οἰκεῖον ὄνομα κήρυκος, ἀπὸ τοῦ ταχύνειν, καὶ ὅτι ὀνοματοθε‐ |
| book 342a1.3 | τικὸς ὁ ποιητής. | Ζηνόδοτος δὲ ἐν ἀμφοτέροις τοῖς στίχοις (sc. in |
| book 342a1.4 | Μ 342 et 343) „Αἴαντε“ γράφει. A |
| book 342a2 | 〈Αἴαντα:〉 Ζηνόδοτος „Αἴαντε“. Til |
| book 343a.1 | ἔρχεο, δῖε Θοῶτα, 〈θέων Αἴαντα κάλεσσον〉: |
| book 343a.2 | ὅτι παρετυμολογεῖ τὸν Θοώτην ἀπὸ τοῦ θέειν. τὸ δὲ ἔρχεο ἐν ἴσῳ |
| book 343a.3 | τῷ πορεύου. | στικτέον δὲ ἐπὶ τὸ Θοῶτα ἢ συναπτέον, ὡς πολ‐ |
| book 343a.4 | λάκις (e. g. ad Λ 186) εἴρηται. A |
| book 343b | Θοῶτα: οἰκεῖον ὄνομα κήρυκος, παρὰ τὸ θεῖν. T |
| book 345 | 〈ἐπεὶ τάχα τῇδε τετεύξεται αἰπὺς ὄλεθρος:〉 ἵν’ |
| book 345 | ὡς περὶ κοινοῦ ἀγωνίσωνται. Til |
| book 346a.1 | ὧδε γὰρ ἔβρισαν: πρὸς Ζηνόδοτον, ὅτι ἔοικεν ἐξει‐ |
| book 346a.2 | ληφέναι τὸ ὧδε τοπικῶς· ἑξῆς γὰρ (sc. Μ 359) γράφει „κεῖσε γὰρ |
| book 346a.3 | ἔβρισαν“. ἔστι δὲ ἀντὶ τοῦ οὕτως. A |
| book 346b | 〈ὧδε:〉 ἀντὶ τοῦ οὕτως, ὅ ἐστι λίαν. Til |
| book 347 | 〈ζαχρηεῖς:〉 παρὰ τὸ χρεώ καὶ τὸ ζα, ζαχρεεῖς. Til |
| book 348-9.1 | εἰ δέ σφιν καὶ κεῖθι〈— / ἀλλά περ οἶος |
| book 348-9.2 | ἴτω Τελαμώνιος ἄλκιμος Αἴασ〉: σαφὲς ἐνθάδε γέγονε, πότε‐ |
| book 348-9.3 | ρον τῶν Αἰάντων ἔλεγε „θέων Αἴαντα κάλεσ〈σ〉ον“ (Μ 343). T |
| book 348a.1 | εἰ δέ σφιν καὶ κεῖθι: ὅτι Ζηνόδοτος γράφει „εἰ δέ |
| book 348a.2 | σφιν κἀκεῖσε“. οὐκ ἔστι δὲ εἰ εἰς ἐκεῖνον τὸν τόπον πόλεμός ἐστιν, |
| book 348a.3 | ἀλλ’ εἰ ἐν ἐκείνῳ. A |
| book 348b1.1 | 〈καὶ κεῖθι:〉 ἐκ πλήρους τὸν σύνδεσμον, καὶ κεῖθι. |
| book 348b1.2 | Aim |
| book 348b2 | γράφεται καὶ „κἀκεῖθι“. T |
| book 350a.1 | καί οἱ Τεῦκρος ἅμ’ ἑ〈σ〉πέσθω 〈τόξων ἐῢ |
| book 350a.2 | εἰδώσ〉: ἀθετεῖται· οὐ γὰρ πιθανὸν ὥσπερ ἐξ ἐπιτάγματος |
| book 350a.3 | παρεῖναι τὸν Τεῦκρον· διὰ παντὸς γὰρ ὑπασπιστὴς Αἴαντος |
| book 350a.4 | φαίνεται. A |
| book 350b | 〈καί οἱ—εἰδώς:〉 καὶ Ἀριστοφάνης ἠθέτει. Aint |
| book 350c.1 | καί οἱ Τεῦκροσ〈—εἰδώσ〉: ἀθετεῖται· εἵπετο |
| book 350c.2 | γὰρ πάντως διὰ τὴν σκέπην Αἴαντος· εἰ μὴ χωρὶς ὢν οὐκ ἤκουσε |
| book 350c | τῶν λεγομένων ὁ Τεῦκρος. T |
| book 352a.1 | βῆ δὲ θέειν 〈παρὰ τεῖχος Ἀχαιῶν χαλκοχι‐ |
| book 352a.2 | τώνων〉: ταῦτα καὶ ταχέως προφέρεσθαι δεῖ· ἔφη γὰρ „εἶθαρ δὲ |
| book 352a.3 | προσηύδα“ (Μ 353). T |
| book 352b | 〈παρὰ τεῖχος:〉 γράφεται „κατὰ τεῖχοσ“. Aim |
| book 356.1 | μίνυνθά περ ἀντιάσητον: μίνυνθα δεξιότητος ἀγγέ‐ |
| book 356.2 | λου σημεῖον· προσάγεται γὰρ φάσκων ἐπ’ ὀλίγον ἔσεσθαι τὴν |
| book 356.3 | βοήθειαν. b(BCE3E4)T |
| book 359a1.1 | ὧδε γὰρ ἔβρισαν: ὅτι Ζηνόδοτος γράφει „κεῖσε γὰρ |
| book 359a1.2 | ἔβρισαν“, οὐχ ὑγιῶς εἰς ἐκεῖνον τὸν τόπον· δεῖ γὰρ ἐν ἐκείνῳ |
| book 359a1.3 | τῷ τόπῳ. δεῖ δὲ γράφειν ὧδε· τὸ γὰρ λεγόμενόν ἐστιν ‘οὕτως ἐπ‐ |
| book 359a1.4 | εβάρησαν ὥστε χρείαν ἔχειν ἡμᾶς συμμαχίασ‘. A |
| book 359a2 | Ζηνόδοτος „κεῖσε γὰρ 〈ἔβρισαν〉“ γράφει. Til |
| book 360 | 〈ζαχρηεῖς:〉 περισπαστέον ὡς εὐγενεῖς. Aim |
| book 363.1 | καί οἱ Τεῦκροσ〈—εἰδώσ〉: ἀθετεῖται ὁ στίχος |
| book 363.2 | καὶ ὑπὸ τοῦ κήρυκος λεγόμενος διὰ τὰ αὐτά. A |
| book 365.1 | αὐτίκ’ Ὀϊλιάδην: ὅτι Ζηνόδοτος γράφει „αὐτίκ’ ἄρ’ |
| book 365.2 | Ἰλιάδην“. Ὀϊλιάδην δὲ διὰ παντὸς Ὅμηρος λέγει. καὶ ὅτι λείπει |
| book 365 | ἡ πρός. A |
| book 366a.1 | {αἶαν} σφῶϊ {μέν}: ὅτι Ζηνόδοτος γράφει „σφῶε“. |
| book 366a.2 | τοῦτο δέ ἐστιν αὐτούς, ὅπερ οὐχ ἁρμόζει. τὸ δὲ σφῶϊ ὑμεῖς. A |
| book 366b.1 | σὺ καὶ ὁ κρατερὸς Λυκομήδης: θαυμαστῶς ἐφ’ |
| book 366b.2 | ἑτέραν μάχην ἀπιὼν καὶ τῶν ἐνθάδε προνοεῖ b(BCE3E4)T ὡς |
| book 366b.3 | γενναῖος καὶ πολεμόπειρος. b(BCE3E4) τὸ δὲ κρατερός πρὸς |
| book 366b.4 | κολακείαν τοῦ Λυκομήδους εἶπεν. T |
| book 367.1 | Δαναοὺς ὀτρύνετον: οὐ γὰρ εὔσχημον τοῖς ἡγεμόσι καὶ |
| book 367.2 | ὁμοτίμοις ἐντέλλεσθαι. b(BCE3E4)T |
| book 368.1 | αὐτὰρ ἐγὼ κεῖς’ εἶμι: ὅτι Ζηνόδοτος γράφει „κεῖθι“. |
| book 368.2 | τοῦτο δὲ σημαίνει ἐν ἐκείνῳ τῷ τόπῳ. τὸ δὲ κεῖσε εἰς ἐκεῖνον τὸν |
| book 368.3 | τόπον πορεύσομαι, ὅπερ νῦν ἁρμόζει. A |
| book 369.1 | αἶψα δ’ ἐλεύσομαι 〈αὖτισ〉: μέμνηται τοῦ „μίνυνθά περ“ |
| book 369.2 | (Μ 356). T |
| book 371a.1 | 〈καί οἱ Τεῦκρος ἅμ’ ᾖε κασίγνητος καὶ ὄπατρος:〉 |
| book 371a.2 | εἴρηται ὅτι †διεσκεύασται. Aim |
| book 371b.1 | κασίγνητος καὶ ὄπατρος: οὐ νόθος οὖν καθ’ Ὅμηρον |
| book 371b.2 | ὁ Τεῦκρος· καὶ γὰρ „ὁ Ἰφιδάμαντα κασίγνητον καὶ ὄπατρον“ (Λ |
| book 371b.3 | 257). φησὶ δὲ „ἶσα φίλοισι τοκεῦσιν ἐτίομεν“ (Ο 439). οὐκ ἄρχει δὲ ὡς |
| book 371b | μικρότερος. ἀθετεῖται οὖν τὸ „καί σε νόθον περ ἐόντα“ (Θ 284). T |
| book 372.1 | 〈τοῖς δ’ ἅμα〉 Πανδίων 〈Τεύκρου〉 φέρε 〈καμπύλα〉 |
| book 372.2 | τόξα: ἀθετεῖται· διὰ τί γὰρ μὴ ἑαυτῷ βαστάζει; | τινὲς δὲ τόξα τὰ |
| book 372.3 | βέλη. T |
| book 374-5.1 | τείχεος ἐντὸς ἰόντες, 〈ἐπειγομένοισι δ’ ἵκοντο, / |
| book 374-5.2 | οἱ δ’ ἐπ’ ἐπάλξεις βαῖνον〉: ὑποστικτέον ἐπὶ τὸ ἰόντες (374) καὶ |
| book 374-5.3 | ἵκοντο (374). περισσεύει δὲ ὁ ἑξῆς σύνδεσμος ὁ οἱ δ’ ἐπ’ ἐπάλξεις |
| book 374-5.4 | βαῖνον (375). A |
| book 375.1 | οἱ δ’ ἐπ’ ἐπάλξεις βαῖνον: ὅτι, εἰ μὴ νοήσωμεν „κρόσ‐ |
| book 375.2 | σασ“ (Μ 258) τὰς κλίμακας, πῶς ἂν ἄλλως δύναι〈ν〉το ἀναβαίνειν |
| book 375.3 | ἐπὶ τὸ τεῖχος· A |
| book 378 | 〈πρῶτος:〉 πρῶτος τοῦ Τεύκρου. Til |
| book 379a1.1 | Σαρπήδοντος {ἑταῖρον}: τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα, |
| book 379a1.2 | ὡς Χαλκώδοντος· οὐ γὰρ δύναται ἔτι φυλάσσεσθαι ὁ τόνος τῆς |
| book 379a1.3 | „Σαρπηδόνοσ“ (Π 327 al.) γενικῆς διὰ τὸ μηδέποτε τὰ εἰς ων ὀνόματα |
| book 379a1.4 | ὀξύτονα ἐπιδέχεσθαι τὴν διὰ τοῦ τ κλίσιν· ἔνθεν γὰρ καὶ τὸ „ἑκών“ |
| book 379a1.5 | (Γ 66 al.) μετοχή. A |
| book 379a2 | ὡς Χαλκώδοντος. Til |
| book 381a1.1 | 〈κεῖτο μέγας παρ’ ἔπαλξιν ὑπέρτατος· οὐδέ κέ |
| book 381a1.2 | μιν ῥέα: ὑπέρτατοσ〉 ὑπερμεγέθης. b(BCE3E4) ἔστι δὲ ὁ |
| book 381a1.3 | στίχος ὅλος δακτυλικός. b(BCE3) |
| book 381a2 | ὅλος δακτυλικός. Til |
| book 382a1.1 | χειρί γε τῇ ἑτέρῃ: οὕτως αἱ Ἀριστάρχου καὶ αἱ |
| book 382a1.2 | πλείους „χείρεσ〈σ〉’ ἀμφοτέρῃσ“. ἐν δὲ ταῖς κοινοτέραις χειρί γε τῇ |
| book 382a1.3 | ἑτέρῃ {ἔχοι ἀνήρ}, ὅπερ ἐκλύει τὴν ἰσχὺν τοῦ Αἴαντος. A |
| book 382a2 | „χείρεσ〈σ〉’ ἀμφοτέρῃσ“ {ἔχοι}. Aim |
| book 382a3.1 | χείρεσς’ ἀμφοτέρῃς: οὕτως αἱ Ἀριστάρχου. ἐν δὲ |
| book 382a3.2 | ταῖς κοιναῖς „χειρί γε τῇ ἑτέρῃ“. T |
| book 382b.1 | χείρεσς’ ἀμφοτέρῃς ἔχοι: „χειρί γε τῇ ἑτέρῃ ἔχοι“. ἢ |
| book 382b.2 | ὑπέλυσεν; ἀλλ’ οὐκ εἶπε ‘βάλοι‘, ἀλλ’ ἔχοι. T |
| book 382c.1 | 〈χείρεσς’ ἀμφοτέρῃς ἔχοι ἀνὴρ οὐδὲ μάλ’ ἡβῶν:〉 |
| book 382c.2 | ἄκρως τὸ ἔχοι· οὐ γὰρ ἔφη ‘βάλοι‘ καίτοι ἐγχωροῦντος τοῦ μέτρου. |
| book 382c.3 | ἔστιν οὖν ἐπίτασις· ὃν οὐδὲ κατέχειν ἀμφοτέραις ἐδύνατό τις, τοῦτον |
| book 382c.4 | ῥηϊδίως τῇ ἑτέρᾳ ἠφίει ὁ Αἴας. καὶ τὸ οὐδὲ μάλ’ ἡβῶν πρὸς ἐπί‐ |
| book 382c.5 | τασιν πλείονα ἔγκειται. b(BCE3E4)T |
| book 383a.1 | 〈ὁ δ’ ἄρ’ ὑψόθεν ἔμβαλ’ ἀείρας:〉 ἐν ἄλλῳ „ὁ δέ μιν |
| book 383a.2 | ῥέα πάλλε καὶ οἶοσ“ (= Μ 449). Aim |
| book 383b.1 | ὁ δ’ ἄρ’ ὑψόθεν 〈ἔμβαλ’ ἀείρασ〉: οὐ δοκεῖ μοι νῦν |
| book 383b.2 | λέγειν ὅτι ἀπὸ ὕψους βάλλει ἐν τῷ τείχει ὤν, ἀλλὰ T μετεωρίσας |
| book 383b.3 | τὴν χεῖρα πρὸς τὸ βιαιοτέραν γενέσθαι τὴν πληγήν. b(BCE3E4)T |
| book 384-5.1 | 〈σὺν δ’ ὀστέ’ ἄραξε /〉 πάντ’ ἄμυδις 〈κεφαλῆσ〉: |
| book 384-5.2 | ἐμφαντικῶς ἅμα τῇ κυνῇ (cf. 384) συνέθλασε πάντα τὰ ὀστᾶ. T |
| book 385.1 | ἀρνευτῆρι: κυβιστῆρι, παρὰ τοὺς ἄρνας· οὗτοι γὰρ κυ‐ |
| book 385.2 | βιστῶσιν ὥσπερ τὸν ἀέρα κυρίττοντες. τινὲς δὲ τῷ δελφῖνι· οἱ γὰρ |
| book 385 | ἄρσενες ἐπὶ κεφαλὴν ἵενται, ὅταν γαλήνη γένηται. AT |
| book 386a1.1 | κάππες’ ἀφ’ ὑψηλοῦ πύργου: ὡς ἤδη ἐπιβεβηκώς. |
| book 386a1.2 | οἱ δὲ τοῦ ἀναχώματος. T |
| book 386a2 | ἤδη γὰρ ἐπιβεβηκότες ἦσαν τῷ τείχει. b(BCE3E4) |
| book 386b | 〈ἀφ’ ὑψηλοῦ:〉 γράφεται „ἀπ’ εὐεργέοσ“. Aim |
| book 386c1.1 | 〈λίπε δ’ ὀστέα θυμός:〉 ὀστέα {δὲ} ἀπὸ μέρους τὸ |
| book 386c1.2 | ὅλον σῶμα· οὐ γὰρ ἐν τοῖς ἀναισθήτοις ἡ ψυχή. b(BCE3E4) |
| book 386c2 | λίπε δ’ ὀστέα θυμός: ἀντὶ τοῦ τὸ σῶμα. T |
| book 386d.1 | λίπε δ’ ὀστέα θυμός: δοκεῖ αὐτῷ καὶ τοῖς ὀστοῖς τὸ |
| book 386d.2 | ψυχικὸν παρεσπάρθαι, ὡς καὶ Ποσειδωνίῳ ἐν τρίτῳ Περὶ ψυχῆς (fr. |
| book 386d.3 | 28 a E.—K.)· ὁ μὲν γὰρ Πλάτων (cf. Tim. 73 b 3) καὶ τοὺς δεσμοὺς |
| book 386d.4 | αὐτῆς ἐν ταῖς τοῦ ὀστοῦ ῥίζαις φησὶν εἶναι. T |
| book 387-9.1 | Τεῦκρος δὲ Γλαῦκον〈—παῦσε δὲ χάρμησ〉: |
| book 387-9.2 | πολὺ ὤνησαν ἐλθόντες βοηθοὶ Αἴας καὶ Τεῦκρος· τὰ γὰρ ἄκρα τῆς |
| book 387-9.3 | Σαρπηδόνος στρατιᾶς παρείλοντο. b(BCE3E4)T |
| book 388.1 | ἰῷ ἐπεσσύμενον 〈βάλε τείχεος ὑψηλοῖο〉: οὐ πάν‐ |
| book 388.2 | τως διασταλτέον ἐπὶ τὸ ἰῷ· κἂν συνάπτηται γὰρ ὁ στίχος, δύναται |
| book 388.3 | ὑπερβατὸν νοεῖσθαι, ἰῷ βάλεν ἐπεσσύμενον τείχεος ἀντὶ τοῦ ἐπὶ τὸ |
| book 388 | τεῖχος. A |
| book 389a1.1 | ᾗ ῥ’ ἴδε γυμνωθέντα βραχίονα, 〈παῦσε δὲ χάρ‐ |
| book 389a1.2 | μησ〉: ἀρίστου τοξότου τὸ τὰ μὴ σκεπασθέντα βαλεῖν, ὡς Ἀλέξαν‐ |
| book 389a1.3 | δρος (cf. Λ 376—8). τὸ δὲ ἑξῆς „ἰῷ ἐπεσσύμενον βάλε“ (Μ 388) |
| book 389a1.4 | βραχίονα. τὸ δὲ χάρμης ἐξ ἀντιφράσεως. T |
| book 389a2.1 | ἀρίστου γὰρ τοξότου τὸ ἐσκεμμένως βάλλειν καὶ τὰ καίρια |
| book 389a2.2 | τηρεῖν. b(BCE3E4) |
| book 389a2.1 | ᾗ ῥ’ ἴδε γυμνωθέντα βραχίονα: καθ’ ὃ μέρος ἐθεάσατο |
| book 389a2.2 | αὐτοῦ τὸν βραχίονα γεγυμνωμένον. A |
| book 390.1 | ἂψ δ’ ἀπὸ τείχεος 〈ἆλτο〉: προσηρεικὼς τῷ τείχει ὁ |
| book 390.2 | Γλαῦκος πάλιν ἀναχωρεῖ. b(BCE3E4)T |
| book 390-1a1.1 | ἵνα μή τις Ἀχαιῶν〈—ἐπέεσσι〉: ὅπως μὴ |
| book 390-1a1.2 | θράσους αἴτιος εἴη τοῖς πολεμίοις. T |
| book 390-1a2.1 | ἵνα μὴ τοῖς ἑτέροις Τρωσὶν αἴτιος γένηται δειλίας, b |
| book 390-1a2.2 | (BCE3E4) καυχήσεως δὲ τοῖς Ἀχαιοῖς. b(BE3E4) |
| book 391a1.1 | {βλήμενον} ἀθρήσειε: ψιλωτέον· πᾶν γὰρ φωνῆεν πρὸ |
| book 391a1.2 | δασέος καὶ τοῦ ρ ψιλοῦται, ἴθρις Ὄθρυς, „ἄχρισ“ (Δ 522 al.), „ἀφρόσ“ |
| book 391a1.3 | (Υ 168), „ὄφρα“ (Α 82 al.), ὑπεσταλμένου τοῦ ἅθρους πρὸς διάφορον |
| book 391a1.4 | σημαινόμενον. πρόδηλον δὲ κἀκ τῆς συναλιφῆς ὅτι ψιλοῦται, „ἡ δ’ |
| book 391a1.5 | οὔτ’ ἀθρῆσαι δύνατο“ (τ 478). A |
| book 391a2.1 | τὸ δὲ ἀθρήσειε ψιλωτέον· πᾶν γὰρ φωνῆεν πρὸ δασέος |
| book 391a2.2 | καὶ τοῦ ρ ψιλοῦται, σεσημειωμένου τοῦ ἅθρους πρὸς διάφορον σημαι‐ |
| book 391a2.3 | νόμενον. T |
| book 392.1 | 〈Σαρπήδοντι δ’〉 ἄχος γένετο: ἐδηλώθη ἡ διάθεσις τοῦ |
| book 392.2 | φίλου· διὰ γὰρ τὴν περίστασιν οὐκ ἐξάγειν, οὐ παραμυθεῖσθαι ἐδύ‐ |
| book 392 | νατο. b(BCE3E4)T |
| book 393a.1 | αὐτίκ’ ἐπεί τ’ ἐνόησεν, 〈ὅμως δ’ οὐ λήθετο χάρ‐ |
| book 393a.2 | μησ〉: τὸ ἑξῆς ἐστιν ἐπεὶ ἐνόησε, παρέλκοντος τοῦ τέ· A b (BCE3E4) |
| book 393a.3 | T διὸ τὴν πει συλλαβὴν ὀξυτονητέον. τοῦ δὲ ὅμως τὴν προτέραν |
| book 393a.4 | ὀξυτονητέον· ἔστι γὰρ σύνδεσμος. προείρηται δὲ τὸ αἴτιον. A |
| book 393b.1 | ὉΜΩΣ {δ’ οὐ λήθετο}: ὁμοίως τῷ πρώτῳ (cf. Μ 379—86) |
| book 393b.2 | ἦν. ἢ „ὅμωσ“, ὡς ἔχει τὸ „ἔνθα χ’ ὅμως προσέφη“ (λ 565). T |
| book 394a.1 | ἀλλ’ ὅ γε Θεστορίδην Ἀλκμάονα: ὅτι οὐ Κάλχαντος |
| book 394a.2 | ἀδελφὸς Ἀλκμάων, ἀλλ’ ὁμώνυμος, ἐπεὶ προσέθηκεν ἄν τι εἰς διάγνω‐ |
| book 394a.3 | σιν. A |
| book 394b.1 | ἀλλ’ ὅ γε Θεστορίδην 〈Ἀλκμάονα〉: ἄδηλον, εἰ |
| book 394b.2 | Κάλχαντός ἐστιν ἀδελφός. εἰ δὲ ἦν, κἂν διεσάφησεν ὁ ποιητής. T |
| book 394-5.1 | 〈δουρὶ τυχήσας /〉 νύξε: ἄδηλον ποῦ. ὁ δὲ Ἀριστο‐ |
| book 394-5.2 | φάνης, ὡς ὑπερκύπτοντα κατὰ τὸ γένειον αὐτὸν ἔβαλεν. T |
| book 395.1 | ἐκ δ’ ἔσπασεν ἔγχος: δῆλον ὅτι πλησίον ὢν καὶ τρῶσαι ἐκ |
| book 395.2 | χειρὸς δυνάμενος ὡς ἂν ἤδη ἐπιβεβηκὼς τῷ τείχει. b(BCE3E4)T |
| book 395.1 | εἰ δὲ μὴ κατὰ τὸ ῥητὸν λέγει, πῶς προσῄεσαν, οὐ θαῦμα· εἶπε γὰρ |
| book 395.2 | ἤδη „κρόσσας μὲν πύργων ἔρυον“ (Μ 258)· ἄλλως γὰρ ἀναβαίνειν |
| book 395.5 | ἀδύνατον. T |
| book 397-8.1 | ἔπαλξιν ἑλὼν 〈χερσὶ στιβαρῇσιν | ἕλχ’, ἡ δ’ |
| book 397-8.2 | ἕσπετο πᾶσα διαμπερέσ〉: καθέλκει τὴν ἔπαλξιν πρὸς τὸ εἰσπη‐ |
| book 397-8.3 | δῆσαι, σαθρὰ δὲ οὖσα κατηνέχθη. τινὲς δέ φασι κάτωθεν λαβεῖν τὴν |
| book 397-8.4 | ἔπαλξιν. ἔστι γὰρ ταπεινὸν τὸ τεῖχος. b(BCE3E4)T |
| book 398.1 | ἡ δ’ ἕσπετο 〈πᾶσα διαμπερέσ〉: ὡς ἐπὶ ἐμψύχου, ἵνα |
| book 398.2 | δηλώσῃ ὅτι ὥσπερ ἐπιταχθεῖσα ἠκολούθησεν. τὸ δὲ διαμπερές διηνε‐ |
| book 398.3 | κῶς, δι’ ὅλου. T |
| book 398-9.1 | 〈αὐτὰρ ὕπερθε /〉 τεῖχος ἐγυμνώθη: ἔμφασις με‐ |
| book 398-9.2 | γέθους λίθου. τὸ δὲ ἐγυμνώθη (399) ἀπεκοσμήθη. T |
| book 400a.1 | τὸν δ’ Αἴας καὶ Τεῦκρος: πιθανῶς ὡς ἀρίστου ἄμφω |
| book 400a.2 | στοχάζονται. T |
| book 400b.1 | {τὸν δ’ αἴας} καὶ Τεῦκρος: ὑπὸ τὴν ἔπαλξιν σκέπεται |
| book 400b.2 | Τεῦκρος. T |
| book 400c.1 | 〈ὁ μὲν ἰῷ:〉 ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντη‐ |
| book 400c.2 | σεν. Aint |
| book 401.1 | 〈βεβλήκει τελαμῶνα περὶ στήθεσσι φαεινόν:〉 ὅτι |
| book 401.2 | διὰ τελαμώνων ἀνήπτοντο αἱ ἀσπίδες. Aint |
| book 402 | 〈ἀμφιβρότης:〉 τινὲς βροτὸν 〈περι〉εχούσης. Til |
| book 402-3.1 | ἀλλὰ Ζεὺς κῆρας ἄμυνεν 〈/ —δαμείη〉: |
| book 402-3.2 | ἄκρως κἀνταῦθα τῇ προσθήκῃ τὴν ἀποτυχίαν τοῦ Τεύκρου ἰάσατο. |
| book 402-3.3 | καὶ τοῖς βάλλουσι χαρίζεται, καὶ Πατρόκλῳ σῴζει αὐτόν (cf. Π |
| book 402-3 | 480—1). b(BCE3E4)T |
| book 404a1.1 | ἡ δὲ διαπρό: οὕτως „οὐδὲ διαπρό“ αἱ Ἀριστάρχου. ἡ |
| book 404a1.2 | δὲ κοινὴ ἡ δὲ διαπρό. A |
| book 404a2 | οὕτως ἡ γραφή. Til |
| book 405 | 〈μεμαῶτα:〉 μετὰ προθυμίας ἐφαλλόμενον. b(BCE3E4)Til |
| book 406a1.1 | χώρησεν δ’ ἄρα τυτθὸν 〈ἐπάλξιοσ〉: ἐν τῇ ἀναβάσει |
| book 406a1.2 | δηλονότι. T |
| book 406a2.1 | κατὰ τὴν ἀνάβασιν δηλονότι τὴν εἰς τὸ τεῖχος ἐκωλύθη. |
| book 406a2.2 | b(BCE3) |
| book 407a1.1 | {χάζετ’ ἐπεί οἱ θυμὸς} ἐέλπετο: οὕτως διὰ τοῦ π ἐέλ‐ |
| book 407a1.2 | πετο αἱ Ἀριστάρχου, οὐχὶ δὲ διὰ τοῦ δ „ἐέλδετο“. A |
| book 407a2 | γράφεται καὶ „ἐέλδετο“, καὶ μᾶλλον. Til |
| book 410-1.1 | ἀργαλέον δέ μοι〈—〉ῥηξαμένῳ 〈θέσθαι |
| book 410-1.2 | παρὰ νηυσὶ κέλευθον〉: ἀργαλέον καὶ ῥῆξαι καὶ ὁδοποιῆσαι. T |
| book 412a1.1 | 〈ἐφομαρτεῖτον:〉 Ἀρίσταρχος „ἐφαμαρτεῖτε“, ἄλλοι |
| book 412a1.2 | δὲ ἐφομαρτεῖτον, ἄλλοι δὲ „ἐφομαρτεῖτε“. Aim |
| book 412a2.1 | καὶ „ἐφομαρτεῖτε“ καὶ „ἐφαμαρτεῖτε“. οὕτως Ἀρίσταρ‐ |
| book 412a2.2 | χος. Til |
| book 413.1 | ὑποδδείσαντες ὁμοκλήν: ἐπὶ δὲ τῶν Ἑλλήνων ἅμα τῷ |
| book 413.2 | δέει καὶ αἰδῶ παραλαμβάνει· οὐ γὰρ ὡς τυράννοις ἐξ ἐπιτάγματος |
| book 413.3 | ὑπακούουσιν οἱ Ἕλληνες. b(BCE3E4)T |
| book 414 | 〈ἐπέβρισαν:〉 μετὰ βάρους ὥρμησαν. Til |
| book 416a.1 | μέγα δέ σφισι φαίνετο ἔργον: ὅτι τὸ σημαινόμενόν |
| book 416a.2 | ἐστι, μέγα ἤδη αὐτοῖς ἐνεδείκνυτο τῆς μάχης ἔργον, οὐ κατὰ διά‐ |
| book 416a.3 | νοιαν. A |
| book 416b.1 | μέγα δέ σφισι φαίνετο ἔργον: ἀνεφαίνετο αὐτοῖς |
| book 416b.2 | μέγα ἔργον, οἷον ἡ μάχη μείζων καὶ δεινοτέρα καθίστατο. b(BCE3 |
| book 416b | E4)T |
| book 417-20.1 | οὔτε γὰρ 〈ἴφθιμοι〉 Λύκιοι〈—πέλασθεν〉: |
| book 417-20.2 | ἀντίθεσις τὸ σχῆμα· ἀκριβῶς γὰρ ἴσα πρὸς ἴσα ἀντιτίθησιν. b |
| book 417-20.3 | (BCE3E4)T |
| book 420 | 〈πέλασθεν:〉 οὕτως πέλασθεν Ἰακῶς. Aim |
| book 421.1 | ἀλλ’ ὥστ’ ἀμφ’ οὔροισι 〈δύ’ ἀνέρε δηριάασθον〉: |
| book 421.2 | περὶ ὁρίων ἁμιλλῶνται· οὐδὲν γὰρ τούτου σχετλιώτερον δοκεῖ τοῖς |
| book 421.3 | κτήτορσι εἶναι. b(BCE3E4)T |
| book 422.1 | 〈μέτρ’ ἐν χερσὶν ἔχοντες ἐπιξύνῳ ἐν ἀρούρῃ:〉 |
| book 422.2 | μέτρα τὰς ἀκαίνας, b(BCE3E4)T ὡς καὶ οὗτοι τὰ δόρατα. |
| book 422.3 | T ἐπιξύνῳ δὲ κοινοὺς ὅρους ἐχούσῃ. b(BCE3E4)T |
| book 423a.1 | 〈ὀλίγῳ ἐνὶ χώρῳ:〉 Ζηνόδοτος „ὀλίγῃ ἐνὶ χώρῃ“. |
| book 423a.2 | Aim T |
| book 423b.1 | ὀλίγῳ ἐνὶ χώρῳ: εἰς ἐπίτασιν· οἱ γὰρ πλείονα κεκτη‐ |
| book 423b.2 | μένοι ἴσως καταφρονοῦσιν. T |
| book 424 | 〈ὡς ἄρα τοὺσ〉 διέεργον ἐπάλξιες: τὰ γὰρ ὅρια |
| book 424 | 〈ἔ〉θεσαν διὰ λίθων· „ἔμ〈μ〉εναι οὖρον ἀρούρησ“ (Θ 405). T |
| book 426a.1 | ἀσπίδας εὐκύκλους 〈λαισήϊά τε πτερόεντα〉: |
| book 426a.2 | πρὸς τὸ λαισήϊα, ὅτι οἱ μὲν κατὰ ἀντιπαράθεσιν τῶν εὐκύκλων |
| book 426a.3 | παραμήκεις τὰ λαισήϊα, οἱ δὲ ἐλαφρά, ἔνιοι δὲ δασέα ἐξ ἀδεψήτων |
| book 426a.4 | βυρσῶν. A |
| book 426b1.1 | λαισήϊα: ἐξ ἀκατεργάστων βυρσῶν. ἢ τῇ λαιᾷ παλλό‐ |
| book 426b1.2 | μενα Ἀμαζονικά. T |
| book 426b2 | τὰ καὶ τῇ λαιᾷ πάλλεσθαι δυνάμενα ἀσπίδια. b(BCE3E4) |
| book 428a1.1 | {ἠμὲν} ὅτῳ {στρεφθέντι}: Ζηνόδοτος „ὅτεῳ“, καὶ ἐμφαί‐ |
| book 428a1.2 | νει Ὁμηρικὸν χαρακτῆρα· καὶ γὰρ ἀλλαχοῦ φησι „τῷ ὅτεῳ τε πα‐ |
| book 428a1.3 | τὴρ κέλεται“ (β 114). A |
| book 428a2 | Ζηνόδοτος δὲ „ὅτεῳ“· καὶ ἔστιν Ὁμηρικόν. T |
| book 428b | {ὅτῳ} στρεφθέντι: οὐκ ἐπὶ φυγήν, ἀλλὰ δι’ ἄλλο τι. T |
| book 430-1.1 | πάντῃ δὴ πύργοι 〈καὶ ἐπάλξιες αἵματι φω‐ |
| book 430-1.2 | τῶν / ἐρράδατ’ ἀμφοτέρωθεν〉: συνελὼν τὸν περὶ πάντων λό‐ |
| book 430-1.3 | γον ηὔξησε τὴν ἔμφασιν καὶ ἐναργῶς τὸ τεῖχος ᾑμαγμένον δείκνυσιν. |
| book 430-1.4 | b(BCE3E4)T τὸ δὲ ἐρράδατο T ἀπὸ τοῦ ῥάζω. Aint T |
| book 430.1 | πάντῃ δή {πύργοι}: ὁ μὲν Ἀρίσταρχος τὸν δή σύνδεσμον |
| book 430.2 | παρέλαβεν. Τυραννίων (fr. 27 P.) δὲ ἐκδέχεται τὸ ᾗ ἐπίρρημα τοπι‐ |
| book 430.3 | κόν, ἵνα δύο μέρη λόγου ὑπάρχῃ, δέ καὶ ᾗ, καὶ προστίθησι τὸ ι καὶ |
| book 430.4 | δασύνει ὁμοίως τῷ „ᾗ ῥ’ ὅ γ’ ὁ λυσσώδησ“ (Ν 53). οὐκ ἀναγκαῖον δέ· |
| book 430.5 | ἤδη γὰρ πρόκειται τὸ πάντῃ τοπικόν. A |
| book 433-5.1 | ἀλλ’ ἔχον ὥς τε τάλαντα〈—μισθὸν ἄρη‐ |
| book 433-5.2 | ται〉: πάλιν τὸ ἰσοπαλὲς τῶν μαχομένων παρέβαλε ζυγῷ· οὐδὲν γὰρ |
| book 433-5.3 | οὕτως ἀκριβὲς πρὸς ἰσότητα. καὶ ἡ ταλαντεύουσα οὐκ ἔστι δέσποινα |
| book 433-5.4 | οἰκίας (ταύτην γὰρ οὐ λυπεῖ πολλάκις τὸ παρὰ βραχὺ ἴσον), ἀλλ’ |
| book 433-5.5.1 | οὐδὲ θεραπαινίς (οὐ γὰρ αὗται ζητοῦσι τὸ ἀκριβὲς εἰς τοσοῦτον, ἅτε δὴ |
| book 433-5.5.2 | ὑπὸ τοῦ δεσπότου τρεφόμεναι b [BCE3E4] T καὶ οὐκ ἐν τῷ δια‐ |
| book 433-5.5.3 | μαρτεῖν περὶ τὸν σταθμὸν κινδυνεύουσαι περὶ τροφήν), T χερνῆ‐ |
| book 433-5.5.4 | τις (433) δέ, ἡ χειρὶ τὰ πρὸς τὸ ζῆν πορίζουσα, ἵνα παισὶν ἀεικέα |
| book 433-5.5.5 | (435) φησίν. τὸ δὲ ἀληθής (435) ταῖς ἀληθείαις χερνῆτις. b(BCE3E4) |
| book 433-5.10.1 | T | τάλαντον (cf. 433) δὲ παρὰ τὸ ταλαὸν καὶ ὑπομενητικὸν τοῦ |
| book 433-5.10.2 | βάρους. AintT |
| book 433 | χερνῆτις: ἡ ἀπὸ τῶν ἔργων—ἄλλοις ἐργαζομένη. A |
| book 434a1.1 | εἴριον ἀμφὶς 〈ἀνέλκει: ἀμφίς,〉 οὐ δύναται ὧδε |
| book 434a1.2 | στιγμή· οὐδέποτε γὰρ ὁ ἐννεακαιδέκατος χρόνος τοῦ ἔπους διαστολὴν |
| book 434a1.3 | δέχεται. τὸ δὲ ἀμφὶς ἀνέλκει ἑκατέρωθεν, μήποτε †παραδοῦσα† |
| book 434a1 | ἀποστερηθῇ τῆς τιμῆς τοῦ μισθοῦ ὀλίγον. T |
| book 434a2.1 | 〈ἀμφὶς ἀνέλκει:〉 ἑκατέρωθεν, μή ποτε παριδοῦσα |
| book 434a2.2 | ἀποστερηθῇ ὀλίγου μισθοῦ τιμῆς. οὐ δύναται δὲ εἰς τὸ ἀμφίς εἶναι |
| book 434a2.3 | στιγμή· οὐδέποτε γὰρ ὁ ἐννεακαιδέκατος χρόνος τοῦ ἔπους διαστολὴν |
| book 434a2.4 | δέχεται. b(BCE3E4) |
| book 434-5.1 | ἀμφὶς ἀνέλκει / ἰσάζουσα: τάχα τὸ ἑξῆς ἐστιν ἀμ‐ |
| book 434-5.2 | φὶς ἰσάζουσα, ἀμφοτέρωθεν ἰσοῦσα· οἱ γὰρ ἱστάντες ἑκατέρωθεν |
| book 434-5.3 | ἀφορῶσιν. A |
| book 435a1.1 | ἀεικέα: οὕτως μετὰ τοῦ ν „ἀνεικέα“, ἔξω νείκους, τὸ |
| book 435a1.2 | ἴσον αὐτοῖς ἀπονέμουσα. ἄμεινον δέ, φησίν, ἀεικέα, τὸν εὐτελῆ. ἐν |
| book 435a1.3 | δὲ τῷ Πρὸς τὸ Ξένωνος παράδοξον προφέρεται „ἀμεμφέα {μισθόν}“. A |
| book 435a2 | ἔν τισι μετὰ τοῦ ν „ἀνεικέα“, ἔξω νείκους. Aint |
| book 437.1 | 〈πρίν γ’ ὅτε δὴ Ζεὺσ〉 κῦδος ὑπέρτερον 〈Ἕκτορι |
| book 437.2 | δῶκε〉: ὑπέρτερον τῶν Ἑλλήνων, ἢ ὃ οὐκ εἶχε πρώην. b(BCE3E4) |
| book 437.3 | T ἀεὶ δὲ Δ〈ι〉ὶ ἀναφέρει πᾶν εὐτύχημα Ἕκτορος. T |
| book 438.1 | Πριαμίδῃ, ὃς πρῶτος 〈ἐσήλατο τεῖχος Ἀχαιῶν〉: |
| book 438.2 | καὶ πῶς φησι „κεῖται ἀνήρ, ὃς πρῶτοσ“ (Π 558); ἢ ἴσως ἑκάτερος τῆς |
| book 438.3 | ἰδίας τάξεως πρῶτος, ἢ ἀντὶ τοῦ ἐσάλευσε τὸ „ἐσήλατο“ (Π 558). T |
| book 439a1.1 | ἤϋσεν δὲ διαπρύσιον, 〈Τρώεσσι γεγωνώσ〉: ὅτι |
| book 439a1.2 | ἐπὶ τοῦ Διὸς τοῦτό φησιν, οὐκ ἐπὶ τοῦ Ἕκτορος· διὸ καὶ ἐπήνεγκεν |
| book 439a1 | „ὣς φάτ’ ἐποτρύνων, οἱ δ’ οὔασι πάντες ἄκουον“ (Μ 442). A |
| book 439a2 | Ἀρίσταρχος ἐπὶ Διός φησι. Til |
| book 441.1 | καὶ νηυσὶν ἐνίετε 〈θεσπιδαὲσ〉 πῦρ: πρὶν †παρελθῃ† |
| book 441.2 | τὸ τεῖχος, βαρβαρικῶς ἀλαζονεύεται περὶ τῶν νεῶν b(BCE3E4)T |
| book 441.3 | ὥστε φοβῆσαι τοὺς Ἕλληνας. b(BCE3E4) |
| book 442a.1 | οἱ δ’ οὔασι πάντες ἄκουον: ὅτι διὰ τούτου εὐκρινὲς |
| book 442a.2 | γίνεται τὸ τῆς προκειμένης ἀμφιβολίας· οὐ γὰρ δὴ ἄλλως ἐδύναντο |
| book 442a.3 | πάντες ἀκούειν, εἰ μὴ ὁ Ζεὺς ἐπεφώνησεν. A |
| book 442b.1 | οἱ δ’ οὔασι πάντες ἄκουον: οὐ παρ’ ἑτέρων. ἢ ἀνα‐ |
| book 442b.2 | πεπταμένοις τοῖς ὠσὶ καὶ προθύμοις. b(BCE3)T |
| book 444.1 | κροσσάων ἐπέβαινον ἀκαχμένα δούρατ’ ἔχοντες: |
| book 444.2 | ὅτι Ζηνόδοτος γράφει „κροσσάων ἐπέβαινον, ἐπεὶ θεοῦ ἔκλυον αὐ‐ |
| book 444.3 | δήν“. A |
| book 445-7a1.1 | 〈Ἕκτωρ δ’ ἁρπάξας λᾶαν φέρεν,〉 ὅς ῥα πυ‐ |
| book 445-7a1.2 | λάων / εἱστήκει πρόσθεν〈—〉, αὐτὰρ ὕπερθεν / ὀξὺς ἔην: |
| book 445-7a1.3 | ὕπερθεν τὸ εἰς ἀέρα νεῦον πρὸς τὸ εὐσύλληπτος εἶναι καὶ ὡς πέλεκυς |
| book 445-7a1.4 | δημιουργηθεὶς πρὸς τὸ ταχὺ σχίσαι τὰς πύλας. T τῷ δὲ ἁρπάξας |
| book 445-7a1.5 | (445) τὸ σύντομον καὶ ἰσχυρὸν ἐδήλωσεν. b(BCE3E4)T |
| book 445-7a2.1 | τῷ εἰς ἀέρα νεύοντι μέρει. τοῦτο δὲ διὰ τὸ εἶναι εὐσύλλη‐ |
| book 445-7a2.2 | πτον, καὶ ἵνα ῥᾳδίως τῇ ὀξύτητι τὰς πύλας διασχίσῃ ὡς πέλεκυς. |
| book 445-7a2 | b(BCE3E4) |
| book 446 | 〈εἱστήκει:〉 Ἀρίσταρχος „ἑστήκει“ χωρὶς τοῦ ι. Aint |
| book 446-7a1.1 | εἱστήκει πρόσθε, 〈πρυμνὸς παχύς, αὐτὰρ |
| book 446-7a1.2 | ὕπερθεν / ὀξὺς ἔην〉: βραχὺ διασταλτέον ἐπὶ τὸ πρόσθε (446), |
| book 446-7a1.3 | συναφὴν δὲ θετέον ὑπ’ ἀμφοτέρας τὰς λέξεις· ἓν γὰρ τὸ σημαινόμενον, |
| book 446-7a1.4 | κατὰ τὸ ἔσχατον παχύς, κατὰ δὲ τὸ ἕτερον ὀξύς. A |
| book 446-7a2.1 | πρυμνὸς παχύς: ἓν ἐκ τῶν δύο· διὸ συνα{λι}φὴ τίθε‐ |
| book 446-7a2.2 | ται. T |
| book 449a.1 | ὁ δέ μιν ῥέα πάλλε καὶ οἶος: διὰ τὸν Δία. ἐπὶ δὲ |
| book 449a.2 | Αἴαντος „χειρί γε τῇ ἑτέρῃ“ (Μ 382). T |
| book 449b.1 | ὁ δέ μιν ῥέα πάλλε 〈καὶ οἶοσ〉: διττὴ ἡ ἐπίτασις, καὶ |
| book 449b.2 | τῶν δύο μὴ κινούντων τὸν λίθον (cf. Μ 447—8) καὶ τοῦ ἑνὸς πάλλον‐ |
| book 449b.3 | τος ἐλαφρῶς. b(BCE3E4)T |
| book 450.1 | τόν οἱ ἐλαφρὸν ἔθηκε 〈Κρόνου πάϊς ἀγκυλομή‐ |
| book 450.2 | τεω〉: ὅτι ἐκλύει τὴν τοῦ βαστάζοντος δύναμιν. | καὶ Ἀριστοφάνης |
| book 450.3 | ἠθέτει, Ζηνόδοτος δὲ οὐδὲ ἔγραφεν. A |
| book 451a1 | 〈φέρει:〉 οὕτως διὰ τοῦ ε φέρει. Aint |
| book 451a2 | {φέρει πόκον ἄρσενος:} „†φέρη톓, οὐ φέρει. T |
| book 451b1.1 | ἄρσενος οἰός: ὅτι †τραχυτέρα† ἢ ὅτι †ῥυπωδεστέρα† ἐμ‐ |
| book 451b1.2 | φερής τε τῇ τραχύτητι καὶ τῷ χρώματι τοῦ λίθου ἐστίν. μέγας δὲ ὁ |
| book 451b1 | τοῦ ἄρσενος πόκος. AT θέλει οὖν μέγαν παραστῆσαι τὸν λίθον. T |
| book 451b2.1 | ὅτι τραχύτερος ἢ ὅτι ῥυπωδέστερος ἢ ὅτι μέγας ὁ τοῦ |
| book 451b2.2 | ἄρσενος πόκος· ἢ ὅτι ἐμφερὴς τῷ χρώματι καὶ τῇ τραχύτητι τοῦ |
| book 451b2.3 | λίθου ἐστίν. θέλει δὲ παραστῆσαι τὸ τοῦ λίθου μέγεθος. b(BCE3E4) |
| book 454 | 〈στιβαρῶς:〉 πυκνῶς καὶ ἰσχυρῶς. Til |
| book 455.1 | 〈δικλίδας ὑψηλάς· δοιοὶ δ’ ἔντοσθεν ὀχῆες:〉 ὀχῆας |
| book 455.2 | δέ τινες τὰ κάτω κλεῖθρα, δικλίδας δὲ δὶς κλειομένας δυσὶ κλεισίν. T |
| book 455-6.1 | 〈δοιοὶ δ’ ἔντοσθεν ὀχῆες /〉 εἶχον ἐπημοιβοί, |
| book 455-6.2 | 〈μία δὲ κληὶς ἐπαρήρει〉: ὅτι δύο φησὶ μοχλοὺς εἶναι ἐπὶ τῆς |
| book 455-6.3 | πύλης, ἐξ ἑκατέρας φλιᾶς ἕνα, ἐπαλλασσομένους κατὰ μέσον καὶ ἐπὶ |
| book 455-6.4 | τοῖς ἄκροις ἐπικλειομένους διὰ τὴν συμβολὴν μιᾷ κλειδί. A |
| book 456.1 | ἐπημοιβοί: εἰς μέσον συνάπτοντες· οἱ δέ, εἷς ἐφ’ ἕνα, μία |
| book 456.2 | δὲ ἐπ’ αὐτῶν κλεὶς ἥρμοστο. A b (BCE3E4)T |
| book 457.1 | 〈στῆ δὲ μάλ’ ἐγγὺς ἰών:〉 ἐν ἄλλῳ „στῆ δ’ ἄρ’ ἐπ’ |
| book 457.2 | οὐδὸν ἰών“. Aim |
| book 458a.1 | εὖ διαβάς: συνεργεῖ γὰρ ἡ διάβασις πρὸς βιαιοτέραν τοῦ |
| book 458a.2 | βαλλομένου φοράν. b(BCE3E4)T |
| book 458b.1 | {εὖ διαβάς,} ἵνα μή οἱ ἀφαυρότερον βέλος εἴη: ὅτι |
| book 458b.2 | πᾶν τὸ βαλλόμενον βέλος λέγει καὶ νῦν τὸν λίθον. καὶ ὅτι ἐκ τοῦ |
| book 458b | ἐναντίου τὸ ἐναντίον ἡρμήνευκεν. A |
| book 459.1 | θαιρούς: τὸν ἄνω καὶ κάτω στρόφιγγα θαιρούς φησι |
| book 459.2 | διὰ τὸ δι’ αὐτῶν θεῖν τὰς πύλας. A b (BCE3E4)T |
| book 461-70.1 | σανίδες δὲ διέτμαγεν〈— / ποιητὰς ἐσέχυν‐ |
| book 461-70.2 | το πύλασ〉: πανταχόθεν ἐκίνησε τὴν ἐνέργειαν, ἐκ τοῦ βαλόντος, ἐκ |
| book 461-70.3 | τῶν διαρριπτουμένων σανίδων, ἐκ τοῦ εἰσπηδῶντος καὶ φοβερὸν |
| book 461-70.4 | βλέποντος, ἐκ τῆς τῶν ὅπλων λαμπηδόνος, ἐκ τῶν κατεχομένων δο‐ |
| book 461-70.5.1 | ράτων, ἐκ τῶν ὑπερβαινόντων τὸ τεῖχος, καθ’ ὃ μέρος ἔρρηξε Σαρπη‐ |
| book 461-70.5.2 | δών, ἐκ τῶν εἰστρεχόντων εἰς τὰς πύλας, καθ’ ὃ μέρος ἔρρηξεν αὐτὰς ὁ |
| book 461-70.5.3 | Ἕκτωρ. b(BCE3E4)T |
| book 462a.1 | λᾶος ὑπὸ ῥιπῆς: προπερισπαστέον ὡς „κλῆροσ“ (Γ |
| book 462a.2 | 325 al.)· ἀπὸ γὰρ εὐθείας πέπτωκε δισυλλάβου κατὰ τὴν τοῦ ποιητοῦ |
| book 462a.3 | χρῆσιν. καὶ ὤφειλε τρισυλλαβεῖν ἡ γενική, συναλιφὴν δὲ λαβοῦσα βα‐ |
| book 462a.4 | ρύνεται. τὴν δὲ πρόθεσιν Τυραννίων (fr. 28 P.) ἀναστρέφει, ἵνα τὸ |
| book 462a.5.1 | ἑξῆς ὑπάρχ〈ῃ〉 ὑπὸ λίθου ῥιπῆς. οὐκ ἀναγκαῖον δέ· τί γὰρ κωλύει |
| book 462a.5.2 | φυλάσσεσθαι τὸν τόνον τῆς προθέσεως καὶ εἶναι ὑπὸ ῥιπῆς λίθου; A |
| book 462b.1 | ὁ δ’ ἄρ’ ἔσθορε: οὐδέν τι τῶν ἔνδον δεινῶν ὑπολογισάμε‐ |
| book 462b.2 | νος. πάντα οὖν τοῦ θράσους σημαντικὰ καὶ τὰ ἑξῆς ὀνόματα. b |
| book 462b.3 | (BCE3E4)T |
| book 463a.1 | νυκτὶ θοῇ ἀτάλαντος: ὅτι τὰ φοβερὰ νυκτὶ ὁμοιοῖ. |
| book 463a.2 | πρὸς τὸ „ὁ δ’ ἤϊε νυκτὶ ἐοικώς (Α 47), ὅτι Ζηνόδοτος γράφει „νυκτὶ |
| book 463a | ἐλυσθείσ“. A |
| book 463b.1 | 〈νυκτὶ θοῇ ἀτάλαντος:〉 νυκτὶ τὰ φοβερὰ ὁμοιοῦσιν. |
| book 463b.2 | ἐκ δὲ τῶν ἐναντίων τὸν εὐεκτὸν „ἥμερον“ (ο 162)· b(BCE3E4)Til παρὰ γὰρ |
| book 463b.3 | τὸ ἡμέρα ἥμερος. b(BCE3E4) |
| book 463b | νυκτὶ θοῇ: ἤτοι ταχέως—κοιμωμένων ἡμῶν. Aim |
| book 463c | ὑπώπια: ἀπὸ μέρους ὅλον δηλοῖ. b(BCE3)T |
| book 463-5.1 | λάμπε δὲ χαλκῷ 〈/ —〉δοιὰ δὲ 〈χερσί/〉 |
| book 463-5.2 | δοῦρ’ ἔχεν: ὥσπερ ἐπὶ γραφῆς δείκνυσιν, ὁποῖος ἦν ὁ Ἕκτωρ εἰσδρα‐ |
| book 463-5.3 | μὼν εἰς τὸ τεῖχος. b(BCE3E4)T |
| book 465.1 | 〈οὐκ ἄν τίς μιν ἐρυκάκοι ἀντιβολήσας:〉 Ἀρίσταρ‐ |
| book 465.2 | χος „οὐ κέν τίς μιν ἐρύκακεν ἀντιβολήσασ“. Aim |
| book 465-6.1 | οὐκ ἄν τίς μιν ἐρυκάκοι 〈ἀντιβολήσας /〉 νόσφι |
| book 465-6.2 | θεῶν: ἅμα μὲν ἐπαίρει τὰ τοῦ Ἕκτορος, ἅμα δὲ καὶ τεχνικῶς ὑπὲρ |
| book 465-6.3 | Ἑλλήνων ἀπολογεῖται, μὴ δυνηθέντων ἀντισχεῖν πρὸς τὴν ἐκδρο‐ |
| book 465-6.4 | μὴν τοῦ Ἕκτορος. b(BCE3E4)T |
| book 468a.1 | τεῖχος ὑπερβαίνειν: ὅτι καθ’ ὃ μέρος ὡδοποίησαν οἱ |
| book 468a.2 | Λύκιοι, οὐ καθ’ ὅλον. A |
| book 468b | 〈τοί:〉 ἀντὶ τοῦ οὗτοι. Til |
| book 468c | 〈ὀτρύνοντι:〉 οὕτως διὰ τοῦ ο ὀτρύνοντι. Aim |
| book 469.1 | 〈ὑπέρβασαν:〉 οὕτως συνέσταλκεν ἀντὶ τοῦ ὑπερέβησαν. |
| book 469.2 | Aim |
| book 470a | 〈ποιητάς:〉 εὖ πεποιημένας. Til |
| book 470b.1 | ἐσέχυντο: ἐμφαντικῶς τῷ ὀνόματι· διὰ στενῆς γὰρ |
| book 470b.2 | γινομένης τῆς εἰσόδου καὶ ὠστιζομένων τῶν εἰσιόντων ἢ τῶν ἤδη |
| book 470b.3 | εἰσεληλυθότων b(BCE3E4)T ἔπειτα καὶ ἔπειτα φορὰ ὁμοία |
| book 470b.4 | φαίνεται τοῖς ἀπὸ βραχέος εἰς μείζονα χεομένοις ὑγροῖς. T |
| book 470c.1 | {ποιητὰς ἐσέχυντο} πύλας· 〈Δαναοὶ δ’ ἐφόβηθεν〉: |
| book 470c.2 | ὅτι μία πύλη, πληθυντικῶς δὲ εἴρηται. καὶ ὅτι ἔφευγον ὡς ἐπὶ τὰς |
| book 470c.3 | ναῦς. διὰ ταύτης δὲ εἰσέρχονται τῆς πύλης, δι’ ἧς ὁ Ἕκτωρ. A |
| book 471a.1 | ὅμαδος δ’ ἀλίαστος: τὸ μὲν ὅμαδος δασυντέον· |
| book 471a.2 | ἔχει γὰρ τὸ ὁμοῦ ἐγκείμενον. τὸ δὲ ἀλίαστος ψιλωτέον· ἔστι γὰρ |
| book 471a.3 | στέρησις ἀπὸ τοῦ λιαστός, ὅπερ πέπτωκεν ἀπὸ τοῦ λιάζω· „ἡγεῖτ’· |
| book 471a.4 | ἀμφὶ δ’ ἄρα σφι λιάζετο κῦμα“ (Ω 96). A |
| book 471b | 〈ἀλίαστος:〉 ἀδιάλειπτος. Til |
| book postscr.1 | Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς |
| book postscr.2 | Ἀρισταρχ〈είου〉 διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας |
| book postscr | Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς. A |
| book 1-7.1 | Ζεὺς δ’ ἐπεὶ οὖν〈—ἐς Τροίην δ’ οὐ πάμ‐ |
| book 1-7.2 | παν ἔτι τρέπεν ὄσσε φαεινώ〉: †ἐρρειφθέντος† τοῦ τείχους |
| book 1-7.3 | καὶ τροπῆς γενομένης λοιπὸν ἦν ἀναστῆναι Ἀχιλλέα. ὁ δὲ ποιητὴς |
| book 1-7.4 | μῆκος ἅμα καὶ ποικιλίαν περιποιεῖ διὰ τῆς ἀσχολίας τοῦ Διός. ἅμα |
| book 1-7.5.1 | δὲ ἐπειδὴ ἔφθασε περὶ τοῦ Ἕκτορος προειπὼν „οὐκ ἄν τίς μιν ἐρυκά‐ |
| book 1-7.5.2 | κοι ἀντιβολήσας / νόσφι θεῶν“ (Μ 465—6), ἀναγκαίως τῷ ἀνυπό‐ |
| book 1-7.5.3 | στατον ἔχοντι τὴν δύναμιν τὸν Ποσειδῶνα ἀντιστρατεύει. πῶς δ’ |
| book 1-7.5.4 | ἂν ἐτόλμησε Ποσειδῶν προελθεῖν μὴ ἀσχολουμένου Διός; b(BCE3 |
| book 1-7.5.5 | E4)T |
| book 1a.1 | Ζεὺς δ’ ἐπεὶ οὖν 〈Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ |
| book 1a.2 | πέλασσε〉: διὰ τούτων σχεδὸν βοᾷ ὁ ποιητὴς οὐκ ἴδιον τῶν |
| book 1a.3 | Τρώων γεγενῆσθαι τὸ κατόρθωμα, ἀλλὰ τοῦ Διός. περιπαθῶς δ’ |
| book 1a.4 | ἄγαν τὸ νηυσίν, οἷον οὐ τῷ τείχει μόνον, ἀλλὰ καὶ ταῖς ναυσίν, |
| book 1a.5 | ἥπερ ἔτι μόνη τῶν Ἑλλήνων ἐλπίς. b(BCE3E4)T |
| book 1b1.1 | ἐπεὶ οὖν: ἐπειδή. | ὅσα δηλοῖ τὸ ἐπεί. τὸ ὅτι, „ἐπεὶ |
| book 1b1.2 | πολὺν ὤλεσα λαόν“ (Β 115), καὶ ὅτε (ὡς νῦν), καὶ ἐπειδή, καὶ ἀφ’ |
| book 1b1.3 | οὗ. A |
| book 1b2 | τὸ δὲ ἐπεί πολλὰ δηλοῖ, †ἐπεὶ† καὶ ὅτι, „ἐπεὶ πολὺν |
| book 1b2 | ὤλεσα λαόν“, καὶ ὅτε (ὡς νῦν), καὶ ἐπειδή, καὶ ἀφ’ οὗ. T |
| book 1c.1 | {ζεὺς δ’ ἐπεὶ οὖν} Τρῶάς τε καὶ Ἕκτορα: ὅτι κεχώρι‐ |
| book 1c.2 | κε τῶν Τρώων τὸν Ἕκτορα, ὡς κἀκεῖ „οὐ γὰρ ἔτ’ Οἰνῆος μεγαλή‐ |
| book 1c.3 | τορος, / οὐδ’ ἄρ’ ἔτ’ αὐτὸς ἔην, θάνε δὲ ξανθὸς Μελέαγροσ“ |
| book 1c.4 | (Β 641—2). A |
| book 1d.1 | Τρῶάς τε καὶ Ἕκτορα: πρὸς τὸ δεύτερον ὑπήντησεν· |
| book 1d.2 | πρῶτος γὰρ Ἕκτωρ εἰσῆλθεν, ὑπεξεῖλε δὲ αὐτὸν ἰδίᾳ, b(BCE3E4) |
| book 1d.3 | T ὡς „θάνε δὲ ξανθὸς Μελέαγροσ“ (Β 642). T |
| book 1d | ἄλλως· κεχώρικε τῶν λοιπῶν Τρώων τὸν Ἕκτορα κατ’ ἐξοχήν. |
| book 1d.5.1 | μετὰ δὲ τὴν Ἰλίου πόρθησιν Ἕκτωρ—τὴν ἐπιφάνειαν αὐτοῦ. |
| book 1d.5.2 | ἡ ἱστορία παρὰ Ἀριστοδήμῳ (FGrHist 383, 7). A |
| book 2a.1 | τοὺς μὲν ἔα παρὰ τῇσι 〈πόνον τ’ ἐχέμεν καὶ |
| book 2a.2 | ὀϊζύν〉: ἐὰν ἐπ’ ἀμφοτέρων λέγῃ, Τρώων καὶ Ἑλλήνων, ἁπλούστε‐ |
| book 2a.3 | ρόν ἐστιν· ἐὰν δὲ περὶ τῶν Τρώων μόνων, ἐμφαίνεταί τι ἦθος, κατα‐ |
| book 2a.4 | κερτομοῦντος τοῦ ποιητοῦ ὅτι μάτην ἐπόνουν· οὐ γὰρ ἤμελλον |
| book 2a.5 | ἁλώσεσθαι αἱ νῆες ὑπὸ τῶν βαρβάρων. b(BCE3E4)T |
| book 2b1.1 | 〈παρὰ τῇσι:〉 Ζηνόδοτος καὶ Ἀριστοφάνης „περὶ τῇ‐ |
| book 2b1.2 | σι“. μήποτ’ οὖν διχῶς. Aint |
| book 2b2 | τινὲς „πρὸς τῇσι“. T |
| book 2c | 〈πόνον:〉 ὅτι πόνον τὸ κατὰ πόλεμον ἔργον εἴρηκεν. Aint |
| book 2d.1 | πόνον τ’ ἐχέμεν: πόνον τὴν ἐνέργειαν, „παύσαντο |
| book 2d.2 | πόνου“ (Α 467), καὶ τὴν κακοπάθειαν, „ἦ μὴν καὶ πόνος ἐστὶν |
| book 2d.3 | b(BCE3E4)T ἀνιηθέντα 〈νέεσθαι〉“ (Β 291). | Ζηνόδοτος δὲ |
| book 2d | „ὀχέμεν“. T |
| book 2e | 〈ὀϊζύν:〉 ὀΐζω ὀϊζύω. Til |
| book 3a1.1 | πάλιν τρέπεν ὄσσε φαεινώ: τὸ πάλιν τὴν ἀπὸ |
| book 3a1.2 | τοῦ εὐθέος μεταστροφὴν δηλοῖ, „ὄσσε πάλιν κλίνασα“ (Γ 427). οἱ |
| book 3a1.3 | δὲ ἀνὰ μέρος Μυσίαν καὶ Θρᾴκην ὁρῶν· ἔστι δὲ καὶ τοῦτο σύνηθες |
| book 3a1.4 | Ὁμήρῳ, „πάλιν ποίησε γέροντα“ (π 456). καὶ εἰς τοὐπίσω, „χειρὶ |
| book 3a1.5 | πάλιν ἐρύσασα“ (Ε 836). καὶ ἐναντίως, „οὐδὲ πάλιν ἐρέει“ (Ι 56). |
| book 3a1 | AT |
| book 3a2.1 | τὸ πάλιν τὴν ἀπὸ τοῦ εὐθέος μεταστροφὴν δηλοῖ· σύνη‐ |
| book 3a2.2 | θες δέ ἐστιν Ὁμήρῳ. δηλοῖ δὲ ταῦτα ἡ λέξις· τὸ ἀλλαχοῦ, ὡς |
| book 3a2.3 | ἐνταῦθα· τὸ ἐκ δευτέρου, ὡς τὸ „πάλιν ποίησε γέροντα“. τὸ εἰς |
| book 3a2.4 | τοὐπίσω, ὡς τὸ „χειρὶ πάλιν ἐρύσασα“. καὶ τὸ ἐναντίως, ὡς τὸ |
| book 3a2.5 | „οὐδὲ πάλιν ἐρέει“. b(BCE3) |
| book 3b.1 | 〈πάλιν τρέπεν ὄσσε φαεινώ:〉 ὅτι οὐδὲν ἀθεώρητον |
| book 3b.2 | τῷ δημιουργῷ. τὸ δὲ ὄσσε φαεινώ, δι’ ὧν δίδοται τοῖς ὁρῶσι |
| book 3b.3 | τὸ φάος. b(BCE3)T |
| book 4a.1 | νόσφιν: βραχὺ διασταλτέον ἐπὶ τὸ νόσφιν· ἀναφέρει |
| book 4a.2 | γὰρ αὐτὸ ἐπὶ τοὺς Τρῶας καὶ τοὺς Ἕλληνας. A |
| book 4b.1 | ἐφ’ ἱπποπόλων 〈Θρῃκῶν καθορώμενος αἶαν〉: |
| book 4b.2 | οἱ μὲν περισσῶς τὴν ἐπί. †οἱ δὲ ἐπὶ ἵππων πολουμένων†, οἱ δὲ |
| book 4b.3 | ὄνομα ἔθνους. τὸ δὲ ὁρώμενος ἀντὶ τοῦ ὁρῶν. T |
| book 5a | 〈Μυσῶν τ’ ἀγχεμάχων:〉 τινὲς τῶν ἐν Μακεδονίᾳ. Til |
| book 5b.1 | ἈΓΑΥΩΝ ἹΠΠΗΜΟΛΓΩΝ: Ἀγαυοὶ ὄνομα ἔθνους· |
| book 5b.2 | ἵππους δὲ ἀμέλγοντες οὗτοι τῷ γάλακτι ἐτρέφοντο. A b (BCE3)T |
| book 5b | Δημήτριος (fr. 14 St.) δὲ ἀγαυοὺς τοὺς εὐειδεῖς. AT |
| book 6a.1 | Γλακτοφάγων, Ἀβίων τε, 〈δικαιοτάτων ἀν‐ |
| book 6a.2 | θρώπων〉: πολλῶν εἰρημένων περὶ τούτων πολλοῖς, βέλτιον, ὡς |
| book 6a.3 | Ἀριστάρχῳ ἐδόκει, καὶ χωρὶς τοῦ συνδέσμου προφέρεσθαι τὸν |
| book 6a.4 | στίχον καὶ διαστέλλειν βραχὺ μετά τε τὴν πρώτην λέξιν καὶ μετὰ |
| book 6a.5.1 | τὴν δευτέραν, ἵνα τὰ ἔθνη πολλὰ καὶ τὸ δικαιοτάτων κοινὸν |
| book 6a.5.2 | ἐπὶ πάντων νοούμενον μείζονα τὴν ἱστορίαν ἐμφαίνῃ. A (bis) |
| book 6b.1 | 〈γλακτοφάγων Ἀβίων τε, δικαιοτάτων ἀνθρώ‐ |
| book 6b.2 | πων〉: †λαητῖνες† ἔθνος, οἱ γαλακτοπόται. τινὲς τούτους Σαρμάτας |
| book 6b | φασίν. Til |
| book 6c.1 | Ἀβίων 〈τε δικαιοτάτων ἀνθρώπων〉: πάντων Σκυ‐ |
| book 6c.2 | θῶν ὑποκυψάντων Ἀλεξάνδρῳ μόνους Ἀβίους φασὶν οὐχ ὑπεῖξαι, |
| book 6c.3 | A b (BCE3E4)T μόνον δὲ ἐπισκεψαμένους τὴν ψυχὴν τοῦ |
| book 6c.4 | ἀνδρὸς ἐπικηρυκεύσασθαι πρὸς αὐτόν· b(BCE3E4)T οὓς δικαι‐ |
| book 6c.5.1 | οτάτους φησὶ διὰ τὸ ἀνεπίμικτον, A b (BCE3E4)T ὡς καὶ |
| book 6c.5.2 | „Αἰθιοπῆασ“ (Α 423), ἢ ὅτι οὐκ ἠθέλησαν συστρατεῦσαι Ἀμαζόσιν |
| book 6c.5.3 | εἰς Ἀσίαν. AT πῶς δὲ οὐδὲν περὶ αὐτῶν εἶπεν; καὶ γὰρ οὐδὲ |
| book 6c.5.4 | περὶ τοῦ δικαιοτάτου τῶν Κενταύρων (cf. Λ 832) οὐδὲ περὶ τοῦ |
| book 6c | κερδίστου Σισύφου (cf. Ζ 153). T |
| book 6d | Ἀβίων: τῶν νομάδων Σκυθῶν, ὅθεν καὶ ὁ Ἀνάχαρσίς |
| book 6d.1 | ἐστιν· οὓς δή φησι δικαιοτάτους εἶναι ἁπάντων, AT ὅτι κοι‐ |
| book 6d.2 | νοὺς ἔχουσι παῖδας καὶ γυναῖκας καὶ τὰ πάντα πλὴν ξίφους καὶ |
| book 6d.3 | ποτηρίου. τούτοις δὲ αὐτομάτως ἡ γῆ βίον φέρει οὐδέν τι ζῷον |
| book 6d.5.1 | ἐσθίουσιν. τούτους Αἰσχύλος (fr. 196,3 N.2 = 329, 3 M. = 196,3 R.) „Γαβί‐ |
| book 6d.5.2 | ουσ“ φησίν. Ἄβιοι δὲ ἐκλήθησαν ἢ παρὰ τὸν βίον ἢ τὴν βίαν, ἢ |
| book 6d.5.3 | †ἅμα βιῶν† πορευόμενοι, ἢ ὅτι ἄοικοι. A b (BCE3E4)T οἱ δὲ |
| book 6d.1 | AT | τὸ α κατ’ ἐπίτασιν, ἵν’ ᾖ πολυβίων καὶ πολυετῶν, A | ὅτι |
| book 6d.2 | μακρόβιοι, AT | ἢ τὸν ἡμέτερον βίον μὴ ἐγνωκότων· ἐπιφέρει |
| book 6d.10.1 | γὰρ δικαιοτάτων ἀνθρώπων. ἢ μὴ βιαζομένων. ἢ ἁμαξοβίων. | |
| book 6d.10.2 | τινὲς δὲ τούτους Σαρμάτας φασίν. A | λέγουσι δὲ αὐτοὺς τοὺς |
| book 6d.10.3 | ὁδίτας τρέφοντας ἄλλον ἄλλῳ διαπέμπειν. AT |
| book 6e.1 | 〈δικαιοτάτων ἀνθρώπων:〉 Ἀρίσταρχος χωρὶς τοῦ τέ, |
| book 6e.2 | δικαιοτάτων ἀνθρώπων. Aint |
| book 7 | 〈οὐ πάμπαν:〉 οὐδὲ ὅλως. Til |
| book 8a1.1 | 〈οὐ γὰρ ὅ γ’ ἀθανάτων:〉 Ἀριστοφάνης διὰ τοῦ ε, |
| book 8a1.2 | „οὐ γὰρ ἔτ’ ἀθανάτων“. Aint |
| book 8a2 | Ἀριστοφάνης „οὐ γὰρ ἔτι“. Til |
| book 8-9.1 | 〈οὐ γὰρ ὅ γ’ ἀθανάτων τιν’ ἐέλπετο— |
| book 8-9.2 | Δαναοῖσι:〉 πρὸς τὸ „ὃν δ’ ἂν ἐγὼν ἀπάνευθε θεῶν 〈ἐθέλοντα |
| book 8-9.3 | νοήσω / ἐλθόντ’ ἢ Τρώεσσιν ἀρηγέμεν ἢ Δαναοῖσι〉“ (Θ 10—1). Til |
| book 9 | 〈ἀρηξέμεν:〉 γράφεται καὶ „ἀρήξειν“. Aim |
| book 10.1 | οὐδ’ ἀλαοσκοπιὴν 〈εἶχε κρείων ἐνοσίχθων〉: ἄλη |
| book 10.2 | ἀλαιὸς ἀλαὸς Αἰολικῶς. διδάσκει δὲ διαφορὰν ἐπιμελείας καὶ ῥᾳθυ‐ |
| book 10.3 | μίας. πιθανῶς δὲ τοὺς στρατηγοὺς καταστρατηγοῦντας ἀλλήλων |
| book 10.4 | ἐποίησεν οὐ βιαζομένους· ὁ μὲν γὰρ Ζεὺς ἀποδημοῦντος ἐν Αἰθιοπίᾳ |
| book 10.5.1 | Ποσειδῶνος ἐπανάγει Ὀδυσσέα (cf. α 20 sq.), ὁ δὲ Ποσειδῶν νῦν |
| book 10.5.2 | ἐνεργεῖ. b(BCE3E4)T |
| book 10 | {οὐδ’} ἀλαοσκοπιήν: ματαίαν τὴν κατασκοπήν· ἀλαὸς |
| book 10 | γὰρ κατὰ διάλεκτον ὁ τυφλός. A |
| book 11a | 〈θαυμάζων:〉 ὅτι θαυμάζων ἀντὶ τοῦ θεώμενος. Aim |
| book 11b.1 | θαυμάζων: θεωρῶν, „†ἱστάμενοι† θαύμαζον“ (Σ 496) |
| book 11b.2 | b(BCE3E4)T καὶ „ἡμεῖς δ’ ἑσταότες θαυμάζομεν“ (Β 320). |
| book 11b.3 | γραφικῶς δὲ ἔχουσιν οἱ δύο ἀπὸ τῶν ὀρῶν θεώμενοι. T |
| book 12a | ὑψοῦ: πιθανῶς τὸ ὑψοῦ ὥστε πάντα καταθεάσασθαι. T |
| book 12b.1 | {ὑψοῦ} ἐπ’ ἀκροτάτης κορυφῆς 〈Σάμου〉: Ἀριστο‐ |
| book 12b.2 | φάνης πληθυντικῶς „ἐπ’ ἀκροτάτῃς κορυφῇσ“. A οὐκ ἀπίθανος |
| book 12b.3 | δὲ καὶ ἡ χωρὶς τοῦ μ γραφὴ „Σάου“· τὴν γὰρ Σαώκην τὸ ὄρος |
| book 12b.4 | φησὶ παραδηλοῦσθαι. AT |
| book 12c.1 | Σάμου: Ἀρίσταρχος ὄρος ὁμώνυμον τῇ νήσῳ, οἱ δὲ |
| book 12c.2 | ὑψηλοτέραν εἶναι τὴν Σάμον τοῦ Ἄθω. T |
| book 12d.1 | 〈Σάμου ὑληέσσης:〉 ὅτι οὐδέποτε συνθέτως εἴρηκε |
| book 12d.2 | Σαμοθρᾴκην. Aint |
| book 12d | Σάμιοι ἐν Ἰωνίᾳ—ἀφ’ ὧν ἡ Σαμοθρᾴκη. | Σάμου |
| book 12d | οὖν Θρηϊκίης τῆς Σαμοθρᾴκης. τὸ δὲ ἐν αὐτῇ ὄρος Σαώκη. A |
| book 12-3.1 | Σάμου〈— /〉 Θρηϊκίης: πρὸς ἀντιδιαστολήν, |
| book 12-3.2 | διὰ τὴν πρὸς Ἰθάκῃ, ἣν „Σάμην“ (Β 634) καλεῖ. T ἔστι δὲ καὶ |
| book 12-3.3 | ἄλλη Σάμος περὶ Μυκαλησσὸν καὶ τρίτη ἐν Πελοποννήσῳ περὶ τὴν |
| book 12-3.4 | Τριφυλίαν. b(BCE3)T |
| book 15a.1 | ἔνθ’ ἄρ’ ὅγε: τρεῖς παράλληλοι AT ὀξεῖαι, μία |
| book 15a.2 | μὲν ἡ ἄρχουσα, δευτέρα ἡ τοῦ ἄρα, τρίτη δὲ ἡ τοῦ ὅγε. A |
| book 15b.1 | ἕζετο: οὐ νῦν ἕζετο, ἀλλ’ ὅτε ἐκάκου τὰ Ἑλληνικὰ ὁ |
| book 15b.2 | Ζεύς. ἔδει οὖν πρῶτον εἰπεῖν ὅτι ἐκάθισεν, εἶθ’ οὕτως ὅτι ἑώρα τὴν |
| book 15b.3 | μάχην. b(BCE3E4)T |
| book 16a1 | 〈Τρωσὶν δαμναμένους:〉 ὅτι ἀντὶ τοῦ ὑπὸ Τρώων. Aint |
| book 16a2 | ἀντὶ γενικῆς. Til |
| book 17 | 〈παιπαλόεντος:〉 ἐκτροπὰς ἔχοντος ὡς πλανᾶσθαι. Til |
| book 18a1.1 | κραιπνὰ ποσὶ προβιβάς: πῶς οὖν ἔχει καὶ „τρὶς μὲν |
| book 18a1.2 | ὀρέξατο“ (Ν 20); ἢ ἀντὶ τοῦ πρόθυμα καὶ σπουδαῖα. T |
| book 18a2.1 | εἰ συνεχῆ, φησί, προέβαινε, πῶς παρακατιών φησι „τρὶς |
| book 18a2.2 | μὲν ὀρέξατο“; ἢ τάχα τὸ κραιπνά ἀντὶ τοῦ πρόθυμα καὶ ἰσχυρά. |
| book 18a2.3 | b(BCE3E4) |
| book 18b | τρέμε δ’ οὔρεα 〈μακρὰ καὶ ὕλη〉: ἐνοσίχθων γάρ |
| book 18b | ἐστιν. Δία δὲ οὐδέποτε κατιόντα καὶ μεταμορφούμενον ποιεῖ. T |
| book 20.1 | τρὶς μὲν ὀρέξατ’ 〈ἰών〉: ὑπερφυῶς τοσαύτην θάλασσαν |
| book 20.2 | καὶ ἔθνη τρισὶ βήμασι παρῆλθεν. b(BCE3E4)T ὑπερβαλέσθαι |
| book 20.3 | δὲ τοῦτο θελήσας Πίνδαρος εἰς ὑπόνοιαν ἧκεν ψεύδους· „βάματι δ’ |
| book 20.4 | ἐν πρώτῳ κιχὼν παῖδ’ ἐκ νεκροῦ / ἅρπασε“ (P. 3, 43—4). T |
| book 20-1.1 | ἵκετο τέκμωρ, 〈/ Αἰγάσ〉: ἐπὶ τὸ τέλος τῆς ὁδοῦ |
| book 20-1.2 | παρεγένετο τὰς Αἰγάς. T τίνος δὲ ἕνεκεν ἐπὶ τὰς Αἰγὰς ἄπεισι, |
| book 20-1.3 | παρὸν ἐν Τροίᾳ εὐθὺς γενέσθαι τὴν Σαμοθρᾴκην καταλιπόντι; ἴσως |
| book 20-1.4 | οὖν πρὸς κατάπληξιν τῶν Τρώων ἄπεισι τὸ ξίφος ληψόμενος. |
| book 20-1.5.1 | b(BCE3E4)T ἢ ὁπλιεῖται ὡς οὐκ ἀνεξομένου Διός. ἢ τῷ ἐπιτερ‐ |
| book 20-1.5.2 | πεῖ τῆς φράσεως τὸ τῆς μάχης στυγνὸν διαλύει. ἢ ἀναχωρεῖ, ὅπως |
| book 20-1.5.3 | μὴ ὑπόνοιαν δῷ τοῖς Τρωϊκοῖς 〈***〉. T |
| book 21a.1 | Αἰγάς, ἔνθα δέ οἱ κλυτὰ 〈δώματα βένθεσι λί‐ |
| book 21a.2 | μνησ〉: ὅτι κατὰ τὰς Αἰγὰς ἐν βυθῷ τὴν οἴκησιν τοῦ Ποσειδῶνος |
| book 21a.3 | ὑποτίθεται ἀόρατον ἀνθρώποις, ὥσπερ ἐπὶ τοῦ Ὀλύμπου τῶν |
| book 21a.4 | ἄλλων θεῶν μὴ ὁρωμένων. | Αἰγαὶ πόλις—καρπὸν βλαστά‐ |
| book 21a.5.1 | νουσιν, ὥστε δρέποντας αὐτοὺς εἰς ἑσπέραν οἶνον ἄφθονον ἔχειν. ἡ |
| book 21a.5.2 | ἱστορία παρὰ Εὐφορίωνι (fr. 100 Pow.). A |
| book 21b1.1 | Αἰγάς, ἔνθα δέ οἱ 〈κλυτὰ δώματα βένθεσι |
| book 21b1.2 | λίμνησ〉: ἐν Αἰγαῖς τῆς Εὐβοίας παράδοξα πολλὰ γίνεται· κατὰ γὰρ |
| book 21b1.3 | τὰς ἐτησίους τοῦ Διονύσου τελετάς, ὀργιαζουσῶν τῶν μυστίδων |
| book 21b1.4 | γυναικῶν, βλαστάνουσιν αἱ καλούμεναι ἐφήμεροι ἄμπελοι, αἵτινες |
| book 21b1.5 | ἕωθεν μὲν τὰς τῶν καρπῶν ἐκβολὰς ποιοῦνται, εἶτ’ αὖ πάλιν βότρυας |
| book 21b1.1 | βαρυτάτους καὶ τούτους πρὸ μεσημβρίας πεπαίνουσι, πρὸς δὲ |
| book 21b1.2 | τὴν ἑσπέραν δρεπόμενος ἄκρατον χορηγεῖ δαψιλῆ ταῖς ἀπὸ τοῦ |
| book 21b1.3 | χοροῦ παρθένοις. οὐδεμία δὲ ἔνδεια γίνεται †ὑπ’ αὐτοῦ κατεχομένην |
| book 21b1.4 | τὴν† ἡμέραν, ἀλλ’ ὁσάκις ἀναλίσκεται, τοσαυτάκις δαψιλεύεται. |
| book 21b1.10.1 | Νικοκράτης δὲ ἐν τῷ Περὶ τοῦ ἐν Ἑλικῶνι ἀγῶνος (FGrHist 376, |
| book 21b1.10.2 | 3a) οὐ ταύτας φησὶ τὰς Αἰγὰς λέγειν τὸν ποιητήν, ἀλλ’ ἑτέραν |
| book 21b1.10.3 | τινὰ νῆσον ἐν τῷ Αἰγαίῳ πελάγει, περὶ ἣν καὶ παραδοξολογία τις |
| book 21b1.10.4 | εἶναι μυθεύεται· τοὺς γὰρ προσορμίζοντας τῇ νήσῳ νυκτὸς ἅπαντας |
| book 21b1.10.5 | ἀφανεῖς γίνεσθαι· διὸ μηδὲ προσπελάζειν τινά. T |
| book 21b2.1 | αὗται δὲ αἱ Αἰγαὶ νῆσός ἐστιν ἐν τῷ Αἰγαίῳ πελάγει, |
| book 21b2.2 | ὅθεν καὶ καλεῖται. b(BCE3E4) |
| book 21c.1 | κλυτὰ 〈δώματα βένθεσι λίμνησ〉: τινὲς ὑποκλυζό‐ |
| book 21c.2 | μενα ὑπὸ θαλάσσης. οἱ δὲ διὰ τὴν δύναμιν τοῦ θεοῦ ἐν μέσῃ θαλάσσῃ |
| book 21c.3 | εἶναι τὸ ἱερόν, καὶ τῷ βάθει τὸ ἄπιστον ἐκάλυψεν. b(BCE3E4)T |
| book 21c | ἐζήτηται, διὰ τί οὐκ εὐθείᾳ πορεύεται ὁ Ποσειδῶν—εἰς |
| book 21c.5 | τὴν συμμαχίαν κινδυνεύῃ. A |
| book 22.1 | χρύσεα: ἐπεὶ Ἥφαιστος αὐτὰ ἐποίησεν, ὅτε Θέτις καὶ |
| book 22.2 | Εὐρυνόμη αὐτὸν ὑπεδέξαντο πεσόντα (cf. Σ 395—405). T |
| book 23 | 〈ὑπ’ ὄχεσφι〉 τιτύσκετο 〈χαλκόποδ’ ἵππω〉: ὑπο‐ |
| book 23.1 | ζευγνὺς τοῖς ὄχεσιν ηὐτρέπιζεν· b(BCE3)T οἱ δὲ παρὰ τὸ |
| book 23.2 | τεύχω, „Ἥφαιστος δὲ τιτύσκετο θεσπιδαὲς πῦρ“ (Φ 342). | διὰ |
| book 23.3 | τί οὐ τοὺς ἵππους καταλιμπάνων αὐτοῦ καὶ θᾶττον βαδίζει (cf. |
| book 23.5.1 | Ν 18—20); ἢ οὖν καλ〈λ〉ιγραφῆσαι βούλεται ὁ ποιητὴς τὴν ὁδὸν |
| book 23.5.2 | αὐτοῦ· ἢ προπαρασκευάζεται τῷ Διῒ 〈μαχούμενοσ〉. | χαλκόποδε |
| book 23.5.3 | δὲ ἠχόποδας, „ἐρίγδουποι πόδες ἵππων“ (Λ 152). | εἰσὶν Ἐριώλης |
| book 23.5.4 | καὶ Γλαῦκος ἢ Ἐγκέλαδος καὶ Σθένιος. T |
| book 25-6.1 | χρυσὸν δ’ αὐτὸς 〈ἔδυνε περὶ χροΐ, γέντο δ’ |
| book 25-6.2 | ἱμάσθλην / χρυσείην εὔτυκτον〉: πάντα ποιητικά· ἀπὸ γὰρ |
| book 25-6.3 | τῆς παρ’ ἡμῖν τιμωμένης ὕλης καὶ παρὰ θεοῖς λαμβάνει χρύσεα δώ‐ |
| book 25-6.4 | ματα καὶ χρυσᾶς τὰς ἐθείρας τῶν ἵππων (cf. Ν 24). καὶ χρυσὸν αὐτὸς ἀναλαμ‐ |
| book 25-6.5.1 | βάνει, τουτέστι πανοπλίαν χρυσῆν καὶ μάστιγα χρυσῆν. καὶ ἑξῆς |
| book 25-6.5.2 | (sc. Ν 36) τοῖς ἵπποις περιέβαλε πέδας χρυσᾶς. b(BCE3E4)T |
| book 25-6.5.3 | ὥσπερ καὶ τὰ στερεά, „σιδηρέῳ ἄξονι ἀμφίσ“ (Ε 723). T |
| book 25a.1 | χρυσὸν δ’ αὐτὸς ἔδυνε: ἀλλ’ ὁρᾶται, φασίν, ὑπὸ |
| book 25a.2 | Διός. οὐκ ἴσασι δὲ ὅτι καιρῷ τηρεῖ αὐτοῦ τὴν ἀπουσίαν. T |
| book 25b.1 | 〈γέντο δ’ ἱμάσθλην:〉 ὅτι ἐκ τῶν συμφραζομένων τὸ |
| book 25b.2 | γέντο ‘ἔλαβεν‘ σημαίνει. A |
| book 26 | 〈χρυσείην:〉 χρυσῇ λαβῇ χρωμένην. Til |
| book 27a1.1 | βῆ δ’ ἐλάαν 〈ἐπὶ κύματ’· ἄταλλε δὲ κήτε’ ὑπ’ |
| book 27a1.2 | αὐτοῦ〉: ὡς „μάστιξε〈ν〉 δ’ ἐλάαν“ (Ε 366), αὐτίκα ὡς λείποντος |
| book 27a1.3 | τοῦ ὥστε, 〈ὥστε〉 ἐλάαν. ἢ τὸ ἐλάαν ἀντὶ τοῦ ἐλάων, ὅ ἐστιν |
| book 27a1.4 | ἐλάσων. τὸ δὲ ἄταλ〈λ〉ε T ἐσκίρτα· ἀπὸ τῶν νηπίων ἡ μετα‐ |
| book 27a1.5.1 | φορά. ἐπὶ δὲ Ἑρμοῦ τὸ πέλαγος διανύοντος (cf. ε 51—4) οὐδὲν |
| book 27a1.5.2 | τοιοῦτον· τῷ δὲ θαλάσσης δεσπότῃ οἰκεῖα ταῦτα. b(BCE3E4)T |
| book 27a1.5.3 | ἀλλ’ οὐδὲ αὐτός, ὅτε ἄνεισιν ἐξ Αἰθιοπίας θυμούμενος (cf. ε 282). T |
| book 27a2 | 〈ἐλάαν:〉 ἐλάων. Til |
| book 27b1 | 〈ὑπ’ αὐτοῦ:〉 ἐν ἄλλῳ „ὑπ’ αὐτῷ“. Aim |
| book 27b2 | τινὲς δὲ γράφουσιν „ὑπ’ αὐτῷ“, τῷ δίφρῳ. Til |
| book 27c1.1 | ὑπ’ αὐτοῦ: δι’ αὐτόν, ὡς ‘ὑπὸ τῆς νόσου ἀδυναμεῖ‘. |
| book 27c1.2 | b(BCE3E4)T |
| book 27c2.1 | ἄταλλε: εἰς †ἑνότητα† κατὰ διάθεσιν ἐγίνετο, ὅ ἐστιν |
| book 27c2.2 | ἐσκίρτα καὶ ἔχαιρεν. | ὑπ’ αὐτοῦ δὲ ἀντὶ τοῦ δι’ αὐτόν. A |
| book 28a1.1 | πάντοθεν ἐκ κευθμῶν: οἱ μὲν συγκοπήν, οἱ δὲ ὁ κευθ‐ |
| book 28a1.2 | μός (ὡς †τευθμός†), Ἰακῶς, ὡς βαθύλειμος βαθυλείμων. T | ταῦ‐ |
| book 28a1.3 | τά εἰσι τὰ εἰς θεν τῷ ο παραληγόμενα καὶ προπαροξυνόμενα, οἴ‐ |
| book 28a1 | κοθεν ἄλλοθεν ἔνδοθεν ἔκτοθεν ἑκάστοθεν ἀπόπροθεν πάντοθεν. AT |
| book 28a2.1 | ταῦτά εἰσι τὰ εἰς θεν τῷ ο παραληγόμενα καὶ προπαρ‐ |
| book 28a2.2 | οξυνόμενα ἐπιρρήματα, οἴκοθεν ἄλλοθεν ἔνδοθεν ἔκτοθεν ἑκάστοθεν |
| book 28a2.3 | ἀπόπροθεν πάντοθεν. | τὸ δὲ κευθμῶν οἱ μὲν συγκοπήν φασιν, |
| book 28a2.4 | οἱ δὲ ὅτι κευθμῶν Ἰακῶς εἴρηται. b(BCE3E4) |
| book 28b.1 | ἐκ κευθμῶν οὐδ’ ἠγνοίησαν: ὅτι ἠγνοίησαν γρα‐ |
| book 28b.2 | πτέον· σύνηθες γὰρ Ὁμήρῳ οὕτως λέγειν, ἠγνοίησαν τὰ κήτη, καὶ |
| book 28b.3 | οὐκ „ἠγνοίησεν“. καὶ ὅτι κευθμῶν εἴρηκεν· ἡ δὲ ὀρθή ἐστιν κευθ‐ |
| book 28b.4 | μὸς ὡς „αὐλόσ“ (χ 18). A |
| book 28c.1 | 〈ἠγνοίησεν:〉 Ἀρίσταρχος „ἠγνοίησαν“, ἄλλοι δὲ |
| book 28c.2 | ἠγνοίησεν. Aim |
| book 28d.1 | 〈οὐδ’ ἠγνοίησεν ἄνακτα:〉 στικτέον ἐπὶ τὸ ἄνακτα. |
| book 28d.2 | Aint |
| book 29a.1 | 〈γηθοσύνη:〉 ὅτι χωρὶς τοῦ ι γραπτέον τὸ γηθοσύνη· |
| book 29a.2 | ἔστι γὰρ ἀντὶ τοῦ γηθόσυνος. Aim |
| book 29b.1 | γηθοσύνη δὲ θάλασσα: Ἡρόδικος τὴν θος συλλαβὴν |
| book 29b.2 | ὀξύνει, ἵνα ᾖ τὸ πλῆρες „γηθόσυνα“, εἶτα „ἡ δὲ θάλασσα“· ὁ δὲ |
| book 29b.3 | Ἀρίσταρχος γηθοσύνη δὲ θάλασσα ἀντὶ τοῦ γηθόσυνος, χαί‐ |
| book 29b.4 | ρουσα. εἰσὶ μέντοι, οἳ ἀναγινώσκουσι „γηθοσύνῃ“ καὶ δοτικὴν |
| book 29b.5.1 | πτῶσιν ἐκδέχονται ὥσπερ καὶ Ἀριστοφάνης· οἷς ἐγὼ συγκατατί‐ |
| book 29b.5.2 | θεμαι, ἵν’ ᾖ τὸ ἀκόλουθον τοιοῦτον, τῇ χαρᾷ ἡ θάλασσα διΐστατο, |
| book 29b.5.3 | ἢ ἵνα καὶ ἔθει Ὁμηρικῷ δοτικὴ ἀντὶ γενικῆς παρειλημμένη ὑπάρχῃ, |
| book 29b.5.4 | ὑπὸ χαρᾶς ἡ θάλασσα διΐστατο, ὁμοίως τῷ „ὃς δὴ γήραϊ κυφὸς |
| book 29b.5.5 | ἔη〈ν〉“ (β 16). τί δέ ἐστιν τὸ κινοῦν, ἐκθήσομαι· ὁρῶ τὰ διὰ τοῦ |
| book 29b.10.1 | συνη θηλυκὰ μὴ κατὰ θηλειῶν ἐπιθετικῶς τιθέμενα, πραγμάτων |
| book 29b.10.2 | δὲ ὄντα κατηγορικά. πρόδηλος δὲ ἡ παρ’ αὐτῷ τῷ ποιητῇ χρῆσις· |
| book 29b.10.3 | ἔστι γάρ τι κερδοσύνη πρᾶγμα, οὐχὶ κερδοσύνη γυνή· „ὣς φαμένη |
| book 29b.1 | καὶ κερδοσύνῃ ἡγεῖτο“ (Χ 247), „ἀρχὴν ξεινοσύνησ“ (φ 35), „πλαγ‐ |
| book 29b.2 | κτοσύνης δ’ οὐκ ἔστι κακόν“ (ο 343), „τὴν δ’ ᾔνης’, ἥ οἱ πόρε |
| book 29b.15.1 | μαχλοσύνην“ (Ω 30), „δρηστοσύνῃ δ’ οὐκ ἄν μοι“ (ο 321), „ταρ‐ |
| book 29b.15.2 | βοσύνῃ· φὰν γάρ μιν“ (ς 342). εἴπερ οὖν ταῦτα πάντα εὑρέθη |
| book 29b.15.3 | οὐκ ἐπιθετικῶς κατά τινος θηλείας, κατηγορικὰ δὲ πράγματος, |
| book 29b.15.4 | πῶς ἂν γένοιτο ‘γηθοσύνη θάλασσα‘; οὐ γὰρ ἀγαθοφροσύνη γυνή. |
| book 29b.15.5 | ἄμεινον οὖν ἐπὶ πράγματος παραλαμβάνειν καὶ δοτικὴν πτῶσιν |
| book 29b.20.1 | ἐκδέχεσθαι. —εἰκός τινα φήσειν ὑπὲρ Ἀριστάρχου καὶ τῶν ἄλλων |
| book 29b.20.2 | ὡς ὅτι αὐτὸς ἤδη ὁ ποιητὴς ἀρσενικῶς τοῦτο ἀπεφήνατο, „γηθόσυ‐ |
| book 29b.20.3 | νος δ’ οὔρῳ“ (ε 269)· οὕτως ἀκόλουθον θηλυκὸν γένοιτ’ ἂν τὸ |
| book 29b.20.4 | γηθοσύνη. ὃν διδάξομεν ὡς ὅτι τὰ διὰ τοῦ συνος, εἰ παράγοιτο |
| book 29b.20.5 | ἐπιθετικῶς, ἀρσενικὰ ὑπάρχοντα μηκέτι ποιεῖ κατὰ τὸ πλεῖον |
| book 29b.25.1 | θηλυκοῦ γένους παρασχηματισμόν. τὸ οὖν δικαιόσυνος Ζεὺς οὐκ |
| book 29b.25.2 | ἔχει τὸ δικαιοσύνη θηλυκὸν ἔτι ἐπιθετικῶς κατά τινος θεοῦ τασ‐ |
| book 29b.25.3 | σόμενον. A |
| book 29c.1 | γηθοσύνῃ: Ἀρίσταρχος ὀρθὴν αὐτήν φησιν ὡς „ψάμμῳ |
| book 29c.2 | κυανέη“ (μ 243), ὁ μέντοι Ἡρωδιανὸς (2,84,3) διὰ πολλῶν αὐτὴν |
| book 29c.3 | δοτικὴν ἀποδείκνυσιν. b(BCE3E4)T οἱ δὲ „γηθόσυνα“ (τὰ |
| book 29c.4 | κήτη), 〈εἶτα „ἡ δὲ θάλασσα“〉. | „γηθοσύνη“ δὲ T τόπον |
| book 29c.5.1 | παρεῖχε τῷ θεῷ, φησίν, ἡ θάλασσα καὶ οὐκ ἀνθίστατο κυμαίνουσα. |
| book 29c.5.2 | b(BCE3E4)T |
| book 29d.1 | διΐστατο: ὡδοποίει. b(BCE3E4)T καὶ τί θαῦμα; |
| book 29d.2 | καὶ γὰρ Ἀλεξάνδρῳ φησὶ τὸ κατὰ Παμφυλίαν πέλαγος Καλ〈λ〉ι‐ |
| book 29d | σθένης (FGrHist 124, 31). T |
| book 30 | 〈ὑπένερθε:〉 {ὁ} κάτωθεν. Til |
| book 31.1 | ἐΰσκαρθμοι: εὖ σκαίροντες ἢ εὔποδες. τινὲς δὲ καὶ τὸν |
| book 31.2 | δρόμον σκαρθμὸν ὀνομάζουσιν, ὅ ἐστι ταχεῖς. b(BCE3)T |
| book 31 | ἐΰσκαρθμοι: εὐσκάριστοι, ὅ ἐστιν—ὁ πούς. A |
| book 32.1 | 〈σπέος:〉 σπήλαιον ἀφώτιστον, παρὰ τὴν σβέσιν. b(BCE3 |
| book 32.2 | E4)Til |
| book 33.1 | Τενέδοιο: ἡ Τένεδος Τρίοδος καλεῖται· ἔστι γὰρ μέση |
| book 33.2 | Αἰγαίου, Ἑλλησπόντου, Μέλανος κόλπου. T |
| book 33.1 | {μεσσηγὺς} Τενέδοιο καὶ Ἴμβρου: νῆσοι πλησίον Τροίας |
| book 33.2 | —ἐν τῷ Μέλανι κόλπῳ. A |
| book 34.1 | 〈ἔνθ’ ἵππους ἔστησε:〉 ἄτοπον γὰρ τὸν ὁμοιωθησόμενον |
| book 34.2 | Κάλχαντι θεῖον ἔχειν ἅρμα. ἢ πρὸς τὸ Δία λαθεῖν. Til |
| book 35 | βάλεν εἶδαρ: κομίσας δηλονότι· οὐ γὰρ φύει ἡ θάλασσα. |
| book 35 | πάσης δὲ ἡμᾶς ἀπέχει μαλακίας καὶ θεοὺς εἰσάγων αὐτουργοῦντας. T |
| book 37.1 | 〈ἀρρήκτους ἀλύτους:〉 διχῶς γὰρ δεσμὸς ἀφανίζεται, ἢ |
| book 37.2 | ῥήξει ἢ λύσει. ἄμφω οὖν παρέλαβεν. b(BCE3E4)T |
| book 39a.1 | Τρῶες δὲ φλογὶ ἶσοι: ἐπὶ τὰ πρῶτα ἐπαναφέρει τὸν |
| book 39a.2 | λόγον, „οἱ δ’ ἐσέχυντο νῆας ἀνὰ γλαφυράς, b(BCE3E4)T ὅμα‐ |
| book 39a.3 | δος δ’ ἀλίαστος ἐτύχθη“ (cf. Μ 469—71). καίτοι ἐκεῖνο πλησίον ἦν |
| book 39a.4 | „ὁ δ’ ἐς στρατὸν ᾤχετ’ Ἀχαιῶν“ (Ν 38) †κατὰ δ’† ἔπραττεν. ἀλλ’ ἡ |
| book 39a.5.1 | διαίρεσις ἐπὶ τοὺς Τρῶας γέγονεν, ἵν’ ἐπιζεύξειεν „ἀλλὰ Ποσειδάων |
| book 39a.5.2 | 〈... /〉 Ἀργείους ὤτρυνε“ (Ν 43—4). T |
| book 39b.1 | φλογὶ ἶσοι 〈...〉 ἠὲ θυέλλῃ: πρὸς τὸ εὐκίνητον, ἁρ‐ |
| book 39b.2 | πακτικόν, ἠχητικόν, ἅμα δὲ καὶ πρὸς τὴν ἄλογον ὁρμήν· ὅθεν οὐδὲ |
| book 39b.3 | ἐμψύχοις ἀπείκασεν, οἷον λέουσιν ἢ λύκοις. ἀκόλουθα δὲ καὶ τὰ ἐπιφε‐ |
| book 39b.4 | ρόμενα ὀνόματα (cf. Ν 41)· ἀπὸ γὰρ ἀνέμου καὶ πυρὸς ἦχος γίνεται. |
| book 39b.5 | b(BCE3E4)T |
| book 41a.1 | ἄβρομοι αὐΐαχοι: ὅτι ἀντὶ τοῦ ἄγαν βρομοῦντες καὶ |
| book 41a.2 | ἄγαν ἰαχοῦντες, κατ’ ἐπίτασιν τοῦ α κειμένου· ἑκάστοτε γὰρ θορυ‐ |
| book 41a | βώδεις τοὺς Τρῶας παρίστησιν. A |
| book 41b.1 | ἄβρομοι αὐΐαχοι: φύσει γὰρ ὄντες θορυβώδεις τῇ νίκῃ |
| book 41b.2 | πλεῖον θορυβοῦσιν. ἔλαβε δὲ τὸν μὲν βρόμον ἀπὸ τοῦ πυρός, τὴν δὲ |
| book 41b.3 | ἰαχὴν ἀπὸ τῆς θυέλλης· b(BCE3E4)T „οὔτε πυρὸς τόσ〈σ〉ος γε |
| book 41b.4 | ποτὶ βρόμοσ“ (Ξ 396). T |
| book 41c.1 | αὐΐαχοι: οἱ μὲν παρὰ τὸ αὔειν καὶ ἰάχειν· οἱ δὲ ἐξαιρεθέντος |
| book 41c.2 | τοῦ ν τὸ υ προσελθεῖν, ὡς †ἀγαθὸς† ἀγαυός, κατάξαντες καυάξαντες· |
| book 41c.3 | οἱ δὲ ἀΐαχοι, κατ’ ἐπίτασιν ὄντος τοῦ α, εἶτα πλεονάσαι τὸ υ. AT | |
| book 41c.4 | Χρύσιππος δὲ ὁ Στωικὸς (St. V. Fr. III fr. 773) καὶ Διονύσιος ὁ |
| book 41c.5 | Θρᾷξ (fr. 17 Schm.) δασύνουσι τὸ 〈αὐ〉ΐαχοι, ἵν’ ᾖ ξηρόφωνοι. A |
| book 42 | 〈Ἀχαιούς:〉 γράφεται „ἀρίστουσ“. Aint |
| book 45a.1 | εἰσάμενος Κάλχαντι δέμας καὶ ... φωνήν: τὰ ἐναντία |
| book 45a.2 | δύο ἔλαβε· δύο γάρ εἰσιν, ὧν χρὴ προΐστασθαι τῶν ἀσθενῶν πρὸς |
| book 45a.3 | διόρθωσιν καὶ τῶν ὑγιῶν πρὸς παίδευσιν. b(BCE3E4)T |
| book 45b.1 | εἰσάμενος Κάλχαντι: ἐπεὶ ὑπὲρ Ἀχιλλέως κατὰ Ἀγα‐ |
| book 45b.2 | μέμνονος μέλλει λέγειν (sc. Ν 107—14), πρὸς τὸ πιστωθῆναι Κάλχαντι |
| book 45b.3 | εἴκασται. b(BCE3E4)T οἱ δὲ ὅτι ὁ ποιήσας τὸ ἐν Εὐβοίᾳ ἱερὸν |
| book 45b.4 | Κάλχαντος ἀδελφὸς ἦν. T |
| book 45c1.1 | εἰσάμενος {κάλχαντι}: ὅτι τὸ εἰσάμενος πολλὰ σημαί‐ |
| book 45c1.2 | νει, νῦν μὲν ὁμοιωθείς, ἐν ἄλλοις δὲ „καί ῥ’ ἐπιεισαμένη“ (Φ 424) ἐφορ‐ |
| book 45c1 | μήσασα. „εἴσατο δ’ ὡς ὅτε ῥινόν“ (ε 281) ἀντὶ τοῦ ἐφάνη. A |
| book 45c2 | εἰσάμενος: ὁμοιωθείς, ὁρμήσας, φανείς. A |
| book 45d.1 | ἀτειρέα φωνήν: οἱ μέν, ὅτι καὶ τῶν κηρύκων τῶν ἐννέα |
| book 45d.2 | εἷς ἦν ὁ Κάλχας. οἱ δὲ τὴν ἑαυτοῦ θείαν φωνήν. T |
| book 46 | 〈μεμαῶτε:〉 τοῦ σῴζειν ἢ μάχεσθαι. Til |
| book 47 | 〈σφὼ μέν κε σαώσετε:〉 περισσὸς ὁ κέ. Til |
| book 49.1 | 〈ἄλλῃ:〉 κατ’ ἄλλην τάξιν· πένταχα γὰρ ἦσαν κοσμηθέντες. |
| book 49.2 | b(BCE3E4)Til |
| book 50a.1 | 〈Τρώων, οἳ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ:〉 |
| book 50a.2 | στικτέον κατὰ τὸ τέλος τοῦ στίχου. Aim |
| book 50b.1 | {τεῖχος} ὑπερκατέβησαν {ὁμίλῳ}: ὑπερβάντες καθείλον‐ |
| book 50b.2 | το. T |
| book 51a1.1 | ἕξουσιν {γὰρ}: Ἀριστοφάνης „σχήσουσιν“, ὁμοίως τῷ |
| book 51a1.2 | „πάρμενετ’· οὔτοι δηρὸν ἐμὲ σχήσουσιν Ἀχαιοί“ (Ν 151). A |
| book 51a2 | τὸ δὲ ἕξουσιν Ἀριστοφάνης „σχήσουσιν“ γράφει. T |
| book 52a | τῇ {δὲ δή}: κατὰ ταύτην τὴν τάξιν. T |
| book 52b1.1 | ΠΕΡΙΔΕΙΔΙΑ: ἔφαμεν (sc. ad Β 831) ὅτι ἡ περί οὐκ ἀναστρέ‐ |
| book 52b1.2 | φεται, ὅτε σημαντικὴ ὑπάρχει τοῦ περισσῶς. A |
| book 52c.1 | περιδείδια: ὑπερδείδια. | οὐκ ἀναστρέφεται δὲ ἡ περί, |
| book 52c.2 | ὅτε τὸ περισσῶς δηλοῖ. b(BCE3)T |
| book 53a.1 | ᾗ {ρ’ ὅδ’ ὁ λυσσώδης}: δοτική ἐστιν ἄρθρου, ἐπιρρηματικῆς |
| book 53a.2 | δὲ ἔχεται συντάξεως, τὸ δὲ ἀνταποδοτικόν ἐστιν αὐτοῦ· „τῇ ἴμεν, |
| book 53a.3 | ᾗ κεν δὴ σύ, κελαινεφέσ“ (Ο 46), „τῇ γὰρ ἔχ’, ᾗ ῥα πολὺ πλεῖσται“ |
| book 53a.4 | (Ο 448). A |
| book 53b1.1 | ᾗ ῥ’ ὅ γ’ ὁ λυσσώδης: τινὲς ᾗ ὅ γε ἀντὶ τοῦ ὅ, τι, ὥς |
| book 53b1.2 | φαμεν ‘ᾗ ὀμόσας μοι παρέβη‘. | λύσσα δὲ παρὰ τὸ λελύσθαι τὰς |
| book 53b1 | φρένας. T |
| book 53b2 | λύσσα γίνεται παρὰ τὸ τὰς σώας λύειν φρένας. b(BCE3E4) |
| book 53c | 〈ἀθανάτοισι:〉 „ἡγεμονεύει“. Til |
| book 54.1 | ὃς Διὸς εὔχετ’ 〈ἐρισθενέος πάϊς εἶναι〉: ἀλαζονεύεται· |
| book 54.2 | b(BCE3E4) φησὶ γὰρ „τιοίμην δ’, ὡς τίετ’ Ἀθηναίη καὶ Ἀπόλ‐ |
| book 54.3 | λων, b(BCE3E4)T / ὡς 〈νῦν〉 ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισι“ |
| book 54.4 | (Θ 540—1) καὶ „ἐπὴν ἐς νῆας ἵκωμαι / μνημοσύνη 〈...〉 πυρὸς |
| book 54.5 | 〈...〉 γενέσθω“ (Θ 180—1). b(BCE3E4) |
| book 55 | 〈ὧδε:〉 οὕτως ὡς νῦν ὑπομένετε. Til |
| book 57 | 〈ἐρωήσαιτε:〉 ἡσυχάσαι ποιήσαιτε. Til |
| book 58.1 | 〈εἰ καί μιν Ὀλύμπιος αὐτὸς ἐγείρει:〉 τοῦτό ἐστι |
| book 58.2 | 〈***〉 „Διῒ δὲ κρατερῶς ἐνεμέσ〈σ〉α“ (Ν 16). Til |
| book 59.1 | σκηπανίῳ: Κυρηναῖοι οὕτω τὸ σκῆπτρον. σκῆπτρον δὲ |
| book 59.2 | καὶ δόρυ Ποσειδῶνος ἡ τρίαινα. b(BCE3E4)T ἢ ὅτι ἐσκηπτρο‐ |
| book 59.3 | φόρουν οἱ μάντεις. σημειωτέον δὲ ὅτι θεὸς Αἴαντι τῷ Τελαμωνίῳ |
| book 59.4 | βοηθεῖ. T |
| book 60a | 〈κεκοπώς:〉 διχῶς Ἀρίσταρχος, καὶ „κεκοφώσ“ καὶ κε‐ |
| book 60a | κοπώς. Aim |
| book 60b.1 | 〈κεκοπώς:〉 ὅτι ἀντὶ τοῦ κόπτων. | ἐν δὲ τῇ Χίᾳ καὶ Ἀν‐ |
| book 60b.2 | τιμάχου (fr. 135 W.) „κεκοπών“. Aint |
| book 60c.1 | κεκοπώς: ὡς πεπληγώς. | αἱ δὲ Ἀριστάρχου διχῶς, κε‐ |
| book 60c.2 | κοπὼς καὶ „κεκοφώσ“. ἐν δὲ τῇ Χίᾳ „κεκοπών“. T |
| book 60d | κεκοπώς: λεληθότως· ἀμέλει θαυμάζουσιν αὐτοί. T |
| book 61a.1 | γυῖα δ’ ἔθηκεν ἐλαφρά, 〈πόδας καὶ χεῖρας ὕπερ‐ |
| book 61a.2 | θεν〉: ὁ ἀστερίσκος, ὅτι νῦν ὑγιῶς κεῖται ὁ στίχος, ἐπὶ δὲ Ὀδυσσέως |
| book 61a.3 | κατὰ τὸν ἐπὶ Πατρόκλῳ ἀγῶνα (sc. Ψ 772) οὐκέτι. A |
| book 61b.1 | γυῖα δ’ ἔθηκεν—ὕπερθεν: ἐντεῦθεν μετατίθεται εἰς |
| book 61b.2 | τὸν Ἐπιτάφιον (sc. Ψ 772), καὶ γίνεται ψεῦδος καὶ ἄτοπον· ἔστι δὲ |
| book 61b.3 | ὅμοιον τῷ „ὣς ἄρ’ ἔπειτ’ ἠρᾶτο καὶ αὐτὴ πάντα τελεύτα“ (γ 62). |
| book 61b.4 | ἀρκεῖ δὲ τὸ „πλῆσεν μένεος κρατεροῖο“ (Ν 60). T |
| book 62.1 | αὐτὸς δ’ ὥς τ’ ἴρηξ 〈ὠκύπτεροσ〉: παραβολικός, οὐ φαν‐ |
| book 62.2 | ταστικὸς ὁ λόγος. b(BCE3E4)T ὠκύπτερος δὲ ὁ τὴν ὠκύτητα |
| book 62.3 | ἐν πτεροῖς ἔχων. b(BCE3E4) |
| book 63a1.1 | ἀπ’ αἰγίλιπος πέτρης: ἐφ’ ὕψους γὰρ ἕστηκε θηρᾶν μέλ‐ |
| book 63a1.2 | λων. T |
| book 63a2 | μέλλων γὰρ ἀεὶ θηρᾶν ἀνέρχεται ἐφ’ ὕψους. b(BCE3E4) |
| book 63b | περιμήκεος {ἀρθείς}: περιμήκεος ὡς „Διομήδεοσ“ (Ε |
| book 63b.1 | 415 al.)· τὰ γὰρ εἰς ης σύνθετα, παρ’ οὐδέτερα γενόμενα τὰ εἰς ος, τῷ |
| book 63b.2 | η παραληγόμενα βαρύνεσθαι θέλει, ὥσπερ ἔχει παρὰ τὸ κῆτος τὸ |
| book 63b.3 | „μεγακήτησ“ (cf. Θ 222 al.), ἦθος κακοήθης· διὸ τὰ „λαθικηδήσ“ (cf. |
| book 63b.5.1 | Χ 83), „οἰνοπληθήσ“ (ο 406) ὀξυνόμενα παρὰ ῥήματά φαμεν συντε‐ |
| book 63b.5.2 | θεῖσθαι, τὸ κήδω καὶ τὸ πλήθω. A |
| book 64a.1 | ὁρμήσῃ πεδίοιο 〈διώκειν ὄρνεον ἄλλο〉: ὅτι ἐλλείπει |
| book 64a.2 | ἡ διά, διὰ πεδίου, καὶ τὸ ἄλλο δοκεῖ συγκεχυκέναι ἐπὶ τοῦ †δευτέ‐ |
| book 64a.3 | ρου†, εἰ μὴ ἄρα τὸ ἄλλο ἐπὶ τοῦ ἀλ〈λ〉οιογενοῦς ἀκουσόμεθα. A |
| book 64b.1 | 〈ὁρμήσῃ πεδίοιο διώκειν〉 ὄρνεον ἄλλο: ἕτερον τῷ |
| book 64b.2 | εἴδει· τῶν γὰρ ὁμοφύλων ἱέραξ οὐχ ἅπτεται. b(BCE3E4)T τῷ δὲ |
| book 64b.3 | πεδίοιο λείπει ἡ ὑπέρ. ἔστι δὲ 〈ὡσ〉 „ὡς δ’ ὑπὸ δελφῖνος μεγακήτεος ἰ‐ |
| book 64b.4 | χθύες ἄλλοι“ (Φ 22). T |
| book 65.1 | ὣς ἀπὸ τῶν ἤϊξε: θέλει ἐπιγνωσθῆναι, ἵνα ἐλπίσαντες προ‐ |
| book 65.2 | θυμότεροι γένωνται. T |
| book 66a.1 | τοῖϊν δ’ ἔγνω πρόσθεν 〈Ὀϊλῆος ταχὺς Αἴασ〉: πρὸς |
| book 66a.2 | τὸ δυϊκὸν σχῆμα. ἡ δὲ ἀναφορὰ πρὸς τὰ περὶ τῶν Σειρήνων, „νῆσον |
| book 66a.3 | Σειρήνοιϊν“ (μ 167), ὅτι ὁ λόγος ὡς περὶ δύο. A |
| book 66b.1 | 〈τοῖϊν δ’〉 ἔγνω πρόσθεν Ὀϊλῆος 〈ταχὺς Αἴασ〉: ὡς |
| book 66b.2 | ἰδίαν ἔχων δύναμιν οὐ ταχέως ᾔσθετο τῆς ἐπικουρίας ὁ Τελαμώνιος, ὡς |
| book 66b.3 | δὲ ἀσθενέστερος ὁ Λοκρὸς ἐπέγνω ταχύ. b(BCE3E4)T ἢ ὅτι νω‐ |
| book 66b.4 | θὴς ὁ Τελαμώνιος, ὁ δὲ ὀξύτερος. T |
| book 66b.5 | Ὀϊλῆος ταχὺς Αἴας: Αἴας Λοκρὸς μὲν ἦν τὸ γένος— |
| book 66b | παχυμερῶς. A |
| book 68a.1 | Αἶαν, ἐπεί τις νῶϊ θεῶν: τὸ ἑξῆς ἐστιν· ἐπεί τις θεῶν |
| book 68a.2 | κέλεται μάχεσθαι (cf. Ν 68—9), „καὶ δ’ ἐμοὶ αὐτῷ“ (Ν 73). τὰ δὲ λοι‐ |
| book 68a.3 | πὰ (sc. Ν 70—2) ὡς διὰ μέσου λεγόμενα διορθωτέον. | ἡ διπλῆ, ὅτι |
| book 68a.4 | ἀναλόγως ἐκφέρει τὰ τοιαῦτα ὁ ποιητής, καὶ οὐ δεόντως ὁ Ζηνόδοτος |
| book 68a.5 | ἔγραφεν „ᾧ τε σύ, Κάλχα“ (Α 86) χωρὶς τοῦ ν. A |
| book 68b.1 | ἐπεί τις νῶϊ θεῶν: παρέλκει ἡ ἐπ〈ε〉ί. ἢ ὅμοιόν ἐστι τῷ |
| book 68b.2 | „ἐπεί με κατ’ αἶσαν ἐνείκεσασ“ (Γ 59). T |
| book 69a.1 | μάντ〈ε〉ι εἰδόμενος: οὐ διαιρεῖ, ὡς τὸ „ἀΐδρει φωτὶ ἐοι‐ |
| book 69a.2 | κώσ“ (Γ 219). T |
| book 69b.1 | παρὰ νηυσὶ μάχεσθαι: τὸ μάχεσθαι συναπτέον τῷ |
| book 69b.2 | „καὶ 〈δ’〉 ἐμοὶ αὐτῷ θυμόσ“ (Ν 73), τὰ δὲ ἄλλα (sc. Ν 70—2) διὰ μέ‐ |
| book 69b.3 | σου. T |
| book 70 | 〈οὐδ’ ὅ γε:〉 ὁ δέ ἀντὶ τοῦ γάρ. Til |
| book 70 | οἰωνιστής: οἰωνοσκόπος. πῶς δέ—τὸ θεῖον ἑαυτοῦ. A |
| book 71-2.1 | ἴχνια γὰρ μετόπισθε 〈ποδῶν ἠδὲ κνημάων / |
| book 71-2.2 | ῥεῖ’ ἔγνων ἀπιόντοσ〉: ἀναχωροῦντος αὐτοῦ τὰς ἀποχαράξεις τῶν |
| book 71-2.3 | ποδῶν ἔγνων, φησί, μὴ ἀπομαξαμένας ἴχνος. τὸ δὲ ῥεῖα (72) πρὸς τὸ |
| book 71-2.4 | ἀπιόντος (72)· ῥᾳδίως γὰρ ἀπηλλάγη ὡς θεός. b(BCE3E4)T καὶ |
| book 71-2.5.1 | συνῳδὸν τὸ τάχος τῷ „αὐτὸς δ’ ὥς τ’ ἴρηξ“ (Ν 62). ἴχνιον δὲ παρὰ τὸ |
| book 71-2.5.2 | ἥξω ἷγμαι ἴγνιον ἴχνιον, ὡς παίγνιον· προπαροξυτονητέον δέ· οὐ |
| book 71-2.5.3 | γάρ ἐστιν ὑποκοριστικόν, ἐπεὶ ἔδει ὡς „ἑρκίον αὐλῆς (ς 102) παρ‐ |
| book 71-2.5.4 | οξύνεσθαι. T |
| book 71a.1 | ἴχνια: τὸ ἴχνιον προπαροξυτονητέον ὁμοίως τῷ ἀράχνιον· |
| book 71a.2 | οὐ γάρ ἐστιν ὑποκοριστικόν, ἀλλ’ ἀπὸ ῥήματος ἐσχημάτισται. ὅτι δὲ |
| book 71a.3 | ὁ ποιητὴς οὐδὲ ὑποκοριστικοῖς χρῆται, ἐδηλώσαμεν ἐν τῇ Α. A |
| book 71b.1 | ἴχνια: ὁμοιοτόνως τῷ παίγνια· καὶ γὰρ ὁ μὲν παρὰ τὸν |
| book 71b.2 | ἵξω μέλλοντα ἔλαβε τὸν σχηματισμόν, ὁ δὲ παρὰ τὸν παίξω· τὰ γὰρ |
| book 71b.3 | ἀπὸ μακρᾶς ἀρχόμενα ἔχει παροξυτονούμενα τὰ ὑποκοριστικὰ οὐδέ‐ |
| book 71b.4 | τερα, τυρὸς τυρίον, χρυσὸς χρυσίον, ἕρκος ἑρκίον, τεῖχος τειχίον· τὰ δ’ |
| book 71b.5.1 | ἀπὸ βραχείας οὐκέτι, φάκος φάκιον, λάγος λάγιον, ῥάκος ῥάκιον, νάκος |
| book 71b.5.2 | νάκιον. τὸ δὲ †ἴχνια† ὡς σύμφωνον ὑγρῷ συνεζευγμένον οὐ ποιεῖ |
| book 71b.5.3 | μακρὰν τὴν πρὸ αὐτοῦ. A |
| book 71c.1 | 〈ἴχνια:〉 γράφεται καὶ „ἴθματα“. Ζηνόδοτος δὲ καὶ Ἀριστο‐ |
| book 71c.2 | φάνης „ἴχματα“. AimT |
| book 73 | 〈θυμὸς ἐνὶ στήθεσσι:〉 ὁ ἐντὸς στέρνων θυμός. Til |
| book 75 | 〈μαιμώωσι:〉 ἀντὶ τοῦ αἱμώωσι. Til |
| book 77.1 | οὕτω νῦν καὶ ἐμοὶ περὶ δούρατι 〈χεῖρες ἄαπτοι〉: |
| book 77.2 | ὅρα τὸ ἦθος ὡς ἁπλοῦν· οὐδὲν μὲν γὰρ περὶ θεοῦ λέγει, ἁπλῶς δὲ τὸ |
| book 77.3 | παριστάμενον αὐτῷ δηλοῖ. T |
| book 78 | 〈νέρθε πόδεσσιν:〉 „νέρθε δὲ ποσσίν“. Aint Aext |
| book 79a | ἔσσυμαι: τὸ θέμα σύω σύσω, ὅθεν καὶ σῦς. T |
| book 79b.1 | μενοινώω δὲ καὶ οἶος: εἰ καὶ μετὰ Διός ἐστιν ἢ τοῦ |
| book 79b.2 | τάγματος. T |
| book 82a.1 | χάρμῃ γηθόσυνοι: χαίροντες τῇ μάχῃ. ἔστι δὲ ὅτε δηλοῖ |
| book 82a.2 | ἡ λέξις καὶ τὸ χαίρειν τῇ εἰς μάχην παραθήξει, παρὰ τὸ χαράσσειν· |
| book 82a.3 | τὴν γὰρ χαράν, ὥς φησιν †ἀριστείδης†, οὐδετέρως ἀεὶ λέγει χάρμα. A |
| book 82b1.1 | χάρμῃ: κυρίως †νῦν† τῇ μάχῃ, ἀλλὰ τῇ πρὸς πόλεμον |
| book 82b1.2 | προθυμίᾳ. T |
| book 82c1.1 | ἄλλως· χάρμῃ τῇ μάχῃ· τὴν γὰρ χαρὰν χάρμα φησίν. |
| book 82c1.2 | καὶ οὐκ ἂν ἐπήγαγε γηθόσυνοι, εἰ τὴν χαρὰν ἐδήλου. T |
| book 82c2/b2.1 | χάρμῃ τῇ μάχῃ· ἡ γὰρ χαρὰ χάρμα καλεῖται. | νῦν |
| book 82c2/b2.2 | δέ, ὡς Ἀρίσταρχος, τῇ εἰς τὸν πόλεμον προθυμίᾳ. b(BCE3E4) |
| book 82d | 〈χάρμῃ:〉 ὅτι ἐλλείπει ἡ ἐπί, ἵν’ ᾖ ἐπὶ χάρμῃ. Aim |
| book 83a.1 | τόφρα δὲ τοὺς ὄπιθεν 〈... Ἀχαιούσ〉: ὄπιθεν τῶν |
| book 83a.2 | Αἰάντων Σαλαμίνιοι †λοκρούς. T |
| book 83b | 〈τόφρα δὲ τοὺς ... ὦρσεν:〉 ἕως ἐλάλουν. Til |
| book 84.1 | ἀνέψυχον: ἀναψῦξαί ἐστι τὸ ἀναπαῦσαι τὸ πνεῦμα καὶ ἐν |
| book 84.2 | ἀδείᾳ ἀναπνεῦσαι· καὶ γὰρ ἡ ψυχὴ πνεῦμά ἐστιν. b(BCE3E4)T |
| book 85.1 | 〈γυῖα λέλυντο:〉 πρὸς τὸ σχῆμα, ὅτι ὡς „σπάρτα λέλυνται“ |
| book 85.2 | (Β 135). Aim |
| book 86.1 | καί σφιν ἄχος 〈κατὰ θυμὸν ἐγίγνετο〉: διπλοῦν ἦν |
| book 86.2 | αὐτοῖς τὸ δεινόν· b(BCE3E4) τὴν μὲν γὰρ ψυχὴν ἄχος, τὸ δὲ |
| book 86.3 | σῶμα κάματος (cf. Ν 85) ἐδάμαζεν. b(BCE3E4)T |
| book 86-7.1 | δερκομένοισι / Τρῶας, 〈τοὶ μέγα τεῖχος ὑπερ‐ |
| book 86-7.2 | κατέβησαν ὁμίλῳ〉: περιπαθῶς πάνυ, ὅτι ὁρῶντες ἐν ὄψει τὸ κακὸν |
| book 86-7.3 | ἐπαμῦναι ἦσαν ἀδύνατοι· ὅθεν καὶ ἐπαναλαμβάνει τὸ „τοὺς οἵ γ’ |
| book 86-7.4 | εἰσορόωντεσ“ (Ν 88)· τὰ γὰρ σχετλιώτατα τῶν δεινῶν τὰ ἐν ὄψει |
| book 86-7.5 | ἐστὶν ὁρώμενα. b(BCE3E4)T |
| book 88.1 | ὑπ’ ὀφρύσι δάκρυα λεῖβον: εἰς ἔσχατον προῆκται τὰ |
| book 88.2 | τῶν Ἑλλήνων· ὅρα γὰρ ἐπὶ τῆς παρατάξεως στρατιώτας κλαίοντας |
| book 88.3 | ἐν τοῖς ὅπλοις, καὶ ταῦτα Ἕλληνας. b(BCE3E4)T λεληθότως δὲ |
| book 88.4 | ἔκλα〈ι〉ον. T |
| book 88.5.1 | 〈ὑπ’ ὀφρύσι〉 δάκρυα λεῖβον: ἐστέναζον, ἐδάκρυον· | οἱ |
| book 88.5.2 | γὰρ ὀφθαλμοὶ—λεληθότως ἔκλαιον. A |
| book 89.1 | φεύξεσθαι ὑπὲκ κακοῦ: τὸ φεύγειν γενικῇ συντάσσει, |
| book 89.2 | „πεφυγμένος ἦεν ἀέθλων“ (α 18). ἔστι δὲ ὑποφεύξεσθαι ἐκ τοῦ κα‐ |
| book 89 | κοῦ. T |
| book 91.1 | Λήϊτον: ἐγγὺς γὰρ Λοκρῶν Βοιωτοί. οὗτοι δεύτεροι μέν |
| book 91.2 | εἰσι κατ’ ἀλκήν, πρόθυμοι δὲ πάντες καὶ νέοι. T |
| book 92a | 〈Πηνέλεων:〉 διὰ τοῦ ο Ἀριστοφάνης, „Πηνέλεον“. Aim |
| book 92b | 〈Θόαντα:〉 ἐγάμει γὰρ Ἀνακτορίαν τὴν Πηνέλεω. Til |
| book 92c.1 | Δηΐπυρον: Πύλιος ἦν, ὥς τινες. οἱ δὲ ἀδελφὸν Μηριόνου. |
| book 92c.2 | ἰσοδυναμεῖ δὲ τὸ ὄνομα τῷ Πυραίχμῃ (cf. Β 848). T |
| book 93 | μήστωρας ἀϋτῆς: πρακτικοὺς μάχης. T |
| book 95a.1 | αἰδώς, Ἀργεῖοι, κοῦροι νέοι: λείπει ἐστί. | Ἑλληνι‐ |
| book 95a.2 | κὸν τὸ τῆς αἰδοῦς προβάλλεσθαι· τοῖς δὲ βαρβάροις ὁ Ἕκτωρ οὐ τὸ |
| book 95a.3 | αἰσχρόν, ἀλλὰ τὸν φόβον, „αὐτίκ’ ἐμῷ ὑπὸ δουρὶ τυπείσ“ (Μ 250). |
| book 95a.4 | εὖ δὲ καὶ τῆς ἀκμῆς ὑπομιμνῄσκει ἐπὶ δειλίᾳ συγγνώμην οὐ φερομένης· |
| book 95a.5 | διὸ καὶ δὶς ἐπανέλαβε τὸ ὄνομα. b(BCE3E4)T |
| book 95b.1 | 〈αἰδώς, Ἀργεῖοι,〉 κοῦροι νέοι: κοῦροι· εὐγενεῖς. |
| book 95b.2 | b(BCE3E4)T ἔστιν οὖν ‘αἰσχύνης ἄξια ποιεῖτε Ἕλληνες ὄντες |
| book 95b.3 | εὐγενεῖς καὶ νέοι‘· 〈ἢ〉 κατὰ πεῦσιν. T |
| book 95c | αἰδώς, Ἀργεῖοι: τινὲς ‘αἰδοῦς ἄξιόν ἐστιν‘. T |
| book 95d.1 | 〈κοῦροι, νέοι:〉 ἔμφασιν ἔχει πλείονα τὸ κοῦροι χω‐ |
| book 95d.2 | ριζόμενον τοῦ νέοι. Aim |
| book 95-6a.1 | ὔμμιν ἔγωγε 〈/ μαρναμένοισι〉 πέποιθα 〈σαω‐ |
| book 95-6a.2 | σέμεναι νέας ἁμάσ〉: αἰσχρὸν οὖν τὴν ὑπόνοιαν ἀπολέσαι, ἣν |
| book 95-6a | ἔχετε παρὰ τοῖς πολλοῖς. T |
| book 95-6b.1 | 〈ὔμμιν ἔγωγε / —σαωσέμεναι:〉 τοιαῦτα καὶ πρὸς |
| book 95-6b.2 | τοὺς Αἴαντας· „σφὼ μέν κε σαώσετε“ (Ν 47). Til |
| book 96a | πέποιθα: ἐπεποίθειν. Tt |
| book 96b1.1 | ἁμάς: ἡμετέρας. | τὸ ἁμάς ἐκτείνεται κατὰ τὸ τέλος καίτοι |
| book 96b1.2 | Δώριον ἔχον τὴν πρὸ τέλους συλλαβήν, ἐπεὶ ἑνικῷ παράκειται τῷ διὰ |
| book 96b1.3 | τοῦ η λεγομένῳ, ὅπερ ὁλόκληρον ἂν ἦν Δωρικόν, εἴπερ εἰς αν κατέλη‐ |
| book 96b1.4 | γεν. A |
| book 96b2 | κατ’ ἀρχὴν δὲ μόνον Δώριον. T |
| book 96c.1 | {νῆας} ἁμάς: ἤγαγε γὰρ εἰς Ἴλιον· „καὶ †νῆες ἡγήσατο† |
| book 96c.2 | Ἀχαιῶν b(BCE3E4)T Ἴλιον εἴσω“ (Α 71). T |
| book 97-8.1 | εἰ δ’ ὑμεῖς πολέμοιο μεθήσετε〈—δαμῆναι〉: |
| book 97-8.2 | ἐντέχνως τὸ φιλότιμον αὔξει τῶν νέων, τὴν αἰτίαν τοῦ σωθῆναι καὶ |
| book 97-8.3 | ἀπολέσθαι αὐτοῖς ἐπαναφέρων. b(BCE3E4)T |
| book 98a.1 | εἴδεται ἦμαρ 〈ὑπὸ Τρώεσσι δαμῆναι〉: φαίνεται. |
| book 98a.2 | λείπει δὲ τὸ τοῦ, τοῦ ὑπὸ τοῖς Τρωσὶ δαμῆναι. | ἀντὶ τοῦ προφανές |
| book 98a.3 | ἐστιν ὡς ἐν τῇ νῦν ἡμέρᾳ ἀπολούμεθα. b(BCE3E4)T |
| book 98b | 〈δαμῆναι:〉 ἀντὶ τοῦ ὑποταχθῆναι. Til |
| book 98b | νῦν δὴ εἴδεται ἦμαρ ὑπὸ Τρώεσσι δαμῆναι: νῦν |
| book 98b | ἀνεφάνη ἡ ἡμέρα, ἐν ᾗ ὑπὸ τῶν Τρώων ἀναιρεθήσεσθε. A |
| book 101a.1 | Τρῶας ἐφ’ ἡμετέρας 〈ἰέναι νέασ〉: ἐν τῷ ἡμετέρας |
| book 101a.2 | μεγάλη ἔμφασις, καὶ ἔστι μυρία ὑπακοῦσαι, οἷον τοὺς βαρβάρους ἐπὶ |
| book 101a.3 | τὰς Ἑλληνικάς, τοὺς δειλοὺς ἐπὶ τὰς τῶν γενναίων, τοὺς ὀλίγους ἐπὶ |
| book 101a.4 | τὰς τῶν πλεόνων. b(BCE3E4)T |
| book 101b.1 | 〈Τρῶας ἐφ’ ἡμετέρας ἰέναι νέας:〉 ἐν ἤθει τὰ θαύματα |
| book 101b.2 | ταῦτα, b(BCE3E4)Til ὡς τὸ „Ἕκτωρ δὴ παρὰ νηυσί“ (Ν 123). Til |
| book 102a.1 | φυζακινῇς {ἐλάφοισιν}: ὁμοίως ἀναγνωστέον τῷ „ἐαρινῇσ“ (cf. Θ 307 al.). |
| book 102a.2 | πῶς δ’ ἐσχημάτισται, δεδήλωται ἐν τῷ Περὶ παρωνύμων (fr. 1 = 2, |
| book 102a.3 | 849, 18 L.). A |
| book 102b.1 | ἐλάφοισιν ἐοίκεσαν: ἐντέχνως τῷ ψόγῳ τῶν Τρώων |
| book 102b.2 | ἐνέβαλε τὴν κατηγορίαν Ἑλλήνων· ποῖοι γὰρ ἂν εἶεν οἱ ὑπὸ τοιούτων |
| book 102b.3 | ἡττώμενοι; b(BCE3E4)T |
| book 103a.1 | θώων {παρδαλίων τε}: Ἀρίσταρχος βαρύνει τὸ θώων, |
| book 103a.2 | καὶ ἐπείσθη ἡ παράδοσις. ὁ δὲ Πάμφιλος περισπᾷ, ἐπεὶ τὰ εἰς ες λή‐ |
| book 103a.3 | γοντα δισύλλαβα ὀνόματα ἐπὶ εὐθείας πληθυντικῆς ἔχει γενικὴν πε‐ |
| book 103a.4 | ρισπωμένην· διὸ καὶ τὸ „Τρώων“ (Α 152 al.) καὶ „δμώων“ (α 398 |
| book 103a.5.1 | al.) καὶ „παίδων“ (Θ 57 al.) ἀνεγίνωσκε περισπῶν, ἔτι δὲ καὶ τὸ |
| book 103a.5.2 | „πάντων“ (Α 78 al.) καὶ „λάων“ (Μ 29. Φ 314) καὶ τίνων, περὶ ὧν |
| book 103a | λόγον ἔδωκαν καὶ οἱ πρὸ ἡμῶν καὶ ἡμεῖς. A |
| book 103b.1 | θώων: παραπλήσιον ὑαίνῃ τὸ ζῷον. φασὶ δὲ αὐτὸ ἅμα |
| book 103b.2 | τῷ τίκτεσθαι βαδίζειν, ἢ ὅτι μετὰ ἅλματός ἐστιν ἡ βάδισις αὐτοῦ. |
| book 103b.3 | b(BCE3E4)T |
| book 103c.1 | θώων: οἱ θῶες ζῶα ἄλκιμα καὶ εὐκίνητα. ἔνιοι δὲ παρα‐ |
| book 103c.2 | πλήσια ὑαίνῃ. | τὸ δὲ θώων ἔνιοι περισπῶσιν, ἵν’ ὁμοτονῇ τῷ |
| book 103c.3 | „θηρῶν“ (Θ 47 al.) καὶ „κυνῶν“ (Κ 186 al.)†. οὕτως δὲ καὶ Ἀρίσταρ‐ |
| book 103c.4 | χόν φασι προφέρεσθαι. Διοκλῆς (fr. 64* H.) καὶ ὁ Θρᾷξ Διονύσιος (fr. 18 Schm. = 6 L.) |
| book 103c.5.1 | ὡς βαρύνοντα τὴν λέξιν τὸν Ἀρίσταρχον διαβάλλουσιν. Κάσσιος δὲ |
| book 103c.5.2 | ἀπολογούμενος ὑπὲρ τῆς βαρυτονήσεώς φησιν ὅτι τὰ μονοσύλλαβα, |
| book 103c.5.3 | ὅταν μὲν ἔχῃ τὴν πληθυντικὴν ἐπὶ τῆς τελευταίας συλλαβῆς μετὰ συμ‐ |
| book 103c.1 | φώνου λεγομένην, πάντως καὶ κατὰ τὴν γενικὴν περισπᾶται, οἷον |
| book 103c.2 | θῆρες, „κύνεσ“ (Ν 623 al.), „χεῖρεσ“ (Α 166 al.), ὅταν δὲ ἀπὸ φωνήεν‐ |
| book 103c.10.1 | τος ἀρχομένην, πάντως βαρυτονουμένην, οἷον „Τρῶεσ“ (Α 256 al.), |
| book 103c.10.2 | „δμῶεσ“ (δ 644 al.), „θῶεσ“ (Λ 474 al.), λᾶες. ἀντίκειται δὲ αὐτῷ τὸ |
| book 103c.10.3 | „παίδων“ (Θ 57 al.) καὶ „πάντων“ (Α 78 al.). Χαῖρις (fr. 5 B.) δέ |
| book 103c.10.4 | φησιν οὐκ εἶναι ἐν †δισυλλάβοις† ἀναλογίαν. A |
| book 103d.1 | 〈πορδαλίων:〉 οὕτως Ἀρίσταρχος 〈„παρδαλίων“〉, ἄλ‐ |
| book 103d.2 | λοι δὲ πορδαλίων. Aint |
| book 103e.1 | ἤϊα: τὰ τοῦ εἶναι αἴτια βρώματα ἢ τοῦ ἰέναι· οἱ γὰρ πει‐ |
| book 103e.2 | νῶντες „λάθρῃ γυῖα βαρύνονται“ (Τ 165). b(BCE3E4)T |
| book 103e.1 | {λύκων τ’} ἤϊα {πέλονται}: ἤϊα βρώματα, οὐ τὰ ἐν οἴκῳ |
| book 103e.2 | —κἀκεῖσε φέρεται. A |
| book 104a.1 | ἠλάσκουσαι ἀνάλκιδες: ἐκκλίνουσαι διὰ δειλίαν καὶ |
| book 104a.2 | ἐν ἑνὶ τόπῳ διάγουσαι, μὴ ἐπιμιγνύμεναι τοῖς ἄλλοις. T |
| book 104b.1 | {οὐδ’} ἔπι {χάρμη}: ἔπεστι. τινὲς δέ, οὐκ ἐπὶ μάχῃ ἠλά‐ |
| book 104b.2 | σκουσαι. T |
| book 107a.1 | νῦν δ’ ἕκαθεν πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχον‐ |
| book 107a.2 | ται〉: Ἡρακλέων (fr. 8 B.) ἀξιοῖ στίζειν πόλιος, ἵνα, φησίν, ἐμ‐ |
| book 107a.3 | φαίνῃ τοιοῦτό τι· ‘τί δὲ λέγω πόλιος; ἐπ’ αὐταῖς γὰρ ἤδη ταῖς ναυσὶ |
| book 107a | μάχονται‘. ἱκανὸν μέντοι βραχὺ διαστέλλειν. A |
| book 107b1.1 | 〈νῦν δ’ ἕκαθεν πόλιος:〉 Ζηνόδοτος καὶ Ἀριστοφάνης |
| book 107b1.2 | „νῦν δὲ ἑκὰς πόλιοσ“. Aint |
| book 107b2 | Ζηνόδοτος δὲ „ἑκάσ“ γράφει. T |
| book 107c.1 | ἕκαθεν πόλιος: τὸ ἕκαθεν πόλιος ἔμφασιν ἔχει ἑτέρου |
| book 107c.2 | διαστήματος. ἐπιφέρει 〈δὲ〉 τὰς ναῦς, ἐν αἷς ἐστιν αὐτοῖς ἡ σωτηρία. T |
| book 108a.1 | ἡγεμόνος κακότητι: †τὰς† εἰς ἀρέσκειαν τοῦ πλήθους· |
| book 108a.2 | οἶδε γὰρ αὐτοὺς ἀεὶ παρὰ τὰς ἀτυχίας μεμψιμοίρως ἔχοντας τοῖς |
| book 108a.3 | τυράννοις. b(BCE3E4)T |
| book 108b.1 | 〈μεθημοσύνῃσι:〉 καλῶς οὐκ εἶπεν ἀσθενείαις, ἀλλὰ |
| book 108b.2 | μεθημοσύναις· b(BCE3E4)Til καὶ πάλιν „τῇδε μεθημοσύνῃ“ (Ν |
| book 108b.3 | 121). Til |
| book 109.1 | οἳ κείνῳ ἐρίσαντες 〈ἀμυνέμεν οὐκ ἐθέλουσι〉: ἀντὶ |
| book 109.2 | τοῦ ἐρίζοντες, ὡς „ἡ δὲ ψευσαμένη“ (Ζ 163). T εὖ δὲ τὸ μὴ φάναι |
| book 109.3 | ‘οὐκ ἐθέλετε‘. πρὸς βασιλικοὺς γὰρ ἄνδρας ὁ λόγος, οὓς ἐλέγχειν ἄντι‐ |
| book 109.4 | κρυς παρῃτήσατο. ἐπὶ δὲ τὸν ὑποτεταγμένον ὄχλον τὸν λόγον ἔτρεψε, |
| book 109.5.1 | καὶ δοκεῖ μὲν κατὰ τῶν ἄλλων λέγειν, ἡ δ’ ἐπαναφορὰ πρὸς τοὺς ἀκούον‐ |
| book 109.5.2 | τας γίνεται. b(BCE3E4)T |
| book 110a | 〈νηῶν:〉 ὅτι ἐλλείπει ἡ περί, περὶ νηῶν. Aim |
| book 110b | 〈νηῶν:〉 λείπει ἡ ὑπέρ. Til |
| book 111.1 | 〈ἀλλ’ εἰ δὴ καὶ πάμπαν ἐτήτυμον αἴτιός ἐστιν:〉 εἰ |
| book 111.2 | γὰρ καὶ εἶπεν „ἀασάμην, οὐδ’ αὐτὸς 〈ἀναίνομαι〉“ (Ι 116), ἀλλ’ ἐκ‐ |
| book 111.3 | μειλισσόμενος τὸ πλῆθος ἔλεγεν. Til |
| book 115a.1 | {ἀλλ’} ἀκεώμεθα {θᾶσσον}: ὅτι ἀμφίβολον τὸ ἀκεώμε‐ |
| book 115a.2 | θα, πότερον ἰαθῶμεν ἢ ἀκεσώμεθα· ὃ καὶ ὑγιές, οἷον τὸ ἐλάττωμα |
| book 115a | ἰασώμεθα. A |
| book 115b1.1 | ἀκεώμεθα: τὴν ἔριν ἢ τὴν μῆνιν Ἀχιλλέως, ἢ τὴν ἀμέ‐ |
| book 115b1.2 | λειαν, ἣν αὐτοῖς ὀνειδίζει. T |
| book 115b2 | ἀκεώμεθα: τὴν ἑαυτῶν ἀμέλειαν. b(BCE3E4) |
| book 115c.1 | ἀκεσταί 〈τοι φρένες ἐσθλῶν〉: τινὲς εἰς Ἀχιλλέα· |
| book 115c.2 | ῥᾷστον γὰρ πρὸς ἐπανόρθωσιν τὸ ἁμαρτηθὲν τοῖς ἐναρέτοις ἀνδρά‐ |
| book 115c.3 | σιν. b(BCE3E4)T |
| book 115d.1 | 〈ἀκεσταί τοι:〉 ἔν τισι τῶν ὑπομνημάτων διὰ τοῦ τέ, |
| book 115d.2 | „ἀκεσταί τε“. Aint |
| book 115d.1 | ἀκεσταί: εὐθεράπευτοι, εὐίατοι· αἱ γὰρ τῶν ἀγαθῶν |
| book 115d.2 | φρένες ῥᾳδίως πρὸς τὸ κρεῖττον μετατίθενται, εὐθεράπευτοι οὖσαι. |
| book 115d.5 | ἢ θεραπευτικαί. A |
| book 117.1 | πάντες ἄριστοι ἐόντες: τῷ ἐπαίνῳ θεραπεύει καὶ μεῖ‐ |
| book 117.2 | ζον ἐλέγχει ὡς διαφθείροντας τὴν φύσιν τῇ ῥᾳθυμίᾳ. b(BCE3E4)T |
| book 118 | 〈μαχεσσαίμην:〉 ἀντὶ τοῦ ἐγκαλέσαιμι. Aim |
| book 119.1 | 〈νεμεσσῶμαι〉 περὶ κῆρι: κατὰ ψυχήν. ἢ ὡς τὸ „περι‐ |
| book 119.2 | βάλλει ἅπαντας / μνηστῆρας δώροισι“ (ο 17—8). T |
| book 120a.1 | 〈ὦ πέπονες:〉 τινὲς προσηνεῖς· παραμυθεῖται γὰρ αὐ‐ |
| book 120a.2 | τούς. b(BCE3E4)T |
| book 120b.1 | κακὸν ποιήσετε μεῖζον: μεῖζον τοῦ νῦν δηλονότι. |
| book 120b.2 | b(BCE3E4)T |
| book 122a | αἰδῶ καὶ νέμεσιν: τὴν αἰσχύνην καὶ τὴν ἐξ ἄλλων |
| book 122a | ἀκολουθοῦσαν μέμψιν. b(BCE3E4)T |
| book 122b.1 | 〈δὴ γὰρ μέγα νεῖκος ὄρωρεν:〉 μεγάλη φιλονεικία |
| book 122b.2 | διανίσταται πολέμου. b(BCE3E4)T |
| book 123-4a1.1 | Ἕκτωρ δὴ παρὰ νηυσὶ 〈βοὴν ἀγαθὸς— |
| book 123-4a1.2 | καὶ μακρὸν ὀχῆα〉: μετ’ †ἀναστάσεως† τὸ δίστιχον προενεκτέον, |
| book 123-4a1.3 | ὡς τὸ „Τρῶας ἐφ’ ἡμετέρας ἰέναι“ (Ν 101). τὸ δὲ βοὴν ἀγαθός |
| book 123-4a1.4 | (123) πρὸς ἐρεθισμὸν αὐτῶν, καὶ „Ἕκτορα δ’ ἐφράσ〈σ〉αντο βοὴν |
| book 123-4a1.5 | ἀγαθόν“ (Ο 671). T |
| book 123-4a2.1 | μετὰ θαύματος τὸ δίστιχον προενεκτέον, ὡς τὸ „Τρῶας |
| book 123-4a2.2 | ἐφ’ ἡμετέρας ἰέναι νέασ“. βοὴν δὲ ἀγαθὸν αὐτὸν καλεῖ πρὸς ἐρε‐ |
| book 123-4a2.3 | θισμὸν ἐκείνων. b(BCE3E4) |
| book 124a | 〈μακρὸν ὀχῆα:〉 ἑκάτερον. Til |
| book 124b.1 | ὀχῆα: τὸν ἑκατέρας πύλης· δύο γάρ εἰσι, καὶ „τὸν δ’ |
| book 124b.2 | ἐλατῆρ’ ἀφίει ἀκαχήμενον 〈ἵππων〉“ (Λ 702). T |
| book 125a1.1 | κελευτιόων: κελευτὴς κελευτιῶ. καὶ ἀλλαχοῦ δέ φησι |
| book 125a1.2 | „κελευτιόωντ’ ἐπὶ πύργῳ“ (Μ 265). | ἴσως δὲ καὶ τούτους κατὰ |
| book 125a1.3 | τὸ σιωπώμενον ἔπληξε τῷ σκηπανίῳ ὡς καὶ τοὺς Αἴαντας (sc. |
| book 125a1.4 | Ν 59—60). | τινὲς δὲ „κελευθιόων“ ἀντὶ τοῦ ὁδηγῶν, τοὺς Ἕλ‐ |
| book 125a1.5 | ληνας. T |
| book 125a2.1 | κελευτὴς κελευτιῶ κελευτιόω. | ἴσως δὲ οὐ τὸ προτάσ‐ |
| book 125a2.2 | σων δηλοῖ, ἀλλὰ τὸ διεγείρων. b(BCE3) |
| book 127a1.1 | καρτεραί, ἃς οὔτ’ ἄν κεν Ἄρης ὀνόσαιτο |
| book 127a1.2 | μετελθών: πρὸς τὴν τοῦ χρόνου ἀλλαγήν· ἔστι γὰρ ἀντὶ τοῦ |
| book 127a1 | ὠνόσατο. καὶ ὅτι δὶς παρείληφε τὸν σύνδεσμον, ἂν καὶ κέν. A |
| book 127a2 | ἐκ παραλλήλου ὁ ἄν καὶ ὁ κέν. Til |
| book 127b.1 | 〈οὔτ’ ἄν κεν〉 Ἄρης ὀνόσαιτο: ἀλλὰ θαυμάσειεν. |
| book 127b.2 | ἔστι δὲ μετὰ συλλογισμοῦ ὁ ἔπαινος, οὐκ αὐτοῦ τοῦ λέγοντος ἐκτι‐ |
| book 127b.3 | θεμένου τὴν εἰκόνα τοῦ πράγματος, δι’ ἐμφάσεως δὲ καταλείποντος |
| book 127b.4 | τοῖς ἀκροαταῖς σκοπεῖν, ὁποῖαί τινες ἦσαν. b(BCE3E4)T |
| book 128.1 | λαοσσόος: ἡ ὁρμῶσα ἢ σῴζουσα τοὺς συμμαχομένους ἢ |
| book 128.2 | σοβοῦσα τοὺς ἐναντίους· ὅθεν καὶ „ἐγρεκύδοιμοσ“ (cf. Hsd. th. 925). |
| book 128.3 | T |
| book 130-5a.1 | φράξαντες 〈δόρυ δουρί, —μάχεσθαι〉: |
| book 130-5a.2 | πάντες μὲν ἐν ἀσπίσι καὶ θώραξι καὶ κράνεσι καὶ λόγχαις. τούτων δὲ |
| book 130-5a.3 | οἱ μὲν πρωτοστάται κατὰ μέτωπον ἦσαν, πάντες ὁμοίως τὰ δόρατα |
| book 130-5a.4 | κατὰ προβολὴν ἔχοντες· κατόπιν δὲ τούτων οἱ δευτεροστάται, |
| book 130-5a.5.1 | κατὰ δεξιὰ πλευρὰ τῶν πρωτοστατῶν παραβεβληκότες δόρατα |
| book 130-5a.5.2 | μείζω δυσὶ πήχεσιν· καὶ οἱ τρίτοι παρ’ ἀμφοτέρους ὁμοίως ὥστε |
| book 130-5a.5.3 | τρεῖς ἀκμὰς ἀνέχειν τὰ δόρατα· οἱ τέταρτοι δὲ καὶ πέμπτοι τὰς |
| book 130-5a.5.4 | αἰχμὰς εἶχον ὀρθάς, ὡς εἴ τι κενοῖτο τῆς παρατάξεως τιτρωσκομένων |
| book 130-5a.5.5 | ἢ φονευομένων τοῦτο πληροῦν, b(BCE3E4)T κυκλούμενοι |
| book 130-5a.10 | 〈δὲ〉 ποιεῖν ἀμφίστομον τὴν τάξιν. T |
| book 130b | φράξαντες δόρυ δουρί, —μάχεσθαι: [ἐ]μφά‐ |
| book 130b.1 | σεως δὲ χάριν εἶπεν. καὶ T συνέφρασσον μὲν ἀλλήλους φαλαγ‐ |
| book 130b.2 | γηδόν, συμβαλόντες δὲ διέλυον τὴν φάλαγγα· ἐπεὶ πῶς ὥρμων καὶ |
| book 130b.3 | ὑπεχώρουν καὶ ἐσκύλευον; καὶ ἔοικεν ὡσεὶ πρόπειρά τις εἶναι τῆς |
| book 130b.5.1 | ὑπομονῆς τῶν πολεμίων. ἢ πρὸς τὸ ἀναδέξασθαι τὸν Ἕκτορα |
| book 130b.5.2 | ἐπύκνωσαν ἑαυτούς. b(BCE3E4)T τοῦτον δὲ τὸν συνασπισμόν, |
| book 130b.5.3 | ὡς ὁ τακτικὸς Ἑρμόλυτος λέγει, ἐνομοθέτησε Λυκοῦργος, ἐδίδαξε |
| book 130b.5.4 | δὲ Λύσανδρος Λάκων καὶ Ἐπαμινώνδας, εἶτα ὑπὸ Χαριδήμου |
| book 130b.5.5 | Ἀρκάδες ἐδιδάχθησαν καὶ Μακεδόνες. | προθελύμνῳ (130) δὲ |
| book 130b.10 | ἀλλεπαλλήλῳ, ἢ ἀλλεπαλλήλους πτύχας ἔχοντι. T |
| book 132a.1 | ἱππόκομοι {κόρυθος}: προπαροξυτονητέον τὸ ἱππό‐ |
| book 132a.2 | κομοι· ἡ γὰρ κόμη ἔγκειται, οὐ τὸ κομῶ. οὕτως οὖν ἀναγνωστέον |
| book 132a.3 | 〈ὡσ〉 κυπαρισσόκομος, „καλλίκομοσ“ (cf. Ι 449. ο 58). τὰ δὲ ἀπὸ |
| book 132a.4 | τῶν εἰς η ληγόντων θηλυκῶν συντιθέμενα καὶ μεταβάλλοντα τὸ τέλος |
| book 132a.5.1 | εἰς τὴν εἰς ος κατάληξιν προπαροξύνεται, ἄφωνος, „ἄναυδοσ“ (cf. |
| book 132a.5.2 | κ 378)· οὕτως ἱππόκομος. τότε μέντοι παροξυτονητέον τὸ ἱππόκο‐ |
| book 132a.5.3 | μος, ὅτε τὸ κομεῖν ἔγκειται· „Νεστορέας μὲν ἔπειθ’ ἵππους θεράποντε |
| book 132a.5.4 | κομείτην“ (Θ 113). A |
| book 132b | ἱππόκομοι: ἱππείας κόμας ἔχουσαι. b(BCE3E4)Til |
| book 132c1.1 | φάλοισι: φάλοι συρίγγια ἐπὶ τῶν μετώπων, εἰς ἃ |
| book 132c1.2 | καθίενται οἱ λόφοι ὥστε τοὺς ἐκ τῶν κορύθων λόφους ψαύειν ἀλ‐ |
| book 132c1 | λήλων. AT |
| book 132c2.1 | φάλοι μὲν τὰ προμετωπίδια ἐπαναστήματα, ὧν καὶ ὁ |
| book 132c2.2 | λόφος ἔχεται, λόφος δὲ τὸ τῆς μέσης περικεφαλαίας ἐκ τριχῶν ἀ‐ |
| book 132c2.3 | νάστημα. τὸ δὲ πᾶν οὕτως· οἱ τῶν κορύθων λόφοι ἀλλήλοις ἔψαυ‐ |
| book 132c2.4 | ον. b(BCE3E4) |
| book 134a.1 | ἔγχεα δ’ ἐπτύσσοντο: αὐτὰ τὰ ἔγχη κραδαινόμενα |
| book 134a.2 | πτυσσομένοις ἐῴκει. b(BCE3E4)T γίνεται δὲ ἐκ τοῦ πτύω τὸ |
| book 134a.3 | βάλλω πτύσσω πλεονασμῷ τοῦ ς. b(BCE3E4) |
| book 134b.1 | θρασειάων: θρασείαις ψυχαῖς ὑπηρετουσῶν, b(BCE3E4) |
| book 134b.2 | T ὡς „ἀσπίδα θοῦριν“ (Λ 32). Til |
| book 135a.1 | 〈σειόμεν’· οἱ δ’ ἰθὺς φρόνεον:〉 τινὲς „σειόμενοι |
| book 135a.2 | 〈δ’〉 ἰθὺς φρόνεον“ ὥστε εὐθεῖαν πρὸς Τρῶας χωρεῖν. Til |
| book 135b.1 | {σειόμεν’} οἱ δ’ ἰθὺς φρόνεον, 〈μέμασαν δέ, μάχε‐ |
| book 135b.2 | σθαι〉: βραχὺ διασταλτέον ἐπὶ τὸ φρόνεον· τὸ γὰρ ἑξῆς ‘οἱ δ’ |
| book 135b.3 | ἰθὺς φρόνεον μάχεσθαι, καὶ μέμασαν‘. A |
| book 136a1.1 | {τρῶες δὲ} προὔτυψαν: προενέσεισαν ἀθρόοι διὰ τὴν |
| book 136a1.2 | εὐημερίαν. οἱ δὲ προσέπεσον καὶ προενήλασαν. T |
| book 136a2.1 | προπαρενέβαλον ἢ προσέπεσον καὶ συνῆλθον. ταῦτα δὲ |
| book 136a2.2 | τῇ εὐημερίᾳ θαρροῦντες. b(BCE3E4) |
| book 136b | 〈ἀολλέες:〉 ἀθρόοι. Til |
| book 137a | 〈ἀντικρὺ μεμαώς:〉 ἐπ’ εὐθείας ὡρμημένος. Til |
| book 137b.1 | ὀλοοίτροχος: λίθος περιφερὴς καὶ στρογγύλος, ὁ ἐν |
| book 137b.2 | τῷ τρέχειν ὀλοός, ἐπεὶ καταφερόμενος πᾶν τὸ ἐμπῖπτον βλάπτει. | |
| book 137b.1 | Δημήτριος ὁ Γονύπεσος δασύνει, ἵν’ ᾖ ὅλος τροχοειδὴς καὶ κατὰ |
| book 137b.2 | πᾶν μέρος ἀστήρικτος, τῷ δὲ τόνῳ ὡς κακότροπος· οὕτω δὲ καὶ |
| book 137b.5.1 | Ἑρμαπίας καὶ Νικίας (fr. 16 B.) καὶ Ἀριστέας καὶ Ἀριστόνικος. |
| book 137b.5.2 | Κομανὸς δὲ καὶ Πτολεμαῖος ὁ Ἀσκαλωνίτης (p. 52 B.) ψιλοῦσι καὶ |
| book 137b.5.3 | παροξύνουσιν, ἀκούοντες τὸν ἐπὶ τὸ τρέχειν ὀλοὸν καὶ δεινόν. |
| book 137b.5.4 | ἐπένθεσις δὲ τοῦ ι περιττή· καὶ γὰρ χωρὶς αὐτοῦ σώζεται τὸ μέτρον, |
| book 137b.5.5 | καὶ ἔδει αὐτὸ ἀναλογῆσαι τῷ „Ἄτλαντος θυγάτηρ ὀλοόφρονοσ“ |
| book 137b.10.1 | (α 52). Δημόκριτος (Vors.6 68 B 162) δὲ τὸ κυλινδρικὸν σχῆμα |
| book 137b.10.2 | ‘ὀλοοίτροχον‘ καλεῖ. A |
| book 137c.1 | ΟΛΟΟΙΤΡΟΧΟΣ: ὅλος τροχοειδής. οἱ δέ, ἐν τῷ |
| book 137c.2 | τρέχειν δεινός. b(BCE3)T | καλῶς βάρβαρον καὶ ἄλογον ὁρμὴν |
| book 137c.3 | ἀψύχῳ βάρει εἴκασε A b (BCE3E4)T διὰ παντὸς τόπου κυλιν‐ |
| book 137c.4 | δουμένῳ. AT |
| book 138a | 〈κατὰ〉 στεφάνης: στεφάνης τῆς ἐν πλάτει ἐξοχῆς. |
| book 138a | ἡ δὲ κατά ἀντὶ τῆς ἀπό ἢ ἀντὶ τῆς ἔξ. T |
| book 138b | 〈στεφάνης:〉 στεφανοειδοῦς. Til |
| book 138b.1 | στεφάνης: περικεφαλαίας, | ἢ ὄρους ἐξοχῆς· νῦν δὲ λείας |
| book 138b.2 | πέτρας. A |
| book 139-40.1 | ἀσπέτῳ ὄμβρῳ 〈... / ὕψι δ’ ἀναθρῴσκων〉: |
| book 139-40.2 | ἀναγκαίως τὸ ἀσπέτῳ (139) πρὸς τὸ δυνηθῆναι πέτρον ῥῆξαι. |
| book 139-40.3 | b(BCE3E4)T τὸ δὲ ἀναθρῴσκων (140) προσκρούων καὶ |
| book 139-40.4 | ἀφαλλόμενος. T |
| book 139a | ἀναιδέος: ἀνενδότου, σκληρᾶς. Til |
| book 139b.1 | ἔχματα πέτρης: τὰ ἐξέχοντα καὶ μὴ ἐῶντα κυλισθῆ‐ |
| book 139b.2 | ναι αὐτόν· b(BCE3E4)T ἢ τὰ συνέχοντα τὴν πέτραν πρὸς |
| book 139b.3 | τὸ ὄρος. T |
| book 140.1 | ὕψι: ὡς „οἴκοθι“ (Θ 513 al.) καὶ „ἄγχι“ (Ε 185 al.), |
| book 140.2 | ὥς φησι Πτολεμαῖος (p. 52 B.). τινὲς δὲ τοῦτο ὀξύνουσιν, „ὑψί“. A |
| book 141-2.1 | ὁ δ’ ἀσφαλέως θέει ἔμπεδον, 〈ἕως ἵκηται / |
| book 141-2.2 | ἰσόπεδον: ἀσφαλέωσ〉 ἀνεμποδίστως, μὴ σφαλλόμενος τῆς τοῦ |
| book 141-2.3 | θεῖν σφοδρότητος. b(BCE3E4)T τὸ δὲ ἰσόπεδον (142) ἀντὶ |
| book 141-2.4 | τοῦ ὁμαλὸν πεδίον, οἷον ‘ἕως οὗ κατέλθῃ εἰς ἰσόπεδον πεδίον‘, |
| book 141-2.5 | ἀντὶ τοῦ ἴσην ἔχον γῆν καὶ ὁμαλήν. T |
| book 142 | 〈ἐσσύμενός περ:〉 ἐψύχωσε τὸν λίθον. Til |
| book 143a.1 | {ὡς ἕκτωρ} εἵως {μέν}: τὸ εἵως ἐνταῦθα κεῖται ἀντὶ |
| book 143a.2 | τοῦ τέως· διόπερ οὔτε 〈ὑπο〉στιγμὴν οὔτε ἀνταπόδοσιν ἔχει ἐπι‐ |
| book 143a | φερομένην. A |
| book 143b.1 | 〈εἵως μέν:〉 ἕως τινὸς μέν. b(BCE3E4)Til οἱ δὲ |
| book 143b.2 | ἀντὶ τοῦ τέως. b(BCE3E4) |
| book 143b | ἀπείλει: ἠπείλει, ὑπισχνεῖτο. ἔσθ’ ὅτε δὲ—δηλοῖ. A |
| book 144.1 | ῥέα διελεύσεσθαι: οὕτως Ἀρίσταρχος. οἱ δὲ „ῥεῖα δ’ |
| book 144.2 | ἐλεύσεσθαι“. | τὸ δὲ ἑξῆς· ὁ δὲ Ἕκτωρ ἕως μέν τινος ἠπείλει εὐ‐ |
| book 144.3 | κόλως διελθεῖν μέχρι τῆς θαλάσσης (cf. Ν 143—4)—ἡ δὲ διά |
| book 144.4 | ἔμφασιν ἔχει—ἀντὶ τοῦ τοὺς σκόλοπας καὶ τὴν τάφρον διελεύσεσθαι. |
| book 144.5 | T |
| book 145 | ἐνέκυρσε: ἢ ἀπὸ τοῦ κύρω ἢ ἀπὸ τοῦ ἐνεκύρησεν. T |
| book 146.1 | μάλ’ ἐγχριμφθείς: ἀντὶ τοῦ λίαν ταῖς φάλαγξι ἐμπελα‐ |
| book 146.2 | σθείς. b(BCE3)T |
| book 147a.1 | {νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν} ἀμφιγύοισιν: πρὸς |
| book 147a.2 | τὸ ἀμφιγύοισιν, ὅτι οἱ μέν, ἐπεὶ ἀμφοτέραις ταῖς χερσὶ διερεί‐ |
| book 147a.3 | δοντες χρῶνται, οἱ δὲ ἀπὸ τοῦ γυ〈ι〉ῶσαι, ὅτι βλάπτει ἀμφοτέρω‐ |
| book 147a.4 | θεν. οἱ δὲ μεταφορικῶς ἀπὸ τῶν γυίων, ὅτι ἑκατέρωθεν ἄκρον ἔχει· |
| book 147a.5 | γυῖα γὰρ τὰ ἄκρα. A |
| book 147b.1 | ἀμφιγύοισιν: ἀμφοτέρωθεν βλάπτουσιν b(BCE3E4)T |
| book 147b.2 | καὶ γόον ἐπάγουσιν, b(BCE3E4) ἀπὸ αἰχμῆς καὶ στύρακος. |
| book 147b.1 | b(BCE3E4)T τὰ δὲ ναύμαχα „κατὰ στόμα“ μόνον „εἱμένα |
| book 147b.2 | 〈χαλκῷ〉“ (Ο 389)· οὐκ ἔχουσι γὰρ στύρακα. ἢ ἀμφοτέρωθεν |
| book 147b.5.1 | πρακτικοῖς· γυῖα γὰρ κυρίως πόδες καὶ χεῖρες, δι’ ὧν πράσσομέν |
| book 147b.5.2 | τι. T |
| book 148a.1 | {ὦσαν ἀποσφείων} ὁ δὲ χασ〈σ〉άμενος πελεμίχθη: |
| book 148a.2 | ὅτι Ζηνόδοτος γράφει „ὁ δὲ χάσσατο πολλὸν ὀπίσ〈σ〉ω“. ἠγνόησε |
| book 148a.3 | δὲ ὅτι τὰ ἐμπεπηγότα δόρατα τῇ ἀσπίδι ἀναχωροῦντες διατινάσ‐ |
| book 148a.4 | σουσιν, ἵνα ἀποπέσῃ. A |
| book 148b | 〈χασσάμενος πελεμίχθη:〉 ἀντίστροφον τὸ σχῆμα. Til |
| book 149.1 | διαπρύσιον: ἢ διαπύρσιον, ὅ ἐστι T διαφανές, |
| book 149.2 | b(BCE3)T τουτέστι φωνῇ σημήνας ὡς πυρσῷ, b(BCE3E4)T |
| book 149.3 | ἢ διαπερῶν τὰς ἀκοάς. b(BCE3)T |
| book 149 | διαπρύσιον: διὰ παντὸς—ἢ διαπύρσιον, διαφανὲς |
| book 149.5 | καὶ σημαντικόν. A |
| book 150.1 | Τρῶες καὶ Λύκιοι 〈καὶ Δάρδανοι ἀγχιμαχηταί〉: |
| book 150.2 | πῶς τοὺς διεσκεδασμένους ἀνεκάλει κελεύων; βάρβαρος ὁρμὴ καὶ |
| book 150.3 | ὑπερήφανος. T |
| book 151.1 | παρμένετε: ἀλλήλοις· αὐτὸς γὰρ ἔχει Δία καὶ οὐ προσ‐ |
| book 151.2 | δεῖταί τινος. b(BCE3E4)T |
| book 152 | πυργηδόν: δίκην πύργου, ἐν—τῷ σφαιρηδόν. A |
| book 153a.1 | ΟΙΩ: „οἴῳ“ ἄμεινον, μόνῳ, ἵνα μὴ Ἕκτωρ διστάζῃ. ἢ |
| book 153a.2 | τὸ „ὀΐω“ ἀντὶ τοῦ πέπεισμαι· „ἦ γὰρ ὀΐομαι ἄνδρα χολωσέμεν“ |
| book 153a.3 | (Α 78). b(BCE3E4)T |
| book 153b.1 | εἰ ἐτεόν: ἐπεὶ ἐτεῶς· ὁ εἴ συναπτικὸς ἀντὶ τοῦ ἐπεί, |
| book 153b.2 | ὡς τὸ „χρὴ δ’, εἰ σοφὸς πέφυκασ“ (Eur. Phoen. 86) καὶ ὁ Εὐριπίδης |
| book 153b | „οὔκουν 〈δικαίωσ〉, εἴπερ εἴργασαι τάδε;“ (Hec. 1254). T |
| book 154.1 | 〈ἐρίγδουπος πόσις Ἥρης:〉 ἀντονομασία, ἀντὶ τοῦ |
| book 154.2 | ὁ Ζεύς. Til |
| book 155.1 | μένος: τὴν προθυμίαν, παρὰ τὸ μένω τὸ προθυμοῦμαι· |
| book 155.2 | b(BCE3)T ὅθεν καὶ ὁ „μέμονα“ (Ε 482) παρακείμενος. T |
| book 156.1 | Δηΐφοβος {δ’ ἐν τοῖσι}: προσυνίστησιν αὐτόν, ὅτι μετὰ |
| book 156.2 | τὴν Ἕκτορος τελευτὴν διεδέξατο τὴν στρατηγίαν. T |
| book 158.1 | κοῦφα ποσὶ προβιβάς: ἤτοι μετέωρα καὶ ὑψηλὰ προβαί‐ |
| book 158.2 | νων· ἢ ἐπ’ ἄκρων τῶν ποδῶν βαδίζων, ὅ ἐστιν ἀκροβηματίζων. A |
| book 158a | 〈κοῦφα:〉 μετέωρα. Til |
| book 158b.1 | ὑπασπίδια προποδίζων: οὐ προβάλλων τὰ ἴχνη |
| book 158b.2 | πρὸ τῆς ἀσπίδος. ἐν βραχεῖ δὲ δεδήλωται ὁ μετέωρα βαίνων καὶ |
| book 158b.3 | b(BCE3)T τῷ τῆς ἀσπίδος κύκλῳ τὸ σῶμα κρύπτων· b(BCE3 |
| book 158b.4 | E4)T ἐξ οὗ δῆλον ὅτι οὐκ εἶχεν ἀμφιβρότην ἀσπίδα, οὐδὲ |
| book 158b.5 | πλαγίαν αὐτὴν ἐκράτει. T |
| book 158b.1 | ὑπασπίδια προποδίζων: ὑπὸ τὴν ἀσπίδα ἠρέμα— |
| book 158b.2 | οὐδὲ ὅπλα, ἢ ἂν αὐτὴν ἐκράτει. A |
| book 159.1 | Μηριόνης δ’ αὐτοῖο τιτύσκετο: ὅτι παραλέλειπται |
| book 159.2 | πρόθεσις ἡ ἐπί, καὶ ἡ γενικὴ ἀντὶ τῆς αἰτιατικῆς κεῖται· τὸ γὰρ |
| book 159.3 | ὅλον ἀντὶ τοῦ ἐπ’ αὐτόν, ὡς καὶ τὸ „ἀλλ’ ἄγ’ ὀΐστευσον Μενελάου“ |
| book 159.4 | (Δ 100). A |
| book 160a.1 | 〈καὶ βάλεν, οὐδ’ ἀφάμαρτε, κατ’ ἀσπίδα πάν‐ |
| book 160a.2 | τος’ ἐΐσην:〉 τὸ ἑξῆς καὶ βάλε κατ’ ἀσπίδα. οὕτως οὖν διορ‐ |
| book 160a.3 | θωτέον. Aint |
| book 160b1.1 | καὶ βάλεν, οὐδ’ ἀφάμαρτε: ταὐτὸν δι’ ἀμφοῖν |
| book 160b1.2 | δηλοῦται· βάλλειν γὰρ τὸ ἐπιτυγχάνειν φησὶν ὁ ποιητής· „οὐκ |
| book 160b1.3 | ἔβαλες τὸν ξεῖνον“ (υ 305) καὶ „βάλ〈λ〉’· αἰεὶ δὲ πυραὶ νεκύων“ |
| book 160b1 | (Α 52). T |
| book 160b2.1 | βάλλειν καὶ †ἁμαρτεῖν παρὰ τῷ ποιητῇ τὸ αὐτὸ δηλοῖ· |
| book 160b2.2 | οἷον ἐπέτυχεν, ἀλλ’ οὐκ ἀπέτυχεν. b(BCE3) |
| book 161.1 | 〈τῆς δ’ οὔ τι διήλασεν:〉 οὐδὲ τὸ τυχὸν διῆλθεν |
| book 161.2 | αὐτήν. b(BCE3E4)Til |
| book 162.1 | ἐν καυλῷ: ἀντὶ τοῦ κατὰ τὸν καυλόν, ὡς „ἄξαντ’ ἐν |
| book 162.2 | πρώτῳ ῥυμῷ“ (Ζ 40), λέγει δὲ τὸ καθιέμενον εἰς τὸ κοῖλον μέρος |
| book 162.3 | τοῦ δόρατος. b(BCE3E4)T |
| book 163 | 〈δεῖσε δὲ θυμῷ:〉 ὁ δέ ἀντὶ τοῦ γάρ. Til |
| book 165a | 〈χώσατο:〉 ὅτι νῦν χώσατο ἀντὶ τοῦ συνεχύθη. Aint |
| book 165b.1 | χώσατο: ἡ σύγχυσις τῆς ψυχῆς, οὐ μὲν ἐπὶ χαρᾶς οὐ‐ |
| book 165b.2 | δὲ ἐπὶ ὀργῆς. καὶ φθέγγεται μὲν οὐδέν (οὐ γὰρ οἰκεῖον τῷ παρ‐ |
| book 165b.3 | όντι καιρῷ), τὴν δὲ διάθεσιν αὐτοῦ διὰ τοῦ χώσατο ῥήματος ὁ |
| book 165b.4 | ποιητὴς παρέστησεν. b(BCE3E4)T |
| book 166a | 〈ἀμφότερον:〉 δι’ ἀμφότερα. Til |
| book 166b.1 | 〈νίκης τε καὶ ἔγχεος:〉 ὅτι λείπουσιν αἱ προθέσεις, |
| book 166b.2 | περὶ νίκης καὶ περὶ ἔγχους. Aint |
| book 166c1.1 | ὃ ξυνέαξε: τὸ ὅ ἀντὶ τοῦ ὅτι, ὡς „ὅ μοι γέρασ“ (Α |
| book 166c1.2 | 120). T |
| book 166c2 | ὅτι. Til |
| book 166d1 | 〈ξυνέαξε:〉 Ζηνόδοτος „ξυνέηξε“. Aim |
| book 166d2 | †ἀρίσταρχος† δὲ διὰ τοῦ η „ξυνέηξεν“. T |
| book 167-8a1.1 | βῆ δ’ ἰέναι〈— / οἰσόμενος δορὺ μα‐ |
| book 167-8a1.2 | κρόν〉: πιθανῶς ὁ ποιητὴς τοὺς μὲν ὡς τραυματίας ἐξήγαγε τοῦ |
| book 167-8a1.3 | πολέμου, τοὺς δὲ καὶ ὅπλων ἐνδεεῖς. T |
| book 167-8a2.1 | τοὺς μὲν οὖν ὡς τραυματίας πιθανῶς ὁ ποιητής, τοὺς |
| book 167-8a2.2 | δὲ καὶ ὅπλων ἐνδεεῖς ποιεῖ. b(BCE3E4) |
| book 168a.1 | οἰσόμενος: ἑαυτῷ. b(BCE3E4)T οἴσων δὲ καὶ |
| book 168a.2 | ἑτέρῳ, „οἶσε θέειον, γρηΰ“ (χ 481)· „οἴσετε πῦρ“ (Ο 718). T |
| book 168a.3 | διὰ τί δὲ οὐκ ἔπεμψεν ἐπὶ δόρυ, ἀλλ’ αὐτὸς ἄπεισιν; ἢ ὅτι ἐν τῷ |
| book 168a.4 | θορύβῳ κεχώρισται τῶν δορυφόρων καὶ πλησίον ἦν ἡ σκηνή, καὶ |
| book 168a.5.1 | οἱ πεμπόμενοι οὐχ ὁμοίως ταχύνουσι, καὶ παρὼν ὅμοιος ἦν τῷ μὴ |
| book 168a.5.2 | παρόντι δόρυ οὐκ ἔχων. b(BCE3E4)T τὸ δὲ ὅλον, διὰ τὸ ἀνα‐ |
| book 168a.5.3 | παῦσαι τοὺς ἀκροατὰς ἀπὸ τῆς μάχης τοῦτο πράττει ὁ ποιητής, |
| book 168a.5.4 | ὅπερ ἔσται Ἰδομενέως αὐτῷ συμβαλόντος (cf. Ν 246—305). T |
| book 168a | οἰσόμενος: κομίσων, †ἐνεγκῶν†. διαφέρει—δὲ ἑαυτῷ. |
| book 168a.10 | A |
| book 168b.1 | ὅ οἱ κλισίηφι λέλειπτο: δύο οὖν εἶχεν, οἷς αὐτὸς |
| book 168b.2 | ἐχρῆτο—διάφορα γὰρ τὰ τῶν βασιλέων, b(BCE3E4)T ὡς |
| book 168b.3 | καὶ ἡ Ἀχιλλέως μελίη (cf. Π 140—4) T—, ἄλλα δὲ εἶχε πολλά. |
| book 168b.4 | b(BCE3E4)T | τινὲς δὲ „ἅ οἱ“, ὡς „κῆτος, ἃ μυρία βόσκει“ (μ |
| book 168b.5 | 97). T |
| book 171.1 | Ἴμβριον αἰχμητήν, 〈πολυΐππου Μέντορος υἱόν〉: |
| book 171.2 | χαρίεν τὸ ἐφ’ ἑκάστῳ τῶν ἐπισήμων τὴν διήγησιν κατὰ τὰς ἀναιρέ‐ |
| book 171.3 | σεις ἐκφέρειν· τὸ μὲν γὰρ προεκθέσθαι περὶ ἑκάστου μακρόν, τὸ δὲ |
| book 171.4 | ἐν τοῖς συμπτώμασι παραδιηγεῖσθαι πιθανόν. b(BCE3E4)T τὸ |
| book 171.5 | δὲ Μέντορος Κέντορος ἔδει· οἰκεῖον γὰρ τῷ πολυΐππῳ τὸ κεντεῖν. T |
| book 172a.1 | ναῖε δὲ Πήδαιον: ὅτι Ζηνόδοτος γράφει „ὃς νάε Πή‐ |
| book 172a.2 | δαιον“, ἵνα κατάλληλον τὸν λόγον κατὰ συναφὴν ποιήσῃ. ἀγνοεῖ |
| book 172a.3 | δὲ ὅτι Ὅμηρος διακόπτει τὰς φράσεις, ἵνα μὴ μακροπερίοδος γένη‐ |
| book 172a.4 | ται. ἄλλως τε καὶ κακόμετρον τὸ ἔπος ποιεῖ. A |
| book 172b.1 | Πήδαιον: ὑπὸ τὴν Ἴδην πόλις πρὸς Θήβην, οἱ δὲ |
| book 172b.2 | πρὸς Καρίαν. τινὲς δὲ τὴν αὐτὴν τῇ Πηδάσῳ. T |
| book 175.1 | ἂψ εἰς Ἴλιον 〈ἦλθε〉: πάλιν ἀπὸ Πηδαίου ἦλθεν εἰς |
| book 175.2 | Ἴλιον· ἤδη γὰρ ἄλλοτε ἦλθεν εἰς Τροίαν διὰ τὸν γάμον. T |
| book 177.1 | ὑπ’ οὔατος 〈ἔγχεϊ μακρῷ〉: ὑπὸ τὸ οὖς. κατὰ τὸ |
| book 177.2 | σιωπώμενον δὲ μετεσκεύαστο ὁ Τεῦκρος. T |
| book 178 | 〈αὖτ’ ἔπεσεν:〉 ἐν ἄλλῳ „αἶψ’ ἔπεσεν“. Aim |
| book 179a.1 | ὄρεος κορυφῇς’ 〈ἕκαθεν περιφαινομένοιο〉: ἐν |
| book 179a.2 | πεδίῳ γὰρ οὐ φύεται μελία. καὶ ἔμφασιν ἔχει ἄνωθεν πίπτουσα ἡ |
| book 179a.3 | μελία. b(BCE3E4)T τὸ δὲ περιφαινομένοιο κύκλῳ περιορω‐ |
| book 179a.4 | μένου, b(BCE3)T „ὅ τε φαίνεται οἶον ἀπ’ ἄλλων“ (ι 192), T |
| book 179a.5 | ἢ ὑπερφαινομένου. b(BCE3)T |
| book 179b.1 | 〈κορυφῇ:〉 οὕτως Ἀρίσταρχος ἑνικῶς, ἄλλοι δὲ „κορυ‐ |
| book 179b.2 | φῇσ“. Aim |
| book 180.1 | τέρενα 〈χθονὶ〉 φύλ〈λ〉α 〈πελάσσῃ〉: φύλλα τοὺς |
| book 180.2 | κλάδους, ὡς οὗτος τὰ ὅπλα. τέρενα δὲ χλωρά. ἔοικε δὲ ὁ ποιητὴς |
| book 180.3 | συνάχθεσθαι τῇ μελίᾳ. b(BCE3)T |
| book 181 | 〈ἀμφὶ δέ οἱ βράχε τεύχεα:〉 τὰ περὶ αὐτῷ ἢ ἐπ’ |
| book 181 | αὐτῷ· „ἀμφὶ πυρὶ στῆσαι τρίποδα“ (Σ 344). Til |
| book 184a.1 | 〈ἄντα ἰδὼν ... ἔγχος:〉 λείπει τὸ φερόμενον. b(BCE3 |
| book 184a.2 | E4)Til |
| book 184b.1 | χάλκεον ἔγχος: ἀπὸ μέρους. b(BCE3E4)T ὡς |
| book 184b.2 | „λευκώλενοσ“ (Α 55 al.). T |
| book 185.1 | 〈Ἀμφίμαχον,〉 Κτεάτου υἷ’ 〈Ἀκτορίωνοσ〉: ὅτι |
| book 185.2 | καὶ τὸ „υἷες ὁ μὲν Κτεάτου, ὁ δ’ 〈ἄρ’〉 Εὐρύτου Ἀκτορίωνε“ (Β |
| book 185.3 | 621) ἀντὶ τοῦ Ἀκτοριώνων. T |
| book 186-7.1 | κατὰ στῆθος βάλε 〈δουρί· /〉 δούπησεν δὲ |
| book 186-7.2 | 〈πεσών〉: διὰ γὰρ καρδίας καὶ πνεύμονος ἡ πληγή· διὸ ταχεῖα |
| book 186-7.3 | καὶ ἡ πτῶσις. b(BCE3E4)T |
| book 187 | 〈ἀράβησε:〉 τινὲς „ἀράδησε“. Til |
| book 190.1 | ὀρέξατο {δουρὶ φαεινῷ}: ἀντὶ τοῦ ὀρεξάμενος ἔψαυσε. | |
| book 190.2 | τινὲς δὲ „ἀκόντισε“. T |
| book 191a.1 | {ἕκτορος ἀλλ’ οὔ πῃ} χρόος εἴσατο: ὅτι διῄρηκεν |
| book 191a.2 | χρόος ἀντὶ τοῦ χρώς· διὸ βαρυτονητέον. καὶ ὅτι τὸ εἴσατο νῦν |
| book 191a.3 | ἀντὶ τοῦ ἐφάνη. A |
| book 191b.1 | 〈χροός:〉 οὕτως αἱ Ἀριστάρχου „χρόοσ“ ὡς λόγος. |
| book 191b.2 | βούλεται δὲ διῃρῆσθαι τὴν εὐθεῖαν. Ζηνόδοτος δὲ γράφει „χρώσ“ |
| book 191b.3 | {εἴσατο}. A |
| book 191c | {ἀλλ’ οὐ πηι} χροός: Ἀλεξίων (fr. 53 B.) φησὶν ὅτι |
| book 191c.1 | Ἀρίσταρχος ὡς σοφός προηνέγκατο, Τυραννίων (fr. 29 P.) δὲ ὡς |
| book 191c.2 | πόλος. καὶ ἔχει λόγον ἑκατέρα ἡ ἀνάγνωσις· ἐὰν μὲν „χρόοσ“ ὡς |
| book 191c.3 | πόλος κατ’ εὐθεῖαν πτῶσιν ἀναγνῶμεν, ἔσται τὸ λεγόμενον ‘ἀλλ’ |
| book 191c.5.1 | οὐδαμῶς ὁ χρὼς ἐφάνη‘· ἐὰν δὲ χροός ὡς σοφός κατὰ γενικὴν πτῶ‐ |
| book 191c.5.2 | σιν, ἔσται ‘ἀλλ’ οὐδαμῶς τοῦ χρωτὸς διῆλθε‘· τὸ γὰρ εἴσομαι καὶ |
| book 191c.5.3 | τὸ φανῆναι σημαίνει καὶ τὸ διελθεῖν. ἐπικρίνομεν δὲ ἡμεῖς περὶ |
| book 191c.5.4 | τῆς ἀναγνώσεως ἐκεῖνο ὡς ὅτι πιθανόν ἐστι μᾶλλον τὴν γενικὴν |
| book 191c.5.5 | ἐκδέχεσθαι ἤπερ τὴν εὐθεῖαν· ἦν γὰρ αὐτῷ ἔθος εὐθεῖαν μὲν ἐπί‐ |
| book 191c.10.1 | στασθαι εἰς ως περατουμένην „ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδη‐ |
| book 191c.10.2 | ροσ“ (Δ 510)· καὶ ἀκόλουθος αἰτιατικὴ „χρῶτ’ ἀπονιψαμένη“ (ς |
| book 191c.10.3 | 172). τὰς δὲ ἄλλας πλαγίους οἶδεν ἀπὸ τῆς εἰς ους εὐθείας, „χροὸς |
| book 191c.10.4 | ἄμεναι ἀνδρομέοιο“ (Φ 70), „χροῒ δ’ ἔντε’ ἐδύσετο παμφανόωντα“ |
| book 191c.10.5 | (Ι 596)· καὶ τὴν αἰτιατικὴν „μή τις χρόα καλόν“ (Ν 649). ὥστε |
| book 191c.15.1 | εἰ οὐ κεκώλυται τῆς γενικῆς ἡ σύνταξις, τί ἐστι τὸ κατεπεῖγον μὴ |
| book 191c.15.2 | τῇ συνήθει κλίσει τὴν ἀνάγνωσιν ποιεῖσθαι; A |
| book 191d | {ἀλλ’ οὔ πῃ} χροὸς εἴσατο: λείπει ἡ διά, διὰ τοῦ |
| book 191d | χροὸς ἐπορεύθη, παρὰ τὸ ἰέναι, ὡς „διὰ πρὸ δὲ εἴσατο καὶ τῆσ“ |
| book 191d.1 | (Δ 138). | Ἀρίσταρχος δὲ „χρόος εἴσατο“, χροῦς ἐφάνη. | οὕτω |
| book 191d.2 | καὶ Τυραννίων (fr. 29 P.), ἵν’ ᾖ εὐθεῖα. | Ζηνόδοτος δὲ „χρώσ“. |
| book 191d.5.1 | | ὁ δὲ Ἡρωδιανὸς (cf. 2,85,17) καὶ εὐθεῖαν καὶ γενικὴν δέχεται |
| book 191d.5.2 | τὴν ΧΡΟΟΣ, προκρίνει δὲ τὴν γενικήν. T |
| book 191e.1 | ἄλλως· τὴν εὐθεῖαν χρώς φησιν ὁ ποιητής, τὰς δὲ πλα‐ |
| book 191e.2 | γίας ὡς ἀπὸ τοῦ χροῦς κλίνει. καὶ συντίθησι τὴν λέξιν, „ταμεσί‐ |
| book 191e.3 | χροα“ (Δ 511. Ψ 803) λέγων ὡς ἀπὸ τῆς ταμεσίχρους εὐθείας |
| book 191e.4 | b(BCE3E4)T καὶ „μελανόχροοσ“ (τ 246) ἀπὸ γενικῆς ὡς |
| book 191e.5.1 | εὐθεῖαν, ὅθεν καὶ παρώνυμον „μελαγχροιὴσ“ (π 175) καὶ „εὐχροὲς |
| book 191e.5.2 | δέρμα“ (cf. ξ 24). T οὕτω δὲ καὶ τὴν ἐπιφάνειαν καὶ τὴν ἐντο‐ |
| book 191e.5.3 | σθίδιον σάρκωσιν· b(BCE3E4)T „χρὼς σήπεται“ (Ω 414), |
| book 191e.5.4 | „ἵνα οἱ χρὼς ἔμπεδος εἴη“ (Τ 39). T |
| book 191f | πᾶς δ’ ἄρα χαλκῷ: ὅλος ὁ Ἕκτωρ, ἢ ὁ χρὼς αὐτοῦ. |
| book 191f.1 | b(BCE3E4)T | πρὸς δὲ τὸ „πᾶσαι δ’ ὠΐγνυντο πύλαι“ (Β 809. |
| book 191f.2 | Θ 58) τὸ σημεῖον. T |
| book 191g | 〈πᾶς δ’ ἄρα χαλκῷ:〉 ὁ δέ ἀντὶ τοῦ γάρ. Til |
| book 192.1 | ἀσπίδος ὀμφαλόν: τὸ μέσον ἢ τὸ ἐπιτιθέμενον αὐτῇ |
| book 192.2 | πρὸς κόσμον, b(BCE3)T ὡς „μέσ〈σ〉ον ἐπομφάλιον“ (Η 267). |
| book 192.3 | T |
| book 193-4.1 | ὁ δὲ χάσ〈σ〉ατ’ ὀπίσ〈σ〉ω / νεκρῶν ἀμφοτέρων: |
| book 193-4.2 | ὥστε μήτε σκυλεῦσαι τὸν πολέμιον μήτε τὸ τοῦ Ἰμβρίου σῶμα |
| book 193-4.3 | ῥύσασθαι. b(BCE3E4)T |
| book 195.1 | Στιχίος: τινὲς „Σχεδίοσ“ γράφουσιν. | τοῦ δὲ Στιχίου ἐν |
| book 195.2 | τῷ Καταλόγῳ (sc. Β 552) οὐ μέμνηται, ὅτι οὐκ ἦν ἀναγκαῖον καὶ |
| book 195.3 | τοὺς δευτέραν ἔχοντας τάξιν καταλέγειν. τινὲς δὲ χλευάζουσιν ὡς |
| book 195.4 | νεκροφόρους. T |
| book 196 | 〈μετὰ λαόν:〉 ἐν ἄλλῳ „μετὰ ἔθνοσ“. Aim |
| book 197.1 | {ἴμβριον αὖτ’} Αἴαντε 〈μεμαότε〉: ὅτι συνεχῶς κέχρηται |
| book 197.2 | τοῖς δυϊκοῖς. ἡ δὲ ἀναφορὰ πρὸς τὰ περὶ τῆς πατρίδος· Ἀθηναίων γὰρ |
| book 197 | ἴδιον. A |
| book 198a1.1 | {δύ’} αἶγα: Ζηνόδοτος „αἶγε“· οὐ γὰρ συμμαχοῦσιν |
| book 198a1.2 | ἀλλήλοις λέοντες. | ἢ ὅτι τὰ ἐν παραβολῇ ὡς καθ’ ὑπόθεσιν δεκτέον |
| book 198a1.3 | οὐ πάντως ἀληθῆ. ἢ τοῦ ἑνὸς ἁρπάσαντος συναρπάζει ὑπαντώμενος |
| book 198a1.4 | ὁ ἕτερος, ἑκατέρου τὴν ἄγραν εἰς ἑαυτὸν κατάγοντος· καὶ Αἰσχύλος |
| book 198a1.5.1 | περὶ Γλαύκου (fr. 39 N.2 = 445 M. = 39 R.)· „εἷλκον †ἄνω λυκηδόν, ὥς τε |
| book 198a1.5.2 | διπλόοι / λύκοι νεβρὸν φέρουσιν ἀμφὶ μασχάλαισ“. T |
| book 198a2.1 | τὰ ἐν τῇ παραβολῇ ὡς καθ’ ὑπόθεσιν ἐκδεκτέον· οὐ γὰρ |
| book 198a2.2 | συμμαχοῦσιν ἀλλήλοις λέοντες, ἀλλὰ τοῦ ἑνὸς ἁρπάσαντος συναρ‐ |
| book 198a2.3 | πάζει ὑπαντῶν ὁ ἕτερος, ἑκατέρου τὴν ἄγραν εἰς ἑαυτὸν κατάγοντος, |
| book 198a2.4 | ὡς καὶ Αἰσχύλος· „εἷλκον †ἄνω λυκηδόν“. b(BCE3E4) |
| book 198b.1 | κυνῶν ὑπὸ καρχαροδόντων: τοὺς Τρῶας τοῖς φυλάσ‐ |
| book 198b.2 | σουσιν εἰκάζει κυσί, τοὺς δὲ Ἕλληνας τοῖς ἁρπάζουσι λέουσιν. T |
| book 200a.1 | ὑψοῦ ὑπὲρ γαίης: πολὺ τὸ εὔτονον αὐτῶν, εἰ μηδὲν |
| book 200a.2 | παρασύρουσι τοῦ φερομένου. T |
| book 200b | 〈γαμφηλῇσιν:〉 γαμφηλὴ παρὰ τὸ κεκάμφθαι. Til |
| book 201 | 〈ὑψοῦ ἔχοντε:〉 ἀπήγαγον, ἵνα συλήσωσιν. Til |
| book 202a | 〈συλήτην:〉 ἢ Δώριόν ἐστιν ἢ ἀπὸ τοῦ συλησάτην. Til |
| book 202b | 〈ἁπαλῆς:〉 εὐκαμποῦ〈σ〉. Til |
| book 203a.1 | κόψεν Ὀϊλιάδης 〈κεχολωμένος Ἀμφιμάχοιο〉: ὅτι |
| book 203a.2 | ἐλλείπει ἡ περί, περὶ Ἀμφιμάχου. καὶ ὅτι Ζηνόδοτος ἄρθρον ἐνόμιζε |
| book 203a.3 | τὸ ο, Ἰλέως τὸν Αἴαντα καὶ οὐκ Ὀϊλέως ἀκούων· διὸ καὶ ἔγραφεν |
| book 203a | „κόψεν ἄρ’ Ἰλιάδησ“. A |
| book 203b1.1 | κόψεν Ὀϊλιάδης: οὐ γὰρ ἦν κατὰ τὴν τοῦ Τελαμωνίου |
| book 203b1.2 | μεγαλοπρέπειαν †ἄρτι† ἀποτεμεῖν κεφαλὴν καὶ ῥίπτειν πρὸς τοὺς |
| book 203b1.3 | πολεμίους. θερμότερος 〈δὲ〉 τὸν τρόπον ὁ Λοκρός. T |
| book 203b2.1 | οὐ γὰρ ἦν τοῦτο τῆς μεγαλοπρεπείας Τελαμωνίου τὸ |
| book 203b2.2 | νεκροῦ τεμεῖν κεφαλὴν καὶ τοῖς πολεμίοις ῥιπτεῖν, ἀλλὰ περὶ τοὺς |
| book 203b2.3 | ζῶντας ἐπονεῖτο. b(BCE3E4) |
| book 203c1.1 | 〈κόψεν Ὀϊλιάδης κεχολωμένος Ἀμφιμάχοιο:〉 |
| book 203c1.2 | θαυμαστῶς {δὲ} τῇ ἐπεργασίᾳ ἐχρήσατο ὁ ποιητὴς εἰπὼν „κεφαλὴν |
| book 203c1.3 | κόψεν“ (cf. Ν 202—3)· ὁ μὲν γὰρ Ἕκτωρ τοῦ Ἀμφιμάχου οὐδὲ τὸ |
| book 203c1.4 | κράνος ἀφελεῖν ἠδυνήθη (cf. Ν 188—94), ὁ δὲ Ἕλλην οὐ μόνον τὰ |
| book 203c1.5.1 | ὅπλα ἀπεσύλησεν τοῦ Ἰμβρίου (cf. Ν 202), ἀλλὰ καὶ τὸ σῶμα ἐλυμή‐ |
| book 203c1.5.2 | νατο. ὠμὸν δέ φασι καὶ οὐχ Ἑλληνικὸν τὸ ἔργον †ὠμὸν†, ἀλλὰ συγ‐ |
| book 203c1.5.3 | γνωστὸν ὑπὲρ φίλου ἀγανακτοῦντι· διὸ ἐπιφωνεῖ ὁ ποιητὴς κεχολω‐ |
| book 203c1.5.4 | μένος Ἀμφιμάχοιο. ἅπαξ δέ που τοῦτο πέπρακται δι’ ὀργὴν τοῦ |
| book 203c1.5.5 | Ἀχιλλέως εἰς Ἕκτορα (sc. Χ 395—404). ἀλλὰ καὶ Ἱππόλοχος αὐχέ‐ |
| book 203c1.10.1 | νος καὶ χειρῶν ἀπεκόπη ὑπὸ Ἀγαμέμνονος (sc. Λ 145—6)· Ἀντι‐ |
| book 203c1.10.2 | μάχου γὰρ παῖς ἦν, „ὅς ποτ’ ἐνὶ Τρώων ἀγορῇ“ (Λ 139). T |
| book 203c2.1 | ὑπεραπολογεῖται αὐτοῦ ὁ ποιητὴς παρεντιθεὶς τὸ κεχο‐ |
| book 203c2.2 | λωμένος. θαυμαστῶς δὲ τῇ ἐπεξεργασίᾳ χρῆται· ὁ μὲν Ἕκτωρ τοῦ |
| book 203c2.3 | Ἀμφιμάχου οὐδὲ τὸ κράνος ἀφελεῖν ἠδυνήθη, ὁ δὲ Ἕλλην οὐ μόνον |
| book 203c2.4 | τὰ ὅπλα ἐσύλησεν, ἀλλὰ καὶ τὸ σῶμα ἐλυμήνατο. ὠμὸν δέ φασι καὶ |
| book 203c2.5.1 | οὐχ Ἑλληνικὸν τὸ ἔργον, ἀλλὰ συγγνωστὸν ὑπὲρ φίλου ἀγανα‐ |
| book 203c2.5.2 | κτοῦντι, ὃ δηλοῖ καὶ τὸ ἐπιφώνημα (sc. Ν 204). b(BCE3E4) |
| book 204-5.1 | ἧκε δέ μιν σφαιρηδὸν 〈ἑλιξάμενος δι’ ὁμίλου / |
| book 204-5.2 | Ἕκτορι δὲ προπάροιθε ποδῶν πέσεν〉: τὸ ἑξῆς· ἧκε δέ μιν |
| book 204-5.1 | δι’ ὁμίλου σφαιρηδόν, συστρέψας τὴν χεῖρα πρὸς τὸ εὔτονον τῆς βο‐ |
| book 204-5.2 | λῆς. χάριεν δὲ τὸ σύμπτωμα· ὁ μὲν γὰρ ἁπλῶς ἔρριψεν εἰς τοὺς πολε‐ |
| book 204-5.5.1 | μίους, συνέβη δὲ παρὰ τὸν Ἕκτορα ἐνεχθῆναι τὴν κεφαλὴν ὥσπερ εἰς |
| book 204-5.5.2 | ἔλεγχον, ὧν αὐτὸς ἀπέτυχεν. b(BCE3E4)T |
| book 205 | 〈Ἕκτορι:〉 ὅτι πτῶσις ἤλλακται, ἀντὶ τοῦ Ἕκτορος. Aim |
| book 207a1.1 | 〈υἱωνοῖο:〉 τοῦ Ἀμφιμάχου· Κτέατος γὰρ Ποσειδῶνος. |
| book 207a1.2 | Til |
| book 207a2 | τοῦ Ἀμφιμάχου δηλονότι, ὃν ὁ Ἕκτωρ ἀνεῖλεν. b(BCE3E4) |
| book 210.1 | δουρικλυτός: ἁρμόδιον τὸ ἐπίθετον· οἱ γὰρ ἄλλοι Κρῆτες |
| book 210.2 | τοξόται. b(BCE3E4)T |
| book 211a1.1 | ἐρχόμενος παρ’ ἑταίρου: λείπει τὸ τίνος· οἱ δὲ Ὀδυσ‐ |
| book 211a1.2 | σέως, οἱ δὲ Κοιράνου (cf. P 611), οἱ δὲ Θεστορίδου Ἀλκμάονος (cf. |
| book 211a1.3 | M 394), οἱ δὲ Ἀγαμέμνονος—φησὶ γὰρ „μάλα μέν τοι ἐγὼν ἐρίηρος |
| book 211a1.4 | ἑταῖροσ“ (Δ 266)—, οἱ δὲ ὄνομα κύριον. ἀληθείας δὲ μίμησις τὸ μὴ |
| book 211a1.5 | πάντας φράζειν ἐξ ὀνόματος. T |
| book 211a2.1 | λείπει τὸ τίνος· οὐ γὰρ ἐξ ὀνόματος αὐτὸν ἐκάλεσεν, ὅστις |
| book 211a2.2 | ἦν. λέγει δὲ ὅτι συνήντησεν αὐτῷ ἐρχόμενος ἀπὸ σκηνῆς τινὸς ἑταίρου |
| book 211a2.3 | (cf. Ν 210—4), οὗ καὶ ἡ σκηνὴ πλησίον τῆς μάχης ἦν, καὶ |
| book 211a2.4 | εἰς τὴν ἰδίαν πόρρω οὖσαν ἀπιών. πρὸ Μηριόνου δὲ ἀναχωρεῖ τῆς |
| book 211a2.5 | μάχης. b(BCE3E4) |
| book 212a.1 | 〈ἦλθε〉 κατ’ ἰγνύην: ἰγνύη τὸ ὀπίσω μέρος τοῦ γόνατος, |
| book 212a.2 | παρὰ τὸ ἱκνεῖσθαι. ἦλθε δὲ ἀντὶ τοῦ ἀπηνέχθη. b(BCE3E4)T |
| book 212b.1 | {ἦλθε κατ’} ἰγνύην: Ἰωνικῶς μετέβαλε τὸν τόνον, ἐπεὶ |
| book 212b.2 | τὸ ἀκόλουθον ἴγνυά ἐστιν, ὡς Ἡρωδιανὸς ἐν τῷ ιαʹ τῆς Καθόλου (1, |
| book 212b | 303,10). A |
| book 213a.1 | 〈ἔνεικαν:〉 ὅτι ἔνεικαν εἴρηκεν ὡς βασταζομένου αὐτοῦ |
| book 213a.2 | διὰ τὸ τραῦμα. Aim |
| book 213b.1 | ἔνεικαν: τὸ οὖν „ἦλθε“ {κατ’ ἰγνύην} (Ν 212) ἀντὶ τοῦ |
| book 213b.2 | ἀπηνέχθη, ἀκύρως. T |
| book 213c.1 | ἰητροῖς: κατὰ ἔθνη γὰρ ἦσαν, ὥς πού φησιν „ἰητροὶ πο‐ |
| book 213c.2 | λυφάρμακοι“ (Π 28). T |
| book 214.1 | ἤϊεν ἐς κλισίην: ὁπλιούμενος δηλονότι. τινὲς δὲ ἐς κλισίην |
| book 214.2 | τοῦ ἑταίρου. | οἱ δὲ „ἣν ἴεν ἐς κλισίην“. T |
| book 216.1 | 〈εἰσάμενος φθογγήν:〉 νοήσας, ἐπιγνούς. Til | ἀπὸ μέ‐ |
| book 216.2 | ρους τὸ πᾶν σῶμα, b(BE3E4)T ὡς τὸ „δέμας καὶ ἀτειρέα φωνήν“ |
| book 216.3 | (Ν 45). Til |
| book 217-8.1 | ὃς πάσῃ Πλευρῶνι 〈καὶ αἰπεινῇ Καλυδῶνι / |
| book 217-8.2 | Αἰτωλοῖσιν ἄνασσε〉: Αἰτωλὸς ὁ Ἐνδυμίωνος, Ἠλεῖος τὸ γένος, |
| book 217-8.3 | Ἆπιν ἀκουσίως τὸν Φορωνέως ἀνελὼν φεύγει εἰς τὴν ἀπ’ αὐτοῦ |
| book 217-8.4 | Αἰτωλίαν προσαγορευθεῖσαν, ἴσχει δὲ παῖδα Πλευρῶνα, οὗ ἐγένοντο |
| book 217-8.5.1 | Κούρης καὶ Καλυδών, ἀφ’ ὧν αἱ πόλεις. οὕτω Δηΐμαχος (FGrHist |
| book 217-8.5.2 | 65,1). T |
| book 217a | 〈ὃς πάσῃ Πλευρῶνι:〉 ὅτι πτῶσις ἤλλακται, ἀντὶ τοῦ |
| book 217a | ὃς πάσης Πλευρῶνος. Aim |
| book 217b.1 | τὸ δὲ πάσῃ Πλευρῶνι ἀντὶ τοῦ πάσης Πλευρῶνος, | ἣν |
| book 217b.2 | ᾤκουν οἱ Ἀκαρνᾶνες. T |
| book 218.1 | Αἰτωλοῖσιν ἄνασσε: Αἰτωλὸς παῖς μὲν ἦν Ἐνδυμίωνος |
| book 218.2 | —ἐν Αἰτωλίᾳ προσηγορεύθησαν. A |
| book 219-329a1.1 | ποῦ τοι ἀπειλαί 〈/ οἴχονται—ᾗ μιν |
| book 219-329a1.2 | ἀνώγει〉: ὁ μὲν ἀκροατὴς ἀκούσας „καὶ τότε δὴ περὶ κῆρι Ποσειδάων |
| book 219-329a1.3 | ἐχολώθη“ (Ν 206) προσδοκᾷ ἀφόρητόν τινα συμβολὴν ἔσεσθαι, ὁ δὲ |
| book 219-329a1.4 | †ἄλλας† ἐπεισήγαγε, πρῶτα μὲν πεῦσιν πρὸς Ἰδομενέα (sc. Ν |
| book 219-329a1.5.1 | 219—20) κἀκείνου ἀπόκρισιν (sc. Ν 222—30), εἶτα ὁπλισμὸν Ἰδομε‐ |
| book 219-329a1.5.2 | νέως (sc. Ν 240—5) καὶ ὑπάντησιν πρὸς Μηριόνην καὶ διάλεξιν ἀμ‐ |
| book 219-329a1.5.3 | φοῖν (sc. Ν 246—94) καὶ τὸν Μηριόνην ἀναλαβόντα τὸ δόρυ (sc. Ν |
| book 219-329a1.5.4 | 295—7), εἶτα σκέψιν αὐτῶν, ποῖ χρὴ τάττεσθαι (sc. Ν 307—27). T |
| book 219-329a2.1 | ὁ μὲν ἀκροατὴς ἀκούσας τὸ „καὶ τότε δὴ περὶ κῆρι Ποσει‐ |
| book 219-329a2.2 | δάων ἐχολώθη“ προσδοκᾷ τινα συμβολὴν πολέμου γενέσθαι μεγίστην. |
| book 219-329a2.3 | ὁ δὲ ποιητὴς φιλοποίκιλος ὢν ἄλλα ἐπεισάγει, τὴν συνάντησιν αὐτοῦ, |
| book 219-329a2.4 | τὴν ἐρώτησιν καὶ ἀπόκρισιν, τὸν ὁπλισμὸν Ἰδομενέως καὶ ἕτερα. |
| book 219-329a2.5 | b(BCE3E4) |
| book 219.1 | ποῦ τοι ἀπειλαί: ποῦ ἀντὶ τοῦ πῇ, τοι ἀντὶ τοῦ δή, |
| book 219.2 | T ἀπειλαὶ αἱ καυχήσεις. b(BCE3E4)T |
| book 220 | 〈Τρωσίν:〉 κατὰ Τρώων. Til |
| book 222a.1 | ὦ Θόαν: ὅτι σὺν τῷ ν ἡ κλητική. ἡ δὲ ἀναφορὰ πρὸς τὸ |
| book 222a.2 | „ᾧ τε σύ, Κάλχαν“ (Α 86), ὅτι Ζηνόδοτος χωρὶς τοῦ ν. A |
| book 222b1.1 | νῦν αἴτιος: Ἀρίσταρχος „νῦν γ’ αἴτιοσ“, Ἀριστοφάνης |
| book 222b1.2 | „νῦν δ’ αἴτιοσ“. T |
| book 222b2 | Ἀρίσταρχος μετὰ τοῦ γ, „νῦν γ’ αἴτιοσ“. Aim |
| book 223-5.1 | 〈πάντες γὰρ〉 ἐπιστάμεθα π〈τ〉ολεμίζειν 〈/ οὔτε |
| book 223-5.2 | τινὰ δέος ἴσχει ἀκήριον οὔτε τις ὄκνῳ / εἴκων ἀνδύεται |
| book 223-5.3 | πόλεμον κακόν〉: πάντα περιέλαβεν, ἐξ ὧν ἄν τις αἰτιαθείη· ἢ γὰρ |
| book 223-5.4 | δι’ ἀπειρίαν ἢ διὰ δέος ἢ δι’ ὄκνον φεύγουσι τὰ δεινά. b(BCE3E4)T |
| book 223a1 | 〈ἐπιστάμεθα:〉 ὅτι ἐπιστάμεθα ἀντὶ τοῦ δυνάμεθα. Aint |
| book 223a2.1 | τὸ δὲ ἐπιστάμεθα ἀντὶ τοῦ δυνάμεθα· „ἐπίστατο πῆλαι |
| book 223a2.2 | Ἀχιλλεύσ“ (Π 142). T |
| book 224a1.1 | 〈οὔτε ... οὔτε:〉 ἔν τισι τῶν ἀντιγράφων διὰ τοῦ δέ, |
| book 224a1.2 | „οὐδέ“. Aint |
| book 224a2 | ἔν τισι „οὐδέ τινα“. Til |
| book 224b.1 | δέος 〈...〉 ἀκήριον: κεχωρισμένον κῆρος· „σοὶ δ’ οὐ |
| book 224b.2 | δέος ἔστ’ ἀπολέσθαι· / οὐ γάρ τοι κραδίη μενεδήϊοσ“ (Μ 246—7). T |
| book 225a1.1 | 〈ἀνδύεται:〉 οὕτως διὰ τοῦ ν ἀνδύεται αἱ Ἀριστάρ‐ |
| book 225a1.2 | χου. Aim |
| book 225a2 | τινὲς δὲ γράφουσιν „ἀδδύεται“. T |
| book 225b | ἀνδύεται: ἀπὸ τῶν ἀναδυομένων τὰ ζυγὰ ζῴων. T |
| book 226 | 〈μέλλει:〉 ὅτι ἀντὶ τοῦ ἔοικε τὸ μέλλει. Aint |
| book 227a.1 | νωνύμνους: τινὲς ἀθρηνήτους· ὕμνον γὰρ καὶ Ἀνακρέων |
| book 227a.2 | (fr. 140 P. [P.M.G. 485] = 168 G.) τὸν θρῆνόν φησιν. T |
| book 227b | 〈υἷας Ἀχαιῶν:〉 γράφεται καὶ „ἐνθάδ’ Ἀχαιούσ“. Aim |
| book 228.1 | μενεδήϊος: μένων τοὺς δηΐους. Ἑλληνικὸν δὲ τὸ φρόνημα· |
| book 228.2 | οὐ γὰρ ἀποκάμνει ταῖς τύχαις, ἀλλὰ καὶ ἄλλους προτρέπεται. b |
| book 228.3 | (BCE3E4)T |
| book 229a.1 | ὀτρύνεις: ἐνεστὼς ἀντὶ παρῳχημένου τὸ ὀτρύνεις, ὡς |
| book 229a.2 | τὸ „ζαχρηεῖς τελέθουσιν“ (Μ 347) ἀντὶ τοῦ ἐτέλεθον παρῳχημέ‐ |
| book 229a.3 | νου. AT |
| book 229b.1 | 〈ὅτε〉 μεθιέντα 〈ἴδηαι〉: γράφεται καὶ „ὅθι μεθιέντα |
| book 229b.2 | 〈ἴδηαι〉“. Aim Ζηνόδοτος δὲ „ὅτις μεθίῃσι πόνοιο“. AimT |
| book 230 | 〈μήτ’ ἀπόληγε κέλευέ τε:〉 κέλευε μὴ ἀπολήγειν. Til |
| book 233.1 | 〈κυνῶν〉 μέλπηθρα: ἐμπαίγματα, παίγνια. A b (BCE3) | |
| book 233.2 | μετὰ κόρον γὰρ σφαιρίζουσι τὰς σάρκας οἱ κύνες. λέων δὲ τὸ πᾶν |
| book 233.3 | ἐσθίει· A b (BCE3)T καὶ Κύκλωψ· „ἤσθιε δ’ ὥστε λέων“ (ι 292). |
| book 233.4 | AT |
| book 234 | 〈μεθίῃσι μάχεσθαι:〉 Ἀρίσταρχος „μεθίῃσι πόνοιο“. Til |
| book 235-6a1.1 | ταῦτα δ’ ἅμα χρή 〈/ σπεύδειν, αἴ κ’ ὄφελός τι |
| book 235-6a1.2 | γενώμεθα καὶ δύ’ ἐόντε〉: Ἑλληνικῶς πάνυ κοινοῦνται τὴν |
| book 235-6a1.3 | προθυμίαν ἑκάτεροι. τὸ δὲ καὶ δύ’ ἐόντε περιπαθῶς, ὡς τῶν ἄλλων |
| book 235-6a1.4 | ἀποκαμόντων. T |
| book 235-6a2.1 | Ἑλληνικῶς τε καὶ λίαν φιλαλλήλως εἰς προθυμίαν ἀλεί‐ |
| book 235-6a2.2 | φουσιν ἀλλήλους, ὃ χαρακτὴρ γενναίων. b(BCE3) |
| book 236a1 | σπεύδειν {αἴ κ’ ὄφελος τι}: ὅτι τὸ σπεύδειν οὐκ ἔστιν |
| book 236a1 | ἐπὶ τοῦ ταχύνειν, ἀλλ’ ἐπὶ τοῦ ἐνεργεῖν καὶ κακοπαθεῖν. A |
| book 236a2 | σπεύδειν δὲ τὸ μετὰ κακοπαθείας ἐνεργεῖν. T |
| book 236a3 | μετὰ κακοπαθείας καὶ ταλαιπωρίας ἐνεργεῖν. b(BCE3) |
| book 237a.1 | συμφερτὴ δ’ ἀρετὴ 〈πέλει ἀνδρῶν καὶ μάλα λυ‐ |
| book 237a.2 | γρῶν〉: εἰπὼν {δὲ} καὶ μάλα λυγρῶν T οὐδεμίαν καταλείπει |
| book 237a.3 | τοῖς γενναίοις πρόφασιν τοῦ μὴ ἀνδρίζεσθαι, εἴγε καὶ δειλοὶ ἀλλήλοις |
| book 237a.4 | συμφερόμενοι †ἔναρα† δρῶσιν ἔργα. εἰ δὲ καὶ μάλα λυγρῶν |
| book 237a.5.1 | συμφερτὴ γίνεται ἡ ἀρετή, πόσῳ μᾶλλον, ὅτε καὶ ἀγαθοῖς ἡμεῖς |
| book 237a.5.2 | δυνάμεθα μάχεσθαι; ἐν πᾶσιν οὖν ἄριστον ἡ κοινωνία. b(BCE3)T |
| book 237b | συμφερτὴ δ’ ἀρετὴ πέλει〈—μάλα λυγρῶν〉: |
| book 237b.1 | τὸ τῆς συναφῆς σημεῖον ὑπὸ τὰς τελευταίας δύο λέξεις θετέον· ἐξ ἀμφο‐ |
| book 237b.2 | τέρων γὰρ ἓν δηλοῦται τὸ λυγροτάτων. | πρὸς ὃ καὶ Ἀρίσταρχος |
| book 237b.3 | σημειοῦται τὸν στίχον, | ἵν’ ᾖ ὁ λόγος ‘συμφορητή τις ἀνδρῶν ἀρετὴ |
| book 237b.5 | καὶ τῶν ἀσθενεστάτων‘, οἷον οὐ μόνον κατὰ ἕνα, ἀλλὰ καὶ κατὰ πλῆθος |
| book 237b.1 | ἔστι τις ἀρετὴ νοουμένη, κἂν εἷς ἕκαστος ἀσθενὴς ᾖ καθ’ αὑτό〈ν〉. ἐὰν |
| book 237b.2 | δὲ χωρίζωμεν τὰς δύο λέξεις, εὐεμπτώτως ἕξομεν ἐπὶ τὸ ἀπεμφαῖνον, |
| book 237b.3 | 〈ὅπερ〉 ἐστὶ τοιοῦτο· ‘συμφορητή τις ἀρετὴ ἀνδρῶν ἐστι, καὶ μάλιστα |
| book 237b.4 | τῶν ἀσθενῶν‘. ὅπερ οὐκ ἔστιν. A |
| book 237c.1 | 〈συμφερτὴ δ’ ἀρετή:〉 Ζηνόδοτος καὶ Ἀριστοφάνης |
| book 237c.2 | „συμφερτὴ δὲ βίη“. Aim T |
| book 238.1 | νῶι δὲ καί κ’ ἀγαθοῖσιν 〈ἐπισταίμεσθα μάχεσθαι〉: |
| book 238.2 | τὸ φορτικὸν ἐξέφυγεν, εἰπὼν ὅτι καὶ γενναίοις ἰσόμαχοί ἐσμεν ἡμεῖς· |
| book 238.3 | ἐπιστάμεθα γὰρ ἀντὶ τοῦ δυνάμεθα. b(BCE3)T |
| book 239 | 〈πόνον ἀνδρῶν:〉 τὴν μάχην. Til |
| book 241.1 | 〈δύσετο τεύχεα καλά:〉 τραγῳδεῖ αὐτοῦ τὴν πανοπλίαν |
| book 241.2 | ὡς μέλλοντος ἀριστεύειν. Til |
| book 242-4.1 | 〈βῆ δ’ ἴμεν〉 ἀστεροπῇ ἐναλίγκιοσ〈—αὐ‐ |
| book 242-4.2 | γαί〉: πρὸς τὴν λαμπρότητα τῶν ὅπλων καὶ πρὸς τὸ τάχος τοῦ φο‐ |
| book 242-4.3 | ροῦντος ἡ ὁμοίωσις· b(BCE3E4)T τάχα δὲ καὶ πρὸς τὸ ἐπιθυμη‐ |
| book 242-4.4 | τικὸν τῶν πολεμίων· φησὶ γὰρ καὶ πολέμου πολλάκις αὐτὴν εἶναι |
| book 242-4.5 | σημεῖον. Til |
| book 243.1 | 〈χειρὶ λαβών:〉 νῦν τὴν ἀστεροπὴν (cf. Ν 242) σκεῦος |
| book 243.2 | δηλοῖ. Til |
| book 245a.1 | χαλκὸς ἔλαμπε 〈...〉 θέοντος: οὐκ, ἐπειδὴ ἔτρεχεν, |
| book 245a.2 | ἔλαμπεν, ἀλλ’ ὅτι καὶ ἔτρεχε καὶ ἔλαμπεν ὁ χαλκός, ἀστεροπῇ αὐτὸν |
| book 245a.3 | εἴκασεν. b(BCE3E4)Til |
| book 245b | περὶ στήθεσσι: Ζηνόδοτος καὶ Ἀριστοφάνης „ἐνὶ στή‐ |
| book 245b | θεσσι“ γράφουσιν. AimT |
| book 246a.1 | 〈θεράπων ἐΰς:〉 Ζηνόδοτος καὶ Ἀριστοφάνης „δουρικλυ‐ |
| book 246a.2 | τόσ“. AintT |
| book 246b1.1 | θεράπων ἐΰς {ἀντεβόλησεν}: ὁ Ἀσκαλωνίτης (p. 52 B.) |
| book 246b1.2 | φησὶν ὅτι ὁ Ἀρίσταρχος δύο ποιεῖ, θεράπων καὶ ἐΰς. τινὲς δὲ ὑφ’ ἓν |
| book 246b1.3 | ἀνέγνωσαν ὡς „Ἐτεωνεύσ“ (δ 22. ο 95). ὅτι δὲ δεῖ κατὰ διάλυσιν |
| book 246b1.4 | ἀναγινώσκειν καὶ οὐ παρωνύμῳ τύπῳ, διδαχθησόμεθα ἐξ αὐτῆς τῆς |
| book 246b1.5.1 | φωνῆς· ἐγίνετο γὰρ ἂν θεραποντεύς· ἀπὸ γὰρ γενικῶν φιλεῖ ὁ τοιοῦτος |
| book 246b1.5.2 | τύπος παράγεσθαι, εἴγε καὶ παρὰ τὴν λέοντος ὁ „Λεοντεύσ“ (Β 745 |
| book 246b1.5.3 | al.), οὐχὶ Λεωνεύς, παρά τε τὴν Αἰθίοπος „Αἰθιοπεύσ“ (cf. Α 423). A |
| book 246b2.1 | {ἐΰς θεράπων:} τινὲς ὑφ’ ἓν „θεραπωνεὺσ“ ὡς Αἰγιαλεύς, |
| book 246b2.2 | οὐχ ὑγιῶς. T |
| book 247-8.1 | μετὰ γὰρ δόρυ χάλκεον ᾔει 〈/ οἰσόμενος· τὸν δὲ |
| book 247-8.2 | προσέφη σθένος Ἰδομενῆοσ〉: μετῄει γὰρ οἰσόμενος δόρυ. σθέ‐ |
| book 247-8.3 | νος δὲ Ἰδομενῆος (248) εἶπεν, ἐπεὶ ἀριστείαν ἐπιδείξεται. T |
| book 249.1 | Μηριόνη, Μόλου υἱέ, πόδας ταχύ, φίλταθ’ ἑταί‐ |
| book 249.2 | ρων: ἐν ἑνὶ στίχῳ καὶ τῆς συγγενείας καὶ τῆς ἰσχύος καὶ τῆς φιλίας |
| book 249.3 | αὐτὸν ὑπέμνησεν. b(BCE3)T |
| book 251-2.1 | ἠέ τι βέβληαι, 〈/ ἦέ τευ ἀγγελίης μετ’ ἔμ’ ἤλυ‐ |
| book 251-2.2 | θεσ〉: εὑρεσιλογία, ὡς οὐ τέτρωται. 〈οὐκ〉 ἀπιθάνως δὲ πληγὴν (cf. |
| book 251-2.3 | 251) ἢ χρείαν ἑταίρων (cf. 252) φησὶ δεῖν ἀποσπᾶν τῆς μάχης· ἡ δὲ |
| book 251-2.4 | Ἑκάβη „ἦ μάλα δὴ τείρουσι δυσώνυμοι“ (Ζ 255). T |
| book 251a1.1 | 〈ἠέ τι βέβληαι, βέλεος δέ σε τείρει ἀκωκή:〉 |
| book 251a1.2 | ἆρα μέρος φησί τι τοῦ σώματος ἐτρώθης, καὶ ἡ ἀκίς σε τείρει; b(BCE3) |
| book 251a2 | τείρει ἀκωκή: ἡ ἀκὶς ἐν σοὶ οὖσα ἢ ἡ βολή 〈ἡ〉 ἀπὸ τῆς |
| book 251a2 | ἀκωκῆς. T |
| book 252a.1 | ἠέ τευ ἀγγελίης μετ’ ἔμ’ ἤλυθες: ἀπό τινος ἢ περί |
| book 252a.2 | τινος. τὸ δὲ μετ’ ἐμέ ἢ ἐπ’ ἐμὲ ἢ πρὸς ἐμέ. b(BCE3)T |
| book 252b | 〈ἀγγελίης:〉 ἀντὶ τοῦ ἄγγελος οὕτως ἀγγελίας. Aim |
| book 254.1 | τὸν δ’ αὖ Μηριόνης: ἔν τισι μετὰ τοῦτον φέρεται „Ἰδο‐ |
| book 254.2 | μενεῦ, Κρητῶν βουληφόρε χαλκοχιτώνων“ (= Ν 255). T |
| book 256a.1 | εἴ τί τοι ἔγχος 〈ἐνὶ κλισίῃσι〉 λέλειπται: εἶπε γὰρ |
| book 256a.2 | „ὅ οἱ κλισίηφι λέλειπτο“ (Ν 168). ἢ ἐπαινῶν διστάζει, εἰ μὴ πάντα |
| book 256a.3 | κατανάλωκε τοῖς πολεμίοις. T |
| book 256b | 〈τοί:〉 ἀντὶ τοῦ δή. Til |
| book 257a.1 | 〈οἰσόμενος· τό νυ γὰρ κατεάξαμεν, ὃ πρὶν |
| book 257a.2 | ἔχεσκον:〉 ὅτι πληθυντικῶς κατεάξαμεν, καὶ ἑνικῶς οἰσόμενος |
| book 257a.3 | καὶ ἔχεσκον. Aint |
| book 257b.1 | τό νυ γὰρ κατεάξαμεν, ὃ πρὶν ἔχεσκον: πληθυν‐ |
| book 257b.2 | τικῷ ἑνικὸν ἐπήγαγεν· A b (BCE3E4)T καὶ Εὐριπίδης Ἴωνι |
| book 257b.3 | (391)· „κωλυόμεσθα μὴ παθεῖν, ὃ βούλομαι“, AT τινὲς δὲ „κα‐ |
| book 257b.4 | τέαξα μέν“, ἵνα ᾖ ‘ὃ μὲν γὰρ εἶχον, κατέαξα‘, A b (BCE3E4)T ὡς |
| book 257b.5 | „ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν“ (Ν 814): AT ἄφαρ |
| book 257b | ἐλπίζεις πορθῆσαι (cf. Ν 813—4). T |
| book 257c.1 | 〈κατεάξαμεν:〉 Ζηνόδοτος „κατεήξαμεν“ διὰ τὸ καὶ ἐν |
| book 257c.2 | τοῖς ἔμπροσθεν (sc. Ν 166) „ὃ ξυνέηξε“ λέγειν. Aim |
| book 258 | 〈ὑπερηνορέοντος:〉 τοῦ νῦν ἀνδριζομένου. Til |
| book 259 | 〈Κρητῶν ἀγός:〉 ὁ συμμαχικὸν ἐπάγων Κρητῶν. Til |
| book 260a.1 | 〈δούρατα δ’ αἴ κ’ ἐθέλῃσθα καὶ ἓν καὶ εἴκοσι |
| book 260a.2 | δήεις:〉 οὐκ ἀπίθανον διαστέλλειν ἐπὶ τὸ ἕν πρὸς τὸ σαφές. Aim |
| book 260b1.1 | δούρατα δ’, αἴ κε θέλῃσθα, 〈καὶ ἓν καὶ εἴκοσι |
| book 260b1.2 | δήεισ〉: δούρατα δή, κἂν ἓν ζητῇς κἂν εἴκοσι θέλῃς, ὅ ἐστι πολλά. T |
| book 260b2.1 | δόρατα δέ φησιν, κἂν ἓν κἂν εἴκοσι θελήσῃς, εὑρεθήσονται. |
| book 260b2.2 | δηλοῖ δὲ διὰ τοῦ εἴκοσι τὸ πλῆθος. b (CE3) |
| book 261a1.1 | 〈ἑσταότ’ ἐν κλισίῃ πρὸσ〉 ἐνώπια 〈παμφανόων‐ |
| book 261a1.2 | τα: ἐνώπια〉 οἱ ἐναντίοι κατὰ τὰς εἰσόδους τοῖχοι. | βραχὺ δὲ δια‐ |
| book 261a1.3 | σταλτέον ἐπὶ τὸ ἐνώπια, ἵν’ ᾖ „δούρατα“ (Ν 260) παμφανόων‐ |
| book 261a1.4 | τα. τὸ δὲ αὐτὸ καὶ ἐν τῇ Θ ῥαψῳδίᾳ (435)· „ἅρματα δ’ ἔκλιναν πρὸς |
| book 261a1.5 | ἐνώπια, παμφανόωντα“. A |
| book 261a2 | οἱ δὲ „δούρατα“ παμφανόωντα. T |
| book 261b.1 | πρὸς ἐνώπια: τοὺς κατὰ τὴν εἴσοδον τοίχους ἤτοι τοὺς |
| book 261b.2 | ἀντίους τῶν εἰσόδων. οἱ δὲ τὰ πρόθυρα, δι’ ὧν εἰσβάλλει τὸ φῶς. |
| book 261b.3 | b(BCE3E4)T |
| book 262-3.1 | οὐ γὰρ ὀΐω 〈/ ἀνδρῶν δυσμενέων〉 ἑκὰς ἱστά‐ |
| book 262-3.2 | μενος 〈πολεμίζειν〉: οὐκ ἀλαζονεύεται, ἀλλ’ ἐρεθίζει αὐτὸν λε‐ |
| book 262-3.3 | ληθότως ἐπιδεικνὺς ὡς ἔστι καὶ πολεμίου δόρατι ὡπλισμένον μὴ ἀργεῖν. |
| book 262-3.4 | b(BCE3E4)T |
| book 264 | 〈δούρατά τ’ ἔστι καὶ ἀσπίδες:〉 ἀπὸ κοινοῦ, εἰσί. Til |
| book 265.1 | γανόωντες: στίλβοντες, ἀπὸ μεταφορᾶς τῆς γῆς τῆς κο‐ |
| book 265.2 | μώσης τοῖς καρποῖς. b(BCE3E4)T |
| book 267.1 | {καί τοι ἐμοὶ παρά τε} κλισίῃ: διὰ τὴν συγγένειαν καὶ |
| book 267.2 | ἀξιοπιστίαν ἔχει σκηνὴν ἰδίαν. T |
| book 268.1 | ἀλλ’ οὐ σχεδόν ἐστιν 〈ἑλέσθαι〉: δηλοῖ ὡς ἄκων ὑπο‐ |
| book 268.2 | λείπεται τῆς μάχης, ὅπου μηδὲ ἐφ’ ὃ ὥρμηται βαδίζειν θέλει. |
| book 268.3 | b(BCE3E4)T τινὲς δὲ οὕτως· οὐκ ἔστι τὰ δόρατα τῶν Τρώων κατὰ |
| book 268.4 | τῶν πλησίον ἑλέσθαι ὡς διαφορώτερα κατασκευῇ ὄντα. T |
| book 269a.1 | οὐδὲ γὰρ οὐδ’ ἐμέ φημι: τὸ ἓν οὔ περιττεύει. |
| book 269a.2 | b(BCE3)T |
| book 269b1 | λελασμένον ἔμμεναι: λελῆσθαι. T |
| book 269b2.1 | τὸ δὲ λελασμένον ἀντὶ τοῦ ἐπιλήσμονα, ἢ ἐπιλαθέσθαι. |
| book 269b2.2 | b(BCE3) |
| book 270.1 | {ἀλλὰ} μετὰ πρώτοισι: ἐν πρώτοις. b(BCE3E4)T δη‐ |
| book 270.2 | λοῖ δὲ καὶ τὸ „φέρει μετά τ’ ἤθεα καὶ νόμον ἵππων“ (Ζ 511). T δο‐ |
| book 270.3 | τέον δὲ Μηριόνῃ τὸν ἔπαινον πρὸς ἰδίαν ὠφέλειαν, b(BCE3E4)T ὡς |
| book 270.4 | καὶ Ὀδυσσεῖ ἐν Φαίαξι (sc. θ 180—1). T καὶ νῦν (sc. Ν 260—5) Ἰδομενεὺς ἀπὸ |
| book 270.5.1 | τῶν ἰδίων ἐγκωμίων προτρέπει Μηριόνην. ὁ δὲ ἀντεπεισάγει ὡς |
| book 270.5.2 | αὐτεπάγγελτός ἐστιν ἐν τῇ μάχῃ. b(BCE3E4)T |
| book 271 | 〈νεῖκος ὀρώρηται:〉 ἀλλαχοῦ „καὶ 〈εἰ〉 μέγα νεῖκος ὄρη‐ |
| book 271 | ται“ (π 98. 116). Til |
| book 275a.1 | {οἶδ’} ἀρετήν: ἀρετὴν T τὴν κατὰ τὸν πόλεμον |
| book 275a.2 | ἀνδρίαν· b(BCE3)T „υἱός θ’ υἱωνός τ’ ἀρετῆς πέρι δῆριν ἔχου‐ |
| book 275a.3 | σιν“ (ω 515). T |
| book 275b.1 | 〈ταῦτα λέγεσθαι:〉 ὅτι πρόθεσις παρεῖται καὶ ἡ πτῶσις |
| book 275b.2 | ἤλλακται, ἀντὶ τοῦ περὶ τούτων διαλέγεσθαι. Aim |
| book 275c.1 | ταῦτα λέγεσθαι: περὶ τούτων λέγειν· b(BCE3)T οὐ |
| book 275c.2 | χρῆται γὰρ τῷ λέγειν, ἀλλὰ τῷ εἰπέμεν, „εἰπέμεν Ἀτρείδῃσ“ (Η |
| book 275c.3 | 373). T |
| book 276-87.1 | εἰ γὰρ νῦν παρὰ νηυσὶ λεγοίμεθα πάντες |
| book 276-87.2 | ἄριστοι 〈/ — / οὐδέ κεν ἔνθα τεόν γε μένος καὶ χεῖρας |
| book 276-87.3 | ὄνοιτο〉: τὸ ἑξῆς ἐστιν, εἰ γὰρ νῦν λεγοίμεθα εἰς λόχον (cf. 276—7), |
| book 276-87.4 | οὐδέ κεν ἔνθα τεόν γε μένος (287). τὰ δὲ λοιπὰ διὰ μέσου πρὸς |
| book 276-87.5.1 | κατασκευὴν τοῦ δυσυπομένητον εἶναι καὶ τοῖς ἀνδρειοτάτοις τὴν |
| book 276-87.5.2 | ἐνέδραν. | ἡ διπλῆ δέ, ὅτι παραλλήλως τὸ λεγοίμεθα (276), ποτὲ |
| book 276-87.5.3 | μὲν ἐπὶ τοῦ ἀριθμοίμεθα, ποτὲ δὲ ἐπὶ τοῦ διαλεγοίμεθα. A |
| book 276.1 | λεγοίμεθα: ἀριθμοίμεθα· „ἐν δ’ ἡμέας πρώτους λέγε κήτε‐ |
| book 276.2 | σιν“ (δ 452). T |
| book 277.1 | ἐς λόχον, ἔνθα μάλιστ’ 〈ἀρετὴ διαείδεται ἀνδρῶν〉: |
| book 277.2 | ἐν μὲν γὰρ τοῖς πολέμοις ἔστι συνιδεῖν, πρὸς ποίους καὶ πόσους πολε‐ |
| book 277 | μοῦμεν, ἐν δὲ τοῖς λόχοις τὰ τοιαῦτα ἄδηλά εἰσιν. b(BCE3E4)T |
| book 278a.1 | ἔνθ’ ὅ τε δειλὸς ἀνὴρ ὅς τ’ ἄλκιμος 〈ἐξεφαάνθη〉: |
| book 278a.2 | ὑποστικτέον μετὰ τὸ ἄλκιμος· λείπει γὰρ τὸ ἐστί ῥῆμα διὰ τὸ ὅς |
| book 278a.3 | ὑποτακτικὸν ἄρθρον. A |
| book 278b.1 | ἔνθ’ ὅ τε δειλός: ὅ τε, ὅς τε. καὶ τὸ ἐναντίον „μῦθος δ’, |
| book 278b.2 | ὃς μὲν νῦν ὑγιὴς εἰρημένος 〈ἔστω〉“ (Θ 524). τὸ „ὅσ“ οὖν ἀντὶ τοῦ ὅ, |
| book 278b.3 | καὶ τὸ ἀνάπαλιν. T |
| book 279a.1 | τοῦ μὲν γάρ τε κακοῦ: τοῦ δειλοῦ· ψυχῆς γὰρ κά‐ |
| book 279a.2 | κωσις ἡ δειλία. b(BE3E4)T |
| book 279b | 〈ἄλλῃ:〉 ἄλλοτε. Til |
| book 280.1 | οὐδέ οἱ ἀτρέμας 〈ἧσθαι ἐρητύετ’ ἐν φρεσὶ θυμόσ〉: |
| book 280.2 | τὸ ἑξῆς· οὐδέ οἱ ἐρητύετ’ ἐν φρεσὶ θυμὸς ὥστε ἀτρέμας |
| book 280.3 | ἧσθαι. T |
| book 281a.1 | ἀλλὰ μετοκλάζει καὶ ἐπ’ ἀμφοτέρους πόδας ἵζει: |
| book 281a.2 | ἐξηγεῖται τὸ μετοκλάζει. ἀκόπως δὲ τὸ σχῆμα τοῦ ἀποδειλιῶντος |
| book 281a.3 | ἐσήμανε καὶ συμμεταβάλλοντος τὸ σῶμα ταῖς τῆς ψυχῆς μεταβολαῖς. |
| book 281a.4 | ἐζωγράφησε δὲ τὸν δειλὸν καὶ τὸν ἰσχυρόν, παρακαλῶν ἡμᾶς εἰς |
| book 281a.5 | ἀλκήν. b(BCE3E4)T |
| book 281b.1 | {ἀλλὰ} μετοκλάζει: ὀκλάζων μετακαθέζεται ὁ δειλός. |
| book 281b.2 | ἐὰν δὲ ὁ θυμὸς ὀκλάζειν ποιῇ, οὐδὲ τὰ σκέλη περιπλέκει. b(BCE3E4)T |
| book 281b.1 | μετοκλάζει: μετακαθίζει ἐπ’ ἀμφοτέρους—μετακαθ‐ |
| book 281b.2 | ίζων. A |
| book 282-3.1 | πάταγος (283): κτύπος. | πατάσσει (282) οὖν κτυπεῖ |
| book 282-3.2 | —φόβου. A |
| book 283 | 〈κῆρας ὀϊομένῳ:〉 πολλοὺς θανάτους ὑπονοοῦντι. b |
| book 283 | (BCE3)Til |
| book 284a.1 | τοῦ δ’ ἀγαθοῦ: σημαίνει ἡ λέξις καὶ ‘πλουσίου‘· „τοῖς |
| book 284a.2 | ἀγαθοῖσ〈ι〉 παραδρώωσι χέρηεσ“ (ο 324). νῦν δὲ τὸν ἀνδρεῖον λέγει |
| book 284a.3 | καὶ τολμητίαν. T |
| book 284b.1 | οὔτε τι λίην: οὐδὲ ὅλως, b(BCE3E4)T ὡς καὶ |
| book 284b.2 | „οὐδ’ ὅ γε πάμπαν / ἤθελε λαὸν ὀλέσθαι“ (Ν 348—9). T ἢ ὅτι τὸ |
| book 284b.3 | μηδὲ ὅλως φοβεῖσθαι ἀναισθησία, ἡ δὲ ἀρετὴ μεσότης ἐστίν, οὐκ |
| book 284b.4 | ἀκρότης. b(BCE3E4)T |
| book 285 | 〈πρῶτον:〉 ἅπαξ. Til |
| book 286.1 | 〈ἀρᾶται δὲ τάχιστα μιγήμεναι ἐν δαῒ λυγρῇ:〉 καὶ |
| book 286.2 | ἐπὶ Νεοπτολέμου „ἱππόθεν ἐξίμεναι“ (λ 531). Til |
| book 287a1.1 | 〈τεόν γε:〉 οὕτως διὰ τοῦ γέ συνδέσμου αἱ Ἀριστάρ‐ |
| book 287a1.2 | χου. Aint |
| book 287a2 | τινὲς δὲ τεόν γε. T |
| book 287b | τεόν γε: τοῦ θαρσαλέου δηλονότι. b(BCE3)T |
| book 287c1 | 〈ὄνοιτο:〉 ὅτι ἐλλείπει τὸ τίς, ὄνοιτό τις. Aim |
| book 287c2 | λείπει τὸ τίς. b(BCE3)Til |
| book 288a.1 | 〈βλεῖο ... ἠὲ τυπείης:〉 ὅτι διέσταλκε τὸ βαλεῖν καὶ |
| book 288a.2 | τύψαι. Aint |
| book 288b.1 | {εἴπερ γάρ κε} βλεῖο: βλεῖο βληθείης. | ἔστι δὲ ἀκόλουθον |
| book 288b.2 | μετοχῇ τῇ βλέμενος. κέχρηται Ἐπίχαρμος (fr. 219 K.) καὶ τῷ ἐνερ‐ |
| book 288b.3 | γητικῷ· „αἴ κά τυ βλείης σφενδόνᾳ“. ὡς οὖν θέμενος θεῖο, οὕτω βλέ‐ |
| book 288b | μενος βλεῖο, τὸ δὲ βλείης τῇ βλείς παράκειται. A |
| book 289-91.1 | οὐκ ἂν ἐν αὐχέν’ ὄπισθε〈—ὀαριστύν〉: καὶ |
| book 289-91.2 | ὁ Λυσίας (fr. 47 Th.) τὸν Ἰφικράτην ποιεῖ λέγοντα· „τραύματα |
| book 289-91.3 | ἔχων οὐχ ἑτέρων ἐπ’ ἐμὲ ἐρχομένων, ἀλλ’ αὐτὸς ἐπιών“. †ἀνδρογύης |
| book 289-91.4 | „καὶ ἐτ’† ὀλίγα τραύματ’ ἐξόπισθ’ ἔχων, / τῆς δειλίας σημεῖα κοὐχὶ |
| book 289-91.5.1 | τοῦ θράσουσ“ (T.G.F. fr. ad. 450 N.2; Eupolis fr. 41 K.; Men. fr. |
| book 289-91.5.2 | 942 Koe.). T |
| book 289a1.1 | 〈οὐκ ἄν:〉 οὕτως Ἀρίσταρχος οὐκ ἄν, διὰ τοῦ α. αἱ δὲ |
| book 289a1.2 | κοιναὶ „οὔ κεν“. Aim |
| book 289a2 | οὕτως Ἀρίσταρχος, τινὲς δὲ „οὔ κεν“. Til |
| book 291.1 | προμάχων ὀαριστύν: τὴν μάχην μεταφορικῶς· κυρίως |
| book 291.2 | γὰρ ὀαρίζειν τὸ διδόναι τι καὶ λαμβάνειν καὶ ὁμιλεῖν. b(BCE3E4)T |
| book 291.3 | ἀντικαταλ〈λ〉άσσονται δὲ σφαγάς. οἱ δὲ ἀριστύν, καὶ ὡς ὀτρυγηφά‐ |
| book 291.4 | γος, ὀδάξ, ὀκλάξ, ὀτλάς. T |
| book 292.1 | 〈νηπύτιοι:〉 πνυτὸν γὰρ τὸν φρόνιμον ἔλεγον· b(BCE3) |
| book 292.2 | Til ὅθεν καὶ τοῦτο μετὰ τοῦ νη στερητικοῦ καὶ τῆς ἀποβολῆς τοῦ |
| book 292.3 | ν. b(BCE3) |
| book 297 | 〈μέγα πτολέμοιο μεμηλώς:〉 πολλὴν φροντίδα μάχης |
| book 297 | ἔχων. b(BCE3)Til |
| book 298-300.1 | οἷος δὲ βροτολοιγὸς Ἄρησ〈—ἕσπετο〉: |
| book 298-300.2 | ἐμφερεστάτη ἡ εἰκών· δύο γὰρ δυσὶν ἀπείκασε πολεμικοῖς δαίμοσιν. |
| book 298-300.3 | ἅμα δὲ καὶ τὴν τάξιν διὰ τῆς εἰκόνος τετήρηκεν· ὡς γὰρ ὁ υἱὸς τῷ |
| book 298-300.4 | πατρὶ ἕπεται, οὕτω καὶ ὁ Μηριόνης τῷ φίλῳ, νεώτερος πρεσβυτέρῳ |
| book 298-300.5 | καὶ τὴν τοῦ θεράποντος χώραν ἔχων. b(BCE3E4)T |
| book 298a.1 | 〈πόλεμον δὲ μέτεισιν:〉 ἢ τὸ δέ περισσὸν ἢ τὸ μετά, |
| book 298a.2 | ἵν’ ᾖ ‘πόλεμον δὲ εἶσι‘. b(BCE3E4)T |
| book 298b | 〈μέτεισι:〉 οὕτω μετὰ τῆς μετά προθέσεως, μέτεισι. Aim |
| book 299a.1 | τῷ δὲ Φόβος φίλος υἱός: ὅτι ῥητῶς Ἄρεως υἱὸς Φό‐ |
| book 299a.2 | βος. ἡ δὲ ἀναφορὰ πρὸς τὴν ἀμφιβολίαν τοῦ „καί ῥ’ ἵππους κέλετο |
| book 299a.3 | Δεῖμόν τε Φόβον τε 〈/ ζευγνύμεν〉“ (Ο 119—20). A |
| book 299b.1 | 〈τῷ δὲ Φόβος φίλος υἱός:〉 πῶς οὖν Ἀντίμαχος (fr. |
| book 299b.2 | 37 W.) τὸν Φόβον ἵππον Ἄρεός φησι; „καί ῥ’ ἵππους κέλετο Δεῖμόν |
| book 299b.3 | τε Φόβον τε / ζευγνύμεν“ (Ο 119—20). Til |
| book 299-300a1.1 | τῷ δὲ Φόβος φίλος υἱὸσ〈— / ἕσπετο〉: |
| book 299-300a1.2 | ἀεὶ Ἐνυαλίῳ ἀτάλαντον αὐτὸν λέγων (sc. Β 651 al.) νῦν τὴν δευτέραν |
| book 299-300a1.3 | ἀπέδωκεν αὐτῷ τάξιν, ἐπεὶ σὺν τῷ Ἰδομενεῖ αὐτῷ ἐστιν. T |
| book 299-300a2.1 | ἀεὶ Ἐνυαλίῳ τὸν Μηριόνην εἰκάζων νῦν τὴν δευτέραν |
| book 299-300a2.2 | ἀπένειμεν αὐτῷ τάξιν διὰ τὸ σὺν Ἰδομενεῖ εἶναι. b(BCE3E4) |
| book 299-300b | ἅμα κρατερὸς καὶ ἀταρβής / ἕσπετο, 〈ὅς τ’ ἐφό‐ |
| book 299-300b.1 | βησε ταλάφρονά περ πολεμιστήν〉: ἅμα ἕσπετο ὡς τὸ „ἅμ’ |
| book 299-300b.2 | ἑσπόμεθα“ (Α 158). ἀκολουθεῖ δὲ τῷ Ἄρει ὡς ἡνίοχος· οὐ γὰρ δια‐ |
| book 299-300b.3 | φόρους ἀρετὰς καταλέγει. τὸ δὲ ταλάφρονα (300) οἱ μὲν ἀπὸ τοῦ |
| book 299-300b.5.1 | ταλῶ, ὅθεν τὸ ταλάσ〈σ〉ω, οἱ δὲ ὡς ταλαπείριος. τινὲς δὲ παράγωγόν |
| book 299-300b.5.2 | φασι καὶ μὴ ἐγκεῖσθαι τὴν φρένα. T |
| book 301a1.1 | 〈ἐκ Θρῄκης:〉 ὅτι ἐνταῦθα διετέλουν. ἢ ὡς 〈τῶν〉 Θρᾳ‐ |
| book 301a1.2 | κῶν μαχομένων τούτοις ἀεί. Til |
| book 301a2.1 | ὅτι παρ’ αὐτοῖς μᾶλλον τιμῶνται καὶ διατρίβουσιν. |
| book 301a2.2 | b(BCE3) |
| book 301b.1 | Ἐφύρους: ὅτι πόλις ἐστὶν ἐπὶ Θεσπρωτίας ἡ Ἔφυρα, |
| book 301b.2 | ἀφ’ ἧς Ἔφυροι οἱ κατοικοῦντες λέγονται. λέγει δέ ποτε (sc. Ζ 152. 210) |
| book 301b.3 | καὶ τὴν Κόρινθον Ἔφυραν, ἐξ ἡρωϊκοῦ προσώπου. | ἰστέον δὲ ὅτι |
| book 301b.4 | Ἔφυραι τέσσαρές εἰσι—ὡς Ἀπολλόδωρος ἱστορεῖ (FGrHist |
| book 301b.5 | 244, 179). A |
| book 301c.1 | Ἐφύρους: οἱ μὲν Θεσπρωτοὺς ἐξ Ἐφύρης ἀνελθόντας· |
| book 301c.2 | μάχιμοι γὰρ οὗτοι καὶ δραστήριοι. b(BCE3)T οἱ δὲ Κραννω‐ |
| book 301c.3 | νίους. T |
| book 302a | Φλεγύας μεγαλήτορας: οἱ μὲν Γυρτωνίους, b(BCE3)T |
| book 302a.1 | οἱ δὲ τοὺς ἐνοικοῦντας τὴν Δαυλίδα τῆς Φωκίδος, οὓς μεγαλήτο‐ |
| book 302a.2 | ρας †οἷον ἰδεῖν ὀρέκτας† φησὶ διὰ τὸ πεπορθηκέναι τὸν ἐν Πυθοῖ |
| book 302a.3 | ναόν. καὶ Φερεκύδης (FGrHist 3, 41 d) δὲ ἱστορεῖ περὶ τῶν Φλεγυῶν· |
| book 302a.5.1 | καὶ γὰρ αὐτὰς τὰς Θήβας ὑπ’ Ἀμφίονος καὶ Ζήθου διὰ τοῦτο τε‐ |
| book 302a.5.2 | τειχίσθαι, διὰ τὸ δέος τῶν Φλεγυῶν. μετὰ δὲ ταῦτα τὰς Θήβας ὑπ’ |
| book 302a.5.3 | αὐτῶν αἱρεθῆναι Εὐρυμάχου βασιλεύοντος, καὶ ἔρημον γενέσθαι τὴν |
| book 302a.5.4 | πόλιν μέχρι τῆς Κάδμου ἀφίξεως. ἐπὶ πλεῖον δὲ περὶ αὐτῶν διείλεκται |
| book 302a.5.5 | Ἔφορος ἀποδεικνὺς ὅτι τὴν Δαυλίδα καὶ οὐ τὴν Γυρτῶνα ᾤκησαν· |
| book 302a.10.1 | ὅθεν καὶ παρὰ Φωκεῦσι τὸ ὑβρίζειν φλεγυᾶν λέγεσθαι. ἔστι δὲ ταῦτα |
| book 302a.10.2 | ἐν τῇ τριακοστῇ τῇ Δημοφίλου (FGrHist 70, 93). πάλαι δὲ διεφέροντο |
| book 302a.10.3 | Φωκεῖς πρὸς Θεσσαλούς· διὸ καὶ τὰς Θερμοπύλας ᾤκησαν Φωκεῖς· |
| book 302a.10.4 | εἴσοδον γὰρ ἔχουσιν ἀπὸ Θεσσαλίας. T |
| book 302b.1 | ἄλλως· Φλεγύαι ἔθνος βίαιον περὶ τὴν Γυρτῶνα, οἳ Θη‐ |
| book 302b.2 | βαίοις ἐπιχειρήσαντες ὑπὸ Ἀπόλλωνος κατεταρταρώθησαν. T |
| book 302b.1 | {ἠὲ μετα} Φλεγύας μεγαλήτορας: Φλεγύαι Γόρτυναν |
| book 302b.2 | κατοικοῦντες—διεφθάρησαν. | οὗτοι δὲ ἐνέπρησαν καὶ τὸν ἐν |
| book 302b.5.1 | Δελφοῖς ναὸν τοῦ Ἀπόλλωνος. | ἡ ἱστορία παρὰ Φερεκύδει (FGrHist |
| book 302b.5.2 | 3, 41 e). A |
| book 303.1 | ἑτέροισι δὲ κῦδος ἔδωκαν: ἐξηγεῖται τὴν „ἑτεραλκέα |
| book 303.2 | νίκην“ (Η 26). T |
| book 306a1.1 | 〈τὸν καὶ Μηριόνης:〉 ὅτι περισσὸς ὁ καί σύνδεσμος. |
| book 306a1.2 | Aim |
| book 306a2 | πλεονάζει ὁ καί. Til |
| book 307a | 〈Δευκαλίδη:〉 ἀπὸ τοῦ Δευκαλιωνίδη συνεκόπη. b(BCE3) |
| book 307a | Til οἱ δὲ ἀπὸ τοῦ Δεύκαλος. Til |
| book 307b | Δευκαλίδη: Δευκαλίωνος παῖ. | γίνονται δὲ ἐκ Πύρ〈ρ〉ας |
| book 307b.1 | καὶ Δευκαλίωνος, ὥς φησιν Ἀπολλόδωρος (bibl. 1, 49), „παῖδες Ἕλ‐ |
| book 307b.2 | λην μὲν πρῶτος, ὃν ἐκ Διὸς γεγεννῆσθαι ἔνιοι λέγουσιν, δεύτερος δὲ |
| book 307b.3 | Ἀμφικτύων ὁ μετὰ Κραναὸν βασιλεύσας τῆς Ἀττικῆς, θυγάτηρ δὲ |
| book 307b.5 | Πρωτογένεια, ἐξ ἧς καὶ Διὸς Ἀέθλιοσ“. A |
| book 307-9a1.1 | πῇ τ’ ἂρ μέμονασ〈— / ἦ ἐπ’ ἀριστερόφιν〉: |
| book 307-9a1.2 | εἰς ποῖον ὅμιλον καταδῦναι, τὸν δεξιὸν ἢ τὸν ἀριστερόν; ποῦ |
| book 307-9a1.3 | μάλιστα χρεία συμμαχίας; τὸ δὲ δεξιόφιν (308) ἀντὶ τοῦ τὸν δεξιόν, |
| book 307-9a1.4 | ὡς τὸ „ἀγέληφι μετελθών“ (Π 487), ἐπ’ ἀγέλην ἐλθών. τινὲς δὲ τὸν |
| book 307-9a1.5.1 | η 〈δεύτερον καὶ〉 τρίτον περιέσπασαν· διαπορητικὸς γάρ ἐστιν. ἢ |
| book 307-9a1.5.2 | ἐπὶ δεξιόφιν (308) ἑξῆς τοῖς βασιλεῦσιν ἀμείβει τὰς τάξεις· λέγει |
| book 307-9a1.5.3 | οὖν οὐ τῆς νεωλκίας, ἀλλὰ τῆς παρούσης μάχης. T |
| book 307-9a2 | τὸ δὲ πῇ (307) ἀντὶ τοῦ ποῦ. b(BCE3) |
| book 308-9.1 | 〈ἢ ἐπὶ δεξιόφιν .../ ἢ ἐπ’ ἀριστερόφιν:〉 ἀντὶ τοῦ |
| book 308-9.2 | εἰς ἑκάτερα τὰ μέρη. Aint |
| book 308.1 | ἢ ἀνὰ μέσ〈σ〉ους: τῶν μαχομένων· οὐ γὰρ 〈ἐν〉 ταῖς |
| book 308.2 | Ὀδυσσέως ναυσίν. Til |
| book 309-10.1 | ἐπεὶ οὔ ποθι〈—Ἀχαιούσ〉: οὐδαμοῦ τοσοῦ‐ |
| book 309-10.2 | τον οἴομαι ἐνδεεῖς εἶναι τῶν βοηθησόντων Ἀχαιούς, ὅσον ἐπὶ τὰ |
| book 309-10.3 | ἀριστερά· ἐκεῖ γὰρ ἐρράγη τὸ τεῖχος, καὶ ὁ Ἕκτωρ „μάχης ἐπ’ |
| book 309-10 | ἀριστερὰ μάρνατο πάσησ“ (Λ 498). b(BCE3E4)T |
| book 309 | 〈οὔ ποθι:〉 τινὲς δὲ „οὔ πού τε“. Til |
| book 313-4.1 | Τεῦκρός θ’, ὃς ἄριστος 〈Ἀχαιῶν / τοξοσύνῃ〉: |
| book 313-4.2 | καὶ πῶς φησιν „οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο“ (θ 219); οὔπω |
| book 313-4.3 | γὰρ ἦν ἥκων ἐκ Λήμνου. T |
| book 314.1 | καὶ ἐν σταδίῃ 〈ὑσμίνῃ〉: καὶ τὸ δόρυ παρὰ Θεσσαλοῖς |
| book 314.2 | στάδιον. T |
| book 315a.1 | οἵ μιν ἅδην ἐλόωσι: κατ’ ἔνια τῶν ὑπομνημάτων „οἵ |
| book 315a.2 | μιν ἄδην ἑάσουσιν“, ὅ ἐστι κορέσουσιν. καὶ ἐπὶ τοῦ Ποσειδῶνος „ἀλλ’ |
| book 315a.3 | ἔτι μέν μίν φημι ἅδην ἐλάαν κακότητοσ“ (ε 290) διὰ τῶν δύο αα παρέ‐ |
| book 315a.4 | κειτο „ἑάαν“. μαρτυρεῖ καὶ τὸ „ἄσειν ἐν Τροίῃ ταχέας κύνασ“ (Λ 818). |
| book 315a.5 | οὕτως Ἀρίσταρχος. A |
| book 315b.1 | ἅδην ἐλόωσι καὶ ἐσσύμενον πολέμοιο: ἤτοι συν‐ |
| book 315b.2 | απτέον ἐσσύμενον πολέμοιο ἀντὶ τοῦ ὡρμημένον εἰς τὸν πόλε‐ |
| book 315b.3 | μον, ἢ τὸ ἑξῆς ἐστιν ἐλόωσι πολέμοιο, καθὸ διασταλήσεται βραχὺ |
| book 315b.4 | τὸ ἐσσύμενον ἀπὸ τοῦ πολέμοιο. | ἡ διπλῆ δέ, ὅτι Ζηνόδοτος |
| book 315b.5.1 | ἀγνοήσας τὸ σημαινόμενον πεποίηκε „καὶ ἐσσύμενον πολεμίζειν“. |
| book 315b.5.2 | ἔστι δὲ τὸ ἅδην ἐλόωσιν ἀντὶ τοῦ κορεσθῆναι αὐτὸν ποιήσουσι |
| book 315b.5.3 | τοῦ πολέμου, καίπερ προθυμίαν ἔχοντα. A |
| book 315-7a1 | ἄδην ἐλόωσι〈— / αἰπύ οἱ ἐσσεῖται〉: λίαν |
| book 315-7a1.1 | κορέσουσι, ὡς „ἄδην ἐλάαν κακότητοσ“ (ε 290). οἱ δὲ ἄδην ἐσ〈σ〉ύ‐ |
| book 315-7a1.2 | μενον. οἱ δὲ „ἀάσωσι“ παρὰ τὸ ἄσην ἐμποιεῖν. τὸ δὲ αἰπύ (317) |
| book 315-7a1.3 | ἀντὶ τοῦ δύσβατον, χαλεπόν, δεινόν· „σοφίαι μέν / αἰπειναί“ Πίνδα‐ |
| book 315-7a1.5.1 | ρος (Ol. 9, 107—8). τὸ δὲ ἐσ〈σ〉εῖται (317) ἐάν ἐστι Δώριον, παρ‐ |
| book 315-7a1.5.2 | οξύνεται, ἐὰν δὲ Ἀττικόν, προπερισπᾶται. τὸ δὲ †ἐσύμενον† (315) |
| book 315-7a1.5.3 | ἀντὶ τοῦ ἐφιέμενον. ἄδην (315) δὲ παρὰ τὸ ἄδος, ὅ ἐστι πλησμονή. T |
| book 315-7a2.1 | λίαν ἀπελάσουσι. γίνεται δὲ τὸ ἄδην παρὰ τὸ ἄδος, ὃ |
| book 315-7a2.2 | δηλοῖ τὸ πλῆθος. ἐσσύμενον δὲ τὸ ἐφιέμενον. b(BCE3E4) |
| book 315-7a3 | δύσβατον. Til |
| book 317.1 | αἰπύ οἱ ἐσσεῖται 〈μάλα περ μεμαῶτι μάχεσθαι〉: |
| book 317.2 | ὅτι αἰπύ μεταφορικῶς ἀντὶ τοῦ δυσπρόσβατον, δυσχερές. καὶ ὅτι |
| book 317.3 | ὁ πέρ σύνδεσμος περισσός. A |
| book 318a1 | 〈κείνων:〉 οὕτως πληθυντικῶς αἱ Ἀριστάρχου. Aint |
| book 318b1.1 | 〈ἀάπτους:〉 Ἀρίσταρχος „ἀέπτουσ“, ἄλλοι δὲ ἀά‐ |
| book 318b1.2 | πτους. Aim |
| book 318a2/b2.1 | {κείνων νικήσαντι:} Ἀρίσταρχος κείνων. | τὸ ἀά‐ |
| book 318a2/b2.2 | πτους διὰ τοῦ α. T |
| book 319-20.1 | 〈ὅ〉τε μὴ αὐτός γε Κρονίων 〈/ ἐμβάλοι— |
| book 319-20.2 | θοῇσιν〉: τὸ τῆς Ἀδραστείας οὖν δείκνυται, ἐν οἷς βεβίασται ὑπὸ τοῦ |
| book 319-20 | Ἕκτορος. T |
| book 321a1.1 | ἀνδρὶ δέ κ’ οὐκ εἴξειε 〈μέγας Τελαμώνιος Αἴασ〉: |
| book 321a1.2 | τίς ἂν οὖν εἴη ὁ Αἴας ὑπὸ τῶν ἐφαμίλ〈λ〉ων ἐπαινούμενος; T |
| book 321a2.1 | ὄντως μέγας ὁ Αἴας ἐστί, καὶ ὑπ’ αὐτῶν ἐπαινεῖται διὰ |
| book 321a2.2 | τὴν ἀνδρίαν. b(BCE3) |
| book 322.1 | ὃς θνητός τ’ εἴη καὶ ἔδοι Δημήτερος ἀκτήν: πολλά‐ |
| book 322.2 | κις γὰρ θεοὶ ἀνδράσιν ὁμοιοῦνται· διὸ προσέθηκε τὸ καὶ ἔδοι Δη‐ |
| book 322.3 | μήτερος ἀκτήν. ἀκτὴν δὲ τὸ κλώμενον ἢ τὸ προηγμένον καὶ |
| book 322.4 | προτιμηθὲν τῶν ἄλλων. b(BCE3E4)T |
| book 324-5.1 | οὐδ’ ἂν Ἀχιλλῆϊ 〈ῥηξήνορι〉 χωρήσειεν 〈/ ἔν γ’ |
| book 324-5.2 | αὐτοσταδίῃ〉: θέλει λέγειν ὅτι τὸ βίαιον Ἀχιλλέως μόνον Αἴας ὑπο‐ |
| book 324-5.3 | μείνειεν. φιλοτιμεῖται δὲ ἀεὶ τὴν μνήμην Ἀχιλλέως. b(BCE3E4)T |
| book 325.1 | ποσὶ δ’ οὔ πως ἔστιν ἐρίζειν: καὶ δικαίως, ὡς πρε‐ |
| book 325.2 | σβύτερος. ἡ δὲ τοῦ τάχους ὑπεξαίρεσις καὶ τὸ τῆς ἀλκῆς πιστὸν ὑπο‐ |
| book 325.3 | φαίνει. b(BCE3E4)T |
| book 326a.1 | νῶϊν δ’ ὧδ’ ἐπ’ ἀριστερά: ὅτι τὸ νῶϊν δύο πτώσεις |
| book 326a.2 | σημαίνει, γενικὴν καὶ δοτικήν, ἡμῶν καὶ ἡμῖν. νῦν δὲ κεῖται ἀντὶ τοῦ |
| book 326a.3 | ἡμῶν ἐπ’ ἀριστερά. A |
| book 326b.1 | ὧδε: οὕτως ὡς ἔχεις ὁρμῆς. ἔχε δὲ πορεύου, b(BCE3E4) |
| book 326b.2 | T „τῇ ῥ’ εἶχεν Μενέλαοσ“ (Ψ 422). T |
| book 326c.1 | 〈νῶϊν δ’〉 ὧδ’ 〈ἐπ’ ἀριστέρ’〉 ἔχε 〈στρατοῦ〉: λείπει |
| book 326c.2 | τὴν ὁρμήν. τινὲς δέ, ἐπὶ τὰ ἀριστερὰ ἡμῶν μέρη τοῦ στρατοῦ πορεύου. |
| book 326c | T |
| book 326-7.1 | ὄφρα 〈τάχιστα /〉 εἴδομεν: οὐδέποτε τὸ περισπώ‐ |
| book 326-7.2 | μενον ὑποτακτικὸν συστέλλει. T |
| book 327a.1 | εἴδομεν ἠέ τῳ εὖχος 〈ὀρέξομεν ἦέ τις ἡμῖν〉: ὅτι |
| book 327a.2 | ἔξωθεν συνυπακοῦσαι δεῖ ὀρέξει, ἤ τις ἡμῖν ὀρέξῃ. | ὅλον δὲ συνα‐ |
| book 327a.3 | πτέον τὸν στίχον· ὁ γὰρ λόγος· ἵνα ταχέως ἐπιγνῶμεν, πότερον |
| book 327a.4 | καύχησιν ἑτέρῳ δώσομεν ἢ ἕτερος ἡμῖν. A |
| book 327b.1 | 〈ἠέ τῳ εὖχος ὀρέξομεν ἦέ τις ἡμῖν:〉 ἀπὸ κοινοῦ |
| book 327b.2 | 〈τὸ〉 ὀρέξει. Til |
| book 329.1 | ἦρχ’ ἴμεν: θαυμάσια τὰ ἤθη· παρὸν γὰρ αὐτοῖς ἡσυχάζειν |
| book 329.2 | ταττομένοις συνήθως, τὸ κοινῇ λυσιτελοῦν τοῦ ἰδίᾳ προκρίνουσιν. |
| book 329.3 | b(BCE3E4)T |
| book 331.1 | 〈σὺν ἔντεσι δαιδαλέοισι:〉 ἐν ἄλλῳ „σὺν ἔντεσι μαρμαί‐ |
| book 331.2 | ροντασ“. Aim |
| book 332 | 〈κεκλόμενοι:〉 ἀναδιπλασιασμὸς Αἰολικός. Til |
| book 333a.1 | τῶν δ’ ὁμὸν ἵστατο νεῖκος: ἰσοβαρές, τῶν περὶ Ἰδο‐ |
| book 333a.2 | μενέα †τῶν Τρώων. b(BCE3E4)T | τινὲς δὲ „ὁμόσε“. T |
| book 333b | πρυμνῇσι: ἐσχάταις. b(BCE3E4)Til |
| book 334a.1 | ὑπὸ λιγέων ἀνέμων: τῶν ἐτησίων· οὗτοι γὰρ θέρους |
| book 334a.2 | πνέουσιν, ὅτε κόνις ἐστίν. εἰκότως δὲ λιγεῖς εἴρηνται· κατὰ λεπτοῦ γὰρ |
| book 334a.3 | πνέοντες ἀέρος ὑποσυρίττουσιν. b(BCE3E4)T |
| book 334b | 〈λιγέων:〉 ταχὺ πνεόντων. Aim |
| book 335 | 〈ὅτε τε πλείστη κόνις ἀμφὶ κελεύθους:〉 ψαφαρὰ γάρ |
| book 335 | ἐστιν ἡ γῆ διὰ τὴν ἔκκαυσιν τοῦ κυνός. b(BCE3E4)T |
| book 336a1.1 | 〈οἵ τ’ ἄμυδις κονίης μεγάλην ἱστᾶσιν ὁμίχλην:〉 |
| book 336a1.2 | λείπει τὸ πνέοντες, ἵν’ ᾖ· οἳ ὁμοῦ πνέοντες ὑποσύρουσι τὴν κόνιν, δι’ |
| book 336a1.3 | ἧς ὁμίχλη μεγίστη γίνεται. b(BCE3E4) |
| book 336a2.1 | {οἵ τ’ ἄμυδις:} †ἢ† ὁμοῦ πνέοντες †ὑποσυρίζουσι† κόνιν, |
| book 336a2.2 | δι’ ἧς ὁμίχλην ποιοῦσιν. T |
| book 337.1 | ὣς ἄρα τῶν ὁμός’ ἦλθε μάχη: τὸ συμπεφυρμένον αὐ‐ |
| book 337.2 | τῶν εἴκασε τῇ ὑπὸ τῶν ἀνέμων μιχθείσῃ κόνει. b(BCE3E4)T τὸ |
| book 337.3 | δὲ ὁμόσε Ἀττικοὶ ἐπὶ πολεμικῆς παρασκευῆς φασιν. T |
| book 339a.1 | ἔφριξεν δὲ μάχη 〈φθισίμβροτος ἐγχείῃσι〉: ἐγγὺς |
| book 339a.2 | παραβολῆς ἡ μεταφορά. ἐν βραχεῖ δὲ τὸ μετέωρον τῶν δοράτων καὶ |
| book 339a.3 | τὴν κίνησιν δηλοῖ· b(BCE3E4)T ὅμοιον γάρ τι τῇ τῶν σταχύων |
| book 339a.4 | κινήσει γέγονεν. T |
| book 339b.1 | ἔφριξεν δὲ μάχη 〈φθισίμβροτος ἐγχείῃσι〉: ποιη‐ |
| book 339b.2 | τικῶς ἔφη φρίττειν τὴν μάχην διὰ τῆς ἀνατάσεως τῶν δοράτων. |
| book 339b.3 | b(BCE3E4)T |
| book 339c.1 | 〈ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείῃσι:〉 ὠρ‐ |
| book 339c.2 | θώθη τῆς μάχης τὰ δόρατα. A |
| book 340a1.1 | ταμεσίχροας: ποιητικῶς ἀνέπτυξεν τὸ τμησίχροας. | ἢ |
| book 340a1.2 | ἀπὸ τοῦ ταμέσω. T |
| book 340a2.1 | ταμεσίχροας: τμητικὰς τοῦ χρωτός, παρὰ τὸ ταμῶ |
| book 340a2.2 | ῥῆμα, οὗ 〈ὁ〉 μέλλων ταμέσω. | ἢ ἀνέπτυξε ποιητικῶς τὸ τμησίχρο‐ |
| book 340a2.3 | ας. A |
| book 340-2 | ὄσσε δ’ ἄμερδεν 〈/ αὐγὴ χαλκείη—σακέων |
| book 340-2.1 | τε φαεινῶν〉: χαρίεν καὶ τὸ ποικίλως τὴν κατ’ εἶδος διαφορὰν |
| book 340-2.2 | φράζειν, τὰς μὲν κόρυθας λαμπομένας, τοὺς δὲ θώρακας νεοσμήκτους |
| book 340-2.3 | καὶ φαεινὰς τὰς ἀσπίδας. διδάσκει οὖν ἐπιμελεῖσθαι τῆς λαμπηδόνος |
| book 340-2.5.1 | τῶν ὅπλων. b(BCE3E4)T ἄμερδεν (340) δὲ ἀντὶ τοῦ T ἐστέ‐ |
| book 340-2.5.2 | ρισκε τοῦ ὁρᾶν. b(BCE3)T |
| book 341.1 | αὐγὴ χαλκείη: τολμηρόν· οὐ γὰρ εἶπεν ‘ἡ ἀπὸ τοῦ χαλ‐ |
| book 341.2 | κοῦ αὐγή‘. μονονουχὶ οὖν ἐφλόγωσε τὰ ὅπλα, ἡλίου λαμπηδόνα αὐ‐ |
| book 341.3 | τοῖς μαρτυρῶν. ἐμφατικώτερόν ἐστι τοῦ ἑτέρωθι εἰρημένου „ἀμφὶ δὲ |
| book 341.4 | χαλκῷ ἐλάμπετο εἴκελος αὐγῇ / ἢ πυρὸς αἰθομένου“ (Χ 134—5)· νῦν |
| book 341.5 | γὰρ οὐδὲ τὸ „ὄσσε δ’ ἄμερδεν“ (Ν 340). T |
| book 342.1 | 〈νεοσμήκτων:〉 οὐ καινῶν, ἀλλὰ διὰ τοῦ ἐπιθέτου τὴν |
| book 342.2 | ἐπιμέλειαν τῶν χρωμένων ἐδήλωσεν. b(BCE3)Til |
| book 343-4.1 | θρασυκάρδιος εἴη, 〈/ ὃς τότε γηθήσειεν ἰδὼν |
| book 343-4.2 | πόνον οὐδ’ ἀκάχοιτο〉: ἀντὶ τοῦ ἦν. | κατὰ συλλογισμὸν δὲ ἡ |
| book 343-4.3 | αὔξησις· εἰ γὰρ ὁ μόνον ὁρῶν ἐλυπήθη, τί μᾶλλον ἐπὶ τῶν ἐνεργούν‐ |
| book 343-4.4 | των αὐτὸν δεῖ †σκοπεῖν; b(BCE3E4)T |
| book 343 | 〈εἴη:〉 ὅτι ἤλλακται τὸ ῥῆμα, εἴη ἀντὶ τοῦ ἦν. A |
| book 344.1 | ὃς τότε γηθήσειεν ἰδὼν πόνον 〈οὐδ’ ἀκάχοιτο〉: |
| book 344.2 | πρὸς τὴν ἀλλαγὴν τοῦ ῥήματος, A ἀντὶ τοῦ ἐγήθησεν. ATil |
| book 344.3 | καὶ ὅτι πόνον τὸ ἔργον. καὶ ὅτι ἀντικειμένως ἀποδέδωκεν οὐδ’ |
| book 344 | ἀκάχοιτο, πρὸς τὸ σύνηθες. A |
| book 345a.1 | τὼ δ’ ἀμφὶς φρονέοντε 〈δύω Κρόνου υἷε κρα‐ |
| book 345a.2 | ταιώ〉: κεχωρισμένως, ἀμφισβητοῦντες. b(BCE3E4)T αὔξει δὲ |
| book 345a.3 | τὴν μάχην, οὗ μὲν ἐργάτας οὗ δὲ θεατὰς αὐτῆς ποιῶν θεούς. T |
| book 345b.1 | τὼ δ’ ἀμφὶς φρονέοντε 〈δύω Κρόνου υἷε κρα‐ |
| book 345b.2 | ταιώ〉: ὁ λόγος ἀναφορικός ἐστιν, ἐπεὶ ὁ Ζεὺς βούλεται Τρωσὶ |
| book 345b.3 | βοηθεῖν. T |
| book 346a.1 | 〈ἡρώεσσι τετεύχετον:〉 ἐν ἄλλῳ „ἡρώεσσιν ἐτεύχε‐ |
| book 346a.2 | τ〈ον〉“. Aim |
| book 346b.1 | {ἀνδράσιν ἡρώεσσι} τετεύχετον: ὅτι ἀντὶ τοῦ †τε‐ |
| book 346b.2 | τευχέτην ἢ τεύχουσι. χρόνος δὲ ἤλλακται· ἔστιν γὰρ ἀντὶ τοῦ ἔτευχον, |
| book 346b.3 | ὡς ἐπὶ τοῦ „ἢ κεμάδ’ ἠὲ λαγῳὸν ἐπείγετον“ (Κ 361) ἀντὶ τοῦ ἤπει‐ |
| book 346b.4 | γον. A |
| book 346c | 〈τετεύχατον:〉 διὰ 〈τὸ〉 μέτρον ἀντὶ τοῦ ἐτετευχάτην. Til |
| book 347.1 | 〈Ζεὺς μέν ῥα:〉 οὕτως Ἀρίστ〈αρχοσ〉, ἄλλοι δὲ „Ζεὺς μὲν |
| book 347.2 | ἄρα“. Aim |
| book 348a.1 | κυδαίνων Ἀχιλῆα: τουτέστι τὸ „Διὸς δ’ ἐτελείετο |
| book 348a.2 | βουλή“ (Α 5). ὑπὲρ παραμυθίας δὲ ταῦτα τῶν ἀκροατῶν διὰ μέσου |
| book 348a.3 | φησίν· σχεδὸν γὰρ ἀποδείκνυσιν ἀμφοτέρους τοῖς Ἕλλησι βοηθοῦν‐ |
| book 348a | τας, τὸν μὲν ἑνί, τὸν δὲ τῷ πλήθει. b(BCE3E4)T |
| book 348b.1 | 〈οὐδέ τι πάμπαν:〉 Ἀριστοφάνης „οὐδ’ ὅγε πάμ‐ |
| book 348b.2 | παν“. Aim |
| book 350.1 | ἀλλὰ Θέτιν κύδαινε 〈καὶ υἱέα καρτερόθυμον〉: |
| book 350.2 | ἀθετεῖται, ὅτι οὐκ ἀναγκαῖος· προείρηται γὰρ „κυδαίνων Ἀχιλῆα |
| book 350.3 | πόδας ταχύν“ (Ν 348). A |
| book 348-50.1 | οὐδ’ ὅγε πάμπαν 〈 /ἤθελε—καρτερόθυ‐ |
| book 348-50.2 | μον: οὐδ’ ὅγε πάμπαν (348)〉 οὐδὲ ὅλως οἷον παντελῶς. παραμυ‐ |
| book 348-50.3 | θεῖται δὲ τὸν ἀκροατήν. τὸ δὲ Θέτιν κύδαινε (350) ἀθετεῖ〈ται〉 ὡς |
| book 348-50.4 | περισσόν· ταυτολογία γάρ. ἐντεῦθεν δὲ Μελανιππίδης (fr. 9 P. = P. |
| book 348-50.5.1 | M. G. 765) κύουσαν ἀπὸ Διὸς Θέτιν ἐκδοθῆναι Πηλεῖ διὰ τὰ ῥηθέντα |
| book 348-50.5.2 | ὑπὸ Προμηθέως ἤτοι Θέμιδος. T |
| book 351a.1 | 〈Ἀργείους ... μετελθών:〉 ἡ μετά πρὸς τὸ Ἀρ‐ |
| book 351a.2 | γείους. καὶ ἔστιν ἀντὶ τῆς ἐπί, b(BCE3E4)T ἐπὶ Ἀργείους. T |
| book 351b | 〈ὀρόθυνε:〉 Ζηνόδοτος καὶ Ἀριστοφάνης „ὤτρυνε“. Aint |
| book 351c.1 | ὀρόθυνε: τινὲς παρὰ τὸ ὄρω καὶ τὸ θύνω, ἵν’ ᾖ ἐνθου‐ |
| book 351c.2 | σιωδῶς ὥρμα. ἄμεινον δὲ παράγωγον εἶναι. T |
| book 351-3.1 | 〈Ἀργείους δὲ Ποσειδάων ὀρόθυνε μετελθών /〉 |
| book 351-3.2 | λάθρῃ ὑπεξαναδὺς 〈πολιῆς ἁλός· ἤχθετο γάρ ῥα / Τρωσὶν |
| book 351-3.3 | δαμναμένουσ〉: τὸ λάθρῃ (352) ἀμφοτέροις δύναται προσδίδοσθαι. |
| book 351-3.4 | τὸ δὲ ἑξῆς ἐστιν Ἀργείους δ’ ὀρόθυνε (cf. 351) Τρωσὶ〈ν〉 δαμ‐ |
| book 351-3.5.1 | ναμένους (353). τὸ δὲ ἤχθετο γάρ ῥα (352) διὰ μέσου· εἰ μὲν γὰρ |
| book 351-3.5.2 | συνάπτομεν, ἤχθετο γάρ ῥα/ Τρωσὶ〈ν〉 δαμναμένους (352—3), |
| book 351-3.1 | σολοικοφανὴς μὲν γίνεται ἡ φράσις, ἀρχαῖον δέ μοι δοκεῖ τὸ σχῆμα |
| book 351-3.2 | εἶναι. καὶ ἀλλαχοῦ „καί ποτέ τις εἴποι ‘πατρὸς δ’ ὅγε πολλὸν ἀμεί‐ |
| book 351-3.3 | νω〈ν〉‘ / ἐκ πολέμου ἀνιόντα“ (Ζ 479—80)· τὴν γὰρ ἔλλειψιν τοῦ |
| book 351-3.10 | ὁρῶν οὐ παραδεχόμεθα. A |
| book 352a1.1 | ὑπεξαναδύς: ἡ ὑπό τὴν κάτω δηλοῖ σχέσιν, τὴν ἔξω ἡ |
| book 352a1.2 | ἔξ καὶ τὴν ἄνω ἡ ἀνά. ἢ b(BCE3E4) | περισσὸν τὸ ὑπέξ, καὶ ἀναστρέ‐ |
| book 352a1.3 | φει δὲ αὐτὸ ἐν τῷ „ἐξυπανέστη“ (Β 267). ταπεινὸς δὲ ὁ λάθρᾳ θέλων |
| book 352a1.4 | βοηθεῖν. ἢ διδάσκει μήτε τοὺς φίλους παρορᾶν μήτε τοῖς φιλτάτοις |
| book 352a1.5.1 | προσκρούειν. ἡ δὲ συνέχεια τῶν προθέσεων τὸν λάθρᾳ μὲν προθύμως |
| book 352a1.5.2 | δὲ ἀναδύοντα τῆς ἁλὸς δηλοῖ. b(BCE3E4)T |
| book 352a2 | ὡς τὸ „†ὑπεξυπανέστη“ Til |
| book 353.1 | Τρωσὶν δαμναμένους: λείπει τὸ ὁρῶν. b(BCE3)T | ἔστι |
| book 353.2 | δὲ τὸ τῆς φράσεως ἀρχαῖον. Εὔπολις ἐν Αὐτολύκοις (fr. 43 K. = fr. 49 [V p. 322] K.—A.)· „ἤδη |
| book 353.3 | γὰρ Ἀρίσταρχον στρατηγοῦντ’ ἄχθομαι“. T |
| book 354.1 | ἠδ’ ἴα πάτρη: μεγαλοφυῶς εἶπε τὸν οὐρανὸν θεῶν πα‐ |
| book 354.2 | τρίδα. T |
| book 354-5.1 | 〈ἴα〉 πάτρη 〈/ ἀλλὰ Ζεὺς—πλείονα ᾔδη: |
| book 354-5.2 | πάτρη〉 πατερία πατρία. οὕτω δὲ ἡ εἰς τὸν πατέρα τοῦ γένους ἀνα‐ |
| book 354-5.3 | φορά. ἔστιν οὖν T ἀντὶ τοῦ μία πατριά, ὁ αὐτὸς πατήρ. ἠρέμα δὲ |
| book 354-5.4 | ἀφαιρεῖ καὶ διὰ τούτων τὸ ἐπὶ γένει οἴημα τῶν ἀνθρώπων b(BCE3E4) |
| book 354-5.5.1 | T ὅτι οὐκ ἀπόχρη γενέσθαι εὖ· T τιμιώτερα γὰρ τὰ πλεονε‐ |
| book 354-5.5.2 | κτήματα. b(BCE3E4)T |
| book 355.1 | 〈ἀλλὰ Ζεὺς πρότερος γεγόνει〉 καὶ πλείονα ᾔδη: |
| book 355.2 | τοὺς πρεσβυτέρους ἀεὶ πολυπειροτέρους φησίν· b(BCE3E4)T |
| book 355.3 | „ἐγὼ δέ κε σεῖο νοήματί κεν προβαλοίμην 〈/ πολλόν,〉 ἐπεὶ πρότερος |
| book 355 | γενόμην“ (Τ 218—9). T ἄμφω οὖν εἰς σύστασιν παρέλαβε, τό τε |
| book 355.5.1 | τῆς ἡλικίας καὶ τὸ τῆς σοφίας· οὐ γὰρ περὶ τῆς δυνάμεως εἶπεν, ὅτι ἦν |
| book 355.5.2 | ἰσχυρός, αὔξων Ποσειδῶνα καὶ †τιμῇ, οὐ ῥώμῃ φῆσαι αὐτὸν εἴκειν |
| book 355.5.3 | Διΐ. διατείνει δὲ καὶ ἐπὶ πάντων ὁ λόγος ὅτι δεῖ αἰδεῖσθαι ἀδελφοὺς |
| book 355.5.4 | πρεσβυτέρους ἅμα καὶ σοφωτέρους. b(BCE3E4)T |
| book 357.1 | 〈ἀνδρὶ ἐοικώς:〉 ἄλλοτε ἄλλῳ, ὡς ἔμπροσθεν Κάλχαντι |
| book 357.2 | (cf. Ν 45), εἶτα Θόαντι (cf. Ν 216—8). Til |
| book 358-9.1 | τοὶ δ’ ἔριδος κρατερῆς 〈καὶ ὁμοιΐου πτολέμοιο / |
| book 358-9.2 | πεῖραρ ἐπαλλάξαντες ἐπ’ ἀμφοτέροισι τάνυσσαν〉: ὁ λό‐ |
| book 358-9.3 | γος· οἱ δὲ τὸ πέρας τοῦ πολέμου καὶ τῆς ἔριδος συνάψαντες ἐπέτειναν |
| book 358-9.4 | ἀμφοτέροις, οἷον ἀμφοτέρωθεν. μετενήνεκται μὲν οὖν ἀπὸ τῶν δε‐ |
| book 358-9.5.1 | σμῶν. τῷ δὲ ἐπαλλάξαι ἐπὶ τοῦ συνάψαι χρῶνται καὶ τῶν πεζολόγων |
| book 358-9.5.2 | τινές, πλεονάζει δὲ Ἀριστόξενος ὁ μουσικὸς ἐπηλλαγμένα λέγων (fr. |
| book 358-9.5.3 | 137 We.) τὰ συνημμένα. οὕτως ὁ Κοτιαεύς. A |
| book 358-60a.1 | τοὶ δ’ ἔριδος κρατερῆσ〈— / ἄρρηκτόν τ’ |
| book 358-60a.2 | ἄλυτόν τε, τὸ πολλῶν γούνατ’ ἔλυσεν〉: μικτὴ ἡ ἀλληγορία. |
| book 358-60a.3 | ἔχει δέ τι ἴδιον ἡ παραβολή· οὐ γὰρ ἰδίᾳ περὶ ἑκατέρου εἶπε τῆς τε |
| book 358-60a.4 | εἰκόνος καὶ τοῦ εἰκονιζομένου πράγματος ὅτι, ὥσπερ οἱ ἐξασφαλιζόμε‐ |
| book 358-60a.5.1 | νοι τοὺς δεσμοὺς τὰ πέρατα τῶν δεσμῶν ἄλλοις ἐπιβαλόντες δεσμοῖς |
| book 358-60a.5.2 | καὶ συμπλέξαντες δυσδιάλυτον ποιοῦσι τὸν δεσμόν, οὕτω καὶ οἱ θεοὶ |
| book 358-60a.5.3 | τὴν φιλονεικίαν τῶν στρατευμάτων ἔπλεξαν ὥστε δυσδιάλυτον αὐ‐ |
| book 358-60a.5.4 | τὴν γενέσθαι· ἀλλ’ ὥσπερ μεταφορᾷ κέχρηται ἀπὸ τῶν ἐπὶ τὴν |
| book 358-60a.5.5 | μάχην, ἔριδος πέρας καὶ πολέμου πέρας ὥσπερ σχοινίων πέρατα |
| book 358-60a.10.1 | ὀνομάσας καὶ τὸ ἐπαλλάξαι ὡς ἐπὶ δεσμῷ καὶ τὸ τανύσαι καὶ τὰ ἑξῆς |
| book 358-60a.10.2 | ὀνόματα. τὸ δὲ λεγόμενον ὅτι ὁ Ποσειδῶν καὶ ὁ Ζεὺς b(BE3E4)T |
| book 358-60a.10.3 | τὸν πόλεμον τῇ ἔριδι συνέδησαν, T τὸ πέρας τῆς ἔριδος καὶ τὸ |
| book 358-60a.10.4 | πέρας τοῦ πολέμου συμπλέξαντες b(BE3E4)T ἐπ’ ἀμφοτέροις |
| book 358-60a.10.5 | τοῖς στρατεύμασιν ἥπλωσαν αὐτό. T |
| book 358-60b.1 | ἄλλως· ὁ Ποσειδῶν καὶ ὁ Ζεὺς τὸ πέρας τῆς ἔριδος καὶ τοῦ |
| book 358-60b.2 | πολέμου συμπλέξαντες T ἥπλωσαν αὐτὸ ἐπ’ ἀμφοτέρων τῶν |
| book 358-60b.3 | στρατιωτῶν. Κράτης δὲ ἐπὶ τῶν στρατευμάτων φησίν· οἱ Τρῶες γὰρ |
| book 358-60b.4 | καὶ οἱ Ἕλληνες. ἀπέστραπται γὰρ ὁ Ζεύς. ἀλλ’ ἐπὶ τὸν νοῦν αὐτοῦ |
| book 358-60b.5.1 | ἀνενεκτέον, θέλει δὲ εἰπεῖν ὅτι ὁ μὲν ἔνθεν, ὁ δὲ ἔνθεν εἵλκυσαν· ὅθεν τὸ |
| book 358-60b.5.2 | ἀδιαλύτως μάχεσθαι παρίστησιν. b(BE3E4)T |
| book 358-60b.1 | τοὶ δ’ ἔριδος κρατερῆσ〈—ἔλυσεν〉: ὁ δὲ Ζεὺς καὶ |
| book 358-60b.2 | ὁ Ποσειδῶν τὰ πέρατα—τὴν ἰσχὺν συστῆναι διὰ τὰς τῶν θεῶν |
| book 358-60b.3 | βοηθείας. A |
| book 358a1.1 | 〈τοὶ δ’ ἔριδος:〉 οὕτως Ἀριστοφάνης. ἄλλοι δὲ „οἱ δ’ |
| book 358a1.2 | ἔριδοσ“. Aint |
| book 358a2 | Ἀρίσταρχος „τὼ δ’ ἔριδοσ“, Ἀριστοφάνης „τοί“. Til |
| book 359a.1 | πεῖραρ ἐπαλλάξαντες 〈ἐπ’ ἀμφοτέροισι τάνυσ‐ |
| book 359a.2 | σαν〉: διχῶς Ἀρίσταρχος, καὶ „ἐπ’ ἀλλήλοισιν“. ἓν δὲ δι’ ἀμφοτέρων |
| book 359a.3 | τὸ λεγόμενον ὅτι ὁ Ποσειδῶν καὶ ὁ Ζεὺς τὸν πόλεμον τῇ ἔριδι συνέδη‐ |
| book 359a.4 | σαν, τὸ πέρας τῆς ἔριδος καὶ πάλιν τὸ τοῦ πολέμου λαβόντες καὶ ἐπαλ‐ |
| book 359a.5.1 | λάξαντες ἐπ’ ἀμφοτέροις, ὥσπερ οἱ τὰ ἅμματα ποιοῦντες, τόδε ἐπὶ |
| book 359a.5.2 | τόδε. οὕτως Ἀρίσταρχος. | ἡ διπλῆ, ὅτι παραλληγορεῖ, δύο πέρατα |
| book 359a.5.3 | ὑποτιθέμενος, ἕτερον μὲν ἔριδος, ἕτερον δὲ πολέμου, ἐξαπτόμενα κατ’ |
| book 359a.5.4 | ἀμφοτέρων τῶν στρατευμάτων. A |
| book 359b.1 | 〈ἐπ’ ἀμφοτέροισι:〉 διχῶς αἱ Ἀριστάρχου, καὶ „ἐπ’ |
| book 359b.2 | ἀλλήλοισι“. Til |
| book 360.1 | 〈ἄρρηκτόν τ’ ἄλυτόν τε:〉 ὅμοιον τῷ „κόπτε δὲ δε‐ |
| book 360.2 | σμούς / ἀρρήκτους ἀλύτουσ“ (θ 274—5). Til |
| book 361a1.1 | 〈μεσαιπόλιος:〉 σπαρτοπόλιος. ὠμογέρων δὲ Ὀδυσ‐ |
| book 361a1.2 | σεύς (cf. Ψ 791), γέρων δὲ ὁ Νέστωρ (cf. Α 250—2). b(BCE3)Til |
| book 361a2.1 | μεσαιπόλιος Ἰδομενεύς, ὠμογέρων Ὀδυσσεύς, γέρων |
| book 361a2.2 | Νέστωρ. A |
| book 362a.1 | 〈Τρώεσσι μετάλμενος:〉 ἐν ἄλλῳ „Τρώεσσιν ἐπάλμε‐ |
| book 362a.2 | νοσ“. Aim |
| book 362b | 〈Τρώεσσι:〉 λείπει ὁ καί, καὶ Τρώεσσι. Til |
| book 363a1.1 | Καβησόθεν ἔνδον ἐόντα: ἐν τῇ Ἀργολικῇ „Ἑκάβης |
| book 363a1.2 | νόθον 〈υἱὸν ἐόντα〉“. καὶ τάχα ἂν εἴη ἁμάρτημα, κατ’ ἄγνοιαν τῆς Κα‐ |
| book 363a1 | βήσου. A |
| book 363a2.1 | {καβησόθεν:} ἐν τῇ Ἀργολικῇ „Ἑκάβη〈σ〉 νόθον |
| book 363a2.2 | υἱὸν ἐόντα“, ἴσως ἀγνοίᾳ τῆς Καβήσου. T |
| book 363b.1 | Καβησόθεν: Κάβησα πόλις Ἑλλησποντίς, b(BCE3)T |
| book 363b.2 | ἡ νῦν Κύβασα. οἱ δὲ Θρᾴκης (καὶ συνᾴδει 〈ἡ〉 ἀκολασία τοῦ γά‐ |
| book 363b.3 | μου)· οἱ δὲ Λυκίας· οἱ δὲ Καππαδοκίας, Κάβασα· οἱ δὲ τῶν Ἀγαθύρ‐ |
| book 363b.4 | σων ὡς ἥκειν ἐκ τῆς πρὸς Αἷμον Θρᾴκης. οἱ δὲ ἀδελφὸν Σαρπηδόνος. T |
| book 363c.1 | 〈ἔνδον〉 ἐόντα: τινὲς ἔνδον τοῦ οἴκου Πριάμου, οἱ δὲ ἐν |
| book 363c.2 | Ἰλίῳ, b(BCE3E4)T οἱ δὲ ἔνδον ἐόντα κεκινημένον. T ἄμει‐ |
| book 363c.3 | νον δὲ τὸ ἔνδον ἐόντα ἀντὶ τοῦ παρόντα, ὡς καὶ τὸ „δεῖπνον δὲ |
| book 363c.4 | ξείνῳ ταμίη δότω ἔνδον ἐόντων“ (η 166), ὃ ἀντιφράζων φησὶ „χαρι‐ |
| book 363c.5 | ζομένη παρεόντων“ (α 140 al.). b(BCE3E4)T |
| book 364a.1 | ὅς ῥα νέον πολέμοιο 〈μετὰ κλέος εἰληλούθει〉: |
| book 364a.2 | κατὰ τοῦτο ἄρα καὶ φοβῆσαι τοὺς Τρῶάς φησι τὸν Ἰδομενέα, ὅτι |
| book 364a.3 | συμμαχίαν αὐτῶν νεωτέραν ἀφείλετο. θαυμαστῶς δὲ ἐπὶ μὲν Αἴαντος |
| book 364a.4 | ἔφη· „φόως δ’ ἑτάροισιν ἔθηκεν / ἄνδρα βαλών, ὃς ἄριστος ἐνὶ Θρῄ‐ |
| book 364a.5.1 | κεσσι τέτυκτο“—γενναῖος γὰρ ὁ Ἀκάμας—„Ἀκάμαντ’ ἠύν τε μέγαν |
| book 364a.5.2 | τε“ (Ζ 6—8). ἐπὶ δὲ τῇ τοῦ Ὀθρυονέως ἀναιρέσει οὐ σωτηρίαν φησὶ τοῖς |
| book 364a.5.3 | Ἕλλησι γενέσθαι ὑπὸ Ἰδομενέως, ἀλλὰ φόβον τοῖς βαρβάροις· |
| book 364a.5.4 | b(BCE3E4)T ἀλαζόνος γὰρ καὶ ἀνοήτου τινὸς ἀναιρεθέντος |
| book 364a.5.5 | ἀπίθανόν φασιν ὡς μεγάλου τινὸς κατορθωθέντος τοὺς Ἕλληνας σεσῶ‐ |
| book 364a.10.1 | σθαι. αὔξεται δὲ διὰ τοῦ φόβου τῶν Τρώων καὶ ἡ τοῦ Ὀθρυονέως |
| book 364a.10.2 | ἀλαζονεία ὡς δηλονότι κἀκείνων ταῖς ὑποσχέσεσι πεπιστευκότων. |
| book 364a.10.3 | b(BE3E4)T |
| book 364b | 〈μετὰ κλέος:〉 Ἀριστοφάνης „κατὰ κλέοσ“. Aim Til |
| book 365-6.1 | ᾔτεε δὲ Πριάμοιο 〈θυγατρῶν εἶδος ἀρίστην / |
| book 365-6.2 | Κασσάνδρην ἀνάεδνον〉: βαρβαρικὸν καὶ τοῦτο· οὐδέποτε γὰρ |
| book 365-6.3 | εὑρήσομεν παρ’ Ἕλλησι τὸ ἐπὶ μισθῷ στρατεύειν καὶ πρότερον αἰτεῖν |
| book 365-6.4 | καὶ χωρὶς ὑποσχέσεως μὴ συμμαχεῖν. ὅρα δὲ καὶ τὸν μισθόν· κόρης |
| book 365-6.5.1 | γὰρ ἐρῶν ἧκεν, οὐχ ὅτι βασιλική, ἀλλ’ ὅτι εἶδος ἀρίστη. καίτοι παρ’ |
| book 365-6.5.2 | Ἕλλησιν οἱ ἀκολαστότατοι μνηστῆρές φασιν „εἵνεκα τῆς ἀρετῆς |
| book 365-6.5.3 | ἐριδαίνομεν“ (β 206). καὶ τὸ ἀνάεδνον (366) γλίσχρον, ὅπου γε οἱ |
| book 365-6.5.4 | ἀδικώτατοι μνηστῆρες ἕδνα τῇ Πηνελόπῃ προσφέρουσιν. b(BCE3 |
| book 365-6.5.5 | E4)T |
| book 365a.1 | {ἤιτεε δὲ} Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην: ὅτι |
| book 365a.2 | νῦν μὲν τὴν Κασσάνδραν (cf. Ν 366) εἶδος ἀρίστην, ἐν ἄλλοις δὲ |
| book 365a.3 | (sc. Γ 124. Ζ 252) τὴν Λαοδίκην, καὶ οὐ μάχεται. ἡ δὲ ἀναφορὰ πρὸς |
| book 365a | τοὺς Χωρίζοντας (fr. 9 K.)· λύεται γὰρ τοῖς τοιούτοις. A |
| book 365b.1 | 〈θυγατρῶν〉 εἶδος ἀρίστην: αὕτη τῶν ἀγάμων |
| book 365b.2 | ἀρίστη, τῶν δὲ γαμηθεισῶν Λαοδίκη (cf. Γ 124. Ζ 252). τινὲς δὲ εἰς τὸ |
| book 365b.3 | θυγατρῶν στίζουσιν. οἱ δὲ εἶδος τὴν εἴδησιν τῆς μαντείας, b(BCE3 |
| book 365b.4 | E4)T ὡς καὶ „Θεοκλύμενος θεοειδήσ“ (ο 271 al.) καὶ „Πολύϊδοσ“ |
| book 365b.5.1 | (Ν 666) ὁ μάντις. λεληθότως δὲ ἡμῖν τὰ τῆς Κασσάνδρας ὑποφαίνει |
| book 365b.5.2 | καὶ ἐν τῇ Ω (sc. 699—706), ἐπεὶ συνάγειν αὐτὴν Ἀγαμέμνονι μέλ‐ |
| book 365b.5.3 | 〈λ〉ει. T |
| book 366a.1 | Κασσάνδρην ἀνάεδνον: ὅτι ἕδνα ἐδίδοσαν οἱ μνηστευό‐ |
| book 366a.2 | μενοι· διὸ οὗτος ὑποσχόμενος ἐξελάσαι τοὺς Ἕλληνας ἀνάεδνον |
| book 366a.3 | αἰτεῖ τὴν Κασσάνδραν. A |
| book 366b | ἀνάεδνον: δίχα τοῦ δοῦναι ἕδνα. b(BCE3E4)T |
| book 366c.1 | 〈ὑπέσχετο δὲ μέγα ἔργον:〉 βραχὺ διασταλτέον ἐπὶ |
| book 366c.2 | τὸ ἔργον· ἐμφαίνει 〈γάρ〉. Aint |
| book 367a1 | ἀπωσέμεν 〈υἷας Ἀχαιῶν〉: αἱ Ἀριστάρχου, „ἀνωσέ‐ |
| book 367a1.1 | μεν“ Ζηνόδοτος. 〈Ἀρίσταρχοσ〉 δέ φησι μὴ λέγεσθαι τὸν ἐκ Τροίας πλοῦν ἀναγωγήν. |
| book 367a1.2 | τινὲς δὲ ἐπάγουσι „φοιτῶν ἔνθα καὶ ἔνθα θοὰς ἐπὶ νῆας Ἀχαιῶν“ (Ν |
| book 367a1.3 | 367 a = Β 779 + Α 12)· καὶ οἰκεῖον τῷ „ὕψι βιβάντα“ (Ν 371). T |
| book 367a2 | Ἀρίσταρχος „ἀνωσέμεν“. Aim |
| book 368-9.1 | τῷ δ’ ὁ γέρων Πρίαμος 〈ὑπό τ’ ἔσχετο— |
| book 368-9.2 | ὑποσχεσίῃσι πιθήσασ〉: φονεύων αὐτὸν διδάσκει μὴ τὰ ὑπὲρ δύ‐ |
| book 368-9.3 | ναμιν ἐπαγγέλλεσθαι μήτε μὴν ταῖς τοιαύταις πιστεύειν ὑποσχέσεσιν. |
| book 368-9.4 | b(BCE3E4)T |
| book 370 | 〈αὐτοῖο τιτύσκετο:〉 ὡς ἐπ’ αὐτὸν κατεστοχάζετο. Til |
| book 371a | {καὶ βάλεν ὕψι} βιβάντα: Ἀρίσταρχος βιβάντα ὡς |
| book 371a.1 | „δαμέντα“ (Ε 653 al.), ἀπ’ εὐθείας τῆς μακρὰ βιβάς. καὶ οὕτως ἔχει |
| book 371a.2 | ἡ ὑγιὴς ἀνάγνωσις. A |
| book 371b.1 | ὕψι βιβάντα: ὡς ἱστάντα. οἰκεῖον δὲ τῷ ὑψηλόφρονι καὶ |
| book 371b.2 | τὸ βάδισμα. b(BCE3E4)Til |
| book 371c.1 | οὐδ’ ἤρκεσε θώρηξ: ὡς μεγαλοφρονοῦντος αὐτοῦ ἐπὶ |
| book 371c.2 | τῷ θώρακι. b(BCE3E4)T |
| book 372.1 | χάλκεος {ὃν φορέεσκε}: ὅτι χαλκοῖ οἱ θώρακες. πρὸς τὸ |
| book 372.2 | „ὀλίγος μὲν ἔην, λινοθώρηξ“ (Β 529). A |
| book 373 | ὁ δ’ ἐπεύξατο φώνησέν τε: τινὲς „〈ὁ〉 δὲ κερτομέων |
| book 373.1 | ἔπος ηὔδα“. T οὐ γὰρ καυχηματίαν αἴρει λόγον, ἀλλὰ σαρκα‐ |
| book 373.2 | σμοῦ ἀνάπλεων. b(BCE3E4)T |
| book 374-6a1.1 | 〈Ὀθρυονεῦ, περὶ δή σε— / Δαρδανίδῃ |
| book 374-6a1.2 | Πριάμῳ〉: ἢ ἀπὸ αὐτομόλων ἢ αἰχμαλώτων· ἢ ἐπὶ τῷ ἐπαγγέλματι |
| book 374-6a1.3 | πεφήμισται, τοῖς μὲν ἐπ’ ἐλπίδι νίκης, τοῖς †Ἕλλησιν ἐπὶ ἀβελτη‐ |
| book 374-6a1.4 | ρίᾳ. T |
| book 374-6a2.1 | ἢ ἐπὶ τῶν αὐτομόλων ἢ ἐπὶ πάντων αἰχμαλώτων ἢ ἐπὶ |
| book 374-6a2.2 | τῶν ἐπ’ ἐλπίδι ἐπαγγελμάτων αἱ ἀναφωνήσεις τάττονται. οἱ μὲν οὖν |
| book 374-6a2.3 | Τρῶες αὐτὸν ἐλπίδι νίκης θαυμάζουσι καὶ ἀναιρουμένου φοβοῦνται, |
| book 374-6a2.4 | οἱ δὲ Ἕλληνες ἐπὶ ἀβελτερίᾳ ἐπιφωνοῦσιν. b(BCE3E4) |
| book 374a1.1 | {ὀθρυονεῦ περιδή σε βροτῶν} αἰνίζομαι {ἁπάντων}: φέ‐ |
| book 374a1.2 | ρεται καὶ διὰ τοῦ ξ „αἰνίξομαι“, ἀντὶ τοῦ ἐπαινέσομαι. οἱ δέ, διήγημά |
| book 374a1.3 | σε ποιήσομαι, παρὰ τὸν αἶνον. Ζηνόδοτος „αἰνίσσομαι“. A |
| book 374a2.1 | ἢ διήγησίν σε ποιήσομαι, παρὰ τὸν αἶνον, „αἶνος μέν τοι |
| book 374a2.2 | ἀμύμων“ (ξ 508), τινὲς δὲ „αἰνίξομαι“. T |
| book 374b.1 | αἰνίζομαι: ἢ ἐπαινῶ παρὰ τὸν αἶνον ἢ φοβοῦμαι παρὰ |
| book 374b.2 | τὸ αἰνόν. b(BCE3E4)T |
| book 375 | 〈ἐτεόν:〉 ἐτός, ἐτεός. Til |
| book 376a1.1 | ὁ δ’ ὑπέσχετο 〈θυγατέρα ἥν〉: οὐ διηγεῖται νῦν τὸ |
| book 376a1.2 | πραχθὲν ὁ Ἰδομενεύς, ἀλλ’ ἐλέγχει· ἔστι γὰρ τὸ ὁ δέ ἀνθ’ ὑποτακτι‐ |
| book 376a1.3 | κοῦ, ὃς δὴ ὑπέσχετο· „ὁ δέ οἱ παρελέξατο λάθρῃ“ (Β 515). T |
| book 376a2.1 | ἐλέγχει αὐτοῦ τὸ ἀνόητον ὁ Ἰδομενεὺς καὶ τὴν ὑπόσχεσιν |
| book 376a2.2 | ὀνειδίζει. ἔστι δὲ τὸ ὁ δ’ ἀνθ’ ὑποτακτικοῦ, ὃς δὴ ὑπέσχετο, ὁμοίως |
| book 376a2.3 | τῷ „ὁ δέ οἱ παρελέξατο λάθρῃ“. b(BCE3E4) |
| book 377a1.1 | {καὶ κέ τοι ἡμεῖς} ταῦτά γε: τὸ ταῦτα περισπαστέον |
| book 377a1.2 | κατὰ τὴν πρὸ τέλους συλλαβήν, ἵνα ᾖ ἡ φράσις δεικτική. τινὲς μὲν |
| book 377a1.3 | ἐβάρυναν, ἵνα τοῦ τὰ αὐτά ὑπάρχῃ συναλιφή· ὅπερ οὐ πιθανόν. A |
| book 377a2.1 | {ταῦτά γ’:} τινὲς ἀπιθάνως ὤξυναν, 〈ἵν’〉 ᾖ ἀπὸ τοῦ τὰ |
| book 377a2.2 | αὐτά. T |
| book 377b | 〈τελέσαιμεν:〉 οὐ ψευσαίμεθα. Til |
| book 381a.1 | {ἀλλ’ έπευ, ὄφρ’ ἐπινηυσὶ} συνώμεθα: οὕτως συνώ‐ |
| book 381a.2 | μεθα ἀντὶ τοῦ συμβόλαια καὶ συνθήκας ποιησώμεθα. | τοῦτο δὲ |
| book 381a.3 | Ἀρίσταρχος δασύνει, ὑγιῶς· ταὐτὸν γὰρ τῷ συνθώμεθα. ἐσχημά‐ |
| book 381a.4 | τισται οὖν ἀπὸ τοῦ ἵημι. δηλοῖ οὖν τὸ κατὰ τὸ αὐτὸ ἀφῶμεν τὰ τῆς |
| book 381a.5 | διανοίας. εἰσὶ μέντοι, οἳ ἐψίλωσαν, οὐκ εὖ. A |
| book 381b1.1 | συνώμεθα: τὰς συνθήκας †συνημόνας· φησὶν οὖν† „συν‐ |
| book 381b1.2 | ημοσύνας ἀγόρευε“ (Χ 261). συνθήκας καὶ συμβόλαια †ποιήσαι‐ |
| book 381b1.3 | μεν†. | δασυντέον δὲ τὸ συνώμεθα· ἀπὸ γὰρ τοῦ ἵημί ἐστιν. T |
| book 381b2 | ἤτοι συνθώμεθα· | ὅθεν καὶ τὰς συνθήκας συνημοσύνας |
| book 381b2 | φησί. λέγει δὲ ὅτι συμβόλαια †ποιήσομεν. b(BCE3) |
| book 382a1.1 | {ἀμφιγάμω} ἐπεὶ οὔ τοι 〈ἑεδνωταὶ κακοί εἰμεν〉: |
| book 382a1.2 | ὅτι ἕδνα ἐδίδοσαν οἱ μνηστῆρες. ἑεδνωταὶ δὲ κηδεσταί, πενθεροί· |
| book 382a1.3 | οὗτοι γὰρ τὰ ἕδνα παρὰ τῶν μνηστευομένων ἐδέχοντο. A |
| book 382b1.1 | {ἐπεὶ οὔτοι} ἑεδνωταί {κακοί εἰμεν}: ὡς χρυσωταί καὶ |
| book 382b1.2 | ποιηταί· οὕτως πάντες. Τυραννίων (fr. 30 P.) δὲ προπερισπᾷ, οὐχ |
| book 382b1.3 | ὑγιῶς. προείρηται δὲ ἡμῖν (sc. ad Ε 158) τὰ τῆς προσῳδίας ὡς τὰ εἰς |
| book 382b1.4 | της ῥηματικὰ ὑπὲρ δύο συλλαβάς, φύσει μακρᾷ παραληγόμενα, ὀξύ‐ |
| book 382b1.5.1 | νεσθαι θέλει, αὐλητής πειρατής χηρωστής βραβευτής. οὕτως οὖν καὶ |
| book 382b1.5.2 | τὸ ἑεδνωτής, σχηματισθὲν παρὰ τὸ „ἑεδνώσαιτο θύγατρα“ (β 53). |
| book 382b1.5.3 | περὶ δὲ τοῦ ἀήτης καὶ 〈τοῦ〉 „κυβερνήτησ“ (Ψ 316) βαρυνομένων |
| book 382b1.5.4 | λόγον δίδομεν. A |
| book 382a2/b2.1 | ἑεδνωταὶ δὲ οἱ T πενθεροί, οἱ τὰ ἕδνα λαμβάνον‐ |
| book 382a2/b2.2 | τες. | ὀξυτόνως δὲ ὡς χρυσωταί. b(BCE3E4)T |
| book 383a | 〈εἷλκε:〉 οὕτως Ἀρίσταρχος „ἕλκε“. Aim |
| book 383b1 | 〈διὰ κρατερήν:〉 γράφεται „κατὰ κρατερήν“. Aint |
| book 383b2 | τινὲς „κατὰ †κρατερῆς ὑσμίνης†“. Til |
| book 384a.1 | τῷ δ’ Ἄσιος ἦλθεν 〈ἀμύντωρ〉: πιθανὸν τῷ ἀλαζόνι |
| book 384a.2 | ἐπιβοηθεῖν τὸν ὁμοιότροπον καὶ ἄμφω ὑπὸ τοῦ αὐτοῦ ἀναιρεῖσθαι. |
| book 384a.3 | b(BCE3)T |
| book 384b1 | 〈ἦλθεν ἀμύντωρ:〉 Ἀρίσταρχος „ἦλθ’ ἐπαμύντωρ“. Aim |
| book 384b2 | τινὲς μὲν ἦλθεν ἀμύντωρ γράφουσιν, Ἀρίσταρχος δὲ |
| book 384b2 | „〈ἦλθ’〉 ἐπαμύντωρ“. T |
| book 385-6.1 | τὼ δὲ πνείοντε κατ’ ὤμων 〈/ αἰὲν ἔχ’ ἡνίοχος |
| book 385-6.2 | θεράπων〉: καὶ ταῦτα εἰς τὸ ἦθος Ἀσίου, ὅτι οὐκ ἀφειστήκει τοῦ |
| book 385-6.3 | ἅρματος· ἄλλῳ γὰρ οὐδενὶ ἐπήλπιζεν ἢ τῷ κάλλει τῶν ἵππων. τὸ |
| book 385-6.4 | ἕτοιμον οὖν δηλοῖ· οὕτω γὰρ ἦν παρεσκευασμένος ὡς καταπνεῖσθαι |
| book 385-6.5 | ὑπὸ τῶν ἵππων. b(BCE3)T |
| book 386-7.1 | ὁ δὲ ἵετο 〈θυμῷ /〉 Ἰδομενῆα βαλεῖν· ὁ δέ μιν |
| book 386-7.2 | φθάμενος βάλε δουρί: ὅτι περὶ τοὺς ἵππους ἐπτόητο. νῦν δὲ ἀπο‐ |
| book 386-7.3 | δίδωσι τὸ „οὐδ’ ἄρ’ ἔμελλε 〈κακὰς ὑπὸ κῆρας ἀλύξας /〉 ἵπποισι〈ν〉 καὶ |
| book 386-7.4 | ὄχεσφιν ἀγαλλόμενος παρὰ νηῶν / ἂψ ἀπονοστήσειν“ (Μ 113—5). T |
| book 388a.1 | λαιμὸν ὑπ’ ἀνθερεῶνα: εἰς τὸν ὑπ’ ἀνθερεῶνα λαιμόν. |
| book 388a.2 | b(BCE3)T |
| book 388b.1 | διαπρὸ 〈δὲ χαλκὸν ἔλασσεν〉: τινὲς περισσεύειν φασὶ |
| book 388b.2 | τὴν πρό, ἵν’ ᾖ διήλασεν. ἢ ἐς τὸ πρόσθεν διήλασεν. b(BCE3)T |
| book 389.1 | ἀχερωΐς: ἡ λεύκη· ταύτην γὰρ ἀνήγαγεν Ἡρακλῆς ἐξ |
| book 389.2 | Ἀχέροντος. b(BCE3)T οἱ δὲ τὴν αἴγειρον, καὶ „ἀχελωΐσ“ γρά‐ |
| book 389.3 | φουσιν, ἐπεί φησιν „αἰγείρων ὑδατοτρεφέων“ (ρ 208). ὅτι δὲ μέγας |
| book 389.4 | ἦν, ἀλλαχοῦ φησι „μίμνον ἐπερχόμενον μέγαν Ἄσιον οὐδὲ φέβοντο“ |
| book 389.5 | (Μ 136). T |
| book 389.1 | {ἢ} ἀχερωΐς: ἡ λεύκη, παρὰ τὸ ἐκ τοῦ Ἀχέροντος— |
| book 389.2 | ἐπὶ †τῇ Κερβέρου τῇ νίκῃ. A |
| book 390a1.1 | βλωθρή: εὐα〈υ〉ξῆ. T | τινὲς ἁπαλήν, κατὰ Ἀρκάδας· |
| book 390a1.2 | οἱ δὲ ὑψηλήν, κατὰ Βοιωτούς, ἢ φλοιοβαρῆ, κατὰ Μάγνητας, ἢ |
| book 390a1.3 | τραχεῖαν, κατὰ Δρύοπας, ἢ ηὐξημένην, κατὰ Τυρρηνούς, ἢ σκληράν, |
| book 390a1.4 | κατὰ Καρυστίους. ἄκρως δὲ διὰ τῶν ἐπιθέτων τὰ ἰδιώματα παρίστησι |
| book 390a1.5.1 | „δρυσὶν ὑψικόμοισιν“ (ι 186), „ἰτέαι ὠλεσίκαρποι“ (κ 510), AT |
| book 390a1.5.2 | „†ἐλαίης τανυήκεος ὄζο醓, T „αἰγείρων ὑδατοτρεφέων“ (ρ 208), |
| book 390a1.5.3 | „τανύφλοιόν τε κράνειαν“ (Π 767). AT |
| book 390a2.1 | κατὰ μὲν Ἀρκάδας ἁπαλή, κατὰ δὲ Βοιωτοὺς ὑψηλή, |
| book 390a2.2 | κατὰ δὲ Μάγνητας φλοιοβαρής, κατὰ δὲ Δρύοπας τραχεῖα, κατὰ δὲ |
| book 390a2.3 | Τυρρηνοὺς ηὐξημένη, b(BCE3E4) κατὰ Καρυστίους δὲ σκληρά. |
| book 390a2.4 | b(BE3E4) ἄκρως δὲ διὰ τῶν ἐπιθέτων τὰ ἰδιώματα παρίστησι, |
| book 390a2.5.1 | „δρυσὶν ὑψικόμοισιν“, „†ἰτέαις ὀλεσικάρποισ“, „ἐλαίης τανυήκεος†“, |
| book 390a2.5.2 | „αἰγείρων ὑδατοτρεφέων“, „τανύφλοιόν τε κράνειαν“. b(BCE3E4) |
| book 390b.1 | {τήντ’} οὔρεσι τέκτονες {ἄνδρες}: δύο δεῖ ποιεῖν, οὔρε‐ |
| book 390b.2 | σιν, εἶτα τέκτονες, οὐχ ὑφ’ ἕν, ὥς τινες· τί γὰρ πλέον σημαίνεται ἐκ |
| book 390b.3 | τῆς συνθέσεως; A |
| book 390c.1 | οὔρεσι τέκτονες: Νικίας (fr. 17 B.) ὑφ’ ἓν „οὐρεσιτέ‐ |
| book 390c.2 | κτονεσ“, κακῶς· ἔδει γὰρ καὶ τὸ „οὔρεσι βουκόλοι“ (Ν 571) συνά‐ |
| book 390c.3 | πτειν. ἄλλως τε ἔσονται οἱ ὄρη κατασκευάζοντες. δύο οὖν μέρη λόγου |
| book 390c.4 | ἐστί, καὶ λείπει τὸ οὖσαν, b(BCE3)T ‘οὔρεσιν οὖσαν‘, ὡς τὸ |
| book 390c.5 | „ἥν τ’ ἐν ὄρεσ〈σ〉ι / χαλκίδα κικλήσκουσι θεοί“ (Ξ 290—1). T |
| book 391a1 | νεήκεσι: ὡς εὐμήκεσιν ἀνεγνώσθη. οὕτως δὲ καὶ Ἀλεξίων |
| book 391a1.1 | (fr. 54 B.). ὁ δὲ Ἀσκαλωνίτης (p. 52 B.) ὡς εὐγενέσιν, ὅπερ καὶ ἐ‐ |
| book 391a1.2 | χρῆν· παρὰ γὰρ τὴν ἀκὴν ἡ σύνθεσις. τὰ δὲ παρὰ τὰ εἰς η λήγοντα |
| book 391a1.3 | θηλυκὰ συντιθέμενα καὶ εἰς ης περατούμενα ἐπιθετικὰ τότε ὀξύνεσθαι |
| book 391a1.5.1 | θέλει, ὅταν ἔχῃ οὐδετέρου παρασχηματισμὸν καὶ τὴν γενικὴν εἰς ους |
| book 391a1.5.2 | περατουμένην, εὐτυχοῦς εὐτυχὲς εὐτυχεῖς, εὐρυπυλοῦς „εὐρυπυλὲσ“ |
| book 391a1.5.3 | (Ψ 74. λ 571) εὐρυπυλεῖς. οὕτως οὖν ἐχρῆν καὶ τὸ προκείμενον. ὅμως |
| book 391a1.5.4 | μέντοι ἡ παράδοσις τὸ νεήκης καὶ ταναήκης βαρύνει κατὰ συνεκδρο‐ |
| book 391a1.5.5 | μὴν τοῦ εὐμήκης, μεγακήτης. A |
| book 391a2 | ὡς εὐμήκεσιν. ἐχρῆν δὲ ὡς εὐγενέσιν. Til |
| book 391a3 | ὡς εὐμήκεσι. | δηλοῖ δὲ τὸ νεακονήτοις. b(BCE3) |
| book 392.1 | 〈πρόσθ’ ἵππων καὶ δίφρου:〉 διὰ τούτων τὴν περὶ τὸ |
| book 392.2 | ἅρμα ματαίαν αὐτοῦ σπουδὴν ἐμφανίζει. b(BCE3E4)Til |
| book 393.1 | βεβρυχώς, 〈κόνιος δεδραγμένος αἱματοέσσησ〉: |
| book 393.2 | ἐναργῶς δείκνυσιν εἴδωλον ἥρωος ἐν αὐτῷ τῷ θυμῷ τὴν ψυχὴν ἀφιέν‐ |
| book 393.3 | τος καὶ ἀπρὶξ τῆς γῆς δεδραγμένου. τινὲς δὲ ἓν ἐξ ἀμφοῖν· ἐν τῷ βρυχᾶν |
| book 393.4 | γάρ, φασί, τοῖς ὀδοῦσι ἐδράττετο τῆς γῆς. τὸ δὲ αἱματοέσσης μερι‐ |
| book 393.5.1 | κῶς ἀκουστέον, οἷον τῆς δι’ αὐτοῦ αἱματοέσσης· καὶ γὰρ ἔμφασις δε‐ |
| book 393.5.2 | δράχθαι αὐτὸν κόνεως πεφυρμένης ὑπ’ αὐτοῦ. b(BE3E4)T |
| book 393.1 | βεβρυχώς: βρυχώμενος, σπώμενος—εἰώθασι γὰρ τοὺς |
| book 393.2 | ὀδόντας βρύχειν. A |
| book 394.1 | 〈ἐκ δέ οἱ ἡνίοχοσ〉 πλήγη φρένας: ἐξεπλάγη δὲ τὰς |
| book 394.2 | φρένας ὁ ἡνίοχος αὐτοῦ ὡς ἐπί τινι παραδόξῳ· εἰκὸς γὰρ καὶ τὸν |
| book 394.1 | Ἀσίου ἡνίοχον ἀλαζόνα τινὰ καὶ ἀνόητον εἶναι, ἀκαταμάχητόν τινα |
| book 394.2 | τὸν δεσπότην οἰόμενον, εἶτα ἐπὶ τῷ παραδόξῳ πτώματι ἐκπεπληγ‐ |
| book 394.5 | μένον. b(BCE3E4)T |
| book 395-6.1 | 〈οὐδ’ ὅ γ’ ἐτόλμησεν δηΐων ὑπὸ χεῖρασ〉 ἀλύξας |
| book 395-6.2 | 〈/ ἂψ ἵππους στρέψαι: ἀλύξας (395)〉 στρέψας, στρέψαι (396) |
| book 395-6.3 | ἀλύξαι. T | πιθανὸν δὲ τὸ πλάσμα εἰς τὸ ἁλῶναι καὶ τοὺς ἵππους· ἐπεὶ |
| book 395-6.4 | γὰρ φθάνει συστήσας αὐτούς, οὐκ ἦν πιθανὸν ἐκ τοῦ εὐχεροῦς ἁλίσκε‐ |
| book 395-6.5.1 | σθαι ὑπὸ τῶν πολεμίων. διὰ τὴν ἔκπληξιν οὖν τοῦ ἡνιόχου πιθανῶς |
| book 395-6.5.2 | τὸ τοιοῦτο πράττεται. b(BCE3E4)T |
| book 399a1.1 | 〈αὐτὰρ ὅ γ’ ἀσθμαίνων:〉 Ἀρίσταρχος χωρὶς τοῦ γ, |
| book 399a1.2 | „αὐτὰρ ὁ ἀσθμαίνων“. Aim |
| book 399a2 | χωρὶς τοῦ †ε. Til |
| book 399b.1 | εὐεργέος: νῦν μάλιστα ἁρμόδιον τὸ ἐπίθετον ἐπὶ τοῦ |
| book 399b.2 | Ἀσίου δίφρου· αὐτός τε γὰρ μέγας καὶ οἱ ἵπποι καλοὶ καὶ ὁ δίφρος |
| book 399b.3 | εὐεργής. T |
| book 401 | 〈ἐξέλασεν:〉 ἐξελαθῆναι ἐποίησεν. Til |
| book 402.1 | 〈μάλα σχεδόν:〉 καὶ μάλα σχεδὸν ἐλθὼν ἀποτυγχά‐ |
| book 402.2 | νει. Til |
| book 403a1.1 | 〈Ἀσίου ἀχνύμενος:〉 ὅτι παρεῖται ἡ πρόθεσις, περὶ |
| book 403a1.2 | Ἀσίου. Aim |
| book 403a2.1 | {ἀσίου ἀχνύμενος:} λείπει ἡ περί, ὡς τὸ „θυμὸν ἑταίρου |
| book 403a2.2 | χώεται αἰνῶσ“ (Υ 29). T |
| book 407a | 〈δινωτήν:〉 περιφερῆ· b(BCE3)Til δῖνος γὰρ ὁ τόρ‐ |
| book 407a | νος. b(BCE3E4)Til |
| book 407b1.1 | 〈κανόνεσσι:〉 ἐκ πλήρους αἱ Ἀριστάρχου „κανόνεσσι“. |
| book 407b1.2 | Aim |
| book 407b2 | {κανόνες’:} ἐκ πλήρους δεῖ γράφειν τὸ κανόνεσιν. T |
| book 407c.1 | δύω κανόνε〈σ〉ς’ 〈ἀραρυῖαν〉: οὐ γὰρ †αὐτῷ ἔνδον |
| book 407c.2 | ἔχρῃζον† πρὸς ἀσφάλειαν. ἡ δὲ τοῦ Σαρπηδόνος αὐτοὺς ἔξωθεν |
| book 407c.3 | εἶχεν. ἢ ἀντὶ πορπάκων αὐτοὺς εἶχον, ὡς Αὐτόχθων. T |
| book 408a.1 | {τῆι ὑπο} πᾶς {ἑαλλη}: ὅτι τὸ πᾶς ἀντὶ τοῦ ὅλος. ἡ δὲ |
| book 408a.2 | ἀναφορὰ πρὸς τὸ „πᾶσαι δ’ ὠΐγνυντο πύλαι“ (Θ 58) ἀντὶ τοῦ |
| book 408a.3 | ὅλαι. A |
| book 408b1.1 | ἐάλη: συνειλήθη. ἄλλος δέ τις „πρόσσω 〈...〉 κατέκυψε, |
| book 408b1.2 | τὸ δ’ ἐξόπιθεν δόρυ μακρόν / οὔδει ἐνισκίμφθη“ (Π 611—2). ὁ δὲ |
| book 408b1.3 | Ἕκτωρ „ἀλεύατο“ (Χ 274)· „ἕζετο γὰρ προϊδών“ (Χ 275). „ὁ δ’ |
| book 408b1.4 | ὕπαιθα λιάσθη / Πουλυδάμασ“ (Ο 520—1). τοσαύτη ἐστὶ τῷ ποιη‐ |
| book 408b1.5 | τῇ εὐπορία. T |
| book 408b2.1 | συνειλήθη καὶ συνεκρύβη. ὁ δὲ Ἕκτωρ „ἀλεύατο“. ὁ δὲ |
| book 408b2.2 | Πολυδάμας „λιάσθη“ (Ο 520)· τοσαύτη γάρ ἐστι τῷ ποιητῇ εὐπο‐ |
| book 408b2.3 | ρία. b(BCE3E4) |
| book 409-10 | καρφαλέον 〈δέ οἱ ἀσπὶς ἐπιθρέξαντος ἄϋσεν / |
| book 409-10.1 | ἔγχεοσ〉: ἐναργεστάτη ἡ ὀνομασία· τοῦ γὰρ δόρατος πληγὴν μὲν |
| book 409-10.2 | οὐ ποιήσαντος, διαδραμόντος δέ, ἄκρως τὸν ψόφον τῆς ἀσπίδος ἐμι‐ |
| book 409-10.3 | μήσατο. διὰ δὲ τοῦ ἄϋσεν (409) ἐλαφρὸν μὲν ἦχον, ἐπὶ πολὺ δὲ πα‐ |
| book 409-10.5.1 | ρατεινόμενον ἔφρασε, τοῦ δόρατος καὶ τὴν ἴτυν παρατρίψαντος. |
| book 409-10.5.2 | b(BCE3E4)T |
| book 411.1 | ἀλλ’ ἔβαλ’ 〈Ἱππασίδην〉: προσυνίστησι τὸν Δηΐφο‐ |
| book 411.2 | βον, ἐπεὶ διάδοχος Ἕκτορος ἔσται. ἀλλ’ ὅρα πάλιν τὴν τέχνην· |
| book 411.3 | ἀποτυχίᾳ γὰρ τοῦ Ἰδομενέως ἄλλον ἀναιρεῖ κατά τινα τύχην ἐπι‐ |
| book 411.4 | τυχών, b(BCE3E4)T ὡς καὶ τὸν Ἀμφίμαχον ἄλλο τι πράσσοντα |
| book 411.5 | ἀναιρεῖ (cf. Ν 185—6). T |
| book 412.1 | ἧπαρ 〈ὑπὸ πραπίδων〉: ἔβαλεν αὐτὸν εἰς τὸ ἧπαρ |
| book 412.2 | ὑποκάτω τῶν φρενῶν. φρένες δὲ αἱ διεζωσμέναι τὸν ὑπὸ τῷ πνεύμονι |
| book 412.3 | καὶ τῇ καρδίᾳ τόπον, ὃς καλεῖται διάφραγμα, b(BCE3E4)T „ὑφ’ |
| book 412.4 | ἧπαρ καὶ φρένας πεπληγμένη〈ν〉“ (Soph. Trach. 931). T |
| book 413.1 | ἔκπαγλον: ὑβριστικῶς· b(BCE3E4)T „ἔκπαγλον καὶ |
| book 413.2 | ἀεικέσ“ (ρ 216). T ἐλέγχει δὲ ὁ ποιητὴς τὸ ἄκαιρον· οὐδὲν γὰρ |
| book 413.3 | μέγα διαπραξάμενος οὐδὲ ἐπιτυχὼν τοῦ προκειμένου οὐδέ τινα τῶν |
| book 413.4 | ἐπισήμων ἀνελὼν κομπάζει. σαρκασμὸς δὲ ταῦτα διὰ Ἰδομενέα. |
| book 413.5 | b(BCE3E4)T |
| book 415a | 〈εἰς Ἄϊδος:〉 Ἀττικῶς. Til |
| book 415b | 〈ἰόντα:〉 οὕτως ἰόντα διὰ τοῦ ι αἱ Ἀριστάρχου. Aint |
| book 415c.1 | {εἰς ἀΐδος περ ἰόντα} πυλάρταο 〈κρατεροῖο〉: ὅτι τοῦ |
| book 415c.2 | ἰσχυρῶς τὰς πύλας ἐπαρτῶντος, ὅ ἐστιν ἁρμόζοντος· ἀμφότερα γὰρ |
| book 415c | πρὸς ἓν ληπτέον. A |
| book 417-8.1 | Ἀργείοισι δ’ ἄχος γένετ’ εὐξαμένοιο, / Ἀντι‐ |
| book 417-8.2 | λόχῳ 〈δὲ μάλιστα〉: ὡς τῆς λύπης κολοβούσης τὰς ὁρμάς· διὸ καὶ |
| book 417-8.3 | Ἀχιλλεὺς καμὼν καὶ ὑπὲρ Πατρόκλου λυπούμενος οὐ κατελάμβανεν |
| book 417-8.4 | Ἕκτορα. b(BCE3E4)T |
| book 419-20.1 | 〈ἀλλ’ οὐδ’ ... ἑοῦ ἀμέλησεν〉 ἑταίρου, 〈ἀλλὰ |
| book 419-20.2 | —σάκος ἀμφεκάλυψε〉: τὴν αἰτίαν ἐπιφέρει· καὶ γὰρ ἦν αὐτοῦ |
| book 419-20.3 | ἑταῖρος. ἐκάλυψε δὲ αὐτὸν τῇ ἀσπίδι, T ἵνα μὴ σκυλευθῇ ὑπὸ τῶν |
| book 419-20.4 | πολεμίων. b(BCE3)T |
| book 420.1 | ἀλλὰ θέων περίβη: πρὸς τὴν ἐξήγησιν τοῦ „ὃς Χρύσην |
| book 420.2 | ἀμφιβέβηκασ“ (Α 37) ἀντὶ τοῦ ὑπερμαχεῖς, κατὰ μεταφορὰν τῶν |
| book 420.3 | τετραπόδων. A |
| book 423a1.1 | 〈στενάχοντε:〉 οὕτως διὰ τοῦ ε αἱ Ἀριστάρχου στενά‐ |
| book 423a1.2 | χοντε, οὐ διὰ τοῦ α ἐπὶ τοῦ νεκροῦ (γελοῖον γάρ), ἀλλ’ ἐπὶ τῶν |
| book 423a1.3 | βασταζόντων. Aint |
| book 423b1.1 | στενάχοντε: ὅτι Ζηνόδοτος γράφει „στενάχοντα“, |
| book 423b1.2 | ἑνικῶς. A |
| book 423a2/b2.1 | {βαρέα} στενάχοντε: ἐπὶ τῶν φερόντων. Ζηνόδοτος |
| book 423a2/b2.2 | δὲ γελοίως „στενάχοντα“ ἐπὶ τοῦ νεκροῦ. b(BCE3)T |
| book 424 | Ἰδομενεὺς 〈δ’ οὐ λῆγε μένος μέγα, ἵετο δ’ αἰεί: τὸ |
| book 424.1 | Ἰδομενεύσ〉 τινὲς περισπῶσιν. οἱ δὲ μένος ἀντὶ τοῦ μένους, ὡς |
| book 424.2 | „μέθυ χίλια μέτρα“ (Η 471). οἱ δὲ μέγα ἵετο μεγάλως ἐπεθύμει. ἄμει‐ |
| book 424.3 | νον δὲ εὐθεῖαν εἶναι, ὡς τὸ „οὐδὲ Σκάμανδρος ἔληγε τὸ ὃν μένοσ“ |
| book 424.5 | (Φ 305). T |
| book 425 | νυκτὶ καλύψαι: περιφραστικῶς ἀποκτεῖναι. b(BCE3E4)T |
| book 426a.1 | {ἢ αὐτὸς} δουπῆσαι: ὅτι ἐκ παρεπομένου τὸ ἀπολέσθαι· |
| book 426a.2 | οἱ γὰρ ἐν πολέμῳ πίπτοντες ψόφον ἀποτελοῦσι τοῖς ὅπλοις. ἡ δὲ |
| book 426a.3 | ἀναφορὰ πρὸς τοὺς Γλωσσογράφους· οὗτοι γὰρ 〈ἓν〉 ἀνθ’ ἑνὸς |
| book 426a.4 | ἐδέξαντο „δεδουπότοσ“ (Ψ 679) ἀντὶ τοῦ τεθνηκότος. A |
| book 426b.1 | 〈δουπῆσαι〉 ἀμύνων λοιγὸν Ἀχαιοῖς: Ἑλληνικὸν |
| book 426b.2 | τὸ φρόνημα τὸ ὑπὲρ φίλων ἑτοίμως ἔχειν πεσεῖν. | δουπῆσαι δὲ τὸ |
| book 426b.3 | ἐν πολέμῳ πεσεῖν· ὅταν δὲ εἴπῃ „δεδουπότος Οἰδιπόδαο“ (Ψ 679), ὡς |
| book 426b.4 | κατακρημνίσαντος ἑαυτὸν ἐπὶ ταῖς συμφοραῖς. b(BCE3E4)T |
| book 427-34.1 | ἔνθ’ Αἰσυήταο διοτρεφέος φίλον υἱόν 〈/ — / |
| book 427-34.2 | τὸν τόθ’ ὑπ’ Ἰδομενῆϊ Ποσειδάων ἐδάμασσε〉: τὸ ἑξῆς ἔνθ’ |
| book 427-34.3 | Αἰσυήταο υἱὸν ἥρωα Ἀλκάθοον (cf. 427—8) ὑπ’ Ἰδομενῆϊ |
| book 427-34.4 | Ποσειδάων ἐδάμασσε (434). τὰ δὲ λοιπὰ διὰ μέσου. ἐπεὶ δὲ πολὺ |
| book 427-34.5.1 | διέστη τὸ ἑξῆς, εἰκότως ἀνείληφε τοῦ πράγματος τὴν ἀρχὴν σχεδὸν |
| book 427-34.5.2 | 〈ταῖσ〉 αὐταῖς φωναῖς· τὸ μὲν γὰρ τότε (cf. 434) ἀντὶ τοῦ ἄνω (sc. |
| book 427-34.5.3 | 427) κειμένου ἔνθα παρείληπται, ἡ δὲ τόν (434) ἀντωνυμία κατ’ |
| book 427-34.5.4 | ἐπιφορὰν ἐπὶ τοῦ Ἀλκάθου κεῖται. οὕτως οὖν διορθωτέον ὡς διὰ μέ‐ |
| book 427-34.5.5 | σου. A |
| book 428a | ἥρω’ Ἀλκάθοον: „ἥρων 〈Ἀλκάθοον〉“ τινὲς Ἀττικῶς· |
| book 428a | „ἀλλ’ εἰς ἥρων τι παρήμαρτον“ Ἀριστοφάνης (fr. 692 K. = 712 K.—A.). T |
| book 428b.1 | 〈ἥρω’ Ἀλκάθοον,〉 γαμβρὸς δ’ ἦν: ὑπὲρ ποικιλίας |
| book 428b.2 | ἐξήλλαξε τὴν ἀπαγγελίαν, οὐκ ἐπιμείνας ἐπὶ τῆς αἰτιατικῆς. |
| book 428b.3 | b(BCE3)T |
| book 429a.1 | 〈πρεσβυτάτην δ’ ὤπυιε θυγατρῶν:〉 ὁ δέ ἀντὶ τοῦ |
| book 429a.2 | γάρ. Til |
| book 429b.1 | Ἱπποδάμειαν: ἐξ Ἐριώπιδος· αὕτη γὰρ γυνὴ Ἀγχί‐ |
| book 429b.2 | σου. T |
| book 430-3.1 | τὴν περὶ κῆρι φίλησεν〈— / γῆμεν ἀνὴρ |
| book 430-3.2 | ὤριστοσ〉: καὶ ταῦτα εἰς σύστασιν τοῦ Ἀλκαθόου, ὅτι δι’ ἀρετὴν |
| book 430-3.3 | τῆς ἀρίστης ἔτυχε γυναικός. ἔχει δέ τι παιδευτικὸν ὁ λόγος ὅτι καὶ τοῖς |
| book 430-3.4 | γονεῦσι πρὸς τοὺς παῖδας εὔνοια πλείων γίνεται δι’ ἀρετήν, οὐ διὰ |
| book 430-3.5 | τὴν φύσιν. b(BCE3E4)T |
| book 430 | περὶ κῆρι: ὑπὲρ τὸ τῆς φύσεως μέτρον. b(BCE3E4)T |
| book 432.1 | 〈κάλλεϊ καὶ ἔργοισιν ἰδὲ φρεσίν:〉 ὡς „οὐ δέμας οὐδὲ |
| book 432.2 | φυήν, οὔτ’ ἂρ φρένας 〈οὔτε τι ἔργα〉“ (Α 115). Til |
| book 432-3.1 | τοὔνεκα 〈καί〉 μιν / γῆμεν ἀνὴρ ὤριστος: ποιεῖ |
| book 432-3.2 | τὰς γυναῖκας σπεύδειν πρὸς κοσμιότητα. T |
| book 433.1 | ὤριστος: τινὲς ἄλλους ὑποτάσσουσι· „πρὶν Ἀντηνορίδας |
| book 433.2 | τραφέμεν καὶ Πανθόου υἷας / Πριαμίδας θ’, οἳ Τρωσὶ μετέπρεπον ἱπ‐ |
| book 433 | ποδάμοισιν, / ἕως ἔθ’ ἥβην εἶχεν, ὄφελλε δὲ κούριον ἄνθοσ“ (= Ν 433a—c). T |
| book 434a1.1 | ὑπ’ Ἰδομενῆϊ Ποσειδάων ἐδάμασσεν: τοῦ πιθα‐ |
| book 434a1.2 | νοῦ ταῦτα ἐχέτωσαν, μὴ ἀπίθανος φαίνοιτο ὁ Ἰδομενεὺς ὑπὲρ τὴν |
| book 434a1.3 | ἡλικίαν τινὰ κατορθῶν. T |
| book 434a2.1 | διὰ τὸ πιθανὸν καὶ ταῦτα πρόσκειται, μή πως ἀπιστοῖ‐ |
| book 434a2.2 | το Ἰδομενεὺς ὑπὲρ τὴν ἡλικίαν τινὰ κατορθῶν. b(BCE3E4) |
| book 435a.1 | θέλξας 〈ὄσσε φαεινώ〉: μεταβαλὼν τῆς ὀξυωπίας· καὶ |
| book 435a.2 | ἕστηκεν ἀκίνητος οὐχ ὁρῶν, τρόπον τινὰ τῆς ψυχῆς νεκρῷ ἐνοικούσης |
| book 435a.3 | τῷ σώματι, b(BCE3E4)T καὶ „οὐδέ με θέλξεν“ (κ 318) καὶ „ὡς |
| book 435a.4 | οὔ τι πιὼν τάδε φάρμακ’ ἐθέλχθησ“ (κ 326), T οἷον ἀπὸ τῆς |
| book 435a.5 | †πρώτης† εὐτονίας μετεβλήθης. b(BCE3E4)T |
| book 435b.1 | 〈ὄσσε φαεινώ:〉 οὐδετέρως· καὶ ἀλλαχοῦ „τὼ δέ οἱ ὄσσε |
| book 435b.2 | / πὰρ ποσὶν αἱματόεντα“ (Ν 616—7). Til |
| book 437.1 | 〈στήλην:〉 παρὰ τὴν στάσιν καὶ τὸ λίαν ἡ στήλη ὠνό‐ |
| book 437.2 | μασται. b(BCE3E4)Til |
| book 438.1 | στῆθος μέσον: ἐδίδαξε, ποῦ κεῖται ἡ καρδία (cf. Ν 442), |
| book 438.2 | b(BCE3E4)T ὡς καὶ Εὐδήμῳ δοκεῖ. b(BCE3)T |
| book 439a.1 | 〈ῥῆξεν δέ οἱ ἀμφὶ χιτῶνα:〉 ὅτι σαφῶς τὸν θώρακα |
| book 439a.2 | χιτῶνα χαλκοῦν (cf. Ν 439—40). Aim |
| book 439b | 〈ῥῆξεν δέ οἱ ἀμφὶ χιτῶνα:〉 περιέρρηξε δὲ αὐτοῦ τὸν |
| book 439b | χιτῶνα. b(BCE3)Til |
| book 441a.1 | αὖον ἄϋσεν: τὸ αὗον δασυντέον. AT σημαίνει δὲ |
| book 441a.2 | τὸ ξηρόν. | θέλει δὲ σημᾶναι τὸν ὥσπερ ἤδη νεκρούμενον. A |
| book 441b.1 | αὖον 〈ἄϋσεν ἐρεικόμενοσ〉: ἀντὶ τοῦ ὀξύ· καὶ ἔστιν |
| book 441b.2 | ἀκοῦσαι σχιζομένου θώρακος ψόφον. ἐρεικόμενος δὲ ῥησσόμενος· |
| book 441b.3 | b(BCE3E4)T ὅθεν ἐρειγμὸς καὶ ἐρεικτόν· „ἧψε κατερεικτῶν |
| book 441b.4 | χύτρασ“ (Ar. ran. 505). T |
| book 443a.1 | οὐρίαχον 〈πελέμιζεν〉: τὴν ἐπιδορατίδα. b(BCE3E4)T |
| book 443a.2 | †οἵ τιν’ οἱ† τὴν οὐράν. T ἔδειξε δὲ ὁρμῶντα προσωτέρω τὸν |
| book 443a.3 | σίδηρον καὶ ἀνακρουόμενον τῷ παλμῷ τῆς καρδίας, καὶ δηλοῖ ὡς |
| book 443a.4 | μετὰ θάνατον τοῦ παντὸς σώματος ἔτι ζῇ ἡ καρδία. b(BCE3E4)T |
| book 443a.5.1 | οὐρίαχον: τὸν σαυρωτῆρα—καὶ †στρόφιγγά† φα‐ |
| book 443a.5.2 | σιν. A |
| book 443b.1 | πελέμιζεν: οὕτως διὰ τοῦ ζ Ἀρίσταρχος καὶ Ἀριστο‐ |
| book 443b.2 | φάνης. ἄλλοι δὲ „πελέμιξεν“ διὰ τοῦ ξ. A |
| book 444a.1 | ἀφίει μένος 〈ὄβριμος Ἄρησ〉: τὴν εἰς τοὔμπροσθεν |
| book 444a.2 | ὁρμὴν ὁ σίδηρος ἵστη, μὴ συγχωρούμενος ὑπὸ τῆς καρδίας. οἱ δέ, τὴν |
| book 444a | ψυχὴν ἀφιέναι τὸ μένος ἐποίει. b(BCE3E4)T |
| book 444b.1 | 〈ἀφίει μένος ὄβριμος Ἄρησ〉: ἀντὶ τοῦ ὥρμα ὁ σίδη‐ |
| book 444b.2 | ρος πρόσω χωρῆσαι 〈***〉. Aim |
| book 446-7.1 | 〈ἦ〉 ἄρα δή τι {ς’} ἐΐσκομεν 〈ἄξιον εἶναι / τρεῖς |
| book 446-7.2 | ἑνὸς ἀντὶ πεφάσθαι; ἐπεὶ σύ περ εὔχεαι οὕτω〉: ὄντως ἄρα |
| book 446-7.3 | δή τι νομίζομεν ἄξιον εἶναι τὸ τοὺς τρεῖς τούτους ἀνθ’ ἑνὸς ἀνῃρῆσθαι, |
| book 446-7.4 | ἐφ’ ᾧ σὺ μάτην ἐφιλοτιμήσω. ἢ οὕτως· ἆρα ἴσον ὀφείλομεν στοχάζε‐ |
| book 446-7.5.1 | σθαι τὸ τρεῖς ἀνθ’ ἑνὸς πεφονεῦσθαι ἢ δῆλον ὅτι πολλῷ μεῖζον καὶ |
| book 446-7.5.2 | τριπλάσιον; b(BCE3E4)T |
| book 446-7.1 | ἦ ἄρα δή τι ἐΐσκομεν ἄξιον εἶναι / τρεῖς ἑνὸς ἀντὶ |
| book 446-7.2 | πεφάσθαι: ἆρα ἀξίως καὶ δεόντως—πεφονευκότες; A |
| book 446a1.1 | 〈δή τι ἐΐσκομεν:〉 οὕτως Ἀρίσταρχος δή τι ἐΐσκο‐ |
| book 446a1.2 | μεν, χωρὶς τοῦ ς. Aim |
| book 446a2 | Ζηνόδοτος δὲ „δή τι 〈ἐΐσκομεν〉“ χωρὶς τοῦ ς γράφει. T |
| book 447.1 | 〈οὕτως:〉 οὕτως διὰ τοῦ ο Ἀρίσταρχος. Ζηνόδοτος διὰ |
| book 447.2 | τοῦ α. Aint |
| book 448 | 〈ἐναντίον:〉 γράφεται καὶ „ἐναντίοσ“. Aim |
| book 449a1.1 | {ὄφρα} ἴδῃς: οὕτω Ζηνόδοτος. Ἀρίσταρχος δὲ „ἴδῃ“ |
| book 449a1.2 | διὰ τοῦ ι. T |
| book 449a2 | Ἀρίσταρχος χωρὶς τοῦ ς „ἴδῃ“. Aim |
| book 449b | 〈γόνος:〉 ἀπόγονος. Til |
| book 450-2.1 | ὃς πρῶτον Μίνωα τέκε〈—ἄνακτα〉: πρὸς |
| book 450-2.2 | κατάπληξιν τοῦ πολεμίου λεγόμενον καὶ ἡμᾶς εὐκαίρως ἐδίδαξεν. T |
| book 450a1.1 | Κρήτῃ ἐπίουρον: τοῦτο τριχῶς ἀνεγνώσθη. Ζηνόδο‐ |
| book 450a1.2 | τος (fr. 4, p. 191 P.) γὰρ ὡς ἐπίκουρον, ἐκδεχόμενος βασιλέα καὶ φύ‐ |
| book 450a1.3 | λακα. καὶ Ἀρίσταρχος δὲ οὕτως, ἐκδεχόμενος τὸν φύλακα. μέμνηται |
| book 450a1.4 | δὲ καὶ ὁ Δίδυμος (p. 115 Schm.) τῆς ἀποδόσεως καὶ Τρύφων (fr. |
| book 450a1.5.1 | 100 V.). ἐκεῖνο δὲ προστίθησιν ὁ Τρύφων ὅτι ὁ ἐπίουρος, ὡς „ἐπίσκο‐ |
| book 450a1.5.2 | ποσ“ (Κ 342 al.), οὐ πάντως ἔχει ἐγκείμενον τὸν „οὖρον“ (ο 89) τὸν |
| book 450a1.5.3 | φύλακα κατὰ ταύτην τὴν ἀπόδοσιν· τί γὰρ κεκώλυκε παρὰ τὸ ὁρῶ |
| book 450a1.5.4 | εἶναι ἐπίορον καὶ ἐπίουρον τὸν ἐπιορῶντα, ἐψιλῶσθαι δὲ διὰ τὴν |
| book 450a1.5.5 | ἐπένθεσιν τοῦ υ; καὶ ἡμεῖς δὲ συγκατατιθέμεθα τούτοις. εἰσὶ δὲ οἳ |
| book 450a1.10.1 | ἀνέστρεψαν τὴν πρόθεσιν „Κρήτῃ ἔπι“. ὁ δὲ Ἀσκαλωνίτης (p. 53 B.) |
| book 450a1.10.2 | παρέλκειν ἡγεῖται τὴν ἐπί· διὸ καὶ τὸν τόνον φυλάσσει τῆς προ〈σ〉‐ |
| book 450a1.10.3 | θέσεως, ὁμοίως τῷ „βοῶν ἐπιβουκόλος ἀνήρ“ (γ 422). A |
| book 450a2.1 | ἐπίουρον: οἱ μὲν ὡς „ἐπίσκοπον“ (Κ 38), οἱ δὲ ἀναστρέ‐ |
| book 450a2.2 | φουσι τὴν ἐπί, οἱ δὲ παρέλκειν αὐτὴν οἴονται. ἄμεινον δὲ τὸ πρῶτον. |
| book 450a2.3 | b(BCE3)T οἱ δὲ ὅτι περισσὴ ἡ ἐπί, ὡς „ἐπιβουκόλος ἀνήρ“. T |
| book 451 | 〈Δευκαλίωνα:〉 ἐκ Πασιφάης. Til |
| book 452a.1 | Δευκαλίων δ’ ἐμὲ τίκτε: ὀρθοτονητέον τὴν ἀντωνυ‐ |
| book 452a.2 | μίαν· ἔστι γὰρ ἀντιδιασταλτική. A b (BCE3)T | τίκτειν δὲ τὸ κτίζειν. |
| book 452a.3 | b(BCE3)T | οἱ δὲ „ἔμ’ ἔτικτε“. T |
| book 452b.1 | πολέσς’ ἄνδρεσσιν: εἶπε γὰρ „ἐν δ’ ἄνθρωποι / πολ‐ |
| book 452b.2 | λοὶ ἀπειρέσιοι“ (τ 173—4). T |
| book 453.1 | 〈εὐρείῃ:〉 μεγάλῃ· „τοῦ μέν τε κλέος εὐρύ“ (τ 333) καὶ |
| book 453.2 | „εὐρύοπα Ζῆν’“ (Θ 206) καὶ „εὐρυσθενέσ“ (Η 455 al.). b(BCE3E4) |
| book 456a | 〈ἤ τινα:〉 Ἀρίσταρχος ἤ τινα. ἄλλοι δὲ „εἴ τινα“. Aim |
| book 456b.1 | {ἤ τινά που τρώων} ἑταρίσσαιτο {μεγαθύμων}: ὅτι |
| book 456b.2 | ἀντὶ τοῦ συνεργὸν λάβοι. πρὸς τὸ „ἴκμενον οὖρον ἵει πλησίστιον, |
| book 456b.3 | ἐσθλὸν ἑταῖρον“ (λ 7). A |
| book 456c | 〈ἑταρίσσαιτο:〉 συνεργὸν καλέσαιτο. b(BCE3)Til |
| book 458a1.1 | δοάσσατο: τοῦ δοκῶ παράγωγον· δοκάσατο καὶ ἀπο‐ |
| book 458a1.2 | βολῇ τοῦ κ δοάσατο, T ὡς „ῥαδαλὸν TTil δονακῆα“ (Σ 576) |
| book 458a1.3 | ἀντὶ τοῦ κραδαλόν, εὐκράδαντον. T |
| book 458a2.1 | τοῦ δοκῷ παράγωγόν ἐστι, b(BCE3) δοκῶ δοκήσω |
| book 458a2.2 | δοκάσσω ἐδοκάσσατο δοκάσσατο καὶ ἀποβολῇ τοῦ κ δοάσσατο. |
| book 458a2.3 | b(BCE3E4) |
| book 459 | βῆναι ἐπ’ Αἰνείαν: Τροίας ἁλούσης Αἰνείας—μετ‐ |
| book 459 | ῴκησεν εἰς Ἰταλίαν καὶ κτίζει πόλιν Ῥώμην. A |
| book 460.1 | ἐπεμήνιε: ἐμέμφετο. b(BCE3E4)T „ὁ ξεῖνος δ’ εἴπερ |
| book 460.2 | μάλα μηνίει, ἄλγιον αὐτῷ“ (ρ 14)· „ἀλλ’ ἀπομηνίσει“ (π 378). T |
| book 461a1.1 | οὕνεκ’ ἄρ’ ἐσθλὸν ἐόντα μετ’ ἀνδράσιν 〈οὔ τι |
| book 461a1.2 | τίεσκεν〉: τὸ μετ’ ἀνδράσιν δύναται ἑκατέρωσε συντάττεσθαι· |
| book 461a1.3 | ἀδιάφορον γάρ. A |
| book 461a2 | ἢ ‘ἐόντα μετ’ ἀνδράσιν‘ ἢ ‘μετ’ ἀνδράσι τίεσκεν‘. Til |
| book 461b1.1 | οὔτι τίεσκεν: ἢ ὡς τῆς Ῥέας μηνισάσης Ἀλεξάνδρῳ. |
| book 461b1.2 | ἢ ὡς τιμωμένου ὑπὸ τῶν Τρώων· φησὶ γὰρ „Αἰνείας, ὃς Τρωσὶ θεὸς |
| book 461b1.3 | ὣς τίετο δήμῳ“ (Λ 58). οἱ δέ, ὅτι πολίτῃ τὴν ἀδελφὴν δέδωκεν Ἀλ‐ |
| book 461b1.4 | κάθῳ (cf. Ν 429)· καὶ γὰρ ἐγνωκὼς τὸν χρησμὸν (cf. Υ 307—8) οὐκ ἂν |
| book 461b1.5.1 | Αἰνείας ὑπερήσπισεν Ἕκτορος (cf. Υ 158—340), οὐ Κύπρις Ἀνδρο‐ |
| book 461b1.5.2 | μάχῃ παρέσχε τὴν ἄμπυκα (cf. Χ 470—2), οὐ τὸ σῶμα ἐφύλασσεν |
| book 461b1.5.3 | Ἕκτορος (cf. Ψ 185—7). T |
| book 461b2.1 | ὡς τιμώμενον αὐτὸν ὑπὸ τῶν Τρώων καὶ παραβλάπτοντα |
| book 461b2.2 | τὴν βασιλικὴν τιμὴν οὐκ ἐτίμα, δεδιὼς τὴν ἐπιβουλήν. b(BCE3E4) |
| book 464a.1 | γαμβρῷ: ἀδελφῆς ἀνδρί. „οἶος, σὺν γαμβροῖσι κασιγνή‐ |
| book 464a.2 | τοισί τε σοῖσι“ (Ε 474). b(BCE3E4)T |
| book 464b | {εἴπερ τίς σε} κῆδος: κηδεία τοῦ νεκροῦ. T |
| book 465a | 〈ἐπαμύνομεν:〉 ὅτι ἀντὶ τοῦ ἐπαμύνωμεν. Aint |
| book 465b | 〈ἐπαμύνομεν:〉 οὕτως σχεδὸν ἅπασαι, ἐπαμύνομεν. Aim |
| book 465c.1 | τὸ δὲ ἐπαμύνομεν τινὲς „ἐπαμυνέμεν“. T | ὑγιέστερον δὲ |
| book 465c.2 | τὸ καὶ ἑαυτὸν συναριθμεῖν τῇ ἐπικουρίᾳ πρὸς τὴν ἐκείνου αἰδῶ. b |
| book 465c.3 | (BCE3E4)T |
| book 466 | 〈τυτθόν:〉 ἡ λέξις Θετταλῶν. Til |
| book 468.1 | 〈θυμὸν ἐνὶ〉 στήθεσσιν ὄρινε: τῶν γὰρ παλμῶν αἰτία |
| book 468.2 | ἡ θέρμη τοῦ περὶ καρδίαν αἵματος. b(BCE3E4)T |
| book 469.1 | βῆ δὲ μετ’ Ἰδομενῆα μέγα π〈τ〉ολέμοιο μεμηλώς: |
| book 469.2 | ἡ τοῦ φίλου συμφορὰ ἀμαυροῖ τὴν ἐπὶ τῷ ἐχθρῷ μῆνιν. b(BCE3E4)T |
| book 470a | 〈φόβος:〉 ὅτι σαφῶς φόβος ἀντὶ τοῦ φυγή. Aint |
| book 470b.1 | φόβος: καὶ πῶς αὐτός φησι „δείδια δ’ αἰνῶς/ Αἰνείαν |
| book 470b.2 | ἐπιόντα“ (Ν 481—2); ἢ φόβον τὴν φυγήν φησιν· b(BCE3E4)T |
| book 470b.3 | ἐπάγει γοῦν „ἀλλ’ ἔμεν’ ὡς ὅτε τις σῦσ“ (Ν 471). T |
| book 470c1.1 | τηλύγετον {ὥς}: ἤτοι μεμονωμένον ἢ γέροντα τὸν τη‐ |
| book 470c1.2 | λοῦ τῆς ἡλικίας ἐλθόντα. | ἢ T ὁ τέλος τῆς γενέσεως ἔχων, μεθ’ |
| book 470c1.3 | ὃν ἄλλος οὐκ ἐτέχθη τῷ πατρί, b(BCE3E4)T ὡς Ὀρέστης καὶ |
| book 470c1.4 | Ἑρμιόνη. T οἱ τοιοῦτοι δὲ ὡς ἐπίπαν δειλοί, ὑγρᾷ ἀνατρεφόμενοι |
| book 470c1.5 | διαίτῃ. b(BCE3E4)T | οἱ δὲ ἀγαπητὸν διὰ τὸ τοῖς φίλοις ἀρήγειν. T |
| book 470c2.1 | {τηλύγετον ὥς:} τηλύγετος ὁ τηλοῦ τῆς ἡλικίας γεγο‐ |
| book 470c2.2 | νὼς τοῖς γονεῦσι, μεθ’ ὃν οὐκ ἄν τις γένοιτο. οἱ τοιοῦτοι δὲ ἄνανδροι |
| book 470c2.3 | ὡς ἐπίπαν γίνονται διὰ τὸ πλείονος τρυφῆς ἀξιοῦσθαι ὑπὸ τῶν γο‐ |
| book 470c2.4 | νέων. A |
| book 471a.1 | ἔμενεν: ὅτι ἀντιδιέσταλται τῷ φόβῳ (cf. Ν 470) τὸ ἔμενε, |
| book 471a.2 | ἐξ οὗ σαφὲς ὅτι ὁ φόβος τὴν φυγὴν σημαίνει. A |
| book 471b.1 | 〈ὡς ὅτε τις σῦς οὔρεσιν〉 ἀλκὶ πεποιθώς: ἀπὸ τῆς |
| book 471b.2 | ἄλξ καὶ ἄλξω καὶ ἄλξις καὶ ἔπαλξις. b(BCE3E4)T ὡς μεσαιπό‐ |
| book 471b.3 | λιος δὲ καὶ δυσκίνητος οὐκ εἰκάζεται λέοντι, ἀλλὰ τῷ δευτερεύοντι καὶ |
| book 471b.4 | λοχῶντι τοὺς ἐπιόντας. T |
| book 472.1 | κολοσυρτόν: ὁ μετὰ κολῳοῦ ἐπισυρμός. ἢ ὁ μέγας θόρυ‐ |
| book 472.2 | βος· κόλον γὰρ τὸ μέγα, καὶ κολόκυμα· καὶ ὁ μεγάλην ἁφὴν ἔχων |
| book 472.3 | κόλαφος καλεῖται. b(BCE3E4)T |
| book 473 | 〈χώρῳ ἐν οἰοπόλῳ:〉 ὁ γὰρ μονιὸς ἀλκιμώτερος. Til |
| book 473 | οἰοπόλῳ: ἤτοι ἐν ᾧ ὄϊες—δηλοῖ τῷ ἐρήμῳ. A |
| book 474a.1 | πυρὶ λάμπετον: ὅτι πτῶσις ἤλλακται καὶ πρόθεσις |
| book 474a.2 | παρεῖται, ἀντὶ τοῦ ὑπὸ πυρὸς λάμπουσι. A |
| book 474b.1 | πυρὶ λάμπετον: ὡς πυρί, ἢ ὑπὸ πυρός· καὶ ἀλλαχοῦ δέ |
| book 474b.2 | φησι „πῦρ δ’ ὀφθαλμοῖσι δεδ[ο]ρκώ[σ]“ (τ 446). T |
| book 475.1 | ἀλέξασθαι: ἀμύνα[σθαι]. ἐναργῶς δὲ τὰ συμβαίνοντα περὶ |
| book 475.2 | αὐτὸν συνεκτίθεται, ὡς μηδὲ χρείαν ἔχειν τοῦ ὀνόματος τούτου. T |
| book 476-7.1 | ὡς μένεν Ἰδομενεὺς δουρικλυτός, οὐδ’ ὑπεχώ‐ |
| book 476-7.2 | ρει, 〈/ Αἰνείαν ἐπιόντα βοηθόον〉: διὰ μέσου τὸ οὐδ’ ὑπεχώ‐ |
| book 476-7 | ρει (476). A |
| book 477a.1 | 〈Αἰνείαν ἐπιόντα βοηθόον:〉 ὅτι πτῶσις ἤλλακται, |
| book 477a.2 | ἀντὶ τοῦ Αἰνείου ἐπιόντος 〈βοηθόου〉. A |
| book 477b.1 | βοηθόον: ἀντιφράζει αὐτὸ{ν} ἐν τῷ „πόδας ταχύν“ |
| book 477b.2 | (Ν 482). τινὲς δὲ ὀξύνουσιν, ἵν’ ᾖ ὅμοιον τῷ „βοῇ θοόν“. οὐδέποτε δὲ |
| book 477b.3 | Ὅμηρος οὕτως τὸν σύμμαχον καλεῖ. T |
| book 477-9.1 | αὖε δ’ ἑταίρους 〈/ Ἀσκάλαφόν τ’ ἐσορῶν— |
| book 477-9.2 | καὶ Ἀντίλοχον〉: τὸ μὲν μεῖναι (cf. Ν 471. 476) γενναίου, τὸ δὲ κα‐ |
| book 477-9.3 | λεῖν τοὺς ἑταίρους ἀσφαλοῦς. b(BCE3E4)T καὶ τὸ ἐσορῶν |
| book 477-9.4 | (478) πραγματικῶς πρόσκειται ὑπὸ τοῦ ποιητοῦ, συμμαχίας δὲ |
| book 477-9.5.1 | βάσανος· T προδιδόντος γὰρ ἑαυτὸν τὸ τὴν παροῦσαν συμμαχίαν |
| book 477-9.5.2 | μὴ προσκαλεῖσθαι. οὐχ ὡς Δηΐφοβος οὖν (cf. Ν 457) καταλείπει τὴν |
| book 477-9.5.3 | τάξιν. b(BCE3E4)T |
| book 480.1 | 〈τοὺς ὅ γ’ ἐποτρύνων ἔπεα πτερόεντα προσηύ‐ |
| book 480.2 | δα:〉 ἐν πολλοῖς οὐ φέρεται. Til |
| book 481a.1 | καί μ’ οἴῳ: ἡ συναλιφὴ ὡς „ἥ μ’ οἴῳ ἔρροντι συνήντετο |
| book 481a.2 | νόσφιν 〈ἑταίρων〉“ (δ 367). T |
| book 481b.1 | καί μ’ οἴῳ 〈ἀμύνετε· δείδια δ’ αἰνῶς: οἴῳ〉 ἀντὶ τοῦ |
| book 481b.2 | μονωθέντι. b(BCE3E4)T ὁ δὲ δέ ἀντὶ τοῦ γάρ· b(BCE3)T Til |
| book 481b.3 | δείδια γάρ. T |
| book 484a.1 | ἥβης ἄνθος: τινὲς εἴκοσι πέντε ἐτῶν· οἱ δὲ τετταράκοντα, |
| book 484a.2 | ἐπεί φησιν Ἡσίοδος (opp. 441)· „τοῖς ἅμα τεσσαρακονταέτης αἰζηὸς |
| book 484a.1 | ἕποιτο“. τὴν δὲ ἥβην καὶ ἐπὶ κτηνῶν Ἡσίοδος, „ἥβης μέτρον ἔχοντε“ |
| book 484a.2 | (opp. 438)· ὁ δὲ ποιητὴς ἐπὶ φυτοῦ „ἡμερὶς ἡβώωσα“ (ε 69). b |
| book 484a.5 | (BCE3E4)T |
| book 484b.1 | ὉΤΕ κράτος ἐστὶ μέγιστον: ἐὰν μὲν ᾖ χρονικὸν τὸ |
| book 484b.2 | ὅτε, ἔσται ἡ διάνοια οὕτως, ὅτε περὶ ἕκαστον ἄνδρα ἡ οἰκεία ἰσχὺς |
| book 484b.3 | ἀκμάζει. ἐὰν δὲ ᾖ δύο μέρη λόγου, οὕτως, ὅ ἐστιν ἀνδρὶ κράτος μέ‐ |
| book 484b.4 | γιστον, τὸ ἐν τῷ ἀκμαιοτάτῳ τῆς ἡλικίας ὑπάρχειν. b(BCE3E4)T |
| book 484c.1 | ὅ τε κράτος ἐστὶ μέγιστον: εὐτολμία, εὐρωστία. |
| book 484c.2 | b(BCE3E4)T τινὲς δέ, ὅτε (ἐν τῷ ἀνθεῖν δηλονότι) κράτος ἀνδρὶ |
| book 484c.3 | μέγιστον. T |
| book 485a1.1 | 〈εἰ γὰρ ὁμηλικίη γε γενοίμεθα〉 τῷδ’ ἐπὶ θυμῷ: |
| book 485a1.2 | οὕτως αἱ Ἀριστάρχου διὰ τοῦ π, ἐπὶ θυμῷ, καὶ πᾶσαι οὕτως εἶχον. |
| book 485a1.3 | καὶ ἐν Ὀδυσσείᾳ „εἰ γὰρ ἐγὼν οὕτω νέος εἴην τῷδ’ ἐπὶ θυμῷ“ (π 99). |
| book 485a1.4 | Ζηνόδοτος δὲ „ὁμηλικίην“ σὺν τῷ ν ἔγραφεν. A |
| book 485a2 | 〈ὁμηλικίῃ:〉 τινὲς καὶ χωρὶς τοῦ ι. Til |
| book 485a3 | 〈τῷδ’ ἐπὶ θυμῷ:〉 Ἀρίσταρχος τῷδ’ ἐπὶ θυμῷ. AimAint |
| book 485a4 | αἱ δὲ Ἀριστάρχου τῷδ’ ἐπὶ 〈θυμῷ〉. T |
| book 485b | τῷδ’ ἐπὶ θυμῷ: ἐφ’ ᾧ νῦν ἐγώ εἰμι. b(BCE3E4)T |
| book 485c | 〈τῷδ’ ἐπὶ θυμῷ:〉 ἐπὶ τῇ παρούσῃ μοι προθέσει. Aint |
| book 486.1 | 〈ἠὲ φέροιτο μέγα κράτος ἠὲ φεροίμην:〉 λείπει τὸ |
| book 486.2 | κατ’ ἐμοῦ b(BCE3)T καὶ κατ’ αὐτοῦ. b(BCE3) |
| book 489 | 〈Αἰνείας δ’ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισι:〉 καίτοι |
| book 489 | νέος ὢν οὐχ ὑπομένει τοῦτον. b(BCE3E4)T |
| book 490a1.1 | Δηΐφοβόν τε 〈Πάριν τ’ ἐσορῶν〉: ἄκρως ἐξήλεγξεν |
| book 490a1.2 | ὁ ποιητὴς τὸν Δηΐφοβον· κοινωνὸν γὰρ τῆς μάχης τὸν Αἰνείαν προσ‐ |
| book 490a1.3 | λαβὼν νῦν αὐτὸς ἀφεστηκὼς φαίνεται. T |
| book 490a2.1 | ἄκρως ἐξήλεγξεν ὁ ποιητὴς τὸν Δηΐφοβον ἀποστάντα τῆς |
| book 490a2.2 | μάχης, ὅτι νῦν αὐτὸν Αἰνείας προσκαλεῖται. b(BCE3E4) |
| book 492.1 | 〈ὡς εἴ τε μετὰ κτίλον〉 ἕσπετο μῆλα: ἁδινὰ γὰρ τὰ |
| book 492.2 | πρόβατα καὶ μάλιστα, ὅτε ἐπὶ ποτὸν πρόεισι. τινὲς δὲ κτίλον τὸν |
| book 492.3 | ποιμένα. T |
| book 493a.1 | πιόμεν’ ἐκ βοτάνης: ὅτι ἐκ βοτάνης ἐστὶ μετὰ τὴν |
| book 493a.2 | βόσκησιν, ὡς λέγομεν ‘ἐξ ἀρίστου παρέσομαι‘ ἀντὶ τοῦ μετὰ τὸ ἄρι‐ |
| book 493a.3 | στον. A |
| book 493b.1 | πιόμεν’ ἐκ βοτάνης: „κατήϊεν ἐκ νομοῦ ὕλης / πιόμε‐ |
| book 493b.2 | νοσ“ (κ 159—60). T |
| book 493c.1 | γάνυται: χαίρει· μάλιστα γὰρ αὐτὰ πιαίνει ποτόν, δοκεῖ |
| book 493c.2 | τε μᾶλλον ὑγιαίνειν τὰ ζῷα, ὅταν ὀρέγηται ποτοῦ· ὅθεν θέρους τοῖς |
| book 493c.3 | ἑκατὸν μέδιμνον ἁλὸς οἱ ποιμένες βάλλουσι διὰ πέντε ἡμερῶν. πῶς δὲ |
| book 493c.4 | τοὺς τοσούτους ἡγεμόνας ἑνὶ κτίλῳ (cf. Ν 492) εἴκασεν; ὅτι ἡγεμονι‐ |
| book 493c.5 | κώτατος ἦν ὁ Αἰνείας. b(BCE3E4)T |
| book 494-5.1 | 〈ὡς Αἰνείᾳ θυμὸς—ἑοῖ αὐτῷ:〉 φιλοδο[ξό]τε‐ |
| book 494-5.2 | ρός πως οὗτος· εἰ γὰρ μὴ τοιοῦτος ἦν, οὐκ ἂν τὴν κατὰ Πριάμου λύ‐ |
| book 494-5 | πην ἐκοινοποιεῖτο τοῖς Τρωσίν (cf. Ν 460—1). T |
| book 496a1.1 | αὐτοσχεδόν: πρὸς τὸ αὐτοσχεδόν, ὅτι ὡς σχέδην καὶ |
| book 496a1.2 | συστάδην ἀγωνιούμενοι. A |
| book 496a2 | ὡς συστάδην ἀγωνιούμενοι. Til |
| book 497.1 | ξυστοῖσι: λείπει δόρασιν, ὡς ὅταν λέγωμεν ‘ἐν τῇ διπλῇ‘, |
| book 497.2 | λείποντος τοῦ στοᾷ. T |
| book 499a | 〈ἔξοχον ἄλλων:〉 οὕτως διὰ τοῦ ν ἔξοχον ἅπασαι. Aim |
| book 499b.1 | ἔξοχον ἄλλων: αἱ πᾶσαι ἔξοχον, οἱ δὲ „ἔξοχοι ἄλλων“ | |
| book 499b.2 | οἱ δὲ ἔξοχον ἄλλων ἐξόχως παρὰ πάντας. T |
| book 502a1.1 | Αἰνείας δὲ πρῶτος 〈ἀκόντισεν Ἰδομενῆοσ〉: πρὸς |
| book 502a1.2 | τὸ σχῆμα, ὅτι ἐλλείπει ἡ πρόθεσις καὶ πτῶσις ἤλλακται, ἀντὶ τοῦ ὡς |
| book 502a1.3 | ἐπ’ Ἰδομενῆα. A |
| book 502b1.1 | 〈πρῶτος:〉 ἡ Ἀριστοφάνειος „πρόσθεν {ἀκόντισε}“, καὶ |
| book 502b1.2 | μήποτε βέλτιον· πρότερος γὰρ ἂν εἶπεν. A |
| book 502b2/a2.1 | Ἀριστοφάνης „πρόσθεν“. | ὡς τὸ „ὀΐστευσον Μενε‐ |
| book 502b2/a2.2 | λάου“ (Δ 100). Til |
| book 502c.1 | ἀκόντισεν Ἰδομενῆος: εἰ αὐτοσχεδὸν ὡρμήθησαν, πῶς |
| book 502c.2 | ἀκοντίζει; b(BCE3E4) ὑποκεχωρήκει γὰρ Ἰδομενεὺς ὡς πόρρωθεν |
| book 502c.3 | ἀγωνιούμενος. b(BCE3E4)T |
| book 506a.1 | Ἰδομενεὺς δ’ ἄρα Οἰνόμαον 〈βάλε γαστέρα μέσ‐ |
| book 506a.2 | σην〉: θαυμασίως ἀμφοτέρους μὲν ἀποτυγχάνοντας ἀλλήλων εἰσ‐ |
| book 506a.1 | ήγαγεν, ἀλλὰ τὸν μὲν καθάπαξ μάτην ἀφιέντα τὸ δόρυ ἐπὶ τὴν γῆν, |
| book 506a.2 | τὸν δὲ τοῦ μὲν Αἰνείου ἀποτυγχάνοντα, ἄλλον δέ τινα ἀναιροῦντα. τὸ |
| book 506a.5.1 | δὲ ἐξαίρετον ἐνταῦθα παραφυλακτέον ὅτι κατὰ τὸ ῥητὸν οὐκ εἶπεν ὁ |
| book 506a.5.2 | ποιητὴς τὴν ἄφεσιν τὴν ἀπὸ τοῦ Ἰδομενέως καὶ τὴν ἀποτυχίαν, ἀλλ’ |
| book 506a.5.3 | ἁπλῶς ἔφη βεβλῆσθαι τὸν Οἰνόμαον. καίτοι οὗτος οὐκ ἦν προκείμενος |
| book 506a.5.4 | τῷ Ἰδομενεῖ, ἀλλ’ ἀποτυχίᾳ τοῦ Αἰνείου τοῦτον βάλλει. ὁ δὲ ὡς |
| book 506a.5.5 | προηγουμένως τούτου καταστοχασαμένου πεποίηται τὸν λόγον. |
| book 506a.10 | b(BCE3E4)T |
| book 506b | 〈γαστέρα:〉 λείπει ἡ κατά, κατὰ γαστέρα. Til |
| book 507a.1 | ῥῆξε δὲ θώρηκος γύαλον: ὅτι οὐ κεχωρισμένος τοῦ |
| book 507a.2 | θώρακος τόπος τὸ γύαλον, ἀλλὰ καθόλου τὸ κύτος· καὶ γὰρ τὰ κεκοι‐ |
| book 507a.3 | λωμένα ἄντρα γύαλα καλοῦσιν. A |
| book 507b.1 | θώρηκος γύαλον: τὸ κύτος. b(BCE3E4)T περι‐ |
| book 507b.2 | φραστικῶς δὲ θέλει εἰπεῖν τὸν θώρακα. T |
| book 507-8.1 | διὰ δ’ ἔντερα χαλκός / ἤφυσε: διέτεμεν ὥστε διαι‐ |
| book 507-8.2 | ρεῖσθαι τὴν σύμφυσιν· διὰ γὰρ τὴν ὑγρότητα καὶ διὰ τὸ ἀεὶ ἐν τῇ εὐρυ‐ |
| book 507-8.3 | χωρίᾳ πνεῦμα ἔχειν καὶ διὰ τὸ τῷ μεσεντερίῳ λαγαρῶς προσδεδέσθαι |
| book 507-8.4 | ἄτακτον ἔχοντα τὴν κίνησιν ῥᾳδίως προπίπτειν πέφυκεν. b(BCE3 |
| book 507-8.5 | E4)T |
| book 508 | 〈ἀγοστῷ:〉 πήχει. Til |
| book 510a1.1 | ἄρ’ ἔτ’ ἄλλα: οἱ μὲν τὸ πλῆρες ἐκδέχονται τὰ ἄλλα, ἐν |
| book 510a1.2 | συναλιφῇ δὲ γενέσθαι „τἆλλα“, ὡς τὰ ἆθλα τἆθλα. προείρηται |
| book 510a1.3 | (sc. ad Λ 636) δὲ περὶ τῆς τοιαύτης παρ’ αὐτῷ συναλιφῆς τε καὶ |
| book 510a1.4 | συντάξεως τῶν ἄρθρων. ἄμεινον οὖν ἐκδέχεσθαι ἔτι καὶ ἄλλα. A |
| book 510a2 | {οὐδ’ ἀρ’ ἔτ’ ἄλλα:} τινὲς „{οὐδ’} ἄρα τἆλλα“ κατὰ |
| book 510a2 | κρᾶσιν, κακῶς. τινὲς δὲ †εἴ τι ἄλλο†, καὶ ἄμεινον. T |
| book 511.1 | ἐπείγετο γὰρ βελέεσσι: κατεσπεύδετο γὰρ ὑπὸ τῶν βε‐ |
| book 511.2 | λῶν. T |
| book 512.1 | 〈ἔμπεδα γυῖα ποδῶν:〉 ἔμπεδα τὰ μὴ σαλευόμενα ὑπὸ |
| book 512.2 | δειλίας. b(BCE3E4)T ποδῶν δὲ γυῖα μερικῶς οἱ πόδες. b |
| book 512.3 | (BCE3E4) |
| book 513.1 | οὔτ’ ἄρ’ ἐπαΐξαι 〈μεθ’ ἑὸν βέλος οὔτ’ ἀλέασθαι〉: |
| book 513.2 | οὔτε ὁρμῆσαι ἐπὶ τὸ ἴδιον βέλος. τοῦτο δὲ καθολικώτερον εἶπε διὰ τὴν |
| book 513.3 | ἡλικίαν, ἐπεί τοι καὶ τοῦ Οἰνομάου ἐξέσπασε τὸ δόρυ (sc. Ν 509—10) |
| book 513.4 | καὶ τοῦ Ὀθρυονέως (cf. Ν 372) b(BCE3E4)T τῷ τε Ἄρει αὐτὸν |
| book 513.5.1 | εἰκάζει (sc. Ν 500). τινὲς δὲ ὑφ’ ἓν γράφουσι „μεθεόν“ τὸ ἀφεθέν. ἢ ὅτι |
| book 513.5.2 | μετὰ τὸ λαβεῖν τὸ ἴδιον ἔγχος οὐκ ἦν αὐτῷ ἐνὸν ἐγκλῖναι καὶ φυγα‐ |
| book 513.5.3 | δείαν ἀσπάσασθαι, ἀλλὰ παρὰ πόδα ὑπεχώρει μαχόμενος· διὸ καὶ |
| book 513.5.4 | „βάδην“ (Ν 516) εἶπεν. T |
| book 513.5.5 | 〈μεθ’ ἑὸν βέλος:〉 ἀντὶ τοῦ τῷ δόρατι. Aint |
| book 514-5.1 | 〈τῶ ῥα〉 καὶ ἐν σταδίῃ μὲν ἀμύνετο 〈νηλεὲς |
| book 514-5.2 | ἦμαρ. /〉 τρέσσαι δ’ οὐκέτι 〈ῥίμφα πόδες φέρον ἐκ πολέ‐ |
| book 514-5.3 | μοιο〉: εἰκότως οὖν καὶ ἔμπροσθεν συῒ αὐτὸν εἴκασε (sc. Ν 471—5), τῷ δι’ ὑπομονῆς |
| book 514-5.4 | ἑδραίας, οὐ δι’ εὐκινησίας ἀμυνομένῳ τοὺς ἐπιόντας. b(BCE3E4) |
| book 514-5.5 | T δείκνυσι δὲ ὅτι οἱ πόδες φέρουσιν, οὐ φέρονται. b(BCE3E4) |
| book 515.1 | τρέσσαι {δ’ οὐκέτι ῥίμφα}: ὅτι τρέσσαι φυγεῖν μετὰ δέους, |
| book 515.2 | ἀλλ’ οὐ ψιλῶς φυγεῖν· „τρεῖν μ’ οὐκ ἔα Παλλὰς Ἀθήνη“ (Ε 256). A |
| book 516 | βάδην: ἀντὶ τοῦ ὑπὸ πόδα. T |
| book 516-7.1 | 〈τοῦ δὲ βάδην ἀπιόντοσ〉 ἀκόντισε 〈δουρὶ φαει‐ |
| book 516-7.2 | νῷ /〉 Δηΐφοβος· 〈δὴ γάρ οἱ ἔχεν κότον ἐμμενὲς αἰεί〉: ὡς |
| book 516-7.3 | ἀντεραστὴς Ἑλένης, ὡς μαρτυρεῖ Ἴβυκος (fr. 16 P. = P.M.G. 297) |
| book 516-7.4 | καὶ Σιμωνίδης (fr. 56 = P.M.G. 561). ἀλλ’ οὔτε ἤρα „μεσαιπόλιοσ“ |
| book 516-7.5.1 | (Ν 361) οὔτε τὸ παρὰ Ἰβύκῳ ἀληθές, ἀλλὰ διὰ τοὺς πεσόντας. τὸ δὲ |
| book 516-7.5.2 | αἰεί (517) καὶ ἐπὶ τοῦ ἐλαχίστου χρόνου τίθεται, ὡς „αἰεὶ δ’ ἡνίοχον“ |
| book 516-7.5.3 | (Ψ 502). κότος (cf. 517) δὲ οὐκ ἐπὶ τοῦ ἀποκειμένου χόλου. οὗτος δέ |
| book 516-7.5.4 | ἐστιν ὁ ἐπὶ τῷ Ἰδομενεῖ πάντας συναγαγών. ἀλλ’ οὔτε Αἰνείας οὔτε |
| book 516-7.5.5 | αὐτὸς ἐπέτυχεν. T |
| book 517 | 〈ἔχεν κότον ἐμμενὲς αἰεί:〉 οὐκ ἀποκείμενον. Til |
| book 518-9.1 | ὁ δ’ Ἀσκάλαφον 〈βάλε δουρί, / υἱὸν Ἐνυαλίοιο〉: |
| book 518-9.2 | τὸν Ἀσκάλαφον καὶ τὸν Ἰάλμενον (cf. Β 512. Ι 82) Ἄρεος λέγων παῖ‐ |
| book 518-9.3 | δας οὐδὲν περὶ αὐτῶν φησι, κωμῳδῶν τοὺς δίχα ἀρετῆς ἐπὶ γένει σε‐ |
| book 518-9.4 | μνυνομένους. T Ἀσκάλαφος δὲ παρὰ τὸ ἀσκελὲς τῆς ἁφῆς, ὁ λίαν |
| book 518-9.5 | σκληρός. b(BCE3E4)T |
| book 521a.1 | 〈οὐδ’ ἄρα πώ τι πέπυστο〉 βριήπυος 〈ὄβριμος |
| book 521a.2 | Ἄρης: βριήπυοσ〉 παρεξηλλαγμένον ἐστὶ τοῦ „βοὴν ἀγαθόσ“ (Β |
| book 521a.3 | 408 al.), ὡς „ποδάρκησ“ (Α 121 al.) καὶ „ποδήνεμοσ“ (Β 786 al.). |
| book 521a.4 | ἢ διὰ τοὺς ὀρυμαγδοὺς τῶν πολεμίων. b(BCE3E4)T οὐδ’ ἄρα |
| book 521a.5.1 | πώ τι πέπυστο δὲ εἶπεν, ἐπειδὴ T ἀνθρωποπαθεῖς οἱ Ὁμη‐ |
| book 521a.5.2 | ρικοὶ θεοί· b(BCE3E4)T ἢ οὐ προσέσχηκεν. ἐπεισόδιον δὲ καινὸν |
| book 521a.5.3 | ἑαυτῷ προμνηστεύεται· T οἷος γὰρ ἔσται Ἄρης ὁπλιζόμενος |
| book 521a.5.4 | ἐπὶ τοὺς αὐθέντας τοῦ παιδός, δηλαδὴ ἐπὶ τοὺς ἑαυτῷ φίλους Τρῶας |
| book 521a.5.5 | (cf. Ο 113—20). b(BCE3E4)T |
| book 521a.10 | οὐδ’ ἄρα πώ τι πέπυστο: †οὐδέποτε† ἐμεμαθήκει. ἐζή‐ |
| book 521a | τηται δὲ—αὐτοῖς †ἐρέχονται† πάθεσιν. A |
| book 521b.1 | βριήπυος: τὸ βριήπυος οὕτως ἐγένετο· ἦπυς ὡς γῆ‐ |
| book 521b.2 | ρυς, μελίγηρυς, ἔπειτα γενικὴ βριήπυος, ἥτις εἰς εὐθεῖαν μετέστη, ὁ |
| book 521b.3 | βριήπυος· οὐ γὰρ ἄηθες γενικὰς ἀναπέμπεσθαι εἰς εὐθείας, καὶ μά‐ |
| book 521b.4 | λιστα παρὰ τῷ ποιητῇ· διὸ καὶ προπαροξύνει αὐτὸ ἡ συνήθεια. |
| book 521b.5 | ταῦτα ὁ Ἡρωδιανὸς ἐν τῷ θʹ τῆς Καθόλου (1,230,3 L.). A |
| book 523a | 〈ἄκρῳ Ὀλύμπῳ:〉 λείπει ἡ ἔν. Til |
| book 523b.1 | ὑπὸ χρυσέοισι νέφεσσιν {ἐεργόμενοι}: ὅ ἐστι ταῖς |
| book 523b.2 | πύλαις τοῦ Ὀλύμπου. ἢ ἀλλὰ εἰς τὰ αἰθέρια νέφη, ἅπερ τῷ πλη‐ |
| book 523b.3 | σιάζειν αὐτῷ χρυσίζει. T |
| book 527-8.1 | Δηΐφοβος μὲν 〈ἀπ’ Ἀσκαλάφου〉 πήληκα 〈φαει‐ |
| book 527-8.2 | νήν / ἥρπασε〉: ὡς ἐπὶ τὸ πολὺ σκυλεύοντες εὑρίσκονται οἱ Ἕλλη‐ |
| book 527-8.3 | νες. ἐνταῦθα δὲ ὁ Δηΐφοβος ὥσπερ κλοπῇ κέχρηται καὶ ὀξυλαβείᾳ. |
| book 527-8.4 | καὶ ὅρα τὸ ῥῆμα· οὐ γὰρ ἐσκύλευσεν ἔφη, ἀλλ’ ἥρπασε (528) τὴν |
| book 527-8.5.1 | πήληκα. πλὴν οὐδὲ οὕτως ἀποφέρεται τὸ σκῦλον, ἀλλὰ τρωθεὶς |
| book 527-8.5.2 | ἀφίησιν αὐτό. b(BCE3E4)T |
| book 527 | 〈πήληκα:〉 παρὰ τὸ πάλλεσθαι. Til |
| book 529.1 | βραχίονα: Κομανὸς θηλυκῶς φησι τὴν βραχίονα, ἵνα ἀκού‐ |
| book 529.2 | ωμεν τὴν χεῖρα. T |
| book 532.1 | πρυμνοῖο βραχίονος: ἄκρου, τοῦ πρὸς τὸν ὦμον, ὡς |
| book 532.2 | „†νεαίρην† γαστέρα“ (Π 465), καὶ „ἁπαλοῖο †αὐχένοσ“ (Ρ 49), |
| book 532 | ἔνθα μάλιστα ἁπαλός ἐστιν ὁ αὐχήν. b(BCE3E4)T |
| book 533-4.1 | τὸν δὲ Πολίτης 〈/ αὐτοκασίγνητος—χεῖρε |
| book 533-4.2 | τιτήνασ〉: οὐκ ἄσημος· „βοὴν ἀγαθόν τε Πολίτην“ (Ω 250), „υἱεῖ |
| book 533-4.3 | Πριάμοιο Πολίτῃ“ (Β 791). ἦν δὲ ἐξ Ἑκάβης. τὸ δὲ 〈χεῖρε〉 τιτήνας |
| book 533-4.4 | (534) ἀντὶ τοῦ περιλαβὼν ταῖς χερσίν, ἐκ τοῦ τιταίνω. T |
| book 536.1 | μάχης ἠδὲ πτολέμοιο: τῶν μαχομένων καὶ πολεμούν‐ |
| book 536.2 | των. πολλὰς δὲ τροπὰς τῆς μάχης λαμβανούσης ἐμποδίζοντες ἀπη‐ |
| book 536.3 | νέχθησαν εἴς τινα τόπον. b(BCE3E4)T |
| book 541a1.1 | 〈ἔνθ’ Αἰνέας Ἀφαρῆα:〉 οὕτως Ἀρίσταρχος χωρὶς τοῦ |
| book 541a1.2 | ι. ἔνιοι δὲ „Αἰνείας δ’ Ἀφαρῆα“. Aim |
| book 541a2 | 〈Αἰνέας:〉 ὡς Ἑρμέας. οὕτως Ἀρίσταρχος. Til |
| book 541a3.1 | ὥσπερ Ἑρμέας οὕτως Αἰνέας, καθὼς Ἡρωδιανῷ δοκεῖ. |
| book 541a3.2 | b(BCE3E4) |
| book 541b | 〈Ἀφαρῆα Καλητορίδην:〉 Νέστορος οὗτος ἀδελφός. Til |
| book 542a1.1 | {ἐπι} οἷ {τετραμμένον}: τὴν οἷ ὀρθοτονητέον· μεταλαμ‐ |
| book 542a1.2 | βάνεται γὰρ εἰς σύνθετον. A |
| book 542a2.1 | {ἐπὶ οἵ:} ὀρθοτονητέον τὴν οι· ἀντὶ γὰρ συνθέτου παρα‐ |
| book 542a2.2 | λαμβάνεται. T |
| book 543a1 | {ἐπι δ’ ἀσπὶς} ἑάφθη: Ἀρίσταρχος δασύνει, ἀπὸ τοῦ |
| book 543a1.1 | ἕπεσθαι· φησὶ γὰρ ὅτι ἐπηκολούθησεν αὐτῷ. καὶ δῆλον ὅτι παρὰ τὸ |
| book 543a1.2 | ἕπω ἥφθη ἢ εἵφθη ὤφειλεν εἶναι ὁ ἀόριστος, καὶ κατὰ διαίρεσιν ἐγίνετο |
| book 543a1.3 | ἑάφθη, ὡς τὸ ἤγη „ἐάγη“ (Λ 559 al.), ἤλη „ἐάλη“ (Ν 408 al.), |
| book 543a1.5.1 | ἥλω ἑάλω, τῆς δασείας ἐπὶ τὴν ἀρχὴν χωρούσης, ὡς ἔθος. ταῦτα ὁ |
| book 543a1.5.2 | Τρύφων (fr. 101) ἀπεφαίνετο ὑπὲρ τοῦ Ἀριστάρχου, πιθανῶς πάνυ. |
| book 543a1.5.3 | ἡμεῖς δ’ ἔχομεν περὶ τὸν σχηματισμόν τι ἐξαίρετον συμβεβηκὸς |
| book 543a1.5.4 | ἐπιστῆσαι. πρὸς τὸ πρῶτον ἡ ει δίφθογγος ἐν τοῖς παρῳχημένοις |
| book 543a1.5.5 | ἄρχουσα εἰ διαιροῖτο, εἰς δύο εε διαιρεῖται, εἶρτο ἔερτο, „ἀτὰρ ἠλέκτροι‐ |
| book 543a1.10.1 | σιν ἔερτο“ (ο 460)· εἴργνυ ἐέργνυ, „κατὰ συφεοῖσιν ἐέργνυ“ (κ 238)· |
| book 543a1.10.2 | οὐκ ἄρα ἐκ τοῦ εἵφθη ἐγένετο ἡ διαίρεσις. δῶμεν δὲ ἀπὸ τοῦ η ἄρχεσθαι |
| book 543a1.10.3 | τὸ ἥφθη, ἐπεὶ ἀδιαφόρως τὰ ἀπὸ τοῦ ε ἀρχόμενα ῥήματα εἴωθε κλίνε‐ |
| book 543a1.10.4 | σθαι καὶ διὰ τῆς ει διφθόγγου κατ’ ἀρχὴν καὶ διὰ τοῦ η· ἀπὸ γοῦν τοῦ |
| book 543a1.10.5 | ἑλκῶ περισπωμένου „εἵλκεον“ (Ρ 395) φήσας τὸν παρατατικὸν διὰ |
| book 543a1.15.1 | τοῦ η τὸν ἀόριστον ἐξήνεγκεν ἐν τῷ „Λητὼ γὰρ ἥλκησε, Διὸς 〈κυδρὴν |
| book 543a1.15.2 | παράκοιτιν〉“ (λ 580). ἀλλ’ οὐ θέλει πάλιν τὸ η τὸ κατ’ ἀρχὴν τῶν |
| book 543a1.15.3 | παρῳχημένων εἰς ε καὶ α διαλύεσθαι, ὁπότε ὁ ἐνεστὼς ἄρχει ἀπὸ τοῦ |
| book 543a1.15.4 | ε, ἀπὸ μέντοι τοῦ α καὶ η, ὡς δῆλον ἐκ τῶν τοιούτων· ἤλη „ἐάλη“ (ἀλῶ |
| book 543a1.15.5 | γὰρ τὸ θέμα· πρόδηλον κἀκ τῆς „ἀλείσ“ [Π 403 al.] μετοχῆς), 〈ἤγη〉 |
| book 543a1.20.1 | „ἐάγη“. πῶς οὖν παρὰ τὸ ἕπω καὶ ἥφθη τὸ ἑάφθη δύναται διαιρεῖ‐ |
| book 543a1.20.2 | σθαι; διὸ ὁ Τυραννίων (fr. 31 P.) ἐκδέχεται ἀπὸ τοῦ ἅπτω, οὗ γίνεται |
| book 543a1.20.3 | ἀόριστος, φησίν, ἥφθη καὶ ποιητικῶς ἅφθη, προσόδῳ δὲ τοῦ ε |
| book 543a1.20.4 | ἑάφθη. ὅτι δὲ τὸ προσερχόμενον ε ταῖς δασυνομέναις λέξεσι μετα‐ |
| book 543a1 | ληπτικὸν γίνεται τῆς ἐκείνων δασύτητος, πρόδηλον κἀκ τοῦ †ἔερσα†, |
| book 543a1.25.1 | „ἕεδνα“ (α 277 al.), „ἑήνδανε“ (Ω 25. γ 143), ἑώρων. οὕτως οὖν καὶ |
| book 543a1.25.2 | τὸ ἑάφθη ἔχει. σημαίνει δὲ τὸ οἱονεὶ συνήφθη αὐτῷ. ταῦτα μὲν ὁ |
| book 543a1.25.3 | Τυραννίων. εἰ δὲ ἠβούλετο καὶ διαίρεσιν παραλαμβάνειν ὁ ἀνήρ, οὐδὲν |
| book 543a1.25.4 | ἦν τὸ κωλῦον. A |
| book 543a2.1 | ἑάφθη: ἐπηκολούθησε, παρὰ τὸ ἕπω τὸ δηλοῦν τὸ ἀκο‐ |
| book 543a2.2 | λουθῶ εἵφθη ἑάφθη. T |
| book 543a3.1 | ἄλλως· ἑάφθη: δασυντέον· παρὰ γὰρ τὸ ἅπτω ἀόριστος |
| book 543a3.2 | ἥφθη, κατὰ πρόσοδον τοῦ ε ἑάφθη. T |
| book 543a4.1 | ἐπηκολούθησε καὶ συνέπεσε, παρὰ τὸ ἕπω, ὃ δηλοῖ τὸ |
| book 543a4.2 | ἀκολουθῶ· ὅθεν καὶ δασύνεται. b(BCE3E4) |
| book 544.1 | θυμοραϊστής: τὸ „ῥαῖσαι“ (ν 151) πολλάκις καὶ ἐπὶ τοῦ |
| book 544.2 | ἀφελέσθαι τίθεται. T |
| book 545.1 | Ἀντίλοχος δὲ 〈Θόωνα μεταστρεφθέντα〉 δοκεύσας: |
| book 545.2 | καὶ προσεκτικὸν τὸν νεανίαν εἰσάγει καὶ μετὰ ἐπιμελείας πάντα |
| book 545.3 | πράττοντα· τοιοῦτόν τι ἐνθάδε καὶ τὸ δοκεύσας. T |
| book 546 | 〈ἀπὸ δὲ φλέβα:〉 Ζηνόδοτος „διὰ δὲ φλέβα“. AimTil |
| book 547.1 | ἀνὰ νῶτα θέουσα 〈διαμπερὲς αὐχέν’ ἱκάνει〉: ἀνα‐ |
| book 547.2 | τομικῶς. οἶδε τὴν καλουμένην κοίλην φλέβα, τὴν ἐκ δεξιῶν τῆς ῥάχεως |
| book 547.3 | ἀνερχομένην ἀπὸ τοῦ ἥπατος καὶ κατὰ τὸ διάφραγμα χωροῦσαν ἐπὶ |
| book 547.4 | τὴν καρδίαν καὶ ἀπὸ ταύτης ἐπὶ τὸν τράχηλον. b(BCE3E4)T |
| book 548a.1 | τὴν ἀπὸ πᾶσαν ἔκερσεν· 〈ὁ δ’ ὕπτιος ἐν κονίῃσι〉: |
| book 548a.2 | ὅτι πᾶσαν ἀντὶ τοῦ ὅλην. καὶ ὅτι ἐπὶ τὴν πληγὴν πέπτωκε διὰ τὸ |
| book 548a.3 | παραλελύσθαι τὴν νωτιαίαν φλέβα καὶ μηκέτι εἶναι τὸ ἀντέχον νεῦ‐ |
| book 548a.4 | ρον. A |
| book 548b.1 | ὁ δ’ ὕπτιος 〈ἐν κονίῃσι〉: ὀρθῶς ἐπὶ τὴν πληγὴν |
| book 548b.2 | ἐποίησε πίπτοντα· τῆς φλεβὸς γὰρ διακοπείσης καὶ μηδεμιᾶς ἀν‐ |
| book 548b.3 | τισχέσεως γενομένης ἐπ’ αὐτὸ τὸ ἀλγοῦν ἠνέχθη. b(BCE3E4)T |
| book 549.1 | 〈χεῖρε φίλοις ἑτάροισι πετάσσας:〉 εἰς βοήθειαν παρα‐ |
| book 549.2 | καλῶν. Til |
| book 550-1.1 | καὶ αἴνυτο τεύχε’ 〈ἀπ’ ὤμων /〉 παπταίνων: μέγα |
| book 550-1.2 | μὲν τὸ σκυλεῦσαι, μεῖζον δὲ τὸ προφυλάττεσθαι. T |
| book 551a | Τρῶες δέ: ἀντὶ τοῦ Τρώων δέ. T |
| book 551b1.1 | 〈περισταδόν:〉 Ζηνόδοτος καὶ Ἀριστοφάνης διὰ τοῦ α |
| book 551b1.2 | „παραστάδον“. Aim |
| book 551b2.1 | „παρασταδόν“ Ζηνόδοτος. γράφεται δὲ καὶ περιστα‐ |
| book 551b2.2 | δόν. T |
| book 551c | 〈περισταδόν:〉 ἀντὶ τοῦ περιϊστάμενοι. Til |
| book 553.1 | εἴσω ἐπιγράψαι τέρενα χρόα: τὸν εἴσω χρόα. τέρενα |
| book 553.2 | δὲ τὸν νέον, ὡς τὸ „ἁπαλόν τέ σφ’ ἦτορ 〈ἀπηύρα〉“ (Λ 115). T |
| book 554-5 | Ποσειδάων ἐνοσίχθων 〈/ Νέστορος υἱὸν〉 ἔρυ‐ |
| book 554-5.1 | το: ἅμα μὲν ἐπεὶ πρόγονος αὐτοῦ· ὅθεν καὶ ἐν Ὀδυσσείᾳ (sc. γ 5—6. |
| book 554-5.2 | 43—4) τούτῳ τῷ θεῷ φαίνονται θύοντες· b(BCE3E4)T διὸ καὶ |
| book 554-5.3 | „ἱπποσύνασ“ (Ψ 307) αὐτὸν ἐδίδαξεν (cf. ib.). T ἅμα δὲ ἔγκειται |
| book 554-5.5.1 | καὶ τὸ παιδευτικὸν ὅτι τῶν θεοφιλῶν οἱ παῖδες διασῴζονται· τί γὰρ |
| book 554-5.5.2 | ἐπάγει ὅτι παῖς ἦν Νέστορος, οὐχ ὅτι αὐτοῦ ἀπόγονος; b(BCE3E4)T |
| book 555.1 | καὶ ἐν πολλοῖς βελέεσσιν: καὶ ἐν ταῖς ἄλλαις μάχαις· οὐ |
| book 555.2 | γὰρ νῦν βάλλεται, ἀλλ’ οὐτάζεται. †τάχιστα† τὴν ἐνέργειαν αὐτοῦ |
| book 555.3 | δεδήλωκεν. T |
| book 557.1 | 〈οὐδέ οἱ ἔγχος ἔχ’ ἀτρέμας:〉 ὅτι πτῶσις ἤλλακται |
| book 557.2 | δοτικὴ ἀντὶ γενικῆς, οὐδὲ αὐτοῦ τὸ ἔγχος. Aim |
| book 558.1 | 〈σειόμενον ἐλέλικτο:〉 ὅμοιον τῷ „ἔγχεα δὲ πτύσσοντο |
| book 558.2 | 〈... / σειόμενα〉“ (Ν 134—5). Til |
| book 558-9.1 | τιτύσκετο〈—ὁρμηθῆναι〉: πᾶσα προσοχὴ πα‐ |
| book 558-9.2 | ρὰ τούτῳ εὑρίσκεται, καίτοι νέῳ ὄντι καὶ οὐχ ὑπερέχοντι τὸ σῶμα, |
| book 558-9.3 | ἀλλὰ διὰ σύνεσιν κατορθοῦντι. b(BCE3E4)T |
| book 559 | 〈τευ:〉 τινός, | ἀντὶ τοῦ τινά. Til |
| book 562.1 | ἀμενήνωσεν: μεταφορικῶς ἀπὸ τοῦ φοροῦντος· μένος γὰρ |
| book 562.2 | αἰχμὴ οὐκ ἔχει. b(BCE3E4)T |
| book 563a | 〈κυανοχαῖτα:〉 ὅτι ἀντὶ τοῦ κυανοχαίτης. Aim |
| book 563b.1 | βιότοιο μεγήρας: φθονήσας Ἀδάμαντι, μὴ ἀφέληται |
| book 563b.2 | τὸν βίον τοῦ Ἀντιλόχου. ἢ φθονήσας Ἀδάμαντι τοῦ βίου καὶ ποιήσας |
| book 563b.3 | αὐτὸν ἀναιρεθῆναι. b(BCE3E4)T μεγαίρειν δὲ τὸ φθονεῖν Σαλα‐ |
| book 563b | μίνιοι λέγουσιν. T |
| book 564a.1 | ὥστε σκῶλος πυρίκαυστος: σκῶλον τὸν σκόλοπα· οἱ |
| book 564a.2 | γὰρ ἄγροικοι ἀποξύνοντες τὰ ξύλα πυρακτοῦσι τὸ ἄκρον, ὅπως πιλη‐ |
| book 564a.3 | θὲν εἴη στερεώτερον. χρῶνται δὲ αὐτῷ ἀντὶ αἰχμῆς. ἐπεὶ οὖν καὶ τὸ |
| book 564a.4 | δόρυ οὐ σφόδρα ἐνεργὸν εἶχε τὴν δύναμιν, ἔμεινε, φησίν, ἐπὶ τοσοῦτον |
| book 564a.5 | διελθόν, ὅσον καὶ σκῶλος περονῆσαι δύναται. A b (BCE3E4)T |
| book 564b | 〈σκῶλος:〉 ὅτι ἅπαξ ὁ σκῶλος. Aim |
| book 564b.1 | 〈σκῶλος·〉 ἀκάνθης εἶδος ὁ σκῶλος, ἣ πυρωθεῖσα εὔτονος |
| book 564b.2 | γίνεται. Aint |
| book 567a.1 | ἀπιόντα: προχωροῦντα ὑποποδίζοντα· οὐ γὰρ στρα‐ |
| book 567a.2 | φέντα· διὸ ἔμπροσθεν τιτρώσκεται κατὰ τὸ ἦτρον, ὃ νευρῶδες λίαν |
| book 567a.3 | ἐστὶ καὶ ἐπώδυνον· ὅθεν οἱ διακεντοῦντες τοὺς ὑδερικοὺς οὐ κεντοῦσι |
| book 567a.4 | κατωτέρω τοῦ ὀμφαλοῦ διὰ τὸ γίνεσθαι σπασμούς. ἴσως δὲ ἐντρο‐ |
| book 567a.5.1 | παλιζόμενος ὑπεχώρει, ἐπεί τοι κἂν κατὰ τὴν ὀσφῦν ἐτρώθη ἀναχω‐ |
| book 567a.5.2 | ρῶν. b(BCE3E4)T |
| book 567b | 〈μετασπόμενος:〉 ἐπιδραμών, | ἐπακολουθήσας. Til |
| book 569 | 〈Ἄρης:〉 ὁ πόλεμος κυρίως, δι’ ὃν ἡ τρῶσις. Aint |
| book 570a | 〈ὁ δ’ ἑσπόμενος:〉 ἐν ἄλλῳ „ὁ δὲ σχόμενοσ“. Aim |
| book 570b.1 | 〈ἑσπόμενος:〉 συνακολουθῶν. | τινὲς δὲ „σχόμενοσ“ συν‐ |
| book 570b.2 | εχόμενος. b(BCE3E4)T |
| book 571a.1 | ἤσπαιρε: τὸ σπαίρειν καὶ τὸ σκαίρειν τινὲς συγχέουσι |
| book 571a.2 | ταὐτὸν δηλοῦν νομίζοντες, καίπερ Ὁμήρου διακρίνοντος· τὸ μὲν γὰρ |
| book 571a.3 | σπαίρειν μετὰ τοῦ α κατὰ Ἀττικὴν συνήθειαν λέγει ἀσπαίρειν, „ἀ‐ |
| book 571a.4 | σπαίροντα λαβών“ (τ 229) καὶ „ἥ ῥά οἱ ἀσπαίρουσα καὶ οὐρίαχον |
| book 571a.5.1 | πελέμιξεν“ (Ν 443) καὶ ὡς ἐνταῦθα. τὸ δὲ σκαίρειν οὐκέτι μετὰ τοῦ α, |
| book 571a.5.2 | „μολπῇ τ’ ἰυγμῷ τε ποσὶ σκαίροντες ἕποντο“ (Σ 572). ἔστιν οὖν |
| book 571a.5.3 | ἡ διαφορὰ ὅτι τὸ μὲν σπαίρειν καὶ ἀσπαίρειν ἄμουσόν τινα δηλοῖ |
| book 571a.5.4 | κίνησιν, ὃ γίνεται ἐν ἰχθύσι καὶ τῷ δεδεμένῳ κατὰ τὸν ποιητὴν βοΐ, τὸ |
| book 571a.5.5 | δὲ σκαίρειν ἔμμουσον κίνησιν ὀρχηστικὴν καὶ εὔρυθμον. οἶμαι δ’ ἔγωγε |
| book 571a.10 | καὶ τῶν ἰχθύων τὸν σπάρον καὶ τὸν σκάρον κατὰ διαφόρου〈σ〉 ἐν‐ |
| book 571a.1 | νοίας διαφόρως προσηγορεῦσθαι, τῆς κινήσεως οὐχ ὁμοίως ἑκατέρῳ |
| book 571a.2 | γινομένης, τῷ δὲ σκάρῳ πάντως ὀξυτέρας· ἀφ’ ἧς καὶ τὴν πολύσκαρθ‐ |
| book 571a.3 | μον Μύριναν (cf. Β 814) προσεῖπεν ὁ ποιητής, μίαν τῶν Ἀμαζόνων, |
| book 571a.4 | ὥς φασι, καὶ εὐσκάρθμους ἵππους (cf. Ν 31). ἀπὸ δὲ τοῦ αὐτοῦ ἐν |
| book 571a.15.1 | 〈τῇ〉 συνηθείᾳ τὸ σκιρτᾶν καὶ τὸ σκαρδαμυκτεῖν τοὺς ὀφθαλμοὺς |
| book 571a.15.2 | εἴρηται. T |
| book 571b.1 | 〈τόν τ’ οὔρεσι βουκόλοι ἄνδρες:〉 ἡ προσθήκη τοῦ |
| book 571b.2 | οὔρεσιν ἄγριον δείκνυσι τὸν ταῦρον. b(BCE3E4)T |
| book 572 | 〈ἰλλάσιν:〉 τοῖς ἐξ ἱμάντων σχοινίοις. b(BCE3)Til |
| book 573.1 | {ὡς ὁ} τυπείς: καὶ μὴν προεῖπε „βάλε δουρί“ (Ν 567). οἱ |
| book 573.2 | μὲν τὸ †μέτωπον† πληγείς· οἱ δὲ τὴν ψυχήν, ὡς τὸ „κατεπλήγη |
| book 573.3 | φίλον ἦτορ“ (Γ 31)· οἱ δὲ ὡς τὸ „Πήδασον οὔτασεν ἵππον“ (Π 467), |
| book 573.4 | ἐβέβλητο γὰρ ὑπὸ Σαρπηδόνος (cf. Π 468—9)· οἱ δὲ ἀντὶ τοῦ τύ‐ |
| book 573.5 | πτων τοῖς ποσὶ καὶ λακτίζων. T |
| book 574a.1 | 〈ὄφρα οἱ ἐκ χροὸς ἔγχος ἀνεσπάσατ’ ἐγγύθεν |
| book 574a.2 | ἐλθών:〉 ὡς τὸ „τοῖο δ’ ἅμα ψυχήν 〈τε〉 καὶ ἔγχεος ἐξέρυς’ αἰχμήν“ |
| book 574a.3 | (Π 505). Til |
| book 574b.1 | 〈ὄφρα οἱ ἐκ χροὸς ἔγχος ἀνεσπάσατ’ ἐγγύθεν |
| book 574b.2 | ἐλθών:〉 ὅρα διὰ τούτου τὸ καίριον τῆς βολῆς· ἅμα γὰρ τὸ δόρυ καὶ |
| book 574b.3 | τὴν ψυχὴν αὐτοῦ ἀνέσπασεν. b(BCE3E4) |
| book 575 | 〈τὸν δὲ σκότος ὄσσε κάλυψε:〉 ὅτι πτῶσις ἤλλακται |
| book 575 | ἀντὶ τοῦ ‘τοῦ δὲ σκότος ὄσσε‘. Aim |
| book 576a | 〈Δηΐπυρον:〉 ὁμώνυμος οὗτος τῷ Πυραίχμῃ. Til |
| book 576b | 〈κόρσην:〉 τινὲς κρόταφον. Til |
| book 577.1 | Θρηϊκίῳ μεγάλῳ, 〈ἀπὸ δὲ τρυφάλειαν ἄραξεν〉: μό‐ |
| book 577.2 | νοι γὰρ ἐν βαρβάροις οἱ Θρᾷκες μεγίστοις ξίφεσι χρῶνται. ἢ οὖν ἀπὸ |
| book 577.3 | τοῦ ἐπικουρικοῦ τῶν Θρᾳκῶν ἔχει λαβών, ἢ μετεπέμψατο ὡς καλλιστεῦ‐ |
| book 577.4 | ον. οἱ δὲ τῇ καλουμένῃ ῥομφαίᾳ. A b (BCE3E4)T τὸ δὲ ἄραξεν |
| book 577.5 | ἀντὶ τοῦ τοὺς ἱμάντας ἀπέτεμεν. b(BCE3E4)T |
| book 578-9.1 | καί τις Ἀχαιῶν 〈/ —〉ἐκόμισ〈σ〉εν: ἡδέως |
| book 578-9.2 | πάνυ καὶ ἀξιοπίστως τὸ πλῆθος ἐμφαίνει μὴ εἰπὼν τὸν ἄραντα. T |
| book 582.1 | Ἑλένῳ 〈...〉 ἄνακτι: παρὰ τὸ ἀνώγειν καὶ κελεύειν τοὺς |
| book 582.2 | μάντεις, ὡς „Τειρεσίαο ἄνακτοσ“ (λ 151). T |
| book 583a1.1 | τόξου πῆχυν 〈ἀνεῖλκεν〉: οἱ μὲν κατὰ Δωριέας τὴν |
| book 583a1.2 | νευράν, οἱ δὲ τὸ κέρας. οἱ δὲ τῷ πήχει τὸ τόξον εἷλκεν. AT |
| book 583a2 | οἱ μὲν τὴν νευρὰν κατὰ Δωριεῖς, οἱ δὲ τὸ κέρας. b(BCE3E4) |
| book 584a.1 | τὼ δ’ ἄρ’ ὁμαρτήδην: ὅτι ἐπὶ τοῦ Ἑλένου ὕστερον εἰ‐ |
| book 584a.2 | πὼν ἀπ’ αὐτοῦ ἤρξατο {εἰπὼν} „Πριαμίδης μὲν ἔπειτα“ (Ν 586), |
| book 584a.3 | πρὸς τὸ δεύτερον 〈***〉. A |
| book 584b.1 | ὁμαρτήτην: Ἀρίσταρχος „ὁμαρτήδην“ ὡς „τμήδην“ |
| book 584b.2 | (Η 262), Aim T | φοράδην, ἵν’ ᾖ προεπίζευξις. οἱ δὲ „ἁμαρτήτην“, |
| book 584b.3 | ἅμα προΐεντο, ὡς „ἀπειλήτην“ (λ 313). T |
| book 585 | 〈νευρῆφιν:〉 τοῦ τόξου, συνεκδοχικῶς. Til |
| book 586a.1 | Πριαμίδης μὲν ἔπειτα κατὰ στῆθος 〈βάλεν ἰῷ〉: |
| book 586a.2 | ὅτι τὸ ἔπειτά ἐστιν μετὰ ταῦτα, πρὸς τὸ „Φοῖνιξ μὲν πρώτιστα, / |
| book 586a.3 | αὐτὰρ ἔπειτ’ Αἴας τε μέγασ“ (Ι 168—9). | οὐκ ἔστιν νῦν ἀντὶ τοῦ μετὰ |
| book 586a.4 | ταῦτα, ἀλλ’ ἀντὶ τοῦ δή· ἅμα γὰρ ἔπεμψεν ὁ μὲν τὸν ὀϊστόν, ὁ δὲ τὸ |
| book 586a.5 | δόρυ. A |
| book 586b.1 | 〈ἔπειτα:〉 ἀντὶ τοῦ δή· „οἱ μὲν ἔπειτα | πεσ〈σ〉οῖσι“ |
| book 586b.2 | (α 106—7). Til |
| book 587 | 〈θώρηκος γύαλον:〉 ἐν περιφράσει· οὐ γὰρ μέρος. Til |
| book 588a.1 | πτυόφιν: πτύου. πτύον δέ ἐστιν, ἐν ᾧ τὰ ἠλοημένα |
| book 588a.2 | γεν〈ν〉ήματα ἀναβάλλουσι χωρίζοντες τοῦ ἀχύρου. ὁ δὲ τύπος παρα‐ |
| book 588a.3 | γωγή. | τῇ φι παραγωγῇ ὁ ποιητὴς Ὅμηρος κατὰ τριῶν κέχρηται |
| book 588a.4 | πτώσεων, ἐπὶ γενικῆς, δοτικῆς, αἰτιατικῆς. „ἢ ἐπὶ δεξιόφιν“ (Ν 308)· |
| book 588a.5.1 | ἔστι γὰρ ‘ἢ ἐπὶ τὰ δεξιά‘. ἢ ἐπ’ εὐθείας Ἡσίοδος (opp. 216)· „ὁδὸς δ’ |
| book 588a.5.2 | ἑτέρηφι παρελθεῖν“· ἔστι γὰρ ἑτέρα. ἐπὶ δὲ κλητικῆς Ἀλκμὰν ὁ μελο‐ |
| book 588a.5.3 | ποιὸς οὕτως (fr. 28 P.)· „Μῶσα, Διὸς θύγατερ, †ὠρανίαφι λίγ’ |
| book 588a | ἀείσομαι“· ἔστι γὰρ οὐρανία. A |
| book 588b1.1 | πτυόφιν: τινὲς τὰ μὲν σιδηρᾶ πτύα, τὰ δὲ ξύλινα καὶ |
| book 588b1.2 | τρόπον χειρὸς ἔχοντα, οἷς καὶ τὴν γῆν μεταβάλλουσι, θρίνακάς φασι. |
| book 588b1.3 | καὶ παρὰ τοῖς Ἀττικοῖς δὲ πτέα. AT |
| book 588b2.1 | τινὲς τὰ μὲν σιδηρᾶ πτύα, τὰ δὲ ξύλινα καὶ τρόπον χειρὸς |
| book 588b2.2 | ἔχοντα, οἷς καὶ τοὺς ἀστάχυας †ἀνερρείπτουσι, θρήνακας† καλοῦσιν. |
| book 588b2.3 | b(BCE3E4) |
| book 589.1 | θρῴσκωσιν κύαμοι 〈μελανόχροεσ〉: περιφερεῖς γὰρ |
| book 589.2 | ὄντες ῥᾷον τῶν πυρῶν ἀφάλλονται. A b (BCE3E4)T τῷ δὲ |
| book 589.3 | ἐπιθέτῳ κεκάλυπται τὸ ταπεινὸν τῆς λέξεως. b(BCE3E4)T τοὺς |
| book 589.4 | δὲ κυάμους ὡς μέλανας οὐκ ἐσθίουσιν οἱ ἱερεῖς. οἱ δὲ ἱερὸν λόγον φασίν· |
| book 589.5.1 | „ἶσόν τοι κυάμους τε φαγεῖν κεφαλάς τε τοκήων“ (Orphic. fr. 291 K.), |
| book 589.5.2 | διὰ τὸ „ψυχῇς αἰζηῶν βάσιν ἔμμεναι ἠδ’ ἀναβαθμόν / ἐξ Ἀΐδαο δό‐ |
| book 589.5.3 | μων, ὅταν αὐγὰς εἰσανίωσιν“. οἱ δέ, ὅτι ἐπὶ Κρόνου ἄρτος ἐξ αὐτῶν |
| book 589.5.4 | ἦν τοῖς ἀνθρώποις, ὕστερον δὲ μὴ γεύεσθαι αὐτῶν ἐπετράπη, ἵνα μηδ’ |
| book 589 | ὅλως ἐκείνου μνήμη φυλαχθῇ. T |
| book 590.1 | πνοιῇ ὑπὸ λιγυρῇ 〈καὶ λικμητῆρος ἐρωῇ〉: ἅμα δὲ |
| book 590.2 | καὶ πότε δεῖ λικμᾶν, ἐδίδαξεν· ὅτι καὶ ῥωμαλέος ἔσται ὁ λικμῶν πρὸς τὸ |
| book 590.3 | ἀναβάλλειν αὐτά, τὸν ἄνεμον ἔχων συνεργόν. b(BCE3E4)T |
| book 594a1.1 | {τὴν βάλεν} ᾗ ῥ’ ἔχε 〈τόξον〉: οὕτως ᾗ ῥ’ ἔχε τόξον |
| book 594a1.2 | μετὰ τοῦ ι αἱ Ἀριστάρχου· ἔστι γάρ, καθ’ ὃ μέρος κατεῖχεν, ὡς ἐπὶ |
| book 594a1.3 | τοῦ „ᾗ ῥ’ ἴδε γυμνωθέντα“ (Μ 389). τινὲς δὲ ἄνευ τοῦ ι γράφοντες ἐφ’ |
| book 594a1.4 | ὅλης τῆς χειρὸς δέχονται τὸ λεγόμενον, τὴν κατέχουσαν τὸ τόξον |
| book 594a1.5 | χεῖρα. A |
| book 594a2 | οὕτως Ἀρίσταρχος ᾗ ῥ’ ἔχε, καθ’ ὃ μέρος κατεῖχε. Aim |
| book 594a3 | {ᾗ ῥ’ ἔχε:} ὅπου, ὡς „ᾗ ῥ’ ἴδε γυμνωθέντα“. T |
| book 597 | χεῖρα παρακρεμάσας: ὡς ἑωρακὼς διαγράφει γραφικῶς. T |
| book 599a1.1 | 〈ἐϋστρόφῳ:〉 Ἀρίσταρχος „ἐϋστρεφεῖ“, ὡς ἀπὸ τοῦ |
| book 599a1.2 | ἐϋστρεφής. Aim |
| book 599a2 | †οὐ συστρέφει†. Til |
| book 599b.1 | οἰὸς ἀώτῳ: ἐξ ἐρίων γὰρ συνέπλεκον τὰ †κῶλα† τῆς σφεν‐ |
| book 599b.2 | δόνης, οὐχ ὡς νῦν νεύροις, ἵνα διατείνοιτο ἐν τῇ ἀπορρίψει. b(BCE3E4) |
| book 599b.3 | T ἀλλαχοῦ δέ φησι· „καὶ ἐυστρόφῳ οἰὸς ἀώτῳ / Ἴλιον εἰς ἅμ’ |
| book 599b.4 | ἕποντο“ (Ν 716—7). T πολλὰ δὲ δηλοῖ τὸ ἄωτον, ὥς φησιν |
| book 599b.5.1 | Ἐπαφρόδιτος (fr. 36 L.), b(BCE3E4)T νῦν δὲ τὸ τοῦ ἐρίου |
| book 599b.5.2 | λεπτότερον καὶ καθαρώτερον, ὅθεν καὶ αἱ σφενδόναι ἐπλέκοντο. |
| book 599b | b(BCE3E4) |
| book 600a.1 | θεράπων: δοῦλος ὁπλοφόρος κατὰ Κρῆτας. τὸ δὲ ἔχε |
| book 600a.2 | ἀντὶ τοῦ ἀντιποιούμενος 〈***〉. T |
| book 600b | 〈ἔχε ποιμένι λαῶν:〉 ἔφερε τῷ Ἀγήνορι. Aint |
| book 603.1 | σοί, Μενέλαε: ἀναφώνησις τοῦ ποιητοῦ ὥσπερ ἀποδεχο‐ |
| book 603.2 | μένου καὶ οἷον ἐναβρυνομένου τῷ ἄνακτι ὡς ἰδίῳ ἀθλητῇ. τὸ δὲ σοί |
| book 603.3 | ἀντὶ τοῦ ὑπὸ σοῦ. T |
| book 605a.1 | 〈ἅμαρτε:〉 κατὰ τὸ σιωπώμενον γὰρ ἀνῄρηται τὸ δό‐ |
| book 605a.2 | ρυ. Til |
| book 605b.1 | παραὶ δέ οἱ ἔτραπετ’ 〈ἔγχοσ〉: ὥστε παρὰ βραχὺ |
| book 605b.2 | γενέσθαι τὴν ἐπιτυχίαν. T |
| book 608a | ἔσχετο: ἐπέσχε τὴν ὁρμὴν τοῦ δόρατος. b(BCE3E4)T |
| book 608b | 〈ἔσχεθε:〉 γράφεται „ἔσχετο“. Aint |
| book 608c.1 | κατεκλάσθη δ’ ἐνὶ καυλῷ: τῷ αὐλῷ τῆς ἐπιδορατίδος. |
| book 608c.2 | εἰς ὃν τὸ ξύλον ἐνίεται. b(BCE3E4)T |
| book 609a | ὁ δὲ 〈φρεσὶν ᾗσι〉 χάρη: Μενέλαος ἐπὶ τῇ κλάσει. T |
| book 609b.1 | καὶ ἔλπετο νίκην: Ζηνόδοτος „μέγα δ’ ἤλπετο νί‐ |
| book 609b.2 | κην“. Aint |
| book 610.1 | ξίφος ἀργυρόηλον: ὅτι Ζηνόδοτος γράφει „χείρεσσι μά‐ |
| book 610.2 | χαιραν“. ἀγνοεῖ δὲ ὅτι Ὅμηρος τὴν παραξιφίδα μάχαιραν καλεῖ, τὸ |
| book 610 | δὲ πολεμιστήριον ξίφος. A |
| book 611-2.1 | ὑπ’ ἀσπίδος εἵλετο 〈καλήν | ἀξίνην〉: τὴν ὑπὸ |
| book 611-2.2 | τὴν ἀσπίδα κρυπτομένην· ἔφερον γὰρ πρὸς τὸ κατασχίσαι τὰς ναῦς. |
| book 611-2.3 | ἀλλὰ καὶ πρὸς τὴν μάχην ἐχρῶντο αὐταῖς· b(BCE3E4)T „ὀξέσι |
| book 611-2.4 | δὴ πελέκεσ〈σ〉ι καὶ ἀξίνῃσι 〈μάχοντο〉“ (Ο 711). T |
| book 612a.1 | ἐλαΐνῳ: παρὰ τὸ ἐλαία· ἐλαίϊνος ἦν, καὶ Ἀττικῶς ὑφ‐ |
| book 612a.2 | ῄρηται τὸ ι. b(BCE3)T καὶ γὰρ ἀπὸ τοῦ Πείραιος Πειραΐδης φη‐ |
| book 612a.3 | σί, „Πτολεμαίου Πειραΐδαο“ (Δ 228), καὶ παρὰ τὸν Ἀλκαῖον Ἀλ‐ |
| book 612a.4 | καΐδης (cf. Pind. Ol. 6, 68 al.). T |
| book 612b.1 | ἀμφὶ πελέκ〈κ〉ῳ: τῷ στειλειῷ, διὰ τὸ περιέχεσθαι ὑπὸ |
| book 612b.2 | τοῦ πελέκεως. τινὲς δὲ καὶ αὐτὸν τὸν πέλεκυν οὕτως, ὡς καὶ τὸ „†ἡμι‐ |
| book 612b.3 | πέλεκᆓ (Ψ 851 al.) δηλοῖ. b(BCE3E4)T καὶ τὸ συναμφότερον· |
| book 612b.4 | „πέλεκυν δὲ μενεπτόλεμος Θρασυμήδησ“ (γ 442)· κατεχρήσατο δὲ |
| book 612b.5 | ἐπὶ τῆς ἀξίνης πέλεκυν λέγων. T |
| book 613a.1 | ἀλλήλων: λείπει ἡ κατά, b(BCE3E4)T ἵν’ ᾖ κατ’ |
| book 613a.2 | ἀλλήλων. b(BCE3E4) |
| book 613b1.1 | 〈ἐφίκοντο:〉 οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ „ἀφίκεσθον“, |
| book 613b1.2 | Ἀριστοφάνης δὲ „ἀφικέσθην“. Aim |
| book 613b2 | ἡ κοινὴ ἐφίκοντο. Ἀριστοφάνης „ἐφικέσθην“. T |
| book 615a | ἄκρον ὑπὸ λόφον: ἀξιοπίστως τὸ λεπτομερέστατον |
| book 615a | ἐδήλωσεν. T |
| book 615b.1 | 〈ὁ δὲ προσιόντα μέτωπον:〉 ἀπὸ κοινοῦ τὸ διήλασεν |
| book 615b.2 | (cf. Ν 614). Til |
| book 616 | 〈λάκε:〉 ἤχησεν. Til |
| book 617a.1 | 〈πὰρ ποσὶν〉 αἱματόεντα 〈χαμαὶ πέσον〉: τὸ αἱ‐ |
| book 617a.2 | ματόεντα τινὲς δυϊκῶς. διὰ δὲ τοῦ πέσον ἐδήλωσεν οὐκ ἐκχυθέντας |
| book 617a.3 | τοὺς ὀφθαλμούς, ἀλλ’ ἐν τῇ ἰδίᾳ πήξει ἐκπεπτωκότας· ἐπεὶ γὰρ κατὰ |
| book 617a.4 | τὴν ἀρχὴν τῆς ῥινὸς γέγονεν ἡ πληγή, πιθανὸν ἐντεῦθεν ἐξωσθῆναι |
| book 617a.5.1 | τοὺς ὀφθαλμοὺς ἐκ ῥίζης. b(BCE3E4)T καὶ ἔχει ἔμφασιν ὁ λόγος· |
| book 617a.5.2 | κοινὸν γὰρ τὸ προχυθῆναι τοὺς ὀφθαλμούς. | διὰ τοῦ ο δὲ πέσον. | τὸ |
| book 617a.5.3 | δὲ πὰρ ποσί τινὲς τοῦ Μενελάου, οἱ δὲ παραχρῆμα, ὡς τὸ „πὰρ |
| book 617a.5.4 | ποσὶ κάππεσε θυμόσ“ (Ο 280). T |
| book 617b1.1 | {χαμαὶ} πέσον: οὕτως πέσον αἱ Ἀριστάρχου διὰ τοῦ |
| book 617b1.2 | ο, ὡς ἐκεῖ „ὣς τῶν ἐκ χειρῶν βέλεα ῥέον“ (Μ 159). A |
| book 617b2 | οὕτως διὰ τοῦ †ς ὁ† πέσον. Aint |
| book 618 | 〈ἰδνώθη:〉 συνεκάμφθη ἐπὶ τένοντα. Til |
| book 620a.1 | λείψετέ θην 〈οὕτω γε νέας Δαναῶν ταχυπώ‐ |
| book 620a.2 | λων〉: ὅ ἐστιν, οὐκέτι παρέσεσθε πολεμήσοντες ἐπ’ αὐτάς. ἠθικὸς δὲ |
| book 620a.3 | ὁ λόγος, b(BCE3E4)T ὡς τὸ „οὐ μέν θην κάμετόν γε μάχῃ ἔνι“ |
| book 620a.4 | (Θ 448). T |
| book 620b | οὕτω γε: λείπει ‘ἀναιρούμενοι ὡς Πείσανδροσ‘. b(BCE3 |
| book 620b | E4)T |
| book 621.1 | ὑπερφίαλοι: ἄσπονδοι, παράνομοι. ἀκόρητοι δὲ ἢ |
| book 621.2 | εἰρωνικῶς, ἐπεί τοί φησιν „ἀμφὶ σέ, Πηλέος υἱέ, μάχης ἀκόρητον |
| book 621.3 | Ἀχαιοί“ (Υ 2), ἢ μηδ’ ἐν τῷ πολέμῳ ἀποδιδόντες τὴν Ἑλένην. |
| book 621.4 | b(BCE3E4)T |
| book 622a.1 | 〈ἄλλης μὲν λώβης τε καὶ αἴσχεος οὐκ ἐπιδευεῖς:〉 |
| book 622a.2 | τοῦτο ἀπ’ ἄλλης ἀρχῆς ἀναγνωστέον· λείπει γὰρ τὸ ἐστέ ἢ τὸ ἐ‐ |
| book 622a.3 | σμέν. Aint |
| book 622b.1 | ἄλλης μὲν λώβης τε 〈καὶ αἴσχεος οὐκ ἐπιδευεῖσ〉: |
| book 622b.2 | ὁ μέν ἀντὶ τοῦ μήν· b(BCE3E4)T οὐ γὰρ ἔχει τὸν δέ. b(BCE3E4) |
| book 622b.3 | ὁ δὲ νοῦς· b(BCE3E4)T τοῖς εἰς ἐμὲ ὑμῖν πεπραγμένοις ἄλλο οὐδὲν |
| book 622b.4 | ἐνδεῖ τῶν αἰσχρῶν. A b (BCE3E4)T |
| book 623a.1 | 〈ἣν ἐμὲ λωβήσασθε κακαὶ κύνες:〉 ἡ μὲν συνήθεια |
| book 623a.2 | πάλιν συνάπτει ἕως τοῦ κύνες. δύναται δὲ καθ’ ἑαυτὸ λέγεσθαι μόνον |
| book 623a.3 | τὸ κακαὶ κύνες καὶ μᾶλλόν γε τὸν σχετλιασμὸν ἐμφαίνει. A |
| book 623b.1 | ἣν ἐμὲ λωβήσασθε: ὅτι πρὸς τὴν λώβην (cf. Ν 622) |
| book 623b.2 | μόνην ἀπαντήσας ἐπήνεγκεν ἣν ἐμὲ λωβήσασθε. A |
| book 623c.1 | κακαὶ κύνες: κατωφερεῖς δι’ Ἀλέξανδρον ἢ ἀναιδεῖς δι’ |
| book 623c.2 | Ἕκτορα. ἄκρως δὲ καὶ τῷ θηλυκῷ ἐχρήσατο εἰς τὴν ἀνανδρίαν τῶν |
| book 623c.3 | βαρβάρων. | πρὸς δὲ τὴν λώβην (cf. Ν 622) μόνην ὑπήντησεν. |
| book 623c | b(BCE3E4)T |
| book 625.1 | Ξεινίου, ὅς τέ ποτ’ ὔμμι διαφθέρσει πόλιν αἰπήν: |
| book 625.2 | 〈***〉. A |
| book 626a.1 | {οἵ μευ} κουριδίην: πρὸς τὴν κουριδίαν ὡς ἐκ παρθενίας |
| book 626a.2 | αὐτὴν ἔσχεν ὁ Μενέλαος, καὶ οὐκ οἶδεν τὰ περὶ τῆς Θησέως ἁρπα‐ |
| book 626a.3 | γῆς. A |
| book 626b.1 | 〈κουριδίην:〉 οὐκ οἶδε γὰρ αὐτὴν ἐκ Θησέως Ἰφιγένειαν |
| book 626b.2 | ποιήσασαν. Til |
| book 626c.1 | 〈καὶ κτήματα πολλά:〉 ἐν ἄλλῳ „καὶ κτήμαθ’ ἅμ’ |
| book 626c.2 | αὐτῇ“. Aim |
| book 626d.1 | καὶ κτήματα πολλά: μετὰ γὰρ πολυτελοῦς σκευῆς, ὡς |
| book 626d.2 | ἐπὶ θυσίαν ἥκουσα, ἥρπασται ὑπ’ αὐτοῦ. b(BCE3E4)T |
| book 627a.1 | μὰψ οἴχεσθ’ ἀνάγοντες: ἡ διπλῆ, ὅτι Ζηνόδοτος γρά‐ |
| book 627a.2 | φει „μὰψ οἴχεσθον ἄγοντεσ“. καὶ τὸ δυϊκὸν συγχεῖται ἐπὶ πολλῶν |
| book 627a.3 | τασσόμενον. καὶ ἠγνόηκεν ὅτι ἀναγωγὴν καλεῖ τὸν ἐκ Πελοποννήσου |
| book 627a.4 | εἰς Τροίαν πλοῦν. A |
| book 627b | παρ’: διχῶς αἱ Ἀριστάρχου, καὶ διὰ τοῦ ε. A |
| book 628-9.1 | 〈νῦν αὖτ’ ἐν νηυσὶν—κτεῖναι δ’ ἥρωας |
| book 628-9.2 | Ἀχαιούς:〉 ὡς τὸ „οἳ μεμάασιν / ἡμέας ἐξεναρίξαι ἐπὶ προτέροισι |
| book 628-9 | κακοῖσιν“ (χ 263—4). Til |
| book 629a1.1 | {πῦρ ὀλοὸν βαλέειν κτεῖναι δ’} ἥρωας Ἀχαιούς: ὅτι |
| book 629a1.2 | σαφῶς πάντας τοὺς Ἕλληνας ἥρωας καλεῖ, πρὸς Ἴστρον (FGrHist |
| book 629a1.3 | 334, 69) λέγοντα μόνους τοὺς βασιλεῖς ἥρωας λέγεσθαι ὑφ’ Ὁμή‐ |
| book 629a1.4 | ρου. A |
| book 629a2 | ὅτι πάντες ἥρωες καλοῦνται. Til |
| book 631-9.1 | 〈Ζεῦ πάτερ—ἔασιν:〉 ἠθικὴ καὶ ἔμψυχος ἡ |
| book 631-9.2 | δικαιολογία ὡς πρὸς παρόντα τὸν Δία. b(BCE3E4)Til |
| book 631-2a1.1 | 〈ἦ τέ σέ φασι περὶ φρένασ〉 ἔμμεναι ἄλλων |
| book 631-2a1.2 | 〈/ ἀνδρῶν ἠδὲ θεῶν〉: τῶν μὲν ἄλλων ἀνδρῶν, ὅ ἐστι πάντων, τῶν |
| book 631-2a1.3 | δὲ ἄλλων θεῶν, ὅ ἐστι λοιπῶν. λέγει δὲ ταῖς φρεσὶ περιεῖναι τῶν ἄλ‐ |
| book 631-2a1.4 | λων αὐτόν. T |
| book 631-2a2.1 | τὸ δὲ περὶ φρένας ἔμμεναι (631) ἀντὶ τοῦ ταῖς φρεσὶ |
| book 631-2a2.2 | περιεῖναι τῶν ἄλλων. τὸ ἄλλων (631) πρὸς τὸ ἀνδρῶν (632) ἀπο‐ |
| book 631-2a2.3 | δοτέον, ἤτοι πάντων· τῷ δὲ θεῶν (632) συναπτέον τὸ λοιπῶν. |
| book 631-2a2.4 | b(BCE3E4) |
| book 632.1 | σέο δ’ ἐκ τάδε πάντα πέλονται: εὖ τὸ μὴ εἰπεῖν ‘σὺ δὲ |
| book 632.2 | ἀνόητος εὑρέθης, πάντα δὲ τὰ γινόμενα ἐκ σοῦ ἐστιν‘. b(BCE3E4) |
| book 632.3 | T κρατεῖ γὰρ ὡς ἐχέφρων τῆς λύπης. b(BCE3E4) |
| book 633.1 | οἷον: ἀντὶ τοῦ πῶς. ἔστι δὲ μετὰ θαύματος καὶ μέμψεως, |
| book 633.2 | ἅμα μὲν ἐπεὶ ταμίας πολέμου, ἅμα δὲ ἐπεὶ Τρωσὶν ἐβοήθει διὰ Θέτιν. |
| book 633.3 | b(BCE3E4)T |
| book 634.1 | 〈τῶν μένος αἰὲν ἀτάσθαλον:〉 ὧν ἡ ψυχὴ ὑβριστική |
| book 634.2 | ἐστιν. Til |
| book 636-9.1 | πάντων μὲν κόρος ἐστὶ〈— / ἢ πολέμου〉: |
| book 636-9.2 | κἀκείνων κόρος ἐστὶν, ὧν τις ἐφίεται πλησθῆναι μᾶλλον τῆς τοῦ πολέ‐ |
| book 636-9 | μου πλησμονῆς, b(BCE3E4)T φημὶ δὲ ὕπνου καὶ φιλότητος. T |
| book 636.1 | καὶ φιλότητος: Πίνδαρος „κόρον δ’ ἔχει / καὶ μέλι καὶ |
| book 636.2 | τὰ τέρπν’ ἄνθε’ Ἀφροδίσια“ (N. 7, 52—3). T |
| book 637a.1 | μολπῆς τε γλυκερῆς 〈καὶ ἀμύμονος ὀρχηθμοῖο〉: |
| book 637a.2 | περισσὸν αὐτὸν εἶναί φασί τινες· ἥττων γὰρ ἡ ἐπιθυμία τῆς μολπῆς. |
| book 637a.3 | ἀλλ’ ὅτι †ἔμελλεν† αὐτοῖς, „ἠὲ χοροῖο νέον λήγοντα καθίζειν“ (Γ 394), |
| book 637a.4 | b(BCE3E4)T καὶ παρὰ Φαίαξι δέ (cf. θ 248). καὶ ἕως τινὸς οἱ |
| book 637a.5.1 | εὐγενεῖς νέοι ὠρχοῦντο ἐν ταῖς τραγῳδίαις. καὶ οἱ μὲν Ἀθηνᾶν, οἱ δὲ |
| book 637a.5.2 | Διοσκούρους φασὶν εὑρεῖν τὴν ὄρχησιν. T |
| book 637b.1 | ἀμύμονος ὀρχηθμοῖο: ἀμωμήτου. ἔστι δὲ καὶ φαύλη |
| book 637b.2 | ὄρχησις· b(BCE3E4)T „ψεῦσταί 〈τ’〉 ὀρχησταί τε“ (Ω 261). T |
| book 638-9a.1 | τῶν πέρ τισ〈—ἀκόρητοι ἔασιν〉: τούτων |
| book 638-9a.2 | μᾶλλον ἐπιθυμεῖ τις κορεσθῆναι· πολέμου δὲ οὐδ’ ἂν τὴν ἀρχὴν ψαῦσαι |
| book 638-9a.3 | βούλοιτο, οὐχ ὅπως διακορὴς γενέσθαι. οἱ δὲ Τρῶες τούτου ἀκόρητοί |
| book 638-9a.4 | εἰσιν, b(BE3E4)T ὅπου γε καὶ τῶν ἡδίστων κόρος γίνεται· ἐὰν |
| book 638-9a.5.1 | γὰρ εἴπῃς ὅτι πολέμου τις οὐκ ἐπιθυμεῖ κορεσθῆναι, δικαίως Τρῶες |
| book 638-9a.5.2 | μάχης ἀκόρητοι ἔασιν (cf. 639). T τὸ δὲ ἑξῆς „πάντων μὲν |
| book 638-9a.5.3 | κόρος ἐστί“ (Ν 636), Τρῶες δὲ μάχης ἀκόρητοι ἔασιν (639), |
| book 638-9a.5.4 | ὅτι ἀδικήσαντες μάχονται· τοῦτο γὰρ ὕβρεως, οὐκ ἀνδρίας. b(BCE3 |
| book 638-9a | E4)T |
| book 638-9b.1 | τῶν πέρ τις καὶ μᾶλλον ἐέλδεται ἐξ ἔρον εἷναι / ἢ |
| book 638-9b.2 | πολέμου· Τρῶες δὲ μάχης ἀκόρητοι ἔασιν: ὁ νοῦς· πᾶς τις, |
| book 638-9b.3 | φησί, τῶν τερπνῶν βούλεται κορεσθῆναι ἢ τοῦ πολέμου, οἱ δὲ Τρῶες |
| book 638-9b.4 | οὐχ οὕτως. A |
| book 638 | 〈ἐξ ἔρον εἷναι:〉 ἀντὶ τοῦ πλησθῆναι. Til |
| book 640.1 | τὰ μὲν ἔντε’ 〈ἀπὸ χροὸς αἱματόεντα〉: τὰ μὲν αἱμα‐ |
| book 640.2 | τόεντα ἔντεα, ὡς τὸ „τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα“ (Α 11). |
| book 640.3 | b(BCE3E4)T |
| book 643-4.1 | υἱὸς 〈ἐπᾶλτο〉 Πυλαιμένεος 〈βασιλῆος / Ἁρπα‐ |
| book 643-4.2 | λίων〉: εἴπερ ἐκείνου τοῦ Πυλαιμένους ἦν υἱὸς ὁ Ἁρπαλίων, ἀλογώ‐ |
| book 643-4.3 | τατον ἦν μὴ φαίνεσθαι αὐτὸν ὑπερμαχοῦντα τοῦ πατρός. T |
| book 643a.1 | Πυλαιμένεος βασιλῆος: ἔνιοι ἐνόμιζον τοῦτον εἶναι τὸν |
| book 643a.2 | ἐν τῇ Ε ἀναιρεθέντα· „ἔνθα Πυλαιμένεα ἑλέτην ἀτάλαντον Ἄρηϊ, / |
| book 643a.3 | ἀρχὸν Παφλαγόνων“ (Ε 576—7). ἔστιν οὖν ὁμωνυμία, ἐκείνου μὲν |
| book 643a.4 | ἄρχοντος ὄντος, τούτου δὲ βασιλέως· πολλαὶ γὰρ παρὰ τῷ ποιητῇ |
| book 643a.5.1 | ὁμωνυμίαι· Σχεδίοι δύο Φωκέων ἡγούμενοι, ὁ μὲν Περιμήδους, „ἔνθ’ |
| book 643a.5.2 | Ἕκτωρ μὲν 〈ἕλε〉 Σχεδίον, Περιμήδεος υἱόν, / ἀρχὸν Φωκήων“ (Ο |
| book 643a.5.3 | 515—6), ὁ δὲ Ἰφίτου, „Ἕκτωρ δ’ αὖτ’ Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ· |
| book 643a.5.4 | / ἀλλ’ ὁ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος 〈/ τυτθόν·〉 ὁ δὲ |
| book 643a | Σχεδίον μεγαθύμου Ἰφίτου υἱόν, / Φωκήων ὄχ’ ἄριστον“ (Ρ 304—7). |
| book 643a.10.1 | Εὐρυμέδοντες δύο ἡνίοχοι, ὁ μὲν Ἀγαμέμνονος (cf. Δ 228), ὁ δὲ |
| book 643a.10.2 | Νέστορος (cf. Θ 114. Λ 620). καὶ κήρυκες δὲ Εὐρυβάται δύο, ὁ μὲν |
| book 643a.10.3 | Ὀδυσσέως (cf. Β 184), ὁ δὲ Ἀγαμέμνονος (cf. Α 320. Ι 170). καὶ |
| book 643a.10.4 | Ἄδραστοι τρεῖς βάρβαροι, ὁ μὲν „Μέροπος Περκωσίου“ (Β 831. Λ |
| book 643a.10.5 | 329) υἱὸς ὑπὸ Διομήδους ἀναιρούμενος (sc. Λ 333—4), ὁ δὲ ὑπὸ Με‐ |
| book 643a.15.1 | νελάου (cf. Ζ 37—65), ὁ δὲ ὑπὸ Πατρόκλου (cf. Π 694). Ἀκάμαντες |
| book 643a.15.2 | δύο, ὁ μὲν Εὐσώρου (cf. Ζ 8), ὁ δὲ Ἀντήνορος (cf. Β 823 al.). Ἀστύ‐ |
| book 643a.15.3 | νοοι δύο, ὁ μὲν ὑπὸ Διομήδους ἀναιρούμενος, „ἔνθ’ ἕλεν Ἀστύνοον“ |
| book 643a.15.4 | (Ε 144), τῷ δὲ ἑτέρῳ Πολυδάμας τοὺς ἵππους δίδωσιν (cf. Ο 455—7). |
| book 643a.15.5 | καὶ Θόωνες τρεῖς βάρβαροι· ἐφ’ ἕνα γοῦν ὁρμᾷ Διομήδης· φησὶ γὰρ |
| book 643a.20.1 | „Θόωνά τε, Φαίνοπος υἱόν“ (Ε 152)· τὸν δὲ Ὀδυσσεὺς ἀναιρεῖ, |
| book 643a.20.2 | „Θόωνα καὶ Ἔν〈ν〉ομον ἐξενάριξεν“ (Λ 422), τὸν δὲ τρίτον Ἀντί‐ |
| book 643a.20.3 | λοχος, „Ἀντίλοχος δὲ Θόωνα μεταστρεφθέντα“ (Ν 545). Μελάνιπποι |
| book 643a.20.4 | τρεῖς, τὸν μὲν Τεῦκρος ἀναιρεῖ ἐν τῇ Θ (sc. 276), τῷ δὲ δευτέρῳ Ἕκτωρ |
| book 643a.20.5 | παραινεῖ ταῖς ναυσὶν ἐμπεσεῖν (cf. Ο 546—58), ὁ δὲ τρίτος ὑπὸ |
| book 643a.25.1 | Πατρόκλου ἀναιρεῖται (cf. Π 695). Ὀφελέσται δύο, †ὁ μὲν ὑπ’ Εὐρυ‐ |
| book 643a.25.2 | πύλου, ὁ δὲ ὑπὸ Αἴαντος†. Πυλάρται δύο, ὧν ὁ μὲν ὑπ’ Αἴαντος ἀναι‐ |
| book 643a.25.3 | ρεῖται σὺν Πυράσῳ (sc. Λ 491), ὁ δὲ ὑπὸ Πατρόκλου (cf. Π 696). Πεί‐ |
| book 643a.25.4 | σανδροι δύο, ὧν ὁ μὲν ὑπὸ Ἀγαμέμνονος ἀναιρεῖται (cf. Λ 143—4), ὁ |
| book 643a | δὲ ὑπὸ Μενελάου (cf. Ν 611—8). b(BCE3E4)T |
| book 643b.1 | 〈Πυλαιμένεος:〉 πρὸς τὴν περὶ τοῦ Πυλαιμένους ζήτη‐ |
| book 643b.2 | σιν. Aim |
| book 643c.1 | 〈Πυλαιμένεος:〉 ἐν τῇ Ε (sc. 576) Ζηνόδοτος ἔγραφεν |
| book 643c.2 | „Πυλαιμένεα“ 〈***〉. Til |
| book 649a1.1 | 〈μή τις χρόα χαλκῷ ἐπαύρῃ:〉 ὅτι πτῶσις ἤλλακται, |
| book 649a1.2 | χρόα ἀντὶ τοῦ χρωτός. Aim |
| book 649a2 | ἀντὶ τοῦ χρωτός. Til |
| book 651-2.1 | καί ῥ’ ἔβαλε{ν} γλουτὸν 〈κατὰ δεξιόν〉· αὐτὰρ |
| book 651-2.2 | ὀϊστός / ἀντικρὺ κατὰ κύστιν: δηλονότι φεύγοντος. τοῦτο |
| book 651-2.3 | Ἕλλην οὐχ εὑρίσκεται πεπονθώς. ὡς ἐπίπαν δὲ ὑπὸ Μηριόνου οὕτω |
| book 651-2.4 | τιτρώσκονται. b(BCE3E4)T |
| book 653 | 〈κατ’ αὖθι:〉 βραχὺ διασταλτέον πρὸς τὸ σαφές. Aim |
| book 654a.1 | 〈θυμὸν ἀποπνείων:〉 ἐντεῦθεν δῆλον ὅτι πνεῦμα ἡ |
| book 654a.2 | ψυχή. b(BCE3E4)Til |
| book 654b1.1 | ὥς τε σκώληξ ἐπὶ γαίῃ: ἀκινητεῖ γάρ, ἢν θίγῃ τις |
| book 654b1.2 | αὐτοῦ. τοῦτο δὲ οὐκ ᾔδει ὁ ποιητής, εἴπερ ἦν τυφλὸς ἐκ γενετῆς. T |
| book 654b2 | ὡς σκώληξ δέ, ὅτι, ἐὰν θίγῃ τις αὐτοῦ, ἀκινητεῖ. |
| book 654b2 | b(BCE3E4) |
| book 657a.1 | ἐς δίφρον δ’ ἀνέσαντες 〈ἄγον προτὶ Ἴλιον |
| book 657a.2 | ἱρήν〉: οὐδένα τῶν ἀποθανόντων οὕτως ἐξάγει· διὸ ἀθετοῦσι τὸν |
| book 657a.3 | στίχον. δίφρῳ δὲ ἀπάγεται ὡς μακρὰν τῆς μάχης οὔσης· ἐπὶ ναυσὶ |
| book 657a.4 | γὰρ μάχονται. τὸ δὲ ἀνέσαντες ἀντὶ τοῦ καθίσαντες. τινὲς δὲ |
| book 657a.5 | „ἀναθέντεσ“· νεκρὸς γάρ ἐστιν. b(BCE3E4)T |
| book 657b.1 | ἐς δίφρον δ’ ἀνέσαντες: Ἀπολλώνιος ὁ Ῥόδιος ἐν τῷ |
| book 657b.2 | Πρὸς Ζηνόδοτον (fr. 12 M.) „ἐς δίφρον 〈δ’〉 ἀναθέντεσ“. A |
| book 657c | 〈Ἴλιον ἱρήν:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aint |
| book 658-9a.1 | ἀχνύμενοι· μετὰ δέ σφι 〈πατὴρ κίε δάκρυα |
| book 658-9a.2 | λείβων, /〉 ποινὴ δ’ οὔ τις παιδὸς 〈ἐγίνετο τεθνηῶτοσ〉: |
| book 658-9a.3 | ἀθετοῦνται ἀμφότεροι, ὅτι πλανηθείς τις ἐκ τοῦ „ὅ ῥα πατρὶ φίλῳ |
| book 658-9a.4 | ἕπετο“ (Ν 644) ἔταξεν αὐτούς, ἵνα καὶ ὁ πατὴρ τὸν υἱὸν |
| book 658-9a.5.1 | ὀδύρηται. οὐ λέγει δὲ ‘νῦν ἕπετο‘, ἀλλ’ ὅτε τὸ πρῶτον ἐκ τῆς πατρίδος |
| book 658-9a.5.2 | παρεγίνετο· διὸ καὶ πρόσκειται τὸ „ἐς Τροίην, οὐδ’ αὖτις ἀφίκετο“ |
| book 658-9a | (Ν 645). εἰ δὲ μένοιεν οἱ στίχοι οὗτοι, νοητέον ὁμωνυμίαν εἶναι. A |
| book 658-9b.1 | 〈ἀχνύμενοι—τεθνηῶτος:〉 ὁ μὲν Ἀριστοφάνης |
| book 658-9b.2 | ἀθετεῖ, ὁ δὲ Ἀρίσταρχος ἢ ἀθετεῖν φησι δεῖν ἢ ὁμωνυμίαν νομίζειν. T |
| book 658-9b.1 | ζητεῖται, πῶς ἀνωτέρω—τὸν δὲ Ὀδυσσέως. ἔνιοι δὲ |
| book 658-9b.2 | πιθανῶς μεταγράφουσι „μετὰ δ’ οὔ σφι πατὴρ κίε δάκρυα λείβων“. A |
| book 658.1 | μετὰ δέ σφι πατὴρ 〈κίε δάκρυα λείβων〉: ὁμωνυμία |
| book 658.2 | γάρ ἐστιν. τινὲς δὲ τὴν ψυχὴν τοῦ πατρός. καλῶς δὲ διὰ τὸν καιρὸν |
| book 658.3 | λόγους οὐ περιτίθησιν αὐτῷ, ἀλλ’ ἑτέρωθι (sc. Ω 723—81) τούτους |
| book 658.4 | φυλάττει ἐπὶ Ἕκτορα. T |
| book 659.1 | ποινὴ δ’ οὔ τις παιδὸς ἐγίνετο τεθνηῶτος: ἐπεὶ ὁ |
| book 659.2 | Ἀλέξανδρος χαλεπήνας—τὸν Κορίνθιον ἀναιρεῖ. A |
| book 660.1 | 〈τοῦ δὲ Πάρις—χολώθη:〉 λείπει ἡ περί, ἵνα ᾖ περὶ |
| book 660.2 | τούτου δὲ Πάρις. Til |
| book 661.1 | 〈ξεῖνος γάρ οἱ ἔην πολέσιν μετὰ Παφλαγόνεσσιν:〉 |
| book 661.2 | ἢ μόνῳ αὐτῷ ἢ καὶ τοῖς ἄλλοις ξενοδόκος ἦν Ἀλέξανδρος. Til |
| book 662a1.1 | τοῦ ὅ γε χωόμενος 〈προΐει χαλκήρε’ ὀϊστόν〉: |
| book 662a1.2 | ἁπλοῦν τοῦτο ἦν ‘τοῦ ὅγε χωόμενος προΐει καὶ βάλε‘ (cf. Ν 671). ὁ δὲ |
| book 662a1.3 | ἄλλην ἀρχὴν ἐπεισφέρει „ἦν δέ τισ“ (Ν 663). T |
| book 662a2.1 | ἁπλοῦς ὁ στίχος ἐστὶ καὶ ἀποίκιλος. μὴ θέλων δὲ αὐτὸν |
| book 662a2.2 | οὕτως ἐᾶσαι, ἄλλης ἀρχῆς ἐπελάβετο. b(BCE3E4) |
| book 663a.1 | ἦν δέ τις Εὐχήνωρ Πολυΐδου μάντιος υἱός: ὅτι |
| book 663a.2 | δισσὰς εἱμαρμένας ὑποτίθεται τοῦ Εὐχήνορος, καθάπερ καὶ ἐπ’ Ἀχιλ‐ |
| book 663a.3 | λέως, „διχθαδίας κῆρας φερέμεν“ (Ι 411). A |
| book 663b.1 | ἦν δέ τις Εὐχήνωρ Πολυΐδου: Φερεκύδης (FGrHist 3, |
| book 663b.2 | 115) οὕτω γενεαλογεῖ· ἀπὸ Μελάμποδος Μάντιον, οὗ Κλεῖτον, οὗ |
| book 663b.1 | Κοίρανον, οὗ Πολύϊδον. εἶτα „Πολύϊδοσ“, φησί, „γαμεῖ Εὐρυδάμειαν |
| book 663b.2 | τὴν Φυλέως τοῦ Αὐγέου. τῷ δὲ γίνεται Εὐχήνωρ καὶ Κλεῖτος, οἳ Θή‐ |
| book 663b.5.1 | βας εἷλον σὺν τοῖς Ἐπιγόνοις. ἔπειτα ἐς Τροίην ἔρχονται σὺν Ἀγα‐ |
| book 663b.5.2 | μέμνονι, καὶ θνῄσκει Εὐχήνωρ ὑπὸ Ἀλεξάνδρου“. T |
| book 664a1.1 | ἀγαθός {τε}: ἀγαθὸς καὶ ὁ νέος, ὅτι εἰδὼς ἧκε, καὶ ὁ |
| book 664a1.2 | πατήρ, ὅτι οὐκ ἐκώλυσεν αὐτόν. T |
| book 664a2.1 | ἐξ ἀγαθότητος γὰρ πάσχουσιν ἄμφω, καὶ ὁ νέος, ὅτι ἧκεν |
| book 664a2.2 | εἰδὼς τὸν θάνατον, καὶ ὁ πατήρ, ὅτι οὐκ ἐκώλυσεν αὐτόν. b(BCE3E4) |
| book 664b | 〈Κορινθόθι:〉 ὅτε ἥρως λέγει, Ἔφυραν ὀνομάζει. Til |
| book 665a.1 | ὅς ῥ’ εὖ εἰδὼς κῆρ’ ὀλοὴν 〈ἐπὶ νηὸς ἔβαινε〉: οὐκ |
| book 665a.2 | εἶπεν ὅτι τούτῳ ὁ πατὴρ τάδε προεῖπεν περὶ τοῦ τέλους, ἵνα μὴ ἀδο‐ |
| book 665a.3 | λεσχεῖν δοκῇ, ἀλλὰ τὸ τελευταῖον τοῦ διηγήματος προὔθηκεν. |
| book 665a.4 | b(BCE3E4)T |
| book 665b.1 | ὅς ῥ’ εὖ εἰδὼς 〈κῆρ’ ὀλοὴν ἐπὶ νηὸς ἔβαινε〉: ἵνα |
| book 665b.2 | τῷ παραδόξῳ τῆς ἀναφωνήσεως εἰς προσοχὴν ἐπισπάσηται τὸν |
| book 665b.3 | ἀκροατήν, εἶτα ἐξ ἀναστροφῆς διηγεῖται. b(BCE3E4)T |
| book 669a.1 | 〈ἀργαλέην θωήν:〉 ὡς Κορίνθιος γὰρ ὑπὸ Ἀγαμέμνονα |
| book 669a.2 | ἦν. Til |
| book 669b | 〈θωήν:〉 νῦν τὴν μέμψιν. Aint |
| book 670a1 | 〈νοῦσόν τε στυγερήν:〉 τὴν ἐν τῷ γήρᾳ ἕψησιν. Til |
| book 670a2 | τὴν ἐν γήρᾳ τιμωρίαν. ἢ νόσον ἁπλῶς. b(BCE3) |
| book 671 | ὑπὸ γναθμοῖο 〈καὶ οὔατοσ〉: ὑπὸ τῆς γνάθου κατὰ τὸν |
| book 671 | ὑπὸ τὸ οὖς τόπον. οἱ δὲ γνάθον τὴν σιαγόνα. b(BCE3E4)T |
| book 673 | 〈δέμας:〉 διὰ τὸ ὥς. Til |
| book 674a.1 | Ἕκτωρ δ’ οὐκ ἐπέπυστο Διῒ φίλος, 〈οὐδέ τι |
| book 674a.2 | ᾔδη〉: βραχὺ διασταλτέον Διῒ φίλος: διὰ μέσου γάρ ἐστι τὸ οὐδέ |
| book 674a.3 | τι ᾔδη. A |
| book 674b.1 | Ἕκτωρ 〈δ’〉 οὐκ ἐπέπυστο 〈Διῒ φίλοσ〉: τομήν τινα |
| book 674b.2 | δαιμονίως ἐξεῦρε· σιωπήσας {δαιμονίως} γὰρ ἦν τὰ κατὰ τὸν Ἕ‐ |
| book 674b.3 | κτορα, ἐφ’ ἃ ἀναστρέφει. T |
| book 675.1 | ἐπ’ ἀριστερά: τοῦ Ἕκτορος, οὐ τοῦ στρατοῦ· εἰ γὰρ ἐπ’ |
| book 675.2 | ἀριστεροῖς ἐστιν ἡ πύλη, δι’ ἧς εἰσῆλθεν, αὐτόπτης ἂν ἐγίνετο. b |
| book 675.3 | (BCE3E4)T |
| book 677 | τοῖος: ἀντὶ τοῦ μετὰ τοιαύτης προθυμίας. b(BCE3E4)T |
| book 678.1 | πρὸς δὲ σθένει αὐτὸς ἄμυνεν: οὐ πᾶν ἦν ἔργον τοῦ |
| book 678.2 | θεοῦ, ἀλλὰ πρὸς τῷ αὐτῶν σθένει καὶ αὐτὸς ἐπεκούρει. καὶ ὅτι ταῖς |
| book 678.3 | προθυμίαις συλλαμβάνει τὸ θεῖον. b(BCE3E4)T |
| book 681a.1 | ἔνθ’ ἔσαν Αἴαντός τε νέες 〈καὶ Πρωτεσιλάου〉: |
| book 681a.2 | ὅτι τοῦ Λοκροῦ λέγει Αἴαντος· οὗτος γὰρ πλησίον ἐνεώλκει τοῦ |
| book 681a.3 | Πρωτεσιλάου. πρὸς τὰ περὶ τοῦ ναυστάθμου. A |
| book 681b | 〈Αἴαντος:〉 τοῦ Λοκροῦ· ἐπάγει „Λοκροί“ (Ν 686). Til |
| book 683 | τεῖχος ἐδέδμητο χθαμαλώτατον: τεῖχος χθαμαλώ‐ |
| book 683.1 | τατον ἀντὶ τοῦ χθαμαλόν, ὡς „ἀκρότατον δ’ ἄρ’ ὀϊστόσ“ (Δ 139)· |
| book 683.2 | ἤτοι δὲ διὰ τὸ ἀφῃρῆσθαι τῆς ἐπάλξεως ὑπὸ Σαρπηδόνος, ἢ ὡς πρὸς |
| book 683.3 | σύγκρισιν τοῦ πολυανδρίου ὡς ἠπειγμένως ποιήσαντες οὐκ ἐξωμά‐ |
| book 683.5.1 | λισαν αὐτό· διὸ καὶ ἡ ὑπέρβασις τοῖς βαρβάροις δυνατὴ γέγονεν. A |
| book 683.5.2 | b(BCE3E4)T |
| book 684.1 | ζαχρηεῖς: λίαν ἐπιβαροῦντες, παρὰ τὸ χραύειν. A |
| book 684.2 | b(BCE3E4)T |
| book 685a.1 | Ἰάονες: ἄλλοι εἰσὶ παρὰ τοὺς Ἴωνας· οἱ Ἰάονες γάρ, |
| book 685a.2 | Ἀνδροτίων (FGrHist 324, 61) φησί, στήλην ἔστησαν διορίσαντες |
| book 685a.3 | ἀπὸ Λακεδαίμονος ἐπιγραφεῖσαν (cf. I.G.M. 273a)· „τάδ’ οὐχὶ Πελοπόννησος, ἀλλ’ |
| book 685a.4 | Ἰάονεσ“, Λάκωνες δὲ (cf. I.G.M. 273b) „τάδ’ ἐστὶ Πελοπόννησος, οὐκ Ἰάονεσ“, |
| book 685a.5.1 | b(BCE3E4)T ὥστε τοὺς μὲν ἔνθεν εἶναι, τοὺς δὲ ἐκεῖθεν. b(BCE3E4) |
| book 685a.5.2 | ἤτοι 〈τὸ〉 Ἴωνες Βοιωτικῶς διεῖλεν εἰς τὸ Ἰάονες. εἴρηνται δὲ ἀπὸ |
| book 685a.5.3 | Ἴωνος τοῦ Ξούθου καὶ Κρεούσης. T |
| book 685b | Ἰάονες: οἱ ἐν Πελοποννήσῳ. ATil |
| book 685c.1 | ἑλκεχίτωνες: οἱ ἐν τοῖς χιτῶσι τῶν ἐναντίων ἕλκη ποιοῦν‐ |
| book 685c.2 | τες. οἱ δέ, ὅτι μέχρι τῆς Περικλέους στρατηγίας ποδήρεις εἶχον τοὺς |
| book 685c.3 | χιτῶνας καὶ τοὺς τέττιγας. b(BCE3E4)T |
| book 686a.1 | Φθῖοι: Φθιῶται οἱ ὑπὸ Ἀχιλλεῖ, Φθῖοι δὲ οἱ ὑπὸ Πρω‐ |
| book 686a.2 | τεσιλάῳ καὶ Φιλοκτήτῃ A b (BCE3)T εἰσὶ δὲ αὐτῶν 〈τὰ〉 τάγ‐ |
| book 686a.3 | ματα μεταξὺ Λοκρῶν καὶ Βοιωτῶν. T |
| book 686b.1 | φαιδιμόεντες: ἀντὶ τοῦ φαίδιμοι, παραγώγως· b |
| book 686b.2 | (BCE3E4)T οὐ γὰρ ἔγκειται τὸ ἔντεα. T τινὲς δὲ σύνθετον |
| book 686b.3 | ὑπονοοῦσι τὴν λέξιν, ἵν’ ᾖ ‘λαμπρὰς πανοπλίας ἔχοντεσ‘. b(BCE3E4)T |
| book 687a.1 | σπουδῇ ἐπαΐσσοντα 〈νεῶν ἔχον〉: ὅτι τὸ σπουδῇ |
| book 687a.2 | ἀντὶ τοῦ μόγις καὶ δυσέργως ἀπὸ τῶν νεῶν αὐτὸν ἀπεῖργον. A |
| book 687b1 | 〈σπουδῇ ἐπαΐσσοντα νεῶν ἔχον:〉 μόγις ἐπεῖχον |
| book 687b1 | τὸν Ἕκτορα ὁρμῶντα. Til |
| book 687b2 | μόγις ὁρμῶντα ἐπεῖχον. b(BC) |
| book 689.1 | οἱ μὲν Ἀθηναίων: οὐκ ἐτήρησε τὴν τάξιν· πρώτους γὰρ |
| book 689.2 | εἶπε Βοιωτούς (sc. Ν 685). κατεῖχον δὲ τὰ τάγματα τῶν κεράτων |
| book 689.3 | Βοιωτοὶ καὶ Ἀθηναῖοι, ἐπὶ μὲν τοῦ ἀριστεροῦ πρῶτοι ὄντες Βοιωτοί, |
| book 689.4 | ἐπὶ δὲ τοῦ δεξιοῦ ἔσχατοι ὄντες Ἀθηναῖοι. T |
| book 690-1.1 | Μενεσθεύς, 〈οἱ δ’ ἅμ’ ἕποντο / Φείδας τε Στι‐ |
| book 690-1.2 | χίος τε Βίας τ’ ἐΰσ〉: καὶ ἀλλαχοῦ „Στιχίος {τε} δῖός τε Μενε‐ |
| book 690-1.3 | σθεύς, / ἀρχοὶ Ἀθηναίων“ (Ν 195—6). T |
| book 691-2.1 | αὐτὰρ Ἐπειῶν / Φυλείδης 〈τε Μέγησ〉: καὶ μὴν |
| book 691-2.2 | Ἀμφίμαχος καὶ Θάλπιος Ἠλείων ἦσαν ἡγεμόνες (cf. Β 615—20). |
| book 691-2.3 | Ἀρίσταρχος δὲ καὶ τοὺς ἐκ Δουλιχίου Ἐπειοὺς καλεῖ· ὡς γὰρ ἐξ |
| book 691-2.4 | Ἤλιδος φυγόντος Φυλέως, εἰκὸς ἦν αὐτῷ συναίρεσθαί τινας, ὧν ἦρχε |
| book 691-2.5.1 | Μέγης. εἰ δὲ ἐκείνων νῦν μέμνηται Ἐπειῶν τῶν ἐξ Ἤλιδος, πιθανὸν ἂν |
| book 691-2.5.2 | εἴη †ἂν† ἡγεῖσθαι αὐτῶν Μέγητα ὡς ὁμοεθνῆ· Ἀμφίμαχος γὰρ (sc. |
| book 691-2.5.3 | Ν 185—6) καὶ Διώρης (sc. Δ 517—26) οἱ τῶν Ἠλείων δυνάσται |
| book 691-2.5.4 | ἀνῄρηνται, Θάλπιος δὲ καὶ Πολύξενος τραυματίζονται. T |
| book 691.1 | {αὐτὰρ} Ἐπειῶν: μεταξὺ ἦσαν Ἀθηναίων καὶ Λοκρῶν· |
| book 691.2 | διό φησιν· „Αἴαντα ταχὺν καὶ Φυλέος υἱόν / ἄνστησον“ (Κ 175—6). T |
| book 692a.1 | 〈Ἀμφίων τε Δρακίος τε:〉 οὗτοι ἀντὶ Διώρους καὶ |
| book 692a.2 | Ἀμφιμάχου ἐτάχθησαν. Til |
| book 692b.1 | Φυλείδης τε Μέγης: ὅτι ἐν ἄλλοις οὐ νοῶν Ζηνόδοτος |
| book 692b.2 | ὅτι Μέγης Φυλέως ἐστί, γράφει „Φυλείδην τε Μέγην τε“ (Τ 239). A |
| book 692c | 〈Μέγης:〉 οὕτως Μέγης ἔξω τοῦ τέ· οὗτος γάρ ἐστι Φυ‐ |
| book 692c | λείδης. Aim |
| book 693.1 | {πρὸ} Φθίων {δὲ μέδων τε}: Φθίων ὡς Χίων, βαρυτόνως· |
| book 693.2 | καὶ γὰρ Φθῖοι ὡς Χῖοι· „Λοκροὶ καὶ Φθῖοι“ (Ν 686). A |
| book 694a.1 | ἤτοι ὁ μὲν νόθος υἱὸς 〈Ὀϊλῆος θείοιο〉: ὅτι σα‐ |
| book 694a.2 | φῶς Ὀϊλεὺς σὺν τῷ ο· πρόκειται γὰρ ἄρθρον, ὁ μὲν νόθος υἱός. |
| book 694a.3 | πρὸς Ζηνόδοτον γράφοντα „ἀλλ’ οὐκ Ἰλιάδῃ“ (Ν 712). A |
| book 694b | νόθος υἱός: ἐξ Ἀλκιμάχης τῆς Αἰακοῦ ἦν ὁ Μέδων. T |
| book 697a | 〈Ἐριώπιδος:〉 Φέρητος ἦν αὕτη. Til |
| book 697b | 〈ἣν ἔχ’ Ὀϊλεύς:〉 ὅτι σὺν τῷ ο Ὀϊλεύς. Aint |
| book 701 | Αἴας δ’ οὐκέτι: νῦν τοὺς Λοκρῶν ἡγεμόνας καταλέγει. T |
| book 702a1.1 | 〈ἵστατ’ ἀπ’ Αἴαντος:〉 Ζηνόδοτος „χάζετ’ ἀπ’ Αἴαν‐ |
| book 702a1.2 | τοσ“. Aim |
| book 702a2 | τὸ δὲ ἵστατο Ζηνόδοτος „χάζετο“ γράφει. T |
| book 703-7.1 | ἀλλ’ ὥς τ’ ἐν νειῷ〈—τέλσον ἀρούρησ〉: τὴν |
| book 703-7.2 | τάξιν τῆς στάσεως καὶ τὴν προθυμίαν ἡ παραβολὴ δείκνυσιν. |
| book 703-7.3 | b(BCE3E4)T |
| book 703.1 | οἴνοπε: οἰνώδεις εἰς τὸ ὁρᾶν. οἱ δὲ μέλανες, ὡς „οἴνοπα |
| book 703.2 | πόντον“ (Α 350). καὶ Πτολεμαῖος γὰρ εἰς τὸ τῆς Ἀρσινόης †χιλιά‐ |
| book 703 | ροτρον† τέμενος μέλανας ἀνῆκε βοῦς. b(BCE3E4)T |
| book 705a.1 | πρυμνοῖσιν κεράεσσι 〈πολὺς ἀνεκήκιεν ἱδρώσ〉: |
| book 705a.2 | εἰσὶ γὰρ οἱ „κεραελκέεσ“ (Call. h. 3, 179) καλούμενοι. οἱ δὲ T συμ‐ |
| book 705a.3 | πάσχειν τοῖς ποσὶ τὰ κέρατα τῇ διατάσει τῶν νεύρων φασί· διὸ μετὰ |
| book 705a.4 | κάματον αὐτοὺς ἀλείφεσθαι τὰ κέρατα κηρῷ ἢ ἐλαίῳ ἢ πίσσῃ, ὡς |
| book 705a.5.1 | Ἀριστοτέλης φησί (h. an. 8,7 p. 595b14 et 8,23 p. 604a16). πρυμνοῖς δὲ τοῖς παρὰ |
| book 705a.5.2 | τὴν σάρκα. b(BCE3E4)T |
| book 705b1.1 | 〈ἀνακηκίει:〉 χωρὶς τοῦ δ, ἀνακηκίει, καὶ διὰ τοῦ |
| book 705b1.2 | ι. Aim |
| book 705b2.1 | {πολὺς δ’ ἀνακηκίει ἱδρώς:} πολὺς ἀνακηκίει χωρὶς |
| book 705b2.2 | τοῦ δέ αἱ πᾶσαι. T |
| book 706.1 | 〈τὼ—〉ἀμφὶς ἐέργει: ἀπ’ ἀλλήλων αὐτοὺς ὁ ζυγὸς |
| book 706.2 | χωρίζει. b(BCE3E4)T |
| book 707a.1 | ἱεμένω κατὰ ὦλκα· 〈τέμει δέ τε τέλσον ἀρού‐ |
| book 707a.2 | ρησ〉: ὅτι ἀντὶ τοῦ ἱεμένους· τὸ γὰρ ἱεμένω ὀρθὴν καὶ αἰτιατικὴν |
| book 707a.3 | σημαίνει. καὶ ὅτι τέμει ἀντὶ τοῦ τέμνει. A |
| book 707b1.1 | 〈κατὰ ὦλκα· τέμει δέ τε τέλσον ἀρούρης:〉 |
| book 707b1.2 | ὦλκα λέγει τὴν αὔλακα. | τέλσον δὲ τὸ βάθος ἢ τὸ πέρας τῆς γῆς, |
| book 707b1.3 | ὅπερ τέμνει τὸ ἄροτρον. b(BCE3E4) |
| book 707b2.1 | {τέλσον ἀρούρης:} τέμνει τὸ ἄροτρον τὸ βάθος ἢ τὸ πέρας |
| book 707b2.2 | τῆς γῆς. T |
| book 707c.1 | {τέμει δέ τε} τέλσον {ἀρούρης}: τέλσον ὡς „χέρσον“ |
| book 707c.2 | (Ξ 394 al.). γέγονε δὲ κατὰ μεταβολὴν παρὰ τὸ τέλος, πλεονάσαντος |
| book 707c | τοῦ ς. A |
| book 709-11.1 | 〈ἀλλ’ ἤτοι Τελαμωνιάδῃ〉 πολλοί τε καὶ ἐσθλοί |
| book 709-11.2 | 〈/ λαοὶ〉 ἕπονθ’ 〈ἕταροι—ἵκοιτο〉: τὸ τληπαθὲς Αἴαντος |
| book 709-11.3 | δείκνυσιν, εἴγε πολλοὶ καὶ ἀγαθοὶ διαδέχονται αὐτοῦ τὸ σάκος |
| book 709-11.4 | b(BCE3E4)T ἀποκάμνοντος, δεδιότες, μή πως αὐτοῦ ἀγανακτή‐ |
| book 709-11.5 | σαντος ἀπόλοιντο. b(BCE3E4) |
| book 710 | 〈ἐξεδέχοντο:〉 διεδέχοντο. Til |
| book 712-21.1 | οὐδ’ ἄρ’ Ὀϊλιάδῃ〈— / οἱ δ’ ὄπιθεν βάλλον‐ |
| book 712-21.2 | τες ἐλάνθανον〉: λεληθότως δεδήλωκε τὴν αἰτίαν τῆς συμπνοίας |
| book 712-21.3 | τῶν Αἰάντων· ἐν ὀλίγῳ γὰρ χωρίῳ γιγνομένης τῆς μάχης ἀχρεῖοι |
| book 712-21.4 | ἦσαν οἱ Λοκροὶ ψιλοὶ ὄντες. καὶ ἔδει αὐτοῖς προβλήματός τινος· ὑπο‐ |
| book 712-21.5.1 | δύντες οὖν ὑπὸ τοὺς ὁπλίτας Σαλαμινίους ὄπιθεν βάλλουσιν. |
| book 712-21.5.2 | b(BCE3E4)T |
| book 712.1 | οὐδ’ ἄρ’ Ὀϊλιάδῃ {μεγαλήτορι}: ὅτι Ζηνόδοτος γράφει |
| book 712.2 | „ἀλλ’ οὐκ Ἰλιάδῃ“. ὁ δὲ Ὅμηρος σὺν τῷ ο λέγει Ὀϊλιάδης. A |
| book 713a.1 | 〈σφι:〉 οὕτως Ἀρίσταρχος χωρὶς τοῦ ν, σφι. Ἀριστο‐ |
| book 713a.2 | φάνης δὲ σὺν τῷ ν. Aim |
| book 713b.1 | μίμνε φίλον κῆρ: γράφεται „ἔργ’ ἐμεμήλει“. | πῶς οὖν |
| book 713b.2 | ἐν τῇ Ἐπιπωλήσει (sc. Δ 274) φησὶ „νέφος εἵπετο πεζῶν“; ἢ ὡς τα‐ |
| book 713b.3 | ραχῆς γεγονυίας καὶ ἄλλοι συνεμίχθησαν αὐτοῖς. T |
| book 716 | 〈ἀώτῳ:〉 ἔδει ‘ἀώτοισ‘. Til |
| book 717 | 〈ἔπειτα:〉 ἀντὶ τοῦ δή. Til |
| book 719 | 〈οἱ μέν:〉 οἱ Σαλαμίνιοι δηλονότι. b(BCE3)Til |
| book 723 | 〈λευγαλέως:〉 ὀλεθρίως. Til |
| book 724 | 〈Ἴλιον ἠνεμόεσσαν:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aim |
| book 725a1.1 | 〈Ἕκτορα εἶπε παραστάς:〉 ὅτι ἐλλείπει ἡ πρός. πρὸς |
| book 725a1.2 | Ἕκτορα. Aint |
| book 725a2 | λείπει ἡ πρός. b(BCE3)Til |
| book 726.1 | Ἕκτορ, ἀμήχανός ἐσσι 〈παραρρητοῖσι πιθέσθαι〉: |
| book 726.2 | ἐν καιρῷ ἀναμιμνῄσκει τὸν Ἕκτορα τῆς ἰδίας συμβουλῆς· ἔλεγε γὰρ |
| book 726.3 | „μὴ ἴομεν Δαναοῖσι μαχησόμενοι περὶ νηῶν“ (Μ 216). ἀλλ’ οὐκ ἄν‐ |
| book 726.4 | τικρυς αὐτὸς ἐκφέρει ὅτι παρακούσας τῆς συμβουλῆς ἐκάκωσας τὴν |
| book 726.5.1 | στρατιάν· ἀπήχθετο γὰρ τῷ βασιλεῖ καὶ †φιλονεικώτερον† αὐτὸν |
| book 726.5.2 | ἐποίει καὶ ἄλλως θρασὺν ὄντα. εἰς πολλὰ οὖν τρέπει τὸν λόγον τῇ |
| book 726.5.3 | γνωμολογίᾳ χρώμενος. b(BCE3E4)T τὸ δὲ ἀμήχανος ἀνίκητος |
| book 726.5.4 | ἢ ἀπαραμύθητος, τοῖς βουλομένοις σε πείθειν ἀμηχανίαν παρέχων. τὸ |
| book 726.5.5 | δὲ παραρρητοῖσι παρηγορικοῖς λόγοις, παραμυθήμασιν, ὑπο‐ |
| book 726.10 | θήκαις, οἱ δὲ συμβούλοις. b(BE3E4)T |
| book 727-8.1 | 〈οὕνεκά τοι περὶ δῶκε θεὸς—ἄλλων:〉 τοῦτο |
| book 727-8.2 | ἀφ’ ἑτέρας ἀρχῆς ἀναγνωστέον. λέγει δὲ ἐν ὑποκρίσει ἐρωτῶν. Aint |
| book 727a.1 | οὕνεκά τοι περὶ δῶκε θεὸς 〈πολεμήϊα ἔργα〉: ἐν ἐρω‐ |
| book 727a.2 | τήσει ὁ λόγος. | πραγματικῶς δὲ ἐν ἑνὶ στίχῳ θεοφίλειαν καὶ ἀνδρίαν |
| book 727a.3 | αὐτῷ μαρτυρῶν ἕτοιμον ποιεῖ πρὸς πειθώ. b(BCE3E4)T |
| book 727b | οὕνεκά τοι περὶ δῶκε: τὸ περί ἀντὶ τοῦ περισσῶς. τὸ |
| book 727b | δὲ δῶκε προπερισπαστέον. A |
| book 728.1 | τοὔνεκα καὶ βουλῇ ἐθέλεις περιΐδμεναι ἄλλων: καὶ |
| book 728.2 | τοῦτο τεχνικῶς· οὐ γὰρ ἀνδρεῖον μὲν αὐτὸν ἔφη ἀνόητον δέ, λεληθό‐ |
| book 728.3 | τως δὲ τὴν ἀνδρίαν εἰς ψόγον αὐτῷ τρέπει, αἰτίαν αὐτῷ φάσκων τοῦ |
| book 728.4 | ἀπειθεῖν τοῖς ὀρθῶς συμβουλεύουσιν. b(BCE3E4)T |
| book 729-30.1 | αὐτὸς ἑλέσθαι 〈/ ... ἔδωκε θεόσ〉: πάντα εἰς θεὸν |
| book 729-30.2 | ἀναφέρει ὁ ποιητής, b(BCE3E4)T οἷον ἐστι καὶ τὸ „ἑκὼν δ’ οὐκ |
| book 729-30.3 | ἄν τις ἕλοιτο“ (Γ 66)· ἀδύνατον, φησίν, ἐστίν, ἃ σὺ θέλεις, ἔχειν σε. T |
| book 730.1 | ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς 〈πολεμήϊα ἔργα〉: ὅτι |
| book 730.2 | θεόσδοτοι αἱ ἀρεταί. b(BCE3E4)T | Ζηνόδοτος δὲ ὁ Μαλλώτης (fr. |
| book 730.3 | 4, p. 150 Pusch) προστίθησιν „ἄλλῳ δ’ ὀρχηστύν, ἑτέρῳ κίθαριν καὶ |
| book 730.4 | ἀοιδήν“ (= Ν 731). T |
| book 732-3.1 | ἄλλῳ δ’ ἐν στήθεσσι〈—ἐπαυρίσκοντ’ ἄν‐ |
| book 732-3.2 | θρωποι〉: πιθανῶς ἐν πρώτοις τὸ αὐτοῦ, δεύτερον δὲ τὸ ἴδιον ἔταξε |
| book 732-3.3 | πλεονέκτημα. b(BCE3E4)T |
| book 732 | 〈νόον τίθει:〉 οὕτως Ἀριστοφάνης. Til |
| book 733a.1 | τοῦ δέ τε πολλοὶ 〈ἐπαυρίσκοντ’ ἄνθρωποι〉: τοῦ |
| book 733a.2 | νοῦ. ἐπαυρίσκονται δὲ ἀπολαύουσιν· „ἐσθλὸς γὰρ κἀκεῖνος, ὃς εὖ εἰ‐ |
| book 733a.3 | πόντι πίθηται“ (Hsd. opp. 295). b(BCE3E4)T |
| book 733b | 〈πολλοί:〉 Ἀριστοφάνης „πολλόν“. Aim |
| book 734a.1 | 〈καί τε〉 πολεῖς 〈ἐσάωσε〉: πολλούς. ἀλλ’ ἤδη προεῖπε |
| book 734a.2 | „τοῦ δέ τε πολλοὶ ἐπαυρίσκοντ’ 〈ἄνθρωποι〉“ (Ν 733). ἐὰν δὲ τὰς |
| book 734a.3 | πόλεις ἀκούσωμεν, μείζων ἔσται ὁ ἔπαινος ὅτι ἑνὸς ἀνδρὸς εὐβουλία καὶ |
| book 734a.4 | πόλεις ὅλας σῴζει. ἀμείνων οὖν τῆς ἀνδρίας ἡ φρόνησις, ὅσῳ καὶ πο‐ |
| book 734a.5 | λυωφελεστέρα. b(BCE3E4)T |
| book 734b.1 | καί τε πολεῖς ἐσάωσε, 〈μάλιστα δὲ καὐτὸς ἀν‐ |
| book 734b.2 | έγνω〉: περισπαστέον τὸ πολεῖς ὡς ταχεῖς, ὁμοίως τῷ „πολεῖς ὀλέ‐ |
| book 734b.3 | σαντ’ αἰζηούσ“ (Ο 66). τοῦτο δέ φημι, ἐπεί τινες βούλονται ἕνεκα |
| book 734b.4 | ἐμφάσεως μείζονος βαρυτόνως ἀναγινώσκειν, οἷς μάχεται καὶ ἡ ὀρ‐ |
| book 734b.5.1 | θογραφία ἡ κατ’ Ἴωνας. | ἡ διπλῆ δέ, ὅτι κατὰ συναλιφὴν ἐκληπτέον, |
| book 734b.5.2 | ἵνα διαιρῆται, μάλιστα δέ κε αὐτός. A |
| book 734c.1 | μάλιστα δὲ καὐτὸς 〈ἀνέγνω〉: πλεονάζει ὁ κέν. |
| book 734c.2 | b(BCE3)T λέγει δὲ ὅτι μᾶλλον τῶν ἄλλων διέγνω τὴν ἐκ τοῦ |
| book 734c.3 | πράγματος ὠφέλειαν ἢ τὴν σωτηρίαν. b(BCE3E4)T |
| book 735.1 | 〈αὐτὰρ ἐγὼν ἐρέω—ἄριστα:〉 δεόντως ἐπάγει νῦν |
| book 735.2 | τὴν ἰδίαν γνώμην, προπαρασκευάσας πρὸς πειθὼ τὸν στρατηγόν. |
| book 735.3 | b(BCE3E4)T |
| book 736a1.1 | πάντῃ γάρ σε περὶ στέφανος 〈πολέμοιο〉 δέδηε: |
| book 736a1.2 | εἴωθεν ἀπὸ τοῦ γάρ ἄρχεσθαι οὐκ αἰτιολογικῶς. στέφανος δὲ ὁ |
| book 736a1.3 | κύκλος, ἀπὸ τῆς στεφάνης τῶν γυναικῶν· οὐδένα γὰρ οἶδε στεφανού‐ |
| book 736a1.4 | μενον ὁ ποιητής. ἡ δὲ περί πρὸς τὸ δέδηεν, ἵν’ ᾖ περιλάμπει, οἷον |
| book 736a1.5 | περιείληψαι ὑπὸ τῶν πολεμίων. T |
| book 736a2.1 | εἴωθεν ἀπὸ τοῦ γὰρ ἄρχεσθαι οὐκ αἰτιολογικῶς. στέφα‐ |
| book 736a2.2 | νος δὲ ὁ κύκλος, ἀπὸ τῆς στεφάνης τῶν γυναικῶν. ἡ δὲ περί πρὸς τὸ |
| book 736a2.3 | δέδηεν. λέγει δὲ τὸ ὅλον ὅτι ὁ πόλεμος εἰς σὲ περισσῶς ἀνάκειται, ἢ |
| book 736a2.4 | ὅτι ὁ τοῦ πολέμου κύκλος παρὰ τῶν πολεμίων ἤδη σε περιείληφεν. |
| book 736a2.5 | b(BE3E4) |
| book 736b.1 | πάντη γάρ 〈σε〉 περὶ στέφανος 〈πολέμοιο δέ‐ |
| book 736b.2 | δηε〉: ὅτι στέφανον ἡρωϊκὸν πρόσωπον ὠνόμακεν 〈***〉 διὰ τῶν |
| book 736b.3 | γενομένων αὐτῶν· οὔτε γὰρ οἱ τῆς Πηνελόπης μνηστῆρες οὔθ’ οἱ |
| book 736b.4 | Φαίακες οὔθ’ οἱ ἐπὶ τῶν θυσιῶν ἐστέφοντο. ἀλλ’ ἴσως ἀπὸ τῆς κατὰ |
| book 736b.5 | τὴν ἐμπλοκὴν στεφάνης διὰ τὸ κυκλοτερὲς εἴρηται. A |
| book 737-9.1 | Τρῶες δὲ μεγάθυμοι〈—κεδασθέντες κατὰ |
| book 737-9.2 | νῆασ〉: τοῦτ’ ἂν εἴη ἀγαθοῦ συμβούλου τὸ μὴ μόνον τὰ καθ’ ἑαυτὸν |
| book 737-9.3 | καὶ τὸν στρατηγὸν ἰδεῖν, ἀλλὰ καὶ τὸ πᾶν κατασκέψασθαι, ὃ ποιεῖ ὁ |
| book 737-9.4 | Πολυδάμας. b(BCE3E4)T |
| book 737.1 | ἐπεὶ κατὰ τεῖχος ἔβησαν: ἀφ’ οὗ κατέβησαν τὸ τεῖ‐ |
| book 737.2 | χος. T |
| book 740a.1 | 〈κάλει ἐνθάδε πάντας ἀρίστους:〉 ὅτι ἀρίστους |
| book 740a.2 | τοὺς ἀριστέας· πρὸς τὸ „οὕνεκ’ ἄριστος ἔην“ (Β 580). Aim |
| book 740b | 〈κάλει ἐνθάδε〉 πάντας ἀρίστους: ἀντὶ τοῦ ἀριστεῖς. | |
| book 740b | πιθανῶς δὲ χρῆται τῇ συμβουλῇ, ἵνα μάθῃ ὁ Ἕκτωρ τοὺς ἀνῃρημέ‐ |
| book 740b | νους καὶ ἀναχωρήσῃ. b(BCE3E4)T |
| book 741.1 | ἔνθεν δ’ ἂν 〈μάλα πᾶσαν ἐπιφρασσαίμεθα βουλήν〉: |
| book 741.2 | ἐκ τοῦ καλέσαι τοὺς ἀρίστους βουλευσόμεθα τὸ συμφέρον. b(BCE3E4) |
| book 741.3 | T |
| book 742.1 | ἤ κεν ἐν〈ὶ〉 νήεσσι 〈πολυκλήϊσι〉 πέσωμεν: καθόλου |
| book 742.2 | τῆς ἑτέρας γνώμης ἐστὶν ὁ Πολυδάμας, ἀλλ’ οὐκ αὐτὴν ἐκφέρει· |
| book 742.3 | ἠπίστατο γὰρ οὐ δεξόμενον τὴν γνώμην τὸν Ἕκτορα. ἄμφω οὖν τέ‐ |
| book 742.4 | θεικεν, ἵνα ἐπ’ ἐκείνῳ ᾖ τὸ ἑλέσθαι· ὅτι γὰρ ὡς παράδοξον αὐτὸ πρῶ‐ |
| book 742.5.1 | τον τέθεικε, δῆλον ἐκ τῆς ἐπιφορᾶς „αἴ κ’ ἐθέλῃσι θεόσ“ (Ν 743), ὡς |
| book 742.5.2 | δύσκολον καὶ ἐπὶ θεῷ μόνῳ κείμενον τὸ ἑλεῖν τὰς ναῦς. b(BCE3E4)T |
| book 744.1 | 〈πὰρ νηῶν〉 ἔλθωμεν ἀπήμονες: καὶ ἐντεῦθεν δῆλός |
| book 744.2 | ἐστιν ἀναζεῦξαι βουλόμενος, ὅτι προσδοκᾷ τι δεινὸν ἐκ τῆς ἐπὶ ναυσὶ |
| book 744.3 | μάχης· ἄπιστον γὰρ ἡγεῖται τὸ ἀπήμονας ἀναχωρῆσαι. T |
| book 745-6a.1 | δείδω, μὴ τὸ χθιζὸν 〈ἀποστήσωνται Ἀχαιοί / |
| book 745-6a.2 | χρεῖοσ〉: ὅτι μεταφορικῶς χθιζὸν χρεῖος τῷ ἴσῳ σταθμῷ ἀποκατα‐ |
| book 745-6a.3 | στήσωσι, τουτέστι μή, ὃ ἡμεῖς ἐλάβομεν χθὲς νικῶντες, σήμερον εἰσ‐ |
| book 745-6a | πράξωσιν. A |
| book 745-6b.1 | 〈δείδω, μὴ τὸ χθιζὸν〉 ἀποστήσωνται 〈Ἀχαιοί /〉 |
| book 745-6b.2 | χρεῖος: τουτέστιν ‘ἴσως ἀπολάβωσιν‘, ὡς ἐν ζυγῷ τὸ ἴσον στήσαν‐ |
| book 745-6b.3 | τες καὶ ἀπομετρούμενοι ὄφλημα· χρεῖος γὰρ τὸ χρέος εἶπε καὶ ὄφλη‐ |
| book 745-6b.4 | μα, οὐχ ἁπλῶς 〈τὸ〉 πρᾶγμα. φησὶν οὖν· δέδοικα, μὴ ὡς δανεισάμενοι |
| book 745-6b.5 | χθὲς τὴν νίκην ἀποδῶμεν αὐτοῖς, αὐτῷ σταθμῷ στήσαντες τὸ χρέος. T |
| book 745-6c.1 | ἄλλως· σταθμῷ ἀποδῶσι τὴν χθεσινὴν ἡμῶν εὐημερίαν. b |
| book 745-6c.2 | (BCE3)T ἐν τῇ κόλῳ γὰρ μάχῃ εὐτύχησαν Τρῶες. b(BCE3E4)T |
| book 745-6c.3 | στῆσαι δὲ τὸ ζυγοστατῆσαι καὶ ἐξισάσαι τῷ αὐτῷ μέτρῳ. T θε‐ |
| book 745-6c.4 | ραπεύει δὲ τὸν Ἕκτορα λεληθόσιν ἐπαίνοις, ὑπομιμνῄσκων αὐτὸν |
| book 745-6c.5 | τῶν χθὲς αὐτῷ κατωρθωμένων. b(BCE3E4)T |
| book 745-6c.1 | ἄλλως· μή πως τὴν χθεσινὴν ἧτταν ἀποδώσουσιν ἡμῖν οἱ |
| book 745-6c.2 | Ἕλληνες, ὥσπερ σταθμῷ δεδανεικότες· μηδέπω γὰρ νομισμάτων |
| book 745-6c.3 | ὑπαρχόντων σταθμῷ ἐδάνειζον οἱ ἀρχαῖοι χρυσίον καὶ ἀργύριον καὶ |
| book 745-6c.4 | τὰ παραπλήσια. A |
| book 747.1 | 〈ὃν οὐκέτι πάγχυ μάχης σχήσεσθαι ὀΐω:〉 πλεονε‐ |
| book 747.2 | κτούμενοι γὰρ ἱκετεύ〈σ〉ουσιν αὐτόν. Til |
| book 748 | ἅδε δ’ Ἕκτορι 〈μῦθος ἀπήμων〉: διδάσκει πείθεσθαι |
| book 748.1 | τοῖς καιροῖς· τοιοῦτος γὰρ ἦν καὶ Ἀγαμέμνων, ἐπιπλήσσων Ὀδυσ‐ |
| book 748.2 | σεῖ καὶ Διομήδει ἐν τῇ †ἐπιπολήσει† (sc. Δ 339—48 et 370—400) καὶ |
| book 748.3 | ὕστερον ἀνεχόμενος αὐτῶν ὀνειδιζόντων (sc. Δ 350—5 et Ι 32—49). |
| book 748.5 | b(BCE3E4)T |
| book 751.1 | 〈ἐρύκακε:〉 μὴ ἔα χωρίζεσθαι, b(BCE3E4)Til ἀλλ’ εἰς |
| book 751.2 | ταὐτὸ σύναγε. b(BCE3E4) |
| book 752 | 〈κεῖσε:〉 εἰς τὸ καταπονούμενον μέρος. Aint |
| book 754a.1 | {ἠρα καὶ ὡρμήθη} ὄρεϊ νιφόεντι: ὅτι νιφόεντα τὰ ὄρη. |
| book 754a.2 | καὶ Ὄλυμπος τοιγαροῦν ὄρος· νιφόεις γὰρ λέγεται (sc. Σ 616). A |
| book 754b.1 | ὄρεϊ νιφόεντι: καὶ Ὄλυμπος ἄρα ὄρος· φησὶ γὰρ „κατ’ |
| book 754b.2 | Οὐλύμπου νιφόεντοσ“ (Σ 616). πρὸς δὲ μέγεθος ἡ εἰκών, ἐπεὶ ἀκίνητόν |
| book 754b.3 | ἐστι τὸ ὄρος. b(BCE3E4)T ἅμα δὲ καὶ τὸ ἄγριον αὐτοῦ καὶ φο‐ |
| book 754b.4 | βερὸν ὄρει παρεικάζει χιόνι κεκαλυμμένῳ· τὸ γὰρ ἄνιφον πάντως καὶ |
| book 754b.5 | ἥμερον. T |
| book 756.1 | ἀγαπήνορα: τὸν δι’ ἀνδρίαν ἀγαπώμενον. b(BE3E4)T |
| book 756.2 | ἢ μᾶλλον, ἐπεὶ βουλευτὴς ἦν, εἰκότως εἴη ἂν ἀγαπήνωρ οἷον ὁ |
| book 756.3 | τοὺς στρατιώτας ποιῶν διὰ λόγων συμβουλευτικῶν ἀγαπᾶν τὴν |
| book 756.4 | ἀνδρίαν καὶ μὴ προδιδόναι αὐτὴν δειλίᾳ, ὁ παρασκευάζων καὶ τοὺς |
| book 756.5 | ἀνάνδρους ἀνδρείους γίνεσθαι. T |
| book 759.1 | {καὶ ἄσιον} Ὑρτάκου {υἱόν}: Ὑρτάκου ὡς θυλάκου· τὰ |
| book 759.2 | γὰρ εἰς κος λήγοντα τρισύλλαβα, τὴν πρώτην συλλαβὴν εἰς ἀμετά‐ |
| book 759.3 | βολον καταλήγουσαν ἔχοντα, προπαροξύνεται, Λάμψακος, Ῥύνδα‐ |
| book 759.4 | κος· „Ῥύνδακον ἀμφὶ βαθύσχοινον“ (cf. Bacch. fr. 50 Sn.). οὕτως |
| book 759.5 | οὖν καὶ Ὕρτακος. A |
| book 761a.1 | τοὺς δ’ εὗρ’ οὐκέτι πάμπαν 〈ἀπήμονας οὐδ’ |
| book 761a.2 | ἀνολέθρουσ〉: ὅτι συλληπτικῶς ἐπὶ τῶν τετρωμένων καὶ τῶν ἀπο‐ |
| book 761a.3 | λωλότων· οὐ πάμπαν μὲν γὰρ ἀπήμονες οἱ τραυματίαι, οὐκ ἀνόλεθροι |
| book 761a.4 | δὲ οἱ τετελευτηκότες. A |
| book 761b.1 | οὐ〈κέτι〉 πάμπαν ἀπήμονας 〈οὐδ’ ἀνολέθρουσ〉: |
| book 761b.2 | ταχίστῃ συλλήψει ἐδήλωσεν ὧν μὲν τρῶσιν, ὧν δὲ τέλεον ἀναίρεσιν· |
| book 761b.3 | Ἕλενος γὰρ καὶ Δηΐφοβος οὐκ ἀπήμονες (cf. Ν 593—600. 528—9), |
| book 761b.4 | Ὀθρυονεὺς δὲ καὶ Ἄσιος οὐκ ἀνώλεθροι (cf. Ν 370—3. 387—93). |
| book 761b.5 | b(BCE3E4)T |
| book 763.1 | 〈χερσὶν ὑπ’ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες:〉 |
| book 763.2 | πρὸς τὸ δεύτερον ἀπήντηκε, πρὸς τὸ „οὐδ’ ἀνολέθρουσ“ (Ν 761). |
| book 763.3 | b(BCE3E4)Til |
| book 764a1.1 | 〈βεβλημένοι οὐτάμενοί τε:〉 ὅτι πάλιν συλληπτι‐ |
| book 764a1.2 | κῶς· οἱ μὲν γὰρ ἐβέβληντο, οἱ δὲ οὐτάμενοι ἦσαν. Aint |
| book 764a2.1 | βεβλημένοι οὐτάμενοί τε: συλληπτικῶς· ἐβέβλητο |
| book 764a2.2 | γὰρ Ἕλενος, οὔταστο δὲ Δηΐφοβος. b(BCE3E4)T |
| book 764a2.1 | βεβλημένοι οὐτάμενοί τε: ἀντὶ τοῦ οἱ μὲν ἀπὸ μήκους |
| book 764a2.2 | —ἤ τινι τοιούτῳ. A |
| book 765a.1 | 〈μάχης ἐπ’ ἀριστερά:〉 ὅτι τοῦ ναυστάθμου τὰ ἀριστε‐ |
| book 765a.2 | ρὰ λέγει. Aim |
| book 765b | 〈μάχης ἐπ’ ἀριστερά:〉 ἀριστερὰ τοῦ Ἕκτορος, |
| book 765b | δεξιὰ τοῦ τείχους. b(BCE3E4)Til |
| book 766a1.1 | Ἀλέξανδρον, Ἑλένης πόσιν: ἐσπούδαζε γὰρ αὐτῆς |
| book 766a1.2 | ἀνὴρ εἶναι. ἅπαξ {εἰ} δέ, ὅτε βεβίασται ὑπὸ θεοῦ, φησὶν „ἅμα δ’ |
| book 766a1.3 | εἵπετ’ ἄκοιτισ“ (Γ 447). οἱ δὲ τὸν τέως ὄντα· διὸ Μενέλαον οὐδέποτε |
| book 766a1.4 | πόσιν αὐτῆς εἶπεν. T |
| book 766a2.1 | ἐσπούδαζε γὰρ ἀνὴρ αὐτῆς εἶναι, εἰ καὶ μοιχὸς ἦν. ἢ τὸν |
| book 766a2.2 | τέως ἔχοντα αὐτὴν πόσιν λέγει· διὸ Μενέλαον οὐδέποτε πόσιν αὐ‐ |
| book 766a2.3 | τῆς καλεῖ. b(BCE3E4) |
| book 768-73.1 | προσέφη αἰσχροῖς ἐπέεσσιν· 〈/ „Δύσπαρι— |
| book 768-73.2 | ὄλεθροσ“〉: ὡς αἴτιον τῆς μάχης, καὶ ἐπεὶ δι’ αὐτὸν ὁ τῶν ἀρίστων |
| book 768-73.3 | κίνδυνος, b(BCE3E4)T ἐπεί τοι καὶ θαρσύνει τοὺς ἑταίρους (sc. |
| book 768-73.4 | Ν 767). T ἀλλ’ ἔχει ἦθος ὁ λόγος· αὐτὸς γὰρ αἴτιος τῆς ἐκείνων |
| book 768-73.5.1 | ἀπωλείας γεγονώς, ὡς ἀναγκάσας διαβῆναι τὸ τεῖχος, ἄλλῳ τὴν |
| book 768-73.5.2 | αἰτίαν ἀναφέρει· ὅπερ ἴδιον τῶν δυσκολαινόντων καὶ τὰ ἴδια ἁμαρ‐ |
| book 768-73.5.3 | τήματα μετατιθέντων· ὅπερ καὶ ἐξελέγχει ὁ Πάρις ἐν τῇ ἀποκρίσει· |
| book 768-73.5.4 | „Ἕκτορ, ἐπεί τοι θυμὸς ἀναίτιον αἰτιάασθαι“ (Ν 775). b(BCE3E4)T |
| book 769a1.1 | εἶδος ἄριστε, 〈γυναιμανέσ〉: ἐπειδὴ τὸ γυναιμανές |
| book 769a1.2 | συνάπτει, μέμφεται τὸ κάλλος, ὡσεὶ ἔλεγεν ‘ἐπὶ μοιχείᾳ καλλωπιζό‐ |
| book 769a1.3 | μενε‘, ἐπεί τοι ἀλλαχοῦ „οὐχ ὁράᾳς, οἷος κἀγὼ 〈καλός τε μέγας τε〉“; |
| book 769a1.4 | (Φ 108). T |
| book 769a2.1 | τὸ εἶδος ἄριστε τῷ γυναιμανές συνάπτει, ἵν’ ᾖ ὁ λό‐ |
| book 769a2.2 | γος οὕτως ‘ἐπὶ μοιχείᾳ καλλωπιζόμενε‘· μέμφεται γὰρ τὸ κάλλος αὐ‐ |
| book 769a2.3 | τοῦ οὐχ ὡς κακόν, ἀλλ’ ὡς αἴτιον κακοῦ. b(BCE3E4) |
| book 770.1 | ποῦ τοι: ἠθικῶς ὁ τοί ἐνταῦθα· οὐ γὰρ παρέλκει, ἀλλ’ |
| book 770.2 | ἔχει χώραν κυριωτάτην, ἐπεὶ καὶ τὸ ὅλον δι’ Ἀλέξανδρον πράττεται. |
| book 770 | A b (BCE3E4)T |
| book 772-3.1 | νῦν ὤλετο〈—ὄλεθροσ〉: εἰκονικῶς προβάλλεται |
| book 772-3.2 | τὴν φωνὴν καὶ τὸ βλέμμα τοῦ σχετλιάζοντος. b(BCE3E4)T |
| book 772a1.1 | κατ’ ἄκρης: ἕως τῆς ἀκροπόλεως. τινὲς δὲ „κρῆσ“ μονο‐ |
| book 772a1.2 | συλλάβως, ἐπεὶ καὶ „κρῆθεν“ (cf. Π 548. λ 588) φησίν. AT |
| book 772a2 | κατ’ ἄκρης δὲ διόλου, ἕως τῆς ἀκροπόλεως. b(BE3E4) |
| book 772b | 〈κατ’ ἄκρης:〉 κατὰ κράτος. Aim |
| book 773a.1 | 〈Ἴλιος αἰπεινή· νῦν τοι σῶς αἰπὺς ὄλεθρος:〉 |
| book 773a.2 | ὅτι θηλυκῶς ἡ Ἴλιος, καὶ τὸ τοί παρέλκει· οὐ γὰρ αὐτῷ μόνῳ ἦν |
| book 773a.3 | ὄλεθρος, ἀλλὰ καὶ τοῖς ἄλλοις. Aint |
| book 773b.1 | 〈νῦν τοι〉 σῶς αἰπὺς ὄλεθρος: σῳζόμενος· †τοῦτο |
| book 773b.2 | γὰρ ὀλέθρου σῳζομένου ὄλεθρος γράφει† τοῖς ἐντυγχάνουσιν. οἱ δὲ |
| book 773b.3 | ἰσχυρός. οἱ δὲ πλήρης. οἱ δὲ σῳστέος, ἵν’ ᾖ νῦν σοι σῳστέον τὸν ὄλε‐ |
| book 773b.4 | θρον, ὅ ἐστι, νῦν ὀφείλεις σκοπῆσαι, πῶς σωθήσῃ. b(BCE3E4)T |
| book 773c.1 | 〈νῦν τοι σῶς αἰπὺς ὄλεθρος:〉 νῦν σοι †ζώσεται† |
| book 773c.2 | αἰπὺς ὄλεθρος. Aim |
| book 775.1 | αἰτιάασθαι: λείπει θέλει. οἱ δὲ τὸ αἰτιάασθαι ἀντὶ τοῦ |
| book 775.2 | αἰτιᾶται. T |
| book 776.1 | ἐρωῆσαι: ὑποχωρῆσαι, τὴν ἐπὶ τὰ ὀπίσω ὁρμὴν ποιῆσαι· |
| book 776.2 | οὐ γὰρ νῦν. b(BCE3E4)T |
| book 777 | 〈μέλλω:〉 ὅτι τὸ μέλλω ἀντὶ τοῦ ἔοικα. Aint |
| book 778.1 | ἐξ οὗ γὰρ 〈παρὰ νηυσὶ μάχην ἤγειρας ἑταίρων〉: |
| book 778.2 | ἐξ ὅτου παρώρμησας τοὺς ἑταίρους ἐπὶ ταῖς ναυσίν. ἠρέμα δὲ ἐλέγχει |
| book 778.3 | ὅτι ἐκεῖνος αἴτιος ἀναγκάσας ἐνταῦθα ἐλθεῖν. σαφῶς δὲ οὐ δύναται |
| book 778.4 | ἐλέγχειν. b(BCE3)T |
| book 779 | 〈ὁμιλέομεν:〉 κατὰ ἴλας συμβάλλομεν. b(BCE3E4)Til |
| book 780.1 | 〈ἕταροι δὲ κατέκταθεν, οὓς σὺ μεταλλᾷς:〉 περὶ ὧν |
| book 780.2 | ὕστερον ἠρωτήθη, 〈πρώτουσ〉 φησίν. Til |
| book 782a.1 | οἴχεσθον μακρῇσι τετυμμένω 〈ἐγχείῃσιν〉: ὅτι |
| book 782a.2 | συλληπτικῶς τὸ τῷ ἑτέρῳ συμβεβηκὸς ἐπ’ ἀμφοτέρων τέταχεν· οὐ |
| book 782a.3 | γὰρ ἀμφότεροι ἐτύπησαν, ἀλλ’ ὁ μὲν Ἕλενος ἐβλήθη, ὁ δὲ Δηΐφοβος |
| book 782a.4 | ἐτύπη. A |
| book 782b.1 | τετυμμένω 〈ἐγχείῃσι〉: σύλληψις· φησὶ γὰρ „δουρὶ |
| book 782b.2 | βραχίονα τύψε“ (Ν 529) καὶ περὶ τοῦ ἑτέρου „τὴν βάλεν, ᾗ ῥ’ ἔχε |
| book 782b.3 | τόξον“ (Ν 594). b(BCE3E4)T |
| book 785.1 | 〈δ’ ἐμμεμαῶτες:〉 οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ „〈δὲ〉 |
| book 785.2 | μεμαῶτεσ“. Aim |
| book 785-6.1 | 〈οὐδέ τί φημι〉 / ἀλκῆς δε〈υ〉ήσεσθαι, ὅση δύναμίς 〈γε πάρεστι〉: |
| book 785-6.2 | ὅση μοι πάρεστι δύναμις, παραυξήσω τὴν ἀλκήν, b(BCE3E4)T |
| book 785-6.3 | οὐκ ἐλαττώσω. b(BCE3E4) |
| book 786 | 〈ἀλκῆς:〉 ἀντὶ τοῦ ἀλεξήσεως καὶ βοηθείας. Aint |
| book 787a.1 | πὰρ δύναμιν δ’ οὐκ ἔστι καὶ ἐσσύμενον πολε‐ |
| book 787a.2 | μίζειν: τὸ ἑξῆς οὐκ ἔστι πολεμίζειν, τὸ δὲ ἐσσύμενον διὰ μέσου. |
| book 787a | οὕτως οὖν διορθωτέον διαστολῇ ἑκατέρωθεν. A |
| book 787b.1 | 〈πὰρ δύναμιν δ’ οὐκ ἔστι καὶ ἐσσύμενον πολε‐ |
| book 787b.2 | μίζειν:〉 τῶν πάνυ χρησίμων ἡ γνώμη καὶ καθ’ αὑτὴν ὑπάρχουσα. |
| book 787b.3 | b(BCE3)Til |
| book 791a.1 | {φάλκην} Ὀρθαῖον {τε}: Ὀρθαῖον ὡς Ἀλκαῖον· ἐπεί, |
| book 791a.2 | φησί, τὰ διὰ τοῦ αιος τρισύλλαβα, ἔχοντα τὴν πρώτην συλλαβὴν εἰς |
| book 791a.3 | σύμφωνον καταλήγουσαν, προπερισπᾶσθαι θέλει, χερσαῖος ὀρφναῖος |
| book 791a.4 | ἑρσαῖος ἀρχαῖος, „Ἀρναῖοσ“ (ς 5), Τρικκαῖος Ἑρμαῖος· ὅθεν τὸ „Ἑρ‐ |
| book 791a.5.1 | μαῖον κάρα“ παρὰ Σοφοκλεῖ (fr. 815 N.2 = 901 P. = 901 R.). τὸ δὲ „ὅθι δ’ Ἕρ‐ |
| book 791a.5.2 | μαιος λόφος ἐστίν“ (π 471) ὡς εἰς ἰδιότητα. καὶ τὸ ἐπὶ τοῦ κυρίου πρὸς |
| book 791a.5.3 | ἀντιδιαστολὴν διάφορον τόνον ἀνεδέξατο, ὡς Ἀθηναῖος καὶ Ἀθή‐ |
| book 791a.5.4 | ναιος, ἀγοραῖος καὶ ἀγόραιος. οὕτως οὖν καὶ Ὀρθαῖος προπερισπω‐ |
| book 791a.5.5 | μένως ἀναγνωστέον· οὐδεμία γὰρ ἀντιδιαστολὴ ἐπὶ τοῦ ὀνόματος κεχώ‐ |
| book 791a.10 | ρηκεν. A |
| book 791b.1 | Ὀρθαῖον: ὡς Ἀλκαῖον· τὰ γὰρ διὰ τοῦ αιος εἰς σύμφωνον |
| book 791b.2 | ἔχοντα τὴν ἄρχουσαν καταλήγουσαν προπερισπᾶσθαι θέλει. | Ὀρ‐ |
| book 791b | θαῖον ἁπλοῦν, „Εὔμαιοσ“ (π 156 al.) σύνθετον. T |
| book 793a.1 | ἀμοιβοί: ὅτι ἀμοιβοὶ οἱ διαδεξάμενοι τοὺς ἔμπροσθεν |
| book 793a.2 | παραγενομένους ἐπικούρους | ἤτοι οἱ ἐξ ἀμοιβῆς καὶ ἐναλλάξεως |
| book 793a.3 | —γίνεται τῶν πεζῶν ἔφοδος. A |
| book 793b.1 | ἀμοιβοί: οἱ μέν, πεζοί· οἱ δέ, ἀμειβόμενοι Πρίαμον ὑπὲρ |
| book 793b.2 | ὧν ἐπεκούρησε Φρυξίν· οἱ δέ, διάδοχοι τῶν προκαμόντων, ἵνα ᾖ |
| book 793b.3 | ἔπαινος τῶν Ἑλλήνων διαδοχῇ μὴ κεχρημένων· b(BCE3E4)T καὶ |
| book 793b.4 | ἐπὶ τῶν ἄλλων γὰρ νοητέον. παρατηρητέον δὲ ὅτι κατὰ μέρος τὰς |
| book 793b.5.1 | ἐπεξεργασίας ποιεῖται· τὸ γὰρ εἰπεῖν ὅτι ἐγίνοντο διαδοχαὶ τῶν |
| book 793b.5.2 | στρατιωτῶν, ψυχρὸν ἦν, ἐπὶ δὲ τῆς χρείας χαρίεν. T |
| book 795a.1 | οἱ δ’ ἴσαν 〈ἀργαλέων〉 ἀνέμων 〈ἀτάλαντοι ἀέλλῃ〉: |
| book 795a.2 | κατ’ ἀρχὰς μὲν ἀέλλῃ τὴν ἔφοδον αὐτῶν παρέβαλε διὰ τὸ σφοδρὸν τῆς |
| book 795a.3 | ὁρμῆς, ὕστερον (sc. Ν 797—9) δὲ τὸ πλῆθος εἴκασε πελάγει· ὄχλου |
| book 795a.4 | γὰρ κίνησις καὶ ὁρμὴ θαλάσσης παραπλήσιον. εἰς ἔμφασιν δὲ τῶν |
| book 795a.5.1 | ἀνέμων τὸ ἀργαλέων πρόσκειται, ἵνα τοὺς σφοδροὺς ἐμφήνῃ. |
| book 795a.5.2 | b(BCE3E4)T |
| book 795b | 〈οἱ δ’ ἴσαν:〉 οἱ περὶ Ἕκτορα. Til |
| book 796-7.1 | ὑπὸ βροντῆσ〈—μίσγεται〉: μετὰ βροντῆς |
| book 796-7.2 | ἰοῦσα ἐπιφέρεται μὲν ὡς ἐπὶ τὸ πέδον, ἀνασκήπτει δὲ εἰς θάλασσαν, ὅ |
| book 796-7.3 | ἐστι σκηπτός. b(BCE3E4)T |
| book 797a.1 | 〈θεσπεσίῳ δ’ ὁμάδῳ:〉 οὕτως μετὰ τοῦ συνδέσμου, |
| book 797a.2 | θεσπεσίῳ δ’ ὁμάδῳ. Aim |
| book 797b.1 | θεσπεσίῳ: θείῳ, b(BCE3E4)T | οἱονεὶ μετὰ θείου {καὶ} |
| book 797b.2 | σκηπτοῦ φερομένῳ ἢ μετὰ ὀργῆς θεῶν κατιόντι. T δηλοῦν οὖν |
| book 797b.3 | θέλει τὴν ἀπὸ θεοῦ καταβεβηκυῖαν ἄελλαν. b(BCE3E4)T |
| book 798-9 | κύματα παφλάζοντα 〈πολυφλοίσβοιο θαλάσ‐ |
| book 798-9.1 | σης / κυρτὰ φαληριόωντα, πρὸ μέν τ’ ἄλλ’, αὐτὰρ ἐπ’ |
| book 798-9.2 | ἄλλα〉: δεῖξαι θέλει καὶ φύσιν κυμάτων. καί μοι δοκεῖ καὶ τὸν ἦχον μι‐ |
| book 798-9.3 | μήσασθαι διὰ τῆς περὶ τὴν σύνθεσιν τῶν στοιχείων τραχύτητος, πα‐ |
| book 798-9.5.1 | φλάζοντα πολυφλοίσβοιο (798). εἶθ’ ὅρα καὶ τὸ ὁμοιοκατάληκτον |
| book 798-9.5.2 | κύματα παφλάζοντα (798), κυρτὰ φαληριόωντα (799). καὶ |
| book 798-9.5.3 | ἔχει ἕκαστον τῶν ὀνομάτων τὴν ἰδίαν χάριν· τὰ μὲν γὰρ παφλάζον‐ |
| book 798-9.5.4 | τα (798) πρὸς τὸν ἦχον, τὰ δὲ κυρτά (799) πρὸς τὸν ὄγκον, τὰ δὲ φα‐ |
| book 798-9.5.5 | ληριόωντα (799) πρὸς τὸ χρῶμα. προειπὼν δὲ „ἐν δέ τε πολλά / |
| book 798-9.10.1 | κύματα“ (Ν 797—8) ἐπεξηγεῖται, πῶς πολλά, πρὸ μέν τ’ ἄλλ’, |
| book 798-9.10.2 | αὐτὰρ ἐπ’ ἄλλα (799). εἰς δὲ τὴν συνέχειαν τῆς ἐπιφορᾶς τῶν πολε‐ |
| book 798-9.10.3 | μίων ἡ εἰκών. b(BCE3E4)T |
| book 798.1 | 〈παφλάζοντα:〉 ἐν τῷ ἀναζεῖν ἠχοῦντα, πρὸς τὸν Τρωϊκὸν |
| book 798.2 | πόλεμον. b(BCE3E4)Til |
| book 799a.1 | κυρτὰ φαληριόωντα, 〈πρὸ μέν τ’ ἄλλ’, αὐτὰρ ἐπ’ |
| book 799a.2 | ἄλλα〉: διασταλτέον βραχὺ φαληριόωντα καὶ ἄλλα, στικτέον δὲ |
| book 799a.3 | αὐτὰρ ἐπ’ ἄλλα. A |
| book 799b.1 | φαληριόωντα: λευκανθίζοντα τῷ ἀφρῷ, ὡς καὶ οὗτοι τῇ |
| book 799b.2 | παντευχίᾳ. b(BCE3E4)T |
| book 800.1 | 〈πρὸ μὲν ἄλλοι ἀρηρότες, αὐτὰρ ἐπ’ ἄλλοι:〉 πρὸ |
| book 800.2 | μὲν πρόσω μέν, b(BCE3E4)Til ἐπί ὀπίσω. b(BCE3E4) |
| book 803.1 | πρὸ ἕθεν {δ’ ἔχεν ἀσπίδα}: ὁμοίως τῷ „ἀπὸ ἕθεν“ (Ζ 62) |
| book 803.2 | ἀναγνωστέον κατ’ ὀρθὴν τάσιν. προείρηται δὲ (sc. ad Γ 128) περὶ |
| book 803.3 | τῆς ἀντωνυμίας. A |
| book 805 | πήληξ: παρὰ τὸ πάλλεσθαι ὠνόμασται. οὗτος δέ ἐστιν ὁ |
| book 805 | κορυθάϊξ (cf. Χ 132). T |
| book 806a | 〈ἐπειρᾶτο:〉 ἐπείραζεν. Til |
| book 806b.1 | προποδίζων: ἠρέμα ἕτερον ἐφ’ ἑτέρῳ πόδα τιθείς. |
| book 806b.2 | b(BCE3E4)T |
| book 807.1 | 〈ὑπασπίδια〉 προβιβῶντι: μετὰ πολλῆς ἀσφαλείας |
| book 807.2 | βαίνοντι. τῷ δὲ βαδίσματι καὶ τῇ προτροπῇ δείκνυσιν ἄνδρα βάρβα‐ |
| book 807.3 | ρον ἐνδεικνύμενον τὴν εὐτυχίαν. b(BCE3E4)T |
| book 808a.1 | ἀλλ’ οὐ σύγχει θυμὸν 〈ἐνὶ στήθεσσιν Ἀχαιῶν〉: |
| book 808a.2 | ὅτι Ζηνόδοτος ὑποτάσσει „λίην γάρ σφι〈ν〉 πᾶσιν ἐκέκριτο θάρσεϊ |
| book 808a.3 | πολλῷ“ (= Ν 808 a). τοῦτο δὲ ἐπὶ τῶν προκειμένων δηλοῦται. | καὶ |
| book 808a.4 | ὁ Ἀρίσταρχος περὶ τοῦ στίχου οὕτως λέγει ὅτι ἐν τοῖς Ζηνοδοτείοις |
| book 808a.5 | ἐφέρετο. A |
| book 808b.1 | ἀλλ’ οὐ σύγχει θυμὸν 〈ἐνὶ στήθεσσιν Ἀχαιῶν〉: |
| book 808b.2 | μετὰ τοῦτον Ζηνόδοτος γράφει „λίην γάρ σφιν πᾶσι〈ν ἐ〉κέκριτο |
| book 808b.3 | θάρσεϊ πολλῷ“ (= Ν 808 a). T |
| book 809a.1 | {μακρὰ} βιβάσθων: Τυραννίων (fr. 32 P.) περισπᾷ, οὐχ |
| book 809a.2 | ὑγιῶς· ὁ γὰρ χαρακτὴρ βαρεῖαν τάσιν ἀπαιτεῖ, εἴτε ἀπὸ τοῦ βιβῶ |
| book 809a.3 | βιβάθω γενομένου τοῦ ῥήματος, περιπλεονάσαντος τοῦ ς, ὥς φησι |
| book 809a.4 | Φιλόξενος (fr. 543 Th.), εἴτε ἀπὸ ὀνόματος τοῦ βιβαστός βιβάσθων ὡς ἀϊστὸς |
| book 809a.5.1 | „ἀΐσθων“ (Π 468)· γίνεται γάρ τινα ἀπὸ τῶν εἰς τος κατὰ μεταβολὴν |
| book 809a.5.2 | τοῦ τέλους εἰς θω βαρύτονα ῥήματα, ἐγερτὸς ἐγέρθω, ἐρεκτὸς ἐρέχθω, |
| book 809a.5.3 | ἀϊστὸς „ἀΐσθων“· οὕτως καὶ παρὰ τὸ βιβαστός βιβάσθων. παραι‐ |
| book 809a | τητέον δὲ καὶ τοὺς ὀξύνοντας ὡς δεύτερον ἀόριστον. A |
| book 809b.1 | βιβάσθων: βαρυντέον, εἴτε ἀπὸ τοῦ βιβῶ ἐγένετο εἴτε |
| book 809b.2 | ἀπὸ τοῦ βιβαστός. | Ἀρίσταρχος δέ φησιν· „ἐὰν ὀξύνηται, ἔσται |
| book 809b.3 | μακρὰ διαβάσ“. T |
| book 810a.1 | σχεδὸν ἐλθέ: δαιμονίως τὸ ἐλθέ· τὸν μὲν γὰρ κίνδυνον |
| book 810a.2 | ἴδιον αὐτῷ καθίστησι διὰ τοῦ σχεδὸν ἐλθέ, τὴν δὲ ἀρετὴν κοινὴν |
| book 810a.3 | ἁπάντων, „οὔ τοί τι μάχης ἀδαήμονές εἰμεν“ (Ν 811). b(BCE3E4)T |
| book 810b | 〈αὔτως:〉 Ἀρίσταρχος αὔτως, ἄλλοι δὲ „οὕτωσ“. Aim |
| book 811.1 | 〈οὔ τοί τι μάχησ〉 ἀδαήμονές εἰμεν: ἀμείνων γάρ |
| book 811.2 | ἐστιν· ἵνα τὴν μὲν ἀτυχίαν κοινοῖτο, τὸ δὲ ἕτερον μή. μετρίως δὲ οὐκ |
| book 811.3 | ‘ἔμπειροί ἐσμεν‘ φησίν, ἀλλ’ οὐκ ἀδαήμονες. τούτοις δὲ †ἀντιτιθῆ‐ |
| book 811.4 | ναι† ἄξιον τὰ Ἕκτορος· „αὐτὰρ ἐγὼν εὖ οἶδα μάχασ“ (Η 237). T |
| book 812 | 〈μάστιγι:〉 τῇ πληγῇ, μεταφορικῶς. Til |
| book 813-4.1 | 〈ἦ θήν πού τοι θυμὸς ἐέλπεται ἐξαλαπάξειν / |
| book 813-4.2 | νῆας·〉 ἄφαρ 〈δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν: ἄφαρ〉 |
| book 813-4.3 | ῥᾳδίως, παραχρῆμα. τινὲς δὲ ‘ἐέλπεται ἄφαρ ἐξαλαπάξειν, εἰσὶ δὲ |
| book 813-4.4 | χεῖρες καὶ ἡμῖν ὥστε ἀμύνειν‘. b(BCE3E4)T ἢ ‘εἰσὶ καὶ ἡμῖν |
| book 813-4.5 | χεῖρες ὥστε ἄφαρ ἀμύνειν‘. b(BE3E4)T |
| book 817-8.1 | 〈σοὶ δ’ αὐτῷ φημι σχεδὸν ἔμμεναι, ὁππότε |
| book 817-8.2 | φεύγων /〉 ἀρήσῃ Διῒ πατρὶ 〈καὶ ἄλλοις ἀθανάτοισι〉: οὐ |
| book 817-8.1 | προμαντεύεται, ἀλλὰ στοχάζεται ἀκούσας Ἀχιλλέως „ἀμφὶ δέ τοι τῇ |
| book 817-8.2 | ’μῇ κλισίῃ / Ἕκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀΐω“ (Ι 654—5). |
| book 817-8.5 | b(BCE3E4)T ὅθεν καὶ τὸ περισσὸν ὑποφαίνει. b(BCE3E4) |
| book 819.1 | 〈θάσσονας ἰρήκων—ἵππους:〉 πολλὴ ὑπερβολὴ |
| book 819.2 | τοῦ δέους. Til |
| book 820 | 〈κονίοντες πεδίοιο:〉 ὅτι ἐλλείπει ἡ διά, διὰ πεδίου. Aim |
| book 822 | 〈ἐπί:〉 ὀπίσω. Til |
| book 824a.1 | ἁμαρτοεπές: τῶν βελτίστων λόγων ἁμαρτάνων, |
| book 824a.2 | b(BCE3E4)T ὡς „μοιρηγενέσ“ (Γ 182). T ἐπιλέλησται δὲ τοῦ |
| book 824a.3 | „ἐπεί τοι δῶκε θεὸς μέγεθός τε βίην τε / καὶ πινυτήν“ (Η 288—9): |
| book 824a.4 | b(BCE3E4)T τοιοῦτον γὰρ ὁ ἄνθρωπος· ὅταν μὲν κινδύνῳ |
| book 824a.5 | συσχεθῇ, ταπεινοῦται, ὅταν δ’ ὑπεκρυῇ, ἀφηνιάζει. T |
| book 824b1.1 | {αἶαν ἁμαρτοεπες} βουγάϊε: Ζηνόδοτος „βουγήϊε“ διὰ |
| book 824b1.2 | τοῦ η. ὁ δὲ Ἀρίσταρχος διὰ τοῦ α, τάχα ἐπεὶ γαίων ὡς ἐπὶ τὸ πλεῖστον |
| book 824b1.3 | ὁ ποιητὴς λέγει. A |
| book 824b2 | Ζηνόδοτος δὲ „βουγήϊε“ γράφει, Ἀρίσταρχος βουγάϊε. T |
| book 824c.1 | βουγάϊε: τὴν γῆν ἐργαζόμενε βοῦ, διὰ τὸ δυσκίνητον καὶ |
| book 824c.2 | μὴ δρομικόν, ὡς Ἀχιλλεύς, καὶ μέγα τοῦ σώματος. ἢ ἐπὶ τῇ ἀσπίδι |
| book 824c.1 | γαίων, A b (BCE3E4)T ὅ ἐστι γαυριῶν. A ἢ ἐπειδὴ εἶπε |
| book 824c.2 | „χερσὶν ὑφ’ ἡμετέρῃσιν“ (Ν 816)· καὶ Ἶρος γὰρ ἔλεγεν· „ὃν ἂν κακὰ |
| book 824c.5.1 | μητισαίμην 〈/ κόπτων ἀμφοτέρῃσι〉“ (ς 27—8). T οἱ δὲ „βου‐ |
| book 824c.5.2 | κάϊε“, ὅ ἐστιν ἀγροῖκε· „βουκαῖός τ’ ἀλέγοι καὶ ὀροιτύποσ“ Νίκανδρος |
| book 824c.5.3 | (ther. 5). A b (BCE3E4)T οἱ δέ φασιν ὅτι Δουλιχιῶται καὶ |
| book 824c.5.4 | Σάμιοι τοὺς ἐσθίοντας τὸ γάλα, μηδὲν δὲ ἰσχύοντας βουγαΐους κα‐ |
| book 824c.5.5 | λοῦσιν. AT |
| book 825-7.1 | 〈αἰ γὰρ ἐγὼν οὕτω γε〉 Διὸς πάϊσ〈—Ἀθη‐ |
| book 825-7.2 | ναίη καὶ Ἀπόλλων〉: τέσσαρα εὔχεται· καὶ παῖς Διὸς εἶναι καὶ δι’ |
| book 825-7.3 | ὅλου ὡς θεὸς καὶ ἐξ Ἥρας καὶ ἴσος Ἀθηνᾷ καὶ Ἀπόλλωνι. b(BCE3E4)T |
| book 826 | 〈τέκοι δέ με ... Ἥρη:〉 τεχθεὶς εἴην ὑπὸ Ἥρας. Til |
| book 827.1 | ὡς τίετ’ Ἀθηναίη 〈καὶ Ἀπόλλων〉: ἔνθεν Ἀθηναῖον |
| book 827.2 | ὑπονοοῦσιν Ὅμηρον· πατρῷον γὰρ τιμῶσιν Ἀπόλλωνα, 〈ἀλλ’ οὐ〉 |
| book 827.3 | Δία. ἢ ὅτι αὐτοὶ μόνοι πιστεύονται τὴν αἰγίδα, τιμᾶσθαι αὐτούς |
| book 827.4 | φησιν. T |
| book 829 | 〈πεφήσεαι:〉 ἐκ τοῦ φῶ τὸ φονεύω. Til |
| book 830a.1 | 〈μακρόν:〉 μέγα ἢ b(BCE3E4) | κατὰ βάθος ἐρχόμενον. |
| book 830a.2 | b(BCE3E4)Til |
| book 830b.1 | 〈χρόα〉 λειριόεντα: ἀνθηρόν, σκιατραφηθέντα. χρόα |
| book 830b.2 | δὲ καλεῖ τὴν ἕως ὀστῶν σάρκωσιν. b(BCE3E4)T |
| book 830c | 〈χρόα λειριόεντα:〉 σημείωσαι τὸν χρόα. Aim |
| book 831a | 〈δάψει:〉 Ἀκαρνᾶνες ῥήξει. Til |
| book 831b.1 | κορέεις κύνας 〈ἠδ’ οἰωνούσ〉: ὄντως νεμεσητόν· ὁ γὰρ |
| book 831b.2 | περὶ λύμης σώματος ἀπειλῶν αἰκισθήσεται περὶ σῶμα. b(BCE3E4)T |
| book 832a1 | 〈ἐπὶ νηυσίν:〉 ἐν ἄλλῳ „παρὰ νηυσίν“. Aim |
| book 832a2 | τινὲς „〈παρὰ〉 νηυσίν“ γράφουσιν. Til |
| book 835.1 | 〈Ἀργεῖοι δ’ ἑτέρωθεν〉 ἐπίαχον: δηλονότι ἀνθιστάμενοι |
| book 835.2 | ὥστε ἐκ τῆς ἑκατέρων βοῆς μέγαν τινὰ ἦχον γενέσθαι. b(BCE3E4)T |
| book 836 | 〈ἐπιόντας:〉 οὓς ἐπήγετο ὁ Ἕκτωρ. Til |
| book 837a.1 | ἵκετ’ αἰθέρα 〈καὶ Διὸς αὐγάσ〉: ἐν τάχει τὸ μέγεθος |
| book 837a.2 | τῆς βοῆς ἐσήμανεν, εἰς ὅσον ἤρθη· τὸ γὰρ μέγιστον ἔξαλμα οὐρανός |
| book 837a | ἐστι καὶ γῆ. b(BCE3E4)T |
| book 837b.1 | Διὸς αὐγάς: τὸν οὐρανόν, b(BCE3E4)T „δι’ αἰθέ‐ |
| book 837b.2 | ρος οὐρανὸν ἧκεν“ (Β 458). οἱ δὲ Διὸς τοῦ ἡλίου, Πλατωνικῶς. οἱ δὲ |
| book 837b.3 | τὰ ὑψηλὰ τῶν ὀρῶν. οἱ δὲ αὐλάς, ἐπεί φησι „Ζηνός που τοιήδε γ’ |
| book 837b.4 | Ὀλυμπίου ἔνδοθεν αὐλή“ (δ 74), „Ζεὺς δ’ ἔλαχ’ οὐρανὸν εὐρὺν ἐν |
| book 837b.5 | αἰθέρι“ (Ο 192). T |
| book postscr.1 | Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς |
| book postscr.2 | Ἀρισταρχ〈είου〉 διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας |
| book postscr | Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς. A |
| book 315.1 | 〈ἔρος:〉 ] ..ως αν.. |
| book 315.2 | 〈γυναικός:〉 ὅ(τι) ἀ̣ν(τὶ τοῦ) θ̣νη[τῆς |
| book 316 | 〈θυμὸν—περιπροχυθεὶς ἐδάμασσεν:〉 [πο]‐ |
| book 316 | θοῦν̣τ̣α ἐ̣μφαίνει [τὸν Δία |
| book 317.1 | 〈Ἰξιονίης ἀλόχοιο:〉 ]. οἱ νεώτεροι Δίαν ὀνο‐ |
| book 317.2 | μ[άζουσι |
| book 325 | 〈χάρμα βροτοῖσιν:〉 [διὰ τὸ ποι]εῖν ε̣ὐθυμε̣ῖσ[θαι |
| book subscr.1 | [ ] Ἀπολλοδώρ̣[ου |
| book subscr.2 | [ ] Ἀθηναίου [ |
| book subscr.3 | [ ]γραμματικ̣ο̣[ῦ |
| book subscr.4 | [ ] Ζητήματ[α |
| book subscr.5.1 | [ ] γ̣ρ̣αμματι̣κ̣[ὰ |
| book subscr.5.2 | [ ] ε̣ἰ̣ς τὴ̣ν̣ Ξ [ |
| book subscr.5.3 | [ ]τῆς Ἰλ̣ιάδο̣[ς |
| book subscr.1 | [ ] Σωσύου [ |
| book subscr.2 | [ [Idiosyncratic Papyrological Character] |
| book 0.1 | Καθελὼν τὸ τεῖχος ὁ ποιητὴς καὶ τοὺς Τρῶας εἰσαγαγὼν καὶ |
| book 0.2 | ἀναλώσας τὰς πολλὰς ἐνεργείας τῶν λόγων περὶ πτώματα, τὴν |
| book 0.3 | ἐπὶ ταῖς ναυσὶ μάχην ὑπερτίθεται διὰ Νέστορος καὶ τῆς τοῦ Διὸς |
| book 0.4 | κοιμήσεως· δείκνυσι γὰρ ὡς ἄκων ἐλιμπάνετο Νέστωρ τῆς μάχης |
| book 0.5.1 | συνὼν Μαχάονι, διὰ τὸ αὐτὸν αἴτιον εἶναι τῆς τῶν πολλῶν σωτηρίας |
| book 0.5.2 | (sc. Ζ 20—4. 53—63). b(BCE3E4)T |
| book 1a.1 | Νέστορα δ’ οὐκ ἔλαθεν ἰαχὴ 〈πίνοντά περ ἔμ‐ |
| book 1a.2 | πησ〉: στικτέον κατὰ τὸ τέλος τοῦ στίχου· ὁ γὰρ λόγος, Νέστορα δὲ |
| book 1a.3 | καίπερ πίνοντα ὅμως οὐκ ἔλαθεν ἡ βοή· πρὸς ἄλλοις γὰρ ἡ τοῦ πίνον‐ |
| book 1a.4 | τος ψυχή. ἀπρεπὲς δέ τινες οἰηθέντες εἶναι καὶ οὐ κατὰ πρεσβύτην τὸ |
| book 1a.5.1 | πίνειν, ἐπὶ τὸ ἰαχή στίξαντες τὰ ἑξῆς συνάπτουσι πίνοντα περ |
| book 1a.5.2 | ἔμπης / „ἀλλ’ Ἀσκληπιάδην“ (Ξ 2). πρὸς δὲ τῷ μὴ εἶναι Ὁμηρικὸν |
| book 1a.5.3 | τὸ ὑπερβατὸν καὶ τὸ περὶ τοῦ Μαχάονος ἄτοπον, περὶ οὗ καὶ τὴν |
| book 1a.5.4 | ἀρχὴν ἐζητεῖτο, εἰ δεόντως τετρωμένος οἶνον προσεφέρετο. βελτί‐ |
| book 1a.5.5 | ων οὖν ἡ συνήθης ἀνάγνωσις. A |
| book 1b.1 | Νέστορα 〈δ’ οὐκ ἔλαθεν ἰαχή〉: ἀπάγει ἡμᾶς ἀπὸ τοῦ |
| book 1b.2 | ὁμοειδοῦς, μὴ θέλων ἐπιμένειν τοῖς Ἑλληνικοῖς ἀτυχήμασιν. b(BCE3 |
| book 1b.3 | E4)T |
| book 1c1.1 | ἔλαθεν: σημαίνει καὶ τὸ ἐκ προαιρέσεως μαθόντα παραπέμ‐ |
| book 1c1.2 | ψασθαι, ὡς τὸ „καὶ τότ’ ἐγὼ Κίρκης λαθόμην“ (cf. μ 226—7) AT | καὶ |
| book 1c1.3 | „ἢ λάθετ’ ἢ οὐκ ἐνόησεν“ (Ι 537). T |
| book 1c2 | τὸ δὲ λανθάνειν δηλοῖ καὶ τὸ ἀκούειν μέν, ἐθελοντὴν δὲ παρ‐ |
| book 1c2 | αιτεῖσθαί τι. b(BE3E4) |
| book 1d.1 | οὐκ ἔλαθεν ἰαχή: τὸ ἰδίωμα τῆς βοῆς οὐκ ἔλαθεν αὐτὸν ὡς |
| book 1d.2 | πάλαι πολέμων εὖ εἰδότα. b(BCE3E4)T καὶ Μενέλαος οὖν φησι |
| book 1d.3 | „τῷ ἰκέλη, ὡς εἴ ἑ βιῴατο“ (Λ 467). T |
| book 1e.1 | 〈οὐκ ἔλαθεν ἰαχὴ〉 πίνοντά περ ἔμπης: ἀκολάστως |
| book 1e.2 | φασὶ πίνειν αὐτόν. ἢ τάχα τὸν κυκεῶνά φησιν, ὃς εἶχε καὶ οἶνον. |
| book 1e.3 | τινὲς δὲ στίζουσιν εἰς τὸ ἰαχή, b(BCE3E4)T καὶ τὸ ἑξῆς, ἀλλὰ |
| book 1e.4 | καὶ πίνοντα τὸν Ἀσκληπιάδην προσεῖπεν. τινὲς δὲ τὸ ἔμπης ἀντὶ |
| book 1e.5.1 | τοῦ ‘ὁμοίως τῷ Μαχάονι‘, ὡς τὸ b(BE3E4)T „ἔμπης εἰς γαῖ‐ |
| book 1e.5.2 | άν τε καὶ οὐρανόν“ (Ξ 174), T „σὺ δὲ χαῖρε καὶ ἔμπησ“ (ε |
| book 1e.5.3 | 205), ὁμοίως παρών τε καὶ ἀπών, τόν τε πέρ πλεονάζειν, ὡς ἐν τῷ |
| book 1e.5.4 | b(BE3E4)T „μηδέ μοι ἦτορ / ἐν στήθεσσιν ὄρινε T φυ‐ |
| book 1e.5.5 | γόντι περ αἰπὺν ὄλεθρον“ (ρ 46—7). b(BE3E4)T |
| book 1f1.1 | ἄλλως· πίνοντά περ: οὐχ ὅτι παράδοξον τὸ πίνοντα |
| book 1f1.2 | κραυγῆς ἀκοῦσαι, ἀλλ’ ὅτι καὶ πίνων ὅμως παρεφύλαττε τὰ ἐπὶ τοῦ |
| book 1f1.3 | πολέμου γινόμενα. ἐπάγει γοῦν „μείζων δὴ παρὰ νηυσὶ βοή“ (Ξ 4), |
| book 1f1.4 | δηλῶν ὅτι καὶ πρὸ τῆς βοῆς προσεῖχεν. δηλοῖ οὖν ὡς οὐδὲν ἡ χρεία |
| book 1f1.5.1 | τῶν ἡδέων κατὰ τὴν δίαιταν τοῖς σπουδαίοις ἐμποδὼν πρὸς ἐπί‐ |
| book 1f1.5.2 | σκεψιν γίνεται. b(BCE3E4)T |
| book 1f2 | {νέστορα δ’ οὐκ ἔλαθεν:} σφόδρα—τῶν λογισμῶν. | |
| book 1f2.1 | δηλοῖ δὲ ὡς οὐδὲ ἡ χρεία τῶν ἡδέων κατὰ τὴν δίαιταν τοῖς σπου‐ |
| book 1f2.2 | δαίοις ἐμποδὼν πρὸς ἐπίσκεψιν γίνεται. | ἐζήτηται δέ, πῶς ὁ Νέστωρ |
| book 1f2.3 | —ἤρξατο, ἀφ’ ἧσπερ αὐτὸν καὶ κατέλιπε ποιοῦντα. A |
| book 2.1 | 〈Ἀσκληπιάδην ...〉 προσηύδα: τὸ ἑξῆς πρὸς Ἀσκλη‐ |
| book 2.2 | πιάδην. Ξάνθης δὲ καὶ Ἀσκληπιοῦ υἱὸς Μαχάων. b(BCE3)T |
| book 3a | {δῖε} Μαχᾶον: ὡς Ἀνδραῖμον. T |
| book 3b | 〈ἔσται:〉 γενήσεται. Til |
| book 3b.1 | {ὅπως} ἔσται: τὸ ἔσται διαφέρει τοῦ γενήσεται—γενή‐ |
| book 3b.2 | σεται παῖς. A |
| book 4a1.1 | 〈μείζων δὴ παρὰ νηυσὶ βοὴ〉 θαλερῶν 〈αἰζηῶν: |
| book 4a1.2 | θαλερῶν〉 ἀπὸ τῶν φυτῶν. λείπει δὲ τῷ λόγῳ τὸ ἐστίν. T |
| book 4a2.1 | ἀπὸ τῶν νέων ἔτι καὶ θαλλόντων φυτῶν παρείληπται ἡ |
| book 4a2.2 | μεταφορά. λείπει δὲ τῷ λόγῳ τὸ ἐστίν. b(BCE3E4) |
| book 5.1 | πῖνε καθήμενος 〈αἴθοπα οἶνον〉: ἀντὶ τοῦ πῖθι, ὡς |
| book 5.2 | „διεφαίνετο χῶρος / πιπτόντων“ (Κ 199—200) ἀντὶ τοῦ πεσόντων. |
| book 5.3 | A b (BCE3E4)T ὡς δὲ ἐπιπολαίας οὔσης τῆς πληγῆς καὶ ἰατρὸς |
| book 5.4 | ὢν καταφρονεῖ τῆς διαίτης b(BCE3E4)T καὶ πρὸς τὸ ποτὸν |
| book 5.5.1 | ἀδιαφορεῖ. b(BCE3E4) | οἱ δὲ γράφουσι „μίμνε καθήμενος ἐν κλισίῃ‐ |
| book 5.5.2 | σιν“. T |
| book 6-7a1.1 | 〈εἰς ὅ κε〉 θερμὰ λοετρὰ〈— / θερμήνῃ καὶ |
| book 6-7a1.2 | λούσῃ〉: προαναστήσας αὐτὸν ποτῷ καὶ κυκεῶνι λούει. οὐ τὰ θερμὰ |
| book 6-7a1.3 | δὲ θερμήνῃ (7), ἀλλὰ θερμήνῃ, ἅ ἐστι †θερμὰ λουτρά. T |
| book 6-7b1 | 〈εἰς ὅ κε— / θερμήνῃ καὶ λούσῃ:〉 διὰ {δὲ} τὸ |
| book 6-7b1 | ἀτονεῖν οὐκ εὐθέως ἔλουσεν αὐτόν. T |
| book 6-7a2/b2.1 | προανακτησάμενος αὐτὸν τῷ κυκεῶνι τότε λούει, ἀλλ’ |
| book 6-7a2/b2.2 | οὐκ εὐθέως, ἵνα μὴ ἀτονῶν γένηται ἀτονώτερος. οὐ τὰ θερμὰ δὲ θερ‐ |
| book 6-7a2/b2.3 | μήνῃ, ἀλλὰ θερμήνῃ, ἅ ἐστι θερμαντικὰ μετὰ τὸ θερμανθῆναι. b |
| book 6-7a2/b2.4 | (BCE3E4) |
| book 7a.1 | {θερμήνηι καὶ} λούσῃ 〈ἄπο βρότον〉: ὅτι οὐ πᾶν αἷμα |
| book 7a.2 | βρότος, ἀλλὰ τὸ ἀπὸ βροτοῦ πεφονευμένου. | τὴν δὲ πρόθεσιν |
| book 7a.3 | ἀναστρεπτέον· τὸ γὰρ ἑξῆς ἐστιν ἀπολούσῃ. A |
| book 7b1.1 | 〈λούσῃ〉 ἄπο βρότον: ἀναστρεπτέον τὴν πρόθεσιν. | |
| book 7b1.2 | βροτὸς ὁ ἄνθρωπος ὁ φονευτός, βρότος δὲ ὁ φόνος. T |
| book 7b2.1 | βρότος μὲν ὁ ἐξ αἵματος ῥύπος, βρωτὸν δὲ τὸ ἐσθιόμενον, καὶ |
| book 7b2.2 | βροτὸς ὁ φθειρόμενος ἄνθρωπος. | ἀναστρεπτέον δὲ τὴν πρόθεσιν |
| book 7b2.3 | πρὸς τὸ λούσῃ. b(BCE3) |
| book 8a.1 | τάχα εἴσομαι ἐς περιωπήν: ὅτι τὸ τάχα ἀντὶ τοῦ |
| book 8a.2 | ταχέως. καὶ ὅτι περιωπὴ τόπος, ἐξ οὗ περιόψεταί τις πάντα. καὶ τὸν |
| book 8a.3 | Ἀγαμέμνονα νοητέον προεληλυθέναι ἐπί τινα τοιοῦτον τόπον, ἵνα |
| book 8a.4 | ἴδῃ τὰ τῶν Τρώων πυρά (cf. Κ 11—2). A |
| book 8b | 〈εἴσομαι:〉 ὄψομαι ἢ | γνώσομαι. b(BCE3)Til |
| book 8c1.1 | εἰς περιωπήν: ὅθεν ἔστι περιοπτεύειν, ἢ κρημνὸς (cf. Μ 54) |
| book 8c1.2 | ἢ πρύμνα νεώς, ὡς Ἀχιλλεύς (cf. Λ 600—1). καὶ ᾤετο μὲν μόνως ἀφ’ |
| book 8c1.3 | ὕψους ἰδεῖν, ἐξελθὼν δὲ τῆς σκηνῆς εἶδεν αὐτοὺς πλησίον ἤδη γεγονό‐ |
| book 8c1.4 | τας. | ὄπτω ὀπή, ὡς τὸ κλέπτω κλοπή. T |
| book 8c2 | περιωπὴ δὲ πᾶν, ὅθεν ἔστι περιοπτεύειν. λέγει δὲ ἢ κρημνόν |
| book 8c2 | τινα ἢ πρύμναν νεώς. b(BCE3) |
| book 9.1 | τετυγμένον: εὔτυκτον, ὡς „ποιητὰς 〈...〉 πύλασ“ (Μ 470), |
| book 9.2 | „ὀρυκτὴν τάφρον“ (cf. Θ 179), „〈ἅρμασι〉 κολλητοῖσιν“ (Ψ 286)· |
| book 9.3 | λείπει γὰρ ἐν ὅλοις τὸ εὖ. T |
| book 9-11a1.1 | σάκος 〈εἷλε—〉Θρασυμήδεος〈—ὁ δ’ |
| book 9-11a1.2 | ἔχ’ ἀσπίδα πατρὸς ἑοῖο〉: δίδαγμα, ὅπως δεῖ περὶ κτημάτων παῖ‐ |
| book 9-11a1.3 | δας πατράσι διακεῖσθαι. ἴσως δὲ ὑποχωρῶν τῆς μάχης καὶ πρῶτος |
| book 9-11a1.4 | νοήσας τὸ Ποσειδῶνος τὴν κρείττω ἀσπίδα ἀφῆκε τῷ υἱῷ, ἵνα ἀπιὼν |
| book 9-11a1.5.1 | μὴ φυγῆς δόξαν ἀπενέγκηται, ὡς καὶ Ἕκτωρ τὸ ἅρμα λιπὼν ἄπεισιν |
| book 9-11a1.5.2 | εἰς τὴν πόλιν (cf. Ζ 103. 116—8). T |
| book 9-11a2.1 | διδάσκει, ὅπως δεῖ περὶ κτημάτων πατέρας πρὸς παῖδας καὶ |
| book 9-11a2.2 | παῖδας διακεῖσθαι πρὸς πατέρας, μηδὲν ἡγουμένους οἰκεῖον. τάχα |
| book 9-11a2.3 | γοῦν ὑποχωρῶν τῆς μάχης ὁ Νέστωρ τὴν κρείττονα ἀσπίδα τῷ υἱῷ |
| book 9-11a2.4 | κατέλιπεν. b(BCE3E4) |
| book 11.1 | ὁ δ’ ἔχ’ ἀσπίδα πατρὸς ἑοῖο: πιθανῶς ὁ νέος—κα‐ |
| book 11.2 | νόνας τε καὶ αὐτήν. A |
| book 12.1 | ἄλκιμον: κατὰ ἀναφορὰν τὴν ἐπὶ τὸν φοροῦντα. ἀκαχ‐ |
| book 12.2 | μένον δὲ b(BCE3)T ἀκὴν ἔχον, ἠκονημένον, μὴ εἶκον, σκληρόν, |
| book 12.3 | ἀντίτυπον. b(BCE3E4)T |
| book 13a.1 | στῆ δ’ ἐκτὸς κλισίης, 〈τάχα δ’ εἴσιδεν ἔργον ἀει‐ |
| book 13a.2 | κέσ〉: ὅτι οὐ κατὰ τὸ ἀκριβὲς ἐκτὸς τῆς κλισίας ἔστη, ἀλλ’ ἐπὶ τὴν πε‐ |
| book 13a.3 | ριωπὴν προῆλθεν. A |
| book 13b.1 | τάχα δ’ εἴσιδεν 〈ἔργον ἀεικέσ〉: δαιμονίως τὴν ἔπειξιν |
| book 13b.2 | τοῦ πρεσβύτου παρέστησεν· οὐ γὰρ προσωτέρω προελθὼν περισκο‐ |
| book 13b.3 | πεῖ, ἀλλ’ ἅμα τῷ τῆς σκηνῆς ἐκτὸς γενέσθαι· b(BCE3E4)T ἦσαν |
| book 13b | γὰρ ἔγγιστα. b(BCE3E4) |
| book 13c | τάχα: ταχέως. b(BCE3E4)Til |
| book 14-5.1 | 〈τοὺς μὲν ὀρινομένους,〉 τοὺς δὲ κλονέοντας |
| book 14-5.2 | 〈ὄπισθε, / Τρῶας ὑπερθύμουσ〉: τῇ ἐπιφορᾷ διέστειλε τὴν ἀμ‐ |
| book 14-5.3 | φιβολίαν, ὡς „ἡ δ’ ἑτέρη θέρεϊ προρέει“ (Χ 151)· ἐδήλωσε γὰρ ὡς ἡ |
| book 14-5.4 | πρώτη (cf. Χ 149) χειμῶνος ῥεῖ. b(BCE3)T |
| book 15a1.1 | ἐρέριπτο δὲ τεῖχος 〈Ἀχαιῶν〉: ἀντὶ τοῦ ἀνερήριπτο. |
| book 15a1.2 | αὔξει δὲ τὴν συμφορὰν ὡς φιλέλλην· ἡ ἔπαλξις γὰρ ἦν πεσοῦσα. T |
| book 15a2.1 | ὡς φιλέλλην αὔξει τὴν συμφοράν, ἐπεὶ οὐ πᾶν, ἀλλὰ μόνη |
| book 15a2.2 | πέπτωκεν ἡ ἔπαλξις. b(BCE3E4) |
| book 15a2.1 | ἐρέριπτο: ἔστι ῥῆμα ἐρίπτω—τὸ καταβάλλω· „ῥεῖ’ |
| book 15a2.2 | ὄχθας 〈καπέτοιο〉 βαθείας ποσσὶν ἐρίπτων“ (Ο 356) ἀντὶ τοῦ κατα‐ |
| book 15a2.5.1 | ρίπτων καὶ καταβάλλων· οὗ γίνεται παθητικὸν—συστολὴν |
| book 15a2.5.2 | ἐρέριπτο. A |
| book 16a.1 | ὡς δ’ ὅτε πορφύρῃ 〈πέλαγος μέγα κύματι κω‐ |
| book 16a.2 | φῷ〉: ὅτι πορφύρῃ μελανίζῃ. εἴωθεν δέ, ὅταν ἀρχὴν λαμβάνῃ κινή‐ |
| book 16a.3 | ματος ἡ θάλασσα, μελανίζειν· διὸ μεταφέρει ἐπὶ τοὺς κατὰ ψυχὴν με‐ |
| book 16a.4 | ριμνῶντας καὶ ταρασσομένους. καὶ ὅτι κωφῷ λέγει τῷ ἀφώνῳ καὶ |
| book 16a.5.1 | μηδέπω καχλάζοντι καὶ ἀποτελοῦντι ἠχώ· μηδέπω γὰρ ἀνέμου |
| book 16a.5.2 | εὐκρινοῦς ὄντος τὸ κῦμα ἠρεμεῖ. A |
| book 16b1 | 〈πορφύρῃ:〉 ἐν τῇ Ζηνοδότου „πορφύρει“ διὰ τῆς ει. Aim |
| book 16b2 | Ζηνόδοτος διὰ τῆς ει διφθόγγου. Til |
| book 16c.1 | πορφύρῃ: μελαίνηται, ὅθεν καὶ „πορφύρεος θάνατοσ“ |
| book 16c.2 | (Ε 83). ἢ κατὰ βάθος †κινεῖται†· πορφύρειν γὰρ τὸ κατὰ βάθος |
| book 16c.3 | μεριμνᾶν. b(BCE3E4)T |
| book 16d.1 | κύματι κωφῷ: ἀφώνῳ, μηδέπω παφλάζοντι, καὶ †κωφῷ |
| book 16d.2 | οἱ δὲ τῷ ἀροίζῳ†. „κωφὴν“ δὲ „γαῖαν“ (cf. Ω 54) τὴν ἀναίσθητον. |
| book 16d.3 | b(BCE3E4)T τοῦτο δὲ Ἀττικοὶ „κολόκυμα“ (Ar. equ. 692), |
| book 16d.4 | Αἰολεῖς δὲ „σκώληκα“ (cf. Plat. com. fr. 25 K.) καλοῦσιν. καλῶς δὲ |
| book 16d.5.1 | μελαίνεσθαι τὸ πέλαγός φησι τὸ μηδέπω ὕπαφρον γενόμενον ἐκ κυ‐ |
| book 16d.5.2 | μάτων παφλαζόντων. b(BE3E4)T |
| book 16e | 〈κωφῷ:〉 τινὲς „πηγῷ“ γράφουσιν. Til |
| book 17 | 〈λιγέων:〉 ὀξέων. Til |
| book 18a | 〈αὔτως:〉 ἀπράκτως. διαφέρει τὸ αὕτως. Til |
| book 18b1.1 | οὐδ’ ἄρα τε: οὕτως οὐδ’ ἄρα τε Aim διὰ τοῦ τέ αἱ |
| book 18b1.2 | Ἀριστάρχου, AimT ἵνα παρέλκῃ ὁ τέ. T |
| book 18c1 | 〈προκυλίνδεται:〉 ἔμπροσθεν κυλίεται τὸ κῦμα. Til |
| book 18d1.1 | ἑτέρωσε: ἀντὶ τοῦ εἰς τοὐπίσω, ἵν’ ᾖ ἀπὸ κοινοῦ τὸ „κυ‐ |
| book 18d1.2 | λίνδεται“, ὅ ἐστιν ‘οὐδὲ εἰς τοὐπίσω ἀνακάμπτει‘. | οὐκ ἐπὶ τοῦ πολέ‐ |
| book 18d1 | μου, ἀλλὰ μεταβέβηκεν ὁ λόγος ἐπὶ τὸ κῦμα. T |
| book 18b2/c2/d2.1 | παρέλκει ὁ τέ. | ὁ δὲ „πρό“ εἰς τοὔμπροσθεν, | τὸ δὲ |
| book 18b2/c2/d2.2 | ἑτέρωσε εἰς τοὐπίσω, ἵν’ ᾖ ἀπὸ κοινοῦ τὸ „κυλίνδεται“, b(BCE3) |
| book 18b2/c2/d2.3 | ὅ ἐστιν ‘οὐδ’ ἔμπροσθεν ἀνακάμπτει τὸ κῦμα‘. b(BE3E4) |
| book 19a.1 | πρίν τινα κεκριμένον 〈καταβήμεναι ἐκ Διὸς οὖ‐ |
| book 19a.2 | ρον〉: τινὲς δὲ κεκριμένον ἐκ Διός. T | διδάσκει ὅτι τὸ ἄνω θερμὸν |
| book 19a.3 | τὸν ἀέρα κινοῦν ἄνεμον ποιεῖ, λῦον τὴν περικειμένην ὕλην· εἰσὶ γὰρ ἐξ |
| book 19a.4 | ἰκμάδος, καὶ „ἴκμενον οὖρον“ (Α 479), καὶ Ἴκμιος Ζεὺς τιμᾶται, ὁ τῶν |
| book 19a.5.1 | ἀνέμων δεσπότης (cf. Call. fr. 75, 34), b(BCE3E4)T καὶ „κοιμί‐ |
| book 19a.5.2 | σας δ’ ἀνέμους χέει ἔμπεδον“ (Μ 281). T |
| book 19b.1 | 〈κεκριμένον:〉 ἀπλανῆ, σταθερόν· ἢ τῶν ἄλλων κεχωρι‐ |
| book 19b.2 | σμένον. οὖρος δὲ παρὰ τὸ ὀρούειν. b(BE3E4)Til |
| book 20 | 〈ὥρμαινε:〉 ὥρμα τῇ διανοίᾳ. Til |
| book 20.1 | δαϊζόμενος 〈κατὰ θυμόν〉: διχῇ μεριζόμενος—δια‐ |
| book 20.2 | σκοπούμενος. A |
| book 20-2 | 〈ὥρμαινε〉 δαϊζόμενος 〈κατὰ θυμόν / διχθάδι’, ἢ |
| book 20-2.1 | μεθ’ ὅμιλον ἴοι— / ἦε μετ’ Ἀτρείδην〉: διὰ μέσου τὸ |
| book 20-2.2 | δαϊζόμενος (20). T | τὸν δὲ δεύτερον η (cf. 22) περισπαστέον. | |
| book 20-2.3 | ὡς τιμώμενος δὲ λίαν παρὰ Ἀγαμέμνονι ἄτοπον ἡγεῖτο μὴ ὁρᾶν αὐτὸν |
| book 20-2.5.1 | τετρωμένον. b(BCE3E4)T ἢ ὅτι οὐδὲν δεῖ ποιεῖν ἄνευ σκέψεως· |
| book 20-2.5.2 | δεῖσθαι οὖν νενόμικε τῆς σὺν ἐκείνῳ βουλῆς, ὡς καὶ αὐτὸς ἐν τῇ νυκτί |
| book 20-2.5.3 | (sc. Κ 73—130)· ἐπάγει γοῦν „ἡμεῖς δὲ φραζώμεθ’, ὅπως ἔσται τάδε |
| book 20-2 | ἔργα, / εἴ τι νόος ῥέξει“ (Ξ 61—2). b(BE3E4)T |
| book 21a.1 | διχθάδι’ ἢ μεθ’ ὅμιλον: τὸ πλῆρές ἐστι διχθάδια, ὥσπερ |
| book 21a.2 | καὶ Ἀρίσταρχος βούλεται· διὸ τὴν χθα συλλαβὴν ὀξυτονητέον. παρ‐ |
| book 21a.3 | αιτητέον δὲ τοὺς βουλομένους εἶναι „†διχθαδίην ἢ† μεθ’ ὅμιλον“ καὶ |
| book 21a.4 | τὴν δι συλλαβὴν ὀξύνοντας. A |
| book 21b.1 | διχθάδι’, 〈ἢ〉: τὸ τέλειον διχθάδια. b(BCE3E4)T τινὲς δὲ |
| book 21b.2 | „διχθαδί’ ἢ“ ὡς τὸ „ἥ μ’ οἴῳ ἔρροντι“ (δ 367). T | ὥσπερ δὲ τὸ κῦμα |
| book 21b.3 | ἀργοῦν ἕστηκε πρὸ τῆς ἐμβολῆς τοῦ ἀνέμου, οὕτω καὶ ὁ γέρων. ἔστι |
| book 21b.4 | δὲ ταῦτα τοῦ βουλευτικοῦ καὶ ἔμφρονος, ἐπιμένοντος πλέον ταῖς |
| book 21b.5 | σκέψεσιν. b(BCE3E4)T |
| book 24a.1 | 〈ἐπ’ Ἀτρείδην:〉 ἀντὶ τοῦ πρὸς Ἀτρείδην, ὡς „ἐπ’ ἔμ’ |
| book 24a.2 | ἔρχεο“ (Κ 85). Til |
| book 24b.1 | 〈οἱ δ’〉 ἀλλήλους ἐνάριζον: ἐμάχοντο γὰρ ἐκεῖνοι, πρὸς |
| book 24b.2 | οὓς ἀπελθεῖν ἠβούλετο· τοῦτο γὰρ ἐπήγαγε πρὸς τὸ „ἢ μεθ’ ὅμιλον |
| book 24b.3 | ἴοι Δαναῶν“ (Ξ 21). b(BCE3E4)T |
| book 25.1 | λάκε: 〈ἡ διπλῆ, ὅτι〉 οἱ μὲν ἠλλάχθαι τὸν χρόνον, οἱ δὲ ἀντὶ |
| book 25.2 | τοῦ ἐλήκει ἐνδείᾳ τοῦ ι, „ὡς ἄνοον κραδίην ἔχεσ“ (Φ 441) καὶ Ἰωνικῇ |
| book 25.3 | συστολῇ τοῦ η εἰς α λάκε. ὠνοματοπεποίηται δέ· ὅθεν καὶ ἡ λακίς. AT |
| book 26.1 | ἀμφιγύοισιν: ἀμφοτέρωθεν γυῶσαι δυναμένοις, ὅ ἐστι |
| book 26.2 | βλάψαι· ἢ ἀμφοτέρωθεν γυῖα ἔχουσι καὶ ἐπερείδεσθαι δυναμένοις· |
| book 26 | γυῖα δὲ δοράτων τὰ ἄκρα τοῦ σιδήρου. b(BCE3E4)T |
| book 27.1 | ξύμβληντο: συνέβαλον κατὰ συντυχίαν. ἢ ὥσπερ ὁ Νέστωρ |
| book 27.2 | ὑπὸ τῆς βοῆς κινηθεὶς πρόεισι, διὰ τοῦτο καὶ οἱ συνηγμένοι τραυμα‐ |
| book 27.3 | τίαι ἐπὶ τὴν τοῦ βασιλέως σκηνήν, τεταραγμένοι ἐπὶ τῇ βοῇ, ὁμοῦ |
| book 27.4 | προΐασιν. b(BCE3E4)T |
| book 28a.1 | 〈πὰρ νηῶν ἀνιόντες:〉 ἀπὸ τῶν πρὸς τῇ θαλάσσῃ νηῶν |
| book 28a.2 | ἐπὶ τὰς ἐν τῷ τείχει ναῦς. b(BCE3E4)Til |
| book 28b.1 | 〈βεβλήατο:〉 ὅτι συλληπτικῶς εἴρηκεν βεβλήατο ἐπὶ |
| book 28b.2 | τῶν οὐτασμένων. Aim |
| book 28c.1 | βεβλήατο: καὶ μὴν μόνος ἐν αὐτοῖς Διομήδης ἐβέβλητο. |
| book 28c.2 | οὐκ ἔστιν οὖν σύλληψις· αἱ γὰρ συλλήψεις ἀπὸ τῶν ἴσων ἢ ἀπὸ τῶν |
| book 28c.3 | πλειόνων γίνονται, ὡς καὶ τὸ „οὐτάμενοί περ ἀνάγκῃ“ (Ξ 128). ἔστιν |
| book 28c.4 | οὖν εἶδος ἀντὶ γένους, ἀντὶ τοῦ ‘ὅσοι τετρωμένοι ἦσαν‘. καὶ ἀλλαχοῦ |
| book 28c.5.1 | „ὅντινα τοῦτον ἄγει βεβλημένον“ (Λ 612) ἀντὶ τοῦ τετρωμένον· οὐ |
| book 28c.5.2 | γὰρ δὴ Ἀχιλλεὺς ᾔδει, πότερον ἐκ προέσεως ἢ συστάδην τέτρωται ὁ |
| book 28c.5.3 | σὺν τῷ Νέστορι. b(BCE3E4)T |
| book 30-8.1 | πολλὸν γάρ 〈ῥ’〉 ἀπάνευθε μάχησ〈—κίον |
| book 30-8.2 | ἀθρόοι〉: ἐπεξηγεῖται τὸ „ἀνιόντεσ“ (Ξ 28). ἔστι δὲ περιπαθές, ὅτι |
| book 30-8.3 | καὶ μακρὰν ὄντες ὅμως ᾔεισαν ἐπὶ τὴν μάχην. b(BCE3)T ἀλλὰ προ‐ |
| book 30-8.4 | ληπτικῶς τὴν αἰτίαν εἶπεν· ἔδει γὰρ ‘ὀψείοντες κίον (cf. 37—8)· καὶ |
| book 30-8.5 | γὰρ πολλὸν ἀπάνευθε μάχης εἰρύατο νῆεσ‘ (cf. 30). T |
| book 31-2 | τὰς γὰρ πρώτας πεδίον δέ / εἴρυσαν, 〈αὐτὰρ |
| book 31-2.1 | τεῖχος ἐπὶ ΠΡΥΜΝΗΙΣΙΝ ἔδειμαν〉: ὅτι οὐκ ἐν διστιχίᾳ ἦσαν, ὥς |
| book 31-2.2 | φησι Κράτης· εἶπε γὰρ ἂν ‘προτέρασ‘· καὶ „νηῶν μὲν ἐχώρησαν καὶ |
| book 31-2.3 | ἀνάγκῃ / τῶν πρωτέων“ (Ο 655—6). ἔστι δὲ τὸ πρώτας (31) τῶν |
| book 31-2.5.1 | πρός τι, καί εἰσι πρῶται μὲν αἱ πρὸς τῇ θαλάσσῃ νενεωλκημέναι· ἑξῆς |
| book 31-2.5.2 | γοῦν φησι „νῆες ὅσαι πρῶται εἰρύαται ἄγχι θαλάσσησ“ (Ξ 75)· |
| book 31-2.5.3 | ἔσχαται δὲ αἱ πρὸς τῷ τείχει. αἱ δὲ τοῦ Ἀγαμέμνονος νῆες πᾶσαι πρὸς |
| book 31-2.5.4 | τῇ θαλάσσῃ ἦσαν, ὥς πού φησιν ὁ Διομήδης „νῆες δέ τοι ἄγχι θαλάσ‐ |
| book 31-2.5.5 | σησ“ (Ι 43). οὕτως Αὐτόχθων. ὁ δὲ Ἡρακλέων (fr. 9 B.) νῦν μὲν τὰς |
| book 31-2.10.1 | πρὸς τῷ τείχει καὶ πρώτας φησίν, ἑξῆς (sc. Ξ 75) δὲ τὰς πρὸς τῇ θα‐ |
| book 31-2.10.2 | λάσσῃ· „νῆες, ὅσαι πρῶται εἰρύαται ἄγχι θαλάσσησ“. καὶ ὁ μὲν τὸ |
| book 31-2.10.3 | ΠΡΥΜΝΗΙΣΙΝ (32) ἀντὶ τοῦ ἐσχάταις, ὁ δὲ Ἡρακλέων πρύμνῃσιν |
| book 31-2.10.4 | ταῖς πρύμναις. b(BE3E4)T |
| book 32a.1 | {ἐπι} πρύμνῃσιν {ἔδειμαν}: προπαροξυτονητέον τὸ πρύ‐ |
| book 32a.2 | μνῃσιν. Κράτης μέντοι προπερισπᾷ, ἀκούων ἐπὶ ταῖς ἐσχάταις, πλα‐ |
| book 32a.3 | νηθεὶς ἐκ τοῦ „τὰς γὰρ πρώτας πεδίον δέ / εἴρυσαν“ (Ξ 31—2). ἀ‐ |
| book 32a.4 | γνοεῖ δὲ ὅτι ὁ ποιητὴς ὡς ἐπὶ τὸ πολὺ τὸ πρυμνόν οὐ τίθησι ἐπὶ διεστῶ‐ |
| book 32a.5.1 | τος σώματος, ἀλλ’ ἐπὶ ἡνωμένου· „πρυμνὸν ὑπὲρ θέναροσ“ (Ε 339), |
| book 32a.5.2 | „τοῦ δ’ ἀπὸ μὲν γλῶσσαν πρυμνὴν τάμε“ (Ε 292), „πρυμνὴν ἐκτά‐ |
| book 32a.5.3 | μνοντεσ“ (Μ 149). A |
| book 32b.1 | ἐπὶ πρύμνῃσι: τινὲς προπερισπάσαντες ἐσχάτας ἐξε‐ |
| book 32b.2 | δέξαντο, οὐχ ὑγιῶς. πρύμνῃσιν οὖν ταῖς πρύμναις· καὶ ἐπὶ ἀντὶ |
| book 32b.3 | τῆς παρά, b(BCE3)T „ἀλλὰ μάχεσθ’ ἐπὶ νηυσίν“ (Ο 494) ἀντὶ |
| book 32b.4 | τοῦ παρὰ ναυσίν. T οὐ δύναται δὲ ταῖς ἐσχάταις· οὐ γὰρ πρυ‐ |
| book 32b.5 | μνὸν ἄλλου ἄλλο, ἀλλ’ αὐτὸ ἑαυτοῦ· „πρυμνὸν σκέλοσ“ (Π 314) τὸ |
| book 32b | περὶ ἄκραν σάρκωσιν. b(BCE3)T |
| book 33.1 | 〈οὐδὲ γὰρ οὐδ’ εὐρύς:〉 μέγας, ὡς τὸ „εὐρυκρείων Ἀγα‐ |
| book 33.2 | μέμνων“ (Α 102 al.). πλεονάζει δὲ τὸ ἓν οὐδέ. b(BCE3)Til |
| book 35a.1 | {τῶ ῥα} προκρόσσας {ἔρυσαν}: ὅτι προκρόσσας τὰς |
| book 35a.2 | κλιμακηδὸν νενεωλκημένας ἑτέρας πρὸ{ς} ἑτέρων ὥστε θεατροειδὲς |
| book 35a.3 | φαίνεσθαι τὸ νεώλκιον· κρόσσαι γὰρ αἱ κλίμακες. A |
| book 35b.1 | 〈προκρόσσας:〉 κλιμακηδόν, τὴν ἑτέραν πρὸ τῆς ἑτέρας. |
| book 35b.2 | b(BCE3)Til |
| book 36a.1 | 〈ἠϊόνος στόμα μακρόν:〉 διὰ τὸ ἔχειν ἐν ἑαυτῷ κοιλό‐ |
| book 36a.2 | τητα πρὸς τὸ καθορμίζεσθαι τὰς ναῦς. b(BCE3E4)Til |
| book 36b.1 | 〈μακρόν:〉 διχῶς αἱ Ἀριστάρχου, μακρόν καὶ „πολλόν“. |
| book 36b.2 | Ζηνόδοτος 〈καὶ〉 Ἀριστοφάνης „πολλόν“. Aint |
| book 36c.1 | 〈ὅσον〉 συνεέργαθον ἄκραι: ἄκραι τὰ κέρατα τοῦ |
| book 36c.2 | ναυστάθμου, ὧν ἐκτὸς οὐκ ἦν ναῦς. ὅσον, φησί, στόμα συνέκλειον αἱ |
| book 36c.3 | ἄκραι τῆς ἠϊόνος, τουτέστιν ἀπὸ κέρως ἐπὶ κέρας. b(BCE3E4)T |
| book 36c | ὅσον συνεέργαθον ἄκραι: ὅσον ἦν διάστημα—τὸ |
| book 36c.5 | †ῥύτιον καὶ τὸ σίγιον. A |
| book 37a1.1 | {τῶι ρ’ ὕγ’} ὀψείοντες: ὅτι Ζηνόδοτος γράφει „ὀψαΐ‐ |
| book 37a1.2 | οντεσ“. εἴτε δὲ μετὰ πολὺν χρόνον πορευόμενοι ἤθελεν ἀκούειν εἴτε |
| book 37a1.3 | μετὰ πολὺν χρόνον ἀκούοντες, ψεῦδος· εὐθέως γὰρ ἀκούσαντες ὥρμη‐ |
| book 37a1.4 | σαν. καὶ τὸ ὀψά ἀνελλήνιστον· οὕτω γὰρ εἴωθε λέγειν „ὀψὲ δὲ δὴ |
| book 37a1.5 | μετέειπεν“ (Η 399). ἔστι δὲ τὸ ὀψείοντες ὀπτικῶς ἔχοντες. A |
| book 37a2.1 | τί „ὄψ’ ἀΐοντεσ“; οὐ γὰρ παρὰ τὸ †ὄψαπος† γὰρ βάρβα‐ |
| book 37a2.2 | ρον. T |
| book 37b1.1 | {τω ρ’ ὕγ’} ὀψείοντες: Ἀρίσταρχός φησι Ζηνόδοτον γρά‐ |
| book 37b1.2 | φειν „ὀψαΐοντεσ“, ὁ δὲ Ἐπιθέτης Πτολεμαῖος „{τῷ ῥ’ οἵγ’} οὐ ψαύον‐ |
| book 37b1.3 | τεσ“· καὶ λόγον φησὶν ἔχειν τὴν γραφήν. A |
| book 37b2 | Πτολεμαῖος „οὐ ψαύοντεσ“. T |
| book 37c.1 | ὀψείοντες: ὀπτικῶς ἔχοντες, b(BCE3)T ὄψεσθαι θέ‐ |
| book 37c.2 | λοντες. b(BCE3) |
| book 37d1.1 | {τῶι ρ’ οἵ γ’} ὀψείοντες: τὸ ὀψείοντες ὁμοίως τῷ „οἱ |
| book 37d1.2 | μὲν κακκείοντεσ“ (Α 606). ἡ δὲ παραγωγὴ αὕτη ἡ διὰ τοῦ ειω γίνεται |
| book 37d1.3 | ἀπὸ ἐνεστώτων καὶ μελλόντων, ὀκνῶ „ὀκνείω“ (Ε 255), ῥιγείω, θαλ‐ |
| book 37d1.4 | πείω, πολεμησείω βρωσείω. κλίνεται δὲ ἕως παρατατικοῦ, ἀπὸ δὲ |
| book 37d1.5.1 | παρακειμένου οὐκέτι· ἔνθεν καὶ τοῦ „Διὸς δ’ ἐτελείετο βουλή“ (Α 5) |
| book 37d1.5.2 | τοὺς ἑξῆς χρόνους οὐκ οἴδαμεν. ἔχει δὲ δηλούμενον τὰ τοιαῦτα τῶν |
| book 37d1.5.3 | ῥημάτων τοιοῦτον ὡς αὐτοῦ τοῦ πράγματος ἐπιθυμητικῶς ἔχειν, καὶ |
| book 37d1.5.4 | τὸ „κακκείοντεσ“ (Α 606) κοιμητικῶς ἔχειν. οὕτως οὖν καὶ τὸ ὀψείον‐ |
| book 37d1.5.5 | τες ὀπτικῶς ἔχοντες. A |
| book 37d2 | αὕτη ἡ παραγωγὴ ἡ διὰ τοῦ ειω ἢ ἀπὸ ἐνεστώτων ἢ ἀπὸ |
| book 37d2 | μελλόντων γίνεται. κλίνεται δὲ μέχρι παρατατικοῦ. b(BCE3)T |
| book 38a.1 | ἔγχει ἐρειδόμενοι 〈κίον ἀθρόοι〉: ὅτι οὐχ ἑνὶ πάντες |
| book 38a.2 | ἐρειδόμενοι. καὶ ὅτι ἀθρόοι ἐπὶ τῶν τριῶν· ἀρχὴ γάρ ἐστι πληθυντι‐ |
| book 38a.3 | κοῦ ἀριθμοῦ τὰ τρία. A |
| book 38b.1 | 〈ἔγχει ἐρειδόμενοι:〉 καὶ Ὀδυσσεὺς γὰρ σκάζει, {καὶ} |
| book 38b.2 | „τὼ δὲ δύω σκάζοντε βάτην παρὰ νῆασ“ (Τ 47). Til |
| book 38c.1 | {κίον} ἀθρόοι: Ἀρίσταρχος δασύνει, AT φάσκων ὅτι |
| book 38c.2 | ἀρχὴ πλήθους ὁ τρεῖς ἀριθμός. εἰσὶ δὲ οἳ ἐψίλωσαν. ἄμεινον δὲ πείθεσθαι |
| book 38c.3 | τῷ Ἀριστάρχῳ. A |
| book 38d.1 | ἀθρόοι: πλήθους γὰρ ἀρχὴ ἡ τριάς, ἢ ὡς καὶ ἄλλων |
| book 38d.2 | ἀσημοτέρων αὐτοῖς ἑπομένων. ἢ ἄφωνοι. b(BCE3E4)T |
| book 38-9.1 | ἔγχει ἐρειδόμενοι κίον ἀθρόοι· ἄχνυτο δέ σφι / |
| book 38-9.2 | θυμὸς ἐνὶ στήθεσσιν: τῶν μὲν γὰρ τραυμάτων κατεφρόνουν ὡς |
| book 38-9.3 | γενναῖοι, τὸν θυμὸν δὲ ἤλγουν διὰ τοὺς συμμάχους. b(BCE3E4)T |
| book 40a.1 | Νέστωρ, πτῆξε δὲ 〈θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν〉: |
| book 40a.2 | ἀθετεῖται, ὅτι καὶ ἐκ τῶν προειρημένων νοοῦμεν ὅτι Νέστωρ ἐστὶν ὁ |
| book 40a.3 | „γεραιόσ“ (Ξ 39). καὶ τὸ πτῆξε ἄκυρον· ἐπὶ γὰρ τῶν ἀπολελυμένων |
| book 40a | τῆς ἀγωνίας καὶ τοῦ τῆς ψυχῆς παλμοῦ ἁρμόζει. A |
| book 40b.1 | πτῆξε δὲ θυμὸν 〈ἐνὶ στήθεσσιν Ἀχαιῶν〉: οὕτως διὰ |
| book 40b.2 | τοῦ τ αἱ Ἀριστάρχου „πτῆξε“, εἰς πτοίαν ἤγαγεν. οὕτως καὶ Ἀριστο‐ |
| book 40b.3 | φάνης. ὁ δὲ Σιδώνιος „πῆξε“, ἐν οἵῳ τρόπῳ καὶ ἐν τῷ βίῳ φαμὲν |
| book 40b.4 | πεπηγέναι τινὰ τῷ φόβῳ. παρὰ δὲ Ζηνοδότῳ ἐγέγραπτο „ἑταίρων“ |
| book 40b.5 | ἀντὶ τοῦ Ἀχαιῶν. A |
| book 40c1.1 | πτῆξε δὲ θυμὸν 〈ἐνὶ στήθεσσιν Ἀχαιῶν〉: Ζηνόδο‐ |
| book 40c1.2 | τος „πῆξε“ †καθετέρως† ἀντὶ τοῦ ἐν ἀκινησίᾳ ἐποίησεν (ἐπί τινι γὰρ |
| book 40c1.3 | χαλεπῷ τὴν ὑποχώρησιν αὐτοῦ ὑπώπτευσαν) ἢ ἐπέρρωσεν (ἡ γὰρ |
| book 40c1.4 | ἐλπὶς αὐτῶν ὁ λόγος αὐτοῦ). Ἀρίσταρχος δὲ †πτίξε† ἀντὶ τοῦ ἐτα‐ |
| book 40c1.5.1 | πείνωσεν ἢ ἐπτόησεν. καίτοι ἠθέτει τὸν στίχον. οἱ δὲ γράφουσι |
| book 40c1.5.2 | „πλῆξε“. T |
| book 40c2.1 | Ἡρωδιανὸς „πῆξεν“ ἀποδέχεται, ἵν’ ᾖ τὸ ἐν ἀκινησίᾳ |
| book 40c2.2 | ἐποίησεν (ἐπί τινι γὰρ χαλεπῷ τὴν ἀποχώρησιν αὐτοῦ ὑπώπτευσαν), |
| book 40c2.3 | ἢ μᾶλλον ἐπέρρωσεν (ἡ γὰρ ἐλπὶς αὐτῶν ὁ λόγος αὐτοῦ). Ἀρίσταρχος |
| book 40c2.4 | δὲ πτῆξεν ἀντὶ τοῦ ἐταπείνωσεν ἢ ἐπτόησεν. b(BCE3E4) |
| book 40d.1 | {ἐνὶ στήθεσσιν} Ἀχαιῶν: Ζηνόδοτος „ἑταίρων“· καὶ ὁ |
| book 40d.2 | Νέστωρ γὰρ †ἀχαιοῖσιν†. ἀλλ’ ὡς „περὶ δ’ ἱρὰ θεοῖσιν / ἀθανάτοισιν |
| book 40d.3 | ἔδωκε“ (α 66—7)· καὶ ὁ λέγων γὰρ θεός. T |
| book 41 | 〈τόν:〉 ἀντὶ τοῦ ὅν. Til |
| book 42.1 | 〈ὦ Νέστορ Νηληϊάδη:〉 τεταραγμένου τὸ ἦθος μὴ περι‐ |
| book 42.2 | μεῖναι τὸν Νέστορος λόγον, ἀλλ’ αὐτὸν ἄρξασθαι. b(BCE3E4)Til |
| book 43 | 〈τίπτε λιπὼν πόλεμον〉 φθισήνορα 〈δεῦρ’ ἀφικά‐ |
| book 43.1 | νεις: φθισήνορα〉 τὸν τοὺς ἄνδρας ἀναιροῦντα. καλῶς δὲ πρῶτον |
| book 43.2 | πυνθάνεται, πῶς καταλιπὼν τὴν μάχην ἀνακεχώρηκεν· ᾔδει γὰρ οὐκ |
| book 43.3 | ἐπιτρέποντα ἑαυτὸν τῷ γήρᾳ. οὐ μὴν αἱ ἀποκρίσεις τοῦ πρεσβύτου |
| book 43.5.1 | πρὸς τοῦτο γεγόνασιν· ἀκαίρως γὰρ δισσολογεῖν ἤμελλεν ὁ ποιητής. |
| book 43.5.2 | b(BCE3E4)T |
| book 44 | 〈δείδω:〉 ἐν τῇ Ἀριστοφάνους „δείδια“. AintTil |
| book 45a.1 | ὥς ποτ’ ἐπηπείλησεν 〈ἐνὶ Τρώεσς’ ἀγορεύων〉: ὅτι |
| book 45a.2 | ταῦτα ἀναφέρεται ἐπ’ ἐκεῖνα „ἔλπομαι εὐχόμενος Διΐ“ (Θ 526) καὶ |
| book 45a.3 | „μνημοσύνη τις ἔπειτα πυρὸς δηΐοιο γενέσθω, | ὡς πυρὶ νῆασ“ |
| book 45a.4 | (Θ 181—2). ἐξάκουστα δὲ ἐγίνετο παρὰ τοῖς πολεμίοις, ὡς καὶ τὰ |
| book 45a.5 | περὶ Ὀθρυονέα (sc. Ν 364—7). A |
| book 45b.1 | ὥς ποτε: Ἀριστοφάνης „ὅς ποτε“ AimT διὰ τοῦ ο |
| book 45b.2 | γράφει. Aim |
| book 45c1.1 | ποτέ: ἀντὶ τοῦ χθές· TTil „ὅν ποτε δῶκας | ἀντιθέῳ |
| book 45c1.2 | Ὀδυσῆϊ δόμον κάτα“ (χ 290—1) καὶ „οὕς ποτ’ ἀπ’ Αἰνείαν ἑλόμην, |
| book 45c1.3 | μήστωρε φόβοιο“ (Θ 108). T |
| book 45c2 | τὸ δὲ ποτέ καὶ ἐπὶ ἐλαχίστου τίθεται χρόνου. b(BCE3E4) |
| book 46-7.1 | 〈μὴ πρὶν πὰρ νηῶν—κτεῖναι δὲ καὶ αὐ‐ |
| book 46-7.2 | τούς:〉 τῇ προτεραίᾳ ταῦτα εἴρηται· „μνημοσύνη τις ἔπειτα πυρὸς |
| book 46-7.3 | b(BCE3E4)Til 〈δηΐοιο γενέσθω〉“ (θ 181), καὶ Ὀδυσσεύς· „στεῦ‐ |
| book 46-7.4 | ται γὰρ νηῶν ἀποκόψειν 〈ἄκρα κόρυμβα〉“ (Ι 241). Til |
| book 48a | 〈κεῖνός θ’:〉 ἐν ἄλλῳ „κεῖνός γε“. Aint |
| book 48b1.1 | κεῖνος τὼς ἀγόρευε: ἄμεινον, ὡς καὶ 〈ὁ〉 Ἀσκαλωνίτης |
| book 48b1.2 | (p. 53 B.) φησί, τὸ τώς εἶναι ὁμοίως τῷ „τὼς δέ ς’ ἀπεχθήρω“ |
| book 48b1.3 | (Γ 415). A |
| book 48b2 | ὡς „τὼς δέ ς’ ἀπεχθήρω“. Til |
| book 50.1 | 〈ἐν θυμῷ βάλλονται ἐμοὶ χόλον:〉 διανοοῦνταί μοι |
| book 50.2 | χολοῦσθαι. Til |
| book 53-4.1 | ἧ δὴ ταῦτά γ’ ἑτοῖμα〈—παρατεκτήναιτο〉: |
| book 53-4.2 | πρὸς τὸ „δείδω, μὴ δή μοι τελέσῃ ἔποσ“ (Ξ 44) φησί· ταῦτα μὲν οὕτως |
| book 53-4.3 | ὡς ἐκεῖνος ἠπείλησεν ἔσται, καὶ οὐκ ἂν παρὰ ταῦτα ποιήσειεν ὁ Ζεύς. |
| book 53-4.4 | b(BCE3E4)T |
| book 54 | 〈παρατεκτήναιτο:〉 ἡ παρά περιττή. Aint |
| book 55.1 | ἐπέπιθμεν: συγκοπῇ τοῦ ἐπεπίθομεν, ὅθεν καὶ πεπιθὼν ἡ |
| book 55.2 | μετοχή· „ῥηϊδίως πεπιθεῖν“ (Ι 184). T |
| book 56a | 〈ἄρρηκτον:〉 τινὲς „ἄρρατον“, ἰσχυρόν, ἀνάλωτον. Til |
| book 56b | 〈αὐτῶν:〉 λείπει ἡμῶν. Til |
| book 56c | εἶλαρ: παρὰ τὸ εἰλῶ, ὡς παρὰ τὸ θένω θέναρ. T |
| book 58a.1 | οὐδ’ ἂν ἔτι γνοίης, μάλα περ σκοπιάζων: ὅτι Ὁμη‐ |
| book 58a.2 | ρικὸν τὸ ἔθος ὥστε ἔξωθεν τὸ τίς προσλαμβάνειν ἀντὶ τοῦ γνοίη τις ἄν· |
| book 58a.3 | εἴωθε γὰρ καὶ μὴ ὑποκειμένου προσώπου, πρὸς ὃ γίνεται ὁ λόγος, |
| book 58a.4 | οὕτως χρῆσθαι· „οὐδέ κε φαίησ“ (Γ 392) ἀντὶ τοῦ φαίη τις ἄν. A |
| book 58b | 〈γνοίης:〉 Ἀριστοφάνης χωρὶς τοῦ ς „γνοίη“. Aint Til |
| book 60a.1 | {ὡς} ἐπιμίξ: Ἀρίσταρχος ὡς „κουρίξ“ (χ 188). καὶ εἴπο‐ |
| book 60a.2 | μεν (sc. Hrd. μον. 2,951,14) ὅτι τὰ εἰς ιξ ἐπιρρήματα ὀξύνεται, ση‐ |
| book 60a | μειωσάμενοι τὸ πέριξ βαρυνόμενον. A |
| book 60b.1 | 〈ἐπιμίξ:〉 ἀθρόως ἀναμεμιγμένοι b(BCE3)Til ὥστε τῇ |
| book 60b.2 | ὄψει μὴ διαγινώσκειν τοὺς πίπτοντας. b(BCE3E4)Til |
| book 61-2.1 | ἡμεῖς δὲ φραζώμεθ’, 〈ὅπως ἔσται τάδε ἔργα, / εἴ |
| book 61-2.2 | τι νόος ῥέξει〉: παιδευτικῶς· ἔνεστι γὰρ καὶ ἐν τοῖς ἀνιάτοις καὶ |
| book 61-2.3 | ἐσχάτοις πράγμασι διὰ συνέσεως ἀνασφῆλαι. καὶ νῦν γοῦν ὁ Νέστωρ |
| book 61-2.4 | ἀντὶ τῶν ἀνῃρημένων, ἀντὶ τοῦ διακεκομμένου τείχους ἐπὶ τὴν φρόνη‐ |
| book 61-2.5.1 | σιν καταφεύγει. ἐμφαντικῶς δὲ καὶ τῷ ῥήματι χρῆται· ῥέξει (62) γὰρ |
| book 61-2.5.2 | ἔφη, οὐ ‘μηχανήσεται‘, ὡς ἐργαζομένου τοῦ νοῦ καὶ αὐτὰς τὰς πράξεις |
| book 61-2.5.3 | ἀποτελοῦντος. b(BCE3E4)T |
| book 62a1.1 | {εἴ τι} νόος ῥέξει: ἄλλοι „νόος γ’ ἔρξοι“. Aint τινὲς |
| book 62a1.2 | δὲ γράφουσι „νόος δ’ ἔρξει“. A |
| book 62a2 | 〈νόος ῥέξει:〉 οὕτως αἱ Ἀριστάρχου. Til |
| book 63a.1 | 〈βεβλημένον:〉 ὅτι πάλιν συλληπτικῶς· οὐ γὰρ πάντες |
| book 63a.2 | ἐβέβλη〈ν〉το. Aint |
| book 63b.1 | 〈βεβλημένον:〉 οἰκειοῦται καὶ αὐτὸς τὴν πληγὴν τῶν |
| book 63b.2 | ἑταίρων. ἢ ἐπεὶ πρὸς τὸ δεύτερον ὑπαντᾷ. Til |
| book 67a1.1 | ᾗ ἔπι {πολλ’}: διήλλαττον αἱ Ἀριστάρχου, „οἷς ἔπι“ καὶ |
| book 67a1.2 | ᾗ ἔπι. „οἷς ἔπι“, τῇ τάφρῳ καὶ τῷ τείχει. A |
| book 67a2 | αἱ Ἀριστάρχου καὶ ᾗ ἔπι καὶ „οἷς ἔπι“. Til |
| book 69 | 〈μέλλει:〉 ὅτι ἀντὶ τοῦ ἔοικεν. Aim |
| book 72a1.1 | οἶδα δὲ νῦν 〈ὅτι〉: οὕτως αἱ Ἀριστάρχου „ὅτε“ διὰ τοῦ |
| book 72a1.2 | ε. καὶ ἔστιν ἀκόλουθον τῷ „ᾔδεα 〈μὲν〉 γὰρ ὅτε πρόφρων“ (Ξ 71) τὸ |
| book 72a1 | „οἶδα δὲ νῦν ὅτε“. A |
| book 72a2.1 | ὅτ[ι] {τοὺς μέν}: αἱ Ἀριστάρχου „ὅτε“. καὶ ἔστιν ὅμοιον |
| book 72a2.2 | τῷ „ὅτε πρόφρων“. T |
| book 73a.1 | κυδάνει: βαρυτονητέον ὁμοίως τῷ „οἰδάνει ἐν στήθεσσι |
| book 73a.2 | νόον“ (Ι 554). A |
| book 73b1.1 | κυδάνει: ὡς „μελάνει δέ τε πόντον“ (Η 64) καὶ „οἰδάνει |
| book 73b1.2 | ἐν στήθεσσι“ (Ι 554). T |
| book 73b2.1 | ὡς „μελάνει“ καὶ „οἰδάνει“ (ἀντὶ τοῦ μελαίνει καὶ οἰδαίνει) |
| book 73b2.2 | καὶ κυδαίνει. b(BCE3) |
| book 75-81.1 | νῆας, ὅσαι πρῶται εἰρύαται〈—ἠὲ ἁλώῃ〉: |
| book 75-81.2 | ἢ νοσῶν οὐχ ὁρᾷ τὸ χρειῶδες ἢ τῶν ἀριστέων πειρᾶται· οἶδε γὰρ ὅτι |
| book 75-81.3 | ἐν ἡσυχίᾳ μὲν τῶν πραγμάτων κειμένων ὑποπίπτουσι τοῖς ὑπερέχου‐ |
| book 75-81.4 | σιν ἕκαστος, κινδύνου δὲ προκειμένου δηλοῦσι τὴν προαίρεσιν, οὐδὲν |
| book 75-81.5.1 | τῆς ἰδίας ἀσφαλείας προτιμῶντες. δοκιμάζειν οὖν αὐτοὺς πάλιν βού‐ |
| book 75-81.5.2 | λεται, καὶ ἠπίστατο καὶ ᾔδει ὡς πρὸς σώφρονας ὁ λόγος καὶ οὐκ εὐθὺ |
| book 75-81.5.3 | πηδήσουσι πρὸς πρᾶξιν. βούλεται δὲ παράκλητον ἑαυτῷ ποιῆσαι τὸν |
| book 75-81.5.4 | στρατόν, ἀλλὰ διὰ τῶν ἡγεμόνων· δι’ ἑαυτοῦ γὰρ οὐκ ἠδύνατο, |
| book 75-81.5.5 | b(BCE3E4)T ὡς τοῦ παρόντος κινδύνου διὰ τὴν Ἀχιλλέως μῆ‐ |
| book 75-81.10 | νιν τὴν αἰτίαν φερόμενος. b(BE3E4)T |
| book 75-6.1 | νῆες, ὅσαι πρῶται 〈εἰρύαται ἄγχι θαλάσσης / |
| book 75-6.2 | ἕλκωμεν〉: ἡ ὑποστιγμὴ ἀμφίβολος· ἤτοι γὰρ ἐπὶ τὸ εἰρύαται (75) |
| book 75-6.3 | ἢ ἐπὶ τὸ θαλάσσης (75). καὶ ἀμφότεραι λόγον ἔχουσι. μᾶλλον δὲ |
| book 75-6.4 | κατὰ τὸ τέλος τοῦ στίχου· οὐ γὰρ ἐγγὺς τῆς θαλάσσης, ἀλλ’ εἰς αὐτὴν |
| book 75-6.5 | τὴν θάλασσαν ἑλκύσαι συμβουλεύει. A |
| book 76 | 〈πάσας:〉 δηλονότι τὰς ἐπὶ τοῦ πρώτου στίχου. Til |
| book 77.1 | ὕψι δ’ ἐπ’ εὐνάων ὁρμίσσομεν: τὸ γὰρ ὑγρὸν ὑψηλότερον |
| book 77.2 | τῆς γῆς· διὸ ἀνάπλους μὲν ἡ ἀναγωγή, κατάπλους δὲ ἡ προσόρμισις. | |
| book 77.3 | καὶ „ὑψοῦ δ’ ἐν νοτίῳ τήν γ’ ὅρμισαν“ (δ 785). b(BCE3E4)T |
| book 78a.1 | {νὺξ} ἀβρότη: ὅτι ἤτοι κατὰ παράλειψιν τοῦ μ ἀντὶ τοῦ |
| book 78a.2 | ἀμβρότη, οἷον ἀθάνατος. ἢ ἀβρότη, καθ’ ἣν βροτοὶ οὐ φοιτῶσιν. A |
| book 78b.1 | ἀβρότη: ἐν ᾗ φόνοι οὐ γίνονται· ἔλυον γὰρ νυκτὸς τὰς |
| book 78b.2 | τάξεις. ἢ μεταληπτικῶς ἡ †φῶς† μὴ ἔχουσα· βροτὸς γὰρ ὁ φώς. καὶ |
| book 78b.3 | Αἰσχύλος (Prom. 2)· „ἄβροτον εἰς ἐρημίαν“, ἐν ᾗ φὼς οὐ γίνεται. b |
| book 78b.4 | (BCE3E4)T |
| book 78b.5.1 | ἢν καὶ τῇ: ἐὰν ὅλως καὶ δι’ αὐτῆς. | ἐζήτηται δέ, πῶς ὁ Ἀγα‐ |
| book 78b.5.2 | μέμνων—τῆς ἐκείνων σωτηρίας. A |
| book 80.1 | οὐ γάρ τις νέμεσις φυγέειν 〈κακόν, οὐδ’ ἀνὰ νύ‐ |
| book 80.2 | κτα〉: αἰσθάνεται αἰσχρὰ συμβουλεύων, ἀλλ’ ὅρα, τί προστίθησιν· οὐ |
| book 80.3 | γὰρ ἔφη φυγεῖν τὸν πόλεμον, ὅπερ ἦν ἀπρεπέστατον, ἀλλὰ κακόν. |
| book 80.4 | καὶ τὸ οὐδ’ ἀνὰ νύκτα εἰς ἐπίτασιν· καίτοι γε ἀγεννὲς ἦν τὸ νυκτὸς |
| book 80.5 | ὥσπερ δραπετεῦσαι τὴν μάχην. b(BCE3E4)T |
| book 81 | 〈ἠὲ ἁλώῃ:〉 ἐλλείπει τὸ 〈μείνασ〉, ἢ μ〈ε〉ίνας ἁλώῃ. Aim |
| book 83a.1 | Ἀτρείδη: καλῶς ἐπιπλήσσοντα παράγων τὸν Ὀδυσσέα |
| book 83a.2 | περιεῖλε τὰ λοιπὰ τῶν ὀνομάτων, τὸ „κύδιστε“ (Α 122 al.) καὶ |
| book 83a.3 | „ἄναξ“ (Β 434 al.). b(BCE3E4)T |
| book 83b.1 | ἕρκος ὀδόντων: τὸ ἐξ ὀδόντων ἕρκος· καὶ γὰρ ἦν παρά‐ |
| book 83b.2 | δοξον τὸν εἰπόντα „ἱδρώσει 〈μέν〉 τευ τελαμών“ (Β 388) καὶ ἀπειλή‐ |
| book 83b.3 | σαντα τοῖς φυγοῦσιν „ὃν δέ κ’ ἐγὼν ἀπάνευθε μάχησ“ (Β 391) νῦν λέ‐ |
| book 83b.4 | γειν „οὐ γάρ τις νέμεσις φυγέειν“ (Ξ 80). b(BCE3E4)T |
| book 84a.1 | οὐλόμενε {αἴθ’ ὤφελες}: ὅτι τινὲς ἀποδεδώκασιν οὐλόμενε |
| book 84a.2 | δεινέ· οὐ γὰρ ἂν λέγοι τῷ Ἀγαμέμνονι ὁ Ὀδυσσεὺς ὀλέθρου ἄξιε. οὐ |
| book 84a.3 | δυσωπητέον μέντοι γε, ἀλλ’ εἰς τὴν ἐνεστῶσαν περίστασιν ἀτενιστέον· |
| book 84a.4 | ἐπ’ ὠφελείᾳ γὰρ λέγει τοῦ Ἀγαμέμνονος καὶ τῶν ἄλλων συμμάχων· |
| book 84a.5.1 | διὸ καὶ ἐπιφέρει „ὦ Ὀδυσεῦ, μάλα πώς με καθίκεο θυμὸν ἐνιπῇ / ἀργα‐ |
| book 84a.5.2 | λέῃ“ (Ξ 104—5). A |
| book 84b.1 | οὐλόμενε: ὀλέθρων αἴτιε. ὡς ἐν ἰδιάζουσι δὲ σοβαρῶς ἐπι‐ |
| book 84b.2 | πλήσσει, b(BCE3E4)T καὶ ὅπως μὴ ταῦτα ἀεὶ λέγων λάθῃ εἰς |
| book 84b.3 | Ἕλληνας εἰπὼν αὐτά, ἄλλως τε T μετεσχηκὼς τῆς πρώτης ἀπο‐ |
| book 84b.4 | πείρας οἶδεν ὅτι πεῖραν καὶ νῦν καθίησιν. ἔχει οὖν καιρὸν ἡ παρρησία. |
| book 84b.5 | b(BCE3E4)T |
| book 84c | ἀεικελίου: ἀνομοίου ἡμῖν. T |
| book 84-5.1 | 〈αἴθ’ ὤφελλεσ〉 ἀεικελίου στρατοῦ ἄλλου / σημαί‐ |
| book 84-5.2 | νειν: τὸ πρῶτον ἐπιχείρημα ἀπὸ τῶν ἀκουόντων λαμβάνει, ὅτι πρὸς |
| book 84-5.3 | τοιούτους οὐκ ἔδει συμβουλεύειν τοιαῦτα. b(BCE3E4)T |
| book 86.1 | τολυπεύειν: ἐκτελεῖν· „ἠδ’ ὁπόσα τολύπευσα σὺν αὐτῷ καὶ |
| book 86.2 | πάθον“ (Ω 7)· ἐξ οὗ καὶ τολύπη τὸ κατε〈ι〉ργασμένον ἔριον. T |
| book 87 | 〈ὄφρα φθιόμεσθα ἕκαστος:〉 ὡς ἕκαστος ἡμῶν φθαρῇ. Til |
| book 88-94.1 | οὕτω δὴ μέμονας Τρώων πόλιν 〈εὐρυάγυιαν /〉 |
| book 88-94.2 | καλλείψειν〈—ἀνάσσεισ〉: τὸ δεύτερον ἐπιχείρημα ἀπ’ αὐ‐ |
| book 88-94.3 | τοῦ τοῦ πράγματος ὅτι, εἰ καὶ ἄλλοι ἦσαν οἱ ὑποτεταγμένοι, οὐκ ἔδει |
| book 88-94.4 | τοιαῦτα συμβουλεύειν οὐδὲ καταλείπειν τὰ προκείμενα. εἶτα τρίτον |
| book 88-94.5 | ὅτι ἀνάξια τῆς βασιλείας ἐφθέγξατο. b(BCE3E4)T |
| book 89a1.1 | 〈καλλείψειν:〉 †αἱ† Ζηνοδότου „ἐκπέρσειν“, οὐ καλ‐ |
| book 89a1.2 | λείψειν. καὶ παρίστησιν ἦθος. Aint |
| book 89a2.1 | καλλείψειν: †αἱ† Ζηνοδότου δὲ „ἐκπέρσειν“. καὶ ἔστι |
| book 89a2.2 | μᾶλλον ἠθικώτερον. T |
| book 90-1a1.1 | σίγα, 〈μή τίς τ’ ἄλλος Ἀχαιῶν τοῦτον ἀκούσῃ/ |
| book 90-1a1.2 | μῦθον〉: δαιμονίως προκαταλαμβάνει ὡς ἁμαρτόντος, οἷον ἀρκεῖ |
| book 90-1a1.3 | †οὐ† πρὸς ἡμᾶς τοὺς φίλους τὸ εἰρημένον. T |
| book 90-1a2.1 | δαιμονίως ὡς πρὸς ἁμαρτόντα διαλέγεται, καί φησιν ὅτι |
| book 90-1a2.2 | ἀρκέσει σοι πρὸς ἡμᾶς τοὺς φίλους τὸ εἰρημένον. b(BCE3E4) |
| book 90.1 | μή τίς 〈τ’〉 ἄλλος: ἢ „τοί“ ἐστὶν ἀντὶ τοῦ σοί ἢ „τέ“ πλεο‐ |
| book 90.2 | νάζον. T |
| book 91-4.1 | ὃν οὔ κεν ἀνήρ 〈γε〉 διὰ στόμα πάμπαν ἄγοιτο |
| book 91-4.2 | 〈/ —ἀνάσσεισ〉: οὐδὲν γὰρ αἰσχρότερον οἶδεν ὁ ποιητὴς τοῦ |
| book 91-4.3 | †λειποτακτεῖν†. ἀμέλει καὶ Ἀγαμέμνων τοῖς μείζοσιν ἐξωνείδισεν (sc. |
| book 91-4.4 | Β 391—3). ἄντικρυς δὲ ἐξελέγχει ὅτι οὐ βασιλικὸς ὁ λόγος ἐστίν. καὶ |
| book 91-4.5.1 | ῥητορικόν, ὅταν καταιτιώμενοί τινας πεφεισμένως μὴ τὰς κυρίας ὀνο‐ |
| book 91-4.5.2 | μασίας τῶν ἁμαρτημάτων λέγωμεν· ἔδει γὰρ εἰπεῖν ὡς οὐδὲ ἰδιώτης |
| book 91-4.5.3 | ἀξιώσειε λέγειν. b(BCE3E4)T |
| book 91 | 〈ὃν οὔ κεν ἀνήρ γε διὰ στόμα πάμπαν ἄγοιτο:〉 |
| book 91 | ὃν οὐχ ἕτερος εἴποι. Aint |
| book 92-3.1 | 〈ὅστις ἐπίσταται ᾗσι φρεσὶν ἄρτια βάζειν / |
| book 92-3.2 | σκηπτοῦχός τ’ εἴη:〉 ὅτι ἦν τις ἐπιστήμη πολιτικῶν λόγων, ἣ μό‐ |
| book 92-3.3 | νον ἀνήκει βασιλεῦσιν. Til |
| book 92 | 〈ἐπίσταιτο:〉 οὕτως ἐπίσταιτο. Aim |
| book 95a1.1 | νῦν δὲ σεῦ ὠνοσάμην 〈πάγχυ φρένας, οἷον ἔει‐ |
| book 95a1.2 | πεσ〉: ἀθετεῖται, ὅτι, εἰ μὲν ἀπεδέχετο αὐτὸν κατά τι, ἐνεχώρει, νῦν |
| book 95a1.3 | δὲ μόνον ἐμέμφετο. καὶ 〈διὰ〉 τὸ ἐν ἄλλῳ τόπῳ (sc. Ρ 173) δεόντως φέ‐ |
| book 95a1.4 | ρεσθαι. | Ζηνόδοτος δὲ γράφει „νῦν δέ σε ὠνοσάμην πάγχυ φρένας, |
| book 95a1.5 | 〈οἷον ἔειπεσ〉“. καὶ Ἀριστοφάνης δὲ προηθέτει. A |
| book 95a2.1 | 〈νῦν δέ σευ:〉 Ζηνόδοτος „νῦν δέ σε“. Ἀριστοφάνης δὲ |
| book 95a2.2 | ἀθετεῖ. Til |
| book 95b.1 | νῦν δὲ σεῦ ὠνοσάμην πάγχυ φρένας οἷον ἔειπες: |
| book 95b.2 | τὸ οἷον ἔειπες ἤτοι καθ’ αὑτὸ νοητέον, ἵν’ ᾖ θαυμαστικὸς ὁ λόγος, ἢ |
| book 95b.3 | τοῖς ἄνω συναπτέον, ἵν’ ᾖ ὁ λόγος ‘νῦν δὲ παντελῶς ἐμεμψάμην σε |
| book 95b.4 | οἷον εἴρηκασ‘. A |
| book 98 | 〈ἐπικρατέουσιν:〉 ἐπικρατοῦσι. Aint |
| book 99 | ἡμῖν δ’ αἰπὺς ὄλεθρος ἐπιρρέπῃ: ἡμῖν δὲ ἀνυπέρβλητος |
| book 99 | γένηται ὄλεθρος. b(BCE3)T |
| book 101.1 | ἀποπ〈απ〉τανέουσιν: περιβλέψονται καὶ πτοηθήσονται, |
| book 101.2 | δηλονότι περὶ τὴν καθολκὴν γινόμενοι. b(BCE3E4)T | παπταίνω |
| book 101.3 | παπτανῶ παπτανέω. b(BCE3)T |
| book 102.1 | ὄρχαμε λαῶν: ἠθικὸν τοῦτο· κατακερτομεῖ γὰρ ἄντικρυς |
| book 102.2 | τὴν συμβουλὴν ὡς οὐ βασιλεῖ ἁρμόζουσαν· b(BCE3E4)T φησὶ |
| book 102.3 | δὲ ‘σὺ ὁ βασιλεὺς πάντα συγχέεισ‘. b(BCE3)T |
| book 104a.1 | ὦ Ὀδυσεῦ, 〈μάλα πώς με καθίκεο θυμὸν ἐνιπῇ〉: |
| book 104a.2 | διδάσκει φέρειν πρᾴως τὰς λοιδορίας, ἐὰν ἐν καιρῷ καὶ ἐπὶ συμφέροντι |
| book 104a.3 | γίνωνται. b(BCE3E4)T |
| book 104b | 〈πώς με:〉 πώς μου. Til |
| book 105.1 | οὐ μὲν ἐγὼν ἀέκοντας 〈ἄνωγα〉: ἄριστα τρέπει τοὺς |
| book 105.2 | λόγους ἐπὶ ἕτερα, ὡς τὸ ὅλον ὑπὲρ Ἑλλήνων σκοπῶν. b(BCE3E4)T |
| book 107a.1 | εἴη: ἀντὶ τοῦ ἴτω· „καὶ τῷ προσιόντι προσεῖναι“ (Hsd. |
| book 107a.2 | opp. 353) ἀντὶ τοῦ προσιέναι. b(BCE3E4)T |
| book 107b.1 | εἴη: ἔλθοι. ὁ δὲ Ἕκτωρ βαρβαρικῶς· „ὧδ’ ἔστω, Τρῶες |
| book 107b.2 | μεγαλήτορεσ“ (Θ 523). T |
| book 107c.1 | ὃς τῆσδέ γ’ ἀμείνονα 〈μῆτιν ἐνίσποι〉: διδάσκει παν‐ |
| book 107c.2 | τὸς δέχεσθαι τὴν παραίνεσιν ἐν καιρῷ κινδύνου. b(BCE3E4)T |
| book 108a.1 | 〈ἐμοὶ δέ κεν ἀσμένῳ εἴη:〉 διὰ τὸ λοιδωρηθέντα πρώην |
| book 108a.2 | ὑπὸ Νέστορος αἰδεῖσθαι λέγειν (cf. Β 360). Til |
| book 108b | ἀσμένῳ: ἀπὸ τῆς ἡσμένος μετοχῆς γέγονε· διὸ ἤμειψε |
| book 108b | 〈τὸ〉 πνεῦμα. b(BCE3)T |
| book 110a1.1 | ἐγγὺς ἀνήρ: „ὃς τῆσδέ γ’ ἀμείνονα μῆτιν ἐνίσποι“ |
| book 110a1.2 | (Ξ 107). τοῦτό ἐστι τὸ ἑξῆς. T |
| book 110a2 | ἐγγύς, φησίν, ὅστις ἀμείνονα μῆτιν ἐνίψει. b(BCE3E4) |
| book 110a2.1 | ἐγγὺς ἀνήρ: ἐζήτηται, διὰ τί νῦν Διομήδης—τῶν |
| book 110a2.2 | πρεσβυτέρων τοὺς λόγους. A |
| book 110b.1 | 〈οὐ δηθὰ〉 ματεύσομεν: ἐρευνήσομεν, ζητήσομεν. b |
| book 110b.2 | (BCE3E4) καὶ ἑαυτὸν ὑποβάλλει τοῖς ζητοῦσι. μέτριος δὲ ὁ λόγος |
| book 110b.3 | καὶ οὐκ ἔχων ἐπίπληξιν· ἀπήρκει γὰρ Ὀδυσσεύς, ἄλλως τε τὸ ἐπι‐ |
| book 110b.4 | πλήσσειν θαμὰ ἀπέχθειαν, οὐ κηδεμονίαν ἐμφαίνει. b(BCE3E4)T |
| book 111 | 〈κότῳ ἀγάσησθε:〉 νῦν φθόνῳ φθονήσητε. Aint |
| book 112a1.1 | 〈νεώτατος:〉 οὕτως νεώτατος ὑπερθετικῶς ὡμολό‐ |
| book 112a1.2 | γουν ἅπασαι. Aim |
| book 112a2 | οὕτω πᾶσαι. Til |
| book 113.1 | πατρὸς δ’ ἐξ ἀγαθοῦ 〈καὶ ἐγὼ γένος εὔχομαι εἶ‐ |
| book 113.2 | ναι〉: καίτοι ἴδια ἔχων λέγειν ὅμως τὰ τοῦ πατρὸς προβάλλεται· |
| book 113.3 | τούτῳ γὰρ αὐτὸν συνέκρινεν Ἀγαμέμνων (cf. Δ 372—400). b(BCE3 |
| book 113.4 | E4)T |
| book 114a.1 | Τυδέος, 〈ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα κάλυψεν〉: |
| book 114a.2 | ὅτι χυτὴ γῆ ἡ ἐπὶ τοῖς νεκροῖς ἐπιχεομένη, οὐ καθολικῶς, ὡς „μέλαινα“ (Β 699 al.) |
| book 114a.3 | καὶ φερέσβιος. A | Ζηνόδοτος δὲ ἠθέτει, παρὰ Ἀριστοφάνει δὲ οὐκ ἦν. |
| book 114a | ATil τὸ δὲ κάλυψε Ἰωνικῶς. A |
| book 114b.1 | Τυδέος, ὃν Θήβῃσι 〈χυτὴ κατὰ γαῖα κάλυψεν〉: |
| book 114b.2 | ὅτι οὐ κατὰ τοὺς τραγικοὺς ἐν Ἐλευσῖνι μετηνέχθησαν οἱ περὶ τὸν Κα‐ |
| book 114b.3 | πανέα. T Ὁμηρικὸν δὲ ταῖς παρεκβάσεσιν διαναπαύειν τὸν |
| book 114b.4 | ἀκροατήν. τὸ δὲ Θήβῃσι δύναται καὶ ἐπίρρημα εἶναι καὶ ὄνομα. |
| book 114b.5.1 | b(BCE3E4)T ὁ δὲ Τυδεὺς Οἰνέως καὶ Περιβοίας τῆς Ἱππότου· |
| book 114b.5.2 | ὃς ἀνεψιοὺς ἐπιβουλεύοντας Οἰνεῖ Λυκωπέα καὶ Ἀλκάθουν ἀπέκτεινεν |
| book 114b.5.3 | †ἀγρόθι†, σὺν αὐτοῖς δὲ ἄκων καὶ τὸν πατράδελφον Μέλανα (συνε‐ |
| book 114b.5.4 | δαίνυτο γὰρ αὐτοῖς) καὶ φεύγων τὸν φόνον ἧκεν ἐς Ἄργος καὶ κα‐ |
| book 114b.5.5 | θαρθεὶς ὑπὸ Ἀδράστου γαμεῖ Δηϊπύλην τὴν θυγατέρα αὐτοῦ. T |
| book 114c | 〈καλύπτει:〉 γράφεται „κάλυψε“. Aint |
| book 115.1 | 〈Πορθεῖ:〉 οὕτω δισυλλάβως. ἐπίτηδες δέ, εἰ μὴ εὐκαίρως, οὐ |
| book 115.2 | μέμνηται Τυδέως ὁ ποιητής. Til |
| book 116a.1 | 〈ᾤκεον δ’ ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι:〉 |
| book 116a.2 | οὗτος ὁ στίχος μεταξὺ κεῖται. τὸ δὲ ἑξῆς „Ἄγριος ἠδὲ Μέλασ“ (Ξ 117). |
| book 116a | Aim |
| book 116b.1 | 〈ᾤκεον δ’ ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι:〉 |
| book 116b.2 | συλλήψει ἐχρήσατο· οἱ μὲν γὰρ δύο ἐν Πλευρῶνι, ὁ δὲ Οἰνεὺς ἐν Κα‐ |
| book 116b.3 | λυδῶνι ᾤκει. b(BCE3)Til |
| book 117.1 | ἱππότα Οἰνεύς: ὅτι ἐλέγχονται οἱ τὸν ἱππότην ἀποδι‐ |
| book 117.2 | δόντες φυγάδα· ὁ γὰρ Οἰνεὺς κατέμεινεν ἐπὶ τῆς πατρίδος (cf. Ξ 119) A |
| book 118a1.1 | 〈ἐμοῖο:〉 οὕτως Ἀρίσταρχος. Ζηνόδοτος δὲ „ἐμεῖο“, οὐκ |
| book 118a1.2 | ὀρθῶς. Aim |
| book 118a2.1 | 〈ἐμεῖο:〉 οὕτω Ζηνόδοτος. τινὲς δὲ „ἐμοῖο“, ἵν’ ᾖ κτητι‐ |
| book 118a2.2 | κή. Til |
| book 119a.1 | ἀλλ’ ὁ μὲν αὐτόθι μεῖνε: ὅτι ὁ Οἰνεὺς κατέμεινεν ἐπὶ τῆς |
| book 119a.2 | πατρίδος. ὁ ἱππότης (cf. Ξ 117) ἄρα οὐ φυγάς, ἀλλ’ ἱππικός. καὶ ὁ |
| book 119a.3 | Ἡσίοδος (fr. 228 M.—W.) δὲ οὕτως ἀκήκοεν· „ἰδὼν δ’ ἱππηλάτα Κῆ‐ |
| book 119a.4 | ρυξ“, ἀντὶ τοῦ ἱππικός. A |
| book 119b1.1 | 〈αὐτόθι:〉 γράφεται καὶ „αὐτοῦ“, ὡς „αὐτοῦ οἱ καὶ σῆ‐ |
| book 119b1.2 | μα τετεύξεται“ (Φ 322). Aim |
| book 119b2.1 | {αὐτόθι μίμνε:} τινὲς „αὐτοῦ“ {μεῖνε}, ὡς „αὐτοῦ οἱ καὶ |
| book 119b2.2 | σῆμα“. T |
| book 119c | 〈μεῖνε:〉 ἐν ἄλλῳ „μίμνε“. Aint |
| book 120.1 | ὣς γάρ που Ζεὺς ἤθελε: τὴν μὲν τῆς φυγῆς αἰτίαν |
| book 120.2 | ἐσιώπησε, τὰ δὲ πρὸς ἀρετὴν καὶ πλοῦτον εἶπεν. b(BCE3)T | Ζεὺς ὁ |
| book 120.1 | τοὺς ἐμφυλίους ἐκδιώκων φόνους. | ὅτι οὐχὶ φυγάς, ὡς οἱ νεώτεροι· |
| book 120.2 | φησὶ γοῦν „ἀλλ’ ὁ μὲν αὐτοῦ μίμνε“ (Ξ 119). | γέγονε δὲ ὁ Τυδεὺς ἐκ |
| book 120.5 | Γόργης ἢ Περιβοίας. T |
| book 120.1 | 〈ὣς γάρ που Ζεὺς ἤθελε〉 καὶ θεοὶ ἄλλοι: εὐσχημόνως |
| book 120.2 | ὁ Διομήδης παρεσιώπησε—Δηϊπύλην. ἡ ἱστορία παρὰ Φερεκύ‐ |
| book 120.3 | δει (FGrHist 3, 122 b). A |
| book 121.1 | 〈Ἀδρήστοιο δ’ ἔγημε θυγατρῶν:〉 λείπει ‘μίαν‘, τὴν |
| book 121.2 | Δηϊπύλην. Til |
| book 123.1 | ὄρχατοι ἀμφίς: παρὰ τὸ τῷ ἕρκει ἠσφαλίσθαι. ὄρχος ὄρ‐ |
| book 123.2 | χατος, ὡς μέσατος (cf. Θ 223. Λ 6), „πάχετοσ“ (ψ 191). τὸ δὲ ἀμφίς |
| book 123.3 | χωρὶς τῶν ἀρουρῶν. T |
| book 124a.1 | {πολλὰ δέ οἱ} πρόβατα {ἔσκε}: ὅτι πάντα τὰ τετράποδα, |
| book 124a.2 | διὰ τὸ ἑτέραν βάσιν ἔχειν πρὸ τῆς ὀπισθίας. A |
| book 124b.1 | πρόβατα: ἀντὶ τοῦ τὰ τετράποδα, καὶ „πρόβασιν“ (β 75) |
| book 124b.2 | τὴν τῶν τετραπόδων κτῆσιν, παρὰ τὸ πρὸ τῆς †πρώτης† βάσεως |
| book 124b.3 | ἑτέραν βάσιν ἔχειν. T |
| book 124c | 〈κέκαστο:〉 ἀντὶ τοῦ ἐνίκα. Til |
| book 125a | 〈μέλλετ’ ἀκουέμεν:〉 ὅτι ἀντὶ τοῦ ἐοίκατε ἀκηκοέναι. Aint |
| book 125b1.1 | ὡς ἐτεόν περ: οὕτως αἱ Ἀριστάρχου „εἰ ἐτεόν περ“, |
| book 125b1.2 | ἵν’ ᾖ ταῦτα δὲ ὑμᾶς εἰκὸς εἰδέναι ἀκηκοότας, εἰ ἀληθῆ λέγω. αἱ δὲ δη‐ |
| book 125b1.3 | μώδεις ὡς ἐτεόν περ. A |
| book 125b2 | Ἀρίσταρχος „εἰ ἐτεόν περ“. Aim Til |
| book 127 | πεφασμένον: ἀντὶ τοῦ φανθησόμενον. ἢ πεφασμένως. T |
| book 128a.1 | καὶ οὐτάμενοί περ 〈ἀνάγκῃ〉: καλῶς οὐχ ὁ Νέστωρ |
| book 128a.2 | ταῦτά φησιν, ἀλλ’ εἷς τῶν τετρωμένων. δεῖ δὲ πρὸς βραχὺ στίξαι εἰς τὸ |
| book 128a.3 | πέρ, εἶτα τὸ ἀνάγκῃ ἐπαγαγεῖν, ἵν’ ὥσπερ αἰτίαν τῆς ἐξόδου ἐπι‐ |
| book 128a.4 | φέρῃ τὴν περιεστῶσαν ἀνάγκην. A b (BCE3E4)T | ἡ διπλῆ δέ, ὅτι |
| book 128a.5 | συλληπτικῶς καὶ ἐπὶ τῶν βεβλημένων οὐτάμενοι εἴρηκεν. A |
| book 128b.1 | οὐτάμενοι: εἴπερ εἴα τὸ σημαινόμενον, ἦν ἀπὸ τοῦ οὔτη‐ |
| book 128b.2 | μι ἐνεστῶτος. ἔστιν οὖν ἀπὸ τοῦ οὐτασμένοι †ἐληλασμένως. T |
| book 129a.1 | 〈ἔνθα δ’ ἔπειτ’ αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτος:〉 |
| book 129a.2 | λείπει ἡ ἀπό. τὸ δὲ ἔπειτα ἀντὶ τοῦ δή. b(BCE3E4)Til |
| book 129b.1 | 〈ἐχώμεθα: ὅτι〉 ἐλλείπει ἡ ἀπό πρόθεσις, ἀπεχώμεθα. |
| book 129b.2 | Aint |
| book 129-31a1.1 | αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτοσ〈— / ἄλ‐ |
| book 129-31a1.2 | λους δ’ ὀτρύνοντες ἐνήσομεν〉: τὴν ἀφορμὴν τῆς συμβουλίας |
| book 129-31a1.3 | ἀπὸ τῶν Νέστορος λόγων εἴληφεν. AT „εἴ τι νόος ῥέξει· πόλεμον |
| book 129-31a1.4 | δ’ οὐκ ἄμμε κελεύω / δύμεναι· οὐ γάρ πως βεβλημένον ἐστὶ μάχεσθαι“ |
| book 129-31a1.5 | (Ξ 62—3). T |
| book 129-31a2.1 | τὴν δὲ ἀφορμὴν τῆς συμβουλίας ἀπὸ τῶν Νέστορος λόγων |
| book 129-31a2.2 | λαμβάνει καὶ κελεύει τοὺς μὲν ἄλλους κινεῖν πόλεμον, αὐτοὺς δὲ μή. |
| book 129-31a2.3 | b(BCE3E4) |
| book 130.1 | ἐκ βελέων {μή πού τις}: βέλτιον τοῖς ἄνω συνάπτειν τὸ |
| book 130.2 | ἐκ βελέων, ἵν’ ᾖ ἐκτὸς βελέων, ὡς „Ἕκτορα δ’ ἐκ βελέων 〈ὕπαγε |
| book 130.3 | Ζεύσ〉“ (Λ 163). A |
| book 131.1 | ἐνήσομεν: τῷ πολέμῳ. οἱ δὲ „ἀνήσομεν“ πείσομεν, A |
| book 131.2 | b(BCE3E4)T „ἀλλ’ ἀνίεις, ἐπεὶ αὐτὸς ἐγείναο παῖδ’ ἀΐδηλον“ |
| book 131.3 | (Ε 880). AT |
| book 132 | θυμῷ ἦρα φέροντες: ἐπικουρεῖν τῇ ψυχῇ θέλοντες. T |
| book 134.1 | 〈ἦρχε δ’ ἄρα σφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων:〉 |
| book 134.2 | ἀφθόνως καὶ γενναίως. Til |
| book 135.1 | 〈οὐδ’ ἀλαοσκοπιήν:〉 ὅτι Ζηνόδοτος γράφει „οὐδ’ |
| book 135.2 | ἀλαὸν σκοπιήν“. Aint |
| book 136a.1 | ἀλλὰ μετ’ αὐτοὺς ἦλθε 〈παλαιῷ φωτὶ ἐοικώσ〉: |
| book 136a.2 | ὅτι Ζηνόδοτος ὑποτάσσει „ἀντιθέῳ Φοίνικι ὀπάονι Πηλείωνοσ“ (cf. |
| book 136a.3 | Υ 360). οὐχ ἁρμόζουσι δὲ Φοίνικι οἱ ἐπιφερόμενοι λόγοι. βέλτιον οὖν |
| book 136a.4 | καθολικώτερον γέροντι ἀπεικάσθαι. A |
| book 136b.1 | μετ’ αὐτοὺς ἦλθε 〈παλαιῷ φωτὶ ἐοικώς: μετ’ αὐ‐ |
| book 136b.2 | τούς〉 πρὸς αὐτούς. παλαιὸς δέ ἐστιν ὁ λίαν γέρων, b(BCE3E4)T |
| book 136b | ὅθεν φησὶ „δεῦρο δὴ ὄρσο, γρηῢ παλαιγενέσ“ (χ 395). T |
| book 136c1.1 | παλαιῷ φωτὶ ἐοικώς: καλῶς ἐπὶ τοῦ ὄχλου Κάλχαντι |
| book 136c1.2 | εἴκασται (sc. Ν 45), ὅπου ἔπειθεν ὡς εὐδοκιμήσας περὶ τὸν λοιμόν, |
| book 136c1.3 | ἐπὶ Ἀγαμέμνονος δὲ οὔ· φησὶ γὰρ „ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον“ |
| book 136c1.4 | (Α 82)· ἀλλ’ οὐδὲ Θόαντι (cf. Ν 216—8)· νέος γὰρ οὗτος. νῦν δὲ |
| book 136c1.5.1 | ἁπλοϊκῶς ἔφη παλαιῷ φωτί, τίνι δέ, οὐ προσέθηκεν, ἀλλ’ ἀπήρκεσε |
| book 136c1.5.2 | τὰ τῆς ἡλικίας εἰς πίστιν· τὸ γὰρ προστιθέναι τὸν στίχον ἐκεῖνον |
| book 136c1.5.3 | „ἀντιθέῳ Φοίνικι, ὀπάονι Πηλείωνοσ“ (cf. Ψ 360) {καὶ} περίεργον· καὶ ἀπρεπές, |
| book 136c1.5.4 | Ἀχιλλέως ἀφεστῶτος τῆς μάχης, τὸν Φοίνικα μὴ μόνον φαίνεσθαι μετὰ |
| book 136c1.5.5 | Ἀγαμέμνονος, ἀλλὰ καὶ καταρᾶσθαι Ἀχιλλεῖ· „ἀλλ’ ὁ μὲν ὣς ἀπόλοι‐ |
| book 136c1.10.1 | το“ (Ξ 142). ἔστιν οὖν ὡς τὸ „ἀνδρὶ δέμας εἰκυῖα“ (θ 194) καὶ „δέμας |
| book 136c1.10.2 | δ’ ἤϊκτο γυναικί“ (δ 796). T |
| book 136c2.1 | καλῶς δὲ ἐπὶ τοῦ ὄχλου Κάλχαντι εἴκασται, δι’ οὗ καὶ |
| book 136c2.2 | ἔπειθεν· εὐδοκίμησε γὰρ περὶ τὸν λοιμὸν ἐκεῖνος. οὐ προσέθηκε δέ, τίνι |
| book 136c2.3 | εἴκασται, ἀλλ’ ἁπλῶς φωτὶ παλαιῷ, καὶ μόνον αὐτῷ τὰ τῆς ἡλικίας |
| book 136c2.4 | εἰς πίστιν ἀπήρκεσε δηλώσας. b(BCE3E4) |
| book 139-41.1 | νῦν δή που Ἀχιλλῆος 〈ὀλοὸν κῆρ / γηθεῖ |
| book 139-41.2 | —, ἐπεὶ οὔ οἱ ἔνι φρένες οὐδ’ ἠβαιαί〉: ἀεὶ καταδρομήν |
| book 139-41.3 | τινα εὑρίσκομεν τοῦ Ἀγαμέμνονος ἐν τοῖς πρὸς Ἀχιλλέα πεπραγμένοις. |
| book 139-41.4 | νῦν δὲ τοὐναντίον. καὶ ἔστιν ἁρμόδιον τῷ καιρῷ παραμυθίαν τινὰ προσ‐ |
| book 139-41.5.1 | ελθεῖν τῷ Ἀγαμέμνονι ὅτι οὐ διὰ τὴν αὐτοῦ ἁμαρτίαν δυστυχεῖ τὸ |
| book 139-41.5.2 | Ἑλληνικόν, ἀλλὰ διὰ τὴν Ἀχιλλέως ἀφροσύνην. b(BCE3E4)T |
| book 140-1.1 | γηθεῖ〈—〉, ἐπεὶ οὔ οἱ ἔνι φρένες: ὅτι τὸ ἐπιχαί‐ |
| book 140-1.2 | ρειν τοῖς κακοῖς ἄφρονος ἀνδρός. τὸ δὲ ἔνι (141) ἀντὶ τοῦ ἔνεισιν· ὁ |
| book 140-1.3 | τρόπος μετατύπωσις· ἐκ συνθήκης γὰρ ἁπλοῦν ἐποίησεν. b(BCE3E4) |
| book 140-1 | T |
| book 140.1 | 〈φύζαν:〉 τὴν μετὰ δέους φυγήν. | †οἱ δὲ παρὰ τὸ ζα καὶ τὴν |
| book 140.2 | φυγήν. b(BCE3E4)T |
| book 142a.1 | ὣς ἀπόλοιτο: οὕτως ὡς Ἕλληνες, ἢ ὡς ἡμᾶς θέλει, ἢ ὡς |
| book 142a.2 | ἔστιν †ἀκλεής. b(BCE3E4)T |
| book 142b.1 | σιφλώσειε: τυφλώσειεν, ἐπίψογον ποιήσειε· σῖφλος γὰρ |
| book 142b.2 | καλεῖται καὶ ὁ ψόγος. A | περισσὸς ὁ στίχος, καὶ T ἡ λέξις νεωτέ‐ |
| book 142b.3 | ρων· καὶ AT οἱ μὲν κακώσειεν, οἱ δὲ μωμητὸν ποιήσειεν, A |
| book 142b.4 | b(BCE3E4)T οἱ δὲ γέλωτα θείη, A b (BCE3E4) οἱ δὲ ἐκλύσειε· |
| book 142b.5.1 | A b (BCE3E4)T φλῶ γάρ ἐστι τὸ ὁρμὴν ἔχω, ὅθεν καὶ οἰνόφλυξ. |
| book 142b.5.2 | οἱ δὲ σιπαλὸν τὸν εἰδεχθῆ. AT |
| book 143a.1 | 〈σοὶ δ’ οὔπω:〉 ἀντὶ τοῦ οὐδ’ ὅλως, ὡς τὸ „οὐ νιφετός, |
| book 143a.2 | οὔτ’ ἂρ χειμὼν πολύσ“ (δ 566). | οἱ δὲ γράφουσι „†σοῦ δ’ οὖποι“. Til |
| book 143b.1 | {σοὶ δ’} οὔπω {μάλα πάγχυ}: παρέλκει ἐνθάδε τὸ πω· |
| book 143b.2 | συντασσόμενον γὰρ τῇ οὔ ἀποφάσει καὶ τῇ μή ἀπαγορεύσει ὑπισχνεῖ‐ |
| book 143b.3 | ται τὸ μετὰ ταῦτα γίνεσθαι τὸ συντασσόμενον αὐτοῖς πρᾶγμα, οἷον |
| book 143b.4 | οὔπω ἔφαγον, οὔπω ἐδείπνησα· μέλλων γάρ τις δειπνεῖν τοῦτο ἀπο‐ |
| book 143b.5.1 | φαίνεται· τὸ γὰρ οὐ δειπνῶ ἀπόφασιν ὑπισχνεῖται τελείαν, τὸ δὲ |
| book 143b.5.2 | οὔπω δειπνῶ τὸ μέλλον ὑπισχνεῖται. οὕτως Ἡρωδιανὸς ἐν τῇ Καθό‐ |
| book 143b | λου (1,491,16). A |
| book 145a | 〈κονίσσουσιν:〉 ἐκ τοῦ παρεπομένου φεύξονται. Til |
| book 145a | κονίσσουσι: κονέως πληρώσουσιν—ἐγείρουσι κόνιν. A |
| book 145b.1 | 〈σὺ δ’ ἐπόψεαι αὐτός:〉 ἐν ἄλλῳ „σὺ δ’ ἐπόψεαι αὐ‐ |
| book 145b.2 | τούσ“. A |
| book 147a.1 | μέγ’ ἄυσεν: ἵνα δείξῃ ὅτι θεός ἐστιν. ὅρα δὲ τὴν ποικιλίαν· |
| book 147a.2 | ἔμπροσθεν (sc. Ν 71—2) μὲν ἐκ τοῦ ἴχνους ἐπιγινώσκεται· νυνὶ δὲ |
| book 147a.3 | βοᾷ μέγα, ἵνα ἐκ τῆς βοῆς συνῶσι. πῶς δὲ ὁ κλέπτων τὴν μάχην βοᾷ; |
| book 147a.4 | ἐπεὶ εἶπεν „ἠχὴ δ’ ἀμφοτέρων ἵκετ’ αἰθέρα καὶ Διὸς αὐγάσ“ (Ν 837). |
| book 147a.5 | b(BCE3E4)T |
| book 147b | 〈πεδίοιο:〉 ὅτι ἐλλείπει ἡ διά, AimTil διὰ πεδίου. Aim |
| book 148-9.1 | ὅσσον τ’ ἐννεάχιλοι〈—Ἄρηοσ〉: ἤτοι ἀφ’ |
| book 148-9.2 | ἑτέρας ἀρχῆς τὴν παραβολὴν ἀναγνωστέον, ἵνα ὑποστίζωμεν ἐπὶ τὸ |
| book 148-9.3 | Ἄρηος (149), ἢ τοῖς ἄνω προσδοτέον, ἵνα στίζωμεν ἐπὶ τὸ Ἄρηος. A |
| book 148-9 | πῶς, φησίν, ὁ Ποσειδῶν, ὁμοιωθεὶς πρεσβύτῃ, ὑπὲρ— |
| book 148-9.5 | δύναμιν ἐνεδείκνυτο. A |
| book 148a.1 | 〈ὅσσον τ’ ἐννεάχιλοι:〉 ἡ Ἀριστοφάνους διὰ τοῦ δέ |
| book 148a.2 | „ὅσσον δ’ ἐννεάχιλοι {ἐπίαχον}“. Aint |
| book 148b | 〈ἐννεάχιλοι:〉 Ἀρίσταρχος ‘ἐννέα χείλη ἔχοντεσ‘, ἐκ μέ‐ |
| book 148b | ρους σώματος. Til |
| book 149.1 | 〈ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος:〉 προ‐ |
| book 149.2 | αλαλάζουσι γὰρ τῆς συμβολῆς· ὡς †τῷ θεῷ δὲ ἀλαλαγμὸν ὅμοιον |
| book 149.3 | δοῦσαι. Til |
| book 150.1 | ἐκ στήθεσφιν ὄπα: ἐκ ψυχῆς· ἔστι γὰρ ἐν τοῖς στήθεσι· |
| book 150.2 | μέρος δὲ αὐτῆς ἡ βοή. ἐπεὶ πῶς φησιν „ὅσον κεφαλὴ χάδε φωτόσ“ |
| book 150.3 | (Λ 462); b(BCE3E4)T |
| book 151-2.1 | 〈Ἀχαιοῖσιν δὲ〉 μέγα σθένος 〈ἔμβαλ’ ἑκάστῳ / |
| book 151-2.2 | καρδίῃ〉: ἤτοι καθ’ αὑτὸν τοῦτό φησιν, ὅτι καὶ σθένος αὐτοῖς ἐνέβα‐ |
| book 151-2.3 | λεν, ἢ συνῆπται τῷ προκειμένῳ, ὅτι διὰ βοῆς δείξας ἑαυτὸν ὅτι θεὸς |
| book 151-2.4 | ἦν παρώρμησε τοὺς ἀκούοντας. T |
| book 153a.1 | 〈Ἥρη δ’ εἰσεῖδε χρυσόθρονος ὀφθαλμοῖσι:〉 πα‐ |
| book 153a.2 | ραγραπτέον ἐπάνω διὰ τὸ ἑτέρων πραγμάτων ἀρχὴν εἶναι. Aim |
| book 153b.1 | Ἥρη δ’ εἰσεῖδε: ἤδη προσδοκωμένου τοῦ κινδύνου τῶν |
| book 153b.2 | νεῶν, ἀνυπερθέτως ἑτέρῳ ἐπεισοδίῳ ἐκαινοποίησε τὴν ὑπόθεσιν |
| book 153b.3 | μετάγει τε ἡμᾶς ἐπὶ τὰ οὐράνια καὶ ἐρωτικὰς διηγήσεις ποιεῖται, ἅμα |
| book 153b.4 | διδάσκων μὴ νικᾶσθαι ταῖς ἡδοναῖς. b(BCE3E4)T |
| book 154a.1 | 〈στᾶς’ ἐξ Οὐλύμποιο ἀπὸ ῥίου:〉 ὅτι ὄρος ὁ Ὄλυμ‐ |
| book 154a.2 | πος, καὶ ῥία ἔχει, καὶ ἀπὸ τῶν ῥίων ἐπιθεωροῦσιν. Aint |
| book 154b.1 | 〈στᾶσ’〉 ἐξ Οὐλύμποιο ἀπὸ ῥίου: ἀπό τινος ῥίου |
| book 154b.2 | τῶν ἐν τῷ Ὀλύμπῳ. τὸ δὲ ῥίον οἱ μὲν κατὰ ἀποβολὴν τοῦ ἀκρωτη‐ |
| book 154b.3 | ρίου, οἱ δὲ παρὰ τὸ ῥέεσθαι. προσέθηκε δὲ τὸ στᾶσα, ἐπεὶ πολὺ |
| book 154b | ἀπέχει Ὄλυμπος Ἴδης. T |
| book 155.1 | {τὸν μὲν} ποιπνύοντα: ὅτι τὸ ποιπνύοντα ἐνεργοῦντά |
| book 155.2 | ἐστιν, οὐχ ὡς οἱ Γλωσσογράφοι ποιοῦσι τὸ ποιπνύειν διακονεῖν ἐκ |
| book 155.3 | τοῦ „ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα“ (Α 600). | γέγονε |
| book 155.4 | δὲ παρὰ τὸ A πονῶ πονύω πνύω ποιπνύω ἀναδίπλωσις. ATil |
| book 157a.1 | 〈Ζῆνα δ’ ἐπ’ ἀκροτάτης κορυφῆς:〉 ὡς ὑψιβρεμέ‐ |
| book 157a.2 | την. Til |
| book 157b1.1 | 〈πολυπίδακος:〉 Ἀρίσταρχος πολυπίδακος, ἄλλοι |
| book 157b1.2 | δὲ „πολυπιδάκου“. Aim |
| book 157b2.1 | οὕτως πολυπίδακος A ἀπὸ τῆς πολυπῖδαξ. ATil |
| book 157b2.2 | καὶ κατὰ τὸ ἁπλοῦν „πίδακος ἀμφ’ ὀλίγησ“ (Π 825). A τὸ δὲ |
| book 157b2.3 | διὰ τοῦ ου γράφειν τελέως ἄγροικον. ATil |
| book 158a.1 | 〈εἰσεῖδε:〉 περισσόν· δύναται γὰρ ἀπὸ κοινοῦ τὸ „ἔγνω“ |
| book 158a.2 | (Ξ 154). Til |
| book 158b.1 | στυγερὸς 〈δέ οἱ ἔπλετο θυμῷ〉: καταπληκτικὸς ἢ |
| book 158b.2 | μισητός. | καὶ †τουτοῒ† τὸ ἦθος τῶν γυναικῶν· ἀποτυγχάνουσαι |
| book 158b.3 | γὰρ τῶν προκειμένων στυγοῦσι τοὺς ἄνδρας. b(BCE3E4)T |
| book 158c | {στυγερὸς δέ οἱ} ἔπλετο θυμῷ: „ἔπλετ’ ἰδούσῃ“, οὕτως |
| book 158c | ἄμεινον. T |
| book 160a.1 | ὅπ〈π〉ως ἐξαπάφοιτο: τρία εἰσί, δι’ ὧν περιγινόμεθα, |
| book 160a.2 | βία πειθὼ ἀπάτη. θεωροῦσα οὖν αὐτὸν ἄμαχον μὲν διὰ τὴν ἰσχύν, |
| book 160a.3 | ἄπιστον δὲ διὰ τὴν γνώμην, ἐπὶ τὴν ἀπάτην κατέφυγεν· b(BCE3) |
| book 160a.4 | T καὶ Ποσειδῶνα γὰρ ἑώρα λάθρα βοηθοῦντα τοῖς Ἕλλησιν. T |
| book 160b | 〈ὅππως:〉 τινὲς „εἴ πωσ“. Til |
| book 162a.1 | 〈ἐντύνασαν:〉 κοσμήσασαν. καὶ ἐπὶ Κίρκης „ἦλθ’ ἐντυνα‐ |
| book 162a.2 | μένη“ (μ 18). Til |
| book 162b.1 | ἓ αὐτήν: ὅτι Ζηνόδοτος γράφει „ἑωυτήν“. οὐχ ἁρμόζει |
| book 162b.2 | δὲ αἰτιατικῇ πτώσει τὸ οὕτως συναλείφειν· διαλύεται γὰρ εἰς τὸ ἕ καὶ |
| book 162b.3 | αὐτήν. ἀγνοεῖν δὲ τὴν διαφορὰν αὐτόν φησιν Ἀρίσταρχος. A |
| book 163a | 〈εἴ πως:〉 ἐν ἄλλῳ „ὅπ〈π〉ως {ἱμείραιτο}“. Aim |
| book 163b | 〈ἱμείραιτο:〉 εἰς ἵμερον ἀπαχθείη. Til |
| book 163c1.1 | παραδραθέειν: Ἀττικοὶ ἀποδαρθεῖν φασιν αὐτό, ἐπεὶ |
| book 163c1.2 | τότε ἀποτιθέμεθα τὸ δρᾶν, ὅ ἐστι πράττειν. T |
| book 163c2.1 | τότε γὰρ τὸ δρᾶν τι ἀποτιθέμεθα, ὅ ἐστι πράττειν. b |
| book 163c2.2 | (BCE3E4) |
| book 164a.1 | ᾗ {χροιῆι}: τὸ ᾗ δασυντέον καὶ περισπαστέον· ἔστι γὰρ |
| book 164a.2 | δοτικὴ πτῶσις κτητικῆς ἀντωνυμίας. A |
| book 164b1 | 〈ᾗ χροιῇ:〉 †τῷ αὐτῷ† σώματι τῷ ἑαυτῆς. Til |
| book 164b2 | ᾗ δὲ χροιῇ τῷ ἰδίῳ αὐτῆς σώματι. b(BE3E4) |
| book 164c.1 | ἀπήμονα: κυρίως ἐπίθετον ὕπνου· „λύων“ γὰρ „μελεδή‐ |
| book 164c.2 | ματα θυμοῦ“ (υ 56). λιαρὸν δὲ λίαν ἀρηρότα, ὅ ἐστι προσκολλώμε‐ |
| book 164c.1 | νον ἢ θερμόν· θερμαίνει γὰρ τὸ σῶμα· b(BCE3E4)T ἢ παρὰ τὸ |
| book 164c.2 | „λαρόν“ (Ρ 572 al.) πλεονασμῷ τοῦ ι, ὃ δηλοῖ τὸ ἡδύ. καλῶς δὲ ἐν |
| book 164c.5.1 | τῇ ἀπάτῃ τῇ ἐρωτικῇ νῦν ἐκτοπίζει τῆς Ἥρας τὴν Ἀθηνᾶν, οὐ κατ’ |
| book 164c.5.2 | Ἀπολλώνιον, ὃς περὶ Μηδείας αὐτὴν εἰσάγει 〈συ〉σκεπτομένην τῇ |
| book 164c.5.3 | Ἀθηνᾷ (cf. Ap. Rh. 3, 7—112). T |
| book 165.1 | πευκαλίμῃσι: δριμείαις παρὰ τὴν πεύκην· ἢ πυκναῖς παρὰ |
| book 165.2 | τὸ πύκα. b(BCE3E4)T |
| book 166a.1 | βῆ δ’ ἴμεν ἐς θάλαμον: οὐκ ἐπὶ ὅπλα· μία γὰρ τοῖς |
| book 166a.2 | ἀσθενέσιν ὁδός, ἡδονῇ περιγίνεσθαι τῶν μειζόνων, b(BCE3E4)T |
| book 166a.3 | ὡς καὶ ἰχθῦς καὶ πτηνὰ ἀγρεύομεν. T |
| book 166b.1 | τόν οἱ φίλος 〈υἱὸσ〉 ἔτευξεν: ἴσως μόνης αὐτῆς υἱὸς |
| book 166b.2 | Ἥφαιστος (cf. Hsd. th. 927—8). T |
| book 167a1 | 〈θύρας:〉 ὅτι πληθυντικῶς τὴν θύραν θύρας. Aim |
| book 167a2 | τὸ δὲ θύρας ἀντὶ τοῦ θύραν ὡς „πύλασ“ (Δ 34 al.). T |
| book 167b1.1 | ἐπῆρσεν: οἱ μὲν ἐπήρεισεν, οἱ δὲ ἐπήρασσεν, οἱ δὲ ἐφήρ‐ |
| book 167b1.2 | μοσεν. ὅμοιόν ἐστι τῷ „αὐτόδιον“ (θ 449), „ἐπίστιον“ (ζ 265), „μετά |
| book 167b1.3 | τ’ ἤθεα“ (Ζ 511. Ο 268). T |
| book 167b2 | ἐπήρεισεν ἢ ἐφήρμοσεν. b(BCE3E4) |
| book 168a.1 | κληῖδι κρυπτῇ: ἀνθρωποπαθεῖς εἰσάγων τοὺς θεοὺς καὶ |
| book 168a.2 | κλεισί φησι κεχρῆσθαι. T |
| book 168b | 〈τὴν δέ:〉 τριχῶς ἡ †στροφή† ἐστι· τὴν δέ τὴν κλεῖν, |
| book 168b | „τὸν δέ“ τὸν θάλαμον, „τὰς δέ“ τὰς θύρας. b(BCE3E4)T |
| book 168c.1 | ἀνῷγεν: ὅτι ὑγιῶς διὰ τοῦ α τὸ ἀνῷγεν· ἡ γὰρ πρόθεσις |
| book 168c.2 | οὐ μετακινεῖται εἰς τὸν παρῳχημένον. | προπερισπαστέον δέ. πρόσ‐ |
| book 168c.3 | κειται δὲ τῷ ω τὸ ι· ἀπὸ γὰρ θέματος τοῦ ἀνοίγω πέπτωκεν. A |
| book 169a.1 | θύρας ἐπέθηκε φαεινάς: ὅτι Ζηνόδοτος γράφει „θύρας |
| book 169a.2 | ἐπιθεῖσα φαεινάσ“, ἵνα συναφὴς ὁ λόγος γένηται. ὁ δὲ Ὅμηρος ἄλλας |
| book 169a.3 | ἀρχὰς λαμβάνει, ἵνα μὴ ἀσαφὴς ἡ περίοδος γένηται ἤτοι ὑστεροπε‐ |
| book 169a.4 | ρίοδος. A |
| book 169b.1 | θύρας ἐπέθηκε: γράφεται καὶ „πύλασ“. T | θαυμασία δὲ |
| book 169b.2 | ἡ μίμησις· ἐν ἀπορρήτῳ γὰρ τὰ τοιαῦτα πράττουσιν, ὡς ἂν μὴ ὑπο‐ |
| book 169b.3 | βολιμαῖον ἐκ τέχνης κομμωτικῆς αὐταῖς τὸ κάλλος, ἀλλὰ γνήσιον φαί‐ |
| book 169b.4 | νοιτο. b(BCE3E4)T |
| book 170a.1 | ἀμβροσίῃ μὲν πρῶτον 〈ἀπὸ χροὸς ἱμερόεντοσ〉: |
| book 170a.2 | ὅτι ἐκ τούτου τοῦ τόπου πλανηθέντες τινὲς ὑπέλαβον τὴν ἀμβροσίαν |
| book 170a.3 | εἶναι ὑγρὰν τροφήν. A |
| book 170b.1 | ἀμβροσίῃ: λείπει ὁ καί. | νῦν μὲν ὡς ἄλειμμα, ἄλλοτε δὲ |
| book 170b.2 | ὡς ξηρὰν τροφήν, ἄλλοτε δὲ ὡς ἔλαιον· „ἀμβροσίην ὑπὸ ῥῖνα“ (δ |
| book 170b | 445), „Πατρόκλῳ δ’ αὖτ’ ἀμβροσίην“ (Τ 38). T |
| book 171a.1 | λύματα: παρὰ τὸ λυμαίνεσθαι τὸν χρῶτα. | τὸ δὲ κάθηρε |
| book 171a.2 | προπαροξυτόνως, ἀπὸ τοῦ καθαίρω ἐκάθηρε καὶ Ἰακῶς κάθηρεν. |
| book 171a.3 | b(BCE3)T |
| book 171b.1 | {λύματα πάντα} κάθηρεν: τρίτην ἀπὸ τέλους ἔχει τὴν |
| book 171b.2 | ὀξεῖαν, ἀπὸ θέματος τοῦ καθαίρω. ὡς οὖν ἀπὸ τοῦ μεγαίρω ἐμέγηρε |
| book 171b.3 | καὶ ποιητικῶς „μέγηρε γάρ οἱ τότ’ Ἀπόλλων“ (Ψ 865), οὕτως ἐκά‐ |
| book 171b.4 | θηρε κάθηρε. A |
| book 171c.1 | ἐλαίῳ: πόθεν ἔλαιον τοῖς θεοῖς; ἄλλο ἐστὶ τὸ χρῖσμα ὡς τὸ |
| book 171c.2 | πόμα, καὶ ἄλλο τὸ ἄλειμμα. T |
| book 172a1.1 | {ἀμβροσίωι} ἑδανῷ: δασυντέον τὸ ἑδανῷ· τὸ γὰρ ἡδὺ |
| book 172a1.2 | βούλεται σημᾶναι. γίνεται δέ τινα ἀπὸ ῥημάτων διὰ τοῦ ανος παρα‐ |
| book 172a1.3 | γόμενα ὀξύτονα, ἅπερ τὴν τρίτην ἀπὸ τέλους ἔχει βραχεῖαν, ἢ αὐτό‐ |
| book 172a1.4 | θεν ἀπὸ τῶν ῥημάτων μετειληφότα, ὡς ἀπὸ τοῦ ἄγω ἀγανός, στέγω |
| book 172a1.5.1 | στεγανός, ἢ ἐκ τῆς μακρᾶς τῆς κατὰ τὰ ῥήματα εἰς βραχεῖαν μεθιστά‐ |
| book 172a1.5.2 | μενα, ὡς παρὰ τὸ ἵκω ἱκανὸς καὶ παρὰ τὸ πείθω πιθανός, τρώγω τρα‐ |
| book 172a1.5.3 | γανός, εἴδω ἰδανός, „τὰς ἰδανὰς Χάριτασ“ ὁ Καλλίμαχος (fr. 114, 9). |
| book 172a1.5.4 | οὕτως οὖν καὶ παρὰ τὸ ἥδω τὸ ἑδανός γένοιτ’ ἄν, τοῦ η εἰς τὸ ε τρα‐ |
| book 172a1.5.5 | πέντος· διὸ δασυντέον τὴν λέξιν. μὴ ἄρα ἐπιζητείτωσαν, πόθεν τὸ ε |
| book 172a1.10 | ἐγένετο· ὁ γὰρ χαρακτήρ, ὡς ἔφαμεν, τὴν βραχεῖαν ἀσπάζεται. A |
| book 172a2.1 | δασύνεται δέ· παρὰ γὰρ τὸ ἥδω ἡδανὸς καὶ μεταβολῇ |
| book 172a2.2 | ἑδανός· τὰ γὰρ διὰ τοῦ ανος ῥηματικὰ βραχεῖαν θέλει εἶναι τὴν ἄρχου‐ |
| book 172a2.3 | σαν, πιθανός, τραγανός. T |
| book 172a3.1 | δασύνεται τὸ ἑδανόν· παρὰ γὰρ τὸ ἡδονή ἡδανὸν καὶ ἑδα‐ |
| book 172a3.2 | νόν. b(BCE3E4) |
| book 172b.1 | ἑδανῷ: τῷ εὐώδει· οἱ δὲ ἡδεῖ, ἵν’ ᾖ αἴσθησις ἀντὶ αἰσθή‐ |
| book 172b.2 | σεως, ὡς παρὰ Καλλιμάχῳ (fr. 196, 45)· „λίχνος εἰμὶ καὶ τὸ πυθέ‐ |
| book 172b.3 | σθαι“. T |
| book 172c1.1 | τό ῥά οἱ τεθυωμένον ἦεν: ἡ διπλῆ, ὅτι μύρον μὲν οὐκ |
| book 172c1.2 | ὀνομάζει, τεθυμιαμένον δὲ ἔλαιον τὸ μύρον λέγει ὥστε εἰδέναι μὲν τὴν |
| book 172c1.3 | χρῆσιν, τὸ δὲ ὄνομα μή. λέγει δέ που καὶ „ῥοδόεντι δὲ χρῖεν ἐλαίῳ“ |
| book 172c1.4 | (Ψ 186) καὶ „κάλλεϊ μέν οἱ πρῶτα 〈προσώπατα καλὰ κάθηρεν / ἀμ‐ |
| book 172c1.5 | βροσίῳ〉“ (ς 192—3), μύρου τι γένος ὀνοματοποιήσας. A |
| book 172c2 | φαίνεται εἰδὼς μύρου χρῆσιν, τὸ δὲ ὄνομα ἀγν〈ο〉ῶν. Til |
| book 173-4.1 | τοῦ καὶ κινυμένοιο 〈Διὸς ποτὶ χαλκοβατὲς δῶ / |
| book 173-4.2 | ἔμπης—ἵκετ’ ἀϋτμή〉: διασταλτέον κατὰ τὸ τέλος τοῦ στίχου |
| book 173-4.3 | (sc. 173), καὶ γραπτέον ὡς Ἀρίσταρχος „κατὰ χαλκοβατὲς δῶ“· ὁ |
| book 173-4.4 | γὰρ λόγος ‘οὗ κινουμένου κατὰ τὸν τοῦ Διὸς οἶκον ὁμοίως ἐπί τε γῆν |
| book 173-4.5 | καὶ οὐρανὸν ἡ ἀποφορὰ διϊκνεῖται‘. A |
| book 173a | 〈κινυμένοιο:〉 ἀναχεομένου. | πολλὴ τῆς εὐωδίας ἡ ἐνέρ‐ |
| book 173a | γεια, τὸν κόσμον ἀποπληροῦσα. b(BCE3)Til |
| book 173b | 〈ποτί:〉 Ἀρίσταρχος „κατά {χαλκοβατέσ}“. Aim |
| book 174a1.1 | ἔμπης ἐς γαῖάν τε 〈καὶ οὐρανὸν ἵκετ’ ἀϋτμή〉: ἡ |
| book 174a1.2 | διπλῆ πρὸς τὰ περὶ τοῦ Ὀλύμπου ὅτι οὐκ ἔστιν ὁ αὐτὸς τῷ οὐρανῷ |
| book 174a1.3 | οὐδὲ τόπος τοῦ οὐρανοῦ· ἀπ’ αὐτοῦ γάρ φησι τὴν ὀσμὴν τοῦ μύρου |
| book 174a1.4 | ὁμοίως καὶ εἰς οὐρανὸν ἀφικνεῖσθαι καὶ εἰς γῆν. τοῦτο δὲ ἐπὶ τῶν |
| book 174a1.5.1 | ἀνωτάτω τοῦ ὄρους κορυφῶν συμφωνήσει, ἶσον διάστημα ἐπὶ γῆν |
| book 174a1.5.2 | καὶ οὐρανὸν λαμβάνειν. A |
| book 174a2.1 | σημειωτέον δὲ ὅτι ὄρος ὁ Ὄλυμπος· μεταξὺ γὰρ ὠνό‐ |
| book 174a2.2 | μασται γῆς καὶ οὐρανοῦ. T |
| book 174b1.1 | ἔμπης {ἐς γαῖάν τε}: ὁμοίως. „ἔμπης μοι δοκέει δαΐδων |
| book 174b1.2 | σέλασ“ (ς 354). καὶ ἄλλως δὲ ὁ νοῦς ‘καίπερ ἐν τῷ θαλάμῳ κινύμενον |
| book 174b1.3 | τὸ ἔλαιον τὴν εὐωδίαν εἰς τὰ πέρατα ἀφίει‘. T |
| book 174b2 | ὁμοίως ὡς ἐς οὐρανόν, οὕτω καὶ ἐς γῆν. b(BCE3E4) |
| book 175-6.1 | τῷ ῥ’ ἥ γε χρόα καλὸν ἀλειψαμένη 〈ἰδὲ χαίτας / |
| book 175-6.2 | πεξαμένη χερσὶ πλοκάμους ἔπλεξε φαεινούσ〉: ἤτοι ἐπὶ τὸ |
| book 175-6.3 | ἀλειψαμένη (175) διασταλτέον βραχὺ καὶ ἐπὶ τὸ πεξαμένη (176), |
| book 175-6.4 | πρὸς τὸ σαφές. A |
| book 175 | 〈καλόν:〉 τινὲς „καλῶσ“. Til |
| book 176a | 〈πεξαμένη:〉 διακρίνασα καὶ διαχωρίσασα. b(BCE3E4)Til |
| book 176b.1 | πλοκάμους ἔπλεξε: παρονομασία ἐτυμολογική. μέμφε‐ |
| book 176b.2 | ται δὲ Πλάτων (cf. rep. 3, 390 c 1) τὸν κόσμον τῆς Ἥρας, ἀγνοῶν ὡς |
| book 176b.1 | ἀνθρωποπαθεῖς εἰσάγει τοὺς θεούς· b(BCE3E4)T ἄλλως τε καὶ |
| book 176b.2 | οὐ περισσὸς ὁ κόσμος. T παραφυλακτέον δὲ τὸ παιδευτικὸν ὅτι |
| book 176b.5.1 | οὐ κομμωτρίας εἰσήγαγε τῇ θεῷ, ἀλλ’ αὐτὴν ἑαυτῇ πάντα ὑπηρετοῦ‐ |
| book 176b.5.2 | σαν. b(BE3E4)T ἐπεὶ ῥᾴδιόν ἐστιν Ὁμήρῳ, ὥσπερ ἐπὶ Κίρκης |
| book 176b.5.3 | τὰς νύμφας ἀντὶ θεραπαινῶν (sc. κ 348—70), οὕτω καὶ ἐπὶ τῆς με‐ |
| book 176b.5.4 | γίστης θεᾶς σεμνάς τινας δαίμονας παραλαβεῖν. T |
| book 177a1.1 | 〈καλοὺς ἀμβροσίους:〉 Ζηνόδοτος καὶ Ἀριστοφάνης |
| book 177a1.2 | „καλοὺς καὶ μεγάλουσ“. Aim |
| book 177a2.1 | τινὲς „〈καλοὺσ〉 καὶ μεγάλουσ“, ἵνα μὴ λυπῇ τὸ ἀμβρό‐ |
| book 177a2.2 | σιον συνεχὲς ὄν. Til |
| book 178a.1 | 〈ἑανὸν ἕσατο:〉 ὅτι ἑανὸς ὁ αὐτὸς τῷ πέπλῳ, καὶ καθόλου |
| book 178a.2 | πρὸς τὸν στολισμόν. Aint |
| book 178b.1 | 〈ἑανὸν ἕσατο:〉 παρονομασία ἐτυμολογική· δηλοῖ γὰρ |
| book 178b.2 | τὸν ἐνδυτήριον πέπλον. Til |
| book 179.1 | ἔξυσεν: ἐκέρκισε· ξύουσι γὰρ τὴν κρόκην πρὸς τὸ πυκνωθῆ‐ |
| book 179.2 | ναι. οἱ δὲ ἐλέανεν, ἀπὸ μεταφορᾶς τῶν ξύλων. A b (BCE3E4)T οἱ |
| book 179.3 | δὲ ἀντὶ τοῦ ἔγναψε μετὰ τὸ ὑφανθῆναι. A b (BE3E4)T |
| book 180a1.1 | 〈ἐνετῇσι:〉 δίδωμι δοτή, τίθημι θετή, ἵημι ἑτὴ καὶ |
| book 180a1.2 | ἐνετή. Til |
| book 180a2 | ἵημι ἱτὴ ἑτή. λέγει δὲ τὴν τῶν περονῶν εἰσβολήν. b |
| book 180a2 | (BCE3E4) |
| book 180b.1 | {χρυσείης δ’ ἐνετῆισι} κατὰ στῆθος περονᾶτο: ὅτι |
| book 180b.2 | κατὰ τὸ στῆθος ἐπερονῶντο, οὐχ ὡς ἡμεῖς κατὰ τὴν κατάκλειδα τοῦ |
| book 180b.3 | ὤμου. A |
| book 181a1.1 | 〈ζώσατο δὲ ζώνην ἑκατὸν θυσάνοις ἀραρυῖαν:〉 |
| book 181a1.2 | Ἀρίσταρχος „ζώνῃ“ 〈καὶ „ἀραρυίῃ“〉, ἄλλοι δὲ ζώνην καὶ ἀρα‐ |
| book 181a1.3 | ρυῖαν. Aint |
| book 181a2.1 | κατὰ δοτικὴν τὸ „ζώνῃ“ καὶ Ἀρίσταρχος, „ζώνῃ ἑκατὸν |
| book 181a2.2 | θυσάνοις ἀραρυίῃ“. Til |
| book 182a.1 | ἕρματα: τὰ τοῖς ὠσὶ πρὸς κόσμον προσαπτόμενα, b |
| book 182a.2 | (BCE3) παρὰ τὸ ἐνείρεσθαι. b(BCE3)Til τούτοις. b(BCE3) |
| book 182b.1 | λοβοῖσι: τὰ τῶν ὤτων ἄκρα, b(BCE3) παρὰ τὸ |
| book 182b.2 | λαμβάνειν τι καὶ δέχεσθαι, λαβοί τινες ὄντες καὶ τροπῇ λοβοί. b |
| book 182b.3 | (BCE3E4)T |
| book 183a.1 | τρίγληνα, μορόεντα: ἡ διπλῆ, ὅτι τρίγληνα τρί‐ |
| book 183a.2 | κορα, ὡς τριῶν ζῳδίων ἐφ’ ἑκάτερον δεδημιουργημένων. μορόεντα |
| book 183a.3 | δὲ πεπονημένα τῇ κατασκευῇ, ἀπὸ τοῦ μορῆσαι, ὅ ἐστι κακοπαθῆ‐ |
| book 183a.4 | σαι. A |
| book 183b.1 | τρίγληνα: πολλῆς θέας ἄξια—πολλὰ ἐκεχάνδει. | |
| book 183b.2 | τρίγληνα δὲ ὡς τρίπυλα· ὃν γὰρ τρόπον παρὰ τὸ πύλη ἐγένετο |
| book 183b | τρίπυλον, οὕτως καὶ παρὰ τὸ γλήνη τρίγληνον. A |
| book 183c.1 | τρίγληνα: οἱ μὲν ἀξιοθέατα, ὡς „γλήνεα πολλὰ κεχάνδει“ |
| book 183c.2 | (Ω 192). οἱ δὲ ἐκ τριῶν ζῳδίων συγκείμενα, οἱ δὲ τριόφθαλμα, b |
| book 183c.3 | (BCE3)T ἅπερ Ἀττικοὶ τριοττίδας καλοῦσιν. b(BE3)T οἱ |
| book 183c.4 | δὲ τρία Χαρίτων ἐκτυπώματα ἔχοντα· οὐκ οἶδε δὲ ἀριθμὸν Χαρίτων ὁ |
| book 183c.5 | ποιητής. T |
| book 183d.1 | μορόεντα: οὕτως Ἀρίσταρχος ἀπὸ τοῦ μ ποιεῖται τὴν δια‐ |
| book 183d.2 | στολὴν καὶ ὁ Ἀσκαλωνίτης (p. 53 B.). †καὶ ὁ λόγος ἔχει· τὰ γὰρ μετὰ |
| book 183d.3 | πολλοῦ μόρου καὶ κακοπαθείας γινόμενα δηλοῖ. παραιτητ〈έον〉 δὲ |
| book 183d.4 | τοὺς ἀπὸ τοῦ α τὴν διαστολὴν ποιουμένους, ἵνα τὸ α ἐπιτατικὸν |
| book 183d.5 | ὑπάρχῃ μηδενὸς κατεπείγοντος. A |
| book 183e.1 | μορόεντα: ἐκπεπονημένα τῇ κατασκευῇ καὶ μεμεριμνη‐ |
| book 183e.2 | μένα τῇ τέχνῃ. b(BCE3E4)T τινὲς δὲ „ἀμορόεντα“ τοῦ α ἐπιτα‐ |
| book 183e.3 | τικοῦ ὄντος, οὐχ ὑγιῶς. T |
| book 184a.1 | 〈κρηδέμνῳ:〉 παρὰ τὸ δέμω ῥῆμα κρήδεμνον. ἔστι δὲ |
| book 184a.2 | μέχρι τῶν ὤμων παρειμένον, ὁ δὲ κεκρύφαλος δετὸς καὶ ἡ παραδέσμη. |
| book 184a.3 | Til |
| book 184b | 〈κρηδέμνῳ:〉 κεφαλοδέσμιον | παρὰ τὸ τὴν κάραν δε‐ |
| book 184b | σμεῖν. b(BCE3E4) |
| book 185a1.1 | 〈νηγατέῳ:〉 ὥσπερ παρὰ τὸ τείνομαι γίνεται τατός, |
| book 185a1.2 | οὕτως παρὰ τὸ γ〈ε〉ίνομαι γατὸς καὶ μετὰ τοῦ νέον νεήγατος καὶ ἐν |
| book 185a1.3 | ὑπερθέσει τοῦ ε νηγάτεος. b(BCE3E4) |
| book 185a2.1 | παρὰ τὸ τείνομαι τατός, †γειμοιτατὸς, νεήγαντος†, |
| book 185a2.2 | ὑπερθέσει τοῦ ε νηγάτεος. Til |
| book 185b | 〈λευκὸν δ’ ἦν:〉 ἐν ἄλλῳ „λαμπρὸν δ’ ἦν“. Aim |
| book 186 | 〈λιπαροῖσιν:〉 τινὲς ἀληλιμμένοις. Til |
| book 187.1 | πάντα 〈περὶ χροῒ θήκατο〉 κόσμον: οὐδὲν παρέλιπε |
| book 187.2 | τῶν γυναικείων κοσμημάτων, οὐ τὰ νίπτρα, οὐ τὴν τῶν ἀλειμμάτων |
| book 187.3 | περιεργίαν, οὐ τὴν ἐμπλοκήν, οὐ τὴν ἐσθῆτα, οὐ τὸν ἔξωθεν κόσμον |
| book 187.4 | περὶ τὰ ὦτα, περὶ τὴν κεφαλήν, περὶ τοὺς πόδας. τῷ οὖν φυσικῷ |
| book 187.5.1 | κάλλει καὶ τὴν ἐκ τῆς τέχνης ἠθέλησεν εὐπρέπειαν προσάψαι. καίτοι |
| book 187.5.2 | δὲ τῶν περὶ ταῦτα δεινῶν γυμνὰς γραφόντων ἢ πλασσόντων τὰς γυ‐ |
| book 187.5.3 | ναῖκας καὶ πρὸς ἀπάτην, ὁ ποιητὴς παραλιπὼν γυμνουμένην αὐτὴν |
| book 187.5.4 | δεῖξαι, ἵνα μὴ εἰς αἰσχρὰν ἐνέργειαν τὴν τῶν ἀκροωμένων διάνοιαν |
| book 187.5.5 | προκαλέσηται, κοσμηθεῖσαν ἐνεφάνισε καὶ λόγοις πλέον χρωμάτων |
| book 187.10 | αὐτὴν διετύπωσεν. b(BCE3E4)T |
| book 188.1 | καλεσ〈σ〉αμένη δ’ Ἀφροδίτην: οὐκ ἀπέχρησεν αὐτῇ |
| book 188.2 | μόνος ὁ κόσμος, ἀλλὰ καὶ ἄλλης τινὸς συλλήψεως δεῖται. διδάσκει δὲ |
| book 188.3 | ὁ λόγος ὅτι αἱ τοιαῦται ὑπὸ τῶν γυναικῶν ἡδοναὶ οὐ χωρὶς περιέργου |
| book 188 | τινὸς δυνάμεως γίνονται, πρὸς ἣν παρεσκευάσθαι δεῖ τὸν ἔμφρονα. |
| book 188.5.1 | ἅμα δὲ κἀκεῖνο ἐννοητέον, ὅτι οὐχ ἁπλοῦν φαίνεται τῷ Ὁμήρῳ τὸ |
| book 188.5.2 | περιγενέσθαι τοῦ σοφοῦ. διὰ τοῦτο καὶ ἡ Ἥρα πολλὰ πραγματεύεται |
| book 188.5.3 | εἰς τὸ περιγενέσθαι τοῦ Διός. b(BE3E4)Til |
| book 189a.1 | 〈τῶν ἄλλων ἀπάνευθε θεῶν πρὸς μῦθον ἔειπεν:〉 |
| book 189a.2 | δεῖ γὰρ τοιούτοις ἐγχειροῦσαν κρύφα εἰπεῖν, ἐπεὶ καὶ ἐν ἀπορρήτῳ τὰ |
| book 189a.3 | τοιαῦτα πράττουσιν αἱ γυναῖκες. b(BCE3E4)T |
| book 189b.1 | 〈τῶν ἄλλων ἀπάνευθε θεῶν:〉 μᾶλλον τοῖς ἐπάνω |
| book 189b.2 | τοῦτο προσδοτέον. Aint |
| book 190.1 | 〈ἦ ῥά νύ μοί τι πίθοιο, φίλον τέκος, ὅττι κεν |
| book 190.2 | εἴπω:〉 ὑποθετικῶς διαλέγεται καὶ θυγατέρα αὐτὴν καλεῖ διὰ τὴν |
| book 190.3 | χρείαν. b(BCE3E4)Til |
| book 191 | 〈ἀρνήσαιο:〉 ἀπείποις. Til |
| book 192.1 | οὕνεκ’ ἐγὼ Δαναοῖσι, 〈σὺ δὲ Τρώεσσιν ἀρήγεισ〉: |
| book 192.2 | πιθανῶς τὴν ὑπὲρ τῶν στρατευμάτων διαφορὰν παρήγαγε προλαμ‐ |
| book 192.3 | βάνουσα τὴν ἐκείνης ἀντίρρησιν. b(BCE3E4)T |
| book 194.1 | πρέσβα: συγκοπῇ τοῦ πρέσβεια. | πῶς δὲ ἡ καλοῦσα αὐτὴν |
| book 194.2 | ‘τέκνον‘ (cf. Ξ 190) περὶ κάλλους ἤμελλεν ἐρίζειν αὐτῇ; πῶς δὲ τὸν |
| book 194.3 | κεστὸν ἔχουσα, ᾧ καὶ Δία νικᾷ, οὐκ ἤμελλεν αὐτῆς περιέσεσθαι; |
| book 194.4 | νεωτερικὴ οὖν ἡ κρίσις. T |
| book 195a | 〈ὅ, τι:〉 τὸ ὅ, τι ἀντὶ τοῦ ὅπερ. Til |
| book 195b | 〈ἄνωγεν:〉 ἐν ἄλλῳ „ἀνώγει“. Aim |
| book 196a.1 | εἰ δύναμαι τελέσαι γε 〈καὶ εἰ τετελεσμένον |
| book 196a.2 | ἐστίν〉: ὅτι περιώρικε· τὸν γὰρ ἐπιδεχόμενον τελέσαι δυνατὸν εἶναι |
| book 196a | δεῖ καὶ αὐτὸ τὸ πρᾶγμα δυνατὸν εἶναι πρὸς τελείωσιν. A |
| book 196b.1 | καὶ εἰ τετελεσμένον ἐστί: καὶ εἰ τετελεσμένον ἑτέρῳ |
| book 196b.2 | τινὶ τυγχάνει, ὡς τὸ μὴ προγενόμενον οὐκ ἂν ὕστερόν ποτε γένοιτο. |
| book 196b.3 | ἢ εἰ τελεσθησόμενόν ἐστι· b(BCE3E4)T τῶν γὰρ πραγμάτων |
| book 196b.4 | τὰ μὲν ἰδικῶς ἄπορα, τὰ δὲ κοινῶς ἀδύνατα. b(BCE3E4)Til |
| book 198a | 〈δὸς νῦν μοι:〉 ἐν ἄλλῳ „δός μοι νῦν“. Aim |
| book 198b | 〈ἵμερον:〉 τινὲς τὴν τῶν ἀπόντων ἐπιθυμίαν. Til |
| book 198-9.1 | ᾧ τε σὺ πάντας / δαμνᾷ 〈ἀθανάτους ἠδὲ θνη‐ |
| book 198-9.2 | τοὺς ἀνθρώπουσ〉: πρακτικὰ ἅπαντα· καὶ γὰρ τὸ ἐπαίρειν αὐτῆς |
| book 198-9.3 | τὴν δύναμιν ἐπαγωγότατον. ἅμα δὲ καὶ σύστασιν ἔχει ὁ λόγος, ἵνα |
| book 198-9.4 | πιθανὸν φανῇ καὶ τὸν Δία τοῖς τοιούτοις κρατηθῆναι. b(BCE3)T |
| book 199a1.1 | δαμνᾷ: οἱ μὲν ὁμοίως τῷ „πειρᾷ ἐμεῖο, γεραιέ“ (Ω 390). |
| book 199a1.2 | οἱ δὲ Δώριον αὐτὸ ἀπὸ τοῦ δάμνασαι· οὕτως Ἀρίσταρχός φησιν |
| book 199a1.3 | ἐπίστᾳ, δύνᾳ, ὅλον δὲ ἐπίστασαι. T |
| book 199a2 | ἀποκοπὴ τοῦ δάμνασαι, Δωρικῶς. b(BCE3) |
| book 200.1 | ὀψομένη: ἀντὶ τοῦ συντευξομένη, τῷ Ὠκεανῷ. T πιθα‐ |
| book 200.2 | νῶς δὲ πλανᾷ ἐκτοπίζουσα τὸν ἔλεγχον καὶ μακρὰν καθιστᾶσα τὴν |
| book 200.3 | ὑποψίαν (cf. Ξ 200—1). b(BCE3)T |
| book 201.1 | θεῶν γένεσιν: θεῶν πατέρα, ἐπεὶ πρῶτον στοιχεῖον— |
| book 201.2 | καὶ τροφὸν πάντων. A |
| book 202a.1 | 〈οἵ μ’ ἐν σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδ’ ἀτίταλ‐ |
| book 202a.2 | λον:〉 εἰκότως μνήμονα εὐεργεσιῶν ἑαυτὴν ἀπογράφει, εὐέλπιδα καὶ |
| book 202a | ταύτην ποιοῦσα ὡς ἀντιληψομένην τὰς χάριτας. b(BCE3E4)T |
| book 202b1.1 | 〈οἵ με σφοῖσιν:〉 οὕτως Ἀρίσταρχος 〈„οἵ μ’ ἐν σφοῖ‐ |
| book 202b1.2 | σιν“〉, ἄλλοι δὲ οἵ με σφοῖσι. Aint |
| book 202b2 | {ἐν σφοῖσι:} σὺν τῇ „ἐν“ αἱ Ἀριστάρχου. T |
| book 202c | ἀτίταλλον: ἀτιτάλλειν τὸ ἐξ ἀταλοῦ τρέφειν. T |
| book 203a1.1 | 〈Ῥείης:〉 διὰ τοῦ α „Ῥείασ“ αἱ Ἀριστάρχου. οὕτως καὶ |
| book 203a1.2 | Ἀριστοφάνης. Aim |
| book 203a2 | τὸ δὲ Ῥείης ὁ Ἀρίσταρχος διὰ τοῦ α, „Ῥείασ“. T |
| book 205-7.1 | τοὺς εἶμ’ ὀψομένη〈—ἔμπεσε θυμῷ〉: ὅτι νῦν |
| book 205-7.2 | καλῶς λέγονται, ἐν δὲ τοῖς κάτω πρὸς τὸν Δία (sc. Ξ 304—6) οὐ‐ |
| book 205-7.3 | κέτι. A |
| book 206a.1 | 〈δηρὸν χρόνον:〉 ὅτι παραλλήλως δηρὸν καὶ χρό‐ |
| book 206a.2 | νον. Aint |
| book 206b.1 | δηρὸν 〈χρόνον〉: ἐκ παραλλήλου· φησὶ γὰρ „αἰσχρόν |
| book 206b.2 | τοι δηρόν τε μένειν“ (Β 298). T |
| book 208a1.1 | εἰ κείνω γ’ ἐπέεσσι 〈παραιπεπιθοῦσα φίλον |
| book 208a1.2 | κῆρ〉: „κείνων“ σὺν τῷ ν Ἀριστοφάνης καὶ Ζηνόδοτος. Ἀρίσταρχος |
| book 208a1.3 | δὲ Ὁμηρικώτερόν φησιν εἶναι, εἰ κείνους παραπείσασα τὴν ψυχήν· |
| book 208a1.4 | ἐγχωρεῖν δὲ καὶ μετὰ τοῦ ν, εἰ κείνων τὸ κῆρ πείσασα. οὐ δεῖ δὲ ξενίζε‐ |
| book 208a1.5 | σθαι ἐπὶ ταῖς τῶν πτώσεων ἐναλλαγαῖς. A |
| book 208a2.1 | {εἰ κείνῳ γε:} Ζηνόδοτος καὶ Ἀριστοφάνης „κείνων“. ὁ |
| book 208a2.2 | δὲ Ἀρίσταρχος Ὁμηρικόν φησιν εἶναι, εἰ κείνους παραπείσασα τὴν |
| book 208a2.3 | ψυχήν. δύναται δὲ τὸ κείνω ἀντὶ τοῦ κείνων εἶναι, ὡς „ἄμφω δ’ |
| book 208a2.4 | ἑζομένω“ (Γ 211). T |
| book 208-9.1 | 〈εἰ κείνω γ’ ἐπέεσσι παραιπεπιθοῦσα φίλον |
| book 208-9.2 | κῆρ / εἰς εὐνὴν ἀνέσαιμι:〉 τὸ κείνω (208) πρὸς τὸ ἀνέσαιμι |
| book 208-9.3 | (209), παραπείσασα, φησί, τὴν ψυχήν. b(BCE3E4) |
| book 209a1.1 | εἰς εὐνὴν ἀνέσαιμι ὁμωθῆναι 〈φιλότητι〉: ὅτι τὸ |
| book 209a1.2 | ὁμωθῆναι οὐκ ἔστιν ὁμοιωθῆναι, ἀλλ’ ὁμόσε ἐλθεῖν φιλότητι. | |
| book 209a1.3 | δασυντέον δὲ τὸ ο, ὡς χρυσωθῆναι δὲ ἀναγνωστέον. A |
| book 209a2 | δασύνεται δὲ τὸ ὁμωθῆναι. T |
| book 209b.1 | ὁμωθῆναι: ὁμοιωθῆναι, | εἰς ταὐτὸ συνελθεῖν, b(BCE3E4) |
| book 209b.2 | T „ὁμὸν λέχος εἰσαναβαίνοι“ (Θ 291). οὐκ ἄν τις οὖν τὴν γνώ‐ |
| book 209b.3 | μην κυριώτερον εἴποι. T |
| book 210.1 | αἰεί κέ σφι φίλη 〈τε καὶ αἰδοίη καλεοίμην〉: λελη‐ |
| book 210.2 | θότως ὑποβάλλει ὅτι καὶ σὲ τὴν τῆς τιμῆς μοι αἰτίαν νομιῶ φίλην. |
| book 210.3 | b(BCE3)T |
| book 212.1 | 〈οὐκ ἔστ’ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι:〉 πῶς |
| book 212.2 | ἡ ἄλλους ἐξαπατῶσα ἀπατᾶται νῦν; ἢ οὐκ ἀλεξιφάρμακον ἀπάτης |
| book 212.3 | ἡγεῖσθαι δεῖ τὸν κεστόν· ἔστι γὰρ μόνης συνουσίας περιποιητικός· |
| book 212.4 | φιλοτιμουμένη δέ φησι περὶ αὐτοῦ „ὅ, τι φρεσὶ σῇσι μενοινᾷσ“ (Ξ 221), |
| book 212.5.1 | b(BCE3E4)T ὡς καὶ Ἀλκίνους „σὺ μὲν δεδμημένος ὕπνῳ / λέξεαι“ |
| book 212.5.2 | (η 318—9) καὶ τὰ ἑξῆς. T οὐδὲν οὖν κωλύει αὐτήν τε ἀπατᾶσθαι |
| book 212.5.3 | καὶ ἄλλους ἀπατᾶν δύνασθαι. b(BCE3E4)T ἢ δίδωσι τὸν |
| book 212 | κεστόν, ὅπως τῇ ἀπουσίᾳ τῆς Ἥρας ἀκίνδυνοι εἶεν Τρῶες. T |
| book 213a.1 | Ζηνὸς γὰρ τοῦ ἀρίστου 〈ἐν ἀγκοίνῃσιν ἰαύεισ〉: |
| book 213a.2 | ἀθετεῖται, ὅτι ἐκλύει τὴν χάριν, εἰ ἕνεκα τοῦ Διὸς δίδωσι καὶ οὐκ αὐτῆς. |
| book 213a.3 | προηθέτει δὲ καὶ Ἀριστοφάνης. A |
| book 213b.1 | 〈ἀγκοίνῃσιν:〉 ἐκ τοῦ ἀγκῶνος ἀγκοίνη, κατὰ τροπήν. |
| book 213b.2 | Til |
| book 214a.1 | ἐλύσατο κεστὸν ἱμάντα: ὅτι κεστὸς ἐκ παρεπομένου ὁ |
| book 214a.2 | ποικίλος, ἀπὸ τοῦ διὰ τὰς ῥαφὰς κεκεντῆσθαι, ἐμπεποικιλμένης τῆς |
| book 214a.3 | φιλότητος καὶ ἱμέρου καὶ ὀαριστύος. καὶ οὐκ ἔστι κύριον ὄνομα ὡς |
| book 214a.4 | ἔνιοι τῶν ἀρχαίων· διὸ καὶ ἐπ’ ἄλλου λέγει „ἄγχε δέ μιν πολύκεστος |
| book 214a.5 | ἱμάσ“ (Γ 371). A |
| book 214b.1 | κεστὸν ἱμάντα: οὐκ ἔστιν ὄνομα τοῦ ἱμάντος ὁ κεστός, |
| book 214b.2 | ἀλλ’ ἐπίθετον διὰ τὸ πεποικίλθαι b(BCE3E4)T ἱμέροις καὶ τοῖς |
| book 214b.3 | ἑξῆς, ὡς καὶ ἐπὶ Πάριδος, „πολύκεστος ἱμάσ“ (Γ 371). | ἱμάντα· τὸ |
| book 214b.4 | γὰρ ἐκτεταμένον νέας Ἀτθίδος, ὡς ἀλλᾶντα. T |
| book 216.1 | 〈ἐν δ’ ὀαριστύς:〉 ἔν τισι τῶν ὑπομνημάτων „ἠδ’ ὀαρι‐ |
| book 216.2 | στύσ“. Aim |
| book 216-7a.1 | ἐν δ’ ὀαριστύς / πάρφασις: συναπτέον ἀμφότερα |
| book 216-7a.2 | τὰ ὀνόματα· τὴν 〈γὰρ〉 παραλογιστικὴν ὁμιλίαν δι’ ἀμφοτέρων δη‐ |
| book 216-7a | λοῖ. A |
| book 216b.1 | 〈ὀαριστύς / πάρφασις,〉 ἥ τ’ ἔκλεψε νόον πύκα |
| book 216b.2 | περ φρονεόντων: προκατασκευή, ἵνα μὴ θαυμάζωμεν, εἰ Ζεὺς |
| book 216b.3 | ἠπάτηται. καὶ ἐπὶ θυμοῦ δέ φησιν „οἰδάνει ἐν στήθεσσι νόον πύκα περ |
| book 216b.4 | φρονεόντων“ (Ι 554), διδάσκων ὡς, εἰ καὶ συνετὸς εἴη τις, ἁλίσκεται |
| book 216b.5.1 | τοῖς πάθεσι τοῦ νοῦ, εἰ μὴ ἑαυτῷ προσέχοι. | ὀαριστὺς δὲ πάρφα‐ |
| book 216b.5.2 | σις ἡ παραλογιστικὴ ὁμιλία. b(BCE3E4)T |
| book 218.1 | 〈τόν ῥά οἱ ἔμβαλε χερσίν:〉 ὅτι πτῶσις ἐνήλλακται, |
| book 218.2 | ἀντὶ τοῦ αὐτῆς ταῖς χερσίν. Aim |
| book 219a.1 | τῆ νῦν τοῦτον ἱμάντα 〈τεῷ ἐγκάτθεο κόλπῳ〉: |
| book 219a.2 | ὅτι τὸ κατὰ τὸ στῆθος κόλπωμα τοῦ πέπλου κόλπον εἶπε, καὶ ὅτι τὸ |
| book 219a.3 | τῆ λαβέ ἐστιν. A |
| book 219b.1 | τῆ: ὅθεν καὶ τήθη ἡ λέγουσα „δέξαι, θήλασον“· θῶ γὰρ |
| book 219b.2 | τὸ θηλάζω, b(BCE3E4)T „θήσατο μαζόν“ (Ω 58). b(BCE3) |
| book 219b.3 | T καὶ ἀντιφράζει αὖ τῷ „τῆ, πίε οἶνον“ (ι 347) τὸ „ὁ δ’ ἔδεκτο“ |
| book 219b | (ι 353). T |
| book 219c.1 | {ἐγκάτθεο} κόλπῳ: τῷ τοῦ ἱματίου κόλπῳ, b(BCE3)T |
| book 219c.2 | τῷ κατὰ τὸ στῆθος πτύγματι τοῦ πέπλου, b(BCE3E4)T ὡς |
| book 219c.3 | „κόλπον ἀνιεμένη“ (Χ 80), ἐπεὶ κἀκείνη „ἀπὸ στήθεσφιν ἐλύσατο“ |
| book 219c.4 | (Ζ 214). ἢ T ἐπεὶ οἱ τὰ τοιαῦτα παρέχοντες παραγγέλλουσι μὴ |
| book 219c.5.1 | ὁρᾶσθαι, ἵνα μὴ ἀλλοιῶται τῇ ἀλλοτρίᾳ ὄψει τὰ μαγγανεύματα. |
| book 219c.5.2 | b(BCE3E4)T |
| book 221a.1 | ἄπρηκτόν γε νέεσθαι: τουτέστι πορεύεσθαι· οὕτως |
| book 221a.2 | Ἀρίσταρχος. Δημήτριος (fr. 15 St.) δὲ „γενέ〈ε〉σθαι“ ἀντὶ τοῦ γενή‐ |
| book 221a.3 | σεσθαι, βιαίως πάνυ· οὐδὲ γὰρ τὸ „πυθέσθαι“ (Β 119 al.) πυθέεσθαι |
| book 221a.4 | γίνεται οὐδὲ τὸ λαβέσθαι λαβέεσθαι, ἵνα καὶ τὸ „γενέσθαι“ (Γ 323 al.) |
| book 221a.5 | „γενέεσθαι“ γένηται. A |
| book 221b.1 | 〈ἄπρηκτόν γε〉 νέεσθαι: ἀντὶ τοῦ ὑποστρέψειν· οὕτως |
| book 221b.2 | Ἀρίσταρχος. τινὲς δὲ τὸν „γενέεσθαι“ μέσον μέλλοντα ἐξεδέξαντο |
| book 221b.3 | διαλελυμένως, ὡς τὸ „κρανέεσθαι“ (Ι 626)· γείνω γὰρ γενῶ γενοῦμαι |
| book 221b.4 | γενεῖσθαι, διαίρεσις „γενέεσθαι“. οὐκ ἔσῃ οὖν ἄπρακτος, οὗ προθυμῇ. |
| book 221b.5.1 | b(BCE3E4)T καλῶς δὲ ὁ μὲν ποιητὴς κατείλοχε τὴν δύναμιν |
| book 221b.5.2 | τοῦ κεστοῦ (sc. Ζ 216—7), οὐχὶ δὲ Ἀφροδίτη, πρὸς τὸ μὴ μεγεθο‐ |
| book 221b.5.3 | ποιεῖν τὴν χάριν. T |
| book 222 | 〈μείδησεν:〉 γράφεται „γήθησε〈ν〉“. T |
| book 223a1.1 | μειδήσασα {δ’ ἔπειτα}: ὅτι ἐπὶ τῇ φήμῃ οἰωνισαμένη |
| book 223a1.2 | ἐμείδησε· προείρηκε γὰρ ‘οὐκ ἔσῃ ἄπρακτοσ‘ (cf. Ξ 220—1). καὶ ἐν |
| book 223a1.3 | Ὀδυσσείᾳ τὸ ὅμοιον· „Ζεύς τοι δοίη, ξεῖνε / ὅττι μάλιστ’ ἐθέλεις. / |
| book 223a1 | ὣς ἄρ’ ἔφη, χαῖρεν δὲ κληδόνι δῖος Ὀδυσσεύσ“ (ς 112—3. 117). A |
| book 223a2.1 | ὅμοιόν ἐστι τῷ „χαῖρεν δὲ †κελεηδόνη† δῖος Ὀδυσσεύσ“. |
| book 223a2.2 | Til |
| book 223b1 | 〈μέσῳ:〉 Ἀρίσταρχος μέσῳ, ἄλλοι δὲ „ἑῷ“. Aim |
| book 223b2 | 〈ἑῷ:〉 οὕτως Ἀρίσταρχος, Ζηνόδοτος δὲ „μέσῳ“. Til |
| book 224.1 | 〈ἡ μὲν ἔβη πρὸς δῶμα Διὸς θυγάτηρ Ἀφροδίτη:〉 |
| book 224.2 | διὰ γὰρ τὸ μὴ ἔχειν ἄνδρα τῷ Διὸς οἴκῳ ἐνδιαιτᾶται. Til |
| book 225a.1 | 〈λίπεν ῥίον Οὐλύμποιο:〉 ὅτι ὄρος ὁ Ὄλυμπος· τὸ |
| book 225a.2 | γὰρ ῥίον ἰδίως ἐπ’ ὄρους τάσσεται. Aint |
| book 225b.1 | 〈ῥίον Οὐλύμποιο:〉 ὡς ἐπὶ ὄρους. παρὰ τὸ ὁρᾶν ἢ |
| book 225b.2 | ῥέεσθαι. Til |
| book 226a.1 | Πιερίην δ’ ἐπιβᾶσα 〈καὶ Ἠμαθίην ἐρατεινήν〉: ὅτι |
| book 226a.2 | Μακεδονικὸς Ὄλυμπος θεῶν οἰκητήριον· ἡ γὰρ Πιερία τούτου ἀκρώ‐ |
| book 226a.3 | ρεια, καὶ Ἠμαθία τὸ πρότερον ἡ Μακεδονία ἐκαλεῖτο. παράκειται δὲ καὶ |
| book 226a.4 | ἡ Θρᾴκη. καὶ ἐν Ὀδυσσείᾳ ἐπὶ τοῦ Ἑρμοῦ „Πιερίην δ’ ἐπιβὰς ἐξ αἰθέ‐ |
| book 226a.5 | ρος ἔμπεσε πόντῳ“ (ε 50). A |
| book 226b.1 | Πιερίην δ’ ἐπιβᾶσα καὶ Ἠμαθίην: Μακεδὼν ὁ Διὸς |
| book 226b.2 | καὶ †αἰθυίας† κατέχων χώραν περὶ Θρᾴκην Μακεδονίαν ἀφ’ ἑαυτοῦ |
| book 226b.3 | προσηγόρευσεν. ἴσχει δὲ παῖδας δύο, Ἄμαθον καὶ Πίερον, ὧν αἱ πό‐ |
| book 226b | λεις ἐν Μακεδονίᾳ. b(BCE3)T |
| book 226c.1 | Πιερίην: οἱ μὲν μέρος Ὀλύμπου, οἱ δὲ χώραν ἀπὸ νύμφης |
| book 226c.2 | ἢ Πίερος τοῦ Ἐλευθῆρος. Ἠμαθία δὲ πρώην ἡ Μακεδονία. T |
| book 226c | Μακεδὼν ὁ Διὸς—ἱερὸν Μουσῶν. A |
| book 226-7.1 | 〈Πιερίην δ’ ἐπιβᾶσα—〉ἐφ’ ἱπποπόλων |
| book 226-7.2 | 〈Θρῃκῶν ὄρεα νιφόεντα〉: ἄκρως κατονομάζει τοὺς τόπους, τὰς |
| book 226-7.3 | ὁμόρους χώρας διεξιών, b(BCE3)T ὡς καὶ ἐν Ὀδυσσείᾳ „ἡ δὲ |
| book 226-7.4 | Φερὰς 〈ἐπ〉έβαλλεν ἐπειγομένη Διὸς οὔρῳ | ἠδὲ παρ’ Ἤλιδα δῖαν, |
| book 226-7.5.1 | ὅθι κρατέουσιν Ἐπειοί. / ἔνθεν δ’ αὖ νήσοισιν“ (ο 297—9). T τῇ |
| book 226-7.5.2 | γὰρ ὀνομασίᾳ τῶν τόπων συμπαραθέουσα ἡ διάνοια τῶν ἐντυγχα‐ |
| book 226-7.5.3 | νόντων ἐν φαντασίᾳ καὶ ὄψει τῶν τόπων γίνεται. ἅμα οὖν τὸ ἀργὸν |
| book 226-7.5.4 | περιέφυγεν, οὐκ εὐθὺς ἀγαγὼν αὐτὴν ἐπὶ τὰ προκείμενα χωρία· μάρ‐ |
| book 226-7.5.5 | τυρας γοῦν ἐπαγόμενος τοὺς ἀκούοντας πιθανωτάτην καθίστησι τὴν |
| book 226-7.10 | διήγησιν. b(BCE3)T |
| book 227a | 〈σεύατο:〉 ἐν ἄλλῳ „ἔσσυτ’ {ἐφ’ ἱπποπόλων}“. Aim |
| book 227b | 〈ἱπποπόλων:〉 τινὲς „ἱππονόμων“. Til |
| book 228a.1 | 〈ἀκροτάτας κορυφάς:〉 λείπει ἡ πρός, πρὸς τὰς κορυ‐ |
| book 228a.2 | φάς, ἢ ἐπί. Til |
| book 228b.1 | 〈οὐδὲ χθόνα μάρπτε ποδοῖϊν:〉 οἷον τὰ ἴχνη κόνιν |
| book 228b.2 | τῆς γῆς οὐ συνελάμβανον. Til |
| book 229a.1 | ἐξ Ἀθόω δ’ ἐπὶ πόντον 〈ἐβήσατο κυμαίνοντα〉: |
| book 229a.2 | Ἀρίσταρχος „ἐς πόντον“. Πτολεμαῖος (p. 53 B.) δὲ κατάδυσιν, φησίν, |
| book 229a.1 | δηλοῖ 〈τὸ〉 „ἐς πόντον“. ἀγνοεῖ δὲ τὸ „ἐς πόντον ἐπηρεφέας φύγε |
| book 229a.2 | πέτρασ“ (κ 131). ἄφεσιν οὖν δηλοῖ, οὐ δύσιν. τὸ δὲ „ἐλάαν ἐπὶ κύματα“ |
| book 229a.5.1 | (Ν 27) ἐπάνω τῶν κυμάτων. καὶ „σεύατ’ ἐφ’ ἱπποπόλων“ (Ξ 227) |
| book 229a.5.2 | †θερμαὶ γὰρ ἐπεὶ τί† πορεύεται δὲ εἰς τὸ Ἴλιον (cf. Ξ 283—5). τὸ δὲ |
| book 229a.5.3 | Ἀθόω T ἐπέκτασις ποιητική. εἴρηται δὲ ἀπὸ τοῦ γίγαντος |
| book 229a.5.4 | Ἄθω, b(BCE3)T 〈ᾧ〉 Ποσειδῶν τὸ ὄρος ἐπέθηκεν. T τοῦτο |
| book 229a.5.5 | δὲ ὤρυξε Ξέρξης, καταπλῆξαι τοὺς Ἕλληνας θέλων. b(BCE3)T |
| book 229a.10.1 | Δημήτριος δὲ ὁ Σκήψιος (fr. 46 G.) ψευδὲς εἶναι τοῦτό φησιν. τιμᾶται |
| book 229a.10.2 | δὲ ὁ Ζεὺς ἐν αὐτῷ· Αἰσχύλος Ἀγαμέμνονι (285)· „Ἀθῷον αἶπος Ζη‐ |
| book 229a.10.3 | νὸς ἐ〈ξε〉δέξατο“. T τριακόσια δὲ στάδια ἀπέχον Λήμνου σκιάζει |
| book 229a.10.4 | αὐτήν· b(BCE3)T καὶ ἡ παροιμία „Ἄθως σκιάζει νῶτα Λημνίας |
| book 229a.10.5 | βοόσ“ (Soph. fr. 708 N.2 = 776 P. = 776 R.). Διοκλῆ δέ φασι, τὸν †ῥήγιον† |
| book 229a.15.1 | ἀρχιτέκτονα, Ἀλεξάνδρῳ ἐπαγγέλλεσθαι τὸν Ἄθω ἀνδριάντα αὐτοῦ |
| book 229a.15.2 | κατασκευάσαι, θατέρᾳ μὲν χειρὶ μυρίανδρον 〈πόλιν〉 κατέχοντα, θα‐ |
| book 229a.15.3 | τέρᾳ δὲ ποταμοὺς προϊέμενον ὡς τοῖς παραπλέουσιν δοκεῖν σπένδειν. |
| book 229a | T | προπαροξύνεται δέ· πλεονασμὸς γάρ ἐστι τοῦ ο. b(BCE3) |
| book 229a | ἐξ Ἀθόω: Ἄθως ὄρος ἐν—ἡ ἱστορία παρὰ Ἡροδότῳ |
| book 229a.20 | (sc. 7, 22—3). A |
| book 229b1.1 | 〈ἐπὶ πόντον:〉 Ζηνόδοτος καὶ Ἀριστοφάνης „ἐς πόντον |
| book 229b1.2 | {ἐβήσετο}“, καὶ μήποτε ἄμεινον. Aint |
| book 229b2 | Ζηνόδοτος „ἐς πόντον“. Til |
| book 230.1 | 〈Λῆμνον δ’ εἰσαφίκανε,〉 πόλιν θείοιο 〈Θόαντος: |
| book 230.2 | „Εὔβοι’ Ἀθήναισ〉 ἔστι τις γείτων πόλισ“ (Eur. Ion. 294), ἀντὶ τοῦ |
| book 230.3 | νῆσος. οἱ δὲ ἀντὶ τοῦ χώρα, 〈ὡσ〉 ἐν ψηφίσματι, 〈ὃ παρα〉τίθεται |
| book 230.4 | Κρατερός (FGrHist 342, 18), ἐστὶν „Αἴγυπτον καὶ Λιβύην τὼ πό‐ |
| book 230.5.1 | λεε“. οἱ δὲ T πόλιν Θόαντος Μύριναν· b(BCE3E4)T εἰσὶ |
| book 230.5.2 | δὲ τῆς Λήμνου πόλεις δύο, Ἡφαιστιὰς καὶ Μύρινα. ὅμοιον δέ ἐστι τῷ |
| book 230.5.3 | „Ἴδην δ’ εἰσαφίκανε / Λεκτόν“ (cf. Ξ 283—4), „Κύπρον ἵκανε / ἐς |
| book 230.5.4 | Πάφον“ (θ 362—3)· ἔθος γάρ ἐστιν αὐτῷ τοῖς ὅλοις τὰ μερικὰ ἐπά‐ |
| book 230.5.5 | γειν. b(BCE3)T |
| book 230.10 | Λῆμνον δ’ εἰσαφίκανε: διὰ ποίαν αἰτίαν ἐν τῇ Λήμνῳ |
| book 230 | —ὕπνος παρέπεται. A |
| book 231a1.1 | ἔνθ’ Ὕπνῳ ξύμβλητο: φίλοινοι γὰρ ὡς ἀπόγονοι |
| book 231a1.2 | Θόαντος τοῦ Διονύσου. καὶ Εὔνεως οἶνον πέμπει (cf. H 468—9), καὶ |
| book 231a1.3 | Ὀδυσσεὺς ἀπὸ Θρᾳκῶν τὸν οἶνον δέχεται (cf. ι 197—211). καὶ οἱ σὺν |
| book 231a1.4 | Ῥήσῳ κοιμώμενοι ἀνῃρέθησαν (cf. K 470—97) καὶ οἱ Λήμνιοι ὑπὸ |
| book 231a1.5.1 | τῶν γυναικῶν. καὶ οἱ Ἀχαιοὶ ἐν Λήμνῳ πίνουσι „κρητῆρας ἐπιστεφέας |
| book 231a1.5.2 | οἴνοιο“ (Θ 232). ἢ διὰ †πασιθέαν τὴν γυναῖκα Ἡφαίστου πάρεστιν |
| book 231a1.5.3 | αὐτὸς λιπαρῶν τυχεῖν τῆς ἀδελφῆς (τὸ δὲ χαλκεῖον Ἡφαίστου ἐν |
| book 231a1.5.4 | Λήμνῳ). οἱ δὲ ὅτι Φιλοκτήτης ἐδεῖτο αὐτοῦ εἶναι ἐκεῖ διὰ τὰς ὀδύνας. |
| book 231a1.5.5 | οἱ δὲ ἐκ τύχης συντετυχηκέναι. | τινὲς δὲ 〈προσ〉γράφουσιν „ἐρχο‐ |
| book 231a1.10 | μένῳ κατὰ φῦλα βροτῶν ἐπ’ ἀπείρονα γαῖαν“ (= Ξ 231 a). T |
| book 231a2.1 | πολυοίνων ὄντων καὶ φιλοίνων τῶν Λημνίων εἰκότως |
| book 231a2.2 | ἐκεῖσε διατρίβει ὁ Ὕπνος· καὶ γὰρ πολὺν ἔχουσιν οἶνον ὥστε καὶ τοῖς |
| book 231a2.3 | Ἕλλησι χορηγεῖν· καὶ γὰρ καὶ οἱ Λήμνιοι παῖδες Αἰγύπτου ὑπὸ τῶν |
| book 231a2.4 | γυναικῶν διὰ τὴν πολλὴν ἀναιροῦνται ἀκρασίαν. b(BCE3) εἴωθε |
| book 231a2.5 | δὲ ὁ Ὕπνος ἐπὶ πάντας καὶ μᾶλλον ἐπὶ τοὺς μεθύσους ἐνδιατρίβειν. |
| book 231a2 | b(BCE3E4) |
| book 231b.1 | 〈ἔνθ’ Ὕπνῳ ξύμβλητο:〉 οὐκ οἶδεν Ὕπνου οἶκον, ὡς |
| book 231b.2 | Ποσειδῶνος ἐν Αἰγαῖς (cf. Ν 21—2. ε 381), ἐπεὶ τρίτῳ βήματι ἐκεῖ ἂν |
| book 231b.3 | εὕρετο ἡ θεός. Til |
| book 231c1.1 | κασιγνήτῳ Θανάτοιο: †μνήσαχος† ὁ κωμικὸς (fr. 11, |
| book 231c1.2 | II. p. 442 K.)· „ὕπνος τὰ μικρὰ τοῦ θανάτου μυστήρια“· ὁ μὲν γὰρ |
| book 231c1.3 | διὰ μικρᾶς διαλύσεως τοῦ σώματος, ὁ δὲ ἀπὸ ἰσχυρᾶς γίνεται· καὶ ἐν |
| book 231c1.4 | ἀμφοτέροις ἄπρακτος δίαιτα ἀναπαύουσι κακῶν· ὁ μὲν χωρίζει ψυχήν, |
| book 231c1.5 | ὁ δὲ συστέλλει. ἀλλ’ ὁ μὲν στέρησις αἰσθήσεως, ὁ δὲ ἀφαίρεσις. T |
| book 231c2.1 | Μνησίμαχος ὁ κωμικὸς περὶ Ὕπνου διαλεγόμενός φησιν |
| book 231c2.2 | ὅτι ὕπνος ἐστὶ μικρὸν καὶ μερικὸν θανάτου μυστήριον· ὁ μὲν γὰρ θάνα‐ |
| book 231c2.3 | τος ἀπὸ ἰσχυρᾶς γίνεται καὶ τελείας λύσεως σώματος, ὁ δὲ ὕπνος ἀπὸ |
| book 231c2.4 | μικρᾶς καὶ καιρὸν ἐχούσης. ἀμφότεροι δὲ κακῶν ἀναπαύουσι. καὶ ὁ |
| book 231c2.5.1 | μὲν χωρίζει ψυχήν, ὁ δὲ συστέλλει μικρόν· καὶ ὁ μὲν διαλύει αἰσθήσεις, ὁ |
| book 231c2.5.2 | δὲ στερίσκει μόνον. b(BCE3E4) |
| book 233.1 | Ὕπνε, ἄναξ πάντων 〈τε〉 θεῶν 〈πάντων τ’ ἀνθρώ‐ |
| book 233.2 | πων〉: φησὶ γοῦν ἀλλαχοῦ „ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες εὗδον, |
| book 233.3 | Δία δ’ οὐκ ἔχεν“ (cf. Β 1—2). ὥσπερ δὲ τὸν κεστὸν ἐθαύμασεν (cf. Ξ 216 |
| book 233.4 | —7), οὕτω καὶ τὸν Ὕπνον ἐσεμνολόγησε, πρὸς πειθὼ αὐτὸν ὑπα‐ |
| book 233.5 | γομένη. b(BCE3E4)T |
| book 234.1 | ἦ μὲν δή ποτ’ ἐμὸν ἔπος 〈ἔκλυεσ〉: μνήμη χάριτος πα‐ |
| book 234.2 | λαιᾶς παρασκευαστικὴ δευτέρας. ἀλλ’ οὐκ ἐγύμνωσε τὴν χάριν διὰ τὰ |
| book 234 | παρακολουθήσαντα τῷ Ὕπνῳ τότε. b(BCE3E4)T |
| book 235a.1 | {πείθευ·} ἐγὼ δέ κέ τοι 〈εἰδέω χάριν〉: ὅτι ἰδίως |
| book 235a.2 | ‘ἐγὼ δ’ αὖ σοι 〈ε〉ἰδέω χάριν‘. ἔδει δὲ ἤτοι 〈ε〉ἰδείην, ἵν’ ᾖ τὸ ῥῆμα |
| book 235a.3 | ἠλλαγμένον, ἢ ἐκ περισσοῦ νοουμένου τοῦ κέ ‘ἐγὼ δέ σοι εἴσομαι |
| book 235a.4 | χάριν‘. A |
| book 235b1.1 | 〈ἰδέω χάριν:〉 Ἀρίσταρχος „χάριν εἰδέω“, αἱ δὲ δη‐ |
| book 235b1.2 | μώδεις εἰδέω χάριν. Aint |
| book 235b2.1 | εἰδέω χάριν: αἱ Ἀριστάρχου „χάριν εἰδέω“ ἀντὶ τοῦ |
| book 235b2.2 | εἰδείην. T |
| book 235c.1 | 〈εἰδέω χάριν:〉 Ἀττικῶς ἀντὶ τοῦ ὀφλήσω, b(BCE3) |
| book 235c.2 | T ὡς Εὐριπίδης (fr. 129 N.2)· „ὦ παρθέν’, εἰ σώσαιμι ς’, εἴσῃ |
| book 235c.3 | μοι χάριν;“. T ἐπίτηδες δὲ αὐτὸν ὑπέμνησε τῆς προγεγονυίας |
| book 235c.4 | χάριτος. b(BCE3E4)T |
| book 236-7.1 | 〈κοίμησόν μοι Ζηνὸς ὑπ’ ὀφρύσιν ὄσσε φαεινώ / |
| book 236-7.2 | αὐτίκ’ ἐπεί κεν ἐγὼ παραλέξομαι ἐν φιλότητι:〉 συναπτέον |
| book 236-7.3 | {δὲ} τοὺς δύο στίχους ἄνευ πάσης διαστολῆς. A |
| book 236a.1 | κοίμησον: ἀντὶ τοῦ κοίμισον, Αἰολικῶς, ὡς τὸ ψιμύθιον |
| book 236a.2 | ψημύθιον. ἢ ἐνήλλακται τὰ τῆς διαθέσεως. T |
| book 236b.1 | {κοίμησόν μοι ζηνὸς} ὑπ’ ὀφρύσιν: οὕτως ὑπ’ ὀφρύσιν |
| book 236b.2 | ἡ Ἀριστάρχου καὶ Ἀριστοφάνους, ἵνα ᾖ τὰ ὑπὸ ταῖς ὀφρύσι. A |
| book 236b | Ζηνόδοτος „ἐπ’ ὀφρύσιν“. AT |
| book 238a1.1 | καλὸν θρόνον 〈ἄφθιτον αἰεί〉: ἐφύλαξε τὸν τῆς |
| book 238a1.2 | Χάριτος γάμον, εἰ †ἀντιλέξοι†. καλῶς δὲ θρόνον ὑπισχνεῖται· πρὸς |
| book 238a1.3 | ἀνάπαυσιν γὰρ πεποίηται, ὡς ὁ ὕπνος. πάντα δὲ τὰ Ἠφαιστότευκτα |
| book 238a1.4 | ἄφθιτά φησιν. T |
| book 238a2.1 | οὐ προλέγει τὸν τῆς Χάριτος γάμον, ἀλλὰ φυλάττει, εἰ †ἀν‐ |
| book 238a2.2 | τιλέξοι†. καλῶς δὲ θρόνον ὑπισχνεῖται· ἴδιον γὰρ τοῦ ὕπνου καὶ πρὸς |
| book 238a2.3 | ἀνάπαυσιν πεποίηται. b(BCE3E4) |
| book 239-40.1 | 〈Ἥφαιστος δέ κ’ ἐμὸς πάϊς ἀμφιγυήεις / τεύξει’ |
| book 239-40.2 | ἀσκήσας:〉 εἰς πίστιν τῆς ὑποσχέσεως καὶ τοῦ Ἡφαίστου μνημονεύει |
| book 239-40.3 | ὅτι ἐκ προχείρου τὴν δωρεὰν παρέξει παρὰ τοῦ υἱοῦ λαβοῦσα. |
| book 239-40.4 | b(BCE3E4)Til |
| book 239.1 | {χρύσεον} Ἥφαιστος δέ κ’ 〈ἐμὸς πάϊσ〉: ὅτι οὐκ ἐκ‐ |
| book 239.2 | ληπτέον κατὰ συναλιφὴν τὸν καί δίφθογγον, ἀλλὰ τὸν κέ· ἔστι γὰρ |
| book 239.3 | Ἥφαιστος δὲ ἐμὸς παῖς τεύξει, ὥστε περισσὸν νοεῖσθαι τὸν κέ Ὁμη‐ |
| book 239.4 | ρικῶς. A |
| book 240a.1 | 〈τεύξει:〉 δύναται καὶ εὐκτικὸν εἶναι „τεύξει’“ καὶ ὁριστι‐ |
| book 240a.2 | κὸν τεύξει. Til |
| book 240b1.1 | θρῆνυν: ἀρσενικῶς, „θρῆνυν ἐφ’ ἑπταπόδην“ (Ο 729). |
| book 240b1.2 | καὶ „τῷ κεν ἐπισχοίησ“ (Ξ 241)· ὅπερ ἐστὶν οὐδέτερον εἰς υ λῆγον, |
| book 240b1.3 | εἴρηται δὲ παρὰ τὸν θρᾶνον, ὅ ἐστι μικρὸν ὑποπόδιον. T |
| book 240b2.1 | οὐδέτερον μέν ἐστι λῆγον εἰς υ, οὗτος δὲ ἀρσενικῶς αὐτὸ |
| book 240b2.2 | ἔφη. γίνεται δὲ παρὰ †τὸ θράνον†, ὅ ἐστι μικρὸν ὑποπόδιον. b |
| book 240b2 | (BCE3E4) |
| book 241a | 〈ἐπισχοίης:〉 †ὡς ἄσσον†. ἔνιοι δὲ „ἐπίσχοιεσ“. Til |
| book 241b1.1 | {τῷ κεν} ἐπίσχοιες: οὕτως τὴν γραφὴν παρατίθεται ὁ |
| book 241b1.2 | Ἡρωδιανὸς ἐν τῷ ιζʹ τῆς Καθόλου (1,469,14) καὶ λέγει ἀπὸ τοῦ |
| book 241b1.3 | ἐπίσχοις πλεονασμὸν εἶναι τοῦ ε ἢ συστολὴν τοῦ ἐπισχοίης. A |
| book 241b2 | οὕτως Ἡρωδιανὸς †ἐπίσχυες. Aint |
| book 241c | ἐπίσχοιες: τῷ ἐπίσχοιμι ἀκόλουθόν ἐστι τὸ ἐπίσχοις, τῷ |
| book 241c.1 | δὲ ἐπισχοίην τὸ ἐπισχοίης· καὶ ἴσως ἔδει οὕτως ἔχειν, παρεφθάρη δὲ |
| book 241c.2 | ὑπὸ τῶν μεταχαρακτηρισάντων· τῷ δὲ χαρακτῆρι γενόμενον ὅμοιον |
| book 241c.3 | τῷ „ἰοίην“ καὶ „ἀγαγοίην“ παρὰ Σαπφοῖ (fr. 182 et 169 L.—P.) καὶ |
| book 241c.5.1 | τῷ „πεπαγοίην“ παρ’ Εὐπόλιδι (C. A. F. I fr. 435 K. = 472 [V p. 533] K.—A.) εἰκότως ἐβα‐ |
| book 241c.5.2 | ρυτονήθη τὸ ἐπισχοίης, γενόμενον ἐπίσχοιες ὡς Αἰολικόν. οὕτω καὶ |
| book 241c.5.3 | Ἀλέξανδρος ὁ Κοτιαεὺς ἐν τῷ ιʹ τῶν Παντοδαπῶν. A |
| book 241d.1 | εἰλαπινάζων: τινὲς ἐπάγουσιν „αὐτὰρ ἐπὴν δὴ νῶϊ |
| book 241d.2 | κατευνηθέντε{ς} ἴδηαι / ἀγγεῖλαι τάδε πάντα Ποσειδάωνι ἄνακτι“ |
| book 241d.3 | (Ξ 241 a—b). ψευδὲς δέ ἐστιν· οὐ{κ ἂν} γὰρ ἂν ὤμοσεν Ἥρα (cf. |
| book 241d.4 | Ο 41—2), ἀλλ’ ὁ Ὕπνος διὰ τὸν γάμον τῆς Χάριτος ὑπὲρ τὸ αἰτη‐ |
| book 241d.5 | θὲν ποιεῖ. T |
| book 242.1 | 〈προσεφώνεε νήδυμος Ὕπνος: ἡ διπλῆ, ὅτι〉 νήδυμος |
| book 242.2 | σὺν τῷ ν. Aint |
| book 243 | 〈πρέσβα:〉 ἀντὶ τοῦ πρεσβυτάτη, ὡς „δῖα θεάων“ (Ε 381 |
| book 243 | al.). τὴν ἴσην δὲ τιμὴν ἀνταπέδωκεν αὐτῇ. b(BCE3E4)Til |
| book 245.1 | καὶ ἂν ποταμοῖο ῥέεθρα: δυσχερέστατον ποταμὸν ῥέον‐ |
| book 245.2 | τα κοιμίσαι. T |
| book 245-62.1 | 〈καὶ ἂν ποταμοῖο ῥέεθρα / Ὠκεανοῦ—τε‐ |
| book 245-62.2 | λέσσαι:〉 ὁμιλητικῶς πρὸς ταῦτά φησιν ὑπηρετήσειν, †ἂν† μὴ κίν‐ |
| book 245-62.3 | δυνον αὐτῷ φέροι. τεχνικώτατα δὲ διαλέγεται, τοῦ μὲν καὶ νῦν κρα‐ |
| book 245-62.4 | τῆσαι τοῦ Διὸς δύνασθαι πίστιν ἐπάγων ἐκ τῶν ἐπὶ τῷ Ὠκεανῷ, τοῦ |
| book 245-62.5.1 | δὲ μὴ τολμῆσαι ἀπολογίαν κομίζων τὸ μηδὲ πρόσθεν αὐτῷ λυσιτελῆ‐ |
| book 245-62.5.2 | σαι τοῦτο πρᾶξαι· ἐξ οὗ δύο χρήσιμα πράττει, τήν τε δοθησομένην |
| book 245-62.5.3 | ἐπιτείνει δωρεὰν καὶ τῆς παλαιᾶς εὐεργεσίας τὴν Ἥραν ὑπομιμνῄσκει. |
| book 245-62.5.4 | b(BCE3E4)T |
| book 246.1 | 〈Ὠκεανοῦ,〉 ὅς περ γένεσις 〈πάντεσσι τέτυκται〉: |
| book 246.2 | ἐκ γὰρ ὕδατος πάντα τὰ στοιχεῖα· καὶ τὸ σπέρμα δὲ πνεῦμά ἐστιν |
| book 246.3 | ὑγρῷ κραθέν· b(BCE3E4)T ὅθεν κουροτρόφοι οἱ ποταμοὶ |
| book 246.4 | b(BCE3)T καὶ αἱ πηγαί· οἷς τέως ἀποκείρονται τὰς κόμας. T |
| book 246.5 | Ὠκεανοῦ, ὅσπερ γένεσις πάντεσσι τέτυκται: ἐπεὶ |
| book 246 | ἐξ ὑδάτων αἱ αὐξήσεις—ἄριστον αὐτό φησιν. A |
| book 249a.1 | 〈ἄλλο τεή:〉 οὕτως κατ’ εὐθεῖαν ἄλλο τεὴ καὶ Ἀρίσταρ‐ |
| book 249a.2 | χος καὶ Ἡρωδιανός (2,90,3). Aint |
| book 249b.1 | 〈ἤδη γάρ με〉 καὶ ἄλλο τεὴ 〈ἐπίνυσσεν ἐφετμή〉: |
| book 249b.2 | Ἀρίσταρχος ἐλλείπειν φησὶ τὴν κατά, καὶ ἐκδέχεται τὴν ἀντωνυμίαν |
| book 249b.3 | εὐθείας πτώσεως, ‘καὶ κατ’ ἄλλο ἡ σὴ ἐσωφρόνισεν ἐντολή‘ ὥστε εἶναι |
| book 249b.4 | ἡ τεή. Παρμενίσκος (fr. 5 B.) δὲ ἐκδέχεται ἐπίρρημα τὸ ἄλλοτε καὶ δα‐ |
| book 249b.5.1 | σύνει τὸ η καὶ περισπᾷ ἐπὶ δοτικῆς πτώσεως, ἵνα ὑπάρχῃ ‘ὁ Ζεὺς τῇ |
| book 249b.5.2 | ᾗ με ἐσωφρόνισεν ἐντολῇ‘. Ἀλεξίων (fr. 55 B.) δὲ προκρίνει τὴν |
| book 249b.5.3 | Ἀριστάρχου· φησὶ γὰρ ἀπὸ τοῦ τ ἀρκτέον. καὶ ἡμῖν δὲ δοκεῖ· πρὸς |
| book 249b.5.4 | γὰρ τὴν Ἥραν ἡ ἀπότασίς ἐστιν· αὐτὸς γοῦν ἐπεξηγεῖται αὐτό· „νῦν |
| book 249b.5.5 | αὖ τοῦτό μ’ ἄνωγας ἀμήχανον ἄλλο τελέσσαι“ (Ξ 262). | τοιοῦτον |
| book 249b.10.1 | γὰρ λέγει ‘ἤδη γάρ με καὶ ἄλλοτε ἡ σὴ ἐσωφρόνισεν ἐντολή‘. ὁ δὲ |
| book 249b.10.2 | Ἐπιθέτης Πτολεμαῖος καὶ Ζηνόδοτος σὺν τῷ ι γράφουσιν, οἷον ‘τῇ |
| book 249b.10.3 | σῇ ἐντολῇ ἐσωφρόνισέν με‘. A |
| book 249c.1 | 〈ἤδη γάρ με καὶ〉 ἄλλοτε ᾗ ἐπίνυσσεν 〈ἐφετμῇ〉: |
| book 249c.2 | Ἀρίσταρχος „ἄλλο τεὴ †ἐπίνυσεν† ἐφετμή“, ἵν’ ᾖ b(BCE3)T ‘ἤδη |
| book 249c.3 | γάρ με καὶ ἄλλοτε ἡ σὴ ἐπαίδευσε πρόσταξισ‘. b(BE3E4)T εἰ γὰρ |
| book 249c.4 | ἦν ὅτι τῇ ἰδίᾳ ὁ Ζεύς, ἔδει ἐπάγειν ‘ὑπέρθυμος ἑὸς υἱόσ‘ (cf. Ξ 250), b |
| book 249c.5 | (BE3)T ἄλλως τε ἀπειλῇ ἂν ἐσωφρόνισεν, οὐκ ἐφετμῇ. T | οἱ δὲ |
| book 249c.1 | ἄλλοτε ᾗ ἐπίνυσσεν ἐφετμῇ, τουτέστι τῇ ἰδίᾳ ἐσωφρόνισε καὶ |
| book 249c.2 | ἐνουθέτησεν ἀπειλῇ. b(BE3) | τὸ δὲ ἔργον λέγει κίνδυνον φέρειν, ἵνα |
| book 249c.3 | καὶ παρωσάμενος συγγνώμην ἔχῃ καὶ ποιῶν δοκῇ μείζονα χαρίζεσθαι. |
| book 249c.4 | b(BE3E4)T τὸ δὲ ἐπίνυσ〈σ〉εν ἀντὶ τοῦ ἐσωφρόνισε καὶ ἐνουθέ‐ |
| book 249c.10 | τησε μηκέτι τοῖς τοιούτοις ἐγχειρεῖν. Til |
| book 252 | Διὸς νόον: τὸν Δία, ὅς ἐστι νοῦς κόσμου. b(BCE3E4)Til |
| book 253.1 | 〈ἀμφιχυθείς:〉 ὑγρὸς γὰρ ὁ ὕπνος, b(BCE3E4)Til καὶ |
| book 253.2 | μᾶλλον τοῖς ὑγροῖς ἐπιχεόμενος. b(BCE3E4) |
| book 255a.1 | {καί μιν ἔπειτα} Κόων: ἔνιοι διὰ τῶν δύο οο γράφουσι |
| book 255a.2 | „Κόον“ καὶ Καλλίστρατος (p. 320 n. 36 Schm.) ἐν τοῖς Διορθωτικοῖς. A |
| book 255b.1 | 〈Κόων:〉 τινὲς „Κόον“, ὡς καὶ Καλλίστρατος ἐν τοῖς Διορ‐ |
| book 255b.2 | θωτικοῖς. Κῶν Κόον, ὡς „σόον“ (Α 117 al.) διαλύσει καὶ „χρόος |
| book 255b.3 | εἴσατο“ (Ν 191). | τὸ δὲ πρόβατον κοῖον οἱ Κᾶρες ὀνομάζουσιν, ὅθεν |
| book 255b.4 | Κῶς ἡ πολυθρέμμων. T |
| book 255b.5.1 | Κόων 〈δέ〉: εἰς τὴν Κῶν νῆσον. γράφεται δὲ σὺν τῷ ν κατ’ |
| book 255b.5.2 | αἰτιατικήν. Ἡρακλῆς ἀνακομιζόμενος—ἐγέννησεν. ἡ ἱστορία |
| book 255b.5.3 | παρὰ Φερεκύδει (FGrHist. 3, 78). A |
| book 255c.1 | εὖ ναιομένην: ἢ δι’ εὐβοσίαν. ἢ τὴν οὐ τότε, ἀλλ’ |
| book 255c.2 | ὕστερον, b(BCE3)T ὡς τὸ „ἠὲ σὺ πρῶτος ἔσελθε δόμους εὖ ναιε‐ |
| book 255c.3 | τάοντασ“ (ρ 275)· οὐ γὰρ ὑπὸ τῶν μνηστήρων ᾠκοῦντο τότε καλῶς. |
| book 255c.4 | T ἢ ὑπὸ γενναίων οἰκουμένη〈ν〉, οἳ νομίσαντες αὐτὸν λῃστὴν εἶ‐ |
| book 255c.5 | ναι ἐπηρέασαν αὐτῷ. b(BCE3)T |
| book 255d.1 | 〈ἀπένεικας:〉 καὶ ἡ μετοχὴ „κεφαλήν τε τεὴν καὶ τεύχε’ |
| book 255d.2 | ἐνείκασ“ (Ρ 39). Til |
| book 256.1 | φίλων: ἢ τῶν πολιτῶν· ἢ τῶν ἰδίων, b(BCE3E4)T ὡς |
| book 256.2 | τὸ „ἀπὸ μὲν φίλα εἵματα δύσω“ (Β 261)· ἰδίᾳ γὰρ νηῒ ἐκεῖσε κατήχθη. |
| book 256.3 | b(BCE3)T |
| book 256-7.1 | 〈χαλέπαινεν /〉 ῥιπτάζων {κατὰ δῶμα θεούς}: ἀν‐ |
| book 256-7.2 | τιστροφή ἐστιν ἀντὶ τοῦ χαλεπαίνων ἐρ〈ρ〉ίπταζε. συναπτέον οὖν, |
| book 256-7.3 | καὶ μή τις ἀφ’ ἑτέρας ἀρχῆς ἀναγινώσκοι τὸ ῥιπτάζων. A |
| book 257a.1 | ῥιπτάζων 〈κατὰ δῶμα〉 θεούς: δηλονότι τοὺς συλ‐ |
| book 257a.2 | λαμβάνοντας τῇ Ἥρᾳ. ἡ δὲ ἀπότασις εἰς τὸν Ἥφαιστον· φησὶ γοῦν |
| book 257a.3 | ἐν τῇ A (590—1)· „ἤδη γάρ με καὶ ἄλλοτ’ ἀλεξέμεναι μεμαῶτα / |
| book 257a.4 | ῥῖψε ποδὸς τεταγών“. ὅτι δὲ ἐπιβοηθοῦντα τῇ Ἥρᾳ τοῦτο διέθηκεν |
| book 257a.5.1 | ὁ Ζεύς, αὐτὸς ἐν τοῖς ἑξῆς ἐρεῖ· „λῦσαι δ’ οὐκ ἐδύναντο παρασταδόν· |
| book 257a.5.2 | ὃν δὲ λάβοιμι / ῥίπτασκον b(BE3)T τεταγὼν ἀπὸ βηλοῦ, ὄφρ’ |
| book 257a.5.3 | ἂν ἵκηται / γῆν ὀλιγηπελέων“ (Ο 22—4)· ὃ προλαβὼν ὁ Ἥφαιστος |
| book 257a.5.4 | ἐξήνεγκε· „πᾶν δ’ ἦμαρ φερόμην, ἅμα δ’ ἠελίῳ καταδύντι / κάππεσον |
| book 257a.5.5 | ἐν Λήμνῳ, ὀλίγος δέ τι θυμὸς ἐνῆεν“ (Α 592—3). T |
| book 257b | ἔξοχα πάντων: κατ’ ἐξοχὴν παρὰ πάντας. b(BE3)Til |
| book 258.1 | καί κέ μ’ ἄϊστον ἀπ’ αἰθέρος ἔμβαλε πόντῳ: καὶ ἂν |
| book 258.2 | ἰδών με ἀνιστόρητον καὶ ἀφανῆ ἐποίησεν, βαλὼν ἀπὸ τοῦ οὐρανοῦ |
| book 258.3 | εἰς τὴν θάλασσαν. A |
| book 258a | 〈ἄϊστον:〉 ἀνιστόρητον. b(BCE3E4)Til |
| book 258b.1 | ἔμβαλε: ἀντὶ τοῦ ἐμβαλὼν ἐποίησεν, b(BCE3E4)Til |
| book 258b.2 | ὡς τὸ „βροτὸς οὔτασεν ἀνήρ“ (Ε 361) ἀντὶ τοῦ οὐτάσας ἐποίησεν. |
| book 258b.3 | b(BCE3)Til |
| book 259a.1 | εἰ μὴ Νὺξ δμήτειρα θεῶν 〈ἐσάωσε καὶ ἀνδρῶν〉: |
| book 259a.2 | δαιμονίως· ὡς γὰρ τὸν Ὕπνον ἄνακτα θεῶν καὶ ἀνθρώπων φησίν (cf. Ξ 233), |
| book 259a.3 | οὕτω καὶ τὴν Νύκτα δμήτειραν θεῶν καὶ ἀνδρῶν b(BCE3E4)T | ἤτοι |
| book 259a.4 | δαμάστριαν. b(BCE3) |
| book 259b1.1 | 〈δμήτειρα:〉 οὕτως ἐν πάσαις δμήτειρα. Ἀριστοφάνης |
| book 259b1.2 | καὶ Ζηνόδοτος „μήτειρα“. Aim |
| book 259b2.1 | αἱ πᾶσαι „μήτειρα“, ἐπεὶ ἀρχαία θεός. ἄμεινον δὲ δμήτει‐ |
| book 259b2.2 | ρα. καὶ „δεδμημένοσ“ γὰρ „ὕπνῳ“ (η 318). Til |
| book 260.1 | 〈ἱκόμην:〉 ἱκέτευσα, εἰκότως· φυσικώτερος γὰρ ὁ ἐν νυκτὶ |
| book 260.2 | ὕπνος τοῦ μεθ’ ἡμέραν. b(BCE3E4)Til |
| book 261a.1 | 〈ἅζετο γάρ,〉 μὴ Νυκτὶ θοῇ 〈ἀποθύμια ἔρδοι〉: |
| book 261a.2 | τινὲς „Νυκτὶ φίλῃ“, καὶ ἄμεινον· τί γὰρ πρὸς τιμὴν ἡ θοὴ Νύξ; | δι‐ |
| book 261a.3 | δάσκει δὲ ὡς χρὴ καὶ ὀργῆς κρατεῖν εἰς πρόσωπον αἰδέσιμον ἀφορῶν‐ |
| book 261a.4 | τας. b(BCE3)T |
| book 261b | 〈ἔρδοι:〉 ῥέζω, οἱ Βοιωτοί φασι ῥέδω, ὑπερθέσει ἔρδω. Til |
| book 262.1 | 〈ἀμήχανον:〉 πρὸς ὃ μηχανὴν σωτηρίας οὐκ ἂν εὑροίμην. |
| book 262.2 | b(BCE3)Til |
| book 263.1 | 〈τὸν δ’ αὖτε προσέειπε βοῶπις πότνια Ἥρη:〉 |
| book 263.2 | γράφεται „ὣς φάτο· μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη (= Α 595. |
| book 263.3 | Φ 434), / χειρί τέ μιν κατέρεξεν, 〈ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν〉“ (= Α |
| book 263.4 | 361 al.). Til |
| book 264-6.1 | τίη δὲ σὺ ταῦτα〈—παιδὸς ἑοῖο〉: ἄκρως |
| book 264-6.2 | διασύρει τὸ πᾶν, οὐδὲ ἀξιοῦσα εἰς ἔννοιαν αὐτὸ λαμβάνειν οὐδὲ παρα‐ |
| book 264-6.3 | βάλλειν τὰ παρόντα ἐκείνοις· οὐ γὰρ ὁμοίως κινηθήσεσθαι τὸν Δία |
| book 264-6.4 | ἐπὶ τοῖς Τρωσὶ κακωθεῖσιν, ὥσπερ ὑπὲρ τοῦ ἰδίου παιδὸς ἐχαλέπηνεν. |
| book 264-6.5.1 | καὶ ἔστιν ἠθικόν· ὡς γὰρ πρόδηλον ὂν τὸ τῆς συγκρίσεως, αὐτὸν τὸν |
| book 264-6.5.2 | Ὕπνον ἐρωτᾷ. b(BCE3)T |
| book 264 | 〈τίη:〉 βαρυντέον τὸν η παρέλκοντα ἀντὶ τοῦ δή. Til |
| book 265a.1 | ἦ {φὴς}: ὁ Ἀσκαλωνίτης (p. 53 B.) βαρύνει τὸν η. ἄμεινον |
| book 265a.2 | δὲ περισπᾶν· καὶ γὰρ εἰ διαπορεῖ, οὐκ ἀναγκαῖον ἐγκλίνειν αὐτόν· οὐ |
| book 265a.3 | γὰρ ἕτερος αὐτῷ ἐπιφέρεται περισπώμενος ὡς ἐπὶ τοῦ „ἢ δολιχὴ νοῦ‐ |
| book 265a.4 | σος ἦ Ἄρτεμις ἰοχέαιρα“ (λ 172). A |
| book 265b.1 | ἦ: τὸ μὲν βαρυνόμενον ἐρώτησιν δηλοῖ, τὸ δὲ περισπώμε‐ |
| book 265b.2 | νον ἀπόρησιν. b(BCE3E4)T ἐὰν δὲ ὀξυνθῇ, πρὸς τὸν νοῦν συν‐ |
| book 265b.3 | τάσσεται. T |
| book 266.1 | 〈ὡς Ἡρακλῆοσ〉 περιχώσατο, παιδὸς ἑοῖο: συντό‐ |
| book 266.2 | μως πάνυ· ἐν γὰρ τῷ παιδὸς ἑοῖο πάντα κατάκειται, δι’ ἃ εἰκὸς ἦν |
| book 266.1 | ἐπ’ ἐκείνῳ μᾶλλον χαλεπῆναι τὸν Δία. τεχνικῶς δὲ παρεδήλωσε καὶ |
| book 266.2 | τὴν χρείαν, δι’ ἣν θέλει κατακοιμίσαι τὸν Δία, ἵνα καὶ ἑξῆς ὁ Ὕπνος |
| book 266.5.1 | πιθανῶς φαίνηται λέγων πρὸς τὸν Ποσειδῶνα „πρόφρων νῦν Δα‐ |
| book 266.5.2 | ναοῖσι, Ποσειδάων, ἐπάμυνε“ (Ξ 357), ὡς ᾐσθημένος, τί ποτε πραγ‐ |
| book 266.5.3 | ματεύεται ἡ Ἥρα ἐπὶ τῷ Διΐ· ᾧ καὶ ὄμνυσιν ἡ Ἥρα ὡς μὴ προπεμψα‐ |
| book 266.5.4 | μένη Ποσειδῶνα (sc. Ο 36—44). T |
| book 267a.1 | ἀλλ’ ἴθι: τεχνικῶς καὶ τοῦτο· ὡς γὰρ ἤδη πείσασα οὐκέτι |
| book 267a.2 | αἰτεῖ, ἀλλ’ ὑπουργεῖν προτρέπει. συνάπτει δὲ τῇ προτροπῇ καὶ τὴν |
| book 267a.3 | ὑπόσχεσιν (sc. Ξ 268). b(BCE3E4)T |
| book 267b.1 | Χαρίτων μίαν ὁπλοτεράων: ὅτι δύο γενέσεις Χαρίτων |
| book 267b.2 | ὑποτίθεται, πρεσβυτέρας καὶ νεωτέρας· διὸ συγκριτικῶς λέγει ὁπλο‐ |
| book 267b.3 | τεράων. A |
| book 268 | ὀπυιέμεναι: νομίμως γαμεῖν. οἱ δὲ ὁμιλεῖν καὶ διαλέγεσθαι· |
| book 268 | δι’ ὀπὸς γὰρ αἱ ὁμιλίαι. T |
| book 270.1 | χήρατο δ’ Ὕπνος: πιθανῶς, ὅτε μὲν θρόνον ὠνόμασεν, |
| book 270.2 | οὐκ ἤνυσεν, ὅτε δὲ γάμον, ἐπιτείνοντος τὴν ἐπιθυμίαν τοῦ κεστοῦ· |
| book 270.3 | πρὸς γὰρ ἐρωτικὰ μόνα δυνατώτατός ἐστιν ὁ κεστός. πιθανῶς οὖν ἡ |
| book 270.4 | τὸν κεστὸν φοροῦσα δύο θεοὺς δι’ ἡδονῆς ἐξηπάτησεν. b(BCE3)T |
| book 271-5.1 | 〈ἄγρει νῦν μοι ὄμοσσον— / ἦ μὲν ἐμοὶ δώ‐ |
| book 271-5.2 | σειν:〉 τὸ ἑξῆς ἐστιν ὄμοσ〈σ〉ον (271) ἦ μὲν ἐμοί (275). τὰ δὲ |
| book 271-5.3 | ἄλλα διὰ μέσου. Aint |
| book 271a1.1 | 〈ἀ〉άατον: οἱ μὲν ἀάτως, ἀβλαβῶς, ἀπανούργως. οἱ δὲ |
| book 271a1.2 | τὸ †α ἐπὶ βάθους περισσεύοντος τοῦ α†. οἱ δὲ τὸ †ἄαιτον† φασὶν |
| book 271a1.3 | ἐγκεῖσθαι. οἱ δὲ ὑπερστερητικόν φασιν εἶναι, ὃ ταὐτόν ἐστιν ἑνὶ ἁπλῷ, |
| book 271a1.4 | ὡς τὸ „ἀνάπυστα θεοὶ θέσαν“ (λ 274), ἀνάπηρος· 〈ἀ〉άατον οὖν |
| book 271a1.5.1 | ἐστι τὸ βλαπτικόν. ἀῶ ἀῶμαι „ἀᾶται“ (Τ 91. 129), „ἀασάμην“ (Ι 116 |
| book 271a1.5.2 | al.), „ἀάσατο 〈δὲ〉 μέγα θυμῷ“ (Ι 537. Λ 340), ἀατὸς ὡς περατὸς καὶ |
| book 271a1 | ἀάατος ὡς ἀπέρατος. T |
| book 271a2.1 | ὑπερεπιτατικὸν εἶναι τὸ τοιοῦτόν φασιν, ὃ ταὐτόν ἐστιν |
| book 271a2.2 | ἑνὶ ἁπλῷ. δηλοῖ δὲ τὸ λίαν βλαπτικώτατον. b(BCE3) |
| book 271b1.1 | Στυγὸς ὕδωρ: ὡς κατὰ ὑγροῦ στοιχείου ὀμνύουσιν. οἱ |
| book 271b1.2 | δέ, ὅτι πολέμιον θεοῖς τὸ ὑγρὸν πυρώδεσιν οὖσιν, ἢ ὅτι στυγνότητος |
| book 271b1.3 | αἰτία καὶ τοῦ ἐν ἡδονῇ ζῆν†. φησὶν οὖν αὐτὴν Ἡρόδοτος (sc. 6, 74, 2) |
| book 271b1.4 | ἐν Νωνάκριδι πρὸς Φενεῷ τῆς Ἀρκαδίας ῥεῖν. T |
| book 271b2.1 | κατὰ Στυγὸς δὲ ὀμνύναι λέγει, ὅτι τὸ Στυγὸς ὕδωρ b |
| book 271b2.2 | (BCE3) στυγνότητος αἴτιόν ἐστι τοῖς ψευδομένοις, ἀπελέγχον |
| book 271b2.3 | αὐτοὺς καὶ τοῦ ἐν ἡδονῇ ζῆν στερίσκον. b(BCE3E4) |
| book 272.1 | {χειρὶ δὲ} τῇ ἑτέρῃ: ὅτι ἐπὶ δύο τῷ ἑτέρῳ χρῆται κατὰ |
| book 272.2 | διαστολήν, Ἑλληνικῶς. A |
| book 272-3.1 | 〈χθόνα ... ἅλα〉: κατὰ ξηροῦ καὶ ὑγροῦ ὀμνύουσιν, |
| book 272-3.2 | ἐπεὶ πάντα ἐκ ξηροῦ καὶ ὑγροῦ συνίσταται. b(BCE3E4)Til |
| book 272-3.1 | τὰ βαρύτατα δὲ τῶν στοιχείων ὄμνυσι, καθάπερ ἐν τῇ συνη‐ |
| book 272-3.2 | θείᾳ λέγομεν ξηρὸν καὶ ὑγρόν. A |
| book 273.1 | 〈ἅλα μαρμαρέην:〉 τὴν ἡλίου θρεπτικήν· „ἄναμμα |
| book 273.2 | †ἡλίου νοερὸν θάλασσα“ (cf. Heracl. 22 A 12). b(BCE3E4)Til |
| book 274a | μάρτυροι: ὅτι Ζηνόδοτος „μάρτυρεσ“ γράφει, ἀγνοῶν |
| book 274a | ὅτι μάρτυροι λέγειν δεῖ ἀκολούθως τῷ μάρτυρος. A |
| book 274b.1 | 〈θεοὶ Κρόνον ἀμφὶς ἐόντες:〉 ἢ συγκολαζόμενοι αὐτῷ, |
| book 274b.2 | ἢ ὑπ’ αὐτῷ ταγέντες b(BCE3E4)T ἐπεὶ πῶς κατὰ κολαζομένων |
| book 274b.3 | ὄμνυσιν; T |
| book 274b | θεοὶ Κρόνον ἀμφὶς ἐόντες: οἱ περὶ τὸν Κρόνον θεοί. λέγει |
| book 274b.5 | —Ἰαπετός, Κοῖος. A |
| book 274c.1 | 〈ἀμφίς:〉 περί. ποτὲ δὲ καὶ τὸ διχῶς „ἀμφὶς φρονέοντε“ |
| book 274c.2 | (Ν 345). Til |
| book 275-7.1 | Χαρίτων μίαν 〈ὁπλοτεράων /〉 Πασιθέην, 〈ἧς τ’ |
| book 275-7.2 | αὐτὸς ἐέλδομαι ἤματα πάντα. /〉 ὣς ἔφατ’, οὐδ’ ἀπίθησεν: |
| book 275-7.3 | ὑποφαίνει ὡς οὐδὲ κοιμώμενον ἐπιλανθάνεσθαι δεῖ χάριτος. ἢ καὶ ὅτι |
| book 275-7.4 | καὶ ἐν ὕπνῳ ἐστί τις ἡδονὴ καὶ χάρις· „πανδαμάτωρ“ (Ω 5. ι 373) |
| book 275-7.5.1 | γοῦν καὶ μαλθακός ἐστι καὶ ἡδύς. ἢ φιλοσοφώτερον ἔστιν ἀκούειν· |
| book 275-7.5.2 | Πίνδαρος (Ι. 7, 16) γοῦν φησι „παλαιὰ μὲν εὕδει χάρισ“. καὶ Λήθης |
| book 275-7.5.3 | γενεαλογοῦσι τὰς Χάριτας. πρὸ δὲ πάντων ὁμοῦ πεποίηται χάριτος |
| book 275-7.5.4 | ἄρχοντα τὸν Ὕπνον, αἰνιττόμενος τὸ συμβαῖνον περὶ τοὺς χαρίτων |
| book 275-7.5.5 | τυχόντας. καὶ ὁ κωμικὸς (Men. fr. 479,1 Kö.) „ἅμα τετέλεσται καὶ |
| book 275-7.10.1 | τέθνηκεν ἡ χάρισ“. | ἐπίτηδες δὲ ἡ μὲν Ἥρα ἐσιώπησε τὸ ὄνομα τῆς |
| book 275-7.10.2 | ἐρωμένης, ἵνα μὴ ὀνειδίζῃ τὸν ἔρωτα, ὁ δὲ Ὕπνος καὶ τὸ ὄνομα προσέ‐ |
| book 275-7.10.3 | θηκεν εἰς βεβαίωσιν. Πασιθέην δέ, ὅτι πανταχοῦ δεῖ θέειν καὶ μὴ |
| book 275-7.10.4 | κεκρύφθαι τὴν χάριν. b(BCE3E4)T οὐκ οἶδε δὲ τὰ παρ’ Ἡσιόδῳ |
| book 275-7.10.5 | (sc. th. 909) ὀνόματα τῶν Χαρίτων. T |
| book 276.1 | 〈ἧς τ’ αὐτὸς ἐέλδομαι:〉 Ζηνόδοτος καὶ Ἀριστοφάνης |
| book 276.2 | ἔξω τοῦ τέ, „ἧς αὐτὸς ἐέλδομαι“. Aint |
| book 278.1 | 〈ὤμνυε δ’ ὡς ἐκέλευε:〉 εἰκότως· πίστεως γὰρ ἔδει ἐρῶντι |
| book 278.2 | καὶ φοβουμένῳ. Til |
| book 278-9.1 | 〈θεοὺς δ’ ὀνόμηνεν ἅπαντας / τοὺσ〉 ὑποταρτα‐ |
| book 278-9.2 | ρίους, 〈οἳ Τιτῆνες καλέονται: ὑποταρταρίους (279)〉 ἐνταρ‐ |
| book 278-9.3 | ταρίους. θεοὺς δ’ ὀνόμηνεν ἅπαντας (278)· συλλήβδην καὶ θεὰς |
| book 278-9.4 | εἶπεν. | 〈γράφεται καὶ〉 „θεὸν δ’ ὀνόμηνεν ἕκαστον“. τινὲς δὲ 〈προσ〉‐ |
| book 278-9.5.1 | γράφουσιν „ὤμνυε δ’ ἐκ πέτρης κατ〈αλ〉ειβόμενον Στυγὸς ὕδωρ“ |
| book 278-9.5.2 | (= Ξ 279 a). T |
| book 279a.1 | τοὺς ὑποταρταρίους, οἳ Τιτῆνες καλέονται: ὅτι |
| book 279a.2 | τοὺς περὶ Κρόνον θεοὺς ὑποταρταρίους προσαγορεύει. πρὸς τὸ |
| book 279a.3 | „ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι“ (Α 399), ὅτι οὐ τοὺς περὶ Κρόνον |
| book 279a.4 | λέγει Ὀλυμπίους. A |
| book 279b1.1 | 〈τοὺσ〉 ὑποταρταρίους, 〈οἳ Τιτῆνες καλέονται〉: |
| book 279b1.2 | τοὺς ἐν τῷ Ταρτάρῳ ὄντας· οὐ γάρ τι ἔστιν ὑπὸ Τάρταρον. οὐδένα δὲ |
| book 279b1.3 | αὐτῶν οἶδεν ἢ Ἰαπετόν (cf. Θ 479). παρὰ [***]. T |
| book 279b2 | τοὺς ἐν τῷ Ταρτάρῳ ὄντας· οὐδὲν γὰρ ἔστιν ὑπὸ Τάρτα‐ |
| book 279b2 | ρον. Τιτὰν δὲ παρὰ τὸ τιτός, τιτάν. b(BCE3) |
| book 281.1 | Λήμνου τε καὶ Ἴμβρου 〈ἄστυ λιπόντε〉: τινὲς |
| book 281.2 | „Λήμνοιο κατὰ μέγα ἄστυ λιπόντε“· τί γὰρ νῦν πρὸς τὴν Ἴμβρον; | |
| book 281.3 | ἔστι δὲ νῆσος πρὸς τῷ Μέλανι κόλπῳ, ἀπέχουσι δὲ ἀλλήλων στάδια |
| book 281.4 | ἑκατὸν εἴκοσι. T |
| book 282a.1 | 〈ἠέρα ἑσσαμένω ῥίμφα πρήσσοντε κέλευθον:〉 |
| book 282a.2 | ἐπὶ πελάγους. | 〈ἠέρα〉 ἀεὶ διὰ τοῦ η φησίν. Til |
| book 282b.1 | πρήσσοντε: περῶ πρῶ, ὡς βείω βῶ, βορῶ βρῶ, τορῶ |
| book 282b.2 | τρῶ, συγκοπῇ. πρήσω b(BCE3)T πέπρακα, βρώσεσθαι βέβρω‐ |
| book 282b.3 | κα, †τέτρωκα. T |
| book 283-4a1.1 | 〈Ἴδην δ’ ἱκέσθην πολυπίδακα— / Λε‐ |
| book 283-4a1.2 | κτόν:〉 ἀντὶ τοῦ Ἴδης. ἀλλαχοῦ „Γάργαρον ἄκρον/ Ἴδης ὑψη‐ |
| book 283-4a1.3 | λῆσ“ (Ξ 292—3). Til |
| book 283-4a2.1 | τὸ Ἴδην (283) ἀντὶ τοῦ Ἴδης. ἔστι δὲ μέρος Ἴδης τὸ |
| book 283-4a2.2 | Λεκτόν. b(BCE3E4) ἐν ὑπερβατῷ δὲ καὶ ἀναστροφῇ ἑρμηνευτέον |
| book 283-4a2.3 | τὸ δίστιχον οὕτως, ἵνα μὴ δύσφραστον ᾖ, ‘Ἴδης δ’ ἱκέσθην πολυπί‐ |
| book 283-4a2.4 | δακος Λεκτόν‘. b(BCE3) |
| book 284a.1 | Λεκτόν: οὕτως Λεκτόν, ὀξυτόνως, A ὡς „φυτόν“ |
| book 284a.2 | (Σ 57 al.)· ATil οὕτως γὰρ ὁ τόπος καλεῖται. | ἡ διπλῆ δέ, ὅτι |
| book 284a.3 | ἰδίως εἴρηκεν, ἀντὶ τοῦ Ἴδης εἰς Λεκτόν (cf. Ξ 283—4)· καὶ „Ἴδην |
| book 284a.4 | δ’ ἵκανε〈ν〉 πολυπίδακα / Γάργαρον“ (Θ 47—8), καὶ ἐν Ὀδυσσείᾳ |
| book 284a.5.1 | (θ 362—3) τὸ ὅμοιον· „ἡ δ’ ἄρα Κύπρον ἵκανε φιλομμειδὴς Ἀφροδίτη / |
| book 284a.5.2 | ἐς Πάφον“· ἔστι γὰρ Κύπρου εἰς Πάφον. A |
| book 284b | Λεκτόν: ἀκρωτήριον—Φαλάκρη. | ἀφορᾷ δὲ τὸ |
| book 284b | Λεκτὸν ἐπὶ τὸ Αἰγαῖον πέλαγος. A |
| book 284-5a.1 | 〈ὅθι πρῶτον λιπέτην ἅλα, τὼ δ’ ἐπὶ χέρσου / |
| book 284-5a.2 | βήτην:〉 τὼ δ’ ἐπὶ χέρσου πρῶτον βήτην, ὅθι λιπέτην ἅλα. b(BCE3) |
| book 284-5b.1 | 〈τὼ δ’ ἐπὶ χέρσου / βήτην:〉 ἐπέβησαν δ’ οὗτοι τῆς |
| book 284-5b.2 | χέρσου. Til |
| book 285a1.1 | ἀκροτάτη δὲ ποδῶν ὑπεσείετο 〈ὕλη〉: τὴν χα‐ |
| book 285a1.2 | μαίζηλον βοτάνην φησίν· ὅτι γὰρ οὐ πατοῦσι γῆν, δῆλον ἐκ τοῦ |
| book 285a1.3 | „οὐδὲ χθόνα μάρπτε ποδοῖϊν“ (Ξ 228). εἰσὶ δὲ γραφικά. T |
| book 285a2.1 | ἀκροτάτη δὲ ὕλη ἡ χαμαίζηλος πᾶσα καὶ μικρὰ βοτάνη. |
| book 285a2.2 | b(BCE3E4) |
| book 285b.1 | 〈ὑπεσείετο:〉 Ἀρίσταρχος „ὕπο“, εἶτα „σείετο“, Ἰα‐ |
| book 285b.2 | κῶς. οὕτως καὶ Ζηνόδοτος καὶ Ἀριστοφάνης. Aim |
| book 286.1 | πάρος Διὸς ὄσσε ἰδέσθαι: πρὶν ἴδῃ τοὺς ὀφθαλμοὺς τοῦ |
| book 286.2 | Διός, ὅπως μὴ πρὸ τοῦ δέοντος αὐτὸν κοιμίσῃ. ἐμφαντικώτατα, ὡς |
| book 286.3 | ἅμα τῷ προσβλέψαι τινὶ εὐθὺς κατακοιμίζοντος. b(BCE3)T |
| book 287a1.1 | εἰς ἐλάτην ἀναβάς: ἐλάτη ἐπίμηκες καὶ ἄκαρπον ὡς |
| book 287a1.2 | ὕπνος. ἔστι δὲ ‘ἐπὶ ἐλάτην‘. T |
| book 287a2.1 | τὸ δὲ εἰς ἐλάτην ἀντὶ τοῦ ἐπὶ ἐλάτην. ἔστι δὲ ἐπίμηκες |
| book 287a2.2 | καὶ ἄκαρπον δένδρον, ὡς ὁ ὕπνος. b(BCE3) |
| book 287b.1 | 〈περιμήκετον:〉 μῆκος μήκετος ἐπεκτάσει, ὡς πάχος |
| book 287b.2 | „πάχετοσ“ (ψ 191). Til |
| book 287-8.1 | 〈ἣ τότ’ ἐν Ἴδῃ / μακροτάτη πεφυυῖα:〉 μακροτά‐ |
| book 287-8.2 | την εἶπεν ὡς πολλῶν οὐσῶν ἐκεῖ. καλῶς δὲ πρόσκειται τότε (287)· |
| book 287-8.3 | νῦν γὰρ οὐ φύεται ἐκεῖ b(BCE3)T ἐλάτη. καὶ ὅτι μετὰ τὰ ἡρωϊκὰ |
| book 287-8 | ὁ ποιητής. T |
| book 288.1 | {μακροτάτη πεφυυῖα} δι’ ἠέρος 〈αἰθέρ’ ἵκανεν〉: ὅτι καθ’ |
| book 288.2 | Ὅμηρον ἀὴρ ὁ ἀπὸ γῆς μέχρι νεφῶν τόπος. ὁ δὲ ὑπὲρ τὰ νέφη τόπος |
| book 288.3 | αἰθήρ, καὶ ὁμωνύμως τῷ στερεμνίῳ οὐρανός· διὸ τὰ νέφη λέγει πύλας |
| book 288.4 | οὐρανοῦ (cf. Ε 749—51). A |
| book 289-90a1.1 | 〈ἔνθ’ ἧστ’ ὄζοισιν—ἐναλίγκιος:〉 καὶ ὑπὸ |
| book 289-90a1.2 | τοῦ ὕψους καὶ τῶν κλάδων καὶ τῆς μεταμορφώσεως οὐχ ὁρᾶται. Til |
| book 289-90a2.1 | πιθανῶς, ἵνα καὶ διὰ τὸ ὕψος καὶ διὰ τοὺς κλάδους καὶ διὰ |
| book 289-90a2.2 | τὴν μεταμόρφωσιν μὴ ὁρῷτο. b(BCE3E4) |
| book 290a.1 | 〈ὄρνιθι λιγυρῇ〉 ἐναλίγκιος: κατὰ τὴν καθέδραν· ἡ |
| book 290a.2 | γὰρ ὄρνις †οὐ† καθέζεται. A b (BCE3E4)T |
| book 290b | 〈ἥν τ’ ἐν ὄρεσσι:〉 λείπει ‘διατρίβουσαν‘. b(BE3E4)Til |
| book 291a.1 | χαλκίδα: τὸ εὔφωνον ὄνομα τοῖς θεοῖς τίθησιν· οἶδε δὲ τὰ |
| book 291a.2 | θεῶν ὡς ὑπὸ Μουσῶν καταπνεόμενος. τινὲς δέ φασιν αὐτὴν εἶναι Ἁρ‐ |
| book 291a.3 | παλύκην, ἣ μιγεῖσα τῷ πατρὶ Κλυμένῳ κατὰ βίαν, ἑψήσασα τὸν υἱὸν |
| book 291a.4 | Πρέσβωνα παρέθηκεν αὐτῷ. ἢ ὅτι Διῒ συνῆλθεν, Ἥρα δὲ ὠρνίθωσεν |
| book 291a.5 | αὐτήν· ἐν Χαλκίδι δὲ διῆγεν ἄνθρωπος οὖσα. οἱ δὲ τὴν μητέρα τῶν |
| book 291a.1 | Κορυβάντων Χαλκίδα φασίν. ἢ ὅτι χαλκίζει τὴν χροιάν. ἢ ὅτι κατὰ |
| book 291a.2 | νύκτα ὁρᾶται. τινὲς δὲ τὴν γλαῦκα. T |
| book 291b1.1 | κύμινδιν: ὅτι ἀεὶ τὴν κεφαλὴν ὑπὸ τοὺς κλάδους κρύπτει· |
| book 291b1.2 | ὁ γὰρ κύμινδις οἰκεῖ μὲν ὄρη, ἔστι δὲ μέλας, χαλκίζων τὴν χροιάν, καὶ |
| book 291b1.3 | μέγεθος ὅσον ἱέραξ ὁ φασσοφόνος, ὥς φησιν Ἀριστοτέλης (sc. h. an. |
| book 291b1.4 | 9, 12 p. 615 b 6). παρὰ δέ τισι θηλυκῶς λέγεται. εὐεπίφορον δὲ εἰς |
| book 291b1.5 | ὕπνον τὸ ὄρνεον. b(BCE3E4)T |
| book 291b2.1 | {χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ} κύμινδιν: ὁ κύ‐ |
| book 291b2.2 | μινδις οἰκεῖ μὲν ὄρη, ἔστι δὲ μέλας, χαλκίζων τὴν χροιάν, καὶ μέγεθος |
| book 291b2.3 | ὅσον ἱέραξ φασσοφόνος, ὥς φησιν Ἀριστοτέλης. παρὰ δέ τισι θη‐ |
| book 291b2.4 | λυκῶς λέγεται ἡ κύμινδις. εὐεπίφορον 〈δὲ〉 εἰς ὕπνον τὸ ὄρνεον. κύ‐ |
| book 291b2.5.1 | μινδις δὲ λέγεται διὰ τὸ ἀεὶ τὴν κεφαλὴν ὑπὸ τοὺς κλάδους κρύ‐ |
| book 291b2.5.2 | πτειν. A |
| book 292.1 | 〈Γάργαρον:〉 τὸ Γάργαρον ἄκρον, ἡ δὲ πόλις θηλυκῶς, |
| book 292.2 | καὶ οἱ πολῖται Γαργαρεῖς. b(BCE3)Til |
| book 294a.1 | ὡς δ’ ἴδεν, ὥς μιν ἔρως 〈πυκινὰς φρένας ἀμφε‐ |
| book 294a.2 | κάλυψεν〉: ἐπαναλαμβάνει τὸ „ἴδεν“ (Ξ 293), ὑποφαίνων ὡς οὐκ |
| book 294a.3 | ἐν παρέργῳ αὐτὴν εἶδεν. ἔστιν οὖν ὡς τὸ „ἠράσατ’ ὀφθαλμοῖσιν ἰδών“ |
| book 294a.4 | (Π 182). b(BCE3)T |
| book 294b | πυκινάς: πρὸς ἐπίτασιν τοῦ πάθους. ἀμφεκάλυψε δὲ |
| book 294b | ἀντὶ τοῦ ἤγρευσεν, ἀπὸ τῶν δικτύων. b(BCE3E4)T |
| book 295.1 | οἷον ὅτε πρῶτόν περ ἐμισγέσθην: Ἥραν τρεφομένην |
| book 295.2 | —ἡ ἱστορία παρὰ Εὐφορίωνι (fr. 99 Pow.). A |
| book 295a | 〈οἷον:〉 γράφεται καὶ „οἷοσ“. Aint |
| book 295b1.1 | 〈πρῶτόν περ:〉 οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ „πρώ‐ |
| book 295b1.2 | τιστον“. Aim |
| book 295b2 | Ἀρίσταρχος {ὅτε} πρῶτόν περ. Til |
| book 296a.1 | εἰς εὐνὴν φοιτῶντε φίλους λήθοντε τοκῆας: καὶ |
| book 296a.2 | πῶς φησι (sc. Ξ 202—4) παρ’ Ὠκεανῷ αὐτὴν τρέφεσθαι; ἢ τὸ ἀτιτάλ‐ |
| book 296a.3 | λειν (cf. Ξ 202) οὐκ ἐκ νηπίας· φησὶ γοῦν „ἄταλλε δὲ κήτε’ ὑπ’ αὐτοῦ“ |
| book 296a.4 | (Ν 27) καὶ „τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλ’ ἐπὶ φάτνῃ“ (Ε |
| book 296a.5.1 | 271). λάθρα οὖν ἐμίγη· ὅτε δὲ ἐταρταρώθη Κρόνος, ὡς παρθένος ὑπο‐ |
| book 296a.5.2 | νοουμένη ἐξεδόθη Διῒ ὑπὸ Τηθύος καὶ Ὠκεανοῦ. τεκοῦσαν γοῦν |
| book 296a.5.3 | Ἥφαιστον προσποιεῖσθαι δίχα μίξεως κυεῖν b(BCE3)T καὶ Κη‐ |
| book 296a.5.4 | δαλίωνι τῷ Ναξίῳ παραδοῦναι χαλκευτικὴν διδάξαι· διὸ καὶ μέχρι |
| book 296a.5.5 | νῦν ὑπόμνημα φυλάσσεσθαι παρὰ Ναξίοις καὶ τὸν ἀμφιθαλῆ τῇ τάλι |
| book 296a.10.1 | συγκατατίθεσθαι. T ἄλλοι τὸν Δία φασὶν ἐν Σάμῳ λάθρᾳ τῶν |
| book 296a.10.2 | γονέων διαπαρθενεῦσαι τὴν Ἥραν· ὅθεν Σάμιοι ζήλῳ τῆς θεοῦ μνη‐ |
| book 296a.10.3 | στεύοντες τὰς κόρας λάθρᾳ συγκοιμίζουσιν, εἶτα παρρησίᾳ τοὺς γά‐ |
| book 296a.10.4 | μους θύουσιν. τοκῆας οὖν τοὺς περὶ Κρόνον καὶ Ῥέαν. ἔνιοι δὲ |
| book 296a.10.5 | τοκῆας τοὺς προγόνους τοὺς περὶ Ὠκεανὸν καὶ Τηθύν· b(BCE3) |
| book 296a.15.1 | T „ἐκ δὲ τοκήων / τῶν αὐτῶν, οἵ περ τέκον Ἀλκίνοον“ (η 54—5)· |
| book 296a.15.2 | ἵνα καὶ τὸ ἀτιτάλλειν (cf. Ξ 202) ἐκ νηπίας τρέφειν λάβωμεν. ἔνιοι δέ |
| book 296a.15.3 | φασι παρθένον οὖσαν Ἥραν ἐρασθῆναι Εὐρυμέδοντος, ἑνὸς τῶν Γι‐ |
| book 296a.15.4 | γάντων, καὶ ἐξ αὐτοῦ τεκεῖν τὸν Προμηθέα· Δία δὲ ἐγνωκότα τὸν μὲν |
| book 296a.15.5 | ταρταρῶσαι, τὸν δὲ Προμηθέα προφάσει τοῦ πυρὸς σταυρῶσαι. T |
| book 296b.1 | 〈φίλους:〉 τοὺς οἰκείους· „ἀπὸ μὲν φίλα εἵματα δύσω“ |
| book 296b.2 | (Β 261). Til |
| book 297.1 | στῆ δ’ αὐτῆς προπάροιθεν: κινηθεὶς ὑπὸ τοῦ κεστοῦ |
| book 297.2 | αὐτὸς πρόσεισι τῇ γυναικί. b(BCE3E4)T |
| book 298a | 〈πῆ μεμαυῖα:〉 εἰς τίνα τόπον ὡρμημένη; Til |
| book 298b.1 | τόδ’ ἱκάνεις: λείπει τὸ ὄρος. b(BCE3E4)T μήποτε |
| book 298b.2 | δὲ ἰσοδυναμεῖ τῷ παρ’ Αἰολεῦσι ‘τυῖδε‘· „ἦ ἑὸν αὐτοῦ χρεῖος ἐελδόμε‐ |
| book 298b.3 | νος τόδ’ ἱκάνει;“ (α 409). καὶ πληθυντικῶς „οὐχ ὅ γ’ ἄνευθε θεοῦ τάδε |
| book 298b.4 | μαίνεται“ (Ε 185) ἀντὶ τοῦ ἐνθάδε. T οὐ γινώσκει δὲ τὴν συσκευὴν |
| book 298b.5.1 | διὰ τὰ πάθη, „ἥ τ’ ἔκλεψε νόον πύκα περ φρονεόντων“ (Ξ 217). b |
| book 298b.5.2 | (BCE3)T |
| book 299a.1 | ἵπποι δ’ οὐ παρέασι καὶ ἅρματα, 〈τῶν κ’ ἐπι‐ |
| book 299a.2 | βαίησ〉: δύναται καὶ πευστικῶς ὁ στίχος ἀναγινώσκεσθαι, οὐ μὴν |
| book 299a.3 | ὑποστικτέον διὰ πευστικὴν ὑπόκρισιν. A |
| book 299b.1 | ἵπποι δ’ οὐ παρέασι: ἠθικῶς πάνυ καταπαύει τὴν |
| book 299b.2 | ὁδὸν ὡς μὴ τῶν ἐπιτηδείων παρόντων, ἵνα πείσας μένειν συγχρήσηται |
| book 299b.3 | τῇ σχολῇ· οὐ γὰρ πιθανὸν ἦν †ἀποτρέψαντα τῆς ὁδοῦ θέλειν ἐμπε‐ |
| book 299b.4 | λάζειν. b(BCE3)T προφάσει οὖν χρῆται. ἡ δὲ δολίως ἐπιτείνει τὴν |
| book 299b.5 | ἐπιθυμίαν τοῦ ἀνδρός, φάσκουσα πάντα αὐτῇ εὐτρεπῆ εἶναι πρὸς τὴν |
| book 299b | ὁδόν, b(BE3)T „ἵπποι δ’ ἐν πρυμνωρείῃ“ (Ξ 307). T |
| book 299c.1 | 〈τῶν κ’ ἐπιβαίης:〉 Ζηνόδοτος καὶ Ἀριστοφάνης ἔξω |
| book 299c.2 | τοῦ κέ συνδέσμου, „τῶν ἐπιβαίησ“. Aint |
| book 300.1 | τὸν δὲ δολοφρονέουσα: δολίαν εἰσάγει τὴν Ἥραν καὶ |
| book 300.2 | ἐν τῷ περὶ Ἡρακλέους, „δολοφροσύνῃς’ ἀπάτησεν“ (Τ 97). σχεδὸν |
| book 300.3 | οὖν κηρύττει ὁ ποιητὴς φυλάττεσθαι τῶν γυναικῶν τοὺς λόγους. |
| book 300.4 | b(BE3)T |
| book 303 | 〈οἵ με σφοῖσι:〉 γράφεται „οἵ μ’ ἐν σφοῖσι“. Aint |
| book 304-6a.1 | τοὺς εἶμ’ ὀψομένη〈—, ἐπεὶ χόλος ἔμπεσε |
| book 304-6a.2 | θυμῷ〉: ἀθετοῦνται στίχοι τρεῖς, καὶ ἀστερίσκοι παράκεινται, ὅτι πρὸς |
| book 304-6a.3 | μὲν Ἀφροδίτην (sc. Ξ 205—7) δεόντως λέγονται, πρὸς δὲ τὸν Δία |
| book 304-6a.4 | οὐκέτι· οὐ γὰρ προσεδεῖτο προφάσεως ἔχουσα τὸν κεστὸν ἱμάντα. καὶ |
| book 304-6a.5 | τάχα ἂν συναφώρμησεν αὐτῇ· οὐ δεῖ οὖν παρακινδυνεύειν. A |
| book 304-6b.1 | 〈τοὺς εἶμ’ ὀψομένη—θυμῷ:〉 ἠθετοῦντο παρὰ |
| book 304-6b.2 | Ζηνοδότῳ. AimTil |
| book 304-6c1.1 | τοὺς εἶμ’ ὀψομένη—θυμῷ: ἀθετοῦσιν ὡς ἀμβλύ‐ |
| book 304-6c1.2 | νοντας τὴν ἐπιθυμίαν Διός. ἀλλ’ οὐκ †ἠμβλήνθη† τοῦ κεστοῦ ἐπιτείναν‐ |
| book 304-6c1.3 | τος. ἄλλως τε περὶ ἀφροδισίων λέγουσα ἐπιτείνει τὸν πόθον καὶ |
| book 304-6c1.4 | †πλείονα† ἐξάπτει. T |
| book 304-6c2.1 | ἀθετοῦνται οἱ στίχοι ὡς ἀμβλύνοντες τὴν ἐπιθυμίαν Διός, |
| book 304-6c2.2 | κακῶς· οὐ γὰρ ἠμβλύνθη· περὶ ἀφροδισίων γὰρ λέγουσα ἐπιτείνει τὸ |
| book 304-6c2.3 | πάθος καὶ τὸν πόθον πλέον ἐξάπτει. b(BCE3E4) ἄλλως τε λέγον‐ |
| book 304-6c2 | ται, ἵνα μὴ ὕστερον αἰτία ᾖ ὡς εἰς τοῦτο ἐπίτηδες ἐλθοῦσα. b(BE3E4) |
| book 304.1 | καί σφ’ ἄκριτα νείκεα λύσω: καὶ πῶς ἐν τῇ Α (sc. 424) |
| book 304.2 | μετὰ τῶν θεῶν οὖσα ἐν τῷ Ὠκεανῷ οὐ διήλλαξε τὴν ἔριν; ἀλλ’ ὅτι οὐ |
| book 304.3 | σὺν αὐτοῖς ἦν, δῆλον ἐξ ὧν ἀπ’ οὐρανοῦ πέμπει τὴν Ἀθηνᾶν παύσου‐ |
| book 304.4 | σαν τῶν στρατηγῶν τὴν ἔριν (cf. Α 195—6). b(BCE3)T |
| book 307a.1 | {ἵπποι δ’} ἐν πρυμνωρείῃ: ἕν ἐστι τὸ πρυμνωρείῃ, |
| book 307a.2 | ὡσπερεὶ ἐν ἀκροπόλει. A |
| book 307b.1 | πρυμνωρείῃ: πρυμνώρεια ὡς ἀκρώρεια· σημαίνει δὲ τὸ |
| book 307b.2 | πρὸς τῇ ῥίζῃ τοῦ ὄρους συνορίζον τῷ ἐδάφει. b(BCE3E4)T τὰ |
| book 307b.3 | δὲ ὑπὸ τοῖς ἄκροις ἀκρώρεια καλοῦνται. T |
| book 308.1 | 〈τραφερήν:〉 ἐκ τοῦ παρεπομένου τὴν γῆν· „μάλα δ’ ὦκα |
| book 308.2 | περιτρέφεται“ (Ε 903) ἀντὶ τοῦ πήγνυται. Til |
| book 309a.1 | {νῦν δὲ} σεῦ {εἵνεκα}: τὴν σεῦ περισπαστέον· ἔστι γὰρ |
| book 309a.2 | ἀντιδιαστολή. A |
| book 309b.1 | σεῦ εἵνεκα: ἐντέχνως αὐτὸν γοητεύει ὡς τῇ ἐξουσίᾳ |
| book 309b.2 | ἐκείνου τὰς ἰδίας ἐπιτελοῦσα χρείας. καὶ γυναιξὶ δὲ νομοθετεῖ τὰς |
| book 309b.3 | ἐξόδους ποιεῖσθαι συγκεχωρημένας ὑπὸ τῶν ἀνδρῶν. b(BCE3E4)T |
| book 310a1.1 | 〈μετέπειτα:〉 Ζηνόδοτος καὶ Ἀριστοφάνης „μετόπισθε“. |
| book 310a1.2 | Aim |
| book 310a2 | οἱ περὶ Ζηνόδοτον „μετόπισθε {χολώσεαι}“. Til |
| book 313.1 | 〈Ἥρη, κεῖσε μὲν ἔστι καὶ ὕστερον ὁρμηθῆναι:〉 |
| book 313.2 | ὅρα οἷόν ἐστιν ἡ φιληδονία, ὑπέρθεσιν οὐ δεχόμενον καὶ τῶν καθη‐ |
| book 313 | κόντων ἐμποιοῦν ἀμέλειαν. b(BCE3E4)Til |
| book 314.1 | 〈τραπείομεν:〉 ἀντὶ τοῦ τερφθῶμεν· ἐκτρέπει γὰρ τοῦ |
| book 314.2 | δέοντος ἡ ἡδονή. b(BCE3E4)Til |
| book 315a.1 | οὐ γὰρ πώποτέ μ’ ὧδε 〈θεᾶς ἔρος οὐδὲ γυναι‐ |
| book 315a.2 | κόσ〉: ὅτι ἐξαρκεῖ τὸ κεφαλαιωδῶς εἰπεῖν. τὸ δὲ ἐξ ὀνόματος ἐπιφέρειν |
| book 315a.3 | ἐνέκοπτε μᾶλλον ἢ ἔπειθεν. A |
| book 315b.1 | οὐ γὰρ πώποτέ μ’ ὧδε 〈θεᾶς ἔρος οὐδὲ γυναι‐ |
| book 315b.2 | κός:〉 τίνος ἕνεκα τοσοῦτον ἀκρατῆ παρίστησι τὸν Δία ὡς μὴ δύνα‐ |
| book 315b.3 | σθαι κρατεῖν ἑαυτοῦ; φαμὲν οὖν ὡς ἀπελογήσατο περὶ τούτων, ἐν οἷς |
| book 315b.4 | διαλαβὼν περὶ τοῦ κεστοῦ φησιν· „†ἅ† τ’ ἔκλεψε νόον πύκα περ |
| book 315b.5.1 | φρονεόντων“ (Ξ 217). ἄλλως τε διδάξαι βούλεται τοὺς νέους ὁ ποιη‐ |
| book 315b.5.2 | τής, ὅσον ἐστὶ χαλεπὸν μὴ κρατεῖν τῶν παθῶν, ὅπου καὶ Ζεὺς ὁ |
| book 315b.5.3 | παγκρατὴς πάθει νικηθεὶς ἐζημιώθη τὴν ὄνησιν, ἣν ἀπὸ τῆς ἀγρυπνίας |
| book 315b.5.4 | περιεποιήσατο. b(BCE3E4)T |
| book 315c.1 | οὐδὲ γυναικός: ἀντὶ τοῦ θνητῆς· ἀλλαχοῦ „ἢ θεὸς ἠὲ |
| book 315c.2 | γυνή“ (κ 228). ὡς μείζονα δὲ τὸν γυναικεῖον ἐπήγαγεν ἔρωτα· ἢ ὅτι |
| book 315c.3 | ὁ τῶν ὁμοφύλων ἔρως οὐ λίαν ἐστὶν ἐπιτεταμένος, ὡς ὁ τῶν παρὰ φύ‐ |
| book 315c.4 | σιν. b(BCE3E4)T ἢ διὰ τὸ συμπλεκτικὸν σχῆμα, „εἰσῆλθεν καὶ |
| book 315c.5.1 | ὑπέρβη λάϊνον οὐδόν“ (ψ 88)· καὶ γὰρ πρώτας τὰς θνητὰς καταλέ‐ |
| book 315c.5.2 | γει (sc. Ξ 317—25). καὶ „μήτε θεῶν τό γε δείδιθι μήτε τιν’ ἀνδρῶν / |
| book 315c | ὄψεσθαι“ (Ξ 342—3). T |
| book 316.1 | 〈περιπροχυθείς:〉 περισσῶς χυθείς. ὁ δὲ Ἰξίων (fr. 16 St.) |
| book 316.2 | γράφει „περιπλεχθείσ“. Til |
| book 317a.1 | οὐδ’ ὁπότ’ ἠρασάμην· κοινὸν ἄνωθεν νοεῖται ἐπὶ πάν‐ |
| book 317a.2 | των (sc. Ξ 317—27) τὸ οὐδέποτε οὕτως ἠράσθην· διὸ καὶ ἕκαστον |
| book 317a.3 | τῶν λεγομένων αὐτὸ καθ’ ἑαυτὸ κόμμα ἐστί· διόπερ αἱ στιγμαὶ ἐν |
| book 317a | αἰτήματι τίθενται. | ἀπὸ τούτου δὲ ἕως τοῦ „οὐδ’ ὁπότε Λητοῦς |
| book 317a.5.1 | ἐρικυδέοσ“ (Ξ 327) ἀθετοῦνται στίχοι ἕνδεκα, ὅτι ἄκαιρος ἡ ἀπαρίθ‐ |
| book 317a.5.2 | μησις τῶν ὀνομάτων· μᾶλλον γὰρ ἀλλοτριοῖ τὴν Ἥραν ἢ προσάγε‐ |
| book 317a.5.3 | ται. καὶ ὁ ἐπ〈ε〉ιγόμενος συγκοιμηθῆναι, διὰ τὴν τοῦ κεστοῦ δύναμιν, |
| book 317a.5.4 | πολυλογεῖ. | καὶ Ἀριστοφάνης προηθέτει. A |
| book 317b.1 | Ἰξιονίης ἀλόχοιο: τῆς ὕστερον γενομένης Ἰξίονος· |
| book 317b.2 | παρθένοις γὰρ Ζεὺς συγγίνεται. b(BCE3E4)T ἐναντίον δὲ αὐτῷ |
| book 317b.3 | τὸ „Ἀγαμεμνονέην ἄλοχον“ (γ 264) τὴν πρώην Ἀγαμέμνονος. T |
| book 317c1.1 | 〈Ἰξιονίης ἀλόχοιο:〉 Ἰξίονος γυνὴ Δία, Ἠϊονέως θυ‐ |
| book 317c1.2 | γάτηρ. Til |
| book 317c2.1 | {ἰξιονίης ἀλόχοιο:} τῆς Ἰξίονος γυναικὸς Δίας. | ἦν δὲ |
| book 317c2.2 | αὕτη θυγάτηρ †ἰηονέως†. μετὰ δὲ τὸ φθαρῆναι—ἐζεύχθη. A |
| book 318.1 | 〈θεόφιν:〉 θεῷ ἢ θεοῖς· τὸ γὰρ ἴσος ὅμοιος ἀλίγκιος ἀτάλαν‐ |
| book 318.2 | τος δοτικῇ συντάττεται. Til |
| book 319.1 | Δανάης: ἐξ Εὐριδίκης καὶ Ἀκρισίου. Εὐφορίων (fr. 86 |
| book 319.2 | Pow.)· „ὀθνεῖον Περσεῖ τελέων γάμον Εὐρυμέδοντι“. τινὲς δέ φασι |
| book 319.3 | πλείονα Ἡρακλέους αὐτὸν εἰργασμένον οὐ τυχεῖν δόξης, ὅτι Διόνυσον |
| book 319.4 | ἀνεῖλεν εἰς τὴν Λερναίαν ἐμβαλὼν λίμνην. T |
| book 319.5.1 | {οὐδ’ ὅτε περ} Δανάης: Δανάη Ἀκρισίου—παρέλαβε |
| book 319.5.2 | Περσεύς. A |
| book 320 | 〈ἀριδείκετον:〉 τινὲς „πολὺ φίλτατον“. Til |
| book 321 | 〈Φοίνικος κούρης:〉 Φοίνικος καὶ Κασσιεπείας Εὐρώπη. |
| book 321 | Til |
| book 322a1.1 | 〈Μίνω:〉 Ἀρίσταρχος „Μίνων“ σὺν τῷ ν, Ζηνόδοτος |
| book 322a1.2 | χωρὶς τοῦ ν. Aim |
| book 322a2.1 | 〈Μίνω τε:〉 τινὲς „Μίνωα“, Ζηνόδοτος Μίνω 〈τε〉, |
| book 322a2.2 | Ἀρίσταρχος „Μίνων 〈τε〉“ Ἀττικῶς. Til |
| book 322b.1 | Ῥαδάμανθυν: ἐπεὶ ἐμάνη περὶ τὰ ῥόδα τὰ ὑπὸ τοῦ ταύ‐ |
| book 322b.2 | ρου προϊέμενα ἡ Εὐρώπη, Ῥαδάμανθυν ὠνόμασε τὸν παῖδα. AT |
| book 323.1 | {οὐδ’ ὅτε περ} Σεμέλης: Σεμέλης τῆς Κάδμου—ἡ |
| book 323.2 | ἱστορία παρ’ Εὐριπίδῃ ἐν Βάκχαις (e. g. 88—98). A |
| book 323.1 | {οὐδ’} Ἀλκμήνης {ἐν θήβηι}: Ἀλκμήνης τῆς Ἠλεκτρυόνος |
| book 323.2 | —δὲ ἐξ Ἀμφιτρύωνος. A |
| book 323.5 | 〈ἐνὶ Θήβῃ:〉 ἐκεῖ γὰρ ἐτέχθη Ἡρακλῆς. Til |
| book 324a.1 | 〈ἥ ῥ’ Ἡρακλῆα κρατερόφρονα γείνατο παῖδα:〉 |
| book 324a.2 | ὅτι ἔχει τι Ὁμηρικόν· πρὸς γὰρ τὸ δεύτερον πρότερον ἀπήντηκε. Aint |
| book 324b.1 | Ἡρακλῆα: Ἀλκαῖος ἐκαλεῖτο· ὁ δὲ Πύθιος (fr. 443 |
| book 324b.2 | P.—W.)· „Ἡρακλέην δέ σε Φοῖβος ἐπώνυμον ἐξονομάζει· / ἦρα γὰρ |
| book 324b.3 | ἀνθρώποισι φέρων κλέος ἄφθιτον ἕξεισ“. οἱ δὲ ὅτι Πορφυρίωνος |
| book 324b.4 | ἐρασθέντος Ἥρας, προσκαλεσαμένης αὐτῆς, ἐλθὼν ἐβοήθησε· διὸ παρὰ |
| book 324b.5.1 | τὸ ὑπὸ τῆς Ἥρας κληθῆναι Ἡρακλῆς λέγεται. T | φασὶ δὲ τὸν Δία |
| book 324b.5.2 | συγκοιμώμενον Ἀλκμήνῃ πεῖσαι τὸν Ἥλιον μὴ ἀνατεῖλαι ἐπὶ τρεῖς |
| book 324b.5.3 | ἡμέρας· ὅθεν ἐπὶ τρεῖς νύκτας συγκοιμηθεὶς αὐτῇ ὁ Ζεὺς τὸν „τρι‐ |
| book 324b | έσπερον“ (cf. Lyc. Al. 33) Ἡρακλέα ἐποίησεν. AT |
| book 325a.1 | Διώνυσον: Διόνυσος ἀπὸ Διὸς καὶ Νύσης τοῦ ὄρους. οἱ |
| book 325a.2 | δὲ Διόνυξος, ἐπεὶ κερασφόρος τεχθεὶς ἔνυξε τὸν μηρὸν τοῦ Διός. b |
| book 325a.3 | (BCE3E4)T οἱ δὲ Δεύνυσος, ἐπεὶ βασιλεὺς Νύσ{σ}ης· δεῦνον |
| book 325a.4 | 〈γὰρ〉 Ἄραβας τὸν βασιλέα. 〈οἱ δὲ〉 ἀπὸ τοῦ πολλὰ διανεῦσαι καὶ κατορθῶ‐ |
| book 325a.5 | σαι. οἱ δὲ ἀπὸ τοῦ δονεῖν τὰ σώματα. T |
| book 325b.1 | χάρμα 〈βροτοῖσιν〉: σημειωτέον ὅτι καθ’ Ὅμηρον |
| book 325b.2 | εὑρετὴς οἴνου Διόνυσος. T |
| book 327.1 | 〈οὐδ’ ὁπότε Λητοῦς—αὐτῆς:〉 κατέλειψε {δὲ} |
| book 327.2 | Λήδαν φασί, καὶ τὴν ἐκ Διὸς Ἑλένην. καὶ μὴν Ἀντιόπην ἀφῆκε, καὶ |
| book 327.3 | Διώνην· οὐ γάρ, ὥς τινες ψυχρευόμενοι, ἐπεὶ πρὸ Ἀφροδίτης οὐκ |
| book 327.4 | ἦσαν ἔρωτες. T |
| book 328a | {ὡς} σέο {νῦν ἔραμαι}: ὀρθοτονητέον· ἀντιδιαστολὴ γὰρ |
| book 328a | πρὸς ἄλλα πρόσωπα. A |
| book 328b.1 | 〈σέο:〉 τινὲς κατ’ ἀντιδιαστολήν, καὶ ὀρθοτονοῦσιν. ἡ δὲ |
| book 328b.2 | χρῆσις ἐγκλίνει. Til |
| book 330-5.1 | αἰνότατε Κρονίδη, ποῖον τὸν μῦθον ἔειπες |
| book 330-5.2 | 〈—νεοίμην〉: τελεία στιγμὴ μετὰ τὸ Κρονίδη (330)· προσα‐ |
| book 330-5.3 | γορευτικὴ γάρ ἐστιν ἡ περίοδος. ἡ δὲ ἑξῆς ἀνάγνωσις ἀμφίβολος· |
| book 330-5.4 | ἤτοι γὰρ καθ’ αὑτὸ ἀναγνωστέον ποῖον τὸν μῦθον ἔειπες (330), |
| book 330-5.5.1 | εἶτα ἀφ’ ἑτέρας ἀρχῆς εἰ νῦν ἐν φιλότητι (331), ἵνα ὑποστίζωμεν |
| book 330-5.5.2 | κορυφῇσι (332) καὶ ἅπαντα (332), στίζωμεν δὲ μετὰ τὸ πῶς κ’ |
| book 330-5.5.3 | ἔοι (333)· εἶτα ἀπ’ ἄλλης ἀρχῆς εἴ τις νῶϊ θεῶν ἀειγενετάων |
| book 330-5.5.4 | (333), καὶ ὑποστίζωμεν ἀθρήσειε (334), πεφράδοι (335), ἵν’ ἦ |
| book 330-5.5.5 | ἀπόδοσις οὐκ ἂν ἔγωγε τεὸν πρὸς δῶμα (335). οὕτως δὲ ἔσον‐ |
| book 330-5.10.1 | ται ἀνταποδοτικαὶ περίοδοι, ἀμφότεραι ὀρθαί, τοιαῦται· ‘εἰ νῦν ἐπὶ |
| book 330-5.10.2 | τῆς Ἴδης κοιμηθῆναι βούλει, πῶς ἂν εἴη‘, οἷον ‘πῶς ἂν ἐνδέχοιτο;‘ ἡ |
| book 330-5.10.3 | δὲ ἑτέρα ‘εἴ τις ἴδοι τῶν θεῶν καὶ τοῖς ἄλλοις εἴποι, οὐκ ἂν ἔλθοιμι εἰς |
| book 330-5.10.4 | τὸν σὸν οἶκον‘. ἢ ἀνεστραμμένας αὐτὰς ποιητέον, συνάπτοντα οὕτως· |
| book 330-5.10.5 | ποῖον τὸν μῦθον ἔειπες, / εἰ νῦν ἐν φιλότητι λιλαίεαι |
| book 330-5.15.1 | (330—1)· ἔστι δὲ στιγμὴ ἐν κορυφῇσι (332) καὶ ἅπαντα (332), |
| book 330-5.15.2 | εἶτα καθ’ ἑαυτὸ ἀπορούσης τῆς θεοῦ πῶς κ’ ἔοι (333), πῶς ἂν τοῦ‐ |
| book 330-5.15.3 | το ἐνδέχοιτο; ἢ καὶ τοῦτο αὐτὸ τοῖς ἑξῆς συναπτέον, πῶς κ’ ἔοι, |
| book 330-5.15.4 | εἴ τις νῶϊ θεῶν (333) ἕως τοῦ πεφράδοι (335), εἶτα ἀφ’ ἑτέρας |
| book 330-5.15.5 | ἀρχῆς οὐκ ἂν ἔγωγε τεὸν πρὸς δῶμα νεοίμην (335). A |
| book 330.1 | ποῖον τὸν μῦθον ἔειπες: γυναικικῷ τῷ ἤθει ἐπιπλήτ‐ |
| book 330.2 | τει ὡς ἀπηρυθριακότι. ἀκκίζεται δέ, ἀπάξαι αὐτὸν τῆς Ἴδης θέλουσα |
| book 330.3 | πρὸς τὴν εὐκαιρίαν τῆς ἐπικουρίας. b(BCE3E4)T |
| book 332 | 〈προπέφανται:〉 πρόδηλά ἐστιν. Til |
| book 333 | πῶς κ’ ἔοι: στικτέον εἰς τὸ ἔοι, ἀντὶ τοῦ ‘πῶς ἂν εἴη‘. T |
| book 337 | 〈ἐθέλεις:〉 λείπει μιγῆναι. Til |
| book 338a.1 | ἔστιν τοι θάλαμος: δοκεῖ μὲν αἰδημόνως διαλέγεσθαι, |
| book 338a.2 | ἔστι δὲ οὐδὲ τοῦτο ἄτεχνον αὐτῇ, ἀλλὰ θέλει τὸν Δία κατακλεῖσαι εἰς |
| book 338a.3 | τὸ δωμάτιον, ἵνα μὴ διαναστὰς ἐκ προχείρου θεάσηται τὰ Ἑλληνικά. |
| book 338a.4 | b(BCE3E4)T |
| book 338b.1 | φίλος υἱός: ὅτι ἐκ Διὸς καὶ Ἥρας καθ’ Ὅμηρον ὁ |
| book 338b.2 | Ἥφαιστος. καὶ νῦν μὲν ἴσως τις ἐρεῖ ἀμφιβολίαν εἶναι, ἐν Ὀδυσσείᾳ (sc. |
| book 338b.3 | θ 312) δὲ αὐτὸ σαφῶς λέγει ὁ Ἥφαιστος. ὁ δὲ Ἡσίοδος (sc. th. 927—8) |
| book 338b.4 | ἐκ μόνης Ἥρας. A |
| book 338c.1 | φίλος υἱός: καὶ „ἀλλὰ τοκῆε δύω, 〈τὼ μὴ γείνασθαι |
| book 338c.2 | ὄφελλον〉“ (θ 312)· αἰτιᾶται γὰρ ὅτι τῶν αὐτῶν Ἄρεϊ ὢν τοκήων |
| book 338c.3 | οὐκ ἔστιν ἀρτίπους (cf. θ 310) ὡς ἐκεῖνος. T |
| book 340a | ἔνθ’ ἴομεν: ὅτι εἰς τόπον πάλιν τὸ ἔνθα. T |
| book 340b.1 | 〈ἐπεί νύ τοι εὔαδεν εὐνή:〉 Ζηνόδοτος καὶ Ἀριστο‐ |
| book 340b.2 | φάνης „ἐπεί νύ τοι εὔαδεν, εὐνήν“. Aim |
| book 340c1.1 | εὔαδεν {εὐνή}: τὸ εὔαδεν ὁ Ἀσκαλωνίτης (p. 53 B.) |
| book 340c1.2 | ψιλοῖ, λέγων ὡς ὅτι τὰ δασυνόμενα ἐν τῇ ἐπενθέσει τοῦ υ ψιλοῦται, ὡς |
| book 340c1.3 | ὅλος, „οὖλοσ“ (cf. ρ 343. ω 118). οὕτως οὖν καὶ τὸ ἕαδεν εὔαδεν |
| book 340c1 | γένοιτο ψιλούμενον. ἐγὼ δὲ προσ〈ίεμαι〉 τὴν συνήθη ἀνάγνωσιν δα‐ |
| book 340c1.5.1 | σύνουσαν τὸ α, ψιλοῦσαν δὲ τὴν ευ δίφθογγον. καὶ ἔχομεν ἐκεῖνο εἰπεῖν |
| book 340c1.5.2 | ὡς, εἰ ἴδιον συνθέτων λέξεων τὸ καὶ κατὰ μέσον δασύνεσθαι, οἴδαμεν |
| book 340c1.5.3 | δὲ καὶ τὸ ἅδε ῥῆμα συνεχῶς παρὰ τῷ ποιητῇ 〈δασυνόμενον〉— „ἅδε |
| book 340c1.5.4 | δ’ Ἕκτορι μῦθος ἀπήμων“ (Μ 80)—, εἰκότως ἂν φήσαιμεν ὅτι τὸ εὖ |
| book 340c1.5.5 | ἐπίρρημα προσῆλθε καὶ οὕτως ἐφυλάχθη τοῦ ῥήματος ἡ δασεῖα ὡς ἐν |
| book 340c1.10 | λέξει συνθέτῳ. τὸ μέντοι ἕαδε διαίρεσίς ἐστι τοῦ ἧδε. A |
| book 340c2.1 | τοῦ {δὲ} εὔαδε τὴν πρώτην ψιλωτέον, τὴν δὲ δευτέραν |
| book 340c2.2 | δασυντέον. T |
| book 342-51.1 | Ἥρη μήτε θεὸν〈—ἔερσαι〉: μὴ μεμφέσθω |
| book 342-51.2 | Πλάτων (cf. rep. 3, 390 c 2) χρυσοῦν νέφος καὶ ἥλιον νικῶν, οἷον οὐκ |
| book 342-51.3 | ἂν οὐδὲ Ἥφαιστος ἐποίησεν, καὶ εὐνὴν ἐξ ἀνθέων. b(BCE3E4)T |
| book 342-51.4 | τοιοῦτος δέ ἐστιν ὡς καὶ Ποσειδῶν καλύπτων κύματι τὴν μίξιν (cf. |
| book 342-51.5.1 | λ 243—4). T | τρεῖς δέ εἰσι τρόποι, καθ’ οὓς πᾶσα ποίησις θεωρεῖται· |
| book 342-51.5.2 | ὁ μιμητικὸς τοῦ ἀληθοῦς, φιλοπάτωρ, μισογύνης, ἄπιστος, παρρη‐ |
| book 342-51.5.3 | σιαστής· ὁ κατὰ φαντασίαν τῆς ἀληθείας, ὃν δεῖ μὴ κατὰ μέρος |
| book 342-51.5.4 | ἐξετάζειν, οἷον, ὅτι ψυχαὶ γεύονται καὶ λαλοῦσι, πάντως ἐρεῖ τις καὶ |
| book 342-51.5.5 | γλῶσσαν ἔχουσι καὶ βρόγχον· τρίτος δὲ ὁ καθ’ ὑπέρθεσιν ἀληθείας |
| book 342-51.10.1 | καὶ φαντασίαν, Κύκλωπες, Λαιστρυγόνες καὶ ταῦτα τὰ περὶ θεῶν. b |
| book 342-51.10.2 | (BCE3E4)T |
| book 342-3 | μήτε θεὸν 〈τό γε δείδιθι μήτε τιν’ ἀνδρῶν / |
| book 342-3.1 | ὄψεσθαι〉: ἄμεινον „θεῶν“ ὡς ἀνδρῶν (342). | πᾶς δὲ τόπος τῇ |
| book 342-3.2 | νομίμῳ μίξει θάλαμός ἐστι, τῇ δὲ ἀθέσμῳ οὔ. ἀμέλει Ἄρεα οὐκ ἔκρυψεν |
| book 342-3.3 | οὐδὲ Ἡφαιστότευκτος ὢν ὁ θάλαμος (cf. θ 321). b(BCE3)T |
| book 343.1 | ἀμφικαλύψω: περιβαλῶ, ὡς τὸ b(BCE3E4)T „νύκτα |
| book 343.2 | ... ἐκάλυψε“ (Ε 506—7) καὶ T „πέπλοιο φαεινοῦ πτύγμ’ ἐκά‐ |
| book 343.3 | λυψεν“ (Ε 315). b(BCE3E4)T |
| book 344.1 | οὐδ’ ἂν 〈νῶϊ〉 διαδράκοι Ἠέλιός περ: πῶς οὖν ὁ |
| book 344.2 | Ὕπνος διϊκνεῖται διὰ τοῦ νέφους; ἢ οὐχ ὁ σωματοειδὴς Ὕπνος, ἀλλὰ |
| book 344.3 | τὸ πάθος. b(BCE3E4)T |
| book 346 | 〈ἀγκάς:〉 ἠγκαλισμένως, | ὡς „ἑκάσ“ (Ε 791 al.). Til |
| book 347-51.1 | τοῖσι δ’ ὑπὸ χθὼν〈—ἔερσαι〉: ἐμπεσὼν εἰς |
| book 347-51.2 | φορτικοῦ πράγματος διήγησιν ἐφ’ ἕτερα τὸν λόγον μετήγαγε, τὰ ἀπὸ |
| book 347-51.3 | τῆς γῆς φυόμενα ἄνθη καὶ τὸ νέφος, δι’ ὧν ἀπέκλεισε τὸ περαιτέρω |
| book 347-51.4 | πολυπραγμονεῖν ἡμᾶς. b(BCE3E4)T |
| book 347.1 | νεοθηλέα ποίην: ἀνθηρῶς γράφει τὴν εὐνὴν καὶ προθεὶς τὸ |
| book 347.2 | γένος ποίην ἐπιφέρει τὸ εἶδος (sc. Ξ 348—9). οὐκ εἶπε δὲ ῥόδον διὰ |
| book 347.3 | τὸ ἀκανθῶδες. νεοθηλέα δέ, ἐπεὶ τὴν ἄλλην ἐνεμήθη καὶ ἐπάτησε τὰ |
| book 347.4 | ζῷα. b(BCE3E4)T κατὰ συλλογισμὸν δέ ἐστιν ἡ ὑπεροχή, εἴγε |
| book 347.5 | καὶ τὰ ἄψυχα αἰσθάνεται τῆς δυνάμεως τοῦ θείου. b(BE3E4)T |
| book 348 | λωτόν: εἶδος χόρτου ἑλείου—δροσώδη. A |
| book 348 | 〈ὑάκινθον: Ὑάκινθοσ〉 Ἀμύκλα{ς} παῖς. Til |
| book 349a.1 | {πυκνὸν καὶ μαλακὸν} ὃς ἀπὸ χθονὸς ὑψός’ ἔεργε: |
| book 349a.2 | οὕτως Ἀρίσταρχος ἔεργε, AAint τὸν Δία καὶ τὴν Ἥραν. ἐν δέ |
| book 349a.3 | τισιν „ὑψός’ ἄειρε“, καὶ „ὑψός’ ἔερπε“ διὰ τοῦ π. ἐν δὲ τῇ Χίᾳ |
| book 349a.4 | „ὑψός’ ἵκανε“. Ζηνόδοτος „{πυκνὸν καὶ μαλακὸν} ἵν’ ἀπὸ χθονὸς |
| book 349a.5 | ἀγκαζέσθην“. A |
| book 349b.1 | {ὑψός’} ἔεργεν: τινὲς „ἔερπεν“, οἱ δὲ „ἵκανεν“, οἱ δὲ |
| book 349b.2 | „ἄειρεν. | ἄμεινον δὲ ἔεργεν ἀντὶ τοῦ ἀνέστελλεν, ὡς „ἐπ’ ἀριστερὰ |
| book 349b.3 | λαὸν ἐέργων“ (Μ 201). T |
| book 350 | 〈τῷ:〉 τινὲς τῷ ἀπ’ αὐτῶν θαλλῷ. Til |
| book 350-1.1 | νεφέλην 〈ἕσσαντο / καλὴν〉 χρυσείην: αἰθέριον, |
| book 350-1.2 | ἐπεὶ πυρώδης ὢν ὁ αἰθὴρ χρυσίζει. T |
| book 351a.1 | στιλπναί {δ’ ἀπέπιπτον}: ὁμοίως τῷ ἰσχναί· τὰ γὰρ εἰς |
| book 351a.2 | νος δισύλλαβα μετ’ ἐπιπλοκῆς συμφώνου τριγενῆ ὀξύνεσθαι θέλει, |
| book 351a.3 | „πρυμνόσ“ (Μ 446), ἰσχνός, πυκνός. ἐναντιοῦται τὸ λίχνος· τὸ γὰρ |
| book 351a.4 | λάγνος ἔννοιαν ἔχει συνθέσεως. A |
| book 351b.1 | στιλπναί: ὡς παρὰ τὸ θάλπω θαλπνός, τέρπω τερπνός, |
| book 351b.2 | b(BCE3E4)T οὕτως παρὰ τὸ στίλβω στιλπνός. b(BCE3E4) |
| book 351c1 | 〈ἀπέπιπτον:〉 Ζηνόδοτος γράφει „ἀνέπιπτον“ ἀντὶ τοῦ |
| book 351c1 | ἐπέπιπτον, ὡς „χρυσέαισιν ἀν’ ἵπποισ“ (Pind. Ol. 1, 41). Til |
| book 351c2 | Ζηνόδοτος †ἐπέπιπτον. Aim |
| book 351d1.1 | ἔερσαι: ὁ Ἀσκαλωνίτης (p. 53 B.) ἀξιοῖ παροξύνειν |
| book 351d1.2 | τὸ ἔερσαι ὁμοίως τῷ Εὐτέρπαι· καὶ γὰρ τὸ ἑνικὸν ἐέρση ἐστί („μή |
| book 351d1.3 | μ’ ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἐέρση“ [ε 467]), τὰ δὲ εἰς η λήγοντα |
| book 351d1.4 | θηλυκὰ μονογενῆ ὁμότονα ἔχει τὰ πληθυντικά, „Ἑλένη“ (Γ 171 al.), |
| book 351d1.5.1 | Ἑλέναι· οὕτως εἰ ἐέρση, καὶ „ἐέρσαι“. ἠλιθίως πάνυ· οὐ γὰρ ἐνόησεν |
| book 351d1.5.2 | ὅτι τὸ ἑνικὸν διὰ τὴν μετάληψιν τοῦ α εἰς η πρὸ τέλους ἔσχε τὸν τόνον, |
| book 351d1.5.3 | ὁμοίως τῷ ἄελλα „ἀέλλη“ (Π 374), οὕτως ἔερσα καὶ „ἐέρση“ (Ψ 598 |
| book 351d1.5.4 | al.). εἰ δὲ τὸ πληθυντικὸν οὐκέτι ἀντιθέσεως ἔχεται, ἀπολήψεται τοῦ |
| book 351d1.5.5 | ἔερσα προπαροξυνομένου τὸν τόνον. A |
| book 351d2.1 | 〈προ〉παροξυτόνως τὸ ἔερσαι· ἡ γὰρ εὐθεῖα ἔερσα ἐστὶ |
| book 351d2.2 | καὶ μεταβολῇ τοῦ α εἰς η „ἐέρση“, ὡς ἄελλα „ἀέλλη“. T |
| book 351e | ἔερσαι: παρὰ τὸ ἄρσαι· ποτίζει γὰρ τὰ φυτὰ ἡ ἕρση. T |
| book 351f.1 | 〈ἔερσαι:〉 ἐπάγουσί τινες „δή ῥα τότ’ ὀφθαλμοῖσι Διὸς |
| book 351f.2 | χύτο νήδυμος ὕπνοσ“ (Ξ 351 a)· τοῦτο γὰρ δεῖ δηλωθῆναι. T |
| book 353 | 〈ὕπνῳ:〉 τῷ πάθει. Til |
| book 354-5.1 | βῆ δὲ θέειν〈—ἐννοσιγαίῳ〉: διὰ τὴν ἐπαγ‐ |
| book 354-5.2 | γελίαν τῆς ἐρωμένης καὶ ἃ μὴ κελεύεται ποιεῖ ὁ Ὕπνος· οὐ γάρ ἐστι |
| book 354-5.3 | τῶν συμμαχούντων ὡς οὐδὲ ὁ Ἥλιος οὐδὲ ἡ Δημήτηρ. b(BCE3E4)T |
| book 354.1 | 〈Ἀχαιῶν νήδυμος Ὕπνος:〉 ὅτι σὺν τῷ ν νήδ〈υμος〉. |
| book 354.2 | Aim |
| book 357-8.1 | Δαναοῖσι, 〈Ποσείδαον,〉 ἐπάμυνε 〈/ καί σφιν |
| book 357-8.2 | κῦδος ὄπαζε〉: πόθεν μαθὼν ταῦτα ἀπαγγέλλει; ἢ συνῆκεν ἐκ τοῦ |
| book 357-8.3 | εἰρημένου ὑπὸ τῆς Ἥρας „ἦ φῂς ὣς Τρώεσσιν ἀρηγέμεν εὐρύοπα |
| book 357-8.4 | Ζῆν“ (Ξ 265). b(BCE3E4)T |
| book 359a | 〈κῶμα κάλυψα:〉 ἐν ἄλλῳ „κῶμ’ ἐκάλυψα“. Aim |
| book 359b.1 | 〈κῶμα:〉 τὸ {δὲ} κῶμα ἢ ἀπὸ τοῦ κοίμημα (ἔδει 〈δὲ〉 |
| book 359b.2 | κοιμῶ κοίμημα κοῖμα). εἰ δὲ ἀπὸ τοῦ κωμαίνω, ὡς δειμαίνω „δεῖμα“ (Ε 682). T |
| book 360.1 | Ἥρη δ’ ἐ〈ν φιλότητι〉 παρήπαφεν 〈εὐνηθῆναι〉: οὐκ |
| book 360.2 | ἀναγκαῖον, φασί, τὸ ἀπόρρητον ἐξενεγκεῖν. ἢ πρὸς τὸ θαρραλεώτερον |
| book 360.3 | ποιῆσαι Ποσειδῶνα τὴν τέχνην τῆς Ἥρας ἐδήλωσεν. b(BCE3E4)T |
| book 361a1.1 | ᾤχετ’ ἐπὶ κλυτὰ φῦλ’ ἀνθρώπων: εἰ δὲ †ἕως κίεις† |
| book 361a1.2 | Λῆμνον, ὑπέστρεψεν ἂν ἐκεῖ, ὡς 〈οἱ〉 ἄνεμοι (cf. Ψ 229) καὶ Ἄρης (cf. |
| book 361a1.3 | θ 361) καὶ Ἀφροδίτη (cf. θ 362). T |
| book 361a2.1 | εἰκότως ἐπὶ τὰ φῦλα τῶν ἀνθρώπων πορεύεται κατακοιμί‐ |
| book 361a2.2 | σων αὐτούς· οὐ γὰρ ἐμπεριέχεται ὁ Ὕπνος τόπῳ. b(BCE3E4) |
| book 362a1 | ἀνῆκεν: ἀνέπειθεν ἢ παρώρμησεν. ἀπὸ τῶν ἵππων δέ, |
| book 362a1 | οἷς ἀνιᾶσι τὰς ἡνίας. T |
| book 362a2.1 | ἀπὸ τῶν ἵππων ἡ μεταφορά, οἷς τὰς ἡνίας ἀνιᾶσιν. b |
| book 362a2.2 | (BCE3E4) |
| book 363.1 | μέγα προθορὼν 〈ἐκέλευσεν〉: μέγα καὶ τὸ ἐκέλευσε |
| book 363.2 | καὶ τὸ προθορών. T |
| book 364.1 | Ἀργεῖοι, καὶ δ’ αὖτε μεθίεμεν Ἕκτορι νίκην: ταῦτα |
| book 364.2 | καὶ τὰ ἑξῆς κατ’ ἐπερώτησιν ἀναγνωστέον. A |
| book 364-5.1 | Ἀργεῖοι—ἄρηται: ἐν ἤθει καὶ κατ’ ἐρώτησιν ὁ |
| book 364-5.2 | λόγος. διεγείρει δὲ αὐτοὺς διὰ τοῦ λέγειν ὅτι τὰς νῆας ὁ Ἕκτωρ ἑλεῖ. |
| book 364-5.3 | b(BCE3E4)T |
| book 366a.1 | καὶ εὔχεται: ὅτι Ζηνόδοτος γράφει „καὶ ἔλπεται“. ἁρ‐ |
| book 366a.2 | μόζει δὲ τῷ προσώπῳ τὸ εὔχεται, καυχᾶται. A |
| book 366b.1 | εὔχεται: οὐκ „ἔλπεται“· καυχηματίας γάρ ἐστιν ὁ |
| book 366b.2 | Ἕκτωρ. b(BCE3E4)T |
| book 366-7.1 | οὕνεκ’ Ἀχιλλεύς 〈/ νηυσὶν ἔπι—ἦτορ〉: |
| book 366-7.2 | ἐμείωσεν αὐτὸν οὐκ ἀλκῇ θαρροῦντα, ἀλλὰ τῇ σπάνει τῶν πολεμίων. |
| book 366-7.3 | b(BCE3E4)T |
| book 368.1 | οὔτι λίην: πεφεισμένως· ἄμεινον γὰρ τοῦ οὐδ’ ὅλως. b |
| book 368.2 | (BCE3)T |
| book 368-9a1.1 | εἴ κεν οἱ ἄλλοι 〈/ ἡμεῖς ὀτρυνώμεθ’ ἀμυνέμεν |
| book 368-9a1.2 | ἀλλήλοισιν〉: ἐὰν ἀλλήλους παροξύνωμεν βοηθεῖν ἀλλήλοις. δι‐ |
| book 368-9a1.3 | δάσκει δὲ ὅτι δυνατὸν αὐτοὺς περιγίνεσθαι καὶ χωρὶς Ἀχιλλέως. T |
| book 368-9a2.1 | οὐ τοσαύτη, φησί, χρεία γένηται Ἀχιλλέως, ἐὰν ἀλλήλους |
| book 368-9a2.2 | παροξύνωμεν εἰς βοήθειαν. διδάσκει δὲ ὅτι δυνατὸν περιγίνεσθαι τῶν |
| book 368-9a2.3 | πολεμίων τοὺς ὁμοψύχους καὶ φιλαλλήλους. b(BCE3E4) |
| book 371a.1 | 〈ἀσπίδες ὅσσαι ἄρισται ἐνὶ στρατῷ ἠδὲ μέ‐ |
| book 371a.2 | γισται:〉 ὑποστικτέον κατὰ τὸ τέλος τοῦ στίχου· λείπει γὰρ τὸ |
| book 371a.3 | εἰσί. Aim |
| book 371b | 〈ἄρισται:〉 ἰσχυραί. Til |
| book 372a.1 | παναίθῃσιν: τὸ παναίθῃσιν οἱ πλείους προπερισπῶ‐ |
| book 372a.2 | σιν, Εὐφράνωρ δὲ βαρύνει. φιλεῖ δὲ τὰ εἰς η λήγοντα θηλυκὰ δισύλ‐ |
| book 372a.3 | λυβα, ὀξυνόμενα, συντιθέμενα καὶ μὴ γινόμενα κύρια, τότε μὲν φυλάσ‐ |
| book 372a.4 | σειν τὸν τόνον, ὅτε μετὰ προθέσεως συντίθεται, τότε δὲ ἀναβιβάζειν, |
| book 372a.5.1 | ὅτε οὐ μετὰ προθέσεως· ἐπιτομή, ἀνοχή, συνοχή, ἱστοδόκη δὲ καὶ |
| book 372a.5.2 | καπνοδόκη, λατύπη, οἰνοχόη. εἴπερ οὖν καὶ τὸ παναίθη οὐ μετὰ προ‐ |
| book 372a.5.3 | θέσεώς ἐστι, βαρυτονηθήσεται. τάχα δὲ καὶ παρώνυμόν ἐστι, καὶ πάλιν |
| book 372a.5.4 | ὀφείλει βαρύνεσθαι· ὡς γὰρ παρὰ τὸ „καλόσ“ (Φ 108 al.) ἐγένετο |
| book 372a.5.5 | πάγκαλος καὶ παγκάλη, οὕτως καὶ παρὰ τὸ αἰθός πάναιθος, ᾧ ἀκό‐ |
| book 372a.10 | λουθον τὸ παναίθη. A |
| book 372b | παναίθῃσιν: ὁλολάμπροις. b(BCE3E4)T ἔστι δὲ |
| book 372b.1 | παρὰ τὸ παναίθη ὡς „περιξέστῃ“ (μ 79), ἢ παναίθης καὶ ἔκτασις. T | |
| book 372b.2 | βαρυντέον δὲ τὸ παναίθῃσι· τὰ γὰρ εἰς η λήγοντα θηλυκὰ δισύλ‐ |
| book 372b.3 | λαβα ὀξυνόμενα, ἐν τῇ συνθέσει μὴ γινόμενα κύρια, τότε μὲν φυλάσσει |
| book 372b.5.1 | τὸν τόνον, ὅταν μετὰ προθέσεως συντεθῇ, ἀνατολή, εἰ δὲ μετὰ ἄλλου |
| book 372b.5.2 | τινός, ἀναβιβάζει τὸν τόνον, ἱστοδόκη, καπνοδόκη. ὥστε καὶ τὸ |
| book 372b.5.3 | †ὑδρορόη† παρὰ τοῖς ἀρχαιοτέροις Ἀττικοῖς ἀναλόγως βαρυντέον, |
| book 372b.5.4 | τὸ δὲ †ἀναροή† βαρυνόμενον παρ’ αὐτοῖς σημειωτέον. b(BCE3E4)T |
| book 376a.1 | ὃς δέ κ’ ἀνὴρ μενέχαρμος, 〈ἔχῃ δ’ ὀλίγον σάκος |
| book 376a.2 | ὤμῳ〉: οὗτος καὶ ὁ ἑξῆς ἀθετοῦνται, ὅτι γελοῖον μὴ τὰ ἁρμόζοντα |
| book 376a.3 | ἀναλαμβάνειν, ἀλλὰ μείζονα εἰς ἐμποδισμὸν τῆς χρήσεως. A |
| book 376b.1 | 〈ὃς δέ κ’ ἀνὴρ μενέχαρμος, ἔχῃ δ’ ὀλίγον σάκος |
| book 376b.2 | ὤμῳ:〉 λείπει τὸ ᾖ, ὃς ἂν ᾖ· διὸ ὑποστιγμὴ καὶ ἐπὶ τὸ 〈μενέχαρμος |
| book 376b.3 | καὶ ἐπὶ τὸ〉 ὤμῳ. Aint |
| book 376c | 〈ἔχῃ:〉 Ἀρίσταρχος διὰ τῆς ει διφθόγγου, „ἔχει“. Aim |
| book 376c | ὀλίγον σάκος: μικρὰν ἀσπίδα—πηλικότητος. A |
| book 376-7a1.1 | 〈ὃς δέ κ’ ἀνὴρ—μείζονι δύτω:〉 τοὺς δύο |
| book 376-7a1.2 | Ζηνόδοτος μὲν οὐδὲ γράφει, Ἀριστοφάνης δὲ ἀθετεῖ. Til |
| book 376-7a2 | Ζηνόδοτος δὲ προηθέτει. A |
| book 376-7b.1 | ὃς δέ κ’ ἀνὴρ μενέχαρμοσ〈—μείζονι δύτω〉: |
| book 376-7b.2 | ἀθετοῦνται· οὐκ ἂν γὰρ ἀνίσους ἐφόρησαν ἀσπίδας. τινὲς δὲ ὀλίγον |
| book 376-7b.3 | (376) ἀνάξιον πρὸς τὴν κατασκευήν, μεῖζον (cf. 377) δέ, ὃ ἄριστον ἂν |
| book 376-7b.4 | εἶπεν· ἄλλως τε ἄτοπον, μὴ τὰς κρείσσους καὶ ἁρμοδίας, ἀλλὰ τὰς |
| book 376-7b.5 | μεγάλας ἀναλαβεῖν. τό τε μενέχαρμος (376), φασίν, οὐκ οἶδεν ὁ |
| book 376-7b | ποιητής. τί οὖν ἐστι τὸ „τὸν δ’ Ἀντίλοχος μενεχάρμησ“ (Ν 396); T |
| book 377 | 〈δύτω:〉 ὁπλιζέσθω. Til |
| book 379a1.1 | 〈τοὺς δ’ αὐτοὶ βασιλῆες ἐκόσμεον οὐτάμενοί |
| book 379a1.2 | περ:〉 καλῶς {δὲ} οἱ τραυματίαι κοσμοῦσι. πρὸς προτροπὴν γενναίων |
| book 379a1.3 | ἔργων, ὅτι καίπερ τετρωμένοις αὐτοῖς μέλει τῆς μάχης. T |
| book 379a2.1 | καλῶς αὐτοὺς †αἱ† τραυματίαι κοσμοῦσιν, ἐκ τῆς ἰδίας |
| book 379a2.2 | διεγείροντες εὐψυχίας πρὸς προτροπὴν γενναίων ἔργων. b(BCE3E4) |
| book 379b1.1 | 〈οὐτάμενοί περ:〉 ὅτι συλληπτικῶς εἴρηκεν οὐτασμέ‐ |
| book 379b1.2 | νων τινῶν καὶ βεβλημένων. Aim |
| book 379b2.1 | {οὐτάμενοί περ:} συλληπτικῶς τὸ οὐτάμενοι· Διο‐ |
| book 379b2.2 | μήδης γὰρ βέβληται. T |
| book 382a.1 | ἐσθλὰ μὲν ἐσθλὸς 〈ἔδυνε, χέρεια δὲ χείρονι δό‐ |
| book 382a.2 | σκεν:〉 ὅτι οὗτος ὁ στίχος τοὺς προκειμένους (sc. Ξ 376—7) ἀν‐ |
| book 382a.3 | αιρεῖ· βελτίονα μὲν γὰρ τῇ κατασκευῇ ἐνδέχεται ἀναλαμβάνειν, μεί‐ |
| book 382a.4 | ζονα δὲ οὔ. A |
| book 382b.1 | ἐσθλὰ μὲν ἐσθλὸς ἔδυνε, 〈χέρεια δὲ χείρονι |
| book 382b.2 | δόσκε〉: τοῦτο ποιοῦσιν, ὅπως τὰ ἀσφαλέστερα ἔχοντες οἱ ἄριστοι |
| book 382b.1 | κινδυνεύοιεν προθύμως. καὶ πῶς μετενδιδύσκονται; ἐπισφαλὲς γὰρ εἶναι |
| book 382b.2 | δοκεῖ τὸ ἐναλλάσσειν τὰς πανοπλίας ἐν πολέμῳ, ὁπότε καὶ τοὺς |
| book 382b.5.1 | ὡπλισμένους ἐφύλαττον· „ᾗ ῥ’ ἴδε γυμνωθέντα βραχίονα“ (Μ 389) |
| book 382b.5.2 | b(BCE3E4)T καὶ „πλευρά, τά οἱ κύψαντι“ (Δ 468). T ἔχου‐ |
| book 382b.5.3 | σιν οὖν σκέπην τὰς ναῦς ἀσπίδας ἀμείβουσιν (cf. Ξ 381). —ἀλλ’ οὐκ |
| book 382b.5.4 | ἂν ὡμολόγησέ τις χείρων εἶναι, ὅπως μὴ ἀφαιρεθείη. ἀλλ’ ἑωρῶντο |
| book 382b.5.5 | b(BCE3E4)T „οἳ 〈τὸ πάρος περ /〉 θυμῷ ἦρα φέροντεσ“ (Ξ |
| book 382b.10.1 | 131—2) ἀφέστασαν, T εἰκός τε ἦν αὐτοὺς πεισθήσεσθαι διὰ τὸ |
| book 382b.10.2 | μέγεθος τοῦ ἐπὶ ναυσὶ κινδύνου, ἐπεὶ καὶ οἱ πλέοντες ἐν κινδύνῳ αὐ‐ |
| book 382b.10.3 | τόχειρες γίνονται τῶν σκευῶν, τοὺς ναύτας παρωσάμενοι, εἰ ἄτεχνοί |
| book 382b.10.4 | εἰσιν. b(BCE3E4)T πῶς τε οὐκ ἔμελλον ἀπὸ τοῦ νῦν γενναίως |
| book 382b.10.5 | πολεμεῖν ἕκαστος, εἰδὼς ὡς ζῶν ὑπὸ πολίτου σκυλευθήσεται μὴ πο‐ |
| book 382b.15 | λεμῶν; b(BE3E4)T |
| book 382c | 〈χέρεια:〉 ὡς τὸ „πλέα〈σ〉“ (Β 129) συγκέκοπται. Til |
| book 382d1.1 | 〈δόσκεν:〉 οὕτως Ἀρίσταρχος δόσκεν. Aint ἔνια |
| book 382d1.2 | δὲ τῶν ὑπομνημάτων „δῶκεν“ ἀντὶ τοῦ δόσκεν· καὶ ἔστιν εὐφρα‐ |
| book 382d1.3 | δέστερον. A |
| book 382d2 | δόσκεν: οὕτως Ἀρίσταρχος. ἔν τισι δὲ „δῶκε“. T |
| book 383a | νώροπα: τὸν λαμπρόν b(BCE3E4) | ἢ τὸν εὐόρατον παρὰ |
| book 383a.1 | τὸ νοῆσαι, οἷον νοηρὸς νωρός, b(BCE3E4)T ὡς παρὰ τὴν βοὴν |
| book 383a.2 | καὶ „βώσαντι γεγωνεῖν“ (Μ 337). ὡς δὲ τῷ οἶνος ἀντιπαράκειται |
| book 383a.3 | οἶνοψ 〈καὶ τῷ σκῶλοσ〉 σκόλοψ, οὕτω 〈τῷ〉 νωρός T νῶροψ. |
| book 383a.5 | b(BCE3E4)T |
| book 383b | 〈χαλκόν:〉 τὴν ἐκ χαλκοῦ ὕλην. Til |
| book 385.1 | {δεινὸν} ἄορ: τινὲς τὴν τρίαιναν, ἐπεὶ καὶ Ἀρκάδες καὶ |
| book 385.2 | Αἰτωλοὶ πᾶν ὅπλον ἄορ καλοῦσιν· ὅθεν καὶ „Ἀπόλλωνος χρυσαόρου“ |
| book 385.3 | (Ε 509) καὶ „Ἀθηναίης δολιχαόρου ἱερὸν ἄστυ“ (Philet. fr. 23 |
| book 385.4 | Pow. = 27 K.). ὁ δὲ ποιητὴς μόνον τὸ ξίφος, παρὰ τὸ αἰωρεῖσθαι. T |
| book 387a1.1 | {ἐν} δαΐ {λευγαλέηι}: ὁ Ἀσκαλωνίτης (p. 54 B.) βα‐ |
| book 387a1.2 | ρύνει ὡς „Θέτι“ (Σ 407). οἱ δὲ πλείους ὡς φλεβὶ ὀξύνουσιν, οἷς συγ‐ |
| book 387a1.3 | κατατίθεμαι· εἰ μὲν γὰρ ἦν ἡ εὐθεῖα, ὡς οἴεται ὁ Ἀσκαλωνίτης, δάϊς |
| book 387a1.4 | ὡς „Θέτισ“ (Α 413 al.) βαρυνομένη, καὶ ὡς „πάντα Θέτι καλλιπλο‐ |
| book 387a1.5.1 | κάμῳ“ (Σ 407), οὕτως δάϊ, πρῶτον ἐκτείνεσθαι δεήσει τὸ ι, δεύτερον |
| book 387a1.5.2 | ἐκεῖνο ὁρῶμεν ἐναντιούμενον· τὰ γὰρ εἰς ις λήγοντα καθαρὸν θηλυκά, |
| book 387a1.5.3 | τῷ α παραληγόμενα, οὐ φιλεῖ βαρύνεσθαι, τοὐναντίον δὲ ὀξύνεσθαι— |
| book 387a1.5.4 | ὁ δὲ λόγος ἐπὶ τῶν Ἑλληνικῶν, ἵνα μή τις τὸ Ξόϊς ἢ Σάϊς ἀντιθῇ κεί‐ |
| book 387a1.5.5 | μενα παρ’ Ἡροδότῳ (sc. 2, 28, 1 al.) —, οἷον Θηβαΐς, Δαναΐς, Λαΐς, |
| book 387a1.10.1 | Θαΐς. οὕτως ἄρα δαΐς, χωρὶς εἰ μὴ λέγοι τις τοῦτο βεβαρυτονῆσθαι |
| book 387a1.10.2 | πρὸς ἀντιδιαστολὴν τοῦ ὀξυνομένου, ὥσπερ καὶ τὸ ἀκρίς. ἄμεινόν |
| book 387a1.1 | ἐστιν ἐκεῖνο λέγειν ὡς ὅτι εἴτε ἀπὸ τῆς δάϊς βαρυνομένης εἴτε ὀξυνομέ‐ |
| book 387a1.2 | νης ἡ προκειμένη ἐστὶ δοτική, ὀφείλει ὀξύνεσθαι τῷ τὰς εἰς ι συνεσταλ‐ |
| book 387a1.3 | μένον ληγούσας δοτικὰς καὶ μὴ συναλειφθείσας ἐπ’ ὀνομάτων ἀρσε‐ |
| book 387a1.15.1 | νικάς τε καὶ θηλυκὰς ὀξύνεσθαι, „μηνί“ (ω 118), χηνί. ταύτῃ καὶ „λι‐ |
| book 387a1.15.2 | τί“ (Σ 352. Ψ 254). οὕτως καὶ ἡ δαΐ, εἴτε ἀποκέκοπται, εἴτε συγκέ‐ |
| book 387a1.15.3 | κοπται, ὀξυτονηθήσεται. A |
| book 387a2.1 | εἰ δὲ καὶ ἀπὸ τῆς δάϊς εὐθείας ἐστίν, ὀξύνεται τὸ δαΐ, εἴτε |
| book 387a2.2 | ἀποκέκοπται εἴτε συγκέκοπται. T |
| book 387b.1 | δαΐ: δαίω δαίσω δαῒς δαΐ, ὅθεν τὸ „δήϊοσ“ (cf. Β 415 al.), „Δηϊλέων“ (Ap. |
| book 387b.2 | Rh. 2, 956, cf. Υ 395), καὶ ὡς τὸ „λελασμένος ἱπποσυνάων“ (Π 776) |
| book 387b.3 | συνεστάλη Ἰωνικῶς. T |
| book 387c.1 | 〈δαΐ:〉 ὅτι βαρύνεται ἡ εὐθεῖα δάϊς, διδασκόμεθα ἐκ τῆς |
| book 387c.2 | παρὰ Καλλιμάχῳ (fr. 562) αἰτιατικῆς „ἐς δάϊν ὁπλισμὸν †ἵππειο톓· |
| book 387c.3 | ἡ γὰρ τοιαύτη αἰτιατικὴ βαρυνομένην αἰτεῖ εὐθεῖαν. καὶ τὸ δῆϊς συνο‐ |
| book 387c.4 | μολογεῖ τῷ τόνῳ· τραπέντος γὰρ τοῦ α εἰς η καὶ τοῦ ι πλεονάσαντος |
| book 387c.5 | ἐγένετο. A |
| book 388 | 〈ἑτέρωθεν:〉 ἐκ τῆς ἑτέρας στάσεως. Til |
| book 389 | 〈τάνυσσαν:〉 οὕτως διὰ τοῦ α γραπτέον τάνυσσαν. Aint |
| book 391.1 | 〈ἤτοι ὁ μὲν Τρώεσσιν, ὁ δ’ Ἀργείοισιν ἀρήγων:〉 |
| book 391.2 | ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντησεν. Aint |
| book 392.1 | ἐκλύσθη δὲ θάλασσα: ἐκλυδωνίσθη συναγανακτοῦσα |
| book 392.2 | Ποσειδῶνι b(BCE3E4)T —ὡς „ἔκλαγξαν δ’ ἄρ’ ὀϊστοί“ (Α 46)— |
| book 392.3 | T καὶ αὔξουσα τὴν βοὴν τῶν Ἀχαιῶν. παρατηρητέον δὲ ὅτι |
| book 392.4 | πρὶν εἰπεῖν τι τῶν κατὰ μάχην, θορυβεῖ τὸν ἀκροατήν. b(BCE3E4)T |
| book 393 | 〈ξύνισαν:〉 τὰ δύο στρατεύματα. Til |
| book 394-9.1 | οὔτε θαλάσσης κῦμα〈— /〉 οὔτε πυρὸς |
| book 394-9.2 | 〈— /〉 οὔτ’ ἄνεμοσ〈—χαλεπαίνων〉: περισπούδαστόν |
| book 394-9.3 | τι δηλοῖ τὰς παραβολὰς πληθύνων. τρία δὲ ταῦτα ἴσμεν ἐν ἀνθρώποις |
| book 394-9.4 | ἰσχυρότατα, θαλάσσης κίνησιν, πυρὸς βρόμον, ἀνέμου ὁρμήν. τί οὖν |
| book 394-9.5.1 | παραλέλοιπεν εἰς αὔξησιν; †ὅτε† κῦμα πελάγιον, περιρρησσόμενον |
| book 394-9.5.2 | ἀποκρότῳ τόπῳ κατὰ χαλεπὴν λύσσαν Βορέου, εἶτα τὸν βρόμον τοῦ |
| book 394-9.5.3 | πυρός, οὐ κατοικιδίου, ἀλλ’ οὔρεος ἐν βήσσῃς (397), ὅ ἐστι κοιλώ‐ |
| book 394-9.5.4 | μασιν· ψιλαὶ γὰρ αἱ ἀκρώρειαι ὡς εἶναι ὅλου ὄρους ἐμπρησμόν. εἶτα ὁ |
| book 394-9.5.5 | ἄνεμος οὐ διὰ μαλακοῦ ἀέρος ἀνεμποδίστως θέων, ἀντιτυπῶν δὲ δρυ‐ |
| book 394-9.10.1 | σὶν ὑψηλαῖς ἀντιτετειχισμέναις τῷ πνεύματι. ἰδίως ὑπερθέσεσιν, οὐ πα‐ |
| book 394-9.10.2 | ραβολαῖς χρῆται, ὡς οὐκ ἔχων εἰκάσαι τὴν φωνὴν διὰ τὸ μέγεθος. |
| book 394-9.10.3 | ἑκάστῃ δὲ τῶν εἰκόνων ἐν ἄλλοις κατ’ ἰδίαν χρησάμενος νῦν πάσας ἅμα |
| book 394-9.10.4 | παραλαμβάνει. b(BCE3E4)T τῇ μὲν οὖν ἀπὸ τῆς θαλάσσης οὕτω |
| book 394-9.10.5 | κέχρηται, „ὡς δ’ ὅτ’ ἐπὶ προχοῇσι διϊπετέος ποταμοῖο / βέβρυχε〈ν〉 |
| book 394-9.15.1 | μέγα κῦμα ποτὶ ῥόον, / τόσ〈σ〉η ἄρα Τρῶες ἰαχῇ ἴσαν“ (Ρ 263—4. |
| book 394-9.15.2 | 266), τῇ δὲ ἀπὸ τοῦ πυρὸς „ὡς δ’ ἀναμαιμάει βαθέ’ ἄγκεα θεσπιδαὲς |
| book 394-9.15.3 | πῦρ / οὔρεος ἀζαλέοιο, βαθεῖα 〈δὲ〉 καίεται ὕλη“ (Υ 490—1), τῇ δ’ |
| book 394-9.15.4 | ἀπὸ τῶν ἀνέμων „ὡς δ’ Εὖρός τε Νότος τ’ ἐριδαίνετον ἀλλήλοισιν / |
| book 394-9.15.5 | οὔρεος ἐν βήσ〈σ〉ῃς βαθέην πολεμιζέμεν ὕλην, / φηγόν τε 〈μελίην τε〉 |
| book 394-9.20 | τανύφλοιόν τε κράνειαν, / αἵ τε πρὸς ἀλλήλας ἔβαλον τανυήκεας |
| book 394-9 | ὄζους / ἠχῇ θεσπεσίῃ, πάταγος δέ τε ἀγνυμενάων“ (Π 765—9). T |
| book 394a1.1 | οὔτε θαλάσσης κῦμα τόσον: ὅτι Ζηνόδοτος τούτων |
| book 394a1.2 | τῶν ὁμοιώσεων τὴν πρώτην (sc. versus Ξ 394—5) τρίτην τέταχεν. |
| book 394a1.3 | ὁ δὲ Ὅμηρος τὰ ἐπιτατικώτερα 〈ὕστερα〉 λέγει. πάντων δὲ ἐπιτατι‐ |
| book 394a1.4 | κώτερον ἀνέμου φορά, ἥτις καὶ τὰ ἄλλα κινεῖ, θάλασσαν καὶ πῦρ. A |
| book 394a2.1 | τῶν δὲ τριῶν παραβολῶν τινες τὴν πρώτην 〈τρίτην〉 τι‐ |
| book 394a2.2 | θέασιν. T |
| book 394b.1 | βοάᾳ: διὰ τοῦ βοάᾳ ἐδήλωσεν ὡς οὐκ εἰς ὁμαλὴν ἠϊόνα |
| book 394b.2 | ἐκπίπτει, ἀλλ’ εἰς ἀντίτυπον χέρσον, καὶ „πνοιῇ Βορέω“ (Ξ 395), ὃς |
| book 394b.3 | εἴωθε κύματα μακρὰ κυλίνδειν. b(BCE3E4)T καὶ διὰ τῆς ἐκτά‐ |
| book 394b.4 | σεως τοῦ στοιχείου μεμίμηται τὴν ἐπὶ πλείονα ἔκτασιν τοῦ ἤχου, ὡς |
| book 394b.5 | ἐπὶ τοῦ „ἠϊόνες βοόωσιν“ (Ρ 265). T |
| book 395.1 | ἀλεγεινῇ: ἀλγεῖν παρεχούσῃ τοῖς ἐντυγχάνουσιν. b |
| book 395.2 | (BCE3E4)Til |
| book 396.1 | {οὔτε πυρὸς} τόσσος γε: Ἀρίσταρχος φυλάσσει τὴν |
| book 396.2 | ὀξεῖαν ἐπὶ τῆς τος συλλαβῆς, ὁ δὲ Τυραννίων (fr. 34 P.) „τοσσός γε“ |
| book 396.3 | ἀνέγνω, τὴν σος συλλαβὴν ὀξύνων, οὐκ εὖ· ὁ γὰρ γέ οὐκ ἀλλάσσει |
| book 396.4 | τὸν τόνον τῶν πρὸ ἑαυτοῦ λέξεων. εἰ δέ τις λέγοι ἐπέκτασιν εἶναι, μὴ |
| book 396.5.1 | σύνδεσμον, ἴστω ὅτι τὸ ἐναντίον χωρήσει· ἡ γὰρ διὰ τοῦ γέ ἐπέκτασις |
| book 396.5.2 | τρίτην ἀπὸ τέλους ἐποίει τὴν ὀξεῖαν, „ἔγωγε“ (Α 173), „ἔμοιγε“ |
| book 396.5.3 | (Α 174). A |
| book 396.1 | βρόμος: κυρίως ὁ τοῦ πυρὸς ἦχος· ὅθεν καὶ τὸν Διόνυσον, |
| book 396.2 | ὄντα ἔφορον τοῦ πυρός, καὶ αὐτὸν Βρόμιον καλοῦσιν, ἀντὶ τοῦ τὸν |
| book 396.10.1 | ἐπὶ τοῦ πυρός. ἐν οἷς οἱ ποιηταὶ καὶ τὸν μῦθον ἔπλασαν ὅτι ἐκ Διὸς καὶ |
| book 396.10.2 | Σεμέλης †ὢν ἐβλήθη† τῷ κεραυνῷ, καὶ ὅτι πυρογενής ἐστιν. A |
| book 397a1.1 | 〈ὤρετο:〉 ἔν τισι τῶν ὑπομνημάτων „ὤρορε“, καὶ ἔστιν |
| book 397a1.2 | ὅμοιον τῷ „ὤρορ’ ἐπαΐξασ“ (Β 146). Aint |
| book 397a2 | τινὲς „ὤρορε“. Til |
| book 398a1 | 〈τόσσον γε:〉 οὕτως διὰ τοῦ ν τόσσον γε. Aim |
| book 398a2 | {τόσον γε:} Ζηνόδοτος „τόσ〈σ〉ος γε“. T |
| book 399.1 | 〈χαλεπαίνων:〉 χαλεπῶς ἐμπίπτων. Til ὁ δὲ ἄνεμος |
| book 399.2 | ἐκ παρατρίψεως κάει τὰ δένδρα. T |
| book 400a.1 | τόσση ἄρα Τρώων 〈καὶ Ἀχαιῶν ἔπλετο φωνή〉: |
| book 400a.2 | ἀφ’ ἑτέρας ἀρχῆς ταῦτα. Ἀρίσταρχος δὲ χωρὶς τοῦ τ γράφων, „ὅσση |
| book 400a.3 | ἄρα Τρώων“, πάντως τοῖς ἄνω συνάπτει, ἵν’ ᾖ ὁ λόγος ἀνταποδοτι‐ |
| book 400a.4 | κὸς ἀνεστραμμένος· ‘οὐ τοσοῦτον βοᾷ τὰ εἰρημένα, ὅση τῶν Τρώων |
| book 400a.5 | καὶ Ἀχαιῶν ἔπλετο φωνή‘. A |
| book 400b | 〈ὅσση:〉 ἔξω τοῦ τ αἱ Ἀριστάρχου. οὕτως καὶ Ζηνόδοτος |
| book 400b | καὶ Ἀριστοφάνης. Aim |
| book 400c.1 | τόσση {ἄρα τρώων}: ἐν πολλοῖς „ὅσση“ δίχα τοῦ τ, ὡς |
| book 400c.2 | τὸ „τόσ〈σ〉ον τίς τ’ ἐπιλεύσσει, ὅσον τ’ ἐπὶ λᾶαν ἵησι“ (Γ 12) καὶ |
| book 400c.3 | „τόσ〈σ〉οι δ’ ὅσ〈σ〉οισιν“ (Ξ 94). T |
| book 402a.1 | Αἴαντος δὲ πρῶτος 〈ἀκόντισε φαίδιμος Ἕκτωρ〉: |
| book 402a.2 | ὡς ἐπὶ Αἴαντα, ὡς τὸ „ὡρμήθη δ’ Ἀκάμαντοσ“ (Ξ 488). T | ἄρχει δὲ |
| book 402a.3 | τῆς συμβολῆς ἐπαιρόμενος, καὶ οὐ συστάδην ἀγωνίζεται πειραθεὶς τοῦ |
| book 402a.4 | μονομαχίου. b(BCE3E4)T |
| book 402b.1 | 〈Αἴαντος:〉 ὅτι ἡ πρόθεσις παρεῖται καὶ πτῶσις ἤλλακται, |
| book 402b.2 | ἀντὶ τοῦ ἐπ’ Αἴαντα. Aint |
| book 402c.1 | πρῶτος ἀκόντισε: ἅμα μὲν ὡς προπετής, ἅμα δὲ καὶ τὸ |
| book 402c.2 | ἀξιόπιστον τῷ λόγῳ πρόσκειται, ἵνα πιθανὸν γένηται τοῦτον ἀρξά‐ |
| book 402c.3 | μενον τῆς συμβολῆς κακόν τι καὶ παθεῖν. b(BCE3E4)T |
| book 403.1 | 〈ἐπεὶ τέτραπτο πρὸς ἰθύ οἱ:〉 ἐπεὶ προσέτραπτο αὐτῷ |
| book 403.2 | κατ’ ἰθύ. Til |
| book 404-6.1 | τῇ ῥα δύω τελαμῶνε〈—τέρενα χρόα〉: κατὰ |
| book 404-6.2 | τὴν κλεῖν. τρωτὸς δὲ ὁ Αἴας ὅλον τὸ σῶμα, οὐχ, ὡς Αἰσχύλος (sc. fr. |
| book 404-6.3 | 83 N.2 = R. [p. 207] = 292 c M.), τὰ περὶ τὴν μασχάλην. δῆλον δὲ καὶ ἐκ τοῦ ἐπὶ |
| book 404-6.4 | Πατρόκλῳ ἀγῶνος· μονομαχοῦντος γὰρ αὐτοῦ πρὸς Διομήδην φησὶ |
| book 404-6.5.1 | „καὶ τότε δή ῥ’ Αἴαντι περιδδείσαντες Ἀχαιοί“ (Ψ 822) ὡς δυναμένου |
| book 404-6.5.2 | καὶ τρωθῆναι. τοῦτο δὲ ὑπονοοῦσι διὰ τὸ μηδέποτε παρ’ Ὁμήρῳ |
| book 404-6 | τετρῶσθαι αὐτόν. T |
| book 405a.1 | ἤτοι ὁ μὲν σάκεος, 〈ὁ δὲ φασγάνου ἀργυροήλου〉: |
| book 405a.2 | ὅτι καὶ τὰ ξίφη καὶ τὰς ἀσπίδας ἐκ τελαμώνων ἀνῆπτον· διὸ δύο. A |
| book 405b.1 | ἤτοι ὁ μὲν σάκεος, 〈ὁ δὲ φασγάνου ἀργυροήλου〉: |
| book 405b.2 | λείπει τὸ ὤν. ἐπεπτυγμένοι δὲ ἦσαν. καὶ τὸ σάκος δὲ πόρπακα οὐκ |
| book 405b.3 | εἶχεν, ἀλλὰ τελαμῶνι ἤρτητο καὶ κανόνι μετήγετο· Κᾶρες δὲ τοὺς |
| book 405b.4 | πόρπακας εὗρον. —τινὲς δὲ πηλῷ βάλλεσθαι αὐτὸν ὑπὸ Τρώων, εἴ |
| book 405b.5.1 | πως βαρηθείη ὑπὸ τοῦ πηλοῦ· ἀποσεισάμενον δὲ αὐτὸν δύο κολωνοὺς |
| book 405b.5.2 | ποιῆσαι. —ἀλλ’ οὐδὲ θεός, φασίν, αὐτῷ βοηθεῖ. αἴτιον δὲ τούτου, ὅτι |
| book 405b.5.3 | τὰ μὲν πρὸ τῆς μήνιδος οὐκ εἴρηκεν ὁ ποιητής, †τὴν δὲ παιδείαν Διο‐ |
| book 405b.5.4 | μήδους ἀριστείαν εἶναι συνεργούσης Ἀθηνᾶς, τὰς δὲ ἄλλας μὴ ἔχειν |
| book 405b.5.5 | θεούς, ἀπειπόντος Διός· διὸ οὐχ εὗρε καιρὸν εἰσάγειν θεόν. οἱ δέ, ὅτι |
| book 405b.10 | τῆς ἀσπίδος ἐξέκοψε γλαῦκα· †ὅτι† οὐκ ἐβοήθει αὐτῷ Ἀθηνᾶ. T |
| book 406a.1 | τώ οἱ ῥυσάσθην 〈τέρενα χρόα. χώσατο δ’ Ἕ‐ |
| book 406a.2 | κτωρ〉: ὅτι χώσατο νῦν συνεχύθη, καὶ ὅτι οὐκ ἄτρωτος ὁ Αἴας καθ’ |
| book 406a.3 | Ὅμηρον· εἰ γὰρ μὴ οἱ τελαμῶνες ἐσκέπαζον, ἐτρώθη ἄν. A |
| book 406b.1 | τώ οἱ ῥυσάσθην 〈τέρενα χρόα〉: τινὲς ὑπονοοῦσι |
| book 406b.2 | θώρακα αὐτὸν μὴ ἔχειν ἐκ τοῦ λέγειν ὅτι οἱ δύο τελαμῶνες αὐτὸν |
| book 406b.3 | ἔσωσαν, b(BCE3)T κακῶς· διὰ γὰρ τὸ ἀτελὲς τῆς βολῆς τοῦτο |
| book 406b.4 | μόνον λέγει. b(BCE3) |
| book 406c1 | 〈χώσατο δ’ Ἕκτωρ:〉 ὡς ἂν παρωξυγκὼς ἐφ’ ἑαυτῷ |
| book 406c1 | τὸν ἄριστον. Til |
| book 406c2.1 | ὡς ἂν εἰδὼς ὅτι παρώξυνται ὁ ἄριστος ἐπ’ αὐτῷ, εἰς ὑποχώ‐ |
| book 406c2.2 | ρησιν ἐτράπη (cf. Ξ 408). b(BCE3E4) |
| book 409.1 | 〈ἀπιόντα:〉 οὐ φεύγοντα ἐξ ὑποστροφῆς, ἀλλ’ οἷον ὑποχω‐ |
| book 409.2 | ροῦντα. b(BCE3E4)Til |
| book 410a.1 | 〈χερμαδίῳ, τά ῥα πολλά:〉 τινὲς „ἃ μυρία βόσκει“ |
| book 410a.2 | (μ 97). ἐκ δὲ τοῦ ἐναντίου Πίνδαρος (Ol. 3, 10) „θεόμοροι νίσοντ’ ἐπ’ |
| book 410a.3 | ἀνθρώπους ἀοιδαί, / ᾧ τινι κραίνων ἐφετμάσ“. Til |
| book 410b.1 | 〈ἔχματα νηῶν:〉 ἐρείσματα πρὸς τὸ μὴ ἔνθα καὶ ἔνθα |
| book 410b.2 | κλίνεσθαι. b(BCE3E4) |
| book 411.1 | 〈πὰρ ποσὶ μαρναμένων ἐκυλίνδετο:〉 ἄγαν ποιητι‐ |
| book 411.2 | κῶς, εὐπορίας οὔσης λίθων διὰ τὸ χωρίον. Til πανταχόθεν δὲ |
| book 411.3 | αἰτίας ἀνευρίσκει ὁ ποιητής. Til |
| book 412a1.1 | {στῆθος} βεβλήκει: οὕτως ἔξω τοῦ ν βεβλήκει{ν}, καὶ |
| book 412a1.2 | ἄνευ τοῦ ε. Ζηνόδοτος καὶ Ἀριστοφάνης σὺν τῷ ν „βεβλήκειν“. A |
| book 412a2 | οὕτως Ἀρίσταρχος βεβλήκει. Aim |
| book 412a3 | οὕτως Ἀρίσταρχος, Ζηνόδοτος δὲ „βεβλήκειν“. Til |
| book 413 | στρόμβον: τινὲς τὸν ἄτρακτον ἀπὸ τοῦ περιστρέφεσθαι, οἱ |
| book 413.1 | δὲ τὸν βέμβικα, οἱ δὲ τὸν ῥόμβον, οἱ δὲ στρογγύλον λίθον. ὑπεροχὴ δὲ |
| book 413.2 | ῥώμης ἄνδρα τηλικοῦτον ἔνοπλον οὕτω δεδινῆσθαι. τινὲς δὲ ἐπὶ τοῦ |
| book 413.3 | λίθου ἀκούουσι· πῶς γὰρ ἂν ὑπὸ χερμαδίου οὕτω περιεστράφη; πῶς |
| book 413.5.1 | „ἐπ’ αὐτῷ 〈δ’〉 ἀσπὶς ἑάφθη“ (Ξ 419); πῶς δὲ δρυῒ εἰκάζεται (sc. |
| book 413.5.2 | Ξ 414—5), ἣ πεσοῦσα αὐτοῦ μένει; b(BCE3E4)T |
| book 413 | στρόμβον: ὡς ῥόμβον—σφοδρῶς πλήξας. A |
| book 414-5.1 | ὡς δ’ ὅθ’ ὑπὸ ῥιπῆς πατρὸς Διὸς ἐξερίπῃ δρῦς |
| book 414-5.2 | 〈/ πρόρριζοσ〉: Αἴας Ζεύς, ὁ λίθος κεραυνός· Ἕκτωρ δρυῒ μεγίστῃ |
| book 414-5.3 | πεσούσῃ ἐκ ῥιζῶν εἴκασται. b(BCE3E4)T |
| book 414 | 〈ὑπὸ πληγῆς:〉 γράφεται „ὑπὸ ῥιπῆσ“. Aim |
| book 415.1 | πρόρριζος: ἱστορικῶς· b(BCE3)T ἅπαντα γὰρ τὰ |
| book 415.2 | διόβλητα τῶν δένδρων ἐκ ῥιζῶν ἀνασπᾶται· b(BCE3E4)T ὅθεν |
| book 415.3 | ἐνέφηνε καὶ ἐν τῷ „ἐξερίπῃ“ (Ξ 414) ψιλὴν τὴν πτῶσιν οὖσαν. T |
| book 416.1 | {ἐξ αὐτῆς·} τὸν δ’ οὔ περ ἔχει 〈θράσος, ὅς κεν ἴδη‐ |
| book 416.2 | ται〉: ὅτι τὸ ἀντικείμενον δεῖ ὑπακούειν ‘ἀλλὰ δέοσ‘. | Ἀριστοφάνης |
| book 416.3 | δὲ „τὸν δ’ οὔτιν’ ἔχει θράσος, ὅστις ἴδηται“. A |
| book 418a.1 | {ὡς ἔπες’ ἕκτορος} ὦκα: ὅτι „ὠκύ“ γραπτέον, εἴτε ἐπιθε‐ |
| book 418a.2 | τικῶς εἴτε κατὰ μεσότητα ἀντὶ τοῦ ὠκέως, ὡς „ὀξὺ δὲ κωκύσασα“ |
| book 418a.3 | (Σ 71). A |
| book 418b1.1 | 〈ὦκα:〉 Ἀρίσταρχος „ὠκύ“. Aim ἡ δὲ Μασσαλιω‐ |
| book 418b1.2 | τικὴ καὶ ἡ Χία ὦκα. A |
| book 418b2 | 〈ὦκα:〉 ἡ Χία καὶ ἡ Μασσαλιωτικὴ οὕτως, Ἀρίσταρχος |
| book 418b2 | „ὠκύ“. Til |
| book 418c | 〈ἐν κονίῃσιν:〉 ἔδει εἰς κόνιν. Til |
| book 419-20.1 | 〈χειρὸσ〉 δ’ ἔκβαλεν ἔγχος, ἐπ’ αὐτῷ δ’ ἀσπὶς |
| book 419-20.2 | ἑάφθη 〈/ καὶ κόρυσ〉: ἐπ’ αὐτῷ (τῷ δόρατι δηλονότι) πεσόντι ἐπι‐ |
| book 419-20.3 | συνήφθη καὶ ἐπηκολούθησεν ἡ ἀσπὶς καὶ ἡ κόρυς †ἐστιν ἅμα τῷ ἀφεῖ‐ |
| book 419-20.4 | ναι καὶ† ὅλῳ τῷ σώματι συγκατηνέχθη. b(BCE3E4)T |
| book 419a1.1 | ἀσπὶς ἑάφθη: ἐπικατήφθη δὲ αὐτῷ ἡ ἀσπίς, ὅ ἐστιν |
| book 419a1.2 | ἐπικατηνέχθη αὐτῷ. | τὸ δὲ ἑάφθη ἀπὸ τοῦ ἕπω, εἵφθη ἥφθη ἑάφθη. |
| book 419a1.3 | A |
| book 419a2 | ἀπὸ τοῦ ἕπω τὸ ἐπακολουθῶ εἵφθη ἑάφθη. T |
| book 421a1.1 | {οἱ δὲ μέγα} ἰάχοντες: ὅτι τὸ ἰάχοντες ὡς ὀρέγοντες· |
| book 421a1.2 | ὅθεν βαρυτονεῖν δεῖ „ἰάχων“ (Ε 302 al.) ὡς „ὀρέγων“ (Ο 371). A |
| book 421a2 | 〈ἰάχοντες:〉 ὡς „στενάχοντεσ“ (ι 306). Til |
| book 422-3.1 | 〈ἀκόντιζον δὲ θαμειάς / αἰχμάς:〉 οὐ πάντες· οὐ |
| book 422-3.2 | γὰρ ἕκαστος εἶχε πολλάς. Til |
| book 424a.1 | οὐτάσαι οὐδὲ βαλεῖν: ἡ διπλῆ, ὅτι διαστέλλει τὸ |
| book 424a.2 | οὐτάσαι καὶ βαλεῖν. A |
| book 424b.1 | οὐτάσαι οὐδὲ βαλεῖν: οὐτάσαι ἐγγύς, βαλεῖν πόρ‐ |
| book 424b.2 | ρωθεν· b(BCE3)T ὅθεν ἡμάρτηται τὸ „ὡς εἶδεν μέλαν αἷμα κα‐ |
| book 424b.3 | ταρρέον ἐξ ὠτειλῆσ“ (Δ 149). T |
| book 424c.1 | περίβησαν ἄριστοι: εἰκότως πολὺ τὸ τῆς σπουδῆς· |
| book 424c.2 | „αὐτὸς γὰρ ἐρύετο Ἴλιον Ἕκτωρ“ (Ζ 403). ὅρα δέ, πῶς ἐπὶ τὸ ἀκρότα‐ |
| book 424c.3 | τον ἐξάγει τὰς ἀγωνίας. b(BCE3E4)T |
| book 424d | 〈ἄριστοι:〉 ἐν ἄλλῳ „{περίβησαν} ἅπαντεσ“. Aim |
| book 427a1.1 | τῶν δ’ ἄλλων 〈οὔ τίς εὑ ἀκήδεσεν〉: Ζηνόδοτος διὰ |
| book 427a1.2 | τοῦ τ, „τῶν τ’ ἄλλων“. διήλλαττον δὲ αἱ Ἀριστάρχου, ἀκήδεσεν |
| book 427a1.3 | καὶ „ἀκηδέσατο“, ἀκηδέστως ἔσχεν. A |
| book 427a2 | τῶν δ’ ἄλλων: Ζηνόδοτος „τῶν τ’ ἄλλων“. T |
| book 427b.1 | τῶν δ’ ἄλλων οὔ τίς εὑ ἀκήδεσεν: οὐ μόνον κατεί‐ |
| book 427b.2 | λοχε τοὺς ὑπερμαχοῦντας, ἀλλὰ καὶ συλλήβδην τοὺς λοιποὺς ἐπιφέρει |
| book 427b.3 | ὥστε πάντῃ πιθανὴν γενέσθαι τὴν σωτηρίαν αὐτοῦ. b(BCE3E4)T |
| book 427c.1 | 〈τῶν δ’ ἄλλων οὔ τίς εὑ ἀκήδεσεν:〉 οὐδὲ τῶν ἄλλων |
| book 427c.2 | τις ἦν, ὃς ἠμέλησεν. b(BCE3E4)T |
| book 428.1 | 〈ἀσπίδασ〉 εὐκύκλους: περιφερεῖς γάρ εἰσιν αἱ ἀσπίδες, |
| book 428.2 | ὅ ἐστι ἐπιμήκεις. τινὲς δὲ τὰ σάκη ἐπιμήκη φασίν. ἀγνοοῦσι δὲ ὅτι ἀν‐ |
| book 428.3 | τιφράζει τῇ ἀσπίδι τὸ σάκος. T |
| book 429.1 | ἵκεθ’ ἵππους: καταχρηστικῶς· κυρίως γὰρ ἱκέσθαι τὸ ποσὶ |
| book 429.2 | παραγενέσθαι. b(BCE3)T |
| book 433a1.1 | πόρον {ἷξον}: πόρους τοὺς ποταμούς φησι διὰ τὸ πο‐ |
| book 433a1.2 | ρεύεσθαι αὐτῶν τὸ ῥεῖθρον εἰς θάλασσαν, ὃ τῇ θαλάσσῃ οὐ παρέπεται. |
| book 433a1.3 | ἢ τὸ διαβατὸν αὐτοῦ μέρος, ὡς „Ἀλφειοῖο πόρον“ (Β 592). T |
| book 433a2.1 | πόρον λέγει τὸ διαβατὸν μέρος τοῦ ποταμοῦ, διὰ τὸ πο‐ |
| book 433a2.2 | ρεύσιμον εἶναι. b(BCE3E4) |
| book 433b | ἐϋρεῖος {ποταμοῖο}: εὐρέ〈ε〉ος εὐρεῖος ὡς ἱππέες „ἱππεῖσ“ |
| book 433b | (Λ 151). T |
| book 434a.1 | Ξάνθου {δινήεντος}: ὅτι μὴ προσυστήσας, εἰ ὁ Σκάμανδρος |
| book 434a.2 | Ξάνθος καλεῖται, ὡς πρὸς εἰδότας κέχρηται τῷ ὀνόματι. | ἰδίως δὲ τὸν |
| book 434a.3 | μὲν σωματικὸν—μακρὰ νάουσιν (Φ 196—7). A |
| book 434b.1 | τέκετο Ζεύς: ἢ ὅτι χειμάρρους· ἢ τὸ μὲν σῶμα Διός, τὸ δὲ |
| book 434b.2 | χεῦμα Ὠκεανοῦ· ἢ ὅτι τὰ πάντα ἐκ θεοῦ. T |
| book 436.1 | ἀμπνύνθη: ἀνεκτήσατο τὸ πνεῦμα, | ἔμφρων ἐγένετο. b |
| book 436.2 | (BCE3E4)T |
| book 437a.1 | ἑζόμενος δ’ ἐπὶ γοῦνα 〈κελαινεφὲς αἷμ’ ἀπέμασ‐ |
| book 437a.2 | σεν〉: διὰ τοῦ ε αἱ Ἀριστάρχου καὶ αἱ πλείους, „ἀπέμεσσεν“. Ζηνο‐ |
| book 437a.3 | δότειος δέ ἐστιν ἡ διὰ τοῦ α, ἀπέμασσεν. | βραχὺ δὲ διασταλτέον |
| book 437a.4 | μετὰ τὸ γοῦνα, ἐπὶ τὰ γόνατα καθίσας ἤμει. γελοῖοι δὲ οἱ τοῖς ἑξῆς |
| book 437a.5.1 | συνάπτοντες, ἐπὶ γοῦνα κελαινεφὲς αἷμ’ ἀπέμεσσεν, ἵνα μὴ |
| book 437a.5.2 | ἐπὶ τὰ γόνατα κάθηται. γελοῖοι δὲ οἱ τοῖς φαινομένοις μαχόμενοι· σύνη‐ |
| book 437a.5.3 | θες γὰρ οὕτως λέγειν. A |
| book 437b | 〈ἀπέμασσεν:〉 Ἀρίσταρχος „†ἐπέμεσσεν“. Aint |
| book 437c.1 | ἑζόμενος δ’ ἐπὶ γοῦνα: κακῶς· οὐδεὶς γὰρ ἐπὶ γονάτων |
| book 437c.2 | καθέζεται· δύο γὰρ στάσεις, ἡ μὲν κατὰ φύσιν, ἡ δὲ ἐπὶ τῶν γονάτων· |
| book 437c.3 | φησὶ γοῦν „στῆ δὲ γνὺξ ἐριπών“ (Θ 329. Λ 355). ἔστιν οὖν ἑζόμενος |
| book 437c.4 | δὲ τὸ αἷμα ἐπὶ τῶν γονάτων ἀπέμεσσεν, b(BCE3E4)T ἀντὶ τοῦ |
| book 437c.5.1 | ἤμει. οἱ δὲ γράφουσιν „ἀπέσε〈ι〉σεν“. T ἀνοίκειος δὲ τῷ καιρῷ ἡ |
| book 437c.5.2 | ἐνέργεια. πάντα δὲ δυνατῶς πέφρασται, ὡς καὶ ἐπὶ Σαρπηδόνος (cf. |
| book 437c | Ε 693—8). b(BCE3E4)T |
| book 438a.1 | αὖτις δ’ ἐξοπίσω πλῆτο χθονί: ἐναργῶς πάνυ· προσ‐ |
| book 438a.2 | ενεχθέντος γὰρ τοῦ ὕδατος πρὸς ὀλίγον ἑαυτὸν συνέλεξεν, ἐμέσας δὲ |
| book 438a.3 | τὸ αἷμα πάλιν παρείθη. b(BCE3E4)T |
| book 438b.1 | 〈τὼ δέ οἱ ὄσσε:〉 οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ „κὰδ δέ |
| book 438b.2 | οἱ ὄσσε“. Aint |
| book 439a | 〈βέλος:〉 ὅτι βέλος τὸν βεβλημένον τόπον. Aint |
| book 439b.1 | βέλος: βέλος τὸ τραῦμα· καὶ ἀλλαχοῦ „ὅστις τούτων γε |
| book 439b.2 | βέλος καὶ οἴκοθι πέσσοι“ (Θ 513). b(BCE3)T |
| book 440a1 | 〈νόσφιν ἐόντα:〉 γράφεται „νόσφι κιόντα“. Aim |
| book 440a2 | {νόσφιν ἐόντα:} οὕτως· τὸ γὰρ „κιόντα“ κατάχρησις. T |
| book 442.1 | 〈ἔνθα πολὺ πρώτιστος ΟΙΛΗΟΣ ταχὺς Αἴας:〉 |
| book 442.2 | ὅτι οἱ τοιοῦτοι τόποι ἐπλάνησαν τὸν Ζηνόδοτον ὥστε δέξασθαι χω‐ |
| book 442.3 | ρὶς τοῦ ο „Ἰλῆοσ“. Aint |
| book 443.1 | 〈Σάτνιον:〉 οὕτω καὶ ὁ τόνος. Σατνιόεις (cf. Ξ 445) δὲ πο‐ |
| book 443.2 | ταμὸς Φρυγίας. Til |
| book 445a | 〈παρ’ ὄχθας:〉 Ζηνόδοτος „παρ’ ὄχθῃσ“. Til |
| book 445b.1 | Σατνιόεντος: ἐπήγαγε τὴν αἰτίαν τοῦ ὀνόματος, διὰ τί |
| book 445b.2 | Σάτνιος (cf. Ξ 443) ἐκαλεῖτο. b(BCE3E4)T | τινὲς δὲ „Σαγγαρίοιο“ |
| book 445b | (= Γ 187). Til |
| book 449 | 〈ἦλθεν:〉 τινὲς „ᾖεν“. Til |
| book 450.1 | 〈βάλε δὲ Προθοήνορα δεξιὸν ὦμον:〉 ἀντὶ τοῦ Προ‐ |
| book 450.2 | θοήνορος. 〈ἢ〉 λείπει ἡ κατά. Til |
| book 452.1 | ἕλε γαῖαν ἀγοστῷ: ἔδει ἀγοστοῖς· φησὶ γὰρ ὅτι τὰς |
| book 452.2 | χεῖρας ἐξέτεινεν ὡς πολὺ τῆς γῆς περιλαβεῖν. ἀγοστὸς δὲ τὸ ἕως τοῦ |
| book 452.3 | ἀγκῶνος περὶ τὴν συναγωγὴν καὶ ἐπίκαμψιν τοῦ ἀγκῶνος. b(BCE3E4) |
| book 452.4 | T |
| book 453a.1 | 〈ἔκπαγλον:〉 ὑπερηφάνως. | γράφεται καὶ „ἔκπαγλοσ“. |
| book 453a.2 | Til |
| book 453b | 〈μακρὰ βιβάσθων:〉 γράφεται „μακρὸν ἀΰσασ“. Aim |
| book 454-5.1 | Πανθοΐδαο 〈/ χειρὸς ἀπὸ στιβαρῆς ἅλιον πη‐ |
| book 454-5.2 | δῆσαι〉 ἄκοντα: ἀντὶ τοῦ τὸν ἐμόν, b(BCE3)T ὡς „τὸν δ’ |
| book 454-5.3 | ἐσάωσεν / ἐς ποταμοῦ προχοάσ“ (ε 452—3) ἀντὶ τοῦ ἑαυτοῦ. T | |
| book 454-5.4 | ἕκαστον δὲ τῶν ῥημάτων ἐναργὲς καὶ φαντασίαν ἔχον. b(BCE3)T |
| book 456a1.1 | κόμισε χροΐ: ἐπιμελείας ἠξίωσε περιλαβὼν τῷ ἰδίῳ |
| book 456a1.2 | χρωτί. οἱ δὲ ἀπήνεγκεν. T |
| book 456a2 | ἐν τῷ ἰδίῳ ἔλαβε σώματι καὶ ἀπηνέγκατο. b(BCE3) |
| book 456b | 〈κόμισε:〉 οὕτως κόμισε Aim χωρὶς τοῦ ν. AimTil |
| book 457 | 〈σκηπτόμενον:〉 σκηριπτόμενον. b(BCE3E4)Til σαρ‐ |
| book 457 | κασμὸς δὲ ὁ τρόπος. b(BCE3)Til |
| book 458.1 | Ἀργείοισι δ’ ἄχος γένετο: οὐκ ἐπὶ τῇ ἀναιρέσει, ἀλλ’ |
| book 458.2 | ἐπὶ τῇ χλεύῃ. καὶ ταῦτα δὲ ἀναγκαῖα, ἵνα παροξυνθέντες προθυμότε‐ |
| book 458.3 | ροι γένωνται. b(BCE3E4)T |
| book 459.1 | Αἴαντι 〈δὲ μάλιστα δαΐφρονι〉 θυμὸν ὄρινεν: ἐπεὶ |
| book 459.2 | γὰρ οὗτος μέλλει ἀριστεύειν, πιθανὸν τῇ ἀρετῇ τοῦ ἀνδρὸς συμπρᾶξαι |
| book 459.3 | καὶ τὸ ἀπὸ τῶν βαρβάρων. b(BCE3E4)T |
| book 463a.1 | λικριφὶς ἀΐξας: ὅτι δὶς κέχρηται τῇ λέξει, νῦν καὶ ἐν |
| book 463a.2 | Ὀδυσσείᾳ (sc. τ 451). σημαίνει δὲ πλάγιος ὁρμήσας, ἀπὸ τοῦ λέχριος, |
| book 463a.3 | κατὰ κοινωνίαν τῶν συμφώνων. A |
| book 463b.1 | λικριφίς: Ἀρίσταρχος ὀξύνει ὁμοίως τῷ „ἀλλήλοισιν |
| book 463b.2 | ἔφυν ἐπαμοιβαδίσ“ (ε 481). καὶ οὕτως ἐπεκράτησεν ἡ ἀνάγνωσις. A |
| book 463c.1 | λικριφίς: παρὰ τὸ λέχριον, ὃ δηλοῖ τὸ πλάγιον. ἅπαξ δὲ |
| book 463c.2 | νῦν καὶ ἐν Ὀδυσσείᾳ (sc. τ 451). ὁ δὲ τόνος ὡς ἀπρίξ. οἱ δὲ λίαν |
| book 463c.3 | χρίμπτων καὶ προσπελάζων τῇ γῇ. b(BCE3E4)T |
| book 464a.1 | Ἀρχέλοχος: Ἀρίσταρχος ἀναλογώτερον τοῦ Ἀρχί‐ |
| book 464a.2 | λοχος, ὡς φερένικος, „Μενέλαοσ“ (Β 408 al.). T |
| book 464b.1 | τῷ γάρ ῥα θεοὶ βούλευσαν ὄλεθρον: τούτῳ γὰρ |
| book 464b.2 | ἐπεκλώσθη τὸ εἱμαρμένον. b(BCE3E4)T |
| book 465.1 | 〈κεφαλῆς τε καὶ αὐχένος〉 ἐν συνεοχμῷ: τῷ συνέχοντι |
| book 465.2 | τὸν τράχηλον πρὸς τὴν κεφαλὴν τόπῳ, τουτέστι τῷ τελευταίῳ σπον‐ |
| book 465.1 | δύλῳ. b(BCE3E4)T ἐπιφέρει γοῦν „νείατον ἀστράγαλον“ (Ξ |
| book 465.2 | 466) καὶ ἐν Ὀδυσσείᾳ (λ 64—5) „ἐκ δέ μοι αὐχήν / ἀστραγάλων |
| book 465.5.1 | ἐάγη“. T γίνεται δὲ ἐκ τοῦ ἔχω ἐχμὸς καὶ διπλώσει{ς} ὡς „ἐέλ‐ |
| book 465.5.2 | δωρ“ (Α 41), εἶτα τροπῇ ἐοχμός, ὡς πλεχμὸς πλοχμός. b(BCE3E4)T |
| book 465 | ἐν συνεοχμῷ: ἐν τῇ συναφῇ τοῦ—γὰρ ὑπάρχει. A |
| book 466.1 | νείατον ἀστράγαλον: τὸν συνάπτοντα τὸν τράχηλον |
| book 466.2 | τῷ ἰνίῳ, καλούμενον δὲ ὑπὸ τῶν ἰατρῶν θέσιν ἐγκεφάλου, τοὺς δὲ ἐν |
| book 466.3 | τοῖς ποσὶν ἀστραγάλους Ἀριστοτέλης (h. an. 2,1 p. 499b23) φησὶν |
| book 466.4 | οὔτε ἄνθρωπον ἔχειν οὔτε τῶν μονωνύχων τι καὶ ἀκεράτων. b |
| book 466.5 | (BCE3E4)T |
| book 467-8a.1 | 〈τοῦ δὲ πολὺ προτέρη κεφαλὴ—πεσόν‐ |
| book 467-8a.2 | τοσ〉: ἡ κεφαλὴ προέλαβε τὰ κάτω πίπτοντα. Aim |
| book 467-8b.1 | πολὺ προτέρη κεφαλὴ〈—πεσόντοσ〉: ἐπεὶ τὸ |
| book 467-8b.2 | ἡγεμονικὸν περὶ καρδίαν, φησὶν ὅτι τῆς κεφαλῆς πεσούσης ἀκέραιον |
| book 467-8b.3 | σὺν τῇ καρδίᾳ ἔμενε τὸ σῶμα. ἢ ὑπερβολικῶς τὸ τάχος ἐνέφηνε τῆς |
| book 467-8b.4 | ἀναιρέσεως· b(BCE3E4)T οὐ γὰρ ἀφῃρέθη ἡ κεφαλή, ὡς οὐδὲ ἡ |
| book 467-8b.5.1 | Δόλωνος (cf. Κ 457). ἢ διὰ τὸ τοὺς τένοντας ἀφῃρῆσθαι παραλέλυται |
| book 467-8b.5.2 | ἡ κεφαλή. T |
| book 469a.1 | Αἴας δ’ αὖτ’ ἐγέγωνεν: οὐκ ἀκαίρως καυχᾶται ἐκείνου |
| book 469a.2 | κομπάζειν ἀρξαμένου. b(BCE3E4)T |
| book 469b | 〈ἀμύμονι Πουλυδάμαντι:〉 Ζηνόδοτος „ἀμύμονα Που‐ |
| book 469b | λυδάμαντα“. AimT |
| book 470 | 〈Πουλυδάμα:〉 Ζηνόδοτος „Πουλυδάμαν“. Til |
| book 472 | 〈ἄξιος:〉 ἴσως λείπει δὲ τὸ ‘δοκεῖ σοι‘. Aim |
| book 473.1 | κασίγνητος Ἀντήνορος: εἰκὸς ἀνοχὰς πρὸ τῆς μήνιδος |
| book 473.2 | γεγενῆσθαι, δι’ ὧν συνῄεσαν ἀλλήλοις, b(BCE3E4)T ὡς καὶ ἐν |
| book 473.3 | τῇ ἀναιρέσει (cf. Η 423—32) καὶ ταῖς ταφαῖς Ἕκτορος (cf. Ω 778‐ |
| book 473.4 | 804)· b(BE3E4)T ὅθεν καὶ Ὀθρυονέα ἴσασιν (cf. Ν 374—82). T |
| book 474a1.1 | 〈αὐτῷ γὰρ γενεὴν ἄγχιστα ἐῴκει:〉 Ἀριστοφάνης |
| book 474a1.2 | „αὐτῷ γάρ ῥα φυὴν AimTil ἄγχιστα ἔοικεν“. Aim |
| book 474a2 | 〈ἐῴκει:〉 ἐν ἄλλῳ „ἔοικεν“. Aint |
| book 475a.1 | ἦ ῥ’ εὖ γινώσκων: διὰ τῆς ἐπιφωνήσεως τὸ ἦθος τῶν |
| book 475a.2 | λόγων παρέστησεν ὁ ποιητής, ὅτι τὸ ὅλον ἐν εἰρωνείᾳ ἐξέφερεν ὡς |
| book 475a.3 | ἀμφιβάλλων. b(BCE3E4)T |
| book 475b.1 | 〈Τρῶας δ’ ἄχος ἔλλαβε θυμῷ:〉 καὶ τούτους ἐπὶ τῇ |
| book 475b.2 | χλεύῃ. Til |
| book 476-7.1 | ἔνθ’ Ἀκάμας Πρόμαχον 〈Βοιώτιον οὔτασε δου‐ |
| book 476-7.2 | ρί / —,〉 ὁ δ’ ὕφελκε 〈ποδοῖϊν〉: τῶν τὴν δευτέραν τάξιν |
| book 476-7.3 | ἐχόντων ἐστὶν οὗτος. ποικίλως δὲ πάνυ ἀντέστρεψε τὰ πράγματα, |
| book 476-7.4 | προτάξας μὲν τὴν ἀναίρεσιν (sc. 476), ἐπαγαγὼν δὲ τὸ τί πράττων |
| book 476-7.5 | ἀνῃρέθη (sc. 477). b(BCE3E4)T |
| book 477 | 〈ἀμφὶ κασιγνήτῳ βεβαώς:〉 πρὸς τὸ „ὃς Χρύσην ἀμ‐ |
| book 477 | φιβέβηκασ“ (Α 37), ὅτι ἐστὶν ὑπερμαχεῖς. Aim |
| book 479a.1 | ἰόμωροι: ἰοῖς μόρον ἐπάγοντες. ἢ περὶ ἰοὺς κακοπαθοῦν‐ |
| book 479a.2 | τες. b(BCE3E4)T ἢ ἰοὺς ὀξεῖς ἔχοντες· μωρὸν γὰρ τὸ ὀξὺ |
| book 479a.3 | Κύπριοι· ὅθεν καὶ „ὑλακόμωροι“ (ξ 29. π 4). ὅρα δέ, οἷόν ἐστι τὸ |
| book 479a.4 | βάρβαρον ἦθος· ὀνειδίζει γὰρ αὐτοῖς ὡς παρὰ τοῖς Τρωσὶν οὐκ ὄντων |
| book 479a.5 | τοξοτῶν. b(BCE3)T |
| book 479b.1 | 〈ἀπειλάων ἀκόρητοι:〉 μὴ πληροῦντες τὰς ἀπειλάς, |
| book 479b.2 | ἀπλήρωτα καυχώμενοι. b(BCE3)Til |
| book 481 | 〈κατακτανέεσθε:〉 κτανθήσεσθε. Til |
| book 483a | 〈ἵνα μή τι:〉 ἐν ἄλλῳ „{ἔγχει ἐμῷ} μή τοί τι“. Aim |
| book 483b.1 | 〈κασιγνήτοιό γε ποινή:〉 ἡ ἐπὶ τῷ κασιγνήτῳ |
| book 483b.2 | ποινή. Til |
| book 485a.1 | γνωτὸν ἐνὶ μεγάροις 〈Ἄρεωσ〉: ὅτι ἀντιπέφρακε τὸν |
| book 485a.2 | γνωτὸν τῷ κασιγνήτῳ (cf. Ξ 483) σαφῶς· ἔστι γὰρ ἀδελφός. | Ζη‐ |
| book 485a.3 | νόδοτος δὲ „ἐνὶ μεγάροισιν ἀρῆσ“, ὡς ἐκεῖ „ἐμεῖο δὲ δῆσεν ἀρῆσ“ |
| book 485a | (Σ 100). A |
| book 485b.1 | 〈γνωτὸν ἐνὶ μεγάροισιν〉 Ἄρεως ἀλκτῆρα λι‐ |
| book 485b.2 | πέσθαι: Ζηνόδοτος „ἀρῆσ“, ἵν’ ᾖ ἐπὶ πάσης βλάβης. | καὶ ἐν Ὀδυσ‐ |
| book 485b.3 | σείᾳ „οἷσί περ ἀνήρ / μαρναμένοισι πέποιθε“ (π 97—8). T |
| book 485c.1 | 〈Ἄρεως:〉 τοῦ ἐν πολέμῳ θανάτου. | οἱ δὲ περὶ Ζηνόδοτον |
| book 485c.2 | „ἀρῆσ“, ἵν’ ἐπὶ πάσης βλάβης λαμβάνοιτο. b(BCE3E4) |
| book 488a | 〈ὡρμήθη δ’ Ἀκάμαντος:〉 λείπει ἡ κατά. b(BCE3)Til |
| book 488b1.1 | ὁ δ’ οὐχ ὑπέμεινεν ἐρωήν: ἔφρασεν αὐτὴν διὰ τοῦ |
| book 488b1.2 | ὡρμήθη. T |
| book 488b2 | διὰ δὲ τοῦ ὡρμήθη τὴν ἐρωὴν ἐπέφρασεν. b(BCE3) |
| book 491.1 | Ἑρμείας Τρώων 〈ἐ〉φίλει 〈καὶ κτῆσιν ὄπασσε〉: |
| book 491.2 | τὰς εὐποτμίας εἰς τοῦτον ἀνάγουσιν· διὸ τὸ κοινὸν τῶν θεῶν ἰδικὸν |
| book 491.3 | αὑτοῦ ἔχει· „διάκτοροσ“ (Φ 497 al.) γὰρ καὶ δώτωρ ἐάων· καὶ |
| book 491.4 | κλέπτης δέ ἐστιν, ἐπεὶ εὐχερές ἐστιν αὐτῷ ὡς τὸ δοῦναι καὶ τὸ ἀφε‐ |
| book 491.5.1 | λέσθαι. ἐπιμελῶς δὲ ἐκτηνοτρόφουν οἱ παλαιοί, b(BCE3E4)T ὡς |
| book 491.5.2 | ἐπ’ Ὀδυσσέως. καὶ τῷ Τυδεῖ „τρισχίλιαι ἵπποι“ (Υ 221) καὶ ἄλλῳ |
| book 491.5.3 | „χίλιαι ἵπποι“· ὁμοίως καὶ „ἀλφεσίβοιαι“ (Σ 593). καὶ νόμιος 〈ὁ〉 |
| book 491.5.4 | θεός, „καὶ Ἑρμῇ, Μαιάδος υἱεῖ“ (ξ 435). T |
| book 492.1 | τῷ δ’ ἄρ’ ὑπὸ μήτηρ μοῦνον τέκεν 〈Ἰλιονῆα〉: |
| book 492.2 | πιθανῶς εἰς τὸ παθητικὸν αὐτὸν μόνον φησὶ γενέσθαι τῷ πατρί, καὶ |
| book 492.3 | τἆλλα αὐτῷ εὖ ἔχειν πράγματα· τετιμῆσθαι γὰρ ὑπὸ Ἑρμοῦ. συν‐ |
| book 492 | ιστὰς οὖν τοὺς ἀναιρουμένους θεραπεύει τοὺς ἀνελόντας. b(BCE3E4)T |
| book 493 | 〈θέμεθλα:〉 θέσιν, ῥίζαν, θεμέλια. b(BCE3)Til |
| book 494a1 | 〈γλήνην:〉 τὴν κόρην, παρὰ τὸ γλαύσ〈σ〉ειν. Til |
| book 494a2.1 | γλήνην δὲ τὴν κόρην, παρὰ τὸ αἰγλήεσσαν εἶναι. b |
| book 494a2.2 | (BCE3) |
| book 499-500a1.1 | ὁ δὲ φῆ κώδειαν 〈ἀνασχών / πέφραδέ τε |
| book 499-500a1.2 | Τρώεσσι καὶ εὐχόμενος ἔπος ηὔδα〉: ὁ μὲν Ζηνόδοτος καὶ τὸν |
| book 499-500a1.3 | δέ (499) καὶ τὸν φη (499) ἐγκλίνει, ἵνα τὸ „φή“ ταὐτὸν ὑπάρχῃ τῷ |
| book 499-500a1.4 | ὥς καὶ τὸ μεταλαμβανόμενον τοιοῦτον ᾖ, ‘ὁ δὲ ὡς κώδειαν ἀνασχὼν |
| book 499-500a1.5.1 | πέφραδέ τε Τρώεσσιν‘. ὁ δὲ Ἀρίσταρχος ἐκδεξάμενος τὸ „ἔφη“ ῥῆμα |
| book 499-500a1.5.2 | ὁμοίως τῷ „ἔβη“ (Α 311 al.), δοκεῖ ἀθετεῖν τὸν δεύτερον στίχον· |
| book 499-500a1.5.3 | ὅπερ οὐκ ἀναγκαῖον· ποιητικὸν γὰρ ἔθος τὸ πολλάκις τὸ αὐτὸ ἐπανα‐ |
| book 499-500a1.5.4 | λαμβάνεσθαι. πρὸς δὲ τὸν Ζηνόδοτον ὑγιῶς ἀποφαίνεται ἐκεῖνο ὅτι ὁ |
| book 499-500a1.5.5 | ποιητὴς οὐδέποτε οἶδε τὸ φή ἀντὶ τοῦ ὥς, οἱ δὲ μετ’ αὐτὸν ὥσπερ |
| book 499-500a1.10.1 | Ἀντίμαχος (sc. fr. 121 W.) καὶ οἱ περὶ Καλλίμαχον (sc. Call. fr. |
| book 499-500a1.10.2 | 737). A |
| book 499-500a2.1 | πρὸς δὲ Ζηνόδοτόν φαμεν ὡς οὐδέποτε τὸ „φή“ παρὰ τῷ |
| book 499-500a2.2 | ποιητῇ ἀντὶ τοῦ ὥς παραλαμβάνεται. T |
| book 499-500b1.1 | ὁ δὲ φὴ κώδειαν ἀνασχών 〈/ πέφραδε—ηὔ‐ |
| book 499-500b1.2 | δα〉: φή ὡς. ἀλλ’ ἔστι νεώτερον. ἄμεινον οὖν παραλελεῖφθαι τὸ ὥς, |
| book 499-500b1.3 | „Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθαι“ (φ 216), καὶ ἐκ παραλ‐ |
| book 499-500b1 | λήλου εἶναι τὸ „φῆ“ (499), πέφραδεν, ηὔδα (500). T κώδεια |
| book 499-500b1.5.1 | δέ ἐστιν ἡ κεφαλὴ τῆς μήκωνος. φαντάζει δὲ ἡ ἐπ’ ἄκρου τοῦ δόρατος |
| book 499-500b1.5.2 | ἐμπεπαρμένη κεφαλὴ τὴν ἐπὶ καυλῷ κώδειαν. AT †περὶ σκόλοψιν. T |
| book 499-500b2.1 | τὸ ἔφη ῥῆμά ἐστιν, οὐχ ὡς Ζηνόδοτος ἀντὶ τοῦ ὥς, ἀλλὰ |
| book 499-500b2.2 | τὸ ἔφη· πέφραδεν, ηὔδα (500) ἐκ παραλλήλου ταὐτά. κώδεια δέ |
| book 499-500b2.3 | ἐστιν ἡ τῆς μήκωνος κεφαλή. b(BCE3) εἰκάζει δὲ τὴν ἐπ’ ἄκρου |
| book 499-500b2.4 | τοῦ δόρατος ἐμπεπαρμένην κεφαλὴν τῇ τῷ ἰδίῳ καυλῷ συνημμένῃ |
| book 499-500b2.5 | κωδείᾳ. | λείπει δὲ μετὰ τὸ ἔφη τὸ ὥς. b(BCE3E4) |
| book 499a.1 | ὁ δὲ φῆ κώδειαν 〈ἀνασχών〉: Ἀρίσταρχος τὸ φῆ |
| book 499a.2 | ῥῆμα ἐκδέχεται καὶ ἀθετεῖ τὸν ἑξῆς. δύναται δὲ καὶ δισσολογία εἶναι, |
| book 499a.3 | ὡς τὸ „τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἐχένηος, | ὅ σφιν ἐϋφρονέων |
| book 499a.4 | ἀγορήσατο“ (η 155. 158) καὶ „ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν“ (Α 361 |
| book 499a.5 | al.). ἢ τὸ „πέφραδε“ (Ξ 500) διεσήμαινεν. AT |
| book 499b.1 | 〈ὁ δὲ φῆ κώδειαν:〉 ὅτι ἔξωθεν ἀκουστέον τὸ ὥς, ἵν’ |
| book 499b.2 | ᾖ ὡς κώδειαν. Aint |
| book 499c.1 | 〈ὁ δὲ φῆ κώδειαν ἀνασχών:〉 στικτέον {δὲ} ἐπὶ τὸ |
| book 499c.2 | ἀνασχών· ἐὰν γὰρ συνάπτωμεν, ἐπὶ τὴν ἀπεκδοχὴν ἐνεχθησόμεθα, |
| book 499c.3 | καθ’ ἣν τὸ φῆ ἀντὶ τοῦ ὥς κεῖται. A |
| book 500.1 | πέφραδέ τε Τρώεσσι 〈καὶ εὐχόμενος ἔπος ηὔδα〉: |
| book 500.2 | ὅτι ἀναγνόντες τινὲς „φὴ κώδειαν“ (Ξ 499) ὑφ’ ἕν, ἵν’ ᾖ ὡς κώδειαν, |
| book 500.1 | προσεπέταξαν τὸν ἠθετημένον. οὐδέποτε δὲ Ὅμηρος τὸ „φῆ“ (Ξ 499) |
| book 500.2 | ἀντὶ τοῦ ὥς τέταχεν. ἴσως δὲ καὶ Ἀντίμαχος (fr. 121 W.) ἐντεῦθεν |
| book 500.5.1 | ἐπλανήθη „φὴ †γέρων οἷσι톓 εἰπών. δεῖ δὲ ἔξωθεν προσλαμβάνειν τὸ |
| book 500.5.2 | ὥς καὶ ἀθετεῖν τὸν στίχον· ταὐτολογίαν γὰρ περιέχει. A |
| book 501 | 〈εἰπέμεναι:〉 ἀντὶ τοῦ εἴπατε. Ail |
| book 504a | 〈ἐλθόντι:〉 ὑποστρέψαντι. Til |
| book 504b.1 | 〈γανύσσεται:〉 μεταφορικῶς· γάνος γὰρ τὸ λάμπρυ‐ |
| book 504b.2 | σμα. b(BCE3)Til |
| book 505a.1 | 〈σὺν νηυσί:〉 Ζηνόδοτος καὶ Ἀριστοφάνης „ἐν νηυσί“. |
| book 505a.2 | Aim |
| book 505b | 〈σὺν νηυσί:〉 ἀντὶ τοῦ ἐν νήεσσιν. Til |
| book 506.1 | 〈τοὺς δ’ ἄρα πάντας ὑπὸ τρόμος ἔλλαβε γυῖα:〉 |
| book 506.2 | γράφεται „τοὺς ἄρα πάντας ὑπὸ χλωρὸν δέος εἷλεν“. Aim |
| book 508.1 | 〈ἔσπετε νῦν μοι:〉 οὐκ ἀσκόπως προοιμίῳ χρῆται· καινό‐ |
| book 508.2 | της γὰρ γέγονε μάχης τῶν ἀρίστων ἀμειψάντων τὰ ὅπλα. b(BCE3E4) |
| book 508.3 | Til |
| book 509a.1 | ἀνδράγρια: ὅτι νῦν καὶ ἐν Ὀδυσσείᾳ ἅπαξ εἴρηκεν |
| book 509a.2 | ἀνδ〈ρ〉άγρια. A |
| book 509b.1 | ἀνδράγρια: ἀθετοῦσι (sc. Ξ 508—10) διὰ τὸ ξένον τῆς |
| book 509b.2 | λέξεως καὶ μὴ κείμενον ἀλλαχοῦ. ἤτοι δὲ τὰ σκῦλα τὰ ἀπὸ ἀνδρῶν |
| book 509b.1 | ἀγρευόμενα, ἢ ἀντ’ ἀνδρῶν· ὅταν γὰρ μὴ δυνηθῶσιν ἀνελεῖν, ἀλλ’ οὖν |
| book 509b.2 | τὸν ἀναιρεθέντα σκυλεύουσιν. A b (BCE3E4)T ἐκ δὲ τοῦ παρ‐ |
| book 509b.5.1 | ακολουθοῦντος τὸ προηγούμενον, ἀντὶ τοῦ τίς πρῶτος τῶν Ἑλλήνων |
| book 509b.5.2 | ἀνεῖλέ τινα τῶν πολεμίων; τοῦτο γὰρ ἀποκρίνονται αἱ Μοῦσαι. ση‐ |
| book 509b.5.3 | μαίνει δὲ σκῦλα ᾑρημένα παρὰ ἀνδρῶν· ἀγρεῖν γὰρ τὸ λαμβάνειν. |
| book 509b.5.4 | b(BCE3E4)T |
| book 509c.1 | ἀνδ〈ρ〉άγρια: ὡς ἀντάξια· καὶ γὰρ σύνηθες αὐτῷ τὸ |
| book 509c.2 | τοιοῦτον εἶδος· καὶ γὰρ „ζωάγρια“ (Σ 407. θ 462) εἶπε καὶ „βοάγρια“ |
| book 509c.3 | (Μ 22. π 296) καὶ „μοιχάγρια“ (θ 332). A |
| book 509d.1 | 〈ἀνδράγρια:〉 δεῖ νοεῖν ὅτι κατὰ τὸ σιωπώμενον ἐσκύλευ‐ |
| book 509d.2 | σαν τοὺς πεσόντας. b(BCE3E4)Til |
| book 511.1 | 〈Ὕρτιον:〉 πῶς ἐν τῷ Διακόσμῳ (sc. Β 858—61) οὐ μέμνη‐ |
| book 511.2 | ται αὐτοῦ; Til |
| book 512 | 〈καρτεροθύμων:〉 τινὲς „βαρβαροφώνων“ (= Β 867). Til |
| book 516a.1 | 〈Ἀτρείδης:〉 ὁ Μενέλαος· φησὶ γοῦν „οὐδὲ γὰρ οὐδὲ βίη |
| book 516a.2 | Ὑπερήνορος ἱπποδάμοιο“ (Ρ 24). Til |
| book 516b.1 | {ἀτρείδης δὰρ ἔπειθ’} Ὑπερήνορα: ὅτι οὗτος ἴσως ἐστὶν |
| book 516b.2 | Ὑπερήνωρ, οὗ μέμνηται κατὰ τὴν πρὸς Εὔφορβον σύστασιν Μενέλαος· |
| book 516b.3 | „οὐδὲ μὲν οὐδὲ βίη Ὑπερήνορος ἱπποδάμοιο / ἧς ἥβης ἀπόνηθ’, ὅτε |
| book 516b.4 | μ’ 〈ὤνατο〉“ (Ρ 24—5). ἀλλὰ νῦν τούτων τῶν λόγων οὐ μέμνηται, |
| book 516b.5 | κατ’ ἐπιδρομὴν ἐκφέρων τοὺς ἀνῃρημένους. A |
| book 517.1 | 〈οὔτασε καλλαπάρην:〉 γράφεται „οὖτα κατὰ λαπά‐ |
| book 517.2 | ρην“. Aim |
| book 518a.1 | 〈κατ’ οὐταμένην ὠτειλήν:〉 ὅτι παρετυμολογεῖ τὴν |
| book 518a.2 | ὠτειλὴν ἀπὸ τοῦ οὔτασε. Aim |
| book 518b.1 | κατ’ οὐταμένην 〈ὠτειλήν〉: ἐτυμολογικὸς ὁ τρόπος. |
| book 518b.2 | b(BCE3)T οὕτω δέ φησιν ἐξιέναι τὴν ψυχὴν διὰ τὸ ἅμα τῷ |
| book 518b.3 | αἵματι χωρίζεσθαι αὐτήν. b(BCE3E4)T |
| book 521a.1 | {οὐ γαρ οἱ τις} ὁμοῖος ἐπισπέσθαι {ποσὶν ῆεν}: τὸ μὲν |
| book 521a.2 | ὁμοῖος ὡς „ἀλλοῖοσ“ (π 181) ἀναγνωστέον· τὸ γὰρ προπαροξύνειν |
| book 521a.3 | μεταγενεστέρων ἐστὶν Ἀττικῶν. τὸ δὲ ἐπισπέσθαι παροξυτονητέον |
| book 521a.4 | ὁμοίως τῷ „ἀποθέσθαι“ (Γ 89. Ε 492)· ἔστι γὰρ τὸ ἁπλοῦν „σπέ‐ |
| book 521a.5.1 | σθαι“ (Ε 423 al.). προείρηται δὲ ἐπὶ τῶν τοιούτων ἀπαρεμφάτων (sc. |
| book 521a.5.2 | ad Δ 126c). A |
| book 521b.1 | ἐπισπέσθαι: ἐπιδιῶξαι, ἐπακολουθῆσαι τῇ τῶν ποδῶν |
| book 521b.2 | ὁρμῇ. b(BCE3E4)T παροξύνεται δὲ τὸ ἐπισπέσθαι. τὸ δὲ |
| book 521b.3 | ὅμοιος προπαροξύνεται· τὸ γὰρ ὁμοῖος μεταγενεστέρων ἐστὶν Ἀτ‐ |
| book 521b.4 | τικῶν. b(BCE3)T |
| book 522a.1 | {ἀνδρῶν} τρεσσάντων: ὅτι οὐ λέγει τρεσσάντων δει‐ |
| book 522a.2 | σάντων, ἀλλὰ φυγόντων· „τρέσσαι δ’ οὐκέτι ῥίμφα πόδες φέρον“ |
| book 522a | (Ν 515). A |
| book 522b | 〈ὅτε τε Ζεύς:〉 τινὲς „ὅτε δὴ θεόσ“. Til |
| book 522c | 〈φόβον:〉 φυγήν. Til |
| book postscr.1 | Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς |
| book postscr.2 | Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας |
| book postscr | Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ τῆς Ὁμηρικῆς στιγμῆς. A |
| book 1a.1 | αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβη‐ |
| book 1a.2 | σαν: ἡ ἀναφορὰ πρὸς τὸ „πάπτηνεν δὲ ἕκαστος, ὅπῃ φύγοι αἰπὺν |
| book 1a.3 | ὄλεθρον“ (Ξ 507)· ἐνθάδε γὰρ τὸ πέρας τῆς διώξεως προσέθηκεν. A |
| book 1a.4 | b(BCE3E4)T |
| book 1b1.1 | διά τε σκόλοπας 〈καὶ τάφρον ἔβησαν〉: ἢ ἀντὶ |
| book 1b1.2 | τοῦ διὰ σκολόπων καὶ τάφρου, ὡς „διά τ’ ἔντεα καὶ μέλαν αἷμα“ |
| book 1b1.3 | (Κ 298), ἢ τὸ ἑξῆς διέβησαν. ἡ δὲ διακοπὴ τῆς λέξεως τὸ ταλαίπωρον |
| book 1b1.4 | καὶ δυσδιόδευτον ἐμφαίνει· οὐ γὰρ ἔφυγον „τῇ περ Ἀχαιοί / ἐκ πεδίου |
| book 1b1.5.1 | νίσοντο“ (Μ 118—9), ἀλλὰ διὰ τῆς τάφρου ἔφευγον. b(BCE3E4)T | |
| book 1b1.5.2 | ἡ αὐτὴ διακοπὴ καὶ ἐν τοῖς „κατὰ πυρὸν ἄλεσσαν“ (υ 109). T |
| book 1b2.1 | {διά τε σκόλοπας:} ἀντὶ τοῦ διὰ σκολόπων καὶ τάφρου, |
| book 1b2.2 | ὡς „διά τ’ ἔντεα καὶ μέλαν αἷμα“. | τὸ ἑξῆς· διέβησαν τούς τε σκόλοπας |
| book 1b2.3 | καὶ τὴν τάφρον· ὑπερβατὸν γὰρ ὁ τρόπος. A |
| book 1b3 | {ἔβησαν:} ἡ διακοπὴ τῆς λέξεως τὸ ταλαίπωρον καὶ δυσ‐ |
| book 1b3 | διόδευτον ἐμφαίνει τοῖς πολεμίοις. A |
| book 2a.1 | φεύγοντες, 〈πολλοὶ δὲ δάμεν Δαναῶν ὑπὸ χερ‐ |
| book 2a.2 | σίν〉: ὑποστικτέον φεύγοντες καὶ χερσίν· ἡ γὰρ ἀνταπόδοσίς |
| book 2a.3 | ἐστιν ἀπὸ τοῦ „οἱ μὲν δὴ παρ’ ὄχεσφιν“ (Ο 3). A |
| book 2b.1 | πολλοὶ δὲ δάμεν Δαναῶν ὑπὸ χερσίν: τοῦτο διὰ |
| book 2b.2 | μέσου· ἄλλοι γὰρ ἔδαμεν, ἄλλοι δὲ ἔφυγον. A b (BCE3E4)T |
| book 2c.1 | {πολλοὶ δὲ} δάμεν: ὁμοίως τῷ „πολλοὶ δ’ Ἀργείων οἱ |
| book 2c.2 | μὲν δάμεν, οἱ δ’ ἐλίποντο“ (Μ 14) καὶ τῷ „φάνεν δέ οἱ εὐρέες ὦμοι“ |
| book 2c.3 | (ς 68) ἀνεγνώσθη κατὰ ἀφαίρεσιν τοῦ ἄρχοντος χρόνου. ἔφαμεν δὲ (sc. |
| book 2c.4 | ad Α 464a) τὰ τοιαῦτα ἀδιαφόρως εὑρεθῆναι παρὰ τῷ ποιητῇ. A |
| book 3.1 | οἱ μὲν δὴ παρ’ ὄχεσφιν 〈ἐρητύοντο· μένοντεσ〉: οἱ |
| book 3.2 | ἔξω καταλειφθέντες· οὐδεὶς γὰρ σὺν ἵπποις εἰσῆλθεν ἢ Ἄσιος Ὑρτα‐ |
| book 3.3 | κίδης (cf. Μ 110—24). ἢ τοὺς ἡνιόχους φησίν· εἶπε γὰρ „ἵππους μὲν |
| book 3.4 | θεράποντες ἐρυκόντων“ (Μ 76). ἢ αὐτοὺς τοὺς ἐκφυγόντας, θέλοντας |
| book 3.5.1 | ἑαυτούς τε ἐκ τῆς φυγῆς ἀναλαβεῖν καὶ περισῶσαι τὰ ἅρματα· διὸ καὶ |
| book 3.5.2 | ἐρητύοντο εἶπεν· ἡ γὰρ χρεία αὐτὴ καὶ οὐδεὶς ἄλλος κατεῖχεν αὐ‐ |
| book 3.5.3 | τούς· οὐ γὰρ ἀλλήλους ἐξεδέχοντο· τοῦτο γὰρ ἀεὶ κατηγορεῖ τοῦ |
| book 3.5.4 | ἤθους τῶν βαρβάρων· φαίνονται γὰρ ἀεὶ τῆς ἰδίας σωτηρίας φρον‐ |
| book 3 | τίζοντες. b(BCE3E4)T |
| book 4a.1 | χλωροὶ ὑπαὶ δείους 〈πεφοβημένοι〉: ἡ ὑπό πρόθε‐ |
| book 4a.2 | σις ὑπαί ἐγένετο ὁμοίως τῇ „ὑπαὶ πόδα νείατον Ἴδησ“ (Β 824). |
| book 4a.3 | καὶ ἔστι τὸ ἑξῆς ὑπὸ δέους. οὕτω καὶ Ἀρίσταρχος· διὸ παραιτητέον |
| book 4a.4 | τὸν Τυραννίωνα (fr. 35 P.) βαρύνοντα τὴν ὑπαί καὶ ἡγούμενον |
| book 4a.5.1 | ἀπὸ τοῦ ὕπαιθα εἶναι πάθος τὸ τῆς ἀποκοπῆς. ἕως δὲ τοῦ ὑπαὶ |
| book 4a.5.2 | δείους ὀφείλομεν ἀναπαύεσθαι· οὐ γὰρ πιθανὸν ἕως τοῦ χλωροί, |
| book 4a.5.3 | εἶτα πεφοβημένοι, τουτέστι φεύγοντες. ἔστι μέντοι καὶ ἡ ἑτέρα |
| book 4a.5.4 | ἀνάπαυσις οὐκ ἀδόκιμος. A |
| book 4b.1 | 〈χλωροὶ ὑπαὶ δείους πεφοβημένοι:〉 τὸ ὑπαὶ |
| book 4b.2 | δείους δύναται καὶ τοῖς ἑξῆς συνάπτεσθαι καὶ τοῖς ἡγουμένοις· ἤτοι |
| book 4b.3 | γὰρ χλωροὶ ὑπὸ δέους ἢ ὑπὸ δέους πεφευγότες. A |
| book 4c.1 | δείους: εἴωθεν Ἰωνικῶς αὐτὰ συναιρεῖν· „τοίου μιν θάρ‐ |
| book 4c.2 | σευς πλῆσεν“ (Ρ 573), „ἐξ Ἐρέβευς ἄξοντα“ (Θ 368), A b (BCE3E4)T |
| book 4c.3 | „ἡμετέρου δ’ οὐκ ἔστι γένευσ“ (ο 533). ἢ ἐντελῶς „βέλεος δέ σε τείρει |
| book 4c.4 | ἀκωκή“ (Ν 251), „ἄστεος αἰὲν ὑπὲρ κατ’ ἀμαξιτόν“ (Χ 146). A T |
| book 4c.5.1 | ἀλλὰ νῦν ἡ κακοφωνία τῇ κοινῇ κράσει ἐποίησεν αὐτὸν χρῆσθαι, A |
| book 4c.5.2 | b(BCE3E4)T καὶ ἐν τῷ „ἥ ῥα κατὰ σπείουσ“ (ι 330). AT |
| book 4c.5.3 | τριχῶς οὖν παράγει Ὅμηρος 〈τὰσ〉 γενικὰς τῶν οὐδετέρων. T |
| book 4d.1 | ἔγρετο δὲ Ζεύς: καιριώτατα· εἰ γὰρ ἔτι βραχὺ τῆς μά‐ |
| book 4d.2 | χης ἀπέστησε τὸν Δία, οὐδὲν ἐκώλυε κατὰ κράτος ἁλῶναι τοὺς βαρ‐ |
| book 4d.3 | βάρους. T |
| book 5.1 | Ἴδης ἐν κορυφῇσι 〈παρὰ χρυσοθρόνου Ἥρησ〉: |
| book 5.2 | ἔδει εἰπεῖν ἐπὶ τῶν κορυφῶν τῆς Ἴδης μετὰ τῆς Ἥρας κοιμώμενος. |
| book 5.3 | προστιθέασι δὲ καὶ τὸ „ἕζετο δ’ ὀρθωθείς, μαλακὸν δ’ ἔνδυνε χιτῶνα“ |
| book 5 | (Ο 5 a = Β 42). T |
| book 6.1 | ἀναΐξας: ἀνορμήσας τῆς κατακλίσεως, συνῃσθημένος τῆς |
| book 6.2 | ἀπάτης καὶ ἑαυτοῦ κατεγνωκὼς ὅτι ὕπνωσεν. b(BCE3E4)T |
| book 6-7.1 | Τρῶας καὶ Ἀχαιούς, / τοὺς μὲν ὀρινομένους, |
| book 6-7.2 | 〈τοὺς δὲ κλονέοντας ὄπισθεν〉: ὅτι καὶ πρὸς τὸ πρῶτον |
| book 6-7.3 | ὑπαντᾷ ὁ ποιητής, ὡς καὶ ἐν τῷ „ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προ‐ |
| book 6-7.4 | πάσας. / Βοιωτῶν μὲν Πηνέλεωσ“ (Β 493—4), „〈Ἀμφίμαχοσ〉 καὶ |
| book 6-7.5.1 | Θάλπιος 〈ἡγησάσθην, /〉 υἷες 〈ὁ〉 μὲν Κτεάτου“ (Β 620—1), „Ἀθη‐ |
| book 6-7.5.2 | ναίη τε καὶ Ἥρη· / ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπεν“ (Δ 20. 22), |
| book 6-7.5.3 | καὶ ἄλλα πολλὰ τίθησιν ὁ Ἐπαφρόδιτος (fr. 37 L.). T | θαυμασίως |
| book 6-7.5.4 | δὲ ἐν τάχει πάντα παρέλαβε, τῶν μὲν τὴν φυγήν, τῶν δὲ τὴν ἀριστείαν, |
| book 6-7.5.5 | τοῦ Ποσειδῶνος τὴν βοήθειαν (cf. Ο 8), τοῦ Ἕκτορος τὴν πάθην (cf. |
| book 6-7.10.1 | Ο 9—11), ἵνα ἐκ πολλῶν φαίνηται κεκινημένος ἐπὶ τὴν ὀργὴν ὁ Ζεύς. |
| book 6-7.10.2 | b(BCE3E4)T περὶ δὲ τοῦ Ἕκτορος καὶ ἀναγκαίως ἐπεξεργάζεται, |
| book 6-7.10.3 | b(BE3E4)T „Ἕκτορα δ’ ἐν πεδίῳ ἴδε κείμενον“ (Ο 9) καὶ „ὁ δ’ |
| book 6-7.10.4 | ἀργαλέῳ ἔχετ’ ἄσθματι“ (Ο 10), T ἵνα μὴ μόνον διὰ τὴν ἀπάτην |
| book 6-7.10.5 | χαλεπήνῃ, ἀλλὰ καὶ δι’ Ἕκτορα, ὃς δι’ αὐτὸν τοιάδε ἔπαθε· φησὶ |
| book 6-7.15.1 | γοῦν πρὸς Πολυδάμαντα „ὃς κέλεαι Ζηνὸς μὲν ἐριγδούποιο λαθέσθαι“ |
| book 6-7.15.2 | (Μ 235), ὡς Διῒ πεπιστευκὼς καὶ μαχόμενος. b(BE3E4)T |
| book 7a1.1 | ὀρινομένους: μετὰ λύπης ταραττομένους. „ὠρίνθη δέ |
| book 7a1.2 | οἱ ἦτορ“ (Π 509)· μετὰ ἀπελπισμοῦ γὰρ ἔφευγον. τὸ δὲ κλονέοντας |
| book 7a1.3 | παρὰ τὴν κλίσιν ἢ ἀπὸ τοῦ κατακλᾶν· καὶ γὰρ ἀπὸ τοῦ φθίω φθόη καὶ |
| book 7a1.4 | φθόνος. T |
| book 7a2.1 | μετὰ λύπης ταρασσομένους· ἔφυγον γὰρ μετὰ ἀπελπισμοῦ. |
| book 7a2.2 | κλονέοντας δὲ ἀπὸ τοῦ κλονῶ· τοῦτο δὲ ἀπὸ τοῦ κατακλᾶν ἢ †τὴν |
| book 7a2 | κλίσιν. b(BCE3E4) |
| book 8a.1 | Ἀργείους, μετὰ δέ σφι: ὅτι πρὸς τὸ δεύτερον πρότε‐ |
| book 8a.2 | ρον ἀπήντησεν. ἕνεκα δὲ σαφηνείας ἐπανέλαβε τοὺς Ἀργείους. A |
| book 8b.1 | μετὰ δέ σφι: ὡς „ἔκδηλος μετὰ πᾶσιν“ (Ε 2): b(BCE3)T |
| book 8b.2 | ἀντὶ τοῦ ἐν πᾶσιν. b(BCE3E4) δηλοῖ δὲ καὶ τὴν ἐπί, ὡς „μεταΐξας |
| book 8b.3 | θάνατον τεύξειε“ (υ 11), καὶ τὴν πρός, ὡς τὸ „ἀλλ’ ἐξ ἁλὸς ἦλθε μετ’ |
| book 8b.4 | αὐτούσ“ (Υ 14) b(BCE3E4)T καὶ τὸ „θέω μετ’ ἀμύμονα Πηλείω‐ |
| book 8b.5 | να“ (Κ 63 + Β 674). T |
| book 9.1 | κείμενον: πεπτωκότα, ὡς „ὁ δ’ ἐπ’ ἐννέα κεῖτο πέλεθρα“ |
| book 9.2 | (λ 577). καὶ τὸ †τέθαπται†, „ἔνθα μὲν Αἴας κεῖται“ (γ 109). καὶ κυ‐ |
| book 9.3 | ρίως b(BCE3E4)T „εἵματα μέν τοι κεῖται“ (ζ 26). καὶ T „κεῖ‐ |
| book 9.4 | ται Πάτροκλοσ“ (Σ 20) b(BCE3E4)T ἀντὶ τοῦ ἀνῄρηται. T |
| book 9.5.1 | καὶ τὸ νεκρὸν ἐρρῖφθαι, „κεῖται πὰρ νήεσσι νέκυσ“ (Χ 386). καὶ τὸ διά‐ |
| book 9.5.2 | γειν, „κεῖτο παρὰ μνηστῇ ἀλόχῳ“ (Ι 556). καὶ τὸ ἔστι, „θεῶν ἐν γού‐ |
| book 9.5.3 | νασι κεῖται“ (Ρ 514). b(BCE3E4)T |
| book 10a.1 | 〈εἵατο:〉 ἔνιοι {δὲ} τὸ εἵατο ψιλῶς· „ἔνθ’ ἄρα οἱ μύλαι |
| book 10a.2 | εἴατο“ (υ 106) ἀντὶ τοῦ ἦσαν· καὶ Ἀρίσταρχος δὲ ψιλοῖ τὸ „εἴατο“. |
| book 10a.3 | ὁμοίως καὶ ἐπὶ τοῦ „εὗρε δ’ ἐνὶ σπῆϊ γλαφυρῷ Θέτιν, ἀμφὶ δέ τ’ ἄλλαι/ |
| book 10a.4 | εἴαθ’ ὁμηγερέεσ“ (Ω 83—4)· ἐκδέχεταί τε κλίσιν τὴν ἀπὸ τοῦ εἰμί εἰς |
| book 10a.5.1 | παθητικοῦ ὑπερσυντελίκου χρόνον καὶ μεταλαμβάνει εἰς τὸ ὑπῆρχον. |
| book 10a.5.2 | ἔχει δὲ ἐπί〈σ〉τασιν, εἰ τοῦ εἰμί τὰ παθητικὰ δύναται συστῆναι κατὰ |
| book 10a.5.3 | σημαινόμενον ἢ χρῆσιν Ἑλληνικήν· διὸ ἄμεινον δασύνειν καὶ ἐκδέχε‐ |
| book 10a.1 | σθαι ἐνδιέτριβον καὶ ἐκάθηντο· καὶ γὰρ ἁρμόζον τοῖς ὑποκειμένοις |
| book 10a.2 | κεῖσθαι μὲν τὸν Ἕκτορα, περικαθέζεσθαι δὲ αὐτὸν τοὺς ἑταίρους συγ‐ |
| book 10a.10.1 | κάμνοντας· αὐτός τε ὁ ποιητὴς ἔκλινε τὸ ῥῆμα τοῦτο τριχῶς, πῇ μὲν |
| book 10a.10.2 | κοινῶς εἰπὼν „τοῖοι ἄρα Τρώων ἡγήτορες ἧντ’ ἐπὶ πύργων“ (Γ 153), |
| book 10a.10.3 | πῇ δὲ Ἰωνικῶς „οἱ δ’ ἕατ’ εἰν ἀγορῇ“ (Η 414), πῇ δὲ ἐπενθέσει τοῦ ι |
| book 10a.10.4 | πάλιν χρησάμενος Ἰωνικῶς „εἵατο, καὶ προὔχοντεσ“ (γ 8), ὡς καὶ |
| book 10a.10.5 | τὸ προκείμενον. A |
| book 10b.1 | εἵατο: Ἀρίσταρχος b(BE4)T ψιλῶς, ἀπὸ τοῦ εἰμί |
| book 10b.2 | ἐκδεχόμενος b(B) T ἀντὶ τοῦ ὑπῆρχον, b(BE4)T „ἔνθ’ ἄρα |
| book 10b.3 | οἱ μύλαι εἴατο“ (υ 106). ὁ δὲ Ἡρωδιανὸς (2,92,7) δασύνει ἀπὸ τοῦ |
| book 10b.4 | †δηλοῦντος τὸ κάθημαι. καὶ ἔστιν ἀντὶ τοῦ διέτριβον, b(B) T ὡς |
| book 10b.5.1 | „ἧμαι ἐνὶ Τροίῃ σέ τε κήδων“ (Ω 542)· καὶ λέγομεν ‘περικάθηται τὴν |
| book 10b.5.2 | πόλιν ὁ στρατόσ‘ ἀντὶ τοῦ προσεδρεύει †τῶν περὶ τῶν καθημένων τὸν |
| book 10b.5.3 | πρίαμον τὴν ἀσπίδα†, ἀντὶ τοῦ †πολιορκοῦντο†. εἰ δὲ ἐψιλοῦτο, |
| book 10b.5.4 | ἦ〈ν〉 ἄν, φησί, κείμενον ἀντὶ τοῦ ἦσαν, ἔασαν. ἔστιν οὖν ‘περιεκύκλουν |
| book 10b.5.5 | αὐτόν‘. T |
| book 10c.1 | 〈ἀργαλέῳ ἔχετ’ ἄσθματι:〉 συνείχετο οὐκ εὐπόρῳ, |
| book 10c.2 | ἀλλ’ ἀσταθμήτῳ καὶ ἀσθενεῖ καὶ οὐκ εὐθεῖ πνεύματι. b(BE4)Til |
| book 10d | κῆρ ἀπινύσσων: ὅτι κατὰ τὸ πλῆρες ἐκληπτέον κῆρ, |
| book 10d | εἶτα ἀπινύσσων, τὸ κέαρ ἀπινυτῶν. A |
| book 10e.1 | κῆρ ἀπινύσσων: Ἀρίσταρχος τὸ κῆρ οὐδετέρως ἐκ‐ |
| book 10e.2 | δέχεται καὶ μετοχὴν τὴν ἀπὸ τοῦ α ἀρχομένην, ἵνα τοιοῦτόν τι ση‐ |
| book 10e.3 | μαίνῃ, τὸ κῆρ ἀσύνετος ὤν, διδασκόμενος καὶ ἐξ ἐκείνου τοῦ „δοκέεις δέ |
| book 10e.4 | μοι οὐκ ἀπινύσσειν“ (ε 342. ζ 258). τούτῳ συγκατατίθεται καὶ ὁ |
| book 10e.5.1 | Ἀσκαλωνίτης (p. 54 B.) καὶ Ἀλεξίων (fr. 56 B.) καὶ σχεδὸν πάντες, |
| book 10e.5.2 | καὶ ἡμεῖς. εἰσὶ μέντοι, οἳ ἄλλως διέστειλαν, οὓς ἐλέγχει ὁ Ἡρωδιανός |
| book 10e.5.3 | (2,92,25). A |
| book 10f.1 | κῆρ ἀπινύσσων: ἀπίνυτος ὢν τὴν ψυχήν, b(BCE3)T |
| book 10f.2 | „δοκέεις δέ μοι οὐκ ἀπινύσσειν“ (ε 342. ζ 258). T οἱ δὲ ἀναισθη‐ |
| book 10f.3 | τῶν· πινυτὸν γὰρ τὸ αἰσθητικόν. b(BCE3E4)T | τινὲς δὲ „κῆρα“. |
| book 10f.4 | οὐδαμοῦ δὲ τὸ πινύσσειν ἐπὶ τοῦ προσδοκᾶν ἔταξεν Ὅμηρος. πῶς δὲ |
| book 10f.5.1 | δύναται προσδοκᾶν ὁ ἐσκοτωμένος καὶ ψυχορραγῶν ὑπὸ τῆς πλη‐ |
| book 10f.5.2 | γῆς; b(BE3E4)T |
| book 10g.1 | 〈ἀπινύσσων:〉 Ἀριστοφάνης „{κῆρ} ἀπινύσκων“, διὰ |
| book 10g.2 | τοῦ κ. ὁ δὲ Ἀρίσταρχος καὶ ἐν Ὀδυσσείᾳ διὰ τῶν δύο σς „δοκέεις δέ |
| book 10g.3 | μοι οὐκ ἀπινύσσειν“ (ε 342. ζ 258). A |
| book 10h.1 | ἀπινύσσων: Ἀρίσταρχος διὰ δύο σς· Ἀριστοφάνης |
| book 10h.2 | „ἀπινύσκων“. | βαρύνεται δὲ ὡς μείρω ἀμείρω. T |
| book 11a1.1 | 〈αἷμ’ ἐμέων:〉 πρὸς τὸ „αἷμ’ ἀπέμασσεν“ (Ξ 437) τοῦ‐ |
| book 11a1.2 | το ἄν τις σημειώσαιτο. Aint |
| book 11a2 | καὶ ἄνω „αἷμ’ ἀπέμεσ〈σ〉εν“. Til |
| book 11b | οὔ μιν ἀφαυρότατος: ὅτι τὸ ἐναντίον ὑπακουστέον, |
| book 11b.1 | ἀλλ’ ἰσχυρότατος· οὐ γὰρ ἐκ πλήρους ἀποδέδωκεν, ὡς ἐπὶ τοῦ „δός, |
| book 11b.2 | φίλος, οὐ γάρ μοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν / ἔμμεναι, ἀλλ’ ὤριστοσ“ |
| book 11b.3 | (ρ 415—6). A |
| book 11c.1 | ἀφαυρότερος: ἀσθενὴς ὅσον ἁφῇ. ἐνίοτε δὲ ἐκ πλήρους |
| book 11c.2 | φησίν· „οὐ μέν μοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν / ἔμμεναι, ἀλλ’ ὤριστοσ“ |
| book 11c.3 | (ρ 415—6). T |
| book 13.1 | δεινὰ δ’ ὑπόδρα ἰδών: πῶς ὁ κεστὸς οὐκ ἐπράϋνεν αὐ‐ |
| book 13.2 | τόν; ἐρώτων ἐστὶ κινητικός, ὃ καὶ ἔπραξεν. b(BCE3E4)T εἰκότως |
| book 13.3 | δὲ χαλεπαίνει ψευδὴς ἀποδειχθεὶς πρὸς Θέτιν καὶ Ἕκτορα, b(BE3E4) |
| book 13.4 | T ᾧ ὑπέσχετο, ἕως δύνῃ ὁ ἥλιος, εὐδοκιμήσειν (cf. Λ 192—4. |
| book 13.5.1 | 207—9). T ἄλλως τε ἡ περὶ αὐτὸν ἀπάτη ὑπεροχῆς ἦν ἐλάττω‐ |
| book 13.5.2 | σις, καὶ μετὰ τοσαύτας ἀπειλάς. b(BE3E4)T |
| book 14a.1 | κακότεχνος: ὁ ἐπὶ κακῷ τεχνηθείς· ἔστι γὰρ καὶ χρηστὸς |
| book 14a.2 | δόλος. τὸ δὲ ἑξῆς ‘μάλα ἀμήχανε, b(BCE3E4)T ἦ δὴ κακότεχνος |
| book 14a.3 | σὸς δόλοσ‘. ἀμήχανε δέ, b(BE3E4) πρὸς ὃν οὐκ ἔστι μηχανή‐ |
| book 14a.4 | σασθαι, „σὺ δ’ ἀμήχανός ἐσσι, γεραιέ“ (Κ 167). δηλοῖ δὲ καὶ τὸ ἄπο‐ |
| book 14a.5.1 | ρον, „καὶ ἀμήχανα ἔργα γένοντο“ (Θ 130). καὶ πολλάκις δὲ ἁμαρτά‐ |
| book 14a.5.2 | νοντες ἐπὶ τοὺς πλησίον ἄγομεν τὴν αἰτίαν. b(BE3E4)T |
| book 14b.1 | ἀμήχανε: ὅτι δύο σημαίνει ἡ λέξις, ἤτοι μὴ δυναμένη |
| book 14b.2 | μηχανὴν εὑρεῖν· ἢ πρὸς ἣν οὐκ ἔστι μηχανήσασθαι, ὅπερ καὶ θέλει |
| book 14b.3 | εἰπεῖν. A |
| book 14c | 〈ἀμήχανε:〉 ἀμηχάνητε, ἀκίνητε. Til |
| book 15a.1 | Ἕκτορα δῖον: ὅτι ἀφ’ ἑαυτοῦ ὁ Ζεὺς δῖον τὸν Ἕκτορα |
| book 15a.2 | 〈καλεῖ〉. οὐχ †ὑποπτεῦον† οὖν τὰ ἐν Ὀδυσσείᾳ (α 65) „πῶς ἂν |
| book 15a.3 | ἔπειτ’ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην;“ A |
| book 15b.1 | Ἕκτορα δῖον: ὅτι ἀφ’ ἑαυτοῦ δῖον ἐκάλεσε τὸν Ἕ‐ |
| book 15b.2 | κτορα καὶ ἑξῆς τὴν θάλασσαν, „ἢ εἰς ἅλα δῖαν“ (Ο 161). πρὸς τὸ μὴ |
| book 15b.3 | ὑποπτεύειν τὰ Ὀδυσσειακὰ „περὶ δ’ ἱρὰ θεοῖσιν / ἀθανάτοισιν ἔδωκε“ |
| book 15b.4 | (α 66—7) καὶ „πῶς ἂν ἔπειτ’ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην“ (α |
| book 15b.5 | 65). | οἱ δὲ παρὰ τὸ δέος, ἐπεὶ καὶ ἄδειαν τὴν ἀφοβίαν καλοῦμεν. T |
| book 15c.1 | ἐφόβησε δὲ λαούς: τινὲς „ἐφόβησε δ’ Ἀχαιούσ“, ἀντὶ τοῦ |
| book 15c.2 | φοβεροὺς ἐποίησεν, ὡς „πάντας μέν ῥ’ ἔλπει“ (β 91) ἀντὶ τοῦ ἐλπίζειν |
| book 15c.3 | ποιεῖ. T |
| book 16a.1 | 〈μάν:〉 Δωρικῶς. ἐν ἄλλοις δὲ „καὶ μὴν οἱ τότ〈ε γ’〉 εἰς |
| book 16a.2 | ἀγορὴν ἴσαν“ (Τ 45). Til |
| book 16b.1 | κακορραφίης: κακομηχανίας· ἑξῆς γοῦν φησι ἀντι‐ |
| book 16b.2 | φράζων „κακὰ μητιόωσα“ (Ο 27). ἢ κακοσυνθεσίας· b(BE3)T |
| book 16b.3 | ἀλλαχοῦ πού φησιν „οὐκ ὄφελον Τρώεσσι κοτεσ〈σ〉αμένη κακὰ ῥά‐ |
| book 16b.4 | ψαι“ (Σ 367) καὶ „εἰνάετες 〈...〉 κακὰ ῥάπτομεν“ (γ 118). T |
| book 17a.1 | πρώτη ἐπαύρηαι: ἀντὶ τοῦ προτέρα b(BCE3E4)T Til |
| book 17a.2 | τοῦ Ποσειδῶνος (ἄμφω γὰρ συμμαχοῦσι τοῖς Ἕλλησιν) ἢ b(BCE3)T |
| book 17a.3 | τῶν Ἑλλήνων, ‘πρὶν τούτους ἀπόνασθαι τῆς σῆς δολιότητοσ‘. |
| book 17a.4 | b(BCE3E4)T |
| book 17b | 〈ἐπαύρηαι:〉 οὕτως διὰ τοῦ η, ἐπαύρηαι. Aint |
| book 17c1.1 | ἐπαύρηαι: προπαροξυτονητ〈έον〉 ὁμοίως τῷ „εἰς ὅ κε |
| book 17c1.2 | τοὺς ἀφίκηαι“ (λ 122)· ἔστι γὰρ μέσος δεύτερος ἀόριστος· ταὐτὸν δὲ |
| book 17c1.3 | λέγομεν καὶ περὶ τοῦ „σὺ δέ κεν κακὸν οἶτον ὄληαι“ (Γ 417)· καὶ γὰρ |
| book 17c1.4 | τοῦτο μέσου δευτέρου ἀορίστου. A |
| book 17c2.1 | προπαροξύνεται· ἔστι γὰρ μέσου δευτέρου ἀορίστου. |
| book 17c2.2 | b(BCE3E4)Til |
| book 17d.1 | 〈πληγῇσιν〉 ἱμάσσω: κυρίως ἱμάντι πλήξω, τροπικῶς |
| book 17d.2 | δὲ νῦν κεραυνώσω· μάστιγα γὰρ Διὸς τὸν κεραυνόν φησι b(BCE3E4) |
| book 17d.3 | T „Διὸς μάστιγι δαμέντεσ“ (Μ 37), τῷ φόβῳ τῆς χθιζῆς κεραυνο‐ |
| book 17d.4 | βολίας· b(BE3E4)T καὶ „ὅτε γ’ ἀμφὶ Τυφωέα γαῖαν ἱμάσσει“ |
| book 17d.5.1 | (Β 782) ἀντὶ τοῦ κεραυνώσει. | ἀντεστραμμένως ‘καί σε ἱμάσθλῃ |
| book 17d.5.2 | πλήξω‘. T |
| book 18-31.1 | 〈ἦ οὐ μέμνῃ—ἀπατάων:〉 Ζηνόδοτος οὐδὲ |
| book 18-31.2 | ὅλως τὴν κόλασιν τῆς Ἥρας γράφει. Aim |
| book 18a | ἢ οὐ μέμνῃ, ὅτε τ’ ἐκρέμω: τοὺς τῆς Ἥρας δεσμοὺς |
| book 18a.1 | —καὶ δυσδιάλυτον. | ἄκμονας δὲ δύο τὰ βαρύτατα— |
| book 18a.2 | ἰσχὺς γὰρ τῶν ὅλων τὸ συνδεδέσθαι. | ἡ διπλῆ δέ, ὅτι ἐκ δυεῖν τόπων, |
| book 18a.3 | τούτου τε (sc. Ο 18—31) καὶ τοῦ κατὰ τὴν Α ῥαψῳδίαν (sc. 590—4), |
| book 18a.5 | ὁ ποιητὴς τῆς τοῦ Ἡφαίστου ῥίψεως καὶ τῶν Ἥρας δεσμῶν πλη‐ |
| book 18a | ροῦται μῦθον. A |
| book 18b.1 | 〈ἢ οὐ μέμνῃ,〉 ὅτε τ’ ἐκρέμω: ταῦτα ὁ Ὕπνος παρέ‐ |
| book 18b.2 | λιπεν ὑπόνοιαν φέροντα τῇ Ἥρᾳ. ἃ δὲ εἶπεν ἐκεῖνος (sc. Ξ 249—61), |
| book 18b.3 | νῦν Ζεὺς παρέλιπεν· b(BCE3E4)T οὐ γὰρ ἔδει κατὰ ἀπόντος |
| book 18b.4 | θρασύνεσθαι. b(BE3E4)T |
| book 18c | 〈μέμνῃ:〉 διὰ τοῦ η μέμνῃ εἶχον πᾶσαι. Aint |
| book 18d.1 | 〈μέμνῃ:〉 ἀλλαχοῦ τὸ ἐντελὲς „μέμνηαι, ὅσα 〈δὴ〉 πάθο‐ |
| book 18d.2 | μεν κακά“ (Φ 442). Til |
| book 20 | 〈νεφέλῃσιν:〉 ταῖς αἰθερίαις. Til |
| book 21a | ἐκρέμω: ἐκρέμασο, ἐκρέμαο, ἐκρέμω. b(BE3E4)Til |
| book 21b.1 | ἠλάστεον: ἄλαστα ταῦτα εἶναι ἔφασκον. ἢ ἐταράσσοντο, |
| book 21b.2 | παρὰ τὴν ἄλην. b(BCE3E4)T |
| book 21c.1 | 〈κατὰ μακρὸν Ὄλυμπον:〉 ὅτι μακρὸς ὁ Ὄλυμπος |
| book 21c.2 | ὡς ὄρος. Aint |
| book 21d | κατὰ μακρὸν Ὄλυμπον: μακρόν, ὅτι ὄρος. τὸν δὲ |
| book 21d.1 | οὐρανὸν „εὐρὺν“ (Γ 364. Ε 867 al.) φησίν. b(BCE3E4)T | τινὲς δὲ |
| book 21d.2 | 〈προσ〉γράφουσι „πρίν γ’ ὅτε δή ς’ ἀπέλυσα πεδῶν, μύδρους δ’ |
| book 21d.3 | ἐνὶ Τροίῃ / κάββαλον, ὄφρα πέλοι〈ν〉το καὶ ἐσ〈σ〉ομένοισι πυθέσθαι“ |
| book 21d.5 | (= Ο 21 a. b.). δείκνυνται γὰρ ὑπὸ τῶν περιηγητῶν οἱ μύδροι. T |
| book 22a.1 | παρασταδόν: τοῦτο τοῖς ἄνω συναπτέον, ἵν’ ᾖ ὁ λόγος· |
| book 22a.2 | λῦσαι δ’ οὐκ ἐδύναντο παραστάντες, ὃν δὲ λάβοιμι, δηλονότι παριστά‐ |
| book 22a.3 | μενον ἢ λύοντα. A |
| book 22b1.1 | 〈παρασταδόν:〉 ἢ βοηθητικῶς ἀπὸ τοῦ „ὅτε 〈οἱ〉 |
| book 22b1.2 | πρόφρασ〈σ〉α παρέστησ“ (Κ 290). οἱ δὲ ‘ὃν δὲ λάβοιμί σοι παριστά‐ |
| book 22b1.3 | μενον πρὸς τὸ βοηθῆσαι‘. Til |
| book 22b2.1 | ἢ ἀπὸ τοῦ παρίστασθαι καὶ ἀλαστεῖν οὐκ ἐδύναντο λῦσαι. |
| book 22b2.2 | ἢ ὃν λάβοιμι παριστάμενον, ἔρριπτον ἐξ οὐρανοῦ. b(BCE3E4) |
| book 23a.1 | 〈ῥίπτασκον τεταγὼν ἀπὸ βηλοῦ:〉 ὅτι καὶ ταῖς |
| book 23a.2 | αὐταῖς λέξεσι κέχρηται κατ’ ἀμφοτέρους τοὺς τόπους (sc. Α 591 et Ο |
| book 23a.3 | 23). Aint |
| book 23b1.1 | ἀπὸ βηλοῦ: βαθμοῦ, παρὰ τὸ βήσω. Κράτης (fr. 22 d |
| book 23b1.2 | M.) δὲ ὡς ἥλου. | οὐ παράδοξον ἐν οὐρανῷ βηλὸν εἶναι, ὅπου καὶ πύ‐ |
| book 23b1.3 | λαι εἰσίν (cf. Ε 749. Θ 393). T |
| book 23b2.1 | βηλοῦ δὲ τοῦ βαθμοῦ, παρὰ τὸν βήσω μέλλοντα. b |
| book 23b2.2 | (BCE3E4) | οὐδὲν δὲ παράδοξον καὶ ἐν οὐρανῷ βηλὸν ὀνομάζειν, ὅπου |
| book 23b2.3 | γε καὶ πύλας εἶναι λέγουσιν. b(BE3E4) |
| book 24a | 〈ὀλιγηπελέων:〉 ὀλίγον ἔχων τὸ πέλειν. b(BCE3E4)Til |
| book 24b1.1 | 〈ἐμὲ δ’ οὐδ’ ὧς θυμὸν ἀνίει:〉 Ἀρίσταρχος θυμόν, |
| book 24b1.2 | ἄλλοι δὲ „θυμόσ“. ἔστι δὲ ὁ τῆς Ὁμηρικῆς φράσεως χαρακτήρ, „οἵ ς’ |
| book 24b1.3 | ὠτειλήν / αἷμ’ ἀπολιχμήσονται“ (Φ 122—3). Aim |
| book 24b2.1 | {θυμὸς ἀνίη:} Ἀρίσταρχος θυμόν, τινὲς δὲ „θυμόσ“ |
| book 24b2.2 | ἀντὶ τοῦ ὀργή. ἀμείνων δὲ ἡ Ἀριστάρχου γραφή· ἔστι γὰρ Ὁμη‐ |
| book 24b2 | ρικὴ ἡ φράσις· „οἵ ς’ ὠτειλήν / αἷμ’ †ἀπολικμήσονται“. T |
| book 24b3.1 | τινὲς „θυμόσ“ ἀντὶ τοῦ ὀργή. ἄμεινον δὲ θυμόν γράφειν, |
| book 24b3.2 | ἵνα δηλοῖ τὸ ἔνδον θερμὸν ἤτοι τὴν ψυχήν. b(BCE3E4) |
| book 24-5.1 | ἐμὲ δ’ οὐδ’ ὧς θυμὸν 〈ἀνίει / ἀζηχὴς ὀδύνη Ἡρα‐ |
| book 24-5.2 | κλῆος θείοιο:〉 συναπτέον ἕως τοῦ θείοιο (25)· ἐν σχήματι γὰρ |
| book 24-5.3 | εἴρηται. Aint |
| book 25.1 | 〈ἀζηχής:〉 σκληρά, ἀπὸ τῆς ἄζης, ἥ ἐστι ξηρασία ἐναντία |
| book 25.2 | τοῖς θάλλουσι φυτοῖς· b(BCE3E4)Til οἱ δὲ συνεχὴς καὶ ἄπαυστος. |
| book 25.3 | Til λέγει δὲ ἴσως τὴν διὰ τὴν ἀπάτην ὀργήν. b(BCE3E4)Til |
| book 26a.1 | τὸν σὺ ξὺν Βορέῃ 〈ἀνέμῳ πεπιθοῦσα θυέλλασ〉: |
| book 26a.2 | ἴσως, ἐπεὶ τοὺς υἱοὺς αὐτοῦ ἀνεῖλεν Ἡρακλῆς. T | ἄδηλον δέ, πότερον |
| book 26a.3 | Ἥρα καὶ Βορέας ἀνέπεισαν τὰς θυέλλας ἢ Ἥρα ἅμα Βορρᾷ καὶ τὰς |
| book 26a.4 | θυέλλας ἔπεισεν. b(BCE3E4)T ἄμεινον δὲ τὸ δεύτερον. b(BCE3E4) |
| book 26b1.1 | πεπιθοῦσα {θυέλλας}: ὡς δραμοῦσα· ἔστι γὰρ δεύτερος |
| book 26b1.2 | ἀόριστος δεδιπλασιασμένος, ὥσπερ ἤδη καὶ ἐπὶ τοῦ ῥήματος ἔθος |
| book 26b1.3 | αὐτῷ ποιεῖν· „ῥηϊδίως πεπιθεῖν“ (Ι 184). A |
| book 26b2 | τὸ δὲ πεπιθοῦσα ὡς δραμοῦσα τονιστέον. T |
| book 27 | 〈ἐπ’〉 ἀτρύγετον 〈πόντον〉: ἄβυσσον, τρύγα μὴ ἔχοντα· |
| book 27.1 | ἢ ἄκαρπον, παρὰ τὴν τρύγην, ὡς Εὐριπίδης „ἀκάρπιστα πεδία“ (cf. |
| book 27.2 | Phoen. 210) λέγων τὴν θάλασσαν. A b (BCE3E4)T καὶ οἱ μὲν τὸ |
| book 27.3 | Μυρτῷον, οἱ δὲ τὸ Αἰγαῖον· οἱ δὲ ὑπὲρ τὴν †εὔκρατον† θάλασσαν. |
| book 27.5.1 | τινὲς δέ φασιν ἐπὶ Παλ〈λ〉ήνην κατὰ Γιγάντων ἀπιόντα Ἡρακλέα |
| book 27.5.2 | πλανηθῆναι. A T |
| book 28.1 | 〈Κόων δ’ εὖ ναιομένην:〉 ἢ διὰ τὸ ὄνομα· ἢ διὰ τὴν πρὸς |
| book 28.2 | ἀλλήλους ὁμόνοιαν, ἥτις δυσεπίβατον ξένοις ἐποίει τὴν νῆσον· ἢ πο‐ |
| book 28.3 | λύανδρον. Til |
| book 29.1 | 〈ἀνήγαγον αὖτις:〉 ἢ πλεονάζει Ἀττικῶς ἡ ἀνά, ὡς |
| book 29.2 | „ἡμεῖς μὲν στεινωπὸν ἀνεπλέομεν“ (μ 234) καὶ „ἐκ Τροίης ἀνιόντα“ |
| book 29.3 | (κ 332). | οἱ δὲ γράφουσιν „ἀπήγαγον αὖτισ“. Til |
| book 30.1 | 〈καὶ πολλά περ ἀθλήσαντα:〉 ἐμφαίνει ὅτι καρτερὰν |
| book 30.2 | μάχην ἐνίκησεν. Til |
| book 31a.1 | 〈τῶν ς’ αὖτε μνήσω, ἵν’ ἀπολλήξῃς ἀπατάων:〉 |
| book 31a.2 | οὐκ εἶπεν ἀπατώμενος αὐτὸς †παύσασθαι†, ἀλλὰ παύσειν αὐτήν, τὴν |
| book 31a | ἁμαρτίαν τὴν ἑαυτοῦ ἐπ’ ἐκείνην τρέπων. b(BCE3)Til |
| book 31b1 | 〈ἀπολλήξῃς:〉 διὰ τοῦ ἑτέρου λ αἱ Ἀριστάρχου. Aim |
| book 31b2 | δι’ ἑνὸς λ ὀφείλει γράφεσθαι. T Til |
| book 32 | 〈ἴδῃς:〉 „ἴδῃ“ χωρὶς τοῦ ς. Til |
| book 33.1 | 〈ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο καί μ’ ἀπάτησας:〉 |
| book 33.2 | οὔτε παρὰ Ζηνοδότῳ οὔτε παρ’ Ἀριστοφάνει ἦν· καὶ μήποτε περιτ‐ |
| book 33.3 | τός ἐστιν. Aim Til |
| book 36-40.1 | ἴστω νῦν τόδε Γαῖα—ὀμόσαιμι: ἐπεὶ ἡ |
| book 36-40.2 | Στὺξ—βουλήσει Διός. | 〈ἀπὸ τοῦ〉 ἴστω νῦν τόδε γαῖα |
| book 36-40.3 | (36) πᾶσαι διαστολαί εἰσι μέχρι τοῦ ὀμόσαιμι (40)· ἐνταῦθα γὰρ |
| book 36-40.4 | στικτέον, ἀσυνδέτου ὄντος τοῦ ἑξῆς λόγου. A |
| book 36-7.1 | ἴστω νῦν τόδε Γαῖα 〈καὶ Οὐρανὸς εὐρὺς |
| book 36-7.2 | ὕπερθε / καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ〉: κατὰ τῶν προ‐ |
| book 36-7.3 | γόνων ἢ τῶν ὁμοιογενῶν ὄμνυσι στοιχείων· τὸ γὰρ οὐράνιον πῦρ |
| book 36-7.4 | αἰθέρα καλεῖ ὁ ποιητής· b(BCE3E4)T | διὰ τριῶν ἦν γὰρ ἔθος ὀ‐ |
| book 36-7.5.1 | μνύειν, ὡς Δράκων ἔταξε, Δία Ποσειδῶ Ἀθηνᾶν· οἱ δὲ Δία Ποσειδῶ |
| book 36-7.5.2 | Δήμητραν, ὡς Δημοσθένης ἐν τῷ Κατὰ Τιμοκράτους (or. 24, 151). καὶ |
| book 36-7.5.3 | ὁ ποιητὴς „Ζεῦ †πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον“ (Β 371) καὶ |
| book 36-7.5.4 | „Ζεὺς ξενίη τε τράπεζα / ἱστίη τ’ Ὀδυσῆοσ“ (ξ 158—9). b(BE3E4)T |
| book 36 | 〈τόδε:〉 τοῦτο, περὶ οὗ ὁ ὅρκος ἐτέτακτο. b(BCE3E4)Til |
| book 38.1 | 〈δεινότατος:〉 σεβάσμιος· „δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον“ |
| book 38.2 | (Σ 394). b(BCE3E4)Til |
| book 39-40.1 | νωΐτερον λέχος 〈αὐτῶν / κουρίδιον〉: συμπαθῶς |
| book 39-40.2 | δελεάζουσα τῆς ἐκ παίδων μίξεως ὑπέμνησεν, b(BCE3E4)T „ὅτε |
| book 39-40.3 | πρῶτον 〈περ ἐ〉μισγέσθην φιλότητι“ (ϟ 295). T εἰς ὁμόνοιαν δὲ |
| book 39-40.4 | ἄνδρας καὶ γυναῖκας καλῶν ὁ ποιητὴς σεμνύνει τὴν κοινωνίαν, ὅρκον |
| book 39-40.5.1 | αὐτὴν μέγιστον ποιῶν. ὁ μὲν οὖν Ζεὺς φιλότητα καὶ εὐνὴν ὠνόμασεν |
| book 39-40.5.2 | (sc. Ο 32), ἡ δὲ σεμνοτέραις ταῖς προσηγορίαις χρῆται οὐκ ἀξιοῦσα |
| book 39-40.5.3 | ἐκφαυλίζειν τὴν κοινωνίαν· b(BCE3E4)T διὸ καὶ προσέθηκε „τὸ |
| book 39-40.5.4 | μὲν οὐκ ἂν ἐγώ 〈ποτε〉 μὰψ ὀμόσαιμι“ (40), ἀξιοπιστίαν προσφέρουσα |
| book 39-40.5.5 | τῷ λόγῳ· ὅθεν καὶ ἐμειδίασεν ὁ Ζεύς (cf. Ο 47). T |
| book 41a1.1 | μὴ δι’ ἐμὴν ἰότητα: ὅτι παρακέκρουσται τὸν ὅρκον· |
| book 41a1.2 | οὐ γὰρ διὰ τὴν αὐτῆς βούλησιν ὁ Ποσειδῶν τοῖς Ἕλλησι βοηθεῖ, αὐτὴ |
| book 41a1.3 | μέντοι συνεργεῖ κατακοιμήσασα τὸν Δία. καὶ ὅτι ἡ ἀπαγόρευσις ἡ μή |
| book 41a1.4 | ἀντὶ ἀρνήσεως τῆς οὔ. A |
| book 41a2 | τὸ δὲ μή ἀντὶ τοῦ οὔ. T |
| book 41b.1 | μὴ δι’ ἐμὴν ἰότητα: ἐσοφίσατο τὸν Δία, οὐ περὶ †ὧν |
| book 41b.2 | ἀπολογουμένη τῆς ἀπάτης, ἀλλὰ δι’ ὃ χολᾷ, τούτου ἑαυτὴν ἀλ‐ |
| book 41b.3 | λοτριώσασα· καὶ μειδιᾷ Ζεύς (cf. Ο 47). T |
| book 41-2.1 | μὴ δι’ ἐμὴν ἰότητα 〈Ποσειδάων ἐνοσίχθων / |
| book 41-2.2 | πημαίνει Τρῶάς τε καὶ Ἕκτορα, τοῖσι δ’ ἀρήγει〉: ἀντὶ |
| book 41-2.3 | τοῦ οὐ δι’ ἐμὴν γνώμην {ποσειδῶν ἕλλησι βοηθεῖ}. | ἴστω Γῆ καὶ |
| book 41-2.4 | Οὐρανὸς τοῦτο καὶ οἱ ἄλλοι ὅρκοι· οὐ δι’ ἐμὴν γνώμην Ποσειδῶν Ἕλ‐ |
| book 41-2.5.1 | λησι βοηθεῖ. πληρέστατος δ’ ἂν ἦν ὁ λόγος, εἰ καὶ σύνδεσμος ἔκειτο ὁ ὅτι |
| book 41-2.5.2 | ἢ ὥς· καὶ συνήπτετο ἂν τοῖς ἐπάνω, ἵν’ ᾖ τοιαύτη ἡ φράσις· ἴστω Γῆ |
| book 41-2.5.3 | καὶ Οὐρανὸς ὅτι μὴ δι’ ἐμὴν γνώμην. ἀλλὰ σπανίως τὰ τοιαῦτα λεί‐ |
| book 41-2.5.4 | πει, καὶ σχεδὸν ἐπὶ μόνων τῶν ὅρκων, ὡς κἀκεῖ „ἴστω νῦν Ζεὺς πρῶ‐ |
| book 41-2.5.5 | τα· / ἦ μέν τοι τάδε πάντα τελείεται“ (τ 303. 305). τάχα οὖν καὶ διὰ |
| book 41-2.10.1 | τοῦτο συναπτέον αὐτὰ τοῖς ἐπάνω, ἐπεὶ συνήθης ἐστὶ τῶν ὅρκων ἡ |
| book 41-2.10.2 | ἔλλειψις. A |
| book 44a.1 | τειρομένους δ’ ἐπὶ νηυσὶν 〈ἰδὼν ἐλέησεν Ἀχαι‐ |
| book 44a.2 | ούσ〉: ἐν τῇ Ἀριστοφάνους καὶ Μασσαλιωτικῇ καὶ Ἀργολικῇ |
| book 44a.3 | οὕτως ἐφέρετο „κτεινομένους {δ’ ἐπὶ νηυσὶν ἰδών}“. καὶ ἔστιν ἐμφατι‐ |
| book 44a.4 | κώτερον τοῦ τειρομένους. | ἅμα δὲ εἰς ἔλεον τῶν Ἑλλήνων ἐπάγε‐ |
| book 44a.5.1 | ται τὸν Δία καὶ ὑπὲρ Ποσειδῶνος λεληθότως ἀπολογεῖται. οὕτως |
| book 44a.5.2 | Ἡρακλέων (fr. 10 Β.). A |
| book 44b.1 | τειρομένους δ’ ἐπὶ νηυσὶ〈ν ἰδὼν ἐλέησεν Ἀχαι‐ |
| book 44b.2 | ούσ〉: ἔλεον ὑπὲρ Ἑλλήνων κινεῖ καὶ ὑπεραπολογεῖται Ποσειδῶνος. |
| book 44b | b(BCE3E4)T |
| book 45a.1 | καὶ κείνῳ: ἐκ πλήρους Ἀρίσταρχος τὸν καὶ σύνδε‐ |
| book 45a.2 | σμον. Ail |
| book 45b.1 | καὶ κείνῳ 〈ἐγὼ παραμυθησαίμην〉: ἐκ πλήρους |
| book 45b.2 | ἐστὶν ὁ καί, | ὡς καὶ αὐτῆς ἐπακολουθησάσης τοῖς Διὸς βουλήμασιν. T |
| book 45c.1 | παραμυθησαίμην: παραινέσαιμι· συνωνυμεῖ γὰρ μῦθος |
| book 45c.2 | καὶ αἶνος. τοσοῦτον ἀπέχω, φησί, τοῦ ἐναντιοῦσθαί σοι ὡς κἀκείνῳ |
| book 45c.3 | παραινεῖν. b(BCE3E4)T |
| book 46.1 | 〈τῇ ἴμεν, ᾗ κεν δὴ σὺ ... ἡγεμονεύῃς:〉 ταύτῃ πο‐ |
| book 46.2 | ρεύεσθαι, ᾗ ἂν κελεύῃς σύ, καὶ ἐν παντὶ σοὶ ἡγεμόνι χρῆσθαι. b(BCE3) |
| book 46.3 | Til |
| book 47a1.1 | μείδησεν: ἢ διὰ τὸ λέχος ἢ διὰ τὸ ἀπολογήσασθαι καὶ |
| book 47a1.2 | ὑπὲρ Ποσειδῶνος ἢ διὰ τὸ ἰδεῖν αὐτὴν δείσασαν καὶ τὰ θυμήρη αὐτῷ |
| book 47a1.3 | ἐπαγγελλομένην. ἐνήργει δὲ ἄρα ὁ κεστός. T |
| book 47a2.1 | ἢ διὰ τὸ καὶ ὑπὲρ Ποσειδῶνος ἀπολογήσασθαι ἢ μᾶλλον |
| book 47a2.2 | διὰ τὸ λέχος. ἐνήργει δὲ ἄρα ὁ κεστός. b(BCE3E4) |
| book 49a1.1 | 〈δὴ σύ γ’ ἔπειτα:〉 ἐκ παραλλήλου τὸ ἔπειτα ἀντὶ |
| book 49a1.2 | τοῦ δή· „δὴ τότ’ ἔπειτ’ ἄνεμος μὲν ἐπαύσατο“ (ε 391). b(BCE3E4)T |
| book 49a2 | περιττεύει τὸ ἔπειτα. Aint |
| book 49b1.1 | 〈βοῶπι:〉 Ἀριστοφάνης μετὰ τοῦ ς „βοῶπισ“· καὶ |
| book 49b1.2 | ἔστιν εὐφραδέστερον. Aim |
| book 49b2 | βοῶπις: οἱ μὲν „βοῶπι“, Ἀριστοφάνης δὲ βοῶπις· |
| book 49b2 | καὶ ἔστιν εὐφραδέστερον. T |
| book 50a.1 | ἶσον ἐμοὶ φρονέουσα: ἀντὶ τοῦ ὁμονοοῦσα b(BCE3)T |
| book 50a.2 | καὶ ταὐτὸ βουλομένη. b(BCE3) |
| book 50b | 〈μετ’ ἀθανάτοισι:〉 γράφεται καὶ „ἐν ἀθανάτοισι“. T |
| book 50c.1 | 〈ἀθανάτοισι καθίζοις:〉 ἐν τοῖς εἰκαιοτέροις „ἀθανά‐ |
| book 50c.2 | τοισι θεοῖσι“. Aim |
| book 50d | καθίζοις: ἀπὸ μέρους ἀντὶ τοῦ εἴης. T |
| book 51 | τῷ: ἀντὶ τοῦ ὁμοίως. b(BCE3)Til |
| book 52a.1 | αἶψα μεταστρέψειε νόον 〈μετὰ σὸν καὶ ἐμὸν |
| book 52a.2 | κῆρ〉: τὸ νόον βέλτιον τοῖς ἡγουμένοις προσδίδοσθαι, ἵνα τὸν τοῦ |
| book 52a.3 | Ποσειδῶνος λέγῃ. δύναται δὲ καὶ τοῖς ἑξῆς. A |
| book 52b.1 | μετὰ σὸν καὶ ἐμὸν κῆρ: ὑπαλλακτικῶς εἶπεν, ἀντὶ |
| book 52b.2 | τοῦ ἐπὶ τὰ ὑπὸ σοῦ καὶ ἐμοῦ πραττόμενα καὶ νοούμενα. b(BCE3E4)T |
| book 53.1 | 〈ἐτεόν γε:〉 οὕτως διὰ τοῦ γέ, ἐτεόν γε, καὶ Ἀριστο‐ |
| book 53.2 | φάνης. Aint |
| book 54a1 | 〈κάλεσσον:〉 ἐν ἄλλῳ „κέλευσον“. Aim |
| book 54a2 | γράφεται καὶ „κέλευσον“. Til |
| book 55.1 | 〈Ἀπόλλωνα〉 κλυτότοξον: τινὲς „κλυτὸν αὐδήν“. οὐκ |
| book 55.2 | οἶδε δὲ αὐτὸν Ὅμηρος ᾄδοντα, ἀλλὰ κιθαρίζοντα (cf. Α 603). T |
| book 56a.1 | ὄφρ’ ἡ μὲν μετὰ λαὸν Ἀχαιῶν: ἀπὸ τούτου ἕως |
| book 56a.2 | τοῦ „λισσομένη τιμῆσαι“ (Ο 77) ἀθετοῦνται στίχοι εἴκοσι δύο, ὅτι |
| book 56a.3 | οὐκ ἀναγκαίως παλιλλογεῖται περὶ τῶν ἑξῆς ἐπεισαχθησομένων καὶ |
| book 56a | κατὰ τὴν σύνθεσίν εἰσιν εὐτελεῖς. καὶ ὅτι ὡς ἐπίπαν πρὸς τὸ δεύτερον |
| book 56a.5.1 | πρότερον ἀπαντᾷ, νῦν δὲ πρὸς τὸ πρότερον ἀπήντηκεν, ὄφρ’ ἡ |
| book 56a.5.2 | μὲν μετὰ λαὸν Ἀχαιῶν. ψεῦδος δὲ καὶ τὸ „φεύγοντες δ’ ἐν νηυσὶ |
| book 56a.5.3 | πολυκλήϊσι πέσωσι / Πηλείδεω Ἀχιλῆοσ“ (Ο 63—4)· οὔτε γὰρ πα‐ |
| book 56a.5.4 | ραγεγόνασιν ἕως τῶν Ἀχιλλέως νεῶν οὔτε τὸν Πάτροκλον ἀνέστησεν |
| book 56a.5.5 | ἐπὶ τὸν πόλεμον ὁ Ἀχιλλεύς. καὶ τὸ „πέσωσιν“ (Ο 63) οὐχ Ὁμηρι‐ |
| book 56a.10.1 | κόν· μᾶλλον γὰρ ἐκεῖνος τὸ ἐμπεσεῖν ἐπὶ τοῦ ἐνσεῖσαι τίθησιν· „ἔφαντο |
| book 56a.10.2 | γὰρ οὐκέτ’ Ἀχαιούς / σχήσεσθ’, ἀλλ’ ἐν νηυσὶ μελαίνῃσι〈ν〉 πεσέε‐ |
| book 56a.10.3 | σθαι“ (Μ 125—6); ἡ δὲ παλίωξις (cf. Ο 69) οὐχ Ὁμηρικῶς παρείλη‐ |
| book 56a.1 | πται· οὐ γὰρ λέγεται οὕτως ψιλῶς παρ’ αὐτῷ ἡ φυγή, ἀλλ’ ὅταν ἐκ |
| book 56a.2 | μεταβολῆς οἱ πρότερον φεύγοντες διώκωσι· σαφῶς γὰρ ἐν ἄλλοις φη‐ |
| book 56a.15.1 | σὶν „εἰ δέ χ’ ὑποστρέψωσι, παλίωξις δὲ γένηται“ (Μ 71). ἀσύνηθες δὲ |
| book 56a.15.2 | καὶ οὐδετέρως τὸ Ἴλιον νῦν ῥηθέν, „Ἴλιον αἰπὺ ἕλοιεν“ (Ο 71)· πάν‐ |
| book 56a.15.3 | τοτε γὰρ θηλυκῶς λέγει. ἐν δὲ τῷ „λισσομένη τιμῆσαι“ (Ο 77) φησὶν |
| book 56a.15.4 | ὁ Ἀρίσταρχος ὅτι οὐδαμῆ τὸν Ἀχιλλέα „πτολίπορθον“ εἴρηκεν, ἀλλὰ |
| book 56a.15.5 | „ποδάρκη“ (cf. Α 121 al.) καὶ „ποδώκη“ (cf. Θ 474 al.). A |
| book 56b.1 | ὄφρ’ ἡ μὲν μετὰ λαόν: ἀθετοῦνται ὡς περισσοὶ εἴκοσι |
| book 56b.2 | δύο στίχοι, ὅτι οὐκ ἀρεστοὶ Ἥρᾳ, καὶ οὐκ ἐμπίπτουσι ταῖς ναυσὶν |
| book 56b.1 | Ἀχιλλέως (cf. Ο 63—4). καὶ εἰ ἔκρινεν ἀπολέσθαι Σαρπηδόνα (cf. Ο |
| book 56b.2 | 67), τί ἐκεῖ (sc. Π 433—8) οἰκτίζεται; καὶ ἡ παλίωξις (cf. Ο 69) οὐκ |
| book 56b.5.1 | ὀρθῶς· ἀφ’ οὗ γὰρ Ἀχιλλεὺς ἐξῆλθεν, οὐκ ἐτράπησαν Ἀχαιοί. καὶ τὸ |
| book 56b.5.2 | „Ἀθηναίης διὰ βουλάσ“ (Ο 71)· διὰ τί γὰρ μὴ δι’ Ἥρας, καίτοι παρ‐ |
| book 56b.5.3 | ούσης; —ῥητέον οὖν ὅτι σχῆμά ἐστιν ἡ προανακεφαλαίωσις, ὡς |
| book 56b.5.4 | Ὀδυσσεὺς προαναφωνεῖ Τηλεμάχῳ τὴν μνηστηροκτονίαν (sc. π |
| book 56b.5.5 | 267—307), ἀλλ’ οὐδὲν ἧσσον καὶ διὰ τῶν πρακτικῶν αὐτίκα διηγεῖται. |
| book 56b.10.1 | ἔστι δὲ τῇ Ἥρᾳ, εἰ καὶ μὴ νῦν τερπνά, ἀλλ’ οὖν γε χαρᾶς περιποιητικὰ |
| book 56b.10.2 | τὰ λεγόμενα. b(BCE3E4)T πεσεῖν δὲ εἰς τὰς ναῦς (cf. Ο 63—4) |
| book 56b.10.3 | ἀντὶ τοῦ δεηθῆναι Ἀχιλλέως, ὥς φαμεν ‘ἐνέπεσεν εἰς τὰς χεῖράς σου‘. |
| book 56b.10.4 | οἰκτίζεται δὲ καὶ τὸν Ἕκτορα κρίνων σὺν τῇ Ἰλίῳ ἀπολεῖσθαι (cf. Χ 168—76). πόθεν δὲ |
| book 56b.10.5 | δῆλον, εἰ μετὰ θάνατον Ἀχιλλέως γεγόνασι τροπαί; τό τε „†ἀθη‐ |
| book 56b.15.1 | ναί熓 (Ο 71), ἐπεὶ σὺν Ἐπειῷ τὸν ἵππον ἐποίησε (cf. θ 493). πρὸς |
| book 56b.15.2 | δὲ τούτοις παραμυθεῖται τὸν ἀκροατήν, τὴν ἅλωσιν Τροίας σκιαγρα‐ |
| book 56b.15.3 | φῶν αὐτῷ· τίς γὰρ ἂν ἠνέσχετο ἐμπιπραμένων τῶν Ἑλληνικῶν |
| book 56b.15.4 | νεῶν καὶ Αἴαντος φεύγοντος, εἰ μὴ ἀπέκειτο ταῖς ψυχαῖς τῶν ἐντυγχα‐ |
| book 56b.15.5 | νόντων ὅτι οἱ ταῦτα πράξαντες κρατηθήσονται; b(BE3E4)T |
| book 56c.1 | 〈ὄφρ’ ἡ μέν:〉 πρὸς τὸ πρῶτον ὑπήντησεν, ὡς τὸ |
| book 56c.2 | „ἴδε δὲ Τρῶας καὶ Ἀχαιούς / τοὺς μὲν ὀρινομένουσ“ (Ο 6—7). Til |
| book 56-77.1 | 〈ὄφρ’ ἡ μὲν μετὰ λαὸν—πτολίπορθον:〉 |
| book 56-77.2 | καὶ παρὰ Ἀριστοφάνει ἠθετοῦντο. Aint |
| book 58.1 | 〈τὰ ἃ〉 πρὸς δώματα: δύναται εἰς Ὄλυμπον λέγειν· |
| book 58.2 | φησὶ γοῦν „ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα“ (Ο 161)· „γαῖα δέ |
| book 58.3 | τοι ξυνὴ καὶ μακρὸς Ὄλυμποσ“ (Ο 193)· καὶ ὁ Κύκλωψ „εὔχετο, |
| book 58 | χεῖρ’ ὀρέγων εἰς οὐρανόν“ (ι 527). T |
| book 63-4.1 | 〈φεύγοντες δ’ ἐν νηυσὶ πολυκλήϊσι πέσωσι / |
| book 63-4.2 | Πηλεΐδεω Ἀχιλῆος:〉 ὅτι ψεῦδος. Aint |
| book 63.1 | 〈πέσωσι:〉 ἀεὶ ἐπὶ Ἀχαιῶν τὸ πέσωσι· „καὶ νύ κεν ἐν |
| book 63.2 | νήεσσι πέσον φεύγοντες Ἀχαιοί“ (Λ 311). Til |
| book 64a.1 | 〈Πηλεΐδεω Ἀχιλῆος:〉 τινὲς λέγουσι λείπειν τὸ ἕνεκα· |
| book 64a.2 | διὰ γὰρ τὸν Ἀχιλλέα ἔπεσον. Til |
| book 64b.1 | 〈Πηλεΐδεω Ἀχιλῆος:〉 ὁ δ’ ἀνστήσει ὃν ἑταῖ‐ |
| book 64b.2 | ρον: οὕτως ἀνστήσει ὃν 〈ἑταῖρον〉 αἱ Ἀριστάρχου, τινὲς δὲ |
| book 64b.3 | „ἀνστήσειεν ἑταῖρον“ διὰ τοῦ ε. Ζηνόδοτος δὲ ἀπὸ τοῦ Πηλεΐδεω |
| book 64b.4 | Ἀχιλῆος ἕως τοῦ „λισσομένη τιμῆσαι“ (Ο 77) οὐδ’ ὅλως ἔγρα‐ |
| book 64b.5 | φεν. A |
| book 64c.1 | 〈Πηλεΐδεω Ἀχιλῆος·〉 ὁ δ’ ἀνστήσει Πάτροκλον: |
| book 64c.2 | Ζηνόδοτος ἐνθένδε ἕως τοῦ „λισσομένη“ (Ο 77) οὐδὲ ἔγραφεν· ἐοίκασι |
| book 64c.3 | γὰρ Εὐριπιδείῳ προλόγῳ ταῦτα. ἐναγώνιος δέ ἐστιν ὁ ποιητὴς καί, |
| book 64c.4 | ἐὰν ἄρα, σπέρμα μόνον τιθείς, „κακοῦ δ’ ἄρα οἱ πέλεν ἀρχή“ (Λ 604). |
| book 64c.5 | τάχα δὲ ὁ ταῦτα ποιήσας καὶ τὸ „ᾠχόμεθ’ ἐς Θήβην“ (Α 366) καὶ τὸ |
| book 64c | „ἤρξατο δ’ ὡς πρῶτον Κίκονας δάμασ’“ (ψ 310) 〈ἐποίησεν〉. T |
| book 69-70a1.1 | ἐκ τοῦ δ’ ἄν τοι 〈ἔπειτα παλίωξιν παρὰ |
| book 69-70a1.2 | νηῶν / αἰὲν ἐγὼ τεύχοιμι διαμπερές:〉 οὐ τοῦ νῦν, ἀλλὰ μετὰ |
| book 69-70a1.3 | τὸ ἀπολέσθαι Πάτροκλον. τινὲς δὲ ἣν ἐποίησε Πάτροκλος ἀπέλασιν |
| book 69-70a1.4 | τῶν νηῶν παλίωξιν καλοῦσιν. T |
| book 69-70a2.1 | οὐ πρὸ τοῦ Ἀχιλλέα ἐξελθεῖν· ἢ καὶ μετὰ τὸ ἐξελθεῖν, |
| book 69-70a2.2 | ἀλλὰ b(BCE3) μετὰ τὸ τελευτῆσαι Ἕκτορα· b(BCE3E4) ἐξελ‐ |
| book 69-70a2.3 | θόντος γὰρ Ἀχιλλέως οὐκ ἦν παλίωξις. b(BCE3) |
| book 69 | 〈παλίωξιν:〉 ὅτι οὐχ Ὁμηρικῶς ἡ παλίωξις. Aim |
| book 70.1 | 〈αἰὲν ἐγὼ τεύχοιμι διαμπερές:〉 τουτέστιν εἰς τὸ αὐτὸ |
| book 70.2 | αὐτὴν ἐάσω καὶ ἄλλην οὐ ποιήσω παλίωξιν. b(BCE3E4) |
| book 71a.1 | 〈Ἴλιον αἰπύ:〉 ὅτι νῦν μόνως οὐδετέρως εἴρηται |
| book 71a.2 | Ἴλιον. Aint |
| book 71b.1 | 〈Ἴλιον αἰπὺ ἕλοιεν:〉 †ἀρίσταρχος† „Ἴλιον ἐκπέρ‐ |
| book 71b.2 | σωσιν“. Aim |
| book 71c | Ἴλιον αἰπὺ 〈ἕλωσιν〉: ἀεὶ θηλυκῶς λέγει ὁ ποιητής. |
| book 71c.1 | b(BCE3E4)T νῦν οὖν οὐκ ἀπὸ μόνης τῆς πόλεως, ἀλλ’ ὅλου |
| book 71c.2 | 〈τοῦ〉 τόπου καλεῖ. b(BCE3E4) τινὲς δὲ „Ἴλιον ἐκπέρσωσιν“. |
| book 71c | b(BCE3E4)T |
| book 72a | 〈παύω:〉 οὕτως Ἀρίσταρχος χωρὶς τοῦ ς παύω. Aim |
| book 72b1.1 | παύω: οὕτως ἄνευ τοῦ ς. | διὰ τί δὲ χολᾷ τοῖς Ἕλλησιν; |
| book 72b1.2 | †ὃ προσποιήσηι† τὴν ἱκετείαν Θέτιδος, †διὰ τὴν Ἥραν. T |
| book 72b2.1 | ἄνευ τοῦ ς οἱ περὶ Ἡρωδιανόν. b(BCE3) | διὰ τί δὲ χολᾷ |
| book 72b2.2 | τοῖς Ἕλλησιν οὕτως; προσποιεῖται τελειῶσαι τὴν ἱκετείαν Θέτιδος, |
| book 72b2.3 | καὶ ἵνα μὴ πάλιν αὐτὸν ἡ Ἥρα ἱκετεύσῃ, ἀπεφήνατο οὕτως. b(BCE3E4) |
| book 73.1 | 〈ἀμυνέμεν〉 ἐνθάδ’ ἐάσω: ἔδει εἰπεῖν ‘ἐν τῇ μάχῃ‘· |
| book 73.2 | ἄκυρον γὰρ τὸ ἐνθάδε. b(BCE3E4)T πρὸς σύγκρισιν οὖν |
| book 73.3 | Ὀλύμπου τὸ ἐνθάδε· πλησιαιτέρα γὰρ Ὀλύμπου ἡ Ἴδη ὡς πρὸς |
| book 73.4 | Ἴλιον. b(BCE3E4) |
| book 75a.1 | ὥς οἱ ὑπέστην πρῶτον: καὶ μὴν Θέτιδι ὑπέσχετο (sc. |
| book 75a.2 | Α 528—30)· 〈διὸ〉 Ἀρίσταρχος ἀθετεῖ τὸ „τίμησας μὲν ἐμέ“ (Π 237)· |
| book 75a.3 | οὐδέποτε γὰρ κατηράσατο τοῖς Ἀχαιοῖς Ἀχιλλεύς. T |
| book 75b.1 | κάρητι: τινὲς ἀπὸ τοῦ κάρη· Ἀρίσταρχος κάρης ὡς |
| book 75b.2 | „Δάρησ“ (Ε 9), ἵν’ ᾖ ἀρσενικῶς. T |
| book 77a.1 | 〈Ἀχιλλῆα πτολίπορθον:〉 ὅτι οὐδαμοῦ τὸν Ἀχιλλέα |
| book 77a.2 | πτολίπορθον. Aint |
| book 77b.1 | 〈πτολίπορθον:〉 Ὀδυσσέα μόνον οὕτω καλεῖ διὰ τὴν |
| book 77b.2 | Ἴλιον. ἀλλὰ καὶ ἀλλαχοῦ λέγει “αὐτὰρ ὅ γ’ ὡς ἐνόησεν Ἀχιλλῆα πτο‐ |
| book 77b.3 | λίπορθον“ (Φ 550)· ἐπόρθησε γὰρ εἴκοσι πόλεις. T |
| book 78.1 | ὣς ἔφατ’ οὐδ’ ἀπίθησε 〈θεὰ λευκώλενος Ἥρη〉: |
| book 78.2 | τινὲς μετὰ τοῦτον γράφουσι „Ζῆν’ ὑποταρβήσασα· νόος δέ οἱ ἄλλα |
| book 78 | μενοίνα“ (= Ο 78 a). T |
| book 79.1 | βῆ δὲ κατ’ Ἰδαίων: Ζηνόδοτος „βῆ δ’ ἐξ Ἰδαίων“. |
| book 79.2 | ἀπὸ ἴσου γὰρ ἐπὶ τὸ ἴσον ἡ δίοδος. T |
| book 80-2.1 | ὡς δ’ ὅταν ἀΐξῃ νόοσ〈—μενοινήσειέ τε |
| book 80-2.2 | πολλά〉: ἐν ἄλλοις ἁπλούστερον καὶ συντομώτερον „ἠὲ νόημα“ |
| book 80-2.3 | (η 36)· ἐνθάδε δὲ καὶ ἐπεξειργάσατο διὰ τὸ τάχος καὶ οὐ παντὶ νῷ |
| book 80-2.4 | προσάπτει τὸν λόγον, ἀλλὰ πλάνητος ἀνδρός. b(BCE3E4)T |
| book 80.1 | ὡς δ’ ὅτ’ ἂν ἀΐξῃ νόος ἀνέρος: ὅτι τὸ θεῖον τάχος τῆς |
| book 80.2 | ἐπιπτήσεως τῶν τόπων τῇ κατὰ διάνοιαν κινήσει ἀντιπαρέθηκεν |
| book 80.3 | ὑπερβολικῶς, καὶ ὅτι τὸ παροιμιακὸν τὸ „διέπτατο δ’ ὥστε νόημα“ ἐκ |
| book 80.4 | τούτων καὶ τῶν κατὰ τὴν Ὀδύσσειαν (η 36) σύγκειται „τῶν νέες |
| book 80.5 | ὠκεῖαι ὡσεὶ πτερὸν ἠὲ νόημα“, οὐκ ὂν παρ’ οὐδενὶ ποιητῇ. A |
| book 80.1 | ὡς δ’ ὅτ’ ἂν ἀΐξῃ: ὥσπερ δὲ νοῦς ἀνδρὸς—εἰς τὸν |
| book 80.2 | Ὄλυμπον. A |
| book 82a.1 | 〈ἔνθ’ εἴην ἢ ἔνθα, μενοινήσειέ τε πολλά:〉 οὕτως |
| book 82a.2 | Ἀρίσταρχος ἔνθ’ εἴην μετὰ νοῦ ν, καὶ διὰ τῶν δύο η〈η〉, „μενοι‐ |
| book 82a | νήῃσί τε“. A |
| book 82b | ἔνθ’ εἴη〈ν ἢ ἔνθα〉: Ἀρίσταρχος „εἴη〈ν〉“ ἀντὶ τοῦ |
| book 82b.1 | πορευθείη〈ν〉 ἐκ τοῦ εἶμι, τοῦ ἀνδρὸς δηλονότι λέγοντος ‘ἐκεῖ ἀπέλ‐ |
| book 82b.2 | θοιμι ἢ ἐκεῖ‘. T |
| book 82c.1 | ἄλλως· ἔνθ’ εἴην ἢ ἔνθα: τὸ εἴην σὺν τῷ ν Ἀριστάρ‐ |
| book 82c.2 | χειοι, καὶ σημαίνειν τὸ ὑπῆρχον, ὡς αὐτοῦ τοῦ ἀνδρὸς ἐπιλογιζομένου |
| book 82c.3 | ‘οἷον πορευοίμην‘. ὁ δὲ λόγος· εἰς ἐκείνην τὴν χώραν ἢ ἐκείνην πο‐ |
| book 82c.4 | ρευθείην. T |
| book 82d1.1 | μενοινήσειέ τε πολλά: ὁ ἀνὴρ δηλονότι πολλὰ μέρη |
| book 82d1.2 | τῆς γῆς ἐννοήσεται. T |
| book 82d2.1 | μενοινήσειε (δηλονότι ὁ ἀνήρ) πολλὰ μέρη τῆς γῆς, καὶ |
| book 82d2.2 | νοήσει, ἐν οἷς ἔσται καὶ πορεύσεται. b(BCE3E4) |
| book 84-5.1 | ἵκετο δ’ αἰπὺν Ὄλυμπον, ὁμηγερέεσσι δ’ ἐπῆλ‐ |
| book 84-5.2 | θεν 〈/ ἀθανάτοισι θεοῖσι Διὸς δόμῳ〉: ἐν ἀσχολίᾳ ὄντες μακα‐ |
| book 84-5.3 | ρίως εὐωχούμενοι διάγουσι καὶ ἐν τῇ Α (533), „Ζεὺς δὲ ἑὸν πρὸς δῶμα· |
| book 84-5.4 | θεοὶ δ’ ἅμα πάντες ἀνέσταν“, ὡς ἐν Διὸς ἀφωρισμένου αὐτοῖς τόπου |
| book 84-5.5 | τοιούτου πρὸς τὰς εὐωχίας. οἱ δὲ πρὸς τῷ Ὀλύμπῳ. T |
| book 86a.1 | καὶ δεικανόωντο δέπασσιν: Ἀρίσταρχος σημειοῦται |
| book 86a.2 | ὅτι οὕτως μόνως γραπτέον δέπασσι: φησὶ γοῦν ἐν τοῖς ἑξῆς „Θέ‐ |
| book 86a.3 | μιστι δὲ καλλιπαρῄῳ / δέκτο δέπασ“ (Ο 87—8). ἐν ἐνίοις δὲ „κάλεόν τέ |
| book 86a.4 | μιν εἰς ἓ ἕκαστοσ“, οὐκ εὖ· ἰδίαν γὰρ ἔχει καθέδραν. πῶς οὖν πρὸς ἑαυ‐ |
| book 86a.5.1 | τὸν ἕκαστος καλεῖ; ἐπὶ μὲν τῆς Ἴριδος ἁρμόζει τῆς πρὸς τοὺς ἀνέμους |
| book 86a.5.2 | παραγεγονυίας (cf. Ψ 203). ἀλλὰ μὴν οὐδ’ „ἐπέεσσι“ γραπτέον· ἐπι‐ |
| book 86a.1 | δίδωσι γὰρ ἡ Θέμις αὐτῇ τὸ ποτήριον (sc. Ο 87—8). ὁ δὲ Θρᾷξ Διο‐ |
| book 86a.2 | νύσιος (fr. 16 L.) παρακεῖσθαί φησι τὸ σημεῖον, ὅτι διὰ παν‐ |
| book 86a.3 | τὸς τοὺς θεοὺς συνίστησι πίνοντας καὶ ταύτην ἀρίστην διαγωγὴν |
| book 86a.10.1 | ἔχοντας, πρὸς τὸ ἐν Ὀδυσσείᾳ „οὐ γὰρ ἔγωγέ τί φημι τέλος χαριέστε‐ |
| book 86a.10.2 | ρον εἶναι / ἢ ὅταν εὐφροσύνη μὲν ἔχῃ“ (ι 5—6). A |
| book 86b.1 | καὶ δεικανόωντο δέπασσιν: ἐπὶ τοῦ ἐρωτικοῦ συμ‐ |
| book 86b.2 | ποσίου „κάλεόν τέ μιν εἰς 〈ἓ〉 ἕκαστοσ“ (Ψ 203)· ἀκροθώρακες γὰρ ὄν‐ |
| book 86b.3 | τες εἰς ἐρωτικὰ ἐκεκίνηντο. T |
| book 86c.1 | 〈δέπασσιν:〉 ταὐτὰ ὁ Δίδυμος (p. 116 Schm.) τῷ Ἀρι‐ |
| book 86c.2 | στονίκῳ λέγει περὶ τῆς γραφῆς τῆς δέπασσι. Aint |
| book 86d1.1 | 〈δέπασσιν:〉 τινὲς {δὲ} ἀντὶ τοῦ δέπασσιν „ἐπέεσσι“ |
| book 86d1.2 | γράφουσιν. ἐλέγχονται δὲ ὑπὸ τοῦ „Θέμιστι δὲ δέκτο δέπασ“ (cf. |
| book 86d1.3 | Ο 87—8). T |
| book 86d2.1 | οἱ περὶ Ζηνόδοτον ἀγνοήσαντες „ἐπέεσσι“ γράφουσιν. |
| book 86d2.2 | ἐλέγχονται δὲ φανερῶς ὑπὸ τοῦ „Θέμιστι δὲ δέκτο δέπασ“. b(BCE3) |
| book 87a.1 | 〈ἔασε:〉 παρῃτήσατο, „τὸν δ’ ἐχθρὸν ἐᾶσαι“ (Hsd. opp. |
| book 87a.2 | 342). Til |
| book 87b.1 | 〈Θέμιστι:〉 ὅτι πτῶσις ἤλλακται καὶ πρόθεσις παρεῖται, |
| book 87b.2 | ἀντὶ τοῦ παρὰ Θέμιδος. Aim |
| book 87c | 〈Θέμιστι:〉 θεσμός, Θέμις. Til |
| book 88a.1 | δέκτο δέπας: οὐχὶ τοὺς ἄλλους ἠτίμασε καὶ ταύτην |
| book 88a.2 | προὔκρινεν, ἀλλ’ ἔφθασε, φησί, τοὺς λοιπούς· διὸ παρ’ αὐτῆς λαμβά‐ |
| book 88a.3 | νει τὸ δέπας. b(BCE3)T |
| book 88b1 | θέουσα: ἄμεινον „φέρουσα“. ἀκατάστατον †δὲ† τὸ |
| book 88b1 | θέουσα, καὶ μάλιστα ἐπὶ Θέμιδος. ὑποφαίνει δὲ τὴν τάξιν τηρεῖν. T |
| book 88b2.1 | γράφουσι μέν τινες θέουσα, ἄμεινον δὲ τὸ „φέρουσα“· |
| book 88b2.2 | ἀκατάστατον γὰρ τὸ θέουσα, καὶ μάλιστα ἐπὶ Θέμιδος. ὑποφαίνει |
| book 88b2.3 | δὲ τὴν τάξιν ἀεὶ τηρεῖν. b(BCE3E4) |
| book 90a | 〈τίπτε βέβηκας:〉 λείπει τὸ οὕτως. Til |
| book 90b.1 | ἀτυζομένῃ δὲ ἔοικας: συμβάλλεται πρὸς τὴν ἀθέτησιν |
| book 90b.2 | τῶν πρώην (sc. versuum Ο 56—77)· εἰ γὰρ ἦν ἀκούσασα τὰ περὶ τῆς |
| book 90b.3 | ἁλώσεως, οὐκ ἂν κατεπλήχθη. τάχα δὲ τεταραγμένη ὑπέστρεψε δι’ |
| book 90b.4 | ὑπόμνησιν τῆς ἀτιμίας (cf. Ο 18—22). T |
| book 91.1 | 〈ἦ μάλα δή σε φόβησε:〉 οὐ κατὰ προαίρεσιν ἐληλυθέναι |
| book 91.2 | ἐποίησεν, ἀλλ’ ὅμοιόν τι φυγῇ. b(BCE3E4)Til οἱ δὲ ὁμοίως |
| book 91.3 | ἡμῖν. Til |
| book 92.1 | 〈θεὰ λευκώλενος Ἥρη:〉 ἐν ἄλλῳ „βοῶπις πότνια |
| book 92.2 | Ἥρη“. Aim |
| book 93.1 | 〈οἶσθα καὶ αὐτή:〉 πόθεν; ἢ ὅτι συνῴκησεν αὐτῷ (cf. |
| book 93.2 | Hsd. th. 901—6). ἀλλὰ κουριδίους αὐτούς φησιν (cf. Ξ 295 et Ο 40). Til |
| book 94a | 〈ἐκείνου:〉 Ἀρίσταρχος „κείνου“ Ἰακῶς. Aim |
| book 94b.1 | ὑπερφίαλος: ὅτι τὸ ὑπερφίαλος νῦν μὲν ἐπὶ ψόγου, ὁ |
| book 94b.2 | ὑπέρσπονδος, βέλτιον δὲ ὁ ὑπέρμετρος. ἐν ἄλλοις δὲ ἐν τάξει ἐγκωμίου· |
| book 94b.3 | „οὐκ ἀγαπᾷς, ὃ ἕκηλος ὑπερφιάλοισι μεθ’ ἡμῖν“ (φ 289) ἀντὶ τοῦ |
| book 94b | ἀγαθοῖς. A |
| book 94c.1 | ὑπερφίαλος: ὅτι τῶν μέσων ἐστὶν ἡ λέξις· καὶ νῦν μὲν |
| book 94c.2 | ἐπὶ ψόγου κεῖται ἀντὶ τοῦ οὐκ ἔνσπονδος, ἐν ἄλλοις δὲ ἐπὶ ἐγκωμίου· |
| book 94c.3 | „ὑπερφιάλοισι μεθ’ ἡμῖν / δαίνυσαι“ (φ 289—90), b(BCE3E4)T |
| book 94c.4 | εἰ μὴ λέγει, οὓς σὺ φῂς εἶναι ὑπερφιάλους. T |
| book 94d1.1 | ἀπηνής: ὁ ἄποθεν τοῦ αἰνεῖσθαι, ἢ τοῦ νεύειν εἰς ἅ τις |
| book 94d1.2 | βούλεται, b(BCE3E4) ἢ τῶν ἡνίων τῆς χρηστότητος. b(BCE3) |
| book 94d2 | ἄπωθεν τοῦ νεύειν ἢ τῶν ἡνίων. Til |
| book 95.1 | ἄρχε θεοῖσι 〈... δαιτὸς ἐΐσησ〉: παρὰ γὰρ ἀνθρώ‐ |
| book 95.2 | ποις πολλὰ διὰ μέθην ἄτοπα γίνεται. b(BCE3E4)T διδάσκει δὲ |
| book 95.3 | ὅτι δεῖ τὸ δίκαιον ἐν τοῖς πότοις σῴζεσθαι. b(BE3E4)Til |
| book 96.1 | 〈μετὰ πᾶσιν ... ἀθανάτοισιν:〉 ἀντὶ τοῦ μετὰ πάντων |
| book 96.2 | ἀθανάτων. b(BCE3E4)T |
| book 97a.1 | οἷα Ζεὺς κακὰ ἔργα πιφαύσκεται: δύναται καὶ |
| book 97a.2 | καθ’ ἑαυτὸ τὸ ἡμιστίχιον ἀναγινώσκεσθαι, ἵν’ ᾖ θαυμαστικὸς ὁ λόγος. |
| book 97a.3 | βέλτιον δὲ τὸ σύνηθες, ὡς καὶ ἐπάνω „οἶσθα καὶ αὐτή, / οἷος ἐκείνου |
| book 97a.4 | θυμόσ“ (Ο 93—4). A |
| book 97b.1 | πιφαύσκεται: ἐνδείκνυται, οὐ κρυφίως ποιεῖ. b(BCE3E4) |
| book 97b.2 | T ὑπερβολικῶς δέ φησιν ὡς ἤδη πεπραχότος ταῦτα τοῦ Διός, |
| book 97b.3 | b(BE3E4)T ὡς „ἐγὼ δέ κ’ ἄγω Βρισηΐδα καλλιπάρῃον“ (Α |
| book 97b.4 | 184). T |
| book 97-9.1 | 〈οὐδέ τί φημι / — /〉 οὔτε θεοῖς, εἴπερ τις |
| book 97-9.2 | ἔτι νῦν δαίνυται εὔφρων: ὁ νοῦς· οὐκέτι οἶμαι τὸν Δία οὐδενὶ |
| book 97-9.3 | τῶν πάντων θεῶν ἢ ἀνθρώπων ἱλαρὸν ἔσεσθαι, εἰ ἄρα καί τις ἐν τῷ |
| book 97-9.4 | παρόντι τῇ αὐτοῦ προσηνείᾳ εὐωχεῖται ἐν ἱλαρότητι. A |
| book 98 | 〈κεχαρησέμεν:〉 χαροποιήσειν. b(BCE3)Til |
| book 99a | 〈οὔτε θεοῖς:〉 πρὸς τὸν Ἄρην ταῦτα δι’ Ἀσκάλαφον (cf. |
| book 99a | Ο 110—2). b(BCE3E4)T |
| book 99b.1 | εἴπερ τις ἔτι νῦν δαίνυται εὔφρων: ἠθικῶς εἴγε |
| book 99b.2 | ὅλως φιλεῖτε ὑμεῖς εὐωχεῖσθαι εὐφραινόμενοι τὴν ψυχήν. δολερὸν δὲ καὶ |
| book 99b.3 | γυναικεῖον ἐνέφηνεν ἦθος· ἀδικήσασα γὰρ Δία ἐπ’ αὐτοῦ μὲν ἀπολο‐ |
| book 99b.4 | γεῖται, νῦν δὲ ἠδικῆσθαί φησι καὶ τὸν Δία „ὑπερφίαλον“ (cf. Ο 94) |
| book 99b.5 | καλεῖ καὶ ἐπανίστησιν αὐτῷ τοὺς θεούς. b(BCE3E4)T |
| book 101.1 | 〈ὄχθησαν:〉 ἐμετεωρίσθησαν· ἢ ἐβαρύνθησαν b(BCE3E4) |
| book 101.2 | Til ὡς ὄχθων προσκειμένων· Til ἢ ἠχθέσθησαν, παρὰ τὸ |
| book 101.3 | ἄχθος. b(BCE3E4)T |
| book 101-3a1.1 | ἡ δὲ γέλασσε / χείλεσιν, 〈οὐδὲ— / ἰάνθη〉: |
| book 101-3a1.2 | οὗτος ὁ γέλως Σαρδόνιος καλεῖται, ὅταν τις μὴ ἐκ διαθέσεως καὶ κρί‐ |
| book 101-3a1.3 | σεως γελᾷ. | οὗτος δέ ἐστιν ὁ Σαρδόνιος καλούμενος γέλως ὁ μετὰ |
| book 101-3a1.4 | δηγμοῦ πρὸς ὑπόκρισιν· οὐ γὰρ γελᾷ. καὶ τὸν Ἄρη δὲ ὑπομιμνῄσκει |
| book 101-3a1.5.1 | τοῦ υἱοῦ (cf. Ο 110—2) φοβοῦσα, ἵν’ αὐτὸν ἀποστήσῃ τῆς τῶν |
| book 101-3a1.5.2 | Τρώων συμμαχίας καὶ τοὺς ἄλλους θεούς. A |
| book 101-3a2.1 | οὗτός ἐστιν ὁ Σαρδόνιος γέλως b(BCE3)T ὁ μετὰ |
| book 101-3a2.2 | δηγμοῦ τῆς καρδίας γινόμενος. b(BCE3E4)T |
| book 103a1.1 | ἰάνθη: διεχύθη. | Σοφοκλῆς (fr. 816 N.2 = 902 P. = 902 R.) „ὡς |
| book 103a1.2 | ἂν Διὸς μέτωπον ἐκταθῇ χαρᾷ“. ἰαίνειν δὲ κυρίως τὸ θερμαίνειν, „αἶψα |
| book 103a1.3 | δ’ ἰαίνετο κηρόσ“ (μ 175). θερμὰ δὲ τὰ ἡδέα. T |
| book 103a2 | διεχύθη, | ἐκινήθη, b(BCE3E4) ἰαίνεται δὲ δηλονότι |
| book 103a2 | χαῖρον. ἰαίνειν δὲ κυρίως τὸ θερμαίνειν. b(BE3) |
| book 103b.1 | πᾶσιν δὲ νεμεσσηθεῖσα 〈μετηύδα〉: πᾶσι μεμψα‐ |
| book 103b.2 | μένη ἐπὶ τῷ μὴ δέξασθαι τοὺς λόγους αὐτῆς· ἢ τῷ Διῒ μεμφομένη ἐν |
| book 103b.3 | πᾶσιν ηὔδα. b(BCE3E4)T |
| book 104a1.1 | μενεαίνομεν 〈ἀφρονέοντεσ〉: τινὲς „ἐριδαίνομεν ἀ‐ |
| book 104a1.2 | φρονέοντι“. T |
| book 104a2 | κατ’ ἔνια τῶν ὑπομνημάτων „†ἀφρονέοντα“. Aim |
| book 105-6a1.1 | ἦ ἔτι μιν μέμαμεν 〈καταπαυσέμεν ἆσσον |
| book 105-6a1.2 | ἰόντες /〉 ἢ ἔπει ἠὲ βίῃ: ἔφαμεν (sc. ad Ζ 56 al.) τὸν η κατ’ |
| book 105-6a1.3 | ἀρχὴν ὄντα διαπορητικὸν περισπᾶσθαι, ὥσπερ καὶ ἐνθάδε (sc. 105). |
| book 105-6a1.4 | τοὺς μέντοι ἑξῆς (sc. 106) ἐγκλιτέον ἐν τῇ συντάξει· εἰσὶ γὰρ ἤτοι |
| book 105-6a1.5 | διαζευκτικοὶ ἢ παραδιαζευκτικοί, ὡς τὸ „ἢ ἔπει ἢ ἔργῳ“ (Α 504). A |
| book 105-6a2.1 | †τὸ† πρῶτον η περισπαστέον· ἔστι γὰρ διαπορητικός. |
| book 105-6a2.2 | τοὺς δὲ ἑξῆς †κλιτέον†· εἰσὶ γὰρ διαζευκτικοὶ b(BCE3)T ἢ πα‐ |
| book 105-6a2.3 | ραδιαζευκτικοί. b(BE3)T |
| book 106 | {ὁ δ’} ἀφήμενος: ἄπωθεν χωριζόμενος. T |
| book 107.1 | φησίν: λογίζεται· „οὐ μὲν γάρ ποτέ φησι κακὸν πείσεσθαι“ |
| book 107.2 | (ς 132). ὅτι δὲ οὐ πρὸς πεῖραν, ἀλλὰ πρὸς πειθαρχίαν οἱ λόγοι, δῆ‐ |
| book 107.3 | λον ἐξ ὧν φησιν „οὐκ ἀΐεις ἅ τέ φησι θεὰ λευκώλενος Ἥρη;“ (Ο 130). |
| book 107.4 | b(BCE3E4)T |
| book 108.1 | κάρτεΐ τε σθένεΐ τε 〈διακριδὸν εἶναι ἄριστοσ〉: |
| book 108.2 | πρὸς τὸ „τόσσον ἐγὼ περί τ’ εἰμὶ θεῶν“ (Θ 27). ὡς ταπεινόφρονας δὲ |
| book 108.1 | αὐτοὺς ἐλέγχει, πειράζουσα, εἰ φράξαιντο κατὰ Διός· ὅθεν ἐκείνων |
| book 108.2 | σιωπησάντων ἐπικερτομοῦσα τὸν ἐπίπλαστον ἐγέλασε γέλωτα τόν |
| book 108.5.1 | τε Ἄρεα ἐπανίστησι τῷ Διῒ καὶ τῆς συμμαχίας τῶν Τρώων ἀπανίστη‐ |
| book 108.5.2 | σιν. b(BCE3E4)T |
| book 109.1 | ἔχετε: ἀνέχεσθε. b(BCE3)T | διδάσκει δὲ στέργειν τὴν |
| book 109.2 | θείαν διοίκησιν. b(BCE3E4)T τὸ δὲ ὔμμι ἀντὶ τοῦ ὑμῶν. |
| book 109.3 | b(BCE3)T καὶ ταῦτα δὲ δεῖ νοεῖν ὡς οὐ μόνον περὶ τὸν Ἄρη |
| book 109.4 | δεινοῦ τινος συμβεβηκότος, ἀλλὰ καὶ περὶ τοὺς ἄλλους τῆς ὁμοίας |
| book 109.5 | οὔσης προσδοκίας. b(BCE3E4)T |
| book 112a.1 | 〈Ἀσκάλαφος:〉 τινές φασι τὸν Ἀσκάλαφον εἰς Ἑβραίαν |
| book 112a.2 | τεθάφθαι· διὸ καὶ Σαμάρειαν καλεῖσθαι, διὰ τὸ σῆμα, ὃ ἐποίησεν |
| book 112a.3 | Ἄρης. b(BCE3E4)Til |
| book 112b.1 | ὅν: ἑαυτοῦ. ἔστι δὲ ὅμοιον τῷ „μήτηρ μέν τέ μέ φησι“ |
| book 112b.2 | (α 215). b(BCE3E4)T |
| book 114a.1 | ὀλοφυρόμενος: ὁ μὲν κεκίνηται εὐθὺς ὡς ὢν προπετής. |
| book 114a.2 | καταπαύει δὲ αὐτὸν ἡ Ἀθηνᾶ ὡς συνέσεως προεστηκυῖα δαίμων (cf. |
| book 114a | Ο 123—142). b(BCE3E4)T |
| book 114b.1 | 〈ἔπος ηὔδα:〉 οὕτως καὶ ἡ Ἀριστάρχου καὶ αἱ πᾶσαι, |
| book 114b.2 | ἔπος ηὔδα, οὐ „προσηύδα“. Aim |
| book 116a1.1 | τίσασθαι φόνον 〈υἷος ἰόντ’ ἐπὶ νῆας Ἀχαιῶν〉: |
| book 116a1.2 | νῦν ἐστιν ὁ ἀλλοπρόσαλλος· νῦν γὰρ οὐκ ἐπίσταται οὐδ’ ὅποι βα‐ |
| book 116a1.3 | διεῖται. εἰ μὲν οὖν τοῖς Ἕλλησι συμμαχήσει, ἀλλοπρόσαλλος φανεῖται, |
| book 116a1.4 | εἰ δὲ τοῖς Τρωσίν, ὡς πρόσθεν, τοῖς φονεῦσι τοῦ παιδὸς συμβαλεῖται. T |
| book 116a2.1 | νῦν ἀποδείκνυται ἀλλοπρόσαλλος, μὴ γινώσκων οὐδ’ |
| book 116a2.2 | ὅπη βαδιεῖται· εἰ μὲν γὰρ Ἕλλησι συμμαχήσει, ἀλλοπρόσαλλος εὑ‐ |
| book 116a2.3 | ρίσκεται, εἰ δὲ Τρωσίν, οὐκ ἐκδικῶν τὸν υἱόν, ἀλλὰ καὶ τῷ φόνῳ αὐτοῦ |
| book 116a2.4 | συμβαλλόμενος. b(BCE3E4) |
| book 116a3.1 | {μὴ νῦν μοι νεμεσήσετ’ ὀλύμπια:} οὗτός ἐστιν ὁ ἀλλοπρόσ‐ |
| book 116a3.2 | αλλος· οἱ γὰρ ἀδικήσαντες αὐτὸν ἦσαν οἱ Τρῶες, οἱ κατάρξαντες τοῦ |
| book 116a3.3 | ἀδικήματος. A |
| book 116b | ἰόντι: οὕτω τὸ τέλειον. τινὲς δὲ ἰόντα. T |
| book 117 | 〈πληγέντι:〉 ἀντὶ τοῦ προβλαφθέντι. Til |
| book 118.1 | κεῖσθαι ὁμοῦ νεκύεσσιν: ἀντιφράζεται τῷ „αὐτοῦ πή‐ |
| book 118.2 | ματ’ ἔπασχον ἐν αἰνῇσιν νεκάδεσ〈σ〉ιν“ (Ε 886)· νεκάδας γὰρ τὰς |
| book 118.3 | τάξεις τῶν νεκρῶν φασιν. T |
| book 119.1 | ὥς φάτο καί ῥ’ ἵππους κέλετο Δεῖμόν τε Φόβον |
| book 119.2 | τε: ὅτι ἀντὶ τοῦ Δείμῳ καὶ Φόβῳ, καὶ A ὅτι ἐντεῦθεν ἡ πλάνη |
| book 119.3 | γέγονε τοῖς δεξαμένοις Δεῖμον καὶ Φόβον ἵππων ὀνόματα. AT |
| book 119 | εἰσὶ δὲ Ἄρεως υἱοί· A ἐν ἄλλοις γὰρ ῥητῶς φησι· „τῷ δὲ Φόβος |
| book 119.5.1 | φίλος υἱόσ“ (Ν 299). AT τὸ δὲ γένος τῆς ἀμφιβολίας ἔστιν εὑρεῖν |
| book 119.5.2 | καὶ ἀλλαχῇ· „τόνδε τέ μ’ ἄνδρα ἑλεῖν καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν“ (Ε |
| book 119.5.3 | 118), καὶ ἐν Ὀδυσσείᾳ „αἰδὼς δ’ αὖ νέον ἄνδρα γεραίτερον ἐξερέε‐ |
| book 119.5.4 | σθαι“ (γ 24), ὅπερ ἀγνοήσαντές τινες ἔγραψαν „νέῳ ἀνδρί“. A |
| book 121.1 | 〈μείζων τε καὶ ἀργαλεώτερος:〉 τοῦ πρὸς Ἥραν καὶ |
| book 121.2 | Ἀθηνᾶν καὶ Ποσειδῶνα χόλου. b(BCE3E4)Til |
| book 122a.1 | 〈χόλος καὶ μῆνις:〉 ὅτι ἐκ παραλλήλου ὡς ἰσοδυνα‐ |
| book 122a.2 | μοῦντα τὸν χόλον καὶ τὴν μῆνιν. Aint |
| book 122b.1 | 〈χόλος καὶ μῆνις:〉 παραλλήλως· οἱ δὲ χόλος γενι‐ |
| book 122b.2 | κῶς. Til |
| book 123a.1 | πᾶσι 〈περι〉δείσασα: ἀντὶ τοῦ πάντων. εἰκότως δὲ ὡς |
| book 123a.2 | δεδοικυῖα τὸν πατέρα καὶ ἤδη πεπαιδευμένη μὴ ἐναντιοῦσθαι, „ὄφρ’ |
| book 123a.3 | εἰδῇ γλαυκῶπισ“ (Θ 406). b(BCE3E4)T |
| book 123b | 〈περιδδείσασα:〉 διὰ τοῦ ἑτέρου δ αἱ Ἀριστάρχου. Aim |
| book 124 | 〈ὦρτο δι’ ἐκ προθύρου:〉 ἡ ἔξ πρὸς τὸ ὦρτο. Til |
| book 125-6.1 | ἀπὸ μὲν κεφαλῆς 〈κόρυθ’ εἵλετο καὶ σάκος |
| book 125-6.2 | ὤμων, / ἔγχος δ’ ἔστησε—ἑλοῦσα〉: καὶ ἐπὶ Ὀδυσσέως |
| book 125-6.3 | „αὐτίκ’ ἀπὸ κρατὸς κυνέην 〈εὔτυκτον ἔθηκα /〉 καὶ σάκος ὤμοιϊν, δόρυ |
| book 125-6 | δ’ ἔκβαλον ἔκτ〈οσ〉ε χειρόσ“ (ξ 276—7). T |
| book 127a.1 | {χάλκεον} ἡ δ’ ἐπέεσσι 〈καθάπτετο θοῦρον Ἄρηα〉: |
| book 127a.2 | ὅτι ἐξ ἀναλήψεως τὰ ἄρθρα λαμβάνει. ὅμοιον δέ ἐστι τοῦτο τῷ „αὐ‐ |
| book 127a.3 | τὰρ Ἀθηναίη, κούρη Διόσ“, εἶτα „ἡ δὲ χιτῶν’ ἐνδῦσα Διόσ“ (Ε 733. |
| book 127a.4 | 736). | δασυντέον δὲ τὸ ἥ ἄρθρον. δύναται μέντοι καὶ σύνδεσμος |
| book 127a.5.1 | ἐξακούεσθαι, ἵνα γένηται ‘καὶ ἐπέεσσι καθάπτετο‘. καὶ ἔστιν ὅμοιον |
| book 127a.5.2 | τοῖς τοιούτοις „βεβλήκει γλουτὸν κατὰ δεξιόν, ἡ δὲ διαπρό“ (Ε 66)· |
| book 127a.5.3 | „ἡ δὲ χιτῶν’ ἐνδῦσα“ (Ε 736)· καὶ γὰρ ἐπὶ τούτων διχῶς ἀνέγνωσαν, |
| book 127a.5.4 | ὥσπερ καὶ ἐπὶ τοῦ ἐν τῇ Ὀδυσσείᾳ „αὐτίκ’ ἔπειτ’ ἄνεμος μὲν ἐπαύσα‐ |
| book 127a.5.5 | το. ἡ δὲ γαλήνη“ (ε 391). ἄμεινον δὲ ἐπὶ πάντων ἄρθρον ἐκδέχεσθαι, |
| book 127a.10 | ὥσπερ καὶ Ἀριστάρχῳ ἐδόκει. A |
| book 127b.1 | ἡ δ’ ἐπέεσσι 〈καθάπτετο θοῦρον Ἄρεα〉: ὅτι ἐξ |
| book 127b.2 | ἀναλήψεως τὰ ἄρθρα λαμβάνει· ὁμοίως καὶ τὸ „αὐτὰρ Ἀθηναίη, κούρη |
| book 127b.3 | Διὸς αἰγιόχοιο“, εἶτα „ἡ δὲ χιτῶν’ ἐνδῦσα Διόσ“ (Ε 733. 736). | καθ‐ |
| book 127b.4 | άπτεσθαι δέ ἐστι καὶ τὸ πραΰνειν καὶ τὸ ἐξονειδίζειν. ἔστιν οὖν ‘λόγῳ |
| book 127b.5.1 | προσεφώνει‘. b(BCE3E4)T δῆλον δὲ ὡς ἀφοπλίζουσα τὸν |
| book 127b.5.2 | Ἄρεα ταῦτα ἔλεγεν· οὐ γὰρ σιωπῶσα. T |
| book 128a.1 | μαινόμενε, φρένας ἠλὲ 〈διέφθορασ〉: μετὰ τὴν πρώ‐ |
| book 128a.2 | την λέξιν στικτέον. μετὰ δὲ τὸ ἠλέ ἀμφίβολος ἡ στιγμή· ἤτοι γὰρ καὶ |
| book 128a.3 | αὐτὸ προσαγορευτικόν ἐστιν „ὦ φρένας ἠλέ“, εἶτα καθ’ ἑαυτὸ διέ‐ |
| book 128a.4 | φθορας· ἢ συναπτέον ὅλον, ἵν’ ᾖ τὸ ἑξῆς φρένας διέφθορας. | τὸ |
| book 128a.5 | δὲ ἠλέ ὡς καλέ ἐπιθετικῶς. εἴτε δὲ ἀπεκόπη εἴτε συνεκόπη ἐκ τοῦ |
| book 128a | ἠλεέ, ἔρρωται τὰ τοῦ τόνου. A |
| book 128b1.1 | μαινόμενε, φρένας ἠλὲ διέφθορας: οὕτω Πορφύ‐ |
| book 128b1.2 | ριος (1,201,27)· οὐ δεῖ στίζειν εἰς τὸ φρένας ἠλέ, εἶτα καθ’ αὑτὸ |
| book 128b1.3 | λέγειν διέφθορας, ἀλλ’ ὅλον συνάπτειν τὸ φρένας ἠλὲ διέφθο‐ |
| book 128b1.4 | ρας, ἵν’ ᾖ τὰς φρένας διέφθορας, †ἢ ὠλεέ†. καὶ αὐτὸς δὲ ἐπάγει πρὸς |
| book 128b1.5.1 | μὲν τὸ μαινόμενε „ἦ νύ τοι αὔτως / οὔατ’ ἀκουέμεν ἐστί“ (Ο |
| book 128b1.5.2 | 128—9), πρὸς δὲ τὸ φρένας ἠλέ „νόος δ’ ἀπόλωλε καὶ αἰδώσ“ (Ο |
| book 128b1.5.3 | 129), ἵν’ ᾖ τὸ ἠλέ θερμέ, πρὸς ὃ ἀνθυπήγαγε τὸ „αἰδώσ“ (Ο 129)· οἱ |
| book 128b1.5.4 | γὰρ θερμοὶ ἀναιδεῖς. ἠλέ ὡς καλέ, εἴτε ἀποκοπή ἐστιν εἴτε συγκοπή· |
| book 128b1.5.5 | τὸ γὰρ τέλειον ἠλεέ. ἢ παρὰ τὴν ἄλην, ἢ ὃν πάντες ἀλεόμεθα, ἢ παρὰ |
| book 128b1.10 | τὸ θερμόν. ἔστιν οὖν ‘φρένας ἠλεέ‘, ὦ πεπλανημένε τὰς φρένας. T |
| book 128b2.1 | δεῖ στίζειν εἰς τὸ μαινόμενε, τὸ δὲ ἑξῆς ὅλον συνάπτειν, |
| book 128b2.2 | φρένας ἠλὲ διέφθορας ἤτοι τὰς φρένας, ὦ ἠλέ, ἀπώλεσας. b |
| book 128b2.3 | (BCE3) τοῦ δὲ ἠλεέ εἴτε ἀποκοπὴ εἴτε συγκοπή ἐστι. γίνεται δὲ |
| book 128b2.4 | παρὰ τὴν ἄλην, ἵν’ ᾖ πεπλανημένε. b(BCE3E4) |
| book 128c | 〈διέφθορας:〉 Ἀττικοὶ ἐνεργητικῶς φασι τὸ διέφθορας. |
| book 128c | νῦν δὲ ἀντὶ τοῦ διέφθαρσαι. Til |
| book 128-9.1 | ἦ νύ τοι αὔτως / οὔατ’ ἀκουέμεν ἐστίν: εἰς τὸ |
| book 128-9.2 | μάτην ἀκούειν ἔχεις τὰ ὦτα, οὐ μέντοι τὰ ἀκουόμενα διακρῖναι. b |
| book 128-9.3 | (BCE3E4)T |
| book 130 | 〈ἀΐεις:〉 αἰσθάνῃ. Til |
| book 132.1 | 〈ἀναπλήσας κακὰ πολλά:〉 οἷον κρατῆρα κακῶν πλη‐ |
| book 132.2 | ρώσας. Til |
| book 134a1.1 | {αὐτὰρ τοῖς ἄλλοισι} κακὸν μέγα πᾶσι: ἡ Ἀριστοφά‐ |
| book 134a1.2 | νειος κακὸν μέγα πᾶσι, Ζηνόδοτος δὲ „{αὐτὰρ τοῖς ἄλλοισι} |
| book 134a1.3 | θεοῖς μέγα πῆμα {φυτεῦσαι}“. A |
| book 134a2.1 | {κακὸν μέγα πᾶσι:} οὕτως ἡ Ἀριστοφάνους, ἡ Ζηνοδό‐ |
| book 134a2.2 | του δὲ „θεοῖς μέγα πῆμα {φυτεῦσαι}“. T |
| book 134a3 | ἐν ἄλλῳ „†πῆμα φυτεῦσαι“. Aim |
| book 134b | 〈φυτεῦσαι:〉 γεννῆσαι. Til |
| book 137a1.1 | μάρψει δ’ ἑξείης, ὅς τ’ αἴτιος ὅς τε καὶ οὐκί: καὶ |
| book 137a1.2 | πῶς τοιοῦτος „πατὴρ ἀνδρῶν τε θεῶν τε“ (Α 544 al.); ἐπιτείνει οὖν |
| book 137a1.3 | εἰς δέος Ἄρεος· ἢ τὸ περὶ τοὺς ἄρχοντας μιμεῖται πάθος. τὸ δὲ μάρψει |
| book 137a1.4 | κυρίως τὸ χερσὶ συλλήψεται· μάρη γὰρ αἱ χεῖρες, ἔνθεν καὶ εὐμαρής. |
| book 137a1.5 | δηλοῖ δὲ καὶ ἁπλῶς τὸ καταλαβεῖν· καὶ „μάρνασθαι“ (Ι 317 al.) τὸ |
| book 137a1 | διὰ χειρῶν μάχεσθαι. T |
| book 137a2.1 | κυρίως χερσὶ συλλήψεται· μάρη γὰρ ἡ χεὶρ κατὰ Πίνδαρον |
| book 137a2.2 | (fr. 310 Sn. = 312 Tur.), ὅθεν καὶ εὐμαρές. δηλοῖ δὲ ἁπλῶς καὶ τὸ |
| book 137a2.3 | καταλαμβάνειν· καὶ „μάρνασθαι“ δὲ τὸ διὰ χειρῶν μάχεσθαι. τάχα |
| book 137a2.4 | οὖν οὐ τοιοῦτος ὁ Ζεύς, ἀλλ’ εἰς δέος Ἄρεος ἐπιτείνει τὸν λόγον· ἢ τὸ |
| book 137a2.5 | περὶ τοὺς ἄρχοντας πάθος ἐνδείκνυται. b(BCE3E4) |
| book 138a.1 | μεθέμεν χόλον υἷος ἑῆος: τοῦ ὑπὲρ τοῦ παιδὸς χόλου. |
| book 138a.2 | διδάσκει δὲ τὸ μοιρίδιον πρᾴως φέρειν, ὡς καὶ κατὰ θεῶν ἀπαράβατον |
| book 138a.3 | ὑπάρχον. b(BCE3E4)T |
| book 138b.1 | υἷος ἑῆος: ὅτι Ζηνόδοτος γράφει „υἷος ἑοῖο“, τοῦτο δὲ |
| book 138b.2 | ἐν τῷ περί τινος λόγῳ τίθεται. νῦν δὲ πρὸς πρόσωπόν ἐστι, καὶ δεῖ |
| book 138b.3 | γράφειν ἑῆος. ἠγνόηκε δὲ τὴν λέξιν· ἔστι γὰρ ἑῆος ἀγαθοῦ, καὶ |
| book 138b.4 | „δωτῆρες ἑάων“ (θ 325). A T | προπερισπαστέον δὲ τὴν υἷος γενι‐ |
| book 138b.5 | κήν. προείρηται (sc. ad Ε 266 a) δέ, πῶς γέγονεν. A |
| book 139 | 〈τοῦ γε:〉 Ζηνόδοτος καὶ Ἀριστοφάνης „τοῦ δέ“. Aim |
| book 140.1 | πεφήσεται: πέφαμαι, πέφασαι· τοῦτο ποιεῖ μετ’ ὀλίγον |
| book 140.2 | μέλλοντα πεφάσομαι, ὃ ἐξέτεινε διὰ μέτρον. T |
| book 140-1a1.1 | ἀργαλέον δέ / πάντων ἀνθρώπων ῥῦσθαι γε‐ |
| book 140-1a1.2 | νεήν τε: ἀδύνατον, „ἡ δὲ μάλ’ ἀργαλέη περάαν“ (Μ 63). ἀδύνατον, |
| book 140-1a1.3 | φησί, θεῷ, τὴν ἐξ αὐτοῦ γένεσιν ἀνθρωπίνην πᾶσαν σῴζειν. T |
| book 140-1a2.1 | ἀδύνατον, φησί, πᾶσαν γένεσιν ἀνθρωπίνην θανάτου |
| book 140-1a2.2 | ῥύεσθαι, ὅπου μηδὲ ἕνα τις ῥύεται· εἰ γὰρ καὶ πρὸς καιρὸν ῥυσθῇ, πά‐ |
| book 140-1a2.3 | λιν φθαρήσεται. b(BCE3E4) |
| book 140-1b.1 | 〈ἀργαλέον δέ / πάντων—γενεήν τε τόκον |
| book 140-1b.2 | τε:〉 παραμυθητικὰ ταῦτα. Til |
| book 141.1 | †γενεήν: τόκον. τὸ κοινὸν παράλληλον†. | συστέλλει δὲ ὁ |
| book 141.2 | Θρᾷξ (fr. 19 Schm.) τὸ ῥῦσθαι· τὸ γὰρ πλῆρές ἐστι ῥύεσθαι. T |
| book 141.1 | γενεήν τε τόκον τε: τοὺς γονεῖς καὶ τὸ γένος. δισσολο‐ |
| book 141.2 | γεῖ—κεῖται καὶ τοῦ θανάτου ῥύεσθαι. A |
| book 142a.1 | ἵδρυσε θρόνῳ ἔνι: τὸ βίαιον τῆς ἕδρας ἡ διακοπὴ δη‐ |
| book 142a.2 | λοῖ· ἔστι γὰρ ἐνίδρυσεν· b(BCE3E4)T διό τινες οὐκ ἀνέστρεφον |
| book 142a.3 | τὴν ἐνί. τὸ δὲ ἵδρυσε †συστέλλεται†, ὡς τὸ „ἐπίαχον υἷες |
| book 142a.4 | Ἀχαιῶν“ (Η 403). T |
| book 142b | θρόνῳ ἔνι: ἀναστρεπτέον τὴν πρόθεσιν· τὸ γὰρ ἑξῆς |
| book 142b | ἐστι〈ν〉 ἐν θρόνῳ, ὁμοίως τῷ „υἱὸς γάρ οἱ ὄλωλε μάχῃ ἔνι“ (Ο 111). A |
| book 143-4a1.1 | 〈Ἥρη δ’ Ἀπόλλωνα καλέσσατο〉 δώματος |
| book 143-4a1.2 | ἐκτός / 〈Ἶριν τε〉: ὁρῶσα παροξυνόμενον Ἄρεα, ἵνα μὴ ἐπ’ αὐτοῦ |
| book 143-4a1.3 | πέμπουσα αὐτοὺς ἀναγκασθῇ εἰπεῖν, διὰ τί καλεῖ αὐτούς, καὶ πλέον |
| book 143-4a1.4 | ἐρεθίσῃ τὸν Ἄρεα, †δῆλον ἡγουμένη†, πότερον κρύφα βούλεται αὐ‐ |
| book 143-4a1.5 | τοῖς διαλεχθῆναι †ἐπὶ πάντων, τὸ ἀσφαλέστατον εἵλετο. T |
| book 143-4a2.1 | διὰ τί ἐκτὸς αὐτοὺς καλεῖ ὁρῶσα παροξυνόμενον Ἄρην; |
| book 143-4a2.2 | ἵνα μὴ ἐπὶ αὐτοῦ πέμπουσα αὐτοὺς πλέον αὐτὸν ἐρεθίσῃ ὡς ἐπὶ πόλε‐ |
| book 143-4a2.3 | μον πέμπουσα, εἰκότως ἔξω καλεῖ· λογισαμένη γάρ, πότερον κρύφα ἢ |
| book 143-4a2.4 | ἐπὶ πάντων αὐτοῖς διαλεχθῇ, τὸ ἀσφαλέστερον αἱρεῖται. b(BCE3E4) |
| book 144.1 | 〈θεοῖσι μετ’ ἄγγελος:〉 θεοῖσι μετά ἐν θεοῖς. οὐκ ἀνα‐ |
| book 144.2 | στρέφεται δὲ διὰ τὴν συναλιφήν. Til |
| book 146a1.1 | Ζεὺς σφώ: καὶ τὸ Ζεύς καὶ τὸ σφώ ἐγκλιτέον, τουτ‐ |
| book 146a1.2 | έστι βαρυτονητέον, ἐπεὶ δευτέρου προσώπου ἐστὶ καὶ μεταλαμβάνε‐ |
| book 146a1.3 | ται εἰς τὸ ὑμᾶς. A |
| book 146a2.1 | ἐγκλιτέον τὴν σφώ· δευτέρου γὰρ προσώπου καὶ μετα‐ |
| book 146a2.2 | λαμβάνεται εἰς τὴν ὑμᾶς. Til |
| book 146b.1 | {ζεὺς} σφώ: τῆς σφῶϊ ἀποκοπή. καὶ ὀρθὴ μὲν „σφὼ δὲ |
| book 146b.2 | μάλ’ ἠθέλετον“ (Λ 782), ὥστε οὐ δεῖ ἐγκλίνειν. τινὲς δὲ ἐγκλίνουσιν, |
| book 146b.3 | ἐπεὶ αἰτιατικὴν δηλοῖ ἀπολελυμένην. T |
| book 146c | 〈ὅττι τάχιστα:〉 ὡς τάχιστα. Til |
| book 147-8a.1 | αὐτὰρ ἐπὴν ἔλθητε〈—ἀνώγῃ〉: ἀθετοῦνται |
| book 147-8a.2 | ἀμφότεροι, ὅτι ἀνηθοποίητοί εἰσι· καὶ γὰρ εἰ μὴ ἐνετείλατο ἡ Ἥρα, |
| book 147-8a.3 | ὤφειλον ὑπακούειν τῷ Διΐ. καὶ λόγον ἂν εἶχεν ἡ ἐντολή, εἰ κεχαρισμέ‐ |
| book 147-8a.4 | νον τι αὐτῇ ἐπετέλουν καὶ μὴ ἐναντίον ὥστε ἔδει μᾶλλον παρακαλεῖν |
| book 147-8a.5 | εἰς τὸ παριδεῖν τι τῶν ὑπὸ Διὸς προστασσομένων. A | καὶ Ἀριστο‐ |
| book 147-8a | φάνης προηθέτει. Aint |
| book 147-8b.1 | αὐτὰρ ἐπεὶ ἔλθητε〈— /〉 ἔρδειν〈—ἀνώ‐ |
| book 147-8b.2 | γῃ〉: οἱ δύο ἀθετοῦνται· ἔστι γὰρ ἐμβρόντητον τὸ λέγειν ‘ἄπιτε καὶ ὃ |
| book 147-8b.3 | ἂν εἴπῃ, τοῦτο ποιήσατε‘· καὶ γὰρ εἰ μὴ ἐκέλευσεν, οὐκ ἤμελλον παρ‐ |
| book 147-8b.4 | ακούειν Διός. ἄλλως τε πῶς φησι πείθεσθαι Διῒ τοῖς καθ’ Ἑλλήνων |
| book 147-8b.5.1 | πεμφθησομένοις; ἢ τάχα μεμψίμοιροί εἰσιν οἱ λόγοι, ἀπέλθετε ποιήσον‐ |
| book 147-8b.5.2 | τες, ἃ κελεύει Ζεύς· ἀφ’ οὗ τὸ δυσάρεστον ἐμφαίνει, ὥς φαμεν πρός τινα |
| book 147-8b.5.3 | ὀργιζόμενοι ‘ποίει, ὃ θέλεισ‘. ὅτι δὲ μεμψίμοιροι οἱ λόγοι, δῆλον ἀπὸ |
| book 147-8b.5.4 | τοῦ σιωπῆσαι τὴν αἰτίαν τῆς κλήσεως, καίτοι ἀλλαχοῦ παλιλ〈λ〉ο‐ |
| book 147-8b.5.5 | γεῖν εἰωθώς· φυσικὸν γάρ ἐστι μηδὲ μεμνῆσθαι τῶν λυπηρῶν ἐπὶ |
| book 147-8b.10.1 | πλέον· διὸ συνέτεμε τὸν λόγον. b(BCE3E4)T οἱ δὲ ‘κατεπτη‐ |
| book 147-8b.10.2 | χυῖα‘ φασὶ ‘τὰς ἀπειλὰς εὐλαβεῖται‘, μὴ καθ’ ὁντι〈ν〉οῦν τρόπον ἐμ‐ |
| book 147-8b.10.3 | ποδισθείσης τῆς Ἴριδος Ζεὺς πάλιν ἐπ’ αὐτὴν ἀγάγῃ τὴν αἰτίαν. T |
| book 150.1 | 〈πετέσθην:〉 ὑπερβολικῶς. 〈ἢ〉 ἀπὸ τῆς Ἴριδος κατὰ |
| book 150.2 | συνεκδοχήν. Til |
| book 152a.1 | 〈εὗρον δ’ εὐρύοπα Κρονίδην ἀνὰ Γαργάρῳ |
| book 152a.2 | ἄκρῳ:〉 βέλτιον τὸ „ἥμενον“ (Ο 153) τούτῳ προσδίδοσθαι. Aim |
| book 152b.1 | 〈ἀνὰ Γαργάρῳ ἄκρῳ:〉 τινὲς ἐν τῷ ἄκρῳ τοῦ Γαργά‐ |
| book 152b.2 | ρου. ἔστι δὲ καὶ πόλις, ἀφ’ ἧς οἱ Γαργαρεῖς. Til |
| book 153a | ἥμενον, ἀμφὶ δέ μιν θυόεν νέφος 〈ἐστεφάνωτο〉: |
| book 153a.1 | ὅτι τοῦτό ἐστι τὸ νέφος, ὑπὲρ οὗ ἔμπροσθέ φησι· „τοῖόν τοι ἐγὼ νέφος |
| book 153a.2 | ἀμφικαλύψω“ (Ξ 343). | θυόεν δὲ εὐῶδες, ἀπὸ τῶν θυμιαμάτων. A |
| book 153b.1 | θυόεν νέφος: ἐπεὶ τοῦτο ἦν τὸ νέφος, περὶ οὗ φησι |
| book 153b.2 | „τοῖόν τοι ἐγὼ νέφοσ“ (Ξ 343). | θυόεν δὲ εὐῶδες, 〈„τηλόσε δ’ |
| book 153b.3 | ὀδμή / κέδρου τ’ εὐκεάτοιο〉 θύου τ’ ἀνὰ νῆσον ὀδώδει“ (ε 59—60). |
| book 153b.4 | φασὶ δὲ οἱ φυσικοὶ τὰ ὀκτὼ σταδίοις ὑπερέχοντα τῆς γῆς ὕψη μὴ |
| book 153b.5 | νεφελίζεσθαι. ἔστιν οὖν αἰθέριον νέφος τὸ περικείμενον Διΐ. T |
| book 154a | 〈τὼ δὲ πάροιθ’ ἐλθόντε:〉 τὸ ἑξῆς τὼ δ’ ἐλθόντε. Til |
| book 154b.1 | 〈νεφεληγερέταο:〉 βραχὺ διασταλτέον πρὸς τὸ σα‐ |
| book 154b.2 | φέστερον. Aim |
| book 155a.1 | 〈οὐδέ σφωϊν ἰδὼν ἐχολώσατο θυμῷ:〉 ὅτι τὸ ἐναν‐ |
| book 155a.2 | τίον ὑπακοῦσαι δεῖ, ἀλλ’ ἀπεδέξατο. Aint |
| book 155b.1 | οὐδέ σφωϊν: ἐνθάδε ἐγκλιτική ἐστιν ἡ ἀντωνυμία· τρί‐ |
| book 155b.2 | του γάρ ἐστι προσώπου· διὸ τὸν δέ σύνδεσμον ὀξυτονητέον. ὁμοίως |
| book 155b.3 | οὖν ἀναγνωστέον τῷ „καί σφωϊν δὸς ἄγειν“ (Α 338). A |
| book 155c.1 | οὐδέ σφωϊν: ἐγκλιτικῶς· ἔστι γὰρ ‘οὐδὲ ἐχολώθη αὐτοῖς |
| book 155c.2 | ἰδὼν αὐτούσ‘. ἀόργητος δὲ ἔμεινε διὰ τὴν ταχεῖαν αὐτῶν παρουσίαν. |
| book 155c.3 | b(BCE3)T |
| book 157.1 | Ἶριν δὲ προτέρην 〈ἔπεα πτερόεντα προσηύδα〉: |
| book 157.2 | πρεπόντως πάνυ, ἵνα ἀποστήσας τὸν Ποσειδῶνα τῆς μάχης τότε παρ‐ |
| book 157.3 | ορμήσῃ τὸν Ἕκτορα διὰ τοῦ Ἀπόλλωνος. b(BCE3E4)T ἐὰν |
| book 157.4 | δὲ ἐναλλάξῃς τὴν τάξιν, οὐχ ἁρμόζον φανεῖται. T |
| book 158-9.1 | βάσκ’ ἴθι Ἶρι ταχεῖα 〈Ποσειδάωνι ἄνακτι / |
| book 158-9.2 | πάντα τάδ’ ἀγγεῖλαι〉: εἴρηται ἐν τῇ Ω (ad Ω 144—5) ὅτι ἀμφίβο‐ |
| book 158-9.3 | λός ἐστιν ἡ μεταξὺ τούτων διάστασις. ἡ μὲν γὰρ συνήθεια συνάπτει, |
| book 158-9.4 | ὁ δὲ λόγος χωρίζει. A |
| book 158.1 | 〈ταχεῖα:〉 ὅτι οὐκ ἔστιν ἐπίθετον τὸ ταχεῖα, ἀλλ’ ἀντὶ |
| book 158.2 | τοῦ ταχέως. Aint |
| book 159a.1 | πάντα τάδ’ ἀγγεῖλαι: πάντα τὰ μέλλοντα λεχθῆναι. |
| book 159a.2 | b(BCE3E4)T οὐ μεταπέμπεται δὲ αὐτόν, ἵνα μὴ τραχυνθῇ, ὃς |
| book 159a.3 | μηδὲ ἐπεστράφη τῶν ἀπειλῶν τῶν ἐν τῇ Θ (sc. 10—7). T τὸ δὲ |
| book 159a.4 | ἀγγεῖλαι ἀντὶ τοῦ ἄγγειλον. b(BCE3)T τοῦτο δὲ προσέθη‐ |
| book 159a.5.1 | κεν, ἐπεὶ πρὸς ἴσον ἡ ἀποστολή. καλῶς δὲ καίτοι πάντων δεσπόζων |
| book 159a.5.2 | λόγοις †πρὸς βίαν† χρῆται, διδάσκων πραΰτητα. b(BCE3E4)T |
| book 159b.1 | {πάντα δ’} ἀπαγγεῖλαι: προπερισπ〈αστ〉έον τὸ ἀγ‐ |
| book 159b.2 | γεῖλαι· ἔστι γὰρ ἀπαρέμφατον ἀντὶ προστακτικοῦ κείμενον, διὰ τὸ |
| book 159b.3 | ἐπιφερόμενον μηδὲ ψευδάγγελος εἶναι· οὐκ ἀναγκαῖον γὰρ διὰ |
| book 159b.4 | τὸ „ἄνωχθι“ (Ο 160) προστακτικῶς ἀναγινώσκειν. καὶ ἔστιν ὅμοιον |
| book 159b.5.1 | τῷ „τῆ δέ, τόδε κρήδεμνον ὑπὸ στέρνοισι τανύσσαι“ (ε 346)· καὶ |
| book 159b.5.2 | ἐνθάδε γὰρ ἀπαρέμφατόν ἐστιν. A |
| book 159c | 〈εἶναι:〉 ἀντὶ τοῦ ἔσο. Til |
| book 161a.1 | 〈ἔρχεσθαι μετά:〉 γράφεται καὶ „ἔρχεσθ’ ἢ μετά {φύ‐ |
| book 161a.2 | λα}“. Aim |
| book 161b | 〈εἰς ἅλα δῖαν:〉 ὅτι ἀφ’ ἑαυτοῦ ὁ Ζεὺς τὴν θάλασσαν |
| book 161b | δῖαν εἴρηκεν. Aint |
| book 161c.1 | εἰς ἅλα δῖαν: δῖαν τὴν T μεγάλην. οἱ δὲ ὑγράν, |
| book 161c.2 | παρὰ τὸ διαίνειν. οἱ δὲ φοβεράν, b(BCE3)T παρὰ τὸ δέος, T |
| book 161c.3 | ὡς „δῖα Χάρυβδισ“ (μ 104). b(BCE3)T |
| book 162a.1 | εἰ δέ μοι {οὐκ ἐπέεσς’}: τὸν δέ ὀξυτονητέον· ἔστι γὰρ |
| book 162a.2 | νῦν ἡ μοί ἐγκλιτικὴ καὶ ἀπόλυτος. A |
| book 162b.1 | εἰ δέ μοι οὐκ ἐπέεσς’ 〈ἐπιπείσεται, ἀλλ’ ἀλογή‐ |
| book 162b.2 | σει〉: Ἀμμώνιος „εἰ δέ μου“. T | εἰκότως δὲ σκληρότερον ἐπανατείνε‐ |
| book 162b.3 | ται 〈τῷ〉 τῶν πρώην ἀπειλῶν οὐ φροντίσαντι. τὸ δὲ ἀλογήσει b(BCE3 |
| book 162b.4 | E4)T οἱ μὲν λόγον μου οὐ ποιήσεται, οἱ δὲ b(BCE3)T ἀλο‐ |
| book 162b.5 | γιστήσει καὶ μωρανεῖ. b(BCE3E4)T |
| book 164.1 | ἐπιόντα ταλάσσῃ: τινὲς „ἐπιόντα θελήσῃ“ ἀντὶ τοῦ δυ‐ |
| book 164.2 | νηθῇ· „οὐδ’ ἔθελε προρέειν“ (Φ 366) ἀντὶ τοῦ οὐκ ἠδύνατο. T |
| book 165a1.1 | ἐπεί εὑ {φημί}: καὶ ἐπὶ τούτου ἐγκλιτική ἐστιν ἡ ἀντω‐ |
| book 165a1.2 | νυμία καὶ ἀπόλυτος· διὸ τὸν ἐπεί σύνδεσμον ὀξυτονητέον ὁμοφώ‐ |
| book 165a1.3 | νως τῷ „καί εὑ κράτος ἐστὶ μέγιστον“ (Ω 293). A |
| book 165a2 | ἐπεί εὑ ὁμοίως τῷ „καί εὑ κράτος ἐστὶ μέγιστον“. Til |
| book 165-6.1 | βίῃ πολὺ φέρτερος 〈... /〉 καὶ γενεῇ πρότερος: |
| book 165-6.2 | τὸ μὲν δέος, τὸ δὲ αἰδῶ ποιεῖ. ἀρχικὸν δὲ τὸ ἀπὸ τοῦ δεινοτέρου ἄρξα‐ |
| book 165-6.3 | σθαι. b(BCE3E4)T |
| book 166-7a | καὶ γενεῇ πρότεροσ〈—καὶ ἄλλοι〉: ἀθε‐ |
| book 166-7a.1 | τοῦνται ἀμφότεροι, καὶ ἀστερίσκοι παράκεινται, ὅτι τοὺς ὕστερον |
| book 166-7a.2 | (sc. Ο 182—3) λεγομένους ὑπὸ τῆς Ἴριδος δι’ ἐπιείκειαν ἐνθάδε τις |
| book 166-7a.3 | μετενήνοχεν· ἀναρμόστως γὰρ ὁ Ζεύς, ὥσπερ δεδοικὼς καὶ συλλυθῆναι |
| book 166-7a.5.1 | βουλόμενος, ‘εἰξάτω μοι‘, φησί, ‘καθόσον εἰμὶ προγενέστεροσ‘· τὰ γὰρ |
| book 166-7a.5.2 | τοιαῦτα τῶν δεομένων· „καί μοι ὑποστήτω, ὅσ〈σ〉ον βασιλεύτερός |
| book 166-7a.5.3 | εἰμι / ἠδ’ ὅσ〈σ〉ον γενεῇ προγενέστεροσ“ (Ι 160—1). A |
| book 166-7b.1 | καὶ γενεῇ πρότεροσ〈—καὶ ἄλλοι〉: τινὲς |
| book 166-7b.2 | ἀστερίσκους αὐτοῖς παρατιθεῖσιν ὡς μεταχθεῖσιν ἀπὸ τῶν Ἴριδος λό‐ |
| book 166-7b.3 | γων (sc. ex Ο 182—3). ἢ εἴωθεν ὁ Ζεὺς μετὰ τῶν ἀνατάσεων καὶ |
| book 166-7b.4 | σύγγνωμόν τι ἐπάγειν· „〈Ἥρῃ〉 δ’ οὔτι τόσον νεμεσίζομαι“ (Θ 407. |
| book 166-7b.5.1 | 421)· πῶς γὰρ ἡ Ἶρις καίτοι ἔμφρων οὖσα πρὸς τηλικοῦτον ἐθρασύ‐ |
| book 166-7b.5.2 | νετο θεὸν λέγειν ἀφ’ ἑαυτῆς „σὸν δ’ οὐκ ὄθεται φίλον ἦτορ“ (Ο 182); T |
| book 166-7c.1 | 〈οὐκ ὄθεται ... / ἶσον ἐμοὶ φάσθαι:〉 οὐκ ἐπιστρέ‐ |
| book 166-7c.2 | φεται τοῦ μὴ ἰσηγορεῖν, ἀλλ’ ἰσηγορεῖ δηλονότι. b(BCE3)T |
| book 167.1 | 〈στυγέουσι:〉 καταπλήσσονται· „κατὰ δ’ ἔστυγον αὐ‐ |
| book 167.2 | τήν“ (κ 113). b(BCE3E4)Til |
| book 169.1 | 〈κατ’ Ἰδαίων:〉 ὅτι Ζηνόδοτος γράφει „ἐξ Ἰδαίων“. ἁρ‐ |
| book 169.2 | μόζει δὲ μᾶλλον τὸ κατ’ Ἰδαίων· κατάβασιν γὰρ δηλοῖ, A Til |
| book 169.3 | ὡς „οἵη τ’ Ἄρτεμις εἶσι κατ’ οὔρεοσ“ (ζ 102). Til |
| book 170a.1 | 〈πτῆται νιφὰς ἠὲ χάλαζα:〉 ταχέως φέρηται. b |
| book 170a.2 | (BCE3)Til τούτοις δὲ εἴκασται, ἃ καὶ σημαίνει ἡ Ἶρις. b(BCE3 |
| book 170a.3 | E4)Til |
| book 170b | 〈νιφὰς ἠὲ χάλαζα:〉 ὅτι διέσταλκε νιφάδα καὶ χάλαζαν. Aim |
| book 170c | ἠὲ χάλαζα: παραπληρωματικὸν τῇ πιπτούσῃ χιόνι. T |
| book 170-1a1.1 | 〈πτῆται νιφὰς ἠὲ χάλαζα / ψυχρὴ ὑπαὶ ῥιπῆς αἰ‐ |
| book 170-1a1.2 | θρηγενέος Βορέαο:〉 νιφὰς (170) μὲν ἡ χιών, χάλαζα (170) δὲ |
| book 170-1a1.3 | πεπηγὸς ὕδωρ μετὰ βροχῆς. θέλει δὲ σημᾶναι τὴν ὀρθὴν αὐτῆς πο‐ |
| book 170-1a1.4 | ρείαν. τὴν δὲ Ἥραν ὡς βασιλίδα νοῒ εἴκασεν (sc. Ο 80—3). τὸ δὲ |
| book 170-1a1.5.1 | ῥιπῆς (171) ῥίψεως· ῥίψει γὰρ παραπλήσιόν τι πάσχουσιν οἱ ἄνε‐ |
| book 170-1a1.5.2 | μοι. Til |
| book 170-1b1.1 | 〈πτῆται νιφὰς ἠὲ χάλαζα / ψυχρὴ ὑπαὶ ῥιπῆς |
| book 170-1b1.2 | αἰθρηγενέος Βορέαο:〉 φύσει ψυχρά. πτῆται (170) δὲ ὑπὸ Βο‐ |
| book 170-1b1.3 | ρέου. Til |
| book 170-1a2/b2.1 | νιφὰς δὲ χιών, χάλαζα πεπηγὸς ὕδωρ μετὰ βροχῆς. |
| book 170-1a2/b2.2 | θέλει οὖν σημᾶναι τὴν †ὀρθρίαν† αὐτῆς πορείαν καὶ τὸ τάχος. ψυ‐ |
| book 170-1a2/b2.3 | χρὴ δὲ νιφὰς ἡ φύσει ψυχρά. ῥιπῆς δὲ ῥίψεως· ῥίψει γὰρ παραπλή‐ |
| book 170-1a2/b2.4 | σιόν τι πάσχουσιν οἱ ἄνεμοι. b(BCE3E4) |
| book 171a.1 | ψυχρή {ὑπαὶ ῥιπῆς}: τὸ ψυχρή ἑκατέρῳ δύναται προσ‐ |
| book 171a.2 | δίδοσθαι· ἤτοι γὰρ ψυχρὴ ὑπὸ βορέου ἢ πτῆται ὑπὸ βορέου. A |
| book 171b.1 | αἰθρηγενέος 〈Βορέαο〉: πῶς ἀεὶ νίφων αἰθρηγενής; |
| book 171b.2 | ἤτοι οὖν παρέλκει τὸ ἐπίθετον, ὡς τὸ „πῇ ἔβη Ἀνδρομάχη λευκώλε‐ |
| book 171b.3 | νος;“ (Ζ 377). b(BCE3E4)T ἢ ἀπὸ τοῦ πλεονάζοντος· διασκί‐ |
| book 171b.4 | δνησι γὰρ τὰ νέφη, „σκιόεντα / πνοιῇσιν λιγυρῇσι διασκιδνᾶσιν“ (Ε |
| book 171b.5.1 | 525). οἱ δὲ ὅτι τὸ ψῦχος παρ’ αὐτῷ αἶθρος ὀνομάζεται, b(BE3E4)T |
| book 171b.5.2 | „αἴθρῳ καὶ καμάτῳ δεδμημένοσ“ (ξ 318). T τάχος δὲ δίδωσι τῇ |
| book 171b.5.3 | χιόνι ὁ ἄνεμος, βορρᾶ δὲ πνέοντος νιφετὸς ἐπιγίνεται. καὶ ἀλλαχοῦ |
| book 171b.5.4 | „νὺξ δ’ ἄρ’ ἐπῆλθε κακὴ Βορέαο πεσόντοσ“ (ξ 475). b(BE3E4)T |
| book 174-5.1 | 〈ἀγγελίην τινά τοι,〉 γαιήοχε κυανοχαῖτα, |
| book 174-5.2 | 〈/ ἦλθον δεῦρο φέρουσα παραὶ Διόσ〉: ἐδόξασεν αὐτὸν τοῖς |
| book 174-5.3 | δύο ἐπιθέτοις, καὶ οὐκ ἐντολήν, ἀλλ’ ἀγγελίην αὐτῷ φέρει παρὰ |
| book 174-5.4 | Διός, οἷον ‘οὐχ ἑκοῦσα ἥκω‘, b(BCE3)T ὡς καὶ Ἑρμῆς „Ζεύς με |
| book 174-5.5.1 | γὰρ ἠνώγει δεῦρ’ ἐλθέμεν“ (ε 99) καὶ „τὸ〈ν〉 νῦν ς’ ἠνώγει ἀποπεμ‐ |
| book 174-5.5.2 | πέμεν“ (ε 112). T |
| book 176 | 〈κέλεταί σε:〉 γράφεται „〈σε〉 κέλευε“. Aim |
| book 178.1 | 〈εἰ δέ οἱ οὐκ ἐπέεσσι:〉 ὅτι πτῶσις ἤλλακται, εἰ δὲ |
| book 178.2 | αὐτῷ ἀντὶ τοῦ εἰ δὲ αὐτοῦ τοῖς ἔπεσι· τὸ γὰρ οἷ αὐτῷ ἐστι. Aint |
| book 179a.1 | 〈ἠπείλει〉 κἀκεῖνος 〈ἐναντίβιον πολεμίξων: τὸ〉 |
| book 179a.2 | κἀκεῖνος ἐκ πλήρους, ὃ καὶ Ζηνόδοτος γράφει. πολεμίξων δὲ διὰ |
| book 179a.3 | τοῦ ξ Ἀρίσταρχος, 〈Ζηνόδοτοσ〉 δὲ διὰ τοῦ ζ. | θέλει δὲ εἰπεῖν ὡς, εἰ μὴ |
| book 179a.4 | σὺ ἄπει, ἐκεῖνος ἐλεύσεται πολεμήσων· λείπει δὲ τὸ σοί. T ὁ δὲ |
| book 179a.5.1 | „καὶ“ πρόσκειται, ἵνα δείξῃ ὡς οὐκ ἄρξει Ζεὺς τῆς μάχης, ἀλλ’ ἀμυνό‐ |
| book 179a.5.2 | μενος παρέσται. τὸ δὲ ἠπείλει ἀντὶ τοῦ ἔλεγεν. b(BCE3)T |
| book 179b | καὶ κεῖνος: ἐκ πλήρους τὸν σύνδεσμον Ἀρίσταρχος. Aim |
| book 179c | 〈πολεμίζων:〉 Ζηνόδοτος διὰ τοῦ ζ. Ail |
| book 180 | 〈ὑπεξαλέασθαι:〉 φυλάξασθαι. παρέλκουσι δὲ αἱ προθέ‐ |
| book 180 | σεις. b(BCE3)Til |
| book 181 | 〈σεο:〉 ἀπολύτως. Til |
| book 182-3a.1 | 〈καὶ γενεῇ πρότερος—καὶ ἄλλοι:〉 οἱ ἀστε‐ |
| book 182-3a.2 | ρίσκοι, ὅτι ἐντεῦθεν μετάκεινται ἄνω, οὐχ ὑγιῶς. Aim |
| book 182-3b.1 | σὸν δ’ οὐκ ὄθεται φίλον ἦτορ 〈/ ἶσόν οἱ φάσθαι〉: |
| book 182-3b.2 | τὸ δὲ σὸν ἦτορ ἐπιβάλλεται αὐτῷ ἰσηγορεῖν καὶ οὐκ ἐπιστρέφεται. T |
| book 182 | 〈γενεῇ:〉 τῷ χρόνῳ τῆς ἡλικίας. b(BCE3)Til |
| book 183.1 | τὸν δὲ στυγέουσι καὶ ἄλλοι: ὅτι τὸ στυγέουσιν |
| book 183.2 | ἀπὸ μιᾶς ἀρχῆς ἐν διαφορᾷ μετάγεται, νῦν μὲν δεδίασιν, ὅταν δὲ εἴπῃ |
| book 183.3 | „σμερδαλέ’ εὐρώεντα, τά τε στυγέουσι θεοί περ“ (Υ 65), ἀντὶ τοῦ μι‐ |
| book 183.4 | σοῦσιν· „κατὰ δ’ ἔστυγε μῦθον ἀκούσασ“ (Ρ 694) κατεστύγνασεν, |
| book 183.5 | ἀπὸ τῆς κατὰ τὸ πρόσωπον στυγνότητος. A |
| book 185.1 | ὑπέροπλον: ὑπὲρ ἑαυτόν, οἷον μείζω λόγον εἶπεν, ὑπὲρ |
| book 185.2 | τὴν διάνοιαν αὐτοῦ. ἡ μεταφορὰ ἀπὸ τῶν μὴ ἀναλογούντων ὅπλων. |
| book 185.3 | b(BCE3E4)T |
| book 186 | ὁμότιμον: ὁ μὲν τὸ τῆς ἡλικίας (cf. Ο 166. 182), ὁ δὲ τὸ τῆς |
| book 186 | φύσεως προβάλλεται ὅτι ἀδελφός. T |
| book 187a.1 | τρεῖς γάρ τ’ ἐκ Κρόνου 〈εἰμὲν ἀδελφεοί〉: διὰ τῶν |
| book 187a.2 | δύο κκ γράφοντος Ἀριστάρχου ἐκ Κρόνου, οὐ κατεπείγει διαστέλ‐ |
| book 187a.3 | λειν, ὥς τινες ἀξιοῦσιν, ἐπὶ τὸ εἰμέν· μὴ κειμένης γὰρ τῆς προθέσεως |
| book 187a.4 | ὁμολογοῦμεν ὡς ἀμφίβολος ἦν ἡ προφορὰ συναπτομένη, νῦν δὲ οὐ |
| book 187a.5 | κατεπείγει. A |
| book 187b.1 | ἐκ Κρόνου: οὕτως Ἀρίσταρχος διὰ τῶν δύο κκ Aim T |
| book 187b.2 | καὶ πολλοὶ τῶν ἀπὸ τῆς σχολῆς. εἰ δὲ εἴη „τε Κρόνου“, λείπει ἡ ἔξ |
| book 187b.3 | πρόθεσις, ὡς ἐν τῷ „αἱ δὲ βόες χρυσοῖο τετεύχατο“ (Σ 574). T |
| book 187c.1 | Ῥέα: οἱ μὲν ἐκτείνουσι τὸ α, ἐπὶ δὲ τοῦ ἐπιρ〈ρ〉ήματος |
| book 187c.2 | συστέλλουσιν· οἱ δέ φασι δεῖν συστέλλειν, ἵνα δάκτυλος γένηται, ὡς |
| book 187c.3 | τὸ „καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα“ (Γ 237), „ἀνδρόμεα κρέα“ (ι 347), |
| book 187c.4 | „ἕσσατο τεύχεα“ (Η 207). A T |
| book 188.1 | 〈ἐνέροισιν:〉 τοῖς ἐν τῇ γῇ, ὅθεν καὶ „ἔραζε“ (Μ 156 al.) |
| book 188.2 | καὶ „ἐριπών“ (Ε 309 al.) καὶ „ἠρίον“ (Ψ 126). Til |
| book 189a1.1 | 〈τριχθὰ δὲ πάντα δέδασται:〉 πῶς δέ φησιν |
| book 189a1.2 | „γαῖα δ’ ἔτι ξυνὴ 〈πάντων〉 καὶ μακρὸς Ὄλυμποσ“ (Ο 193); Κράτης |
| book 189a1.3 | ἐν δευτέρῳ Ὁμηρικῶν (fr. 40 a M.) καὶ Στησίμβροτος (FGrHist 107, |
| book 189a1.4 | 24) „πάντ’ ἂ“ οὕτως „δέδασται“. A |
| book 189a2.1 | τινὲς „πάντ’ ἃ δέδασται“. εἴασε δὲ τὸ τ, ὡς ἐν τῷ „ἐπίστιόν |
| book 189a2.2 | ἐστιν ἑκάστῳ“ (ζ 265). T |
| book 189b | 〈τριχθὰ δὲ πάντα δέδασται:〉 ὅτι τὸ πάντα κατὰ |
| book 189b | παρολκήν, ὡς „οἱ δ’ ἐννέα πάντες ἀνέσταν“ (Η 161). Aint |
| book 189c.1 | τριχθὰ δὲ πάντα δέδασται: δοκεῖ ἐναντιοῦσθαι πρὸς |
| book 189c.2 | τὸ πάντα τὸ „γαῖα δ’ ἔτι ξυνὴ πάντων“ (Ο 193)· οὐ γὰρ ἔτι πάντα |
| book 189c.3 | δέδασται. λύοιτο δ’ ἂν τῇ λέξει· τὸ γὰρ πάντα ἢ παρέλκει, ὡς ἐπὶ τοῦ |
| book 189c.4 | „δέκα πάντα τάλαντα“ (Ω 232)—ἐὰν δὲ λάβωμεν αὐτὸ περισσόν, τί |
| book 189c.5.1 | λοιπὸν δέδασται; —ἢ ἀντὶ τοῦ πλεῖστα· συνεχῶς γὰρ τὸ πάντα ἐπὶ |
| book 189c.5.2 | τοῦ πλεονάζοντος τίθεται. b(BCE3)T |
| book 189c.1 | τριχθὰ δὲ πάντα δέδασται; φυσικὴ φαίνεται διάταξις |
| book 189c.2 | γεγενημένη· ὁ μὲν γὰρ—ἀνθρώπων ἀπωλείας. A |
| book 189c | τριχθὰ δὲ πάντα δέδασται: καὶ ἔμπροσθεν περὶ τούτου |
| book 189c.10.1 | εἴρηται ἱκανῶς, | ὅτε ἐλέγομεν περὶ τοῦ „ἢ οὐ μέμνῃ, ὅτε τ’ ἐκρέμω“ |
| book 189c.10.2 | (Ο 18), | ἀκριβέστερον δὲ καὶ νῦν· διὰ γὰρ τούτων—πλεο‐ |
| book 189c.10.3 | ναζόντων ὑγρῶν. A |
| book 189d.1 | 〈τιμῆς:〉 βασιλικῆς δηλονότι, ὡς „τιμῆς τῆς Πριάμου“ |
| book 189d.2 | (Υ 181). Til |
| book 190-1a.1 | 〈ἤτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεί / |
| book 190-1a.2 | παλλομένων:〉 ἐπὶ τὸ αἰεί βραχὺ διασταλτέον. Aim |
| book 190-1b.1 | ἤτοι ἐγὼν 〈ἔλαχον πολιὴν ἅλα— / παλλο‐ |
| book 190-1b.2 | μένων〉: οὐ πάντως πρῶτος, ἐπεὶ προτέτακται (cf. Ο 191—2). δι‐ |
| book 190-1b.1 | δάσκει δὲ κλήρῳ ποιεῖσθαι τὰς διανομὰς καὶ μὴ φθονεῖν τοῖς περὶ κλῆ‐ |
| book 190-1b.2 | ρον εὐτυχήσασιν. ὁ δὲ κλῆρος τὸ εὐνοϊκὸν δείκνυσι τοῦ Διός· οὐ γὰρ |
| book 190-1b.5.1 | ἀθετεῖ τοὺς ἀδελφούς, καὶ ταῦτα δυνάμενος αὐτῇ γῇ καὶ θαλάσσῃ πάν‐ |
| book 190-1b.5.2 | τας ἀνέλκειν (cf. Θ 18—26). b(BCE3)T |
| book 190.1 | πολιὴν ἅλα: ὅτι τὴν κεφαλὴν ἔχει ἀφρίζουσαν. οὕτω δὲ |
| book 190.2 | καὶ τὸ θέρος διὰ τὴν τοῦ σίτου ξηρασίαν. b(BCE3E4)T οἱ δὲ |
| book 190.3 | τὴν πολλήν· πλείων γὰρ τῆς γῆς. b(BE3E4)T καὶ ἡ πολιὰ δὲ |
| book 190.4 | σημεῖον χρόνου πολλοῦ ἐστιν. T |
| book 191.1 | 〈ζόφον ἠερόεντα:〉 τὰ ἀφώτιστα τῆς γῆς μέρη καὶ τὸν |
| book 191.2 | περὶ γῆν ὑγρὸν ἀέρα. b(BCE3E4)Til |
| book 192-3.1 | Ζεὺς δ’ ἔλαχ’ οὐρανὸν 〈εὐρὺν—μακρὸς |
| book 192-3.2 | Ὄλυμποσ〉: πάντα τὸν ὑπὲρ γῆς ἀέρα τῷ Διΐ φησι δοθῆναι, διὰ |
| book 192-3.3 | μὲν τῶν νεφελῶν τὸν φωτιζόμενον ἀέρα, ὅπερ ἐστὶν ἀπὸ γῆς ἕως νε‐ |
| book 192-3.4 | φελῶν, διὰ δὲ τοῦ αἰθέρος τὸν ὑπὲρ τὰ νέφη τόπον, ὃν καὶ „οὐρανόν“ |
| book 192-3.5.1 | (cf. Δ 44. Ε 769 al.) ὀνομάζει. b(BCE3E4)T ἔστι δὲ οὗτος ἄχρι |
| book 192-3.5.2 | τῆς ζώνης τῆς σελήνης καὶ τῶν πλανητῶν. ἀμέλει καὶ πύλας οὐρανοῦ |
| book 192-3.5.3 | τὰ νέφη ὀνομάζει (sc. Ε 749. Θ 393), b(BE3E4)T „ἠμὲν ἀνα‐ |
| book 192-3.5.4 | κλῖναι πυκινὸν νέφοσ“ (Ε 751. Θ 395). T πιθανῶς δὲ εἶπε κοινὴν |
| book 192-3.5.5 | ἁπάντων εἶναι τὴν γῆν (cf. 193)· αἱ γὰρ ἄνωθεν ἀπὸ Διὸς βολαὶ ἐπὶ |
| book 192-3.10.1 | ταὐτὸν φέρονται ὑετοῦ καὶ χιόνος καὶ χαλάζης καὶ κεραυνῶν, ἥ τε τοῦ |
| book 192-3.10.2 | Ἅιδου μοῖρα ὑπὸ γῆν ἐστι, καὶ τὸ περιέχον τὸ ὕδωρ οὐδὲν ἄλλο |
| book 192-3.1 | ἐστὶν ἢ γῆ. b(BE3E4)T | Ζεὺς οἱ μὲν αἰθήρ, οἱ δὲ ὁ διοικῶν τὰ πάντα |
| book 192-3.2 | λόγος, οἱ δὲ τὸ ἡγεμονικὸν τοῦ κόσμου. εἴρηται δὲ παρὰ τὸ ζῶ· τοῦ |
| book 192-3.3 | γὰρ ζῆν αἴτιος. Ποσειδῶν δὲ τὸ συνέχον τὴν θάλασσαν αἴτιον καὶ ἡ |
| book 192-3.15.1 | αὐτῆς θεία δύναμις, ἐπεὶ πόσεως αἴτιος· b(BCE3E4)T διηθουμέ‐ |
| book 192-3.15.2 | νης γὰρ θαλάσσης ἐκρέουσι ποταμοί, καὶ ὑετοὶ νάματα ἀπὸ θαλάσσης |
| book 192-3.15.3 | ἔχουσιν. καὶ Ἀττικοὶ τὸν περὶ χειμερίους τροπὰς μῆνα †ποσειδῶνα† |
| book 192-3.15.4 | καλοῦσιν· b(BE3E4)T Ἀνακρέων (fr. 17 P. [P.M.G. 362] = |
| book 192-3.15.5 | fr. 7 G.) „μεὶς μὲν δὴ †ποσειδηΐων† / ἕστηκεν, †νεφέλη δ’ ὕδωρ / βαρὺ |
| book 192-3.20.1 | δ’ ἄγριοι / χειμῶνες κατάγουσι톓. T ὁ δὲ Ἀϊδωνεὺς παρὰ τὸ |
| book 192-3.20.2 | ἄω τὸ πνέω· οὐ γὰρ μόνον τὰς ψυχὰς συνέχει, αἵ εἰσι πνεῦμα, καὶ τοῖς |
| book 192-3.20.3 | καρποῖς δὲ αἴτιος ἀναπνοῆς καὶ αὐξήσεως, ἀφ’ ὧν ἡμεῖς πνέομεν· διὸ |
| book 192-3.20.4 | καὶ Ζεὺς καταχθόνιος, ὅτι ζῆν ποιεῖ, καὶ Πλούτων, ὅτι πλουτεῖν. οἱ δὲ |
| book 192-3.20.5 | παρὰ τὸ μὴ ὁρᾶσθαι ἢ ἀφανεῖς ἡμᾶς ποιεῖν. b(BE3E4)T |
| book 192.1 | 〈εὐρύν:〉 ὅτι Ζηνόδοτος „αἰπύν“. τοῦτο δὲ ὄρους ἐπίθε‐ |
| book 192.2 | τον. Aim |
| book 193a.1 | γαῖα δ’ ἔτι ξυνὴ 〈πάντων καὶ μακρὸς Ὄλυμ‐ |
| book 193a.2 | ποσ〉: κοινὴ ὅλων τῶν στοιχείων ἡ γῆ, καθότι ἐν αὐτῇ εὑρίσκεται |
| book 193a.3 | —γίγνονται, ὥσπερ κατὰ τὴν Αἴτνην ἐν Σικελίᾳ καὶ περὶ τοὺς |
| book 193a.4 | Ἡφαίστου κρητῆρας, ὁμοίως δὲ καὶ περὶ Κράγον Λυκίας καὶ ὅσα |
| book 193a.5.1 | τοιαῦτα. ὁμοίως δὲ καὶ ὁ ἀὴρ—κέκτηται στοιχείων. | ἡ διπλῆ |
| book 193a.5.2 | δέ, ὅτι συναφὴς τῇ γῇ ὁ Ὄλυμπος ὡς ἂν ὄρος. τὸ δὲ ὅμοιον πε‐ |
| book 193a.5.3 | ποίηκε καὶ ἐν Ὀδυσσείᾳ, „ναιετάω δ’ Ἰθάκην εὐδείελον, ἐν δ’ ὄρος |
| book 193a.5.4 | αὐτῇ / Νήριτον, εἰνοσίφυλλον“ (ι 21—2)· κεχώρικε γὰρ τὸ ὄρος τῆς |
| book 193a.5.5 | Ἰθάκης, οὐχ ὡς μὴ ὂν ἐπ’ αὐτῆς, καθάπερ καὶ τὸν Ὄλυμπον ἐπίγειον |
| book 193a.10.1 | ὄντα τῆς γῆς· εἰ γὰρ ὁ αὐτὸς τῷ οὐρανῷ ἢ μέρος ἐπουράνιον, οὐκ ἦν |
| book 193a.10.2 | κοινός, ἀλλ’ ἴδιος τοῦ Διός. A |
| book 193b1.1 | 〈γαῖα δ’ ἔτι〉 ξυνὴ πάντων 〈καὶ μακρὸς Ὄλυμ‐ |
| book 193b1.2 | ποσ〉: οἱ μὲν τῶν Κρονιδῶν, οἱ δὲ ὅλων τῶν θεῶν, ἵνα πάντας τιμῶμεν |
| book 193b1.3 | ὡς ἐφορῶντας τὰ ἀνθρώπεια, οἱ δὲ τὰ τέσσαρα στοιχεῖά φασιν αὐτὸν |
| book 193b1.4 | λέγειν, Δία 〈αἰθέρα〉, Ποσειδῶνα ὕδωρ, Ἅιδη〈ν〉 ἀέρα· εἶτα γῆ, | |
| book 193b1.5.1 | καὶ κατ’ ἐξοχὴν ἐν αὐτῇ ὁ Ὄλυμπος, ὅτι συναφὴς τῇ γῇ ὁ Ὄλυμπος |
| book 193b1.5.2 | ὡς ὄρος. τὸ δὲ ὅμοιον πεποίηκε καὶ ἐν Ὀδυσσείᾳ, „ναιετάω δ’ Ἰθάκην |
| book 193b1.5.3 | εὐδείελον, ἐν δ’ ὄρος αὐτῇ / Νήριτον“ (ι 21—2)· κεχώρικε γὰρ τὸ |
| book 193b1.5.4 | ὄρος τῆς Ἰθάκης. T |
| book 193b2.1 | εἰκότως {δὲ} συνάπτει τὴν γῆν τῷ Ὀλύμπῳ ὡς ὄρει· κατ’ |
| book 193b2.2 | ἐξοχὴν γὰρ Ὄλυμπος καὶ γῆ κοινὰ τοῖς πᾶσίν εἰσιν. b(BE3E4) |
| book 194.1 | τῶ ῥα καὶ οὔ τι Διὸς βέομαι φρεσίν: διὸ οὐκ ἂν |
| book 194.2 | κατὰ τὴν αὐτοῦ γνώμην βιώσομαι, ἀλλὰ κατὰ τὴν ἐμαυτοῦ. Δημήτριος |
| book 194.3 | (fr. 17 St.) δὲ ἀποβήσομαι, εἴξω· οὕτως ἔχειν καὶ τὸ „οὐ γάρ μοι δη‐ |
| book 194 | ρὸν βέῃ“ (Π 852), οὐ προβήσῃ κατὰ τὸ ζῆν πολὺν χρόνον. A |
| book 194.5.1 | βέομαι: ἐπιστρέφομαι, διὰ φροντίδος ἔχω, παρὰ τὴν βίαν. |
| book 194.5.2 | τινὲς δὲ οὐκ ἀποσοβηθήσομαι τῆς βοηθείας διὰ τὸν Δία, ὡς τὸ „ὄφρ’ |
| book 194.5.3 | ἂν ἐγὼ βείω προτὶ Ἴλιον“ (Ζ 113). b(BCE3)T φησὶν οὖν ὅτι |
| book 194.5.4 | τοῦ κοινοῦ πάντων ἀπελαύνομαι χωρίου. b(BE3)T |
| book 196a1.1 | χερσὶ δὲ μή τί με πάγχυ κακὸν 〈ὣς δειδισ‐ |
| book 196a1.2 | σέσθω〉: τινὲς ‘ὡς κακὸν ταῖς χερσίν‘. οἱ δὲ ‘μὴ δειδισσέσθω με χερ‐ |
| book 196a1.3 | σὶν ἢ πάγχυ δειδισσέσθω‘. καταλιμπάνει δὲ νοεῖν ὅτι Ζεὺς ἰσοπάλῳ |
| book 196a1.4 | ἀπειλεῖ. T |
| book 196a2.1 | μηδαμῶς με, φησίν, ὡς πάγχυ κακὸν ἐκφοβείτω. καταλιμ‐ |
| book 196a2.2 | πάνει δὲ νοεῖν ὅτι ὁ Ζεὺς ἰσοπάλῳ ἀπειλεῖ. b(BCE3) |
| book 196a2.1 | χερσὶ δὲ μή τί με πάγχυ κακὸν ὣς δειδισσέσθω: |
| book 196a2.2 | ὁ νοῦς· μηδὲ ὡς χερσὶ κακὸν ὄντα εἰς δέος ἀγέτω· ἢ ὡς κακὸν ὄντα εἰς |
| book 196a2.5 | τὸν διὰ χειρῶν ἀγέτω πόλεμον· ἢ ὡς χερσὶν ὑπερέχων. A |
| book 197a.1 | 〈θυγατέρεσσιν:〉 τὰς θηλείας προέταξε πρὸς καταβι‐ |
| book 197a.2 | βασμόν. b(BCE3E4)Til |
| book 197b.1 | 〈υἱάσι:〉 πλεονασμὸν ἔχει τοῦ α διὰ τὴν „υἷι“ (Β 20 al.). |
| book 197b.2 | τινὲς δὲ „υἱέσι“, ὅπερ ἐστὶν Ἀττικὸν ἁμάρτημα. Til |
| book 197c.1 | κέρδιον εἴη: Ἀρίσταρχος „βέλτερον εἴη“. A Aim οἱ |
| book 197c.2 | δὲ εἰκαιότεροι γράφουσι κέρδιον εἴη· Ἀριστοφάνης „κάλλιον |
| book 197c.3 | εἴη“. A |
| book 198a.1 | 〈ἐκπάγλοις:〉 ὑπερηφάνοις b(BCE3)Til ἢ ὑπερ‐ |
| book 198a.2 | έχουσιν. b(BCE3) |
| book 198b | ἐνισσέμεν: ἐπιπλήσσειν, παρὰ τὴν ἐνιπήν. b(BCE3E4)Til |
| book 199a.1 | οἵ ἑθεν: ἡ ἕθεν νῦν ἀπόλυτός ἐστι καὶ ἐγκλιτική· διὸ τὸ |
| book 199a.2 | οἱ ἄρθρον ὀξυτονοῦμεν. A |
| book 199b.1 | 〈ὀτρύνοντος:〉 κελεύοντος ἢ ἐπιτάσσοντος. b(BE3)Til |
| book 199b.2 | οἱ δὲ ‘καὶ μὴ ὑβρίζοντος, ἀλλὰ μόνον λέγοντοσ‘. Til |
| book 201-2.1 | οὕτω γὰρ δή 〈τοι〉 γαιήοχε〈— / ἀπηνέα τε |
| book 201-2.2 | κρατερόν τε〉: ἐπειδὴ ἐπὶ τὸ τραχύτερον προῆκται τὰ τῆς ἀποκρί‐ |
| book 201-2.3 | σεως, ἐξεῦρεν ὅμοιον ἦθος διαφυλάξαι τῶν ὀργιζομένων, καταπαῦσαι |
| book 201-2.4 | δὲ τὴν ἁψιμαχίαν διὰ τῆς Ἴριδος. ἔχει δέ τι ἦθος ὁ λόγος· οὐ γὰρ |
| book 201-2.5.1 | ἀποτρέπουσα αὐτὸν συμβουλεύει ὅτι οὐ χρὴ τόδε πράττειν, ἀλλ’ |
| book 201-2.5.2 | ἠθικῶς πυνθάνεται, εἰ βούλεται ἀπηνῆ λόγον καὶ κρατερὸν ἀπαγγεῖ‐ |
| book 201-2.5.3 | λαι αὐτὴν τῷ Διΐ. καὶ ἑξῆς πάλιν τὸ ὅμοιον σχῆμα τοῦ λόγου· οὐ γὰρ |
| book 201-2.5.4 | λέγει ‘μετάστρεψον‘, ἀλλ’ „ἤ τι μεταστρέψεις;“ (Ο 203), πάλιν πυν‐ |
| book 201-2.5.5 | θανομένη. χρηστὸν δὲ πρὸς μίμησιν ἦθος ἀγγέλου παρέλαβεν. b |
| book 201-2.10 | (BCE3E4)T |
| book 203.1 | στρεπταὶ 〈μέν τε φρένες ἐσθλῶν: στρεπταὶ〉 πρὸς |
| book 203.2 | τὰ ἐσθλά, φαύλων δὲ πρὸς τὰ φαῦλα. b(BCE3E4)T ἐν βραχεῖ δὲ |
| book 203.3 | τὸ Ἡσιόδου περιείληφεν· „ἐσθλὸς δ’ αὖ κἀκεῖνος, ὃς εὖ εἰπόντι †πείθη‐ |
| book 203.4 | ται“ (opp. 295). b(BCE3)T |
| book 204a.1 | οἶσθ’ ὡς πρεσβυτέροισιν 〈Ἐρινύες αἰὲν ἕπον‐ |
| book 204a.2 | ται〉: ὅτι τοῦτο παρ’ ἑαυτῆς προσέθηκεν ἡ Ἶρις. καὶ τὰ ἐν τοῖς |
| book 204a.3 | ἐπάνω οὖν οὐχ ὑπὸ Διὸς εἴρηται „καὶ γενεῇ πρότεροσ“ (Ο 166). A |
| book 204b.1 | οἶσθ’ ὡς πρεσβυτέροισι〈ν Ἐρινύες αἰὲν ἕπον‐ |
| book 204b.2 | ται〉: τοῦτο δυνατόν ἐστι καὶ ἐν ἐρωτήσει καὶ ἐν ἀποφάσει προάγειν. |
| book 204b.3 | b(BCE3E4)T ἕπονται δὲ ἀντὶ τοῦ ἀκολουθοῦσι καὶ συμ‐ |
| book 204b | μαχοῦσι. b(BCE3)T πιθανῶς δὲ πρὸς τὸν λέγοντα „μή τί με |
| book 204b.5.1 | πάγχυ κακὸν ὣς δειδισσέσθω“ (Ο 196) οὐκέτι φησὶν ὅτι ἰσχυρότερός |
| book 204b.5.2 | σού ἐστιν, ἀλλὰ πρεσβύτερος· τὸ γὰρ τοῦ γήρως πλεονέκτημα |
| book 204b.5.3 | †ἐπίφθονον. b(BCE3E4)T |
| book 206a.1 | 〈Ἶρι θεά, μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔει‐ |
| book 206a.2 | πες:〉 Ζηνόδοτος ἐσημειώσατο. T |
| book 206b.1 | τοῦτο ἔπος: ἢ τὸ „στρεπταὶ μέν τε φρένες ἐσθλῶν“ (Ο |
| book 206b.2 | 203) ἢ τὸ „ὡς πρεσβυτέροισιν Ἐρινύεσ“ (Ο 204) ἤ, ὃ καὶ ἄμεινον, πάν‐ |
| book 206b.3 | τα τὸν λόγον τῆς Ἴριδος. b(BCE3E4)T |
| book 207a.1 | ἐσθλὸν καὶ τὸ τέτυκται, 〈ὅτ’ ἄγγελος αἴσιμα |
| book 207a.2 | εἰδῇ〉: καὶ Εὐριπίδης· „ἐν ἀγγέλῳ γὰρ κρυπτὸς ὀρθοῦται λόγοσ“ |
| book 207a.3 | (Aesch. Cho. 773). „ἄγγελον ἐσθλὸν ἔφα τιμὰν μεγίσταν πράγματι |
| book 207a.4 | παντὶ φέρειν“ Πίνδαρος (P. 4, 278). b(BCE3E4)T |
| book 207b | 〈εἰδῇ:〉 Ζηνόδοτος διὰ τοῦ π „εἴπῃ“. Aim |
| book 209a.1 | 〈ὁππότ’ ἂν ἰσόμορον καὶ〉 ὁμῇ πεπρωμένον |
| book 209a.2 | 〈αἴσῃ〉: καταχρηστικῶς ἐπὶ θεῶν ἡ πεπρωμένη· ἢ ἀπὸ πρώτης γε‐ |
| book 209a.3 | νέσεως μέχρι τέλους ἐνεχόμενον. T τὸ δὲ ὁπόταν b(BCE3)T |
| book 209a | ἀντὶ τοῦ ἡνίκα ἢ μᾶλλον ἀντὶ τοῦ ὅτι. b(BCE3E4) |
| book 209b.1 | 〈ὁμῇ πεπρωμένον αἴσῃ:〉 ὁμοίᾳ μοίρᾳ μεμερισμένον. |
| book 209b.2 | b(BCE3)Til |
| book 209c1.1 | {καὶ} ὁμῇ {πεπρωμένον}: περισπαστέον κατὰ δοτικὴν |
| book 209c1.2 | πτῶσιν, ὁμοίως ἐπιθετικῷ τῷ θερμῇ· καὶ γὰρ ὁμὸς αὐτοῦ τὸ ἀρσενι‐ |
| book 209c1.3 | κὸν ὁμοίως κατ’ ὀξεῖαν τάσιν, „οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόοσ“ (Δ |
| book 209c1.4 | 437)· καὶ τὸ οὐδέτερον „ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένοσ“ (Ν 354). |
| book 209c1.5.1 | παράκειταί τε τὸ ἐπίρρημα τὸ εἰς ως λῆγον περισπώμενον ὡς θερμῶς· |
| book 209c1.5.2 | „ὁμῶς δέ τοι ἤπια οἶδεν“ (ν 405). A |
| book 209c2 | περισπαστέον δὲ τὸ ὁμῇ. T |
| book 210.1 | χολωτοῖσιν: πικροῖς, παρὰ τὴν χολήν. ἢ εἰς χόλον ἐρε‐ |
| book 210.2 | θίζουσιν. b(BCE3E4)T |
| book 211a1.1 | 〈νῦν μέν κε:〉 Ἀρίσταρχος „νῦν μέν γε“, ἄλλοι δὲ νῦν |
| book 211a1.2 | μέν κε. Aim |
| book 211a2 | διὰ τοῦ γ „μέν γε“. Til |
| book 211b.1 | 〈νεμεσσηθείς:〉 μεμψάμενος αὐτῷ καὶ καταγνούς· ἢ |
| book 211b.2 | μεμπτὸν ἡγησάμενος τὸ ἀντειπεῖν ἐκείνῳ. b(BCE3E4)Til |
| book 212a.1 | ἄλλο δέ τοι ἐρέω 〈καὶ ἀπειλήσω τό γε θυμῷ〉: |
| book 212a.2 | ἀπὸ τούτου ἕως τοῦ „ἴστω τοῦθ’ ὅτι νῶϊν“ (Ο 217) ἀθετοῦνται |
| book 212a.3 | στίχοι ἕξ, ὅτι εὐτελῆ τὰ κατὰ τὴν σύνθεσιν καὶ τὰ κατὰ τὴν διάνοιαν· |
| book 212a.4 | προειπὼν γὰρ „νεμεσσηθεὶς ὑποείξω“ (Ο 211) οἱονεὶ μεταμεληθεὶς |
| book 212a.5.1 | ἐπιφέρει ἀπειλήσω. ὅ τε Ποσειδῶν ἐπίσταται ὅτι οὐκ εἰς τέλος φείσε‐ |
| book 212a.5.2 | ται τῆς πόλεως, ἀλλ’ ὅσον μόνον ἕνεκα τοῦ τιμῆσαι τὸν Ἀχιλλέα |
| book 212a.1 | ἐπαμύνει τοῖς Τρωσί. τά τε τῶν θεῶν ὀνόματα μετενήνοχέ τις ἀπὸ τῆς |
| book 212a.2 | θεομαχίας (sc. Υ 33—6), συναθροίσας τῶν ἐναντιουμένων τοῖς βαρβά‐ |
| book 212a.3 | ροις θεοῖς, οὐκέτι ἐπιστήσας ὡς οὔτε τῷ Ἑρμῇ οὔτε τῷ Ἡφαίστῳ |
| book 212a.10.1 | ἔμελεν ἰδίᾳ τὰ τῆς πορθήσεως, ἀλλ’ ἕνεκα τῆς ἀντικαταστάσεως μόνον |
| book 212a.10.2 | παρείληφεν αὐτούς. A |
| book 212b.1 | ἄλλο δέ τοι ἐρέω 〈καὶ ἀπειλήσω τό γε θυμῷ〉: |
| book 212b.2 | εὐσχήμονα τὴν ἀπαλλαγὴν ὁρίζεται, ἐπανατείνων τὴν ὀργὴν εἰς |
| book 212b.3 | ὕστερον, ὡς καὶ Ἀχιλλεὺς „τῶν δ’ ἄλλων, ἅ μοί ἐστιν“ (Α 300). | ἀθε‐ |
| book 212b.4 | τοῦνται δὲ οἱ ἕξ· πρὸς τί γὰρ ἡ ἀπειλή; ἀλλά φαμεν ὡς εὐπρεπῶς |
| book 212b.5.1 | ἐκστῆναι θέλει. εἰ δὲ ἤκουσεν ὡς ἁλώσεται Ἴλιος, πῶς νῦν ἀπιστεῖ; |
| book 212b.5.2 | ἀλλὰ καὶ Ἀγαμέμνων „ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται“ (Δ 169), |
| book 212b.5.3 | καίτοι εἰδὼς παρὰ Κάλχαντος. ἄλλως τε δεῖ ἀντεπαχθῆναι τῷ „ἀλλ’ |
| book 212b.5.4 | ἤτοι νῦν μέν κε“ (Ο 211). b(BE3E4)T |
| book 214a.1 | Ἥρης Ἑρμείω τε 〈καὶ Ἡφαίστοιο〉: τινὲς „Ἥρης |
| book 214a.2 | Ἡφαίστου τε καὶ Ἑρμείαο“. A Til |
| book 214b.1 | 〈Ἑρμείω:〉 Ἰωνικὴ γενικὴ παθοῦσα· εἰ γὰρ ὑγιής, ἔσται |
| book 214b.2 | Ἑρμείεω ὡς „Ἀτρείδεω“ (Β 185 al.). Aint |
| book 215.1 | πεφιδήσεται: ἀπὸ τοῦ φείδω φιδῶ ὡς πείθω πιθῶ, τεύχω |
| book 215.2 | τυχῶ. „τύχησε γὰρ ἐρχομένη νηῦσ“ (τ 291). A b (BCE3)Til |
| book 217 | 〈χόλος:〉 ἔχθρα. Til |
| book 218-9.1 | ὣς εἰπὼν λίπε λαὸν〈— /〉 δῦνε δὲ πόντον |
| book 218-9.2 | 〈ἰών, πόθεσαν δ’ ἥρωες Ἀχαιοί〉: ἡνίκα μὲν σύμμαχον αὐτὸν |
| book 218-9.3 | ἦγε τοῖς Ἀχαιοῖς, ἐκαλλιγράφει τὴν πορείαν αὐτοῦ· νῦν δὲ συνέτεμεν, |
| book 218-9.4 | ἐπεὶ μετὰ λύπης γίνεται. b(BCE3)T |
| book 219.1 | πόθεσαν δ’ ἥρωες 〈Ἀχαιοί〉: ἐπὶ θάτερα γέγονεν αὐ‐ |
| book 219.2 | τοῖς ἡ μεταβολή. b(BCE3)T ταχέως δὲ ἔφρασεν, ὅσον ἦν ὄφελος |
| book 219.3 | ἐκ τοῦ Ποσειδῶνος. T ἥρωες δὲ πάντες οἱ ἐπὶ τὸ Ἴλιον στρα‐ |
| book 219.4 | τευσάμενοι. πολλαὶ δὲ αἰτίαι τῆς ἥττης Ἑλλήνων, Ποσειδῶνος |
| book 219.5.1 | ὑποχώρησις καὶ Ἀπόλλωνος κάθοδος (cf. Ο 236—62) καὶ τῆς αἰγίδος |
| book 219.5.2 | ἐπεισόδιον (cf. Ο 229—30. 318—27). b(BCE3E4)T |
| book 221.1 | ἔρχεο 〈νῦν, φίλε Φοῖβε,〉 μεθ’ Ἕκτορα: ἀντὶ τοῦ πρός |
| book 221.2 | ἢ ἐπί. | πρεπόντως δέ, ὅτε τὸν Ποσειδῶνα μετέστησεν, ἐξέπεμψε τὸν |
| book 221.3 | Ἀπόλλω· οὐ γὰρ ὤφειλεν αὐτὸν τῷ πρεσβυτέρῳ ἀντιτάττειν ἀξιώ‐ |
| book 221.4 | σας ὑπ’ ἐκείνου τιμηθῆναι διὰ τὸ πρεσβύτερον. b(BCE3)T |
| book 223.1 | 〈εἰς ἅλα δῖαν:〉 ὅτι ἀφ’ ἑαυτοῦ ὁ Ζεὺς θάλασσαν δῖαν |
| book 223.2 | καλεῖ. Aint |
| book 225a | οἵπερ νέρτεροι: ὅτι Ζηνόδοτος γράφει „οἵπερ νέρτα‐ |
| book 225a.1 | τοι“. A Til πρὸς οὐδὲν δὲ τὸ ὑπερθετικὸν μετάκειται· τοῦ γὰρ κα‐ |
| book 225a.2 | τωτέρου κατώτερος οὐδείς ἐστιν. ἐνερτέρους δὲ {καὶ} καλεῖ καὶ Οὐρα‐ |
| book 225a.3 | νίωνας (sc. Ε 898) καὶ „ὑποταρταρίουσ“ (Ξ 279) καὶ Τιτᾶνας (cf. |
| book 225a.5 | Ξ 279) τοὺς περὶ Κρόνον θεούς. A |
| book 225b.1 | ἐνέρτεροι: νέρτεροι, T πρὸς σύγκρισιν τῶν ἐν τῇ |
| book 225b.2 | ἔρᾳ διαγόντων μετὰ Ἀϊδωνέως· ἄναξ γοῦν ἐνέρων Ἀϊδωνεύς. b |
| book 225b.3 | (BCE3E4)T ἔστιν οὖν ἐνερώτερος ἐνέρτερος κατὰ συγκοπὴν καὶ |
| book 225b.4 | ἀποβολῇ νέρτερος. b(BCE3)T |
| book 225c | 〈ἀμφίς:〉 ἀντὶ τοῦ περί. Til |
| book 226a.1 | ἠμὲν ἐμοὶ πολὺ κέρδιον 〈ἠδὲ οἷ αὐτῷ〉: ἐμοὶ μὲν |
| book 226a.2 | διὰ τὸ μὴ τιμωρήσασθαι ἀδελφόν, αὐτῷ διὰ τὸ μὴ βληθῆναι· τὸ γὰρ |
| book 226a.3 | „ἀνιδρωτί“ (Ο 228) ἐπὶ Ποσειδῶνος κεῖται, b(BCE3E4)T |
| book 226b1.1 | οἷ αὐτῷ: ὁ Ἀσκαλωνίτης (p. 54 Β.) ἀξιοῖ ἐγκλιτικῶς |
| book 226b1.2 | ἀναγινώσκειν, ἐπεὶ ἀπὸ προσώπου ἐπὶ πρόσωπον ἡ ἀναφορὰ καὶ εἰς |
| book 226b1.3 | ἁπλῆν ἡ μετάληψις· ἀντὶ γὰρ τῆς αὐτῷ δισυλλάβου. ἄμεινον δὲ πεί‐ |
| book 226b1.4 | θεσθαι τοῖς περισπῶσι διὰ τὸ ἤδη διαστολὴν γεγενῆσθαι διὰ τῆς |
| book 226b1.5.1 | ἐμοί· τὸ γὰρ ἑξῆς τοιοῦτόν ἐστιν ‘ἐμοὶ καὶ αὐτῷ ἔπλετο‘ ὥστε ἀπὸ |
| book 226b1.5.2 | κοινοῦ λαμβάνεσθαι τὸ „ἔπλετο“ (Ο 227) ῥῆμα. ὁμοίως δὲ καὶ ἐπ’ |
| book 226b1.5.3 | ἐκείνου κατ’ ὀρθὸν τόνον ἀνέγνωμεν τὴν οἷ· „Μέντορ, μή ς’ ἐπέεσσι |
| book 226b1.5.4 | παραιπεπίθῃσιν Ὀδυσσεύς / μνηστήρεσσι μάχεσθαι, ἀμυνέμεναι δὲ οἷ |
| book 226b1.5.5 | αὐτῷ“ (χ 213—4)· καὶ τὸ ἑξῆς ἐστι τοιοῦτον· μὴ πεισάτω σε Ὀδυσ‐ |
| book 226b1.10 | σεὺς ἡμῖν μάχεσθαι, αὐτῷ δὲ ἀμύνειν. καὶ καθόλου ἡ οἷ, ὁπότε προηγεῖ‐ |
| book 226b1.1 | ται τῆς αὐτός ἀντωνυμίας κατὰ δοτικὴν πτῶσιν, ὀρθοτονεῖσθαι θέλει, |
| book 226b1.2 | εἴτε εἰς ἁπλῆν εἴη ἡ μετάληψις εἴτε καὶ εἰς σύνθετον· διὸ μεμπτέον |
| book 226b1.3 | ἐκείνην τὴν ἀνάγνωσιν „ἀλλά οἱ αὐτῷ/ Ζεὺς ὀλέσσῃ“ (δ 667—8)· |
| book 226b1.4 | ἐχρῆν γὰρ διὰ τὴν ἐπιφερομένην ἀντιδιαστολὴν κατ’ ὀρθὸν τόνον ἀνα‐ |
| book 226b1.15 | γινώσκεσθαι. A |
| book 226b2.1 | {ἠδέ οἱ αὐτῷ:} καθόλου ὀρθοτονητέον τὴν οἷ, ὅτε προηγεῖ‐ |
| book 226b2.2 | ται τῆς αὐτός κατὰ δοτικήν, σεσημειωμένου τοῦ „†ὧδε οἱ† Ζεὺς ὀλέσειε |
| book 226b2.3 | βίην“ (δ 667—8). T |
| book 227.1 | 〈πάροιθε:〉 χρονικόν ἐστιν ἐπίρρημα τὸ πάροιθε. νεμεσ‐ |
| book 227.2 | σηθείς δὲ ἤτοι μεμπτὸν ἡγησάμενος τὸ ἀντειπεῖν μοι, ἢ αἰδεσθείς, |
| book 227.3 | παρὰ τὴν νέμεσιν. b(BCE3E4) |
| book 229a.1 | 〈λάβ’ αἰγίδα:〉 ὅτι τοῦ Διὸς ἡ αἰγὶς ὅπλον· Ἀπόλλωνι |
| book 229a.2 | γοῦν δίδωσιν. Aint |
| book 229b.1 | λάβ’ αἰγίδα: δύο φησὶν ὁ Σιδώνιος εἶναι τὰς αἰγίδας, τὴν |
| book 229b.2 | μὲν Διός, τὴν δὲ Ἀθηνᾶς, ἄτρωτον σκέπην, ἐφ’ ἧς φησι „ἣν οὐδὲ |
| book 229b.3 | Διὸς δάμνησι κεραυνόσ“ (Φ 401)· καὶ γάρ φησιν ἐν τῇ Β (447)· |
| book 229b.4 | „αἰγίδ’ ἔχους’ ἐρίτιμον“, οὐδενὸς κατεπείγοντος ἔχειν τὸ Διὸς ὅπλον. |
| book 229b.5.1 | ἐν ταὐτῷ δὲ εὑρίσκονται οἱ δύο ἔχοντες αἰγίδας σφίσι· „καὶ τότ’ ἄρα |
| book 229b.5.2 | Κρονίδης ἕλετ’ αἰγίδα“ (Ρ 593) 〈καὶ〉 μετ’ ὀλίγον „ἀμφὶ δ’ Ἀθήνη / |
| book 229b.1 | ὤμοις ἰφθίμοισ〈ι〉 βάλ’ αἰγίδα“ (Σ 203—4). ἄτοπον δὲ ἔγχος μὲν αὐ‐ |
| book 229b.2 | τὴν ἔχειν καὶ περικεφαλαίαν, ὅπλον δὲ μή. καὶ Ἄρης, ὅτε Δία ἐμέμφετο |
| book 229b.3 | (cf. Ε 879—80), εἶπεν ἂν ὡς καὶ τοῖς σοῖς ὅπλοις ὁπλίζεις αὐτὴν καθ’ |
| book 229b.10 | ἡμῶν. T |
| book 229b.1 | Κρόνος χρησμὸν λαβὼν ὅτι ὁ ἴδιος αὐτὸν—αἰγίοχον |
| book 229b.2 | προσαγορευθῆναι. A |
| book 230a.1 | τῇ μάλ’ ἐπισσείων φοβέειν ἥρωας 〈Ἀχαιούς: |
| book 230a.2 | ὅτι πάντας κοινῶς ἥρωας〉 καλεῖ καὶ οὐ μόνον τοὺς βασιλεῖς, ὡς |
| book 230a.3 | Ἴστρος (FGrHist 334, 69). A |
| book 230b.1 | τῇ μάλ’ ἐπισσείων φοβέειν: μάλα φοβεῖν ἢ μάλα |
| book 230b.2 | ἐπισσείων. | Ἄρη δὲ οὐ πέμπει ὡς νεότρωτον, ἢ δι’ Ἀσκάλαφον, |
| book 230b.3 | ὅπως μὴ μετατραπῇ εἰς τοὺς Ἕλληνας. b(BCE3E4)T |
| book 231.1 | σοὶ δ’ αὐτῷ μελέτω: ἀπὸ τούτου ἕως τοῦ „ὥς κε καὶ αὖ‐ |
| book 231.2 | τις Ἀχαιοί“ (Ο 235) ἀθετοῦνται στίχοι πέντε, ὅτι ἄκαιροι οἱ λόγοι, |
| book 231.3 | ἐπὶ τοσοῦτον ἐγεῖραι τὸν Ἕκτορα, ἕως ἐπὶ τὰς ναῦς φύγωσι (cf. Ο |
| book 231.4 | 232—3)· μετὰ δὲ ταῦτα ἐγὼ βουλεύσομαι ὡς δεῖ τοὺς φεύγοντας |
| book 231.5.1 | ἀναπνεῦσαι (cf. Ο 234—5). καὶ ἄκαιρος ἡ πρόρρησις καὶ οὐ κεχαρι‐ |
| book 231.5.2 | σμένη τῷ Ἀπόλλωνι. A |
| book 231-5a.1 | 〈σοὶ δ’ αὐτῷ μελέτω—ἀναπνεύσωσι πό‐ |
| book 231-5a.2 | νοιο:〉 καὶ παρὰ Ἀριστοφάνει ἠθετοῦντο. Aim |
| book 231-5b.1 | 〈σοὶ δ’ αὐτῷ μελέτω—ἀναπνεύσωσι πό‐ |
| book 231-5b.2 | νοιο:〉 οἱ πέντε ἀθετοῦνται ὑπὸ Ἀριστοφάνους ὡς ἀχρεῖοι. ἢ ἵνα μὴ |
| book 231-5b | παντελῆ ποιήσηται ἀπώλειαν τῶν Ἀχαιῶν, προσδιωρίσατο. Til |
| book 232a1.1 | 〈ὄφρ’ ἄν:〉 Ἀρίσταρχος „τόφρ’ ἄν {ἀχαιοί}“, μετὰ τοῦ |
| book 232a1.2 | τ. Aim |
| book 232a2 | διὰ τοῦ τ „τόφρ’ ἄν {ἀχαιοί}“ αἱ Ἀριστάρχου. Aint |
| book 234.1 | 〈κεῖθεν δ’ αὐτὸς ἐγὼ〉 φράσομαι 〈ἔργον τε ἔπος τε〉: |
| book 234.2 | οὐκ εἶπε βοηθήσω τοῖς Ἀχαιοῖς, ἀλλὰ φράσομαι, ἵνα μὴ δύσθυμον |
| book 234.3 | ἐργάσηται τὸν Ἀπόλλωνα. ἔργον δὲ τὴν ἔξοδόν φησιν, ἔπος τὸ „ἀμ‐ |
| book 234.4 | φοτέροισι δ’ ἀρήγεθ’, ὅπῃ νόος ἐστὶν ἑκάστου“ (Υ 25). b(BCE3E4)T |
| book 235.1 | πόνοιο: τῆς ἀλγηδόνος· „ἀτὰρ οὔ τιν’ ἔχει πόνον“ (ν 423) |
| book 235.2 | καὶ „δυσπονέος καμάτοιο“ (ε 493). T |
| book 237-8.1 | ἴρηκι ἐοικώς 〈/ ὠκέϊ φασσοφόνῳ〉: δυοῖν θεοῖν κάθ‐ |
| book 237-8.2 | οδον ἐκφράζων ἐπὶ μὲν τῆς Ἴριδος παρέλαβε χαλάζης ἢ χιόνος (cf. |
| book 237-8.3 | Ο 170), τούτοις εἰκάσας, ἃ καὶ σημαίνει ἡ ἾΡΙΣ, τὸν δὲ ἱέρακα ἐπὶ τοῦ |
| book 237-8.4 | Ἀπόλλωνος· ἱερὸς γὰρ Ἀπόλλωνος ὁ ἱέραξ· καὶ τὸ φασσοφόνῳ |
| book 237-8.5.1 | (238) δὲ οἰκεῖον, ἐπεὶ καὶ ὁ θεὸς κάτεισιν ἐπὶ φόνῳ τῶν Ἀχαιῶν. b |
| book 237-8.5.2 | (BCE3E4)T δέκα δέ φασιν ἱεράκων γένη, 〈ὧν〉 ἓν τὸ φασσοφό‐ |
| book 237-8.5.3 | νον. φάσσα δὲ ὅμοιον τρυγόνος, ὡς Ἀριστοτέλης φησίν (cf. h. an. |
| book 237-8.5.4 | 9,36 p. 620a17 et 6,4 p. 562b3. 9,7 p. 613a14). T |
| book 238 | ὅς τ’ ὤκιστος 〈πετεηνῶν〉: ἐπὶ δὲ ἀετοῦ „ὅς θ’ ἅμα κάρ‐ |
| book 238 | τιστός τε καὶ ὤκιστος 〈πετεηνῶν〉“ (Φ 253). T |
| book 240.1 | 〈ἐσαγείρετο:〉 οὕτως Ἀρίσταρχος διὰ τοῦ ε ἐσαγείρετο |
| book 240.2 | παρατατικῶς, ἄλλοι δὲ „ἐσαγείρατο“ διὰ τοῦ α. Aim |
| book 241a.1 | ἀμφὶ ἓ γινώσκων: ὀρθοτονητέον τὴν ἕ· μεταλαμβάνε‐ |
| book 241a.2 | ται γὰρ εἰς σύνθετον τὴν ἑαυτόν. | ἡ διπλῆ δέ, ὅτι τὸ γινώσκων ἴσον |
| book 241a.3 | ἐστι τῷ ἀναλεγόμενος καὶ ἀναμιμνησκόμενος τῆς ἑκάστου ὄψεως, οὐκ |
| book 241a.4 | ἐκ προχείρου γινώσκων, ἀλλ’ οἷον ἀναγνωρίζων. καὶ κατ’ ὀρθὸν τόνον |
| book 241a.5.1 | ἀναγνωστέον ἀμφὶ ἓ γινώσκων· ἔστι γὰρ εἰς ἑκάτερον ἑαυτοῦ |
| book 241a.5.2 | μέρος σκοπῶν. A |
| book 241b | ἀμφὶ ἓ γινώσκων 〈ἑτάρουσ〉: ὅτι τὸ γινώσκων T |
| book 241b.1 | ἀντὶ τοῦ ἀναγνωρίζων καὶ ὑπομιμνῃσκόμενος ἀρτίως τῆς ἑκάστου |
| book 241b.2 | ὄψεως, οὐκ ἐκ προχείρου γινώσκων τοὺς παρεστῶτας. b(BCE3E4)T | |
| book 241b.3 | ὀρθοτονητέον δὲ τὴν ἕ· εἰς σύνθετον γὰρ μεταλαμβάνει. | Χρύσιππος |
| book 241b.5.1 | (St. V. Fr. III fr. 774) δὲ ψιλοῖ τὸ ε ὡς περισσεῦον καί φησιν ἀμ‐ |
| book 241b.5.2 | φιγνοῶν ἀντὶ τοῦ ἀμφιβάλλων. T |
| book 244a1.1 | τίη δὲ σὺ 〈νόσφιν ἀπ’ ἄλλων〉: ἠθικῶς πάνυ, ὡς |
| book 244a1.2 | πρὸς νοσοῦντά φαμεν ‘τί κατάκεισαι;‘. τὸ δὲ νόσφιν ἀντὶ τοῦ ἀπό· |
| book 244a1.3 | ταὐτὸν δέ ἐστι τὸ ἀπό τῷ νόσφιν. T |
| book 244a2.1 | νόσφιν καὶ ἀπό ταὐτόν ἐστιν. b(BCE3) ἠθικὸς δὲ |
| book 244a2.2 | ὁ λόγος, ὡς πρὸς νοσοῦντά φαμεν ‘τί κατάκεισαι;‘. b(BE3E4) |
| book 245a | ἧς’ ὀλιγηπελέων; 〈ἦ πού τί σε κῆδος ἱκάνει:〉 δα‐ |
| book 245a.1 | συντέον τὸ ἧσαι· προείρηται δὲ περὶ τούτου (sc. ad Δ 412 c). τὸ δὲ |
| book 245a.2 | ὀλιγηπελέων ἕν ἐστιν, ὅμοιον τῷ „ὀλιγοδρανέων“ (Ο 242. Χ |
| book 245a.3 | 337). τὸ δὲ ἦ πού τί σε ὁ ἦ διαπορητικός ἐστι· διὸ περισπαστέον. A |
| book 245b.1 | ὀλιγηπελέων: ὀλίγην τοῦ πέλειν ἔχων μοῖραν, ἐγγὺς ὢν |
| book 245b.2 | τοῦ ἐκλεῖψαι. b(BE3E4)Til |
| book 245c | ἦ: διαπορητικός· διὸ περισπᾶται. τινὲς ἀποφατικός. TTil |
| book 246-7.1 | ὀλιγοδρανέων (246): τὸ „ὀλιγηπελέων“ (Ο 245) μετ‐ |
| book 246-7.2 | είληφεν, ὀλίγον b(BCE3)T τοῦ δρᾶν ἔχων. καὶ πῶς οἶδεν (cf. |
| book 246-7.3 | 247) ὅτι θεός ἐστιν; b(BCE3E4)T ἢ ἐκεῖνος ἑαυτὸν ἐγύμνωσεν, ἢ |
| book 246-7.4 | T ἀπὸ τοῦ ἐρέσθαι (sc. Ο 244—5)· πάντες γὰρ οἱ Τρῶες ᾔδεισαν |
| book 246-7.5 | τὸ γεγονὸς b(BCE3E4)T καὶ οὐκ ἂν αὐτὸν ἀνηρώτων. b(BCE3E4) |
| book 248a | 〈ἀΐεις:〉 αἰσθάνῃ. Til |
| book 248b | 〈ὅ με:〉 ὅτι με· „ὅ μοι γέρας ἔρχεται ἄλλῃ“ (Α 120). Til |
| book 249a | οὕς: τοὺς αὐτοῦ. Til |
| book 249b.1 | βοὴν ἀγαθὸς 〈...〉 Αἴας: καὶ ἀλλαχοῦ „εἰ δέ που |
| book 249b.2 | Αἴαντός γε βοὴν ἀγαθοῖο πυθοίμην“ (Ρ 102). ἐπὶ δὲ Διομήδους καὶ |
| book 249b.3 | Μενελάου συνεχῶς (cf. Β 563 al. et Β 408 al.). T |
| book 251.1 | 〈νέκυας καὶ δῶμ’ Ἀΐδαο:〉 περιφραστικῶς τὸν Ἅι‐ |
| book 251.2 | δην. Til |
| book 252a1.1 | 〈ὄψεσθαι:〉 Ἀρίσταρχος „ἵξεσθαι“, καὶ οὐκ ἄχαρις ἡ |
| book 252a1.2 | γραφή. Aim |
| book 252a2 | οἱ μὲν „ἵξεσθαι“ γράφουσιν, οἱ δὲ „ἱξεῖσθαι“· οὐ γὰρ |
| book 252a2 | ἄχαρις ἡ γραφή. Til |
| book 252b.1 | ἐπεὶ φίλον ἄϊον ἦτορ: ὅτι ἄϊον ἀντὶ τοῦ ἐπῃσθό‐ |
| book 252b.2 | μην, τοῦτο δέ ἐστι, τῆς ψυχῆς μου ἥψατο. καὶ ἐν ἄλλοις „τοὶ δὲ πλη‐ |
| book 252b.3 | γῆς ἀΐοντεσ“ (Λ 532), ἐπαισθόμενοι τῆς πληγῆς· τῷ εἴδει τὸ γένος. A |
| book 252c.1 | ἐπεὶ φίλον ἄϊον ἦτορ: ὅτι τὸ ἄϊον ἤλγησα· b |
| book 252c.2 | (BCE3)T ἥψατο γὰρ τῆς ψυχῆς ἡ ἄλγησις ὥστε αἴσθησιν αὐτῇ |
| book 252c.3 | γενέσθαι. b(BCE3E4)T |
| book 254 | 〈τοῖόν τοι:〉 τοῖον, οἷον οἶδας. Til |
| book 254-5a1.1 | Κρονίων 〈/ ...〉 προέηκε: ὑπὸ μεγίστου θεοῦ |
| book 254-5a1.2 | φήσας πεπέμφθαι εὐέλπιδα αὐτὸν ἀπεργάζεται. T |
| book 254-5a2.1 | ὑπὸ μεγίστου καὶ ὑπερέχοντος θεοῦ φήσας αὐτὸν πε‐ |
| book 254-5a2.2 | πέμφθαι οὐ τὴν τυχοῦσαν δίδωσιν ἐλπίδα. b(BCE3E4) |
| book 256-7.1 | 〈Φοῖβον Ἀπόλλωνα χρυσάορον, ὅς σε πάρος |
| book 256-7.2 | περ / ῥύομαι:〉 ὅτι τοῖς ὀνόμασιν ἐπήγαγε τὸ ῥύομαι. Til |
| book 256a1.1 | χρυσάορον: τὸν χρυσοῦν ἀορτῆρα περὶ τὴν κιθάραν |
| book 256a1.2 | ἔχοντα· καὶ Πίνδαρος „χρυσάορα Ὀρφέα“ φησί (fr. 128 c 12). τινὲς |
| book 256a1.3 | δὲ χρυσοῦν ξίφος ἔχοντα. b(BCE3)T |
| book 256a2.1 | χρυσάορον: ἤτοι—ἁγνὸς γὰρ ὁ θεός. | καὶ Πίν‐ |
| book 256a2.2 | δαρος „χρυσάορα Ὀρφέα“ φησί. τινὲς δὲ χρυσοῦν ξίφος ἔχοντα. | |
| book 256a2 | Ἑρμῆς ὁ Διὸς καὶ Μαίας—ἀπὸ τοῦ τῆς κιθάρας ἀορτῆρος. A |
| book 258-9.1 | ἀλλ’ ἄγε νῦν ἱππεῦσιν〈—ἐλαυνέμεν ὠκέας |
| book 258-9.2 | ἵππουσ〉: προοικονομεῖ ἐντεῦθεν ὥστε ἀπὸ ἴσου ὕψους γενέσθαι τὴν |
| book 258-9.3 | μάχην, „οἱ μὲν ἀφ’ ἵππων, / οἱ †δὲ† ἀπὸ νηῶν ὕψι μελαινάων ἐπιβάν‐ |
| book 258-9.4 | τεσ“ (Ο 386—7). ἄλλως τε ἔδει ἐπὶ τῇ δευτέρᾳ εἰσελάσει περιττόν τι |
| book 258-9.5.1 | φαίνεσθαι· πρότερον οὖν πεζοὶ διέβαινον τὴν τάφρον, νῦν δὲ διὰ τὸν |
| book 258-9.5.2 | Ἀπόλλωνα μεῖζον τι πράττεται b(BCE3E4)T ὥστε μηδὲν ἐμπό‐ |
| book 258-9.5.3 | διον εἶναι ἐκ τῆς τάφρου περὶ τὴν εἰσέλασιν τῶν ἵππων. T |
| book 258a1 | 〈ἱππεῦσιν ... πολέεσσι:〉 πολλοῖς ἱππεῦσιν. Til |
| book 258b1.1 | 〈ἐπότρυνον:〉 ἐπίταξον· „οἵ ἑθεν ὀτρύνοντοσ“ (Ο 199) |
| book 258b1.2 | ἀντὶ τοῦ ἐπιτάττοντος. Til |
| book 258a2/b2 | πολλοῖς ἱππεῦσιν ἐπίταξον. b(BCE3E4) |
| book 259 | 〈νηυσὶν ἔπι:〉 ἀντὶ τοῦ ἐπὶ νῆας. Til |
| book 261.1 | τρέψω δ’ ἥρωας Ἀχαιῶν: τὴν τάφρον καταβαλών. ἢ |
| book 261.2 | τοὺς Ἀχαιοὺς τρεψάμενος, ἵν’ ᾖ b(BE3E4)T ὁ δέ ἀντὶ τοῦ γάρ. |
| book 261.3 | b(BE3E4)TTil |
| book 262.1 | ἔμπνευσε μένος μέγα 〈ποιμένι λαῶν〉: Ζηνόδοτος |
| book 262.2 | ὁ Μαλλώτης (fr. 2 p. 149 Pusch) ἐκ τούτου συνάγει ὅτι Παιήων ἐστὶν |
| book 262.3 | ὁ Ἀπόλλων, εἴγε αὐτὸς ἐπιρρώνυσι τὸν Ἕκτορα. T ἀναγκαία |
| book 262.4 | δὲ ἡ προσθήκη τοῦ μέγα πρὸς ἀνάληψιν τοῦ οὕτω κεκακωμένου. |
| book 262.5 | b(BCE3E4)T |
| book 263-4a.1 | ὡς δ’ ὅτε 〈τις στατὸς ἵππος—κροαίνων〉: |
| book 263-4a.2 | ταῦτα δεῖ φέρεσθαι τὰ δύο διὰ τὸ „ὣς Ἕκτωρ“ (Ο 269). ἀπὸ δὲ τοῦ |
| book 263-4a.3 | „εἰωθώσ“ (Ο 265) ἀθετητέον· οἰκειότερον γὰρ ἐπὶ Ἀλεξάνδρου κεῖνται |
| book 263-4a.4 | (sc. Ζ 508—11)· οὐ γὰρ ἁρμόσειαν Ἕκτορι νῦν. τινὲς δὲ ὡς καλὸς καὶ |
| book 263-4a.5.1 | Ἕκτωρ· „οἳ καὶ ἐθηήσαντο φυὴν καὶ εἶδος ἀγητόν / Ἕκτοροσ“ (Χ |
| book 263-4a.5.2 | 370—1). εἰ δὲ τέτρωται, ἀλλ’ ὑπὸ δύο θεῶν ἐπαίρεται. ἔστι δὲ ἐπηρ‐ |
| book 263-4a.5.3 | μένος καὶ ἐπαγαλλόμενος ταῖς τύχαις. T |
| book 263-4b.1 | ἀκοστήσας ἐπὶ φάτνῃ 〈/ δεσμὸν ἀπορρήξασ〉: τὸ |
| book 263-4b.2 | ἐπὶ φάτνῃ δύναται καὶ τοῖς ἡγουμένοις καὶ τοῖς ἑπομένοις συντάτ‐ |
| book 263-4b.3 | τεσθαι, ἵν’ ᾖ τὸν ἐπὶ φάτνῃ σύνδεσμον. A |
| book 263.1 | ἀκοστήσας: Κύπριοι ἀκοστὰς τὰς κριθάς· οἱ δὲ παρὰ τὸν |
| book 263.2 | γοῖτον, λίαν ῥυπωθείς. ἢ ἄχος ἡγησάμενος τὴν στάσιν. T |
| book 264 | 〈κροαίνων:〉 τινὲς ἐπιθυμῶν. Til |
| book 265a.1 | εἰωθὼς λούεσθαι: ἀπὸ τούτου ἕως τοῦ „ῥίμφα ἑ γοῦνα |
| book 265a.2 | φέρει“ (Ο 268) ἀθετοῦνται στίχοι τέσσαρες καὶ ἀστερίσκοι παράκεινται, |
| book 265a.3 | ὅτι οἰκειότερον ἐπ’ Ἀλεξάνδρου (sc. Ζ 508—11)· καὶ τὸ τῆς καλλονῆς |
| book 265a.4 | καὶ τὸ τῆς ὅλης μορφῆς καὶ τὸ τῆς στάσεως τοῦ ἵππου πρὸς τὸν ἐν θα‐ |
| book 265a.5.1 | λάμῳ διατετριφότα ἀντιπαράκειται ἥ τε κατὰ τὴν αἰφνίδιον ἐξόρμησιν |
| book 265a.5.2 | ὁμοιότης. καὶ τὸ „κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει“ (Ο 266) ἐφ’ Ἕκτορος τοῦ |
| book 265a.5.3 | ἀρτίως ἑαυτὸν ἀνιστῶντος ἐκ τῆς λιποθυμίας οὐχ ἁρμόζει. τοὺς μέντοι |
| book 265a.5.4 | προκειμένους τῶν ἠθετημένων δύο στίχους (sc. Ο 263—4) δεῖ μένειν, |
| book 265a.5.5 | πρὸς οὓς καὶ ἡ ἀνταπόδοσις (sc. Ο 269—70) γίνεται. A |
| book 265b | 〈εἰωθὼς λούεσθαι:〉 Ζηνόδοτος τοῦτον μόνον γράφει, |
| book 265b | Ἀρίσταρχος δὲ καὶ τοὺς ἄλλους τρεῖς (sc. Ο 266—8). Til |
| book 265c.1 | ποταμοῖο: λείπει ὕδατι. ἢ ἀντὶ δοτικῆς, ὅ ἐστιν ὕδατι πο‐ |
| book 265c.2 | τίμῳ, ὡς καὶ τὸ „λοεσ〈σ〉άμενος ποταμοῖο“ (Φ 560). T |
| book 269 | 〈γούνατα:〉 τινὲς δὲ τὸ γενικόν, τὸ „γυῖα“. Til |
| book 270a.1 | 〈ὀτρύνων:〉 τινὲς „ὀτρυνέων“· οὔπω γὰρ κατηντήκει εἰς |
| book 270a.2 | τὸ πλῆθος τῶν Τρώων. Til |
| book 270b.1 | ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν: ὅτε ᾔσθετο ὅτι ἣν ἔκλυεν |
| book 270b.2 | αὐδήν, θεοῦ ἐστιν. b(BCE3E4)T |
| book 271.1 | 〈ἔλαφον〉 κεραόν: τινὲς τὸν ἄρσενα· οὗτος γὰρ κερασφο‐ |
| book 271.2 | ρεῖ. τί οὖν ἐστι τὸ „χρυσόκερων ἔλαφον θήλειαν ἄξοντα“ παρὰ Πιν‐ |
| book 271.3 | δάρῳ (Ol. 3, 29) λεγόμενον; AT |
| book 272a1.1 | 〈ἐσσεύοντο:〉 Ἀρίσταρχος „ἐσσεύαντο“ διὰ τοῦ α, καὶ |
| book 272a1.2 | ἅπασαι. Aint |
| book 272a2 | αἱ πᾶσαι διὰ τοῦ α „ἐσσεύαντο“. Til |
| book 272b.1 | ἀγροιῶται: ἀγρόται. οὕτω δὲ τοὺς θηρευτάς φασιν |
| book 272b.2 | Ἀττικοί· b(BCE3)T „οἷσί τε τέκνα / ἀγρόται ἐξείλοντο“ (π |
| book 272b.3 | 217—8). T |
| book 273a | τὸν μέν τ’ ἠλίβατος πέτρη: τὸν αἴγαγρον· b |
| book 273a | (BCE3E4)T οὗτος γὰρ τῶν ὀρειβατούντων ἐστίν. b(BCE3)T |
| book 273b1.1 | ἠλίβατος: ἧς ἁμαρτάνομεν τῆς βάσεως, A T „ἠλι‐ |
| book 273b1.2 | τόμηνον“ (Τ 118). T εἰ δὲ ἦν ‘ὑφ’ ἡλίου μόνου βαινομένη‘ A T | |
| book 273b1.3 | ἢ εἰς ἣν ἥλιος μόνος ἐπιβαίνει, A | ἦν ἂν „τὸν μέν θ’ ἡλίβατος πέτρη. |
| book 273b1.4 | A T |
| book 273b2.1 | ἠλίβατος δὲ ἧς ἁμαρτάνομεν τῆς βάσεως. ἢ ἡ μόνῳ |
| book 273b2.2 | ἡλίῳ βαινομένη. b(BCE3) |
| book 273c.1 | δάσκιος 〈ὕλη〉: ἡ λίαν σκιώδης A b (BCE3E4)T ἢ |
| book 273c.2 | δασύσκιος. A b (BCE3)T τὸν ἔλαφον δὲ ἡ ὕλη τρέφει· καὶ ἀλλα‐ |
| book 273c.3 | χοῦ „ἐκ νομοῦ ὕλης / πιόμενοσ“ (κ 159—60). A T |
| book 274.1 | οὐδ’ ἄρα τέ σφι 〈κιχήμεναι αἴσιμον ἦεν〉: πε‐ |
| book 274.2 | ρισσὸν τὸ τέ, b(BCE3)T τινὲς δὲ „†τᾶισφι톓. T | αἴσιμον δὲ |
| book 274.3 | εἱμαρμένον· b(BCE3)T οἶδε γὰρ αὐτὴν καὶ μέχρι ζῴων ἀλόγων |
| book 274.4 | φθάνουσαν. b(BCE3E4)T οἱ δὲ αἴσιμον ἀντὶ τοῦ καθῆκον. b |
| book 274.5 | (BCE3)T |
| book 275a | τῶν τέ θ’ ὑπὸ ἰαχῆς: ὑπὸ ἰαχῆς διεγερθεὶς δηλονότι. T |
| book 275b.1 | λίς: παρὰ τὸ λιαρόν, ἢ τὸ ἑλεῖν, ἢ τὸ λεῖον· λεῖος γὰρ |
| book 275b.2 | ὅλος πλὴν τῆς χαίτης. ἢ παρὰ τὸ λίαν φθείρειν. A b (BCE3)T |
| book 276.1 | εἰς ὁδόν, αἶψα δὲ πάντας ἀπέτραπε καὶ μεμαῶ‐ |
| book 276.2 | τας: ἀντὶ τοῦ ἐν ὁδῷ. ἢ καὶ μεμαῶτας εἰς ὁδὸν πάντας |
| book 276.3 | ἔτρεψε καὶ στῆναι αὐτοῦ παρεσκεύασεν. b(BCE3E4)T |
| book 277-8.1 | ὣς Δαναοὶ εἵως 〈μὲν—ἀμφιγύοισιν〉: πάλιν |
| book 277-8.2 | τὸ εἵως (277) ἀντὶ τοῦ τέως κεῖται. οὐκ ἄρα ὑποστιγμήν, ἀλλὰ στιγ‐ |
| book 277-8.3 | μὴν θετέον ἐπὶ τὸ ἀμφιγύοισιν (278). A |
| book 277a.1 | εἵως μὲν 〈ὁμιλαδόν〉: Ζηνόδοτος γράφει „τείωσ“· |
| book 277a.2 | ἔστι δὲ ἀνταποδοτικόν. T | φασὶ τὸ ἕως, ὅταν ᾖ μετὰ συνδέσμου, δη‐ |
| book 277a.3 | λοῦν τὸ ἕως τινός. τὸ δὲ ὁμιλαδόν ἐπίρρημα μεσότητος b(BCE3E4) |
| book 277a.4 | T ἀντὶ τοῦ ὁμιλαδῶς, T καὶ ἔστιν ἀντὶ τοῦ πολεμικῶς |
| book 277a.5 | ἢ ἀθροιστικῶς. b(BCE3E4)T |
| book 277b | αἰέν: ἐν ἐκείνῳ τῷ καιρῷ τῆς μάχης. b(BCE3E4)Til |
| book 280a.1 | 〈τάρβησαν:〉 οὐχ ὑπὸ δειλίας, ἀλλὰ διὰ τὸ παράδοξον |
| book 280a.2 | τῆς ἀναστάσεως, σκοποῦντες μὴ καὶ θεὸς ᾖ ὁ μαχόμενος. b(BCE3E4)T |
| book 280b.1 | παραὶ ποσὶ κάππεσε θυμός: ἡ ψυχὴ αὐτῶν ἐνενεύ‐ |
| book 280b.2 | κει εἰς τοὺς πόδας, ὅπως διὰ τούτων σωθῶσιν. ἢ ταῖς ψυχαῖς ἐταπει‐ |
| book 280b.3 | νώθησαν καὶ κατέπεσον. ἢ τὸ πὰρ ποσίν ἀντὶ τοῦ παραυτά. b(BCE3 |
| book 280b | E4)T |
| book 280b.5.1 | παραὶ ποσὶ κάππεσε θυμός: τὰ, ψυχὰς ἐταπεινώθησαν |
| book 280b.5.2 | —παρὰ τοῖς ποσὶν εἶχον. A |
| book 281-4.1 | 〈Θόας, Ἀνδραίμονος υἱός, / Αἰτωλῶν ὄχ’ ἄρι‐ |
| book 281-4.2 | στος—περὶ μύθων:〉 οὗτος {δὲ} Γόργης υἱὸς τῆς Οἰνέως, ὑπὸ |
| book 281-4.3 | Διομήδους ἀποδειχθεὶς βασιλεὺς Αἰτωλίας. διδάσκει δὲ ὡς δεόντως |
| book 281-4.4 | Ποσειδῶν αὐτῷ εἴκασται (cf. Ν 215—8) ὡς δυναμένῳ πείθειν ἐν |
| book 281-4.5 | λόγῳ. T |
| book 282.1 | ἐπιστάμενος μὲν ἄκοντι: λείπει τὸ χρῆσθαι· ἢ τὸ |
| book 282.2 | ἐπιστάμενος 〈ἄκοντι〉 ἀντὶ τοῦ ἐπιστήμων ἄκοντος. T |
| book 283 | 〈ἐν σταδίῃ:〉 λείπει μάχῃ. Til |
| book 283-4.1 | 〈ἀγορῇ δέ ἑ παῦροι Ἀχαιῶν / νίκων,〉 ὁπ〈π〉ό‐ |
| book 283-4.2 | τε κοῦροι 〈ἐρίσσειαν περὶ μύθων〉: τὸ ἑξῆς κοῦροι Ἀχαιῶν, |
| book 283-4.3 | ὡς „υἷες Ἀχαιῶν“ (Α 162 al.)· ἄτοπος γὰρ ἡ τῶν παίδων ἅμιλλα. T |
| book 286.1 | ὢ πόποι: τοῦτο ἀναφωνεῖται ἐπί τινι πάθει ὑποφαῖνόν τι |
| book 286.2 | παράδοξον. b(BCE3E4)T ἔστι δὲ καὶ προσφωνηματικόν· δισσῶς |
| book 286.3 | γὰρ λέγεται. b(BCE3E4) |
| book 288a.1 | ἦ {θήν μιν}: διαβεβαιωτικός ἐστι· διὸ περισπαστέον αὐ‐ |
| book 288a.2 | τόν. A |
| book 288b | 〈ἦ θήν μιν:〉 ὅτι τὸ θήν ἀντὶ τοῦ πού. Aim |
| book 288c | ἦ θην: ὅτι τὸ ἦ θην ἀντὶ τοῦ ὄντως που, οἷον καὶ ἀλ‐ |
| book 288c | λαχοῦ „ἦ θήν ς’ ἐξανύω γε“ (Λ 365). T |
| book 288d | 〈ἔλπετο:〉 ἔδει ‘ἐπέπειστο‘. Til |
| book 289 | 〈θανέειν:〉 τεθνηκέναι ἢ θανεῖσθαι. Til |
| book 292.1 | 〈ὣς καὶ νῦν ἔσσεσθαι ὀΐομαι:〉 τὸ πολλῶν Δαναῶν |
| book 292.2 | γούνατα λύσειν. Til |
| book 293a.1 | 〈πρόμος ἵσταται ὧδε μενοινῶν:〉 ὅτι πρόμος σα‐ |
| book 293a.2 | φῶς ὁ πρόμαχος. Aim |
| book 293b.1 | ὧδε μενοινῶν: οὕτω διαμάχεσθαι ἡμῖν προθυμούμενος. |
| book 293b.2 | b(BCE3)T |
| book 295.1 | πληθὺν μὲν ποτὶ νῆας 〈ἀνώξομεν ἀπονέεσθαι〉: |
| book 295.2 | ἵνα μὴ, ἄρδην διωκόμενοι ὑπὸ τῆς ἵππου, ἣν ἑώρα νῦν περὶ Ἕκτορα, |
| book 295.3 | ἐμπέσωσι τῇ τάφρῳ· ἄλλως τε καὶ ἀσθενὴς ὄχλος ἀχρεῖος πρὸς ἄμυναν |
| book 295.4 | καὶ μᾶλλον τροπῆς περιποιητικός. b(BCE3E4)T |
| book 297a.1 | 〈στείομεν·〉 εἴ κεν πρῶτον ἐρύξομεν 〈ἀντιάσαν‐ |
| book 297a.2 | τεσ〉: πλεονάζει ὁ κέν· b(BCE3E4)T εἰ ἐν πρώτοις αὐτὸν |
| book 297a.3 | ὄντα ἐπισχήσομεν ὑπαντήσαντες, οἴω δείσεσθαι καὶ τὰ ἑξῆς (cf. Ο |
| book 297a.4 | 298—9). T ἀλλαχοῦ δὲ „ἀλλ’ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα |
| book 297a.5 | μένοντεσ“ (Χ 231). b(BCE3E4)T |
| book 297b | 〈ὥς κεν:〉 γράφεται καὶ „εἴ κεν“. Aim |
| book 298.1 | δούρατ’ ἀνασχόμενοι: ἤτοι συναπτέον τῷ „ἀντιάσαν‐ |
| book 298.2 | τεσ“ (Ο 297), ἢ διασταλτέον ἀπ’ αὐτοῦ, ἵν’ ᾖ τὸ ἑξῆς „στείομεν“ (Ο |
| book 298.3 | 297) δούρατ’ ἀνασχόμενοι. A |
| book 298-9.1 | 〈τὸν δ’ οἴω καὶ μεμαῶτα / θυμῷ δείσεσθαι:〉 τὸ |
| book 298-9.2 | θυμῷ ἑκατέροις δύναται προσδίδοσθαι. Aim |
| book 299 | δείσεσθαι: ἀντὶ τοῦ δείσειν, καὶ ἔστι βίαιον. ἢ μέσον ὄντα |
| book 299 | αὐτὸν ἐδιπλασίασεν. T |
| book 300.1 | 〈τοῦ μάλα μὲν〉 κλύον ἠδὲ πίθοντο: ἔκλυον αὐτοῦ |
| book 300.2 | καὶ τοῖς λεχθεῖσιν ἐπείσθησαν. T |
| book 301a1.1 | 〈ἀμφ’ Αἴαντα:〉 Ζηνόδοτος καὶ Ἀριστοφάνης „〈ἀμφ’〉 |
| book 301a1.2 | Αἴαντε“ δυϊκῶς. Aint |
| book 301a2.1 | ἀμφ’ Αἴαντε: οὕτως οἱ περὶ Ζηνόδοτον δυϊκῶς· οἱ δὲ |
| book 301a2.2 | „ἀμφ’ Αἴαντα“. T |
| book 302a.1 | Τεῦκρον 〈Μηριόνην τε Μέγην τε〉: οὐκ ἐπὶ πάν‐ |
| book 302a.2 | των ὁ τέ συμπεπλήρωκε τὸν λόγον. T |
| book 302b1.1 | Μέγην {τ’ ἀτάλαντον}: Ἀρίσταρχος βαρύνει ὡς „Μέ‐ |
| book 302b1.2 | σθλην τε Γλαῦκόν τε“ (Ρ 216), καὶ ἐπείσθη ἡ παράδοσις. ὁ δὲ Ἀσκα‐ |
| book 302b1.3 | λωνίτης (p. 54 B.) καὶ ἄλλοι περισπῶσιν ὡς „Ἑρμῆν“ (θ 334) καὶ „Πο‐ |
| book 302b1.4 | δῆν“ (Ρ 590)· τὰ γὰρ εἰς ης λήγοντα, φασί, βαρύτονα δισύλλαβα, |
| book 302b1.5.1 | ἀπὸ βραχείας ἀρχόμενα, περισσοσυλλάβως κλίνεται, „λέβητα“ (Ψ |
| book 302b1.5.2 | 267 al.), Λάχητα· εἰ δ’ οὐχ οὕτως ἐκλίθη, δῆλον ὅτι περισπασθήσεται· |
| book 302b1.5.3 | ἄλλως τε εἰ εὑρέθη αὐτοῦ ἡ αἰτιατικὴ ὡς ἀπὸ βαρυτόνου, „Φυλείδην |
| book 302b1.5.4 | τε Μέγητα“ (Τ 239), ὅτε μὴ οὕτως ἔχει, περισπασθήσεται, ὡς Θαλῆν |
| book 302b1.5.5 | καὶ Θάλητα καὶ Φαλῆν καὶ Φάλητα. ἔστι δὲ ὑπὲρ τοῦ Ἀριστάρχου |
| book 302b1.10.1 | πρὸς αὐτοὺς πρῶτον μὲν ἐκεῖνο εἰπεῖν ὅτι οὐχ ἁπλῶς τὰ εἰς ης, ἀλλὰ |
| book 302b1.10.2 | τὰ εἰς της λήγοντα τὴν προειρημένην ἀναδέχεται κλίσιν. ἔπειτα πολλά |
| book 302b1.10.3 | ἐστι διχῶς κεκλιμένα· τὸ γοῦν Μύνης ὁ μὲν ποιητὴς περιττοσυλλά‐ |
| book 302b1.10.4 | βως ἔκλινεν, „πέρσεν δὲ πόλιν θείοιο Μύνητοσ“ (Τ 296), ὁ δὲ Σο‐ |
| book 302b1.10.5 | φοκλῆς (fr. 40 N.2 = 43 P. = 43 R.) ἰσοσυλλάβως· „Μύνου τ’ Ἐπιστρόφου |
| book 302b1.15.1 | γε“. μύκητά τε καὶ μύκην, εἰ καὶ πολλὰ σημαίνει ἡ λέξις. καὶ ὅτι οὐ τὸ |
| book 302b1.15.2 | μέτρον αἴτιόν ἐστι, δῆλός ἐστιν Ἑκαταῖος (FGrHist 1, 22) οὕτως |
| book 302b1.15.3 | κλίνας· φησὶ γάρ· „καὶ ἐπαφήσας τὸν κολεὸν τοῦ ξίφεος, τὸν μύκην |
| book 302b1.15.4 | εὗρεν ἀποπεπτωκότα“· ὁ δὲ Ἄρατος περιττοσυλλάβως ἔκλινεν· „ἢ |
| book 302b1 | λύχνοιο μύκητες ἀγείρονται περὶ μοῖραν“ (Phaen. 976). καὶ μήποτε |
| book 302b1.20.1 | ταῦτα συναγωνίζεται τῷ Ἀριστάρχῳ· καὶ γὰρ ταῦτα διχῶς κλιθέντα |
| book 302b1.20.2 | οὐ μετέβαλε τὸν τόνον, οἷς ὅμοιον δύναται εἶναι καὶ τὸ Μέγης. A |
| book 302b2.1 | {μέγην τε:} Ἀρίσταρχος μὲν βαρύνει τὸ Μέγην †κα‐ |
| book 302b2.2 | κῶς†, οἱ δὲ περὶ Πτολεμαῖον περισπῶσιν ὡς ἀπὸ περισπωμένης εὐ‐ |
| book 302b2.3 | θείας· καὶ διφορεῖσθαί φασι τὸ Μέγης ὡς Θάλης καὶ Θαλῆς. τὰ μέντοι |
| book 302b2.4 | διχῶς κλιθέντα οὐ μετέβαλε τὸν τόνον, ὡς μύκης μύκητος καὶ μύκου, |
| book 302b2.5 | Μύνης Μύνητος καὶ Μύνου. T |
| book 303.1 | 〈ὑσμίνην〉 ἤρτυνον 〈ἀριστῆας καλέσαντεσ〉: παρ‐ |
| book 303.2 | εσκεύαζον ὥστε μάχεσθαι. οἱ δέ, κατήρτιζον εἰς μάχην τοὺς |
| book 303.3 | ἀριστέας. T |
| book 305a.1 | 〈ἡ πληθὺς ... ἀπονέοντο:〉 πρὸς τὸ σχῆμα, ὅτι |
| book 305a.2 | πληθυντικῶς ἀπήντηκεν. Aim |
| book 305b1.1 | ἡ πληθὺς 〈...〉 ἀπονέοντο: πρὸς τὸ σημαινόμενον |
| book 305b1.2 | ἀπέδωκεν· ἡ πληθὺς γὰρ πολλοὺς σημαίνει. T |
| book 305b2.1 | πρὸς τὸ σημαινόμενον, οὐ πρὸς τὸ πληθύς ὑπήντησε τὸ |
| book 305b2.2 | ἀπονέοντο. b(BCE3E4) |
| book 306a | 〈προὔτυψαν:〉 προενέπεσον. Til |
| book 306b | 〈ἦρχε δ’ ἄρ’ Ἕκτωρ:〉 ἦρχε τῆς ἐμβολῆς. Til |
| book 307a1 | 〈βιβάς:〉 Ἀρίσταρχος „βιβῶν“. Aim |
| book 307a2.1 | {μακρὰ βιβᾶς:} „βιβῶν“ πᾶσαι εἶχον. Ζηνόδοτος „βοῶν“, |
| book 307a2.2 | ἐπεὶ καὶ ἑξῆς φησιν „ἐπὶ δ’ αὐτὸς ἄϋσε μάλα μέγα“ (Ο 321). A |
| book 307a3.1 | {μακρὰ βιβάς:} οὕτω τινές, ἐπεὶ καὶ „ὕψι βιβάντα“ (Ν |
| book 307a3.2 | 371) φησίν. ἄλλοι δὲ „βιβῶν“ γράφουσι καὶ περισπῶσι· Ζηνόδοτος δὲ |
| book 307a3.3 | „βοῶν“ γράφει, ἐπεὶ καὶ ἑξῆς φησιν „ἐπὶ δ’ αὐτὸς ἄϋσε μάλα μέγα“. T |
| book 308-9.1 | 〈θοῦριν / δεινὴν ἀμφιδάσειαν ἀριπρεπέα:〉 δια‐ |
| book 308-9.2 | σταλτέον καθ’ ἕν· ἔμφασις γὰρ μᾶλλον. Aint |
| book 309 | ἀμφιδάσειαν: πανταχόθεν—δὲ τὸ ὄνομα. A |
| book 309a1.1 | ἀμφιδάσεια〈ν〉: τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα, ὁμοίως τῷ |
| book 309a1.2 | „χαλκοβάρεια“ (Λ 96 al.). ὅτι δὲ οὐχ, ὡς οἴεται ὁ Ἀσκαλωνίτης (p. 54 |
| book 309a1.3 | B.) καὶ Ἀλεξίων (fr. 57 B.), σύνθετόν ἐστιν, ἀλλὰ παρασύνθετον, |
| book 309a1.4 | εἴρηται ἡμῖν ἐν τῷ περὶ τοῦ „ἠριγένεια“ (Α 477). A |
| book 309a2.1 | ἀμφιδάσειαν: οἱ μὲν ἀμφίμαλλον, οἱ δὲ κύκλῳ δασεῖαν |
| book 309a2.2 | διὰ τοὺς θυσάνους. | προπαροξυτονητέον δέ, εἴτε σύνθετόν ἐστι εἴτε |
| book 309a2.3 | παρασύνθετον. b(BCE3)T |
| book 310.1 | Ἥφαιστος Διῒ δῶκε: ὅτι σαφῶς Διῒ ἐσκεύασται ἡ αἰγίς, |
| book 310.2 | καὶ οὐκ ἔστιν Ἀθηνᾶς, καθὼς οἱ νεώτεροι ποιηταὶ λέγουσιν. A |
| book 312 | 〈ἀολλέες:〉 λείπει γεγονότες. Til |
| book 312-7.1 | ὦρτο δ’ ἀϋτή 〈/ —λιλαιόμενα χροὸς ἆσαι〉: |
| book 312-7.2 | πανταχόθεν τὴν ἐνέργειαν ηὔξησεν, ἐκ τῆς βοῆς τῶν μαχομένων, ἐκ |
| book 312-7.3 | τῶν βαλλομένων βελῶν, ἐκ τῶν δοράτων, ὧν μὲν ἐπὶ σκοπὸν ῥιπτομέ‐ |
| book 312-7.4 | νων, ὧν δὲ μάτην φερομένων. b(BCE3E4)T |
| book 313 | 〈νευρῆφι:〉 τῶν νευρῶν. Til |
| book 316-7.1 | πολλὰ δὲ καὶ μεσ〈σ〉ηγὺ〈—λιλαιόμενα |
| book 316-7.2 | χροὸς ἆσαι〉: ‘μεσηγὺ ἵσταντο‘ μεσοπαγῆ ἐγίνοντο, μέχρι τοῦ μέ‐ |
| book 316-7.3 | σου ἐμπησσόμενα τῇ γῇ διΐσταντο. b(BCE3E4)T | ἄλλως· ἐπιθυ‐ |
| book 316-7.4 | μοῦντα τῶν ἐφ’ οὓς ἐβάλλετο, ἐν τῇ διὰ μέσου γῇ ἐπήγνυτο. A b |
| book 316-7.5 | (BE3E4)T |
| book 316a.1 | 〈χρόα λευκὸν ἐπαυρεῖν:〉 ὅτι ἀντὶ τοῦ χροὸς 〈λευ‐ |
| book 316a.2 | κοῦ〉. | ἐπαυρεῖν ἐπιτυχεῖν. Aim |
| book 316b.1 | χρόα λευκόν: ἀντὶ τοῦ λευκοῦ χροός. | ὡς ἐπίπαν δὲ |
| book 316b.2 | λευκόχροες οἱ παλαιοί. T |
| book 317.1 | λιλαιόμενα: λῶ λαίω λιλαίω, ὡς κερῶ κεραίω· „ζωρότε‐ |
| book 317.2 | ρον δὲ κέραιε“ (Ι 203). A b (BCE3)T |
| book 320-1a1.1 | αὐτὰρ ἐπεὶ κατ’ ἐνῶπα 〈ἰδὼν Δαναῶν ταχυ‐ |
| book 320-1a1.2 | πώλων / σεῖς’, ἐπὶ δ’ αὐτὸς ἄϋσε μάλα μέγα, τοῖσι δὲ |
| book 320-1a1.3 | θυμόν〉: Ἀρίσταρχος ὡς „κατὰ δῶμα“ (Δ 386 al.), ἀπ’ εὐθείας τῆς |
| book 320-1a1.4 | ὤψ, ἥτις αἰτιατικὴν ἔχει τὴν ὦπα. ὁ δὲ Ἀλεξίων (fr. 58 B.) καὶ οἱ |
| book 320-1a1.5.1 | πλείους ὡς κατέναντα, οἷς καὶ δεῖ πείθεσθαι, ἵνα ᾖ ἀπὸ τοῦ κατενώπια |
| book 320-1a1.5.2 | κατὰ συγκοπὴν „κατένωπα“, ὡς „μηρία“ (Λ 773 al.) „μῆρα“ (cf. |
| book 320-1a1.5.3 | Α 464 al.), σιτία σῖτα. ἔνεστι μέντοι βοηθῆσαι καὶ τῷ Ἀριστάρχῳ |
| book 320-1a1.5.4 | οὕτως· ἔστιν ἐνωπὴ ἡ πρόσοψις, „ὡσεί τι κακὸν ῥέζουσαν ἐνωπῇ“ (Ε |
| book 320-1a1.5.5 | 374), παρ’ ἥν ἐστιν αἰτιατικὴ ἐνωπήν. ὃν οὖν τρόπον τὴν ἰωκὴν |
| book 320-1a1.10.1 | „ἰῶκα“ (Λ 601) εἶπεν μεταπλάσας, οὕτως καὶ τὴν ἐνωπὴν ἐνῶπα |
| book 320-1a1.10.2 | προπερισπωμένως. | ὑποστιγμὴν δὲ κατὰ τὸ τέλος τοῦ στίχου ἢ κατὰ |
| book 320-1a1.10.3 | τὸ σεῖσε (321) καὶ μέγα (321), τοῦ δέ (321) περιττεύοντος, τοῖσι |
| book 320-1a1.10.4 | δὲ θυμόν (321). A |
| book 320-1a2 | Ἀρίσταρχος προπερισπᾷ κατενῶπα (320). Aint |
| book 320a.1 | 〈κατ’〉 ἐνῶπα: Ἀρίσταρχος προπερισπᾷ τὸ ἐνῶπα· ἢ |
| book 320a.2 | ἀπὸ τοῦ ἐνωπήν ἐνῶπα κατὰ μεταπλασμόν, ὡς ἰωκὴν „ἰῶκα“ (Λ |
| book 320a.3 | 601). ὁ μέντοι Ἡρωδιανὸς (2,95,2) προπαροξύνει, λέγων αὐτὸ εἶναι |
| book 320a.4 | ἀπὸ τοῦ ἐνώπιον καὶ „ἐνώπια“ (Θ 435 al.), ὃ σημαίνει τὰ ἐναντία, καὶ |
| book 320a.5.1 | κατὰ συγκοπὴν „ἔνωπα“, ὡς „μηρία“ (Λ 773 al.) „μῆρα“ (cf. Α 464 |
| book 320a.5.2 | al.) καὶ σιτία σῖτα. b(BCE3E4)T |
| book 320b.1 | κατ’ ἐνῶπα: τινὲς προπαροξυτόνως. | ὡς ὁ 〈κατ’〉 |
| book 320b.2 | ἐναντία ἀντὶ τοῦ ἐξ ἐναντίας. οἱ δὲ ἐκ φανεροῦ· πρώην γὰρ αὐτὴν |
| book 320b | εἶχεν „εἱμένος ὤμοιϊν νεφέλην“ (Ο 308). T |
| book 322.1 | ἔθελξε: παρέλυσεν· ἐσκότωσε γὰρ αὐτῶν, φησί, τὸν νοῦν |
| book 322.2 | διὰ τὸ τὸν λογισμὸν οὐκ ἐκ τοῦ φανεροῦ φθείρεσθαι· b(BCE3E4)T |
| book 322.3 | „λιγυρῇ θέλγουσιν 〈ἀοιδῇ〉“ (μ 44) καὶ „θελκτήρια πάντα τέτυκται“ |
| book 322.4 | (ϟ 215). T |
| book 324-5.1 | θῆρε δύω〈—οὐ παρεόντοσ〉: δύο μὲν λέοντας |
| book 324-5.2 | παρείληφεν, ἐπεὶ καὶ οἱ τοὺς Ἀχαιοὺς ταράττοντες δύο εἰσίν, Ἕκτωρ |
| book 324-5.3 | καὶ Ἀπόλλων. νυκτὸς δὲ οὗτοι ἐπιτίθενται· ὁ γὰρ ἐν ἡμέρᾳ φόβος |
| book 324-5.4 | ἥττων. εἰς ἐπίτασιν δὲ τὴν ἀσέληνον καὶ τῆς νυκτὸς τὸ μεσαίτατον |
| book 324-5.5.1 | παρείληφε. τό τε ἐξαπίνης (325) χαλεπὸν πρὸς τὸ μὴ παραφυ‐ |
| book 324-5.5.2 | λάξασθαι. καὶ ὁ ποιμὴν αὐτοῖς οὐ πάρεστι βοηθός, ὡς οὐδὲ ὁ Ποσει‐ |
| book 324-5.5.3 | δῶν τοῖς Ἕλλησι συμμαχεῖ. b(BCE3E4)T |
| book 324a | θῆρε {δύο}: λέοντες κατὰ Κεφαλ〈λ〉ῆνας. T |
| book 324b.1 | κλονέουσι: ἐν τῇ ἐπαύλει· νυκτὸς γὰρ ταῦτα οὐ νέ‐ |
| book 324b.2 | μεσθαί φησι, „μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν“ (Μ |
| book 324b.3 | 301). T |
| book 324c | ἀμολγῷ: ἐν ᾧ οὐ μογοῦμεν ὕπνῳ βαθεῖ κατεχόμενοι· οἱ |
| book 324c | δὲ ‘ἀκμῇ‘ κατ’ Ἀχαιούς. δεινὸς δὲ ὁ ἐν σκότῳ κίνδυνος. T |
| book 326.1 | ἀνάλκιδες: τότε γενόμενοι, ὡς „κυκλοτερὲς μέγα τό‐ |
| book 326.2 | ξον ἔτεινεν“ (Δ 124). b(BCE3E4)T ὅ ἐστι μηδὲ κατ’ ὀλίγον |
| book 326.3 | ἀμύνασθαι δυνηθέντες. T |
| book 326-7.1 | Ἀπόλλων / ἧκε φόβον: παραφυλακτέον ὅτι τῇ Ἑλ‐ |
| book 326-7.2 | ληνικῇ φυγῇ θεὸν ἀεὶ ἀντιπαρατάττει. b(BCE3E4)T |
| book 328a.1 | κεδασθείσης ὑσμίνης: τῆς τάξεως διαλυθείσης. T |
| book 328a.2 | μέγα δὲ τὸ παρὸν δυστύχημα· αἱ γὰρ ἀναιρέσεις τῶν ἡγεμόνων ἢ τῶν |
| book 328a.3 | περὶ τούτους ἀριστέων ἔσονται· b(BCE3E4)T φησὶ γοῦν |
| book 328a.4 | „Στιχίος δῖός τε Μενεσθεύς / ἀρχοὶ Ἀθηναίων“ (Ν 195—6). T |
| book 328b.1 | κεδασθείσης ὑσμίνης: τῆς τάξεως διαλυθείσης· τότε |
| book 328b.2 | γὰρ ἄλλοι ἄλλῃ φέρονται. b(BCE3E4)T τοῦτο πρὸς τοὺς |
| book 328b.3 | ζητοῦντας, πῶς Λεῦκος πλησίον Αἴαντος εὑρεθεὶς τέτρωται (cf. Δ |
| book 328b.4 | 491—3). T |
| book 329-37.1 | 〈Ἕκτωρ μὲν Στιχίον—Ἴασος αὖτ’ ἀρ‐ |
| book 329-37.2 | χός:〉 ὅτι καὶ πρὸς τὸ πρῶτον καὶ πρὸς τὸ δεύτερον ὑπαντᾷ ὁ ποιη‐ |
| book 329-37.3 | τής. T |
| book 329 | 〈Στιχίον:〉 ὠνόμασται {δὲ} παρὰ τὰς στίχας. T |
| book 330a.1 | τὸν μὲν Βοιωτῶν: ὅτι πρὸς τὸ δεύτερον πρότερον |
| book 330a.2 | ἀπήντηκεν· ὁ γὰρ Ἀρκεσίλαος (cf. Ο 329) ἐστὶ Βοιωτός (cf. Β |
| book 330a.3 | 495). A |
| book 330b.1 | τὸν μὲν Βοιωτῶν: ὅτι πρὸς τὸ δεύτερον ὑπήντησεν· ὁ |
| book 330b.2 | γὰρ Ἀρκεσίλαος Βοιωτός ἐστιν. | ἑξῆς (sc. Ο 333—6) δὲ πρὸς τὸ |
| book 330b.3 | πρῶτον ὑπαντήσει. T |
| book 330c | 〈χαλκοχιτώνων:〉 γράφεται „καρτεροθύμων“. Aint |
| book 333a.1 | ἤτοι ὁ μὲν νόθος 〈υἱὸς Ὀϊλῆος θείοιο〉: ὅτι τὸ |
| book 333a.2 | Ὀϊλεύς σὺν τῷ ο, καὶ ὅτι πρὸς τὸ πρότερον ἀπήντηκε παρὰ τὸ ἔθος, |
| book 333a.3 | καὶ ἐξ ὀνόματος ἐπανέλαβεν (cf. Ο 334). A |
| book 333b.1 | ἤτοι ὁ μὲν νόθος: τῆς κατὰ μέρος ἱστορίας (sc. Ο |
| book 333b.2 | 333—6) χάριν ἡ ἐπανάληψις. δαιμονίως δὲ τῇ ἐξαλλαγῇ χρῆται· |
| book 333b.3 | ἄνω (sc. Ο 330) γὰρ πρὸς τὸ δεύτερον ὑπαντήσας νῦν πρὸς τὸ πρῶ‐ |
| book 333b.4 | τον. T |
| book 333c.1 | νόθος: ἐξ Ἀλκιμάχης τῆς Φυλάκου ἦν ὁ Αἴας, ὥς φησι |
| book 333c.2 | Πορφύριος ἐν τῷ Καταλόγῳ (fr. 9 Schr. [cf. test.]). ἀλλ’ οὐ συμφω‐ |
| book 333c.3 | νεῖ τῷ ποιητῇ· Ἐριώπιδος γάρ φησι τὸν Αἴαντα (cf. Ν 697 = Ο |
| book 333c.4 | 336). T |
| book 335.1 | ἐν Φυλάκῃ: αὕτη πόλις Θεσσαλίας. βαρυτόνως δὲ ἀνα‐ |
| book 335.2 | γνωστέον ὡς „Ἰθάκη“ (δ 608), ὡς πρὸς ἀντιδιαστολὴν τοῦ δεσμω‐ |
| book 335.3 | τηρίου. A |
| book 336a.1 | 〈γνωτὸν μητρυιῆς Ἐριώπιδος:〉 ὅτι γνωτὸς ὁ |
| book 336a.2 | ἀδελφὸς καὶ Ἐριῶπις ὄνομα κύριον. Aim |
| book 336b.1 | γνωτόν: γνωτὸς ὁ ἀδελφός, ὁ πλέον τῶν ἄλλων γνω‐ |
| book 336b.2 | ριζόμενος· b(BCE3E4)T ὅθεν καὶ γνωστοὺς εἰώθαμεν καλεῖν |
| book 336b.3 | τοὺς φίλους τοὺς γινωσκομένους ἡμῖν πλέον ὑπὲρ τοὺς κοινοὺς ἀνθρώ‐ |
| book 336b.4 | πους. T |
| book 336c | μητρυιῆς Ἐριώπιδος: ὁμοίως τῷ ποιητῇ καὶ Ἑλ〈λ〉ά‐ |
| book 336c.1 | νικος (FGrHist 4, 121) Ἐριώπην τὴν μητέρα Αἴαντός φησιν. Φερε‐ |
| book 336c.2 | κύδης δὲ ἐν πέμπτῳ (FGrHist 3, 24) καὶ Μνασέας ἐν ὀγδόῳ (F.H.G. |
| book 336c.3 | III 153, fr. 19) Ἀλκιμάχην, ὁ δὲ τῶν Ναυπακτικῶν ποιητὴς διώνυ‐ |
| book 336c.5.1 | μον αὐτήν φησι (E.G.F. p. 198, fr. 1)· „τὴν δὲ μεθ’ ὁπλοτάτην |
| book 336c.5.2 | Ἐριώπην ἐξονόμαζεν, / Ἀλκιμάχην δὲ πατήρ τε καὶ Ἄδμητος κα‐ |
| book 336c.5.3 | λέεσκεν“. T |
| book 336d.1 | Ὀϊλεύς: τὸν Ὀϊλέα Ζηνόδοτος ἑπόμενος Ἡσιόδῳ (cf. |
| book 336d.2 | fr. 235, 1 M.—W.) καὶ Στησιχόρῳ (fr. 49 P. = P.M.G. 229) χωρὶς |
| book 336d.3 | τοῦ ο ὀνομάζει Ἰλέα, τὸ δὲ ο ἄρθρον φησί. γελοῖον δὲ τὸ παρ’ Ὁμήρῳ |
| book 336d.4 | οὕτως ἀκούειν· οὐ γὰρ ἂν αὐτὸ καὶ ἐπὶ δοτικῆς προσέθηκε πτώσεως, |
| book 336d.5.1 | „οὐδ’ ἄρ’ Ὀϊλιάδῃ μεγαλήτορι Λοκροὶ ἕποντο“ (Ν 712). καὶ νῦν δὲ |
| book 336d.5.2 | ἠδύνατο εἰπεῖν ‘ἣν ἔχεν Ἰλεύσ‘. T |
| book 337.1 | 〈Ἴασος αὖτ’ ἀρχός:〉 τῶν τὴν δευτέραν ἡγεμονίαν |
| book 337.2 | ἐχόντων. Til |
| book 338a.1 | {ὑιὸς δὲ} Σφήλοιο: ὡς „φίλοιο“ (Ε 357 al.). ἔστι δὲ καὶ |
| book 338a.2 | κανὼν ὡς τὰ εἰς λος δισύλλαβα, τῷ η παραληγόμενα, κύρια ὄντα |
| book 338a.3 | βαρύνεσθαι θέλει, Τῆλος Μῆλος Βῆλος· οὕτως οὖν καὶ Σφῆλος. τὰ |
| book 338a.4 | μέντοι προσηγορικὰ ὀξυτονεῖται, πηλός χηλός, καὶ βαρύνεται, ὡς |
| book 338a.5.1 | δῆλος τὸ ἐπιθετικὸν καὶ ἧλος καὶ ζῆλος, περὶ ὧν εἰρήσεται ἡμῖν ἐν τοῖς |
| book 338a.5.2 | Περὶ 〈τῆσ〉 καθολικῆς προσῳδίας (1,155,18). A |
| book 338b.1 | 〈καλέσκετο:〉 ἵν’ ᾖ ὡς τὸ „σὴ παράκοιτις / κέκλημαι“ |
| book 338b.2 | (Δ 60—1) ἢ ὡς τὸ „μήτηρ μέν τέ μέ φησι“ (α 215). Tt |
| book 339a.1 | Μηκιστῆ {δ’ ἕλε}: ὁμοίως τῷ „ἔνθ’ αὖτ’ ἀγγελίην ἔπι |
| book 339a.2 | Τυδῆ στεῖλαν Ἀχαιοί“ (Δ 384). καὶ ἤτοι ἀπεκόπη ἡ Μηκιστῆα αἰτια‐ |
| book 339a | τικὴ ἢ Δωρικῶς κέκλιται, ὅπερ μοι δοκεῖ. A |
| book 339b.1 | Μηκιστῆ: περισπαστέον, εἴτε κατὰ ἀποκοπὴν τοῦ α, ὡς |
| book 339b.2 | Τυδῆα „Τυδῆ“ (Δ 384), εἴτε Δωρική ἐστιν ἡ κρᾶσις, Μηκιστέα Μη‐ |
| book 339b.3 | κιστῆ, ὃ καὶ ἄμεινον. b(BCE3)T | τινὲς δέ φασι κἀκεῖνα μὴ κατὰ συν‐ |
| book 339b.4 | αλιφὴν εἶναι „ὣς Ἀχιλῆ ὤτρυνεν“ (Υ 174), „ἐς Πηλῆ ἱκέτευσεν“ |
| book 339b.5 | (Π 574). T |
| book 340.1 | πρώτῃ ἐν ὑσμίνῃ: ἐν τοῖς πρωταγωνισταῖς· οὐ γὰρ νῦν |
| book 340.2 | ἐστιν ἡ πρώτη συμβολή. b(BCE3E4)T |
| book 341a.1 | νείατον ὦμον: τὸν πρὸς τῷ αὐχένι. b(BCE3E4)T |
| book 341a.2 | οἱ δὲ πρὸς ἀντιδιαστολήν· T Ἐχίος (cf. Ο 339) γὰρ „πρώτῃ ἐν |
| book 341a.3 | ὑσμίνῃ“ (Ο 340), οὗτος δὲ νείατος. b(BCE3)T |
| book 341b.1 | ὦμον ὄπισθεν: μόνον τοῦτόν φασιν Ἑλλήνων ὄπιθε |
| book 341b.2 | βεβλῆσθαι. καὶ Ἠϊονεὺς δὲ ἐν τῇ Η (sc. 11—2) ὑφ’ Ἕκτορος b(BCE3) |
| book 341b.3 | T οὕτως ἀναιρεῖται. τούτου δὲ οἱ ἀπόγονοι Σάμον ἐξ Ἀθηνῶν |
| book 341b.4 | συνῴκισαν. T |
| book 342.1 | φεύγοντ’ ἐν προμάχοισι: τινὲς „ἐν πυμάτοισι“, καὶ οἰ‐ |
| book 342.2 | κεῖον τοῦτο Πάριδι. ἢ ‘ἐν πρώτοις τῶν διωκόντων ὢν ὁ Πάρισ‘, οὐκ |
| book 342.3 | ‘αὐτὸν ἐν τοῖς προμάχοισι φεύγοντα‘. b(BCE3)T |
| book 343.1 | ὄφρ’ οἱ τοὺς ἐνάριζον ἀπ’ ἔντεα: ἕως οὗ αὐτοὶ τού‐ |
| book 343.2 | τους ἐσκύλευον, ἀφαιρούμενοι αὐτῶν τὰ ᾑμαγμένα ὅπλα. A |
| book 343 | 〈ἐνάριζον:〉 φονεύοντες ἐξέδυον. Til |
| book 344a.1 | τάφρῳ 〈καὶ σκολόπεσσιν〉 ἐνιπλήξαντες: τὴν μετὰ |
| book 344a.2 | δέους γινομένην ἄτακτον ἔμπτωσιν διὰ τῆς λέξεως ἐδήλωσεν· b(BCE3 |
| book 344a.3 | E4)T „ἕρκει ἐνιπλήξωσιν“ (χ 469). T |
| book 344b | 〈ἐνιπλήξαντες:〉 ἐμπελάσαντες. Aint |
| book 345.1 | ἀνάγκῃ: δαιμονία ἡ προσθήκη· οὐ γὰρ δι’ ἀνανδρίαν |
| book 345.2 | ἔπραξαν τοῦτο, ἀλλὰ διὰ τὴν ἀπὸ τῶν θεῶν ἀνάγκην. b(BCE3E4)T |
| book 346.1 | Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο 〈μακρὸν ἀΰσασ〉: ἡ |
| book 346.2 | συνήθεια συνάπτει καὶ τὸ „νηυσὶν ἐπισσεύεσθαι“ (Ο 347), ἵνα ἡ μετά‐ |
| book 346.3 | βασις {ἡ} ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμητικὸν ᾖ· „ὃν δ’ ἂν ἐγὼν |
| book 346.4 | ἀπάνευθε“ (Ο 348). A |
| book 347a.1 | νηυσὶν ἐπισσεύεσθαι: ὡς ἐπὶ τὰς ναῦς ὁρμᾶν· λείπει |
| book 347a.2 | δὲ τὸ λέγων. ἢ ἀπαρέμφατά εἰσιν ἀντὶ προστακτικῶν. b(BCE3)T |
| book 347b.1 | {νηυσὶν} ἐπισσεύεσθαι: ὅτι Ζηνόδοτος γράφει „ἐπισ‐ |
| book 347b.2 | σεύεσθον“. συγχεῖται δὲ τὸ δυϊκὸν κατὰ πλειόνων τασσόμενον. A |
| book 348-51.1 | ὃν δ’ ἂν ἐγὼν—πρὸ ἄστεος ἡμετέροιο: |
| book 348-51.2 | βαρβαρικὴ ἡ ἀπειλὴ καὶ τὸ πρόσταγμα θρασύ, οὐχ ὡς ὁ Νέστωρ μου‐ |
| book 348-51.3 | σικῶς καὶ πεπαιδευμένως φησίν· „ἀλλ’ ἄνδρας κτείνωμεν· ἔπειτα δὲ |
| book 348-51.4 | καὶ τὰ ἕκηλοι / νεκροὺς ἂμ πεδίον συλήσετε“ (Ζ 70—1). b(BCE3E4)T |
| book 349a | 〈αὐτοῦ:〉 ὅπου †ὁραθῆναι. Til |
| book 349b.1 | μητίσομαι: τὸ πρῶτον ἔσχατον ἔθηκεν· ὁ γὰρ ἀναιρεῖν |
| book 349b.2 | ἐπιβαλλόμενος προβουλευσάμενος τοῦτο ποιεῖ. T |
| book 349-51.1 | οὐδέ νυ τόν γε / γνωτοί τε—ἐρύουσι: ἐν‐ |
| book 349-51.2 | τεῦθεν νόμος τὸν προδότην μὴ θάπτεσθαι b(BCE3E4)T παρὰ |
| book 349-51.3 | τῶν νομοθετούντων ἐκινήθη. T |
| book 350 | 〈λελάχωσι:〉 ἀντὶ τοῦ λαχεῖν ποιήσουσιν. Aim |
| book 351a.1 | {ἀλλὰ κύνες} ἐρύουσι: ἡ διπλῆ, ὅτι ἐνεστῶτι ἀντὶ μέλλον‐ |
| book 351a.2 | τος κέχρηται, ἐρύουσιν ἀντὶ τοῦ ἐρύσουσι. | τρίτη δὲ ἀπὸ τέλους |
| book 351a.3 | ἡ ὀξεῖα ἐπὶ τὸ ἐρύουσι〈ν〉. εἴρηται δὲ περὶ τῆς προσῳδίας ἐν τῇ Λ |
| book 351a.4 | (sc. ad 454). A |
| book 351b | ἐρύουσι: τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα ἐν τῷ ἐρύουσιν· |
| book 351b | ἐνεστὼς γάρ ἐστιν ἀντὶ μέλλοντος. b(BCE3)T |
| book 352.1 | κατωμαδόν: κατὰ τῶν ἰδίων ὤμων, ἀφ’ οὗ τὸν βάρβαρον |
| book 352.2 | καὶ μετὰ θυμοῦ παριππεύοντα δηλοῖ. b(BCE3E4)T παρὰ τοῦτο |
| book 352.3 | τὸ „〈ὅσσα δὲ δίσκου οὖρα〉 κατωμαδίοιο πέλονται“ (Ψ 431). T |
| book 352-3.1 | ἤλασεν ἵππους 〈/ κεκλόμενος Τρώεσσι ἐπὶ στί‐ |
| book 352-3.2 | χασ〉: ἤλαυνεν ἐπὶ στίχας τοὺς ἵππους, τοῖς Τρωσὶ κεκλόμενος. πῶς δὲ |
| book 352-3.3 | ἤλαυνε καὶ ἐπολέμει; b(BCE3)T |
| book 354 | 〈ὁμοκλήσαντες:〉 τοῖς ἵπποις δηλονότι. Til |
| book 356a.1 | ὄχθας καπέτοιο: τὰς ἀνασκαφὰς τῆς τάφρου. b(BCE3 |
| book 356a.2 | E4)T καπέτοιο δὲ σκαπέτοιο· T Ἀργεῖοι δὲ οὕτω τὴν |
| book 356a | τάφρον ὠνόμαζον. b(BCE3E4)T |
| book 356b.1 | ποσσίν: ὅτι Ζηνόδοτος γράφει „χερσίν“. εὐλογώτερον |
| book 356b.2 | δὲ μὴ κατακύπτειν τὸν θεόν, ἀλλὰ τοῖς ποσὶ συγχεῖν. A |
| book 357.1 | γεφύρωσεν 〈δὲ κέλευθον〉: κυρίως τὸ ἐκ ξύλων γε‐ |
| book 357.2 | γομφωμένον γέφυρα. ἐν βραχεῖ δὲ ἔδειξε τὸ ἔργον τοῦ θεοῦ. T |
| book 358 | 〈ὅσον τ’ ἐπὶ δουρὸς ἐρωή:〉 ὅσον ἐστὶ βολὴ δόρατος. Til |
| book 359a.1 | ὁππότ’ ἀνὴρ σθένεος πειρώμενος ᾗσι: εὖ τὸ μὴ |
| book 359a.2 | ἁπλῶς ἀκοντίζοντα παραλαβεῖν, ἀλλὰ καὶ τῆς ἑαυτοῦ ἥβης ἀποπει‐ |
| book 359a.3 | ρώμενον ὥστε ἐπὶ πλέον ἐξικέσθαι. b(BCE3E4)T |
| book 359b1.1 | {πειρώμενος} ᾗσι: ἐπεκτέταται τὸ ᾗσι〈ν·〉 ἀντὶ γὰρ τοῦ |
| book 359b1.2 | ᾗ ἐστιν ὑποτακτικοῦ, ὅπερ ἡ συνήθεια λέγει μετὰ προθέσεως ἀφῇ· |
| book 359b1.3 | διὸ καὶ μετὰ τοῦ ι γράφεται καὶ δασύνεται· ἀπὸ γὰρ τοῦ ἵημι δασυνο‐ |
| book 359b1.4 | μένου κέκλιται. A |
| book 359b2.1 | {ἥσει:} δασυντέον· ἐπεκτέταται γὰρ τὸ ᾗ, ὅπερ ἡ συν‐ |
| book 359b2.2 | ήθεια μετὰ προθέσεώς φησιν ἀφῇ. T |
| book 360a.1 | τῇ ῥ’ οἵ γε προχέοντο φαλαγγηδόν: τῶν τετηρη‐ |
| book 360a.2 | μένων ἐστὶ καὶ αὕτη ἡ στιγμὴ ἐπὶ τοῦ ὀκτωκαιδεκάτου χρόνου. ὀλίγαι |
| book 360a.3 | δ’ εἰσὶ παρ’ Ὁμήρῳ τοιαῦται. A |
| book 360b.1 | 〈φαλαγγηδόν, πρὸ δ’ Ἀπόλλων:〉 ὡς „ὁμιλαδόν“ |
| book 360b.2 | (Μ 3 al.). προηγεῖτο δὲ αὐτῶν Ἀπόλλων. Til |
| book 361.1 | 〈αἰγίδ’ ἔχων ἐρίτιμον:〉 στικτέον ἐπὶ τὸ ἐρίτιμον. λεί‐ |
| book 361.2 | πει δὲ τὸ ἦν. Aint |
| book 362-4.1 | ῥεῖα μάλ’, ὡς ὅτε τις 〈ψάμαθον πάϊς— |
| book 362-4.2 | ἀθύρων〉: καὶ πῶς τοῖς θεοῖς πολλοῦ ἐδέησε πρὸς παντελῆ ἀφανισμόν |
| book 362-4.3 | (cf. Μ 17—35); T διαναπαύουσι δὲ τὸν πόνον αἱ παραβολαί. |
| book 362-4.4 | καὶ ταπεινὴ μὲν ἡ εἰκών, ὅμως πᾶσι γνωστή. ἀπὸ κοινοῦ δὲ τὸ συν‐ |
| book 362-4.5 | έχευεν (364). b(BCE3E4)T |
| book 363a.1 | ἀθύρματα: πιθανῶς παίγνιά φησι τὰ δώματα τῶν νη‐ |
| book 363a.2 | πίων. b(BCE3E4)T |
| book 363b.1 | 〈νηπιέῃσιν:〉 βέλτιον μετὰ τὸ νηπιέῃσιν ὑποστι‐ |
| book 363b.2 | κτέον. Aint |
| book 364a.1 | 〈συνέχευε:〉 συνέχεεν· οὐ γὰρ ἐκ λίθων ἦν, ἵνα εἴπῃ κατ‐ |
| book 364a.2 | έβαλεν. Til |
| book 364b.1 | ποσὶν καὶ χερσὶν ἀθύρων: ὅλῳ γὰρ ἐφάλλεται τῷ |
| book 364b.2 | σώματι. χρὴ δὲ ἐπὶ τὸ χερσί διαστείλαντα πρὸς βραχὺ ἐπάγειν καθ’ |
| book 364b.3 | αὑτὸ τὸ ἀθύρων, ἵν’ ᾖ τοῦ ὅλου ἐπεξήγησις· εἰ γὰρ συνάψαιμεν, |
| book 364b.4 | ἔσται ἀθύρειν τὸ πατεῖν ἀκύρως. b(BCE3E4)T |
| book 365a.1 | {ὥς ῥα σὺ} ἤϊε: Ἀρίσταρχος δασύνει, ἀπὸ τῆς ἕσεως τῶν |
| book 365a.2 | βελῶν. οἱ δὲ περὶ τὸν Κράτητα (fr. 55 M.) ψιλῶς, ἀπὸ τῆς ἰάσεως· καὶ |
| book 365a.3 | οὕτως ἐπείσθησαν οἱ γραμματικοὶ πρὸς διάφορον ἐτυμολογίαν δια‐ |
| book 365a.4 | φόρως ἀναγινώσκειν. ἀγνοοῦσι δὲ ὅτι ὁ χαρακτὴρ μάχεται· ἀεὶ γὰρ |
| book 365a.5.1 | τὸ η πρὸ φωνήεντος ψιλοῦται, „ἠώσ“ (Α 493 al.), „ἤϊα“ (Ν 103 al.). |
| book 365a.5.2 | ταύτῃ καὶ τὸ „ἥτε ξείνων θέμις ἐστί“ (ι 268) δασύνεται, τὸ δὲ „ἠΰτε“ |
| book 365a.5.3 | (Β 87 al.) ψιλοῦται· καὶ τὸ ἕως δασύνεται, τὸ δὲ „ἠώσ“ (Α 493 al.) |
| book 365a.5.4 | ψιλοῦται· καὶ τὸ ἥλιος δασύνεται, τὸ δὲ „ἠέλιοσ“ (Α 475 al.) ἐψιλώθη. |
| book 365a.5.5 | ὥστε εἴτε ἐκ τοῦ ἱήϊος δασυνομένου ἐστὶν εἴτε ἐκ τοῦ ψιλουμένου, μόνως |
| book 365a.10 | ψιλωτέον. A |
| book 365b.1 | ἤϊε: Ἀρίσταρχος δασύνει, παρὰ τὴν ἕσιν τῶν βελῶν· ὁ δὲ |
| book 365b.2 | Ἡρωδιανὸς (2,95,26) ψιλοῖ· ἀεὶ γὰρ τὸ η πρὸ φωνήεντος ψιλοῦται. |
| book 365b.3 | οἱ δὲ παρὰ τὴν ἴασιν ἢ παρὰ τὸ ἰέναι· ἥλιος γάρ ἐστιν. ἔστι δὲ περι‐ |
| book 365b.4 | παθὴς ἡ ἀναφώνησις καὶ ἐμφαντικὴ τῆς δυνάμεως τοῦ θείου. b |
| book 365b.5 | (BCE3)T |
| book 366.1 | 〈αὐτοῖσι δὲ φύζαν ἐνῶρσας:〉 ἐν ὅλοις σχεδὸν διαμαρ‐ |
| book 366.2 | τύρεται ὅτι οὐ τὸν Ἕκτορα ἔφυγον, ἀλλὰ τὸν θεόν. b(BCE3E4) |
| book 367 | 〈ἐρητύοντο:〉 τῆς ὁρμῆς ἐπείχοντο. Til |
| book 369.1 | μεγάλ’ εὐχετόωντο: δυστυχίας ἐπίτασις καὶ σωτηρίας |
| book 369.2 | ἀπόγνωσις εὐχὴ θεῶν. πιθανῶς δὲ τὰς τοῦ πλήθους ἐν κεφαλαίοις |
| book 369.3 | εἶπε, τὴν δὲ τοῦ εὐσεβεστάτου διεσάφησε b(BCE3E4)T καὶ |
| book 369.4 | ἐξειργάσατο Νέστορος (sc. Ο 370—6). ἀπὸ μετοχῆς δὲ εἰς ῥῆμα· |
| book 369.5 | „τιτυσκόμενοι λάεσσί τ’ ἔβαλλον“ (Γ 80). T |
| book 371.1 | χεῖρ’ ὀρέγων: οὐ „χεῖρα“, ἀλλὰ „χεῖρε“, δυϊκῶς. ἀστε‐ |
| book 371.2 | ρόεντα δὲ T οὐ τὸν τότε, ἀλλὰ τὸν φύσει b(BCE3)T ἀστε‐ |
| book 371.3 | ρόεντα. T |
| book 372-4.1 | 〈εἴ ποτέ τίς τοι〉 ἐν Ἄργεΐ 〈περ πολυπύρῳ / |
| book 372-4.2 | — / εὔχετο νοστῆσαι〉: Ἄργος (cf. 372) ὅλην τὴν Ἑλλάδα. |
| book 372-4.3 | περισσὸς δὲ ὁ πέρ (372), b(BCE3E4)T ὡς „φυγόντι περ αἰπὺν |
| book 372-4.4 | ὄλεθρον“ (ρ 47). T πιθανὸν δὲ τὸ μὴ ὑπὲρ ὧν αὐτὸς ἔθυσε σω‐ |
| book 372-4.5 | τηρίαν αἰτεῖν· οὐ γὰρ ὑπὲρ ἑαυτοῦ δέδοικεν, ἀλλ’ ὑπὲρ ἁπάντων· διὰ |
| book 372-4 | τοῦτο τὴν κοινὴν εὐσέβειαν προβάλλεται. b(BCE3E4)T |
| book 373 | ὄϊος 〈κατὰ πίονα μηρία καίων〉: τινὲς „οἰόσ“, ἐπεὶ |
| book 373.1 | ἀεὶ δισυλλάβως πλὴν τοῦ „νῶτον {δ’} ἔθηκ’ ὄϊοσ“ (Ι 207). ἡ δὲ κατά |
| book 373.2 | πρὸς τὸ καίων. T |
| book 374a | καὶ κατένευσας: ἐνέγκαι εἰς τὴν οἰκίαν. T |
| book 374b1.1 | καὶ κατένευσας: ἀμετάπτωτον ποιῶν τὴν ὑπόσχε‐ |
| book 374b1.2 | σιν. T |
| book 374b2.1 | κατένευσας φησὶ b(BCE3) πρὸς τὸ τὴν ὑπόσχεσιν |
| book 374b2.2 | ποιῆσαι ἀμετάπτωτον. b(BCE3E4) |
| book 375a | 〈τῶν:〉 ἔδει ‘τῷ‘. Til |
| book 375b.1 | Ὀλύμπιε: τὸν ἐν Ὀλυμπίᾳ, 〈ἐπεὶ〉 πλησίον Πύλου |
| book 375b.2 | Πίσα. T |
| book 376a | 〈οὕτω:〉 ὡς νῦν. Til |
| book 376b.1 | 〈Τρώεσσιν ἔα δάμνασθαι:〉 ὅτι πτῶσις ἤλλακται καὶ |
| book 376b.2 | πρόθεσις παρεῖται, ἀντὶ τοῦ ὑπὸ Τρώων. Aim |
| book 376c | 〈Ἀχαιούς:〉 ἡμᾶς. Til |
| book 377a1.1 | {ὣς ἔφατ’ εὐχόμενος} μέγα δ’ ἔκτυπε: ὅτι Ζηνόδοτος |
| book 377a1.2 | γράφει „μέγα δ’ ἔκλυε“. οὐχ ὑπήκουσε δὲ αὐτοῖς ὥστε πεισθῆναι, |
| book 377a1.3 | ἀλλὰ κατ’ αὐτῶν ἐγένετο. A |
| book 377a2 | Ζηνόδοτος {δὲ} γράφει „μέγα δ’ ἔκλυε“. T |
| book 377b | μέγα δ’ ἔκτυπε: παιδευτικὰ καὶ ταῦτα διὰ τὸ ἐπισημαί‐ |
| book 377b.1 | νεσθαι τὸν θεὸν ἑνὸς ἀνδρὸς εὐχήν. ἄκρως δὲ κεκράτηκε τῆς οἰκονομίας |
| book 377b.2 | ὁ ποιητής· τὸ μὲν γὰρ μηδὲν ἐπιγενέσθαι τῷ πρεσβύτῃ σημεῖον ἀπίθα‐ |
| book 377b.3 | νον, τὸ δὲ κατανεύειν ἤδη ἐναντίον· ὁ γὰρ μηδὲ τῇ Ἥρᾳ πειθόμενος, |
| book 377b.5.1 | ἀλλὰ φυλάττων τὴν πρὸς Θέτιν ὑπόσχεσιν πῶς ἂν ταχέως ἐπείσθη |
| book 377b.5.2 | τῷ Νέστορι; b(BCE3E4)T |
| book 378.1 | ἀράων ἀΐων: οὐ γὰρ ἐξολώλασιν Ἕλληνες, ἀλλ’ ἐνόστη‐ |
| book 378.2 | σαν. T |
| book 379.1 | 〈Τρῶες δ’ ὡς ἐπύθοντο Διὸς κτύπον αἰγιόχοιο:〉 |
| book 379.2 | τὸ ὥς ἀντὶ τοῦ ἐπεί. πρὸς αὑτῶν δὲ οὗτοι τίθενται τὸ ἀγαθόν. Til |
| book 381-4.1 | ὥς τε μέγα κῦμα〈—κατὰ τεῖχος ἔβαινον〉: |
| book 381-4.2 | ἀεὶ ἑαυτὸν παρευδοκιμεῖ ὁ ποιητὴς ταῖς ὁμοιώσεσι· τί γὰρ ἐναργέστε‐ |
| book 381-4.3 | ρον ἢ ἐμφαντικώτερον ἢ καθάπαξ συμφωνότερον ταύτης τῆς εἰκόνος; |
| book 381-4.4 | χειμῶνι μὲν τὸν κίνδυνον εἰκάζει, σκάφει δὲ τὸ τεῖχος, τοὺς δὲ μετὰ |
| book 381-4.5.1 | βοῆς ἐπιόντας κύμασιν. b(BCE3E4)T οἱ δὲ Τρῶες ὑπερέβησαν τὸ |
| book 381-4.5.2 | τεῖχος ὡς κῦμα ναῦν. τὸ δὲ εὐρυπόροιο (381) ἀντὶ τοῦ μεγαλοπό‐ |
| book 381-4.5.3 | ρου, ἀναπεπταμένης· μείζονα γὰρ τὰ ἐν τῇ τοιαύτῃ θαλάσσῃ κύμα‐ |
| book 381-4.5.4 | τα. b(BE3E4)T |
| book 382a.1 | νηὸς ὑπὲρ τοίχων: οὐκ ἀναγκαῖόν ἐστιν ἀναστρέφειν |
| book 382a.2 | τὴν πρόθεσιν, ἀλλὰ συντάσσειν τῇ τοίχων γενικῇ. A |
| book 382b1.1 | 〈νηὸς ὑπὲρ τοίχων:〉 ἀντὶ τοῦ ὑπὲρ τοὺς τοίχους. | |
| book 382b1.2 | ὑψηλότερον γενόμενον τὸ κῦμα τῶν τοίχων τῆς νεώς. Til |
| book 382b2.1 | ὥσπερ ὅταν τὸ κῦμα γένηται τῶν τοίχων τῆς νεὼς ὑψη‐ |
| book 382b2.2 | λότερον, οὕτως Τρῶες τοῦ τείχους. b(BCE3E4) |
| book 384 | 〈κατὰ τεῖχος ἔβαινον:〉 κατέβαινον τὸ τεῖχος. Til |
| book 385a | ἵππους δ’ εἰσελάσαντες 〈ἐπὶ πρύμνῃσι μάχον‐ |
| book 385a.1 | το〉: πρὸς τὴν ἰδιότητα τῆς μάχης, ὅτι οἱ μὲν ἐπιβεβηκότες ταῖς |
| book 385a.2 | πρύμναις τῶν νεῶν, οἱ δὲ ἀποστρέψαντες τὰ ἅρματα ἐπὶ τῶν δίφρων, |
| book 385a.3 | ἵν’ ᾖ ἀπ’ ἴσου (cf. Ο 386—7). | βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ εἰσελά‐ |
| book 385a.5 | σαντες πρὸς τὸ σαφέστερον. A |
| book 385b.1 | ἵππους δ’ εἰσελάσαντες 〈ἐπὶ πρύμνῃσι μάχον‐ |
| book 385b.2 | το〉: πρὸς τὴν ἰδιότητα τῆς μάχης, ὅτι οἱ μὲν ἐπιβεβηκότες ταῖς πρύ‐ |
| book 385b.3 | μναις, οἱ δὲ ἀπὸ τῶν ἵππων, ἵνα ἀφ’ ὕψους μάχοιντο. ἐσήλασαν δὲ τοὺς |
| book 385b.4 | ἵππους διὰ τῆς ὑπὸ Ἀπόλλωνος γενομένης κελεύθου. T |
| book 385-7.1 | ἐπὶ πρύμνῃσι μάχοντο〈—ἐπιβάντεσ〉: ἰδίω‐ |
| book 385-7.2 | μά φησιν Ἀρίσταρχος γεγενῆσθαι περὶ τὴν μάχην· τῶν γὰρ Τρώων |
| book 385-7.3 | ἐντὸς τοῦ τείχους γεγονότων οἱ Ἕλληνες ἐπὶ τῶν πρυμνῶν μάχονται· |
| book 385-7.4 | διὸ Τρῶες, ὅπως ἀπὸ ἴσου βάλλοιεν ὕψους, ἀπὸ τῶν ἁρματείων δίφρων |
| book 385-7.5.1 | αὐτοὶ μάχονται ὥστε ἀποστραφῆναι τοὺς ἵππους ὡς ἐπὶ τὴν Ἴλιον. |
| book 385-7.5.2 | ἔσονται δὲ καὶ οἱ ἡνίοχοι ὡς ἐπὶ τὴν πόλιν τετραμμένοι, τὰ δὲ νῶτα δόν‐ |
| book 385-7.5.3 | τες τοῖς πολεμίοις, οἱ δὲ παραιβάται σκέποντες αὐτοὺς ἅμα καὶ μαχό‐ |
| book 385-7.5.4 | μενοι· διὸ ὁ ἡνίοχος Πολυδάμαντος Κλεῖτος κατὰ τὸν αὐχένα βάλλεται |
| book 385-7.5.5 | (cf. Ο 445—52). b(BE3E4)T |
| book 386.1 | αὐτοσχεδόν: αὐτόθεν, ἐκ τοῦ σύνεγγυς τόπου· τὴν γὰρ |
| book 386.2 | σύνεγγυς ἀντίστασιν „σχεδίην“ (Ε 830) καλοῦσιν. ἐκπλήσσων δὲ τὸν |
| book 386 | θεατὴν ναυμαχίᾳ ἅμα ἱππομαχίαν κατέμιξεν. b(BCE3E4)T |
| book 388 | 〈ξυστοῖσι:〉 λείπει δόρασιν. Til |
| book 389a.1 | ναύμαχα {κολλήεντα}: οὕτως ὡς θαύματα. ἐξαιρέτως δὲ |
| book 389a.2 | τὰ παρὰ ῥῆμα οὐδέτερα σύνθετα μονογενῆ, εἰς ον περατούμενα, προ‐ |
| book 389a.3 | παροξύνεται, χαρτότομον χειρόγραφον ἀκρατόφορον. οὕτως „ναύ‐ |
| book 389a.4 | μαχον ἐν παλάμῃσιν“ (Ο 677), ἵνα εἶδος δόρατος νοηθῇ ἐν διαφόρῳ |
| book 389a.5 | μεγέθει. A |
| book 389b1.1 | ναύμαχα: εἰκὸς ἀπὸ Μίνωος πεπολιτεῦσθαι ναυμαχίαν |
| book 389b1.2 | παρ’ Ἕλλησι· καὶ Ἀγαμέμνων „πολλῇσιν νήσοισιν“ (Β 108) ἦρχεν, |
| book 389b1.3 | πεντηκόντεροί τε †μόνον οὐκ ἂν ἦσαν ναυσὶ φορτηγοῖς μόναις† |
| book 389b1.4 | ἐχρῶντο. πεφράχθαι δὲ αὐτὰς εἰκός, μὴ ἀνταναχθῶσιν οἱ Τρῶες. | πε‐ |
| book 389b1.5.1 | ποίηται δὲ παρὰ τὴν μάχην, ὡς ἱππόκομος παρὰ τὴν κόμην. ναυμάχος |
| book 389b1.5.2 | μὲν ὁ ἀνὴρ ὡς παμφάγος, ναύμαχον δὲ τὸ δόρυ †ἄξυλον. T |
| book 389c1.1 | κολλήεντα: ὑπὸ βλήτρων· φησὶ γοῦν „κολλητὸν βλή‐ |
| book 389c1.2 | τροισιν“ (Ο 678). οἱ δέ φασι μήπω γνωρίζεσθαι ναυμαχίαν· ὅπως δὲ |
| book 389c1.3 | ἀναστέλλοιεν τοὺς ἀπὸ γῆς εἴργοντας, τοῦτο ἐπετήδευσαν. T |
| book 389b2/c2.1 | παρὰ τὸ ναῦς γίνεται καὶ τὸ μάχη. ναυμάχος μὲν οὖν ὁ |
| book 389b2/c2.2 | ἀνήρ, ὡς παμφάγος, ναύμαχον δὲ τὸ δόρυ. | φασὶ δὲ μήπω γνωρίζεσθαι |
| book 389b2/c2.3 | παρ’ αὐτοῖς ναυμαχίαν. ὅπως δὲ μὴ βλάπτοιεν τοὺς ἀπὸ γῆς συμπο‐ |
| book 389b2/c2.4 | λεμοῦντας, τοῦτο ἐπετήδευσαν, | καὶ ἵνα μὴ ἀνταναχθῶσιν οἱ Τρῶες. |
| book 389b2/c2.5.1 | b(BCE3E4) | κολλήεντα δὲ ὑπὸ βλήτρων δηλονότι· φησὶ γοῦν καὶ |
| book 389b2/c2.5.2 | ἀλλαχοῦ „κολλητὸν βλήτροισι“. b(BE3E4) |
| book 389d.1 | στόμα: τὸ ἄκρον, παρὰ τὸ τμητικὸν εἶναι. δηλοῖ δὲ ὅτι |
| book 389d.2 | οὐκ εἶχον κατ’ ἄμφω τὰ μέρη σίδηρον· ἔπειτα γὰρ καὶ σαυρωτῆρες |
| book 389d.3 | προσῆσαν 〈ὡσ〉 τοῖς καταπηγνυμένοις εἰς γῆν. ἀλλ’ ἐπὶ τῶν νεῶν |
| book 389d | ἔκειτο. b(BE3E4)T |
| book 390.1 | Πάτροκλος δ’, εἵως μέν: ὅταν ἐπὶ τὰ ἄκρα ἄγῃ τὴν |
| book 390.2 | ποίησιν, τότε ταῖς μεταβάσεσι χρῆται συνεχῶς, τὴν προσοχὴν τῶν |
| book 390.3 | ἀκροατῶν συνάγων. μεταβαίνει οὖν ἐπὶ τὸν Πάτροκλον νῦν· ἐπὶ τού‐ |
| book 390.4 | τῳ γὰρ καὶ διατρίβειν αὐτὸν παρὰ τῷ Εὐρυπύλῳ ᾠκονόμησεν, ὅπως |
| book 390.5.1 | ἐκ τῆς ὄψεως κινηθεὶς ἐντονώτερον Ἀχιλλέως δεηθείη. πῶς δὲ ἐπιλα‐ |
| book 390.5.2 | θόμενος Ἀχιλλέως τοσοῦτον χρόνον διάγει; ἢ οὐ πολὺς μὲν χρόνος, τὰ |
| book 390.5.3 | δὲ γεγονότα ποικίλα ἐν ὀλίγῳ καιρῷ. b(BCE3E4)T |
| book 392 | 〈ἀγαπήνορος:〉 ὑπὸ τῶν ἀνδρείων ἀγαπωμένου. Til |
| book 393a.1 | ἔτερπε λόγοις: τινὲς „ἔτερπε λόων“. τοὺς γὰρ νοσοῦν‐ |
| book 393a.2 | τας ἔλουον· φησὶ γὰρ „εἰσόκε θερμὰ λοετρὰ ἐϋπλόκαμος Ἑκαμήδη / |
| book 393a.3 | θερμήνῃ“ (Ξ 6—7). ἄμεινον δὲ λόγοις· φησὶ γοῦν ἀπιὼν „ἀλλὰ σὲ |
| book 393a.4 | μὲν θεράπων ποτιτερπέτω“ (Ο 401). T καὶ Μένανδρος (fr. 782 |
| book 393a.5.1 | Koe.)· „ἰατρός ἐστιν ὁ λόγος ἀνθρώποις νόσων· / ψυχῆς γὰρ οὗτος |
| book 393a.5.2 | μόνος ἔχει κουφίσματα“. πρὸς τὸ μὴ συγκαταπίπτειν τῷ σώματι τὴν |
| book 393a.5.3 | ψυχήν, ἀλλ’ ὑπερορᾶν τὸ βάρος τοῦ σώματος. b(BCE3E4)T καὶ |
| book 393a.5.4 | Λητὼ καὶ Ἄρτεμις τὸν Αἰνείαν κυδαίνουσιν (sc. Ε 448). T |
| book 393b | 〈λόγοις: ὅτι〉 ἅπαξ ἐνταῦθα ἐν τῇ Ἰλιάδι τὸ λόγοις. Aint |
| book 394a.1 | φάρμακ’ ἀκήματα: τὸ πλῆρες φάρμακα, εἶτα ἀκή‐ |
| book 394a.2 | ματα· παρὰ γὰρ τὸ ἀκέσασθαι τὸ ἀκήματα ἐσχημάτισται. εἴρηται |
| book 394a.3 | δὲ ἡμῖν ἐν ἑτέροις διότι καὶ ἡ ἄκεσις καὶ τὸ „ἀκεσταί τοι φρένες ἐσθλῶν“ |
| book 394a | (Ν 115) τὸ ε ἔχει κατὰ τὴν παραλήγουσαν. A |
| book 394b1.1 | 〈ἀκήματα:〉 ἔν τισιν „ἀκέσματα“· οὕτως δὲ καὶ Ἀρίσταρ‐ |
| book 394b1.2 | χος. 〈δι〉χῶ〈σ〉 οὖν. Aim |
| book 394b2 | διχῶς, καὶ „ἀκέσματα“. Til |
| book 394c | 〈ἀκήματα:〉 ἀκέσματα, θεραπεύματα. b(BCE3) |
| book 394d | 〈ἔπασσε:〉 ἐπέπασσε. Til |
| book 395a.1 | 〈τεῖχος ἐπεσσυμένους:〉 τὸ ἑξῆς, ἐπὶ τεῖχος ἐσσυμέ‐ |
| book 395a.2 | νους. Til |
| book 395b | 〈τεῖχος:〉 ὅτι ἐλλείπει ἡ ἐπί, 〈ἐπὶ〉 τεῖχος. Aint |
| book 398a1.1 | 〈δ’ ἔπος ηὔδα:〉 οὕτως Ἀρίσταρχος 〈δ’〉 ἔπος ηὔδα. |
| book 398a1.2 | Aim |
| book 398a2.1 | 〈δὲ προσηύδα:〉 „〈δ’〉 ἔπος ηὔδα“, οὐ 〈δὲ〉 προσ‐ |
| book 398a2.2 | ηύδα. Til |
| book 400 | 〈ἐνθάδε: τὴν〉 ἐν τόπῳ νῦν δηλοῖ σχέσιν. Til |
| book 401 | 〈ποτιτερπέτω:〉 †πρὸς τῷ φαρμάκῳ. Til |
| book 402 | σπεύσομαι: ταχυνῶ, ἐνεργῶς πορεύσομαι. b(BCE3E4)T |
| book 403-4 | τίς δ’ οἶδ’, εἴ κέν οἱ 〈σὺν δαίμονι θυμὸν ὀρίνω / |
| book 403-4.1 | —ἑταίρου〉: δῆλός ἐστιν κεχειρωμένος τοῖς λόγοις Νέστορος |
| book 403-4.2 | (sc. Λ 792—3 = Ο 403—4), δι’ ὧν αὐτοὺς ἐπὶ μνήμης ἄγει. b(BCE3 |
| book 403-4.3 | E4)T | παρέλκει δὲ ὁ κέν (403). | σὺν δαίμονι (403) δέ, ἐφαψαμέ‐ |
| book 403-4.5 | νου θεοῦ. T |
| book 403.1 | {τίς δ’ οἶδ’} εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίνω: ὅτι |
| book 403.2 | οὕτως εἴρηκεν ‘αὐτῷ τὸν θυμὸν ὀρίνω‘ ἀντὶ τοῦ ‘εἰ αὐτοῦ τὸν θυμὸν |
| book 403 | ὀρίναιμι‘. A |
| book 404.1 | ἀγαθὴ δὲ παραίφασίς 〈ἐστιν〉 ἑταίρου: ἡ ἐξ ἑταίρων |
| book 404.2 | γινομένη παραμυθία ἀγαθή, οὐχ ἡ δυνάμει ῥητορείας· διὸ οὐδὲ |
| book 404.3 | Νέστωρ, ἀλλ’ οἱ φίλοι πρεσβεύουσιν ἐν ταῖς Λιταῖς. b(BCE3E4)T |
| book 405a.1 | τὸν μὲν ἄρ’ ὣς εἰπόντα πόδες φέρον: ὅτι οἱ πόδες |
| book 405a.2 | αὐτὸν ἔφερον, οὐκ αὐτὸς τοὺς πόδας. ἡ δὲ ἀναφορὰ πρὸς Ζηνόδοτον |
| book 405a.3 | γράφοντα „ῥίμφ’ ἑὰ γοῦνα φέρει“ (Ζ 511). A T |
| book 405b.1 | 〈τὸν μὲν ἄρ’ ὣς εἰπόντα πόδες φέρον:〉 ὅτι οἱ |
| book 405b.2 | πόδες αὐτὸν ἔφερον, οὐκ αὐτὸς τοὺς πόδας, σημείωσαι. ἢ ἀμφοτέρων |
| book 405b.3 | μὲν ἡ ἐνέργεια, τὸ δὲ πλεῖον τῶν ποδῶν. b(BCE3E4) |
| book 405c.1 | αὐτὰρ Ἀχαιοί: ἔδει τὸ ἑξῆς παραγαγεῖν ὅτι ὁ Πά‐ |
| book 405c.2 | τροκλος παρίστατο τῷ Ἀχιλλεῖ (cf. Π 2—101). ἀλλὰ τὸ διάστημα τῆς |
| book 405c.3 | ὁδοῦ μέσην ἔχει τὴν μάχην. b(BCE3E4)T |
| book 406-9.1 | Τρῶας ἐπερχομένους μένον〈—ἠδὲ νέεσ‐ |
| book 406-9.2 | σιν〉: εἰκότως ἰσόρροπος ἡ μάχη· οἱ μὲν γὰρ ἐλπίδι τοῦ νικᾶν ἐ‐ |
| book 406-9.3 | φράξαντο, οἱ δὲ ἀπογνώσει σωτηρίας ἑστᾶσιν. b(BCE3E4)T |
| book 407a.1 | παυροτέρους περ ἐόντας: ὅτι σαφῶς οἱ Τρῶες ἐλάτ‐ |
| book 407a.2 | τονες συνίστανται τῶν Ἑλλήνων, καὶ τῶν ἐπικούρων ἐξεληλυθό‐ |
| book 407a.3 | των. A |
| book 407b1.1 | 〈παυροτέρους περ ἐόντας:〉 †ὅτι† συμμάχοις ἐλάσ‐ |
| book 407b1.2 | σους Ἑλλήνων· οἱ δὲ ἀσθενεστέρους. Til |
| book 407b2.1 | οὐ τοῖς συμμάχοις δὲ αὐτοὺς ἐλάσσους εἶπεν Ἑλλήνων, |
| book 407b2.2 | ἀλλὰ μόνους. οἱ δὲ ἀντὶ τοῦ ἀσθενεστέρους. b(BCE3E4) |
| book 408 | 〈ποτέ:〉 ἀντὶ τοῦ ἐν τῷ μέρει τῆς ἡμέρας ταύτης. Til |
| book 409a | 〈ῥηξάμενοι:〉 διαστήσαντες. Til |
| book 409b | 〈μιγήμεναι:〉 πλησιάσαι. Til |
| book 409c | 〈οὐδὲ νέεσσιν:〉 ἐν ἄλλῳ „ἠδὲ νέεσσι“. Aim |
| book 410-2.1 | ἀλλ’ ὥς τε στάθμη〈—Ἀθήνησ〉: πρὸς τὸ |
| book 410-2.2 | ἀκριβὲς τῆς ἰσότητος. ἐν ἄλλοις μὲν ταλασιουργὸν παρέλαβεν, b |
| book 410-2.3 | (BCE3E4)T „ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς ἀνέλκει“ |
| book 410-2.4 | (Μ 434), T ἀλλαχοῦ δὲ ζυγὸν καὶ μέτρα γῆς. νῦν δὲ ὑπὸ τέκτονος |
| book 410-2.5.1 | ἐμπείρου ἐξιθυνόμενον ξύλον πρὸς τὴν στάθμην. δυνατῶς δὲ πάντα |
| book 410-2.5.2 | φράζει. b(BCE3E4)T |
| book 410.1 | 〈ὥς τε στάθμη δόρυ νήϊον ἐξιθύνει:〉 τοῦ γὰρ νηΐου |
| book 410.2 | εἴ τις οὐκ ἀκριβώσει τὴν ἰσότητα, κινδυνεύει ἑτεροβαροῦς γινομένης |
| book 410.3 | τῆς νηός. b(BCE3E4)Til |
| book 410 | στάθμη: ἐργαλεῖον—λεγομένη. ἐξιθύνει δὲ ἶσον |
| book 410.5 | ποιεῖ, ἐξορθοῖ. τούτῳ δὲ κανονίζεται—†βεβαμμένῳ. A |
| book 411.1 | 〈τέκτονος ἐν παλάμῃσι δαήμονος, ὅς ῥά τε πά‐ |
| book 411.2 | σης:〉 σημαίνει γὰρ †ἄλλον τέκτονα. Til |
| book 412a1.1 | 〈σοφίης:〉 ὅτι ἅπαξ ἐνταῦθα σοφίαν ὠνόμασε τὴν τεκτο‐ |
| book 412a1.2 | νικὴν τέχνην. Aint |
| book 412a2.1 | ὅτι ἅπαξ ἐνταῦθα σοφίαν ὠνόμασε, καὶ οὐ τὴν λογικήν, |
| book 412a2.2 | ἀλλὰ τὴν τεκτονικὴν τέχνην. b(BCE3E4)Til |
| book 412b1.1 | {εὖ εἰδῇ} σοφίης 〈ὑποθημοσύνῃσιν Ἀθήνησ〉: |
| book 412b1.2 | ἀντὶ τοῦ τέχνης· διό φασι μὴ εἶναι Ὁμήρου τὴν Ὀδύσσειαν, διὰ τὸ μὴ |
| book 412b1.1 | εἶναι ἐκεῖ σοφίαν. πᾶσαν δὲ τέχνην οὕτω καλοῦσι, σοφοὺς 〈δὲ〉 τοὺς |
| book 412b1.2 | τεχνίτας· καὶ τὸν κιθαρῳδὸν „σοφιστήν“ Σοφοκλῆς (fr. 820 N.2 = |
| book 412b1.5.1 | 906 P. = 906 R.) καὶ τὸν ῥαψῳδὸν Εὔπολις (fr. 447 K. = 483 [V p. 536] K.—A.), οἱ δὲ φιλόσοφοι |
| book 412b1.5.2 | σοφίαν εἶναι θείων καὶ ἀνθρωπίνων καὶ τῆς περὶ ἑκάτερον αἰτίας. | |
| book 412b1.5.3 | ὑποθημοσύναις δὲ ταῖς διδασκαλίαις. T |
| book 412b2.1 | οἱ γὰρ παλαιοὶ πάντας σοφιστὰς ἐκάλουν, πλὴν οἱ νεώτε‐ |
| book 412b2.2 | ροι οὐκ ἠθέλησαν ταὐτὸν τῇ γνώσει φέρειν καὶ ταῦτα ὄνομα. οἱ δὲ φι‐ |
| book 412b2.3 | λόσοφοι φιλοσοφίαν εἶναι ὁρίζονται ἐπιστήμην θείων καὶ ἀνθρωπίνων |
| book 412b2.4 | πραγμάτων καὶ τῆς περὶ ἑκάτερον αἰτίας. b(BCE3E4) |
| book 412b2.5.1 | εὖ εἰδῇ σοφίης: ἔμπειρος τεκτονικῆς· τὸ γὰρ παλαιὸν |
| book 412b2.5.2 | —τὸ τέλειον καὶ ἄπταιστον. A |
| book 413.1 | 〈ἐπὶ〉 ἶσα μάχη τέτατο: πῶς ἴσοι εἰσὶ τοσοῦτον πρότε‐ |
| book 413.2 | ρον τῶν Τρώων ὑπερεχόντων; ἢ τάχα τὴν στάσιν, οὐ τὴν δύναμιν· οἱ |
| book 413.3 | μὲν γὰρ ἀπὸ τῶν νεῶν, οἱ δὲ ἀπὸ τῶν ἁρμάτων. b(BCE3E4)T |
| book 414a1.1 | ἄλλοι δ’ ἀμφ’ ἄλλῃσι μάχην 〈ἐμάχοντο νέεσσιν〉: |
| book 414a1.2 | ὅτι ἐκ τούτου διεσκεύασται ὁ τῆς τειχομαχίας στίχος (Μ 175)· „ἄλλοι |
| book 414a1.3 | δ’ ἀμφ’ ἄλλῃσι μάχην ἐμάχοντο πύλῃσιν“. A |
| book 414a2 | ὅτι ἐντεῦθεν ὁ ἐν τῇ τειχομαχίᾳ μεταπεποίηται στίχος· |
| book 414a2 | ἀρέσκει γὰρ Ἀριστάρχῳ μίαν εἶναι πύλην. Til |
| book 414b.1 | ἄλλοι δ’ ἀμφ’ ἄλλῃσι: δαιμονίως παρακελεύεται τῷ |
| book 414b.2 | ἀκροατῇ μείζω τὰ ἔργα ἡγεῖσθαι τῶν λόγων. ὡς ἔνια δὲ καὶ ὑπερβαί‐ |
| book 414b.3 | νων αὐτὰ ὑπονοεῖν ἡμῖν δίδωσιν. b(BCE3E4)T |
| book 415.1 | ἐείσατο: ὥρμησεν. ἀκέσασθαι δὲ τὴν ἧτταν θέλει ὑπὸ τῶν |
| book 415.2 | θεῶν ἐπικουρούμενος. b(BCE3E4)T |
| book 416a | 〈μιῆς περὶ νηός:〉 ἴσως τῆς Πρωτεσιλάου. Til |
| book 416b | 〈δύναντο:〉 ἀνθ’ ἑνικοῦ τοῦ ἐδύνατο. Til |
| book 417a1.1 | νῆας: Ἀρίσταρχος χωρὶς τοῦ ς γράφει „νῆα“· προεῖπε |
| book 417a1.2 | γὰρ ‘τὼ δὲ περὶ μιᾶς νηὸς ἔχον πόνον‘ (cf. Ο 416). A |
| book 417a2 | Ἀρίσταρχος „νῆα“, ἄλλοι δὲ νῆας. Aint |
| book 418.1 | ἐπέλασ〈σ〉έ γε δαίμων: ὁ Ἀπόλλων ἢ ὁ Ζεύς. b(BCE3 |
| book 418.2 | E4)T | παρατήρει πάλιν τὴν προσθήκην ὅτι τὴν ἐπὶ τὰς ναῦς παρου‐ |
| book 418.3 | σίαν Ἕκτορος θεῷ ἀναφέρει. b(BCE3)T |
| book 419.1 | ἔνθ’ υἷα Κλυτίοιο: ὅτι οὗτος ὁ Κλυτίος ἐστὶν ἀδελφὸς |
| book 419.2 | Πριάμου· „Λαομέδων δ’ ἄρα Τιθωνὸν τέκετο Πρίαμόν τε / Λάμπον τε |
| book 419.3 | Κλυτίον θ’ A T Ἱκετάονά 〈τ’〉 ὄζον Ἄρηοσ“ (Υ 237—8)· διὸ καὶ |
| book 419.4 | ἑξῆς φησιν· „Ἕκτωρ δ’ ὡς ἐνόησεν ἀνεψιόν“ (Ο 422). | ἀλλαχοῦ „καὶ |
| book 419.5.1 | Δόλοπα Κλυτίδην“ (Λ 302), υἱὸν Κλύτου· ἐπεὶ ἔδει Κλυτιάδην, εἰ |
| book 419.5.2 | μὴ ἐνέλειψεν. T |
| book 419 | Καλήτορα: Καλήτωρ ἀνεψιὸς Ἕκτορος. ἔστι δὲ καὶ ἕτερος |
| book 419 | Κλυτίος ὁμώνυμος· „καὶ Δόλοπα Κλυτίδην“ (Λ 302). A |
| book 420.1 | νῆα: τὴν ἀμφήριστον· προεῖπε γὰρ „τὼ δὲ μιῆς περὶ νηὸς |
| book 420.2 | ἔχον πόνον“ (Ο 416). οὐ δεῖ οὖν γράφειν „νῆασ“. | ἀλλ’ οὐδὲ τὸ μέτρον |
| book 420.3 | ἐπιδέχεται „νῆασ“ γράφειν. T |
| book 421 | 〈δαλός:〉 οἱ νεώτεροι Ἴωνες δαυλός. Til |
| book 425-6.1 | Τρῶες καὶ Λύκιοι〈— /〉 μὴ δή πω 〈χάζε‐ |
| book 425-6.2 | σθε〉: ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμητικόν. T περισσὸς δὲ |
| book 425-6.3 | ὁ πώ (426). οὐ γὰρ προστάσσει, νῦν μὲν μένειν, ὕστερον δὲ ὑποχωρῆ‐ |
| book 425-6.4 | σαι. b(BCE3E4)T |
| book 426.1 | στείνεϊ: τῷ μεταξὺ τῶν νεῶν καὶ τῆς τάξεως τῶν ἵππων |
| book 426.2 | στενῷ τόπῳ. b(BCE3E4)T |
| book 427a.1 | σαώσατε: ἔδει σαώσωμεν, ἀντὶ τοῦ ἐκ 〈τοῦ〉 σκυλευθῆναι |
| book 427a.2 | ῥύσασθε ἀβλαβῆ ἀπάξωμεν. T |
| book 427b | 〈μιν:〉 ἀντὶ τοῦ αὐτοῦ, Ἀττικῶς. Til |
| book 428a.1 | 〈νεῶν ἐν ἀγῶνι:〉 ὅτι ἀγῶνι τῷ ἀθροίσματι τῶν |
| book 428a.2 | νεῶν, 〈ὅ〉 ἐστι τῷ ναυστάθμῳ. Aim |
| book 428b | 〈ἀγῶνι:〉 τῇ ἀθροίσει. Til |
| book 430-3.1 | 〈ὁ δ’ ἔπειτα Λυκόφρονα—, /〉 Αἴαντος θερά‐ |
| book 430-3.2 | ποντα Κυθήριον〈—, / τόν ῥ’ ἔβαλεν κεφαλὴν ὑπὲρ |
| book 430-3.3 | οὔατος: Κυθήριον〉 ἀπὸ Κυθήρων. Κύθηρα δὲ—τὴν θεόν. | |
| book 430-3.4 | τὸ ἑξῆς. Λυκόφρονα (430) ἔβαλε κεφαλὴν ὑπὲρ οὔατος (cf. |
| book 430-3.5 | 433), τὰ δὲ ἄλλα ὡς διὰ μέσου διορθωτέον. A |
| book 431 | Κυθήριον: τινὲς διὰ τῶν δύο ρρ. καὶ τοὺς Κυθηρρίους δη‐ |
| book 431 | μότας Ἀττικῆς φασιν, οὓς μᾶλλον οἰκείους εἶναι Αἴαντι. T |
| book 432a.1 | κατέκτα Κυθήροισι: ὅτι ἐλλείπει ἡ ἔν· ἔστιν γὰρ ἐν |
| book 432a.2 | Κυθήροις. | καὶ ὅτι ἀπόδειξις τοῦ συνεσταλμένως ἐκφέρειν τὸ κατέ‐ |
| book 432a.3 | κτα. καὶ ἐν Ὀδυσσείᾳ „ἔκτα σὺν οὐλομένῃ ἀλόχῳ“ (λ 410). A |
| book 432b | 〈Κυθήροισι ζαθέοισι:〉 διὰ τὸ ἱερὸν εἶναι Κύπριδος. Til |
| book 437.1 | Τεῦκρε πέπον, 〈δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖ‐ |
| book 437.2 | ροσ〉: ἄξιον ἀποδέξασθαι τὴν συνήθειαν μετὰ τὸ πέπον στίξασαν, |
| book 437.3 | καὶ μὴ μετὰ τὸν δή σύνδεσμον. A |
| book 437-8.1 | 〈νῶϊν ... νῶϊ:〉 ὅτι παραλλήλως καὶ διδασκαλικῶς ἡ |
| book 437-8.2 | διαφορὰ τοῦ νῶϊν (437) καὶ νῶϊ (438). Aim |
| book 438.1 | Κυθηρόθεν ἔνδον 〈ἐόντα〉: ἐκ Κυθήρων ἐπιδημοῦντα |
| book 438.2 | τοῖς ἡμῶν οἴκοις. T |
| book 439a.1 | ἶσα φίλοισι τοκεῦσιν: ὅτι Ζηνόδοτος γράφει „ἶσα φί‐ |
| book 439a.2 | λοισι τέκεσσιν“. οὐχ ἁρμόζει δὲ τοὺς περὶ τὸν Αἴαντα νέους ὄντας λέ‐ |
| book 439a.3 | γειν „τέκεσσιν“· πρὶν γὰρ παιδοποιῆσαι ἐστρατεύσαντο. A |
| book 439b1.1 | τοκεῦσι〈ν〉: Ζηνόδοτος „τέκεσσιν“. οὐ πρέπει δὲ ταῖς |
| book 439b1.2 | ἡλικίαις· 〈***〉 Αἴαντος γὰρ ἐκ †χειροβαφίας† Φίλαιόν φασιν. | ὅτι |
| book 439b1.3 | δὲ ἐτίμων οἱ παλαιοὶ τοὺς γονεῖς· „μεμνῆσθαι πατέρος καὶ μητέροσ“ (ς |
| book 439b1 | 267). οἱ δὲ ἐκ τούτων φασὶ καὶ ὁμομήτριον Αἴαντι Τεῦκρον εἶναι. T |
| book 439b2.1 | Ἀρίσταρχος „τέκεσσι“, κακῶς· οὐ γὰρ ἔχουσι παῖδας. | |
| book 439b2.2 | ὅτι δὲ καὶ τοὺς γονεῖς οἱ παλαιοὶ ἐτίμων, δῆλον ἀπὸ τοῦ λέγειν „με‐ |
| book 439b2.3 | μνῆσθαι πατέρος καὶ μητέροσ“. ὁμοπάτριος δὲ ὁ Τεῦκρος Αἴαντος. |
| book 439b2.4 | b(BCE3) |
| book 440-1.1 | ἰοί / ὠκύμοροι: οἱ ταχέως τὸν μόρον πληροῦντες. b |
| book 440-1.2 | (BCE3E4)T „ὠκύμορος δή μοι, τέκος, ἔσσεαι“ (Σ 95). T |
| book 441a.1 | τόξον, ὅ τοι πόρε Φοῖβος Ἀπόλλων: ὅτι τόξον |
| book 441a.2 | λέγει οὐ τὸ σκεῦος τὸ πολεμικόν, ἀλλὰ τὴν τοξικὴν τέχνην. A |
| book 441b1.1 | 〈τόξον, ὅ τοι πόρε Φοῖβος Ἀπόλλων:〉 ἡ τῆς |
| book 441b1.2 | τοξικῆς ἐμπειρία· οὐ γὰρ τόξον αὐτῷ παρέσχεν ὁ Ἀπόλλων, ἀλλὰ |
| book 441b1.3 | τὴν ἐκ τῶν τόξων ἑκηβολίαν. b(BCE3E4) |
| book 441b2 | τόξον δὲ ἤτοι τὴν τοξικήν. T |
| book 442 | 〈ξυνέηκε:〉 ἀντὶ τοῦ ἤκουσεν. Til |
| book 444a.1 | ἰοδόκον: πιθανώτερον Ἀλεξίων (fr. 59 B.) παροξύνει, |
| book 444a.2 | ὡς „ξεινοδόκον“ (Γ 354), ἐπεὶ αὐτὴ ἡ φαρέτρα δέχεται καὶ ἔστιν |
| book 444a.3 | ἐνεργητικόν. A |
| book 444b.1 | ἰοδόκον: προπαροξυτόνως τινὲς τὸν δεχόμενον ἰούς, „ξει‐ |
| book 444b.2 | νοδόκον“ (Γ 354) δὲ τὸν ξενίζοντα παροξυτόνως ἢ τὸν ξένους δο‐ |
| book 444b.3 | κεύοντα. Ἄτταλος δὲ παροξύνει. A T |
| book 444c | 〈βέλεα:〉 ἀντὶ τοῦ βέλος. Til |
| book 445.1 | Κλειτόν: Κλειτός ὄνομα κύριον. ὀξυντέον δὲ A |
| book 445.2 | τῷ ἐπιθέτῳ, ἐπειδὴ κόσμου ἐστὶ τὸ ἐπίθετον. A T |
| book 447.1 | 〈πεπόνητο καθ’ ἵππους:〉 καθ’ ἵππους εἶχε τὸ ἔρ‐ |
| book 447.2 | γον. Til |
| book 448 | 〈τῇ:〉 λείπει κελεύθῳ. Til |
| book 449-51a.1 | Ἕκτορι καὶ Τρώεσσι 〈χαριζόμενος— |
| book 449-51a.2 | ἔμπεσεν ἰός:〉 ἀθετοῦνται στίχοι τρεῖς καὶ ἀστερίσκοι παράκεινται, |
| book 449-51a.3 | ὅτι ἐπὶ Ἱπποθόου τοῦ ἐπικούρου ἁρμόζει ἐν τῇ Ρ (sc. 291) „Ἕκτορι |
| book 449-51a.4 | καὶ Τρώεσσι χαριζόμενοσ“, ἐπὶ δὲ τούτου, καθάπερ νῦν, οὐχ ἁρμόζει· |
| book 449-51a.5.1 | οὐ γὰρ Ἕκτορι χαριζόμενος, ἀλλ’ ἑαυτῷ καὶ πατρί. καὶ τὰ τῆς πλη‐ |
| book 449-51a.5.2 | γῆς ἀνακόλουθα· πῶς γὰρ ὁ ἀντίον ἡνιοχῶν ἐπὶ τὰ ὄπισθε κατὰ τὸν |
| book 449-51a.5.3 | αὐχένα τύπτεται; ὕστερον δὲ ἐν τοῖς Περὶ τοῦ ναυστάθμου ἀπολογεῖ‐ |
| book 449-51a.5.4 | ται· τὸν γὰρ ἡνίοχόν φησιν ἀπεστράφθαι πρὸς τὸ πεδίον καὶ τοὺς |
| book 449-51a.5.5 | ἵππους, τὸν δὲ παραιβάτην πρὸς τὰς ναῦς ἐπὶ τοῦ δίφρου, ἵνα ἀπὸ τοῦ |
| book 449-51a.10 | ἴσου γένηται ἡ μάχη. ἔστι δὲ καὶ ἀλλαγὴν πτώσεως νοῆσαι, ἀντὶ τοῦ |
| book 449-51a | αὐχένος ὄπισθεν. A |
| book 449-51b.1 | Ἕκτορι καὶ Τρώεσ〈σ〉ι χαριζόμενοσ〈—ἔμ‐ |
| book 449-51b.2 | πεσεν ἰόσ〉: ἀθετοῦνται οἱ τρεῖς· οἱ μὲν γὰρ ἐπίκουροι δεόντως ἂν |
| book 449-51b.3 | λέγοιντο χαρίζεσθαι Ἕκτορι, ὡς Πάνδαρος „ἡγεόμην Τρώεσσι φέρων |
| book 449-51b.4 | χάριν Ἕκτορι δίῳ“ (Ε 211). ἀνοίκειον δέ φησιν ὁ Ἀρίσταρχος ἐπὶ |
| book 449-51b.5.1 | πολίτου τὸ Τρώεσσι χαριζόμενος. καὶ διὰ τὴν πληγὴν ἀθετητέος |
| book 449-51b.5.2 | ὁ στίχος· πῶς γὰρ ἡνίοχος ὢν ὄπιθεν βάλλεται, b(BCE3E4)T |
| book 449-51b.5.3 | αὐχένι γάρ οἱ ὄπισθεν (451); T ἄτοπον γάρ ἐστι τὸ |
| book 449-51b.5.4 | ἀπεστραμμένους εἶναι τοὺς δίφρους· ἐπρηνίσθησαν γὰρ ἂν οἱ παραι‐ |
| book 449-51b.5.5 | βάται μόνον κινηθέντων τῶν ἵππων εἰς τὴν πτέρναν ἑστῶτες τοῦ |
| book 449-51b.10.1 | δίφρου· b(BCE3E4)T ποία δὲ χρεία τοῦτον πονεῖσθαι περὶ |
| book 449-51b.10.2 | τοὺς ταρασσομένους τῶν πολεμίων; ὅθεν ὑπονοεῖ ὁ Ἀρίσταρχος μετ‐ |
| book 449-51b.10.3 | ενηνέχθαι τοὺς στίχους. T —ῥητέον δὲ πρὸς ταῦτα ὅτι χα‐ |
| book 449-51b.10.4 | ρίζεται Ἕκτορι ἴσως καὶ αὐτὸς ὡς ἐπίκουρος· Δαρδάνιος γὰρ ἦν· |
| book 449-51b.10.5 | b(BCE3E4)T φησὶ γοῦν περὶ Εὐφόρβου τοῦ ἀδελφοῦ Πολυδά‐ |
| book 449-51b.15.1 | μαντος „Δάρδανος ἀνήρ, / Πανθοΐδησ“ (Π 807—8): T καθ’ |
| book 449-51b.15.2 | Ὅμηρον γοῦν ἄλλη ἐστὶν ἡ Τροία καὶ ἄλλη ἡ Δαρδανία. πῶς δὲ οὐκ |
| book 449-51b.15.3 | εἰκὸς ἐπαινεῖν αὐτὸν τῆς προθυμίας, ὅπου μόνος ἐπιβαίνων τῷ δίφρῳ |
| book 449-51b.15.4 | δίχα παραιβάτου πολεμεῖ ὡς Αὐτομέδων (cf. Ρ 459—542); b(BCE3 |
| book 449-51b.15.5 | E4)T ὄπιθεν (cf. 451) δὲ βάλλεται ἴσως στραφείς· ποικίλη γὰρ ἡ |
| book 449-51b.20.1 | κίνησις τοῦ πολέμου, b(BE3E4)T ὡς καὶ αὐτός πού φησιν· |
| book 449-51b.20.2 | „ἠμὲν ὅτῳ στρεφθέντι μετάφρενα γυμνωθείη“ (Μ 428). τὸ ἔμπεσεν |
| book 449-51b.20.3 | (451) ἀντὶ τοῦ διῆλθεν, ὡς τὸ „αἰχμὴ δ’ ἐξελύθη παρὰ νείατον ἀνθε‐ |
| book 449-51b.1 | ρεῶνα“ (Ε 293): T αὐχένα γὰρ ὁ ποιητὴς τὴν πᾶσαν περιφέ‐ |
| book 449-51b.2 | ρειαν τοῦ τραχήλου φησίν. ἀντιπρόσωποι οὖν ἐμάχοντο. εἰ δὲ λέγοις |
| book 449-51b.25.1 | ‘καὶ πῶς ὠρέγοντο ἀλλήλων, μεσολαβούντων τῶν ἵππων;‘ —, ὡς |
| book 449-51b.25.2 | καὶ Διομήδης τὸν ἑπταπέλεθρον Ἄρεα τέτρωκεν (sc. Ε 855—9). b |
| book 449-51b.25.3 | (BE3E4)T |
| book 450a1.1 | 〈ἱεμένων:〉 διχῶς Ἀρίσταρχος, καὶ „ἱεμένῳ“ καὶ ἱεμέ‐ |
| book 450a1.2 | νων. Aim |
| book 450a2 | γράφεται καὶ „ἱεμένῳ“. Til |
| book 451a | 〈αὐχένι:〉 ὅτι αὐχὴν πᾶς ὁ τράχηλος. Til |
| book 451b.1 | 〈ὄπισθε:〉 Ἀριστοφάνης „πρόσθε“ γράφει. καὶ ἔστι μᾶλ‐ |
| book 451b.2 | λον εὔλογος ἡ γραφή. Til |
| book 453-4.1 | ἄναξ δ’ ἐνόησε 〈τάχιστα / —ἵππων〉: ὁ ἄναξ |
| book 453-4.2 | τῶν ἵππων ἐναντίος ὑπήντησεν αὐτοῖς δίχα ἡνιόχου ἀπιοῦσιν. b |
| book 453-4.3 | (BCE3E4)T |
| book 456 | εἰσορόωντα: ἢ φυλάσσοντα τοὺς ἵππους ἢ ἑαυτόν. T |
| book 459.1 | 〈μάχης:〉 Ζηνόδοτος μάχης, ἄλλοι δὲ „μάχην“. καὶ |
| book 459.2 | Ἀριστοφάνης δὲ „μάχην“. Aim |
| book 460a | 〈μιν:〉 ἀντὶ τοῦ αὐτοῦ. Til |
| book 460b | 〈ἐξείλετο θυμόν:〉 λείπει τὸ αὐτοῦ. b(BCE3E4) |
| book 462.1 | Τεῦκρον Τελαμώνιον εὖχος ἀπηύρα: ὅτι ἐνήλλακται |
| book 462.2 | ἡ πτῶσις, Τεῦκρον Aint ἀντὶ τοῦ Τεύκρου. Aint b(BCE3E4)Til |
| book 463a.1 | {ὅς οἱ} ἐϋστρεφέα {νευρὴν}: οὐκ ἀναγκαῖον ἐκτείνειν τὸ α· |
| book 463a.2 | ἀπήρτισε γὰρ εἰς μέρος λόγου ὁμοίως τῷ „ἀμφηρεφέα τε φαρέτρην“ |
| book 463a.3 | (Α 45). A |
| book 463b | 〈ἐϋστρεφέα:〉 εὐστρεφῆ. οὕτως ἄμεινον ἐκτείνειν 〈τὸ |
| book 463b | α〉. Til |
| book 463-4.1 | 〈νευρὴν ἐν〉 ἀμύμονι τόξῳ 〈/ ῥῆξεν: ἀμύμονι〉 κα‐ |
| book 463-4.2 | τὰ μεταφορὰν τοῦ φοροῦντος, b(BCE3E4)T ἢ ἀμώμῳ, „καὶ ἀμύ‐ |
| book 463-4.3 | μονος ἕρκεος αὐλῆσ“ (χ 442 = 459). T ἀφοπλίζει δὲ τοὺς ἀριστεῖς |
| book 463-4.4 | φλέξαι θέλων τὴν ναῦ〈ν〉, νῦν μὲν Τεῦκρον, ἑξῆς (sc. Π 114—22) δὲ |
| book 463-4.5 | Αἴαντα. b(BCE3E4)T |
| book 464.1 | ῥῆξ’ ἐπὶ τῷ ἐρύοντι: ὅτι πτώσεως γέγονεν ἐναλλαγή, |
| book 464.2 | δοτικὴ ἀντὶ γενικῆς, ἐρύοντι A ἀντὶ τοῦ ἐρύοντος ATil τὴν |
| book 464.3 | νευρὰν ἐπὶ τούτῳ. A |
| book 465.1 | χαλκοβαρής: ἐπὶ γὰρ τὸ χαλκωθὲν μέρος καταφέρεται τῷ |
| book 465.2 | βάρει. b(BCE3E4)T |
| book 467a | 〈ὢ πόποι:〉 ἐν ἄλλῳ „ὦ πέπον“. Aim |
| book 467b.1 | ἐπὶ μήδεα κείρει: τὸ ἑξῆς ἐπικείρει· οὐκ ἐᾷ αὔξεσθαι, |
| book 467b.2 | b(BCE3)T οἱονεὶ ἐπικόπτει τὰς βουλὰς ἡμῶν. T |
| book 468.1 | ὅ τέ μοι βιὸν 〈ἔκβαλε χειρόσ〉: ὅ τε ἀντὶ τοῦ ὅστις. οἱ |
| book 468.2 | δὲ 〈ἀντὶ τοῦ〉 ὅτι· „ὅτε με βροτοὶ οὔτι τίουσιν“ (ν 129) ἀντὶ τοῦ |
| book 468.3 | ὅτι. T |
| book 469-70a1.1 | νευρὴν δ’ ἐξέρρηξε νεόστροφον, ἣν ἐνέδησα / |
| book 469-70a1.2 | πρώϊον: ἀμφότερα γράφεσθαί φησιν ὁ Ἀρίσταρχος, „πρῴην“ καὶ |
| book 469-70a1.3 | πρώϊον (470), 〈οὐ〉 ταὐτὸν δὲ ἐξ ἑκατέρου σημαίνεσθαι. εὕρομεν δὲ |
| book 469-70a1.4 | καὶ „ἐΰστροφον“ (469) γεγραμμένον, καὶ ἔχει τινὰ ἐπί〈σ〉τασιν. A |
| book 469-70a2 | 〈νεόστροφον:〉 τινὲς γράφουσιν „ἐΰστροφον“. Til |
| book 470a1 | πρώϊον {ὄφρ’ ἀνέχοιτο}: ὅτι Ζηνόδοτος γράφει |
| book 470a1.1 | „πρῴην“. ἔμφασις δὲ γίνεται πλείονος χρόνου. τὸ δὲ πρώϊόν ἐστι |
| book 470a1.2 | πρωΐας· καὶ γὰρ γέγονεν οὕτως· τῇ πρὸ ταύτης ἡμέρᾳ „ῥῆξε δέ οἱ |
| book 470a1.3 | νευρήν, νάρκησε δέ“ (Θ 328), ὥστε εὔλογον τῇ ἑξῆς ἐκείνης πρωΐας |
| book 470a1.5 | ἐνῆφθαι. A |
| book 470a2.1 | ὅτι Ζηνόδοτος γράφει „πρῴην“. ἔμφασιν δὲ ἔχει πλείονος |
| book 470a2.2 | χρόνου. τὸ δὲ πρώϊον σημαίνει πρωΐας· ἐν γὰρ τῇ κόλῳ μάχῃ ἐν τῇ |
| book 470a2.3 | πρὸ ταύτης ἡμέρᾳ διερράγη ὑφ’ Ἕκτορος, b(BCE3E4)T „ῥῆξε |
| book 470a2.4 | δέ οἱ νευρήν“, T ὥστε εὔλογον τῇ ἑξῆς ἡμέρᾳ πρωΐας ἐμβαλεῖν |
| book 470a2.5 | τὴν νευρὰν τῷ τόξῳ. b(BCE3E4)T |
| book 470b | 〈ἀνέχοιτο:〉 δέχοιτο. Til |
| book 472.1 | ταρφέας ἰούς: οὓς συνεχῶς βάλλεις κατὰ τῶν πολεμίων· |
| book 472.2 | οὐ γὰρ τῶν ἰῶν ἐπίθετον τὸ ταρφέας. b(BCE3E4)T |
| book 474.1 | ἑλὼν 〈...〉 δόρυ: εὐψύχου τὸ ἀντιπαρατάσσεσθαι τῇ |
| book 474.2 | τύχῃ καὶ μὴ ἀπολήγειν πρὸς τοὺς κινδύνους. b(BCE3E4)T |
| book 476a | 〈ἀσπουδί:〉 ὅτι ἀσπουδί χωρὶς κακοπαθείας. Aim |
| book 476b | 〈ἀσπουδί:〉 ἀκμητί. Til |
| book 477.1 | 〈μνησώμεθα χάρμης:〉 μὴ καταπροώμεθα τὴν μάχην, |
| book 477.2 | b(BCE3E4)Til ἀλλὰ μᾶλλον ἔτι μνησθῶμεν αὐτῆς. b(BCE3E4) |
| book 480a.1 | κρατὶ δ’ ἐπ’ ἰφθίμῳ: ὅτι πρότερον τὴν ἀσπίδα εἴληφεν |
| book 480a.2 | (sc. Ο 479), εἶτα τὴν περικεφαλαίαν. ὁ δὲ Ζηνόδοτος ἐνήλλαχεν ἐπὶ |
| book 480a.3 | τῆς Ἀλεξάνδρου μονομαχίας (sc. Γ 333—8). A |
| book 480b | κυνέην: ὅτι οὐκ εἶχον κόρυθας οἱ τοξόται. καὶ ἐπὶ τῶν |
| book 480b | Λοκρῶν „οὐ γὰρ ἔχον κόρυθας χαλκήρεασ“ (Ν 714). A T |
| book 482 | 〈ἀκαχμένον ὀξέϊ χαλκῷ:〉 τὴν ἀκὴν ὀξεῖαν ἔχον. Til |
| book 484.1 | βλαφθέντα: βεβλαμμένα τῆς τῶν τόξων χρήσεως. b |
| book 484.2 | (BCE3E4)T |
| book 488.1 | νῆας ἀνὰ γλαφυράς: βέλτιον τοῦτο τοῖς ἄνω συν‐ |
| book 488.2 | άπτειν. προτρέπει γὰρ αὐτοὺς ἐπὶ τὰς ναῦς ὁρμᾶν. A |
| book 489.1 | Διόθεν: ἀναγκαίως τὸ Διόθεν, ἵνα τοὺς μὲν ἐπιρρώσῃ |
| book 489.2 | τοὺς δὲ περιδεεῖς καταστήσῃ. τῇ τῶν θεῶν οὖν ἐλπίδι ἀνεγείρει τὸν |
| book 489.3 | στρατόν. b(BCE3E4)T |
| book 490.1 | 〈ῥεῖα δ’ ἀρίγνωτος Διὸς ἀνδράσι γίγνεται〉 ἀλ‐ |
| book 490.2 | κή: ἡ νίκη, ὅταν κατὰ προαίρεσιν θεοῦ γίνηται, φανερά ἐστιν. b |
| book 490.3 | (BCE3E4)T εἶπε δὲ αὐτῷ Ἀπόλλων „θάρσει νῦν· τοῖόν τοι ἀοσ‐ |
| book 490.4 | σητῆρα Κρονίων“ (Ο 254) καὶ Ἶρις „εἰσόκε νῆας 〈ἐϋσσέλμους ἀφί‐ |
| book 490.5 | κηαι〉“ (Λ 208). T |
| book 491a.1 | ὁτέοισιν: πλεονασμὸς τοῦ ε. οἱ δὲ τοῦ τέοισι πευστικοῦ |
| book 491a.2 | ἀναφορικὸν τὸ ὁτέοισιν. T |
| book 491b.1 | {ἠμὲν} ὁτέοισιν: τὸ ὅτοισι τρισύλλαβον ἐπὶ τὴν πρώτην |
| book 491b.2 | ἔχει συλλαβὴν τὴν ὀξεῖαν, τὸ μέντοι ὁτέοισιν οὐκέτι, ἐπεὶ ἤμελλε |
| book 491b.3 | τρίτῃ ἀπὸ τέλους πίπτειν ἡ ὀξεῖα· διὸ ἐπὶ τὴν δευτέραν ἀπὸ τῆς |
| book 491b.4 | ἀρχούσης μετέστη. A |
| book 491c.1 | ὁτέοισιν: τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα· ἀπὸ γὰρ τοῦ ὅτοισίν |
| book 491c.2 | ἐστιν. b(BCE3)T |
| book 492a.1 | 〈ὅτινας:〉 ἀπὸ τοῦ ὅτις ἀναφορικοῦ, ὃ καθ’ ἓν μέρος λόγου |
| book 492a.2 | ἐστίν. b(BCE3E4)Til τινὲς τὸ ο ἀντὶ τοῦ 〈οὕσ〉 πληθυντι‐ |
| book 492a.3 | κοῦ. Til |
| book 492b | 〈οὐκ ἐθέλῃσιν:〉 ἀντὶ τοῦ μὴ θέλῃ. Til |
| book 494a.1 | {ὃς δέ κεν} ὕμεων: ἡ ὕμεων ἀντωνυμία ἀπόλυτός ἐστι |
| book 494a.2 | καὶ οὐκ ἔχουσα ἀντιδιαστολήν· διὸ τρίτην ἀπὸ τέλους ἔχει τὴν |
| book 494a.3 | ὀξεῖαν. A |
| book 494b.1 | ὕμεων: τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα· ἀπόλυτος γάρ ἐστιν. |
| book 494b.2 | τινὲς δὲ παροξύνουσι διὰ τὴν μακράν, κακῶς. T |
| book 495a1.1 | 〈βλήμενος ἠὲ τυπείς:〉 ὅτι διαστέλλει τὸ βαλεῖν καὶ |
| book 495a1.2 | τύψαι. Aim |
| book 495a2.1 | ἡ διπλῆ πρὸς τὴν διαστολὴν τοῦ βλήμενος καὶ τυ‐ |
| book 495a2.2 | πείς. b(BCE3E4)T |
| book 496-8a1.1 | τεθνάτω· οὔ οἱ ἀεικὲσ〈—κλῆρος ἀκήρα‐ |
| book 496-8a1.2 | τοσ〉: κάλλιον ταῦτα τοὺς νέους ἀναγινώσκειν (ἐν βραχεῖ 〈γὰρ〉 καὶ |
| book 496-8a1.3 | δυνατῶς καὶ κατὰ τάξιν) ἢ ἃ Τυρταῖος Λακεδαιμονίοις ἔγραψε (test. |
| book 496-8a1.4 | 41 Prato; cf. fr. 6—7 D.3 [P.] = 10 W.). ῥητορικῶς δὲ ἓν πρᾶγμα, |
| book 496-8a1.5.1 | τὴν πόρθησιν, εἰς πολλὰ κατεμέρισεν, ὡς καὶ τὸ „ἄνδρας μὲν κτείνουσι, |
| book 496-8a1.5.2 | πόλιν δέ τε πῦρ †ἀμαλθύνει†, / τέκνα δέ τ’ ἄλλοι ἄγουσι“ (Ι 593—4). |
| book 496-8a1.5.3 | καὶ Δημοσθένης αὔξων τὴν Μειδίου κακίαν φησί (or. 21, 20)· „†κατα‐ |
| book 496-8a1.5.4 | δήσαντες† τοῦτον καὶ τὸ τούτου θράσος καὶ τοὺς περὶ αὐτὸν ἑταίρους |
| book 496-8a1.5.5 | καὶ τὸν πλοῦτον †τἄλλα δὴ ὅσα πρὸς αὐτὸν τούτων†, ἔσχον ἡσυ‐ |
| book 496-8a1.10 | χίαν“· τὸ γὰρ ἁπλοῦν ἦν ‘φοβηθέντες τοῦτον ἐσιώπησαν‘. T |
| book 496-8a2 | κάλλιον δέ φησι ταῦτα τοὺς νέους ἀναγινώσκειν Κράτης |
| book 496-8a2.1 | εἰς διέγερσιν. ὅρα δέ, πῶς ἐν βραχεῖ καὶ δυνατῶς καὶ κατὰ τάξιν πάντα |
| book 496-8a2.2 | ἔγραψε. ῥητορικῶς δὲ τὸ ἓν πρᾶγμα, τὴν πόρθησιν, εἰς πολλὰ κατε‐ |
| book 496-8a2.3 | μέρισεν, ὡς τὸ „ἄνδρες μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει, / τέκνα |
| book 496-8a2.5.1 | δ’ ἄλλοι ἄγουσι“. καὶ Δημοσθένης αὔξων τὴν Μειδίου κακίαν φησί· |
| book 496-8a2.5.2 | „καταδείσαντες γὰρ αὐτὸν καὶ τὸ τούτου θράσος καὶ τοὺς περὶ αὐτὸν |
| book 496-8a2.5.3 | ἑταίρους καὶ τὸν πλοῦτον καὶ †τἄλλα δὴ ὅσα πρὸς αὐτόν, ἔφυγον ἐκ‐ |
| book 496-8a2.5.4 | ποδών“. b(BCE3E4) |
| book 496-8b1.1 | τεθνάτω〈—κλῆρος ἀκήρατοσ〉: οὐ κεκράτηκε |
| book 496-8b1.2 | τῆς φράσεως εἰπὼν ‘ὃς ἂν θάνῃ (cf. Ο 494—5), τεθνάτω‘. ἀλλ’ ἢ γὰρ |
| book 496-8b1.3 | εἶπεν ‘ὃς ἂν ἀποθάνῃ, ἀποθανεῖται μὲν κερδήσει δὲ πολλά‘· ἢ 〈ὁ〉 |
| book 496-8b1.4 | ἀλλά (497) ἀντὶ τοῦ γάρ. T |
| book 496-8b2.1 | οὐ κεκράτηκε τῆς συμβουλῆς παραινέσας ὑπὲρ πατρίδος |
| book 496-8b2.2 | κινδυνεύειν μὴ ἀναβάλλεσθαι. ἀλλὰ καὶ τὰ περὶ τῶν οἰκείων εἰς πλείονα |
| book 496-8b2.3 | τίθησι ζῆλον b(BCE3E4) |
| book 497a.1 | 〈ἀλλ’〉 ἄλοχος 〈τε〉 σόη: ἀλλ’ ἐγώ, φησί, πρὸ ἐκείνης |
| book 497a.2 | ὤφειλον σώζεσθαι. ἀγνοεῖ δὲ ὡς T περὶ πολλοῦ τὴν τῶν γυναι‐ |
| book 497a.3 | κῶν ὕβριν ἐποιοῦντο καὶ τὰς ψυχὰς ὑπὲρ τῶν οἰκείων †ἐτίθεντο. b |
| book 497a.4 | (BCE3E4)T |
| book 497b | 〈σόη:〉 εἴρηται καὶ σάος, ὅθεν „σαώτεροσ“ (Α 32), καὶ |
| book 497b | „σόον δ’ ἀνένευσε“ (Π 252). Til |
| book 497c.1 | καὶ παῖδες ὀπίσ〈σ〉ω: ἠδύνατο μὲν εἰπεῖν „καὶ νήπια |
| book 497c.2 | τέκνα“ (Δ 238 al.), ἀλλὰ τῷ σεμνοτέρῳ ὀνόματι τῶν παίδων χρῆται, |
| book 497c.3 | b(BCE3E4)T παῖδας καλῶν τὴν πᾶσαν γενεὰν καὶ διαδοχήν. |
| book 497c.4 | καλὴ δὲ καὶ ἡ προσθήκη τοῦ ὀπίσσω, αἰωνίαν διαδοχὴν τοῦ γέ‐ |
| book 497c.5 | νους †παριστάς. b(BE3E4)T |
| book 498a.1 | καὶ οἶκος καὶ κλῆρος ἀκήρατος: εἰκότως πάντα |
| book 498a.2 | ἐπεξεργάζεται παραμυθίαν τῷ θανάτῳ ἐπιφέρων, ἀντιτιθεὶς τῷ θα‐ |
| book 498a.3 | νάτῳ τὰ λυσιτελῆ. κλῆρος δὲ ἡ οὐσία· b(BCE3E4)T καὶ |
| book 498a.4 | ἐπικλήρους γὰρ ἔβαλλον περὶ τῶν μερίδων, T „τοὶ δὲ ζωὴν |
| book 498a.5 | ἐδάσαντο / καὶ ἐπικλήρους †ἐδάσαντο“ (ξ 208—9). b (BCE3E4)T |
| book 498b | 〈καὶ οἶκος καὶ κλῆρος:〉 καὶ ἡ οὐσία καὶ ὁ βίος. Aim |
| book 498b | κλῆρος: χωρικὴ περίκτησις—αὐτὴν διενέμοντο. A |
| book 500a1.1 | μένος καὶ θυμόν: μένος τὴν προθυμίαν. παρὰ τὸ |
| book 500a1.2 | μένω· ὅθεν παρήχθη τὸ μενεαίνω. θυμὸν δὲ οἱονεὶ τὴν ὁρμήν, παρὰ τὸ |
| book 500a1.3 | θύω τὸ ὁρμῶ. T |
| book 500a2.1 | τὴν προθυμίαν, παρὰ τὸ μένω. b(BCE3E4) θυμὸν δὲ |
| book 500a2.2 | τὴν ψυχὴν ἢ αὐτὸν τὸν κυρίως θυμόν. b(BCE3) |
| book 501.1 | Αἴας δ’ αὖθ’ ἑτέρωθεν 〈ἐκέκλετο οἷς ἑτάροισιν〉: οὐ |
| book 501.2 | μόνον ἔργοις, ἀλλὰ καὶ λόγοις ἀλλήλοις ἀνταγωνίζονται. b(BE3E4)T |
| book 502a.1 | αἰδώς: λείπει ἐγγινέσθω. καλὴ δὲ παρ’ Ἕλλησιν αἰδοῦς |
| book 502a.2 | ὑπόμνησις, οὐ φόβος ἀπειλούμενος καὶ νεκρὸς ἄταφος, ὡς παρ’ Ἕ‐ |
| book 502a | κτορι (cf. Ο 348—51). b(BCE3E4)T |
| book 502b.1 | ἄρκιον: ὠφέλιμον, ἢ ἕτοιμον, b(BE3E4)T ὃ καὶ |
| book 502b.2 | ἄμεινον. b(BE3E4) |
| book 503a1.1 | ἠὲ σαωθῆναι καὶ ἀπώσασθαι κακὰ νηῶν: σω‐ |
| book 503a1.2 | θῆναι καὶ ἀπώσασθαι· σωθῆναι μετὰ νίκης, ἐπεὶ τοῦ δίχα νίκης σω‐ |
| book 503a1.3 | θῆναι κρείσσων ὁ θάνατος. T |
| book 503a2.1 | οἱ δύο δὲ η ἀντὶ τοῦ καί, οἷον καὶ σωθῆναι καὶ ἀπολέσθαι, |
| book 503a2.2 | σωθῆναι μὲν νικῶντας, ἀπολέσθαι δὲ μή, ἐπεὶ τοῦ δίχα νίκης σωθῆναι |
| book 503a2.3 | κρείττων ὁ θάνατος. b(BE3E4) |
| book 504-5.1 | ἢ ἔλπεσθ’, 〈ἢν νῆας—ἕκαστοσ〉: ἦθος καὶ εἰ‐ |
| book 504-5.2 | ρωνεία καὶ βάρος, μεθ’ ὑποκρίσεως αὐτοῦ τὰ ὡμολογημένα πυνθανο‐ |
| book 504-5.3 | μένου. b(BCE3E4)T |
| book 505a.1 | ἐμβαδὸν ἵξεσθαι 〈ἣν πατρίδα γαῖαν ἕκαστοσ〉: |
| book 505a.2 | ὅτι ἤτοι ἠθικῶς λέγει ἐλπίζετε ἐμβήσεσθαι ἐπὶ τὰς καησομένας ναῦς, ἢ |
| book 505a.3 | καὶ ἐλπίζετε ἐμβάντες ἐπὶ τὴν θάλασσαν ἀφίξεσθαι ἐπὶ τὰς πατρίδας, ὅ |
| book 505a.4 | ἐστι βάδην ἐπὶ τῆς θαλάσσης πορευόμενοι. A |
| book 505b.1 | ἐμβαδόν: πεζῇ· ὅθεν ἡ μὴ πεζευομένη ἄβατος. A b (BCE3 |
| book 505b.2 | E4)T οἱ δὲ τὸν ἐμβατήριον ῥυθμόν, πρὸς ὃν Λακεδαιμόνιοι νι‐ |
| book 505b.3 | κῶντες εἰσβάλλουσιν A b (BE3E4)T εἰς τὴν πατρίδα. A T |
| book 506 | 〈ἢ οὐκ ὀτρύνοντος ἀκούετε:〉 πάνυ ἐναργῶς ἀπὸ τοῦ |
| book 506 | ὑπογύως πραχθέντος τὴν προτροπὴν λαμβάνει. b(BCE3E4)Til |
| book 507.1 | ὃς δὴ νῆας ἐνιπρῆσαι μενεαίνει: διόλου παραφυλα‐ |
| book 507.2 | κτέον ὅτι οὐκ ἀφίσταται τοῦ τῶν νεῶν κινδύνου, ὡς ἔσχατον κίνδυνον |
| book 507.3 | ὀνομάζων. b(BCE3E4)T |
| book 508.1 | οὐ μὰν ἔς γε χορὸν 〈κέλετ’ ἐλθέμεν: χορὸν〉 ἐνέρ‐ |
| book 508.2 | γειαν τοῦ χορεύειν. διὰ τοῦ ἐπικαλεῖσθαι „Τρῶες καὶ Λύκιοι“ (Ο 486) |
| book 508.3 | οὐκ εἰς χορὸν αὐτοὺς †καλῶν. b(BCE3E4)T |
| book 509.1 | ἡμῖν δ’ οὔτις τοῦδε 〈νόος καὶ μῆτις ἀμείνων〉: τὸν |
| book 509.2 | Αἴαντα νῦν ἄριστον σύμβουλον προήγαγε τοῦ πολέμου ἀναγκάζον‐ |
| book 509.3 | τος· ἄπεστι μὲν γὰρ ὁ βασιλεὺς ἱκανὸς καὶ εἰπεῖν καὶ πρᾶξαι τυγχά‐ |
| book 509.4 | νων, ἄπεστι δὲ Ὀδυσσεὺς καὶ Διομήδης τραυματίαι γενόμενοι. ὁ δὲ |
| book 509.5 | Νέστωρ γέρων καὶ ἐπὶ τῶν νέων φαίνεσθαι ἀδύνατος. b(BCE3E4)T |
| book 510.1 | 〈ἢ αὐτοσχεδίῃ μῖξαι χεῖράς τε μένος τε:〉 τὸ αὐ‐ |
| book 510.2 | τοσχεδίῃ τινὲς μετὰ τοῦ ν. | οὐδὲν ἡμῖν ἐστι προτιμότερον ἢ χωρῆ‐ |
| book 510.3 | σαι εἰς χεῖρας. b(BCE3E4)Til |
| book 511a.1 | βέλτερον ἢ ἀπολέσθαι 〈ἕνα χρόνον ἠὲ βιῶναι〉: |
| book 511a.2 | ὅτι οὐκ ἐκληπτέον τρεῖς διαστολάς, ἀλλ’ ἐκ τοῦ „ἢ αὐτοσχεδίῃ“ (Ο |
| book 511a.3 | 510) 〈τὸ〉 ‘βέλτερον ἢ ἀπολέσθαι καθ’ ἕνα χρόνον‘ περὶ ἓν μέρος, πρό‐ |
| book 511a | τερον δὲ τὸ ἠὲ βιῶναι· ὁ γὰρ λόγος· βέλτιον καθ’ ἕνα χρόνον συν‐ |
| book 511a.5.1 | τόμως ἀπολέσθαι ἢ πολὺν χρόνον φθείρεσθαι· τὸ γὰρ „στρεύγεσθαι“ |
| book 511a.5.2 | (Ο 512) ἐστὶ στραγγίζεσθαι κατ’ ὀλίγον ἐκλείποντας. A |
| book 511b.1 | ἕνα χρόνον: ἀντὶ τοῦ ἐν ὀλίγῳ χρόνῳ, συντόμως. b |
| book 511b.2 | (BCE3E4)T |
| book 511-3.1 | βέλτερον〈—χειροτέροισιν〉: αἱρετώτερον καθ’ |
| book 511-3.2 | ἕνα χρόνον ζῆν ἢ τεθνάναι συντόμως μᾶλλον ἢ περισσῶς κάμνειν ἐν |
| book 511-3.3 | πολυχρονίῳ μάχῃ οὕτως ὑπὸ χειρόνων πολεμουμένοις. b(BCE3E4)T |
| book 511-2.1 | 〈βέλτερον ἢ ἀπολέσθαι ἕνα χρόνον ἠὲ βιῶ‐ |
| book 511-2.2 | ναι, / ἢ δηθὰ στρεύγεσθαι ἐν αἰνῇ δηϊοτῆτι:〉 διαστολὴ ἐπὶ |
| book 511-2.3 | τὸ βιῶναι (511), μέχρι δὲ αὐτοῦ συναπτέον· ὁ γὰρ λόγος, ἢ ἀπο‐ |
| book 511-2.4 | θανεῖν ἢ ζῆσαι συντόμως βέλτιόν ἐστιν ἢ μετὰ παρολκῆς καταπο‐ |
| book 511-2.5 | νεῖσθαι. A |
| book 513a | 〈ὧδ’ αὔτως:〉 οὕτω γραπτέον ὧδ’ αὔτως. Aint |
| book 513b1 | 〈ὧδε:〉 ὅτι τὸ ὧδε ἀντὶ τοῦ οὕτως. Aim |
| book 513b2 | ἀντὶ τοῦ οὕτως, οὐ τοπικόν. Til |
| book 513c.1 | ὑπ’ ἀνδράσι χειροτέροισιν: ἀντὶ τοῦ ὑπ’ ἀνδρῶν |
| book 513c.2 | ἡσσόνων. b(BCE3)T γενναίου δὲ τὸ κἀν ταῖς ἐπιφοραῖς τῶν δει‐ |
| book 513c.3 | νῶν φυλάττειν τὸ φρόνημα καὶ χείρους ἡγεῖσθαι καὶ νικῶντας τοὺς |
| book 513c.4 | Τρῶας. ἅμα δὲ καὶ πρὸς ἐντροπὴν Ἑλλήνων τὸ ὑπὸ χειρόνων ἡτ‐ |
| book 513c.5 | τᾶσθαι. b(BCE3E4)T |
| book 515a.1 | ἔνθ’ Ἕκτωρ μὲν ἕλε Σχεδίον 〈Περιμήδεος υἱόν〉: |
| book 515a.2 | ὅτι οὗτός ἐστι Σχεδίος ὁμώνυμος τῷ ἐν Καταλόγῳ (sc. Β 517). καὶ |
| book 515a.3 | ἀμφότεροι ὑφ’ Ἕκτορος ἀνῄρηνται (cf. Ρ 306). ἀλλ’ ἐκεῖνος μὲν Ἰφί‐ |
| book 515a.4 | του πατρός (cf. Β 518), οὗτος δὲ Περιμήδους. ἡ δὲ ἀναφορὰ πρὸς τὰ |
| book 515a.5 | περὶ Πυλαιμένους. A |
| book 515b.1 | Σχεδίον Περιμήδεος: ἔστι καὶ ἕτερος, Ἰφίτου παῖς· |
| book 515b.2 | „ὁ δὲ Σχεδίον, μεγαθύμου Ἰφίτου υἱόν, / Φωκήων ὄχ’ ἄριστον“ (Ρ |
| book 515b.3 | 306—7). T |
| book 516 | 〈ἀρχὸν Φωκήων:〉 τινὲς „ἀρχὸν Ἀθηναίων“. Til |
| book 518a.1 | {πουλυδάμας δ’ ὦτον} Κυλλήνιον: ὅτι οὐκ ἀπὸ Κυλλή‐ |
| book 518a.2 | νης τοῦ ἐν Ἀρκαδίᾳ ὄρους, ἀλλ’ ἐπίνειόν ἐστιν Ἠλείων Κυλλήνη· ἀρ‐ |
| book 518a.3 | χὸς γὰρ Ἐπειῶν. οὗτοι δέ εἰσιν Ἠλεῖοι. A |
| book 518b | 〈Κυλλήνιον:〉 Ἠλεῖον· ἐπίνειον γὰρ Ἤλιδος Κυλλήνη. Til |
| book 519.1 | Φυλείδεω: τοῦ Μέγητος (cf. Β 627—8)· ὁ γὰρ Φυλεὺς |
| book 519.2 | Ἠλεῖος ἦν καὶ ἀποικίαν ἤγαγεν ἐς τὰς Ἐχινάδας νήσους. T |
| book 520.1 | ὕπαιθα λιάσθη: εἰς τοὔμπροσθεν ἀνεχώρησεν· ἴσως γὰρ |
| book 520.2 | ἐκεῖνος ἐκ πλαγίου ὥρμησεν, ὁ δὲ ἐπὶ τὸ ἔμπροσθεν ὁρμήσας ἄπρακτον |
| book 520 | τὴν βολὴν ἐποίησεν. b(BCE3E4)T |
| book 521-2.1 | οὐ γὰρ Ἀπόλλων / εἴα Πάνθου υἱόν: ὡς Τρῶα καὶ |
| book 521-2.2 | ἀριστέα. τινὲς δὲ τὸν Πάνθουν Δελφόν φασιν, ἱερέα τοῦ Ἀπόλλωνος. T |
| book 525a.1 | {τόφρα δὲ τῶι ἐπόρουσε} Δόλοψ: ὅτι οὗτος Τρωϊκὸς Δό‐ |
| book 525a.2 | λοψ, Λάμπου υἱὸς τοῦ ἀδελφοῦ Πριάμου, ὁμώνυμος τῷ ἐν τῇ Λ Δόλο‐ |
| book 525a.3 | πι, „καὶ Δόλοπα Κλυτίδην καὶ Ὀφέλτιον“ (Λ 302). A |
| book 525b.1 | 〈Δόλοψ:〉 ἔστι δὲ ἄλλος Δόλοψ ὑπὸ Ἀγαμέμνονος ἀναι‐ |
| book 525b.2 | ρεθεὶς ἐν τῇ Λ (302)· „καὶ Δόλοπα Κλυτίδην“. T |
| book 526a.1 | Λαμπετίδης: ὡς πάχος „πάχετοσ“ (ψ 191) πλεονασμῷ τοῦ ε, ἀφ’ |
| book 526a.2 | οὗ τὸ Λαμπετίδης. T |
| book 526b | ἀνδρῶν: τῶν ἰδίων υἱῶν. T |
| book 527.1 | Λαομεδοντιάδης: καὶ ἐν ἄλλοις „Λαομέδων δ’ ἄρα Τιθω‐ |
| book 527.2 | νὸν τέκετο Πρίαμόν τε / Λάμπον τε Κλυτίον τε“ (Υ 237—8). ἦν δὲ τὸ |
| book 527.3 | πατρωνυμικὸν αὐτοῦ Λαομεδοντίδης, ἀλλ’ ἐπλεόνασε τὸ α ὡς ἐν τῷ |
| book 527.4 | „Λαερτιάδησ“ (Γ 200. ι 19). T |
| book 530a | {τόν ῥ’ ἐφόρει} γυάλοισι〈ν〉: ὅτι τὰ κύτη καὶ τὰ κοιλώ‐ |
| book 530a | ματα τοῦ θώρακος γύαλα, οὐχ ὡρισμένος τόπος. A |
| book 530b.1 | γυάλοισιν: ἀντὶ τοῦ γυάλῳ· „θώρηκος γύαλον“ (Ε 99 |
| book 530b.2 | al.) γοῦν πανταχοῦ φησιν. T |
| book 531a.1 | ἤγαγεν ἐξ Ἐφύρης, 〈ποταμοῦ ἀπὸ Σελλήεντοσ〉: |
| book 531a.2 | ὅτι τῆς Θεσπρωτιακῆς Ἐφύρας λέγει, οὐκ ἐκ τῆς Κορίνθου δῆλον δὲ |
| book 531a.3 | ἐκ τοῦ Σελλήεντος, ἀφ’ οὗ καὶ Σελλοὶ οἱ περίοικοι. καὶ ὅτι ἐπ’ Ἀσίῳ ἕτε‐ |
| book 531a.4 | ρός ἐστι Σελλήεις ποταμός (cf. Β 838—9. Μ 96—7). A |
| book 531b.1 | 〈ἤγαγεν ἐξ Ἐφύρης:〉 ἐν ἄλλῳ „ἠγάγετ’ ἐξ Ἐφύ‐ |
| book 531b.2 | ρησ“. Aim |
| book 531c.1 | ἐξ Ἐφύρης: τῆς ἐν Ἤλιδι, ἧς καὶ ἐν ἄλλοις μνημονεύει· |
| book 531c.2 | „ἠὲ καὶ εἰς Ἐφύρην ἐθέλει{ς}, πίειραν ἄρουραν, / ἐλθεῖν“ (β 328—9), |
| book 531c.3 | οἱ δὲ τῆς Θεσπρωτίας. T |
| book 531d.1 | ποταμοῦ ἀπὸ Σελλήεντος: ποταμὸς Ἤλιδος ὁ |
| book 531d.2 | Σελ〈λ〉ήεις, ὃς ῥεῖ ἀπὸ Λασίωνος ὄρους. ἔστι δὲ καὶ Θεσπρωτίας. T |
| book 532 | Εὐφήτης: ζήτει περὶ τούτου, τίς ἐστιν. T |
| book 533 | ἀλεωρήν: σκέπην, παρὰ τὸ ἀλέασθαι. T |
| book 534.1 | ὅς οἱ καὶ τότε 〈παιδὸς ἀπὸ χροὸσ〉 ἤρκες’ ὄλε‐ |
| book 534.2 | θρον: περιττὸς ὁ στίχος· ἤδη γὰρ εἶπεν ἀνωτέρω (sc. Ο 529)· |
| book 534.3 | „πυκινὸς δέ οἱ ἤρκεσε θώρηξ“. T |
| book 536.1 | κύμβαχον: τὸ διάκενον τὸ ὑπὲρ τῆς κορυφῆς, A b (BCE3E4) |
| book 536.2 | T ὅθεν καὶ κυμβία τοιουτώδη ποτήρια. εἰς τοῦτο δὲ καθίεται ὁ |
| book 536.3 | λόφος. εἴρηται δὲ παρὰ τὴν κεφαλήν· τὴν γὰρ κεφαλὴν κύμβην ἔλεγον, |
| book 536 | b(BCE3E4)T ὅθεν καὶ κυβιστᾶν. A b (BCE3E4)T λέγει οὖν |
| book 536.5.1 | τὸ ἄκρον τοῦ κράνους. T ἐπεξηγεῖται δὲ διὰ τῆς ἑξῆς λέξεως τὸ |
| book 536.5.2 | ὄνομα, διὰ τοῦ ἀκρότατον. A T παρὰ δὲ Αἰολεῦσι κύμβη κα‐ |
| book 536.5.3 | λεῖται ἡ τῆς ῥάχεως ἀπὸ αὐχένος ἀρχή. b(BCE3E4) |
| book 538a.1 | νέον φοίνικι φαεινός: ὅτι τὸ σημαινόμενόν ἐστι νεωστὶ |
| book 538a.2 | πεφοινιγμένος, ἄνθει νεωστὶ κεχρωσμένος εἰς λαμπρότητα. A |
| book 538b.1 | νέον φοίνικι φαεινός: φοινικῷ χρώματι νεωστὶ λελαμ‐ |
| book 538b.2 | πρυσμένος. b(BCE3)T |
| book 539.1 | ἤλπετο νίκην: ἑκάτερος αὐτῶν δηλονότι, b(BCE3E4)T |
| book 539.2 | οὐ μόνος ὁ τύψας. b(BCE3E4) |
| book 540a.1 | 〈τόφρα δέ οἱ Μενέλαος ἀρήϊος ἦλθεν ἀμύν‐ |
| book 540a.2 | τωρ:〉 τῷ Μέγητι δηλονότι. περισσὸς δέ ἐστιν ὁ δέ. b(BCE3) |
| book 540b.1 | 〈ἦλθεν ἀμύντωρ:〉 γράφεται ἐν ἄλλῳ „ἦλθ’ ἐπαμύν‐ |
| book 540b.2 | τωρ“. Aim |
| book 541a.1 | 〈στῆ δ’ εὐρὰξ σὺν δουρὶ λαθών, βάλε δ’ ὦμον |
| book 541a.2 | ὄπισθεν:〉 τὸ λαθών τάχα ἂν δύναιτο καὶ τοῖς ἑξῆς συντάττεσθαι. Aim |
| book 541b1.1 | εὐράξ: τὸ μὴ ἐκ πλαγίου, ἀλλὰ κατὰ τοῦ ἔμπροσθεν ἢ |
| book 541b1.2 | ὄπισθεν, παρὰ τὸ εὖρος. T |
| book 541b2.1 | οὐ τὸ ἐκ πλαγίου δηλοῖ, ἀλλὰ τὸ κατὰ τὸ ἔμπροσθεν ἢ |
| book 541b2.2 | ὄπισθεν, παρὰ τὸ εὖρος. b(BCE3E4) |
| book 541c | 〈εὐράξ:〉 κατὰ πλάτος. Til |
| book 541d.1 | βάλε δ’ ὦμον: τὸν δεξιὸν πάντως· εὔλογον γὰρ τὸν Με‐ |
| book 541d.2 | νέλαον μὴ τὰ γυμνὰ τοῦ σώματος ἔχοντα ἐναντία τοῖς ἐχθροῖς ἀνῃρη‐ |
| book 541d | κέναι τὸν Δόλοπα, τὰ δὲ ὑπὸ τῆς ἀσπίδος ἐσκεπασμένα. b(BCE3E4)T |
| book 542 | 〈μαιμώωσα:〉 κατὰ μεταφορὰν τὴν ἀπὸ τῶν φορούντων. Til |
| book 543 | 〈ἐλιάσθη:〉 ἀπεκλίθη. Til |
| book 544a.1 | 〈τὼ μὲν ἐεισάσθην:〉 ὁ Μέγης καὶ ὁ Μενέλαος ὥρμη‐ |
| book 544a.2 | σαν. Til |
| book 544b.1 | {τὼ μὲν} ἐεισάσθην: ὅτι ἀμφίβολόν ἐστιν, πότερον |
| book 544b.2 | ἐφώρμησαν, ἀπὸ τοῦ ἰέναι, ἢ ἐεισάσθην ἔδοξαν, φαντασίαν ἔλαβον |
| book 544b.3 | τοῦ συλῆσαι τὸν νεκρόν. A |
| book 545a1.1 | {συλήσειν. ἕκτωρ δὲ} κασιγνήτοισι: ὅτι κασίγνητοι |
| book 545a1.2 | κοινότερον οἱ συγγενεῖς· | σημειοῦνται γάρ τινες ὅτι τοὺς ἀνεψιοὺς κα‐ |
| book 545a1.3 | σιγνήτους ἐκάλουν· ὁ γὰρ Μελάνιππος ἀνεψιὸς ἦν Ἕκτορος. ἀνεψιοὶ |
| book 545a1.4 | δέ εἰσιν οἱ τῶν ἀδελφῶν παῖδες, ὥσπερ Αἴας καὶ Ἀχιλλεύς, ὁ μὲν Τε‐ |
| book 545a1.5 | λαμῶνος, ὁ δὲ Πηλέως. A |
| book 545a2.1 | κασιγνήτοισι: ὅτι κασιγνήτους νῦν τοὺς ἀνεψιοὺς |
| book 545a2.2 | εἶπεν. T |
| book 545b.1 | κασιγνήτοισι: συγγενέσιν. b(BCE3)T ἢ τοῖς |
| book 545b.2 | ἀδελφοῖς, πρὸ δὲ τῶν ἀδελφῶν τὸν Μελάνιππον ὠνείδισεν. b(BE3E4) |
| book 545b.3 | T τινὲς δὲ ἔτι καὶ νῦν παρ’ Ἴωσι τοὺς συγγενεῖς κασιγνήτους φασὶ |
| book 545b.4 | καλεῖσθαι. b(BCE3E4)T ὁμοίως δέ φησι καὶ τὸ „ἔνθα ἑ ταρ‐ |
| book 545b.5 | χύσουσι κασίγνητοί τε ἔται τε“ (Π 674). T |
| book 546-7.1 | 〈πρῶτον δ’ Ἱκεταονίδην ἐνένιπεν / ἴφθιμον Με‐ |
| book 546-7.2 | λάνιππον:〉 ἀνεψιὸς {δὲ} ὁ Μελάνιππος Ἕκτορος, „Λαομέδων δ’ |
| book 546-7.3 | ἄρα Τιθωνὸν τέκετο Πρίαμόν τε / Λάμπον τε Κλυτίον θ’ Ἱκετάονά τ’ |
| book 546-7.4 | ὄζον Ἄρηοσ“ (Υ 237—8). T |
| book 546.1 | ἐνένιπεν: ἐπέπληξεν, ἀπὸ τῆς ἐνιπῆς, ἥ ἐστιν ἐπίπληξις. |
| book 546.2 | b(BCE3)T |
| book 547a | 〈ὄφρα:〉 τέως. Til |
| book 547b.1 | εἰλίποδας βοῦς: ἐπιβάλ〈λ〉ουσι γὰρ τῷ προτέρῳ ποδὶ |
| book 547b.2 | τὸν ὀπίσθιον πόδα. T |
| book 548a.1 | {βόσκ’} ἐν Περκώτῃ δηΐων ἀπὸ νόσφι ἐόντων: |
| book 548a.2 | ὁμοίως τῷ ἐν Οἰνώνῃ. τὴν δὲ ἀπό πρόθεσιν οὐκ ἀναστρεπτέον: πρὸς |
| book 548a.3 | γὰρ τὴν ἐόντων μετοχὴν συντέτακται. A |
| book 548b | 〈Περκώτῃ:〉 Λαμψακηνῶν χώρα. Til |
| book 548c | 〈ἀπὸ νόσφιν:〉 ἀπὸ τῶν 〈Τρώων〉 νόσφιν. Til |
| book 550 | 〈μετέπρεπε:〉 διέπρεπεν. Til |
| book 553.1 | οὕτω δή, Μελάνιππε, 〈μεθήσομεν〉: οὕτω νῦν. T |
| book 553.2 | ὃν τρόπον νῦν μεθίεμεν, οὕτω μεθήσομεν b(BCE3)T καὶ οὐκ ἀν‐ |
| book 553.3 | τιληψόμεθα τῶν πραγμάτων; b(BCE3E4)T |
| book 554.1 | 〈ἀνεψιοῦ:〉 τὴν ψι συλλαβὴν ἐκτατέον διὰ τὸ μέτρον. |
| book 554.2 | Aim Til |
| book 555a | {οὐχ ὁράας οῖον δόλοπος} περὶ τεύχε’ 〈ἕπουσιν〉: ὁ |
| book 555a.1 | Ἀσκαλωνίτης (p. 55 B.) οὐκ ἀναστρέφει τὴν περί· εἶναι γὰρ τὸ |
| book 555a.2 | ἑξῆς περιέπουσι. κἀγὼ δὲ αὐτῷ συγκατατίθεμαι, ἐπεὶ καὶ τὸ ῥῆμα τοῦ‐ |
| book 555a.3 | το τὸ ἕπω παρὰ τῷ ποιητῇ ἐν τοῖς ἐνεργητικοῖς κινήμασιν ὡς ἐπὶ τὸ |
| book 555a.5 | πλεῖστον θέλει ἔχειν πρόθεσιν συντεταγμένην. A |
| book 555b.1 | περὶ τεύχε’ ἕπουσιν: ἡ περί πρὸς τὸ ἕπουσι· τὸ γὰρ |
| book 555b.2 | ἕπω ἐν τοῖς ἐνεργητικοῖς κινήμασι παρὰ τῷ ποιητῇ προθέσει συντάσσε‐ |
| book 555b.3 | ται b(BCE3)T ὡς ἐπὶ τὸ πλεῖστον· διὸ τὸ „οὐ μὲν δὴ τόδε μεῖζον |
| book 555b.4 | ἕπει κακόν“ (μ 209) ἀντὶ τοῦ περιέπει{ν}. T |
| book 555c | 〈τεύχεα:〉 λείπει συλῆσαι. Til |
| book 556-8.1 | ἀλλ’ ἕπευ· 〈οὐ γὰρ ἔτ’ ἔστιν—κτάσθαι τε |
| book 556-8.2 | πολίτασ〉: ἀλλ’ ἕπευ· τῆς γὰρ πρὸς Ἀργείους οὐκ ἀποστατέον |
| book 556-8.3 | μάχης πρὶν ἢ κατακτείνωμεν ἢ ἐκεῖνοι ἡμᾶς ἑλόντες τὴν Ἴλιον πορθή‐ |
| book 556-8.4 | σωσι. μέγας οὖν καὶ τελευταῖος ἀγὼν πρόκειται ὥστε ἀναγκαῖον καὶ |
| book 556-8.5.1 | τὸν ἀκροατὴν τῷ ἀκμαιοτάτῳ τούτῳ μέρει τῆς ποιήσεως προσσχεῖν. b |
| book 556-8.5.2 | (BCE3E4)T |
| book 557.1 | κατ’ ἄκρης: ὁλοτελῶς· „ἔλασεν μέγα κῦμα κατ’ ἄκρησ“ |
| book 557.2 | (ε 313), οἷον ὅλον αὐτὸν ἐβάπτισε τὸ κῦμα. T |
| book 558 | 〈Ἴλιον αἰπεινήν:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aint |
| book 563-4.1 | αἰδομένων δ’ ἀνδρῶν〈—ἀλκή〉: τῶν αἰδου‐ |
| book 563-4.2 | μένων ἀλλήλους καὶ ἀγωνιζομένων πλείους σῴζονται ἤπερ φονεύον‐ |
| book 563-4.3 | ται· ἐπὰν δὲ φύγωσι, καὶ ἀδοξία καὶ ἀσθένεια αὐτοὺς καταλαμβάνει. |
| book 563-4 | b(BCE3E4)T |
| book 563a1.1 | αἰδομένων δ’ ἀνδρῶν: χωρὶς τοῦ συνδέσμου ἔγραφεν |
| book 563a1.2 | Ἀρίσταρχος, πάντως ἵνα ἀσύνδετος γενόμενος ὁ λόγος πλέον τε |
| book 563a1.3 | διαστῇ καὶ μᾶλλον ἐμφήνῃ. A |
| book 563a2.1 | Ἀρίσταρχος χωρὶς τοῦ δέ, ἄλλοι δὲ μετὰ τοῦ δέ, αἰδομέ‐ |
| book 563a2.2 | νων δ’ ἀνδρῶν. Aim |
| book 567 | 〈χαλκείῳ:〉 στερεῷ, τῷ διὰ τῶν ἀσπίδων. Til |
| book 568.1 | Ἀντίλοχον δ’ ὤτρυνε βοὴν ἀγαθὸς Μενέλαος: φαί‐ |
| book 568.2 | νεταί τις ὑποῦσα αὐτοῖς φιλία διὰ τὴν γειτνίασιν, b(BCE3E4)T |
| book 568.3 | „Νέστωρ φάσχ’ ὁ γέρων, ὅτ’ ἐπιμνησαίμεθα σεῖο“ (δ 191): T τό |
| book 568.4 | τε ὁμότροπον ἐχυρὸν πρὸς φιλίαν. b(BCE3E4)T καὶ ἐν ἑτέροις δέ |
| book 568.5.1 | φησι „περὶ γὰρ δίε ποιμένι λαῶν, / μή τι πάθῃ“ (Ε 566—7)· καὶ μετὰ |
| book 568.5.2 | τὴν παράβασιν τῶν ὅρκων πρῶτος πολέμιον ἀνεῖλεν (sc. Δ 457 |
| book 568.5.3 | —62). T |
| book 570.1 | θάσσων: τῶν ἡλικιωτῶν. ἢ ὡς καὶ ἐπὶ Αἴαντος „οὐ γάρ οἵ |
| book 570.2 | τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ἦεν / ἀνδρῶν τρεσ〈σ〉άντων“ (Ξ 521—2). |
| book 570.3 | τὸ δὲ οὐδ’ ἄλκιμος πρὸς τὸ „πρῶτος δ’ Ἀντίλοχοσ“ (Δ 457) ἀνα‐ |
| book 570.4 | φέρεται. T |
| book 571a | 〈εἴ:〉 ὁ σύνδεσμος ἀντὶ τοῦ εἴθε· διόπερ οὐδὲ ὑποστιγμή. Aint |
| book 571b.1 | εἴ τινά που 〈...〉 βάλοισθα: ὅτι τῷ εὐκτικῷ ἀντὶ τοῦ |
| book 571b.2 | προστακτικοῦ ἐχρήσατο, ὥς φησι Διονύσιος (fr. 37 Schm.). T |
| book 571c.1 | 〈βάλοισθα:〉 ὅτι τὸ βαλεῖν προέμενόν ἐστιν ἐπιτυ‐ |
| book 571c.2 | χεῖν. Aim |
| book 574.1 | ἀμφί ἑ παπτήνας: τὰ περὶ ἑαυτοῦ σκοπήσας, μή τις |
| book 574.2 | αὐτὸν ἐξαλλόμενον τῶν ἄλλων βάλλῃ, ὡς καὶ Ὀδυσσεύς (sc. Δ 497). |
| book 574 | b(BCE3E4)T |
| book 574-5.1 | ὑπὸ δὲ Τρῶες κεκάδοντο 〈/ ἀνδρὸς ἀκοντίσσαν‐ |
| book 574-5.2 | τοσ〉: ὑπὸ δὲ αὐτοῦ ἀκοντίσαντος ἐχωρίσθησαν οἱ Τρῶες. b(BCE3E) T |
| book 577.1 | νισόμενον πόλεμον 〈δέ〉: οὐχ ὡς νῦν αὐτοῦ πρῶτον |
| book 577.2 | ἐξιόντος, ἀλλ’ ὡς διὰ τὴν προτροπὴν Ἕκτορος ἐπὶ τὸ δρᾶσαί τι ὁρ‐ |
| book 577.3 | μῶντος. b(BCE3E4)T |
| book 580 | θορόντα: ἐπεὶ πτοηθεὶς ἐξάλλεται τῆς κοίτης. T |
| book 581 | ἐτύχησε βαλών: τυχὼν ἔβαλε. b(BCE3E4)T |
| book 582a.1 | 〈ὣς ἐπὶ σοί—Ἀντίλοχος:〉 τοσοῦτον {δὲ} Ἀν‐ |
| book 582a.2 | τίλοχος μείζων Μελανίππου, ὅσον νεβροῦ κύων (cf. Ο 579). τὸ |
| book 582a.3 | ἀδεὲς δὲ καὶ ταχὺ καὶ πρόθυμον τοῦ Ἀντιλόχου ἐδήλωσεν. b(BCE3 |
| book 582a.4 | E4)T |
| book 582b | 〈ὣς ἐπὶ σοί, Μελάνιππε:〉 πρὸς τὴν ἀποστροφήν. Aim |
| book 586a.1 | ἀλλ’ ὁ γὰρ ἔτρεσε 〈θηρὶ κακὸν ῥέξαντι ἐοικώσ〉: |
| book 586a.2 | δαιμονίως τῇ παραβολῇ κέχρηται· καὶ γὰρ ἡ φυγὴ τούτῳ κατὰ |
| book 586a.3 | πρόνοιαν, οὐ κατὰ δειλίαν γίνεται. b(BCE3E4)T |
| book 586b.1 | θηρὶ 〈κακὸν ῥέξαντι〉 ἐοικώς: καλῶς οὐκέτι παρα‐ |
| book 586b.2 | βέβληται κυνὶ (οὐ γὰρ ἔδει τὸν ἥρωα φεύγοντι κυνὶ εἰκάζειν), ἀλλὰ |
| book 586b.3 | λέοντι οὐ δεδιότι τοὺς ἐναντίους, ἀλλ’ ἔφοδον πλειόνων ἀγροίκων. |
| book 586b | b(BCE3E4)T |
| book 587.1 | {ὅς τε κύνα κτείνας ἢ βουκόλον} ἀμφὶ βόεσσι: ὅτι Ζηνό‐ |
| book 587.2 | δοτος γράφει „ἀμφί οἱ αὐτῷ“. γίνεται δὲ τὸ ὑπερβατὸν οὐ καθ’ |
| book 587.3 | Ὅμηρον, ‘ὅστε κύνα κτείνας ἢ βουκόλον φεύγει πρίν περ ὅμιλον |
| book 587.4 | ἀολλισθήμεναι ἀνδρῶν ἀμφί οἱ αὐτῷ‘ (cf. Ο 587—8). A |
| book 593.1 | νηυσὶν ἐπεσσεύοντο, Διὸς δ’ ἐτέλειον ἐφετμάς: |
| book 593.2 | τοῦτο γὰρ εἶπεν ὁ Ζεύς· „εἰσόκε νῆας ἐϋσ〈σ〉έλμους ἀφίκηαι“ (Λ 208) |
| book 593.3 | καὶ „τρέψω δ’ ἥρωας Ἀχαιούσ“ (Ο 261). T |
| book 594a | 〈μέγα:〉 ὥστε γίνεσθαι μέγα. ἢ μεγάλως. Til |
| book 594b1.1 | θέλγε: ἐπὶ τὸ χεῖρον. ἀναπτεροῖ δὲ τὸν ἀκροατὴν |
| book 594b1.2 | προσδοκῶντα τὸν ἐμπρησμόν. T |
| book 594b2.1 | ἐπὶ τὸ χεῖρον, ἠπάτα. b(BCE3) βασανίζει δὲ τὴν |
| book 594b2.2 | διάνοιαν τοῦ ἀκροατοῦ τὸν ἐμπρησμὸν προσδοκῶντος. b(BCE3E4) |
| book 598a.1 | 〈ἐξαίσιον:〉 ἄδικον· τοὐναντίον γὰρ „ἐναίσιμα“ (Β |
| book 598a.2 | 353 al.) τὰ καθήκοντα καὶ δίκαια. ἢ ὑπεραγόντως μεγάλην. b |
| book 598a.3 | (BCE3E4)Til |
| book 598b | ἀρήν: αἴτησιν· καὶ γὰρ ἡ εὐχὴ αἴτησις παρὰ τοῦ θεοῦ |
| book 598b.1 | τυγχάνει. ἢ τὴν καθ’ Ἑλλήνων κατάραν. ὡς φιλέλλην δὲ λοιδορεῖ τὴν |
| book 598b.2 | εὐχὴν Θέτιδος· b(BCE3E4)T ἐξαίσιον γὰρ τὴν ἔξω τοῦ αἰσίου |
| book 598b.3 | γινομένην φησίν, οἷον τὴν παρὰ τὸ ὅσιον, ὅπερ σημαίνει τὸ αἴσιον. T |
| book 599-600.1 | τὸ γὰρ μένε μητίετα Ζεύς 〈/ —ἰδέσθαι〉: |
| book 599-600.2 | μεγαλοφυῶς θεατὴν καθίστησι τὸν Δία τῶν γινομένων. T |
| book 599.1 | 〈τὸ γὰρ μένε μητίετα Ζεύς:〉 βραχὺ διασταλτέον κατὰ |
| book 599.2 | τὸ τέλος πρὸς τὸ σαφέστερον. Aint |
| book 601-2.1 | 〈ἐκ γὰρ δὴ τοῦ〉 ἔμελλε παλίωξιν 〈παρὰ |
| book 601-2.2 | νηῶν /〉 θησέμεναι: ἐπιστάμενος τοὺς ἀκροωμένους ταῖς Ἑλληνι‐ |
| book 601-2.3 | καῖς συμφοραῖς ἀχθομένους εὐέλπιδας ἀπεργάζεται τῇ τῆς μελλούσης |
| book 601-2.4 | νίκης προεκθέσει. b(BCE3E4)T |
| book 601a1 | 〈τοῦ ἔμελλε:〉 †ἀριστοφάνης† „τοῦ μέλλε“ Ἰακῶς. Aim |
| book 601a2 | ἔμελλε: †ἀριστοφάνης† Ἰακῶς γράφει „μέλλε“. T |
| book 601b.1 | 〈ἔμελλε〉 παλίωξιν παρὰ νηῶν: ὅτι ὑγιῶς παλίω‐ |
| book 601b.2 | ξιν, πάλιν δίωξιν, ὅταν ἐξ ὑποστροφῆς διώκωσιν οἱ διωκόμενοι. καὶ |
| book 601b.3 | πρὸς τὸ ἔμελλεν, ὅτι ἀντὶ τοῦ ἐῴκει. A |
| book 605.1 | μαίνετο δ’ ὡς ὅτ’ Ἄρης: ἐναργῶς ἐκινεῖτο τῷ σώματι. |
| book 605.2 | καὶ χαλεπὸν μὲν ὅμως εἰς †εὔνοιαν† ἂν ἐλθεῖν καὶ σωφρονοῦντος |
| book 605.1 | Ἄρεος, ὁ δὲ καὶ τὸ μαίνετο προσέθηκεν. καὶ οὐ μέχρι τούτου τὴν |
| book 605.2 | εἰκόνα ἵστησιν, ἀλλ’ ἀφρίζειν τε αὐτῷ φησι τὸ στόμα τρόπον θηρίου |
| book 605.5.1 | καὶ τὰ ὄμματα λάμπειν ὥσπερ ἐνθουσιῶντος (cf. Ο 607—8). b |
| book 605.5.2 | (BCE3E4)T |
| book 605-6.1 | ὡς ὅτ’ Ἄρησ〈—ὕλησ〉: πᾶσι τοῖς δεινοῖς αὐτὸν |
| book 605-6.2 | εἴκασεν, Ἄρει μαινομένῳ καὶ πυρὶ ὕλης ἐπειλημμένῳ. T |
| book 606a.1 | 〈βαθέης ἐν〉 τάρφεσιν 〈ὕλης: τάρφεσιν〉 ἀπὸ τοῦ |
| book 606a.2 | τάρφος. καὶ βαθέης δίχα τοῦ ι. καλῶς δὲ καὶ τῷ πυρὶ τροφὴν δα‐ |
| book 606a.3 | σείας ὕλης δέδωκεν. T |
| book 606b.1 | τάρφεσιν: ὡς „βέλεσιν“ (Λ 657. π 277) οἱ πλείους· καὶ |
| book 606b.2 | ἡμεῖς δὲ συγκατατιθέμεθα· οὐ γάρ ἐστιν ἐπιθετικόν, ὡς ἀξιοῖ Τυραν‐ |
| book 606b.3 | νίων (fr. 36 P.). ὁ μέντοι Ἀριστοφάνης (fr. 34, p. 225 N.) ἐκεῖνό φησιν |
| book 606b.4 | ὅτι ἐὰν μὲν τοῖς δάσεσιν, ὡς „βέλεσι“ τάρφεσιν, ἐὰν δὲ τὸ ἐπιθετι‐ |
| book 606b.5 | κόν, ταρφέσιν ὡς „ὀξέσιν“ (Μ 56). A |
| book 607a.1 | ἀφλοισμός: ὀξυτόνως ἀναγνωστέον· τὰ γὰρ εἰς μος |
| book 607a.2 | λήγοντα ὑπὲρ δύο συλλαβάς, ἔχοντα πρὸ τοῦ μ τὸ ς, ὀξύνεσθαι θέλει, |
| book 607a.3 | μερισμός, ὁπλισμός. ἔνιοι δὲ αὐτὸ οἱ μὲν παρὰ τὸ ἀφρισμός, μεταβολῆς |
| book 607a.4 | γενομένης τοῦ ρ εἰς τὸ λ καὶ πλεονάσαντος τοῦ ο, οἱ δὲ παρὰ τὸ φλέω |
| book 607a.5.1 | καὶ φλύω, φλοισμὸς καὶ ἀφλοισμός ἐν πλεονασμῷ τοῦ α· διὸ οὐ |
| book 607a.5.2 | δεόντως ὁ Τυραννίων (fr. 37 P.) προπαροξύνει. A |
| book 607b1 | ἀφλοισμός: ἀφρὸς κατὰ Αἰτωλούς. | οἱ δὲ τὸν ἀφρισμόν, |
| book 607b1 | οἱ δὲ οὐκ ἄπωθεν τοῦ φλοισμοῦ. T |
| book 607b2.1 | ἀφρισμὸς κατὰ Αἰτωλούς. λαμβάνεται δὲ καὶ πεποιημέ‐ |
| book 607b2.2 | νως ἐπὶ ἰδιώματος ὕδατος ἤχου. b(BCE3E4) |
| book 607-8.1 | τὼ δέ οἱ ὄσσε 〈/ λαμπέσθην—ὑπ’ ὀφρύ‐ |
| book 607-8.2 | σιν〉: καὶ ἀλλαχοῦ „νυκτὶ θοῇ ἀτάλαντος ὑπώπια“ (Μ 463). T |
| book 608-9.1 | ἀμφὶ δὲ πήληξ 〈/ σμερδαλέον κροτάφοισι〉 τι‐ |
| book 608-9.2 | νάσσετο: τετύπωκε τὸν κορυθαίολον. T |
| book 610-4a.1 | Ἕκτορος· αὐτὸς γάρ οἱ〈—Πηλείδαο |
| book 610-4a.2 | βίηφιν〉: ἀθετοῦνται στίχοι πέντε· ἐπιστάμεθα γὰρ ὅτι περὶ Ἕκτο‐ |
| book 610-4a.3 | ρός ἐστιν ὁ λόγος. καὶ τὴν ἔνθουν ὁρμὴν τοῦ Ἕκτορος ταῦτα παρεν‐ |
| book 610-4a.4 | ειρμένα ἐκλύει· συναπτόμενα γοῦν τὰ γνήσια τὴν δεινότητα σώζει. |
| book 610-4a.5.1 | καὶ κυκλικῶς ταυτολογεῖται· προείρηται γὰρ „τὰ φρονέων νήεσσιν |
| book 610-4a.5.2 | ἔπι γλαφυρῇσιν ἔγειρεν / Ἕκτορα Πριαμίδην“ (Ο 603—4). πρὸς τί |
| book 610-4a.5.3 | οὖν παλλιλογεῖται Ἕκτορος· αὐτὸς γάρ οἱ ἀπ’ αἰθέρος ἦεν |
| book 610-4a.5.4 | ἀμύντωρ (610); A |
| book 610-4b1.1 | Ἕκτορος· αὐτὸς γάρ οἱ〈—βίηφιν〉: ἀθε‐ |
| book 610-4b1.2 | τοῦνται στίχοι πέντε ὡς περιττοί· οὐδὲ παρὰ Ζηνοδότῳ δὲ ἦσαν οἱ |
| book 610-4b1.3 | πέντε· οὐ γὰρ διὰ τὸ ὀλιγοχρόνιον (cf. 612) ἐτίμα αὐτόν. καὶ ὅτι |
| book 610-4b1.4 | ἀπ’ αἰθέρος (610)· ἀπὸ γὰρ Ἴδης ἦν. καὶ διὰ τοῦ „μαρναμένοιο“ |
| book 610-4b1.5.1 | (Ο 609) νοεῖται Ἕκτορος (610). —τινὲς δὲ τὸν γάρ (610) ἀντὶ |
| book 610-4b1.5.2 | τοῦ δέ, ὡς „αὐτίκα γάρ μοι ὀΐσατο θυμὸς ἀγήνωρ / ἀνδρ’ ἐπελεύ‐ |
| book 610-4b1.5.3 | σεσθαι“ (ι 213—4). καὶ ἀνάγεται ἡ φράσις εἰς τὰ τοιαῦτα· „οὐδ’ ἄρ’ |
| book 610-4b1.5.4 | ἀπ’ ἀσφάραγον μελίη τάμε χαλκοβάρεια / ὄφρα τί μιν προτιείποι“ |
| book 610-4b1.5.5 | (Χ 328—9), „ἦλθε δ’ ἐπὶ νότος ὦκα, 〈φέρων ἐμῷ ἄλγεα θυμῷ /〉, |
| book 610-4b1.10.1 | ὄφρ’ ἔτι τὴν ὀλοήν“ (μ 427—8). ἀπ’ αἰθέρος (610) δὲ ὁ αἰθέριος |
| book 610-4b1.10.2 | Ζεύς. καὶ ἡ πρόληψις (sc. 612—4) δὲ σχῆμα ποιητικόν· προσεκτικὸν |
| book 610-4b1.10.3 | δὲ ταῦτα τὸν ἀκροατὴν καὶ περιπαθέστερον ἀπεργάζεται. καὶ τοῦ λέ‐ |
| book 610-4b1.10.4 | γοντος χρηστὸν †ἦθος, καὶ ὡς ἀπὸ συναλγοῦντος †ἠπίστησεν. T |
| book 610-4b2.1 | ἀθετοῦνται πέντε διὰ τὸ λέγειν ὅτι ὀλιγοχρόνιον ὄντα |
| book 610-4b2.2 | ἐτίμα καὶ ὅτι ἀπ’ αἰθέρος· ἀπὸ γὰρ Ἴδης ἦν. καὶ διὰ τοῦ „μαρνα‐ |
| book 610-4b2.3 | μένοιο“ νοεῖται τὸ Ἕκτορος. —ἔστι δὲ τὸ γάρ ἀντὶ τοῦ δέ. τὸ δὲ |
| book 610-4b2.4 | ὄνομα (cf. 610) ἐπανείληπται πρὸς πλείονα ἔμφασιν· εἴωθε γὰρ θαυ‐ |
| book 610-4b2.5.1 | μάζων τινὰ τῶν ἔργων πολλάκις ἐπαναλαμβάνειν τὸ ὄνομα. τὸ δὲ |
| book 610-4b2.5.2 | ἀπ’ αἰθέρος ὅτι ὁ αἰθέριος Ζεύς· οὐ γὰρ ἀπὸ τῆς μερικῆς αὐτόν, |
| book 610-4b2.5.3 | ἀλλ’ ἀπὸ τῆς τελείας διατριβῆς ἐχαρακτήρισε. καὶ ἡ πρόληψις δέ ἐστι |
| book 610-4b2.5.4 | σχῆμα ποιητικόν. προσεκτικὸν δὲ ταῦτα τὸν ἀκροατὴν καὶ περιπαθέ‐ |
| book 610-4b2.5.5 | στερον ἐργάζονται. καὶ τοῦ λέγοντος †ἦθος χρηστόν, καὶ ὡς συναλ‐ |
| book 610-4b2.10 | γοῦντος ἡ πίστις. b(BCE3E4) |
| book 616 | 〈ᾗ:〉 καθ’ ἣν ὁδόν. Til |
| book 618a | 〈ἴσχον:〉 ἐπεῖχον αὐτόν. Til |
| book 618b.1 | πυργηδὸν 〈ἀρηρότες ἠΰτε πέτρη〉: ἡ μὲν ἐμβολὴ |
| book 618b.2 | τῶν βαρβάρων κύμασιν εἴκασται ταχὺ διαλυομένοις, ἡ δὲ τῶν Ἑλλή‐ |
| book 618b.3 | νων καρτερία τῷ τῆς πέτρας ἀκινήτῳ καὶ δυσπαθεῖ. b(BCE3E4)T |
| book 619a1.1 | ἠλίβατος {μεγάλη}: φιλῶς· ἀπὸ γὰρ τοῦ ἀλιτεῖν ἐσχη‐ |
| book 619a1.2 | μάτισται· καὶ ὤφειλεν ὅμοιον εἶναι τῷ „ἠλιτόμηνοσ“ (cf. Τ 118), |
| book 619a1.3 | συγκοπὴν δὲ ἔπαθεν. διδάσκει δὲ καὶ τὸ τῆς συναλιφῆς ὅτι ψιλοῦται· |
| book 619a1.4 | „τὸν μέν τ’ ἠλίβατος πέτρη“ (Ο 273). οἱ μέντοι δασύνοντες ἐτυμολο‐ |
| book 619a1.5 | γοῦσι παρὰ τὸν ἥλιον, τὴν ἡλίῳ βατὴν οὖσαν μόνῳ. οὐκ ἐπείσθη δὲ |
| book 619a1 | ἡ παραδόσις, ὡς πρόδηλον ἐγένετο ἐκ τῆς συναλιφῆς. A |
| book 619a2.1 | ψιλοῖ ἡ παράδοσις· παρὰ γὰρ τὸ ἀλιτεῖν ἐστι τοὺς ἐπι‐ |
| book 619a2.2 | βαίνοντας αὐτῆς. b(BCE3E4)Til |
| book 620a | 〈λιγέων:〉 ἦχον ἀποτελούντων τῇ βίᾳ. b(BCE3E4)Til |
| book 620b | κέλευθα: ἰδίως τὰς ἐφόδους. b(BCE3E4)Til |
| book 621a | 〈τροφόεντα:〉 τρόφιμα. Til |
| book 621b1.1 | 〈αὐτήν:〉 οὕτως αὐτήν μετὰ τοῦ ν Ἀρίσταρχος, τὴν |
| book 621b1.2 | πέτραν. Aint |
| book 621b2.1 | {τά τε προσερεύγεται} ἀκτῇ: Ἀρίσταρχος „αὐτήν“, |
| book 621b2.2 | δηλονότι τὴν πέτραν, ἵν’ ᾖ τὰ ὑπὸ θαλάσσης πρὸς αὐτὴν ἐξωθού‐ |
| book 621b2.3 | μενα. T |
| book 621b3.1 | οἱ μὲν ἀκτῇ, οἱ δὲ „αὐτήν“, ὃ καὶ ἄμεινον, ἵν’ ᾖ τὰ ὑπὸ |
| book 621b3.2 | θαλάσσης πρὸς αὐτὴν ἐξωθούμενα κύματα τὴν πέτραν. b(BCE3E4) |
| book 622.1 | ὣς Δαναοὶ Τρῶας μένον 〈ἔμπεδον〉: ὅτι ἔν τισι |
| book 622.2 | γράφεται „ἐξ ἁλός. ὣς Δαναοὶ 〈Τρῶας μένον〉“. αἴρεται δὲ τὸ κινοῦν |
| book 622.3 | τὴν ἔμφασιν τῆς ἐμμόνου στάσεως· μένον γὰρ ἔμπεδον, φησίν, ὡς |
| book 622.4 | πέτρα ἐναρηρυῖα τῷ πεδίῳ. A |
| book 623 | 〈λαμπόμενος πυρί:〉 περιλαμπόμενος ὑπὸ τῶν ὅπλων |
| book 623 | ὡς ὑπὸ πυρός. b(BCE3E4)Til |
| book 624-5.1 | ἐν δ’ ἔπες’ ὡς ὅτε κῦμα 〈θοῇ ἐν νηῒ πέσῃσι / |
| book 624-5.2 | —ἀνεμοτρεφέσ〉: πεπύκνωται ταῖς παραβολαῖς ὁ τόπος πρὸς |
| book 624-5.3 | ἔμφασιν τῶν πραγμάτων. b(BCE3E4)T ἡ δὲ ἔν (624) ἐμφαίνει |
| book 624-5.4 | τὴν βίαν τοῦ κύματος. εἰς ἐπίτασιν δὲ πρόσκειται ἀνεμοτρεφές |
| book 624-5.5.1 | (625). T εὖ δὲ τὸ μὴ φάναι ἐπῆλθεν ἢ ἐπέδραμεν, ἀλλ’ ἐνέπεσε, |
| book 624-5.5.2 | σφοδρὰν τὴν βίαν δηλῶν. b(BCE3E4)T |
| book 625.1 | ἀνεμοτρεφές: ὑπὸ ἀνέμου ηὐξημένον, ὑψηλόν. ὅταν δὲ τὸ |
| book 625.2 | Ἀγαμέμνονος—τὴν στερρότητα, ὥς φησι Πλούταρχος ἐν Με‐ |
| book 625.3 | λέταις Ὁμηρικαῖς (fr. 127 Sandb.). A |
| book 625-6a.1 | ὑπαὶ νεφέων ἀνεμοτρεφές· 〈ἡ δέ τε πᾶσα / |
| book 625-6a.2 | ἄχνῃ ὑπεκρύφθη〉: ηὐξημένον ὑπὸ ἀνέμου, ὡς εἶναι ὑποκάτω τῶν |
| book 625-6a.3 | νεφῶν καὶ πλησιάζειν αὐτοῖς. b(BCE3E4)T οἱ δὲ ἀνεμοτρε‐ |
| book 625-6a.4 | φὲς τὸ εὔτονον. b(BE3E4)T καὶ Σιμωνίδης (fr. 107 P. = P. M. |
| book 625-6a.5.1 | G. 612) „ἀνεμοτρεφέων πυλάων“ εἴρηκεν. T ὁ δὲ κόμπος τῶν |
| book 625-6a.5.2 | λεγομένων καὶ ὁ ψόφος τῶν ὀνομάτων οὐκ ἐᾷ ἰδεῖν τὴν ναῦν ἀφρῷ κε‐ |
| book 625-6a.5.3 | καλυμμένην. b(BE3E4)T |
| book 625-6b1.1 | ἡ δέ τε πᾶσα 〈/ ἄχνῃ ὑπεκρύφθη〉: πᾶσα δὲ ἡ |
| book 625-6b1.2 | ναῦς ἀφρῷ τῷ τοῦ κύματος κρύπτεται. T |
| book 625-6b2.1 | πᾶσάν φησι δηλονότι τὴν ναῦν b(BCE3) τῷ ἀφρῷ |
| book 625-6b2.2 | τοῦ κύματος b(BCE3E4) περικαλυφθεῖσαν ὑποκρυβῆναι. b(BCE3) |
| book 625-6b2.1 | ἡ δέ τε πᾶσα / ἄχνῃ ὑπεκρύφθη: ἡ ναῦς δηλονότι |
| book 625-6b2.2 | ὑπὸ τῆς ἄχνης ἐσκεπάσθη. ἄχνη δὲ τὸ ἀφρῶδες. A |
| book 626a | 〈ἄχνῃ:〉 Ζηνοδότος χωρὶς τοῦ ι „ἄχνη“. Aint Til |
| book 626b.1 | δεινὸς ἀήτη: ὅτι ἀρσενικῶς δεινὸς ἀήτη, ἀλλ’ οὐ |
| book 626b.2 | δεινή, ὡς „κλυτὸς Ἱπποδάμεια“ (Β 742). ἔνιοι δὲ ἀγνοοῦντες ποιοῦσι |
| book 626b.3 | „δεινὸς ἀήτησ“. ἀλλ’ οὐ δεῖ γράφειν οὕτως. A |
| book 626c.1 | δεινὸς ἀήτης: ὅτι ἀρρενικῶς δεινὸς †ἀήτης† (ἔνιοι |
| book 626c.2 | δὲ ἀγνοήσαντες πεποιήκασι „δεινὸς †ἀήτ熓) ὡς „κλυτὸς Ἀμφιτρίτη“ |
| book 626c.3 | (ε 422)· ἡ γὰρ ἀρσενικὴ ἐκφορὰ ἐμφαντικώτερον τὸν λόγον ἀπερ‐ |
| book 626c.4 | γάζεται καὶ τὸν ἄνεμον σφοδρότερον δείκνυσι. b(BCE3)T |
| book 627a.1 | 〈ἱστίῳ ἐμβρέμεται:〉 προσλακτίζων αὐτῷ, τῇ βίᾳ δη‐ |
| book 627a.2 | λονότι. b(BCE3E4)Til |
| book 627b.1 | ναῦται: οἱ ἐν τῇ νηΐ· „ἢ ναύτῃσι τέρασ“ (Δ 76). ὁ δὲ |
| book 627b.2 | Αὐτόχθων πρὸς ἐπίτασιν τοῦ κινδύνου φησίν· ἐπιβάτας γὰρ καὶ |
| book 627b.3 | βραχὺς κίνδυνος κλονεῖ, ἐπὶ τοὺς ναύτας δὲ ὁ φόβος φθάνων μέγεθος |
| book 627b.4 | κινδύνου μεγίστου παρίστησιν. b(BCE3E4)T |
| book 628.1 | τυτθὸν γὰρ ὑπὲκ θανάτοιο φέρονται: βραχὺ γάρ |
| book 628.2 | ἐστι τὸ διεῖργον αὐτοὺς τοῦ θανάτου διάστημα, ὅ ἐστι παρ’ ὀλίγον |
| book 628.3 | θνήσκουσι· A | τὸ τυχὸν γὰρ ἀπέχουσι τοῦ θανάτου. A b (BCE3)T |
| book 628.4 | πρῶτος δὲ εἶπε τὸ Ἀναχάρσιδος τοῦ Σκύθου, ὃς ἐρόμενός τινα τῶν |
| book 628.5 | ναυτῶν, πόσον ἀπέχομεν τοῦ ὕδατος, καὶ μαθὼν ὡς τέσσαρας δα‐ |
| book 628.1 | κτύλους τοσοῦτόν φησι καὶ τοῦ θανάτου. A b (BCE3E4)T καὶ |
| book 628.2 | Ἄρατος (Phaen. 299)· „ὀλίγον δὲ διὰ ξύλον 〈Ἄϊδ’ ἐρύκει〉“ b(BE3 |
| book 628.3 | E4)T καὶ Καλλίμαχος (fr. 629)· „†μέσον ἐπὶ ναύταισ“. T |
| book 629.1 | ἐδαΐζετο 〈θυμόσ〉: διεκόπτετο ἡ ψυχὴ ἀγωνιῶσα. πρὸς |
| book 629.2 | τὸ τελευταῖον δὲ τῆς παραβολῆς, τὸ „τρομέουσι δέ τε φρένα ναῦται“ |
| book 629.3 | (Ο 627), τὴν ἀνταπόδοσιν ἐπήγαγε τῆς παραβολῆς. b(BCE3)T |
| book 630-6.1 | ὥς τε λέων〈—ὑπέτρεσαν〉: πολλὰς ἤδη |
| book 630-6.2 | ἐφόδους λεόντων παρέλαβεν εἰς ὁμοίωσιν, νῦν δὲ ἐξεῦρέ τι καινόν· |
| book 630-6.3 | πρόκειται γὰρ πρωτόπειρος νομεὺς ἀνεπιστήμων τῆς πρὸς λέοντας |
| book 630-6.4 | μάχης. καὶ νεμομένας τὰς βοῦς παρέλαβεν, εἰκότως· οὐδὲ γὰρ Ἕλληνες |
| book 630-6.5.1 | ἐπὶ παρατάξεώς εἰσιν, ἀλλ’ ἐσκεδασμένοι ὥστε καὶ εὔκολον εἶναι τὴν |
| book 630-6.5.2 | ἐπιχείρησιν διὰ τὸ ἄτακτον. b(BCE3E4)T |
| book 630 | 〈ὀλοόφρων:〉 ἄδηλον, εἰ ὁ φύσει ὀλοόφρων. Til |
| book 631a | 〈εἱαμενῇ:〉 δασυντέον ἀπὸ τῆς ἕσεως τῶν ὑδάτων. Aim |
| book 631b.1 | εἱαμενῇ: καθύδρῳ τόπῳ. καὶ οἱ μὲν παρὰ τὴν ἄνεσιν καὶ |
| book 631b.2 | ἀνάδοσιν τῶν λιβάδων· οἱ δὲ τοὺς τόπους, ἐξ ὧν τοῦ ὕδατος ὑπεκρυ‐ |
| book 631b.3 | έντος πόαι γίνονται· b(BCE3E4)T οἱ δὲ παρὰ τὸ †ἑῶ†, ἔνθα |
| book 631b.4 | ἵσταται ὕδωρ καὶ συνῆκται. T |
| book 632-3.1 | οὔ πω σάφα εἰδώς 〈/ θηρὶ μαχέσσασθαι— |
| book 632-3.2 | φονῇσιν〉: οὐ κατ’ εὐτονίαν σώματος (οἷος δήποτε γὰρ ἔοι, οὐ δύνα‐ |
| book 632-3.3 | ται εἷς ὢν πολεμεῖν λέοντι), ἀλλὰ κατ’ ἐμπειρίαν· ὁ γὰρ ἔμπειρος τῆς |
| book 632-3.4 | πρὸς τὸ θηρίον μάχης ἢ κύνας προσαφῆκεν ἢ λαμπάδας προσάγει. |
| book 632-3.5 | b(BCE3E4)T |
| book 633.1 | ἕλικος: τὸ ἁπλοῦν ἀντὶ συνθέτου, ὡς καὶ Διονύσιος (fr. 38 |
| book 633.2 | Schm.) φησίν, ἀντὶ τοῦ εἰλίποδος. b(BCE3E4)T φονῇσι δὲ τῷ |
| book 633.3 | φόνῳ, ἢ τῷ τόπῳ, ἔνθα πεφόνευται b(BE3E4)T ὑπὸ τοῦ λέον‐ |
| book 633.4 | τος. T |
| book 633.5.1 | ἕλικος βοὸς ἀμφὶ φονῇσι: περὶ ἀνῃρημένης βοὸς— |
| book 633.5.2 | ἢ τῆς ἐν ἕλει τεθραμμένης. A |
| book 634.1 | πρώτῃσι καὶ ὑστατίῃσι βόεσ〈σ〉ι〈ν〉: ὁ καί ἀντὶ τοῦ ἤ, |
| book 634.2 | Aint T ὡς τὸ „μειλιχίοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ“ (Φ |
| book 634.3 | 339). ἢ οὕτως· ποτὲ μὲν πρώταις, ποτὲ δὲ ὑστέραις. T |
| book 634 | {ἤτοι ὁ μὲν} πρώτῃσι καὶ ὑστατίῃσι: ἐν πρώταις καὶ |
| book 634.5.1 | ὑστάταις. ὁ δὲ καί σύνδεσμος ἀντὶ τοῦ ἤ κεῖται διαζευκτικοῦ, ὅπερ |
| book 634.5.2 | ἄμεινον, ἵν’ ᾖ ταῖς πρώταις καὶ ὑστάταις. A |
| book 635a1 | 〈ἐν μέσσῃσιν:〉 σόλοικον, εἰ μὴ ἀντὶ τοῦ εἰς μέσας. Til |
| book 635a2.1 | συμπορεύεται. | βάρβαρον δέ φησιν εἶναι αὐτὸ Διονύσιος |
| book 635a2.2 | (fr. 39 Schm.). b(BCE3E4) |
| book 637.1 | ὑφ’ Ἕκτορι καὶ Διῒ πατρί: αὔξει Ἕκτορα συγκατα‐ |
| book 637.2 | λέγων αὐτὸν τῷ Διΐ. T |
| book 639a.1 | Κοπρῆος: Κοπρεὺς Πέλοπος παῖς τοῦ Ἠλείου. ἔστι δὲ |
| book 639a.2 | καὶ ἄλλος Βοιώτιος, Ἁλιάρτου παῖς. T |
| book 639a | Κοπρῆος {φίλον υἱόν}: οὗτος ὁ Κοπρεὺς ἦν κῆρυξ— |
| book 639a | οὐκ εἴα ἔνδον εἰσελθεῖν. A |
| book 639b.1 | 〈Εὐρυσθῆος ἄνακτος: γράφεται〉 „Εὐρυσθῆος ἀέ‐ |
| book 639b.2 | θλων“. Aint |
| book 639c.1 | {ὃς} Εὐρυσθῆος: φασὶν Ἥρας αὐτῷ παραστάσης ἐπι‐ |
| book 639c.2 | τάσσειν. τὸν δέ, Ἑρμοῦ καὶ Ἀθηνᾶς εἰπόντων ὡς διὰ τοῦτο ἔσοιτο |
| book 639c.3 | ἀθάνατος, καταδέχεσθαι. οἱ δὲ παιδικὰ Ἡρακλέους θέλουσιν Εὐρυ‐ |
| book 639c.4 | σθέα· διὸ χαριζόμενον αὐτῷ ἐπιτάσσεσθαι τοὺς ἄθλους. Tt |
| book 640a.1 | ἀγγελίης οἴχνεσκε: ὅτι Ζηνόδοτος γράφει „ἀγγελίην“. |
| book 640a.2 | γίνεται δὲ τὸ οἴχνεσκε κρεμάμενον. καὶ νῦν δὲ ἀγγελίης ἀντὶ τοῦ |
| book 640a.3 | ἄγγελος. A |
| book 640b | 〈οἴχνεσκε:〉 ἐπορεύετο, | παρὰ τὸ ἴχνος. Til |
| book 641a.1 | 〈τοῦ γένετ’〉 ἐκ πατρὸς 〈πολὺ〉 χείρονος υἱὸς |
| book 641a.2 | ἀμείνων: οὐ κεκράτηκε τῆς φράσεως, ὥς φησιν Ἄτταλος· τὸν μὲν |
| book 641a.3 | γὰρ λίαν ἐπαινεῖ, τὸν δὲ ἀποδοκιμάζει· ὥστε οὐκ ἔστιν ἐκ συγκρίσεως |
| book 641a.4 | ὁ λόγος. T |
| book 641b.1 | 〈τοῦ γένετ’ ἐκ πατρὸς πολὺ χείρονος υἱὸς |
| book 641b.2 | ἀμείνων:〉 οὐκ εὖ ἡ σύγκρισις. Til |
| book 642a | 〈παντοίας ἀρετάς:〉 λείπει ἡ κατά. Til |
| book 642b.1 | 〈ἠμὲν πόδας ἠδὲ μάχεσθαι:〉 ὅτι καὶ τὸ τάχος ἐν |
| book 642b.2 | ταῖς ἀρεταῖς. Til |
| book 644 | 〈ὅς ῥα τόθ’ Ἕκτορι κῦδος ὑπέρτερον ἐγγυάλι‐ |
| book 644 | ξεν:〉 ὅτι οὐχ ἑκών. Til |
| book 645a.1 | στρεφθεὶς γὰρ μετόπισθεν ἐν ἀσπίδος ἄντυγι |
| book 645a.2 | πάλτο: κατ’ ἔνια τῶν ἀντιγράφων χωρὶς τοῦ π „ἆλτο“. διχῶς δὲ τὸ |
| book 645a.3 | στρεφθείς, διὰ τοῦ α καὶ διὰ τοῦ ε. A |
| book 645b.1 | στρεφθεὶς γὰρ μετόπισθεν〈—πάλτο〉: ὥστε |
| book 645b.2 | οὐδὲ τοῦτο ἀφ’ ἑαυτοῦ κατορθώσας φαίνεται ὁ Ἕκτωρ, τῇ δὲ τοῦ |
| book 645b.3 | Περιφήτου δυστυχίᾳ συγκέχρηται· τὸ γὰρ πτῶμα συνέπραξε πρὸς τὸ |
| book 645b.4 | εὐχερῆ γενέσθαι τὴν ἀναίρεσιν. b(BCE3E4)T |
| book 645c.1 | στρεφθεὶς γὰρ μετόπισθεν: ὅπως φυλάξηται συστεί‐ |
| book 645c.2 | λας ἑαυτὸν ὑπὸ τὴν ἀσπίδα. b(BCE3E4)Til |
| book 645d.1 | 〈μετόπισθεν:〉 τὸ μετόπισθεν βέλτιον τοῖς ἑξῆς |
| book 645d.2 | συνάπτειν. Aim |
| book 645e.1 | ἐν ἀσπίδος ἄντυγι πάλτο: παραποδισθεὶς τῷ μήκει |
| book 645e.2 | τῆς ἀσπίδος κατὰ τὴν ἄντυγα ὕπτιος κατηνέχθη. πάλτο δὲ ἐνεπε‐ |
| book 645e.3 | λάσθη, b(BCE3E4)T †οἱ δὲ ἐβλάβη· ἱακῶς γοῦν φησι τὸ |
| book 645e.4 | πρόσθ’† „ἐνὶ βλαφθείσ“ (Ο 647). T |
| book 646.1 | 〈τὴν αὐτὸς φορέεσκε ποδηνεκέα:〉 ὅτι ἀνδρομήκεις |
| book 646.2 | αἱ ἀσπίδες. Aint |
| book 651a.1 | ἀχνύμενοί περ ἑταίρου: ὅτι ἐλλείπει ἡ περί, περὶ |
| book 651a.2 | ἑταίρου. Ἑλλάνικος δὲ Αἰολικῶς νομίζει τὴν περί πέρ εἰρῆσθαι. A |
| book 651b.1 | ἀχνύμενοί περ 〈ἑταίρου〉: λείπει ἡ περί. τινὲς δὲ |
| book 651b.2 | Αἰολικῶς ‘περὶ ἑταίρου‘ φασίν· ἀήθης δὲ ἡ τοιαύτη συναλιφὴ τῷ |
| book 651b.3 | Ὁμήρῳ. b(BCE3)T Ἄτταλος δὲ συγκοπήν φησιν, ὡς ἐν τῷ |
| book 651b | „πὰρ Ζηνί“ (Δ 1). T |
| book 652.1 | αὐτοὶ γὰρ μάλ’ ἐδείδισαν: ὅμοιόν τι πάσχουσι Μενε‐ |
| book 652.2 | λάῳ, ὅς φησιν „οὔ τι τόσον νέκυος περιδείδια / ὅσ〈σ〉ον ἐμῇ κεφαλῇ |
| book 652.3 | περιδείδια“ (Ρ 240. 242). T |
| book 653.1 | εἰσωποὶ δ’ ἐγένοντο νεῶν: ὑπέστειλαν ἑαυτοὺς ὑπὸ τὰς |
| book 653.2 | ναῦς· εἰς γὰρ τὰ μεταξὺ διαστήματα φεύγουσι, βραχὺ μέρος ὑπολει‐ |
| book 653.3 | πόμενοι τῶν νεῶν ὡς τὰς πρύμνας αὐτοὺς ὑποβεβηκέναι. b(BCE3E4) |
| book 653.4 | T οἱ δὲ ὅτι ὑποχωρησάντων τῶν Ἑλλήνων ἐν ἀπόψει γέγονε τὸ |
| book 653.5 | πλῆθος τῶν νεῶν τοῖς Τρωσίν. b(BE3E4)T |
| book 653.1 | εἰσωποὶ δ’ ἐγένοντο νεῶν: ἐν ὄψει τὰς ναῦς—αὐ‐ |
| book 653.2 | τῶν ἐγένοντο. A |
| book 653-4a1.1 | 〈περὶ δ’ ἔσχεθον ἄκραι / νῆες:〉 ἐντὸς ἑαυτῶν αἱ |
| book 653-4a1.2 | νῆες ἀνέλαβον τοὺς Ἕλληνας. Til |
| book 653-4a2 | καὶ ἐντὸς αὐτῶν αἱ ἄκραι νῆες ἔλαβον αὐτούς. b(BCE3E4) |
| book 654.1 | 〈ὅσαι πρῶται εἰρύατο:〉 εἰ ἦν διστιχία, πρότεραι ἂν |
| book 654.2 | εἶπεν. Til |
| book 656a.1 | 〈πρωτέων:〉 γράφεται „πρώτων“ καὶ „προτέρων“ καὶ |
| book 656a.2 | πρωτέων. Aint |
| book 656b.1 | 〈πρωτέων:〉 ἀπὸ τοῦ πρώτων πρωτέων. b(BCE3) |
| book 656b.2 | μέμφεται δὲ Διονύσιος (fr. 40 Schm.)· οὐ γὰρ περιεσπᾶτο τὸ πρώτων. |
| book 656b | b(BCE3)Til | κατὰ συνίζησιν δὲ φαίνεται. Til |
| book 656c.1 | 〈αὐτοῦ δὲ παρὰ〉 κλισίῃσι〈ν ἔμειναν〉: ὡς μετὰ |
| book 656c.2 | τὰς πρύμνας τῶν πρώτων νεῶν παρεσκηνωμένων οἷον ταῖς πρῴραις |
| book 656c.3 | αὐτῶν. b(BCE3E4)T |
| book 657 | στρατόν: νῦν τὸ στρατόπεδον. b(BCE3E4)Til |
| book 657-8a1.1 | αἰδώς / καὶ δέος: αἰδὼς μέν, εἰ φανοῦνται κακοί, |
| book 657-8a1.2 | φόβος δὲ περὶ τῶν νεῶν. T |
| book 657-8a2.1 | αἰδὼς δὲ καὶ δέος b(BCE3) τὸ μὲν ἵνα μὴ φανῶσι |
| book 657-8a2.2 | κακοί, τὸ δὲ περὶ τῶν νεῶν. b(BCE3E4) |
| book 658 | ἀζηχές: οἱ μὲν λίαν σκληρῶς, οἱ δὲ ἀδιαλείπτως. b(BCE3)Til |
| book 660a.1 | 〈λίσσεθ’ ὑπὲρ τοκέων γουνούμενος ἄνδρα ἕκα‐ |
| book 660a.2 | στον:〉 πρώην (sc. Ο 371) μὴν ηὔχετο, νῦν δὲ παρακαλεῖ. Til |
| book 660b.1 | λίσσεθ’ ὑπὲρ τοκέων 〈γουνούμενος ἄνδρα ἕκα‐ |
| book 660b.2 | στον〉: τὸ ὑπὲρ τοκέων ἑκατέροις δύναται προσδίδοσθαι. ἄλλως |
| book 660b.3 | δὲ ἀμφίβολον τὸ λεγόμενον· ἤτοι γὰρ ὡς λέγομεν ‘πρὸς Διόσ‘, ἢ ὅπερ |
| book 660b.4 | ἂν παρόντες ἐποίουν οἱ γονεῖς· ὅπερ μᾶλλον εἰκός· ἐπιφέρει γὰρ „τῶν |
| book 660b.5 | ὕπερ ἐνθάδ’ ἐγὼ γουνάζομαι“ (Ο 665). A |
| book 661-2a.1 | αἰδῶ θέσθ’ 〈ἐνὶ θυμῷ / ἄλλων ἀνθρώπων〉: |
| book 661-2a.2 | πολὺς ὁ τῆς αἰδοῦς λόγος καὶ ἀλλήλους αἰδομένων καὶ ἄλλους ἀνθρώ‐ |
| book 661-2a.3 | πους. b(BCE3E4)T ταῦτα δὲ πρὸς διέγερσιν. b(BCE3E4) |
| book 661-2b | αἰδῶ 〈... /〉 ἄλλων ἀνθρώπων: τὴν ἐξ ἄλλων παρα‐ |
| book 661-2b | κολουθήσουσαν ὑμῖν αἰσχύνην. b(BCE3E4)T |
| book 663-4.1 | παίδων 〈ἠδ’ ἀλόχων—ᾧ κατατεθνήκασι〉: |
| book 663-4.2 | ἵνα μηδὲ ἐκείνοις ὄνειδος ἐπακολουθήσῃ δι’ ὑμᾶς. καλῶς δὲ ἔχει ἡ |
| book 663-4.3 | προτροπὴ τέκνων καὶ γάμων ἀσφάλειαν, πλούτου φυλακὴν ἀναφαίρε‐ |
| book 663-4.4 | τον, γονέων ζώντων μὲν αἰδῶ, τεθνηκότων δὲ μνήμην. πρεπόντως δὲ |
| book 663-4.5.1 | τὰ περὶ τέκνων καὶ γυναικῶν οὐ τοῖς Αἴαντος ἐμφέρεται λόγοις, ἀλλὰ |
| book 663-4.5.2 | τοῖς Νέστορος· πατρὸς γὰρ ἔχει τάξιν. διήκει δὲ ἡ παράκλησις οἷς μὲν |
| book 663-4.5.3 | ὁλοτελῶς, οἷς δὲ μερικῶς. b(BCE3E4)T |
| book 665a1.1 | 〈τῶν ὕπερ ἐνθάδ’ ἐγὼ γουνάζομαι οὐ παρεόν‐ |
| book 665a1.2 | των:〉 δοκεῖτε ἐκείνους ὁρᾶν δεομένους. Til |
| book 665a2.1 | ἀντὶ τοῦ δι’ αὐτῶν· ἵνα, φησίν, οὕτω σπεύδητε ὡς ἐκεί‐ |
| book 665a2.2 | νους ὁρῶντες δεομένους. b(BCE3E4) |
| book 665b | 〈τῶν ὕπερ:〉 ἀναστρεπτέον τὴν πρόθεσιν. Aint |
| book 666a.1 | ἑστάμεναι κρατερῶς, 〈μὴ δὲ τρωπᾶσθε φόβον |
| book 666a.2 | δέ〉: πρὸς τὸ ἀκατάλληλον τῆς φράσεως· ἔδει γὰρ μὴ τρωπᾶσθαι δέ. |
| book 666a.3 | καὶ ὅτι φόβον δέ εἰς φυγήν. | τοῦτο καὶ καθ’ ἑαυτὸ δύναται 〈εἶναι〉 |
| book 666a.4 | ἀντὶ προστακτικοῦ· καὶ γὰρ τὸ ἑξῆς τοιοῦτο. A |
| book 666b | 〈τρωπᾶσθε:〉 ἀντὶ τοῦ τρωπᾶσθαι. Til |
| book 668a.1 | τοῖσι δ’ ἀπ’ ὀφθαλμῶν〈—ὦσεν Ἀθήνη〉: ἀπὸ |
| book 668a.2 | τούτου ἕως τοῦ „ἠδ’ ὅσσοι παρὰ νηυσίν“ (Ο 673) ἀθετοῦνται στίχοι |
| book 668a.3 | ἕξ, ὅτι οὐ προσυνίσταται ἀχλύς, ἀλλὰ συνεχῶς μάχονται. νῦν δέ φησιν |
| book 668a.4 | „Ἕκτορα δὲ φράσσαντο βοὴν ἀγαθὸν καὶ ἑταίρουσ“ (Ο 671). πρότε‐ |
| book 668a.5.1 | ρον δὲ οὐ καθεώρων, ὅτε ἔλεγε „τὼ δὲ μιῆς περὶ νηὸς ἔχον πόνον“ (Ο |
| book 668a.5.2 | 416) καὶ ὅτε παρεκάλει αὐτοὺς „ἀλλὰ μάχεσθ’ ἐπὶ νηυσὶν ἀολλέεσ“ (Ο |
| book 668a.5.3 | 494); πῶς δὲ καὶ ἔφυγον σκότους ὄντος; ἥ τε Ἀθηνᾶ οὐ πάρεστι διὰ |
| book 668a | τὴν τοῦ Διὸς ἀπειλήν. A |
| book 668b.1 | τοῖσι δ’ ἀπ’ ὀφθαλμῶν〈—ὦσεν Ἀθήνη〉: |
| book 668b.2 | ἀθετοῦνται στίχοι ἕξ· οὐ γὰρ προδιεσάφησεν ὡς εἶχον ἀχλύν τινα. |
| book 668b.3 | b(BCE3E4)T πόθεν δὲ καὶ ἡ Ἀθηνᾶ ἄφνω νῦν παρεφάνη συγ‐ |
| book 668b.4 | καθεζομένη τοῖς ἄλλοις θεοῖς; εἰ μὴ λέγοις ὡς λείπει ἄλλα ποιήματα, δι’ |
| book 668b.5.1 | ὧν ἐδεδήλωτο ταῦτα. ἢ καὶ ἀποῦσα ἀφῄρηται, ὡς τὸ „εἰ μὴ ἐπὶ φρεσὶ |
| book 668b.5.2 | θῆκ’ Ἀγαμέμνονι πότνια Ἥρη / αὐτῷ ποιπνύσαντι“ (Θ 218—9). |
| book 668b.5.3 | b(BE3E4)T Τήλεφος δὲ ὡς ἐπὶ Διομήδους ἀκούει· ἐν σχήματι δὲ |
| book 668b.5.4 | ἐδήλωσεν ὅτι σκότος εἶχον. T |
| book 669.1 | θεσπέσιον: τοῦτο, ἐὰν μὲν τοῖς ἄνω νέμῃ τις, ἔσται |
| book 669.2 | θεσπέσιον νέφος, ἐὰν δὲ τοῖς ἑξῆς, θεσπέσιον φῶς. A |
| book 670.1 | ἠμὲν πρὸς νηῶν 〈καὶ ὁμοιΐου πολέμοιο〉: ἔδει ἐπα‐ |
| book 670.2 | γαγεῖν τὸν ἠδέ, εἰ μὴ ὁ καί ἀντ’ αὐτοῦ ἐστιν, ἵν’ ᾖ ‘καὶ περὶ τὰς ναῦς |
| book 670.3 | καὶ περὶ τοὺς πολεμοῦντασ‘. b(BCE3)T |
| book 673.1 | 〈μάχην ἐμάχοντο:〉 ὅτι ὅμοιον τῷ „δαίτην δαινυμέ‐ |
| book 673.2 | νουσ“ (η 50). Aim |
| book 674.1 | οὐδ’ ἄρ’ ἔτ’ Αἴαντι: οὐ μόνον τοὺς ἄλλους, ἀλλὰ καὶ |
| book 674.2 | Αἴαντα ἔρρωσεν ὁ λόγος τοῦ Νέστορος. b(BCE3E4)T ὅρα δέ, |
| book 674 | οἷόν ἐστιν κατὰ καιρὸν προτροπή. b(BCE3E4) |
| book 676a.1 | ἴκρια: ὡς „δέμνια“ (δ 301 al.)· ἔστι γὰρ ῥηματικόν, ὡς |
| book 676a.2 | ἐν ἑτέροις (sc. Hrd. ῥημ. 2,903,2) εἴρηται. | ἴκρια A οἱ μὲν τὰ |
| book 676a.3 | καταστρώματα, οἱ δὲ τὰ κατὰ πρῷραν καὶ πρύμναν ὡς σανιδώματα. |
| book 676a.4 | A b (BCE3E4)T ἢ τὰ ἐξέχοντα ἄκρα ἢ τὰς καταγωγάς. A |
| book 676a.5 | b(BCE3)T |
| book 676b1.1 | {μακρὰ} βιβάσθων: βαρυτονητέον· γέγονε δὲ ἤτοι, ὥς |
| book 676b1.2 | φησι Φιλόξενος (fr. 543 Th.), κατὰ πλεονασμὸν τοῦ ς ἢ (ὅπερ καὶ βέλτιον) παρὰ τὸ |
| book 676b1.3 | βιβαστός βιβάσθω, ὡς καὶ ἀϊστός, κατ’ ὀξεῖαν τάσιν, ἀΐσθων· „ὁ δ’ |
| book 676b1.4 | ἔβραχε θυμὸν ἀΐσθων“ (Π 468). A |
| book 676b2.1 | {βιβάσθων:} ἀπὸ τοῦ βιβαστός βιβάσθω, 〈ὡσ〉 ἀϊστὸς |
| book 676b2.2 | ἀΐσθω. T |
| book 678a1.1 | κολλητὸν βλήτροισι δυωκαιεικοσίπηχυ: τὸ μὲν |
| book 678a1.2 | βλῆτρον βαρυτονητέον, ἐπεὶ πάντα τὰ εἰς τρον λήγοντα μονογενῆ |
| book 678a1.3 | οὐδέτερα βαρύνεται, σεσημειωμένου τοῦ λουτρόν. τὸ δὲ δυωκαιει‐ |
| book 678a1.4 | κοσίπηχυ A ὑφ’ ἓν ἀναγνωστέον· τοὺς γὰρ ἀριθμοὺς οὕτω |
| book 678a1.5.1 | προφέρει. διὰ δὲ τοῦ ι, ὡς „εἰκοσινήριτα“ (cf. Χ 349). τινὲς δὲ καὶ |
| book 678a1.5.2 | κατὰ παράθεσιν, ὡς τὸ „τρὶς καὶ δέκατοσ“ (cf. θ 391) καὶ τὸ θηλυκὸν |
| book 678a1 | „τρὶς καὶ δεκάτη“ (cf. τ 202). A T |
| book 678a2 | βλῆτρον {δὲ} ὡς φίλτρον. T |
| book 678b.1 | βλήτροισι: τοῖς συμβλήμασι καὶ συνεμπλοκαῖς. b |
| book 678b.2 | (BCE3)T |
| book 679a.1 | κελητίζειν: ὅτι κέλητα αὐτὸς μὲν οἶδε, χρωμένους δὲ |
| book 679a.2 | τοὺς ἥρωας οὐ συνίστησι. A T τὸ δὲ κελητίζειν κέλητι ἱπ‐ |
| book 679a.3 | πεύειν· καὶ ἐν Ὀδυσσείᾳ „ἀμφ’ ἑνὶ δούρατι βαῖνε, κέληθ’ ὡς ἵππον |
| book 679a.4 | ἐλαύνων“ (ε 371). | παράγωγον δέ ἐστι τὸ ῥῆμα παρὰ τὴν κέλητος |
| book 679a.5.1 | γενικήν· ἀντὶ γὰρ τοῦ ἱππεύειν. κακῶς οὖν, ὅσοι διαστέλλουσι· καὶ |
| book 679a.5.2 | γὰρ ἐλέγχονται ἐκ τῆς τοῦ τ ψιλότητος. A |
| book 679b.1 | κελητίζειν: ὑφ’ ἓν τὸ κελητίζειν· παράγωγον γάρ |
| book 679b.2 | ἐστι παρὰ τὴν κέλητος γενικήν· ἐπεὶ ἔδει ‘κέληθ’ ἵζειν‘· ἀδιανόητον δὲ |
| book 679b.3 | τὸ ἵπποις κέλητα ἵζειν. b(BCE3E4)T ἔστι δὲ ἀναχρονισμός· οὐ |
| book 679b.4 | χρῶνται γὰρ οἱ Ἕλληνες κέλησιν. ἡ δὲ παραβολὴ (sc. Ο 679—84) τὸ |
| book 679b.5.1 | γενναῖον αὐτοῦ καὶ εὐσταθὲς δείκνυσιν, ἄλλοτε ἐπ’ ἄλλην ναῦν μετα‐ |
| book 679b.5.2 | πηδῶντος ῥᾳδίως. b(BE3E4)T ὁ μὲν εἷς οὖν ἐζευγμένος ἵππος |
| book 679b.5.3 | κέλης ὠνόμασται, b(BE3E4) οἱ δὲ δύο ἐζευγμένοι ἵπποι ἅμιπποι |
| book 679b.5.4 | καλοῦνται, b(BE3E4)T ὃ καὶ ξυνωρίς, b(BE3) οἱ δὲ τέσ‐ |
| book 679b | σαρες τέτρωρον καὶ τέθριππον. b(BE3E4) |
| book 680.1 | συναείρεται: συζεύξει· „σὺν δ’ ἤειρεν ἱμᾶσιν“ (Κ 499). |
| book 680.2 | b(BE3E4)T οἱ δὲ „συναγείρεται“ T ἀντὶ τοῦ ἐκ πολλῶν δέ, |
| book 680.3 | οὓς ἐπιτηδείους οἶδε, συνάγῃ, ἀρίστους καὶ ἰσοταχεῖς ἐκλεξάμενος· |
| book 680.4 | κίνδυνος γὰρ ἐκπεσεῖν μεθαλλομένῳ ἀπὸ ἄλλου εἰς ἄλλον. b(BCE3 |
| book 680.5 | E4)T |
| book 681a.1 | μέγα προτὶ ἄστυ: οὐ γὰρ ἐν μικρᾷ πόλει ταῦτα γίνε‐ |
| book 681a.2 | ται. T |
| book 681b | 〈δίηται:〉 γράφεται „διώκῃ“. Aim |
| book 682 | 〈λαοφόρον:〉 πολυπληθῆ. Til |
| book 683-4.1 | ὁ δ’ 〈ἔμπεδον〉 ἀσφαλὲς αἰεί / θρῴσκων〈— |
| book 683-4.2 | πέτονται〉: μέγα τὸ ἐγκώμιον καὶ ἀσφαλῶς καὶ ἀεὶ ἐφαλλομένου. |
| book 683-4.3 | Δημήτριος δὲ ὁ Γονύπεσός 〈φησι〉 τεθεωρηκέναι του μεταβαίνοντος, |
| book 683-4.4 | ἀνεμπόδιστον τηροῦντος τὸν δρόμον τῶν ἵππων, κατέχοντος τοὺς |
| book 683-4.5.1 | χαλινούς. καὶ νῦν δὲ ἐν Ῥώμῃ ποιοῦσί τινες. τὸ δὲ αἰεί T ἀντὶ |
| book 683-4.5.2 | τοῦ συνεχῶς κατ’ ἐκείνην τὴν ἡμέραν, ὡς τὸ „αἰεὶ δ’ ἡνίοχον κονίης |
| book 683-4.5.3 | ῥαθάμιγγες ἔβαλλον“ (Ψ 502). b(BCE3E4)T |
| book 685-6.1 | 〈ὣς Αἴας ... / φοίτα μακρὰ βιβάς:〉 οὕτω καὶ ὁ |
| book 685-6.2 | Αἴας ἐνεργῶς μετήρχετο. Til |
| book 686 | 〈βιβάς:〉 γράφεται „βιβῶν“. Aim |
| book 689a.1 | μίμνεν ἐνὶ Τρώων ὁμάδῳ πύκα θωρηκτάων: τινὲς |
| book 689a.2 | ἐπισυνάπτουσι τούτῳ τόδε· „ἀλλὰ πολὺ προθέεσκε, τὸ ὃν μένος οὐ‐ |
| book 689a.3 | δενὶ εἴκων“ (= Χ 459). T |
| book 689b.1 | 〈πύκα θωρηκτάων:〉 ἐκ τοῦ παρεπομένου ‘τῶν πολε‐ |
| book 689b.2 | μιστῶν‘. Til |
| book 690-5.1 | ἀλλ’ ὥς τ’ ὀρνίθων〈—ὄτρυνε δὲ λαὸν ἅμ’ |
| book 690-5.2 | αὐτῷ〉: ἀπὸ καταφρονουμένων μὲν ζῴων τὴν παραβολὴν φέρει Ἕλ‐ |
| book 690-5.3 | λησι· καὶ „τῶν δ’ ὥς τε ψαρῶν νέφοσ“ (Ρ 755). ἀλλὰ καὶ παραμυθεῖ‐ |
| book 690-5.4 | ται ἀντιτάσσων τὸν Δία. τὸ δὲ „αἰετὸς αἴθων“ (690) ἢ θερμὸς ἢ ξαν‐ |
| book 690-5.5 | θὸς ἢ μέλας. b(BCE3E4)T |
| book 691.1 | βοσκομενάων: εἰ ἀρσενικῶς ἐλέγοντο οἱ κύκνοι, πάντως |
| book 691.2 | ἂν ἐπεκράτησε· καὶ τὰς γεράνους γάρ φησι καὶ τὰς χῆνας. A T |
| book 694a.1 | 〈ἀντίος ἀΐσσων, τὸν δὲ Ζεὺς ὦσεν ὄπισθε:〉 |
| book 694a.2 | Ἀρίσταρχος ὦσεν {ὄπισθεν} χωρὶς τοῦ ρ καὶ ἀντίος διὰ τοῦ |
| book 694a.3 | ς. Aint |
| book 694b | 〈ἀΐσσων:〉 γράφεται „ἀΐξασ“. Aim |
| book 695.1 | χειρί: λείπει τὸ ὥς. οἱ δὲ τῇ δυνάμει. ἢ ἐκπληκτικὸν τὸ τῆς |
| book 695.2 | φαντασίας, εἰ ἡ χεὶρ τοῦ Διὸς μέχρι τῆς γῆς φθάνει θνητὸν ὠθοῦσα. |
| book 695.3 | b(BCE3E4)T |
| book 696.1 | δριμεῖα: ὀξεῖα, ἀπὸ τῶν ὀσφραντῶν, ὡς νῦν ἀρχὴν τοῦ |
| book 696.2 | πολέμου λαβόντος. b(BCE3E4)T |
| book 697.1 | 〈φαίης κε:〉 ὅτι ὡς πρός τινα διαλέγεται. οὐκ ἔστι δέ, ἀλλ’ |
| book 697.2 | ἔστι φαίη τις ἄν. Am |
| book 698.1 | ἄντεσθ’ ἐν πολέμῳ· 〈ὣς ἐσσυμένως ἐμάχοντο〉: Τυ‐ |
| book 698.2 | ραννίων (fr. 38 P.) παροξύνει, ὡς λαβέσθαι, „πυθέσθαι“ (Β 119 al.), |
| book 698.3 | ἐκδεχόμενος μέσον δεύτερον ἀόριστον, οὐχ ὑγιῶς· σημαίνει γὰρ παρα‐ |
| book 698.4 | τατικόν, καὶ ἔστι τὸ ῥῆμα παρ’ αὐτῷ 〈καὶ περισπώμενον〉 καὶ βαρυ‐ |
| book 698.5.1 | νόμενον· τὸ γὰρ „ἤντης’ οὐδὲ ἴδον“ (δ 201) καὶ „ἀντήσω γὰρ ἐγὼ |
| book 698.5.2 | τοῦδ’ ἀνέροσ“ (Π 423) ἀπὸ περισπωμένου κέκλιται. τὸ δὲ „ὡς ἄν τίς σε |
| book 698.5.3 | συναντόμενοσ“ (ρ 165) ὡς „ἁπτόμενοσ“ (δ 522), καὶ „ἤντετο γάρ τοι |
| book 698.5.4 | Φοῖβοσ“ (Π 788) ὡς „ἥπτετο“ (Θ 67 al.) ὁμολογεῖ τὴν βαρεῖαν τά‐ |
| book 698.5.5 | σιν· οἷς ἀκόλουθον καὶ τὸ ἄντεσθαι. | στικτέον δὲ ἐπὶ τὸ πολέμῳ, |
| book 698.10 | καὶ τὸ ἑξῆς καθ’ αὑτό· μᾶλλον γὰρ ἐμφαίνει τὸ ἀσύνδετον. A |
| book 700-2.1 | οὐκ ἔφασαν φεύξεσθαι〈—κτενέειν θ’ ἥρωας |
| book 700-2.2 | Ἀχαιούσ〉: οὐ λέγει ὅτι ἀπεγνωκότες τῆς σωτηρίας ἐμάχοντο, ἀλλ’ |
| book 700-2.3 | ὅτι ταύτην εἶχον τὴν διάνοιαν ὡς μέχρι θανάτου μαχησόμενοι †ἢ† |
| book 700-2.4 | φευξόμενοι. οἱ δὲ Τρῶες ἤλπιζον τὰς ναῦς ἐμπρήσειν καὶ τοὺς Ἀχαιοὺς |
| book 700-2.5 | κτεῖναι. b(BCE3E4)T |
| book 702.1 | νῆας ἐνιπρήσειν 〈κτενέειν θ’ ἥρωας Ἀχαιούσ〉: |
| book 702.2 | ὅμοιον τῷ „ἦ ἔλπεσθ’, εἰ νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ, /ἐμβαδὸν ἵξε‐ |
| book 702 | σθαι ἣν πατρίδα 〈γαῖαν ἕκαστοσ〉;“ (Ο 504—5). T |
| book 704 | 〈ἥψατο:〉 ἐπελάβετο. Til |
| book 705a.1 | {καλῆς} ὠκυάλου: ἐψίλωσαν τὸ α, παραγωγὴν ἐ〈κ〉‐ |
| book 705a.2 | δεξάμενοι καὶ οὐ σύνθεσιν· καὶ οὕτως ἡ παράδοσις ἐπείσθη· καὶ τάχα |
| book 705a.3 | ἐπεὶ μηδὲν ἄλλο ἢ τὸ ὠκὺ ἐκ τῆς λέξεως σημαίνεται. ἡ δὲ ἁλός γενικὴ ἐν |
| book 705a.4 | τῇ συνθέσει ἐπὶ μὲν κυρίων ψιλὸν ἀποφέρεται τὸ πνεῦμα, „Εὐρύαλοσ“ |
| book 705a.5.1 | (Β 565 al.), Ἀμφίαλος, „Ἀστύαλοσ“ (cf. Ζ 29). ἐπὶ δὲ ἐπιθετικῶν τὸ |
| book 705a.5.2 | ἴδιον τηρεῖ πνεῦμα, „πολλαὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ“ (α 395), „ἀγχίαλον |
| book 705a.5.3 | τ’ Ἀντρῶνα“ (Β 697), ὕφαλος. ὥστε καὶ κατὰ τοῦτο ἐλέγχεται τὸ |
| book 705a.5.4 | ὠκύαλος ψιλούμενον. A |
| book 705b.1 | σχόλιον· ἐπιθετικὸν γὰρ ὂν δασύνεσθαι ὤφειλεν, ἀλλὰ |
| book 705b.2 | τοῦτο, εἰ σύνθετον ἦν, ἐγένετο ἄν. νῦν δέ, ὡς ἐν τοῖς ἄνω (sc. in |
| book 705b.3 | scholio a) εἶπεν, παραγωγὴν ἔλαβε τῆς αλος κατὰ παρολκὴν κειμένης. |
| book 705b.4 | Διονύσιος δὲ ὁ Ἁλικαρνασσεὺς ἐν τετάρτῳ Ἀττικῶν ὀνομάτων (fr. |
| book 705b.5 | φ 13) οὕτως ἔφη· „ΦΙΛΙΠΠΟΣ μὲν τῆς μέσης δασυνομένης τὸ προσ‐ |
| book 705b.1 | ηγορικόν· οὕτως γὰρ καὶ ἐν Τηρεῖ Σοφοκλέους (fr. 523 N.2 = 582 P. = 582 R.) |
| book 705b.2 | ἀναγινώσκομεν· ‘Ἥλιε φιλίπποις Θρῃξὶ πρέσβιστον σέλασ‘. Φίλιππος |
| book 705b.3 | δὲ ψιλῶς ὁ Μακεδών. καὶ ὠκύαλος μὲν δασέως ἡ ναῦς, ψιλῶς δὲ ὁ |
| book 705b.4 | ἀνήρ· ‘ὦρτο μὲν Ἀκρόνεώς τε καὶ Ὠκύαλοσ‘ (θ 111).“ ἐναντίως δὲ ὁ |
| book 705b.10 | Ἡρωδιανός (2,97,25). A |
| book 705c.1 | ὠκυάλου: ψιλωτέον· οὐ γὰρ ἡ ἁλός ἔγκειται, ἀλλὰ παρ‐ |
| book 705c.2 | αγωγή ἐστι διὰ τοῦ αλος, ὡς ἐπὶ τοῦ ἀταλός, βάταλος. T |
| book 705d.1 | ἣ Πρωτεσίλαον ἔνεικεν: εὐπρεπῶς ἐπὶ τοιαύτην ναῦν |
| book 705d.2 | ἐπήγαγε τὸν Ἕκτορα, ἧς οὔτε τὸν ἡγεμόνα μέμψασθαι ἐνῆν μὴ κωλύ‐ |
| book 705d.3 | σαντα τὴν οἰκείαν ναῦν ἐμπιπραμένην (θανὼν γὰρ ἦν), b(BCE3E4)T |
| book 705d.4 | τούς τε πολίτας συγγνώμης ἄν τις ἠξίωσεν, εἰ ἀστρατήγητοι ὄντες |
| book 705d.5.1 | ἀδυνάτως ἔσχον ἐπιβοηθῆσαι. ἵνα οὖν μὴ κατὰ ζῶντός τινος ἐπάξῃ |
| book 705d.5.2 | τοῦτο τὸ ὄνειδος, τὴν Πρωτεσιλάου φησί, τὴν κατὰ τὰς πύλας οὖσαν, |
| book 705d.5.3 | b(BE3E4)T „ἔνθ’ ἔσαν Αἴαντός τε νέες καὶ Πρωτεσιλάου“ (Ν |
| book 705d.5.4 | 681). ἴσως δὲ καῦσαι πάσας οὐκ ἠθέλησαν. T |
| book 705e.1 | ἔνεικεν: τὰ μὲν ἔμψυχά φησιν ἄγεσθαι, τὰ δὲ ἄψυχα φέ‐ |
| book 705e.2 | ρεσθαι. κακῶς οὖν φησι τὸ ἔνεικε, καὶ ταῦτα ἐπαγαγὼν τὸ „ἀπή‐ |
| book 705e.3 | γαγε“ (Ο 706). ὅμοιον δέ ἐστι τῷ „νῆες 〈δ’〉 ἐκ Λήμνοιο παρέστασαν |
| book 705e.4 | οἶνον ἄγουσαι“ (Η 467) ἀντὶ τοῦ φέρουσαι. T |
| book 706.1 | 〈οὐδ’ αὖτις ἀπήγαγε πατρίδα γαῖαν:〉 τινὲς γράφου‐ |
| book 706.2 | σιν „οὐδ’ 〈αὖτισ〉 ἀφίκετο“. | †περιπαθήσας ὡς προαναφώνησις. Til |
| book 709a.1 | τόξων 〈ἀϊκὰς ἀμφὶς μένον〉: τόξων τῶν τοξευμά‐ |
| book 709a.2 | των. ἀμφὶς δὲ χωρὶς ἀλλήλων· ἢ ἀντὶ τοῦ περιέμενον, ὡς „Κρόνον |
| book 709a.3 | ἀμφὶς ἐόντεσ“ (Ξ 274). b(BCE3E4)T |
| book 709b.1 | {τόξων} ἀϊκάς: ὡς παλλακάς· καὶ ἐγένετο παρὰ τὸ |
| book 709b.2 | ἀΐσσω ἀϊκή, ὡς φυλάσσω „φυλακή“ (Θ 521), ὑλάσσω ὑλακή. ἔστι |
| book 709b.3 | μέντοι καὶ ἑτέρα εὐθεῖα ἡ ἄϊξ, ἥτις ἐν συνθέσει ἐστὶ καὶ παρ’ αὐτῷ· |
| book 709b.4 | „πολυάϊξ γυῖα δέδυκεν“ (Ε 811) καὶ „πολυάϊκος πολέμοιο“ (Α 165) |
| book 709b.5.1 | καὶ „κορυθάϊκι πολεμιστῇ“ (Χ 132). καὶ δῆλον ὅτι εἰ παρὰ ταύτην |
| book 709b.5.2 | τὴν ἄϊξ εὐθεῖαν τὴν πληθυντικὴν αἰτιατικὴν σχηματίζοιμεν, ὀφείλομεν |
| book 709b.5.3 | κατὰ συστολὴν ἀναγινώσκειν, ὅπερ οὐχ οὕτως ἔχει· δῆλον γὰρ ἐκ |
| book 709b.5.4 | τοῦ μέτρου. χρὴ μέντοι ἐκεῖνο ἐπιστῆσαι ὡς τὰ εἰς κη λήγοντα ὑπὲρ |
| book 709b.5.5 | δύο συλλαβάς, τῷ ι παραληγόμενα, φιλεῖ βαρύνεσθαι, ὡς ἔχει τὸ |
| book 709b.10.1 | ἑλίκη, ἐρίκη, μυρίκη, Φοινίκη. τὸ μέντοι ἀϊκή ὠξυτονήθη, ἴσως ὅτι |
| book 709b.10.2 | ῥηματικὸν ὑπῆρχε, τῶν ἄλλων οὐχ οὕτως ἐχόντων. A |
| book 709c1.1 | ἀϊκάς: ὁρμάς, παρὰ τὸ ἄϊξ. οἱ δὲ ἀπὸ τοῦ ἀϊκή, καὶ ἐκτέ‐ |
| book 709c1.2 | ταται τὸ ι· παρὰ τὸ ἀΐσ〈σ〉ω γὰρ γίνεται. T |
| book 709c2 | τὰς ὁρμάς, ἀπὸ τοῦ ἀΐσσω. b(BCE3E4) |
| book 711.1 | 〈πελέκεσσι καὶ ἀξίνῃσι:〉 οὐ μόνον εἰς τὸ φονεύειν, |
| book 711.2 | ἀλλὰ καὶ εἰς τὸ διασχίζειν τὰς ναῦς τὰ τοιαῦτα. Til |
| book 712a.1 | καὶ ξίφεσιν μεγάλοισι 〈καὶ ἔγχεσιν ἀμφιγύοι‐ |
| book 712a.2 | σι〉: ἀθετεῖται, ὅτι εὐτελὴς ὁ στίχος καὶ 〈ἡ〉 ἰδιότης τῆς μάχης οὐ |
| book 712a.3 | σώζεται· ξίφεσι μὲν γὰρ καὶ ἔγχεσι πάντοτε μάχονται, νῦν δὲ πελέκεσι |
| book 712a.4 | καὶ ἀξίναις (cf. Ο 711). ὁ δὲ Διονύσιος (fr. 41 Schm.)· „πῶς οὖν ἐπι‐ |
| book 712a.5.1 | φέρει ‘πολλὰ δὲ φάσγανα / ἄλλα μὲν ἐκ χειρῶν χαμάδις πέσον‘ (Ο 713 |
| book 712a.5.2 | —4), εἰ μὴ εἶχον ξίφη;“. A |
| book 712b.1 | 〈καὶ ξίφεσιν—ἀμφιγύοισι:〉 ἀθετεῖ Ἀρίσταρ‐ |
| book 712b.2 | χος· ἐπιφέρει γὰρ περὶ ξιφῶν (sc. Ο 713—4). οἱ δὲ πληθύνειν αὐτὸν |
| book 712b.3 | τὰς φωνὰς τῶν ὅπλων διὰ τὸ φαντάζειν τὸν ἀκροατήν. b(BCE3E4)T |
| book 713a.1 | πολλὰ δὲ φάσγανα καλά: ὅτι οὐ χρωμένων τοῖς |
| book 713a.2 | ξίφεσι πρὸς μάχην χαμάδις ἔπιπτον (cf. Ο 714), ἀλλὰ τῶν ὤμων |
| book 713a.3 | κοπτομένων τοῖς πελέκεσι καὶ τῶν † καρπῶν σὺν τοῖς ξίφεσιν. A |
| book 713b.1 | μελάνδετα: σιδηρόδετα, ἐπεί φησι „μέλας δ’ οὐκ ἔσκε |
| book 713b.2 | σίδηροσ“ (Hsd. opp. 151). οἱ δὲ μελαίνας λαβὰς ἔχοντα· b(BCE3E4) |
| book 713b.3 | T τὴν δὲ λαβὴν δεσμὸν καλεῖ ὁ Σιμωνίδης (fr. 112 P. = P.M.G. |
| book 713b | 617). T οἱ δὲ ἐπιμελῶς ἐνδεδεμένα πρὸς τὴν λαβήν. b(BCE3E4)T |
| book 714a.1 | ἄλλα μὲν ἐκ χειρῶν 〈χαμάδις πέσον, ἄλλα δ’ |
| book 714a.2 | ἀπ’ ὤμων〉: σὺν ταῖς χερσὶν ἀποκοπτομέναις, ἄλλα σὺν ὤμοις· γε‐ |
| book 714a.3 | λοῖον γὰρ τὸ οἴεσθαι ἀπὸ τῶν ὤμων ἐκπίπτειν τὰς μαχαίρας. b |
| book 714a.4 | (BCE3E4)T |
| book 714b1 | 〈πέσον:〉 οὕτως διὰ τοῦ ο πέσον. Aint |
| book 714b2 | διὰ δὲ τοῦ ο γραπτέον τὸ πέσον. T |
| book 716.1 | οὐχὶ μεθίει: ὅτι Ζηνόδοτος γράφει „οὐκ ἐμεθίει“ Aim T |
| book 716.2 | ὥστε βαρβαρίζειν τὸν Ὅμηρον †οὐκ† ἔστι γὰρ τὸ μεθίει σύνθετον |
| book 716.3 | ἐκ τῆς μετά καὶ τοῦ ἵω, ὡσεί τις λέγοι ἐμετεκάλει. T |
| book 717a.1 | ἄφλαστον: οὐ τὸ ἀκροστόλιον, ἀλλὰ τὸ ἐπὶ τῆς πρύμνης |
| book 717a.2 | εἰς ὕψος τεταμένον ἐκ κανονίων πλατέων, διήκοντος δι’ αὐτοῦ πλα‐ |
| book 717a.3 | τέος κανονίου ὀνομαζομένου μὲν †θρανίτου†, ὑπηρεισμένου δὲ τῷ στυ‐ |
| book 717a.4 | λίσκῳ τῷ ὄπισθεν τοῦ κυβερνήτου. κρέμανται δὲ ἐκ τῶν κανονίων καὶ |
| book 717a.5 | τοῦ †θρανίτου† τὰ ταινία. ἀκροστόλιον δὲ τὸ ἀπὸ τῆς πτυχῆς ἀνατεῖνον |
| book 717a.1 | ἐπὶ πρῷραν ξύλον. πτυχὴ δέ ἐστιν, ὅπου ζωγραφοῦνται οἱ ὀφθαλμοὶ |
| book 717a.2 | καὶ τὸ τῆς νεὼς ἐπιγέγραπται ὄνομα. b(BCE3E4)T |
| book 717a.1 | ἄφλαστον: τὸ λεγόμενον ἀκροστόλιον—εὔθλαστον |
| book 717a.2 | γὰρ ὑπάρχει. A |
| book 717b.1 | 〈ἄφλαστον:〉 τινὲς ἄφλαστον γράφουσιν ἐπιρρηματι‐ |
| book 717b.2 | κῶς, τὸ ἄμφω ταῖς χερσὶν ἐπεστραμμένως ἐπειλῆφθαι τῆς νεώς. b |
| book 717b.3 | (BCE3E4)Til |
| book 718a1.1 | οἴσετε {πῦρ}: ὅτι οἴσετε ἀντὶ τοῦ φέρετε· οὐ γὰρ τὸν |
| book 718a1.2 | μέλλοντα δηλοῖ τὸ οἴσετε, ἀλλ’ ἀπὸ τοῦ „οἶσε“ (χ 106. 481), ὅ |
| book 718a1.3 | ἐστιν ἀνάλογον τῷ φέρε. A |
| book 718a2.1 | {οἴσετε:} ἀντὶ τοῦ φέρετε· καὶ οὐ τὸν μέλλοντα δηλοῖ, |
| book 718a2.2 | ἀλλ’ ἔστιν ἀπὸ τοῦ „οἶσε θέειον“ (χ 481). T |
| book 718b.1 | 〈ἅμα δ’ αὐτοὶ ἀολλέες ὄρνυτ’ ἀϋτήν:〉 ἅμα γὰρ τῇ |
| book 718b.2 | κραυγῇ καὶ δέος γίνεται τοῖς πολεμίοις. Til |
| book 719-20.1 | νῦν ἡμῖν〈—ἦμαρ ἔδωκε / νῆας ἑλεῖν〉: ἀντὶ |
| book 719-20.2 | πάντων τῶν πόνων ἰσόρροπον ἡμέραν ὁ Ζεὺς ἐχαρίσατο. b(BCE3 |
| book 719-20.3 | E4)T |
| book 719-20 | νῦν ἥμιν πάντων: νῦν ἀντὶ τοῦ πάντων τῶν τολμηθέντων |
| book 719-20.5.1 | εἰς ἡμᾶς ἀξίαν ἀμοιβὴν παρέσχεν ἡμῖν ὁ Ζεὺς πρὸς τὸ ἑλεῖν τὰς |
| book 719-20.5.2 | ναῦς. A |
| book 720-1.1 | 〈αἳ δεῦρο θεῶν ἀέκητι μολοῦσαι / ἡμῖν πήματα |
| book 720-1.2 | πολλὰ θέσαν:〉 ἄδηλον, πότερον παρὰ γνώμην θεῶν μολοῦσαι |
| book 720-1.3 | (720), ἢ ἡμῖν πήματα θέσαν (721) θεῶν ἀέκητι (720). b |
| book 720-1.4 | (BCE3E4)T |
| book 721.1 | κακότητι γερόντων: ἀβουλίᾳ. τὸ δὲ ἴδιον ἀσθενὲς τοῖς |
| book 721.2 | γέρουσι περιάπτει· οὐ γὰρ ἤθελεν ἐξιέναι διὰ τὸν Ἀχιλλέα. b(BCE3 |
| book 721 | E4)T |
| book 722a1.1 | 〈οἵ μ’ ἐθέλοντα:〉 ὅτι δεῖ κατὰ τὸ τέλειον προφέρεσθαι |
| book 722a1.2 | ἐθέλοντα. Aint |
| book 722a2 | ὅτι κατὰ συναλιφὴν τὸ 〈μ’〉 ἐθέλοντα. Til |
| book 725a.1 | {νῦν αὐτὸς ἐποτρύνει καὶ} ἀνώγει: βαρυτόνως ἀναγνω‐ |
| book 725a.2 | στέον. 〈εἰ δὲ〉 καὶ ὡς ἀπὸ περισπωμένου δείκνυταί τινα ἔχον κινήμα‐ |
| book 725a.3 | τα, ὥσπερ ἐπὶ τοῦ „καὶ δὲ τόδ’ ἠνώγεον εἰπεῖν ἔποσ“ (Η 394), οὐκ |
| book 725a.4 | ἀναγκαῖον ξενίζειν τὴν ἀνάγνωσιν καὶ περισπᾶν· κλίνεται γὰρ καὶ ὡς |
| book 725a.5.1 | βαρύτονον, ὥσπερ ἐπὶ τοῦ „ὅς ποτ’ ἐνὶ Τρώων ἀγορῇ Μενέλαον |
| book 725a.5.2 | ἄνωγεν“ (Λ 139). πρόδηλον κἀκ τῶν προστακτικῶν „ἀνώγετον“ |
| book 725a.5.3 | (Δ 287), „ἀνωγέτω“ (β 195)· „ἄνωχθι δέ μιν γαμέεσθαι“ (β 113)· |
| book 725a.5.4 | διὸ καὶ βαρυτόνως ἀναγνωστέον. A |
| book 725b.1 | ἀνώγει: τινὲς περισπῶσι διὰ τὸ „ἠνώγει Πετεῶο“ (Μ |
| book 725b.2 | 355). ἀλλ’ ἔστιν „ἀγορῇ Μενέλαον ἄνωγεν“ (Λ 139). T |
| book 728-9.1 | 〈ἀλλ’ ἀνεχάζετο τυτθόν, ὀϊόμενος θανέεσθαι, / |
| book 728-9.2 | θρῆνυν ἐφ’ ἑπταπόδην〉: τὸ ἑξῆς ἀνεχάζετο τυτθόν (728) |
| book 728-9.3 | θρῆνυν ἐφ’ ἑπταπόδην (729). οὕτως οὖν διορθωτέον. Aint |
| book 728a.1 | ἀνεχάζετο: ὅπως χρήσηται τῷ μεγίστῳ δόρατι. b |
| book 728a.2 | (BCE3E4)T |
| book 728b.1 | ὀϊόμενος θανέεσθαι: οἰόμενος τὸ ἀποθανεῖσθαι μᾶλλον |
| book 728b.2 | ἢ †παραχωρήσειν† Ἕκτορι. b(BCE3E4)T |
| book 729.1 | θρῆνυν: τὴν τῶν κωπηλατῶν καθέδραν b(BCE3E4)T |
| book 729.2 | ἢ τὴν τοῦ κυβερνήτου. Ἀττικοὶ δὲ θρᾶνον τὸ τοῦ κωπηλάτου φασὶ |
| book 729 | καὶ θρανίτας αὐτούς. b(BCE3)T |
| book 729 | θρῆνυν: ὑποπόδιον. θρῆνυν δὲ βέλτιον καλεῖσθαι—οἱ |
| book 729.5 | δὲ διαβάθραν ἀπὸ νεὼς εἰς νῆα. A |
| book 730.1 | δεδοκημένος: ὅτι παθητικῶς δεδοκημένος ἀντὶ τοῦ |
| book 730.2 | δοκεύων, ἐπιτηρῶν, ὡς „ῥάβδῳ πεπληγυῖα“ (κ 238). A |
| book 731 | 〈ἄμυνε νεῶν ὅστις φέροι ... πῦρ:〉 λείπει ἡ κατά. Til |
| book 735a1.1 | ἠέ τινάς φαμεν 〈εἶναι ἀοσσητῆρας ὀπίσσω〉: |
| book 735a1.2 | ἆρα οἰόμεθα ἥξειν ἐπικούρους μετὰ ταῦτα; ὅμοιος δὲ τῷ πρώην (sc. |
| book 735a1.3 | Ο 504—5) ἐστὶν ὁ λόγος, τὸ μὲν ἐρωτήσεως, τὸ δὲ ἀποφάσεως ἔχων. T |
| book 735a2.1 | ὅμοιος τῷ πρώην ὁ λόγος, τὸ μὲν ἐρωτήσεως ἔχων, τὸ δὲ |
| book 735a2.2 | ἀποφάσεως. λέγει δὲ ὅτι ἆρα ἐλπίζομεν ἥξειν ἐπικούρους μετὰ ταῦτα; |
| book 735a2.3 | οὐδαμῶς. b(BCE3E4) |
| book 735b.1 | {ἦέ τινας} φαμέν {εἶναι}: τὸ φαμέν ἐντελές ἐστι καὶ |
| book 735b.2 | ἐνεστῶτα χρόνον σημαίνει· διὸ τὰς δύο συλλαβὰς βαρυτονητέον. εἰ |
| book 735b.3 | μέντοι παρατατικὸς γίνοιτο, δῆλον ὅτι ἀποβολὴν χρόνου τοῦ κατ’ |
| book 735b.4 | ἀρχὴν πάσχει καὶ ἐπὶ τὴν φα συλλαβὴν ἡ ὀξεῖα τάσις ἔσται, ὅμοιον |
| book 735b.5.1 | ὡς τὸ ἔφαμεν ἐντελές, ὥσπερ ἐπ’ ἐκείνου „φάμεν δέ οἱ οὐ τελέεσθαι“ (δ |
| book 735b.5.2 | 664), ὅπερ οὐκ ἐπιζητεῖ νῦν ἡ διάνοια. A |
| book 736 | 〈ἄρειον:〉 βέλτιον οὗ κατεσκευάσαμεν. Til |
| book 737a1 | 〈οὐ μέν τις:〉 „οὐ μέν τι“ χωρὶς τοῦ ς Ἀρίσταρχος. Aim |
| book 737a2 | 〈οὐ μέν τι:〉 οὕτως Ἀρίσταρχος χωρὶς τοῦ ς. τινὲς δὲ |
| book 737a2 | „οὐ μέν τισ“. Til |
| book 738a.1 | 〈ᾗ κ’ ἀπαμυναίμεσθα:〉 ἐν ᾗ ἐπιφυγόντες ἀμυνού‐ |
| book 738a.2 | μεθα. Til |
| book 738b.1 | ἑτεραλκέα δῆμον ἔχοντες: τὸν ἴδιον δῆμον νικώμενον |
| book 738b.2 | ἔχοντες. οἱ δὲ τὸν ἀπὸ τῆς πόλεως δῆμον ἔχοντες ἑτέραν ἡμῖν ἀλκὴν |
| book 738b.3 | περιποιοῦντα. b(BCE3E4)T πάντα δὲ εἰρωνικῶς. b(BCE3E4) |
| book 739a.1 | 〈Τρώων πεδίῳ:〉 ἐν ἄλλῳ „Τρώων ὁμάδῳ“ (= Ο |
| book 739a.2 | 689). Aim |
| book 739b.1 | 〈πύκα θωρηκτάων:〉 ὡς ἀπὸ τοῦ ποιητικοῦ τοῦτο |
| book 739b.2 | προσώπου. Til |
| book 740a1.1 | {πόντῳ} κεκλιμένοι: †περικλειόμενοι†· συνέσταλται δέ, |
| book 740a1.2 | ὡς τὸ „τρὶς δὲ περίστιξασ“ (δ 277). ἐμφαντικῶς δὲ πάντα πέφρασται. T |
| book 740a2.1 | προσερηρεισμένοι καὶ προσανακείμενοι· συνέσταλται δέ. |
| book 740a2.2 | ἐμφαντικῶς δὲ πάντα πέφρασται. b(BCE3E4) |
| book 740b | 〈ἥμεθα:〉 διατρίβομεν. Til |
| book 741a.1 | τῶ ἐν χερσὶ φόως, 〈οὐ μειλιχίῃ πολέμοιο〉: |
| book 741a.2 | Ἀρίσταρχος κατὰ δοτικὴν ἔγραφεν, συνάπτων δηλονότι ὅλον τὸν |
| book 741a.3 | στίχον· ἔσται δὲ οὕτως τὸ ἑξῆς, τῷ ἐν χερσίν, οὐ μειλιχίῃ, τέλος πο‐ |
| book 741a.4 | λέμοιο, οἷον ἐν τῷ δόρατι, οὐκ ἐν προσηνείᾳ οὐδ’ ἐν ἀργίᾳ κεῖται ἡ τοῦ |
| book 741a.5.1 | πολέμου σωτηρία. Διονύσιος δὲ ὁ Θρᾷξ (fr. 20 Schm.) κατ’ εὐθεῖαν |
| book 741a.5.2 | πτῶσιν, ᾧ ἀκόλουθόν ἐστι στίζειν ἐπὶ τὸ φόως τελείᾳ στιγμῇ· καὶ |
| book 741a.5.3 | ἔσται καθ’ ἑαυτὸ ἑκάτερον ἡμιστίχιον. ὁ δὲ λόγος· διόπερ ἐν χερσὶν ἡ |
| book 741a | σωτηρία, προσήνεια δὲ οὐκ ἔστι πολέμου. A |
| book 741b.1 | 〈τῷ ἐν χερσὶ φόως,〉 οὐ μειλιχίῃ 〈πολέμοιο〉: |
| book 741b.2 | σὺν τῷ ι τὸ μειλιχίῃ· τὸ γὰρ ἑξῆς τοιοῦτόν ἐστιν· διὸ τὸ τοῦ πολέ‐ |
| book 741b.3 | μου φῶς ἡμῖν ἐν ταῖς χερσίν, οὐκ ἐν τῇ μειλιχίᾳ ἀπαντήσει, A b (BCE3) |
| book 741b.4 | T ἢ οὕτως· τὸ τοῦ πολέμου φῶς ἐν χερσίν, οὐκ ἐν προσηνείᾳ πο‐ |
| book 741b.5.1 | λέμου. εἰ δὲ χωρὶς τοῦ ι τὸ μειλιχίῃ, οὕτως ἐξηγητέον· οὐκ ἔστι προσ‐ |
| book 741b.5.2 | ήνεια οἰκεία πολέμου, ἵν’ ᾖ τὸ ἡμιστίχιον †γνωριμώτερον. b(BCE3)T |
| book 741c | 〈μειλιχίῃ:〉 οὕτως Ἀρίσταρχος σὺν τῷ ι, μειλιχίῃ. Aim |
| book 742 | 〈μαιμώων ἔφεπ’ ἔγχεϊ:〉 καίτοι πολέμιον ἔχων Δία. Til |
| book 743 | 〈ἐπὶ νηυσί:〉 ἀντὶ τοῦ ἐπὶ ναῦς. Til |
| book 744a.1 | 〈κηλείῳ:〉 τὸ ἐντελὲς κτητικὸν κήλειόν ἐστι· τὸ γὰρ κή‐ |
| book 744a.2 | λεον Ἰακόν. Til |
| book 744b | 〈κηλείῳ:〉 τὸ κηλεῖν θέλγειν ἐστὶ καὶ τέρπειν. Aim |
| book 744c.1 | χάριν Ἕκτορος ὀτρύναντος: εἰς τὴν τοῦ Ἕκτορος |
| book 744c.2 | χάριν διὰ τὸ παροξύνθαι ὑπ’ αὐτοῦ. T |
| book 745 | 〈τὸν δέ:〉 περισσὸς ὁ δέ. Til |
| book 746 | 〈προπάροιθε νεῶν:〉 ὑπὲρ νεῶν. Til |
| book postscr.1 | Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς |
| book postscr.2 | Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας |
| book postscr | Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς. A |
| book 1a.1 | ὣς οἱ μὲν περὶ νηὸς 〈ἐϋσσέλμοιο μάχοντο〉: οὐ |
| book 1a.2 | περὶ Ἕκτορος καὶ Αἴαντος ποιεῖται τὸν λόγον, ἀλλὰ περὶ ἀμφοτέρων |
| book 1a.3 | τῶν στρατευμάτων· οἱ μὲν γὰρ ὡς ἀρχηγὸν πονηρῶν ἔργων †ἀπο‐ |
| book 1a.4 | λέσθαι† θέλουσιν, οἱ δὲ καὶ μετὰ θάνατον χάριν εἰδότες τῷ δεσπότῃ |
| book 1a.5.1 | σῶσαι τὴν ναῦν προῄρηνται. —ὡς μέλλων δὲ ἑτέρων μεγάλων ἐνάρ‐ |
| book 1a.5.2 | χεσθαι πραγμάτων, παραγραφὴν ἐνέβαλε τὸν στίχον. ἔστι δὲ τοιαῦτα |
| book 1a.5.3 | πολλὰ παρ’ Ὁμήρῳ· „ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον“ (Ι 1), „ὣς οἱ |
| book 1a.5.4 | μὲν μάρναντο δέμας πυρόσ“ (Λ 596. Σ 1), b(BCE3E4)T „ὣς ὁ |
| book 1a.5.5 | μὲν ἐν κλισίῃσι Μενοιτίου ἄλκιμος υἱόσ“ (Μ 1), „ὣς οἱ μὲν στενάχοντο |
| book 1a.10.1 | κατὰ πτόλιν“ (Ψ 1), „ὣς ὁ μὲν ἔνθ’ ἠρᾶτο“ (η 1), b(BE3E4)T |
| book 1a.10.2 | „ὣς ὁ μὲν ἔνθα καθεῦδεν“ (ζ 1). T ἡ δὲ περί ἀντὶ τῆς ἐπί· ἀντι‐ |
| book 1a.10.3 | φράζει γὰρ αὐτὴν τῷ ἕνεκα· b(BE3E4)T „Πατρόκλῳ ἐπάμυ‐ |
| book 1a.10.4 | νον, οὗ εἵνεκα φύλοπις αἰνή“ (Σ 171), „σχήσω ἀμυνέμεναι περὶ |
| book 1a.10.5 | Πατρόκλοιο θανόντοσ“ (Ρ 182). T δηλοῖ δὲ καὶ τὴν ὑπέρ, |
| book 1a.15.1 | „λεπτὸν καὶ περίμετρον“ (β 95), καὶ τὸ περισσῶς, „τὴν περὶ κῆρι φί‐ |
| book 1a.15.2 | λησε πατὴρ καὶ πότνια μήτηρ“ (Ν 430). b(BE3E4)T |
| book 1b.1 | ἐϋσσέλμοιο: σέλμα ἐστὶ τὸ μεταξὺ τῶν σανιδωμάτων, |
| book 1b.2 | ὃ σελὶς καλεῖται καὶ καθέδρα ἐστὶ τοῦ ἐρέτου. ἀπὸ δὲ τοῦ σέλμα εὔσελ‐ |
| book 1b.1 | μος ὡς σῶμα εὔσωμος. γέγονε δὲ παρὰ τὸ σέλλω τὸ σημαῖνον τὸ |
| book 1b.2 | ὁρμῶ· ἐξ οὗ καὶ †σέλμος† ὁ μεθ’ ὁρμῆς ῥιπτούμενος λίθος. A b (BCE3 |
| book 1b.5.1 | E4) οἱ δὲ καλὰ σπάρτα ἐχούσης· σελμὶς γὰρ λέγεται τὸ σπάρτον. |
| book 1b.5.2 | b(BCE3E4) |
| book 3a.1 | δάκρυα θερμὰ 〈χέων〉: εἰκότως ὁ πρᾷος Πάτροκλος |
| book 3a.2 | κλαίει, τὰ μὲν ἀκοῇ, τὰ δὲ αὐτοψεὶ τῶν δεινῶν ἐπισκοπήσας· b(BCE3 |
| book 3a.3 | E4)T διὸ οὐδὲ φθέγξασθαί τι οἷός τέ ἐστι συγκεχυμένος ὑπὸ τῶν |
| book 3a.4 | δακρύων, ἀλλὰ σιωπῶν ἵσταται διὰ τοῦ σχήματος τὸν ἔλεον ἐπαγό‐ |
| book 3a.5.1 | μενος. b(BE3E4)T καὶ ἐν ταῖς Λιταῖς ὁ Φοῖνιξ „δάκρυ’ ἀναπρή‐ |
| book 3a.5.2 | σας· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν“ (Ι 433). T |
| book 3b.1 | 〈μελάνυδρος:〉 ἡ βαθύυδρος, ᾗ κατὰ τοὺς φυσικοὺς μέλαν |
| book 3b.2 | ἐστὶ τὸ ὕδωρ. b(BCE3E4)Til |
| book 3b.1 | μελάνυδρος: βαθεῖα, σκοτεινή. τοῦ γὰρ—καταυγάζε‐ |
| book 3b.2 | ται. A |
| book 4a.1 | 〈ἥ τε κατ’〉 αἰγίλιπος 〈πέτρης δνοφερὸν χέει |
| book 4a.2 | ὕδωρ: αἰγίλιπος〉 ὑψηλῆς, ἧς καὶ αἶγες ἀπολείπονται διὰ τὸ |
| book 4a.3 | ὕψος· ἐλαφρὰ δὲ ἔχουσι καὶ νευρώδη τὰ σκέλη αἱ αἶγες. A b (BCE3E4) |
| book 4a.4 | T οἱ δὲ τῆς μηδὲν φυούσης, κατ’ Ἀργείους· †ὧν γὰρ ἀποτράγῃ |
| book 4a.5.1 | αἴξ, ἄσπορον αὐτὸ ποιεῖ. AT οἱ δὲ καθύγρου καὶ λιπαινούσης |
| book 4a.5.2 | τὰς αἶγας. A b (BCE3E4)T | ἀθρόον δὲ ἔκχυσιν δακρύων παριστὰς |
| book 4a.5.3 | κατὰ πετρῶν φησι ῥεῖν τὴν κρήνην· τὰ γὰρ ἀφ’ ὑψηλῶν φερόμενα |
| book 4a.5.4 | ὕδατα σφοδροτέραν τὴν πρόχυσιν ἐμφαίνει. b(BCE3E4)T |
| book 4b | 〈δνοφερόν:〉 τὸ μετὰ δινήσεως φερόμενον. Til |
| book 5 | 〈ᾤκτειρε:〉 Ἀρίσταρχος γράφει „θάμβησεν“· οὐ γὰρ ἂν |
| book 5 | ἔπαιξεν ἐν τῷ πυνθάνεσθαι, εἴπερ ᾤκτειρεν. Til |
| book 7.1 | τίπτε δεδάκρυσαι, 〈Πατρόκλεες, ἠΰτε κούρη〉: |
| book 7.2 | ἄτοπός ἐστιν αὐτὸς μὲν ἕνεκα παλλακίδος κλάων (cf. Α 348—57), τὸν |
| book 7.3 | δὲ Πάτροκλον κόρην καλῶν ἐπὶ τοιούτοις δεινοῖς δακρύοντα. ἴσως |
| book 7.4 | οὖν αὐτὸν ἐπίτηδες ἐταπείνωσε, παύων τῆς ἱκετείας. ὅπως δ’ ἄν τις |
| book 7.5.1 | ἤθους ἔχοι, τοὺς πέλας ψέγει· οἱ μὲν σκληροὶ τοὺς ἐπιεικεῖς καὶ πρᾴους |
| book 7.5.2 | γυναιξὶν εἰκάζουσιν, οἱ δὲ ἐπιεικεῖς τοὺς στερεοὺς ἀγρίους καὶ ἀνημέ‐ |
| book 7.5.3 | ρους φασίν. b(BE3E4)T καὶ νῦν ὁ μὲν Ἀχιλλεὺς τὸν Πάτροκλον |
| book 7.5.4 | ὡς κόρην, ὁ δὲ Πάτροκλος τὸν Ἀχιλλέα ὡς πετρῶν παῖδα (cf. Π 35). T |
| book 7-10.1 | ἠΰτε κούρη / νηπίη〈—ὄφρ’ ἀνέληται〉: πᾶ‐ |
| book 7-10.2 | σαν ἡλικίαν εἰσαγαγὼν ὁ ποιητής, γερόντων νέων ἐφήβων (ἐπεὶ καὶ |
| book 7-10.3 | βρέφος εἰσήγαγε τὸν Ἀστυάνακτα [sc. Ζ 400—83. Χ 484—507]), |
| book 7-10.4 | θήλειαν οὐ δυνάμενος εἰσαγαγεῖν διὰ παραβολῆς τὸ λεῖπον πρόσωπον |
| book 7-10.5.1 | ἀνεπλήρωσε καὶ λαβὼν εὐτελὲς πρᾶγμα μεγαλοπρεπῶς καὶ μετ’ ἐναρ‐ |
| book 7-10.5.2 | γείας αὐτὸ ἐκφέρει. δεκτέον δὲ τὴν μητέρα χερνῆτιν, σπεύδουσαν „ἵνα |
| book 7-10.5.3 | παισὶν ἀεικέα μισθὸν ἕληται“ (Μ 435) καὶ οὐκ ἐθέλουσαν αὐτὴν ἐξαγα‐ |
| book 7-10.5.4 | γεῖν· κατὰ γὰρ Ἡσίοδον „χαλεπὴ δ’ ὑπόπορτις ἔριθοσ“ (opp. 603). |
| book 7-10.5.5 | b(BCE3E4)T |
| book 7-8.1 | ἠΰτε κούρη 〈/ νηπίη〉: οὐκ ἠρκέσθη τῷ κούρη (7), |
| book 7-8.2 | προσέθηκε δὲ καὶ τὸ νηπίη (8), προανελεῖν αὐτοῦ θέλων τῇ αἰδοῖ |
| book 7-8.3 | τὴν δέησιν. b(BE3E4)T ταῦτα δὲ ἐκ τοῦ ποιητικοῦ προσώπου |
| book 7-8.4 | εἰσί· πολλαχοῦ γὰρ ἐνδύεται τὰ ἡρωϊκὰ πρόσωπα. T |
| book 8a.1 | ἥ θ’ ἅμα μητρὶ θέουσα: οὐχ ἅμα ἐκείνῃ θεούσῃ καὶ |
| book 8a.2 | αὐτὴ συνθεῖ, ἀλλὰ προσυπακουστέον τῷ μητρί τὸ βαδιζούσῃ, |
| book 8a.3 | ὅπως συνεξανύῃ θέουσα ἡ κόρη. b(BCE3E4)T |
| book 8b1 | ἀνώγει: καὶ ὡς περισπώμενον αὐτὸ ἔκλινε, „καὶ δὲ τόδ’ |
| book 8b1.1 | ἠνώγεον εἰπεῖν ἔποσ“ (Η 394)· τὸ γὰρ „ἠνώγει Πρίαμός τε“ (Η 386) |
| book 8b1.2 | ἄδηλον, μὴ ὑπερσυντελίκου ἐστίν, ὡς „ἠ〈ε〉ίδειν“ (Ap. Rh. Arg. 4, |
| book 8b1.3 | 1700), „ἠείδει“ (ib. 2, 822). T |
| book 8b2.1 | ἀνώγει: „ἠνώγεα, τοὶ δὲ μέγα νήπιοι οὐκ ἐπίθοντο“ |
| book 8b2.2 | (ι 44). T |
| book 8c.1 | ἀνώγει: αἱ γὰρ ἀξιώσεις τῶν βρεφῶν κελεύσμασιν ἐοίκα‐ |
| book 8c.2 | σιν. b(BCE3E4)Til |
| book 9a1.1 | εἱανοῦ: τοῦ ἐνδυτηρίου πέπλου· ἐν ἄλλοις γοῦν „πέπλον |
| book 9a1.2 | μὲν κατέχευεν ἑανόν“ (Ε 734). σημειωτέον δὲ ὅτι καὶ ἐπὶ εὐτελοῦς |
| book 9a1.3 | πέπλου. δηλοῖ δὲ καὶ τὸ λαμπρόν, „ἑανοῦ κασσιτέροιο“ (Σ 613). |
| book 9a1.4 | b(BCE3E4)T ἁπτομένη δὲ ἐπισπωμένη, „πρύμνης νεὼς ἥψα‐ |
| book 9a1.5.1 | το“ (Ο 704), b(BE3E4)T „ἥψατο δ’ ἡμιόνου“ (Ψ 666). T |
| book 9a1.5.2 | καὶ τὸ καθικνεῖσθαι, „ἅπτηται κατόπισθεν“ (Θ 339)· ὅθεν καὶ „καθ‐ |
| book 9a1.5.3 | άπτεσθαι“ (Α 582) τὸ διὰ λόγων καθικνεῖσθαι. b(BE3E4)T |
| book 9a2 | λαμπροῦ. Til |
| book 9b | 〈εἱανοῦ:〉 ὅτι ἑανὸς καὶ πέπλος τὸ ἔνδυμα 〈γυναικῶν〉. Aint |
| book 10a.1 | 〈ποτιδέρκεται:〉 Ζηνόδοτος „{δακρυόεσσα δέ μιν} |
| book 10a.2 | προσδέρκεται“. Aim |
| book 10b | ὄφρα: ἵνα ᾖ ἕως· προσλιπαροῦσι γάρ, ἄχρις ἂν οὗ βού‐ |
| book 10b | λωνται τύχωσιν. b(BCE3E4) |
| book 11 | 〈κατὰ δάκρυον εἴβεις:〉 κατείβεις, καταστάζεις. Til |
| book 12-3a.1 | ἠέ τι Μυρμιδόνεσσι 〈πιφαύσκεαι—οἶοσ〉: |
| book 12-3a.2 | εἰρωνευόμενος ταῦτά φησιν (ἐπίσταται γάρ, περὶ οὗ κλαίει), καὶ τε‐ |
| book 12-3a.3 | λευταῖον τοῦτο ἐπιφέρει „ἠὲ σύ γ’ Ἀργείων ὀλοφύρεαι, ὡς ὀλέκονται;“ |
| book 12-3a.4 | (Π 17). b(BCE3E4)T |
| book 12-3b.1 | 〈ἦέ τι ... ἦ ... / ἦέ τινα:〉 πάντες περιεσπάσθησαν οἱ |
| book 12-3b.2 | σύνδεσμοι κατὰ λόγον τῶν ἐρωτηματικῶν. Aint Til |
| book 12 | 〈πιφαύσκεαι:〉 προορᾷς, προσημαίνεις. b(BCE3E4)Til |
| book 13a.1 | Φθίης ἒξ ἔκλυες: τὴν πρόθεσιν χωριστέον ἀπὸ τοῦ |
| book 13a.2 | ἔκλυες. βραχὺ μέντοι παντελῶς τὸ διάστημα, ὡς κἀκεῖ „ὑπερώϊον |
| book 13a.3 | εἲς ἀναβᾶσα“ (Β 514), „μάχης ἒξ ἀπονέεσθαι“ (Υ 212). A |
| book 13b | 〈Φθίης ἔξ:〉 ἐκ Φθίας. Til |
| book 14-6.1 | 〈ζώειν μὰν—ἀκαχοίμεθα τεθνηώτων:〉 κα‐ |
| book 14-6.2 | λὸν διάταγμα τὸ πῶς χρὴ περὶ γονέας ἔχειν· καὶ ὡς ἡ τούτων τελευτὴ |
| book 14-6.3 | πάντων ἔσχατόν ἐστι κακόν. b(BCE3E4)Til |
| book 14.1 | Μενοίτιον 〈Ἄκτορος υἱόν〉: τὴν μητέρα Πατρόκλου |
| book 14.2 | οὐκ ὠνόμασεν ὡς προθανοῦσαν. ἦν δὲ Σθενέλης. ὁ δὲ Ἄκτωρ τὸ ἀνέκα‐ |
| book 14.3 | θεν Μυρμιδόνος. T |
| book 14 | Μενοίτιον: Αἰακὸς 〈ὁ〉 Διὸς καὶ Αἰγίνης—μετ’ Ἀχιλ‐ |
| book 14.5 | λέως ἔθρεψεν. ἡ ἱστορία παρὰ Φιλοστεφάνῳ (F.H.G. III p. 33, fr. |
| book 14 | 35). A |
| book 15 | 〈ζώει:〉 ἔδει ‘ζώειν‘ {δέ}. Til |
| book 16a.1 | τῶν κε: περὶ ὧν ἄν, οὐχὶ ἑκάτερος περὶ τοῦ ἰδίου, ἀλλὰ |
| book 16a.2 | περὶ τῶν ἀλλήλων· τοῦτο γὰρ δεῖγμα τῆς φιλίας. b(BCE3E4)T |
| book 16a.3 | λείπει δὲ ἡ περί. T |
| book 16b.1 | 〈τεθνειώτων:〉 διὰ τοῦ η „τεθνηώτων“ Aint Til αἱ |
| book 16b.2 | Ἀριστάρχου. Aint |
| book 17-8.1 | ἠὲ σύ 〈γ’〉 Ἀργείων〈—ἕνεκα σφῆσ〉: ἠθικῶς |
| book 17-8.2 | πάνυ καὶ ἐπὶ τοῦτο ἧκε τελευταῖον, καίτοι γε ἀκριβῶς εἰδὼς τὴν πρό‐ |
| book 17-8.3 | φασιν τῶν δακρύων. ἅμα δὲ καὶ ὡς ἤδη μετατεθεὶς τὴν γνώμην εἰς |
| book 17-8.4 | τοὺς περὶ Ἑλλήνων προκαλεῖται αὐτὸν λόγους· διὰ τοῦτο γὰρ αὐτὸν |
| book 17-8.5 | καὶ ἀπέσταλκεν πρὸς Νέστορα. b(BCE3E4)T |
| book 17 | 〈Ἀργείων:〉 ὅτι ἐλλείπει ἡ περί, περὶ Ἀργείων. Aim |
| book 18.1 | 〈ὑπερβασίης:〉 τῆς παραβάσεως τοῦ δικαίου. b(BCE3)T | |
| book 18.2 | λεληθότως ὑπεραπολογεῖται ἑαυτοῦ, ὡς ἀδικηθεὶς ὠργίσθη. b(BCE3 |
| book 18.3 | E4)T |
| book 20.1 | 〈τὸν δὲ βαρὺ στενάχων προσέφης, Πατρόκλεες |
| book 20.2 | ἱππεῦ:〉 πρὸς τὴν τοῦ λόγου ἀποστροφήν. Aint |
| book 21a.1 | ὦ Ἀχιλεῦ, Πηλέως υἱέ, μέγα φέρτατ’ Ἀχαιῶν: |
| book 21a.2 | ὁμιλητικὴ ἡ ἀρχὴ καὶ θεραπεύουσα φιλότιμον ἄνδρα. ὁ δὲ λόγος φιλι‐ |
| book 21a.3 | κὴν ἔχει δέησιν, ἔλεον ἀτυχούντων, ἐπίπληξιν ἀπηνείας, μεγάλου |
| book 21a | ἔργου καὶ ῥᾳδίως ἀνυσθησομένου ἐλπίδα. b(BCE3E4)T |
| book 21b.1 | 〈Πηλέως:〉 οὕτω Πτολεμαῖος (om. B.). οἱ δὲ ὑπομνη‐ |
| book 21b.2 | ματισάμενοι Ἰακῶς. Til |
| book 22a.1 | μὴ νεμέσα: λείπει τὸ δεδακρυμένῳ· κλαίοντί μοι, φησί, |
| book 22a.2 | μὴ μέμφου· b(BCE3E4)T εὐλόγως γὰρ ἐπὶ τοῖς Ἑλληνικοῖς |
| book 22a.3 | ἀτυχήμασι τοῦτο πράττω. b(BCE3, E4 [bis]) T |
| book 22b.1 | βεβίηκεν: ἀπὸ τοῦ βιῶ βιᾷς, καὶ διαίρεσις „οἳ κεῖνον |
| book 22b.2 | βιόωνται“ (λ 503), „ὡς εἴ ἑ βιῴατο“ (Λ 467). τὸ δὲ ἀπὸ τοῦ βιάζω, |
| book 22b.3 | „ἦ μάλα δή σε βιάζεται ὠκὺς Ἀχιλλεύσ“ (Χ 229). ἔστι δὲ ὅμοιον τῷ |
| book 22b.4 | „ἦ μάλα δή με βιάζετε μοῦνον ἐόντα“ (μ 297), ἐνεργητικὸν ἀντὶ πα‐ |
| book 22b.5 | θητικοῦ. T |
| book 23-4.1 | οἱ μὲν γὰρ δὴ πάντεσ〈—οὐτάμενοί τε〉: |
| book 23-4.2 | δαιμονίως ἐπαίρει τὸν Ἀχιλλέα, τὴν πᾶσαν σωτηρίαν τῶν Ἑλλήνων |
| book 23-4.3 | αὐτῷ ἀνατιθεὶς καὶ διδάσκων ὅτι οὐδὲν ὤνησαν τοὺς Ἀχαιοὺς οἱ ἄλλοι |
| book 23-4.4 | ἀριστεῖς, ἀλλὰ κεῖνται τετρωμένοι. b(BE3E4)T |
| book 24a.1 | βεβλημένοι οὐτάμενοί τε: πρὸς τὴν σύλληψιν· οἱ |
| book 24a.2 | μὲν γὰρ βεβλημένοι ἦσαν, οἱ δὲ οὐτασμένοι. A |
| book 24b.1 | 〈οὐτάμενοι:〉 ὡς „ἱστάμενοι“ (Μ 341 al.). προείρηται |
| book 24b.2 | δέ (sc. ad Λ 659 c). Aint |
| book 25-7.1 | βέβληται μὲν ὁ Τυδείδησ〈—καὶ Εὐρύπυ‐ |
| book 25-7.2 | λος κατὰ μηρὸν ὀϊστῷ〉: τῷ μὲν καταλόγῳ τῶν τραυματιῶν |
| book 25-7.1 | ἐκπλήξειν αὐτοῦ τὴν ἡδονὴν οἴεται. οὐ προτάττει δὲ Ἀγαμέμνονα, |
| book 25-7.2 | ἵνα μὴ †προήσηται† τὴν ἔντευξιν ἐπὶ τῷ ὀνόματι χαλεπήνας ὁ Ἀχιλ‐ |
| book 25-7.5.1 | λεύς. ἀλλ’ οὐδὲ ἔσχατον· δέος γάρ, μὴ τῇ τοῦ ὀνόματος μνήμῃ ἀνα‐ |
| book 25-7.5.2 | νεύσῃ πρὸς τὸ παρόν· διὸ εἰς μέσην αὐτὸν ἔταξε χώραν. πρῶτον δὲ |
| book 25-7.5.3 | Διομήδην, πρὸς ὃν μάλιστα δυσχεραίνει λέγοντα b(BCE3E4)T |
| book 25-7.5.4 | „εἰς ὅ κε τέκμωρ / Ἰλίου εὕρωμεν“ (Ι 48—9) καὶ T „μὴ ὄφελες |
| book 25-7.5.5 | λίσσεσθαι“ (Ι 698)· εἶτα Ὀδυσσέα φίλον ὄντα καὶ χθὲς ὁμώροφον γε‐ |
| book 25-7.10.1 | γονότα. Εὐρυπύλῳ δὲ ἔδωκε τὴν ἐσχάτην τάξιν. ὡς δὲ ἐκταραχθεὶς |
| book 25-7.10.2 | ἐξελάθετο Μαχάονος, δι’ ὃν καὶ ἐπέμφθη. b(BCE3E4)T τάχα δὲ |
| book 25-7.10.3 | σιωπᾷ τὸν Μαχάονα ὑποφαίνων ὡς τούτων αὐτόπτης γεγονὼς οὐδὲ |
| book 25-7.10.4 | συνέτυχε Νέστορι, ἵνα μὴ δοκῇ ταῦτα παρ’ ἐκείνου ἀκηκοὼς λέγειν. |
| book 25-7.10.5 | τινὲς δὲ ἤθελον μὴ τετρῶσθαι Μαχάονα, δι’ ὃ οὐ θεραπεύεται b(BE3 |
| book 25-7.15.1 | E4)T οὐ〈δὲ〉 βελουλκεῖται, ἀλλὰ καὶ τὸν κυκεῶνα πίνει, καὶ |
| book 25-7.15.2 | ὀβελίζουσι τοὺς στίχους, ἐν οἷς φησι ὁ Νέστωρ „τοῦτον δ’ ἄλλον ἐγὼ |
| book 25-7.15.3 | νέον ἤγαγον ἐκ πολέμοιο / ἰῷ ἀπὸ νευρῆς βεβλημένον“ (Λ 663—4), |
| book 25-7.15.4 | ὅτι οἶδεν ὡς οὐ διὰ Μαχάονα ἐπέμφθη. T οἱ δέ φασιν ὡς ἔθος |
| book 25-7.15.5 | Ὁμηρικόν, περὶ ὧν τις πεμφθῇ, μὴ παλιλ〈λ〉ογεῖν περὶ αὐτῶν, b |
| book 25-7.20.1 | (BE3E4)T ὡς Θέτις πρὸς Ἀχιλλέα οὐδὲν περὶ Διὸς (cf. Α |
| book 25-7.20.2 | 531—2) οὐδὲ Ὀδυσσεὺς περὶ Χρύσου (cf. Α 487) οὐδὲ ἡ Ἶρις περὶ |
| book 25-7.20.3 | Ποσειδῶνος (cf. Ο 218—9). T |
| book 25.1 | βέβληται {μὲν ὁ τυδείδης}: ἀντὶ τοῦ ἐκ βολῆς—περὶ |
| book 25.2 | ὧν μᾶλλον ἠγωνία. A |
| book 25a1.1 | 〈βέβληται μὲν ὁ Τυδείδης:〉 Ἀριστοφάνης ἔξω τοῦ |
| book 25a1.2 | ἄρθρου, „βέβληται μὲν Τυδείδησ“. Aint |
| book 25a2 | Ἀριστοφάνης δίχα ἄρθρου. Til |
| book 26.1 | 〈ἠδ’ Ἀγαμέμνων:〉 δίχα ἐπιθέτου τὸ τοῦ Ἀγαμέμνονος |
| book 26.2 | ὄνομα ἀναγκαίως ἔταξεν. Til |
| book 27.1 | 〈κατὰ μηρόν:〉 ἐπὶ τὸν μηρόν· „νύξε δέ μιν κατὰ χεῖρα |
| book 27.2 | μέσην“ (Λ 252)· καὶ ἀντὶ τῆς ἔξ· „βῆ δὲ κατ’ Οὐλύμποιο καρήνων“ |
| book 27.3 | (Α 44 al.). b(BCE3)Til |
| book 28a.1 | 〈τοὺς μέν τ’ ἰητροὶ πολυφάρμακοι〉 ἀμφιπένον‐ |
| book 28a.2 | ται: ἡ ἀμφί πρὸς τὸ τούς, ἵν’ ᾖ b(BCE3E4) ἀμφὶ μὲν τούτους. |
| book 28a.3 | ὅτι δὲ κατὰ ἔθνος ἦσαν ἰατροί, ἀπὸ Ἰδομενέως δῆλον· „ὁ δ’ ἰητροῖς |
| book 28a.4 | ἐπιτείλασ“ (Ν 213). τοῦτο δὲ λέγει αὔξων τὸ δεινόν· b(BCE3E4)T |
| book 28a.5 | οὐδένα γὰρ περιοδεύοντα εἶδεν. b(BE3E4)T |
| book 28b.1 | {τοὺς μέν τ’} ἰητροί: ὅτι οὐ μόνοι οἱ περὶ Μαχάονα καὶ |
| book 28b.2 | Ποδαλείριον συνεπεπλεύκεισαν ἰατροί, ἀλλὰ καὶ ἄλλοι πλείονες. A |
| book 28c.1 | πολυφάρμακοι: οὐχ ἑκάστης νόσου φάρμακον ἔχοντες, |
| book 28c.2 | ἀλλ’ ἑκάστῃ νόσῳ ποικίλας θεραπείας προσάγοντες. b(BE3E4)Til |
| book 29a.1 | {ἕλκε’ ἀκειόμενοι· σὺ δ’} ἀμήχανος: ὅτι νῦν ἀμήχανος, |
| book 29a.2 | πρὸς ὃν οὐκ ἔστι μηχανήσασθαι, οὐκ αὐτὸς μὴ δυνάμενος μηχανήσα‐ |
| book 29a.3 | σθαι. A |
| book 29b.1 | ἀμήχανος: ἀπροσμηχάνητος, | πρὸς ὃν οὐκ ἔστι μηχανὴν |
| book 29b.2 | εὑρεῖν· ἐκείνους μὲν γάρ, φησίν, ἰάσονται ἰατροί, σὺ δὲ ἔοικας ἀνίατος |
| book 29b.3 | εἶναι τὴν ψυχήν. b(BCE3E4)T |
| book 30a.1 | 〈μὴ ἐμέ γ’ οὖν οὗτός γε λάβοι χόλος, ὃν σὺ φυ‐ |
| book 30a.2 | λάσσεις:〉 καλῶς διὰ τῆς εἰς ἑαυτὸν εὐχῆς ἀπέστρεψε τὸν Ἀχιλλέα |
| book 30a.3 | τῆς νόσου. b(BCE3E4)Til |
| book 30b | {μὴ ἐμέ γ’ οὖν οὗτός γε} χόλος: ὅτι ὁ χόλος ἀντιμετεί‐ |
| book 30b | ληπται ὡς ἰσοδυναμῶν τῇ μήνιδι. A |
| book 30c.1 | χόλος: ἀντιμετείληφε τὴν μῆνιν. ἢ τάχα ἐφ’ ἑαυτοῦ |
| book 30c.2 | ηὔξατο μηδὲ κατὰ τὸ τυχὸν ἐμπεσεῖν εἰς χόλον, πόσῳ δὲ μᾶλλον μὴ |
| book 30c.3 | εἰς μῆνιν. b(BCE3E4)T |
| book 31a.1 | αἰναρέτη· τί{ς} σευ ἄλλος 〈ὀνήσεται〉: ὅτι [τινὲς] |
| book 31a.2 | γράφουσιν „αἶν’ ἀρετῆσ“, καὶ ἐκφέρουσι κατὰ τὸ περισπώμενον, ἵν’ |
| book 31a.3 | ᾖ πρότερον αἰνέ, εἶτα πρὸς τὰ κάτω 〈τὸ ἀρετῆσ〉· ἀρετῆς τί σοι ἄλλος |
| book 31a.4 | ὀνήσεται; πιθανώτερον δὲ συνθέτως αἰναρέτη, ἐπὶ κακῷ τὴν ἀρε‐ |
| book 31a.5 | τὴν ἔχων. A |
| book 31b.1 | 〈αἰναρέτη:〉 τοῦτο καθ’ ἑαυτὸ προενεκτέον· μᾶλλον γὰρ |
| book 31b.2 | ἐμφαίνει τὸν σχετλιάζοντα. Aim |
| book 31c.1 | αἰναρέτη: σύνθετόν ἐστι παρὰ θηλυκόν, ὡς „ὑψαγόρη“ |
| book 31c.2 | (β 85 al.), μισογύνη· ὃ ἀγνοοῦντες γράφουσιν „αἰναρέτησ“, ἵν’ ᾖ ὁ |
| book 31c.3 | χόλος πολέμιος ταῖς ἀρεταῖς καὶ ἐχθρός· b(BCE3E4)T „μὴ ἐμὲ |
| book 31c.4 | γοῦν οὗτός γε λάβοι χόλος (Π 30) / αἰναρέτησ“. T ἐπεκράτησε |
| book 31c.5.1 | δὲ ἡ δίχα τοῦ ς ἀνάγνωσις Ἀριστάρχειος οὖσα, καὶ ἔστιν ‘εἰς αἰνὸν |
| book 31c.5.2 | χρώμενε τῇ ἀρετῇ‘, εἰς ὄλεθρον, οὐκ εἰς σωτηρίαν. δι’ ἑνὸς δὲ ὀνόματος |
| book 31c.5.3 | ἔπαινον ἔμιξε καὶ ψόγον· ὅτι μὲν γὰρ ἔχει ἀρετήν, φησίν, ὅτι δὲ οὐκ |
| book 31c | ἐπ’ ἀγαθῷ τῶν φίλων, διαβάλλει. b(BCE3E4)T |
| book 31d.1 | τί σευ ἄλλος ὀνήσεται ὀψίγονός περ: γίνεται |
| book 31d.2 | γὰρ καὶ ἐκ τοῦ ζήλου καὶ ἐκ τῆς μιμήσεως τῶν παλαιῶν ὠφέλειά τις· |
| book 31d.3 | ὅθεν καὶ ὁ Νέστωρ τὰς οἰκείας διηγεῖται πράξεις, ζῆλον ἐντιθεὶς τοῖς |
| book 31d.4 | ἀκούουσιν. b(BCE3E4) |
| book 33.1 | 〈οὐκ ἄρα σοί γε πατὴρ ἦν〉 ἱππότα Πηλεύς: οὐκ |
| book 33.2 | ἦν ὡς ἔοικέ σοι πατήρ. προαιτησάμενος δὲ συγγνώμην διὰ τοῦ δα‐ |
| book 33.3 | κρύειν πικρότερον ἅπτεται τῶν ἐγκλημάτων· τοιαῦτα γὰρ τὰ τῶν |
| book 33.4 | φίλων ἐστί, καὶ μάλιστα, ὅταν πρὸς κρείσσους παρρησιάζωνται. |
| book 33.5 | b(BCE3E4)T |
| book 34a.1 | γλαυκὴ δέ ς’ ἔτικτε θάλασσα: ὅτι νῦν ἅπαξ τὴν θά‐ |
| book 34a.2 | λασσαν ἐπιθετικῶς γλαυκὴν εἶπεν. | τοῦτο δέ φησι διὰ τὸ τῆς θαλάσ‐ |
| book 34a.3 | σης ἐπικίνδυνον καὶ ἀνηλεὲς καὶ τῶν πετρῶν τὸ σκληρόν. | ὁ δὲ |
| book 34a.4 | Ἡσίοδος καὶ χωρὶς τοῦ θάλασσά φησι „καὶ τοῖς, οἳ γλαυκὴν δυσπέμ‐ |
| book 34a.5 | φελον“ (th. 440). A |
| book 34b.1 | γλαυκὴ δέ σε τίκτε θάλασσα: διὰ τὸ σκυθρωπὸν |
| book 34b.2 | καὶ ἀπαραίτητον τῆς θαλάσσης καὶ μάλιστα ἐν χειμῶνι· ὅθεν καὶ τοὺς |
| book 34b.3 | ἀπηνεῖς Κύκλωπας καὶ Λαιστρυγόνας Ποσειδῶνός φασι b(BCE3E4)T |
| book 34b.4 | καὶ Πολύφημον Θοώσης τῆς Φόρκυνος (cf. α 71—3). T γλαυκὴν |
| book 34b.5.1 | δὲ ἅπαξ εἰπόντος αὐτὴν Ὁμήρου Ἡσίοδος ἀντὶ κυρίου „καὶ τοῖς, οἳ |
| book 34b.5.2 | γλαυκήν“ (th. 440). b(BCE3E4)T |
| book 34-5a1.1 | 〈γλαυκὴ δέ ς’ ἔτικτε θάλασσα / πέτραι τ’ |
| book 34-5a1.2 | ἠλίβατοι:〉 πρὸς τὰς οἰκήσεις τῶν γονέων· ὁ μὲν γὰρ ᾤκει τὸ Πή‐ |
| book 34-5a1 | λιον ὄρος, ἡ δὲ τὴν θάλασσαν. Til |
| book 34-5a2.1 | ὅρα δέ, πῶς αὐτὰ τὰ δυσχερῆ δοκοῦντα πρὸς τὰς τῶν γο‐ |
| book 34-5a2.2 | νέων ἁρμόζουσιν οἰκήσεις· ὁ μὲν γὰρ οἰκεῖ τὸ Πήλιον ὄρος, ἡ δὲ τὴν |
| book 34-5a2.3 | θάλασσαν. b(BE3E4) |
| book 35.1 | ὅ τί τοι {νόος ἐστὶν ἀπηνής}: τρία μέρη λόγου, ἵν’ ᾖ τὸ ὅ |
| book 35.2 | ἀντὶ τοῦ διό. περισσεύει δὲ τὸ τι. Ἀρίσταρχος δὲ γράφει „ὅτε τοι“. T |
| book 36-7.1 | εἰ δέ τινα φρεσὶ〈—πότνια μήτηρ〉: ἐρε‐ |
| book 36-7.2 | θιστικῶς ταῦτα τῷ φιλοδόξῳ φησί· πρὸς ὃ μάλιστα δηχθεὶς ἀπολο‐ |
| book 36-7.3 | γεῖται ὡς οὐ δέει θανάτου πεποίηται τὴν λειποταξίαν. b(BCE3E4)TTil |
| book 37.1 | εἰ δέ τινα φρεσὶ σῇσι: Θέτις καταναγκασθεῖσα— |
| book 37.2 | προκρίνας ἐπεστράτευσεν. ἡ ἱστορία παρὰ Λυκόφρονι (cf. Al. |
| book 37.3 | 178—9). A |
| book 41a.1 | {αἰ κέ με σοὶ} ἴσκοντες: ὅτι τὸ ἴσκοντες ἀνάλογόν |
| book 41a.2 | ἐστι τῷ κατὰ διαίρεσιν ἐΐσκοντες, ὁμοιοῦντες· „ἔϊκτο δὲ θέσκελον αὐτῷ“ |
| book 41a.3 | (Ψ 107). ἡ δὲ ἀναφορὰ πρὸς τοὺς ἀπεκδεξαμένους τὸ „ἴσκεν ψεύδεα |
| book 41a.4 | πολλὰ λέγων ἐτύμοισιν“ (τ 203)· τὸ γὰρ „ἴσκεν“ ὑπολαμβάνουσι κεῖ‐ |
| book 41a.5 | σθαι ἀντὶ τοῦ ἔλεγεν, οὐκ ὀρθῶς. A |
| book 41b1.1 | ἴσκοντες {ἀπόσχωνται}: ὁ Ἀσκαλωνίτης (p. 55 B.) κα‐ |
| book 41b1.2 | τὰ ἀφαίρεσίν φησιν εἶναι τοῦ ε τὸ ἴσκοντες. Ἀρίσταρχος δὲ ἐκτετα‐ |
| book 41b1.3 | μένως ἀναγινώσκει, παρὰ τὸ εἴσκω ἐκδεξάμενος. ἀμείνων δὲ ἡ τοῦ |
| book 41b1.4 | Πτολεμαίου ἀνάγνωσις· πρὸ γὰρ τῆς διὰ τοῦ σκω παραγωγῆς σπά‐ |
| book 41b1.5 | νιόν ἐστι δίφθογγον εὑρεθῆναι, ὅτι μὴ τὴν αυ. ταύτῃ οὖν μοι δοκεῖ |
| book 41b1.1 | ἀπὸ τοῦ εἴδω εἶναι ὁ μέλλων εἴσω· καὶ ἅμα τῇ ἐπενθέσει τοῦ κ ἐΐσκω |
| book 41b1.2 | γεγενῆσθαι κατὰ τὴν διαίρεσιν, ἵνα μὴ δίφθογγος γένηται, 〈καὶ ἀπο‐ |
| book 41b1.3 | βολῇ τοῦ ε ἴσκω〉. οὕτως οὖν καὶ τὸ ἴσκοντες ὀφείλομεν κατὰ ἀπο‐ |
| book 41b1.4 | βολὴν τοῦ ε ἀναγινώσκειν· οὐ γὰρ μέτρον κωλύει. A |
| book 41b2.1 | τὴν δὲ ἄρχουσαν τοῦ ἴσκοντες συσταλτέον· ἀπὸ γὰρ |
| book 41b2.2 | τοῦ εἴδω μέλλων εἴσω. ἅμα δὲ τῷ πλεονασμῷ καὶ τοῦ κ διαίρεσις τῆς |
| book 41b2.3 | διφθόγγου γίνεται ἐΐσκω καὶ ἀποβολῇ τοῦ ε ἴσκω. T |
| book 41c.1 | ἴσκοντες: ὁμοιοῦντες· οἱ δὲ νεώτεροι ἐπὶ τοῦ λέγοντες |
| book 41c.2 | τάττουσι τὴν λέξιν. ἐντέχνως δὲ ὀνειδίσας δειλίαν, ἐγγὺς ἔθηκε τὸ τῆς |
| book 41c.3 | ὑπεροχῆς, εἴ γε καὶ μόνη φαντασία Ἀχιλλέως ἱκανὴ τρέψασθαι τοὺς |
| book 41c.4 | πολεμίους. b(BCE3E4)T |
| book 43.1 | ὀλίγη δέ τ’ ἀνάπνευσις 〈πολέμοιο〉: ἡ περιλειπο‐ |
| book 43.2 | μένη αὐτοῖς τοῦ πολέμου ἀναπνοὴ μικρά ἐστιν· ἔτι γὰρ ὅσον καὶ ἀπο‐ |
| book 43.3 | λώλασι· δεῖ οὖν ταχὺ ἐπιβοηθῆσαι. ἢ καὶ οὕτως· ‘ὀλίγον ἐστί, δι’ οὗ |
| book 43.4 | ἀνάπνευσις πολέμου γίνεται‘, ἵνα κατασκευάσῃ ὅτι ἐκείνους μὲν με‐ |
| book 43.5.1 | γάλα ὠφελήσομεν, αὐτοὶ δὲ ὀλίγον πονήσομεν. καὶ ἔσται σύμφωνον |
| book 43.5.2 | καὶ τὸ ἐπιφερόμενον „ῥεῖα δέ κ’ ἀκμῆτεσ“ (Π 44)· δεῖ γὰρ ἐπὶ τελευτῇ |
| book 43.5.3 | τοῦ λόγου καὶ ῥᾴστην τὴν βοήθειαν ἀποδεῖξαι, ἵνα καὶ διὰ τούτου |
| book 43.5.4 | προτρέψηται. b(BCE3E4)T |
| book 44-5.1 | 〈ῥεῖα δέ κ’ ἀκμῆτες—καὶ κλισιάων:〉 οἱ |
| book 44-5.2 | ἀστερίσκοι, ὅτι ὑπὸ Νέστορος οὐκ ὀρθῶς λέγονται (sc. Λ 802—3). Aim |
| book 44.1 | ἀκμῆτες: ὡς „ἀδμῆτεσ“ (δ 637)· καὶ καθόλου, ὅσα ἀπὸ πα‐ |
| book 44.2 | ρακειμένου συντέθειται ὀνόματα εἰς ης λήγοντα, ὧν τὸ τέλος μίαν συλ‐ |
| book 44.3 | λαβὴν ἀποφέρεται τοῦ ῥήματος μετὰ δύο συμφώνων, ὀξύνεται, οἷον |
| book 44 | ἰθυτμής, μία συλλαβὴ ἐπὶ τέλους ἀπὸ παρακειμένου καὶ δύο σύμφωνα |
| book 44.5 | πρὸ τοῦ η. λαιμοτμής, ἀβλής, προβλής. οὕτως ἀκμής. A |
| book 46a.1 | 〈ὣς φάτο λισσόμενος μέγα νήπιος:〉 ἡ μὲν συνή‐ |
| book 46a.2 | θεια ἀνεπιτηδεύτως συνάπτει ἄχρι τοῦ μέγα νήπιος. τάχα δ’ ἂν |
| book 46a.3 | μείζων γένοιτο ἡ ἔμφασις, εἰ καθ’ ἑαυτὸ λέγοιτο τὸ μέγα νήπιος. A |
| book 46b.1 | μέγα νήπιος: ὡς ἀνεννόητος τῶν μελλόντων. αἱ δὲ |
| book 46b.2 | προαναφωνήσεις αὖται τὸν ἀκροατὴν ἐπαίρουσιν, b(BCE3E4)T |
| book 46b.3 | ἤδη προσδοκῶντα τὸ δεινόν, b(BCE3E4) ὡς „νηπίη, οὐδ’ ἐνόη‐ |
| book 46b.4 | σεν ὅ μιν μάλα τῆλε λοετρῶν 〈/ χερσὶν Ἀχιλλῆος δάμασε γλαυκῶπις |
| book 46b.5 | Ἀθήνη〉“ (Χ 445—6). T |
| book 46c1.1 | ἔμελλεν: ἡ διπλῆ, ὅτι καὶ νῦν τὸ ἔμελλε σαφῶς οὐκ |
| book 46c1.2 | ἐπὶ χρόνου· οὐ γὰρ ἔμελλε λιτανεύσειν, ἀλλ’ ἐλιτάνευσεν. ἔστι δὲ ἀντὶ |
| book 46c1.3 | τοῦ ἐῴκει. καὶ ὅτι διὰ μέσου ἀναπεφώνηται τὸ „ἦ γὰρ ἔμελλεν / οἷ |
| book 46c1.4 | αὐτῷ θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι“ (Π 46—7), ὡς καὶ ἐν Ὀδυσ‐ |
| book 46c1.5.1 | σείᾳ (α 18—9) „οὐδ’ ἔνθα πεφυγμένος ἦεν ἀέθλων / καὶ μετὰ οἷσι φί‐ |
| book 46c1.5.2 | λοισιν“. A |
| book 46c2.1 | ἔμελλεν: ἐῴκει· οὐ γὰρ αὖθις ἔμελλε παρακαλεῖν. b |
| book 46c2.2 | (BE3E4)Til |
| book 46-7.1 | ἦ γὰρ ἔμελλεν 〈/ οἷ αὐτῷ θάνατόν τε κακὸν |
| book 46-7.2 | καὶ κῆρα λιτέσθαι:〉 λέγει {δὲ} ὅτι ἔμελλε πρὸς ἑαυτοῦ βλάβην πα‐ |
| book 46-7.3 | ρακαλεῖν· ἤτοι ἡ παράκλησις αὐτοῦ εἰς θάνατον ἐτελεύτα. b(BE3E4) |
| book 47a.1 | {καὶ κῆρα} λιτέσθαι: ὁ Ἀσκαλωνίτης (p. 55 B.) ἀξιοῖ |
| book 47a.2 | ὁμοίως τῷ „λίσσεσθαι“ (Ι 520 al.), ἐπεὶ ἐνεστῶτος χρόνου ἀπὸ |
| book 47a.3 | ὁριστικοῦ τοῦ λίτομαι. εἰσὶ δέ, οἳ παροξύνουσιν ὁμοίως τῷ λαβέσθαι. |
| book 47a.4 | ἐγὼ δ’ ἐπαινῶ τὸν Ἀσκαλωνίτην προπαροξύνοντα ἐπὶ ἐνεστῶτος· |
| book 47a.5.1 | τοῦτο γάρ ἐστι καὶ τὸ δηλούμενον· ἔμελλε γὰρ αὑτῷ θάνατον λίσ‐ |
| book 47a.5.2 | σεσθαι. δοκεῖ δέ μοι ἡ πλείων παράδοσις παροξύνειν οὐκ ἀπιθάνως· |
| book 47a.5.3 | ὅνπερ γὰρ τρόπον ἐν ἑτέροις διαλαμβάνων περὶ τοῦ „μεταλλῆσαι καὶ |
| book 47a.5.4 | ἔρεσθαι“ (γ 69), ἀξιούντων πάντων τὸ ἐρέσθαι ὁμοίως τῷ „πυθέσθαι“ |
| book 47a.5.5 | (Β 119 al.), ἐπειδήπερ μέσος δεύτερος ἀόριστός ἐστιν, ἀπεφηνάμην ὡς |
| book 47a.10.1 | ἡ παράδοσις τρίτην ἀπὸ τέλους ἐποίησε τὴν ὀξεῖαν, οὐ τῷ σημαινομένῳ |
| book 47a.10.2 | πεισθεῖσα, ἀλλὰ τῷ χαρακτῆρι τῆς φωνῆς, ἐπεὶ τὰ τοιαῦτα τῶν ἀπαρ‐ |
| book 47a.10.3 | εμφάτων προπαρωξύνετο, ὄντα ἐνεστῶτος, οἷον „φέρεσθαι“ (Λ 798 |
| book 47a.10.4 | al.), δέρεσθαι, ἃ εἶχε τὴν ρε συλλαβὴν πρὸ τέλους τῆς ἀρχούσης συλ‐ |
| book 47a.10.5 | λαβῆς εἰς τὸ ε ληγούσης (οὕτως καὶ τὸ „ἔρεσθαι“ ἀναδεξάμενον τὸν |
| book 47a.15.1 | αὐτὸν χαρακτῆρα προπαρωξύνετο, οὐ τῷ λόγῳ τοῦ ἀορίστου, τῇ δὲ |
| book 47a.15.2 | ὁμοιότητι τῆς φωνῆς), τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ προκειμένου· |
| book 47a.15.3 | ὀφείλει γὰρ τὸ λιτέσθαι προπαροξύνεσθαι· τοῦτο γὰρ αἰτεῖ καὶ |
| book 47a.15.4 | τὸ νοητὸν καὶ 〈ὁ〉 σχηματισμός, παρὰ τὸ λίτομαι. ἀλλ’ ἐπεὶ τὰ εἰς |
| book 47a.15.5 | 〈σ〉θαι ἀπαρέμφατα τῷ ε παραληγόμενα, οὐκ ὄντα ἀπὸ τῶν εἰς μι, |
| book 47a.20.1 | ἔχοντα ἐν τῇ τρίτῃ ἀπὸ τέλους συλλαβῇ τὸ ι συνεσταλμένον, μὴ ἐπι‐ |
| book 47a.20.2 | φερομένων αὐτῷ μήτε δύο συμφώνων μήτε διπλοῦ, παρωξύνετο, |
| book 47a.1 | ὥσπερ ἔχει τὸ „λιπέσθαι“ (Ε 154 al.), „πιθέσθαι“ (Η 282 al.), |
| book 47a.2 | „ἰδέσθαι“ (Γ 194 al.), „ἱκέσθαι“ (Α 19 al.), οὕτως καὶ τὸ λιτέσθαι |
| book 47a.3 | παρώξυνεν ἡ παράδοσις, οὐ τῷ λόγῳ τοῦ ἐνεστῶτος πεισθεῖσα, τῷ |
| book 47a.25.1 | δὲ τοῦ χαρακτῆρος. | παρεκτέταται τὸ κεφάλαιον τῷ Ἡρωδιανῷ (2,98, |
| book 47a.25.2 | 34). A |
| book 47b.1 | λιτέσθαι: ἐχρῆν μὲν αὐτὸ προπαροξύνεσθαι· ἐνεστῶτος |
| book 47b.2 | γάρ ἐστιν. ὡς καὶ τὸ νοητὸν ἀπαιτεῖ. ὅμως ἡ παράδοσις παρώξυνεν· |
| book 47b.3 | b(BCE3)T ἐνεστῶτος γὰρ ὂν ὡς μέσου ἀορίστου δευτέρου παρ‐ |
| book 47b.4 | ωξύνθη· ἔχεται δὲ καὶ λόγου· τὰ γὰρ εἰς †θαι† ἀπαρέμφατα τῷ †ι† |
| book 47b.5.1 | παραληγόμενα, οὐκ ὄντα ἀπὸ τῶν εἰς μι, ἔχοντα ἐν τῇ τρίτῃ ἀπὸ τέ‐ |
| book 47b.5.2 | λους τὸ ι συνεσταλμένον, μὴ ἐπιφερομένου διπλοῦ †μήτε† δύο συμφώ‐ |
| book 47b.5.3 | νων, παροξύνεται, „ἱκέσθαι“ (Α 19 al.), „ἰδέσθαι“ (Γ 194 al.), „λι‐ |
| book 47b.5.4 | πέσθαι“ (Ε 154 al.), „πιθέσθαι“ (Η 282 al.)“ καὶ λιτέσθαι. b |
| book 47b.5.5 | (BE3)T |
| book 47c | 〈λιπέσθαι:〉 καταλιπεῖν. Til |
| book 49.1 | ὤμοι, διογενὲς 〈Πατρόκλεες, οἷον ἔειπεσ〉: σχετλι‐ |
| book 49.2 | άζει πρὸς τὸ „εἰ δέ τινα φρεσὶ σῇσι“ (Π 36). πρὸς δὲ τὸν Πάτροκλον |
| book 49.3 | καὶ εὔλογος ἡ ἀγανάκτησις, ὅτι ὡς ἀγνοῶν τὴν αἰτίαν τῆς μήνιδος |
| book 49.4 | Ἀχιλλέως ταῦτα ἔφη· ὅθεν καὶ ἄνωθεν διηγεῖται τὸ γνωριμώτατον, |
| book 49.5.1 | ὥσπερ ἐξελέγχων αὐτὸν ὅτι τὴν αἰτίαν εἰδὼς τῆς ὀργῆς ἄλλας ὑπο‐ |
| book 49.5.2 | νοίας ἐκόμιζε μὴ οὔσας ἱκανάς. b(BE3E4)T |
| book 50a.1 | ἥν τινα οἶδα: Ἀρίσταρχος „εἴ τινα οἶδα“ διὰ τοῦ ει, |
| book 50a.2 | Aim b(BCE3E4)T ἵν’ ᾖ ἠθικώτερον· εἰ καὶ οἶδά τινα μαντείαν, οὐ |
| book 50a.3 | φροντίζω. b(BCE3E4)T | τῆς δὲ μαντείας ἐν ταῖς Λιταῖς (sc. Ι 410—6) |
| book 50a.4 | ἐμέμνητο. b(BE3E4)T |
| book 50b | 〈ἤν τινα:〉 εἴ τινος. Til |
| book 53-4.1 | ὁππότε δὴ τὸν ὁμοῖον〈—προβεβήκει〉: τὸ |
| book 53-4.2 | δίστιχον τοῦτο ἢ τοῖς ἄνω προσδοτέον, ἵνα τὸ προβεβήκει (54) |
| book 53-4.3 | στίζωμεν, ἢ τοῖς ἑξῆς, ἵνα τὸ μὲν „ἱκάνει“ (Π 52) στίζωμεν, τὸ δὲ |
| book 53-4.4 | προβεβήκει (54) ὑποστίζωμεν. A |
| book 53a | 〈ὁππότε δή:〉 Ἀρίσταρχος „ὁππότε τισ“. Til |
| book 53b.1 | 〈τὸν ὁμοῖον ... ἀμέρσαι:〉 ἀποστερῆσαι, b(BCE3E4) |
| book 53b.2 | T | ἀπομερίσαι καὶ ἀποδιῶξαι. Til μέτριον δὲ τὸ μὴ φάναι κρείσ‐ |
| book 53b.3 | σονα, ἀλλ’ ὅμοιον. b(BCE3E4)Til |
| book 53c | 〈τὸν ὁμοῖον ἀνήρ:〉 ἄνδρα ἀπὸ κοινοῦ. Til |
| book 54a | 〈ἂψ ἀφελέσθαι:〉 δοὺς πάλιν στερῆσαι. b(BCE3E4)Til |
| book 54b.1 | ὅτε κράτεϊ 〈προβεβήκῃ〉: ὅτε ἀντὶ τοῦ ἐπεί. ἢ ἀντὶ |
| book 54b.2 | τοῦ ὅστε, ἵν’ ᾖ ‘ὁπόταν ἀνήρ, ὅστε κράτει προβεβήκῃ, τὸν ὅμοιον |
| book 54b.3 | ἐθελήσῃ ἀμέρσαι‘. προβεβήκῃ δὲ προὔχει τῶν ἄλλων. b(BCE3E4)T |
| book 54b.4 | κράτεϊ δὲ τῇ ἀρχῇ, τῇ βασιλείᾳ. ἴσως δὲ ἐκείνων μέμνηται, ὧν ἔλεγε |
| book 54b.5.1 | Νέστωρ· „ἀλλ’ ὅδε φέρτερός ἐστιν, ἐπεὶ πλεόνεσσιν ἀνάσσει“ (Α 281). |
| book 54b.5.2 | καὶ Ἀγαμέμνων „καί μοι ὑποστήτω, ὅσσον βασιλεύτερός εἰμι“ (Ι 160). |
| book 54b.5.3 | b(BE3E4)T |
| book 54c.1 | 〈ὅτε κράτεϊ προβεβήκῃ:〉 ὁπόταν τῷ κράτει προέ‐ |
| book 54c.2 | χῃ. Til |
| book 56.1 | κούρην, ἣν ἄρα μοι γέρας 〈ἔξελον υἷες Ἀχαιῶν〉: |
| book 56.2 | ταῦτα ἀπ’ ἄλλης ἀρχῆς· παραδιηγεῖται γὰρ τὰ γεγονότα. ὑποστι‐ |
| book 56 | κτέον δὲ ἐπὶ τὸ Ἀχαιῶν καὶ „πέρσασ“ (Π 57). A |
| book 56-9a.1 | κούρην, ἣν ἄρα μοι γέρασ〈—μετανά‐ |
| book 56-9a.2 | στην〉: τὸν φόβον τοῦ θανάτου ἀπωσάμενος ἐπὶ τὴν ὀργὴν μετ‐ |
| book 56-9a.3 | έστησε τὴν αἰτίαν. καὶ πρὸς εἰδότα μέν φησιν, ὃς καὶ τῆς χειρὸς |
| book 56-9a.4 | ἐξήγαγε τὴν παῖδα καὶ τοῖς κήρυξι παρέδωκεν (cf. Α 346—7). ἔστι δὲ |
| book 56-9a.5.1 | ἠθικόν· ὅμοιον γὰρ τοῖς θυμουμένοις καὶ πρὸς τοὺς εἰδότας διηγεῖσθαι· |
| book 56-9a.5.2 | ἄλλως τε καὶ ἀνάγκη προσβαλεῖν τὴν αἰτίαν, ἐπεὶ ὑπερτίθεται τὴν |
| book 56-9a.5.3 | ἔξοδον. καὶ τῷ Πατρόκλῳ μεγάλα θέλει δοκεῖν χαρίζεσθαι, ἐκδιδοὺς |
| book 56-9a.5.4 | αὐτὸν μεθ’ ὕβριν τοσαύτην. εὖ δὲ καὶ δύο δικαιώματα προβέβληται, |
| book 56-9a.5.5 | ὅτι τε παρ’ Ἑλλήνων τὸ γέρας εἴληφεν, οὐ παρ’ Ἀγαμέμνονος, καὶ |
| book 56-9a.10 | ὅτι ἐξ ὧν ἔκαμε λαβών, ἀφῄρηται. b(BCE3E4)T |
| book 56-9b.1 | 〈κούρην, ἣν ἄρα μοι γέρας—μετανάστην:〉 |
| book 56-9b.2 | δι’ ὅλου φαίνεται τοῦ στόματος κρατῶν. καὶ γέρας (56), οὐ παλλα‐ |
| book 56-9b.3 | κίδα καλεῖ. Til |
| book 57a.1 | {δουρὶ δ’ ἐμῷ} κτεάτισσα: ἡ διπλῆ, ὅτι ἰδίως καὶ παρὰ τὴν |
| book 57a.2 | ἡμετέραν συνήθειαν κτεάτισσα κατὰ τὸ ἐνεργητικὸν ἀντὶ τοῦ |
| book 57a.3 | ἐκτησάμην. καὶ ἐν Ὀδυσσείᾳ (β 102) „πολλὰ κτεατίσσασ“ ἀντὶ τοῦ |
| book 57a.4 | κτησάμενος. A |
| book 57b.1 | 〈πόλιν εὐτείχεα πέρσας:〉 τὴν Πήδασον οἱ τῶν |
| book 57b.2 | Κυπρίων ποιηταί (fr. 18 A. = 18 B.), αὐτὸς δὲ Λυρνησ〈σ〉όν (cf. Β |
| book 57b.3 | 690—1). σημειωτέον δὲ τοῦτο πρὸς τὸ „δῷσι πόλιν Τροίην εὐτείχεον“ |
| book 57b.4 | (Α 129), ὅτι οὐ μόνον Τροία εὔτειχος. Til |
| book 57c | 〈εὐτείχεα:〉 ἡ τετριμμένη ἀνάγνωσις προπαροξύνει τὸ |
| book 57c.1 | εὐτείχεα, τοῦ λόγου ἀξιοῦντος παροξύνειν, εἴγε τὸ εὐτειχής ὀφείλει |
| book 57c.2 | ὀξύνεσθαι· τὰ γὰρ παρ’ οὐδέτερα δισύλλαβα εἰς ος λήγοντα, μὴ τῷ η |
| book 57c.3 | παραληγόμενα, συντιθέμενα εἰς ης λήγοντα ἀρσενικὰ ὀνόματα ὀξύνε‐ |
| book 57c.5.1 | ται ἐπιθετικὰ ὄντα, εἶδος εὐειδής, βάθος „ἀγχιβαθὴς δὲ θάλασσα“ (ε |
| book 57c.5.2 | 413). τὸ η παρῃτησάμην διὰ τὸ μῆκος εὐμήκης, τὴν δισυλλαβίαν διὰ |
| book 57c.5.3 | τὸ εὐμεγέθης, τῶν παρὰ τὸ ἔτος ὑπεξαιρουμένων· „ὄτριχασ“ γὰρ |
| book 57c.5.4 | „οἰέτεασ“ (Β 765) ἀνέγνωμεν. μόνως οὖν εὐτειχής καὶ εὐτειχέα. δευ‐ |
| book 57c.5.5 | τέρῳ λόγῳ, ὅσοις κυρίοις εἰς ης λήγουσι βαρυτόνοις συνθέτοις παρά‐ |
| book 57c.10.1 | κειται ἐπιθετικὰ ὀξυνόμενα, Διογένης—„αὐτὰρ ὁ διογενήσ“ (Φ 17. |
| book 57c.10.2 | ψ 306), Πολυνείκης—„ἀλλ’ ἁ πολυνεικὴς δῖ’ Ἑλένα“ (fr. ad. 96 P. |
| book 57c.10.3 | = P.M.G. 1014), Παγκράτης—„ἁ δὲ παγκρατὴς ἀλήθεια“ (Bacchyl. |
| book 57c.1 | fr. 14, 4—5), Εὐρυσθένης—„ὁ πλοῦτος εὐρυσθενήσ“ (Pind. P. 5, 1). εἰ |
| book 57c.2 | δή ἐστιν Εὐτείχης ὄνομα κύριον παρὰ Ἀλκμᾶνι (cf. fr. 1, 6), ὀξύνεται |
| book 57c.15.1 | τὸ ἐπιθετικόν. πόθεν οὖν ἡ τετριμμένη βαρεῖα τάσις; δώσομεν ἀφορ‐ |
| book 57c.15.2 | μήν· τὰ εἰς ος λήγοντα οὐδέτερα συντιθέμενα ἀπ’ εὐθείας συντίθεται, |
| book 57c.15.3 | ξίφος ἄξιφος. μόνον τὸ τεῖχος καὶ ἀπὸ γενικῆς, τείχεος εὐτείχεος, ἀφ’ |
| book 57c.15.4 | οὗ τὸ „δῷσι πόλιν Τροΐην εὐτείχεον ἐξαλαπάξαι“ (Α 129)· μετα‐ |
| book 57c.15.5 | πλασμὸς εὐτείχεα, ὡς πυργοκέρατον „πυργοκέρατα“ (Bacchyl. |
| book 57c.20 | fr. 39). πάθος παρέλαβον, ἵνα βοηθήσω τῇ τετριμμένῃ τάσει. A |
| book 58.1 | τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων: οὔτε |
| book 58.2 | τὸ κρείων ἁρμόζον ἐχθρῷ παρὰ ἐχθροῦ, οὔτε τὸ ἐκ χειρῶν |
| book 58.3 | ἀφείλετο Ἀγαμέμνων ἀληθές· οἱ γὰρ κήρυκες παρέλαβον αὐτήν (cf. |
| book 58.4 | Α 347—8). ῥητέον δὲ ὡς τὸ μὲν πρότερον ἐν ἤθει ἀναπεφώνηται, |
| book 58.5.1 | b(BCE3E4)T ὡσπερεὶ ἔλεγεν ἀνασχετλιάζων ‘ὁ θαυμάσιος καὶ |
| book 58.5.2 | κράτιστοσ‘, b(BE3E4)T τὸ δὲ δεύτερον οὐ ψεῦδος, ὅτι τὰς αἰτίας |
| book 58.5.3 | οὐχὶ τοῖς ὑπηρέταις, ἀλλὰ τοῖς ἐπιτάττουσι λογιστέον. b(BCE3E4)T |
| book 58.5.4 | ἔχει δὲ καὶ ἔνδειξιν ὁ λόγος πολλὴν καὶ αὔξει τὴν κατηγορίαν. ἐν δὲ τῇ |
| book 58.5.5 | ῥητορικῇ καὶ ἑνὸς ὀνόματος χρῆσις εὔκαιρος τὸ ὅλον †ἐποίησεν. |
| book 58.10 | b(BE3E4)T |
| book 59a1.1 | 〈ὡς εἴ τιν’ ἀτίμητον μετανάστην:〉 ὅτι ἀντὶ τοῦ |
| book 59a1.2 | ἀτιμήτου μετανάστου, ὡς τὸ „ἐπεί μ’ ἀφέλεσθέ γε δόντεσ“ (Α 299) |
| book 59a1 | ἀντὶ τοῦ ἐμοῦ. Aim |
| book 59a2.1 | ὁ δὲ Ἡρωδιανὸς αἰτιατικὴν ἀντὶ γενικῆς φησιν, b(BCE3) |
| book 59a2.2 | ἵν’ ᾖ ὡς ἐκ χειρὸς ἀτιμήτου μετανάστου ἀφείλετο. b(BE3) |
| book 59b.1 | μετανάστην: ἐν τῇ Μασ〈σ〉αλιωτικῇ καὶ τῇ Ῥιανοῦ |
| book 59b.2 | (fr. 8 M.) „μετανάστιν“, καὶ ἀκούουσι τὴν Βρισηΐδα. b(BCE3)T | |
| book 59b.3 | ἐδόκουν δὲ ἀτιμότεροι εἶναι οἱ μέτοικοι ὡς διὰ μοχθηρίαν τρόπων τὰς |
| book 59b.4 | ἰδίας καταλιπόντες· b(BE3)T „κατὰ ξένου μετοίκου“ ὁ κω‐ |
| book 59b.5 | μικός (Ar. equ. 347). T |
| book 60 | 〈ἐάσομεν:〉 ὅτι τὸ ἐάσομεν ἀντὶ τοῦ ἐάσωμεν. Aint |
| book 61a1 | ἀσπερχές: ἄγαν ἐπιτεταμένως. TTil |
| book 61a2 | ἀλήπτως, | ἄγαν ἐπιτεταμένως, ἀμεταμελητί. b(BCE3) |
| book 61b.1 | κεχολῶσθαι: ἀντιφράζει αὐτὸ τῷ „οὐ πρὶν μηνιθμὸν κα‐ |
| book 61b.2 | ταπαυσέμεν“ (Π 62). T |
| book 61c.1 | 〈ἐνὶ φρεσίν:〉 βέλτιον τοῖς πρώτοις τὸ ἐνὶ φρεσί συν‐ |
| book 61c.2 | τάττειν. Aint |
| book 61d | 〈ἔφην γε:〉 ὅτι τὸ ἔφην γε ἀντὶ τοῦ διενοήθην. Aint |
| book 62a.1 | 〈μηνιθμόν:〉 πρὸς τὸ μηνιθμόν, 〈ὅτι〉 παραλλήλως τέ‐ |
| book 62a.2 | ταχε τῷ χόλῳ. Aim |
| book 62b | 〈μηνιθμὸν καταπαυσέμεν:〉 τροφῆς ὡς {τὸ} κεκορη‐ |
| book 62b | μένον. Til |
| book 62-3.1 | ἀλλ’ ὁπόταν 〈δή /〉 νῆας ἐμὰσ〈—πτόλεμός |
| book 62-3.2 | τε〉: μέμνηται, ὧν ἐν Λιταῖς (sc. Ι 651—2) ἠπείλησε· „πρίν γ’ υἱὸν |
| book 62-3.3 | Πριάμοιο δαΐφρονος, Ἕκτορα δῖον, / Μυρμιδόνων ἐπί τε κλισίας |
| book 62-3.4 | καὶ νῆας ἱκέσθαι“. T |
| book 64.1 | τύνη δ’ ὤμοιϊν 〈μὲν ἐμὰ κλυτὰ τεύχεα δῦθι〉: οὐ |
| book 64.2 | βούλεται ταχεῖαν κρίσιν ἐπαγαγεῖν τῷ πολέμῳ· διὸ κατασχὼν Ἀχιλ‐ |
| book 64.3 | λέα προαπόπειράν τινα διὰ Πατρόκλου ποιεῖται, ἵνα λαμπρὸν τοῦτον |
| book 64.4 | ἐπιδείξας λαμπρότερον ἐπ’ αὐτῷ ἐπαγάγῃ Ἀχιλλέα. b(BCE3)T |
| book 65-70.1 | ἄρχε δὲ Μυρμιδόνεσσι〈— / θάρσυνοσ〉: |
| book 65-70.2 | ἀναγκαῖαι αἱ διαστολαί, μάχεσθαι (65), ἐπικρατέως (67), |
| book 65-70.3 | Ἀργεῖοι (69). στικτέον δὲ ἐπὶ τὸ θάρσυνος (70). A |
| book 65a1.1 | ἄρχε 〈δὲ〉 Μυρμιδόνεσ〈σ〉σι 〈... μάχεσθαι〉: Μυρ‐ |
| book 65a1.2 | μιδόνων ἄρχε πρὸς τὸ μάχεσθαι, ὅ ἐστιν ἡγοῦ. T |
| book 65a2 | πρὸς τὸ μάχεσθαι ἡγοῦ, οὐ πρὸς τὸ δεσπόζειν. b(BCE3E4) |
| book 66-7.1 | εἰ δὴ κυάνεον Τρώων νέφος ἀμφιβέβηκε |
| book 66-7.2 | 〈/ νηυσὶν ἐπικρατέωσ〉: εἰ δὴ τὸ τῶν Τρώων πλῆθος ὡς νέφος |
| book 66-7.3 | κατέχει τὸν ναύσταθμον· νέφος γὰρ νῦν τὸ τῶν στρατιωτικῶν πλῆ‐ |
| book 66-7.4 | θος. A |
| book 66a1 | εἰ δὴ κυάνεον 〈Τρώων νέφος ἀμφιβέβηκε〉: εἰ δὴ |
| book 66a1.1 | ταῦτα οὕτως ἔχει. ἔνιοι γράφουσιν „ᾗ δή“, ἵν’ ᾖ· ἐν ᾧ τόπῳ †τού‐ |
| book 66a1.2 | των† πολεμούντων πλῆθος ἀμετακίνητόν ἐστιν· ὅθεν φησὶν „ὡς δ’ |
| book 66a1.3 | ὅτ’ ἀφ’ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο / κινήσει πυκινὴν νεφέλην |
| book 66a1.5 | στεροπηγερέτα Ζεύσ“ (Π 297—8). T |
| book 66a2 | εἰ δὴ ταῦτα οὕτως ἔχει, ὡς φῄς. b(BCE3) | γράφεται δὲ |
| book 66a2.1 | καὶ „ᾗ δή“, ἵν’ ᾖ· ἐν ᾧ τόπῳ τὸ τῶν πολεμούντων πλῆθος ἀμετακί‐ |
| book 66a2.2 | νητόν ἐστιν, ἐκεῖ αὐτὸς ἄρχε Μυρμιδόνεσσιν. b(BCE3E4) |
| book 66b | ἀμφιβέβηκε: περικύκλωκεν. Tt |
| book 67-8.1 | 〈ῥηγμῖνι θαλάσσης /〉 κεκλίαται: περικλείονται |
| book 67-8.2 | τῷ τῆς θαλάσσης αἰγιαλῷ. b(BCE3)T ἀεὶ δὲ ἡ κλίσις παρ’ |
| book 67-8.3 | Ὁμήρῳ τὴν περιοχὴν δηλοῖ. b(BCE3E4)T |
| book 68a.1 | 〈κεκλίαται:〉 βραχὺ διασταλτέον μετὰ τὸ κεκλίαται |
| book 68a.2 | πρὸς τὸ σαφέστερον. Aint |
| book 68b.1 | χώρης ὀλίγην 〈ἔτι μοῖραν ἔχοντεσ〉: τῆς δὲ χώρας |
| book 68b.2 | 〈ἤτοι〉 τοῦ τόπου ὀλίγην μοῖραν οἱ Ἕλληνες ἔχουσιν. T |
| book 69a1.1 | 〈Τρώων δὲ〉 πόλις 〈ἐπὶ πᾶσα βέβηκε〉: τοὺς πολί‐ |
| book 69a1.2 | τας φησίν. ἢ τὴν Τροίαν φησὶν ἐπιβεβηκέναι τῷ ναυστάθμῳ ἐναργῆ |
| book 69a1.3 | τιθεὶς φαντασίαν, ὡς εἴ τις †ἐπιβῇ νεκρῷ. T |
| book 69a2.1 | διὰ τοῦ πόλις τοὺς πολίτας παρέστησεν, ἀπὸ τοῦ πε‐ |
| book 69a2.2 | ριέχοντος τὸ ἐντὸς δηλῶν. b(BCE3) |
| book 69a2.1 | 〈Τρώων δὲ〉 πόλις: τὸ πλῆθος τῶν Τρώων· πόλις γὰρ |
| book 69a2.2 | διχῶς—τὸ περιεχόμενον. A |
| book 70a1 | 〈θάρσυνος:〉 ὅτι ἀντὶ τοῦ τεθαρσηκυῖα. Aim |
| book 70a2 | θάρσυνος: ἀντὶ μετοχῆς· πρὸς ὃ ἡ διπλῆ. Tt |
| book 70b.1 | 〈οὐ γὰρ ἐμῆς κόρυθοσ〉 λεύσσουσι 〈μέτωπον〉: |
| book 70b.2 | ἡ πόλις ἢ οἱ Τρῶες. οὐκ ἐξέκλινον δὲ οἱ παλαιοὶ τὸν ἑαυτῶν ἔπαινον. |
| book 70b.3 | b(BCE3)T μεγαλοφυῶς δὲ φθέγγεται· b(BE3)T οὐ γὰρ |
| book 70b.4 | ἔφη ὅτι δεδοίκασι μαχόμενον, ἀλλ’ ὡς μηδὲ τὴν αὐγὴν τῶν ὅπλων αὐ‐ |
| book 70b.5 | τοῦ ὑφισταμένων τῶν βαρβάρων. b(BE3E4)T |
| book 71a.1 | ἐγγύθι 〈λαμπομένησ〉: ἧς καὶ μακρὰν ἀπόντες ὅμως |
| book 71a.2 | δοκοῦσι πλησίον εἶναι διὰ φόβον. b(BCE3)Tt |
| book 71b | 〈ἐναύλους:〉 οὕτως ἐναύλους διὰ τοῦ ν. Aim |
| book 71-2.1 | ἐναύλους 〈/ πλήσειαν νεκύων〉: προαναφθέγγεται |
| book 71-2.2 | τὴν παραποτάμιον μάχην· φησὶ γὰρ ὁ Σκάμανδρος „οὐδέ τί πῃ δύ‐ |
| book 71-2.3 | ναμαι προχέειν ῥόον / στεινόμενος νεκύεσσιν“ (Φ 219—20). ἔναυλοι |
| book 71-2.4 | δὲ b(BCE3)T τὰ ἐν ὄρεσι κοιλώματα. οἱ δὲ ἐναύλους τοὺς παρὰ |
| book 71-2.5.1 | τὴν τάφρον τόπους, ἔνθα ἐστρατοπεδεύσαντο οἱ Τρῶες, οἱ δὲ τοὺς |
| book 71-2.5.2 | ἀγρούς, b(BCE3E4)T οἱ δὲ στενὰς διώρυχας· αὐλὸς γὰρ πᾶν τὸ |
| book 71-2.5.3 | στενόν, καὶ βαθὺ καὶ ἐπίμηκες, b(BCE3)T „ὅν ῥά τ’ ἔναυλος |
| book 71-2.5.4 | ἀποέρσῃ χειμῶνι περῶντα“ (Φ 283). T |
| book 73a.1 | εἰδείη: εἰδὼς ἦν· οὐ γὰρ εἰς φιλίαν αὐτὸν προκαλεῖται. |
| book 73a.2 | καλῶς δὲ ἔφρασε τὸ εὐνοεῖν. b(BCE3)T |
| book 73b | στρατόν: στρατόπεδον. T |
| book 74a.1 | 〈οὐ γὰρ Τυδείδεω Διομήδεος ἐν παλάμῃσι:〉 ὅτι |
| book 74a.2 | ἔοικεν ἀκηκοότι τὰ εἰρημένα ὑπὸ Διομήδους μετὰ τὴν πρεσβείαν (sc. Ι |
| book 74a.3 | 698—709). Aint |
| book 74b1.1 | {οὐ γὰρ} Τυδείδεω Διομήδεος: πρὸς τὸ „μὴ ὄφελες |
| book 74b1.2 | λίσσεσθαι“ (Ι 698) καὶ „εἰς ὅ κε τέκμωρ / Ἰλίου εὕρωμεν“ (Ι 48—9). ἢ |
| book 74b1.3 | ἐπειδὴ πρῶτος ἠρίστευσε Διομήδης, εἶτα Ἀγαμέμνων. T |
| book 74b2.1 | πρὸς τὸ „μὴ ὄφελες λίσσεσθαι“ ἀντιλέγει. καὶ ὅτι αὐχημα‐ |
| book 74b2.2 | τίας ὢν ἔλεγεν „εἰ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν“ (Θ 111). b |
| book 74b2.3 | (BCE3E4) |
| book 75.1 | 〈ἀπὸ λοιγὸν ἀμῦναι:〉 τὸ ἑξῆς ἐστιν ἀπαμῦναι· διὸ |
| book 75.2 | οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν. Aim |
| book 76a.1 | οὐδέ πω Ἀτρείδεω ὀπὸς 〈ἔκλυον αὐδήσαντοσ〉: |
| book 76a.2 | ὅτι στρατηγὸς ὢν οὐ θαρρεῖ προτρέπειν τὰ πλήθη. οἱ δὲ καὶ πρὸς τὸ |
| book 76a.3 | „καὶ δ’ Ἀχιλεὺς τούτῳ γε μάχῃ ἔνι / ἔρριγ’ ἀντιβολῆσαι“ (Η 113—4). |
| book 76a.4 | οἱ δέ, ὅτι πρὸ τῆς ἀριστείας ἐβόησεν „ἰδὲ ζώννυσθαι ἄνωγεν / Ἀργεί‐ |
| book 76a.5 | ουσ“ (Λ 15—6). b(BCE3)T |
| book 76b | 〈ὀπός:〉 ἔν τισι τῶν ὑπομνημάτων „ἔπος {ἔκλυον}“. Aim |
| book 76c | αὐδήσαντος: παρακελευσαμένου. T |
| book 77.1 | ἐχθρῆς ἐκ κεφαλῆς: τὸ ἦθος τοῦ ὠργισμένου ἔτι δια‐ |
| book 77.2 | τηρεῖ ὁ ποιητής· γενόμενος γὰρ ἐπὶ τὸ ὄνομα τοῦ Ἀγαμέμνονος, καθ’ |
| book 77.3 | ὃ καὶ ἐκκεκίνηται, ἐνδιατρίβει βλασφημῶν. b(BCE3E4)T |
| book 78 | περιάγνυται: περιπορεύεται. T |
| book 79.1 | 〈πᾶν πεδίον κατέχουσι, μάχῃ νικῶντες Ἀχαιούς:〉 |
| book 79.2 | βραχὺ διασταλτέον κατέχουσι. Aim |
| book 80a.1 | νεῶν ἀπὸ 〈λοιγὸν ἀμύνων〉: οὐκ ἀφίσταται τοῦ ὀνό‐ |
| book 80a.2 | ματος τῶν νεῶν· τοῦτο γὰρ δι’ ὅλου παραγγέλλει, τὸν ἀπὸ τῶν νεῶν |
| book 80a.3 | κίνδυνον ἀπώσασθαι μόνον, b(BCE3E4)T μὴ περαιτέρω δὲ προ‐ |
| book 80a.4 | βαλεῖν ἑαυτόν· b(BCE3E4) διὸ καὶ ἐπιφέρει „μὴ δὴ πυρὸς αἰθο‐ |
| book 80a.5.1 | μένοιο / νῆας ἐνιπρήσωσιν“ (Π 81—2), εἶτα ἑξῆς „ἐκ νηῶν ἐλάσας ἰέναι |
| book 80a.5.2 | πάλιν“ (Π 87): b(BCE3E4)T διὰ γὰρ τὴν εἰς Ἀγαμέμνονα ὀρ‐ |
| book 80a.5.3 | γὴν οὐ βούλεται ἄλλο τι καταπράξασθαι ἢ τὰς ναῦς περισῶσαι. b |
| book 80a.5.4 | (BCE3E4) |
| book 80b.1 | 〈νεῶν〉 ἀπὸ λοιγὸν ἀμύνων: τὸ ἑξῆς ἀπαμύνων. οἱ |
| book 80b.2 | δὲ ἀναστρέφουσι τὴν ἀπό. T |
| book 81a.1 | ἔμπες’ ἐπικρατέως, 〈μὴ δὴ πυρὸς αἰθομένοιο〉: |
| book 81a.2 | ὅτι παθητικὸν ἀντὶ ἐνεργητικοῦ, αἰθομένοιο ἀντὶ τοῦ αἴθοντος· καὶ |
| book 81a.3 | ὅτι ἡ ὑπό πρόθεσις ἐλλείπει, ὑπὸ πυρός. | βραχὺ δὲ διασταλτέον |
| book 81a.4 | ἐπικρατέως. τάχα δ’ ἂν εἰ στίζοιμεν τελείᾳ, ἐμφατικώτερα ἔσται τὰ |
| book 81a.5 | ἑξῆς καθ’ ἑαυτὰ λεγόμενα. A |
| book 81b | ἐπικρατέως: ἰσχυρῶς. T |
| book 81c | {μὴ δὴ} πυρός: ἀντὶ τοῦ πυρί. T |
| book 83-96.1 | πείθεο 〈δ’〉 ὥς τοι ἐγὼ 〈μύθου τέλος ἐν φρεσὶ |
| book 83-96.2 | θείω / —δηριάασθαι〉: βάσκανον ἦθος ἐνθάδε ὑπόκειται οὐκ |
| book 83-96.3 | ἐῶντος τὸν φίλον ἀπολαμπρύνεσθαι τέλεον. ἀπρεπὲς δὲ καὶ τὸ παλλα‐ |
| book 83-96.4 | κίδος καὶ δώρων μεμνῆσθαι (cf. 85—6). ἢ ὡς φιλέταιρος ἐξίστησιν αὐ‐ |
| book 83-96.5.1 | τὸν τῶν κινδύνων, εἰδὼς ὑπὲρ μὲν τῶν νεῶν ἅπαντας αὐτῷ συγκινδυ‐ |
| book 83-96.5.2 | νεύσοντας, μετὰ δὲ ταῦτα οὐκ ἂν ἔτι θελήσοντας συνακολουθεῖν διὰ τὸν |
| book 83-96.5.3 | κάματον. πῶς οὖν οὐκ ἐκφέρει ταῦτα πρὸς τὸν Πάτροκλον, εἴπερ οὕτως |
| book 83-96.5.4 | διενοεῖτο; ἢ τὸ μὲν ἀληθὲς εἰπὼν ᾔδει τὸν Πάτροκλον τῆς ἰδίας σωτη‐ |
| book 83-96.5.5 | ρίας καταφρονήσοντα, ἐφ’ ἑαυτὸν δὲ περισπάσας τὴν αἰτίαν ᾔδει |
| book 83-96.10.1 | Πάτροκλον φυλαξόμενον. ὅτι δὲ κηδεμονικῶς ταῦτα τῷ φίλῳ συμβου‐ |
| book 83-96.10.2 | λεύει, ἐπιμαρτυρεῖ καὶ ἐν τοῖς ἑξῆς ὁ ποιητής· „νήπιος· εἰ δὲ ἔπος Πη‐ |
| book 83-96.10.3 | ληϊάδαο φύλαξεν, / ἦ τ’ ἂν ὑπέκφυγε κῆρα κακὴν μέλανος θανάτοιο“ |
| book 83-96.10.4 | (Π 686—7). b(BCE3E4)T ὑποφαίνει δὲ τὴν προαίρεσιν αὐτοῦ |
| book 83-96.10.5 | ἐπαγαγὼν τὸ „μή τις ἀπ’ Οὐλύμποιο θεῶν“ (93), εὐπρεπῶς οὐ |
| book 83-96.15.1 | Τρῶας, ἀλλὰ τὸν Ἀπόλλω δεδοικώς. οὐ βασκανίας οὖν κριτέον Ἀχιλ‐ |
| book 83-96.15.2 | λέα, ἀλλὰ φιλεταιρίας, ὅς γέ φησιν εὐχόμενος „ἤ ῥα καὶ οἶος ἐπίστηται |
| book 83-96.15.3 | πολεμίζειν“ (Π 243). b(BE3E4)T |
| book 84-6 | ὡς ἄν μοι τιμήν (84) ἕως ἂψ ἀπονάσσωσι〈ν, πο‐ |
| book 84-6.1 | τὶ δ’ ἀγλαὰ δῶρα πόρωσιν:〉 τοὺς τρεῖς στίχους ἢ τοῖς ἄνω |
| book 84-6.2 | προσδοτέον, ἵνα στίζωμεν ἐπὶ τὸ πόρωσιν (86), ἢ τοῖς ἑξῆς, ἵνα ἀπ’ |
| book 84-6.3 | ἄλλης ἀρχῆς ἀναγινώσκωμεν ὡς ἄν μοι τιμὴν μεγάλην (84) καὶ |
| book 84-6.5.1 | ὑποστίζωμεν ἐπὶ τὸ πόρωσιν (86)· ὃ καὶ βέλτιον· καλῶς γὰρ |
| book 84-6.5.2 | ἔχει πρώτην μὲν τὴν ἐντολὴν λέγεσθαι, πείσθητι ὡς ἐγώ σοι λέγω (cf. |
| book 84-6.5.3 | Π 83), ἔπειτα αὐτὸ τὸ πρᾶγμα προφέρεσθαι· ἵνα δόξαν τε καὶ τιμὴν παρ’ |
| book 84-6.5.4 | Ἕλλησι ποιήσειας (cf. 84—6), ἀπελάσας τοὺς Τρῶας ὑπόστρεφε (cf. |
| book 84-6.5.5 | Π 87). A |
| book 85a.1 | 〈ἀτὰρ οἱ:〉 τὸ οἵ ἄρθρον ἐστὶ πληθυντικόν· διὸ ἐν τῇ |
| book 85a.2 | συντάξει ἐγκλιτέον. Aim |
| book 85b.1 | ἀτὰρ οἱ: ὀρθοτονητέον τὴν οἵ· ἄρθρον γάρ ἐστι πλη‐ |
| book 85b.2 | θυντικόν, ἵν’ ᾖ ‘οἱ δὲ Ἕλληνεσ‘. b(BCE3)T | ἔρωτα δὲ παλλακῆς καὶ |
| book 85b.3 | φιλαργυρίαν ἐπιδείκνυνται οἱ στίχοι (sc. Π 85—6). b(BCE3E4)T |
| book 86.1 | ἂψ ἀπονάσσωσιν: εἰς τοὐπίσω ἀποκαταστήσουσιν, |
| book 86.2 | ἀποδώσουσιν. | διὰ τί ὁ Ἀχιλλεὺς ἐπὶ καθαιρέσει—ἀμύμονα |
| book 86.3 | Πηλείωνα. A |
| book 87a.1 | 〈ἐκ νηῶν〉 ἐλάσας 〈ἰέναι πάλιν〉: ἀπελάσας, φησί, |
| book 87a.2 | μόνον τῶν νεῶν ἵεσο τῇδε, b(BCE3)T μὴ φιλοτιμότερον τῇ νίκῃ |
| book 87a.3 | χρώμενος καὶ διώκων. b(BCE3E4)T |
| book 87b | 〈αὖ τοι:〉 τὸ αὖ περισπαστέον· δύο γάρ ἐστιν, αὖ καὶ |
| book 87b | τοί. Aint |
| book 88.1 | 〈ἀρέσθαι:〉 παροξυτονητέον· ἔστι γὰρ μέσος δεύτερος |
| book 88.2 | ἀόριστος. Aim |
| book 89.1 | μὴ σύ γ’ ἄνευθεν ἐμεῖο: ὅτι Ζηνόδοτος τοῦτον καὶ τὸν |
| book 89.2 | ἑξῆς ἦρκεν, πεποίηκε δὲ οὕτως „μὴ σύ γ’ ἀγαλλόμενος πολέμῳ καὶ |
| book 89.3 | δηϊοτῆτι“ (cf. Π 91), ἵν’ ἐπιβάλλῃ ἡ συνέπεια. ἀναγκαῖοι δέ εἰσιν· σκο‐ |
| book 89.4 | πὸς γὰρ τῷ Ἀχιλλεῖ μὴ ἀτιμωθῆναι τούτου κατευημερήσαντος. A |
| book 89-90 | μὴ σύ γ’ ἄνευθεν〈—θήσεισ〉: τοὺς δύο ἀθετεῖ |
| book 89-90 | Ζηνόδοτος. T |
| book 90a1.1 | ἀτιμότερον δέ με θήσεις: ὁ Ἀσκαλωνίτης (p. 55 B.) |
| book 90a1.2 | ἀπόλυτον καὶ μονοσύλλαβον ἐξεδέξατο τὴν μέ ἀντωνυμίαν· διὸ καὶ |
| book 90a1.3 | ἐγκλιτικῶς ἀνέγνω· οὐ γὰρ πρὸς ἕτερον πρόσωπόν ἐστιν αὐτῷ ἡ |
| book 90a1.4 | διαστολή. καὶ οὕτως ἔχει ἡ ἀμείνων ἀνάγνωσις· κεῖται γὰρ καὶ ὁ δέ |
| book 90a1.5 | ἀντὶ τοῦ γάρ. A |
| book 90a2 | {ἀτιμότερον δέ με:} ὁ δέ ἀντὶ τοῦ γάρ. T |
| book 92a | ἐναιρόμενος: ἐναίρων. T |
| book 92b.1 | 〈προτὶ Ἴλιον ἡγεμονεύειν:〉 ὅτι Ζηνόδοτος „προτὶ |
| book 92b.2 | Ἴλιον αἰπὺ δίεσθαι“. Aint |
| book 93-6.1 | μή τις ἀπ’ Οὐλύμποιο〈—δηριάασθαι〉: |
| book 93-6.2 | τοὺς τέσσαρας ἀθετεῖ Ζηνόδοτος καὶ ἀντ’ αὐτῶν γράφει „μή ς’ ἀπο‐ |
| book 93-6.3 | μουνωθέντα λάβῃ κορυθαίολος Ἕκτωρ“, ὃν παρῳδεῖ Διονύσιος ὁ |
| book 93-6 | Θρᾷξ (fr. 21 Schm.), ἀντὶ τοῦ „λάβῃ“ „δάκῃ“ λέγων. T |
| book 93a.1 | μή τις ἀπ’ Οὐλύμποιο: ὅτι Ζηνόδοτος κατὰ τὸ ἑξῆς |
| book 93a.2 | τέσσαρας ἀπὸ τούτου ἦρκε, γράφει δὲ ἀντὶ αὐτῶν τοῦτο〈ν〉· „μή ς’ |
| book 93a.3 | ἀπογυμνωθέντα λάβῃ κορυθαίολος Ἕκτωρ“, ἔστι δὲ εὐτελὴς καὶ τῇ |
| book 93a.4 | συνθέσει καὶ τῇ διανοίᾳ. A |
| book 93b.1 | μή τις ἀπ’ Οὐλύμποιο: ἐκφοβεῖ τῷ θεῷ. ὅτε δὲ λέγει |
| book 93b.2 | „μηδ’ Ἕκτορι ἶφι μάχεσθαι“ (Σ 14), ἀναφέρει ἐπὶ τὸ „μὴ σύ γ’ |
| book 93b.3 | ἄνευθεν ἐμεῖο“ (Π 89). T |
| book 94.1 | ἐμβήῃ: ἐμποδὼν στῇ, b(BCE3)T | ἐναντίως σοι τῇ βάσει |
| book 94.2 | χρήσηται, b(BCE3E4)T ἤτοι ἐναντιωθῇ σοι εἰς πάλην. b |
| book 94.3 | (BCE3E4) |
| book 95a.1 | {ἀλλὰ} πάλιν τροπάασθαι: Νικίας (fr. 18 B.) ὑφ’ ἓν |
| book 95a.2 | ἀνέγνω „παλιντροπάασθαι“, Ἀπολλόδωρος (FGrHist 244, 263) δὲ |
| book 95a.3 | κατὰ διάλυσιν. ἔφαμεν δὲ περὶ τῆς τοῦ πάλιν συνθέσεως, ὁπότε καὶ |
| book 95a.4 | περὶ τοῦ „παλιμπλα〈γ〉χθέντασ“ (Α 59) διελαμβάνομεν ὡς ὅτι τὸ πά‐ |
| book 95a.5 | λιν ἀεὶ θέλει τοῖς ῥήμασι κατὰ διάλυσιν προσγίνεσθαι. A |
| book 95b | πάλιν τρωπᾶσθαι: συνήθως· ἔστι γὰρ ποιητικόν. T |
| book 96 | δηριάασθαι: πολεμεῖν τε καὶ μάχεσθαι. Tt |
| book 97-100a.1 | αἲ γάρ, Ζεῦ τε πάτερ〈—λύωμεν〉: |
| book 97-100a.2 | ἀθετοῦνται στίχοι τέσσαρες, διότι κατὰ διασκευὴν ἐμφαίνουσι γε‐ |
| book 97-100a.1 | γράφθαι ὑπό τινος τῶν νομιζόντων ἐρᾶν τὸν Ἀχιλλέα τοῦ Πατρό‐ |
| book 97-100a.2 | κλου· τοιοῦτοι γὰρ οἱ λόγοι ‘πάντες ἀπόλοιντο πλὴν ἡμῶν‘. καὶ ὁ |
| book 97-100a.5 | Ἀχιλλεὺς οὐ τοιοῦτος, συμπαθὴς δέ. A |
| book 97-100b.1 | αἲ γάρ, Ζεῦ τε πάτερ〈—λύωμεν〉: παντελῶς |
| book 97-100b.2 | ἐκβλητέον τοὺς τέσσαρας στίχους· πρῶτον, ὅτι παιδιώδης καὶ ἀδύνα‐ |
| book 97-100b.3 | τος ἡ εὐχή, εἶθ’ ὅτι φθονερά, εἶτα ἐρωτική. τί δὲ ἠδίκησαν οἱ Μυρμιδό‐ |
| book 97-100b.4 | νες; πῶς τε Φοῖβον ἐπικαλεῖται (sc. 97), ὃν ἤκουσεν ὑπὸ Θέτιδος φο‐ |
| book 97-100b.5.1 | νέα ἑαυτοῦ ἔσεσθαι (cf. Φ 276—8); τί δὲ θαυμαστόν, εἰ ἐρήμην πορ‐ |
| book 97-100b.5.2 | θοῖεν πόλιν (cf. 100); καὶ τὸ λύειν τείχη οἰκοδόμων ἐστί. πῶς δὲ τὸ |
| book 97-100b.5.3 | „νῶϊν“ (99) εὐθεῖαν δηλώσει; καλῶς οὖν φησιν Ἀρίσταρχος Ζηνόδο‐ |
| book 97-100b.5.4 | τον ὑπωπτευκέναι ὡς εἶεν παρεντεθέντες οἱ στίχοι ὑπὸ τῶν ἀρσενικοὺς |
| book 97-100b.5.5 | ἔρωτας λεγόντων εἶναι παρ’ Ὁμήρῳ καὶ ὑπονοούντων παιδικὰ εἶναι |
| book 97-100b.10 | Ἀχιλλέως Πάτροκλον. T |
| book 98-9.1 | μήτε τις οὖν Τρώων 〈θάνατον φύγοι, ὅσοι |
| book 98-9.2 | ἔασι /〉 μήτ〈ε τισ〉 Ἀργείων: τινὲς ὑπερβολικῶς φασιν ἀντὶ τοῦ |
| book 98-9.3 | ἀπόλοιντο οἱ ἀριστεῖς. ἢ καὶ δεόντως πεποίηται τὴν εὐχήν, τοὺς μὲν |
| book 98-9.4 | μισῶν ὡς πολεμίους, τοὺς δὲ ὡς περιϊδόντας ὑβριζόμενον. ἄλλως τε καὶ |
| book 98-9.5.1 | αὔξει τὴν εἰς Πάτροκλον χάριν, εἰ τοὺς Ἕλληνας σῴζει δι’ αὐτόν, οὓς |
| book 98-9.5.2 | ἀπολέσθαι θέλει, ὡς οὐ κατὰ κηδεμονίαν τῶν Ἑλλήνων ἐκπέμπων τὴν |
| book 98-9.5.3 | συμμαχίαν, ἀλλὰ τῷ Πατρόκλῳ ἀντιλέγειν οὐ θέλων. b(BCE3E4)T |
| book 99a | 〈νῶϊν δ’ ἐκδῦμεν:〉 ἡμεῖς δὲ ἐκφύγωμεν. Aint |
| book 99b.1 | ἐκδύμεν {ὄλεθρον}: παροξυτονητέον· τὸ γὰρ πλῆρές |
| book 99b.2 | ἐστιν ἐκδύμεναι, ὁμοίως τῷ „θοῶς ζευγνύμεν ἄνωγεν“ (Π 145). καὶ |
| book 99b | δῆλον ὅτι λείπει τὸ γένοιτο. A |
| book 99c.1 | ἐκδύμεν: παροξυτονητέον τὸ ἐκδύμεν· ἔστι γὰρ ἀπὸ |
| book 99c.2 | τοῦ ἐκδύμεναι ἀπαρεμφάτου, ἵν’ ᾖ ὁ λόγος· ἡμῖν δὲ γένοιτο ἐκδῦναι τὸν |
| book 99c.3 | ὄλεθρον. καὶ λείπει τὸ εἴη· b(BCE3)T εἰ γὰρ τοῦ δύοιμεν εὐκτι‐ |
| book 99c.4 | κοῦ συγκοπὴν αὐτὸ φήσομεν, οὐ κατάλληλος ἔσται ὁ λόγος. T |
| book 100.1 | κρήδεμνα: νῦν τὰ τείχη, μεταφορικῶς· ἰδίως γὰρ κρήδε‐ |
| book 100.2 | μνον τὸ τῆς κεφαλῆς κάλυμμα. A |
| book 101-11.1 | ὣς οἱ μὲν τοιαῦτα 〈πρὸς ἀλλήλους ἀγό‐ |
| book 101-11.2 | ρευον, /〉 Αἴας δ’ οὐκέτι μίμνε〈—ἐστήρικτο〉: μέτεισιν |
| book 101-11.3 | ἐπὶ τὴν μάχην, ὅπως τὴν ναῦν ἐμπιπραμένην δείξας Ἀχιλλεῖ τὸν |
| book 101-11.4 | Πάτροκλον ἐξαγάγῃ. καλῶς δὲ τῇ ἐκλογῇ τῶν ὀνομάτων χρῆται· |
| book 101-11.5.1 | φυγὴν γὰρ οὐκ ὠνόμασεν, ἀλλ’ ὅτι μένειν οὐκ ἠδύνατο καὶ τὰς πολλὰς |
| book 101-11.5.2 | αἰτίας ἐπάγει. θαυμάσιον δὲ τὸ κατὰ τὴν ἀπαγγελίαν· †ὁρῶ φασι† |
| book 101-11.5.3 | γὰρ οἱ ποιηταὶ φαντασίαν παρέχειν, τῷ λόγῳ ἐπὶ τροπικὰ χωροῦν‐ |
| book 101-11.5.4 | τες, καὶ παρὰ τῷ Ὁμήρῳ ἐστὶ πολλὰ τοιαῦτα. b(BCE3E4)T |
| book 101-11.5.5 | ἐνθάδε δὲ χωρὶς παραβολῆς τοιαύτης πάσης καὶ τροπικῆς ἀπαγγελίας |
| book 101-11.10.1 | ἐπῆρται ὁ λόγος, ἐπ’ αὐτῶν τῶν πραγμάτων γινομένης τῆς φράσεως. |
| book 101-11.10.2 | b(BE3E4)T |
| book 101.1 | τοιαῦτα: πῶς πάντα ὑπισχνούμενος εἰδέναι (cf. Β 485—6) οὐ λέγει ‘ταῦ‐ |
| book 101.2 | τα‘; λέγομεν ὅτι πράγματα μὲν μνημονεῦσαι ῥᾴδιον, οὐ μὴν λόγους· |
| book 101.3 | ἀφανίζονται γὰρ τὰ ἔπη πτερόεντα ὄντα. b(BCE3E4)Tt |
| book 102.1 | βιάζετο γὰρ βελέεσσιν: ὑπὸ βελῶν κατεπονεῖτο. τρω‐ |
| book 102.2 | τὸς ἦν ἄρα· καὶ „ὅσ〈σ〉ον ἐμῇ κεφαλῇ περιδείδια, μή τι πάθῃσιν“ (Ρ |
| book 102 | 242). T |
| book 103.1 | δάμνα μιν Ζηνός τε νόος: μέγιστον ἐγκώμιον τοῦ |
| book 103.2 | Αἴαντος ὅτι καὶ πρότερον καταστασιασθεὶς ὑπὸ Διὸς ἐπέμενεν. T |
| book 104-5a.1 | βάλλοντες 〈... βαλλομένη ... βάλλετο〉: πρὸς |
| book 104-5a.2 | ἐπίτασιν ἐπλεόνασε τῷ ῥήματι, βάλλοντες (104) λέγων καὶ βαλ‐ |
| book 104-5a.3 | λομένη (105) καὶ βάλλετο (105). ἀμίμητα δὲ ταῦτα καὶ γραφεῦσι |
| book 104-5a.4 | καὶ πλάσταις. b(BCE3E4)T |
| book 104-5b.1 | δεινὴ〈ν〉 δὲ〈— / πήληξ βαλλομένη καναχὴν |
| book 104-5b.2 | ἔχε〉: τοῦτο τῆς καναχῆς ἐπίθετον· T διὸ σὺν τῷ ν. | καὶ †μὴ† |
| book 104-5b.3 | ψαύοντες μὲν ἀκοντίζουσι τὴν κεφαλήν, ψαύοντες δὲ ἐρείδουσι τὴν |
| book 104-5b.4 | ἀσπίδα· ὁ δὲ ἕστηκεν ἀκίνητος τὴν προσβολήν. καὶ ἔστιν αὐτὸν παρα‐ |
| book 104-5b.5.1 | βάλλοντα τῷ Ἕκτορι τὴν ὑπεροχὴν γνῶναι· ὁ μὲν γὰρ ὑπὸ Διομή‐ |
| book 104-5b.5.2 | δους τὴν κόρυθα θλιβεὶς σκοτοδινιᾷ (cf. Λ 350—6), ὁ δὲ ὑπὸ πολλῶν |
| book 104-5b.5.3 | βαλλόμενος ἀνέχεται. b(BCE3)T |
| book 105.1 | βάλλετο δ’ αἰεί: ὅτι τινὲς γράφουσι „τύπτετο δ’ αἰεί“. |
| book 105.2 | προείρηκε δὲ βαλλομένη (105) καὶ „βάλλοντεσ“ (Π 104). τὸ δὲ |
| book 105.3 | †βαλεῖν ἐστὶν ἐκ χειρὸς τύψαι. A |
| book 105-6a.1 | βάλλετο δ’ αἰεί | κὰπ φάλαρα: γράφεσθαί φησιν |
| book 105-6a.2 | ὁ Ἀρίσταρχος καὶ „τύπτετο δ’ αἰεί / κὰπ φάλαρ’ {εὐποίητα}“ διὰ |
| book 105-6a.3 | τοῦ π, οὐκ εὖ· βούλεται γὰρ λέγειν· καὶ τὰ φάλαρα καναχὴν εἶχεν. A |
| book 105-6b.1 | 〈βάλλετο δ’ αἰεί / κὰπ φάλαρα:〉 Ἀρίσταρχος διὰ τοῦ |
| book 105-6b.2 | καί συνδέσμου „καὶ φάλαρα“ (106) γράφων πάντως βραχὺ διέστελλεν |
| book 105-6b | ἐπὶ τὸ αἰεί (105). Aint |
| book 106a.1 | καὶ φάλαρα: ἡ διπλῆ, ὅτι ἔν τισι γράφεται „κὰπ φάλα‐ |
| book 106a.2 | ρα“. ὑπερβατὸν δέ ἐστι· ‘δεινὴν δὲ καναχὴν ἡ πήληξ ἔχε (cf. Π |
| book 106a.3 | 104—5) καὶ τὰ φάλαρα (cf. 106), ἐβάλ〈λ〉ετο 〈δὲ〉 συνεχῶς (cf. Π |
| book 106a.4 | 105)‘. | φάλαρα δὲ τὰ κατὰ τὸ μέσον—ἐντίθεται. A |
| book 106b.1 | κὰπ φάλαρα: ἄμεινον „καὶ φάλαρα“ γράφειν, b |
| book 106b.2 | (BCE3E4)T ὡς τῶν παλαιῶν οἱ πλείους, b(BCE3E4) †ἵνα† |
| book 106b.3 | ‘καὶ ἡ πήληξ ἐβάλλετο καὶ τὰ φάλαρα‘. ἡ πήληξ μὲν οὖν, εἰς ὃ τὸν λό‐ |
| book 106b.4 | φον τιθέασι, φάλαρα δὲ τὰ κατὰ τὰς παρειὰς πίπτοντα μέρη διὰ τὸ |
| book 106b.5.1 | φανὰ εἶναι καὶ λαμπρά· ὡς δὲ ὁ Θρᾷξ (fr. 22 Schm.), ὁ ἑκατέρωθεν |
| book 106b.5.2 | αὐτῆς κόσμος. b(BCE3E4)T |
| book 106c.1 | ὁ δέ: ὡς περὶ ἑτέρου. ὅμοιον δέ ἐστι τῷ „ὁ δ’ ἐρεύγετο |
| book 106c.2 | οἰνοβαρ〈ε〉ίων“ (ι 374). T |
| book 107-11.1 | ἔμπεδον 〈αἰὲν〉 ἔχων σάκοσ〈—ἐστήρικτο: |
| book 107-11.2 | ἔμπεδον αἰὲν ἔχων σάκος〉 (107) διὰ τὸ μὴ ἔχειν τοὺς διαδεξο‐ |
| book 107-11.3 | μένους ὁπλοφόρους πλησίον, „οἵ οἱ σάκος ἐξεδέχοντο, / ὁππότε μιν |
| book 107-11.4 | κάματός τε καὶ ἱδρώσ“ (Ν 710—11). πάντῃ δέ (111) ἀντὶ τοῦ γάρ. |
| book 107-11.5 | ἐπαινεῖται δὲ ὁ τόπος ὡς καὶ ζωγραφίας ἐναργέστερον ἔχων. T |
| book 107-8.1 | οὐδὲ δύναντο / ἀμφ’ αὐτῷ πελεμίξαι: τὸ περὶ |
| book 107-8.2 | αὐτῷ σάκος οὐδ’ ὅσον ἐδύναντο κινῆσαι. T |
| book 108.1 | ἐρείδοντες: πατάσσοντες. κυρίως δὲ ἐρεῖσαι τὸ ἐκ χειρὸς |
| book 108.2 | πατάξαι. εὕρηται δὲ καὶ ἐπὶ βολῆς· „καὶ διὰ θώρηκος πολυδαιδάλου |
| book 108.3 | ἠρήρειστο“ (Γ 358). b(BCE3)T |
| book 112-3.1 | ἔσπετε νῦν μοι, Μοῦσαι〈—νηυσὶν Ἀχαιῶν〉: |
| book 112-3.2 | ὡς παράδοξον μέλλων λέγειν τὴν ὑποχώρησιν Αἴαντος τὸν ἀκροατὴν |
| book 112-3.1 | προσεκτικώτερον ποιεῖ τοῖς παρὰ Μουσῶν λόγοις. συνέτεμε δὲ τὸ |
| book 112-3.2 | προοίμιον ἐπειγόμενος τῷ καιρῷ· ἐκεῖνος μὲν γὰρ ὁ λόγος (sc. Β |
| book 112-3.5.1 | 494—877) ἐδέετο τερατείας, ἐξαρίθμησιν ἔχων νεῶν καὶ ἡγεμόνων, ὁ |
| book 112-3.5.2 | δὲ μιᾶς νεὼς ἐμπρησμόν. b(BCE3E4)T |
| book 114a.1 | δόρυ μείλινον: οὐδὲ θεῷ εἶξεν, εἰ μὴ ἀχρεῖον αὐτῷ γέ‐ |
| book 114a.2 | γονε τὸ δόρυ. b(BE3E4)T |
| book 114b.1 | ἄγχι παραστάς: πάλιν ἐπὶ τὸ κινδυνωδέστατον προή‐ |
| book 114b.2 | γαγε τὴν ὑπόθεσιν· παράδοξον γὰρ τὸ Αἴαντος ἐγγὺς παραστῆναι |
| book 114b.3 | τὸν Ἕκτορα. ἀλλ’ οὐδετέρου τρῶσιν ὑπέθετο, τοῦ μὲν διὰ τὴν ὑπερ‐ |
| book 114b.4 | οχήν, εἰ καὶ ὑπὸ θεοῦ νῦν καταστασιάζεται (cf. Π 103), τοῦ δὲ διὰ |
| book 114b.5.1 | τὴν ἀπὸ τοῦ Διὸς βοήθειαν. ἀλλ’ ἔδει τὸν ἕτερόν γε βλαβῆναι ἐκ τῆς |
| book 114b.5.2 | ἐπελάσεως. διὰ μέσου οὖν ἐχώρησε, τὴν ὑποχώρησιν Αἴαντος τῷ δό‐ |
| book 114b.5.3 | ρατι περιθείς. b(BCE3E4)T |
| book 115.1 | παρὰ καυλόν: καυλὸς τὸ καθιέμενον μέρος εἰς τὴν ἐπιδορα‐ |
| book 115.2 | τίδα. b(BCE3E4)T |
| book 116a.1 | ἀντικρὺ δ’ ἀπάραξε: ἡ διπλῆ, ὅτι δοκεῖ μάχεσθαι· εἰ |
| book 116a.2 | γὰρ ἀπήραξε κατὰ συμπέρασμα, ὅ ἐστιν ἀπέθραυσεν, πῶς ἐπιφέρει |
| book 116a.3 | „τῆλε δ’ ἀπ’ αὐτοῦ / αἰχμὴ χαλκείη χαμάδις 〈βόμβησε πεσοῦσα〉“ |
| book 116a.4 | (Π 117—8), ὡς πρότερον μὴ ἀποκεκομμένου, ἀλλ’ ὅτε διέσεισεν ὁ |
| book 116a.5.1 | Αἴας ἀποπεπτωκότος; ὁ μὲν οὖν Ἀρίσταρχος τὸ συμπέρασμα λέγει |
| book 116a.5.2 | προειρῆσθαι, εἶτα κατὰ μέρος ἐπηκριβῶσθαι, ὡς εἴ τις λέγοι ‘ὅδε τις |
| book 116a.5.3 | τόνδε εἰς τὰ σπλάγχνα δόρατι παίσας ἀπέκτεινεν· ἐκσπασθέντος δὲ |
| book 116a.5.4 | τοῦ δόρατος ἀπέθανεν‘, ὡς ἐγένετο, ὕστερον ἐπιδιηγούμενος. οὕτως |
| book 116a.5.5 | ἀπάραξε καὶ „κόλον δόρυ“ (Π 117) λέγει κατὰ συμπέρασμα· ὡς δὲ |
| book 116a.10 | ἀπέπεσεν ὕστερον ἡ αἰχμὴ διακραδα〈ν〉θέντος τοῦ δόρατος, ἐπεξη‐ |
| book 116a.1 | γεῖται· φαίνεται γὰρ ὁ Αἴας, μικροῦ τινος ἔτι διακρατοῦντος τὴν ἐπι‐ |
| book 116a.2 | δορατίδα, πειράζων κραδᾶναι, ἀποπεσούσης δὲ ταύτης παντελῶς |
| book 116a.3 | ἀπεγνωκέναι ὅτι ἠχρείωται τὸ δόρυ· διὸ καὶ τὸ „αὔτωσ“ (Π 117) |
| book 116a.4 | πρόσκειται, ὅτι κατὰ κενὸν ἐκράδανεν, οὐ δυνάμενος αὐτῷ χρῆσθαι. |
| book 116a.15.1 | τινὲς δὲ καὶ τὸν „δέ“ (cf. Π 117) ἀντὶ τοῦ γάρ λαμβάνουσιν, ‘τῆλε γὰρ |
| book 116a.15.2 | ἀπ’ αὐτοῦ‘. A |
| book 116b.1 | 〈ἀντικρὺ δ’〉 ἀπάραξε: εἰ ἀπήραξεν, πῶς ἐπιφέρει |
| book 116b.2 | „τῆλε δ’ ἀπ’ αὐτοῦ / αἰχμὴ χαλκείη“ (Π 117—8); ἔστι δὲ τάχος περὶ |
| book 116b.3 | τὴν ἀπαγγελίαν, καὶ τὸ μὲν ἀπάραξε περὶ ὅλου τοῦ πράγματός |
| book 116b.4 | φησιν, ἔπειτα τὰ κατὰ μέρος ὑποτίθησιν. b(BCE3E4)T |
| book 117-8.1 | πῆλ’ 〈αὔτως ἐν χειρὶ κόλον δόρυ, τῆλε δ’ ἀπ’ |
| book 117-8.2 | αὐτοῦ / αἰχμὴ—πεσοῦσα〉: ἐκράδαινε πρὸς τὸ διαγνῶναι, |
| book 117-8.3 | εἰ τέλεον ἠχρείωται· διασείσαντος δὲ αὐτοῦ ἀπέρριπται ἡ αἰχμή. οἱ δὲ |
| book 117-8.4 | κόλον (117) κολοβωθησόμενον. b(BCE3E4)T οἱ δὲ προειρῆσθαι |
| book 117-8.5.1 | τὸ κεφάλαιον, ἐπανειλῆφθαι δὲ ὡς γέγονεν ἕκαστον, ὡς ἐπὶ τοῦ „ὣς |
| book 117-8.5.2 | πολέας πέφνοντα Μενοιτίου ἄλκιμον υἱόν / Ἕκτωρ Πριαμίδης σχεδὸν |
| book 117-8.5.3 | ἔγχεϊ θυμὸν ἀπηύρα“ (Π 827—8)· καὶ ἔτι ζῇ Πάτροκλος. οἱ δὲ τῆλε |
| book 117-8.5.4 | δ’ ἀπ’ αὐτοῦ (117) τὸν δέ ἀντὶ τοῦ γάρ φασίν. b(BE3E4)T |
| book 117a | αὔτως: δίχα μάχης, ἐπεὶ διάπειρα. T |
| book 117b.1 | κόλον δόρυ: ἕως νῦν παρὰ Ἴωσιν οἱ κολοβοκέρατοι |
| book 117b.2 | κριοὶ ‘κόλοι‘ λέγονται. AT |
| book 117c.1 | 〈κόλον:〉 οὕτως ὡς λόγον ὁ Ἀσκαλωνίτης (p. 55 B.)· |
| book 117c.2 | κἀγὼ δὲ συγκατατίθεμαι. Aim |
| book 119-21.1 | γνῶ δ’ Αἴασ〈—βούλετο νίκην〉: ἑώρα γὰρ |
| book 119-21.2 | καὶ ἔβλεπεν ὅτι παντελῶς τῆς μάχης τὰ ἐνθυμήματα ἠλάττου καὶ |
| book 119-21.3 | ἠφάνιζεν ὁ Ζεύς, τοῖς δὲ Τρωσὶν ἠβούλετο νίκην. | ἢ μᾶλλον ‘τὰ τῶν |
| book 119-21.4 | μαχομένων ἐνθυμήματα ἠλάττου‘. T |
| book 119-20.1 | 〈γνῶ δ’ Αἴας κατὰ θυμὸν ἀμύμονα ῥίγησέν τε / |
| book 119-20.2 | ἔργα θεῶν:〉 συναπτέον μέχρι τοῦ θεῶν (120). δύναται δὲ στίζεσθαι |
| book 119-20.3 | καὶ ἐπὶ τὸ ἀμύμονα (119). Aint |
| book 119.1 | ῥίγησεν: οὐ τὸν Ἕκτορα, ἀλλὰ τὰ τῶν θεῶν ἔργα. καὶ |
| book 119.2 | σχεδὸν μὲν νενίκηται, ἡ δὲ νίκη οὐ τοῦ Ἕκτορος, ἀλλὰ θεῶν. b |
| book 119.3 | (BCE3)T |
| book 120a1.1 | 〈μάχησ〉 ἐπὶ μήδεα κείρει: οὕτως Ἀρίσταρχος „κεῖ‐ |
| book 120a1.2 | ρε“ χωρὶς τοῦ ι, Ἰακῶς· ἔστι γὰρ ἔκειρε· ‘εἰς ἄπορον καθίστη τὰ τῆς |
| book 120a1.3 | μάχης ὡς μηδὲν ἔχειν μήσασθαι‘. A |
| book 120a2.1 | 〈κεῖρε:〉 Ἀρίσταρχος κεῖρε χωρὶς τοῦ ι, ἄλλοι δὲ „κεί‐ |
| book 120a2.2 | ρει“. Aim |
| book 120b1.1 | κεῖρε: παρατατικός· τὸ γὰρ ἑξῆς ἐστιν ‘ἔγνω ὁ Αἴας εἰς ἄπο‐ |
| book 120b1.2 | ρον ἥκουσαν αὐτῷ τὴν μάχην ὡς μηδὲν δύνασθαι ἔτι μηχανήσασθαι‘. |
| book 120b1.3 | τοσοῦτον ἄρα ἐφεστὼς ὠφέλει. ὥστε καὶ τὸ ἐν ἀρχῇ „ὣς οἱ μὲν περὶ |
| book 120b1.4 | νηόσ“ (Π 1) εἰκότως ἐξηκούομεν περὶ τοῦ Αἴαντος καὶ πάντων τῶν |
| book 120b1.5 | Τρώων. T |
| book 120b2.1 | παρατατικῶς· τὸ γὰρ ἑξῆς ἐστιν ‘ἔγνω Αἴας εἰς ἄπορον |
| book 120b2.2 | ἥκουσαν αὐτῷ τὴν μάχην ὡς μηδὲν δύνασθαι ἔτι μηχανήσασθαι‘· ὁ γὰρ |
| book 120b2 | Ζεὺς ἐπέκειρε τὰ βουλεύματα τῶν Ἀχαιῶν. b(BCE3E4) |
| book 122 | χάζετο δ’ ἐκ βελέων: οὐκ εἶπεν ‘ἐκ νεῶν‘. T |
| book 123a.1 | ΚΑΤΑΣΒΕΣΤΗ: ἡ διπλῆ, ὅτι ἔστι μὲν ἐκ πλήρους λα‐ |
| book 123a.2 | βεῖν „κατά“. εἶτα „σβεστή“, τὸ συμβαῖνον ἐπιθετικῶς. ἔστι δὲ καὶ |
| book 123a.3 | κατὰ συναλιφὴν „ἀσβέστη“, οἷον ἀκατάσβεστος, ὅ ἐστι δυσκόλως |
| book 123a.4 | σβεστή· ὃ καὶ μᾶλλον· οὕτως γὰρ εἴωθε λέγειν· „ἄσβεστος δ’ ἄρ’ |
| book 123a.5.1 | ἐνῶρτο γέλωσ“ (Α 599). τὸ δὲ „σβεστή“ ἀνέμφατον. καὶ τὸ σχῆμα |
| book 123a.5.2 | Ὁμηρικόν, „ἀσβέστη“, καθάπερ „ῥεῖα δ’ ἀριγνώτη πέλεται“ (ζ 108) |
| book 123a.5.3 | ἀντὶ τοῦ ἀρίγνωτος. A |
| book 123b.1 | κατ’ ἀσβέστη: μόνως ἀσβέστη ἀναγνωστέον, οὐ |
| book 123b.2 | „κατὰ σβεστή“· οὕτως γὰρ εἴωθε λέγειν· „ἄσβεστος δ’ ἄρ’ ἐνῶρτο |
| book 123b.3 | γέλωσ“ (Α 599) b(BCE3E4)T καὶ „φλογὶ 〈ε〉ἴκελος Ἡφαίστοιο / |
| book 123b.4 | ἀσβέστῳ“ (Ρ 88—9). T καὶ τὸ σχῆμα Ὁμηρικόν, καθάπερ τὸ |
| book 123b.5 | „ῥεῖα δ’ ἀριγνώτη πέλεται“ (ζ 108) ἀντὶ τοῦ ἀρίγνωτος. b(BCE3E4)T |
| book 123c.1 | ἀσβέστη {κέχυτο φλόξ}: Ἀρίσταρχος κατὰ βαρεῖαν |
| book 123c.2 | τάσιν ἀσβέστη, παρώνυμον ἐκδεχόμενος τοῦ „ἄσβεστος δ’ ἄρ’ |
| book 123c.3 | ἐνῶρτο γέλωσ“ (Α 599), ὑγιῶς πάνυ· οὕτω γὰρ ἔχει τὸ ἀνάλογον ἥ τε |
| book 123c.4 | ἔμφασις τοῦ δηλουμένου, καὶ πολὺς ὁ τοιοῦτος σχηματισμὸς Ὁμηρι‐ |
| book 123c.5 | κός. A |
| book 123d.1 | ἀσβέστη: δυσκατάσβεστος. οἱ δὲ τάχιστα κατασβεσθη‐ |
| book 123d.2 | σομένη. b(BCE3E4)T |
| book 123e.1 | κέχυτο: ἐμφαντικῶς τῷ ῥήματι ὡς ἐπὶ ὑγροῦ καταχυ‐ |
| book 123e.2 | θέντος ἔφη τὴν διάδοσιν τοῦ πυρός· ὑπεκκαύματα γάρ, καὶ ἡ καιομένη |
| book 123e.3 | ὕλη πέφυκεν εὐδιάλυτος εἶναι διά τε τὰ ξύλα καὶ τὸ χρῖσμα τῆς πίτ‐ |
| book 123e | της. b(BCE3E4)T |
| book 124.1 | 〈τὴν μὲν πρύμνην:〉 πρὸς τὴν φράσιν, ὅτι οὕτως εἴρηκε |
| book 124.2 | τὴν μὲν πρύμνην ἀντὶ τοῦ τῆς μὲν τὴν πρύμνην. Aint |
| book 125a1.1 | μηρὼ πληξάμενος: ὢ τῆς συμφορᾶς, ὅπου γε καὶ |
| book 125a1.2 | Ἀχιλλέα εἰς τοιαύτην ἀπάγει μεταβολήν. T |
| book 125a2.1 | μεγίστη νῦν καὶ καιρία ἡ συμφορά, ὅπου γε καὶ Ἀχιλλέα |
| book 125a2.2 | εἰς τὴν τοιαύτην μετέβαλε λύπην καὶ ἀγωνίαν. b(BCE3) |
| book 126.1 | ἱπποκέλευθε: ἱππικώτατε, τοῖς ἵπποις εὐτρεπίζων ὁδόν· |
| book 126.2 | ἢ b(BCE3) ἐφ’ ἵππων τὴν πορείαν ποιούμενε. b(BCE3)T |
| book 127a | 〈ἰωήν:〉 ἐν τῇ Μασσαλιωτικῇ „ἐρωήν“. Aint |
| book 127b | ἐρωήν: 〈γράφεται〉 „ἰωήν“, | ὁρμήν, παρὰ τὸ ἰέναι. T |
| book 128a.1 | μὴ δὴ νῆας ἕλωσι 〈καὶ οὐκέτι φυκτὰ πέλωνται〉: |
| book 128a.2 | ταῦτα ὁμολογουμένως καθ’ ἑαυτὰ λέγεται· ὑπερευλαβούμενος γὰρ λέ‐ |
| book 128a.3 | γει. δύναιτο δ’ ἂν καὶ τὸ ἑξῆς εἶναι „ὄρσεο“ (Π 126), μὴ δὴ νῆας |
| book 128a.4 | ἕλωσιν· ἀλλὰ βέλτιον τὸ πρότερον. παρατηρητέον δὲ πρὸς τὰ |
| book 128a.5 | ἀσύνδετα τὴν προσωποποιΐαν ὅτι ἐμφαντικωτάτη. A |
| book 128b1.1 | μὴ δὴ νῆας ἕλωσι: μέμνηται τῶν λόγων ἑαυτοῦ· |
| book 128b1.2 | ἠπείλει γὰρ μὴ πρότερον ἐξελεύσεσθαι πρὶν ταῖς ναυσὶν ἐπελθεῖν τοὺς |
| book 128b1.3 | Τρῶας „κατά τε 〈σ〉μῦξαι πυρὶ νῆασ“ (Ι 653). T |
| book 128b2.1 | ἤδη πέρας οἱ λόγοι †αὐτοὶ† ἀπειλήφασι, καὶ μέμνηται |
| book 128b2.2 | αὐτῶν· διὸ καὶ μεταβάλλεται· ἠπείλει γὰρ μὴ πρὶν ἐξιέναι πρὶν ταῖς |
| book 128b2.3 | ναυσὶν ἐπελθεῖν τοὺς Τρῶας. b(BCE3E4) |
| book 128c1.1 | {μὴ δὴ νῆας ἕλωσι καὶ οὐκέτι} φυκτὰ πέλωνται: ἡ |
| book 128c1.2 | διπλῆ, ὅτι οὕτως εἴρηκε πληθυντικῶς πέλωνται καὶ οὐ πέληται, |
| book 128c1 | ὁμοίως τῷ „σπάρτα λέλυνται“ (Β 135). A |
| book 128c2 | {φυκτὰ πέλονται:} ὅτι ἀντὶ τοῦ πέληται. T |
| book 129a.1 | δύσεο τεύχεα 〈θᾶσσον〉: πῶς γὰρ ἂν οὐκ ἦν φθονε‐ |
| book 129a.2 | ρός, μάχεσθαι συγχωρῶν τῷ φίλῳ, δι’ ὧν δὲ ἄριστα μάχεσθαι μέλλοι, |
| book 129a.3 | μὴ συγχωρῶν; T |
| book 129b.1 | ἐγὼ δέ 〈κε〉 λαὸν ἀγείρω: δαιμονίως αὐτὸς ἐπισπεύ‐ |
| book 129b.2 | δει οὐκ ἐπιτρέπων πάντα τῷ φίλῳ, ἀλλὰ μέρος τι καὶ αὑτῷ. b(BCE3 |
| book 129b.3 | E4)T |
| book 129c | 〈ἀγείρω:〉 ὅτι ἀντὶ τοῦ ἀγείραιμι. Aint |
| book 129d.1 | {λαὸν} ἀγείρω: ὁμοίως τῷ ἀγερῶ· ἐνεστὼς γάρ ἐστι |
| book 129d.2 | σημαίνων μέλλοντα, ὥσπερ καὶ ἐπ’ ἄλλων παρεθέμεθα· „ἐγὼ δέ κ’ |
| book 129d.3 | ἄγω Βρισηΐδα“ (Α 184), „ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει“ (Η |
| book 129d.4 | 124). οὕτως καὶ τὸ „ἐρύουσιν“ (Λ 454 al.) ἔχει. οὕτως δὲ καὶ Ἀρίσταρ‐ |
| book 129d.5 | χος. A |
| book 131.1 | κνημῖδας μὲν πρῶτα: σπεύδοντα δεῖ προφέρεσθαι ταῦ‐ |
| book 131.2 | τα, ἐπιπόθησιν τῆς ἐξόδου μιμούμενον. T |
| book 134a1 | ἀστερόεντα: ἄστρων μορφαῖς πεποικιλμένον. T |
| book 134a2.1 | ἄστρων κεχρωματισμένον καὶ πεποικιλμένον μορφαῖς. b |
| book 134a2.2 | (BCE3) |
| book 134b.1 | ποδώκεος Αἰακίδαο: τινὲς „κακῶν βελέων ἀλεωρήν“· |
| book 134b.2 | καὶ γὰρ „ξεῖνος γάρ οἱ ἔδωκε 〈...〉 δηΐων ἀνδρῶν ἀλεωρήν“ (Ο |
| book 134b.3 | 532—3). T |
| book 135.1 | βάλετο ξίφος: τὸ ἴδιον ξίφος· διὸ Ἥφαιστος οὐ ποιεῖ (cf. |
| book 135.2 | Σ 609—13). T |
| book 140a | 〈ἔγχος δ’ οὐχ ἕλετ’ οἶον ἀμύμονος Αἰακίδαο: ὅτι〉 |
| book 140a | Ζηνόδοτος τοῦτον ἀθετήσας τοὺς ἑξῆς τέσσαρας οὐκ ἔγραφεν. Aim |
| book 140a.1 | ἔγχος δ’ οὐχ ἕλετ’ οἶον: προκατεσκεύακε μόνον αὐτὸ |
| book 140a.2 | —καὶ μετὰ ταῦτα Ἀχιλλεύς. ἡ ἱστορία παρὰ τῷ τὰ Κύπρια ποιή‐ |
| book 140a.5 | σαντι (fr. 3 A. = 3 B.). A |
| book 140b | 〈ἔγχος δ’ οὐχ ἕλετ’ οἶον ἀμύμονος Αἰακίδαο:〉 |
| book 140b.1 | διὰ τί οὖν μόνον τὸ Πηλιωτικὸν αὐτῷ ἀναρμοστεῖ δόρυ, τῶν ἄλλων |
| book 140b.2 | ἁρμοσάντων ὅπλων; Μεγακλείδης ἐν δευτέρῳ 〈Περὶ〉 Ὁμήρου (F. H. |
| book 140b.3 | G. IV p. 443) προοικονομεῖσθαί φησιν Ὅμηρον τὴν ὁπλοποιΐαν· καὶ |
| book 140b.5.1 | ἐπειδὴ τὰς μὲν ἄλλας ὕλας, ἐξ ὧν ὁ Ἥφαιστος ἐδημιούργει τὰ ὅπλα, |
| book 140b.5.2 | τὸν χρυσὸν καὶ τὸν ἄργυρον, οὐκ ἀπίθανον εἶναι καὶ ἐν οὐρανῷ, |
| book 140b.5.3 | δένδρον δὲ οὐράνιον λέγειν καταγελαστότατον ἦν, διὰ τοῦτο τὰ μὲν |
| book 140b.5.4 | λοιπὰ ὅπλα πεποίηκε τὸν Πάτροκλον φέροντα, ἃ καὶ ἀπολόμενα |
| book 140b.5.5 | ἐτύγχανεν ἂν τῆς Ἡφαίστου δημιουργίας, μόνον δὲ τὸ δόρυ ἐάσαντα, |
| book 140b.10.1 | ἵνα σωθῇ καταλειπόμενον· τοῦτο γὰρ ἀπολόμενον οὐκ ἂν ὁ Ἥφαιστος |
| book 140b.10.2 | κατεσκεύασε πιθανῶς διὰ τὸ τὴν ὕλην αὐτοῦ μὴ οὐράνιον, ἀλλ’ ἔγ‐ |
| book 140b.10.3 | γειον καὶ Πηλιῶτιν εἶναι. A |
| book 140c.1 | ἔγχος δ’ οὐχ ἕλετ’ 〈οἶον ἀμύμονος Αἰακίδαο〉: |
| book 140c.2 | ἐχρῆν γάρ τι ἐξαίρετον εἶναι τῷ Ἀχιλλεῖ, ἄλλως τε οὐκ ἦν τέκτων |
| book 140c.3 | Ἥφαιστος· οὐ γάρ εἰσιν ἐν οὐρανῷ ξύλα. εἰκότως οὖν, ὅπερ οὐκ ἐνῆν |
| book 140c.4 | κατασκευάσαι, τοῦτο Ἀχιλλεῖ τετήρηκε. κατέκρυψε μέντοι τὸ πλάσμα |
| book 140c.5.1 | τῇ τοῦ Ἀχιλλέως ὑπεροχῇ, δι’ ἀσθένειαν οὐ δυνηθῆναι φήσας τὸν |
| book 140c.5.2 | Πάτροκλον καὶ τῷ δόρατι χρῆσθαι (cf. Π 141—2). b(BE3)T |
| book 141a.1 | 〈βριθὺ μέγα στιβαρόν:〉 καθ’ ἕκαστον βραχὺ διασταλ‐ |
| book 141a.2 | τέον. Aint |
| book 141b | στιβαρόν: πᾶν τὸ μένον ἰσχυρὸν καὶ στιφρὸν λέγουσιν. T |
| book 141-2a1.1 | τὸ μὲν οὐ δύνατ’ ἄλλος 〈Ἀχαιῶν /〉 πάλλειν, |
| book 141-2a1.2 | 〈ἀλλὰ—Ἀχιλλεύσ〉: ἀστερίσκους ἔχουσι, κακῶς ὄντες ἐν τῇ Τ |
| book 141-2a1.3 | (sc. 388—9). | κατὰ συλλογισμὸν ὁ ἔπαινος· ποῖον γὰρ ἦν ὡς μηδὲ |
| book 141-2a1.4 | πάλλειν αὐτὸ τοὺς ἥρωας δύνασθαι. T |
| book 141-2a2.1 | ἀστερίσκους ἔχουσι κακῶς· φησὶ γὰρ Ζηνόδοτος ὅτι |
| book 141-2a2.2 | ‘ποῖόν τι ἦν ὡς μὴ δύνασθαι αὐτὸ αἴρειν τοὺς ἥρωας;‘ ἔστι δὲ κατὰ συλ‐ |
| book 141-2a2.3 | λογισμὸν ὁ ἔπαινος καὶ σύγκρισιν. b(BCE3) |
| book 141-2b.1 | ἄλλως· τὸ μὲν οὐ δύνατ’ ἄλλοσ〈—〉ἀλλ〈ά |
| book 141-2b.2 | μιν〉 οἶος ἐπίστατο: τῇ ἐπιστήμῃ τὴν δύναμιν προσάπτει. b |
| book 141-2b.3 | b(BCE3)T |
| book 142a.1 | {πάλλειν} ἀλλά μιν οἶος ἐπίστατο πῆλαι: ἡ |
| book 142a.2 | διπλῆ, ὅτι ἀντὶ τοῦ ἐδύνατο, μόνος ἐδύνατο χρήσασθαι τῷ δόρατι· τὸ |
| book 142a.3 | γὰρ πῆλαι ἐκ παρεπομένου τὴν χρῆσιν σημαίνει. A |
| book 142b.1 | ἐπίστατο: ἐδύνατο. καὶ Σοφοκλῆς (fr. 817 N.2 = 903 P. = 903 R.)· |
| book 142b.2 | „οὐπώποθ’ ὑμᾶς συμβαλεῖν ἐπίσταμαι“. b(BCE3)T οἱ δὲ πλάτ‐ |
| book 142b.3 | τονται λέγοντες ὡς Πηλεὺς μὲν παρὰ Χείρωνος ἔμαθε τὴν χρῆσιν αὐ‐ |
| book 142b.4 | τῆς, Ἀχιλλεὺς δὲ παρὰ Πηλέως, ὁ δὲ οὐδένα ἐδίδαξεν. καὶ ὁ τῆς |
| book 142b.5.1 | Μικρᾶς Ἰλιάδος ποιητής (fr. 5 A. = 2 B.)· „ἀμφὶ δὲ πόρκης / χρύσεος |
| book 142b.5.2 | ἀστράπτει καὶ ἐπ’ αὐτῷ δίκροος αἰχμή“. T |
| book 143a | 〈μελίην:〉 τὴν ἐκ μελίης. Aim |
| book 143b | πόρε: διχῶς, καὶ „τάμε“ καὶ πόρε. Aint T |
| book 144a | 〈ἐκ κορυφῆς:〉 Ἀρίσταρχος „ἐν κορυφῇσ“ διὰ τοῦ ν. Aim |
| book 144b.1 | ἐκ κορυφῆς: καὶ „ἐν κορυφῇσ“. | ἔστι δὲ ἄκρα Χειρώνειος |
| book 144b.2 | ὑπὲρ Σηπιάδος ἄκρας πρὸς Ζέφυρον ἄνεμον νεύουσα, ἔνθα ᾤκει ὁ Χεί‐ |
| book 144b.3 | ρων. T |
| book 145a.1 | 〈ἵππους δ’〉 Αὐτομέδοντα 〈θοῶς ζευγνύμεν ἄνω‐ |
| book 145a.2 | γε〉: ζῶντος Πατρόκλου οὐκ ἦν Αὐτομέδων ἡνίοχος Ἀχιλλέως. προ‐ |
| book 145a.3 | παρασκευὴ νῦν, ἵνα καὶ Ἀχιλλεὺς αὐτῷ χρήσηται ἡνιόχῳ. b |
| book 145a.4 | (BCE3)T |
| book 145b | ζευγνύμεν: ζευγνύμεναι τὸ τέλειον. T |
| book 146a.1 | 〈τὸν μετ’ Ἀχιλλῆα ῥηξήνορα τῖε μάλιστα:〉 ὅτι |
| book 146a.2 | Πάτροκλος μὲν Ἀχιλλέως ἡνίοχος, Πατρόκλου δὲ Αὐτομέδων. Aint |
| book 146b1.1 | τὸν μετ’ Ἀχιλλῆα〈—〉τῖε 〈μάλιστα〉: παι‐ |
| book 146b1.2 | δευτικὸν τοῦτο· τὸ γὰρ συμμετρεῖσθαι τὰς φιλίας ἄριστον. T |
| book 146b2.1 | παιδευτικὸν καὶ τοῦτο ὅτι μετ’ Ἀχιλλέα εἶχεν αὐτόν· |
| book 146b2.2 | τὸ γὰρ συμμέτρους εἶναι τὰς φιλίας ἄριστον καὶ τοὺς φίλους εἰς |
| book 146b2.3 | πίστιν διεγεῖρον. b(BCE3) |
| book 147.1 | πιστότατος 〈δέ οἱ ἔσκε μάχῃ ἔνι μεῖναι ὁμοκλήν〉: |
| book 147.2 | πιστότατόν φησι τὸν παρὰ τὴν μάχην οὐκ ἐγκαταλιμπάνοντα τοὺς |
| book 147.3 | φίλους, οἷον ὁ ἐν πολέμῳ κοινωνεῖν θέλων τῶν κινδύνων μεγάλην |
| book 147.4 | πίστιν τῆς φιλίας παρέχεται. b(BCE3E4)T |
| book 148.1 | ὕπαγε ζυγόν: ὑπὸ ζυγὸν ἦγεν, b(BCE3)T ὑπεζεύγ‐ |
| book 148.2 | νυεν. b(BCE3) καὶ ἀλλαχοῦ· „τὴν ὅ γ’ ὑπὸ ζυγὸν ἦγε, μέγα |
| book 148 | δρόμου ἰσχανόωσαν“ (Ψ 300). T |
| book 149a1.1 | Ξάνθον καὶ Βαλίον: ὁ μὲν ἀπὸ τῆς χροιᾶς, ὁ δὲ ἀπὸ |
| book 149a1.2 | τοῦ πηδᾶν. εἰκὸς δὲ μετὰ θάνατον Ἀχιλλέως τὸν δόντα Ποσειδῶνα |
| book 149a1.3 | πάλιν αὐτοὺς ἀνακομίσασθαι ὡς καὶ τὸ Ἀγαμέμνονος σκῆπτρον. ἐν δὲ |
| book 149a1.4 | τῷ Καταλόγῳ οὐδὲν περὶ αὐτῶν εἶπεν (cf. Β 770), ἐπεὶ μὴ ἐπολέμουν, |
| book 149a1.5 | οὐδὲ περὶ Μυρμιδόνων (cf. Β 684). T |
| book 149a2.1 | τὸν μὲν ἀπὸ τῆς χροιᾶς ὀνομάζει, τὸν δὲ ἀπὸ τοῦ πηδᾶν. |
| book 149a2.2 | ἐν δὲ τῷ Καταλόγῳ περὶ αὐτῶν οὐδὲν λέγει, ὅτι μὴ ἐν πολέμῳ ἐξῄεσαν, |
| book 149a2.3 | οὔτε γὰρ περὶ τῶν Μυρμιδόνων· σκοπὸς γὰρ ἦν αὐτῷ τοὺς πολεμοῦν‐ |
| book 149a2.4 | τας ἐμφῆναι. νυνὶ δὲ μερικῶς πως βούλεται μνημονεῦσαι, ὅτε καὶ ἐπὶ |
| book 149a2.5 | πόλεμον ἐξάγει. b(BCE3E4) |
| book 149b.1 | {ξάνθον καὶ} Βαλίον: παροξυτονητέον τὸ Βαλίον. καὶ |
| book 149b.2 | εἴρηται (sc. ad Β 495) περὶ τῶν τοιούτων. A |
| book 150a1.1 | τοὺς ἔτεκε Ζεφύρῳ 〈ἀνέμῳ Ἅρπυια Ποδάργη〉: |
| book 150a1.2 | καὶ αἱ Ἐριχθονίου ἐκ Βορέου, ἅμα μὲν διὰ τὸ ὑπερβάλλον τάχος (cf. |
| book 150a1.3 | Υ 225—9), ἅμα δέ, ὥς φησιν Ἀριστοτέλης (cf. h. an. 6, 18 p. 572 a |
| book 150a1.4 | 14), ὡς ἐξανεμούμεναι ὁτὲ μὲν πρὸς νότον ὁτὲ δὲ πρὸς βορᾶν κύου‐ |
| book 150a1.5 | σιν. T |
| book 150a2.1 | εἰκότως δὲ Ἁρπυίας Ποδάργης καὶ Ζεφύρου τοὺς ἵππους |
| book 150a2.2 | καλεῖ διὰ τὸ τάχος τὸ ὑπερβάλλον, καὶ ὅτι εὔψυχοι καὶ καρτερικοὶ καὶ |
| book 150a2.3 | πολύπονοι. φησὶ δὲ καὶ Ἀριστοτέλης ὅτι μόναι ὁτὲ μὲν πρὸς νότον |
| book 150a2.4 | ὁτὲ δὲ πρὸς βορρᾶν ὡς ἐξ ἀνέμου κύουσιν. b(BCE3E4) |
| book 150b.1 | Ἅρπυια Ποδάργη: ἡ διπλῆ, ὅτι Ζηνόδοτος γράφει |
| book 150b.2 | „Ἅρπυια πόδαργοσ“ ὡς ἐπιθετικόν, ἵν’ ᾖ ποδώκης. ἔστι δὲ τὸ κύριον |
| book 150b.3 | ὄνομα Ποδάργη. σαφὲς δὲ καὶ ἐκ τούτων· „Ξάνθε τε καὶ Βαλίε, τη‐ |
| book 150b.4 | λεκλυτὰ τέκνα Ποδάργησ“ (Τ 400). A |
| book 150c.1 | Ἅρπυια Ποδάργη: ὡς „Νηῒς Ἀβαρβερέη“ (Ζ 22). |
| book 150c.2 | φησὶν οὖν „τηλεκλυτὰ τέκνα Ποδάργης (Τ 400). Ἅρπυια δὲ θήλεια |
| book 150c.3 | ἄνεμος. T |
| book 150c | Ἅρπυια· ἤτοι ἀνέμου εἶδος—πόδας ἐχούσης. A |
| book 150d.1 | Ποδάργη: εἴτε σύνθετόν ἐστιν εἴτε παρασύνθετον, παρ‐ |
| book 150d.2 | οξυτονητέον εἰς ἰδιότητα. A |
| book 151 | 〈παρὰ ῥόον:〉 ἢ ἔτεκεν (cf. Π 150) ἢ βοσκομένη. Tt |
| book 152a.1 | ἐν δὲ παρηορίῃσιν: ἄπορον, ὅτου χάριν Ἀχιλλεὺς |
| book 152a.2 | τοῖς ἀθανάτοις ἵπποις θνητὸν συμπλέκειν ἀξιοῖ· τὸ γὰρ χεῖρον παρὰ |
| book 152a.3 | πολὺ τοῖς κρείσσοσι συμπλεκόμενον αἰσχύνειν †ἄλλο†. ἴσως οὖν ἁρ‐ |
| book 152a.4 | μόσει λέγειν ὅτι τοῦτον προσέθηκεν ἐκείνοις, ἵνα ἐγκόπτοιντο ἐν τῷ |
| book 152a.5.1 | δρόμῳ· †μέτρον† γὰρ εἶναι τὸ τάχος αὐτῶν ἐβούλετο καὶ οὐχ ὑπερ‐ |
| book 152a.5.2 | βάλλον σφόδρα, ἐπεὶ καὶ τοῦτο ἄχρηστον ἐνίοτε. ἢ τάχα τὸν ἡνίοχον |
| book 152a.5.3 | ἐπαινεῖ δυνάμενον ἀναχαιτίζειν τὴν ὁρμὴν τῶν ἀθανάτων ἵππων, |
| book 152a.5.4 | ὅπως ἂν ὁ θνητὸς αὐτοῖς ἰσοδραμῇ· ἢ βούλεται ὁ ποιητὴς τὴν φύσιν |
| book 152a | ἐνδείκνυσθαι τοῦ ἥρωος, μικτὴν οὖσαν ἐκ θνητοῦ καὶ ἀθανάτου. πῶς |
| book 152a.10.1 | δὲ „ἀλεγεινοὶ“ ὄντες „ἀνδράσι“ (cf. Ρ 76—7) Πατρόκλῳ ὑποτάσσον‐ |
| book 152a.10.2 | ται; ἀλεγεινὸν οὖν ἐστι τὸ μετὰ φροντίδος κατορθούμενον· b(BE3E4) |
| book 152a.10.3 | T ἡνίοχος τε ἦν αὐτοῖς Πάτροκλος—διὸ καὶ κλάουσιν αὐτόν (cf. |
| book 152a.10.4 | Ρ 426—40)—πιθανόν τε Αὐτομέδοντα πάλαι συνησκῆσθαι αὐτοῖς |
| book 152a.10.5 | διὰ τὰ συμβαίνοντα. T |
| book 152b.1 | ἄλλως· παρηορίῃσιν: παρηρτημέναις σειραῖς πρὸς τὴν |
| book 152b.2 | ζεῦξιν τοῦ περισσοῦ ἵππου. διὰ τί δὲ δεῖται παρηόρου; οἱ μὲν γὰρ |
| book 152b.3 | ἄλλοι δεόντως πρὸς τὸ εἰ κάμοι ἢ τρωθείη εἷς ἀντεπεισάγεσθαι ἀντ’ |
| book 152b.4 | αὐτοῦ τὸν παρήορον, τοῖς δὲ ἀθανάτοις ποῖον δέος ἢ τρωθῆναι ἢ κα‐ |
| book 152b.5.1 | μεῖν; ἔστιν οὖν εὔηθες τοὺς μὲν Ὁμηρικοὺς θεοὺς τιτρώσκεσθαι, ἵπ‐ |
| book 152b.5.2 | πους δὲ μή. b(BCE3E4)T ἄλλως τε ποικῖλαι θέλει τὴν Σαρπηδό‐ |
| book 152b.5.3 | νος μάχην καὶ οὐκ ἄπρακτον αὐτὸν ἀνελεῖν (cf. Π 466—76). b(BE3 |
| book 152b.5.4 | E4)T |
| book 155.1 | θώρηξεν: ἄμεινον ‘ἐκόσμησε‘· „τοὺς δ’ αὐτοὶ βασιλῆες |
| book 155.2 | ἐκόσμεον“ (Ξ 379)· ἑαυτὸν γὰρ ἕκαστος θωρήσσει, καὶ ὡς μὴ εἰρημένον |
| book 155.3 | νοεῖται. διὰ τοῦτο „σὺν τεύχεσιν“ (Π 156). T |
| book 156a.1 | 〈πάντας ἀνὰ κλισίας:〉 Ζηνόδοτος „πάντῃ ἀνὰ κλι‐ |
| book 156a.2 | σίασ“. Aint |
| book 156b.1 | λύκοι ὥς: διὰ μακροῦ ἀπέδωκεν αὐτῷ τὸ „ῥώοντο“ (Π |
| book 156b.2 | 166). κεκορεσμένοις δὲ εἴκασε καὶ ἐπὶ ποτὸν ἐρχομένοις, ἐπεὶ πεινῶντες |
| book 156b.3 | μὲν διασκεδάννυνται ἄλλος ἄλλοσε ἐς νομάς, ἐς ποτὸν δὲ ἀθρόοι ἀπίασιν. |
| book 156b.4 | b(BCE3E4)T |
| book 158 | {οἵ τ’ ἔλαφον} μέγαν: πρὸς τὸ κορέσαι αὐτούς. T |
| book 159a | πᾶσιν {δε παρήιον}: ἀντὶ τοῦ πάντων. T |
| book 159b.1 | αἵματι φοινόν: πεφοινιγμένον ἀπὸ τοῦ αἵματος. λέγει |
| book 159b.2 | δὲ καὶ „αἵματι φοινικόεισ“ (Ψ 717) καὶ „χλαῖναν θέτο φοινικόεσσαν“ |
| book 159b.3 | (φ 118, cf. ξ 500) καὶ „ἡνία φοινικόεντα“ (Θ 116) καὶ „φοίνικι μιήνῃ“ |
| book 159b.4 | (Δ 141) καὶ „Φοίνικεσ“ (Ψ 744 al.), ὅτι παρὰ τὴν Ἐρυθρὰν θάλασσαν |
| book 159b.5.1 | ᾤκουν, ἣν Φοινικὴν Διονύσιος (FGrHist 15,10 vel 687,4) καλεῖ, καὶ τὸ φυτόν |
| book 159b.5.2 | (cf. ζ 163), ὅτι ὡς ἐπὶ τὸ πολὺ φοινίκεον ποιεῖ καρπόν, καὶ „φοινήεντα |
| book 159b.5.3 | δράκοντα“ (Μ 202) ἀπὸ τοῦ φοινός, b(BE3)T καὶ „φοίνιον |
| book 159b.5.4 | αἷμα“ (ς 97) ἐπὶ τοῦ Ἴρου· οὐ γὰρ πεφόνευται, ἵνα εἴπῃς ὅτι παρὰ |
| book 159b.5.5 | τὸν φόνον γεγένηται ἡ λέξις. T |
| book 160a1.1 | 〈καί τ’ ἀγεληδὸν ἴασιν:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ |
| book 160a1.2 | ἴασι πρὸς τὸ σαφέστερον. Aint |
| book 160a2 | ἴασιν: ὧδε ἡ στιγμή. T |
| book 160a3 | στικτέον εἰς τὸ ἴασι. b(BCE3E4) |
| book 161a.1 | λάψοντες: ὅτι Ζηνόδοτος γράφει „λάψαντεσ“ διὰ τοῦ α. |
| book 161a.2 | ἔσονται δὲ ἤδη πεπωκότες, καὶ ἐκλέλυται ἡ ἔμφασις· οἱ μὲν γὰρ αἵμα‐ |
| book 161a.3 | τος 〈ἐμ〉πεφορημένοι καὶ διὰ δίψαν ὁρμῶντες ἐπὶ τὴν κρήνην σώζουσι |
| book 161a.4 | τὸ παράστημα. ἐπλάνησε δὲ τὸν Ζηνόδοτον τὸ ἑξῆς, δεξάμενον ‘ἀπὸ |
| book 161a.5.1 | κρήνης ἴασιν‘ (cf. Π 160). οὐκ ἔδει δέ, ἀλλ’ ‘ἐκ κρήνης πιόμενοι πο‐ |
| book 161a.5.2 | ρεύονται‘ (cf. Π 160—1). A |
| book 161b | λάψοντες: πιόμενοι. | Ζηνόδοτος δὲ „λάψαντεσ“, ἐμπλη‐ |
| book 161b.1 | σθεῖσιν εἰκάζων αὐτούς, b(BCE3)T οὐ καλῶς. b(BCE3). | ὠνομα‐ |
| book 161b.2 | τοπεποίηται δὲ ἡ λέξις ἀπὸ τοῦ γινομένου ἤχου ἐν τῇ πόσει τῶν |
| book 161b.3 | κυνῶν καὶ τῶν λύκων. A b (BE3)T |
| book 161c1.1 | ΑΡΑΙΗΙΣΙΝ: δασέως, λεπταῖς καὶ ἐπιμήκεσιν. οἱ δὲ |
| book 161c1.2 | ψιλῶς, βλαπτικαῖς. T |
| book 161c2.1 | δασείαις, ἀσθενέσιν, ἐπιμήκεσιν, ἢ λεπταῖς. b(BCE3E4) |
| book 161c2.2 | ἢ βλαπτικαῖς. b(BCE3) |
| book 161d.1 | μέλαν ὕδωρ: Ἀναξαγόρας (Vors. 6 59 A 98) ἐπεὶ φύσει |
| book 161d.2 | μέλαν· καὶ γοῦν ὁ καπνὸς μέλας ἐστὶν ἐκ τοῦ ὕδατος τῶν ξύλων ἀνιέ‐ |
| book 161d.3 | μενος. οἱ δὲ διὰ τὴν σκιὰν τῶν φυτῶν. A |
| book 162a.1 | ἄκρον, ἐρευγόμενοι 〈φόνον αἵματοσ〉: τὴν πρώτην |
| book 162a.2 | λέξιν τοῖς ἄνω προσδιδόναι βέλτιον· τὸ γὰρ συμβαῖνον αὐτὸ ἀπαγ‐ |
| book 162a.3 | γέλλει· οἱ πίνοντες ἄκρον προσφέρονται τὸ ὕδωρ. A |
| book 162b.1 | ἄκρον, ἐρευγόμενοι 〈φόνον αἵματοσ〉: στικτέον εἰς |
| book 162b.2 | τὸ ἄκρον, ἵν’ ᾖ ‘λάψοντες ἀπὸ τῆς κρήνης τὸ ἄκρον ὕδωρ‘· οὐ γὰρ |
| book 162b.3 | καθιᾶσι τὴν γλῶσσαν εἰς τὸ ὕδωρ ὡς οἱ βόες· b(BCE3E4)T οἱ δὲ |
| book 162b.4 | λύκοι, πάρδοι, ἵπποι καὶ τὸ ἥμισυ τῆς ὄψεως. τινὲς δὲ τῷ φόνον |
| book 162b.5.1 | ἐπισυνάπτουσιν, ἄκρον φόνον, τὸ ἀνωτάτω αἷμα τοῦ καταπινο‐ |
| book 162b.5.2 | μένου καὶ ὄντος ἐν τῷ στομάχῳ. T |
| book 162c | φόνον αἵματος: ἀντὶ τοῦ αἷμα φόνου. T |
| book 163a.1 | περιστένεται: ὅτι ἔστι μὲν ἐκδέξασθαι καὶ τὸ στενοχω‐ |
| book 163a.2 | ρεῖται· „στεινόμενος νεκύεσσιν“ (Φ 220)· ὥστε καταστρέφειν εἰς τὸ |
| book 163a.3 | βαρύνεται. βέλτιον δὲ παρεμπεπτωκέναι τὸ ς ὡς ἐπὶ τῆς φερεσβίου |
| book 163a.4 | ὥστε εἶναι καὶ τὸ περιστένεται ἀντὶ τοῦ περιτείνεται διὰ τὸ |
| book 163a.5 | ἐμπλησθῆναι τοῦ αἵματος. A |
| book 163b.1 | περιστένεται {δὲ γαστήρ}: Ἀρίσταρχος ἀντὶ τοῦ ‘πε‐ |
| book 163b.2 | ριτείνεται‘ διὰ τὴν πλησμονὴν ὡς φερέβιος φερέσβιος· οἱ δὲ ‘στένει‘ διὰ |
| book 163b.3 | τὴν αὐτὴν αἰτίαν· οἱ δὲ ‘στενοχωρεῖται‘, ὡς „στεινόμενος νεκύεσσι“ |
| book 163b.4 | (Φ 220). T |
| book 166a1.1 | 〈ῥώοντο:〉 ἐρρωμένως καὶ μετὰ πολλῆς προθυμίας καὶ |
| book 166a1.2 | γενναιότητος περὶ αὐτὸν ἵσταντο, b(BCE3E4) ἐπιθυμίαν ἔχοντες |
| book 166a1.3 | αἵματος πολεμίου ὡς οἱ λύκοι. b(BCE3) |
| book 166a2 | {ῥώοντο:} ἐρρωμένως περὶ αὐτὸν †οὖν ἵσταντο. T |
| book 166b | 〈ῥώοντο:〉 ὥρμων προθύμως. Aint |
| book 167a.1 | ὀτρύνων ἵππους: ἵππους τοὺς ἱππέας, ὥς φαμεν |
| book 167a.2 | νικᾶν τὴν ἵππον τῶν πολεμίων. ἢ τοὺς ἰδίους ἵππους ὀτρύνων· νοεροὶ |
| book 167a | γὰρ ἦσαν ὡς θεῖοι. b(BCE3)T |
| book 167b.1 | ἄλλως· ὀτρύνων ἵππους: ἀντὶ τοῦ ἱππέας· T ἀντ‐ |
| book 167b.2 | έταξε γὰρ αὐτῷ τὸ ἀσπιδιώτας. b(BCE3)T |
| book 170a1.1 | πεντήκοντ’ ἔσαν ἄνδρες 〈ἐπὶ κληῗσιν ἑταῖροι〉: |
| book 170a1.2 | πῶς, φασίν, ἐν ἅπασιν αὔξων Ἀχιλλέα τούτῳ μειοῖ; τινὲς μὲν οὖν |
| book 170a1.3 | †ἢ† οὐκ ἐν πλήθει †ἢ† ἀρετή· Αἴας γοῦν δώδεκα ναῦς ἔχει (cf. Β 557). |
| book 170a1.4 | Ἀρίσταρχος δέ φησι πεντήκοντα †ἀρετὰς† εἶναι διὰ τὸ †ἐπίκλησιν ν† |
| book 170a1.5.1 | ἢ ναύτας πρὸς ὑπηρεσίαν. Διονύσιος (fr. 42 Schm. = FGrHist 15, 11) |
| book 170a1.5.2 | δὲ τὸν μέγιστον ἀριθμὸν ἑκατὸν εἴκοσι ποιεῖν, τὸν δὲ λοιπὸν ἐν τῷ με‐ |
| book 170a1.5.3 | ταξὺ τούτων ἄγεσθαι, ὡς φθάνειν πάσας ἐπὶ ὀγδοήκοντα πέντε ἀν‐ |
| book 170a1.5.4 | δρῶν. T |
| book 170a2.1 | πῶς, φασίν, ἐν ἅπασιν αὔξων Ἀχιλλέα τούτῳ μειοῖ, ἀνὰ |
| book 170a2.2 | πεντήκοντα μόνον λέγων ἔχειν τὰς ναῦς; τινὲς μὲν οὖν φασιν ὅτι οὐκ ἐν |
| book 170a2.3 | πλήθει ἡ ἀρετή, ἀλλ’ ἐν τοῖς περὶ αὐτὴν σεμνύνεται. Ἀρίσταρχος δέ |
| book 170a2.4 | φησιν ὅτι διὰ τοῦ ἐπὶ κληῗσιν ἐδήλωσεν ὡς μόνοι οἱ ἐρέται ἦσαν |
| book 170a2.5.1 | πεντήκοντα, τὸ δὲ λοιπὸν πλῆθος τῶν πολεμιστῶν οὐκ ἐμνημόνευσεν, |
| book 170a2.5.2 | ὅπερ ἐπιφέρονται αἱ νῆες. b(BCE3E4) |
| book 170b.1 | πεντήκοντ’ ἔσαν ἄνδρες ἐπὶ κληῗσιν: καὶ Πίνδαρος |
| book 170b.2 | (fr. 259) πεντηκοντερέτμους φησὶ τὰς ναῦς τῶν Ἀχαιῶν εἶναι. T |
| book 171.1 | πέντε 〈δ’ ἄρ’〉 ἡγεμόνας 〈ποιήσατο〉: τάχα πρὸς τὸν |
| book 171.2 | παρόντα καιρόν· εἰ γὰρ μὴ τοῦτο, ἔδει καὶ Πάτροκλον ἄρχειν· εἰ μὴ |
| book 171.3 | Ἀχιλλεῖ συμπαρετάσσετο. T |
| book 171-2.1 | ἡγεμόνας ποιήσατο, 〈τοῖς ἐπεποίθει, | ση‐ |
| book 171-2.2 | μαίνειν〉: τὸ ἑξῆς ‘ποιήσατο σημαίνειν, οἷς δι’ ἀρετὴν ἐπεποίθει {τὸ |
| book 171-2 | σημαίνειν}‘. T |
| book 172a1.1 | μέγα κρατέων: τὴν κατὰ πάντων ἔχων ἐξουσίαν· οἱ |
| book 172a1.2 | γὰρ τοιοῦτοι „εὐρυκρείοντεσ“ (cf. Α 102 al.). T |
| book 172a2.1 | τὴν κατὰ πάντων ἔχων ἐξουσίαν καὶ αὐτῶν τῶν ἀρχόντων |
| book 172a2.2 | ἄρχων· τοιοῦτοι γάρ εἰσιν οἱ πάντες „εὐρυκρείοντεσ“. b(BCE3E4) |
| book 173a.1 | {τῆς μὲν} ἰῆς στιχός: στιχός ὡς τριχός, ἀπ’ εὐθείας τῆς |
| book 173a.2 | στίξ. τὸ δὲ ἰῆς περισπῶσιν καὶ τὸ „ἰῇ δ’ ἐν νυκτὶ γένοντο“ (Σ 251), |
| book 173a.3 | οὐκ ἀκολούθως εὐθείᾳ τῇ ἴα βαρυνομένῃ· „οὐ γὰρ πάντων ἦεν ὁμὸς |
| book 173a.4 | θρόος οὐδ’ ἴα γῆρυσ“ (Δ 437). εἴπομεν δὲ ἤδη περὶ αὐτοῦ (sc. ad |
| book 173a.5 | Ζ 422). A |
| book 173b.1 | ἰῆς στιχός: τῆς μιᾶς τάξεως, παρόσον ἐπὶ στίχον ἡ τάξις |
| book 173b.2 | πορεύεται. T |
| book 174a1 | διϊπετέος: λαμπροῦ. καὶ Εὐριπίδης (Bacch. 1267)· |
| book 174a1.1 | „λαμπρότερος ἢ πρὶν καὶ διϊπετέστεροσ“. ἐπεὶ δὲ †χειμάρους†, πῶς |
| book 174a1.2 | „Σπερχειῷ ἀκάμαντι“ (Π 176); οἱ γὰρ παυόμενοι πόροι δοκοῦσιν |
| book 174a1.3 | ὥσπερ ἀποκαμόντες ἑστάναι. | Σπερχειὸς ἐκ Πίνδου κατιὼν καὶ δι’ |
| book 174a1.5.1 | Αἰνιάνων καὶ Δολόπων εἰς θάλασσαν ἐρεύγεται, εἰς τὸν Μηλιακὸν |
| book 174a1.5.2 | ἐκδιδοὺς κόλπον. οἱ δὲ διὰ Μηλίδος καὶ Φαρσάλου ἐπὶ Θερμοπύλας, ἔνθα |
| book 174a1.5.3 | Πυλαίας Δήμητρος ἱερόν. T |
| book 174a2.1 | λαμπροῦ. καὶ Εὐριπίδης· „λαμπρότερος †τίς ἐστι† καὶ |
| book 174a2.2 | διϊπετέστεροσ“. ἐπεὶ δὲ χειμάρρους, πρόσκειται τὸ Σπερχειοῖο, |
| book 174a2.3 | ἀπὸ τοῦ σπέρχω τὸ κατεπείγω· σφοδρῶς γὰρ οἱ χειμάρροι ῥέουσιν. |
| book 174a2.4 | „ἀκάμαντι“ (Π 176) δέ, ὅτι οἱ παυόμενοι πόροι δοκοῦσι ὥσπερ ἀπο‐ |
| book 174a2.5 | καμόντες ἑστάναι. b(BCE3E4) |
| book 174b.1 | ἄλλως· διϊπετέος: τοῦ θείου ἢ τοῦ ἐκ τῶν Διὸς ὑετῶν |
| book 174b.2 | τὴν ἀρχὴν ἔχοντος. T |
| book 174b.1 | {σπερχειοῖο} διϊπετέος: ἤτοι ὑπὸ Διὸς—ἢ διαφα‐ |
| book 174b.2 | νοῦς. A |
| book 175a | 〈ὃν τέκε:〉 χωρὶς τοῦ τ, ὃν τέκεν, Ἀρίσταρχος. οὕτως |
| book 175a | καὶ Ἀριστοφάνης. Aint |
| book 175b.1 | ὃν τέκε Πηλῆος θυγάτηρ: ὅτι Φερεκύδης (FGrHist |
| book 175b.2 | 3, 61 a) τὴν Πολυδώραν φησὶν ἀδελφὴν Ἀχιλλέως. οὐκ ἔστι δὲ καθ’ |
| book 175b.3 | Ὅμηρον διαβεβαιώσασθαι. πιθανώτερον οὖν ὁμωνυμίαν εἶναι, ὥσπερ |
| book 175b.4 | καὶ ἐπ’ ἄλλων, ἐπεὶ προσέθηκεν ἂν τεκμήριον τῆς πρὸς Ἀχιλλέα συγ‐ |
| book 175b.5 | γενείας. A |
| book 175c1.1 | Πηλῆος θυγάτηρ: ἑτέρου Πηλέως· εἰ γὰρ ἦν ἀδελφι‐ |
| book 175c1.2 | δοῦς Ἀχιλλέως, καὶ ἐμνήσθη αὐτοῦ ἐν τῷ Ἅιδῃ περὶ τοῦ πατρὸς καὶ |
| book 175c1.3 | τοῦ υἱοῦ ἐρωτῶν (cf. λ 494—537), καὶ ἐν ταῖς Λιταῖς, φάσκων „ἔνθα |
| book 175c1.4 | δέ μοι μάλα 〈πολλὸν〉 ἐπέσσυτο θυμόσ“ (Ι 398), „κτῆσιν ἐμὴν δμῶάς |
| book 175c1.5.1 | τε“ (Τ 333), ἔφασκεν ἂν καὶ τῆς ἀδελφῆς ἀπόλαυσιν. Πηλέα τε οὐκ οἶδεν |
| book 175c1.5.2 | ὁ ποιητὴς ἑτέρᾳ γυναικὶ συνελθόντα. Νεοτέλης δὲ ὡς ἀδελφιδοῦν |
| book 175c1.5.3 | Ἀχιλλέως φησὶ τῆς πρώτης τάξεως ἡγεῖσθαι, ὡς καὶ μαρτυρεῖ ἐπιστή‐ |
| book 175c1.5.4 | μην πολέμου· †ὡς ἀχιλλέως τε ἀδελφὴν γαμεῖν† ἀπερείσια δίδωσιν |
| book 175c1.5.5 | ἕδνα (cf. Π 178). εἰ δὲ μὴ ἐμνήσθη αὐτῆς ἐν Ἅιδου· οὐδὲ γὰρ Ὀδυσ‐ |
| book 175c1.10.1 | σεὺς Κτιμένης (cf. ο 363 cum λ 174—9). Φερεκύδης (FGrHist 3, 61 b) |
| book 175c1.10.2 | δὲ ἐξ Ἀντιγόνης τῆς Εὐρυτίωνος, Σουίδας (FGrHist 602, 8) ἐκ Λαοδα‐ |
| book 175c1.10.3 | μείας τῆς Ἀλκμαίωνος, Στάφυλος (FGrHist 269,5) ἐξ Εὐρυδίκης τῆς |
| book 175c1.10.4 | Ἄκτορος. Ζηνόδοτος (FGrHist 19,5) δὲ Κλεοδώρην φησίν, Ἡσιόδου |
| book 175c1.10.5 | (fr. 213 M.—W.) καὶ τῶν ἄλλων Πολυδώρην αὐτὴν καλούντων. T |
| book 175c2.1 | ἑτέρου, φασί, Πηλέως· εἰ γὰρ ἦν ἀδελφιδοῦς Ἀχιλλέως, πῶς |
| book 175c2.2 | οὐκ ἐμνήσθη αὐτοῦ ἢ τῆς ἀδελφῆς ἐν τῷ Ἅιδῃ περὶ τοῦ πατρὸς ἐρω‐ |
| book 175c2.3 | τῶν καὶ τοῦ υἱοῦ; ἅμα τε οὐκ οἶδεν ὁ ποιητὴς Πηλέα ἑτέρᾳ συνελθόντα |
| book 175c2.4 | γυναικί. οἱ δὲ νεώτεροι ἀδελφιδοῦν αὐτοῦ λέγουσιν· ὅθεν καὶ τῆς πρώ‐ |
| book 175c2.5 | της τάξεως ἡγεῖται καὶ πολέμων ἐπιστήμων μαρτυρεῖται, καὶ ὡς |
| book 175c2.1 | †ἀχιλλέως ἀδελφὴν γαμῶν ἀπερείσια δίδωσιν. εἰ δὲ μὴ ἐμνήσθη αὐτῆς |
| book 175c2.2 | ἢ τούτου, οὐ ξένον· περὶ γὰρ τῶν καιριωτέρων αὐτῷ ἡ φροντίς. b |
| book 175c2.3 | (BCE3E4) ἄλλως τε ἐπειδὴ νόθη ἦν ἡ Πολυδώρη αὐτοῦ ἀδελφή, |
| book 175c2.4 | τάχα οὐδὲ μνημονεύειν αὐτῆς ἐβουλήθη. ἢ ὅτι καὶ αὐτὴ ἤδη τετελευ‐ |
| book 175c2.10 | τηκυῖα ἦν. b(BE3E4) |
| book 175c2.1 | 〈Πηλῆος θυγάτηρ καλὴ Πολυδώρη:〉 ἐκ τίνος Πηλεὺς |
| book 175c2.2 | Πολυδώρην ἔσχεν; ὡς μὲν Στάφυλός φησιν ἐν τῇ τρίτῃ Θεσσαλικῶν, |
| book 175c2.3 | ἐξ Εὐρυδίκης τῆς Ἄκτορος θυγατρός. Φερεκύδης δὲ ἐξ Ἀντιγόνης τῆς |
| book 175c2.4 | Εὐρυτίωνος, ἄλλοι δὲ ἐκ Λαοδαμείας τῆς Ἀλκμαίωνος. A |
| book 176a.1 | Σπερχειῷ {ἀκάμαντι}: φασὶ Πέλωρα τὸν γίγαντα σπερ‐ |
| book 176a.2 | χόμενον ὑπὸ Ποσειδῶνος ἁλέσθαι εἰς τὸν ποταμὸν καὶ πληγέντα τῇ |
| book 176a.3 | τριαίνῃ ἀποθανεῖν. T |
| book 176b.1 | 〈Σπερχειῷ ἀκάμαντι γυνὴ θεῷ εὐνηθεῖσα:〉 φασὶ |
| book 176b.2 | {δὲ} Πέλωρα τὸν γίγαντα, ἐρασθέντα Πολυδώρης, ἐπιτηρῆσαι αὐτήν, |
| book 176b.3 | πότε λούεται ἐν τῷ Σπερχειῷ· καὶ ὅτε αὐτὴν εἶδεν εἰσελθοῦσαν, καὶ |
| book 176b.4 | αὐτὸν εἰσελθεῖν καὶ ὑποκρυβῆναι τῷ ὕδατι· εἶτα πρὸς τὸ μέσον γε‐ |
| book 176b.5.1 | γονυῖαν κρατῆσαι ὡς ἐν προφάσει δῆθεν Σπερχειοῦ καὶ μιγῆναι αὐτῇ· |
| book 176b.5.2 | ἀφ’ οὗ Μενέσθιος. b(BCE3E4) |
| book 177a | 〈ἐπίκλησιν Βώρῳ:〉 ὁ Μενέσθιος. Til |
| book 177b.1 | Περιήρεος: Περιήρους τοῦ Διοπλήθους τοῦ Μυρμιδό‐ |
| book 177b.2 | νος. T |
| book 177c1.1 | {περιήρεος} υἷ〈ϊ〉: διὰ τοῦ ι μόνου γράφεται ἡ τελευ‐ |
| book 177c1.2 | ταία συλλαβή· διὸ προπερισπαστέον ὁμοίως τῷ „Νηληΐῳ υἷι ἐοι‐ |
| book 177c1.1 | κώσ“ (Β 20). εἰ μέντοι διὰ τῆς ει διφθόγγου ἐγράφετο ἡ τελευταία, |
| book 177c1.2 | περιεσπᾶτο, ἀπ’ εὐθείας οὖσα τῆς υἱεύς, ὁμοίως τῷ „υἱεῖ ἐμ’ ὠκυμόρῳ“ |
| book 177c1.5 | (Σ 458). A |
| book 177c2 | {υἷι:} προπερισπαστέον καὶ διὰ τοῦ ι γραπτέον. T |
| book 178a | 〈ὅς:〉 ὁ Περιήρης. Til |
| book 178b | ὄπυιε: τὴν αὐτὴν Πολυδώρην. T |
| book 178c.1 | 〈πορὼν ἀπερείσια ἕδνα:〉 ὅτι ἕδνα τὰ ὑπὸ τῶν γα‐ |
| book 178c.2 | μούντων διδόμενα ταῖς γαμουμέναις. Aint |
| book 179a1.1 | {τῆς δ’} ἑτέρης: ὅτι ἐπὶ τῆς δευτέρας εἴρηκεν ἑτέρας διὰ |
| book 179a1.2 | τὸ μὴ ἐπιδέχεσθαι τὸ μέτρον εἰπεῖν δευτέρας. πρὸς αὐτὸ δὲ τὸ προδε‐ |
| book 179a1.3 | δηλωμένον τῇ δυικῇ διαστολῇ κέχρηται. A |
| book 179a2.1 | ἀντὶ τοῦ δευτέρας b(BCE3)T διὰ τὸ μέτρον· πρὸς |
| book 179a2.2 | ὃ ἡ διπλῆ. T |
| book 180a.1 | παρθένιος, τὸν ἔτικτε 〈χορῷ καλὴ Πολυμήλη〉: |
| book 180a.2 | ὅτι παρθένιος λέγεται ὁ ἐξ ἔτι παρθένου νομιζομένης γεννώμενος, |
| book 180a.3 | σκότιος (cf. Ζ 24) δὲ ὁ κατὰ λαθραίαν μίξιν καὶ οὐκ ἀπὸ νομίμου γά‐ |
| book 180a.4 | μου. καὶ ὅτι τὸ χορῷ καλή πρὸς 〈ἓν〉 ἐκληπτέον, καλλίχορος, |
| book 180a.5 | διαπρέπουσα ἐν τῷ χορεύειν. A |
| book 180b.1 | παρθένιος: ὁ ἐκ νομιζομένης παρθένου γεννηθείς. b |
| book 180b.2 | (BCE3)T |
| book 180-92.1 | τὸν τίκτε 〈χορῷ καλὴ Πολυμήλη / —υἱὸν |
| book 180-92.2 | ἐόντα〉: προειπὼν τὸ κεφάλαιον ἐπὶ μέρους ἐξηγεῖται. χορῷ δὲ |
| book 180-92.1 | καλή (180) οἱονεὶ καλὴ ἐν χορῷ οὖσα, καλλίχορος· ἀρετῆς γάρ ἐστι |
| book 180-92.2 | τοῦτο παρθένων. διὰ τοῦτο καὶ „μετὰ μελπομένῃσιν“ (182) αὐτῆς |
| book 180-92.5 | ἠράσθη. b(BCE3)T |
| book 181.1 | κρατὺς 〈Ἀργεϊφόντης:〉 πάντων γὰρ περιγίνεται ὁ λό‐ |
| book 181.2 | γος· ὅθεν καὶ „σῶκοσ“ (Υ 72) διὰ τὸ σωκεῖν, ὅ ἐστιν ἰσχύειν. b |
| book 181.3 | (BCE3)T |
| book 182.1 | 〈ἠράσατ’, ὀφθαλμοῖσιν ἰδών:〉 διασταλτέον βραχὺ |
| book 182.2 | μετὰ τὸ ἠράσατο. Aim |
| book 183a.1 | ἐν χορῷ Ἀρτέμιδος: ὡς διὰ τὴν ἀρετὴν ἀξιωθείσης αὐ‐ |
| book 183a.2 | τῆς χορεύειν τῇ θεῷ· ἢ ὡς συγχορευούσης τῇ θεῷ. | ἀθετεῖται δέ· |
| book 183a.3 | ᾐδέσθη γὰρ ἂν τὴν θεόν. T |
| book 183b.1 | χρυσηλακάτου: χρυσοῖς βέλεσι χρωμένης· τὸν κάλαμον |
| book 183b.2 | γὰρ τῶν βελῶν τινες ἠλακάτην φασί. b(BCE3)T καὶ Αἰσχύλος |
| book 183b.3 | ἐν Αἴτναις (fr. 8 N.2 = 30 M. = 8 R.) τοὺς ποταμοὺς „πολυηλακάτουσ“ φησί. |
| book 183b.4 | T κελαδεινῆς δὲ διὰ τὰς ἐν ταῖς θήραις ἐκβοήσεις, b(BCE3)T |
| book 183b.5.1 | „ἡ δ’ ἀμφ’ αὐτῷ θῆκε πολὺν κέλαδον“ (Ι 547): T ἢ διὰ τὰς |
| book 183b.5.2 | χορείας· b(BCE3)T ἢ ἐπεὶ Ἐγκέλαδον ἀπέκτεινε βιαζόμενον |
| book 183b.5.3 | αὐτήν. T |
| book 183b.1 | χρυσηλακάτου: καλλιτόξου, ἢ χρυσῷ—τανύσαν‐ |
| book 183b.2 | τες. A |
| book 183b.10.1 | κελαδεινῆς: κυνηγετικῆς, παρὰ τὸν—κέλαδον καὶ |
| book 183b.10.2 | ἀϋτήν. A |
| book 184a | {αὐτίκα δ’} εἰς ὑπερῷ’ ἀναβάς: ὅτι οἱ τῶν θηλειῶν |
| book 184a | θάλαμοι ὑπερῷοι, ἵνα μὴ εὐδίοπτοι ὦσιν. A |
| book 184b.1 | 〈εἰσ〉 ὙΠΕΡΩΙΑΝΑΒΑΣ: ὅτι ταῖς γυναιξὶν ἀνάγαιοι |
| book 184b.2 | θάλαμοι ἐγίνοντο πρὸς τὸ μὴ συντυγχάνειν τοῖς ἀνδράσιν. τὰ μετ‐ |
| book 184b.3 | έωρα δὲ τῶν οἰκημάτων ὦα Λακεδαιμόνιοι καλοῦσιν, ἃ νῦν ὑπερῷά |
| book 184b.4 | φαμεν. δύναται δὲ νῦν τοῦ ὑπερώϊον εἶναι ἀποκοπὴ ἢ τοῦ ὑπερῶ〈ι〉α |
| book 184b.5 | συναλιφή. T |
| book 185a1.1 | 〈ἀκάκητα:〉 Ἀρίσταρχος προπαροξύνει. οἱ δὲ ἄλλοι ἀνα‐ |
| book 185a1.2 | λογίᾳ πειθόμενοι προπερισπῶσιν. ἐπείσθη δὲ ἡ παράδοσις. Ail |
| book 185a2 | οἱ δὲ {υἱὸν} „ἀκακῆτα“ προπερισπωμένως, ὡς γυμνῆτα. T |
| book 185b | {ἑρμείας} ἀκάκητα: ὅτι τῇ προσαγορευτικῇ ἀντὶ τῆς |
| book 185b.1 | ὀρθῆς κέχρηται, ἀντὶ τοῦ ἀκακήτης, ὡς „κυανοχαῖτα“ (Ν 563. Ξ 390) |
| book 185b.2 | ἀντὶ τοῦ κυανοχαίτης. | καὶ οὐκ ἀπὸ τοῦ ἐν Ἀρκαδίᾳ ἄντρου Ἀκα‐ |
| book 185b.3 | κησίου προσηγόρευται καθ’ Ὅμηρον ὁ Ἑρμῆς Ἀκακήσιος, ἀλλὰ διὰ |
| book 185b.5.1 | τὸ κακοῦ μηδενὸς παραίτιος γίνεσθαι. | ἢ ὁ μὴ δυνάμενος κακωθῆναι |
| book 185b.5.2 | ὑπὸ ἑτέρου· ὅθεν καὶ „δοτὴρ ἑάων“ (cf. θ 335), ὅ ἐστι τῶν ἀγαθῶν. A |
| book 185c.1 | 〈ἀκάκητα:〉 „Ἑρμεία ... δῶτορ ἑάων“ (θ 335). Ἑρμῆς |
| book 185c.2 | T πάντων ἀγαθῶν αἴτιος. καὶ οἱ μὲν θεοὶ κοινῇ „†δοτῆρες† ἑάων“ |
| book 185c.3 | (θ 325), ὁ δὲ Ἑρμῆς ἰδίᾳ δώτωρ ἑάων· b(BE3)T ὅθεν καὶ υἱὸς |
| book 185c | αὐτοῦ Εὔδωρος (cf. Π 179. 186). ἐξ αὐτοῦ δὲ τὸ Ἀκακήσιον ὄρος. T |
| book 185d | ἀκάκητα: ὁ μηδενὸς κακοῦ αἴτιος. T |
| book 185e.1 | πόρεν δέ οἱ 〈ἀγλαὸν υἱόν〉: Ἑρμῆς αὐτῇ ἀγαθὸν |
| book 185e.2 | δῶρον ἔδωκε τὸν υἱόν· διὸ καὶ Εὔδωρος (cf. Π 179. 186)· μέγα γὰρ |
| book 185e.3 | δῶρον 〈ἡ〉 παιδοποιΐα. T |
| book 187a.1 | μογοστόκος: μογοῦσα περὶ τοὺς τόκους. | ἑνικῶς δὲ εἶπε |
| book 187a.2 | τὸ ὄνομα τοῦ συστήματος τῶν Εἰλειθυιῶν, ὡς „μῆνιν ἄειδε θεά“ |
| book 187a.3 | (Α 1). T |
| book 187b.1 | Εἰλείθυια: αἱ Εἰλείθυιαι, ὡς „μῆνιν ἄειδε θεά“ (Α 1) |
| book 187b.2 | ἀντὶ τοῦ θεαί. | αἱ λήθην ἐμποιοῦσαι ταῖς τικτούσαις. T |
| book 188a1.1 | 〈φώως δέ:〉 οὕτως καὶ Ἀριστοφάνης φώως δέ. Ζηνό‐ |
| book 188a1.2 | δοτος 〈δὲ〉 „πρὸ φόως δέ“. Aint |
| book 188b1.1 | φώως δέ: ὅτι Ζηνόδοτος γράφει „πρὸ φόως 〈δέ〉“. |
| book 188b1.2 | ἀγνοεῖ δὲ ὅτι ἐπὶ μὲν Εὐρυσθέως (sc. Τ 118) οὕτως γράφειν ἐγχωρεῖ· |
| book 188b1.3 | πρὸ γὰρ τοῦ τεταγμένου ταῖς τικτούσαις χρόνου ἐγεννήθη· διὸ καὶ |
| book 188b1.4 | „ἠλιτόμηνοσ“ (cf. Τ 118) εἴρηται· ἐπὶ δὲ τῶν ἄλλων οὐκέτι. A |
| book 188a2/b2.1 | πρὸ φόως δέ: Ἀρίσταρχος χωρὶς τῆς πρό. | Ζηνό‐ |
| book 188a2/b2.2 | δοτος μᾶλλον ἐπὶ τοῦ Εὐρυσθέως ἁρμόζειν φησὶ τὸ πρὸ φόως 〈δέ〉· |
| book 188a2/b2.3 | ἠλιτόμηνος γάρ. T |
| book 188c | ἄλλως· πρὸ φόως 〈δέ〉: ἢ περισσεύει ἡ πρό, ὡς „νῆ‐ |
| book 188c.1 | άς τε προπάσασ“ (Β 493)· ἢ τόπον δηλοῖ, ὡς „διαπρὸ δὲ χαλκὸν |
| book 188c.2 | ἔλασ〈σ〉εν“ (Ν 388). οἱ δὲ ὅτι πρὸ τοῦ γαμηθῆναι τῷ Ἐχεκλεῖ ἐγεν‐ |
| book 188c.3 | νήθη, ὡς καὶ τὸν Εὐρυσθέα ἡ Ἥρα „ἐκ δ’ ἄγαγε πρὸ φόως δὲ καὶ ἠλι‐ |
| book 188c.5.1 | τόμηνον ἐόντα“ (Τ 118)· τοῦτο γὰρ αἰτήσασθαι Ἑρμῆν τὰς Εἰλει‐ |
| book 188c.5.2 | θυίας. T |
| book 189 | τὴν μέν: τὴν Πολυμήλην. T |
| book 191a | 〈τὸν δέ:〉 τὸν Εὔδωρον. Til |
| book 191b | Φύλας: πατὴρ Πολυμήλης. T |
| book 192 | 〈ἀμφαγαπαζόμενος:〉 φιλοφρονούμενος. Til |
| book 195.1 | μετὰ Πηλείωνος ἑταῖρον: τὸν Πάτροκλον, κατ’ ἐξοχήν. |
| book 195.2 | b(BCE3)T |
| book 196a.1 | γέρων 〈ἱππηλάτα Φοῖνιξ〉: τινὲς γράφουσι „γερή‐ |
| book 196a.2 | νιος ἱππότα Φοῖνιξ“, λέγοντες ὡς καὶ Νέστωρ διὰ τὸ εἶναι γέρων |
| book 196a.3 | οὕτως ἐκαλεῖτο (sc. Β 336 al.). b(BCE3E4)T |
| book 196b.1 | 〈γέρων〉 ἱππηλάτα Φοῖνιξ: δαιμονίως παρέλιπεν ἐπὶ |
| book 196b.2 | τούτου τὸν πλείω λόγον, ἐπεὶ φθάνει καὶ τὸν βίον καὶ τὸ γένος αὐτοῦ |
| book 196b.3 | διασημήνας ἡμῖν (sc. Ι 447—95). οὐκ ἔδει δὲ παρὰ Πηλέως λαβόντα |
| book 196b.4 | τὴν Δολόπων ἀρχὴν (cf. Ι 484) διὰ γῆρας αὐτὴν ἀφαιρεθῆναι. b |
| book 196b.5 | (BCE3E4)T |
| book 197.1 | Λαέρκεος: ὁμώνυμος αὐτῷ ὁ Πύλιος χρυσοχόος (cf. γ |
| book 197.2 | 425). T |
| book 200-9.1 | μή τίς μοι〈—μαχέσθω〉: οὐδὲν τῶν πρακτέων |
| book 200-9.2 | παρέλιπεν, ἀλλὰ καὶ τάσσει καὶ προτρέπει, διὰ τῶν ἰδίων λόγων αὐ‐ |
| book 200-9.3 | τοὺς ἐντρέπων, μή τίς μοι ἀπειλάων λελαθέσθω, | b(BCE3E4) |
| book 200-9.4 | T ἃς ἐπὶ νηυσὶ θοῇσι〈ν ἀπειλεῖτε〉 (200—1) T ἵνα |
| book 200-9.5.1 | μὴ δοκῆτε εἶναι πρὸ τῶν κινδύνων θρασεῖς, ἐν δὲ τοῖς πόνοις δειλοί. |
| book 200-9.5.2 | b(BCE3E4)T |
| book 200.1 | ἀπειλάων: συνήθως, ἢ τῶν καυχήσεων. πραότητα δὲ |
| book 200.2 | Ἀχιλλέως ἐμφαίνει ὁ λόγος, τότε μὲν ὑπενεγκόντος τὰς ὕβρεις, νῦν δὲ |
| book 200.3 | ἀντὶ προτροπῆς αὐτοῖς ταῦτα προβαλλομένου. b(BCE3E4)T |
| book 202a.1 | πάνθ’ ὑπὸ μηνιθμόν, 〈καί μ’ ᾐτιάασθε ἕκαστοσ〉: ἡ |
| book 202a.2 | διπλῆ, ὅτι Ζηνόδοτος, ἓν ποιῶν γράφει χωρὶς τοῦ ι „μητιάασθε“, λαμ‐ |
| book 202a.3 | βάνων ἀπὸ τῆς μήτιδος, οἷον ἐβουλεύεσθε. γίνεται δὲ ἀδιανόητον· διὸ |
| book 202a.4 | δεῖ σὺν τῷ ι γράφειν ᾐτιάασθε. καὶ ὅτι πάνθ’ ὑπὸ μηνιθμόν ἤτοι |
| book 202a.5.1 | μετὰ πάσης μήνιδος καὶ χόλου, ἢ κατὰ πάντα τὸν τῆς μήνιδος χρό‐ |
| book 202a.5.2 | νον. A |
| book 202b.1 | 〈πάνθ’ ὑπὸ〉 μηνιθμόν: τὸν τῆς μήνιδος χρόνον. | ὅτι |
| book 202b.2 | ἦν μετὰ τῆς παρούσης ἡμέρας ἑκκαιδεκάτη· πρὸς τὸ ἐν τῇ Η (sc. |
| book 202b | 421—3) ζήτημα. T |
| book 202c.1 | 〈καί μ’〉 ᾐτιάασθε 〈ἕκαστοσ〉: λείπει τὸ ‘ταῦτα λέγον‐ |
| book 202c.2 | τεσ‘. πάλιν δὲ οἰκείως τὴν σύνταξιν τοῦ ἐπιμεριζομένου ἀπέδωκε. | τι‐ |
| book 202c.3 | νὲς δὲ „μητιάασθε“ ἑνίζουσιν, οὐχ ὑγιῶς. b(BCE3)T |
| book 203a.1 | σχέτλιε Πηλέος υἱέ, 〈χόλῳ ἄρα ς’ ἔτρεφε μή‐ |
| book 203a.2 | τηρ〉: ὅτι ἀπέστροφε τὸν λόγον ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμη‐ |
| book 203a.3 | τικόν, καὶ ἐλλείπει τὸ τάδε λέγων ἕκαστος ἐμὲ ᾐτιάασθε (cf. Π 202). |
| book 203a.4 | καὶ ὅτι χόλῳ ἀρσενικῶς ἀντὶ τοῦ χολῇ· ὑπερβολικῶς οὐ γάλακτι, |
| book 203a.5 | ἀλλὰ χολῇ. A |
| book 203b.1 | χόλῳ 〈ἄρα〉 ς’ ἔτρεφε 〈μήτηρ〉: διὰ τὸ ἄμετρον τῆς |
| book 203b.2 | ὀργῆς. b(BCE3E4)T ἔστι δὲ ὡς Σάμος (cf. Β 634 al.) ἀντὶ τοῦ |
| book 203b.3 | Σάμη καὶ „ἐν πύλῳ ἐν νεκύεσ〈σ〉ιν“ (Ε 397) ἀντὶ τοῦ πύλῃ. T |
| book 204a.1 | 〈νηλεές:〉 ταῦτα ἀφ’ ἑτέρας ἀρχῆς. διασταλτέον δὲ ἐπὶ τὸ |
| book 204a.2 | νηλεές. Aint |
| book 204b.1 | 〈παρὰ νηυσὶν ἔχεισ〉 ἀέκοντας ἑταίρους: οὐκ ἐγ‐ |
| book 204b.2 | καλοῦσιν, ὅτι συμμαχεῖν οὐ θέλεις, ἀλλ’ ὅτι καὶ τοὺς ἑταίρους κατέ‐ |
| book 204b.3 | χεις. T |
| book 206a1.1 | κακὸς χόλος: νῦν ὁμοίως ἡμῖν τὸ περὶ ψυχὴν πάθος |
| book 206a1.2 | φησίν. T |
| book 206a2 | χόλος δέ ἐστι τὸ περὶ ψυχὴν πάθος ἢ ἡ χολή. b(BCE3E4) |
| book 207a.1 | ταῦτά μ’ ἀγειρόμενοι: ἐπὶ τὴν τα συλλαβὴν ὀξεῖα· |
| book 207a.2 | ἐγκλιτικὴ γάρ ἐστιν ἡ μέ, ταῦτά με ἀγειρόμενοι. οὕτως καὶ Ἀρίσταρ‐ |
| book 207a.3 | χος. ὁ μέντοι Κρατήτ〈ε〉ιος Ἑρμείας τὸ ἅμα λέγει ἐγκεῖσθαι. οὕτω δὲ |
| book 207a.4 | δώσει καὶ διὰ τοῦ θ τὴν γραφήν, οὐκ ἔχουσαν οὕτως. A |
| book 207b.1 | ταῦτά μ’ 〈ἀγειρόμενοι ... ἐβάζετε〉: τὸ πλῆρες |
| book 207b.2 | ‘ταῦτά μοι‘· ἢ ‘ἐβάζετε εἰς ἐμὲ ταῦτα ἅμα‘, οὐχ ὑγιῶς. T |
| book 207c1 | 〈θάμ’ ἐβάζετε:〉 Ἀρίσταρχος Ἰακῶς „θαμὰ βάζετε“. Aim |
| book 207c2 | {ἐβάζετε:} Ἰακῶς τὸ „βάζετε“. T |
| book 207-8.1 | νῦν δὲ πέφανται 〈/ φυλόπιδος μέγα ἔργον〉: |
| book 207-8.2 | νῦν δὲ ἐν μέσῳ ἐστὶν ἡ μάχη. T |
| book 208.1 | ἕης τὸ πρίν 〈γ’〉 ἐράασθε: ἕης διῄρηται ὡς τὸ „ὅου |
| book 208.2 | κλέοσ“ (Β 325). T | ἐντέχνως δὲ χάριν αὐτοῖς δοκεῖ κατατίθεσθαι προ‐ |
| book 208.3 | πέμπων, καὶ τὴν ὁρμὴν ἔρωτα κέκληκε. καὶ ὡς ἐπιτυχόντας, ὧν ἐπε‐ |
| book 208.4 | θύμουν, ἀνδρίζεσθαι παρακελεύεται. b(BCE3E4)T |
| book 211a.1 | {μᾶλλον δὲ στίχες} ἄρθεν: Ἀρίσταρχος δασύνει. δεῖ δὲ ψι‐ |
| book 211a.2 | λοῦν, ὡς ἐπεδείξαμεν ἐν τῇ Α ῥαψῳδία, διαλαμβάνοντες περὶ τοῦ |
| book 211a.3 | „ἄρσαντες κατὰ θυμόν“ (Α 136). A |
| book 211b.1 | ἄρθεν: ἡρμόσθησαν, δασέως· δῆλον δὲ ἐκ τῆς παραβολῆς. |
| book 211b.2 | οἱ δὲ ψιλοῦσιν, ἵν’ ᾖ ‘λόγοις ἐπήρθησαν καὶ φρονήματος ἐπληρώθη‐ |
| book 211b.3 | σαν‘. b(BCE3)T |
| book 211c.1 | βασιλῆος: ὅτι καὶ Ἀχιλλεὺς βασιλεύς· διό φησιν ὁ |
| book 211c.2 | Ἀγαμέμνων „ὅσ〈σ〉ον βασιλεύτερός εἰμι“ (Ι 160). T |
| book 213a1 | 〈δώματοσ〉 ὑψηλοῖο: ταῦτα γὰρ μᾶλλον καταπνεῖται. |
| book 213a1 | ἀμελέστερον δὲ τὰ ταπεινὰ οἰκοδομεῖται. T |
| book 213a2.1 | ταῦτα γὰρ μᾶλλον καταπνεόμενα κρεῖττον οἰκοδομεῖται, |
| book 213a2.2 | b(BCE3E4) ἀμελέστερον δὲ τὰ ταπεινά. b(BCE3) |
| book 215.1 | κόρυν: τινὲς „κόρυθα“. οὐ γάρ ἐστιν ὅμοιον τῷ πίτυς, ἵνα |
| book 215.2 | εἰς ν ποιήσῃ τὴν αἰτιατικήν, καὶ „κόρυθα βριαρήν“ (Λ 375) φησίν. |
| book 215.3 | ἔστι δὲ ὅμοιον τῷ ὄρνιν. T |
| book 217a | 〈νευόντων:〉 στικτέον: μᾶλλον γὰρ ἐμφαίνει. Aint |
| book 217b.1 | ὣς πυκνοὶ ἐφέστασαν 〈ἀλλήλοισι〉: καὶ κατὰ στί‐ |
| book 217b.2 | χον ἕστασαν, ὅ ἐστι 〈κατὰ〉 βάθος, καὶ κατὰ ζυγόν, ὅ ἐστι κατὰ μέτω‐ |
| book 217b.3 | πον. T |
| book 218a1 | 〈θωρήσσεσθον:〉 γράφεται „θωρήσσοντο“. Aim |
| book 218a2 | θωρήσ〈σ〉οντο: γράφεται „θωρήσ〈σ〉εσθον“. T |
| book 221a.1 | χηλοῦ: χηλὸς οἱονεὶ κῆλος παρὰ τὸ ἐγκεῖσθαι. οἱ δὲ T |
| book 221a.2 | παρὰ τὸ κῆλα, ὅ ἐστι ξύλα. οἱ δὲ παρὰ τὸ χῶ τὸ χωρῶ. Λάκωνες μὲν |
| book 221a.3 | κιβωτὸν βούλονται, ἄλλοι λάρνακα, Μιτυληναῖοι δὲ ἀντίπηγα. b |
| book 221a.4 | (BCE3E4)T |
| book 221b.1 | ἀνέῳγε: πλεονασμῷ τοῦ ε, ὁμοίως τῷ „ἐπὶ στόμ’ ἔωσε“ |
| book 221b.2 | (Π 410), Ἀττικῶς. T |
| book 222a | δαιδαλέης: δαίδαλα ἔλεγον τὰ ποικίλα κατασκευάσματα |
| book 222a | ἀπὸ Δαιδάλης τῆς Μήτιδος μητρός, παρ’ ᾗ Ἀθηνᾶ ἐτράφη. T |
| book 222b.1 | τήν οἱ Θέτις: ὅτι οὐ δωδεκαταῖον ἀπέλιπε τὸν Ἀχιλ‐ |
| book 222b.2 | λέα γεννήσασα ἡ Θέτις, καθάπερ οἱ νεώτεροι ποιηταί, ἀλλὰ συνεβίου |
| book 222b.3 | Πηλεῖ. ἐκπέμπει γοῦν ἐπὶ τὸν πόλεμον Ἀχιλλέα καί φησιν· „τὸν δ’ |
| book 222b.4 | οὐχ ὑποδέξομαι αὖτις / οἴκαδε νοστήσαντα δόμον Πηλήϊον 〈εἴσω〉“ |
| book 222b.5 | (Σ 59—60), ὡς ἂν ἐπὶ τοῦ οἴκου μένουσα. A |
| book 222-3.1 | Θέτισ〈— /〉 θῆκε: οὐκ ἄρα κεχώρισται Πηλέως |
| book 222-3.2 | μετὰ τὴν γένεσιν Ἀχιλλέως Θέτις, ἀλλὰ μέχρι γήρως συνῆν αὐτῷ. |
| book 222-3.3 | δῆλον δὲ καὶ ἐκ τοῦ „πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα / |
| book 222-3.4 | εὐχομένησ“ (Α 396—7). b(BCE3E4)T |
| book 223.1 | θῆκ’ ἐπὶ νηὸς ἄγεσθαι: Ζηνόδοτος καὶ Ἀριστοφάνης |
| book 223.2 | „θῆκ’ ἐπὶ νηὸς ἰόντι“. Aim T |
| book 224a.1 | οὔλων τε ταπήτων: εὐειλήτων διὰ μαλακότητα, ἀφ’ |
| book 224a.2 | οὗ καὶ οὔλη θρίξ. b(BCE3E4)T |
| book 224b.1 | οὔλων {τε ταπήτων}: οὔλων ὡς δούλων. προείρηται δὲ |
| book 224b.2 | ἡμῖν τὰ τῆς ἀναλογίας (sc. ad Κ 134). A |
| book 225.1 | τετυγμένον: εὖ πεποιημένον. | οὐ στρατιώτης δέ, ἀλλὰ |
| book 225.2 | Πυθαγορικός τις δοκεῖ νεανίας εἶναι. T |
| book 227a.1 | οὔτε τεῳ 〈σπένδεσκε θεῶν ὅτε μὴ Διῒ πατρί〉: |
| book 227a.2 | Ἀρίσταρχος „ὅτι“ διὰ τοῦ ι· οὐ γὰρ ὅτε Διΐ, καὶ τοῖς ἄλλοις ἔθυε. |
| book 227a | καλῶς δὲ τῷ προπάτορι Διῒ ἀφώρισε μόνῳ τὴν φιάλην. b(BCE3E4)T |
| book 227b.1 | 〈ὅτι:〉 οὕτως Ἀρίσταρχος ὅτι {μὴ διΐ}, ἄλλοι δὲ διὰ τοῦ |
| book 227b.2 | ε, „ὅτε“. Aim |
| book 228a1 | 〈τό ῥα:〉 οὕτως Ἀρίσταρχος τό ῥα διὰ τοῦ ἑνὸς ρ. Aim |
| book 228a2 | τό ῥα: δι’ ἑνὸς ρ αἱ Ἀριστάρχου. T |
| book 228b | θεείῳ: τοῦτο κατὰ ἔθος πάτριον. T |
| book 231.1 | μέσῳ ἕρκεϊ: ἐπεὶ ἐν μέσῳ τοῦ οἴκου Ἑρκείου Διὸς βωμὸς |
| book 231.2 | ἵδρυται, Μεσέρκειον καλοῦσι τὸν Δία. ἕρκος δὲ νῦν τὸ περίφραγμα τῆς |
| book 231.3 | σκηνῆς. b(BCE3E4)T ἢ καὶ στρατιωτική τις σκηνή, ἐν ᾗ μέσῃ |
| book 231.4 | ἐσχάρα ἔκειτο. T |
| book 233a1.1 | Δωδωναῖε: εἰκότως τὸν πολίτην καὶ γείτονα καὶ προ‐ |
| book 233a1.2 | πάτορα θεὸν ἐπικαλεῖται, ὡς καὶ Πάνδαρος 〈εὔχεται〉 τῷ Λυκηγενεῖ |
| book 233a1.1 | (cf. Δ 101) καὶ Χρύσης Σμινθεῖ (cf. Α 39). ὁ δὲ Δωδωναῖος καὶ Νάϊος· |
| book 233a1.2 | ὑδρηλὰ γὰρ τὰ ἐκεῖ χωρία. b(BCE3E4)T οἱ δὲ γράφουσι „Φη‐ |
| book 233a1.5.1 | γωναῖε“· Σκοτουσαῖοι γάρ φασι παρ’ ἑαυτοῖς λόφον εἶναι Φαγόεντα |
| book 233a1.5.2 | ἀπέχοντα Σκοτούσης σταδίους πεντεκαίδεκα, ἐν ᾧ Διὸς Φηγωναίου |
| book 233a1.5.3 | ἐστὶν ἱερόν. T οἱ δὲ γράφουσι „Βωδωναῖε“· πόλις γὰρ Θεσσα‐ |
| book 233a1.5.4 | λίας Βωδώνη, οὗ τιμᾶσθαι τὸν Δία. τινὲς δὲ „ἀναδωδωναῖε“ ὑφ’ ἕν, |
| book 233a1.5.5 | παρὰ τὴν ἀνάδοσιν τῶν ἀγαθῶν. b(BE3E4)T ὠνόμασται δὲ |
| book 233a1.10.1 | ἀπὸ Δώδωνος τοῦ Διὸς καὶ Εὐρώπης τῆς Ὠκεανοῦ, ὃς καὶ παρὰ Διὸς |
| book 233a1.10.2 | τὴν μαντικὴν εἰλήφει. ἄλλοι φασὶ Δευκαλίωνα μετὰ τὸν κατακλυσμὸν |
| book 233a1.10.3 | ἐν Ἠπείρῳ γενόμενον παρὰ τῆς πελειάδος τῆς ἐπικαθημένης τῇ δρυῒ |
| book 233a1.10.4 | κελευσθῆναι κατοικεῖν αὐτοῦ καὶ γήμαντα Δωδώνην Ὠκεανίδα τὴν |
| book 233a1.10.5 | πόλιν οὕτω προσονομάσαι. ὅτι δὲ ἐν Θεσπρωτοῖς οἶδε τὸ μαντεῖον τοῦ |
| book 233a1.15.1 | Διὸς ὁ ποιητής, φανερὸν ἐποίησεν ἐν Ὀδυσσείᾳ (sc. ξ 327—8)· καὶ |
| book 233a1.15.2 | Εὐριπίδης· „Θεσπρωτὸν οὖδας. —σεμνὰ Δωδώνης βάθρα;“ (Phoen. |
| book 233a1.15.3 | 982). Ὅμηρος δὲ οὐκ οἶδε τοῦ Διὸς ἱερὰν δρῦν· ἐπεὶ κἂν εἰρήκει ὡς |
| book 233a1.15.4 | περὶ τῆς ἐν Ἰλίῳ „φηγῷ ἐν ὑψηλῇ πατρὸς Διὸς αἰγιόχοιο“ (Η 60) καὶ |
| book 233a1.15.5 | „Διὸς περικαλλέϊ φηγῷ“ (Ε 693). T | Δωδῶναι δύο, ἡ μὲν Θεσσα‐ |
| book 233a1.20.1 | λίας, ἡ δὲ Μολοσσίας. τινὲς δὲ Δωδώνην τὴν γῆν, παρόσον πάντα |
| book 233a1.20.2 | δίδωσι. „δυσχείμερον“ (cf. Π 234) δέ, ὅτι πάγοις καὶ κρυμοῖς ὑπὸ τοῦ |
| book 233a1 | οὐρανοῦ συνέχεται. b(BE3E4)T |
| book 233a2.1 | {ζεῦ ἄνα} Δωδωναῖε: ἐν χωρίῳ—τιμώμενε. | Δω‐ |
| book 233a2.2 | δῶναι δὲ δύο, ἡ μὲν Θεσσαλίας, ἡ δὲ Μολοσσίας. τινὲς δὲ Δωδώνην τὴν |
| book 233a2.3 | γῆν, παρόσον πάντα δίδωσιν. ‘δυσχείμερον‘ δέ, ὅτι πάγοις καὶ κρυ‐ |
| book 233a2.4 | μοῖς ὑπὸ τοῦ οὐρανοῦ συνέχεται. | τίς δέ ἐστιν ὁ τοῦ Δωδωναίου Διὸς |
| book 233a2.5.1 | λόγος—προσηγόρευσεν. ἡ ἱστορία παρὰ Θρασυβούλῳ καὶ |
| book 233a2.5.2 | Ἀκεστοδώρῳ. A |
| book 233b.1 | Πελασγικέ: ὅτι ὑπὸ Πελασγῶν ἵδρυται τὸ περὶ Δωδώ‐ |
| book 233b.2 | νην τέμενος· οἱ δὲ „Πελαργικέ“· ἐν γὰρ τῷ τεμένει λόφον εἶναι λευκόν, |
| book 233b.3 | ὃν οὕτω καλεῖσθαι παρὰ τῷ ποιητῇ. οἱ δὲ „Πελαστικέ“, οὗ πέλας |
| book 233b.4 | ἐστὶν ὁ ἀήρ. τηλόθι δὲ ναίων, ἐπειδὴ ὁ αἰθὴρ ἄποθεν ἡμῶν· |
| book 233b.5 | Ζεὺς γάρ ἐστιν ἡ τοῦ κόσμου ψυχὴ ἀεροειδὴς οὖσα. b(BE3E4)T |
| book 233b.1 | Πελασγικέ: Πελασγία πρότερον ἡ Θεσσαλία—Βοιω‐ |
| book 233b.2 | τίας ὑπὸ Αἰολέων. A |
| book 234a.1 | δυσχειμέρου: οἱ περὶ Ζηνόδοτον „πολυπίδακοσ“, διὰ |
| book 234a.2 | τὸ Καλλιμάχου (fr. 630) „κρηνέων τ’ Εὐρώπῃ μισγομένων ἑκατόν“. T |
| book 234b.1 | Σελλοί: πρὸς τὸ τῆς γραφῆς ἀμφίβολον. οἱ μὲν γὰρ Σελ‐ |
| book 234b.2 | λούς, οἱ δὲ Ἑλλοὺς ἐξεδέξαντο. δεῖ δὲ νοεῖν ὡς ἔστιν ἐκ πλήρους Σελλοί· |
| book 234b.3 | καὶ γὰρ ὁ συνορίζων τοῖς τόποις ποταμὸς Σελλήεις (cf. Β 659. Ο 531), |
| book 234b | ἀφ’ οὗ εἰκὸς τοὺς παροίκους Σελλοὺς καλεῖσθαι. A |
| book 234c.1 | {ἀμφὶ δὲ} Σελλοί: ὁ μὲν Πίνδαρος (cf. fr. 59,3) Ἑλλοὺς |
| book 234c.2 | αὐτοὺς οἴεται. δεῖ δὲ ἀπὸ τοῦ ς ἄρχεσθαι τὴν λέξιν, ἀπὸ Σελλήεντος |
| book 234c.3 | ποταμοῦ. | ὀξύνεται δὲ τὸ ὄνομα· τὰ γὰρ εἰς λος ἑτέρῳ λ παραληγό‐ |
| book 234c.4 | μενα, οὗ τὸ α μὴ προηγεῖται, ὀξύνεται· κιλλός, εἶδος χρώματος ἐν |
| book 234c.5.1 | Στεφανοπώλισιν Εὐβούλου (fr. 103 [II p. 199] K.)· „εὔχρων τι κιλ‐ |
| book 234c.5.2 | λὸν—μανθάνεις; —θερίστριον“, „πολλόσ“ (Η 156 al.), κυλλός, |
| book 234c.5.3 | Ἑλλὸς ἢ Σελλός (ἀμφὶ δὲ Σελλοί), σκελλός, φελλός τὸ προσηγορι‐ |
| book 234c.5.4 | κόν. τὸ δὲ Γάλλος καὶ „ἄλλοσ“ (Α 186 al.) τὸ α ἔχει πρὸ τοῦ λ· ἔτι δὲ |
| book 234c.5.5 | τὸ „ἄλλοσ“ καὶ ὡς ἐπιμεριζόμενον βαρύνεται. A |
| book 234d1.1 | Σελλοί: „Ἑλλοί“, ἀπὸ Ἑλλοῦ τοῦ Θεσσαλοῦ. οὕτω δὲ |
| book 234d1.2 | ὁ ποιητὴς καὶ οἱ παλαιοί. τινὲς δὲ Σελλοί, ἀπὸ Σελλήεντος τοῦ πο‐ |
| book 234d1.3 | ταμοῦ, ὃς νῦν †ὡς καλῶς† καλεῖται. ἐὰν δὲ εἴπωμεν Σελλοί, ἔσονται |
| book 234d1 | περὶ πᾶσαν τὴν Δωδώνην οἰκοῦντες, οὐ περὶ τὸ τέμενος τοῦ θεοῦ· καὶ |
| book 234d1.5.1 | βέλτιον· ἐν Δωδώνῃ γὰρ τὸ γένος ἐστὶ τῶν ἱερέων τοῦ Διὸς κατὰ δια‐ |
| book 234d1.5.2 | δοχήν. κοινὸν δὲ τοῖς πᾶσι Ἕλλησι τὸ ἐνταῦθα ἱερόν. σημειωτέον ὅτι |
| book 234d1.5.3 | ἄνδρας φησὶν αὐτόθι προφητεύειν. T |
| book 234d2.1 | ἀπὸ †σελλοῦ† τοῦ Θετταλοῦ τοῦτο τὸ γένος· ὅθεν κατὰ |
| book 234d2.2 | διαδοχὴν οἱ τοῦ Διὸς ἱερεῖς ἐγίνοντο. b(BCE3E4) |
| book 234d2.1 | Σελλοί: Πίνδαρος (cf. fr. 59,3) Ἑλλοί χωρὶς τοῦ ς, ἀπὸ |
| book 234d2.2 | Ἑλλοῦ τοῦ δρυτόμου, ᾧ φασι τὴν περιστερὰν πρώτην καταδεῖξαι τὸ |
| book 234d2.5 | μαντεῖον. A |
| book 235 | ὑποφῆται: ὑπομάντεις, ἱερεῖς—ἐκφέροντας. A |
| book 235.1 | ἀνιπτόποδες: οἱ φυλασσόμενοι μή τι μιαρὸν πατῆσαι. |
| book 235.2 | b(BCE3E4)T ἢ μὴ προϊόντες τοῦ ἱεροῦ ὡς μὴ δεῖσθαι νίπτρων· |
| book 235.3 | b(BCE3)T καὶ Καλλίμαχος (fr. 631)· „†ἧσεν ἐκδοὺς σάμβαλον |
| book 235.5.1 | αὐλείου“. ἢ διὰ τὸ 〈μὴ〉 ὑποδεδέσθαι {ἢ} καθ’ ὑπόμνησιν τοῦ κα‐ |
| book 235.5.2 | τακλυσμοῦ, ὅτι †πεπολημένοι† μετὰ τὸ σωθῆναι ηὔξαντο τῷ Διΐ. T |
| book 235.5.3 | οἱ δὲ ἀνιπτόποδας ἀνιπταμένους ταῖς διανοίαις, μετεωρολόγους. |
| book 235 | χαμαιεῦναι δὲ χαμαὶ ὄντες καὶ τὰ πόρρω σκοποῦντες. b(BCE3)T |
| book 235 | ἀνιπτόποδες: ἤτοι βάρβαροι σκληρῶς τε—θρη‐ |
| book 235.10 | σκεύειν. A |
| book 236a.1 | ἠμὲν δή ποτ’ ἐμὸν 〈ἔπος ἔκλυες εὐξαμένοιο〉: ἡ |
| book 236a.2 | διπλῆ, ὅτι οὐ προσυνέσταται περὶ τῆς τῶν Ἀχαιῶν κακώσεως |
| book 236a.3 | εὐχόμενος οὐδὲ κατ’ εὐχὴν τετίμηται, ἀλλὰ διὰ τὰς τῆς Θέτιδος λιτάς· |
| book 236a.4 | διὸ ἀθετητέον τὸν ἑξῆς „τίμησας μὲν ἐμέ, 〈μέγα δ’ ἴψαο λαὸν Ἀχαιῶν〉“ |
| book 236a.5.1 | (Π 237)· καθολικῶς γὰρ λέγει καὶ οὐκ 〈εἰσ〉 ἀφωρισμένον ἀναφέρει και‐ |
| book 236a.5.2 | ρὸν τὸν τῆς μήνιδος. A |
| book 236b.1 | ἠμὲν δήποτ’ ἐμὸν 〈ἔπος ἔκλυες εὐξαμένοιο〉: τὴν |
| book 236b.2 | ἀπὸ τῆς μητρὸς δέησιν (sc. Α 503—10) ἑαυτοῦ εὐχὴν νενόμικεν· ὁ γὰρ |
| book 236b.3 | τὴν Θέτιν αὐτῷ ἀνεὶς Ἀχιλλεὺς ἦν, καὶ εἰς αὐτὸν ἄγεται ἡ εὐχή· |
| book 236b.4 | b(BCE3E4)T καὶ Ἀλκμὰν (fr. 80 P. = P.M.G. 80) γάρ φησι· |
| book 236b.5.1 | „καί ποτ’ Ὀδυσσῆος ταλασίφρονος ὤαθ’ ἑταίρων Κίρκη ἐπαλείψασα“· |
| book 236b.5.2 | οὐ γὰρ αὐτὴ ἤλειψεν, ἀλλ’ ὑπέθετο Ὀδυσσεῖ. T |
| book 237a.1 | τίμησας μὲν ἐμέ, 〈μέγα δ’ ἴψαο λαὸν Ἀχαιῶν〉: ὁ |
| book 237a.2 | μὲν ὀβελὸς πρὸς τὴν προειρημένην ἀθέτησιν, ὁ δὲ ἀστερίσκος, ὅτι ἐκ |
| book 237a.3 | τῆς τοῦ Χρύσου εὐχῆς (sc. Α 454) μετενήνεκται. A |
| book 237b.1 | τιμήσας μὲν ἐμέ, 〈μέγα δ’ ἴψαο λαὸν Ἀχαιῶν〉: |
| book 237b.2 | Ζηνόδοτος οὐδὲ γράφει, Ἀριστοφάνης ἀθετεῖ. T |
| book 239-41a.1 | αὐτὸς μὲν γὰρ ἐγὼ μενέω νεῶν ἐν ἀγῶνι, |
| book 239-41a.2 | / — / μάρνασθαι: ὡς πρὸς παρόντα τὸν θεὸν καὶ ἀγνοοῦντα |
| book 239-41a | διαλέγεται ἀνθρωπείως· πάντα γὰρ οἶδεν ὁ θεός. b(BCE3)T |
| book 239-41b | ἄλλως· {ἀλλ’ ἕταρον:} ὁ ἀλλά (240) ἀντὶ τοῦ δέ. T |
| book 239.1 | 〈νηῶν ἐν ἀγῶνι:〉 ὅτι νηῶν ἀγῶνι τῷ ἀθροίσματι καὶ |
| book 239.2 | ναυστάθμῳ. Aint |
| book 241-2.1 | τῷ κῦδος 〈ἅμα πρόες—ἐνὶ φρεσίν〉: πρέπον |
| book 241-2.2 | Ἀχιλλεῖ δόξαν αἰτεῖσθαι πρὸ σωτηρίας· διὸ καὶ Ζεὺς διδοὺς τὸ ἕτερον |
| book 241-2.3 | τὸ μεῖζον αὐτῷ δίδωσι, φημὶ δὲ τὴν ἀνδραγαθίαν· οὐδεὶς γὰρ πάντα |
| book 241-2.4 | κατορθοῖ παρὰ θεοῖς τὰ αἰτούμενα. b(BCE3)T |
| book 243a.1 | ἐπίστηται: ἡ διπλῆ, ὅτι Ζηνόδοτος γράφει „ἐπιστέα‐ |
| book 243a.2 | ται“. ἀγνοεῖ δὲ ὅτι τὰ τοιαῦτα ῥήματα πληθυντικά ἐστι, καὶ νῦν |
| book 243a.3 | ἀνάλογον ἕξει τὸ „ἐπιστέαται“ τῷ ἐπίστανται, ὅπερ οὐ συμφωνεῖ. |
| book 243a.4 | ἔστιν οὖν ἀντὶ τοῦ ἐπίσταται, καὶ μετείληπται τὸ α εἰς τὸ η. A |
| book 243b | ἐπίστηται: δύναται. T |
| book 244 | ἦ {οἱ καὶ τότε χεῖρες}: ὡς ἐρωτηματικὸν περισπαστέον. T |
| book 245a.1 | ὁπ〈π〉ότ’ ἐγώ περ ἴω 〈μετὰ μῶλον Ἄρηοσ〉: |
| book 245a.2 | Ἀρίσταρχος ὡς ἡνίοχόν φησιν ἠκολουθηκέναι Πάτροκλον Ἀχιλλεῖ, |
| book 245a.3 | b(BCE3E4)T ἐν οἷς φησι „κλαῖον, ἐπειδὴ πρῶτα πυθέσθην |
| book 245a.4 | ἡνιόχοιο“ (Ρ 427). οἱ δὲ ἐν Ἰλίῳ γεγενῆσθαι. T πῶς οὖν Ἀχιλλεῖ |
| book 245a.5.1 | συναγωνίζεται ἡνίοχος ὤν; καὶ τί θαυμαστὸν ἡνιοχοῦντα καιρῷ καὶ |
| book 245a.5.2 | ἀναιρεῖν, ὅπου καὶ Αὐτομέδων τοῦτο ποιεῖ ἡνιοχῶν Πατρόκλῳ (cf. |
| book 245a | Ρ 517—24); b(BCE3E4)T |
| book 245b.1 | 〈ΠΕΡΙΩ:〉 βαρέως τὸ ἴω ῥῆμα δισύλλαβον· ὁ γὰρ πέρ |
| book 245b.2 | σύνδεσμος. Aim |
| book 245c | 〈μῶλον:〉 μολυσμόν. Til |
| book 246a | ναῦφι: ἰδίως ἀπὸ ὀρθῆς παρῆκται γενικὴν δηλοῦν. T |
| book 246b | δίηται: διώξῃ, κατὰ Μάγνητας. T |
| book 247.1 | ἀσκηθής 〈μοι〉: ἐκ τοῦ γὰρ θεραπεύειν τὸ ὑγιαίνειν. b |
| book 247.2 | (BCE3E4)T ἡ δὲ λέξις Αἰτωλῶν. T διὰ δὲ τῆς προσθή‐ |
| book 247.3 | κης τοῦ μοί τὸ φιλόστοργον ἦθος δηλοῖ. b(BCE3E4)T |
| book 248a1.1 | τεύχεσί τε ξὺν πᾶσι 〈καὶ ἀγχεμάχοις ἑτάροι‐ |
| book 248a1.2 | σιν〉: κατὰ παράθεσιν ἐδεξάμεθα ἐνθάδε τὴν σύν πρόθεσιν διὰ τὴν |
| book 248a1.3 | διαστολὴν τὴν πρὸς τοὺς ἑταίρους· διὸ προπερισπᾶται τὸ πᾶσι, ‘σὺν |
| book 248a1.4 | τεύχεσι πᾶσι καὶ τοῖς ἑταίροισ‘. ἔστι μέντοι καὶ σύνθετόν ποτε, καὶ |
| book 248a1.5.1 | τρίτη ἀπὸ τέλους ἔσται ἡ ὀξεῖα ἀπ’ εὐθείας τῆς σύμπαντες καὶ αἰτια‐ |
| book 248a1.5.2 | τικῆς τῆς σύμπαντας· „〈σύμπαντας·〉 τοῖς δ’ οὔ τι δυνήσεαι ἀχνύμε‐ |
| book 248a1.5.3 | νοσ“ (Α 241). καὶ οὕτως ἀνεγνώσθη τὸ „σύμπασι〈ν〉 Πυλίοισι“ (γ |
| book 248a1.5.4 | 59). καὶ δῆλον ὅτι ἐνθάδε μὲν ἡ γραφὴ διὰ τοῦ μ ἐστί, ἐπεὶ κατὰ σύν‐ |
| book 248a1.5.5 | θεσιν, ἐν δὲ τῷ τεύχεσι τε ξὺν πᾶσι φυλάξει τὸ ν 〈τὸ〉 ἑαυτῆς ἡ |
| book 248a1.10 | πρόθεσις διὰ τὴν παράθεσιν. A |
| book 248a2.1 | {ξὺν πᾶσι:} κατὰ παράθεσιν ἔχει ἐνθάδε ἡ σύν: διὸ καὶ |
| book 248a2.2 | προπερισπαστέον τὸ πᾶσι διὰ τὴν πρὸς τοὺς ἑταίρους ἀντιδιαστο‐ |
| book 248a2 | λήν. T |
| book 248b.1 | τεύχεσί τε ξὺν πᾶσι καὶ ἀγχεμάχοις ἑτάροισιν: |
| book 248b.2 | ἴσον νομίζει θάνατον καὶ ἀποβολὴν ὅπλων. b(BCE3E4)T |
| book 249-50.1 | τοῦ δ’ ἔκλυε 〈μητίετα Ζεύς. / τῷ δ’ ἕτερον μὲν |
| book 249-50.2 | ἔδωκε πατήρ, ἕτερον δ’ ἀνένευσε〉: σαφῶς καὶ διὰ βραχέων τὸ |
| book 249-50.3 | πᾶν ἐξήνεγκεν. T |
| book 251.1 | νηῶν μέν 〈οἱ〉 ἀπώσασθαι 〈πόλεμόν τε μάχην τε〉: |
| book 251.2 | πρὸς τὸ πρῶτον ὑπήντησεν. T |
| book 252a | 〈σόον:〉 διχῶς γράφεται, καὶ σόον καὶ „σάον“. Aim |
| book 252b.1 | σόον: γράφεται καὶ „σάο〈ν〉“ διὰ τὸ „σαώτερος ὥς κε |
| book 252b.2 | νέηαι“ (Α 32) καὶ „σάω δ’ ἐρίηρας ἑταίρουσ“ (Π 363). οὐ πρὸς τὸ „ἢν |
| book 252b.3 | γὰρ δή με σόωσι θεοὶ καὶ οἴκαδ’ ἵκωμαι“ (λ 393). T |
| book 254 | 〈ἀπέθηκε:〉 οὕτως ἀπέθηκε διὰ τοῦ α. Aim |
| book 255-6.1 | στῆ δὲ πάροιθ’ 〈ἐλθὼν—αἰνήν〉: εἰκότως |
| book 255-6.2 | θεατὴς τῆς μάχης γίνεται, καραδοκῶν τὸ ἀποβησόμενον. b(BCE3 |
| book 255-6.3 | E4)T |
| book 255 | 〈ἔτι δέ:〉 ἔτι γάρ. Til |
| book 259.1 | σφήκεσσιν 〈ἐοικότεσ〉: παρόσον ὁμοθυμαδὸν ὁρμῶσι |
| book 259.2 | τῶν σκηνῶν καὶ θυμοῦ μεστοί· θυμικὸν γὰρ σφήξ, καὶ μάλιστα ἐνόδιος |
| book 259.3 | ἀδιαλείπτως ἐρεθιζόμενος ὑπὸ τῶν ὁδιτῶν. b(BCE3E4)T |
| book 260a.1 | εἰνοδίοις, οὓς παῖδες 〈ἐριδμαίνωσιν ἔθοντεσ〉: ὅτι |
| book 260a.2 | τὴν αὐτὴν διάνοιαν ἔχει τῷ ἑξῆς καὶ ὑγιέστερον εἴρηται. A |
| book 260b | εἰνοδίοις: παρὰ τὴν ὁδὸν ἔχουσι τὴν σφηκιάν. b |
| book 260b | (BCE3E4)T |
| book 260c.1 | ἐριδμαίνωσιν: εἰς ἔριν ἐμβάλλωσιν· οἱ δὲ ἐρεθίζωσιν· |
| book 260c.2 | ἔθοντες δὲ ἐξ ἔθους ἐπιόντες, b(BCE3E4)T „ἔθων Οἰνῆος ἀλωήν“ |
| book 260c.3 | (Ι 540). T |
| book 261a.1 | αἰεὶ κερτομέοντες 〈ὁδῷ ἔπι οἰκί’ ἔχοντασ〉: ἀθετεῖ‐ |
| book 261a.2 | ται, 〈ὅτι〉 τὸ κερτομεῖν οὐ τίθησιν ἐπὶ τοῦ δι’ ἔργων ἐρεθίζειν, ἀλλὰ |
| book 261a.3 | διὰ λόγων. καὶ ὅτι διὰ τοῦ προειρημένου στίχου (sc. Π 260) ταὐτὸν |
| book 261a.4 | εἴρηται· τὸ γὰρ „εἰνοδίοισ“ (Π 260) ταὐτόν ἐστι τῷ ὁδῷ ἔπι οἰκί’ |
| book 261a.5.1 | ἔχοντες, καὶ τὸ „ἐριδμαίνωσιν“ (Π 260) τῷ κερτομέοντες, καὶ τῷ |
| book 261a.5.2 | αἰεί τὸ „ἔθοντεσ“ (Π 260), ἐξ ἔθους συνεχῶς ἐπιφοιτῶντες. A |
| book 261b | 〈αἰεὶ—ἔχοντας:〉 ἠθέτει καὶ Ἀριστοφάνης. Aint |
| book 261c | αἰεὶ〈—ἔχοντασ〉: ἀθετεῖται διὰ τὴν ταὐτολογίαν· |
| book 261c.1 | τὸ γὰρ αἰεί ταὐτόν ἐστι τῷ „ἔθοντεσ“ (Π 260), τὸ δὲ κερτομέοντες |
| book 261c.2 | τῷ „ἐριδμαίνωσι“ (Π 260), τὸ δὲ ὁδῷ ἔπι τῷ „εἰνοδίοισ“ (Π 260). |
| book 261c.3 | b(BCE3E4)T ἄλλως τε ὁ ποιητὴς κερτόμησιν ἀεί φησι τὸ διὰ λό‐ |
| book 261c.5.1 | γων ἐρεθίζειν, οὐκ ἔργων. | τινὲς δὲ „ὁδῷ ἔπι οἰκί’ ἔχοντεσ“ γρά‐ |
| book 261c.5.2 | φουσιν, ἐπὶ τῶν παίδων ἀκούοντες. καὶ εἰς τὸ κερτομέοντες λείπει |
| book 261c.5.3 | τὸ οἵ, ἵν’ ᾖ οἱ κερτομικοί. b(BE3E4)T |
| book 261d.1 | 〈ἔχοντας:〉 Ἀρίσταρχος ἔχοντας διὰ τοῦ α, καὶ ἅπα‐ |
| book 261d.2 | σαι. Aim |
| book 262 | 〈τιθεῖσι:〉 προπερισπᾶται. προείρηται δέ (sc. ad Γ 152 c). |
| book 262 | Aim |
| book 263.1 | παρά τίς τε κιών: παροδεύων τις. πλεονάζει οὖν ὁ τέ |
| book 263.2 | σύνδεσμος. b(BCE3)T |
| book 265a1.1 | πρόσσω πᾶς πέτεται: ὅτι πληθυντικῶς εἰπὼν „οἱ δ’ |
| book 265a1.2 | ἄλκιμον ἦτορ ἔχοντεσ“ (Π 264) ἑνικὸν ἐπιφέρει πᾶς πέτεται διὰ τὸ |
| book 265a1.3 | τὴν ἔννοιαν τοῦ πᾶς πληθυντικὴν εἶναι, μόνον δὲ τὸ σχῆμα ἑνικόν, |
| book 265a1.4 | ὅμοιον τῷ „ἀγρόμενοι πᾶς δῆμοσ“ (Υ 166). A |
| book 265a2.1 | {ἔχοντες πρόσω πᾶς:} πρὸς τὸ σχῆμα. καὶ τὸ πᾶς ἴσον |
| book 265a2.2 | τῷ πάντες. T |
| book 265b.1 | πρόσ〈σ〉ω πᾶς πέτεται: ἥκιστα ἂν ἴδοις σφῆκα |
| book 265b.2 | φεύγοντα, διώκοντα δὲ προθυμότατα. T |
| book 267.1 | βοὴ δ’ ἄσβεστος 〈ὀρώρει〉: Ἀχαιῶν μὲν ἐπὶ τῇ χαρᾷ |
| book 267.2 | βοησάντων, Τρώων δὲ θορυβηθέντων. b(BCE3E4)T |
| book 268.1 | ἑτάροισιν ἐκέκλετο: οὔπω †ἐμβαλοῦσιν† εἰς τὸν πόλε‐ |
| book 268.2 | μον, ἀλλ’ ἔτι περὶ αὐτὸν οὖσιν, ἐπεὶ οὐδ’ ἂν ἠκούσθη. καλῶς δὲ ἐπὶ |
| book 268.3 | Ἀχιλλέως μὲν ἡσυχίαν ἄγει, νῦν δὲ ἐπ’ ἐξουσίας γεγονὼς παρακαλεῖ |
| book 268.4 | γενναίαν καὶ φιλόστοργον παράκλησιν, φίλους τε Ἀχιλλέως καλῶν |
| book 268.5 | ἰσάζεσθαι παρακαλεῖ τῷ φίλῳ. b(BCE3E4)T |
| book 271.1 | 〈ὡς ἂν〉 Πηλείδην τιμήσομεν: μέγαν αὐτοῖς ὑπογράφει |
| book 271.2 | σκοπὸν ἀνδραγαθίας τὴν Ἀχιλλέως τιμήν. b(BCE3E4)T |
| book 272.1 | 〈καὶ〉 ἀγχέμαχοι 〈θεράποντεσ〉: ἀπὸ κοινοῦ τὸ ‘μέγ’ |
| book 272.2 | ἄριστοι‘ (cf. Π 271). Σέλευκος (fr. 15 M. = 13 D.) δὲ ἀθετεῖ. T |
| book 273-4.1 | γνῷ δὲ καὶ Ἀτρείδησ〈— / ἣν ἄτην, ὅ τ’ |
| book 273-4.2 | ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν〉: ἔμφρων ὁ Πάτροκλος ὁ παρ‐ |
| book 273-4.1 | όντα μὲν ἐλέγχων μετὰ παρρησίας—„νηλεές, οὐκ ἄρα σοί γε πατὴρ |
| book 273-4.2 | ἦν ἱππότα Πηλεύς, / οὐδὲ Θέτις μήτηρ“ (Π 33—4)—, ὑπὲρ ἀπόντος |
| book 273-4.5.1 | δὲ τοῦ φίλου ἀπολογούμενος. b(BCE3E4)T τὰ αὐτὰ δὲ τῷ Ἀχιλ‐ |
| book 273-4.5.2 | λεῖ προφέρεται ἔτι. T ἅμα δὲ καὶ ἐμβριθὴς ἡ παράκλησις δεῖξαι |
| book 273-4.5.3 | σπεύδοντος Ἀγαμέμνονι ὡς αἴτιος τῆς Ἑλληνικῆς γέγονε συμφορᾶς. |
| book 273-4.5.4 | b(BE3E4)T |
| book 274a1.1 | ὅ τ’ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν: ὅτι τὸ δεν παρ‐ |
| book 274a1.2 | έλκεται· ἔστι γὰρ ὅτι τὸν ἄριστον τῶν Ἀχαιῶν οὐκ ἔτισεν. A |
| book 274a2 | {οὐδὲν ἔτισεν:} περισσεύει τὸ ἕν· ἔστι γὰρ ‘οὐκ ἔτισεν‘. T |
| book 276a.1 | ἐν δ’ ἔπεσον 〈Τρώεσσιν〉: ἀκολούθως τοῖς Ἀχιλλέως παρ‐ |
| book 276a.2 | αγγέλμασιν· „ἔμπες’ ἐπικρατέως, μὴ δὴ πυρὸς αἰθομένοιο / νῆας |
| book 276a.3 | ἐνιπρήσωσι“ (Π 81—2). b(BCE3E4)T |
| book 276b | ἀμφὶ δὲ νῆες: οὐ πᾶσαι, ἀλλ’ αἱ τῶν Μυρμιδόνων. T |
| book 278.1 | 〈Τρῶες δ’〉 ὡς εἴδοντο Μενοιτίου 〈ἄλκιμον υἱόν〉: |
| book 278.2 | αὐτοὶ μὲν οὐκ εἶδον ὡς Μενοιτίου υἱόν, προαναπεφώνηκε δὲ τοῦτο |
| book 278.3 | ἀφ’ ἑαυτοῦ ὁ ποιητής. b(BCE3E4)T |
| book 279.1 | αὐτὸν καὶ θεράποντα 〈σὺν ἔντεσι μαρμαίροντασ〉: |
| book 279.2 | Αὐτομέδοντα ἐν τοῖς ὅπλοις ὄντα Πατρόκλου ᾤοντο εἶναι τὸν Πά‐ |
| book 279.3 | τροκλον, Πάτροκλον δὲ Ἀχιλλέα. b(BCE3E4)T |
| book 280.1 | πᾶσιν ὀρίνθη θυμός: ἀντὶ τοῦ πάντων. ἐνδείκνυται δὲ |
| book 280.2 | ὁ ποιητὴς τοὺς πολλοὺς οὐκ ἀληθείᾳ, δόξῃ δὲ καὶ φαντασίᾳ τῶν |
| book 280.3 | πραγμάτων ἐχομένους. b(BCE3E4)T |
| book 280-1a.1 | φάλαγγες / ἐλπόμενοι: ἔστι τι ὅμοιον καὶ παρὰ |
| book 280-1a.2 | Θουκυδίδῃ (1,110,4)· „ἐκ τῶν Ἀθηνῶν καὶ ἄλλης συμμαχίας πεντή‐ |
| book 280-1a.3 | κοντα τριήρεις πλέουσαι ἐς Αἴγυπτον ἔσχον κατὰ τὸ Μενδήσιον κέρας, |
| book 280-1a.4 | οὐκ εἰδότες τῶν γεγενημένων οὐδέν.“ T |
| book 280-1b | ἄλλως· φάλαγγες / ἐλπόμενοι: ἀντὶ τοῦ ἐλπομένων. |
| book 280-1b.1 | Ζηνόδοτος δὲ γράφει „ἐλπόμεναι“, ἐπὶ τῶν φαλάγγων. | ἐπαινεῖ δὲ |
| book 280-1b.2 | Ἀρίσταρχος ὅτι οὐ φεύγοντας ἐποίησεν εὐθέως, ἀλλὰ καταπλησσο‐ |
| book 280-1b.3 | μένους. T |
| book 281a.1 | ἐλπόμενοι: ὅτι ἰδίως εἴρηκε „φάλαγγεσ“ (Π 280) / ἐλπό‐ |
| book 281a.2 | μενοι πρὸς τὸ νοητόν· σύστημα γὰρ ἀνδρῶν εἰσιν αἱ φάλαγγες. ἢ |
| book 281a.3 | δεῖ τὴν πτῶσιν μεταλαβεῖν ‘ἐλπομένων‘. A |
| book 281b | ναῦφι: ἀπὸ εὐθείας παρῆκται· δηλοῖ γὰρ γενικήν. T |
| book 283.1 | πάπτηνεν δὲ ἕκαστος, 〈ὅπῃ φύγοι αἰπὺν ὄλε‐ |
| book 283.2 | θρον〉: δεινότατον τῶν ἐπῶν Ὁμήρου τοῦτό φησιν Ἀριστοτέλης |
| book 283.3 | (fr. 130 R.3), ἐν ᾧ πάντες φευκτιῶσι, καὶ οἰκεῖον βαρβάρων. T |
| book 286.1 | νηῒ παρὰ πρυμνῇ 〈μεγαθύμου Πρωτεσιλάου〉: κα‐ |
| book 286.2 | λῶς τῇ κινδυνευούσῃ νηῒ πρώτῃ ἐπικουρεῖ· τοῦτο γὰρ ἔλεγεν Ἀχιλ‐ |
| book 286.3 | λεύς· „μὴ δὴ νῆας ἕλωσι b(BCE3E4)T καὶ οὐκέτι φυκτὰ πέλον‐ |
| book 286.4 | ται“ (Π 128). T |
| book 287.1 | {ὃς} Παίονας ἱπποκορυστάς: Μίμνερμος (fr. 14 D.3 = |
| book 287.2 | 17 W. = FGrHist 578,4)· „Παίονας ἄνδρας ἄγων, ἵνα τε κλειτὸν γέ‐ |
| book 287.3 | νος ἵππων“. ἐν δὲ τῷ Καταλόγῳ (sc. Β 848) καὶ „Παίονες ἀγκυλό‐ |
| book 287.4 | τοξοι“. ἢ οὗτοι ὑπὸ Ἀστεροπαῖον, οἱ δὲ ἱππεῖς ὑπὸ Πυραίχμην· ἢ |
| book 287.5 | διαφόρῳ ὁπλίσει ἐχρῶντο· ἢ ἱπποτοξόται ἦσαν. T |
| book 288.1 | ἐξ Ἀμυδῶνος: Ἀμυδὼν φρούριόν ἐστι Μακεδόνων περὶ |
| book 288.2 | τὸν Ἀξιὸν ποταμὸν κείμενον. T |
| book 290-1.1 | ἕταροι δέ μιν ἀμφεφόβηθεν 〈/ Παίονεσ〉: ἐκ πλή‐ |
| book 290-1.2 | ρους ἡ ἀμφί. | τὸ δὲ ἑξῆς, περὶ αὐτὸν οἱ Παίονες ἐφόβηθεν. ἐκ πρώτου |
| book 290-1.3 | δὲ ηὔξηται τοῦ Πατρόκλου ἡ ἀρετὴ οὐ τὸν τυχόντα ἀνελόντος. ἅμα δὲ |
| book 290-1.4 | διὰ τὴν ὑπεροχὴν τοῦ ἀναιρεθέντος πιθανὸν φεύγειν τοὺς ἄλλους. |
| book 290-1.5 | b(BCE3E4)T |
| book 290 | 〈ἀμφεφόβηθεν:〉 Ἀρίσταρχος Ἰακῶς „ἀμφὶ φόβηθεν“. Aim |
| book 293a1.1 | κατὰ δ’ ἔσβεσεν 〈αἰθόμενον πῦρ〉: ἐπαινεῖται ταῦτα |
| book 293a1.2 | ὡς ἐν τῷ τάχει ἔχοντα καὶ ἀξιοπιστίαν, εἰ μὴ πᾶν εἶπε πεπρῆσθαι τὸ |
| book 293a1.3 | σκάφος (cf. Π 294). T |
| book 293a2.1 | ἐπαινετὰ δὲ τὰ ἔπη ὡς ἐν τῷ τάχει καὶ τὴν ἀξιοπιστίαν |
| book 293a2.2 | ἔχοντα. b(BCE3E4) |
| book 293b.1 | ἔσβεσεν: αἴτιος τῆς σβέσεως ἐγένετο. ἢ Πάτροκλος ἔσβε‐ |
| book 293b.2 | σεν, ὅπερ ὁ Ζεὺς ἀνῆψεν. b(BCE3E4)T |
| book 293c | 〈αἰθόμενον:〉 ἐν ἄλλῳ „ἀκάματον {πῦρ}“. Aim |
| book 294a.1 | ἡμιδαής: ἐναργῶς ἔχει τὸ ἡμιδαής· σχεδὸν γὰρ ἐπάγει |
| book 294a.2 | τὰς αἰσθήσεις ἡ τῶν ὀνομάτων ἔμφασις καὶ ἐν ὄψει τὸ πρᾶγμα δείκνυ‐ |
| book 294a.3 | σιν. b(BCE3E4)T |
| book 294b.1 | τοὶ δὲ φόβηθεν: ὅρα ὅτι οὐκ ἀφίσταται τοῦ ὀνόματος |
| book 294b.2 | (vide Π 290)· τοῦτο γάρ ἐστι τὸ καιρὸν παρασχὸν κατασβέσαι, ἡ |
| book 294b.3 | τῶν πολεμίων ὑποχώρησις. b(BCE3E4)T |
| book 296 | 〈ἀλίαστος:〉 ἀνέκλειπτος. Til |
| book 297.1 | ἀφ’ ὑψηλῆς κορυφῆς: ἐπεὶ ἐν ταῖς ἀκρωρείαις πυκνὰ |
| book 297.2 | νέφη ἐπικαθίσαντα σκοτίζειν εἴωθε τὸν ὑποκείμενον τόπον. b(BCE3E4) |
| book 297.3 | T μέμνηται δὲ αὑτοῦ ὁ ποιητής· ἔλεγε γὰρ „εἰ δὴ κυάνεον |
| book 297.4 | Τρώων νέφος ἀμφιβέβηκε“ (Π 66). T |
| book 298a.1 | κινήσῃ 〈...〉 νεφέλην: πιθανῶς οὐκ εἶπε σκεδάσῃ· οὐ |
| book 298a.2 | γὰρ προτροπάδην ἀπίασιν. ὁπότε δὲ προτροπάδην φεύγουσιν, „ὡς |
| book 298a.3 | δ’ ὅτ’ ἀπ’ Οὐλύμπου νέφος ἔρχεται“ (Π 364). T |
| book 298b | 〈κινήσῃ〉 ὑπ’ ἀνέμου δηλονότι. Aint |
| book 298c.1 | 〈κινήσῃ:〉 καὶ ταῦτα δὲ Ὅμηρος τὰ αὐτόματα θεοῖς ἀνα‐ |
| book 298c.2 | τίθησιν, οἱ δὲ μετ’ αὐτὸν μετεωρολέσχαι οὐδαμοῦ προστιθέασιν ὄνομα |
| book 298c.3 | θεοῦ. T |
| book 299-300.1 | ἔκ τ’ ἔφανεν πᾶσαι σκοπιαὶ 〈καὶ πρώονες |
| book 299-300.2 | ἄκροι / καὶ νάπαι—αἰθήρ〉: ὅτι ἐνταῦθα οἰκείως κεῖ〈ν〉ται· |
| book 299-300.3 | ἐπικειμένης γὰρ τῆς Τρωϊκῆς φάλαγγος ὡς νέφους ὄρει, αἰφνιδίως ὡς |
| book 299-300.4 | ἄνεμος ἐπιπνεύσας ὁ Πάτροκλος ἀπῶσε καὶ ἐτρέψατο. ἐν δὲ τῇ Θ (sc. |
| book 299-300.5 | 557—8) κακῶς. A |
| book 299a.1 | σκοπιαί: τόποι ἐπιτήδειοι πρὸς σκοπὴν τῶν πόρρω. |
| book 299a.2 | b(BCE3E4)T |
| book 299b | 〈πρώονες:〉 ὡς σώφρονες. προείρηται (sc. ad Θ 557). Aim |
| book 299c.1 | πρώονες: οἱ λόφοι τῶν ὀρῶν παρὰ Ἀργείοις. ἔστι δὲ τοῦ |
| book 299c.2 | πρῶνες διαίρεσις. A T |
| book 300.1 | οὐρανόθεν δ’ ἄρ’ ὑπερράγη ἄσπετος αἰθήρ: αἴφνης |
| book 300.2 | —νεφέλης ῥαγείσης. A |
| book 300a | ὑπερράγη 〈... αἰθήρ〉: τῶν νεφῶν διαρραγέντων |
| book 300a | ὤφθη ὁ αἰθήρ, ὥς φαμεν ῥαγῆναι τὸν ὑετόν. b(BCE3E4)T |
| book 300b.1 | 〈ἄσπετος αἰθήρ:〉 Νέστορος εἰπόντος „αἴ κέν τι φόως |
| book 300b.2 | Δαναοῖσι γένηαι“ (Λ 797) φησὶν ἄσπετος αἰθήρ. T |
| book 303-5.1 | οὐ γάρ πώ 〈τι〉 Τρῶεσ〈—ἀνάγκῃ〉: δαιμο‐ |
| book 303-5.2 | νίως ἔτι συνέχει τὸν ἀγῶνα ὁ ποιητής· οὐ γὰρ πιθανὸν μηδενὸς δεινοῦ |
| book 303-5.3 | γενομένου φυγεῖν προτροπάδην (cf. 304) τοὺς βαρβάρους. b(BCE3 |
| book 303-5.4 | E4)T |
| book 304 | προτροπάδην: ἀμετάστρεπτοι. T |
| book 305a1.1 | ἀνθίσταντο: ἕν ἐστι τὸ ἀνθίσταντο, οὐχὶ ἄντα |
| book 305a1.2 | ἐπίρρημα καὶ ἵσταντο, ὥς τινες. A |
| book 305a2 | τινὲς ‘ἄντα ἵσταντο‘. Til |
| book 305b.1 | 〈ὑποεῖκον:〉 ζητεῖ περὶ τοῦ τόνου τοῦ ὑποεῖκον, πῶς |
| book 305b.2 | δεῖ ἀναγινώσκειν. Aint |
| book 306.1 | κεδασθείσης 〈ὑσμίνησ〉: ἄλλος γὰρ ἄλλῃ ἔφυγε· διὰ δὲ |
| book 306.2 | τῶν Μυρμιδόνων σβέσας τὸ πῦρ καὶ τοὺς πολεμίους ἐάσας, τοὺς ἡγε‐ |
| book 306.3 | μόνας προήγαγεν ἀριστεύοντας, δεικνὺς ὡς οὐ σβέννυται τὸ γενναῖον |
| book 306.4 | τῶν ἀνδρῶν ἐν ταῖς συμφοραῖς. οὐκ ἐδεήθησαν οὖν ἀναψύξεως, ἀλλ’ |
| book 306.5 | ἐκθυμότερον ἀφ’ ὧν ἔπαθον, ἀμύνονται τοὺς Τρῶας. b(BCE3E4)T |
| book 307.1 | 〈ἡγεμόνων:〉 τὸ ἡγεμόνων βέλτιον ἡ συνήθεια τοῖς ἄνω |
| book 307.2 | προσνέμει. Aint |
| book 308a.1 | αὐτίκ’ ἄρα στρεφθέντος: τοῦτο καὶ ἀπ’ ἄλλης ἀρχῆς |
| book 308a.2 | δύναται λέγεσθαι, ἵνα στίζωμεν ἐπὶ τὸ „υἱόσ“ (Π 307). κοινὸν δὲ νοη‐ |
| book 308a.3 | θήσεται κατ’ ἐκείνης τῆς διανοίας τὸ „ἕλεν“ (Π 306). A |
| book 308b | 〈στρεφθέντος:〉 εἰς φυγὴν δηλονότι. b(BCE3E4)Til |
| book 309.1 | διαπρὸ δὲ χαλκὸν ἔλασ〈σ〉εν: διήλασε τὸν χαλκὸν εἰς |
| book 309.2 | τοὔμπροσθεν. T |
| book 311-2 | 〈οὖτα〉 Θόαντα / στέρνον: ἀντὶ τοῦ Θόαντος. T |
| book 311a1.1 | 〈Θόαντα:〉 πρὸς τὴν ὁμωνυμίαν, ὅτι Τρωϊκὸς ὁ Θόας |
| book 311a1.2 | οὗτος. Aim |
| book 311a2 | καὶ πρὸς τὴν ὁμωνυμίαν ἡ διπλῆ. T |
| book 312 | 〈στέρνον:〉 λείπει ἡ κατά. Til |
| book 313.1 | ἐφορμηθέντα: Ἀριστοφάνης „ὑφορμηθέντα“ ἀντὶ τοῦ |
| book 313.2 | ὑποχωρήσαντα· καὶ οὐκ ἄχαρις ἡ γραφή. b(BCE3E4)T |
| book 314a.1 | ὀρεξάμενος: τύψας· ὁ γὰρ τύπτων ἐκτείνει τὴν χεῖρα. |
| book 314a.2 | b(BCE3)T |
| book 314b.1 | ἄλλως· 〈ἔφθη〉 ὀρεξάμενος: ἀντὶ τοῦ ‘παίσας ἔφθη πρὶν |
| book 314b.2 | οὐτάσαι‘. T |
| book 314c | ἄλλως· ἔφθη ὀρεξάμενος: προέφθασεν ἐκτείνας. T |
| book 314d.1 | πρυμνὸν σκέλος: τὸ ἔσχατον ὡς πρὸς τὸν μηρόν. λέγει |
| book 314d.2 | δὲ τὴν γαστροκνημίαν. b(BCE3)T |
| book 315.1 | μυών: μέμφονται λέγοντες τὰς πρὸς τοὺς μῦς πληγὰς ἐπω‐ |
| book 315.2 | δύνους μέν, μὴ θανασίμους δὲ διὰ τὸ μὴ συνάπτειν τινὶ τῶν καιρίων. |
| book 315.3 | οἱ δέ φασιν ὡς μύες ἐκ νεύρων εἰσι πεπλεγμένοι καὶ σαρκὸς στερίφης· |
| book 315 | ὅθεν ἐν ταῖς διακοπαῖς αὐτῶν ὀδύναι γίνονται ἕνεκεν τῶν νεύρων, αἱ‐ |
| book 315.5.1 | μορραγίαι δὲ διὰ τὰς φλέβας καὶ ἀρτηρίας, b(BCE3E4)T τελευτὴ |
| book 315.5.2 | δὲ διὰ τὰς τοῦ ἐγκεφάλου συμπαθείας· δύο γὰρ καταπεφύκασιν αὐτοῦ |
| book 315.5.3 | νεῦρα ἀπὸ νωτιαίου μυελοῦ. συμπαθεῖ δὲ καὶ ἡ καρδία τῷ ἐμπεφυκέναι |
| book 315.5.4 | αὐτῇ τὰς φλέβας. καλῶς δὲ καὶ „πάχιστον“ (cf. Π 314) αὐτόν φησιν· |
| book 315.5.5 | ὁ γὰρ ἐν τῷ σώματι παχύτατος μῦς ἐστιν ἐν τῇ κνήμῃ, καθάπτων |
| book 315.10 | ἐπὶ τὴν πτέρναν, καλούμενος τένων. b(BE3E4)T |
| book 315 | 〈μυών:〉 μύες καλοῦνται αἱ συνεστραμμέναι σάρκες. Aint |
| book 317a.1 | Νεστορίδαι δ’ ὁ μὲν οὔτας’ 〈Ἀτύμνιον ὀξέϊ δου‐ |
| book 317a.2 | ρί〉: πρὸς τὸ σχῆμα, ὅτι ἀντὶ τοῦ Νεστοριδῶν ὁ μὲν Ἀντίλοχος οὔ‐ |
| book 317a.3 | τασεν Ἀτύμνιον (cf. Π 317—8), ὁ δὲ Θρασυμήδης Μάριν (cf. Π |
| book 317a.4 | 321—3). A |
| book 317b.1 | Νεστορίδαι: ἀντὶ τοῦ Νεστοριδῶν. b(BCE3E4)T |
| book 317b.2 | ἢ ἀπὸ κοινοῦ τὸ ‘οὔτασαν‘. δεῖγμα δὲ φιλαδελφίας κοινὸν προὔβαλε |
| book 317b.3 | b(BCE3)T τῶν φονευόντων 〈καὶ φονευομένων〉, T ἥδιστα |
| book 317b.4 | δὲ κατεσχημάτισεν ὅλον τὸν λόγον. b(BCE3)T |
| book 317c.1 | 〈Νεστορίδαι δέ:〉 μετὰ τὸν δέ σύνδεσμον διασταλ‐ |
| book 317c.2 | τέον. Aim Aint |
| book 317d | 〈οὔτασε:〉 τινὲς „†οὐτάσ“. Til |
| book 320-2.1 | Ἀντιλόχῳ ἐπόρουσε〈—οὐδ’ ἀφάμαρτεν:〉 |
| book 320-2.2 | ὑπερφυὴς ἡ ποικιλία· οὐ γὰρ ἔφη ὅτι δύο ἀδελφοὶ δυσὶν ἀδελφοῖς |
| book 320-2.1 | ἐπεχώρησαν, ἀλλὰ μετὰ τὴν τοῦ προτέρου ἀναίρεσιν ὁ δεύτερος |
| book 320-2.2 | ἐπαμύνων τῷ ἀδελφῷ ἐπιχωρεῖ τῷ Ἀντιλόχῳ, ἀναιρεῖ δὲ αὐτὸν ὁ |
| book 320-2.5.1 | Θρασυμήδης ὑπερμαχῶν τοῦ ἀδελφοῦ. τὴν ἑκατέρου οὖν φιλαδελφίαν |
| book 320-2.5.2 | ἐνέφηνε, τοῦ μὲν διὰ ἀδελφὸν ἀποθανόντος, τοῦ δὲ διὰ ἀδελφὸν ἀνελόν‐ |
| book 320-2.5.3 | τος. b(BCE3E4)T |
| book 322-3.1 | ἔφθη 〈ὀρεξάμενος, πρὶν οὐτάσαι, οὐδ’ ἀφάμαρ‐ |
| book 322-3.2 | τεν, / ὦμον ἄφαρ〉: τὸ ἑξῆς ἔφθη ὀρεξάμενος (322) ὦμον |
| book 322-3.3 | ἄφαρ (323). T |
| book 322 | ἔφθη ὀρεξάμενος: προέφθασεν ἐκτείνας. T |
| book 324a.1 | δρύψ’ ἀπὸ μυώνων: εἰ τοῦ ἐγκεφάλου ἀποπέφυκε τὰ |
| book 324a.2 | νεῦρα εἰς νωτιαῖον μυελόν, ἐκ νεύρων δὲ οἱ μύες, ἐκ καρδίας δὲ αἱ φλέβες |
| book 324a.3 | εἰς τὸν μῦν, συμπάθειαν ἔχουσι πρὸς τὰ καίρια· ὅθεν αἱ ἀθρόαι κατὰ |
| book 324a.4 | τῶν μυῶν πληγαὶ θανατοῦσιν. b(BCE3E4)T |
| book 324b.1 | ἄλλως· δρύψ’ ἀπὸ μυώνων, 〈ἀπὸ δ’ ὀστέον ἄχρις |
| book 324b.2 | ἄραξε〉: τὸν ἔσχατον μυῶνα τοῦ βραχίονος ἀπέδρυψεν ἡ ἀκωκὴ τοῦ |
| book 324b.3 | δόρατος, b(BCE3E4)T ἀπήραξε δὲ ἕως τοῦ ὀστέου. T |
| book 324c.1 | ἀπὸ δ’ ὀστέον 〈ἄχρις ἄραξε〉: τὸ ἑξῆς ‘†ἀπάρραξεν† |
| book 324c.2 | ὀστέον‘. ἄχρις δὲ ἕως ὀστέου· τὸ γὰρ ἄχρις καὶ χρονικὸν καὶ τοπι‐ |
| book 324c.3 | κὸν ὡς νῦν. b(BCE3)T |
| book 324d.1 | ἄχρις {ἄραξε}: Ἀρίσταρχος ὡς „μέχρισ“ (Ω 128) ἀνε‐ |
| book 324d.2 | γίνωσκε, παρὸ καὶ ἐγένετο. ἐκεῖνο δὲ ἔχομεν λέγειν ὡς τὰ εἰς ις ἐπιρρή‐ |
| book 324d.3 | ματα δισύλλαβα βαρύνεται, ὡς ἔχει τὸ ἄνις, „ἅλισ“ (Β 90 al.), „μό‐ |
| book 324d | γισ“ (Ι 355 al.), ἄχρις, αὖθις. ὀξύνεται δὲ τὸ „χωρίσ“ (Η 470 al.) |
| book 324d.5.1 | καὶ „ἀμφίσ“ (Β 13 al.), διότι μακρὰν ἔσχεν ἤτοι φύσει ἢ θέσει. τὰ μέντοι |
| book 324d.5.2 | βαρυνόμενα ἤτοι βραχεῖαν εἶχεν ἢ τὴν κοινὴν καλουμένην, ἥτις ἐδύνατο |
| book 324d.5.3 | σχεδὸν βραχεῖα εἶναι· διὸ ἐμάχετο τὸ αὖθις βαρυνόμενον. δοκεῖ δέ μοι |
| book 324d.5.4 | ἀποφυγεῖν τὴν ὀξεῖαν, ἐπεὶ καὶ τριχῶς ἐλέγετο κατὰ τὸ τέλος, αὖθις, |
| book 324d.5.5 | „αὖθι“ (Α 492. γ 156), αὖθιν. τὸ δὲ τοιοῦτον ἑωρᾶτο (sc. καθ. 1,508, |
| book 324d.10 | 21) καὶ ἐπὶ τοῦ πέρυσι βαρυνομένου. A |
| book 326a1.1 | ὣς τὼ μὲν δοιοῖσι κασιγνήτοισι 〈δαμέντε〉: ἡ |
| book 326a1.2 | διπλῆ, ὅτι πτῶσις ἤλλακται, δοτικὴ ἀντὶ γενικῆς, καὶ ἡ ὑπό πρόθεσις |
| book 326a1.3 | παρεῖται· ἔστι γὰρ ἀντὶ τοῦ ‘ὣς τὼ ὑπὸ δοιῶν κασιγνήτων δαμέν‐ |
| book 326a1.4 | τε‘. A |
| book 326a2.1 | {ὣς τὼ μὲν δοιοῖσι κασιγνήτοισι:} ὑπὸ τῶν δύο ἀδελφῶν |
| book 326a2.2 | δαμέντες, ὡς τὸ „Ἀχιλ{λ}ῆϊ δαμασθείσ“ (Χ 55). T |
| book 328.1 | Ἀμισωδάρου: οὗτος Καρίας δυνάστης, οὗ τὴν θυγατέρα |
| book 328.2 | ἔγημε Βελ〈λ〉εροφόντης, ὡς Ξενομήδη〈σ〉 (FGrHist 442,3) ἔφη. T |
| book 328-9.1 | 〈Ἀμισωδάρου,〉 ὅς ῥα Χίμαιραν / θρέψεν: ὅτι οὐ |
| book 328-9.2 | πέπλασται τὰ περὶ τὴν Χίμαιραν, πίστιν ἐπιτίθησι διὰ τοῦ χρόνου |
| book 328-9.3 | καὶ τοῦ θρέψαντος. ἴσως οὖν ἐν αἰπολίῳ χίμαρος τραφεὶς ἠγριώθη· |
| book 328-9.4 | οὐδὲ μὴν ἑτεροφυὴς ἦν, ὡς Ἡσίοδος (sc. th. 319—22) ἔπλασεν. T |
| book 329a | ἀμαιμακέτην: τὴν ἀκαταμάχητον. T |
| book 329b | ἀμαιμακέτην: ἐφ’ ἣν οὐκ ἄν τις ὁρμήσειεν. T |
| book 330-1.1 | Αἴας δὲ 〈Κλεόβουλον Ὀϊλιάδης ἐπορούσας / |
| book 330-1.2 | ζωὸν ἕλε〉: πιθανῶς τὸ ζωγρῆσαι οὐκ ἄλλῳ τινὶ περιέθηκεν ἢ τῷ |
| book 330-1.3 | Ὀϊλέως Αἴαντι· ἔστι γὰρ τάχιστος· διὸ καὶ τὸ ἐπορούσας (330) |
| book 330-1.4 | πρόσκειται· ἱκανώτατος γὰρ ἦν τῶν ἄλλων ἐπιδραμὼν συλλαβεῖν |
| book 330-1.5 | τινα. b(BCE3E4)T |
| book 333.1 | πᾶν δ’ ὑπεθερμάνθη 〈ξίφος αἵματι: πᾶν〉 ἀντὶ τοῦ |
| book 333.2 | ὅλον. τοῦτο δὲ ἐμφαίνει τὴν ἀθρόαν αἱμορραγίαν. ἀλλαχοῦ δὲ „ψυ‐ |
| book 333.3 | χρὸν δ’ ἕλε χαλκὸν ὀδοῦσιν“ (Ε 75). b(BCE3)T |
| book 333-4.1 | τὸν δὲ κατ’ ὄσσε 〈/ ἔλλαβε ... θάνατοσ〉: ἀντὶ τοῦ |
| book 333-4.2 | ‘τοῦ δέ‘. ἡ δὲ κατά (cf. 333) πρὸς τὸ ἔλαβεν (cf. 334). b(BCE3E4)T |
| book 335-7.1 | Πηνέλεως δὲ Λύκων τε συνέδραμον〈—ξι‐ |
| book 335-7.2 | φέεσσι συνέδραμον〉: τὸ διήγημα κατὰ ἀναστροφήν· οὐ γὰρ πρῶ‐ |
| book 335-7.3 | τον ἀποτυχόντας εἰσάγει, εἶτα διὰ τοῦτο συμπλεκομένους, ἀλλ’ |
| book 335-7.4 | ὥσπερ αἰτίαν τῆς συνδρομῆς ἀποδιδοὺς τὸ προγεγενημένον δεδήλω‐ |
| book 335-7.5 | κεν ὅτι ἀκοντίσαντες ἐπ’ ἀλλήλους ἥμαρτον. b(BCE3E4)T |
| book 336a1.1 | ἤμβροτον ἀλλήλων, μέλεον δ’ ἠκόντ〈ισαν ἄμ‐ |
| book 336a1.2 | φω〉: ὅτι μέλεον ἀντὶ τοῦ μελέως, ματαίως. καὶ διὰ παντὸς οὕτως |
| book 336a1.3 | Ὅμηρος χρῆται· οἱ δὲ τραγικοὶ (cf. Aesch. Pers. 733 al.) ἐπὶ τοῦ |
| book 336a1.4 | οἰκτροῦ καὶ τάλανος, καὶ ἡ συνήθεια· πρὸς ὃ καὶ ἡ σημείωσις. A |
| book 336a2.1 | ματαίως. οἱ τραγικοὶ δὲ τὸ μέλεον ἐπὶ τοῦ οἰκτροῦ τάσ‐ |
| book 336a2.2 | σουσιν. ὁ δὲ δέ ἀντὶ τοῦ γάρ. b(BCE3)T |
| book 339a.1 | φάσγανον ἐρραίσθη: διεκλάσθη καὶ διεφθάρη b(BCE3 |
| book 339a.2 | E4) | ὑπὸ τῆς βίας τοῦ τύψαντος, b(BCE3E4)T ὡς τὸ Μενελάου |
| book 339a.3 | „τριχθά τε καὶ τετραχθά“ (Γ 363). T |
| book 339b | θεῖνε: ἀντὶ παρῳχημένου τοῦ ἐπάταξε. ποικίλλει δὲ |
| book 339b | συνήθως τὰς πληγάς. A b (BCE3)T |
| book 340-1.1 | ἔσχεθε δ’ οἶον / δέρμα: μόνον δὲ τὸ δέρμα κατεῖχε καὶ |
| book 340-1.2 | κατεκράτει τὴν κεφαλὴν ἐκκοπεῖσαν. T |
| book 342.1 | κιχείς: ἀπὸ τοῦ κίχημι. ἢ τῆς „κιχών“ (ο 157) παθητικόν, |
| book 342.2 | ὡς τῆς λιπών ἡ λιπείς, τῆς ἐριπών ἡ ἐριπείς· A T „ἐριπέντι Πο‐ |
| book 342.3 | λυνείκει“ (Pind. Ol. 2,43). T |
| book 343 | ἐπιβησόμενον: ἐπιβατικῶς ἔχοντα. T |
| book 345 | Ἐρύμαντα: παρὰ τὸ ἔρυμα. τινὲς δὲ „Ὀρύμαντα“. T |
| book 345-7.1 | κατὰ στόμα νηλέϊ χαλκῷ〈—ὑπ’ ἐγκεφά‐ |
| book 345-7.2 | λοιο〉: ποικίλως πάνυ· φθάνει γὰρ τὸ ἐναντίον διαθέμενος περὶ τὸν |
| book 345-7.3 | Πάνδαρον (sc. Ε 291—3): b(BCE3E4)T τοῦ μὲν γὰρ ἄνωθεν |
| book 345-7.4 | πληγέντος τὸ δόρυ διὰ τοῦ στόματος διέρχεται, ἐνταῦθα δὲ ἡ μὲν |
| book 345-7.5.1 | πληγὴ διὰ τοῦ στόματος γίνεται, διαπερᾷ δὲ τὸ δόρυ διὰ τῆς κεφα‐ |
| book 345-7.5.2 | λῆς. b(BE3E4)T |
| book 347-8.1 | 〈νέρθεν ὑπ’ ἐγκεφάλοιο— /〉 ἐκ δ’ ἐτίναχθεν |
| book 347-8.2 | ὀδόντες: ἐπάνω τῆς ὑπερῴας ἠνέχθη ἡ πληγὴ κατὰ τὸν ἐγκέφαλον, |
| book 347-8.3 | οἱ δὲ ὀδόντες κατὰ τὴν ἐπιδρομὴν τοῦ δόρατος ἐξετινάχθησαν. b |
| book 347-8.4 | (BCE3E4)T ὀστέα (347) δὲ Ἀπολλώνιος τοὺς σφονδύλους |
| book 347-8.5 | φησίν. b(BE3E4)T |
| book 347.1 | κέασσε: οἰκείως ἐπὶ μὲν ὀστῶν †ἐκέασθεν†, ἐπὶ δὲ ὀδόντων |
| book 347.2 | „ἐτίναχθεν“ (Π 348), ἐπὶ δὲ τοῦ δόρατος „ἐξεπέρησε“ (Π 346) φησίν. |
| book 347.3 | b(BE3E4)T |
| book 348-9.1 | ἐνέπλησθεν δέ 〈οἱ ἄμφω /〉 αἵματος ὀφθαλμοί: ἡ |
| book 348-9.2 | αἱμορραγία ὅλην τὴν κεφαλὴν διελθοῦσα διὰ τῶν ὀφθαλμῶν ἐφάνη |
| book 348-9.1 | μάλιστα· εἰσὶ γὰρ ἐξ ὑμένων λεπτῶν· ὅθεν οἱ ἰκτεριῶντες ἀπ’ ὀφθαλ‐ |
| book 348-9.2 | μῶν δῆλοι τὰ πρῶτα γίνονται τῆς χολῆς ὑποδραμούσης. b(BCE3 |
| book 348-9.5 | E4)T |
| book 349.1 | αἵματος ὀφθαλμοί: βραχὺ διασταλτέον ἐπὶ τὸ ὀφθαλ‐ |
| book 349.2 | μοί. ἔσται δὲ ὁ λόγος· ἐπληρώθησαν δὲ αὐτοῦ οἱ ὀφθαλμοὶ αἵματος |
| book 349.3 | (cf. Π 348—9), ὃ δὴ διά τε τοῦ στόματος καὶ τῶν ῥινῶν χανὼν ἀπε‐ |
| book 349.4 | φύσησεν. A |
| book 350.1 | πρῆσε: ἐξεφύσησε. | καὶ ἀλλαχοῦ· „ἐν δ’ ἄνεμος πρῆσεν“ |
| book 350.2 | (Α 481). εἰκὸς δὲ τῶν ἐν τῇ κεφαλῇ φλεβῶν διακοπεισῶν προχυθὲν τὸ |
| book 350.3 | αἷμα διὰ τῶν ὀφθαλμῶν καὶ τοῦ στόματος καὶ τῶν ῥινῶν χωρῆσαι. |
| book 350.4 | b(BCE3E4)T |
| book 351a.1 | 〈οὗτοι ἄρ’ ἡγεμόνες Δαναῶν ἕλον ἄνδρα ἕκα‐ |
| book 351a.2 | στος:〉 βραχὺ διασταλτέον Δαναῶν διὰ τὸ ἀπεμφαῖνον. Aint |
| book 351b | 〈ἄνδρα ἕκαστος:〉 ἐν ἄλλῳ „ἄνδρας ἀρίστουσ“. Aim |
| book 352a.1 | ὡς δὲ λύκοι ἄρνεσ〈σ〉ιν ἐπέχραον: ὅταν ἑνὸς ἔφο‐ |
| book 352a.2 | δον δηλῶσαι θέλῃ, λέοντα εἰς τὴν εἰκόνα παραλαμβάνει, A b (BCE3E4) |
| book 352a.3 | T „ἤτοι ὁ μὲν πρώτῃσι βόεσσι“ (Ο 634). A T νῦν δὲ τὴν τοῦ |
| book 352a.4 | πλήθους ἔφοδον ἐμφῆναι βουληθεὶς τὰ ἀγεληδὸν ἐφορμῶντα ζῷα παρ‐ |
| book 352a.5 | έλαβε, τοὺς λύκους. A b (BCE3E4)T |
| book 352b | ἐπέχραον: ἀθρόοι ἐπεβάρησαν, ἢ ἀθρόοι ἐπήλθοσαν. T |
| book 353a.1 | ὑπὲκ μήλων αἱρεύμενοι: ἐξ αἰγῶν ἢ προβάτων ὑφαι‐ |
| book 353a.2 | ρούμενοι. b(BE3)T |
| book 353b | μήλων: προβάτων καὶ αἰγῶν. A b (BCE3E4)T καὶ |
| book 353b.1 | ἐν ἄλλοις „μῆλ’ ὄιές τε καὶ αἶγεσ“ (ι 184): A T πρόβατα γὰρ πάν‐ |
| book 353b.2 | τα ἐκάλουν τὰ θρέμματα οἱ παλαιοί· καὶ Εὔπολις (fr. 22 [V p. 311] K.—A.) |
| book 353b.3 | προβατικὸν χορόν φησι τὸν ἐξ αἰγῶν. A b (BCE3E4)T |
| book 353c.1 | αἵ τ’ ἐν ὄρεσσιν: αἱ ἄρνες δηλονότι καὶ οἱ ἔριφοι. καλῶς |
| book 353c.2 | δὲ καὶ τὸ νέον καὶ τὸ θῆλυ, καὶ τὸ ἐν ὄρεσ〈σ〉ιν, ἔνθα οὐκ ἔστι |
| book 353c.3 | φυγή. T |
| book 353d | 〈αἵ τε:〉 οὕτως αἵ τε θηλυκῶς, αἱ ὄϊες. Aim |
| book 354a.1 | διέτμαγεν: ἡ διπλῆ, ὅτι οὕτως δεῖ γράφειν A διέ‐ |
| book 354a.2 | τμαγεν ὡς „κόσμηθεν“, (Γ 1) A T ἵν’ ᾖ διετμάγησαν, παθητι‐ |
| book 354a.3 | κῶς· A τὸ γὰρ διέτμαγον ἐνεργητικόν ἐστιν. A T |
| book 354b | 〈διέτμαγεν:〉 οὕτω διὰ τοῦ ε διέτμαγεν. Aim |
| book 356a | ὣς Δαναοί: καὶ Μυρμιδόνας συμπεριλαμβάνει. T |
| book 356b | 〈ἐπέχραον:〉 ἐπήλθοσαν. Til |
| book 356-7.1 | 〈φόβοιο /〉 δυσκελάδου: προσφυὲς τὸ ἐπίθετον· |
| book 356-7.2 | βοῶσι γὰρ καὶ οἱ διώκοντες καὶ οἱ διωκόμενοι. b(BCE3E4)T |
| book 358-9.1 | Αἴας δ’ ὁ μέγασ〈— / ἵετ’ ἀκοντίσσαι:〉 δαι‐ |
| book 358-9.2 | μονίως οὐκ ἄλλῳ περίκειται τὸ ἐπιτηρεῖν τὸν Ἕκτορα, ἀλλὰ τῷ |
| book 358-9.3 | Αἴαντι· ἐγκότως γὰρ ἔχει πρὸς αὐτὸν ὁ ἥρως ὡς ἂν δι’ αὐτὸν ἀπο‐ |
| book 358-9.4 | κρουσθεὶς τῆς νεώς (cf. Π 122). εἰκὸς οὖν αὐτὸν σπεύδειν ἀποδοῦναι |
| book 358-9.5 | τὴν ὁμοίαν. b(BCE3E4)T |
| book 358a1.1 | Αἴας δ’ ὁ μέγας: ἡ διπλῆ, ὅτι συγκριτικῶς λέγεται |
| book 358a1.2 | πρὸς τὸν ἕτερον Αἴαντα ὁ μέγας, ὁ Τελαμώνιος, ἐπεὶ ἐκεῖνος μείων. A |
| book 358a2 | {αἴας δ’ ὁ μέγας:} πρὸς διαστολὴν τοῦ Ὀϊλέως. T |
| book 361a.1 | σκέπτετο: ὅτι τὸ σκέπτετο ἴσον τῷ οἷον ἀπεσκόπευε |
| book 361a.2 | καὶ παρετήρει εἰς τὸ μὴ πληγῆναι. A |
| book 361b.1 | σκέπ〈τ〉ετο: σκοπεύων ἐφυλάττετο. b(BCE3E4)T |
| book 361b.2 | τοῦτον δὲ ἀκοντοδόκον φασίν. T |
| book 361c1.1 | ὀϊστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων: καλῶς |
| book 361c1.2 | ἐπὶ μὲν τοῦ βαρέος δοῦπον, ἐπὶ δὲ τοῦ ταχέος ῥοῖζον. T |
| book 361c2.1 | καλῶς δὲ ἐπὶ μὲν τοῦ ταχέος καὶ κούφου ῥοῖζον φησίν, |
| book 361c2.2 | ἐπὶ δὲ τοῦ βραδέος καὶ βαρέος δοῦπον. b(BCE3E4) |
| book 364a.1 | ὡς δ’ ὅτ’ ἀπ’ Οὐλύμπου 〈νέφος ἔρχεται οὐρανὸν |
| book 364a.2 | εἴσω〉: ὅτι σαφῶς οὐκ ἔστιν Ὄλυμπος καὶ οὐρανὸς ὁ αὐτός· ὡς γὰρ |
| book 364a.3 | ἀφ’ ἑτέρου ἐφ’ ἕτερόν φησι τὸ νέφος ἔρχεσθαι. οὐδὲ μὴν τόπος ἐπουρά‐ |
| book 364a.4 | νιος· ὁ γὰρ Ὅμηρος ἀπὸ τῶν γινωσκομένων πᾶσι ποιεῖται τὰς |
| book 364a.5.1 | ὁμοιώσεις. καταλείπεται τοίνυν τὸ ὄρος σημαίνεσθαι· καὶ γὰρ ἀπὸ |
| book 364a.5.2 | τῶν ὀρῶν λέγει τὰ συνεστῶτα νέφη μεταχωρεῖν· „ὡς δ’ ὅτ’ ἀφ’ ὑψηλῆς |
| book 364a.5.3 | κορυφῆς ὄρεος μεγάλοιο / κινήσῃ πυκινὸν νέφοσ“ (Π 297—8). τοιγαρ‐ |
| book 364a.5.4 | οῦν καὶ ὅταν λέγῃ ὡς δ’ ὅτ’ ἀπ’ Οὐλύμπ〈ου〉 νέφος ἔρχεται, |
| book 364a.5.5 | ἀπὸ ὄρους σημαίνει. A |
| book 364b | ἀπ’ Οὐλύμπου: τοῦ τόπου, ἔνθα τὰ νέφη ἐπικαθέζεται. T |
| book 364c.1 | νέφος ἔρχεται οὐρανὸν εἴσω: οὐ τὴν ἄνω φορὰν |
| book 364c.2 | ποιούμενον (πῶς γὰρ ἐξ αἰθέρος γενομένης τῆς λαίλαπος ὑψοῦται τὰ |
| book 364c.3 | νέφη;), ἀλλὰ τὴν εἰς πλάτος. οὕτω καὶ οἱ Τρῶες προσεδρεύοντες |
| book 364c.4 | πρώην τῷ ναυστάθμῳ ἐπεξετάθησαν εἰς τὸ πεδίον. b(BCE3E4)T |
| book 364d1 | οὐρανόν: τὸν περὶ τὰ νέφη τόπον εἴωθε καλεῖν. T |
| book 364d2.1 | Ὄλυμπος δὲ καὶ οὐρανὸς ὁ περὶ τὰ νέφη τόπος. b(BCE3 |
| book 364d2.2 | E4) λέγει δὲ ὅτι ἀπὸ τοῦ τόπου, οὗ εἰσι κινούμεναι, περιέρχονται |
| book 364d2.3 | τὸν ὅλον οὐρανόν. ἐξήλλαξε δὲ τὸν λόγον, εἰπὼν Ὄλυμπον καὶ |
| book 364d2 | οὐρανόν. b(BE3E4) |
| book 365a | αἰθέρος ἐκ δίης 〈ὅτε τε Ζεὺς λαίλαπα τείνῃ〉: |
| book 365a.1 | ΔΙΗΣ τινες τῆς ὑπὸ Διὸς ἀρχομένης, b(BE3E4)T ὡς Ὀδυσσήϊος |
| book 365a.2 | δόμος (cf. ς 353), T ‘ὅτ’ ἂν ἐκ τῆς αἰθέρος ὁ Ζεὺς ἐπιτείνῃ λαίλαπα‘. |
| book 365a.3 | ἐν δὲ τοῖς ὑπομνήμασι κατὰ δοτικὴν ἦν „λαίλαπι“, ἵν’ ᾖ ‘ὅταν ὁ Ζεὺς |
| book 365a.5 | ἐν λαίλαπι παρατείνῃ τὰ νέφη‘. b(BE3E4)T |
| book 365b.1 | ἄλλως· αἰθέρος ἐκ δίης 〈ὅτε τε Ζεὺς λαίλαπα |
| book 365b.2 | τείνῃ〉: ὡς ἐξ εὐδίας ἐπιταράσσεται ὁ οὐρανός, οὕτω ταραχὴ γέγονε |
| book 365b.3 | τῶν Τρώων. T |
| book 365c.1 | αἰθέρος ἐκ δίης: τοῦτο ἑκατέροις δύναται προσδίδοσθαι. |
| book 365c.2 | τὸ μέντοι ζήτημα ὁμοίως μένει· ἀέρος γὰρ πάθη ταῦτα. τάχα οὖν κεῖ‐ |
| book 365c.3 | ται ὁ αἰθὴρ ἀντὶ τοῦ ἀέρος. A |
| book 365.1 | αἰθέρος ἐκ δίης: πῶς αἰθέρος; τὰ γὰρ πάθη—ἐν τῷ |
| book 365.2 | αἰθέρι. A |
| book 368-9.1 | λεῖπε δὲ λαόν 〈/ Τρωϊκόν〉, οὓς ἀέκοντας: ὅτι |
| book 368-9.2 | πρὸς τὸν νοῦν ὑπήντησεν. T |
| book 370.1 | πολλοὶ δ’ ἐν τάφρῳ〈—〉ἵπποι: καὶ μήν, φησίν |
| book 370.2 | (sc. Μ 76—85), ἔξω τὴν ἵππον εἴασαν. ἀλλ’ ὁ Ἀπόλλων ἱππήλατον |
| book 370.3 | ὁδὸν αὐτοῖς ἐποίησεν· „αὐτὰρ ἐγὼ προπάροιθε κιὼν ἵπποισι κέλευ‐ |
| book 370.4 | θον / πᾶσαν λειανέω“ (Ο 260—1) καὶ „ἵππους δ’ εἰσελάσαντες ἐπὶ |
| book 370.5 | πρύμνῃσι μάχοντο“ (Ο 385). b(BCE3E4)T |
| book 371a.1 | ἄξαντε: πρὸς τὰς συνωρίδας, αἷς ἐχρῶντο οἱ Τρῶες, τὸ |
| book 371a.2 | δυϊκόν. πρώτῳ δὲ ῥυμῷ b(BCE3)T τῷ ἄκρῳ πρὸς τὸν ζυγόν· |
| book 371a.3 | οἱ δὲ τῷ πρὸς τὸν ἄξονα, b(BCE3E4)T ὃ〈σ〉 καὶ μᾶλλον τρίβε‐ |
| book 371a.4 | ται. T |
| book 371b.1 | ἄλλως· ἄξαντ’ ἐν πρώτῳ ῥυμῷ: ἀπὸ κοινοῦ τὸ ἅρ‐ |
| book 371b.2 | ματα. T |
| book 371c.1 | {ἄξαντ’ ἐν} πρώτῳ {ῥυμῷ}: ὅτι ἀντὶ τοῦ ἄκρῳ, καὶ οὐχ |
| book 371c.2 | ὡς δευτέρου ὄντος ῥυμοῦ· εἷς γάρ ἐστι. „πρώτῃσιν δὲ πύλῃσιν“ (Θ |
| book 371c.3 | 411) ἀντὶ τοῦ ἄκραις. A |
| book 372a | 〈σφεδανόν:〉 οὕτως ὡς σφοδρόν. προείρηται. Aint |
| book 372b.1 | σφεδανόν: ἐσπευσμένως. οἱ δὲ συντόνως, ἀφ’ οὗ καὶ |
| book 372b.2 | σφὴν ὁ διατείνων τὰ ἄρθρα καὶ σφίγγων. T |
| book 374a | 〈τμάγεν:〉 καὶ τοῦτο διὰ τοῦ ε. Ail |
| book 374b.1 | τμάγεν: διεκόπησαν καὶ διεσχίσθησαν ἀπ’ ἀλλήλων. δι’ |
| book 374b.2 | ὧν δὲ μεστοῖ πάσας τὰς ὁδούς, τὸ πλῆθος παρίστησι· „πολλαὶ |
| book 374b.3 | γὰρ ἀνὰ στρατόν εἰσι κέλευθοι“ (Κ 66). b(BCE3E4)T |
| book 374c | 〈ἀέλλη:〉 ὀμιχλώδης κονιορτός. Til |
| book 375a | 〈ὑπαὶ νεφέων:〉 ἔμπροσθεν τῶν νεφῶν. Til |
| book 375b | 〈ὑπαὶ νεφέων:〉 ὑπὸ τὰ νέφη. ἢ ὑπὸ τῶν ἀνέμων. Aim |
| book 375c | τανύοντο {δέ}: ἐμφαντικώτερον τοῦτο τοῦ ἀπέτρε‐ |
| book 375c | χον. T |
| book 376.1 | 〈νεῶν ἄπο καὶ κλισιάων:〉 ἐν ἄλλῳ „{ἄψορρον προτὶ |
| book 376.2 | ἄστυ} ἑλιχθέντων ὑπ’ Ἀχαιῶν“. Aim |
| book 377.1 | ᾗ πλεῖστον 〈ὀρινόμενον ἴδε λαόν〉: ὅπου πολὺν ἐρ‐ |
| book 377.2 | γάσασθαι φόνον ἠδύνατο. T |
| book 378 | 〈ἔχε:〉 ἤλαυνε τοὺς ἵππους. Til |
| book 378-9.1 | 〈ὑπὸ δ’ ἄξοσι〉 φῶτες ἔπιπτον 〈/ —ἀνεκυμ‐ |
| book 378-9.2 | βαλίαζον〉: οἱ Τρῶες, φησί, πρηνεῖς πίπτοντες ὑπὸ τοῖς ἄξοσιν |
| book 378-9.3 | ἐγίνοντο, εἰς οὓς καὶ ἀνεκυμβαλίαζον οἱ δίφροι ὡς τοὺς πίπτοντας αἰ‐ |
| book 378-9.4 | τίους πτωμάτων τοῖς ἐπιβάταις γίνεσθαι. πρηνεῖς δὲ ἔπιπτον ὡς |
| book 378-9.5 | ὄπισθεν τιτρωσκόμενοι. b(BCE3E4)T |
| book 379a1.1 | ἀνακυμβαλίαζον: οὕτως Ἀρίσταρχος ἀνακυμβα‐ |
| book 379a1.2 | λίαζον διὰ τοῦ α· οὐ γὰρ ἑκάστοτε τὰ σύνθετα μεταβάλλει παρὰ |
| book 379a1.3 | τοῖς Ἴωσιν. A |
| book 379a2 | οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ „ἀνεκυμβαλίαζον“. Aim |
| book 379a3.1 | ἀνεκυμβαλίαζον: Ἀρίσταρχος διὰ τοῦ α, „ἀνακυμβα‐ |
| book 379a3.2 | λίαζον“. T |
| book 379b.1 | ἀνεκυμβαλίαζον: ἀνεπήδων καὶ ἀνεκουφίζοντο, ἀπὸ |
| book 379b.2 | τῶν κυμβάλων, ἃ προσκρουόμενα ἀλλήλοις ὑπερπηδᾷ. ἅμα δὲ καὶ |
| book 379b.3 | βομβῶδες ὂν τὸ ῥῆμα ἔδωκεν ἔμφασιν τῇ ἀνατροπῇ. τὸ δὲ ἑξῆς οὕτως |
| book 379b.4 | ἐγὼ οἶμαι· ‘ὑπὸ τῶν ἀξόνων πρηνεῖς ἔπιπτον ἐξ ὀχέων (cf. Π 378—9)· |
| book 379b.5 | οἱ γὰρ δίφροι ἀνεκυμβαλίαζον‘. ἀνακουφιζομένων οὖν τῶν ἀξόνων |
| book 379b | πρηνεῖς κατέπιπτον οἱ ἐπιβάται. b(BCE3E4)T |
| book 380.1 | ἀντικρὺ δ’ ἄρα τάφρον 〈ὑπέρθορον ὠκέες ἵπποι〉: |
| book 380.2 | τοῦτο πρὸς τὴν ἀρετὴν τῶν Ἀχιλλέως ἵππων. Ἕκτωρ δὲ αὐτὸ μόνον |
| book 380.3 | ἐκαυχήσατο, οὐ μὴν ἐτέλεσεν, „ἵπποι δὲ ῥέα τάφρον 〈ὑπερθορέονται〉“ |
| book 380.4 | (Θ 179). Αἰσχύλος (fr. 380 N.2 = 201 M. = 380 R.) δὲ Ἀχιλλέα σὺν τῇ πανο‐ |
| book 380.5.1 | πλίᾳ φησὶν ὄπιθεν ὁρμήσαντα πηδῆσαι τὴν τάφρον μὴ δείξαντα 〈τὰ〉 |
| book 380.5.2 | νῶτα τοῖς ἐχθροῖς. T |
| book 382.1 | ἐπὶ δ’ Ἕκτορι κέκλετο θυμός: παρεκελεύετο γὰρ αὐ‐ |
| book 382.2 | τοὺς κατὰ τοῦ Ἕκτορος ὁρμᾶν. T |
| book 383a1.1 | τὸν δ’ ἔκφερον 〈ὠκέες ἵπποι〉: ἐξενηνόχεισαν ἴσως |
| book 383a1.2 | διὰ τῆς ὑπὸ Ἀπόλλωνος γεγονυίας ὁδοῦ (cf. Ο 355—9). πῶς δὲ οὐ |
| book 383a1.3 | καταλαμβάνει Πάτροκλος; ἢ ὅτι καὶ αὐτὸς διαφόρους ἵππους ἔχει, ὡς |
| book 383a1.4 | Αἰνείας (cf. Ε 272 al.)· καὶ γὰρ ἐν Ἀβύδῳ ἱπποστάσια ἔχει Πρίαμος |
| book 383a1.5.1 | (cf. Δ 500)· ἀφ’ οὗ καὶ οἱ Ἀσίου, „ὃν Ἀρίσβηθεν φέρον ἵπποι“ (Β |
| book 383a1.5.2 | 838)· ὧν καὶ διὰ τὴν ὑπεροχὴν ἐπιμελεῖται Ἀνδρομάχη (cf. Θ 186‐ |
| book 383a1.5.3 | 90). ἄλλως τε ἄτοπον ἐπιδιώκοντα πόρρω που ἐκεῖνον ἀμελεῖν τῶν |
| book 383a1.5.4 | λοιπῶν. T |
| book 383a2.1 | ἐξενηνόχεισαν διὰ τῆς ὑπ’ Ἀπόλλωνος γεγονυίας ὁδοῦ. |
| book 383a2.2 | πῶς δὲ αὐτὸν οὐ διώκει Πάτροκλος; ὅτι τάχιον ἐξελάσας προέφυγεν. |
| book 383a2.3 | ἄτοπον δὲ ἦν ἐπιδιώκοντα πόρρω που ἐκεῖνον ἀμελεῖν τῶν λοιπῶν. |
| book 383a2.4 | b(BCE3E4) |
| book 384.1 | λαίλαπι: λαῖλαψ ὁ μετὰ ὑετοῦ ἄνεμος, ποτὲ δὲ ἁπλῶς |
| book 384.2 | ὑετός {ὡς δ’ ὑπὸ λαίλαπι πᾶσα κελαινὴ βέβριχεθών}. T |
| book 385 | ὀπωρινῷ: τῷ μετοπωρινῷ· καταρρήγνυται γὰρ ὄμβρος |
| book 385.1 | πολὺς κατὰ τὸ μετόπωρον. Ὁμήρῳ δὲ οὐκ ἀρκεῖ τὸ φυσικὸν μόνον |
| book 385.2 | πρὸς αὔξησιν, ἀλλὰ καὶ τὴν τοῦ θείου ὀργὴν προσπαρέλαβεν, ὠφε‐ |
| book 385.3 | λῶν κἀν ταῖς παραβολαῖς καὶ δεικνύς, ὅσα τοῖς ἀδικοῦσι συμπίπτει |
| book 385.5.1 | δεινά, b(BCE3E4)T οὐ καθ’ ἕνα μόνον, ἀλλὰ κοινῇ. ἐντεῦθεν |
| book 385.5.2 | Ἡσίοδός φησι· „λιμὸν ὁμοῦ καὶ λοιμόν“ (opp. 243). T |
| book 387a.1 | οἳ βίῃ εἰν ἀγορῇ 〈σκολιὰς κρίνωσι θέμιστασ〉: |
| book 387a.2 | παιδευτικὰ πρὸς τοὺς βασιλέας ταῦτα καὶ τοὺς κριτάς. b(BCE3 |
| book 387a.3 | E4)T οὐκοῦν ἐὰν παρὰ καιρόν τι φαίνηται γινόμενον, οὐκ ἐχρῆν |
| book 387a.4 | ἐπικαλεῖν τὸ δαιμόνιον· T ἔοικε γὰρ κολάζειν τοὺς ἀδίκους. |
| book 387a.5 | b(BCE3E4)T |
| book 387b.1 | 〈οἳ βίῃ εἰν ἀγορῇ〉 σκολιὰς κρίνωσι 〈θέμιστασ〉: |
| book 387b.2 | οἳ κακῶς κρίνοντες σκολιὰς ποιήσουσι θέμιστας. b(BCE3E4)T ἢ |
| book 387b.3 | τὸ ‘κρίναντεσ‘ ἀπὸ κοινοῦ. T |
| book 387c | 〈θέμιστας:〉 ὅτι ἀντὶ τοῦ δίκας. Aint |
| book 388.1 | θεῶν ὄπιν οὐκ ἀλέγοντες: τὴν ἐπιστροφὴν τῶν θεῶν |
| book 388.2 | οὐκ ἔχοντες ἐν λόγῳ. b(BCE3E4)T |
| book 389 | 〈τῶν:〉 τῶν ἀσεβῶν ἀνδρῶν. Til |
| book 390a.1 | {πολλὰς δὲ} κλιτύς: ἐχρῆν μὲν διὰ τὸ „κλιτύας †οὐ‐ |
| book 390a.2 | ρῆας†“ (fr. ign.?) περισπᾶσθαι τὸ κλιτύς, ἀνεγνώσθη δὲ κατ’ |
| book 390a.3 | ὀξεῖαν τάσιν ἐν ἐγκλίσει, ὁμοίως τῷ „κνημῖδας ῥαπτὰς δέδετο, γρα‐ |
| book 390a | πτὺς ἀλεείνων“ (ω 228). A |
| book 390b1.1 | κλιτύς: κλίματα ὀρῶν. | καὶ ἐχρῆν μὲν περισπᾶσθαι, |
| book 390b1.2 | ἐπεὶ ἀπὸ τοῦ κλιτύας ἦν. ἀνεγνώσθη δὲ ὀξυτόνως, ὡς τὸ „κνημῖδας |
| book 390b1.3 | γραπτὰς δέδετο, γραπτὺς ἀλεείνων“ (ω 228). T |
| book 390b2.1 | κλίματα ὀρῶν. | μεμάκρυνται δὲ τὸ κλι καὶ περισπᾶται†, |
| book 390b2.2 | ἐπεὶ ἀπὸ τοῦ κλιτύας, ὡς ὀσφύας ὀσφῦς. b(BCE3E4) |
| book 390c.1 | σχόλιον· ἐν μέντοι τῇ Ὀδυσσειακῇ προσῳδίᾳ (Hrd. 2, |
| book 390c.2 | 165,1) φανερῶς τὸ „γραπτῦσ“ περισπᾷ καί φησιν ὅτι εἴη εἰρηκὼς ὡς |
| book 390c.3 | καὶ τὸ „κλιτῦσ“ δεῖ περισπᾶσθαι. ἀμφίβολος οὖν ἐφ’ ἑκατέρων ὁ τόνος· |
| book 390c.4 | εἰ γὰρ τοῖς ἐνταῦθα εἰρημένοις πεισθείημεν, ἐκεῖνο ἀνθέλκει, εἰ δὲ ἐκεί‐ |
| book 390c.5 | νοις, τοῦτο πάλιν ἀντίκειται. A |
| book 390d | 〈κλιτῦς:〉 αἱ ἀποκλίσεις τῶν ὀρῶν. Aim |
| book 390e.1 | χαράδραι: πρὸ τέλους ἡ ὀξεῖα, ὡς φαρέτραι. προείρηται |
| book 390e.2 | δὲ τὰ τῆς ἀναλογίας. οὕτως δὲ καὶ Ἀρίσταρχος. A |
| book 390f.1 | χαράδραι: κυρίως οἱ κοῖλοι τόποι, παρὰ τὸ κεχαράχθαι. |
| book 390f.2 | νυνὶ δὲ αἱ ῥύσεις. b(BCE3E4)T |
| book 390g.1 | ἄλλως· χαράδραι: χάραδρός ἐστιν ὁ ἐν γεωλόφοις κατερ‐ |
| book 390g.2 | ρηγμένος τόπος, χαράδρα δὲ ὁ ἐν ἐπιπέδοις b(BCE3E4)T ἐκ |
| book 390g | ποταμῶν καὶ ὑετῶν ἐκρησσόμενος. T |
| book 392a.1 | {ἐξ ὀρέων} ἐπικάρ: ὅτι ἐπὶ κάρα ἐστὶ κατὰ ἀποκοπήν. |
| book 392a.2 | σημαίνει δὲ τὴν ἄνωθεν καταφορὰν τοῦ ὕδατος. | οὐ λέγει δὲ ὁ ποιητὴς |
| book 392a.3 | —ἢ πληθυντικά. A |
| book 392b.1 | ἐπικάρ: τὸ τέλειον ἐπὶ κάρα, ὅ ἐστιν ἄνωθεν κάτω. ἄμει‐ |
| book 392b.2 | νον δὲ †ἐπικρασίως† εἶναι τὸ τέλειον, διὰ τὸ σύνηθες τῶν ἀποκοπῶν. |
| book 392b.3 | b(BCE3)T οἱ δὲ ‘ἐπικάρπια ἔργα μινύθει‘. T |
| book 393a.1 | ὣς ἵπποι 〈Τρῳαὶ μεγάλα στενάχοντο θέουσαι〉: |
| book 393a.2 | ὡς αἱ χαράδραι. κέχρηται δὲ ἐνταῦθα τῇ παρισώσει, ὡσεὶ „μεγάλα |
| book 393a.3 | στενάχουσι ῥέουσαι“ (Π 391), εἶτα ἀντέθηκε μεγάλα στενάχοντο |
| book 393a.4 | θέουσαι. b(BCE3E4)T |
| book 393b.1 | στενάχοντο: πρὸς τοῦτο ἡ πᾶσα παραβολή. τὰ δ’ |
| book 393b.2 | ἄλλα εὐσεβείας χάριν παρέθηκεν. b(BCE3)T |
| book 395-8a.1 | ἂψ ἐπὶ νῆας ἔεργε〈—〉μεταΐσσων: θαυ‐ |
| book 395-8a.2 | μάσειεν ἄν τις τὴν Ὁμήρου φύσιν κατὰ πολλὰ ὅτι λανθάνει τὰ ὅμοια |
| book 395-8a.3 | λέγων ὥστε δοκεῖν ἄλλα καὶ ἄλλα εἶναι· ταῦτα γὰρ οὐδὲν διαφέρει |
| book 395-8a.4 | τῶν ἐπ’ Ἀχιλλεῖ λεγομένων, ὅπου κατὰ νώτου φησὶν αὐτὸν τῶν πο‐ |
| book 395-8a.5.1 | λεμίων γενόμενον τὴν ἑτέραν μοῖραν τῶν βαρβάρων διώκειν· „ἔνθα |
| book 395-8a.5.2 | διατμήξας τοὺς μὲν πεδίον δ’ ἐδίωκεν“ (Φ 3). b(BCE3E4)T |
| book 395-8b | ἄλλως· ἂψ ἐπὶ νῆας 〈ἔεργε παλιμπετέσ〉: πάλιν |
| book 395-8b | ὀπισθορμήτους ἀπεῖργεν ἐπὶ τὰς ναῦς. T |
| book 395.1 | παλιμπετές: παλιμπετῶς· ἀπὸ τῶν εἰς τοὐπίσω πι‐ |
| book 395.2 | πτόντων †βολῶν. b(BCE3E4)T ἀναμφιβόλως δὲ αὐτοὺς ἔχειν |
| book 395.3 | βούλεται, ὅπερ καὶ ἐπὶ Δόλωνος πράττουσιν (sc. Κ 349—64). T |
| book 399-418.1 | ἔνθ’ ἤτοι Πρόνοον—χθονὶ πουλυβο‐ |
| book 399-418.2 | τείρῃ: συντόμως ἅμα καὶ κεχαρισμένως τῷ ἀκροατῇ περὶ τῶν ἐκδι‐ |
| book 399-418.3 | κουμένων Ἑλλήνων. b(BCE3E4)T |
| book 399-400.1 | Πρόνοον〈—παρ’ ἀσπίδα〉: παραβάτης ἦν |
| book 399-400.2 | οὗτος· διὸ καὶ ἀσπίδα φέρει. ὁ δὲ Θέστωρ (cf. Π 401) ἡνίοχος αὐτοῦ. |
| book 399-400.3 | b(BCE3E4)T |
| book 399 | 〈δουρὶ φαεινῷ:〉 ἐν ἄλλῳ „{βάλε} ποιμένα λαῶν“. Aim |
| book 401a.1 | 〈ὁ δὲ Θέστορα:〉 ὅτι ὡς περὶ ἄλλου ἐπήνεγκεν ὁ δὲ |
| book 401a.2 | Θέστορα, τοῦ λόγου ὄντος περὶ τοῦ αὐτοῦ. Aim Aint |
| book 401b | 〈ὁ δὲ Θέστορα:〉 Θέστορα δέ. Til |
| book 402-4.1 | δεύτερον ὁρμηθείς· 〈—ὁ δ’ ἔγχεϊ νύξε παρα‐ |
| book 402-4.2 | στάς:〉 οὐ στικτέον μετὰ τὸ ὁρμηθείς (402), ἀλλὰ διασταλτέον· |
| book 402-4.3 | ἐπαναλαμβάνει γάρ. γίνεται οὖν τὸ ἑξῆς οὕτως· „ὁ δὲ Θέστορα |
| book 402-4.4 | Ἤνοπος υἱόν“ (Π 401) / δεύτερον ὁρμηθεὶς (402) ἔγχεϊ νύξε |
| book 402-4.5 | παραστάς (404). A |
| book 402a | 〈δεύτερον ὁρμηθείς:〉 ἀπὸ κοινοῦ τὸ „βάλε“ (Π 399). Til |
| book 402b1 | εὐξέστῳ: οὐ διαιρήσεις τὴν λέξιν διὰ μέτρον. T |
| book 402c1 | 〈εὐξέστῳ:〉 ἀδιαίρετον. Til |
| book 402c2/b2 | ἀδιαίρετον διὰ μέτρον. b(BCE3) |
| book 403a.1 | ἀλείς: συστραφεὶς Aint b(BCE3E4)T ἐν ἑαυτῷ b |
| book 403a.2 | (BCE3E4)T ὑπὸ τοῦ φόβου καὶ τῆς ἐκπλήξεως. b(BCE3E4) |
| book 403b.1 | {ἧστο ἀλεὶς} ἐκ γὰρ πλήγη: ὅτι τὸ ἐκ γὰρ πλήγη |
| book 403b.2 | ἀντὶ τοῦ ἐξεπλάγη γάρ, κατὰ μετάληψιν τοῦ η εἰς τὸ α. A |
| book 405a.1 | γναθμόν: ἀρσενικῶς, καίτοι τῆς γνάθου θηλυκῶς λεγο‐ |
| book 405a.2 | μένης, ἐπεὶ πᾶν ὄνομα εἰς μος ὀξύτονον ἀρσενικόν ἐστιν, ὡς „λιμόσ“ |
| book 405a.3 | (Τ 166. 348). T |
| book 405b.1 | διὰ δ’ αὐτοῦ πεῖρεν ὀδόντων: διέπειρε δὲ τῶν ὀδόν‐ |
| book 405b.2 | των αὐτοῦ, Ἀττικῶς. b(BCE3)T |
| book 406a.1 | ἕλκε: ἕλκε χωρὶς τοῦ ι Ἀρίσταρχος, καὶ ἑξῆς (sc. Π |
| book 406a.2 | 409) „ὣς ἕλκ’ ἐκ δίφροιο κεχηνότα“. Aim T |
| book 406b.1 | ὑπὲρ ἄντυγος: ἐμφαντικῶς τῇ προσθήκῃ τοῦ ὑπὲρ |
| book 406b.2 | ἄντυγος καὶ τὸν τόπον ἔδειξε, δι’ οὗ εἷλκε, καὶ τὸ πρᾶγμα ὑπ’ ὄψιν |
| book 406b.3 | ἤγαγεν. b(BE3E4)T |
| book 406-9.1 | ἕλκε δὲ δουρὸς 〈ἑλὼν ὑπὲρ ἄντυγοσ〉, ὡς ὅτε |
| book 406-9.2 | τις φώσ〈—δουρὶ φαεινῷ〉: παντάπασιν ἡ παραβολὴ |
| book 406-9.3 | ὡμοίωται· καταδέδυκε γὰρ ἐν τῷ δίφρῳ ὡς ὁ ἰχθὺς ἐν τῇ θαλάσσῃ. καὶ |
| book 406-9.4 | ὁ μὲν τῷ ἀγκίστρῳ, ὁ δὲ τῇ αἰχμῇ ἐνέχεται. κεχήνασιν ἀμφότεροι· καὶ |
| book 406-9.5 | ὁ μὲν ἕλκων παραβέβληται τῷ ἁλιεύοντι, ὁ δὲ ἑλκόμενος τῷ ἰχθύϊ, τὸ |
| book 406-9 | δὲ δόρυ, δι’ οὗ εἵλκετο, τῷ ἁλιευτικῷ καλάμῳ. b(BE3E4)T |
| book 407a.1 | 〈πέτρῃ〉 ἐπὶ προβλῆτι: διδάσκει, ποῦ δεῖ τοὺς |
| book 407a.2 | ἁλιεύοντας καθέζεσθαι, οὐ παρ’ αἰγιαλῷ, ὅπου σπανίως ἰχθὺς πα‐ |
| book 407a.3 | ρατρέχει. b(BE3E4)T |
| book 407b.1 | ἱερὸν ἰχθύν: οἱ μὲν τὸν ἀνθίαν, ἐπεὶ Ἀριστοτέλης ἐν τῷ |
| book 407b.2 | †ιθʹ† Περὶ ζῴων (9,37 p. 620b33) ἱστορεῖ ὅτι „ὅπου δ’ ἂν ἀνθίας |
| book 407b.3 | ὁραθῇ, οὐκ ἀδικεῖ τι θηρίον· ᾧ καὶ σημείῳ χρώμενοι κατακολυμβῶσιν |
| book 407b.4 | οἱ σπογγεῖς b(BCE3E4)T καὶ καλοῦσιν ἱεροὺς ἰχθύας τούτους.“ |
| book 407b.5.1 | T οἱ δὲ χρύσοφρυν, οἱ δὲ πομπίλον. b(BCE3E4)T ἄμεινον |
| book 407b.5.2 | δὲ μέγαν καὶ ἀσυνήθη θεοῖς ἀνειμένον θαλασσίοις. οἱ δὲ διερόν. b |
| book 407b.5.3 | (BE3E4)T Πλάτων (cf. rep. 3, 404 b 12) δὲ ἀγνοῶν ἱερόν |
| book 407b.5.4 | φησι διὰ τὸ μὴ θηρεύεσθαι ἐπὶ τῶν ἡρωϊκῶν †ἐστιν. T |
| book 407c.1 | ἱερὸν ἰχθύν: ἤτοι μέγαν, | ἢ Ποσειδῶνος· ἢ τὸν ἄνετον |
| book 407c.2 | διὰ τὸ μὴ πεπτωκέναι ὑπὸ χρῆσιν τὴν ἀπὸ τῶν ἰχθύων τροφὴν ἐπὶ |
| book 407c.3 | τῶν ἡρώων, μήτι γε κατὰ τὸ σπάνιον δι’ ἀνάγκην λιμοῦ. A |
| book 407d.1 | ἱερὸν ἰχθύν: ὅτι οὐκ ἐπί τι εἶδος ἰχθύος φερόμενος εἴρηκε |
| book 407d.2 | ἱερὸν ἰχθύν, καθάπερ τινὲς ἀποδεδώκασιν τὸν πομπίλον, οἱ δὲ τὸν |
| book 407d.3 | κάλλιχθυν, ἀλλὰ κοινότερον τὸν ἄνετον καὶ εὐτραφῆ, ὡς ἱερὸν βοῦν |
| book 407d.4 | (cf. Α 99 al.) λέγομεν τὸν ἀνειμένον. A |
| book 408a.1 | 〈ἐκ πόντοιο θύραζε〉 λίνῳ: τῇ διὰ νεύρων ἢ τριχῶν |
| book 408a.2 | ἱππείων ὁρμιᾷ· b(BCE3E4)T καὶ ταῦτα γὰρ λίνα φασί. b |
| book 408a.3 | (BCE3) τὸ δὲ θύραζε ὅμοιον τῷ „δόρυ μείλινον ὦσε θύραζε“ |
| book 408a.4 | (Ε 694). b(BCE3)T |
| book 408b.1 | {ἐκ πόντοιο θύραζε} λίνῳ: αἱ γὰρ ὁρμιαὶ λιναῖ, περὶ ἃς |
| book 408b.2 | ἧπτον συρίγγια κεράτινα, ἵνα μὴ ἀποτρώγωσιν οἱ ἰχθύες τὸ λίνον. A |
| book 408c.1 | ἤνοπι χαλκῷ: ἐμφώνῳ. ἢ λαμπρῷ, ἐν ᾧ ἐστιν ἐνοπτ〈ρ〉ί‐ |
| book 408c.2 | σασθαι. T |
| book 408d1.1 | ἄλλως· ἤνοπι χαλκῷ: τῷ ἀγκίστρῳ, ἀπὸ τοῦ ὅλου τὸ |
| book 408d1.2 | μερικόν. ἤνοπι δὲ ἐμφώνῳ· μόνος γὰρ τῶν ἀψύχων φωνὴν ἔχει· οἱ |
| book 408d1.3 | Πυθαγορικοὶ γάρ φασι τὸν χαλκὸν παντὶ συνηχεῖν θείῳ πνεύματι καὶ |
| book 408d1.4 | ἐν νηνεμίᾳ πολλάκις ἀτρεμούντων ἁπάντων σειομένοις ἐοικέναι τὰ |
| book 408d1.5 | κοῖλα χαλκώματα. T |
| book 408d2.1 | τῷ ἀγκίστρῳ· ἀπὸ δὲ τοῦ ὅλου τὸ μερικόν. b(BCE3) |
| book 408d2.2 | μόνος δὲ τῶν ἀψύχων ποικίλην ἔχει φωνήν. ἢ καὶ ὁ ἄσημος· b(BCE3 |
| book 408d2.1 | E4) τὸ γὰρ ἤνοπι δηλοῖ τὸ ἐμφώνῳ· τυπτόμενος γὰρ ἦχον |
| book 408d2.2 | ποιὸν ἀποτελεῖ. b(BE3E4) |
| book 409 | ὣς εἷλκ’ ἐκ δίφροιο: ἑτοίμως. οὕτως Ἀπίων (fr. om. B.). |
| book 409 | τὸ δὲ „ἕλκε“ χωρὶς τοῦ ι· οὐ γὰρ προστίθεται τὸ ι εἰ μὴ δι’ ἀνάγκην. T |
| book 411a | 〈ἐπεσσύμενον:〉 γράφεται καὶ „ἐπεσσύμενοσ“. Til |
| book 411b.1 | 〈ἐπεσσύμενον〉 βάλε πέτρῳ: κατῆλθεν ἐκ τοῦ δίφρου |
| book 411b.2 | κατὰ τὸ σιωπώμενον· πῶς γὰρ ἂν εἷλε τὸν πέτρον; καὶ τὸ δόρυ εἰς τὴν |
| book 411b.3 | λαιὰν ἐπήγαγεν. οἱ δὲ ‘ἐπὶ πέτρον ἐσσύμενον‘. Δημήτριος (fr. 18 St.) |
| book 411b.4 | δὲ πεζὸν ἀγωνιζόμενον ἄχρι τοῦ ἅρματος, ὅτε Σαρπηδόνα εἶδε, προ‐ |
| book 411b.5.1 | θορεῖν (cf. Π 427), ὡς τὸ „ἐκ δ’ ἔθορε προμάχων“ (Ο 573)· οὐκ ἂν δὲ |
| book 411b.5.2 | ἐμέμνητο τοῦ δίφρου, εἰ πεζὸς ἦν. ἄμεινον οὖν λέγειν ὅτι νῦν μὲν κατ‐ |
| book 411b.5.3 | ῆλθε κατὰ τὸ σιωπώμενον, εἶτα μετὰ τὸ πλῆξαι τὸν Εὐρύαλον ἀνα‐ |
| book 411b.5.4 | βεβηκέναι. T |
| book 411c.1 | ἄλλως· 〈ἐπεσσύμενοσ〉 βάλε πέτρῳ: πῶς λίθων |
| book 411c.2 | εὐπορεῖ ἐφ’ ἅρματος ὤν; ἔοικε κατὰ τὸ σιωπώμενον καταβεβηκέναι, |
| book 411c.3 | εἶτα μετὰ τὸ πλῆξαι τὸν Εὐρύαλον πάλιν ἐπαναβεβηκέναι· ὅτι γὰρ |
| book 411c.4 | ἐφ’ ἅρματός ἐστι πάλιν, ἑξῆς (sc. Π 427) φησι „Πάτροκλος δ’ ἑτέρω‐ |
| book 411c.5.1 | θεν, ἐπεὶ ἴδεν, ἔκθορε δίφρου“. καὶ τὸ ἐπεσσύμενος ἐπὶ μὲν πεζοῦ |
| book 411c.5.2 | οἰκεῖον, ἀπίθανον δὲ ἐπὶ ἱππότου. b(BCE3E4)T |
| book 414a1.1 | θυμοραϊστής: φησὶ τετρασυλλάβως καὶ βαρυτόνως ὁ |
| book 414a1.2 | Γλαῦκος· οὐδέποτε γὰρ τὸ „ῥαῖσαι“ (ν 151) εἶπεν ἢ δισυλλάβως. |
| book 414a1 | πῶς οὖν τὸ „θυμοραϊστέων“ (Π 591. Σ 220) διεῖλε; T |
| book 414a2.1 | τετρασυλλάβως καὶ βαρυτόνως ὁ Γλαῦκός φησιν, ἵν’ ᾖ |
| book 414a2.2 | θυμοραίστης, ἀλλὰ κακῶς· ἀντίκειται γὰρ αὐτῷ τὸ „θυμοραϊστέων“. |
| book 414a2.3 | b(BCE3) |
| book 415-7.1 | αὐτὰρ ἔπειτ’ Ἐρύμαντα—Πολύμηλον: διὰ |
| book 415-7.2 | ταχέων πάλιν καταλέγει τινὰς ἐπιτρέχων· τὸ γὰρ ἐπὶ πάντων κατὰ |
| book 415-7.3 | μέρος ἐπεξεργάσασθαι ἀδόλεσχον ἦν. b(BCE3)T |
| book 415a.1 | Ἀμφοτερόν: εἰς διαστολὴν τὸ κύριον ὀξυτόνως ἀνέγνω |
| book 415a.2 | ὁ Ἀρίσταρχος ὡς „δεξιτερόν“ (Ε 393 al.)· καὶ ἐπείσθησαν οἱ γραμ‐ |
| book 415a.3 | ματικοί. περὶ δὲ τῆς τοιαύτης ἀνωμαλίας τοῦ ἀνδρὸς ἐν ἑτέροις (cf. |
| book 415a.4 | Hrd. 2, 4, 7) ἡμῖν εἴρηται. A |
| book 415b.1 | Ἀμφότερον: εἰς ἰδιότητα ὤξυνεν Ἀρίσταρχος τὸ Ἀμ‐ |
| book 415b.2 | φότερος. ἀγνοεῖ δὲ ὅτι ἐπὶ τοῦ ἀριθμοῦ οὐ λέγεται ἑνικῶς· τὸ γὰρ „ἀμ‐ |
| book 415b.3 | φότερον, βασιλεύς 〈τ’〉 ἀγαθόσ“ (Γ 179) μεσότητός ἐστιν ἐπίρρημα. T |
| book 417.1 | καὶ Ἀργεάδην ΠΟΛΥΜΗΛΟΝ: τὸ πολύμηλος ἐπί‐ |
| book 417.2 | θετον, Ἀργεάδης δὲ τὸ κύριον. εἰ δὲ κύριον ὁ Πολύμηλος, ἔσται τὸ |
| book 417.3 | Ἀργεάδης πατρωνυμικόν. T |
| book 419a.1 | Σαρπηδὼν δ’ ὡς οὖν ἴδεν: ἔδει γὰρ ἀπὸ τῶν πολε‐ |
| book 419a.2 | μίων γενέσθαι τινὰ ὑπεναντίωσιν· b(BCE3E4)T τὸ γὰρ μέχρι |
| book 419a.3 | παντὸς ἀναιρουμένους αὐτοὺς εἰσάγειν καὶ ἀπίθανον καὶ ἀργόν. b |
| book 419a.4 | (BE3E4)T |
| book 419b.1 | ἄλλως· Σαρπηδὼν δέ: †καὶ ὡς† τῷ Ἀχιλλεῖ τὸν |
| book 419b.2 | ἄριστον τῶν Τρώων φυλάττων τῷ Πατρόκλῳ τὸν ἄριστον τῶν συμ‐ |
| book 419b | μάχων ἄγει εἰς μάχην. b(BCE3E4)T |
| book 419c.1 | ἀμιτροχίτωνας: οὐχ ὑποζωννυμένους μίτρας τοῖς θώ‐ |
| book 419c.2 | ραξιν· b(BCE3E4)T ἢ ἀνακώλους ἔχοντας χιτῶνας πρὸς τὸ μὴ |
| book 419c.3 | δεῖσθαι μίτρας. T οἱ δὲ ἀζώστους· οὐδέποτε δὲ μίτραν φησὶ τὴν |
| book 419c.4 | ζώνην ὁ ποιητής· b(BCE3E4)T ἄτοπον δὲ οὕτως καταφρονεῖν |
| book 419c.5.1 | καὶ μὴ χρῆσθαι μίτρᾳ, ὅπου καὶ Ἄρης ταύτῃ χρῆται (cf. Ε 857). οἱ |
| book 419c.5.2 | δὲ τοὺς ἅμα θώρακι συνηρτημένην ἔχοντας μίτραν. οἱ δὲ οὐκ ἐπὶ πάν‐ |
| book 419c.5.3 | των τὸ ἐπίθετον, ἀλλ’ ἐπὶ τῶν ἀνῃρημένων, οἷον ‘ἐπεὶ εἶδεν αὐτοὺς |
| book 419c.5.4 | ἀμιτροχίτωνας γεγενημένους διὰ τὸ ἐσκυλεῦσθαι‘ (cf. Π 419—20). |
| book 419c.5.5 | b(BE3E4)T |
| book 419d.1 | 〈ἀμιτροχίτωνας:〉 τοὺς χιτῶνας μὲν ἔχοντας, τὰς δὲ |
| book 419d.2 | μίτρας μὴ ἐζωσμένους. Aim |
| book 422.1 | 〈νῦν〉 θοοὶ ἔστε: ἀγαθοὶ πολεμεῖν γίνεσθε, ὡς τὸ „νῦν τοι |
| book 422.2 | ἐελδέσθω πόλεμος κακός, εἰ θοός ἐσσι“ (Π 494). καιρίως δὲ κεῖται τὸ |
| book 422.3 | νῦν, οἷον ‘εἰ καὶ πρότερον ἐφεύγετε, νῦν ἐπιστρέψατε ἑαυτούσ‘. |
| book 422.4 | b(BCE3E4)T |
| book 423.1 | ἀντήσω γὰρ ἐγὼ 〈τοῦδ’ ἀνέροσ〉: ἐναντίος ἥξω. |
| book 423.2 | ἀνύσιμοι δὲ αἱ ἐκ τῶν πονούντων παραινέσεις. b(BCE3)T |
| book 423-4.1 | ὄφρα δαείω 〈/ ὅς τις ὅδε κρατέει〉: οἶδε μὲν ὅτι |
| book 423-4.2 | οὐκ Ἀχιλλεύς, ἀγνοεῖ δέ, εἰ Πάτροκλός ἐστιν. T |
| book 427.1 | ἔκθορε 〈δίφρου〉: κατὰ τὸ σιωπώμενον ἐπιβέβηκε τῷ |
| book 427.2 | ἅρματι. T |
| book 428a.1 | οἱ δ’ ὥς τ’ αἰγυπιοί: πρὸς τὸ ἰσοδυναμοῦν τῶν ἀντι‐ |
| book 428a.2 | μαχομένων τῇ εἰκόνι κέχρηται, ἐνδείξασθαι βουλόμενος ὅτι ὅμοιοι |
| book 428a.3 | ἦσαν b(BCE3E4)T οἱ συνιστάμενοι· διόπερ οὐχ ἑτερογενῆ |
| book 428a | ὄρνεα ὑποτίθεται. T |
| book 428b.1 | ἀγκυλοχεῖλαι: παρασύνθετον, ἐκ τοῦ ἀγκυλόχειλος. ἢ |
| book 428b.2 | ὡς τὸ „δωδεκέται“ παρὰ Κρατίνῳ (fr. 406 [I p. 122] K. = 444 K.—A.). T |
| book 429.1 | πέτρῃ ἐφ’ ὑψηλῇ μεγάλα κλάζοντε 〈μάχωνται〉: |
| book 429.2 | ἄκρως τὸ ὁμοίωμα παρετήρησεν· οὐ γὰρ †ἀφανῶς† συμβάλλει τὰ ζῷα |
| book 429.3 | ταῦτα εἰς μάχην. A b (BCE3E4)T φησὶ γοῦν καὶ Ἀλέξανδρος ὁ |
| book 429.4 | Μύνδιος (fr. 24 W.) μετὰ βοῆς ἐπὶ πετρῶν ταῦτα μάχεσθαι. A T |
| book 430a.1 | κεκλήγοντες: ὡς „λέγοντεσ“ (Λ 755), A T ἀπὸ |
| book 430a.2 | εὐθείας ἑνικῆς τῆς εἰς ν, κεκλήγων. ἔθος δὲ τῷ ποιητῇ οὕτως σχημα‐ |
| book 430a.3 | τίζειν. A |
| book 430b.1 | 〈κεκλήγοντες:〉 ἐν τῇ ἑτέρᾳ τῶν Ἀριστάρχου „κεκλη‐ |
| book 430b.2 | γῶτεσ“. Aim T οὕτω καὶ αἱ πλείους· οὐ γὰρ ἀναγκαῖον τὸ Αἰολι‐ |
| book 430b.3 | κόν, μέτρου μὴ ἐπείγοντος. T |
| book 431-61.1 | τοὺς δὲ ἰδὼν ἐλέησε〈—τηλόθι πάτρησ〉: |
| book 431-61.2 | ἅμα μὲν ἵνα διάστημα γένηται ἀπὸ τῆς μάχης, ἐπιβάλλει ταῦτα ὁ |
| book 431-61.3 | ποιητής· οὐδὲ γὰρ ἄξιον ἦν Διὸς υἱὸν ὄντα τὸν Σαρπηδόνα ἀνεπιση‐ |
| book 431-61.4 | μάντως ἀναιρεθῆναι· ἅμα δὲ προσοχὴν ἐργάζεται τῇ τοῦ μονομαχίου |
| book 431-61.5 | σκέψει. b(BCE3E4)T |
| book 432a.1 | Ἥρην δὲ προσέειπεν: ὅτι Ζηνόδοτος καθόλου πε‐ |
| book 432a.2 | ριγράφει τὴν ὁμιλίαν τοῦ Διὸς καὶ τῆς Ἥρας (sc. Π 432—58), οὐκ |
| book 432a.3 | αἰσθόμενος ὅτι πολλὰ κατὰ συμπέρασμα λέγει ὁ ποιητὴς σιωπωμένως |
| book 432a.4 | γεγονότα, καὶ οὐ δέον ἐπιζητεῖν, πῶς ἡ μικρὸν ἔμπροσθεν (sc. Ο 79, |
| book 432a.5 | cf. 149) ἐπὶ τὸν Ὄλυμπον παρακεχωρηκυῖα νῦν ἐπὶ τῆς Ἴδης ἐστίν. A |
| book 432b.1 | Ἥρην δὲ προσέειπε: παρὰ Ζηνοδότῳ οὐκ ἦν ὁ διάλο‐ |
| book 432b.2 | γος τῆς Ἥρας καὶ τοῦ Διός (sc. Π 432—58)· πῶς γάρ, φησίν, ἐν τῇ |
| book 432b.3 | Ἴδῃ εὕρηται ἡ θεός; οἱ δὲ ὡς ἡκούσης αὐτῆς εἰς Ἴδην κατὰ τὸ σιωπώ‐ |
| book 432b.4 | μενον, ἵνα μετὰ τοῦ Διὸς σκέψηται τὰ περὶ τῶν Ἑλλήνων, ὡς ἤδη τοῦ |
| book 432b.5 | Διὸς μεταβεβλημένου τῷ γεγενῆσθαι, ἃ ἠξίωσεν ἡ Θέτις. T |
| book 432c.1 | 〈κασιγνήτην ἄλοχόν τε:〉 αἱμομίκτου Διὸς †ἀνασκα‐ |
| book 432c.2 | φῆι τὰ ἔτη†. Aint |
| book 433-8a1.1 | ὤ μοι ἐγών〈—δαμάσσω〉: οὐ μεμπτέον τὸν |
| book 433-8a1.2 | ποιητήν· ἢ γὰρ ἀφιέναι δεῖ τὴν συγγένειαν τῶν θεῶν τὴν πρὸς ἀνθρώ‐ |
| book 433-8a1.3 | πους ἢ τὰ ἑπόμενα αὐτῇ λέγειν. ἅμα δὲ καὶ παιδευτικὴ ἡ τοῦ Διὸς |
| book 433-8a1.4 | ὀλόφυρσις, διδάσκοντος τοῦ ποιητοῦ ὅτι καὶ θεοὶ τῇ εἱμαρμένῃ ἐμμέ‐ |
| book 433-8a1.5 | νουσι· δεῖ οὖν καὶ τοὺς ἀνθρώπους τὰς εἱμαρμένας φέρειν γενναίως. T |
| book 433-8a2.1 | οὐ μεμπτέον τὸν ποιητὴν τὰ τῇ συγγενείᾳ παρεπόμενα |
| book 433-8a2.2 | κατὰ μέρος διεξιόντα. διδάσκει δὲ παιδευτικῶς ὁ ποιητὴς διὰ τούτων |
| book 433-8a2.3 | ὅτι δεῖ τοῖς συμβαίνουσιν ἐμμένειν ἀνιαροῖς, ὅπου καὶ Ζεὺς ὁ τῶν |
| book 433-8a2 | θεῶν ἄριστος. b(BCE3E4) |
| book 436-8.1 | ἤ μιν ... ἦ: τὸ μὲν πρῶτον η (436) ὀξυτονητέον, τὸ δὲ |
| book 436-8.2 | δεύτερον περισπαστέον, A T ἦ ἤδη χείρεσσιν (438). A |
| book 438a1.1 | ἢ ἤδη 〈ὑπὸ χερσὶ Μενοιτιάδαο δαμάσσω〉: τὸ |
| book 438a1.2 | ἑξῆς ἢ ἤδη δαμάσ〈σ〉ω· οὐ γὰρ τοῦτο βουλεύεται ὁ Ζεύς, εἰ ὕστε‐ |
| book 438a1.3 | ρον ὑπὸ Πατρόκλῳ δαμάσει τὸν Σαρπηδόνα, ἀλλ’ εἰ ἤδη δαμάσει, του‐ |
| book 438a1.4 | τέστι νῦν ὑπὸ Πατρόκλῳ δαμάσει. T |
| book 438a2.1 | οὐκ ἔστι δισταγμοῦ τὸ ἢ ἤδη δαμάσσω· οὐ γὰρ τοῦτο |
| book 438a2.2 | σκέπτεται ὁ Ζεύς, εἰ ὕστερον ὑπὸ Πατρόκλῳ δαμάσει, ἀλλ’ ὅτι δύο |
| book 438a2.3 | βούλεται, ἢ σῶσαι ἢ δαμάσαι νῦν. b(BCE3E4) |
| book 441.1 | πεπρωμένον αἴσῃ: κεκριμένον τῇ μοίρᾳ. εὐπρεπῶς δὲ |
| book 441.2 | πάλιν ἀντιλέγει, οὐ διὰ τὴν πρὸς βαρβάρους ἀπέχθειαν τἀναντία |
| book 441.3 | συμβουλεύειν προσποιουμένη, ἀλλὰ διὰ τὸ καθόλου καθῆκον. b |
| book 441.4 | (BCE3E4)T |
| book 445a1.1 | ζών: οὕτως ζών αἱ Ἀριστάρχου, ἀπ’ εὐθείας τῆς ζώς, |
| book 445a1.2 | τὸν ζών· „ἤ κε ζὼς ἀμενηνὸς ἔα“ (Ε 887). A |
| book 445a2.1 | οὕτως Ἀρίσταρχος μονοσυλλάβως, ζών· ἄλλοι δὲ |
| book 445a2.2 | „ζωόν“. Aim |
| book 445b.1 | αἴ κε ζωὸν 〈πέμψῃς Σαρπηδόνα〉: „ζών“ ἀπὸ τῆς |
| book 445b.2 | „ἤ κε ζὼς ἀμενηνὸς ἔα“ (Ε 887). | ἔστι δὲ αὐτοῦ μητρυιά. σύμ‐ |
| book 445b | μαχος δὲ Ἑλλήνων ἡ μοῖρα. T |
| book 445c1.1 | ὃν δέ {δόμον δὲ}: τὸ ὃν δέ εἴτε ἔχει παρέλκοντα τὸν δέ |
| book 445c1.2 | σύνδεσμον εἴτε ὅμοιόν ἐστι τῷ „οἶκον δέ“ (Α 606 al.) ἀντὶ τοῦ εἰς |
| book 445c1.3 | οἶκον, πάλιν ἐν τῇ συντάξει βαρυτονηθήσεται, ὡς ἐν τῷ „ἀγρὸν δὲ |
| book 445c1.4 | προΐαλλε“ (ο 370), ὥστε περισσὴ ἡ ὀξεῖα ἐν τῇ ὅν αἰτιατικῇ κατὰ |
| book 445c1.5 | τὴν σύνταξιν. A |
| book 445c2 | 〈ὃν δέ:〉 ὡς „οἶκον δέ“. Til |
| book 446-7.1 | μή τις ἔπειτα θεῶν〈—ὑσμίνησ〉: ἰσχυρότατα |
| book 446-7.2 | ἀντιλέγει μιμήσεσθαι φάσκουσα καὶ τοὺς ἄλλους τὴν Διὸς διάθεσιν· |
| book 446-7.3 | χρὴ γὰρ ὑπόδειγμα ὥσπερ τοῖς ὑπηκόοις εἶναι τὸν βασιλέα. ἔστιν οὖν |
| book 446-7.4 | τὸ κατὰ παράθεσιν ἐνθύμημα. b(BCE3E4)T |
| book 449.1 | υἱέες ἀθανάτων: Ἰάλμενος Ἄρεος (cf. Β 512. Ι 82), Με‐ |
| book 449.2 | νέσθιος Σπερχειοῦ (cf. Π 173—4), Εὔδωρος Ἑρμοῦ (cf. Π 179—86), |
| book 449.3 | Ἀχιλλεὺς Θέτιδος (cf. Α 351 al.), Αἰνείας Ἀφροδίτης (cf. Ε 247—8 |
| book 449.4 | al.). b(BCE3E4)T |
| book 450-7.1 | ἀλλ’ εἴ τοι φίλος ἐστί, 〈—θανόντων〉: |
| book 450-7.2 | δεξιὸν τοῦτο τῷ ἀποθύμια διαλεγομένῳ τὸ μέν τι ἀνατρέπειν, τὸ δὲ |
| book 450-7.3 | χαρίζεσθαι. ἁρμόδια δὲ καὶ ταῦτα τῇ μητρυιᾷ· συγχωρεῖ γὰρ τὸ μη‐ |
| book 450-7.4 | δὲν ἐκεῖνον ὠφελοῦν. b(BCE3E4)T |
| book 450.1 | 〈φίλον ἐστί:〉 Ἀρίσταρχος „φίλος ἐστί“, ἄλλοι δὲ φίλον |
| book 450.2 | ἐστί. Aim |
| book 453 | 〈ἐπειδή:〉 ἐν ἄλλῳ „ἐπὴν δή {τότε}“. Aim |
| book 454.1 | πέμπειν μιν Θάνατον τε 〈φέρειν καὶ νήδυμον |
| book 454.2 | Ὕπνον〉: ὅτι σαφῶς νήδυμον μετὰ τοῦ ν. καὶ ἐπὶ τῶν ἀμφιβόλων |
| book 454.3 | ἄρα τόπων σὺν τῷ ν ἐκληπτέον. καὶ ὅτι τῷ ἀπαρεμφάτῳ κέχρηται |
| book 454 | ἀντὶ προστακτικοῦ τοῦ πέμπε. A |
| book 455 | 〈ἵκωνται:〉 ἐν ἄλλῳ „ἵκοιτο“. Aim |
| book 457.1 | τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων: |
| book 457.2 | ἀπόχρη ἄρα τάφος καὶ στήλη τοῖς τεθνεῶσι· καὶ μὴ περιεργάζου |
| book 457.3 | πλέον. T |
| book 458.1 | οὐδ’ ἀπίθησε πατὴρ 〈ἀνδρῶν τε θεῶν τε〉: διδακτὸν |
| book 458.2 | τὸ καὶ τὸν Δία φέρειν τὴν εἱμαρμένην. T |
| book 459.1 | αἱματοέσσας δὲ ψιάδας 〈κατέχευεν ἔραζε〉: ἁρμό‐ |
| book 459.2 | διος ἡ τερατεία, ἐφ’ ἥρωϊ τοιούτῳ καὶ πατρὸς πενθοῦντος Διὸς τὸ τὸν |
| book 459.3 | κόσμον μονονουχὶ συνάχθεσθαι. b(BCE3E4)T |
| book 460a.1 | παῖδα φίλον: ἀπήρκεσεν αὐτῷ τὸ ὄνομα πρὸς ἔνδειξιν |
| book 460a.2 | τῆς τοῦ θεοῦ διαθέσεως. b(BCE3)T |
| book 460b | 〈ἔμελλεν:〉 ἐῴκει. Til |
| book 463-76a.1 | ἔνθ’ ἤτοι Πάτροκλοσ〈—θυμοβόροιο〉: χά‐ |
| book 463-76a.2 | ριεν τὸ πρὸ τῆς ἀναιρέσεως προαγῶνά τινα γίνεσθαι· ὁ μὲν γὰρ βάλλει |
| book 463-76a.3 | τὸν θεράποντα, ὁ δὲ τὸν Πήδασον. b(BCE3)T |
| book 463-76b.1 | ἄλλως· ἔνθ’ ἤτοι Πάτροκλοσ〈—θυμοβόροιο〉: |
| book 463-76b.2 | κατ’ ἀρχὴν πολλάκις ἀποτυγχάνοντας ποιῶν τοὺς βάλλοντας ἐνα‐ |
| book 463-76b.3 | γώνιον ποιεῖ τὸν ἀκροατήν. T |
| book 463a.1 | ἔνθ’ ἤτοι Πάτροκλος 〈ἀγακλειτὸν Θρασύδημον〉: |
| book 463a.2 | πάλιν διὰ μέσου ὁ ἑξῆς στίχος (sc. Π 464), καὶ κατ’ ἐπανάληψιν εἶπε |
| book 463a.3 | „τὸν βάλε νείαιραν“ (Π 465) ὥστε εἶναι τὸ ἑξῆς ἀγαθὸν Θρασύ‐ |
| book 463a | δημον (463) „βάλε νείαιραν“. A |
| book 463b | 〈Θρασύμηλον:〉 ἐν ἄλλῳ „Θρασύδημον“. Aint |
| book 465a.1 | νείαιραν 〈κατὰ γαστέρα〉: ἀπὸ τοῦ τὰ σιτία νεῖσθαι |
| book 465a.2 | δι’ αὐτῆς· οὐδαμοῦ γὰρ ἐπὶ τοῦ ἐσχάτου χρῆται τῷ ἐπιθέτῳ. b |
| book 465a.3 | (BCE3E4)T |
| book 465b.1 | ἄλλως· †γράφεται καὶ νέαιρα† νέω νέαιρα ὡς χέω χέαιρα, |
| book 465b.2 | „ἰοχέαιρα“ (Ε 53 al.). T |
| book 467a1.1 | δεύτερος ὁρμηθείς: οἱ ὑπομνηματισταὶ „δεύτερον“ διὰ |
| book 467a1.2 | τοῦ ν. T |
| book 467a2 | διὰ μέντοι τοῦ ν γραπτέον τὸ „δεύτερον ὁρμηθείσ“. A |
| book 467b.1 | ὁ δὲ Πήδασον οὔτασεν ἵππον: ὅτι ἐξ ἐπαναλήψεως |
| book 467b.2 | τὸ ἄρθρον εἴληφε κατὰ τοῦ αὐτοῦ προσώπου καὶ οὐ περὶ ἑτέρου λέγει, |
| book 467b.3 | ἀντὶ τοῦ Πήδασον δὲ οὔτασεν. καὶ ὅτι δοκεῖ συγκεχύσθαι τὸ οὔτασε· |
| book 467b.4 | βεβλήκει γὰρ τὸ δόρυ. A |
| book 467c1.1 | {σαρπηδὼν δ’ αὐτοῦ μὲν ἀπήμβροτε δουρὶ φαεινῶ / |
| book 467c1.2 | δεύτερον ὁρμηθείς} ὁ δὲ Πήδασον 〈οὔτασεν ἵππον〉: δοκεῖ διὰ |
| book 467c1.3 | τούτων συγχεῖσθαι ἡ διαφορὰ τοῦ βαλεῖν καὶ οὐτάσαι· βέβληται γὰρ |
| book 467c1.4 | ὁ Πήδασος. καὶ μήποτε γραφή τις ἐφέρετο, δι’ ἧς τὸ τῆς λέξεως σύνηθες |
| book 467c1.5.1 | ἐφύλασσεν Ὅμηρος· οὐ γὰρ ἂν αὐτὸ ἀπαραμύθητον ὁ Ἀρίσταρχος |
| book 467c1.5.2 | ἀφῆκεν. ἐν τοίνυν τῇ Φιλήμονος οὕτως ἐφέρετο „ὁ δὲ Πήδασον |
| book 467c1.5.3 | ἤλασεν ἵππον“· ἔστιν γὰρ ὅτε ἐπὶ τῆς πληγῆς τὸ ἤλασεν κεῖται, ὡς |
| book 467c1.5.4 | ἐπὶ τοῦ Ἀρήτου „καὶ βάλεν Ἀρήτοιο“ (Ρ 517), εἶτα „νειαίρῃ δ’ ἐν |
| book 467c1 | γαστρὶ διὰ ζωστῆρος ἔλασσεν“ (Ρ 519). A |
| book 467c2.1 | {οὔτασεν ἵππον:} δοκεῖ συγκεχύσθαι ἐνθάδε τὸ βαλεῖν καὶ |
| book 467c2.2 | οὐτάσαι. καὶ ὁ μὲν Ἀρίσταρχος οὕτως ἀφῆκε τὸ ἄπορον, ὁ δὲ Φιλήμων |
| book 467c2.3 | „ἤλασεν“ γράφει· καὶ ἐπὶ τοῦ βαλεῖν γὰρ κεῖται τὸ ἐλάσαι ὡς ἐκεῖ· |
| book 467c2.4 | „καὶ βάλεν Ἀρήτοιο κατ’ ἀσπίδα / ἡ δ’ οὐκ ἔγχος ἔρυτο / νειαίρῃ δ’ ἐν |
| book 467c2.5 | γαστρὶ διὰ ζωστῆρος ἔλασ〈σ〉εν“ (Ρ 517—9). T |
| book 467-8.1 | ὁ δὲ Πήδασον οὔτασεν 〈ἵππον / ἔγχεϊ δεξιὸν |
| book 467-8.2 | ὦμον〉: οὐτάσαι τὸ ἐκ χειρὸς τρῶσαι. ἐνταῦθα δὲ ἐπὶ τοῦ βαλεῖν τῷ |
| book 467-8.3 | ῥήματι κέχρηται· λέγει γὰρ „Σαρπηδὼν δ’ αὐτοῦ μὲν ἀπήμβροτεν“ |
| book 467-8.4 | (Π 466), ὅπερ ἐπὶ τῶν ἀφιέντων τάσσεται· διὸ καὶ γράφει Ἀρίσταρχος |
| book 467-8.5.1 | „ὁ δὲ Πήδασον ἀγλαὸν ἵππον / τόν ῥα ποτ’ Ἠετίωνος ἑλὼν πόλιν |
| book 467-8.5.2 | ἤγαγ’ Ἀχιλλεύς (467 a = Π 153), / 〈ὃσ〉 καὶ θνητὸς ἐὼν ἕπεθ’ ἵπποις |
| book 467-8.5.3 | ἀθανάτοισι (467 b = Π 154), / τὸν βάλε δεξιὸν ὦμον“. T |
| book 468a.1 | 〈ἀΐσθων:〉 βαρυτονητέον ὡς „ἔσθων“ (Ω 476 al.)· καὶ |
| book 468a.2 | εἴρηται (sc. ad Ν 809 a) ὅτι ὁμοίως ἐγένετο τῷ „βιβάσθων“ (Ν |
| book 468a.3 | 809 al.). Aint |
| book 468b.1 | ἀΐσθων: ἀΐω ἀϊστὸς ἀΐσθω, ὡς βιβάζω βιβαστὸς βι‐ |
| book 468b.2 | βάσθω. T |
| book 469 | μακών: εἰς μῆκος ἐκταθείς, ἢ βοήσας. T |
| book 470a | κρίκε: καὶ „κρίγε“ καὶ „τρίγε“. πάντα δὲ τῶν κατὰ μίμη‐ |
| book 470a.1 | σιν. γραφικῶς δὲ ἔδειξε τὸν μὲν παρήορον κείμενον (cf. Π 471), τὰς δὲ |
| book 470a.2 | ἡνίας συγκεχυμένας (cf. Π 470—1), b(BCE3E4)T τοὺς δὲ ἵπ‐ |
| book 470a.3 | πους διεστηκότας (cf. 470), τὸν δὲ ζυγὸν ἠχοῦντα τῇ †παρατρέψει. |
| book 470a.5 | b(BE3E4)T |
| book 470b | 〈κρίκε:〉 ἠχῆσαι ἐποίησεν. Til |
| book 471 | 〈παρήορος:〉 ὁ παρῃωρημένος ἵππος. Til |
| book 472a.1 | τοῖο μὲν Αὐτομέδων〈—εὕρετο τέκμωρ〉: θέ‐ |
| book 472a.2 | λουσιν ἐμβεβηκέναι Πάτροκλον τῷ δίφρῳ, ἵνα κινδυνεύων καταπεσεῖν |
| book 472a.3 | ἀναιρῇ τὸν Σαρπηδόνα. T |
| book 472b.1 | τοῖο {μέν}: τοῦ 〈μὴ〉 ἀπευθυνθῆναι τοὺς ἵππους ἢ τοῦ |
| book 472b.2 | συγχυθῆναι τὰ ἡνία. T |
| book 474a.1 | ἀΐξας ἀπέκοψεν: ἐνέφηνε τὴν συντομίαν διὰ τοῦ ῥήμα‐ |
| book 474a.2 | τος· ἐπὶ δὲ Νέστορος τῷ παρατατικῷ κέχρηται, „ὄφρ’ ὁ γέρων ἵπ‐ |
| book 474a.3 | ποιο παρηορίας ἀπετέμνεν“ (Θ 87). καὶ ἐπ’ ἐκείνου μὲν „φασγάνῳ |
| book 474a.4 | ἀΐσσων“ (Θ 88) φησίν, ἐπὶ δὲ τοῦ Αὐτομέδοντος ἀΐξας. T |
| book 474b | οὐδὲ μάτησεν: οὐκ εἰς μάτην δὲ διεπράξατο. T |
| book 475a.1 | τὼ δ’ ἰθυνθήτην: οὐχ ὡς αἰτίαν τῆς συνόδου τῶν |
| book 475a.2 | ἡρώων τὸ ἰθυνθῆναι παρέλαβε τοὺς ἵππους (οὐ γὰρ ἐπὶ τῶν ἁρμάτων |
| book 475a.3 | μάχονται), ἀλλὰ τὰ περὶ τοὺς ἵππους διηγησάμενος ἐπὶ τοὺς περὶ τὸν |
| book 475a.4 | Πάτροκλον μεταβαίνει b(BCE3E4)T λέγων „τὼ δ’ αὖτις ξυνί‐ |
| book 475a.5 | την“ (Π 476). T |
| book 475b | 〈ἰθυνθήτην:〉 εἰς ὀρθὸν κατέστησαν. b(BCE3E4)Til |
| book 475c.1 | 〈ῥυτῆρσι:〉 ἑλκυστηρίοις. γράφεται καὶ „ῥυτῆρι“ ἑλ‐ |
| book 475c.2 | κυστηρίῳ· „ἠδὲ ῥυτῆρας ὀϊστῶν“ (ς 262), „οἷόν τε ῥυτῆρα βιοῦ τ’ |
| book 475c.3 | ἔμεναι“ (φ 173). Til |
| book 475d.1 | 〈ῥυτῆρσι:〉 ἀντὶ τοῦ ἑλκυστῆρσι, παρὰ τὸ ἐρύω τὸ |
| book 475d.2 | λαμβάνω. δηλοῖ δὲ καὶ τὸν βοηθόν, ὡς τὸ „ῥυτῆρα βίου τ’ †ἔμμεναι“ |
| book 475d.3 | (φ 173), παρὰ τὸ ῥύω τὸ σώζω. b(BCE3E4) |
| book 481a.1 | ἀλλ’ ἔβαλ’, 〈ἔνθ’ ἄρα τε φρένες ἔρχαται ἀμφ’ |
| book 481a.2 | ἀδινὸν κῆρ〉: ὅτι σαφῶς διὰ τοῦ ἔβαλε σημαίνει τὸ ἔτυχεν εἰς |
| book 481a.3 | ἐκεῖνον τὸν τόπον, ὅπου αἱ φρένες ἐγκαθειργμέναι εἰσὶ περὶ τὴν |
| book 481a.4 | ψυχήν. A |
| book 481b | 〈ἔβαλε:〉 ἐπέτυχε. Til |
| book 481c.1 | φρένες: τὸ ὑπὸ πνεύμονα διάζωμα τοῦ θώρακος. τοῖς δὲ |
| book 481c.2 | τὰς φρένας τρωθεῖσιν ἕπεται ἐρεύγεσθαι †τὸ† μεῖζον καὶ μεγάλας τὰς |
| book 481c.3 | ἐκπνοὰς ποιεῖσθαι. b(BCE3E4). T |
| book 481d.1 | ἔρχαται: εἰργμέναι εἰσίν. αἱμορραγίας οὖν γενομένης |
| book 481d.2 | θνῄσκει· θάτερον γοῦν μέρος τοῦ πνεύμονος τὴν ἐκ τῶν ὑμένων ἔχει |
| book 481d.3 | σκέπην καὶ ἔστιν ἀπαθές· b(BCE3)T διὸ φθέγγεται. T |
| book 481e | ἄλλως· {φρένες} ἔρχαται· ἐκ τοῦ εἴργω τὸ κωλύω. T |
| book 481f | ἀδινὸν κῆρ: πυκνόν, παρὰ τὸ ἄδην. κέαρ δέ φησι τὴν |
| book 481f | καρδίαν· πυκνὴ δὲ αὕτη καὶ νευρώδης κατ’ οὐσίαν. b(BCE3E4)T |
| book 481g | 〈κῆρ:〉 τὴν καρδίαν. Til |
| book 482 | ἀχερωΐς: δένδρον, ὃ—εἶπον αὐτήν. A |
| book 483.1 | οὔρεσι τέκτονες: Ἀρίσταρχος κατ’ ἰδίαν τὸ οὔρεσι καὶ |
| book 483.2 | τὸ τέκτονες. Νικίας (fr. 17 B.) δὲ συνθέτως ἀνέγνω· οὐκ ἀναγκαῖον δέ. A |
| book 486 | 〈βεβρυχώς:〉 τινὲς διὰ τοῦ κ, κακῶς. Til |
| book 487-9.1 | ἠΰτε ταῦρον〈—λέοντοσ〉: ἡ πρώτη εἰκὼν (sc. |
| book 487-9.2 | Π 482—4) πρὸς τὸ πτῶμα καὶ τὴν ἐπὶ πολὺ ἔκτασιν, ἡ δευτέρα πρὸς |
| book 487-9.3 | τὴν στοναχήν. ἅμα δὲ καὶ παραβέβληται τῇ τοῦ Σαρπηδόνος πρὸς |
| book 487-9.4 | τοὺς ἄλλους Τρῶας ὑπεροχῇ †ὡς† ταύρου ἐν ἀγέλῃ βοῶν (cf. 488). |
| book 487-9.5 | b(BCE3E4)T |
| book 487 | 〈μετελθών:〉 ἐπελθών. Til |
| book 488a1.1 | 〈ἐν εἰλιπόδεσσι:〉 διὰ τοῦ ν, ἐν εἰλιπόδεσσι, αἱ |
| book 488a1.2 | Ἀριστάρχου. Aim |
| book 488a2.1 | γράφεται „ἐπ’ εἰλιπόδεσσι“. αἱ δὲ πλείους διὰ τοῦ ν, ἐν |
| book 488a2.2 | εἰλιπόδεσσι. Til |
| book 491a.1 | {κτεινόμενος} μενέαινε: ὅτι τὸ μενέαινεν ἐνθάδε μὲν |
| book 491a.2 | ἐλιποθύμει, ἐν ἄλλοις δὲ προεθυμεῖτο, ὡς τὸ „μενέαινε 〈δὲ〉 κῦδος |
| book 491a.3 | ἀρέσθαι“ (Φ 543). ἢ ἐθυμοῦτο. A |
| book 491b | 〈μενέαινε:〉 τὸ μένος ἠφίει, ἐλιποθύμει. Til |
| book 492-3.1 | Γλαῦκε πέπον, πολεμιστὰ μετ’ ἀνδράσι 〈νῦν |
| book 492-3.2 | σε μάλα χρή / αἰχμητήν τ’ ἔμεναι καὶ θαρσαλέον πολεμι‐ |
| book 492-3.3 | στήν〉: τὸ μετ’ ἀνδράσιν (492) ἑκατέρῳ δύναται προσδίδοσθαι. |
| book 492-3.4 | εἰ μὲν οὖν τοῖς ἄνω, ἔσται πολεμιστὴν αὐτὸν ἐν τοῖς ἀνδρειοτάτοις |
| book 492-3.5.1 | λέγων· εἰ δὲ τοῖς ἑξῆς, καὶ αὐτὸ †χρῄζει† τινὰ λόγον. βέλτιον δὲ |
| book 492-3.5.2 | τοῖς ἄνω· μᾶλλον γὰρ εὔφωνόν τε καὶ ἐμφατικόν ἐστι τὸ οὕτως |
| book 492-3.5.3 | ἄρξασθαι· νῦν σε μάλα χρή (492) καὶ „νῦν σοι ἐελπέσθω“ (Π |
| book 492-3.5.4 | 494). A |
| book 492.1 | πέπον, 〈πολεμιστά〉: ἄμεινον γράφειν „πάρος πολεμι‐ |
| book 492.2 | στά“ ἀντὶ τοῦ πέπον 〈πολεμιστά〉: ἀντίκειται γὰρ τῷ νῦν σε |
| book 492.3 | μάλα χρή. T |
| book 494a | ἐελδέσθω: ἐν ἐπιθυμίᾳ γινέσθω. b(BCE3)T |
| book 494b.1 | κακός: τινὲς „θρασύσ“ γράφουσιν· πῶς γὰρ ἂν προτρέ‐ |
| book 494b.2 | πων αὐτὸν πολεμεῖν κακὸν εἶπε τὸν πόλεμον; b(BCE3E4)T |
| book 494c | 〈θοός:〉 ἀγαθός, δραστικός. Til |
| book 496a.1 | πάντῃ ἐποιχόμενος 〈Σαρπηδόνος ἀμφιμάχεσθαι〉: |
| book 496a.2 | ὅτι ἤτοι ἀπέστροφε τὸν λόγον ὡς περὶ ἑτέρου λέγων, Σαρπηδόνος |
| book 496a.3 | ἀντὶ 〈τοῦ〉 ἐμοῦ. ἢ ἐλλείπει τὸ ‘τάδε λέγων‘, καὶ τὸ ἀπαρέμφατον |
| book 496a.4 | ἀντὶ προστακτικοῦ κεῖται, ἵν’ ᾖ ‘ὄτρυνον Λυκίων ἡγήτορας ἄνδρας |
| book 496a.5 | τάδε λέγων, Σαρπηδόνος ἀμφιμάχεσθαι‘. A |
| book 496b.1 | Σαρπηδόνος: ἀντὶ τοῦ ἐμοῦ, ὡς „Νέστορί τ’ ἀνδρῶν“ |
| book 496b.2 | (Λ 761). T |
| book 497a.1 | ἐμεῦ ΠΕΡΙΜΑΡΝΑΟ: δύναται ἀναστρέφεσθαι ἡ περί, |
| book 497a.2 | ἵνα τοιοῦτό τι ᾖ, περὶ ἐμοῦ μάχου. δύναται δὲ καί, ὡς ὁ Ἀσκαλωνίτης |
| book 497a.3 | (p. 55 B.) ἀξιοῖ, φυλάσσειν τὸν τόνον, ἀντὶ τῆς ὑπέρ κειμένη, ἀντὶ |
| book 497a.4 | τοῦ ὑπερμάχει. εἴρηται (sc. ad Α 258 a) δὲ περὶ τῶν ἐναλλασσομένων |
| book 497a.5 | προθέσεων ὡς φυλάσσουσι τοὺς αὐτοὺς τόνους. A |
| book 497b.1 | περιμάρναο: ὑφ’ ἓν Ἀρίσταρχος. δύναται δὲ διχῶς ἀ‐ |
| book 497b.2 | ναγινώσκεσθαι ἡ πρόθεσις. T |
| book 498.1 | κατηφείη καὶ ὄνειδος: αἴτιος αἰσχύνης καὶ ὀνείδους. |
| book 498.2 | ἐνάρετος δὲ ὁ ἥρως οὐ τὸν θάνατον αἰδούμενος ὅσον τὸ τὰ λάφυρα |
| book 498.3 | καταλεῖψαι τοῖς πολεμίοις. b(BCE3E4)T |
| book 499 | 〈εἴ κέ μ’ Ἀχαιοί:〉 ἐν ἄλλῳ „εἴ κεν Ἀχαιοί“. Aim |
| book 500a.1 | {τείχεα συλήσωσι} νεῶν ἐν ἀγῶνι: ὅτι νεῶν ἀγῶνα τὸ |
| book 500a.2 | ἄθροισμα, τὸ ναύσταθμον. καὶ ἐν ἄλλοις εἶπε „〈θεῖον〉 δύσονται |
| book 500a.3 | ἀγῶνα“ (Η 298), τὴν συναγωγὴν τῶν θεῶν. A |
| book 500b.1 | νεῶν ἐν ἀγῶνι: ἄμεινον παροξυτόνως ἀναγινώσκειν {τὸ} |
| book 500b.2 | „νέων“· οὐ γὰρ παρὰ ταῖς ναυσίν ἐστιν ὁ κίνδυνος νῦν. ἔσται οὖν |
| book 500b.3 | ὅμοιον τῷ „νέων δ’ ἀλάπαζε φάλαγγασ“ (Λ 503). b(BCE3E4)T |
| book 500c.1 | ἄλλως· νεῶν ἐν ἀγῶνι: τῷ ἀθροίσματι τῶν νεῶν. | οἱ |
| book 500c.2 | δὲ τῇ περὶ τῶν νεῶν μάχῃ. b(BCE3E4)T |
| book 502.1 | τέλος θανάτοιο: τὸ ἀποπνεῦσαι· καὶ διαλεγόμενος γὰρ |
| book 502.2 | τελευτᾷ. b(BCE3E4)T |
| book 502-3.1 | τέλος θανάτοιο κάλυψεν / ὀφθαλμοὺς ῥῖνάς τε: |
| book 502-3.2 | ὁ δὲ θάνατος αὐτοὺς—φρένας ἔχουσιν. A |
| book 503 | 〈ὀφθαλμοὺς ῥῖνάς τε:〉 ὄψιν καὶ ἀναπνοήν. Til |
| book 504a1.1 | ἕλκε ... ἕποντο: οὕτως Ἀρίσταρχος ἕλκε χωρὶς τοῦ |
| book 504a1.2 | ι καὶ „ἔχοντο“ οὕτως διὰ τοῦ χ. A |
| book 504a2.1 | ἕλκε ... ποτὶ ... ἕποντο: ἕλκε, ποτί, „ἔχοντο“· |
| book 504a2.2 | οὕτω γραπτέον τὰ τρία. T |
| book 504b.1 | ποτὶ δὲ φρένες αὐτῷ ἕποντο: τὰς σωματικὰς λέγει |
| book 504b.2 | φρένας· κατ’ ἐκεῖνο γὰρ καὶ γέγονεν ἡ πληγή. τῷ δόρατί φησιν |
| book 504b | ἑλκομένῳ οἱ ὑμένες ἐνείχοντο τοῦ διαφράγματος. b(BCE3E4)T |
| book 507a.1 | 〈ἐπεὶ λίπεν ἅρματ’ ἀνάκτων:〉 διὰ τοῦ ε λίπεν, |
| book 507a.2 | ἐπειδὴ τὰ ἅρματα τῶν ἀνάκτων {ἔλειφθεν} ἐλείφθησαν, ἠρημώθησαν. |
| book 507a.3 | Ζηνόδοτος δὲ διὰ τοῦ ο „λίπον“. A |
| book 507b.1 | ἐπεὶ λίπεν ἅρματ’ ἀνάκτων: ὅτι Ζηνόδοτος γράφει |
| book 507b.2 | „ἐπεὶ λίπον“, ἀγνοῶν ὅτι τὸ λίπεν νῦν οὐκ ἔστιν ἑνικόν, ἀλλὰ |
| book 507b.3 | ἀνάλογον τῷ ἐλείφθησαν τὰ ἅρματα, ὥσπερ „κόσμηθεν“ (Γ 1) καὶ |
| book 507b.4 | „ποιμένος ἀφραδίῃσι διέτμαγεν“ (Π 354) ἀντὶ τοῦ διετμάγησαν· |
| book 507b.5.1 | εἴωθε γὰρ τοῖς οὐδετέροις πληθυντικοῖς πληθυντικὰ ῥήματα συν‐ |
| book 507b.5.2 | τάσσειν, ὡς „σπάρτα λέλυνται“ (Β 135). A |
| book 507c.1 | 〈ἐπεὶ〉 λίπεν ἅρματ’ 〈ἀνάκτων〉: λίπεν διὰ τοῦ ε· |
| book 507c.2 | τὸ γὰρ ἑξῆς ἐστιν, ἐπειδὴ τὰ ἅρματα ἐλείφθησαν τῶν ἀνάκτων, ὅ ἐστιν |
| book 507c.3 | ἠρημώθησαν τῶν δεσποτῶν. b(BCE3)T |
| book 508a | 〈ἀΐοντι:〉 ὡς λέγοντι. οὕτως Ἀρίσταρχος. Aint |
| book 508b.1 | ἀΐοντι: παρατατικῇ φωνῇ ἀντὶ συντελικῆς, ἀντὶ τοῦ |
| book 508b.2 | ἀκούσαντι. b(BCE3)T |
| book 510.1 | ἐπίεζε: διὰ τοῦ ε· „χερσὶ στιβαρῇσι πίεζον“ (μ 174), |
| book 510.2 | „ἐπὶ μάστακα χερσὶ πίεζεν“ (δ 287). T |
| book 511-2.1 | ὃ δή μιν Τεῦκρος 〈ἐπεσσύμενον βάλεν ἰῷ / τεί‐ |
| book 511-2.2 | χεος ὑψηλοῖο〉: „Τεῦκρος δὲ Γλαῦκον, κρατερὸν παῖδ’ Ἱππολόχοιο, |
| book 511-2.3 | / ἰῷ ἐπεσσύμενον βάλε τείχεος 〈ὑψηλοῖο〉, / ᾗ ῥ’ ἴδε γυμνωθέντα βρα‐ |
| book 511-2 | χίονα, παῦσε δὲ χάρμησ“ (Μ 387—9). T |
| book 515a.1 | πάντος’ ἀκούειν: ἡ διπλῆ, ὅτι οὕτως εἴωθε λέγειν ‘πάν‐ |
| book 515a.2 | τοσε ἀκούειν‘, εἰς πάντα τόπον ἀκούειν, ἐπὶ τῶν ἐκ τόπου εἰς τόπον |
| book 515a.3 | ἀφικνουμένων· „πεύθετο γὰρ Κύπρον δὲ μέγα κλέοσ“ (Λ 21), εἰς |
| book 515a.4 | Κύπρον ἠκούετο· διὸ καὶ νῦν κατὰ συναλιφὴν ἀκουστέον, ἵν’ ᾖ τὸ |
| book 515a.5 | πλῆρες ‘πάντοσε ἀκούειν‘. A |
| book 515b.1 | πάντος’ ἀκούειν: Ἀρίσταρχος τὸ πλῆρες ἀκούει ‘πάν‐ |
| book 515b.2 | τοσε‘. Ζηνόδοτος „πάντ’ ἐσακούειν“ διὰ τοῦ ε. | πάντοσε ὡς „πάν‐ |
| book 515b.3 | τοθεν“ (Ν 28 al.)· τὰ γὰρ εἰ〈σ〉 σε ἐπιρρήματα τοῖς εἰς θεν ὁμοτονεῖ, |
| book 515b.4 | „ἄλλοθεν“ (Β 75 al.), „ἄλλοσε“ (ψ 184. 204), „ὁμόθεν“ (ε 477), |
| book 515b.5.1 | „ὁμόσε“ (Μ 24). οὕτως οὖν εἰ „πάντοθεν ἐκ κευθμῶν“ (Ν 28), καὶ |
| book 515b.5.2 | „πάντοσε δαιδάλλων“ (Σ 479). A |
| book 515c1.1 | πάντος’ ἀκούειν: Ἀρίσταρχος τὸ πλῆρες ‘πάντοσε‘. |
| book 515c1.2 | Ζηνόδοτος „πάντ’ ἐσακούειν“. τινὲς δὲ „πάντοθι“. οἱ δὲ ὡς τὸ |
| book 515c1.3 | „πεύθετο γὰρ Κύπρον δέ“ (Λ 21)· ὅταν ἐκ τόπου εἰς τόπον ἀφικνου‐ |
| book 515c1.4 | μένης φωνῆς ἢ φήμης ἄφιξιν δηλοῖ, τῷ εἰς τόπον χρῆται. T |
| book 515c2.1 | Ἀρίσταρχος τὸ πλῆρες ἀντὶ τοῦ †παντός†, Ζηνόδοτος |
| book 515c2.2 | δὲ ἀντὶ τοῦ †παντί†. ἄμεινον δὲ τὸ τοπικόν, ὡς Ἡρωδιανός. b(BCE3) |
| book 516a1.1 | ἀνέρι {κηδομένῳ}: ἀντὶ τοῦ ἀνέρος· „Ἀχιλλῆος ὀλοὸν |
| book 516a1.2 | κῆρ 〈/ γηθεῖ— /〉 δερκομένῳ“ (Ξ 139—41), „τῆς δ’ αὐτοῦ |
| book 516a1.3 | λύτο γούνατα〈— /〉 σήματ’ ἀναγνούσῃ“ (ψ 205—6). T |
| book 516a2 | ἡ δὲ δοτικὴ ἀντὶ γενικῆς. b(BCE3) |
| book 518-9.1 | οὐδέ μοι αἷμα 〈/ τερσῆναι δύναται〉: οὐ δύναται |
| book 518-9.2 | ξηρανθῆναι τὸ αἷμα. ἀλλαχοῦ δὲ τὴν ξηρασίαν φησὶν ὀδύνης ποιητι‐ |
| book 518-9.3 | κήν· b(BCE3E4)T „τέρσετο δ’ αἷμα, / ὀξεῖαι δ’ ὀδύναι δῦνον |
| book 518-9.4 | μένοσ“ (Λ 267—8). T |
| book 522a1.1 | ὁ δ’ οὐδ’ οὗ παιδὸς ἀμύνει: ἡ διπλῆ, ὅτι ἐλλείπει |
| book 522a1.2 | ἡ περί· ἔστι γάρ, οὐδὲ περὶ τοῦ οὗ παιδὸς ἀμύνει. οἱ δὲ ἀγνοήσαντες |
| book 522a1.3 | γράφουσιν „ὁ δ’ οὐδ’ ᾧ παιδὶ ἀμύνει“. A |
| book 522b1.1 | 〈ὁ δ’ οὐδ’ ᾧ παιδί:〉 Ἀρίσταρχος „ὁ δ’ οὐ〈δ’ οὗ〉 |
| book 522b1.2 | παιδόσ“. Aim |
| book 522b2/a2.1 | ᾧ παιδὶ ἀμύνει: „οὗ παιδὸς ἀμύνει“, οὕτως ἡ γρα‐ |
| book 522b2/a2.2 | φή. | καὶ λείπει ἡ περί. T |
| book 523.1 | {ἕλκος} ἄκεσσαι: Ἀρίσταρχος ἀπαρέμφατόν φησιν, ἀγνο‐ |
| book 523.2 | ῶν ὅτι τὸ ἀκῶ ἐνεργητικῶς οὐδέποτε ἔκλινεν ὁ ποιητής, ἀλλ’ ἢ πα‐ |
| book 523.3 | θητικῶς ἢ μέσως. ἔστιν οὖν προστακτικόν. T |
| book 526.1 | 〈κατατεθνηῶτι:〉 οὕτως διὰ τοῦ η αἱ Ἀριστάρχου, |
| book 526.2 | κατατεθνηῶτι. Aint |
| book 527.1 | ἔκλυε: ἀντὶ τοῦ ἐπήκουσεν· b(BE3)T οὐδέποτε γὰρ |
| book 527.2 | ψιλῶς ἐπὶ τοῦ ἀκοῦσαι τάσσει τὸ ῥῆμα. b(BE3E4)T |
| book 530-1a.1 | Γλαῦκος δ’ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ 〈γήθησέν |
| book 530-1a.2 | τε / ὅττι οἱ ὦκ’ ἤκουσε〉: ἤτοι στικτέον ἐπὶ τὸ φρεσί (530)· |
| book 530-1a.3 | ἢ διασταλτέον, ἵνα κοινὸν ᾖ, ‘ἔγνω καὶ ἐχάρη ὅτι οἱ ὦκ’ ἤκουσε‘. A |
| book 530-1b.1 | ἔγνω 〈ᾗσιν〉 ἐνὶ φρεσὶ〈—θεὸς εὐξαμένοιο〉: |
| book 530-1b.2 | τὸ γὰρ παραυτίκα παύσασθαι τὴν ὀδύνην καὶ μένους αὐτὸν ἐμπλησθῆ‐ |
| book 530-1b.3 | ναι προφανῶς θεῖον ἦν. b(BCE3)T |
| book 532.1 | πρῶτα μὲν ὤτρυνεν: ὑπεκκαύματα τῷ πολέμῳ πάλιν |
| book 532.2 | δίδωσιν ὁ ποιητής. b(BCE3)T |
| book 542a1.1 | εἴρυτο: Ἀρίσταρχος τρίτην ἀπὸ τέλους τὴν ὀξεῖαν ποιεῖ, |
| book 542a1.2 | ὑγιῶς πάνυ. ὁ δὲ Τυραννίων (fr. 39 P.) προπερισπᾷ, ἐκ τοῦ εἰρύετο |
| book 542a1.3 | φάσκων αὐτὸ συνηλεῖφθαι. δύναται δὲ τὸ εἴρυτο, κλιθὲν ἀπὸ τῶν |
| book 542a1.4 | εἰς μι ὁμοίως τῷ ἐζεύγνυτο, ἤνυτο, „θοῶς δέ οἱ ἤνυτο ἔργον“ (ε 243), |
| book 542a1.5.1 | ἐκτετάσθαι. οὕτως ἀξιοῦμεν καὶ ἐπὶ τοῦ „εἴλυτο“ (Π 640. ε 403) καὶ |
| book 542a1.5.2 | εἴρυτο. A |
| book 542a2 | {εἴρυτο:} δύναται ἀπὸ τῶν εἰς μι εἶναι· διὸ ἐξετάθη. T |
| book 542b.1 | δίκῃσι 〈τε〉 καὶ σθένεϊ 〈ᾧ〉: ταῦτα γὰρ σῴζει, τὸ |
| book 542b.2 | μὲν πόλιν καὶ οἰκήτορας, τὸ δὲ ἀπεῖργον τοὺς πολεμίους. b(BCE3E4) |
| book 542b.3 | T Αἰσχύλος (fr. 381 N.2 = 734 M. = 381 R.)· „ὅπου γὰρ ἰσχὺς συζυγοῦσι |
| book 542b.4 | καὶ δίκη, / ποία ξυνωρὶς τῶνδε καρτερωτέρα;“. τὴν δὲ δίκην προέτα‐ |
| book 542b.5 | ξεν ὡς μᾶλλον βασιλεῖ συμφέρουσαν. b(BE3E4)T |
| book 544.1 | ἀλλά, φίλοι, 〈πάρστητε〉: ἀπὸ τῶν ὀνειδιστικῶν εἰς |
| book 544.2 | τοὺς δεητικοὺς ἧκε καὶ ἀπὸ τῶν πρὸς τὸν Ἕκτορα ἐπὶ τὸ πλῆθος τὸν |
| book 544.3 | λόγον μετήνεγκεν, b(BCE3E4)T ὡς τὸ „Ἀτρείδη, νῦν δή σε, |
| book 544.4 | ἄναξ, ἐθέλουσιν Ἀχαιοί / πᾶσιν ἐλέγχιστον θέμεναι“ (Β 284—5), |
| book 544.5 | εἶτα ἑξῆς „τλῆτε, φίλοι, καὶ μείνατε“ (Β 299). T |
| book 544 | 〈νεμεσσήθητε:〉 μεμπτὸν ἡγήσασθε. Aint |
| book 546.1 | 〈Δαναῶν κεχολωμένοι:〉 ὅτι ἐλλείπει ἡ περί πρόθεσις, |
| book 546.2 | περὶ Δαναῶν. Aim |
| book 547.1 | τοὺς 〈ἐπὶ νηυσὶ θοῇσιν〉 ἐπέφνομεν: παλαιᾶς ἀνδρα‐ |
| book 547.2 | γαθίας ὑπέμνησεν, ὅπως μὴ ἀπολέσωσιν αὐτὴν τοῖς νῦν. b(B [bis], C |
| book 547.3 | [bis], E3)T |
| book 548a.1 | κατὰ κρῆθεν: Ἀρίσταρχος δισύλλαβον ἐκδέχεται τὴν |
| book 548a.2 | λέξιν καὶ προπερισπᾷ, ὑγιῶς πάνυ. καὶ οὐκ ἐπίσταται ὁ ποιητὴς τὸ |
| book 548a.3 | καρή ὀξυνόμενον θηλυκόν, ἀλλ’ οἱ ἄλλοι πάντες. καὶ οὐδὲν θαυμαστόν· |
| book 548a.4 | καὶ γὰρ ἄλλας παραλόγους φωνὰς ἐπίσταται, ἀγνοῶν τὰς πρωτοθέ‐ |
| book 548a.5.1 | τους αὐτῶν λέξεις. τί οὖν θαυμαστόν, εἰ παρὰ τὸ καρή ὀξυνόμενον κα‐ |
| book 548a.5.2 | ρῆθεν ἐστὶ καὶ κρῆθεν ἐν συγκοπῇ; τοῦτο δέ φημι, ἐπεὶ καὶ Ἡσίοδος |
| book 548a.5.3 | (scut. 7) οὕτως ἐξεδέξατο, εἰπὼν τὸ „〈τῆσ〉 καὶ ἀπὸ κρῆθεν βλεφά‐ |
| book 548a | ρων“. A |
| book 548b1.1 | κατὰ κρῆθεν: ἀπὸ τοῦ καρή ὀξυνομένου, ὅπερ ὁ μὲν |
| book 548b1.2 | ποιητὴς οὐκ οἶδεν, οἱ δὲ ἄλλοι πάντες, καρῆθεν ἦν τὸ ἀνάλογον καὶ |
| book 548b1.3 | κατὰ συγκοπὴν κρῆθεν. δύναται καὶ ἀπὸ τοῦ κάρητος καρήτοθεν |
| book 548b1.4 | κάρηθεν κρῆθεν. Ἡσίοδος (scut. 7)· „τῆς καὶ ἀπὸ κρῆθεν“. τινὲς |
| book 548b1.5.1 | „〈κατ’〉 ἄκρηθεν“, ἐπεί φησι „μέγα κῦμα κατ’ ἄκρησ“ (ε 313), „ὤλετο |
| book 548b1.5.2 | πᾶσα κατ’ ἄκρησ“ (Ν 722). T |
| book 548b2.1 | †κάρα† καρῆθεν τὸ ἀνάλογον καὶ κατὰ συγκοπὴν κρῆθεν, |
| book 548b2.2 | καὶ μετὰ τῆς προθέσεως †κατακρῆθεν. b(BCE3E4) |
| book 549a.1 | 〈ἄσχετον, οὐκ ἐπιεικτόν:〉 βραχὺ διασταλτέον μετὰ |
| book 549a.2 | τὸ ἄσχετον διὰ τὴν ἔμφασιν. Aim |
| book 549b.1 | ἕρμα: τὸ σήκωμα τῆς νεὼς πρὸς τὸ μὴ ἀνατρέπεσθαι ἐν |
| book 549b.2 | τῷ †πεσεῖν†. νῦν οὖν τούτου ἀποθανόντος ἀνετράπη ἡ Ἴλιος. A |
| book 549b.3 | b(BCE3E4)T οἱ δὲ τὸ ὑποστήριγμα· ὅθεν καὶ Πίνδαρος (Ol. 2, |
| book 549b.4 | 6) „ἔρεισμα Ἀκράγαντοσ“ εἶπε τὸν Θήρωνα. A T ῥητορικῶς οὖν |
| book 549b.5 | αὔξει τὸν οἶκτον, ἐπιμαρτυρῶν τῷ ἀποθανόντι. A b (BCE3E4)T |
| book 553.1 | 〈Ἕκτωρ χωόμενος Σαρπηδόνος:〉 ὅτι ἐλλείπει ἡ περί. |
| book 553.2 | καὶ ὅτι τὸ χωόμενος ἀντὶ τοῦ συγχεόμενος. Aint |
| book 556 | 〈φίλον ἔστω:〉 ἐν ἄλλῳ „μένος ἔστω“. Aim |
| book 557a.1 | οἷοί περ πάρος ἦτε μετ’ ἀνδράσι〈ν, ἢ καὶ |
| book 557a.2 | ἀρείουσ〉: δύναται μὲν στίζεσθαι ἐπὶ τὸ ἀνδράσι· δύναται γὰρ |
| book 557a.3 | λείπειν τὸ ἔστε ἢ γίνεσθε. δύναται δὲ καὶ σχῆμα εἶναι ἀπὸ δοτικῆς εἰς |
| book 557a.4 | αἰτιατικήν, ὡς κἀκεῖ „αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπονόσφιν ἐόντα / |
| book 557a.5.1 | κρυπτάδια φρονέοντα“ (Α 541—2). παρατηρητέον δὲ τὸν στίχον |
| book 557a.5.2 | πρὸς τὸ ἐπάνω ὑποκείμενον „Γλαῦκε πέπον, πολεμιστὰ μετ’ ἀνδράσι“ |
| book 557a.5.3 | (Π 492). A |
| book 557b.1 | οἷοί περ πάρος ἦτε: προθυμίαν πρὸς τοὺς πόνους |
| book 557b.2 | ἐργάζεται ἡ μαρτυρία τῶν πρόσθε πονηθέντων. b(BCE3E) T |
| book 557c | 〈ἀρείους:〉 βελτίονας. Ail |
| book 558a.1 | ὃς πρῶτος ἐσήλατο 〈τεῖχος Ἀχαιῶν〉: τῶν |
| book 558a.2 | πεπραγμένων αὐτῷ ὑπομιμνῄσκει πρὸς ἀμύνης ὑπόμνησιν. πῶς δέ |
| book 558a.3 | φησιν ἀλλαχοῦ „Πριαμίδης, ὃς ἐσήλατο“ (cf. Μ 438); ἢ ἑκάτερος τῆς |
| book 558a.4 | ἰδίας φάλαγγος πρῶτος. b(BCE3E4)T Πορφύριος (1,215,27) |
| book 558a.5.1 | δὲ ψιλοῖ τὸ ἐσήλατο καὶ ἐκδέχεται τὸ ἐσάλευσε, ἀπὸ τοῦ σάλω· |
| book 558a.5.2 | ὅθεν καὶ ὁ σάλος· τοῦτο δὲ σπανίως εἴρηται. οἱ δὲ ‘ἔβλαψεν ὑπερ‐ |
| book 558a.5.3 | βολικῶσ‘. T |
| book 558b.1 | {ὃς πρῶτος} ἐσήλατο: Ἀρίσταρχος καὶ οἱ ἀπ’ αὐτοῦ |
| book 558b.2 | δασύνουσι, Λυσανίας δὲ ψιλοῖ, προσνέμων τὸ ς τῷ η· σήλασθαι γάρ |
| book 558b.3 | φησι σημαίνειν τὸ ἀποσπᾶν καὶ σαλεύειν. ὁ δὲ σαλεύσας πρῶτος τὸ |
| book 558b.4 | τεῖχος Σαρπηδών ἐστιν, ὁ δὲ εἰσπηδήσας Ἕκτωρ. φησὶ γοῦν „Σαρπη‐ |
| book 558b.5.1 | δὼν δ’ 〈ἄρ’〉 ἔπαλξιν ἑλὼν χερσὶ στιβαρῇσιν / ἕλχ’, ἡ δ’ ἕσπετο πᾶ‐ |
| book 558b.5.2 | σα“ (Μ 397—8)· ἐπὶ δὲ τοῦ Ἕκτορος „ῥῆξε δ’ 〈ἀπ’〉 ἀμφοτέρους |
| book 558b.5.3 | θαιρούσ“ (Μ 459), εἶτα ἐπιφέρει „ὁ δ’ ἔσθορε φαίδιμος Ἕκτωρ“ (Μ |
| book 558b.5.4 | 462). ἄμεινον δὲ πείθεσθαι Ἀριστάρχῳ δασύνοντι, ἐκδέχεσθαι δὲ |
| book 558b | ἡμᾶς οὕτως τὸ ἐσήλατο, ὅτι πρῶτος ἐφήλατο καὶ ἐπεπήδησε τῷ |
| book 558b.10.1 | τείχει. | ὅρα γοῦν ὡς οὐκ εἶπε πρῶτος διῆλθε〈ν〉· ὁ μὲν γὰρ Ἕκτωρ |
| book 558b.10.2 | πρῶτος διῆλθεν, ὁ δὲ Σαρπηδὼν πρῶτος ὥρμησεν ἐπὶ τὸ τεῖχος· „ὥς |
| book 558b.10.3 | ῥα τότ’ ἀντίθεον Σαρπηδόνα θυμὸς ἀνῆκε / τεῖχος ἐπαΐξαι“ (Μ |
| book 558b.10.4 | 307—8) ὥστε τὸ ἥλατο ταὐτὸν εἶναι τῷ ὁρμῆσαι. A |
| book 559a.1 | {σαρπηδὼν} ἀλλ’ εἴ μιν 〈ἀεικισσαίμεθ’ ἑλόντεσ〉: |
| book 559a.2 | ὅτι ἔξωθεν προσυπακουστέον τὸ καλῶς ἂν ἔχοι· ‘εἰ αὐτὸν ἀνελόντες |
| book 559a.3 | ἀεικισαίμεθα, καλῶς ἂν ἔχοι‘. καὶ ἐν Ὀδυσσείᾳ „ἀτὰρ πελέκεά[ς γε |
| book 559a.4 | κ]αὶ εἴ κ’ εἰῶμεν ἅπαντασ“ (φ 260). A |
| book 559b1.1 | 〈ἀλλ’ εἴ μιν ἀεικισσαίμεθ’ ἑλόντες:〉 λείπειν φασὶν |
| book 559b1.2 | αἱ Ἀριστάρχου τὸ εὖ ἂν ἔχοι. Aim |
| book 559b2 | Ἀρίσταρχός φησι λείπειν τὸ καλῶς ἂν γένοιτο. T |
| book 559c.1 | ἀλλ’ εἴ μιν ἀεικισ〈σ〉αίμεθ’ 〈ἑλόντεσ〉: ὅπερ σπεύ‐ |
| book 559c.2 | δει δρᾶσαι, τοῦτο αὐτὸς κινδυνεύει παθεῖν ὑφ’ Ἕκτορος ὡς κἀκεῖνος |
| book 559c.3 | ὑπ’ Ἀχιλλέως· οὕτως τὰ τῆς Ἀδραστείας ἐνδείκνυται. πῶς δὲ μεί‐ |
| book 559c.4 | λιχον ὑποστησάμενος τὸν ἄνδρα ἦθος αὐτῷ νῦν περιέθηκεν ὠμόν, τὸ |
| book 559c.5.1 | θέλειν λυμήνασθαι σῶμα ἀναίσθητον; ἴσως οὖν τὸ προκείμενον ἀπολο‐ |
| book 559c.5.2 | γία ἐστὶ τῆς ὠμότητος, „ὃς πρῶτος ἐσήλατο“ (Π 558), καὶ χαλεπαί‐ |
| book 559c.5.3 | νει δικαίως τῷ πρῶτον εἰς τὸ τεῖχος εἰσθορόντι. b(BCE3E4)T |
| book 559d | ἄλλως· ἀλλ’ εἴ μιν {ἀεικισσαίμεθα}: εἴ μιν ἀντὶ τοῦ |
| book 559d | εἴθε. T |
| book 559e.1 | 〈ἀλλ’ εἴ μιν:〉 ἐν τῇ Ῥιανοῦ (fr. 17 M.) „ἀλλ’ εὖ μιν |
| book 559e.2 | {ἀεικισσάμεθ’ ἑλόντεσ}“. Aint |
| book 561a1.1 | αὐτοῦ ἀμυνομένων· ὅτι ἀμφίβολον, εἰ λείπει ἡ περί, |
| book 561a1.2 | ἵν’ ᾖ ‘περὶ αὐτοῦ‘, ἢ τοπικῶς ἐκληπτέον τὸ αὐτοῦ, ‘ἐν τῷδε τῷ |
| book 561a1.3 | τόπῳ‘. A |
| book 561a2.1 | {αὐτοῦ ἀμυνομένων:} αὐτοῦ, λείπει ἡ περί, ἢ ἐνταῦθα, |
| book 561a2.2 | τοπικῶς. T |
| book 564.1 | Τρῶες καὶ Λύκιοι 〈καὶ Μυρμιδόνες καὶ Ἀχαιοί〉: |
| book 564.2 | Τρῶες Ἀχαιοῖς, Λύκιοι Μυρμιδόσιν ἀνθίστανται. T |
| book 567.1 | νύκτ’ ὀλοήν: σκότον· „ὀρώρει δ’ οὐρανόθεν νύξ“ (ε 294). |
| book 567.2 | καὶ ἐπὶ Πατρόκλῳ „ἐπεὶ οὐδὲ Μενοιτιάδην ἤχθαιρε“ (Ρ 270). ἐπ’ |
| book 567.3 | αὐτῷ δὲ δεινὴν τὴν μάχην ἤγειρε· μόνος γὰρ ἐν ἀμφοτέροις τοῖς στρα‐ |
| book 567.4 | τοῖς υἱὸς Διός. b(BCE3E4)T |
| book 569a.1 | ὦσαν δὲ 〈πρότεροι〉 Τρῶες 〈ἑλίκωπασ〉 Ἀχαιούς: |
| book 569a.2 | πιθανῶς, ὡς μὴ πάντα τοῖς Ἕλλησι καταχαρίζεσθαι δοκοίη. γενομένης |
| book 569a.3 | οὖν τῆς Γλαύκου προτροπῆς εἰκὸς συστραφῆναι ὡς ἂν περὶ μειζόνων |
| book 569a.4 | ἀγωνιζομένους. b(BCE3E4)T |
| book 569b | ἑλίκωπες: ἀξιοθέατοι, πρὸς οὓς ἑλίσσομεν τὰς ὦπας. |
| book 569b | b(BCE3E4)T |
| book 572.1 | ἐν Βουδείῳ: τὸ Βούδειον πόλις Φθιώτιδος, ἀπὸ Βουδείου |
| book 572.2 | τοῦ Ἄργου ὠνομασμένη. πῶς δ’ ἂν ἱκέτευε τὸν βασιλέα τῆς ἑαυτοῦ |
| book 572.3 | πόλεως; οὐ γὰρ ἦν ἔθος τοῦτο. ἴσως οὖν ἀπὸ Βουδείας τῆς ἀπ’ Ὀρχο‐ |
| book 572.4 | μενοῦ τῆς Βοιωτίας, μητρὸς Ἐργίνου, ἐπώνυμος ἦν πόλις ἐν τῇ |
| book 572.5 | Βοιωτίᾳ τὸ Βούδειον. b(BCE3E4)T |
| book 574a.1 | ἐς Πηλῆ’ ἱκέτευσε καὶ ἐς Θέτιν ἀργυρόπεζαν: ἡ |
| book 574a.2 | ἔς ἀντὶ τῆς πρός. σημειωτέον δὲ ὅτι ἕως τῆς ἐπὶ Ἴλιον στρατείας συνῆν |
| book 574a.3 | Θέτις Πηλεῖ. ἱκέτευσε δέ, ἱκέτης ἦλθε. τὸ ἥμερον δὲ Πηλέως δείκνυ‐ |
| book 574a.4 | ται ἀπὸ Πατρόκλου (cf. Ψ 89—90), Φοίνικος (cf. Ι 480—4) καὶ τού‐ |
| book 574a.5 | του. b(BCE3E4)T |
| book 574b.1 | ἐς Πηλῆ’ ἱκέτευσε 〈καὶ ἐς Θέτιν ἀργυρόπεζαν〉: |
| book 574b.2 | ὅτι οὐκ ἀπολελοίπει ἡ Θέτις τὸν Πηλέως οἶκον ὡς οἱ νεώτεροι, ἀλλὰ |
| book 574b.3 | συνῴκει αὐτῷ. A |
| book 581.1 | Πατρόκλῳ δ’ ἄρ’ ἄχος γένετο 〈φθιμένου ἑτάροιο〉: |
| book 581.2 | δριμυτέραν τὴν μάχην ποιεῖ, οὐ τὸν τυχόντα ποιῶν ἀναιρούμενον, |
| book 581.3 | ἀλλ’ ἑταῖρον Πατρόκλου, ἵν’ ἐπὶ τούτῳ πλέον χαλεπήνῃ. b(BCE3)T |
| book 582.1 | ἴρηκι ἐοικώς: πρὸς τὴν ὁρμὴν καὶ τὸν ἀπ’ αὐτοῦ ἐπιγενό‐ |
| book 582.2 | μενον φόβον τοῖς πολεμίοις. εἶτα παρέλαβεν ἐπὶ τῶν φευγόντων τὰ |
| book 582.3 | ἀγεληδὸν ἱπτάμενα τῶν ὀρνέων καὶ εὐκαταφρόνητα, κολοιοὺς καὶ |
| book 582.4 | ψᾶρας (cf. Π 583). b(BCE3E4)T |
| book 583.1 | ψῆρας: διὰ τὸ κακόφωνον τοῦ ‘ψᾶρασ‘, ἐκεῖ δὲ „〈τῶν δ’〉 |
| book 583.2 | ὥς τε ψαρῶν“ (Ρ 755). καὶ „αἶψ’ ἀγξηράνῃ“ (Φ 347), οὗ δὲ „θερμή‐ |
| book 583 | νῃ“ (Ξ 7) φησίν. T |
| book 584.1 | 〈ὣς ἰθὺς Λυκίων, Πατρόκλεες ἱπποκέλευθε:〉 ὅτι |
| book 584.2 | ἀπέστροφε τὸν λόγον ἐκ τῶν περὶ 〈αὐ〉τοῦ 〈εἰς τὸν〉 πρὸς αὐτόν. Aim |
| book 586.1 | καί ῥ’ ἔβαλε Σθενέλαον: ὅτι μεταβέβηκεν ἐκ τοῦ πρὸς |
| book 586.2 | τὸν Πάτροκλον λόγου πάλιν εἰς τὸν περὶ αὐτοῦ· εἴρηκε γὰρ ἔβαλε |
| book 586.3 | καὶ οὐχὶ ‘ἔβαλες, ὦ Πάτροκλε‘. A |
| book 589a1.1 | αἰγανέη〈σ〉: διὰ τὸ εἰς αἶγας γενέσθαι· „ὦρσαν δὲ |
| book 589a1.2 | Νύμφαι ι 〈... /〉 αἶγας ὀρεσκῴους 〈...〉 καὶ αἰγανέας 〈.../〉 εἱλόμεθ’ |
| book 589a1.3 | 〈ἐκ νεῶν〉“ (ι 154—7). T |
| book 589a2.1 | αἰγανέη εἴρηται ἀπὸ τοῦ νεῖσθαι εἰς αἶγας. | ἔστι δὲ εἶδος |
| book 589a2.2 | ἀκοντίου. b(BCE3) |
| book 589b.1 | ἄλλως· αἰγανέης 〈...〉 ταναοῖο: τεταμένης. b(BCE3)T |
| book 589b.2 | οὐ βούλεται δὲ τοὺς Τρῶας τέλεον φεύγειν· διὸ εἴληφε σύμμετρον |
| book 589b.3 | ἀκοντίου διάστημα, βουλόμενος σημᾶναι, πόσον ὑπεχώρησαν (cf. |
| book 589b.4 | Π 589—91). b(BCE3E4)T |
| book 589c.1 | αἰγανέης ... ταναοῖο: πρὸς τὸ σχῆμα, ὅτι ταναοῖο |
| book 589c.2 | εἴρηκεν ἀρσενικῶς ἀντὶ τοῦ ταναῆς. A |
| book 590-1a1.1 | ἥν ῥά τ’ ἀνὴρ ἀφέῃ 〈πειρώμενος ἢ ἐν ἀέθλῳ / |
| book 590-1a1.2 | ἠὲ καὶ ἐν πολέμῳ δηΐων ὑπὸ θυμοραϊστέων〉: ἣν ἀφῇ |
| book 590-1a1.3 | ἀνὴρ ἐν ἄθλῳ πειρώμενος, ἢ καὶ ἐν πολέμῳ οὐχὶ πειρώμενος ἔτι· τίς γὰρ |
| book 590-1a1.4 | ἂν πεῖρα γένοιτο ἐν πολέμῳ; ἀλλὰ τὸ μὲν πειρώμενος (590) ἐπὶ |
| book 590-1a1.5.1 | τοῦ ἐν ἀγῶνι μόνον βεβλημένου ἀκοντίου τέτακται, τὸ δὲ ἠὲ καὶ |
| book 590-1a1.5.2 | ἐν πολέμῳ (591) πρὸς τὸ ἀφέῃ (590). b(BCE3E4)T ἡ δὲ |
| book 590-1a1.5.3 | ὑπό (591) ἀντὶ τῆς μετά, ἢ πλεονάζει. τινὲς δὲ ‘ὑπὸ δηΐων πειραζόμε‐ |
| book 590-1a1.5.4 | νοσ‘. b(BE3E4)T |
| book 590-1a2 | ἡ ὑπό (591) περιττή. Aint |
| book 593-4.1 | Γλαῦκος δὲ πρῶτοσ〈— / ἐτράπετο〉: ποικί‐ |
| book 593-4.2 | λως χρῆται τῇ τάξει· μετὰ γὰρ τὴν τοῦ Γλαύκου προτροπὴν (sc. Π |
| book 593-4.3 | 538—47) ἄρχεται ἔργου ὁ Ἕκτωρ ὡς ἂν ὑπερέχων (cf. Π 552—3), ἐν |
| book 593-4.4 | δὲ τῇ ὑποστροφῇ τὰ πρωτεῖα Γλαύκῳ περίκειται. b(BCE3E4)T |
| book 594.1 | ἐτράπετο: ἐδήλωσεν αὐτὸ ἑξῆς διὰ τοῦ „στρεφθεὶς ἐξαπί‐ |
| book 594.2 | νησ“ (Π 598). καινὸς δὲ ὁ τρόπος· ὁ γὰρ φεύγων ἐπιστραφεὶς κτείνει |
| book 594.3 | τὸν διώκοντα. b(BCE3E4)T |
| book 594-5.1 | 〈Βαθυκλῆα μεγάθυμον /〉 Χάλκωνος 〈φίλον〉 |
| book 594-5.2 | υἱόν: Πρόδικος (Art. Script. B VIII 6 Rad.)· „ἀπὸ τῆς τοῦ χαλ‐ |
| book 594-5.3 | κοῦ κτήσεως καὶ Βαθυκλέα“. εἰρήκει δὲ ἂν Χρύσωνος, ἀπὸ τῆς καλ‐ |
| book 594-5.4 | λίστης ὕλης. T |
| book 595a.1 | 〈ὃς Ἑλλάδι οἰκία ναίων:〉 ὅτι πόλις ἐν Φθίᾳ ἡ Ἑλ‐ |
| book 595a.2 | λάς. Aim |
| book 595b | ὃς Ἑλλάδι 〈οἰκία ναίων〉: Ἑλλὰς χώρα ὑπὸ Ἀχιλ‐ |
| book 595b | λεῖ. T |
| book 595b.1 | {χάλκωνος φίλον υἱὸν ὃς} Ἑλλάδι: Ἑλλὰς πόλις Θεσ‐ |
| book 595b.2 | σαλίας, ἧς—καὶ Ἀχαιοί. A |
| book 599-600.1 | 〈πυκινὸν δ’ ἄχος ἔλλαβ’ Ἀχαιούς, / ὡς ἔπες’ |
| book 599-600.2 | ἐσθλὸς ἀνήρ. μέγα δὲ Τρῶες κεχάροντο:〉 συναπτέον ἕως τοῦ |
| book 599-600.3 | ἀνήρ (600)· τὸ γὰρ ὥς (600) αἴτιον. Aim |
| book 601.1 | στὰν δ’ ἀμφ’ αὐτὸν 〈ἰόντες ἀολλέεσ〉: ἔστησαν περὶ |
| book 601.2 | τὸν Γλαῦκον ἐπιβοηθοῦντες τῷ προκαταρξαμένῳ τῆς ὑποστροφῆς. |
| book 601.3 | b(BCE3E4)T |
| book 604a | 〈Λαόγονον:〉 τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα· κύριον γάρ. Aint |
| book 604b | 〈Λαόγονον:〉 ὡς ὀρίγανον. Til |
| book 604c.1 | 〈θρασὺν υἱόν:〉 γράφεται „φίλον υἱόν“· τί γὰρ ἐποίησε |
| book 604c.2 | θράσους; Til |
| book 606.1 | ὑπὸ γναθμοῖο καὶ οὔατος: μεταξὺ τοῦ ὀστοῦ τῆς |
| book 606.2 | σιαγόνος καὶ τοῦ ὠτός. b(BCE3E4)T |
| book 607.1 | 〈ᾤχετ’ ἀπὸ μελέων,〉 στυγερὸς δ’ ἄρα μιν σκότος |
| book 607.2 | εἷλεν: ἔν τισι ἐπεφέρετο· „Μηριόνης δ’ ἀνέπαλτο, φίλον δέ οἱ ἦτορ |
| book 607.3 | ἰάνθη“ (= Π 607 a)· διὸ καὶ ἐπισκώπτει ὁ Αἰνείας (sc. Π 617—8). T |
| book 611.1 | πρόσ〈σ〉ω γὰρ κατέκυψε: ὑπὲρ τοῦ ἀξιοπίστου τὸν |
| book 611.2 | μὲν Αἰνείαν ἐπιτυγχάνοντα πεποίηκεν (ἔτυχε γὰρ ἄν, εἰ μὴ κατέκυψεν |
| book 611.3 | ὁ Μηριόνης) καὶ τὸ τοῖς Ἕλλησι κεχαρισμένον διὰ τῆς τοῦ Μηριόνου |
| book 611.4 | σωτηρίας. b(BCE3E4)T |
| book 613.1 | ἔγχεος· ἔνθα δ’ ἔπειτ’ 〈ἀφίει μένος ὄβριμος Ἄρησ〉: |
| book 613.2 | ἐν τῇ ἑτέρᾳ τῶν Ἀριστάρχου οὐκ ἐφέρετο AT καθάπαξ. ἐν δὲ τῇ |
| book 613 | δευτέρᾳ ἄλογος αὐτῷ παρέκειτο. A |
| book 617a1.1 | καὶ ὀρχηστήν περ ἐόντα: Κρῆτες γὰρ ἀσκοῦσι τὴν |
| book 617a1.2 | ἐνόπλιον ὄρχησιν· καὶ οἱ μὲν αὐτοῖς, οἱ δὲ Νεοπτολέμῳ, οἱ δὲ Μολόσ‐ |
| book 617a1.3 | σοις, οἱ δὲ Κάστορι, οἱ δὲ Διονύσῳ τὴν εὕρεσιν διδοῦσιν. ἄκρως δὲ |
| book 617a1.4 | ἐξεφαύλισε τὸ εὐκίνητον τοῦ ἀνδρός, συνεπιστάμενος ἑαυτῷ ὅτι αὐτὸς |
| book 617a1.5.1 | μὲν εὐστόχως ἀφῆκεν, διὰ δὲ τὴν ἐκείνου παρατροπὴν γέγονεν ἡ |
| book 617a1.5.2 | ἁμαρτία. T |
| book 617b1.1 | ἄλλως· καὶ ὀρχηστήν: ἔμπειροι γὰρ ὀρχήσεως Κρῆτες |
| book 617b1.2 | ἀπὸ τῆς τῶν Κουρήτων μυθολογίας. βουλόμενος δὲ αὐτὸν ἐλαφρὸν |
| book 617b1.3 | εἰπεῖν, τοῦτο παρατρέψας εἰς ὄρχησιν ἐχλεύασεν. T |
| book 617a2/b2 | Κρῆτες γὰρ ἀσκοῦσι τὴν ἐνόπλιον ὄρχησιν, | ἔμπειροι |
| book 617a2/b2.1 | ὄντες ἀπὸ τῆς τῶν Κουρήτων μυθολογίας. | ἄκρως δὲ ἐξεφαύλισε τὸ |
| book 617a2/b2.2 | εὐκίνητον τοῦ ἀνδρός· | βουλόμενος γὰρ αὐτὸν ἐλαφρὸν εἰπεῖν, τοῦτο |
| book 617a2/b2.3 | παρατρέψας εἰς ὄρχησιν ἐχλεύασεν· | ἠπίστατο γὰρ ἐν ἑαυτῷ ὅτι |
| book 617a2/b2.5.1 | εὐστόχως μὲν ἀφῆκε, διὰ δὲ τὴν ἐκείνου παρατροπὴν γέγονεν ἡ |
| book 617a2/b2.5.2 | ἁμαρτία. b(BCE3E4) |
| book 617a2/b2.1 | ὀρχηστήν περ ἐόντα: εὐκίνητον κατὰ τὸν πόλεμον |
| book 617a2/b2.2 | —ἁρμόδιος. A |
| book 618.1 | ἔγχος ἐμὸν 〈κατέπαυσε διαμπερές, εἴ ς’ ἔβαλόν |
| book 618.2 | περ〉: τινὲς διαμπερὲς εἴ ς’ ἔβαλόν περ, ἵν’ ᾖ ‘εἴ σε †ἔβαλλον |
| book 618.3 | διεπερόνησα ἄ톑. ἀλλ’ οὐδὲν ἀναγκαῖον οὕτως συνάπτειν· τὸ γὰρ |
| book 618.4 | ἔβαλον ἀντὶ τοῦ ἔτρωσα, τὸ δὲ κατέπαυσε διαμπερές οἷον εἰς |
| book 618.5 | ἀεί. A |
| book 620.1 | 〈χαλεπόν:〉 ἀδύνατον καὶ ἀτελείωτον· b(BCE3E4)Til |
| book 620.2 | „χαλεπὸν δέ τ’ ὀρύσσειν“ (κ 305). Til |
| book 621a | πάντων ἀνθρώπων ... ὅς: πρὸς τὸ σχῆμα. b(BCE3)Til |
| book 621b.1 | σβέσ〈σ〉αι μένος: σβέσις γὰρ δυνάμεως ὁ θάνατος. |
| book 621b.2 | ἔμψυχος οὖν ἡ μεταφορά, τὸ θάνατον εἰπεῖν σβέσιν δυνάμεως. b |
| book 621b.3 | (BCE3E4)T |
| book 625 | 〈δοίης:〉 ἐν ἄλλῳ „δῴησ“. Aim |
| book 628.1 | οὔ τοι Τρῶες ὀνειδ〈ε〉ίοις ἐπέεσ〈σ〉ι: ἀποτροπὴ τοῦ |
| book 628.2 | φιλολοίδορον εἶναι, ὅπου καὶ τοὺς πολεμίους οὐκ ἐᾷ λοιδορεῖν. διδάσκει |
| book 628.3 | δὲ δρᾶν αὐτούς, μὴ λέγειν κακῶς. b(BCE3E4)T |
| book 630.1 | 〈ἐν γὰρ χερσὶ τέλος πολέμου, ἐπέων δ’ ἐνὶ βου‐ |
| book 630.2 | λῇ:〉 καλὴ καὶ βραχυλόγος ἡ γνώμη. Til |
| book 633-5.1 | 〈τῶν δ’ ὥς τε δρυτόμων ἀνδρῶν ὀρυμαγδὸς |
| book 633-5.2 | ὀρώρει / — / ὣς τῶν ὤρνυτο δοῦπος:〉 ἐὰν γράφωμεν |
| book 633-5.3 | ὀρώρει (633), πάντα στίζομεν, βήσσῃς καὶ ἀκουή (634), καὶ δὶς |
| book 633-5.4 | ἔσται ἡ ἀνταπόδοσις λεγομένη· κοινὸν γὰρ νοεῖται τὸ ὀρώρει (633) |
| book 633-5.5.1 | κατά τε τῶν δρυτόμων καὶ τῶν ἡρώων. βέλτιον δὲ γράφεσθαι μὲν |
| book 633-5.5.2 | „ὄρωρεν“ (633), ὑποστίζεσθαι δὲ βήσσῃς καὶ ἀκουή (634), τῷ δὲ |
| book 633-5 | τῶν (635) ἐπανειλῆφθαι 〈τὸ〉 τῶν δέ (633) {ὥς τε}. A |
| book 633-4.1 | ὥς τε δρυτόμων〈—ἀκουή〉: πρὸς τὸ πᾶν ἁρ‐ |
| book 633-4.2 | μόζει ἡ παραβολή, πρός τε τὸν ἄθρουν κτύπον, ἅμα δὲ καὶ τοῖς τεμνο‐ |
| book 633-4.3 | μένοις ὅπλοις τὰ τεμνόμενα σώματα εἴκασται, καὶ τὰ ξίφη τοῖς πελέ‐ |
| book 633-4.4 | κεσι παραβέβληται. b(BCE3E4)T |
| book 633a.1 | ὀρώρει: ἡ διπλῆ, ὅτι ἀμφιβόλως κεῖται τὸ ὀρώρει, |
| book 633a.2 | πότερον ἐπὶ τῶν μαχομένων λέγεται, τούτων ὀρώρει ὀρυμαγδὸς ὡς |
| book 633a.3 | δρυτόμων, ἢ ἐπὶ τῶν δρυτόμων, ὡς δρυτόμων ἀνδρῶν ὀρυμαγδός, |
| book 633a.4 | οὕτως καὶ τῶν μαχομένων· ὅπερ καὶ βούλεται, ὥστε τὸ ὀρώρει τὸν |
| book 633a.5 | ἐνεστῶτα χρόνον σημαίνει. A |
| book 633b.1 | ὀρώρει: οὐ δύναται κατὰ τῶν μαχομένων· ἐπάγει γὰρ |
| book 633b.2 | „ὣς τῶν ὤρνυτο δοῦποσ“ (Π 635). ἔστιν οὖν ἀνθ’ ὑποτακτικοῦ τὸ |
| book 633b.3 | ὀρώρει. T |
| book 633c1 | 〈ὀρώρει:〉 οὕτως ὀρώρει Ἀρίσταρχος. Aim |
| book 633c2 | ἔν τισιν „ὄρωρεν“. Aint Til |
| book 634 | 〈ἀκουή:〉 Ἀριστοφάνης „ἀϋτή“. Aint Til |
| book 635a.1 | ὣς τῶν ὄρνυτο δοῦπος ἀπὸ χθονὸς εὐρυοδείης: |
| book 635a.2 | παράγωγον ἡγοῦνται τὴν λέξιν, τουτέστι παρολκὴν τῆς ἐπὶ τέλους |
| book 635a.3 | λέξεως· διὸ ἐψίλωσαν. | βραχὺ δὲ διασταλτέον εὐρυοδείης· διχό‐ |
| book 635a.4 | θεν γάρ φησι τὸν ἦχον φέρεσθαι, ἀπό τε τῆς γῆς καὶ τῶν ὅπλων (cf. |
| book 635a.5 | Π 636). A |
| book 635b | εὐρυοδείης: ψιλωτέον· παραγωγὴ γάρ ἐστιν, οὐ σύν‐ |
| book 635b | θεσις. T |
| book 636a1.1 | χαλκοῦ τε ῥινοῦ τε 〈βοῶν τ’ εὐποιητάων〉: ὅτι |
| book 636a1.2 | προειπὼν ῥινοῦ τε, ὡς ἕτερόν τι διάφορον συμπλέκει βοῶν τε. |
| book 636a1.3 | καὶ ἤτοι ἐξ ἐπαναλήψεως νοητέον λέγεσθαι τὸ αὐτό, ὡς „πυκνοὶ καὶ |
| book 636a1.4 | θαμέεσ“ (μ 92) καὶ „πόλεμόν τε μάχην τε“ (Π 251)· ἢ τὸν τέ σύν‐ |
| book 636a1.5.1 | δεσμον περιττὸν νομιστέον, ἵν’ ᾖ ‘ῥινοῦ βοῶν‘, τουτέστι τῶν ἀσπί‐ |
| book 636a1.5.2 | δων. A |
| book 636a2.1 | χαλκοῦ τε ῥινοῦ 〈τε〉 βοῶν τε: περισσὸς ὁ εἷς |
| book 636a2.2 | τέ. T |
| book 636b.1 | ἄλλως· χαλκοῦ: τῶν χαλκῶν ἀσπίδων. ῥινοῦ δὲ τῶν |
| book 636b.2 | ἀκατεργάστων βοῶν, ὅ ἐστι τῶν λαισηΐων. b(BCE3E4)T |
| book 636c1.1 | 〈ῥινοῦ τε βοῶν τ’ εὐποιητάων:〉 „ἄμεινον εἶχε“, |
| book 636c1.2 | φησὶν ὁ Ἀρίσταρχος, „εἰ ἐγέγραπτο ‘βοῶν εὐποιητάων‘, ἔξω τοῦ τέ |
| book 636c1.3 | συνδέσμου.“ Aim ἐν δέ τισιν εὕρομεν „ῥινῶν τε βοῶν τ’ εὐποιη‐ |
| book 636c1.4 | τάων“ κατὰ τὸ πληθυντικόν. A |
| book 636c2.1 | ἄμεινον {δέ} φησὶν Ἀρίσταρχος χωρὶς τοῦ τέ „βοῶν |
| book 636c2.2 | εὐποιητάων“, ἵν’ ᾖ „ῥινοῦ βοῶν“. T |
| book 636d.1 | {βοῶν τ’} εὐποιητάων: τὸ „εὖ“ οὐ θέλουσι κατ’ ἰδίαν |
| book 636d.2 | προφέρεσθαι, ἀλλ’ ἓν ποιεῖν εὐποιητάων, ἐπεὶ καὶ ἐν ἑτέροις φησὶ |
| book 636d.3 | τὴν δοτικὴν „εὐποιήτῃσι πύλῃσι“ (Ε 466) παρωνύμως. κἀγὼ δὲ |
| book 636d.4 | συγκατατίθεμαι. A |
| book 636e | εὐποιητάων: τῶν εὖ γεγονυιῶν. b(BCE3E4)T |
| book 638-9.1 | οὐδ’ ἂν ἔτι φράδμων 〈περ ἀνὴρ Σαρπηδόνα |
| book 638-9.2 | δῖον / ἔγνω〉: αἱ μὲν κοιναὶ κατ’ αἰτιατικὴν Σαρπηδόνα (638), |
| book 638-9.3 | αἷς ἀκόλουθόν ἐστι τὸ συνάπτειν Σαρπηδόνα δῖον / ἔγνω, ἵν’ |
| book 638-9.4 | ὁ φράδμων τὸν συνετὸν καὶ λελογισμένον δηλοῖ. ἐὰν δέ, ὡς Ἀρίσταρ‐ |
| book 638-9.5 | χος γράφει, „Σαρπηδόνι δίῳ“ κατὰ δοτικήν, βραχὺ διασταλτέον ἐπὶ |
| book 638-9.1 | τὸ „δίῳ“· τὸ γὰρ λεγόμενον· ‘οὐδὲ ὁ πάνυ γνώριμοσ‘, φησί, ‘καὶ |
| book 638-9.2 | συνήθης τῷ Σαρπηδόνι ἠδύνατο γνωρίσαι αὐτὸν διὰ τὸ αἵματι καὶ |
| book 638-9.3 | κόνει πεφύρθαι‘ (cf. Π 638—40). A |
| book 638a.1 | φράδμων: ἔμπειρος, ἐπιστήμων, εἰδὼς καὶ ἐγνωκὼς τὸν |
| book 638a.2 | Σαρπηδόνα ἀκριβῶς. b(BCE3)T |
| book 638b.1 | 〈Σαρπηδόνα δῖον:〉 Ἀρίσταρχος κατὰ δοτικήν, „Σαρ‐ |
| book 638b.2 | πηδόνι δίῳ“. Aint |
| book 638c.1 | Σαρπηδόνα δῖον: κατὰ δοτικὴν „Σαρπηδόνι δίῳ“, ἵν’ |
| book 638c.2 | ᾖ ‘τὶς συνήθης Σαρπηδόνι‘. T |
| book 641-3.1 | ὡς ὅτε μυῖαι〈—ἄγγεα δεύει〉: πρὸς τὸ πλῆ‐ |
| book 641-3.2 | θος καὶ τὸ πρόθυμον ἡ παραβολή. b(BCE3E4)T |
| book 642.1 | περιγλαγέας: περισσῶς γεγαλακτωμένας, ὅ ἐστι πληθού‐ |
| book 642.2 | σας τῷ γάλακτι, ἢ περιβεβρεγμένας γάλακτι. πέλλα δὲ ξύλινον ἄγγος, |
| book 642.3 | ἀπὸ τοῦ πεπελεκῆσθαι. b(BCE3E4)T |
| book 647.1 | ἀμφὶ φόνῳ Πατρόκλου 〈μερμηρίζων〉: τί δήποτε τι‐ |
| book 647.2 | μήσειν ὑποσχόμενος Ἀχιλλέα μεῖζον ἔβλαψεν ὡς λέγειν αὐτὸν „ἀλλὰ |
| book 647.3 | τί μοι τῶν ἦδος;“ (Σ 80); ἢ μὴ δεόντως χρησάμενος τῇ παρὰ Διὸς |
| book 647.4 | δωρεᾷ ἀτυχεῖ· οὐ γὰρ ἀποχρῆν ἡγήσατο, εἰ μὴ τὸ πᾶν ἀπόλοιτο τῶν |
| book 647.5 | Ἀχαιῶν, καὶ τὰς λιτὰς οὐ προσήκατο. b(BCE3E4)T |
| book 648a | ἤ {ἤδη κἀκεῖνον}: ἀντὶ τοῦ εἴ. T |
| book 648b1.1 | 〈καὶ κεῖνον:〉 ἐκ πλήρους καὶ κεῖνον αἱ Ἀριστάρχου. |
| book 648b1.2 | Aim |
| book 648b2 | ἐκ πλήρους δὲ ὁ καί. T |
| book 651 | ἠ: τοῦτον τὸν η περισπαστέον. T |
| book 653-5.1 | ὄφρ’ ἠῢς θεράπων〈—ἀπὸ θυμὸν ἕλοιτο〉: |
| book 653-5.2 | πολλὴ ἡ εἰς Ἀχιλλέα τιμή, ὅπου καὶ τοῦ υἱοῦ φονέα ὄντα τὸν Πά‐ |
| book 653-5.3 | τροκλον τιμᾷ διὰ τὴν Ἀχιλλέως τιμήν. b(BCE3E4)T |
| book 657 | 〈φύγαδ’ ἔτραπε:〉 προσυπακουστέον ‘ἵππουσ‘. Til |
| book 657-8.1 | κέκλετο δ’ ἄλλους 〈/ Τρῶας φευγέμεναι〉: τῷ |
| book 657-8.2 | ἔργῳ, οὐ τῇ φωνῇ, ὡς τὸ „Ἀργείων προκαλίζετο πάντας ἀρίστουσ“ |
| book 657-8.3 | (Γ 19). ἀγαθοῦ δὲ στρατηγοῦ τὸ εἴκειν θεῷ. b(BCE3E4)T |
| book 660a | 〈ἴδον:〉 ᾔσθοντο. Til |
| book 660b.1 | 〈βεβλαμμένον ἦτορ:〉 γράφεται „δεδαϊγμένον ἦτορ“ |
| book 660b.2 | Aim |
| book 660c | βεβλαμμένον ἦτορ: νεκρόν. Aint Til |
| book 663.1 | οἱ δ’ ἄρ’ ἀπ’ ὤμοιϊν 〈Σαρπηδόνος ἔντε’ ἕλοντο〉: |
| book 663.2 | εἰ γὰρ ἀσκύλευτον αὐτὸν ἔκλεψεν Ἀπόλλων, οὐδ’ ἂν ἐτόλμησαν |
| book 663.3 | Ἀχαιοὶ πρὸς τὸ τεῖχος ἐλθεῖν (cf. Π 698—711). b(BCE3E4)T |
| book 666a.1 | καὶ τότ’ Ἀπόλλωνα προσέφη 〈νεφεληγερέτα |
| book 666a.2 | Ζεύσ〉: ὡς κατὰ τὸ σιωπώμενον εἰς Ἴδην ἀφικομένου Ἀπόλλωνος. |
| book 666a.3 | μικρᾷ δὲ παρεκβάσει ἀναπαύει τὸν ἀκροατὴν καμόντα. b(BCE3E4)T |
| book 666b1.1 | καὶ τότ’ Ἀπόλλωνα 〈προσέφη νεφεληγερέτα |
| book 666b1.2 | Ζεύσ〉: ὅτι Ζηνόδοτος καὶ ἐνταῦθα διεσκεύακε γράφων „καὶ τότ’ ἄρ’ |
| book 666b1.1 | ἐξ Ἴδης προσέφη Ζεὺς ὃν φίλον υἱόν“, ἵν’ ἐκ τῆς Ἴδης προσφωνῇ |
| book 666b1.2 | τὸν ἐν τῷ πεδίῳ Ἀπόλλωνα. γελοῖον δὲ τὸ κραυγάζειν ἀπὸ τῆς Ἴδης |
| book 666b1.5.1 | τὸν Δία. οὐ νενόηκεν οὖν ὅτι τὰ τοιαῦτα κατὰ τὸ σιωπώμενον |
| book 666b1.5.2 | ἐνεργούμενα δεῖ παραδέχεσθαι, καθάπερ καὶ ἐν τοῖς ἐπάνω περὶ τῆς |
| book 666b1.5.3 | Ἥρας (cf. Π 432). A |
| book 666b2.1 | ἄλλως· καὶ τότ’ Ἀπόλλωνα 〈προσέφη νεφεληγε‐ |
| book 666b2.2 | ρέτα Ζεύσ〉: Ζηνόδοτος „καὶ τότ’ ἄρ’ ἐξ Ἴδης προσέφη Ζεὺς ὃν |
| book 666b2.3 | φίλον υἱόν“. T |
| book 667 | 〈εἰ δ’ ἄγε:〉 δύναται ἀντὶ τοῦ 〈ἄγε〉 δή. Til |
| book 667-8a.1 | 〈αἷμα κάθηρον / —〉Σαρπηδόνα: ἀντὶ τοῦ |
| book 667-8a.2 | Σαρπηδόνος. δύναται δὲ ἀντὶ τοῦ ‘καθαρθῆναι ποίησον‘, ὡς „ἀλλ’ |
| book 667-8a.3 | ὅτε δή μιν ἐγὼν ἐλόευν“ (δ 252). ὑπακούει δὲ Θάνατος (cf. Π 681—3)· |
| book 667-8a.4 | Ἀπόλλωνι γὰρ ἀνάκεινται οἱ αἰφνίδιοι τῶν θανάτων. T (bis) |
| book 667-8b1.1 | αἷμα κάθηρον / —Σαρπηδόνα: οὕτως Ἀρίσταρ‐ |
| book 667-8b1.2 | χος „Σαρπηδόνι“ κατὰ δοτικήν, Σαρπηδόνι κάθηρον τὸ αἷμα. μήποτε |
| book 667-8b1.3 | δὲ Ζηνόδοτος ὀρθῶς ἠθέτηκε τούτους (sc. Π 666—83)· παράλογον |
| book 667-8b1.4 | γὰρ τὸν ἀπενθῆ τοιαῦτα διακονεῖσθαι. A |
| book 667-8b2 | Ἀρίσταρχος „Σαρπηδόνι“ κατὰ δοτικήν. Aint |
| book 667-8b3.1 | ἄλλως· Σαρπηδόνι: οὕτως κατὰ δοτικήν, ‘κάθηρον τῷ |
| book 667-8b3.2 | Σαρπηδόνι τὸ αἷμα‘. T |
| book 667-8b4.1 | {εἰ δ’ ἄγε νῦν, φίλε φοῖβε:} ἠθέτει Ζηνόδοτος· ἄτοπον |
| book 667-8b4.2 | γάρ φησι τὸν ἀπενθῆ τοιαῦτα διακονεῖν. | ἀλλὰ τοῦτο προστάσσεται |
| book 667-8b4 | ὡς τιμώμενος ἐν Λυκίᾳ. T |
| book 669a.1 | {πολλὸν} ἀπὸ πρὸ φέρων: τινὲς τὴν ἀπό ἀναστρέφου‐ |
| book 669a.2 | σιν, ἵνα σημαίνῃ τὸ ἄπωθεν, ὥσπερ καὶ ὁ Ἀσκαλωνίτης (p. 56 B.). |
| book 669a.3 | εἰσὶ μέντοι, οἳ παρολκὴν ἐδέξαντο τῆς πρό καὶ ἐφύλαξαν τῆς ἀπό τὴν |
| book 669a.4 | προσῳδίαν, ἵνα ᾖ τὸ ἑξῆς ἀποφέρων. οὕτως δὲ καὶ Φιλόξενος ἠξίου, |
| book 669a.5.1 | ἐπεὶ πολλή ἐστι παρέλκουσα ἡ πρό· „νώτου ἀπὸ πρὸ ταμών“ |
| book 669a.5.2 | (θ 475), „ἡ δὲ διὰ πρό / Πηλιὰς ἤϊξε“ (Υ 276—7), „περὶ πρὸ γὰρ |
| book 669a.5.3 | ἔγχεϊ θυῖεν“ (Π 699). οὕτως δὲ καὶ ἐγὼ συγκατατίθεμαι. A |
| book 669b.1 | 〈ἄπο προφέρων:〉 ἄπο ἄπωθεν, πρό δὲ ἔμπροσθεν. |
| book 669b.2 | b(BCE3E4)Til |
| book 672.1 | Ὕπνῳ καὶ Θανάτῳ διδυμάοσιν: τελευτώντων γὰρ |
| book 672.2 | ἐκλείπει παντελῶς ἡ ψυχή, καθευδόντων δὲ συστέλλεται ἡ δύναμις τῆς |
| book 672.3 | ψυχῆς. A b (BCE3E4)T |
| book 673a.1 | 〈θήσους’ ἐν Λυκίης:〉 γράφεται „θήσουσιν Λυκ〈ίησ〉“. |
| book 673a.2 | Aint |
| book 673b.1 | ἐν Λυκίησ〈—δήμῳ〉: ἡρῷον φαίνεται Σαρπη‐ |
| book 673b.2 | δόνος ἐν Λυκίᾳ. τινὲς δὲ Γλαῦκον κατελθόντα θάψαι αὐτόν. T |
| book 674.1 | κασίγνητοι: ἁπλοϊκῶς νῦν οἱ συγγενεῖς· οὐδεὶς γὰρ ἱστό‐ |
| book 674.2 | ρηκεν αὐτοῦ ἀδελφούς. A b (BCE3E4)T |
| book 676.1 | 〈οὐδ’ ἄρα πατρὸς ἀνηκούστησεν:〉 οὐδὲν φθέγγεται |
| book 676.2 | ἐπείγοντος τοῦ καιροῦ. b(BCE3)Til |
| book 677 | βῆ δὲ κατ’ Ἰδαίων 〈ὀρέων ἐς φύλοπιν αἰνήν〉: ὅτι |
| book 677 | Ζηνόδοτος καὶ τοῦτον περιῄρηκε, τηρῶν τὸ σύμφωνον ἑαυτῷ. A |
| book 684-6.1 | 〈Πάτροκλος δ’ ἵπποισι— /〉 Τρῶας καὶ Λυ‐ |
| book 684-6.2 | κίους μετεκίαθε 〈καὶ μέγ’ ἀάσθη, / νήπιοσ〉: ἀλλ’ ὑποστρέφει |
| book 684-6.3 | ὁ Πάτροκλος διὰ τὸ μὴ προτροπάδην τοὺς Τρῶας φεύγειν, ἀλλ’ ἔτι |
| book 684-6.4 | ἀνθίστασθαι. οἱ δέ, ἐπεὶ „νεώτεροι ἀφραδέουσιν“ (η 294). ὁ δὲ |
| book 684-6.5.1 | ποιητής φησιν „ἀλλ’ αἰεί τε Διὸς κρείσσων νόος, / b(BCE3E4)T |
| book 684-6.5.2 | ὅς οἱ καὶ τότε θυμὸν 〈ἐνὶ στήθεσσιν ἀνῆκεν〉“ (Π 688. 691). T |
| book 686.1 | νήπιος {εἰ δὲ ἔπος}: τὸ νήπιος καθ’ ἑαυτό· οὕτως γὰρ |
| book 686.2 | μᾶλλον ἐμφαίνει τὸν ἐπισχετλιάζοντα. ἁμαρτάνουσι δὲ οἱ συνάπτον‐ |
| book 686.3 | τες. A |
| book 687.1 | κῆρα κακήν: δόγμα Ὁμηρικὸν τὸ δύο τὰς μοίρας εἶναι, |
| book 687.2 | ὡς καὶ ἐπ’ Ἀχιλλέως „διχθαδίας κῆρασ“ φησὶ „φερέμεν“ (Ι 411). T |
| book 688a.1 | ἀλλ’ αἰεί τε Διὸς 〈κρείσσων νόος ἠέ περ ἀν‐ |
| book 688a.2 | δρῶν〉: συνεβούλευσε μὲν γὰρ τὰ ἄριστα ὁ Ἀχιλλεύς, κρατεῖ δὲ ἡ |
| book 688a.3 | τοῦ Διὸς γνώμη, βουλομένου αὐτὸν ἀνελεῖν ὑπὲρ ἐκδικίας Σαρπηδόνος. |
| book 688a.4 | b(BCE3E4)T |
| book 688b.1 | Διὸς κρείσσων νόος: ὅτι τινὲς χωρὶς τοῦ ν γράφουσι |
| book 688b.2 | „κρείσσω“. τὰ δὲ τοιαῦτα συγκριτικὰ ἐπὶ τῆς ὀρθῆς σὺν τῷ ν λέγεται. |
| book 688b.3 | καὶ τὸ κρείσσων ἐπὶ τοῦ κατὰ δύναμιν τίθησιν ὁ ποιητής. A |
| book 688c.1 | 〈κρείσσων νόος ἠέ περ ἀνδρός:〉 ἰδίως εἶπεν· ἔδει |
| book 688c.2 | γὰρ ‘κρείσσων ἀνδρῶν‘. Til |
| book 688d | 〈ἀνδρός:〉 γράφεται „ἀνδρῶν“. Aim |
| book 692-3.1 | ἔνθα τίνα πρῶτον 〈...〉 ἐξενάριξας, 〈/ Πατρό‐ |
| book 692-3.2 | κλεις, ὅτε δή σε θεοὶ θάνατον δὲ κάλεσσαν〉: ἥδισται αἱ |
| book 692-3.3 | ἀποστροφαὶ τῷ ποιητικῷ εἴδει. ἄλλως τε καὶ ἀεὶ προσπάσχει ὁ ποιη‐ |
| book 692-3.4 | τὴς τῷ Πατρόκλῳ. b(BCE3E4)T |
| book 697a1.1 | τοὺς ἕλεν {οἱ δ’ ἄλλοι}: ὅτι Ζηνόδοτος γράφει „τοὺς |
| book 697a1.2 | ἕλεσ“. ἀγνοεῖ δὲ ὅτι ἀπέστροφε τὸν λόγον ἐκ τοῦ πρὸς αὐτὸν ἐπὶ τὸν |
| book 697a1.3 | περὶ αὐτοῦ καὶ πολλάκις ἀποστροφὰς ποιεῖται. A |
| book 697a2 | Ζηνόδοτος „ἕλεσ“. Til |
| book 697b1.1 | {οἱ δ’ ἄλλοι} φύγαδε {μνώοντο}: τοῦτο οὐκ {ε}ἰσοδυνα‐ |
| book 697b1.2 | μεῖ τῷ εἰς φυγήν, ὡς τὸ „ἦ, 〈καὶ〉 ὁ μὲν φύγαδ’ αὖτις ὑποστρέψασ“ |
| book 697b1.3 | (Λ 446)· ἀντὶ γὰρ αἰτιατικῆς, οὐ μετὰ τῆς εἴς· διὸ καί τινες ὑπέλαβον, |
| book 697b1.4 | μὴ καὶ δύο μέρη λόγου ἐστίν, ἤτοι κατὰ μεταπλασμὸν γενομένης τῆς |
| book 697b1.5.1 | αἰτιατικῆς ποιητικῶς, ὡς σκέπην σκέπα, φυγὴν φύγα, ἤ, ὡς οἴεται |
| book 697b1.5.2 | ὁ Ἀσκαλωνίτης (p. 56 B.), ἀπ’ εὐθείας τῆς φύξ, ὡς Στὺξ Στύγα, τοῦ |
| book 697b1.5.3 | δέ ἐνθάδε παρέλκοντος. ἢ ἐπίρρημά ἐστι ταὐτὸ σημαῖνον τῇ αἰτιατικῇ, |
| book 697b1.5.4 | ὡς καὶ ἄλλα παράγωγα ἐπιρρήματα ἰσοδυναμοῦντα τοῖς πρωτοτύ‐ |
| book 697b1.5.5 | ποις, „Ἴδηθεν μεδέων“ (Γ 276 al.), „δόρυ δ’ ἔκβαλεν ἔκτοσε χειρόσ“ |
| book 697b1.10.1 | (χ 277). ἀλλ’ οὖν γε ὡς ἂν ἔχῃ, οὐκ ἐναντιοῦται τὸ τοῦ τόνου· ἤτοι |
| book 697b1.10.2 | γὰρ δύο τόνοι ἔσονται „φύγα δέ“ ὡς „Οὔλυμπον δέ“ (Α 221 al.), |
| book 697b1.10.3 | ἢ εἷς ὡς ἄγραδε· τὸ γοῦν „ἅλαδ’ ἑλκομενάων“ (Ξ 100) δύναται καὶ |
| book 697b1.10.4 | δύο μέρη λόγου εἶναι, ὡς „οἶκον δέ“ (Α 606 al.), ἐντελοῦς οὔσης τῆς |
| book 697b1.10.5 | αἰτιατικῆς, ἢ πάλιν κατὰ παραγωγὴν ὡς ἄγραδε, „ἅλαδε“. ταῦτα |
| book 697b1.15 | ὁ Ἡρωδιανὸς ἐν τῷ ιθʹ τῆς Καθόλου (1,498,10). A |
| book 697b2 | 〈φύγαδε:〉 εἰς φυγήν. Til |
| book 702a | 〈ἐπ’ ἀγκῶνος:〉 ὅτι ἀγκῶνος τῆς γωνίας λέγει. Aim |
| book 702b.1 | ἀγκῶνος: ἐξοχῆς. καὶ ὁ Ἕκτωρ „πύργῳ ἐπὶ προὔ‐ |
| book 702b.2 | χοντι“ (Χ 97). ὕψος δὲ ἔχει ὁ ἀγκὼν ὑπὲρ μῆκος ἀνδρὸς ὡς ἐγγὺς |
| book 702b.3 | εἶναι τῆς ἐπιθέσεως τῆς ἐπάλξεως. b(BCE3E4)T |
| book 704a.1 | χείρεσ〈σ〉’ ἀθανάτῃσι 〈φαεινὴν ἀσπίδα νύσσων〉: |
| book 704a.2 | ἄμφω ταῖς χερσὶν ἀπωθούμενος τὴν ἀσπίδα ἐμφαντικῶς. b(BCE3E4) |
| book 704a.3 | T |
| book 704b.1 | 〈χείρεσς’ ἀθανάτῃσι:〉 βέλτιον τοῖς ἑξῆς τοῦτο συνά‐ |
| book 704b.2 | πτειν. Aim |
| book 706.1 | 〈ἔπεα πτερόεντα προσηύδα:〉 γράφεται „προσέφη |
| book 706.2 | ἑκάεργος Ἀπόλλων“. Aim |
| book 707a1 | 〈οὔ νύ τοι:〉 Ἀρίσταρχος „οὔ νύ πω {αἶσα}“. Aim |
| book 707a2 | „οὔ νύ πω“ διὰ τοῦ 〈π〉ώ. Til |
| book 709.1 | 〈οὐδ’ ὑπ’ Ἀχιλλῆος:〉 ἐπικεκαλυμμένως ἐνδείκνυται ὡς |
| book 709.2 | οὐκ Ἀχιλλεὺς πορθεῖ τὴν Ἴλιον· προετελεύτησε γὰρ χάριν Πολυξένης. |
| book 709.3 | b(BCE3E4) |
| book 710a1.1 | ὣς φάτο, Πάτροκλος δ’ ἀνεχάζετο πολλὸν ὀ‐ |
| book 710a1.2 | πίσσω: ὅτι Ζηνόδοτος γράφει „τυτθόν“. ὁ δὲ αὐτὸς στίχος καὶ ἐπὶ |
| book 710a1.3 | τοῦ Διομήδους κεῖται (sc. Ε 443). καὶ εὐλόγως ἐκεῖ μὲν γράφεται |
| book 710a1.4 | „τυτθόν“. συμπάρεστι γὰρ ἡ Ἀθηνᾶ προτρεπομένη θεομαχεῖν. |
| book 710a1.5.1 | ἐνθάδε δὲ πολλόν· προεντέταλται γὰρ ὁ Ἀχιλλεὺς „μάλα τούς γε |
| book 710a1.5.2 | φιλεῖ ἑκάεργος Ἀπόλλων“ (Π 94). A |
| book 710a2 | ἐνταῦθα πολλόν, ἐπὶ δὲ Διομήδους „τυτθόν“. Til |
| book 710b1.1 | ἀνεχάζετο πολλὸν ὀπίσσω: ἤκουσε γὰρ „μάλα |
| book 710b1.2 | τούς γε φιλεῖ ἑκάεργος Ἀπόλλων“ (Π 94), καὶ δέδιε πρᾷος ὢν καὶ |
| book 710b1.3 | ὑπ’ οὐδενὸς θεοῦ βοηθούμενος. ὁ δὲ Διομήδης (cf. Ε 443) θερμὸς καὶ |
| book 710b1 | ἔχων Ἀθηνᾶν. T |
| book 710b2.1 | ᾔδει μὲν ἀκούσας ὅτι „μάλα τούς γε φιλεῖ ἑκάεργος Ἀπόλ‐ |
| book 710b2.2 | λων“, ἀπόνηρος δὲ ὢν ἐπελάθετο τοῦ λόγου ἢ καὶ φιλοδοξῶν· διὸ |
| book 710b2.3 | κινδυνεύει ἀναιρεθῆναι. b(BCE3) |
| book 713 | 〈δίζε:〉 ἐδίσταζεν. Til |
| book 714 | 〈ὁμοκλήσειεν:〉 μετὰ ἀπειλῆς κελεύσει〈εν〉. Til |
| book 716.1 | 〈εἰσάμενος:〉 οὕτως εἰσάμενος· ἐπιφέρει γοῦν „τῷ μιν |
| book 716.2 | ἐεισάμενοσ“ (Π 720). Aim |
| book 717a.1 | Ἀσίῳ, 〈ὃς μήτρως ἦν Ἕκτοροσ〉: εἰκότως τούτῳ |
| book 717a.2 | εἴκασται, ἵνα διὰ τὴν †εὐγένειαν† δέξηται τὴν παραίνεσιν. b(BCE3E4) |
| book 717a.3 | T |
| book 717b.1 | μήτρως: μητρὸς T ἀδελφός. | οἱ δὲ νεώτεροι τὸν |
| book 717b.2 | πρὸς μητρὸς πάππον μήτρωα καλοῦσιν. b(BCE3E4)T |
| book 718a.1 | αὐτοκασίγνητος Ἑκάβης, 〈υἱὸς δὲ Δύμαντοσ〉: |
| book 718a.2 | ὅτι Ὅμηρος τὴν Ἑκάβην Δύμαντος, ὁ δὲ Εὐριπίδης (sc. Hec. 3) |
| book 718a.3 | Κισσέως. A |
| book 718b | αὐτοκασίγνητος Ἑκάβης, 〈υἱὸς δὲ Δύμαντοσ〉: |
| book 718b.1 | Δύμαντος καὶ Εὐθόης νύμφης, ὡς Φερεκύδης (FGrHist 3, 136b)· |
| book 718b.2 | Ἀθηναίων (FGrHist 546,2) δὲ Κισσέως καὶ Τηλεκλείας, εἰ μὴ ἄρα |
| book 718b.3 | ὁμομήτριος αὐτῇ ὁ Ἄσιος. νεωστὶ δὲ πάρεστιν ὁ Ἄσιος· διὸ οὐδὲ ἐν |
| book 718b.5 | τῷ Καταλόγῳ αὐτοῦ μέμνηται. T |
| book 719a.1 | 〈ὃς Φρυγίῃ ναίεσκε:〉 ὅτι Ὅμηρος ἑτέραν τὴν Φρυγίαν |
| book 719a.2 | τῆς Τροίας οἶδεν. Aint |
| book 719b.1 | ὃς Φρυγίῃ ναίεσκε: ὁ δὲ ἕτερος Ἄσιος Ὑρτάκου ἐστίν· |
| book 719b.2 | „Ἄσιος Ὑρτακίδησ“ (Β 838 al.). T |
| book 721.1 | Ἕκτορ, τίπτε μάχης ἀποπαύεαι; οὐδέ τί σε χρή: |
| book 721.2 | ἔστι καὶ τοῦτο προτροπῆς εἶδος· μαρτυρεῖ μὲν ἀρετήν, ἐλέγχει δὲ ὡς |
| book 721.3 | ἀνάξια πράττοντα. b(BCE3E4)T |
| book 725.1 | αἴ κέν πώς μιν ἕλῃς, 〈δώῃ δέ τοι εὖχος Ἀπόλλων〉: |
| book 725.2 | διαστολὴ μέν ἐστι βραχεῖα ἐπὶ τὸ ἕλῃς· κοινὸς γὰρ ὁ αἴ κεν σύν‐ |
| book 725.3 | δεσμος καὶ ἐπὶ τοῦ ἑξῆς, ‘ἐάν πως αὐτὸν ἕλῃς καί σοι δῷ τὴν νίκην |
| book 725.4 | ὁ Ἀπόλλων‘. δύναται δὲ καὶ στίζεσθαι ἐπὶ τὸ ἕλῃς, καὶ ἔχει ἦθος. A |
| book 732 | 〈ἔφεπε:〉 ἐν ἄλλῳ „ἔπεχε“. Aim |
| book 734.1 | 〈σκαιῇ ἔγχος ἔχων, ἑτέρηφι δὲ λάζετο πέτρον:〉 |
| book 734.2 | γραφικῶς τοῦτο. Til |
| book 735 | 〈τόν οἱ περὶ χεὶρ ἐκάλυψεν:〉 χειροπληθῆ. Til |
| book 736a.1 | 〈οὐδὲ δὴν ἅζετο φωτός:〉 ηὐλαβήθη, ἀντὶ τοῦ οὐδὲ |
| book 736a.2 | ὅλως ηὐλαβήθη αὐτόν. Aint |
| book 736b | 〈ἅζετο:〉 ἅζετο καὶ ἀπέσχετο. Til |
| book 739.1 | μετώπιον: μεσόφρυον, τὸ μεταξὺ τῶν †ὤτων. b(BCE3 |
| book 739.2 | E4)T |
| book 740 | σύνελεν: συνέχεε καὶ εἰς ἓν συνήγαγεν. b(BCE3E4)T |
| book 741.1 | ὀφθαλμοὶ δὲ χαμαὶ πέσον: δηλονότι ἐκθλιβέντες ὑπὸ |
| book 741.2 | τῶν ὀστῶν συντριβέντων. b(BCE3E4)T |
| book 742a.1 | 〈αὐτοῦ〉 πρόσθε ποδῶν: ἔμπροσθεν τῶν Πατρόκλου |
| book 742a.2 | ποδῶν ἐξακοντισθέντες. ἢ ὅπου ἔμελλε κυβιστήσας ὁ νεκρὸς ἕξειν τοὺς |
| book 742a.3 | πόδας. b(BCE3E4)T |
| book 742b | 〈ἀρνευτῆρι:〉 παρὰ τοὺς ἄρνας. Til |
| book 744a1.1 | ἐπικερτομέων: διὰ τοῦ ἐπικερτομέων τὸ †εἶδος† |
| book 744a1.2 | τῶν ῥηθησομένων λόγων ὑποβάλλει. T |
| book 744a2.1 | διὰ τοῦ κερτομέων τὸ τῶν ῥηθησομένων λόγων ἦθος |
| book 744a2.2 | †καὶ τὸ εἶδος† ἀπογυμνοῦται. b(BCE3E4) |
| book 745.1 | 〈ἦ μάλ’ ἐλαφρὸς ἀνήρ, ὡς ῥεῖα κυβιστᾷ:〉 σαρ‐ |
| book 745.2 | κάζων. Til |
| book 747a.1 | πολλοὺς ἂν κορέσειεν ἀνὴρ 〈ὅδε τήθεα διφῶν〉: |
| book 747a.2 | ὅτι ἅπαξ εἴρηκε τήθεα. ἔστι δὲ εἶδος τῶν θαλασσίων ὀστρέων. πρὸς |
| book 747a.3 | τοὺς Χωρίζοντας (fr. 7 K.)· φασὶ γὰρ ὅτι ὁ τῆς Ἰλιάδος ποιητὴς οὐ |
| book 747a.4 | παρεισάγει τοὺς ἥρωας χρωμένους ἰχθύσιν, ὁ δὲ τῆς Ὀδυσσείας (cf. |
| book 747a.5.1 | δ 368. μ 331). φανερὸν δὲ ὅτι, εἰ καὶ μὴ παράγει χρωμένους, ἴσασιν, ἐκ |
| book 747a.5.2 | τοῦ τὸν Πάτροκλον ὀνομάζειν τήθεα. νοητέον δὲ τὸν ποιητὴν διὰ τὸ |
| book 747a.5.3 | μικροπρεπὲς παρῃτῆσθαι. καὶ μὴν οὐδὲ λαχάνοις παρεισάγει χρωμέ‐ |
| book 747a.5.4 | νους. ἀλλ’ ὅμως φησὶ „δμῶες Ὀδυσσῆος τέμενος μέγα κοπρήσοντεσ“ |
| book 747a | (ρ 299). A |
| book 747b.1 | πολλοὺς ἂν κορέσειεν 〈ἀνὴρ ὅδε τήθεα διφῶν〉: |
| book 747b.2 | οὐχ ὅμοια ταῦτα τῇ ἄλλῃ περὶ τοὺς ἥρωας διαίτῃ· οὐδὲ γὰρ οὐδὲ |
| book 747b.3 | τοὺς ἁβροδιαίτους Φαίακας ἢ μνηστῆρας τοῖς τοιούτοις χρωμένους |
| book 747b.4 | εἰσήγαγεν. b(BCE3E4)T ἤτοι οὖν ὅπερ αὐτὸς ἠπίστατο, τοῖς |
| book 747b.5.1 | ἥρωσι περιέθηκεν, οὐχ ὡς ἀεὶ χρωμένων τοῖς ὀστρείοις πρὸς τροφὴν |
| book 747b.5.2 | τῶν ἡρώων, b(BE3E4)T πρὸς ἀνάγκην δὲ ἐν πλῷ· b(BE3E4) |
| book 747b.5.3 | τοῦτο γάρ φησιν ὁ Πάτροκλος· ἐπιφέρει γοῦν „νηὸς ἀποθρῴσκων“ |
| book 747b.5.4 | (Π 748): T οὐδὲ γὰρ ἰχθύσι χρωμένους εἰσήγαγεν ἢ ὄρνισιν, |
| book 747b.5.5 | ἀλλ’ ὅμως δι’ ἀνάγκην καὶ τοῖς τοιούτοις ἐπεχείρουν οἱ Ὀδυσσέως |
| book 747b.10.1 | ἑταῖροι (cf. δ 368. μ 331)· καθόλου γὰρ τὴν τοιαύτην χρῆσιν διὰ τὸ |
| book 747b.10.2 | μικροπρεπὲς παρῃτήσατο, κρέασι δὲ ὀπτοῖς χρῆσθαι αὐτούς φησιν |
| book 747b.10.3 | (sc. Α 459—69 al.), b(BE3E4)T ἵνα καὶ ἐπὶ Ἀχιλλέως εἰπεῖν |
| book 747b.10.4 | δυνηθῇ „τῷ δ’ ἔχεν Αὐτομέδων, τάμνε〈ν〉 δ’ ἄρα δῖος Ἀχιλλεύσ“ |
| book 747b.10.5 | (Ι 209). ὅρα δὲ οἷον ἦν ἰχθὺν καθαίρειν τὸν τῆς Θέτιδος ἢ ζωμὸν |
| book 747b.15 | ἕψειν. T |
| book 747c.1 | τήθεα: εἶδος ὀστρείου. b(BCE3)T ὠνόμασται δὲ |
| book 747c.2 | ὅτι ἀπόθετά ἐστι καὶ οὐκ ἐπινήχεται· προσπέπλασται γὰρ ταῖς |
| book 747c.3 | πέτραις. b(BCE3E4)T |
| book 747d | 〈διφῶν:〉 διαφῶν, ψηλαφῶν. Til |
| book 748a | {νηὸς ἀποθρώισκων} εἰ καὶ δυσπέμφελος 〈εἴη〉: ὅτι |
| book 748a.1 | Ζηνόδοτος γράφει „εἰ καὶ δυσπέμφελοι εἶεν“ ὥστε ἐπὶ τῶν ἀνδρῶν |
| book 748a.2 | εἶναι, οἷον εἰ καὶ δυσάρεστοι εἶεν οἱ συνεσθίοντες. βέλτιον δὲ ἐπὶ τῆς |
| book 748a.3 | θαλάσσης, ‘εἰ καὶ δυσχείμερος εἴη καὶ τραχεῖα‘· τὴν γὰρ τοῦ κολυμ‐ |
| book 748a.5.1 | βητοῦ ἐντρέχειαν ἀντιπαρατίθησι τῷ ἀπὸ τοῦ δίφρου κεκυβιστηκότι. |
| book 748a.5.2 | καὶ Ἡσίοδος δὲ ἐπὶ τῆς θαλάσσης τέταχε· „καὶ τοῖς, οἳ γλαυκὴν |
| book 748a.5.3 | δυσπέμφελον ἐργάζονται“ (th. 440). A |
| book 748b.1 | εἰ καὶ δυσπέμφελος εἴη: Ζηνόδοτος „δυσπέμφελοι |
| book 748b.2 | εἶεν“ γράφων ἐπὶ τῶν ἀνδρῶν ἤκουεν, οἷον δυσάρεστοι, οἱ ἑταῖροι |
| book 748b.3 | δηλονότι, ὡς καὶ Ἡσίοδος (opp. 722)· „πολυξείνου δαιτὸς δυσπέμφε‐ |
| book 748b.4 | λος εἶναι“. | ἢ ἀπλήρωτος. καὶ Ἡσίοδος (opp. 618)· „ναυτιλίης |
| book 748b.5 | δυσπεμφέλου“· κέρδους γὰρ οὐ πίμπλαται. T |
| book 748c.1 | ἄλλως· δυσπέμφελος {εἴη}: δυσχείμερος, ὁ πόντος δη‐ |
| book 748c.2 | λονότι ὁ μὴ εὐχερῶς πέμπων τὰς ναῦς. κολυμβητὴν δὲ ἄκρον δείκνυσι |
| book 748c.3 | τοῦ θηρᾶν οὐκ ἀφιστάμενον οὐδὲ χαλεπαινούσης τῆς θαλάσσης. |
| book 748c.4 | b(BCE3E4)T |
| book 752 | 〈κεραΐζων:〉 ἀπὸ τῶν κερατηφόρων ζῴων. Tt |
| book 753a.1 | ἔβλητο πρὸς στῆθος: δαιμονίως τῇ εἰκόνι χρῆται· |
| book 753a.2 | μέλλοντα γὰρ αὐτὸν τελευτᾶν λέοντι εἰκάζει ὑπ’ ἀλκῆς καὶ προθυμίας |
| book 753a.3 | ἔν τινι ἐφόδῳ ἀνῃρημένῳ· διὸ καὶ πρόσκειται ἑή τέ μιν ὤλεσεν |
| book 753a.4 | ἀλκή. καὶ τὸ ἀντιπρόσωπον δὲ ὄντα κατὰ τὸ στῆθος πληγῆναι τῆς |
| book 753a.5 | ἀρετῆς καὶ τοῦ θράσους σημεῖον. b(BCE3E4)T |
| book 753b | 〈ἑή:〉 αὐτοῦ. Tt |
| book 756.1 | λέονθ’ ὣς 〈δηρινθήτην〉: καὶ ἐπ’ ἐκείνης τῆς παραβο‐ |
| book 756.2 | λῆς ἐσημειωσάμεθα, „ὥς τε δύ’ αἶγα λέοντε“ (Ν 198), ὅτι λέοντες οὐ |
| book 756.3 | διαμάχονται πρὸς ἀλλήλους περὶ ζῴου. λύεται δὲ διὰ τοῦ „πεινάοντε“ |
| book 756.4 | (Π 758). T |
| book 757-8.1 | ὥ τ’ ὄρεος κορυφῇσι〈—μάχεσθον〉: ἡ |
| book 757-8.2 | εἰκὼν ἐμφερεστάτη ἐπί τε τῶν μαχομένων καὶ περὶ οὗ ἡ μάχη· πεφονευ‐ |
| book 757-8.3 | μένον γὰρ ζῷον τῷ πεφονευμένῳ Κεβριόνῃ παραβέβληται. b(BCE3 |
| book 757-8.4 | E4)T |
| book 762-3.1 | Ἕκτωρ μὲν κεφαλῇφιν〈— / Πάτροκλος δ’ |
| book 762-3.2 | ἑτέρωθεν ἔχεν ποδόσ〉: ἐναργέστατα ἔδειξε τὴν ὁλκὴν τοῦ σώ‐ |
| book 762-3.3 | ματος προσθεὶς καὶ τὰ μέρη, ὧν ἐχόμενοι οὗτοι ἀνθεῖλκον. b(BCE3E4)T |
| book 765-9.1 | ὡς δ’ Εὖρός τε Νότος τ’〈—ἀγνυμενάων〉: ἡ |
| book 765-9.2 | †παραγωγὴ† πρὸς τὸ συρράσσειν καὶ συμπλέκεσθαι ἀλλήλοις. ἔστιν |
| book 765-9.3 | οὖν ἰδεῖν διὰ τῶν ἐπῶν δύο ἀνέμων μάχην, ἑκατέρου κρατεῖν βιαζο‐ |
| book 765-9.4 | μένου. A b (BCE3E4)T ὅμοιον δέ ἐστι τῷ „Βορέης καὶ Ζέφυροσ“ |
| book 765-9.5 | (Ι 5). A T |
| book 766.1 | βαθέην: εὖ τὸ βαθέην εἰπεῖν τὴν ὕλην· σφοδρὸς γὰρ |
| book 766.2 | οὕτως ὁ ἄνεμος ἐμπίπτει διέξοδον οὐκ ἔχων. b(BCE3E4)T |
| book 768a.1 | τανυήκεας ὄζους: ὅτι οὐκ ἐντέτακται ἡ ἀκή, καθάπερ |
| book 768a.2 | ἐπὶ τοῦ ξίφους „τανύηκες ἄορ“ (Π 473 al.), ἀλλὰ κατὰ παραγωγὴν |
| book 768a.1 | τανυήκεας ὄζους, οἷον ταναούς, ὡς „κελαινεφὲς αἷμα“ (Ε 798 al.). |
| book 768a.2 | | τὸ δὲ τανυήκεας ὡς εὐμήκεας. οὕτως ἀνεγνώσθη. εἴπομεν δὲ ἐν |
| book 768a.5 | ἑτέροις (sc. ad Ν 391) καὶ τὴν ἀφορμήν. A |
| book 768b.1 | τανυήκεας: παράγωγον ἀντὶ τοῦ ταναούς· ἐπὶ δὲ τοῦ |
| book 768b.2 | „τανύηκες ἄορ“ (Π 473 al.) σύνθετον. ὁμοίως καὶ ἐπὶ τοῦ „κελαινε‐ |
| book 768b.3 | φέσ“ (Β 412 al., Ε 798 al.)· ὁμοφωνεῖ γὰρ ἐπὶ Διὸς καὶ τοῦ αἵματος. T |
| book 769a | 〈πάταγος δέ τε ἀγνυμενάων:〉 λείπει γίνεται. Aim |
| book 769b.1 | ἀγνυμενάων: ἡ ἐπὶ 〈τῆσ〉 παρατελεύτου μακρότης παρ‐ |
| book 769b.2 | ίστησι τὸν ὑπὸ τῆς συμπτώσεως τῶν κλάδων ἐπεκτεινόμενον |
| book 769b.3 | ἦχον. T |
| book 770-1.1 | ὣς Τρῶες 〈καὶ Ἀχαιοὶ ἐπ’ ἀλλήλοισι θορόν‐ |
| book 770-1.2 | τες / δῄουν〉: τὸ συνεκτικὸν τῆς παραβολῆς τὸ ἐπ’ ἀλλήλοισι |
| book 770-1.3 | θορόντες ἐστίν. b(BCE3E4)T |
| book 772.1 | 〈πολλὰ δὲ Κεβριόνην ἀμφ’ ὀξέα δοῦρα πεπήγει:〉 |
| book 772.2 | ἀμφί περὶ αὐτόν, οὐκ ἐν αὐτῷ. b(BCE3)Til |
| book 774a.1 | 〈πολλὰ δὲ χερμάδια μεγάλ’ ἀσπίδας ἐστυφέ‐ |
| book 774a.2 | λιξαν:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ μεγάλα. Aint |
| book 774b.1 | 〈ἐστυφέλιξεν:〉 Ἀρίσταρχος διὰ τοῦ α „ἐστυφέλιξαν“. |
| book 774b.2 | Aim |
| book 775a.1 | ὁ δὲ στροφάλιγγι κονίης: καὶ ἡδέως ἐπεφώνησε καὶ |
| book 775a.2 | περιπαθῶς. b(BCE3)T |
| book 775b1 | 〈ὁ δὲ στροφάλιγγι:〉 Ἀρίσταρχος „ὁ δ’ ἐν στροφά‐ |
| book 775b1 | λιγγι“ σὺν τῷ ν. Aim |
| book 775b2.1 | ἄλλως· ὁ δὲ στροφάλιγγι: „ὁ δ’ ἐν στροφάλιγγι“ |
| book 775b2.2 | διὰ τῆς ἔν. T |
| book 775b3 | εἰς δὲ τὸ στροφάλιγγι λείπει ἡ ἔν. b(BCE3) |
| book 776a.1 | κεῖτο μέγας μεγαλωστί, 〈λελασμένος ἱπποσυ‐ |
| book 776a.2 | νάων〉: ὁ ἀστερίσκος, ὅτι εἰς τὴν δευτέραν Νέκυιαν (sc. ω 40) μετά‐ |
| book 776a.3 | κειται, οὐχ ὑγιῶς. καὶ ὅτι Ἰακῶς λελασμένος ἀντὶ τοῦ λελησμένος, |
| book 776a.4 | πρὸς τὸ „ἐν καρὸς αἴσῃ“ (Ι 378), ὅτι ἀντὶ τοῦ ἐν κηρὸς μοίρᾳ. A |
| book 776b.1 | 〈κεῖτο μέγας μεγαλωστί, λελασμένος ἱπποσυ‐ |
| book 776b.2 | νάων:〉 ἐπὶ τὸ μεγαλωστί βραχὺ διασταλτέον. Aint |
| book 779.1 | βουλυτὸν δέ: ἐπὶ τὴν ἑσπέραν, A καθ’ ὃν καιρὸν οἱ |
| book 779.2 | βόες ἀπολύονται A Aim τῶν ἔργων. Aim |
| book 780.1 | ὑπὲρ αἶσαν: ὑπερλίαν. ἢ πλέον ἢ κατὰ μέτρον, ὑπὲρ τὸ |
| book 780.2 | καθῆκον. b(BCE3E4)T |
| book 784-5a1.1 | τρὶς μὲν 〈ἔπειτ’〉 ἐπόρουσε〈—, τρὶς δ’ |
| book 784-5a1.2 | ἐννέα φῶτας ἔπεφνεν〉: τρίτον ὁρμήσας ἐννέα ἐφόνευσεν· ὑπὲρ |
| book 784-5a1.3 | μέτρον γὰρ τὸ φονεύειν εἴκοσιν ἑπτά. T |
| book 784-5a2.1 | τρίτον, φησίν, ὁρμήσας τρὶς ἐννέα ἀνεῖλεν, ὅπερ ἀπίθανον. |
| book 784-5a2.2 | ἢ τάχα τῇ ὁρμῇ καιρὸν παρεῖχεν. b(BCE3E4) |
| book 787.1 | ἔνθ’ ἄρα τοι, Πάτροκλε, 〈φάνη βιότοιο τελευτή〉: |
| book 787.2 | ἡ ἀποστροφὴ σημαίνει τὸν συναχθόμενον· σοὶ γάρ, ὦ Πάτροκλε, τῷ |
| book 787.3 | οὕτως ὑπ’ Ἀχιλλέως ἀγαπωμένῳ, τῷ πᾶν εἰς σωτηρίαν τῶν Ἑλλή‐ |
| book 787 | νων πραγματευσαμένῳ, τῷ Νέστορος φιλοπόνως ἀνασχομένῳ, τῷ |
| book 787.5.1 | Εὐρύπυλον φιλοστόργως ἰασαμένῳ, τῷ ὑπὲρ τῶν Ἑλλήνων δακρύ‐ |
| book 787.5.2 | σαντι καὶ τὸν σκληρῶς διακείμενον Ἀχιλλέα πείσαντι, τῷ κατὰ τῆς |
| book 787.5.3 | ἑαυτοῦ ψυχῆς τὴν ἔξοδον κατορθώσαντι. ταῦτα πάντα ἔνεστιν ἐπανα‐ |
| book 787.5.4 | φέροντας ἐπὶ τὴν ἀποστροφὴν ὁρᾶν τὸ ἐν αὐτῇ περιπαθές. b(BCE3 |
| book 787.5.5 | E4)T |
| book 789a | δεινός: δεινῶς καὶ ἐπιφανῶς. T |
| book 789b.1 | ὁ μὲν τὸν ἰόντα 〈κατὰ κλόνον〉 οὐκ ἐνόησεν: ὅτι |
| book 789b.2 | ἀπέστροφε τὸν λόγον A ἐκ τοῦ πρὸς αὐτὸν εἰς τὸν περὶ αὐτοῦ. |
| book 789b.3 | A b (BCE3)T |
| book 792a.1 | 〈καταπρηνεῖ:〉 πλατείᾳ b(BCE3E4)Til καὶ διατε‐ |
| book 792a.2 | ταμένῃ. b(BCE3E4) |
| book 792b.1 | στρεφεδίνηθεν: περιενεχθέντα ἐστράφη. ἐκ δύο δὲ ὀνο‐ |
| book 792b.2 | μάτων ταὐτὸ δηλούντων τραχεῖαν συνθεὶς τὴν προσηγορίαν τὴν βίαν |
| book 792b.3 | τῆς πληγῆς παρίστησιν. b(B, C[bis], E3E4)T |
| book 793-804a.1 | 〈τοῦ δ’ ἀπὸ μὲν〉 κρατὸς κυνέην〈— |
| book 793-804a.2 | Ἀπόλλων〉: ἀφοπλίζει αὐτόν, ἶσον τῇ ὁπλίσει ἀπεργαζόμενος Ἕ‐ |
| book 793-804a.3 | κτορα Ἀχιλλεῖ. ἅμα δὲ καὶ διαναπαύων τὸν ἀκροατὴν ὁπλοποιΐαν παρ‐ |
| book 793-804a.4 | εισάγει καὶ ἐπιτερπῆ κοσμοποιΐαν (cf. Σ 478—613). οὐ θέλει δὲ μετὰ |
| book 793-804a.5.1 | θάνατον σκυλευθῆναι Πάτροκλον· αἰσχρὸν γὰρ Ἕλλησιν. b(BCE3E4) |
| book 793-804a.5.2 | T | ἔλεον καὶ ἀνδρίαν Πατρόκλου φησίν, ὡς οὐκ ἄλλως κρατηθέντος ἢ |
| book 793-804a.5.3 | ἐν τῇ γυμνώσει τῶν ὅπλων. b(BE3E4)T ἡ δὲ Ἀθηνᾶ ἀντὶ τού‐ |
| book 793-804a.5.4 | του τὸν Ἕκτορα ἀπατᾷ (sc. Χ 276—99), ὡς καὶ Εὐμήλου τὸν ἄξονα |
| book 793-804a.5.5 | 〈„ἦξεν“〉 (Ψ 392) ἀντὶ τῆς μάστιγος Διομήδους (cf. Ψ 383—4). T |
| book 793-804b.1 | 〈τοῦ δ’ ἀπὸ μὲν κρατὸς κυνέην—Ἀπόλλων:〉 |
| book 793-804b.2 | ἐντεῦθεν ἔστιν ὁρᾶν τὴν προσπάθειαν τοῦ ποιητοῦ, ὅτι τὴν ἀριστείαν |
| book 793-804b.3 | τοῦ Ἕκτορος τῷ Ἀπόλλωνι περιτίθησι. Aim |
| book 796-7.1 | πάρος γε μὲν οὐ θέμις ἦεν 〈/ —κονίῃσιν〉: |
| book 796-7.2 | ἐμπαθῶς τῷ θείῳ ὅπλῳ συνάχθεται. T |
| book 797a.1 | ἱππόκομον {πήληκα}: τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα ἐνθάδε. |
| book 797a.2 | ὅταν δὲ ἐπὶ τοῦ κομοῦντος τὸν ἵππον, τότε πρὸ τέλους ἡ ὀξεῖα. |
| book 797a.3 | προείρηται (sc. ad Ν 132) δὲ περὶ τῶν τοιούτων, καὶ ὡς ἐν τῷ κυπα‐ |
| book 797a.4 | ρισσόκομος καὶ οὐλόκομος προπαροξυνομένοις ἡ κόμη ἔγκειται. A |
| book 797b.1 | ἱππόκομον: ἵππου κόμην ἔχουσαν· διὸ καὶ προπαροξύ‐ |
| book 797b.2 | νεται. b(BCE3)T |
| book 800a | 〈ᾗ:〉 τῇ αὐτοῦ. Til |
| book 800a.1 | σχεδόθεν: ἐκ τοῦ σύνεγγυς χρόνου. ἢ ὡς τὸ „σχεδόθεν δέ |
| book 800a.2 | οἱ ἦλθεν Ἀθήνη“ (β 267 al.). τὴν ἀγανάκτησιν δὲ τῶν ἀκουόντων |
| book 800a.3 | ἰᾶται, οὐκ ἐπὶ πολὺ φάσκων ἀπολαύειν τῶν ὅπλων τὸν Ἕκτορα: |
| book 800a.5.1 | b(BCE3E4)T (bis) διὸ ἐπήγαγε τὸ σχεδόθεν δέ οἱ 〈ἦεν |
| book 800a.5.2 | ὄλεθροσ〉. T (bis) |
| book 801a.1 | πᾶν δέ οἱ ἐν χείρεσ〈σ〉ιν ἄγη 〈...〉 ἔγχος: ὅλον ἐκ |
| book 801a.2 | μέσου, καθ’ ὃ κατεῖχεν αὐτό. b(BCE3)T εἰ δὲ ἡ Πηλιὰς ἦν, οὐκ |
| book 801a.3 | ἂν ἐκλάσθη. T |
| book 801b | 〈πᾶν δέ οἱ:〉 οὕτω πᾶν δέ οἱ. ἐν δέ τισι „τῷ δέ οἱ“. Aint |
| book 801c | 〈πᾶν:〉 ὅτι τὸ πᾶν ἀντὶ τοῦ ὅλον. Aim |
| book 804 | λῦσε δέ 〈οἱ〉 θώρηκα: ὅτι οὐχ ἥνωντο, ἀλλὰ ζωστῆρσι |
| book 804 | συνείχοντο οἱ θώρακες. T |
| book 806.1 | στῆ δὲ ταφών: ἔστη δὲ παραπληγεὶς καὶ b(BCE3E4) |
| book 806.2 | ἀπεστραμμένος πρὸς τὸν θεὸν ὄπισθεν ὄντα, ὃς ἅμα νοήματι αὐτὸν |
| book 806.3 | ἀπέδυσε· διὸ καὶ εἰς τὰ μετάφρενα τιτρώσκεται (cf. Π 806—8). b |
| book 806.4 | (BCE3E4)T ἐπεστραμμένος δὲ ὑφ’ Ἕκτορος εἰς τὴν λαγόνα |
| book 806.5 | τιτρώσκεται (Π 818—21). T |
| book 807a.1 | σχεδόθεν βάλε Δάρδανος ἀνήρ: ὅτι Ζηνόδοτος γρά‐ |
| book 807a.2 | φει „σχεδὸν οὔτασε Δάρδανος ἀνήρ“. ἀγνοεῖ δὲ ὅτι ἐκ βολῆς τέτρωται, |
| book 807a.3 | ὡς διὰ τῶν ἑξῆς δείκνυται, „ὅς τοι πρῶτος ἐφῆκε βέλοσ“ (Π 812). A |
| book 807b.1 | σχεδόθεν βάλε: Ζηνόδοτος „σχεδὸν οὔτασε“. καὶ πῶς |
| book 807b.2 | φησιν „ὅς τοι πρῶτος ἐφῆκε βέλοσ“ (Π 812); δηλοῖ οὖν τὸ σχεδόν, ὡς |
| book 807b.3 | „τὸν δὲ σχεδὸν ἄορι τύψασ“ (Υ 462). Σέλευκος (fr. 16 M. = 14 D.) δέ |
| book 807b.4 | φησιν οὐ δύνασθαι ‘σχεδὸν βάλε‘. T |
| book 807-8.1 | Δάρδανος ἀνήρ, 〈/ Πανθοΐδης Εὔφορβοσ〉: καὶ |
| book 807-8.2 | πῶς Πάνθοος μετὰ τῶν Ἰλιέων δημογερόντων καταλέγεται (sc. Γ |
| book 807-8.3 | 146—9); τινὲς οὖν μέτοικον αὐτὸν λέγουσιν εἶναι. T |
| book 810a.1 | καὶ γὰρ δή ποτε φῶτας 〈ἐείκοσι βῆσεν ἀφ’ ἵπ‐ |
| book 810a.2 | πων〉: ὅτι σύνηθες ἦν τοῖς ἀρχαίοις ἁρματομαχεῖν, ἐσφαιρωμένοις |
| book 810a.3 | δόρασι χρωμένους, καὶ ἀνατρέπειν ἐκ τῶν ὀχημάτων. ὁ δὲ Διονύσιος |
| book 810a.4 | (fr. 43 Schm.) οὐκ ἐπὶ μελέτης, ἀλλ’ ὅτι ἀνεῖλεν πρὸ τῶν ἀγώνων καὶ |
| book 810a.5 | πρώτως εἰς πόλεμον παραγενόμενος. A |
| book 810b | καὶ γὰρ δή ποτε {φῶτας}: διὰ τοῦ τ αἱ Ἀριστάρχου, |
| book 810b | „καὶ γὰρ δὴ τότε“. A |
| book 810-1a.1 | καὶ γὰρ δή 〈ποτε〉 φῶτας ἐείκοσι〈—δι‐ |
| book 810-1a.2 | δασκόμενος πολέμοιο〉: ὡς τῶν τότε τοιαύτην ἀσκούντων με‐ |
| book 810-1a.3 | λέτην, ὥστε τοὺς ἀντελαύνοντας †ἀναστρέφειν† τῶν ἁρμάτων. A |
| book 810-1a.4 | b(BCE3E4)T διδασκόμενος (811) δὲ πεῖραν λαμβάνων. πό‐ |
| book 810-1a.5.1 | λεμον (cf. 811) δὲ τὸν ἐν Ἰλίῳ φησίν· ἔστι γὰρ νέος, ὡς καὶ ἡ 〈περὶ〉 |
| book 810-1a.5.2 | αὐτοῦ παραβολὴ (cf. Ρ 53—8) δηλοῖ. b(BCE3E4)T |
| book 810-1b.1 | φῶτας ἐείκοσι〈—πολέμοιο〉: εἰκότως τὸ πρόσω‐ |
| book 810-1b.2 | πον συνίστησιν, ὡς ἂν μὴ δοκοίη ὑπὸ τοῦ τυχόντος ἀναιρεῖσθαι· τὸ |
| book 810-1b.3 | ἐγκώμιον οὖν τοῦ Εὐφόρβου τῆς Πατρόκλου ἀρετῆς ἐστιν αὔξησις. T |
| book 811.1 | 〈πρῶτ’ ἐλθὼν σὺν ὄχεσφι, διδασκόμενος πολέ‐ |
| book 811.2 | μοιο:〉 τὸ σὺν ὄχεσφιν ἑκατέροις δύναται προσδίδοσθαι. Aint |
| book 812.1 | ὅς τοι πρῶτος ἐφῆκε βέλος, 〈Πατρόκλεες ἱππεῦ〉: |
| book 812.2 | ὅτι βέβληται καὶ οὐκ οὔτασται, ὡς Ζηνόδοτος· βέλος γοῦν κέκληκεν |
| book 812.3 | διὰ τὸ βεβλῆσθαι. καὶ πρὸς τὴν ἀποστροφήν. A |
| book 814-5.1 | οὐδ’ ὑπέμεινε / Πάτροκλον 〈γυμνόν περ ἐόντ’ |
| book 814-5.2 | ἐν δηϊοτῆτι〉: φιλέλλην ὁ ποιητής, κατακωμῳδῶν τὸν βάρβαρον |
| book 814-5 | καὶ τὴν τοῦ Πατρόκλου δύναμιν αὔξων. b(BCE3E4)T |
| book 817.1 | ἂψ ἑτάρων εἰς ἔθνος 〈ἐχάζετο〉: ταῦτα τοῦ ἀληθοῦς |
| book 817.2 | ἔχεται· εἰ γὰρ προσέθηκεν ὅτι καὶ γυμνὸς ὢν ἵετο ἐπὶ τὸν Ἕκτορα, |
| book 817.3 | ἐξέπιπτε τοῦ πιθανοῦ. b(BCE3E4)T |
| book 819.1 | 〈βεβλημένον ὀξέϊ χαλκῷ:〉 ὅτι ὁμόλογον τῷ βεβλῆσθαι |
| book 819.2 | αὐτόν. Aim |
| book 820.1 | ἀγχίμολον: σύνεγγυς. καὶ „τὸν δ’ ἐξ ἀγχιμόλοιο ἰδών“ |
| book 820.2 | (Ω 352). χρονικῶς δὲ „ἀγχίμολον δὲ μετ’ αὐτὸν ἐδύσετο δῶμ’ Ὀδυσ‐ |
| book 820.3 | σῆοσ“ (ρ 336). T |
| book 822a.1 | δούπησεν δὲ πεσών: ὅτι ἐκ τῶν τοιούτων ἀπεξε‐ |
| book 822a.2 | δέξαντο οἱ Γλωσσογράφοι τὸ δουπῆσαι ἓν ἀνθ’ ἑνὸς ἀντὶ τοῦ ἀποθα‐ |
| book 822a.3 | νεῖν. ἀγνοοῦσι δὲ ὅτι οὐκ ἐπὶ παντὸς θανάτου τάσσει τὴν λέξιν, ἀλλ’ |
| book 822a.4 | ἐπὶ τῶν ἐν πολέμῳ πιπτόντων διὰ τὸν παρακολουθοῦντα ψόφον ἐκ |
| book 822a.5 | τῶν ὅπλων. A |
| book 822b.1 | δούπησεν: τῷ σώματι· ὅπλα γὰρ οὐκ εἶχεν. ἀντὶ τοῦ |
| book 822b.2 | ἀπέθανεν, b(BCE3E4)T ὡς τὸ „δεδουπότος Οἰδιπόδαο“ (Ψ |
| book 822b.3 | 679) ἀντὶ τοῦ ἀποθανόντος. T |
| book 822c.1 | μέγα δ’ ἤκαχε λαὸν Ἀχαιῶν: διὰ τὴν Πατρόκλου |
| book 822c.2 | ἀρετήν, διὰ τὸ Ἀχιλλέως ἐπ’ αὐτῷ πένθος, διὰ τὴν προσδοκωμένην |
| book 822c.3 | τροπήν, διὰ τὸ μηδεμίαν φθάσαι ἀποδοῦναι χάριν τῷ εὐεργέτῃ. |
| book 822c.4 | b(BCE3E4)T |
| book 823.1 | σῦν ἀκάμαντα 〈λέων ἐβιήσατο χάρμῃ〉: ἰσχυρὸν |
| book 823.2 | ἰσχυρότερος. μέχρι μὲν οὖν ἴσοι ἦσαν, λέουσι αὐτοὺς εἴκασε (sc. Π |
| book 823 | 756—8), νῦν δὲ ἑτερογενέσι ζῴοις καὶ ἀνίσοις. b(BCE3E4)T |
| book 825a.1 | πίδακος ἀμφ’ ὀλίγης, 〈ἐθέλουσι δὲ πιέμεν ἄμ‐ |
| book 825a.2 | φω〉: τὸ δίψος παρέλαβεν αἰτίαν τῆς συμπλοκῆς, ἐπεὶ οὐδὲ ἂν περὶ |
| book 825a.3 | ταύτης ἔρις ἦν αὐτοῖς. b(BCE3E4)T |
| book 825b.1 | ἄλλως· πίδακος ἀμφ’ ὀλίγης: ἐν μὲν γὰρ κρήνῃ ἀφθό‐ |
| book 825b.2 | νως ῥεούσῃ οὐκ εἰκὸς περὶ ὕδατος μάχεσθαι, ἐν δὲ τῇ βραχείᾳ πίδακι |
| book 825b.3 | ὥσπερ ἆθλον πρόκειται τῷ νικήσαντι τὸ ποτόν. b(BCE3E4)T |
| book 826.1 | ἀσθμαίνοντα: φύσει γὰρ τοιοῦτος ὁ σῦς· b(BCE3E4)T |
| book 826.2 | τῷ δ’ ηὔξηται ἡ δίψα. T πολλῷ δὲ μᾶλλον διὰ τὴν μάχην |
| book 826.3 | ἀσθμαίνει. ἔστιν οὖν ‘ἀγωνιζόμενον‘. b(BCE3E4)T |
| book 827.1 | {ὡς πολέας} πέφνοντα: ὡς τέμνοντα. οὕτως καὶ Ἀρίσταρ‐ |
| book 827.2 | χος. ὁ δὲ Τυραννίων (fr. 40 P.) παροξύνει ὡς λαβόντα, δεύτερον |
| book 827.3 | ἀόριστον ἐκδεχόμενος. οὕτως δὲ καὶ τὴν εὐθεῖαν ὀξύνει, „κῆρ ἄχεος μεθ‐ |
| book 827.4 | έηκα, χερείονά περ καταπεφνών“ (Ρ 539), τοῦ Ἀριστάρχου βαρύ‐ |
| book 827.5.1 | νοντος. καί μοι δοκεῖ ὁ Τυραννίων λόγῳ ὑγιεῖ χρῆσθαι· εἰ γὰρ πέφνω |
| book 827.5.2 | πέφνεις πέφνει οὐ λέγομεν, ὑποτακτικὸς δὲ πέφνω, „πέφνῃσ“ (χ 346), |
| book 827.5.3 | „πέφνῃ“ (Υ 172 al.) καὶ „πέφνε γὰρ Ὀθρυονῆα“ (Ν 363), καὶ ἔστι |
| book 827.5.4 | δεύτερος ἀόριστος ὡς „ἔλαβε“ (Δ 463 al.), λάβω λάβῃς, „λάβῃ“ (Δ |
| book 827.5.5 | 230. Ω 480), δῆλον ὅτι ὀφείλομεν καὶ τὴν μετοχὴν ὀξύνειν. ὁ μέντοι |
| book 827.10.1 | Ἀρίσταρχος καὶ τῷ χαρακτῆρι τῆς φωνῆς ἐπείσθη καὶ οὕτως ἐβάρυ‐ |
| book 827.10.2 | νεν· ἐπεὶ γὰρ αἱ εἰς νων λήγουσαι μετοχαί, ἔχουσαι πρὸ τοῦ ν σύμφω‐ |
| book 827.10.3 | νον κατ’ ἐπιπλοκήν, ἤτοι ἐβαρύνοντο ἢ περιεσπῶντο, οὐδέποτε δὲ |
| book 827.10.4 | ὠξύνοντο, ὥσπερ ἔχει ἡ τέμνων κάμνων πίτνων, ἐδοκίμαζε καὶ τὴν |
| book 827.10.5 | πέφνων βαρύνειν, οὐχὶ ὀξύνειν. εἰ δέ τις λέγοι ‘διὰ τί γὰρ οὐ περισπᾷ;‘, |
| book 827.15.1 | διδαχθήσεται ἐκ τῆς κλίσεως· οὐ γὰρ πεφνοῦντα ἐροῦμεν ἢ πεφνῶντα |
| book 827.15.2 | ὡς νοοῦντα. οὕτως δὲ καὶ ἡ ἴσας μετοχὴ ἐβαρύνετο τῷ χαρακτῆρι καὶ |
| book 827.15.3 | τῇ ποιότητι τοῦ στοιχείου, οὐ τῇ κλίσει τῇ τοῦ ἐνεστῶτος, ὥσπερ |
| book 827.15.4 | ἀπεδείξαμεν (sc. Hrd. καθ. 1,470,20). A |
| book 828.1 | 〈Ἕκτωρ Πριαμίδης σχεδὸν ἔγχεϊ θυμὸν ἀπηύρα:〉 |
| book 828.2 | ὅτι οὗτος μὲν οὔτασεν, ὁ δὲ Εὔφορβος βέβληκε (cf. Π 807. 812). Aint |
| book 830.1 | ἦ που ἔφησθα πόλιν κεραϊζέμεν 〈ἀμήν〉: οὐκ ἐᾷ ἐπ’ |
| book 830.2 | ἄκρον φέρεσθαι τὰς ἐλπίδας. T |
| book 833-4.1 | τάων δὲ πρόσθ’ 〈Ἕκτορος ὠκέες ἵπποι / — |
| book 833-4.2 | πολεμίζειν〉: ὅρα τὸ ἔμπληκτον τοῦ βαρβάρου· τὴν γὰρ ἀλαζονείαν |
| book 833-4.3 | ἐξελέγχων αὐτὸς εἰς τὰ ὅμοια ἐμπίπτει b(BCE3E4)T καὶ οὐ θείαν |
| book 833-4.4 | τὴν νίκην οἴεται, ἀλλὰ τῆς αὑτοῦ δυνάμεως. b(BCE3E4) |
| book 834.1 | ὀρωρέχαται: ὁρμῶνται ἢ ἐκτέτανται, ὡς τὸ „τανύοντο δὲ |
| book 834.2 | μώνυχες ἵπποι“ (Π 375). b(BCE3)T |
| book 836.1 | ἦμαρ ἀναγκαῖον: τὸ εἰς ἀνάγκην ἄγον, ὡς „δούλιον |
| book 836.2 | ἦμαρ“ (Ζ 463). b(BCE3E4)T |
| book 839-41.1 | μή μοι πρὶν ἰέναι, Πατρόκλεεσ〈—δαΐξαι〉: |
| book 839-41.2 | κατὰ τὸ πιθανὸν μιμεῖται, τίνας εἰκὸς εἰρηκέναι λόγους Ἀχιλλέα ἐκ‐ |
| book 839-41.3 | πέμποντα Πάτροκλον. b(BCE3E4)T |
| book 842.1 | 〈ὥς πού σε προσέφη:〉 οὕτως διὰ τοῦ ε, 〈ὥς πού〉 σε |
| book 842.2 | προσέφη· Aim |
| book 844-5.1 | σοὶ γὰρ ἔδωκε / νίκην Ζεὺς 〈Κρονίδης καὶ |
| book 844-5.2 | Ἀπόλλων, οἵ μ’ ἐδάμασσαν〉: Ζεὺς (845) ἡ Μοῖρα. ἢ T |
| book 844-5.3 | ἐπεὶ αὐτὸς συνεχώρησεν. ὃ δὲ ᾔδει ὁ ποιητής, τοῦτο τῷ ἡρωϊκῷ |
| book 844-5.4 | προσώπῳ περιέθηκε. b(BCE3E4)T τὸ δὲ ἐδάμασσαν (845) |
| book 844-5.5 | ἀντὶ τοῦ δαμασθῆναι ἐποίησαν. b(BCE3E4) |
| book 847-8.1 | τοιοῦτοι δ’ εἴ πέρ μοι ἐείκοσιν 〈ἀντεβόλησαν / |
| book 847-8.2 | —δαμέντεσ〉: ἀξιομίμητον τὸ ἦθος· οὐ γὰρ κατεπλάγη τὸν |
| book 847-8.3 | θάνατον, οὐ τὸ βάθος τῶν ἀλγηδόνων, οὐ τὴν ἐρημίαν τοῦ βοηθήσον‐ |
| book 847-8.4 | τος, ἀλλ’ ἔτι φρυάγματος μεστός ἐστι καὶ ἐρεθίζει μᾶλλον ἢ ἱκετεύει, |
| book 847-8.5 | ἀντιποιούμενος τῆς νίκης καὶ μετὰ τελευτήν. b(BCE3E4)T |
| book 850a.1 | σὺ δέ με τρίτος ἐξεναρίζεις: ἡ διπλῆ πρὸς τὸ ζητού‐ |
| book 850a.2 | μενον· τέσσαρας γὰρ προειπὼν ἐπιφέρει σὺ δέ με τρίτος. τὴν δὲ |
| book 850a.3 | κοινὴν πᾶσι παρεπομένην Μοῖραν οὐκ ἀριθμεῖ, αὐτοὺς δὲ τοὺς ἐπε‐ |
| book 850a.4 | νεγκόντας αὐτῷ χεῖρας. A |
| book 850b.1 | σὺ δέ με τρίτος 〈ἐξεναρίζεισ〉: πολλοστός, b |
| book 850b.2 | (BCE3E4)T ὡς „ἀσπασίη τρίλλιστοσ“ (Θ 488). οἱ δὲ Μοῖραν |
| book 850b.3 | καὶ Ἀπόλλωνα ἕν· ἄμφω γὰρ θεοί. οἱ δὲ κατὰ κοινοῦ τὴν Μοῖραν παρ‐ |
| book 850b.4 | ειλῆφθαι. τινὲς δὲ τὸ ἐξεναρίζειν ἐπὶ τῶν αὐτοχείρων· καὶ οὕτω τρί‐ |
| book 850b.5.1 | τος Ἕκτωρ. b(BCE3)T τινὲς δὲ καθ’ ὑπερβατόν, ἵν’ ᾖ ‘τρίτος |
| book 850b.5.2 | Εὔφορβος, σὺ δέ με ἐξεναρίζεισ‘. b(BCE3) |
| book 850c.1 | ἄλλως· σὺ δέ με τρίτος 〈ἐξεναρίζεισ〉: αὔξει ἑαυτὸν |
| book 850c.2 | ὡς ὑπὸ πολλῶν θεῶν καὶ ἀνθρώπων ἀναιρεθέντα, b(BCE3E4)T |
| book 850c.3 | μειοῖ δὲ τὸν Ἕκτορα ὡς Εὐφόρβου δεύτερον. b(BE3E4)T |
| book 850c | πῶς τέσσαρας καταριθμήσας—ἵν’ ᾖ πολλοστός. A |
| book 851-4.1 | ἄλλο δέ τοι ἐρέω〈—ἀμύμονος Αἰακίδαο〉: |
| book 851-4.2 | δόγμα ἐστὶ τοῦτο τῷ ποιητῇ ὥστε ἀπαλλασσομένας τὰς ψυχὰς |
| book 851-4.3 | ἔχειν τι μαντικώτερον· πλησίον γὰρ ἤδη τῆς θείας φύσεως γινομένη ἡ |
| book 851-4.4 | ψυχὴ προγινώσκει τι τῶν μελλόντων. T |
| book 852 | 〈βέῃ:〉 βιώσῃ, ὡς „τί νυ βείομαι αἰνὰ παθοῦσα“ (Χ 431). Til |
| book 854a1.1 | χερσὶ δαμέντ’ Ἀχιλῆος: πόθεν ὁ Πάτροκλος οἶδεν |
| book 854a1.2 | ὅτι Ἀχιλλεὺς κτενεῖ τὸν Ἕκτορα; ὥσπερ Ἀχιλλεὺς ἀκούσας παρὰ |
| book 854a1.3 | Θέτιδος. ἢ ἐπεὶ κατ’ Ἀρτέμωνα τὸν Μιλήσιον ἐν τῷ Περὶ ὀνείρων |
| book 854a1.4 | (cf. F.H.G. IV 340 not. 2), ὅταν ἀθροισθῇ ἡ ψυχὴ ἐξ ὅλου τοῦ |
| book 854a1.5.1 | σώματος πρὸς τὸ ἐκκριθῆναι, μαντικωτάτη γίνεται. καὶ Πλάτων ἐν |
| book 854a1.5.2 | Ἀπολογίᾳ Σωκράτους (p. 39c 2)· „καὶ γάρ εἰμι ἐνταῦθα, ἐν ᾧ μά‐ |
| book 854a1.5.3 | λιστα ἄνθρωποι χρησμῳδοῦσιν, ὅταν μέλλωσιν ἀποθανεῖσθαι.“ A T |
| book 854a2 | πόθεν ὁ Πάτροκλος οἶδεν ὅτι Ἀχιλλεὺς κτενεῖ τὸν Ἕκτορα; | |
| book 854a2.1 | δόγμα ἐστὶ τοῦτο τῷ ποιητῇ ὅτι | ὅταν ἀθροισθῇ ἡ ψυχὴ ἐξ ὅλου |
| book 854a2.2 | τοῦ σώματος πρὸς τὸ ἐκκριθῆναι, μαντικωτάτη γίνεται· | θείας γάρ |
| book 854a2.3 | ἐστι μέρος φύσεως, | καὶ θειοτέρα γίνεται χωρισθεῖσα τῆς ὕλης τοῦ |
| book 854a2.5 | σώματος καὶ πρὸς τὸ οἰκεῖον ἀναδραμοῦσα. b(BCE3E4) |
| book 854b1 | 〈δαμέντ’:〉 ἐκ πλήρους τὸ „δαμέντι“ Ἀρίσταρχος. Aim |
| book 854b2 | ἐκ πλήρους γραπτέον τὸ „δαμέντι“. Til |
| book 856a | ψυχὴ δ’ ἐκ ῥεθέων πταμένη: ὅτι πνεῦμα ποιὸν ἡ |
| book 856a | ψυχὴ κατὰ παντὸς οἰκοῦν τοῦ σώματος. b(BCE3E4)T |
| book 856b1.1 | {ψυχὴ δ’} ἐκ ῥεθέων: ὅτι πάντα τὰ μέλη ῥέθη Ὅμηρος |
| book 856b1.2 | προσαγορεύει. οἱ δὲ Αἰολεῖς μόνον τὸ πρόσωπον. A |
| book 856b2.1 | οἱ δὲ τοῦ προσώπου· ὕστατα γὰρ τὸ πνεῦμα ἐντεῦθεν |
| book 856b2.2 | ἀναχωρεῖ. T |
| book 857a1.1 | ὃν πότμον γοόωσα: Πυθαγόρας φησὶν ὡς ἀναχωροῦσα |
| book 857a1.2 | ἡ ψυχὴ ἐν ἐκείνῳ γίνεται, {ἐν} ᾧ ἂν γεννωμένῳ σώματι ἢ φυτῷ |
| book 857a1.3 | καταντήσῃ. λυπεῖται οὖν ὡς ἀκμάζον ἐῶσα σῶμα καὶ δεδοικυῖα, μή |
| book 857a1.4 | ποτε ἀναξίῳ περιπέσῃ. πρὸς ἀρετὴν οὖν συγκαλεῖ λέγων ὡς τὰ |
| book 857a1.5 | γενναῖα τῶν σωμάτων καὶ ψυχὴ 〈καταλείπουσα θρηνεῖ〉. T |
| book 857a2.1 | λυπεῖται ἡ ψυχή, μή ποτε ἀνάξια πράξασα ἑαυτῆς |
| book 857a2.2 | †ἀναξίως† περιπέσῃ καὶ ὅτι σῶμα ἐᾷ ἀκμάζον. ὁ δὲ Πυθαγόρας κακῶς |
| book 857a2.3 | φησιν ὅτι ἡ ψυχὴ μετὰ τὸ ἐξελθεῖν εἰς φυτά τινα καὶ σώματα καὶ |
| book 857a2.4 | θάμνους μεταβάλλεται, b(BCE3) ὅθεν καὶ λελύπηται. πρὸς |
| book 857a2.5.1 | ἀρετὴν δὲ μᾶλλον ὁ ποιητὴς συγκαλεῖ, μή ποτε κακὰ διαπραξάμενοι |
| book 857a2.5.2 | τοῖς αὐτοῖς περιπέσωμεν. b(BE3) |
| book 857b1.1 | ἀνδροτῆτα: ἀντὶ τοῦ ἀνθρωπότητα, ἀνθρώπου φύσιν· |
| book 857b1.2 | ἀνδρίαν γὰρ οὐ καταλείπει, ἀρετὴν ἰδίαν οὖσαν. T |
| book 857b2.1 | ἀνδροτῆτα δὲ οὐ τὴν ἀνδρίαν, ἀλλὰ τὴν ἀνθρωπότητα. |
| book 857b2.2 | τὴν ἀνδρὸς φύσιν· ἀνδρίαν γὰρ οὐ καταλείπει, ἀρετὴν οὖσαν ἰδίαν. |
| book 857b2.3 | b(BE3) |
| book 858 | 〈τεθνειῶτα:〉 διὰ τοῦ η τὸ „τεθνηῶτα“ Ἀρίσταρχος. Aint |
| book 860-1.1 | τίς δ’ οἶδ’, εἴ κ’ Ἀχιλεὺσ〈—ἀπὸ θυμὸν |
| book 860-1.2 | ὀλέσσαι〉: δειλοῦ ὁ λόγος· τὰ δὲ ὑπ’ Ἀχιλλέως ἀνδρεῖα· „τέθναθι· |
| book 860-1.3 | κῆρα δ’ ἐγὼ τότε δέξομαι“ (Χ 365). b(BCE3E4)T |
| book 867a.1 | ἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν: ἡ ἀναφορὰ ἐπὶ |
| book 867a.2 | τὸν Ποσειδῶνα· φησὶ γὰρ „Ποσειδάων δὲ πόρ’ αὐτούς / πατρὶ ἐμῷ |
| book 867a.3 | Πηλῆϊ, ὁ δ’ αὖτ’ ἐμοὶ ἐγγυάλιξεν“ (Ψ 277—8)· φασὶ γὰρ ἐν τοῖς |
| book 867a.4 | γάμοις ὑπὸ μὲν Ποσειδῶνος τοὺς ἵππους δοθῆναι Πηλεῖ, ὑπὸ δὲ |
| book 867a.5 | Ἡφαίστου ὅπλα καὶ ξίφος. T |
| book 867b | 〈ἄμβροτοι:〉 οὐ μετέχοντες θανάτου. Til |
| book 867c.1 | θεοὶ δόσαν ἀγλαὰ δῶρα: τινὲς 〈προς〉γράφουσιν |
| book 867c.2 | „ἤματι τῷ, ὅτε γῆμε Θέτιν λιπαροκρήδεμνον“ (= Π 867a)· καὶ γάρ |
| book 867c.3 | φησι· „τὰ μὲν Πηλῆϊ θεοὶ δόσαν 〈ἀγλαὰ δῶρα /〉, ἤματι τῷ ὅτε σε |
| book 867c.4 | βροτοῦ ἀνέρος ἔμβαλον εὐνῇ“ (Σ 84—5). T |
| book postscr.1 | Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ |
| book postscr.2 | τῆς Ἀρισταρχ〈είου〉 διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσ‐ |
| book postscr | ῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς. A |
| book ante4 | ...... |
| book 4.1 | [ ]δ’ αὐτο.[ |
| book 4.2 | [ ] πόρτιν δ’ ἐν τ[ |
| book 4.3 | [ ]μενάων .[ |
| book 4.3 | ...... |
| book 23-36(?)c1 | ..... |
| book 23-36(?)c1.3.1 | [ ]ρ̣τ.. |
| book 23-36(?)c1.3.2 | [ ]θησεν |
| book 23-36(?)c1.5.1 | [ ]ωι τῆς οδυ |
| book 23-36(?)c1.5.2 | [ ]....α[.].[.]επα |
| book 23-36(?)c1.5.3 | [ ]ν Π[το]λ̣ε̣μαῖος |
| book 23-36(?)c1.5.4 | [ ]ς [ῥ]άβδον |
| book 23-36(?)c1.5.5 | [ ]και [ |
| book 23-36(?)c1.10 | [ ]..[ |
| book 23-36(?)c1.8 | ..... |
| book 23-36(?)c2 | ..... |
| book 23-36(?)c2.1.1 | [] κα.πε̣[ |
| book 23-36(?)c2.1.2 | [] π[.]πτω.[ |
| book 23-36(?)c2.1.3 | [ πηουν[ |
| book 23-36(?)c2.1.4 | [ χ̣ηρευσ[ |
| book 23-36(?)c2.5.1 | [ π.[ |
| book 23-36(?)c2.5.2 | [ μια[ |
| book 23-36(?)c2.5.3 | [ τας.[ |
| book 23-36(?)c2.5.4 | [ α̣[ |
| book 23-36(?)c2.8 | ..... |
| book ante112c1.1 | ........ |
| book ante112c1.2 | [] |
| book ante112c1.3 | []η̣ν |
| book ante112c1.4 | []πει |
| book ante112c1.5.1 | []φ.[.]η̣τ̣η παρ’ αὐ‐ |
| book ante112c1.5.2 | []. οὐ γὰρ ..(.)[.]ιουν |
| book ante112c1.5.3 | []λης οὐ .(.)[.]..ιθη |
| book ante112c1.5.4 | []Τρωσίν, ἀλλ’ ὅτι ἡ |
| book 112c1.1 | []ν ὡς ἐν τῆι... ἀ‐ |
| book 112c1.2 | [πὸ μεσσαύλοιο σταθ]μοῖο· „ὃς ν〈ε〉ίκεσσε |
| book 112c1.3 | [θεάς, ὅτε οἱ μέσσαυλον ἵκοντο“. ]δ̣ιος ἐν τῷ Περὶ ἀν‐ |
| book 112c1.4 | [] ἡ μέση θύρα |
| book 112c1.5.1 | [τῆς αὐλῆς, ἡ διορίζουσα τόν τε ἀνδρῶνα καὶ τὴν γ]υναικω‐ |
| book 112c1.5.2 | [νῖτινδ]ὲ τὴν ἐπὶ |
| book 112c1.5.3 | [ἀγρῷ ἔπαυλιν |
| book 112c1.7.1 | ........ |
| book 112c1.7.2 | []ελωιδ̣ο̣υντ.[ |
| book 112c1.7.3 | [].σαν ὥσπερ [ |
| book 112c1.10.1 | [].[.]αγον |
| book 112c1.10.2 | [α]γγέλλοντι |
| book 112c1.11 | (finis columnae) |
| book 112c2 | ......... |
| book 112c2.1.1 | [ μ[ |
| book 112c2.1.2 | [ κ[ |
| book 112c2.1.3 | [ τ[ |
| book 112c2.1.4 | [ μ[ |
| book 112c2.5.1 | [ ου[ |
| book 112c2.5.2 | [ την.[ |
| book 112c2.5.3 | [ τόσα[ |
| book 112c2.5.4 | [ τουπα̣.[ |
| book 112c2.5.5 | [ θος τῶν ἀ[ |
| book 112c2.10.1 | [ τ.δ.ν [ |
| book 112c2.10.2 | [ [ |
| book 112c2.10.3 | [ [ |
| book 112c2.10.4 | [ [ |
| book 112c2.13.1 | ......... |
| book 112c2.13.2 | [ ].[ |
| book 112c2.15.1 | [ ].φρο.[ |
| book 112c2.15.2 | [] [ ].εχει.[ |
| book 112c2.15.3 | [[ ].ι..[..].[ |
| book 112c2.15.4 | [ τεεκελευ[.].[ |
| book 112c2.18 | (finis columnae) |
| book 202* | ....... |
| book 202*.1.1 | [ ἐγγ]ὺ̣ς̣ ἔ̣ρ̣χ̣ε̣[ται |
| book 202*.1.2 | [ ]φορος ἐστι.[ |
| book 202*.1.3 | [ ].ου κατὰ τοῦ.[ |
| book 202*.1.4 | [ ἀ]ντὶ τοῦ[ |
| book 202*.5.1 | [ ].ερμ.[ |
| book 202*.5.2 | [ ]λον[ |
| book 202*.5.3 | [ ].[ |
| book 202*.7 | ...... |
| book 210* | ...... |
| book 210*.1 | [ ]ω...[ |
| book 210*.1 | [ τ]ὰ̣ ὅπλα τ.[ |
| book 210*.2 | [ ]ος ἥρμοσε τῶ[ι Ἕκτορι |
| book 210*.3 | [ τ]ῶ̣ι̣ Ἀχιλ̣[λεῖ |
| book 210*.5.1 | [ ].θεσθαι̣ [ |
| book 210*.5.2 | [ ].ι.[.]..[ |
| book 210*.5.3 | [ ].[ |
| book 210*.7 | ...... |
| book 481-2 | ..... |
| book 481-2.1.1 | [ ].[ |
| book 481-2.1.2 | [ ]του.[ |
| book 481-2.1.3 | [ β]ο̣η̣θόο̣[ν ἅρμ’ |
| book 481-2.1.4 | [ ζε]τ̣ο χερσί[ |
| book 481-2.5 | [ ].....[ |
| book 481-2.5 | ..... |
| book 520 | ...... |
| book 520.1.1 | [ ].ν.[ |
| book 520.1.2 | [ ]..αυ[ |
| book 520.1.3 | [ ].τος ν[ |
| book 520.1.4 | [ ]α.(.) του̣π̣[ |
| book 520-1.1 | [ πέλ]εκυν αἰζ[ήϊος |
| book 520-1.2 | [ ]..[.].οπ[ι]θ[εν |
| book 520-1.3 | [ ]πιθεν σ[ |
| book 520-1.3 | ...... |
| book 693-8 | ........ |
| book 693-8.1.1 | [ ..[ |
| book 693-8.1.2 | [ ].ν |
| book 693-8.1.3 | [ δον δεσ̣τ̣α̣.[ |
| book 693-8.1.4 | [ ].νε |
| book 693,694.1 | [ πε.ω ἀτὰρ[.......................κατέστυγε |
| book 693,694.2 | [ ].την |
| book 693,694.3 | [ μῦθον] |
| book 693,694.4 | [ ἀκούσας κ̣α[ |
| book 693,694.5.1 | []αὐτὸν |
| book 693,694.5.2 | [ μ̣ενο̣ς στυγ̣..[ |
| book 693,694.5.3 | []ντιδ̣.[ |
| book 693,694.5.4 | [ π...[.]....(.)[ |
| book 693,694.8.1 | ... |
| book 693,694.8.2 | [ α....[ |
| book 693,694.10 | [ τ̣.ς̣....[ |
| book 698-700 | [ τὰ δὲ τεύχ[ε’ ἀμύμονι δῶκεν ἑταίρωι / Λαο‐ |
| book 698-700.1 | [δόκωι, ὅς οἱ σχεδὸν] |
| book 698-700.2 | [ ἔστρεφε μ[ώνυχας ἵππους. / τὸν μὲν δακρυχέ‐ |
| book 698-700.3 | [οντα πόδες φέ‐] |
| book 698-700.5.1 | [ρον [ἐ]κ πο̣λέμ̣[οιο· |
| book 698-700.5.2 | [ ]τ̣ευχ̣[ |
| book 698-700.6 | ...... |
| book 698-701 | ...... |
| book 698-701.1 | [ ]φα.[ |
| book 700.1 | [ ]δο̣[...].κα.[ |
| book 700.2 | [ ].ν ἐξήγγειλεν Ἀχιλ̣λ̣ε̣.[ |
| book 700.3 | [ ].πεζόσ〈;〉 ἐρεῖ τις ἐν α̣ρ.[ |
| book 700.4 | [ ]ρ̣εῖσθ[......]ν ν[..]ν..[ |
| book 700.5 | [ ]ο.[ |
| book 700.5 | ...... |
| book inc,fr9.1 | [ ]εγομενη[ |
| book inc,fr9.2 | [ ]ενα.[ |
| book inc,fr9.3 | [ ].[ |
| book inc,fr9.3 | ..... |
| book inc,fr10 | ..... |
| book inc,fr10.1.1 | [ ].ωι ἀρίστου[ |
| book inc,fr10.1.2 | [ ]ν̣ο̣ν μετοδ[ |
| book inc,fr10.1.3 | [ ].ἐπ’ Ἴλιον[ |
| book inc,fr10.3 | ..... |
| book inc,fr11 | ..... |
| book inc,fr11.1.1 | [ ]πωι[ |
| book inc,fr11.1.2 | [ ]ν̣τουη.[ |
| book inc,fr11.1.3 | [ ]ιν ωσ[ |
| book inc,fr11.1.4 | [ ]..[ |
| book inc,fr11.4 | ..... |
| book inc,fr12.1 | [ ].(.) ἀναπα[υ |
| book inc,fr12.2 | [ ]ο..νεσ[ |
| book inc,fr12.3 | [ ]ναλ.οστο[ |
| book inc,fr12.4 | [ ]λουτ̣ου.[ |
| book inc,fr12.5 | [ ].....[ |
| book inc,fr12.5 | ....... |
| book inc,fr13.1 | [ ]..φ[ |
| book inc,fr13.2 | [ ]ετο[ |
| book inc,fr13.3 | [ ]...[ |
| book inc,fr13.4 | [ ]ην.[ |
| book inc,fr13.5.1 | [ ]..(.) τ[ |
| book inc,fr13.5.2 | [ ἀ]πώσατο[ |
| book inc,fr13.5.3 | [ ]ως ἀπολε.[ |
| book inc,fr13.5.4 | [ ].αλε.[ |
| book inc,fr13.5.5 | [ ]..[ |
| book inc,fr13.9 | ...... |
| book inc,fr14.1 | [ ]τωνκ....[ |
| book inc,fr14.2 | Πανα]κρίδος ἔρ̣γ̣α̣ μ̣[ελίσσης |
| book inc,fr14.3 | [ ]σιμ. τῶν πα.[ |
| book inc,fr14.4 | [ ]να ἂν ὀνομ[α |
| book inc,fr14.5.1 | [ ]τισιν δ[..]π[ |
| book inc,fr14.5.2 | [ ]συγκειμ[ |
| book inc,fr14.5.3 | [ ]..[ | ]ενα[ |
| book inc,fr14.5.4 | [ ]ν.. [ |
| book inc,fr14.5.5 | [ ]α̣τ̣ο̣υ̣.[ |
| book inc,fr14.9 | ...... |
| book inc,fr15 | ....... |
| book inc,fr15.1.1 | [ ].[ |
| book inc,fr15.1.2 | [ ].συγγ.[ |
| book inc,fr15.1.3 | [ ]Κύπρον[ |
| book inc,fr15.1.4 | [ ].ρο.[..].[ |
| book inc,fr15.5.1 | [ ]ολι..[ |
| book inc,fr15.5.2 | [ ]..Τεύκρου ησ[ |
| book inc,fr15.5.3 | [ ]μενος ἂν εἴη[ |
| book inc,fr15.5.4 | [ ὅ]σην πτολίεθρο[ν |
| book inc,fr15.5.5 | [ Ε]ὔ̣βοι’ Ἀθήναισ[ |
| book inc,fr15.10 | [ ].σιν εἰς τὴν κυ[ |
| book inc,fr15 | ..... |
| book 728 | 〈ἀλλ’ ὁτεδή ῥ’:〉 ἡ κο(ινὴ) „ἀλλ’ ὅτε δή ῥ’“. |
| book 731.1 | 〈ἀμφιγύοισιν:〉 ἐξ̣ ἀμ[φοτέρων |
| book 731.2 | [ με̣ρῶν[ |
| book 731.3 | [.(.)[ |
| book 733(?) | [ ].οει ἀντι[ |
| book 1-2a1.1 | 〈οὐδ’ ἔλαθ’ Ἀτρέος υἱὸν—ἐν δηϊοτῆτι:〉 |
| book 1-2a1.2 | εὖ Πατρόκλου πεσόντος πρῶτος αἰσθάνεται Μενέλαος· φησὶ γάρ· |
| book 1-2a1.3 | „ὃς κεῖται ἐμῆς †εἵνεκ’† ἐνθάδε τιμῆσ“ (Ρ 92). καὶ ὅτι ὁμότροποι· |
| book 1-2a1.4 | ἄμφω γὰρ ἤπιοι· b(BCE3E4)T „νῦν τις ἐνηείης Πατροκλῆος |
| book 1-2a1.5.1 | δειλοῖο / μνησάσθω“ (Ρ 670—1). T ὁ δὲ Μενέλαος οὐ μόνον πρὸς |
| book 1-2a1.5.2 | τοὺς ἀρχομένους πρᾷος ἦν, ἀλλ’ ἤδη καὶ πρὸς τοὺς πολεμίους, |
| book 1-2a1.5.3 | b(BCE3E4)T ὥστε Ἄδραστον ζωγρήσας σώζειν ἐβούλετο |
| book 1-2a1.5.4 | (cf. Ζ 37—53). T ἢ ὅτι καὶ περὶ πάντας σπουδαῖος ὁρᾶται· |
| book 1-2a1.5.5 | b(BCE3E4)T αὐτόματος ᾔει πρὸς τὴν δαῖτα (cf. Β 408—9), T |
| book 1-2a1.10.1 | προανέστη τοῦ ἀδελφοῦ (cf. Κ 25—33), Ὀδυσσέως καταπονουμένου |
| book 1-2a1.10.2 | ἧκεν ἄγων Αἴαντα (cf. Λ 463—88), b(BCE3E4)T ἔμεινεν ἐν τῷ |
| book 1-2a1.10.3 | Σουνίῳ „ἐπειγόμενός περ ὁδοῖο, / ὄφρ’ ἕταρον θάπτοι“ (γ 284—5). T |
| book 1-2a1.10.4 | ἢ προθυμότερον ποιῶν ἑαυτῷ σύμμαχον Ἀχιλλέα. ἄλλως τε οἱ ἄλλοι |
| book 1-2a1.10.5 | τραυματίαι εἰσὶ πλὴν Αἴαντος, ὃν νῦν οὐκ ἔδει ὑπείκειν Ἕκτορι. |
| book 1-2a1.15 | b(BCE3E4)T |
| book 1-2a2.1 | {οὐδ’ ἔλαθ’ Ἀτρέος υἱόν:} Πατρόκλου πεσόντος πρῶτος |
| book 1-2a2.2 | αἴσθεται Μενέλαος· φησὶ γάρ· „ὃς κεῖται ἐμῆς ἕνεκ’ ἐνθάδε τιμῆσ“. |
| book 1-2a2.3 | καὶ ὅτι ὁμότροποι· ἄμφω γὰρ ἤπιοι. ὁ δὲ Μενέλαος οὐ μόνον πρὸς |
| book 1-2a2.4 | τοὺς ἀρχομένους ἤπιος ἦν, ἀλλ’ ἤδη καὶ πρὸς τοὺς πολεμίους, ὥστε |
| book 1-2a2.5 | Ἄδραστον ζωγρήσας σώζειν ἐβούλετο. ἢ ὅτι καὶ περὶ πάντα σπου‐ |
| book 1-2a2.1 | δαῖος ὁρᾶται, δεόντως τὸν Μενέλαον ἐν τῷ νῦν παρεισήγαγε καιρῷ |
| book 1-2a2.2 | βοηθοῦντα καὶ ἀγωνιζόμενον, μάλιστα μὲν διὰ τὸ τετρῶσθαι τοὺς |
| book 1-2a2.3 | ἀριστεῖς· ἔπειτα δὲ καὶ δίκαιον ἡγεῖτο τοὺς δι’ αὑτὸν τελευτήσαντας |
| book 1-2a2.4 | μὴ καταλιπεῖν, ἀλλὰ βοηθεῖν παντὶ σθένει. A |
| book 1-2b.1 | οὐδ’ ἔλαθ’ Ἀτρέος υἱὸν〈—ἐν δηϊοτῆτι〉: |
| book 1-2b.2 | ἡδέως σφόδρα τούτοις ἀνταπέδωκεν „οὐδ’ ἄρα Πάνθου υἱὸς ἐϋμελίης |
| book 1-2b.3 | ἀμέλησε / Πατρόκλοιο πεσόντος ἀμύμονοσ“ (Ρ 9—10). T |
| book 1 | 〈οὐδ’ ἔλαθε:〉 καθ’ ὑπερβατόν, οὐκ ἔλ〈αθε〉 δέ. Aim |
| book 2a.1 | Τρώεσσι δαμεὶς 〈ἐν δηϊοτῆτι〉: ἀμφίβολον, πότερον |
| book 2a.2 | Τρώεσσι συνήθως κατ’ ἐναλλαγὴν πτώσεως παρείληπται ἀντὶ τοῦ |
| book 2a.3 | Τρώων, ὡς „Αἴαντι δὲ μάλιστα“ (Ξ 459) ἀντὶ τοῦ Αἴαντος, καὶ ἔστιν |
| book 2a.4 | ‘δαμεὶς ἐν Τρώων δηϊοτῆτι‘, ἐν τῇ τῶν Τρώων μάχῃ, 〈ἢ〉 ὡς τὸ |
| book 2a.5.1 | „ἢν μὴ καὶ σὺ θάνῃς Ἀχιλῆϊ δαμασθείσ“ (Χ 55), οὕτως Τρώεσσι |
| book 2a.5.2 | δαμασθεὶς ἀντὶ τοῦ ὑπὸ Τρώων· δαμεὶς δὲ δαμασθείς. | ἢ αὐτὸ δὲ |
| book 2a.5.3 | τοῦτο διχῶς, ἤτοι ἐπιπεσόντων πάντων τῶν Τρώων δαμείς, ἢ ὑφ’ |
| book 2a.5.4 | Ἕκτορος ὥστε τὸ ἑνικὸν πληθυντικῶς ἐξενηνέχθαι. ἢ Τρῶας κατὰ τὸ |
| book 2a.5.5 | πληθυντικὸν ἔφη τόν τε Ἕκτορα καὶ τὸν Εὔφορβον· ὑφ’ οὗ μὲν γὰρ |
| book 2a.10 | ἐβλήθη (cf. Π 806—8), ὑφ’ οὗ δὲ οὐτάσθη (cf. Π 820—1). A |
| book 2a.1 | 〈Τρώεσσι δαμείς:〉 ἀντὶ τοῦ ὑπὸ τῶν Τρώων δαμασθείς. |
| book 2a.2 | Aint |
| book 2b.1 | Τρώεσσι: Ἕκτορι καὶ Εὐφόρβῳ· καὶ τοὺς Δαρδανίους |
| book 2b.2 | γὰρ Τρῶάς φησιν. b(BCE3E4)T |
| book 3 | κεκορυθμένος: ὅθεν καὶ „κορυστήσ“ (cf. Δ 457 al.). |
| book 3 | ἀντιμετείληπται τὸ θ τοῦ ς. T |
| book 4a.1 | ἀμφὶ δ’ ἄρ’ αὐτῷ βαῖν’ 〈ὥς τις περὶ πόρτακι |
| book 4a.2 | μήτηρ〉: τὸ σημεῖον πρὸς τὸ „ὃς Χρύσην ἀμφιβέβηκασ“ (Α 37). | |
| book 4a.3 | πόρταξ δὲ καὶ πόρτις τὰ νέα τῶν βοῶν ἔκγονα διὰ τὸ σκιρτητικὰ |
| book 4a.4 | εἶναι. τὸ δὲ αὐτὸ πόρτις καὶ πόρις. ὅρα δὲ καὶ τὰς ἔξωθεν αὐξήσεις· |
| book 4a.5.1 | οὐ γὰρ ἔφη ‘ὥς τις περὶ πόρτακι βοῦς ἕστηκεν‘, ἀλλὰ μήτηρ, τὸ |
| book 4a.5.2 | φιλοστοργότατον ὄνομα. A |
| book 4b.1 | ὥς τις περὶ πόρτακι μήτηρ: τὸν Αἴαντα λέοντι |
| book 4b.2 | εἰκάζει, „ᾧ ῥά τε νήπι’ ἄγοντι“ (Ρ 134), τὸν Ὀδυσσέα τῆς ταπεινώ‐ |
| book 4b.3 | σεως χάριν κυνί, „ὥς τε κύων / ἄνδρ’ ἀγνο〈ι〉ήσας’ ὑλάει“ (υ 14—5), |
| book 4b.4 | τὸν δὲ Μενέλαον συμπαθεῖ μὲν ζῴῳ, οὐ μὴν βιαίῳ· τοῦτο γὰρ τῷ |
| book 4b.5.1 | ἤθει τοῦ ἀνδρὸς καὶ τῇ παρούσῃ τύχῃ οἰκεῖον. | εὖ δὲ ἀντὶ τοῦ βοῦς |
| book 4b.5.2 | τὸ μήτηρ ἔλαβε, τὸ φιλοστοργότατον τῆς φύσεως ὄνομα. b(BCE3E4) |
| book 4b.5.3 | T |
| book 4c.1 | πόρτακι: πόρταξ ὑποκοριστικῶς ἡ πόρτις. τριχῶς δὲ τὸ |
| book 4c.2 | ὄνομα παρ’ αὐτῷ λέγεται· πόρταξ, ὡς νῦν· πόρις, „ὡς δ’ ὅταν |
| book 4c.3 | ἄγραυλοι πόριεσ“ (κ 410)· πόρτις, „πόρτιος ἠὲ βοόσ“ (Ε 162). |
| book 4c.4 | b(BCE3E4)T |
| book 5a.1 | πρωτοτόκος κινυρή: 〈κινυρὴ〉 ἡ οἰκτρόφωνος· κι‐ |
| book 5a.2 | νύρεσθαι γὰρ τὸ θρηνεῖν. | ὑφ’ ἓν δὴ προενεκτέον πρωτοτόκος |
| book 5a.1 | κινυρή, ἡ περὶ τὸν τόκον κινυρά. | τὸ δὲ πρωτοτόκος πρὸ τέλους |
| book 5a.2 | ἡ ὀξεῖα· ἔστι γὰρ δραστικὸν καὶ μὴ ὑποπῖπτον τοῖς τρόποις τοῖς |
| book 5a.5.1 | προπαροξύνουσιν. τὸ δὲ προπαροξυνόμενον δηλοῖ τὴν πρώτως |
| book 5a.5.2 | τεχθεῖσαν. A |
| book 5b1.1 | πρωτοτόκος: πρὸς τὸ μὴ εἶναι ἀσθενῆ, ἀλλὰ καὶ φιλό‐ |
| book 5b1.2 | στοργον. κινυρὴ δὲ οἰκτρόφωνος. ὑφ’ ἓν δέ, ἵν’ ᾖ ἐν τῷ τίκτειν θρη‐ |
| book 5b1.3 | νοῦσα. T |
| book 5c1.1 | εἰδυῖα τόκοιο: ἐγνωκυῖα· „νήπιον, οὔ πω εἰδόθ’ ὁμοιΐ‐ |
| book 5c1.2 | ου πολέμοιο“ (Ι 440). τὸ δὲ κινυρή πρὸς τὴν Μενελάου λύπην. T |
| book 5b2/c2 | πρὸς τὸ μὴ εἶναι ἀσθενῆ, ἀλλὰ καὶ φιλόστοργον. |
| book 5b2/c2.1 | κινυρὴ δὲ οἰκτρόφωνος. | πρόσκειται δὲ διὰ τὴν Μενελάου λύπην. |
| book 5b2/c2.2 | b(BCE3E4) | ὑφ’ ἓν δέ, ἵν’ ᾖ ἐν τῷ τίκτειν θρηνοῦσα. | εἰδυῖα δὲ |
| book 5b2/c2.3 | ἀντὶ τοῦ ἐγνωκυῖα καὶ ἐπισταμένη. b(BE3E4) |
| book 7.1 | 〈πρόσθε δέ οἱ:〉 ὅτι A ἀντὶ τοῦ οὗ, A Til ὅ ἐστιν |
| book 7.2 | αὐτοῦ. | Ζηνόδοτος „πρόσθε δέ οὑ“, κακῶς. A |
| book 8a1.1 | 〈τοῦ:〉 τοῦ Μενελάου. ἢ τοῦ Πατρόκλου, ὃ καὶ πιθανώτε‐ |
| book 8a1.2 | ρον. Aint |
| book 8a2 | αὐτοῦ, τοῦ Μενελάου ἢ Πατρόκλου. b(BCE3E4)T |
| book 9-10.1 | οὐδ’ ἄρα Πάνθου υἱὸσ〈—ἀμύμονοσ〉: ὡς |
| book 9-10.2 | γὰρ ἐν κυνηγεσίοις πρωτόλεια τῷ πρώτως βαλόντι δίδοται, οὕτω |
| book 9-10.3 | καὶ οὗτος τῶν ὅπλων ἀντιποιεῖται· εἰ γὰρ καὶ γεγύμνωται, εἰκὸς |
| book 9-10.4 | αὐτῷ παρακεῖσθαι τὰ ὅπλα. A b (BCE3E4)T |
| book 14a1.1 | 〈πρότερος:〉 ἔδει πρῶτος εἰπεῖν· οὐ γάρ ἐστι πρὸς ἕνα |
| book 14a1.2 | ἡ σύγκρισις. προσυπακουστέον δὲ τὸ ἐμοῦ. Aim |
| book 14a2 | λείπει ἐμοῦ. Til |
| book 15.1 | Πάτροκλον βάλε δουρί: ὅτι βέβληται ὁ Πάτροκλος ὑπὸ |
| book 15.2 | τοῦ Εὐφόρβου καὶ οὐκ οὔτασται, καθάπερ Ζηνόδοτος γράφει „σχεδὸν |
| book 15.3 | οὔτασε Δάρδανος ἀνήρ“ (Π 807). A |
| book 17 | μή σε βάλω: [***]. A |
| book 19-32.1 | Ζεῦ πάτερ〈—νήπιος ἔγνω〉: πολυκίνητος |
| book 19-32.2 | ὁ λόγος· ἐσχετλίασε πρῶτον (sc. 19)· εἶτ’ ἐλογίσατο τὴν ὑπεροψίαν |
| book 19-32.3 | τῶν Πανθοϊδῶν (sc. 20—3), καὶ οὕτως ἐπὶ τὴν ὑπόμνησιν τῶν πάλαι |
| book 19-32.4 | μετῆλθεν (sc. 24—8)· εἶτα μετὰ ἤθους ἀπειλεῖ τῷ πολεμίῳ, ἀναχωρεῖν |
| book 19-32.5 | αὐτῷ παραινῶν (sc. 29—32). b(BCE3E4)T |
| book 19a.1 | ὑπέρβιον εὐχετάασθαι: ὑπὲρ δύναμιν αὐχεῖν. καὶ τὸ |
| book 19a.2 | μὲν σημαινόμενον πρὸς Εὔφορβον, ἡ δὲ ἀναφορὰ ἐπὶ Δία b(BCE3E4) |
| book 19a.1 | T ὡς ἐκθαυμάζοντος τὸ θράσος· T ὅταν γὰρ οἱ μέτριοι |
| book 19a.2 | ἀδικῶνται παρὰ τῶν βιαίων, ἄγουσι τὴν πρὸς θεὸν παρρησίαν εἰς |
| book 19a.5.1 | μέμψιν. καὶ ἑτέρωθι ὁ Μενέλαος ἀγανακτῶν πρὸς τὸ θεῖον παρατάττε‐ |
| book 19a.5.2 | ται· „Ζεῦ πάτερ, οὔτις σεῖο θεῶν ὀλοώτερος ἄλλοσ“ (Γ 365). b(BCE3 |
| book 19a.5.3 | E4)T |
| book 19b.1 | 〈ὑπέρβιον εὐχετάασθαι:〉 ὑπερβίως αὐχεῖν, | ὅ ἐστιν |
| book 19b.2 | ὑπὲρ τὴν δύναμιν. Aint |
| book 20-2.1 | οὔτ’ οὖν παρδάλιοσ〈—βλεμεαίνει〉: πρῶ‐ |
| book 20-2.2 | τον ἔθηκε τὴν πάρδαλιν· θρασὺ γὰρ τὸ ζῷον τοῦτο. δεύτερον δὲ τὸν |
| book 20-2.3 | λέοντα· μετὰ γὰρ θράσους καὶ ἀλκὴν ἔχει. τρίτον σῦν, οὐχ ὡς γενναι‐ |
| book 20-2.4 | ότερον, ἀλλ’ ὡς ἀλογίστῳ ὁρμῇ φερόμενον, λεόντων καὶ παρδάλεων |
| book 20-2.5.1 | πολλάκις τὸ παθεῖν φυλασσομένων· διὰ τοῦτο ἐπήνεγκεν οὗ τε |
| book 20-2.5.2 | μέγιστος / θυμός (21—2). ἄλλως τε λέων μὲν καὶ πάρδαλις πολλάκις |
| book 20-2.5.3 | ἡμεροῦνται, ὁ δὲ ἀεὶ ἄγριος. b(BCE3E4)T |
| book 20a1.1 | 〈πορδάλιος:〉 διὰ τοῦ α αἱ Ἀριστάρχου „παρδάλιοσ“. |
| book 20a1.2 | Aim |
| book 20a2 | διὰ τοῦ α τὸ „παρδάλιοσ“. T |
| book 21a | {οὔτε} συὸς κάπρου: κατ’ ἐπίτασιν· ἀλκιμώτερος γὰρ |
| book 21a.1 | ὁ κάπρος· διὸ ἐπὶ πᾶσι τέτακται. | οὐκ, ἀλλὰ διὰ τὸ θυμικώτερον |
| book 21a.2 | εἶναι τὸν κάπρον τῶν ἄλλων ζώων ἐπενήνοχε πρὸς αὔξησιν. καὶ ἔστι |
| book 21a.3 | σῦς μὲν τὸ γενικόν, κάπρος δὲ τὸ εἰδικόν, ἀπὸ τοῦ κάπτειν. A |
| book 21b.1 | συὸς κάπρου: μετὰ τὸ γένος τὸ εἶδος ἐπήγαγεν, ὡς τὸ |
| book 21b.2 | ἠΰτε βοῦς ἀγέληφι μέγ’ ἔξοχος ἔπλετο πάντων / ταῦροσ“ (Β 480—1). |
| book 21b.3 | T |
| book 23a.1 | 〈Πάνθου υἷες:〉 Εὔφορβος, Πολυδάμας, Ὑπερήνωρ, b |
| book 23a.2 | (BCE3E4)Til οὗτοι Πανθοΐδαι. b(BCE3E4) |
| book 23b.1 | ἐϋμμελία〈ι〉: καὶ ἐπὶ τούτου πρὸ τέλους ἡ ὀξεῖα· ὁμοτονεῖ |
| book 23b.2 | γὰρ τοῖς ἑνικοῖς τὰ εἰς αι λήγοντα πληθυντικὰ ἐπὶ τῶν εἰς ας καὶ εἰς |
| book 23b.3 | ης ἰσοσυλλάβως κλινομένων καὶ βραχείᾳ παραληγομένων. A |
| book 24a.1 | οὐδὲ μὲν οὐδὲ βίη 〈Ὑπερήνοροσ〉: τὸ σημεῖον Διονύ‐ |
| book 24a.2 | σιος (fr. 44 Schm.) διὰ τὸν Ὑπερήνορά φησι· προείρηται γὰρ „Ἀτρεί‐ |
| book 24a.3 | δης δ’ ἄρ’ ἔπειθ’ Ὑπερήνορα ποιμένα λαῶν / οὔτασε“ (Ξ 516—7). |
| book 24a.4 | καὶ ἴσως κατὰ τὸ σιωπώμενον ἐκεῖ αὐτὸν ὠνείδισεν. A |
| book 24b | 〈οὐδὲ μὲν οὐδέ:〉 περισσὸν τὸ ἓν οὔ. b(BCE3E4)Til |
| book 24-7.1 | βίη Ὑπερήνοροσ〈—ἔμμεναι〉: ἢ πρὸ τῆς μή‐ |
| book 24-7.2 | νιδος ἢ νῦν κατὰ τὸ σιωπώμενον ἀνῄρηται· οὐ γὰρ ἐν τῇ Ξ (516) |
| book 24-7.3 | „Ἀτρείδης δ’ ἄρ’ ἔπειθ’ Ὑπερήνορα ποιμένα λαῶν“· φεύγων γὰρ |
| book 24-7.4 | ἐκεῖνος ἀνῄρητο. Ὁμηρικὸν δὲ ἔθος τὸ ἔνια παραλείπειν καὶ ὕστερον |
| book 24-7.5.1 | φράζειν, b(BCE3E4)T „ἀλλ’ ἤδη με καὶ ἄλλοτε δουρὶ φόβησεν“ |
| book 24-7.5.2 | (Υ 90)· „οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεναι“ (Ι 353)· „πρῶτον |
| book 24-7.5.3 | μὲν ἐμοί τε καὶ Ἥρῃ στεῦτ’ ἀγορεύων“ (Ε 832). T |
| book 25.1 | 〈ἀπόνητο:〉 ὄνησιν ἔλαβεν. ὤνατο δὲ ὠνείδισεν, „ὠνόσα‐ |
| book 25.2 | το“ (cf. Ξ 95. Ρ 173) δὲ ἐμέμψατο. b(BCE3E4)T |
| book 26.1 | ἐλέγχιστον πολεμιστήν: καὶ „μαλθακὸς αἰχμητήσ“ (Ρ |
| book 26.2 | 588) ἀλλ’ αἱ τῶν πολεμίων ἀποφάσεις οὔκ εἰσιν ἐχυραί. T |
| book 27-8.1 | οὐδέ ἕ φημι〈—τοκῆασ〉: συγγνωστὸς ἀπαγ‐ |
| book 27-8.2 | γέλλων ἰδίας ἑαυτοῦ πράξεις· προσφόρως γὰρ οὐκ ἄλλου τινὸς |
| book 27-8.3 | μέμνηται ἢ ἀδελφοῦ Εὐφόρβου, ἐκ τῶν οἰκείων δυστυχημάτων |
| book 27-8.4 | ἀνακόπτων αὐτὸν τοῦ θράσους. b(BCE3E4)T |
| book 27 | 〈οὐδέ ἑ:〉 διὰ τοῦ τέ, „οὐδέ τε“, Ἀρίσταρχος. Aim |
| book 28 | κεδνούς: ὧν 〈ἂν〉 κήδοιτό τις καὶ φροντίζοι. T |
| book 29-32.1 | ὥς θην καὶ σὸν ἐγὼ 〈λύσω μένος—ἔγνω〉: |
| book 29-32.2 | ὅτι ἄμεινον τὰ ἔπη ταῦτα λέγεται ὑπὸ Μενελάου, ἐπὶ δὲ τῆς Ἀχιλλέως |
| book 29-32.3 | πρὸς Αἰνείαν συστάσεως (cf. Υ 195—8) οὐκέτι· ἐπεξεληλυθὼς γὰρ |
| book 29-32.4 | μόνον οὐχὶ συναρπάσαι 〈ἂν〉 τὴν πόλιν ἕνεκα τῆς Πατρόκλου ἀναιρέ‐ |
| book 29-32.5 | σεως. A |
| book 29-30.1 | 〈ὥς θην καὶ σὸν ἐγὼ λύσω μένος— / στή‐ |
| book 29-30.2 | ῃσ〉: ἱστορία. φασὶ Πυθαγόραν ἐν τῷ κατὰ τὸ Ἄργος Ἡραίῳ ἀσπίδα |
| book 29-30.3 | χαλκῆν θεασάμενον εἰπεῖν ὡς ταύτην φορῶν ἀνῄρηται ὑπὸ Μενελάου |
| book 29-30.4 | ὢν Εὔφορβος. στρέψαντας δὲ Ἀργείους τὴν ἀσπίδα ἰδεῖν ἐπίγραμμα |
| book 29-30.5 | Εὐφόρβου. T |
| book 30-2a1.1 | ἀλλά ς’ ἔγωγ’ ἀναχωρήσαντα κελεύω / ἐς |
| book 30-2a1.2 | πληθὺν ἰέναι 〈μηδ’ ἀντίος ἵστας’ ἐμεῖο / πρίν τι κακὸν |
| book 30-2a1.3 | παθέειν〉: διὰ μέσου ἐστὶ τὸ μηδ’ ἀντίος ἵστας’ ἐμεῖο (31)· |
| book 30-2a1.4 | τὸ δὲ ἑξῆς ἀλλά ς’ ἔγωγ’ ἀναχωρήσαντα κελεύω / ἐς πληθὺν |
| book 30-2a1.5.1 | ἰέναι (30—1) / πρίν τι κακὸν παθέειν (32). διὰ μέσου δὲ τὰ |
| book 30-2a1.5.2 | λοιπά. A |
| book 30-2a2.1 | τὸ ἑξῆς ἐς πληθὺν ἰέναι (31) / πρίν τι κακὸν παθέ‐ |
| book 30-2a2.2 | ειν (32). b(BCE3E4)T |
| book 31.1 | ἰέναι, μηδ’ ἀντίος ἵστασο: ἡ σύνταξις ὁμοία τῇδε· |
| book 31.2 | „οὐδ’ ἐπὶ ἔργα ἰδεῖν, ἀλλὰ στοναχῇ τε γόῳ τε / ἧσται“ (π 144—5). |
| book 31.3 | T |
| book 32a.1 | {πρίν τι κακὸν παθέειν·} ῥεχθὲν δέ τε νήπιος ἔγνω: |
| book 32a.2 | φιλόσοφος ἡ γνώμη· ὁ ἄφρων μετὰ τὸ περιπεσεῖν ἁμαρτήματι γινώ‐ |
| book 32a.3 | σκει ὅτι κακῶς ἔπραξεν· ὁ δὲ φρόνιμος προπερισκέπτεται καὶ προ‐ |
| book 32a.4 | περινοεῖ τὰ ἐσόμενα· διὸ ἐκλέγεται τὸ συμφέρον, ἵνα μὴ ἁμάρτῃ μηδὲ |
| book 32a.5.1 | μετανοῇ γενόμενος ἐν κακῷ. διὰ τοῦτο ὁ μὲν Προμηθεὺς φρόνιμος |
| book 32a.5.2 | δαίμων, ὁ δὲ Ἐπιμηθεὺς φαῦλος· μετανοεῖ γάρ, ὅτ’ οὐδὲν ὄφελος. |
| book 32a.5.3 | ὅτι δὲ εἰς παροιμίαν παραδέδοται, λέγει καὶ Πλάτων οὕτως δή (conv. |
| book 32a.5.4 | 222 b 4)· „καὶ σοὶ λέγω, ὦ Ἀγάθων, μὴ ἐξαπατᾶσθαι ὑπὸ τούτου, |
| book 32a.5.5 | ἀλλ’ ἀπὸ τῶν ἡμετέρων παθημάτων γνόντα εὐλαβηθῆναι καὶ μὴ |
| book 32a.10 | κατὰ τὴν παροιμίαν ὥσπερ νήπιον παθόντα γνῶναι.“ A |
| book 32b.1 | 〈ῥεχθὲν δέ τε νήπιος ἔγνω:〉 πιστὸν τὸ παίδευμα |
| book 32b.2 | καὶ πολλῆς ὠφελείας περιεκτικόν. Aint |
| book 32c.1 | ῥεχθὲν δέ τε νήπιος ἔγνω: ὅτε οὐδέν ἐστιν ὄφελος. |
| book 32c.2 | παροιμιακὸν δὲ τοῦτο. εὐμνημόνευτον δὲ αὐτὸ ποιεῖ ἡ συντομία τῆς |
| book 32c.3 | ἀπαγγελίας. b(BCE3E4)T |
| book 34a.1 | ἦ μάλα τίσεις: ἔν τισι τῶν ὑπομνημάτων „ἦ τάχα τί‐ |
| book 34a.2 | σεισ“. T |
| book 34b | 〈τίσεις:〉 ὡς „τίσειαν Δαναοὶ ἐμὰ δάκρυα“ (Α 42). Til |
| book 35.1 | γνωτὸν ἐμόν, 〈τὸν ἔπεφνεσ〉: ὅτι ἰδίως ἐξενήνοχεν· |
| book 35.2 | ἔστι γὰρ μάλα τίσεις περὶ τοῦ ἐμοῦ γνωτοῦ δίκας, περὶ οὗ ἔπεφνες |
| book 35.3 | ἀδελφοῦ, τίσεις μου τὸν ἀδελφόν. A |
| book 36.1 | 〈χηρώσας δὲ γυναῖκα μυχῷ θαλάμοιο νέοιο:〉 ὅ‐ |
| book 36.2 | μοιον τῷ „καὶ δόμος ἡμιτελήσ“ (Β 701). Aint |
| book 37a.1 | 〈ἀρητόν:〉 τὰ εἰς τος ῥηματικά, παραληγόμενα τῷ η, |
| book 37a.2 | ὑπὲρ δύο συλλαβάς, ὀξύνεσθαι θέλει. Aint |
| book 37b1 | 〈ἀρητόν:〉 ὀξυντέον· ἐπιθετικὸν γάρ ἐστιν. Til |
| book 37b2 | μισητὸν καὶ ἐπάρατον, παρὰ τὸ ἀρά. | ὀξύνεται δὲ ἐπί‐ |
| book 37b2 | θετον ὄν. b(BCE3) |
| book 37c.1 | ἀρητόν {δὲ τοκεῦσι}: ἤτοι βλαπτικόν, παρὰ τὴν ἀρὰν |
| book 37c.2 | τὴν βλάβην, | ἢ κατάρατον | ἢ ἀπευκτόν. | ἢ ἀεὶ ῥητόν, ἀεὶ διὰ μνήμης |
| book 37c.3 | ἐσόμενον. A |
| book 37d.1 | ἄλλως: 〈ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθη‐ |
| book 37d.2 | κας:〉 ἑ〈κα〉τέρως διαστεῖλαι ἔστιν· ἀρητόν, ἐν εὐχῆς μέρει καθεστῶτα |
| book 37d.3 | σὺ πένθος ἔθηκας, ἵν’ ᾖ κατ’ ἀρσενικὴν αἰτιατικὴν ἐπὶ τοῦ Ὑπερήνορος, |
| book 37d.4 | τὸν ἀρητόν. ἢ οὕτως· εἰς τοῦτο αὐτοὺς κατέστησας ὥστε εὐχὴν |
| book 37d.5.1 | ἡγεῖσθαι τὸ θρηνεῖν τὸν ἑαυτῶν παῖδα καὶ ἔχειν ἐξουσίαν σχολάζειν |
| book 37d.5.2 | γόοις καὶ θρήνοις. A |
| book 38-40.1 | ἦ κέ σφιν δειλοῖσι γόου καὶ τὰ ἑξῆς: καταπαύσαιμι |
| book 38-40.2 | δ’ ἂν τοῦ θρήνου—αὐτοῖς. A |
| book 38a | 〈ἦ:〉 περισπαστέον τὸν ἦ· βεβαιωτικὸς 〈γάρ〉. Aim |
| book 38b | ἦ {κέν σφιν}: ὄντως. T |
| book 38c | 〈δειλοῖσι:〉 ὅτι δειλοῖσιν εἶπεν ἀντὶ τοῦ δειλαίοις. Aint |
| book 40a.1 | Πάνθῳ ἐν χείρεσ〈σ〉ι βάλω καὶ Φρόντιδι: πρὸς |
| book 40a.2 | τὸ ἔθος σημειωτέον· καὶ γὰρ τῇ Ἀλκμήνῃ τὴν κεφαλὴν ἐκόμισαν |
| book 40a.3 | Εὐρυσθέως καὶ τὴν Μελανίππου Τυδεῖ· καὶ „ἕλχ’, ἵν’ ἀπ’ ὤμοιϊν |
| book 40a | κεφαλὴν τάμοι ὀξέϊ χαλκῷ“ (Ρ 126). T |
| book 40b.1 | {καὶ} Φρόντιδι {δίηι}: ὡς „Ἤλιδι“ (Λ 673 al.). οὕτως |
| book 40b.2 | Τυραννίων (fr. 41 P.), καὶ ἐπείσθη ἡ παράδοσις. ὁ μέντοι κανὼν |
| book 40b.3 | ὀξυτονεῖ τὸ φροντίς· τὰ γὰρ εἰς τις λήγοντα θηλυκὰ δισύλλαβα, μὴ |
| book 40b.4 | ὄντα ἐπιθετικά, παραληγόμενα δὲ τῷ ο ἤτοι μόνῳ ἢ σὺν ἑτέρῳ |
| book 40b.5.1 | φωνήεντι, ὀξύνεσθαι θέλει, κοιτίς Προιτίς φροντίς, „οὐτίσ“ τὸ ζῷον |
| book 40b.5.2 | παρ’ Ἀλκμᾶνι (fr. 143 P. = P.M.G. 143). οὕτως οὖν καὶ φροντίς, |
| book 40b.5.3 | εἰ μὴ ἄρα, ἐπεὶ κύριον τοῦτο, καὶ βαρυτονηθήσεται. οὐ μάχεται τὸ |
| book 40b.5.4 | „πόρτισ“ (cf. Ε 162)· καὶ γὰρ χωρὶς τοῦ τ, „πόριες περὶ βοῦς ἀγελαίασ“ (κ 410). |
| book 40b.5.5 | ‘μὴ ὄντα ἐπιθετικά‘ πρόσκειται διὰ τὸ πότις, ᾧ παράκειται τὸ πότης. |
| book 40b.10 | A |
| book 40c.1 | 〈Φρόντιδι:〉 ἣ μήτηρ ἐστὶν αὐτοῦ, Φρόντις ὡς „Θέτισ“ |
| book 40c.2 | (Α 413 al.). Aim |
| book 41-2a.1 | 〈ἀλλ’ οὐ μὰν ἔτι δηρὸν〉 ἀπείρητος 〈πόνος |
| book 41-2a.2 | ἔσται, / οὐδ’ ἔτ’ ἀδήριτος, ἤτ’ ἀλκῆς ἤτε φόβοιο〉: οὐκ |
| book 41-2a.3 | ἔσται ἀπείρατος ἡμῖν ὁ πόνος ἢ τοῦ ἀμύνεσθαι ἢ τοῦ φεύγειν, ἀλλὰ |
| book 41-2a.4 | δηλονότι διὰ πείρας ἐλευσόμεθα καὶ οὐ χωρὶς μάχης ἐσόμεθα b(BCE3) |
| book 41-2a.5 | T ὥστε ἢ ἀνδρίσασθαι ἢ φυγεῖν. b(BCE3E4)T |
| book 41-2b.1 | ἀλλ’ οὐ μὰν ἔτι δηρὸν〈—φόβοιο〉: τὸ ἔργον |
| book 41-2b.2 | οὐκέτι ἀπείρατον ἔσται οὐδὲ ἄμαχον ὥστε ἢ ἀλκὴν ἐπιδείξασθαι ἢ |
| book 41-2b.3 | φυγήν. A |
| book 41-2c.1 | ἀλλ’ οὐ μὰν ἔτι δηρὸν 〈ἀπείρητος—φόβοιο〉: |
| book 41-2c.2 | διὰ μέσου τὸ οὐδ’ ἔτ’ ἀδήριτος (42), τὸ δὲ ἑξῆς ἀπείρητος |
| book 41-2c.3 | πόνος ἔσται (41) ἤτ’ ἀλκῆς ἤτε φόβοιο (42), οἷον πειρασόμεθα |
| book 41-2c | ἤτοι ἀνδρείας ἢ φυγῆς. οὕτως Νικάνωρ (p. 246 Friedl.). A |
| book 41a.1 | ἔτι δηρόν: κατ’ ἔνια τῶν ὑπομνημάτων διὰ τοῦ π „ἐπὶ |
| book 41a.2 | δηρόν“, ὁμοίως τῷ „ἐπὶ δηρὸν δέ μοι αἰών“ (λ 415). AT |
| book 41b | 〈πόνος:〉 ἔργον μάχης. Til |
| book 42a1.1 | 〈ἤτ’ ἀλκῆς ἤτε φόβοιο:〉 Ἀρίσταρχος ἀμφότερα διὰ |
| book 42a1.2 | τοῦ δ, „ἠδ’ ἀλκῆς ἠδὲ φόβοιο“. Aim |
| book 42a2 | οὕτως Ἀρίσταρχος ἄμφω διὰ τοῦ „δε“. Til |
| book 44a1.1 | 〈χαλκός:〉 οὕτως Ἀρίσταρχος χαλκός ἄλλοι δὲ „χαλ‐ |
| book 44a1.2 | κόν“. Aint |
| book 44a2.1 | {οὐδ’ ἔρρηξεν χαλκόν:} διὰ τοῦ ς χαλκός, ἵν’ ᾖ ἐπι‐ |
| book 44a2.2 | δορατίς. T |
| book 46.1 | ἐπευξάμενος Διῒ πατρί: τοιοῦτος πανταχοῦ Μενέλαος, |
| book 46.2 | κἀν τῷ πρὸς Ἀλέξανδρον μονομαχίῳ (cf. Γ 350—4). b(BCE3E4)T |
| book 47a.1 | κατὰ στομάχοιο θέμεθλα: στομάχου θέμεθλα οὐ λέγει |
| book 47a.2 | τὸ στόμα τῆς κοιλίας, καθάπερ ἡμεῖς, ἀλλὰ τὸν βρόγχον, οἷον τὰ |
| book 47a.3 | ἔσχατα μέρη τοῦ λαιμοῦ. ἐπιφέρει γοῦν „ἀντικρὺ δ’ ἁπαλοῖο δι’ |
| book 47a.4 | αὐχένος 〈ἤλυθ’ ἀκωκή〉“ (Ρ 49). θέμεθλα δὲ ἡ θέσις. A |
| book 47b.1 | στομάχοιο θέμεθλα: τοῦ βρόγχου τὴν θέσιν, τὰ |
| book 47b.2 | ἔσχατα μέρη τοῦ λαιμοῦ. b(BCE3E4)T |
| book 48a.1 | νύξ’, ἐπὶ δ’ αὐτὸς 〈ἔρεισε〉: πρὸς τὸ αὐτό 〈σ〉: οὐ |
| book 48a.2 | γάρ ἐστι περὶ ἑτέρου ὁ λόγος, ὅμοιον τῷ „ὁ δ’ ἐρεύγετο οἰνοβαρείων“ |
| book 48a.3 | (ι 374), ἕτερος τις οὔκ, ἀλλ’ αὐτὸς ὁ Κύκλωψ. A |
| book 48b.1 | βαρείῃ χειρὶ πιθήσας: τοῦ πράγματός ἐστι τὸ ἐπί‐ |
| book 48b.2 | θετον· βαρεῖαν γὰρ χεῖρα A b (BCE3)T τὴν μετὰ βίας ἐρεί‐ |
| book 48b.3 | δουσαν τὸ δόρυ φησί, συνεπιβαρύνας τὴν χεῖρα τῷ δόρατι. A |
| book 48b.4 | b(BCE3E4)T |
| book 49a.1 | ἀντικρὺ δ’ ἁπαλοῖο 〈δι’ αὐχένος ἤλυθ’ ἀκωκή〉: |
| book 49a.2 | τοῦτο ἀποδεικτικόν ἐστι τοῦ στόμαχον (cf. Ρ 47) λέγειν τὸν βρόγχον· |
| book 49a.3 | εἰ γὰρ τὸ στόμα τῆς κοιλίας ἐπεπλήγει, οὐκ ἂν ἄντικρυς διὰ τοῦ |
| book 49a.4 | αὐχένος τὸ δόρυ ἐφέρετο. A |
| book 49b.1 | 〈ἁπαλοῖο〉 δι’ αὐχένος ἤλυθ’ 〈ἀκωκή〉: εἰκότως |
| book 49b.2 | διῆλθε· καὶ γὰρ ἡ τρώσασα χεὶρ βαρεῖα καὶ ὁ αὐχὴν ἁπαλός, ὥστε |
| book 49b.3 | ἐπετήδευσε μονομάχιον δεῖξαι δύο καλῶν· καὶ γὰρ Μενέλαος ξανθός, |
| book 49b.4 | εὔμηρος, καλλίσφυρος· b(BCE3)T καὶ οὗτος δὲ χαριτόεις. |
| book 49b.5 | b(BCE3) |
| book 51a1.1 | 〈αἵματί οἱ δεύοντο〉 κόμαι Χαρίτεσ〈σ〉ιν ὁμοῖαι: |
| book 51a1.2 | οὐκ εἰκῆ ἡ ἐπεξεργασία τῆς κόμης· ἀλλ’ ἐπεὶ ἔφθη εἰπὼν „μιάνθησαν |
| book 51a1.3 | δὲ ἔθειραι / αἵματι καὶ κονίῃσι· b(BCE3)T πάρος γε μὲν οὐ |
| book 51a1.4 | θέμις ἦεν / ἱππόκομον πήληκα μιαίνεσθαι“ (Π 795—7), T παρα‐ |
| book 51a1.5.1 | μυθίαν εἰσφέρει τοῖς λυπουμένοις ὑπὲρ Πατρόκλου, Aim b (BCE3)T |
| book 51a1.5.2 | ψευδεῖς ἀντιπαραθεὶς τρίχας ταῖς οὐ ψευδέσιν. b(BCE3)T |
| book 51a2.1 | οὐκ εἰκῆ 〈ἡ〉 ἐπεξεργασία τῆς κόμης, ἀλλ’ ἐπεὶ περὶ τῶν |
| book 51a2.2 | Πατρόκλου τριχῶν εἶπεν „μιάνθησαν δὲ ἔθειραι“, εἰς ἐκδικίαν καὶ |
| book 51a2.3 | παραμυθίαν, ὡς εἴποι τις, παρέλαβε καὶ τὴν Εὐφόρβου κόμην. A |
| book 51b1 | Χαρίτεσσιν ὁμοῖαι: ὅτι Ζηνόδοτος γράφει „Χαρίτεσσι |
| book 51b1 | μέλαιναι“, ἀδιανόητον ποιῶν. A |
| book 51b2.1 | οἱ δὲ γράφουσι „Χαρίτεσ〈σ〉ι μέλαιναι“, ὑπὸ Χαρίτων |
| book 51b2.2 | μελανθεῖσαι· αὗται γὰρ οὖλαι. T |
| book 51c | Χαρίτεσ〈σ〉ιν ὁμοῖαι: ταῖς τῶν Χαρίτων. T |
| book 51c.1 | Χαρίτεσσιν ὁμοῖαι: ἀντὶ τοῦ ταῖς τῶν Χαρίτων κόμαις |
| book 51c.2 | ἶσαι. ἀπίθανον—ἅς φαμεν στεφανίτιδας. A |
| book 52a | 〈πλοχμοί:〉 οἱ πεπλεγμένοι πλόκαμοι. b(BCE3)Til |
| book 52b.1 | οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο: οἳ ὑπὸ |
| book 52b.2 | χρυσοῦ καὶ ἀργύρου συνεσφιγμένοι ἦσαν. τινὲς δὲ θέλουσι λείπειν τὸ |
| book 52b.3 | ὥς. ἀλλὰ λανθάνουσιν οἱ βάρβαροι οὐκ ἐπὶ καλλωπισμῷ φέροντες |
| book 52b.4 | τὸν χρυσόν, ἀλλὰ λάφυρα τοῖς πολεμίοις. A |
| book 52c.1 | ἐσφήκωντο: παρειμένοι ἄνωθεν περιεδέδεντο. b(BCE3) |
| book 52c.2 | T καὶ „Νάστης χρυσὸν ἔχων πόλεμον δ’ ἴεν ἠΰτε κούρη“ (Β |
| book 52c.3 | 871 + 872). T ἔστι δὲ βαρβαρικὸς ὁ κόσμος. ταῦτα δέ τινες |
| book 52c.4 | κάλυκάς φασιν. b(BCE3)T |
| book 53-6.1 | 〈οἷον δὲ τρέφει〉 ἔρνος 〈ἀνὴρ ἐριθηλὲσ〉 ἐλαίης |
| book 53-6.2 | 〈/ —λευκῷ〉: Λαπίθαι μὲν δρυσίν, „αἵ τ’ ἄνεμον μίμνουσι καὶ |
| book 53-6.1 | ὑετόν“ (Μ 133), εἰκάζονται, Ἕκτωρ δὲ πεπτωκὼς δρυὶ κεραυνωθείσῃ |
| book 53-6.2 | (cf. Ξ 414—7)· τῷ γὰρ μεγέθει ἐκείνων ἥρμοσται ἡ ἀπὸ τῶν τοιού‐ |
| book 53-6.5.1 | των δένδρων εἰκών. ἐνταῦθα δὲ ὡραῖον γράφων τὸν Εὔφορβον ἐλαίαν |
| book 53-6.5.2 | παρέλαβε, δένδρον εὐειδὲς καὶ τῷ ἀειθαλεῖ τὸ κάλλος διαφυλάττον. |
| book 53-6.5.3 | σκόπει δὲ καὶ τὰς κατὰ μέρος ἐξεργασίας· τὸ μὲν πρῶτον οὐκ ἔφη |
| book 53-6.5.4 | φυτοκομεῖσθαι τὸ δένδρον, ἀλλ’ ὡς ἐπὶ ζῴου ἐμψύχου τρέφεσθαι |
| book 53-6.5.5 | (cf. 53), δηλῶν τὸ ἥμερον καὶ εὐάγωγον τῆς φύσεως τοῦ φυτοῦ, |
| book 53-6.10.1 | b(BCE3E4)T οὐκ αὐτοματίζον, ἀλλ’ ἐπιμελείᾳ γεωργῶν αὐξό‐ |
| book 53-6.10.2 | μενον ἐν τόπῳ ἐρήμῳ φυτῶν (cf. 54), ἵνα μὴ ἐμποδίζηται τῇ ἐκφύσει |
| book 53-6.10.3 | τῶν πλησίον ῥιζῶν. συνεργεῖ δὲ αὐτῷ καὶ τὸ ὕδωρ πρὸς αὔξησιν |
| book 53-6.10.4 | (cf. 54). λοιπὰ δὲ ἦν τὰ τῆς ψυχῆς καὶ τὰ ἔξωθεν· διὸ παρείληφε τοὺς |
| book 53-6.10.5 | παντοίους ἀνέμους (cf. 55—6), ἵνα εὔτονον γινόμενον τὸν καρπὸν |
| book 53-6.15 | φυλάττοι. b(BE3E4)T |
| book 53.1 | οἷον δὲ τρέφει ἔρνος ἀνὴρ 〈ἐριθηλὲς ἐλαίησ〉: Πο‐ |
| book 53.2 | σειδῶν καὶ Ἀθηνᾶ—ἴδιον Ἀθηνᾶς. A |
| book 54a1.1 | χώρῳ ἐν οἰοπόλῳ: φυσικόν ἐστι κοτινοφόρους εἶναι |
| book 54a1.2 | τοὺς ὑψηλοὺς τόπους. ἀμέλει ἐν ἀκροπόλει 〈τῆσ〉 Ἀττικῆς πρῶτον |
| book 54a1.3 | ἐφάνη. T |
| book 54b1.1 | ἄλλως· χώρῳ ἐν οἰοπόλῳ: πρὸς τὸ μὴ ἐκκόπτεσθαι |
| book 54b1.2 | ὑπὸ ὁδοιπόρων ἢ μὴ ἐμποδίζεσθαι τῇ ἐκφύσει τῶν πλησίον ῥιζῶν· |
| book 54b1.3 | ἧττον γὰρ εὔτροφα τὰ τοιαῦτα φυτά, ἀλλήλων τὴν εὐφυΐαν ἀφαιρού‐ |
| book 54b1.4 | μενα. T |
| book 54a2/b2.1 | φυσικόν ἐστι τὸ κοτινοφόρους εἶναι τοὺς ὑψηλοὺς τό‐ |
| book 54a2/b2.2 | πους. | ἀμέλει ἐκεῖ καὶ ταύτην ἵστασθαι βούλεται πρὸς τὸ μὴ ἐκ‐ |
| book 54a2/b2.3 | κόπτεσθαι ὑπὸ τῶν ὁδοιπόρων, καὶ ὅτι σύντροφα ὄντα τὰ τοιαῦτα |
| book 54a2/b2.4 | φυτὰ ἀλλήλων τὴν εὐφυΐαν ἀφαιροῦνται. b(BCE3E4) |
| book 54a2/b2.5 | 〈οἰοπόλῳ:〉 ἐν ᾧ μόνος τις πολεῖται. Aim |
| book 54c.1 | ἀναβέβρυχεν {ὕδωρ}: Ζηνόδοτος διὰ τοῦ ο „ἀναβέβρο‐ |
| book 54c.2 | χεν“, ὡς ἐκεῖ „ἀλλ’ ὅτ’ ἀναβρόξειε θαλάσσης 〈ἁλμυρὸν ὕδωρ〉“ |
| book 54c.3 | (μ 240). A |
| book 54d1.1 | ἀναβέβρυχεν: πηγάζει. τινὲς δὲ „〈ἀνα〉βέβροχε“, πιαί‐ |
| book 54d1.2 | νεται ἐξ ὑετῶν, ὡς τὸ „καταβρόξειεν“ (δ 222). T |
| book 54d2 | ἀναπηγάζει, ἀναβλαστάνει, ἀναδίδοται. b(BCE3) |
| book 55-6.1 | 〈τὸ δέ τε〉 πνοιαὶ 〈δονέουσι / παντοίων ἀνέ‐ |
| book 55-6.2 | μων〉: ἵν’ εὔτονον γένηται b(BCE3E4)T καὶ φυλάσσῃ τὸν |
| book 55-6.3 | καρπόν· T τὰ γὰρ θαλπόμενα ἀσθενῆ εἰσι καὶ ἐπισκήπτοντος |
| book 55-6.4 | ἀνέμου τὸν καρπὸν ἀφίησιν. b(BCE3E4)T |
| book 56.1 | βρύει: θάλλει· ὅθεν καὶ ἔμβρυον. ἄνθεϊ δὲ λευκῷ τῷ |
| book 56.2 | κυπρισμῷ τῆς ἐλαίας· b(BCE3E4)T οὐ γὰρ τελεσφορεῖ τὸν |
| book 56.3 | καρπὸν διὰ τὸ νέον. b(BE3E4)T |
| book 57.1 | ἐλθὼν 〈δ’〉 ἐξαπίνης 〈ἄνεμος σὺν λαίλαπι πολλῇ〉: |
| book 57.2 | ἐπὶ μὲν τῆς τροφῆς αὐτῆς πνοὰς ἀνέμων φησίν (sc. Ρ 55—6), ἐπὶ δὲ τῆς |
| book 57 | πτώσεως ἄνεμον καὶ λαίλαπα. b(BE3E4)T |
| book 58a.1 | 〈βόθρου τ’〉 ἐξέστρεψε: μετέωροι γὰρ αἱ τῆς ἐλαίας |
| book 58a.2 | ῥίζαι· διὸ καὶ γύρους ἐπισκάπτουσιν αὐταῖς. b(BCE3E4)T ἐμ‐ |
| book 58a.3 | φαντικῶς δὲ καὶ τὴν ἔξ πρόθεσιν παρείληφε, δεικνὺς τὴν ἐλαίαν σὺν |
| book 58a.4 | ταῖς ῥίζαις ἀναβεβλημένην. λείοις δὲ χρησάμενος τοῖς ἔπεσι νῦν |
| book 58a.5 | †συνεπάχυνε† τῷ πάθει τὴν ἀπαγγελίαν. b(BE3E4)T |
| book 58b.1 | καὶ ἐξετάνυσ〈σ〉’ ἐπὶ γαίῃ: αἱ γὰρ ῥίζαι αὐτῆς ἐν |
| book 58b.2 | ὑγρῷ εἰσι καὶ γυμνὸς ὁ τόπος (cf. Ρ 54). T |
| book 61-9.1 | ὡς δ’ ὅτε τίς τε λέων〈—κυδαλίμοιο〉: |
| book 61-9.2 | πάντα παρέβαλε πᾶσι, τὸ πλῆθος τῶν Τρώων ἀγέλῃ βοῶν, τὸν |
| book 61-9.3 | Εὔφορβον ὄντα ἄριστον τῇ ἀρίστῃ τῶν βοῶν (cf. 62): b(BCE3E4)T |
| book 61-9.4 | ὅτι δὲ ἄριστος, μαρτυρεῖ ὁ ποιητής, „Πατρόκλῳ περιβὰς Τρώων τὸν |
| book 61-9.5.1 | ἄριστον ἔπεφνε“ (Ρ 80)· τὸν κτείναντα Μενέλαον λέοντι (cf. 61—4), |
| book 61-9.5.2 | τὴν ἀπραξίαν τῶν Τρωϊκῶν ἀριστέων βουκόλοις καὶ κυσὶν ἐπαμῦναι |
| book 61-9.5.3 | μὴ δυναμένοις. b(BE3E4)T |
| book 64 | 〈λαφύσσει:〉 λάπτει. | τῶν δὲ κατὰ μίμησιν ἡ λέξις. Aint |
| book 65a.1 | δῃῶν: περισπαστέον, ἐπεὶ καὶ ἐν ἑτέροις λέγει κατὰ |
| book 65a.2 | διαίρεσιν σὺν τῷ ο „ἔγχεϊ δηϊόων (Σ 195). γέγονε δὲ παρὰ τὸ δήϊος· |
| book 65a.3 | διὸ καὶ σὺν τῷ ι γράφεται τὸ δῃῶν. A |
| book 65b.1 | δῃῶν: σὺν τῷ ι, καὶ περισπάσεις b(BCE3)T διὰ τὸ |
| book 65b.2 | „δῄουν ἀλλήλουσ“ (Ο 708): T τὸ γὰρ ἐντελὲς θέμα δηϊόω ἐστίν. |
| book 65b.3 | b(BCE3)T |
| book 64c | 〈δῃῶν:〉 καὶ δήϊοι οἱ πολέμιοι. Aim |
| book 66 | ἰύζουσιν: οἱ νομῆες. οἱ δὲ κύνες ὑλακτοῦσιν. A Til |
| book 70a1.1 | ἔνθα κε ῥεῖα φέροι: ὅτι τοὺς χρόνους ἐνήλλαχε καὶ τὰ |
| book 70a1.2 | ῥήματα· ἔδει γὰρ φάναι ‘τότε δ’ ἂν ῥᾳδίως ἔφερεν‘. A |
| book 70a2 | ἀντὶ τοῦ 〈ἔ〉φερεν. Til |
| book 71.1 | 〈ἀγάσσατο:〉 τὸ ἀγάσσατο νῦν ἀντὶ τοῦ ἐφθόνησεν καὶ |
| book 71.2 | 〈οὐκ〉 ἀντὶ τοῦ ἐθαύμασεν. Aim |
| book 73a.1 | Κικόνων ἡγήτορι Μέντῃ: ὅτι τοῦτον τὸν Μέντην ἐν |
| book 73a.2 | τῷ Τρωϊκῷ Διακόσμῳ οὐ παραδέδωκεν, ἀλλὰ Εὔφημον μόνον· |
| book 73a.3 | „Εὔφημος δ’ ἀρχὸς Κικόνων ἦν αἰχμητάων“ (Β 846), ὡς ἂν πλείοσιν |
| book 73a.4 | ἡγεμόσι χρωμένων. ἴσως δὲ ἀμοιβὸς ἦν νεωστὶ ἥκων. καὶ {γὰρ} πρὸς |
| book 73a.5.1 | τὸν ἐν τῇ Ὀδυσσείᾳ (cf. α 105 al.) ὁμώνυμον Μέντην· ἕτερος γὰρ |
| book 73a.5.2 | Ταφίων βασιλεύς. Μέντης δὲ ὁ μενετικὸς ἐν τοῖς πολέμοις. A |
| book 73b.1 | Κικόνων ἡγήτορι 〈Μέντῃ〉: πῶς ἐν τῷ Καταλόγῳ |
| book 73b.2 | φησὶν „Εὔφημος δ’ ἀρχὸς Κικόνων ἦν“ (Β 846); νοητέον οὖν ὅτι ἦσαν |
| book 73b.3 | μέν τινες πρῶτοι ἄρχοντες ἐν παντὶ τάγματι, ἦσαν δὲ καὶ ὑποδεέστεροι, |
| book 73b.4 | ὡς ὁ Ἀχιλλεὺς „πέντε δ’ ἄρ’ ἡγεμόνας ποιήσατο“ (Π 171). T |
| book 73c.1 | 〈Κικόνων〉 ἡγήτορι Μέντῃ: τῶν ἀμοιβαίων ἡγεῖτο |
| book 73c.2 | ἴσως ὁ Μέντης. | τινὲς γράφουσι „Πείρῳ“, ἵν’ ᾖ ὁμώνυμος τῷ Θρᾳκί |
| book 73c.3 | (cf. Δ 520). T |
| book 75a.1 | Ἕκτορ, νῦν σὺ μὲν ὧδε 〈θέεις ἀκίχητα διώ‐ |
| book 75a.2 | κων〉: μετὰ τὸ ὄνομα στικτέον· προσαγορευτικὴ γάρ ἐστι. τὸ δὲ |
| book 75a.3 | ἀκίχητα φασὶ Ποσειδώνιον τὸν Ἀριστάρχου ἀναγνώστην τοῖς ἑξῆς |
| book 75a | προσνέμειν καὶ τὸν Ἀρίσταρχον ἀποδέχεσθαι. A |
| book 75b.1 | ἀκίχητα: ἀκατάληπτα. προοικονομεῖ δέ, ἵνα νοῶμεν μετὰ |
| book 75b.2 | θάνατον Ἀχιλλέως ἀνακεχωρηκέναι αὐτοὺς πρὸς τὸν δόντα. T |
| book 76-7a1.1 | ἀλεγεινοί 〈/ ἀνδράσι γε θνητοῖσι δαμήμεναι〉: |
| book 76-7a1.2 | πολλοῦ λόγου δεόμενοι, εἰ ἀνδράσιν ὑποταγήσονται. ἢ δυσχερεῖς, |
| book 76-7a1.3 | ὅ ἐστιν ἀδύνατοι. T |
| book 76-7a2.1 | πολυφρόντιδες καὶ πολλοῦ λόγου δεόμενοι εἰς τὸ ἀνθρώπῳ |
| book 76-7a2.2 | ὑποταγῆναι. ἢ δυσχερεῖς. b(BCE3E4) |
| book 80.1 | Πατρόκλῳ περιβὰς 〈Τρώων τὸν ἄριστον ἔπεφνε〉: |
| book 80.2 | πρὸς τὴν περίβασιν. Τρὼς ἄρα ὁ Εὔφορβος, ἀλλὰ καὶ Δάρδανος |
| book 80.3 | (cf. Π 807)· οἱ ἄρα Δάρδανοι Τρῶες. καὶ ὅτι ἀντὶ τοῦ τὸν ἐν τοῖς |
| book 80.4 | Τρωσὶν ἄριστον· οὐ γάρ ἐστιν ὡς „Μυρμιδόνων τὸν ἄριστον“ |
| book 80.5 | (Σ 10). A |
| book 83 | 〈Ἕκτορα:〉 ἀντὶ τοῦ Ἕκτορος. Til |
| book 85-6.1 | τὸν μὲν ἀπαινύμενον〈—ὠτειλήν〉: σχεδὸν |
| book 85-6.2 | ἔδειξε τὸ πρᾶγμα ἐν πίνακι. T |
| book 86a | 〈κατ’ οὐταμένην ὠτειλήν:〉 ὅτι παρητυμολόγησεν τὸ |
| book 86a | ὄνομα. Aint |
| book 86b.1 | 〈κατ’ οὐταμένην ὠτειλήν:〉 κατὰ τὸ ἐξ οὐτήσεως |
| book 86b.2 | τραῦμα. b(BCE3E4)Til |
| book 87-8.1 | 〈βῆ δὲ διὰ προμάχων—〉ὀξέα κεκληγώς: |
| book 87-8.2 | ἀναγκαῖον, ἵν’ ἐν τοσούτῳ ὁ Μενέλαος ἔχῃ καιρὸν διαλογίσασθαι· |
| book 87-8.3 | ὁ μὲν γὰρ συγκαλεῖ τὸ πλῆθος, ὁ δὲ σκέπτεται. b(BCE3E4)T |
| book 88.1 | 〈ὀξέα κεκληγώς:〉 μετὰ τὸ κεκληγώς βραχὺ διασταλ‐ |
| book 88.2 | τέον· μᾶλλον γὰρ ἐμφαίνει. Aint |
| book 91-6.1 | εἰ μέν κε λίπω〈—Ἕκτωρ〉: εἰκότως ἐμβαθύ‐ |
| book 91-6.2 | νει τῷ λογισμῷ· b(BCE3E4) μένειν μὲν γὰρ ἡ τιμὴ Πατρόκλου |
| book 91-6.3 | καὶ ὁ ψόγος Ἑλλήνων προτρέπει, φεύγειν δὲ τὸ πλῆθος τῶν Τρώων. |
| book 91-6.4 | b(BCE3E4)T |
| book 91.1 | 〈λίπω〉 κάτα τεύχεα καλά: τὸ ἑξῆς ἐστι καταλίπω· |
| book 91.2 | διὸ ἀναστρεπτέον τὴν πρόθεσιν. Aint b(BCE3)T |
| book 92a.1 | Πάτροκλόν θ’, ὃς κεῖται 〈ἐμῆς ἕνεκ’ ἐνθάδε τι‐ |
| book 92a.2 | μῆσ〉: ὅτι ἡ τιμὴ ἀντὶ τῆς τιμωρίας καὶ νῦν τέτακται· ἕνεκα ἐμοῦ |
| book 92a.3 | κεῖται τιμωρούμενος τοὺς Τρῶας. A |
| book 92b.1 | Πάτροκλόν 〈θ’〉, ὃς κεῖται 〈ἐμῆς ἕνεκ’ ἐνθάδε |
| book 92b.2 | τιμῆσ〉: δαιμονίως ἑαυτὸν δυσωπεῖ παραμεῖναι τῷ δι’ αὐτὸν τελευτή‐ |
| book 92b.3 | σαντι. b(BE3E4)T |
| book 93-5 | 〈μή ... μή:〉 διστακτικὸν τὸ μή. b(BCE3E4)Til |
| book 93 | 〈νεμεσήσεται:〉 ἀντὶ τοῦ νεμεσήσηται, μέμψηται. Aint |
| book 94-5a1.1 | εἰ δέ κεν Ἕκτορι μοῦνος 〈ἐὼν καὶ Τρωσὶ |
| book 94-5a1.2 | μάχωμαι / αἰδεσθείς, μή πώς με περιστήως’ ἕνα πολλοί〉: |
| book 94-5a1.3 | ὑποστικτέον ἐπὶ τὸ αἰδεσθείς (95), στικτέον δὲ ἐπὶ τὸ πολλοί |
| book 94-5a1.4 | (95)· ὁ γὰρ λόγος ἐλλιπής ἐστι, λείποντος τοῦ εὐλαβοῦμαι ἤ τινος |
| book 94-5a1.5.1 | τοιούτου, ὡς καὶ ἐν τοῖς προκειμένοις „μή τίς μοι Δαναῶν“ (Ρ 93)· |
| book 94-5a1.5.2 | ἔστι γὰρ τὸ πλῆρες ‘εὐλαβοῦμαι μή με τῶν Ἑλλήνων μέμψηταί τισ‘. |
| book 94-5a1.5.3 | τὸν αὐτὸν τρόπον καὶ ἐνθάδε· ‘ἐὰν δὲ μόνος ὢν Ἕκτορι καὶ Τρωσὶ |
| book 94-5a1.5.4 | μάχωμαι αἰδεσθείς, εὐλαβοῦμαι, μή πώς με περιστήως’ ἕνα πολλοὶ |
| book 94-5a1.5.5 | ὄντεσ‘. A |
| book 94-5a2 | προσληπτέον τὸ εὐλαβοῦμαι. Aint |
| book 95.1 | 〈περιστείωσι:〉 Ἀρίσταρχος Aim διὰ τοῦ η „περι‐ |
| book 95.2 | στήωσι“. Aint Til |
| book 96.1 | Τρῶας δ’ ἐνθάδε πάντας 〈ἄγει—Ἕκτωρ〉: |
| book 96.2 | προκατασκευάζει †πιθανὴν γενέσθαι τὴν ἀναχώρησιν. A b (BCE3E4) |
| book 96.3 | T |
| book 98-9a.1 | ὁππότ’ ἀνὴρ ἐθέλῃ πρὸς δαίμονα φωτὶ μά‐ |
| book 98-9a.2 | χεσθαι, 〈ὅν κε θεὸς τιμᾷ〉: ὅτε ἀνὴρ βούλεται ἀνδρὶ μάχεσθαι, |
| book 98-9a.3 | ὃν θεὸς τιμᾷ, πρὸς θεὸν μάχεται. A |
| book 98-9b | ὁππότ’ ἀνὴρ 〈ἐθέλῃ—τιμᾷ〉: πῶς ἅμα πρὸς |
| book 98-9b.1 | δαίμονα καὶ ἅμα φωτὶ μάχεσθαι; ἀλλὰ τὸ πρὸς δαίμονα τοιοῦτόν |
| book 98-9b.2 | ἐστιν ὡς λέγομεν πρὸς κῦμα, ἐναντιούμενος δαίμονι· ὁ γὰρ φωτὶ |
| book 98-9b.3 | μαχόμενος τῷ ὑπὸ θεῶν τιμωμένῳ ἢ ὑπὸ θεῶν ἀγαπωμένῳ αὐτῷ τῷ |
| book 98-9b.5.1 | θεῷ μάχεται τῷ ἐκεῖνον στέργοντι. ὁ Πίνδαρος (fr. 224) „ἴσον μὲν |
| book 98-9b.5.2 | θεὸν ἄνδρα τε φίλον 〈θεῷ〉“ ὑποτρέσαι ἐκέλευσεν, ἐπ’ ἴσης τόν τε |
| book 98-9b.5.3 | θεὸν καὶ τὸν φίλον θεῷ, ἄνδρα θεοφιλῆ. „μὴ θαύμαζε γάρ“, φησὶν |
| book 98-9b.5.4 | ὁ Πλάτων, „εἰ ἱέρακες μὲν καὶ ἴβεις ἔχουσι τοὺς ὑπερασπίζοντας θεούς. |
| book 98-9b.5.5 | ἀνδρὸς δὲ ἀγαθοῦ οὐκ ἄν τις ὑπερασπίσαι;“ A |
| book 98-9c.1 | ἄλλως· 〈ὁππότ’ ἀνὴρ—τιμᾷ:〉 οὐκ ἄρα τῷ πολέ‐ |
| book 98-9c.2 | μῳ οὐδὲ τοῖς Τρωσὶν ὑποχωρεῖ, ἀλλὰ τοῖς θεοῖς ἐναντιοῦσθαι οὐ |
| book 98-9c.3 | βούλεται. τὸ δὲ τῆς διανοίας οὕτως· τῷ φωτί, ὅν κε θεὸς τιμᾷ, πρὸς |
| book 98-9c.4 | δαίμονά ἐστι μάχεσθαι. A |
| book 98-9d1.1 | 〈ὁππότ’ ἀνὴρ ἐθέλῃ πρὸς δαίμονα φωτὶ μά‐ |
| book 98-9d1.2 | χεσθαι, /〉 ὅν κε θεὸς τιμᾷ: ἡ ὑποστιγμὴ μετὰ τὸ τιμᾷ (99). | |
| book 98-9d1.3 | ὁ δὲ λόγος· ὁπότ’ ἄν τις βούληται παρὰ θεοῦ γνώμην ἀνδρὶ μάχεσθαι, |
| book 98-9d1.4 | ὀφείλει ταχέως αὐτῷ κακὸν ἐπέρχεσθαι· τὸ γὰρ πρὸς δαίμονα (98) |
| book 98-9d1.5.1 | ἀντὶ τοῦ παρὰ θεοῦ γνώμην ὡς „καὶ πρὸς δαίμονά 〈περ〉, εἴ πως |
| book 98-9d1.5.2 | ἐρυσαίμεθα“ (Ρ 104). A |
| book 98-9d2.1 | ὅταν ἀνὴρ θέλῃ παρὰ γνώμην θεοῦ μάχεσθαι φωτί, ὅν κε |
| book 98-9d2.2 | θεὸς τιμᾷ. b(BCE3E4)T |
| book 98-9d3.1 | {πρὸς δαίμονα φωτὶ μάχεσθαι:} παρὰ γνώμην θεοῦ· T |
| book 98-9d3.2 | ἡ γὰρ πρός (98) καὶ τὴν παρά δηλοῖ· b(BCE3E4)T „ἀλλὰ |
| book 98-9d3.3 | πρὸς Τρώων“ (Χ 514)· „καὶ πρὸς δαίμονά περ, εἴ πως ἐρυσαίμεθα“ |
| book 98-9d3.4 | (Ρ 104). T |
| book 101a.1 | 〈χωρήσαντα:〉 ἀντὶ τοῦ παραχωρήσαντα, | ὑποχωρή‐ |
| book 101a.2 | σαντα. Aim |
| book 101b | 〈ἐκ θεόφιν:〉 ἐκ θεῶν. περισσὴ οὖν ἡ ἔξ. b(BCE3)Til |
| book 102.1 | 〈εἰ δέ που Αἴαντός γε〉 βοὴν ἀγαθοῖο 〈πυθοίμην〉: |
| book 102.2 | τινὲς τὴν φωνήν· σπανίως γὰρ αὐτὸν βοὴν ἀγαθόν φησι. b(BCE3)T |
| book 103 | 〈ἰόντες:〉 Ζηνόδοτος „ἰόντε“ δυϊκῶς. Aim |
| book 104.1 | 〈καὶ πρὸς δαίμονά περ:〉 θαρσήσας τῇ τοῦ Αἴαντος |
| book 104.2 | ἀλκῇ καὶ μείζονα προσφθέγγεται. αὔξει δὲ Αἴαντα ὡς δυνάμενον. |
| book 104.3 | b(BCE3E4) |
| book 105a1.1 | κακῶν δέ κε φέρτατον εἴη: ὡς ἐν κακοῖς τοῦτ’ ἂν εἴη |
| book 105a1.2 | φέρτατον τὸ ῥύσασθαι τὸν νεκρὸν τῷ Ἀχιλλεῖ. A |
| book 105a2 | ἐν κακοῖς βέλτιστον. Til |
| book 105b.1 | ἄλλως· 〈κακῶν δέ κε φέρτατον εἴη:〉 ἐὰν πρὸς τῇ |
| book 105b.2 | ἀναιρέσει καὶ τὴν τοῦ σώματος αἰκίαν ὑπομείνῃ ὁ Πάτροκλος. A |
| book 105b | ἄλλως· τῶν δὲ παρόντων κακῶν—τὸ ἄμεινον γένοιτο. A |
| book 109a.1 | ἐντροπαλιζόμενος 〈ὥς τε λίσ〉: οὕτω γὰρ ἀναχωρεῖ |
| book 109a.2 | καὶ λέων, μὴ διδοὺς τὰ νῶτα τοῖς διώκουσιν, ἀλλὰ κατ’ ὀλίγον |
| book 109a.3 | ὑποβαίνων. b(BCE3E4)T |
| book 109b.1 | {ἐντροπαλιζόμενος} ὥς τε λίς: οὐκ ἀσθενεῖ ζῴῳ παρ‐ |
| book 109b.2 | έβαλεν οὐδὲ τῷ εἰωθότι φεύγειν, ἀλλὰ τῷ ἀλκιμωτάτῳ, ὅν φησιν |
| book 109b.3 | (sc. Ρ 110—2) οὐκ ἀδικεῖσθαί τι πρὸς τῶν ἀμυνομένων, δρᾶσαι δὲ |
| book 109b.4 | κωλύεσθαι. A |
| book 110-1a.1 | κύνες τε καὶ ἄνδρεσ〈— / ἔγχεσι καὶ φωνῇ〉: |
| book 110-1a.2 | πολὺς ὁ θόρυβος κυνῶν ἀνδρῶν ὅπλων βοῆς, ὅπως ἀναχωροίη |
| book 110-1a | παθὼν μὲν οὐδέν, δρᾶσαι δὲ κωλυθείς. b(BCE3E4)T |
| book 110-1b.1 | ἄλλως· κύνες τε καὶ ἄνδρεσ〈— /〉 ἔγχεσι καὶ |
| book 110-1b.2 | φωνῇ: πρὸς τὸ δεύτερον ὑπήντησεν. b(BCE3E4)T |
| book 110a1.1 | {ἀπὸ σταθμοῦ} δίωνται: διώνται ὡς λέγωνται. ἔστι |
| book 110a1.2 | δὲ καὶ ἀπὸ τοῦ δίημι ἡ κλίσις παρ’ αὐτῷ (cf. Ψ 475). A |
| book 110a2 | ὡς λείπωνται. †ὑπὸ† δὲ τοῦ †δίωμι† ἡ κλίσις. Til |
| book 110b.1 | 〈δίωνται:〉 οὕτως „δίενται“ ὡς τίθενται. μέμνηται ὁ |
| book 110b.2 | Ἡρωδιανὸς (2,104 not.) ἐν τῇ Μ (sc. ad 276). Aint |
| book 112a.1 | παχνοῦται, ἀέκων δέ τ’ 〈ἔβη ἀπὸ μεσσαύλοιο〉: |
| book 112a.2 | ὅτι τὴν κατὰ ἀγρὸν ἔπαυλιν μέσσαυλον. οἱ δὲ Ἀττικοὶ τὴν μέσην |
| book 112a.3 | θύραν τῆς αὐλῆς, τὴν διορίζουσαν τήν τε γυναικωνῖτιν καὶ τὸν |
| book 112a.4 | ἀνδρῶνα. τὸ δὲ παχνοῦται πήγνυται, φρίσσει, ἀπὸ τῆς πάχνης |
| book 112a.5 | διὰ τὴν λύπην. A |
| book 112b1 | παχνοῦται: πήγνυται· φρίσσει ἢ λυπεῖται· τὰ ἀηδῆ |
| book 112b1 | γὰρ ψυχρὰ ἐκάλουν, ὥσπερ καὶ τὰ προσηνῆ θερμά. T |
| book 112b2.1 | φρίσσει ἢ λυπεῖται· τὰ γὰρ προσηνῆ καὶ καλὰ θερμὰ |
| book 112b2.2 | ἐκάλουν, ὥσπερ καὶ λυπηρὰ καὶ κακὰ ψυχρά. b(BCE3E4) |
| book 112c.1 | μεσ〈σ〉αύλοιο: τῆς ἐπαύλεως· b(BCE3)T ἀντι‐ |
| book 112c.2 | πέφρασται γὰρ τῷ „σταθμοῖο“ (Ρ 110). T |
| book 115.1 | Αἴαντα μέγαν Τελαμώνιον υἱόν: ὅτι πάλιν μέγαν |
| book 115.2 | εἶπεν τὸν Τελαμῶνος Αἴαντα κατὰ σύγκρισιν τοῦ Ὀϊλιάδου· ἐκεῖνος |
| book 115.3 | γὰρ μικρότερος· „μείων, οὔ τι τόσος γε ὅσος Τελαμώνιοσ“ (Β 528). A |
| book 117.1 | θαρσύνον〈θ’〉 ἑτάρους 〈καὶ ἐποτρύνοντα μάχε‐ |
| book 117.2 | σθαι〉: ἔνδειξις καὶ τοῦτο τῆς Αἴαντος ἀρετῆς εἰς μάχην προτρεπομέ‐ |
| book 117.3 | νου, οὓς Ἀπόλλων φοβεῖ. b(BCE3E4)T |
| book 118 | 〈θεσπέσιον:〉 τὸν ἐκ θεοῦ πίπτοντα. b(BCE3E4)Til |
| book 120-2.1 | 〈Αἶαν, δεῦρο, πέπον, —Ἕκτωρ:〉 βραχὺς ὁ |
| book 120-2.2 | λόγος τοῦ σπεύδοντος πρὸς τὴν συμμαχίαν. Til |
| book 121-2.1 | αἴ κε νέκυν περ Ἀχιλλῆϊ προφέρωμεν / γυμνόν: |
| book 121-2.2 | προσέθηκεν Ἀχιλλῆϊ εἰς μείζονα προτροπήν· καὶ γὰρ αἰσχρὸν ἦν |
| book 121-2.3 | τῷ Αἴαντι μάλιστα ὑπὸ Ἀχιλλέως καταγνωσθῆναι, μεθ’ ὃν ἦν αὐτὸς |
| book 121-2.4 | ἄριστος. A |
| book 123a1.1 | θυμὸν ὄρινε: ἐλυπήθη μέν, οὐ συγκέχυται δέ, ὡς Ἀν‐ |
| book 123a1.2 | τίλοχος τῇ ἀφωνίᾳ συνεσχέθη. (cf. Ρ 695). T |
| book 123a2.1 | ἐλυπήθη μέν, οὐ συνεσχέθη δὲ τῇ ἀφωνίᾳ ὡς Ἀντίλοχος· |
| book 123a2.2 | ἐκεῖνος γὰρ καὶ ἀφωνεῖ. b(BCE3E4) |
| book 125a | Ἕκτωρ μὲν Πάτροκλον 〈ἐπεὶ κλυτὰ τεύχε’ |
| book 125a.1 | ἀπηύρα〉: ὅτι ἔοικε παρεπιτιμῶντι ὁ Ἀρίσταρχος τῷ Ὁμήρῳ· οὐ |
| book 125a.2 | γὰρ αὐτὸς ἦν ὁ Ἕκτωρ ὁ σκυλεύσας τὸν Πάτροκλον, ἀλλ’ ἀπ’ αὐτοῦ πε‐ |
| book 125a.3 | ριόντος ἀφείλετο τὰ ὅπλα αὐτὸς Ἀπόλλων, ὁ δὲ αὐτὸν γυμνὸν ἔτρω‐ |
| book 125a.5.1 | σεν· „λῦσε δέ οἱ θώρηκα ἄναξ Διὸς υἱὸς Ἀπόλλων“ (Π 804). ὁ δὲ |
| book 125a.5.2 | Διονύσιος (fr. 45 Schm.) τὸ σημεῖόν φησιν, ὅτι ἤλλακται πτῶσις, |
| book 125a.5.3 | „Πάτροκλον ἐπεὶ κλυτὰ τεύχε’ ἀπηύρα“ ἀντὶ τοῦ Πατρόκλου. A |
| book 125b1.1 | Πάτροκλον 〈ἐπεὶ κλυτὰ τεύχε’〉 ἀπηύρα: Ἀττι‐ |
| book 125b1.2 | κῶς εἶπεν, οὐ Πατρόκλου. κατεχρήσατο δὲ ὡς ἐκεῖ „〈τὰ〉 Πατρόκλοιο |
| book 125b1.3 | βίην ἐνάριξε κατακτάσ“ (Χ 323)· γυμνὸς γὰρ Πάτροκλος· καὶ „τεύχεα |
| book 125b1.4 | δ’ οὐ κατὰ κόσμον ἀπὸ κρατός τε καὶ ὤμων / εἵλευ“ (Ρ 205—6). ἢ |
| book 125b1.5.1 | ἐπεὶ τὰς κνημῖδας ἔλυσεν. ἢ ὡς Ὀδυσσεύς φησι „σκοπὸν εἵλομεν“ (Κ |
| book 125b1.5.2 | 561) κατὰ συνεκδοχήν, οὕτω καὶ Ἀπόλλωνος ἀφῃρημένου †τῶν |
| book 125b1.5.3 | κοινῶν† τῶν κατορθωμάτων (cf. Π 818—21) συναριθμεῖ. T |
| book 125b2.1 | ἀντὶ τοῦ Πατρόκλου Ἀττικῶς κατεχρήσατο. πῶς δὲ |
| book 125b2.2 | Ἀπόλλωνος σκυλεύσαντος (cf. Π 793—864) περὶ Ἕκτορός φησιν; ἢ |
| book 125b2.3 | τάχα περὶ μόνων τῶν κνημίδων φησίν. b(BCE3E4) ἢ ὡς Ὀδυσ‐ |
| book 125b2.4 | σεύς φησι „σκοπὸν εἵλομεν“ κατὰ συνεκδοχήν, οὕτω καὶ Ἀπόλλωνος |
| book 125b2.5 | ἀφῃρημένου τὸν κοινωνὸν τῶν κατορθωμάτων συναριθμεῖ. b(BE3E4) |
| book 126.1 | ἕλχ’, ἵν’ ἀπ’ ὤμοιϊν 〈κεφαλὴν τάμοι ὀξέϊ χαλ‐ |
| book 126.2 | κῷ〉: ὅτι νῦν οἰκείως ἔχει τὴν ὄρεξιν ταύτην ὁ Ἕκτωρ ἕλκειν, ἵνα |
| book 126.3 | ἀφέληται τὴν κεφαλήν, τὸ δὲ σῶμα τοῖς κυσὶ ῥίψῃ (cf. Ρ 127)· οὐδέπω |
| book 126.4 | γὰρ ὁ Γλαῦκος ὠνείδισεν αὐτὸν ὡς ἀμελοῦντα τῶν συμμάχων, ὅτι τὸ |
| book 126.5.1 | Σαρπηδόνος σῶμα ὑπὸ τοῖς Ἀχαιοῖς ἀφῆκε γενέσθαι· δεῖν οὖν πολε‐ |
| book 126.5.2 | μήσαντα καὶ ἀνθελκύσαντα τὸν Πάτροκλον ῥυσιάσαι, μέχρι ἂν ἀπο‐ |
| book 126.5.3 | δῶσιν ἐκεῖνοι τὸν νεκρὸν τοῦ Σαρπηδόνος καὶ τὰ τεύχη, ἀντικομιζόμε‐ |
| book 126.5.4 | νοι τὸν Πάτροκλον (cf. Ρ 149—65)· δοκοῦσι γὰρ τὸν Σαρπηδόνα |
| book 126.5.5 | ὑπὸ τῶν Ἀχαιῶν ἦρθαι καὶ κεῖσθαι ἐπὶ τῶν νεῶν, οὐκ εἰδότες ὅτι ὑπὸ |
| book 126.10.1 | Ἀπόλλωνος εἰς Λυκίαν ἀναρπασθεὶς ἀποκεκόμισται (cf. Π 676—83). |
| book 126.10.2 | ὁ δὲ Ὅμηρος, ἵν’ ἐπιφανῆ τὸν ἀγῶνα ποιήσῃ τὸν ἐπὶ τοῦ σώματος |
| book 126.10.3 | Πατρόκλου, ταῦτα ὑπέθετο· οἵ τε γὰρ Τρῶες ὡς ὑπὲρ Σαρπηδόνος |
| book 126.10.4 | κινδυνεύειν κρίνουσιν, οἵ τε Ἀχαιοὶ τὸν Σαρπηδόνα οὐκ ἔχοντες μάχον‐ |
| book 126.10.5 | ται ὑπὲρ τῆς αἰκίας τοῦ Πατρόκλου. χαλεπὴ ἡ αἰκία καὶ συγγνωστὸς |
| book 126.15.1 | ὁ Ἀχιλλεὺς αἰκιζόμενος τὸν Ἕκτορα ἐπ’ ἐκδικίᾳ τοῦ φίλου (cf. Χ |
| book 126.15.2 | 395—404. Ω 16—8)· χαλεπώτερον γὰρ τὸ ἄρξαι τινὸς ἀδικήματος. A |
| book 127.1 | τὸν δὲ νέκυν Τρῳῇσιν ἐρυσσάμενος κυσὶ δοίη: |
| book 127.2 | εὔλογον προκατασκευάζει τὴν εἰς τὸν Ἕκτορα αἰκίαν, λέγων ὅτι αὐ‐ |
| book 127.3 | τὸς †ταύτην† διαθεῖναι τὸν Πάτροκλον ἔσπευσεν. b(BCE3E4)T |
| book 128 | Αἴας δ’ ἐγγύθεν ἦλθεν: εὐκαιρότατα ἔρχεται Αἴας ἤδη |
| book 128 | μέλλοντος Πατρόκλου σύρεσθαι. T |
| book 129-31.1 | Ἕκτωρ δ’ ἂψ ἐς ὅμιλον〈—ἔμμεναι αὐτῷ〉: |
| book 129-31.2 | ἀντίθες τὸ κατὰ τὸν Μενέλαον· ὁ μὲν ἀναχωρεῖ συμμαχίαν προκαλε‐ |
| book 129-31.3 | σόμενος (cf. Ρ 102—23), ὁ δὲ οὐχ ἵνα ὠφελήσῃ τι τοὺς φίλους, ἀλλ’ |
| book 129-31.4 | ἵνα κοσμήσηται τοῖς ὅπλοις, ὥσπερ μειράκιον εἰς πομπὴν μέλλον |
| book 129-31.5 | προϊέναι (cf. Ρ 188—214). b(BCE3E4)T |
| book 132.1 | Αἴας 〈δ’〉 ἀμφὶ Μενοιτιάδῃ 〈σάκος εὐρὺ καλύψασ〉: |
| book 132.2 | οὗτος ὥσπερ τεῖχος (cf. Ρ 128) εἰς σκέπην τῷ σώματι τοῦ Πατρόκλου |
| book 132.3 | τὸ σάκος προβέβληται. A |
| book 133 | 〈ἑστήκει:〉 οὕτω χωρὶς τοῦ ι ἑστήκει. Aim |
| book 133-6.1 | ὥς τίς τε λέων〈—ὄσσε καλύπτων〉: ἐπὶ μὲν |
| book 133-6.2 | τῆς προτέρας παραβολῆς (cf. Ρ 4—5) ἀντὶ τῆς βοὸς τῷ τῆς μητρὸς |
| book 133-6.3 | (cf. Ρ 4) ἐχρήσατο ὀνόματι. ἐπεὶ δὲ ἀπεμφαῖνον ἦν ἐνταῦθα κατὰ τοῦ |
| book 133-6.4 | λέοντος χρήσασθαί τινι τοιούτῳ, τῷ μὲν κυριωτέρῳ κέχρηται κατὰ |
| book 133-6.5.1 | τούτου, τοὺς δὲ σκύμνους αὐτοῦ τέκνα ὀνομάζει τῷ φιλοστόργῳ ὀνό‐ |
| book 133-6.5.2 | ματι (cf. 133). b(B, C [bis], E3E4)T καλῶς δὲ καὶ νήπια ἐποίησε |
| book 133-6.5.3 | τὰ τέκνα· μείζων γὰρ ἡ περὶ τούτων φροντίς. b(BCE3E4)T |
| book 134-6a1.1 | ᾧ ῥά τε νήπι’ ἄγοντι—ὄσσε καλύπτων: |
| book 134-6a1.2 | παρὰ Ζηνοδότῳ καὶ ἐν τῇ Χίᾳ οὐκ ἦσαν οἱ τρεῖς στίχοι, ἴσως, φασὶν |
| book 134-6a1.3 | ἔνιοι, ὅτι οἱ ἄρσενες λέοντες οὐ σκυμναγωγοῦσιν, ἀλλὰ θήλειαι μόναι. |
| book 134-6a1.4 | κατὰ δὲ τὸ ἀρσενικὸν καὶ ἐπὶ τῆς θηλείας τέτακται ὁ λέων, καὶ ἔστιν |
| book 134-6a1.5 | ἐπίκοινον· ἔστι γάρ τινα ὀνόματα ἀρσενικά, ἃ καὶ ἐπὶ θηλυκῶν τάσσε‐ |
| book 134-6a1.1 | ται, καὶ θηλυκά, ἃ καὶ ἐπ’ ἀρσενικῶν, οἷον ἱέραξ μὲν καὶ ἐπ’ ἄρσενος καὶ |
| book 134-6a1.2 | θηλείας τάσσεται, πάρδαλις δὲ θηλυκὸν ὄνομα καὶ ἐπ’ ἀρσενικοῦ τίθε‐ |
| book 134-6a1.3 | ται. οὐκοῦν κατὰ μὲν τὴν ἡμετέραν συνήθειαν λέων μὲν λέγεται ὁ ἄρ‐ |
| book 134-6a1.4 | σην, λέαινα δὲ ἡ θήλεια, κατὰ δὲ τὸν Ὅμηρον μήπω τὴν λέαιναν εἴ‐ |
| book 134-6a1.10.1 | θισται, ἀλλὰ τὸ ἀρσενικὸν μόνον· διὸ εἰπεῖν ἀρσενικῷ ἄρθρῳ χρώμενον |
| book 134-6a1.10.2 | ᾧ ῥά τε νήπι’ ἄγοντι (134), οὐχὶ ‘ᾗ ῥά τε νήπι’ ἀγούσῃ‘. ὁ δὲ |
| book 134-6a1.10.3 | Ἀντίμαχος (fr. 147 W.) ἐκ τούτου πλανηθεὶς ᾠήθη καὶ τὸν ἄρσενα |
| book 134-6a1.10.4 | σκυμναγωγεῖν. A |
| book 134-6a2.1 | οὔτε δὲ παρὰ Ζηνοδότῳ οὔτε ἐν τῇ Χίᾳ ἦσαν οἱ τρεῖς |
| book 134-6a2.2 | στίχοι, ἐπεί φασιν μὴ σκυμναγωγεῖν τοὺς ἄρσενας τῶν λεόντων. T |
| book 134-6b.1 | ᾧ ῥά τε νήπι’ ἄγοντι—ὄσσε καλύπτων: οὐ |
| book 134-6b.2 | σκυμναγωγεῖ 〈ὁ〉 λέων. ἴσως οὖν τὴν θήλειάν φησιν· οὐκ οἶδε γὰρ |
| book 134-6b.3 | Ὅμηρος τὸ λέαινα· διὸ φθάσας εἰπεῖν „λέων“ (Ρ 133) ὅλα ἀρσενικῶς |
| book 134-6b.4 | ἐπάγει (sc. 134—5)· καὶ γάρ φησιν „ἐπεί σε λέοντα γυναιξί / Ζεὺς |
| book 134-6b.5.1 | θῆκεν“ (Φ 483—4). b(BCE3E4)T ὁ δὲ Ἀντίμαχος (fr. 147 W.) |
| book 134-6b.5.2 | καὶ τὸν ἄρρενά φησι σκυμναγωγεῖν. T | τὸ μέγεθος δὲ Αἴαντος ὑπο‐ |
| book 134-6b.5.3 | φαίνει ἡ παραβολή. A b (BCE3E4)T |
| book 134-6c.1 | ᾧ ῥά τε νήπι’ ἄγοντι〈—ὄσσε καλύπτων〉: ἐπὶ |
| book 134-6c.2 | μὲν τῆς Μενελάου εἰκόνος (sc. Ρ 4—5) τὴν φιλοστοργίαν τῆς βοὸς |
| book 134-6c.3 | παρέλαβεν, ἐπὶ δὲ τῆς τοῦ Αἴαντος τὸ ἄλκιμον. A |
| book 134.1 | νήπι’ ἄγοντι: φυσικὴν οἶδε τὴν τῶν τέκνων φιλοστορ‐ |
| book 134.2 | γίαν. ἐπὶ ὀρνίθων „μάστακ’, ἐπεί κε λάβῃσιν, b(BCE3E4)T ἀ‐ |
| book 134.3 | πτῆσι νεοσσοῖσι προφέρῃσιν“ (cf. Ι 324 et 323), b(BCE3E4) ἐπὶ |
| book 134 | κυνῶν „ὡς δὲ †λέων† ἀμαλῇσι περὶ †σκυλάκεσι톓 (υ 14), ἐπὶ θρεμ‐ |
| book 134.5.1 | μάτων „ὥς τις περὶ πόρτακι μήτηρ“ (Ρ 4), ἐπὶ θηρῶν ἀγρίων, ὡς |
| book 134.5.2 | νῦν. b(BCE3E4)T |
| book 135 | 〈ἐπακτῆρες:〉 κυνηγοί, ἀπὸ τοῦ ἐπάγειν τοὺς κύνας. Aint |
| book 136 | ἐπισκύνιον: τὸ ἐπάνω—τοῖς ὀργιζομένοις. A |
| book 136a.1 | πᾶν δέ τ’ ἐπισκύνιον 〈κάτω ἕλκεται ὄσσε κα‐ |
| book 136a.2 | λύπτων〉: ἱστόρηται τοῦτο ἐπὶ τῆς ἀληθείας· φασὶ γάρ, ὅταν ἐμ‐ |
| book 136a.3 | πέσῃ λέων ἔχων σκύμνους, μαχόμενον αὐτὸν πρὸς τοὺς κυνηγοὺς κα‐ |
| book 136a.4 | τανεύειν καὶ καλύπτειν τὰ φάη, ὅπως μὴ θεωρῶν τὰ ἐπιφερόμενα βέλη |
| book 136a.5 | δειλιάσας καταλίπῃ τὸ τέκνον. A |
| book 136b.1 | ἕλκεται ... καλύπτων: ἕλκεται ἔφη ἀντὶ τοῦ ἕλκει. | |
| book 136b.2 | καλύπτων δέ, ὁ λέων· διὸ καὶ διὰ τοῦ ω γράφεσθαι συνεφώνουν |
| book 136b.3 | ἅπασαι. A |
| book 136c.1 | ὄσσε καλύπτων: ὁ λέων. | ὑπερέβαλε δὲ ὁ λόγος καὶ |
| book 136c.2 | τὴν γραφικήν. T |
| book 139 | 〈ἑστήκει:〉 ἔξω τοῦ ι. Aint |
| book 140-1.1 | 〈Γλαῦκος—χαλεπῷ ἠνίπαπε μύθῳ:〉 εἰκό‐ |
| book 140-1.2 | τως διὰ Σαρπηδόνα. Til |
| book 142a.1 | μάχης ἄρα πολλὸν ἐδεύεο: δειλίαν αὐτῷ ὀνειδίζει, ὃ |
| book 142a.2 | μάλιστα κινεῖν ἔμελλε τὸν Ἕκτορα. b(BCE3E4)T ἐπεὶ δὲ δικαίως |
| book 142a.3 | ἀγανακτεῖ, φέρει αὐτὸν ὁ Ἕκτωρ ὀνειδίζοντα (cf. Ρ 170—83). b |
| book 142a | (BE3E4)T |
| book 142b.1 | μάχης ἄρα πολλὸν ἐδεύεο: μάλιστα τὸν Ἕκτορα |
| book 142b.2 | ἔμελλε κινεῖν, καὶ 〈διὰ〉 τοῦτο ἦν ἀναγκαῖον τούτῳ πρώτῳ χρῆσθαι. A |
| book 142-8.1 | μάχης ἄρα πολλὸν ἐδεύεο—νωλεμὲς αἰεί: |
| book 142-8.2 | ὅρα τὴν τάξιν τοῦ λόγου καὶ τὴν τομήν· πρῶτον ἔθηκε τὸ κατὰ τὸν |
| book 142-8.3 | Ἕκτορα ὡς ἀφέστηκε τῆς μάχης καὶ ἀμελεῖ τῶν συμμάχων (cf. 142—5). |
| book 142-8.4 | εἶτα ἐπάγει τὸ καθ’ ἑαυτὸν ὡς δίκαιον ποιῶν, εἰ ἀποσταίη καὶ αὐτὸς |
| book 142-8.5.1 | μετὰ τῶν Λυκίων (cf. 146—7), καὶ τὴν αἰτίαν ἐπεξεργάζεται, ἐπεὶ |
| book 142-8.5.2 | οὐκ ἄρα τις χάρις ἦεν / b(BCE3E4)T μάρνασθαι δηΐοι‐ |
| book 142-8.5.3 | σιν (147—8). T |
| book 143a.1 | 〈ἦ:〉 περισπαστέον {δὲ} τὸν ἦ, εἴτε θαυμαστικῶς εἴτε βε‐ |
| book 143a.2 | βαιωτικῶς κεῖται. A |
| book 143b.1 | φύξηλιν: παράγωγον A Til ἀπὸ τοῦ φύξω μέλλον‐ |
| book 143b.2 | τος, Til | φυγάδα ὄντα καὶ δειλόν. | καὶ τὸ φεύγειν καὶ τὸ ἀλέασθαι |
| book 143b.3 | ἔγκειται ἐν τῇ λέξει. A |
| book 144a1.1 | 〈σαώσεις:〉 οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ „σαώσῃσ“ διὰ |
| book 144a1.2 | τοῦ η. Aim |
| book 144a2 | διὰ τῆς ει διφθόγγου τὸ σαώσεις. Til |
| book 146-8.1 | οὐ γάρ τις Λυκίων〈—νωλεμὲς αἰεί〉: οἱ |
| book 146-8.2 | γὰρ στρατιῶται ὁρῶντες ἀνεκδικήτους τοὺς τελευτήσαντας ἀποστή‐ |
| book 146-8.3 | σονται τῶν κινδύνων. b(BE3E4)T τοῦτο δὲ δηλοῖ διὰ τοῦ |
| book 146-8.4 | ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν / μάρνασθαι δηΐοισιν (147—8). |
| book 146-8.5 | T |
| book 147a1 | ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν: οὐ γάρ ἐστι χαριστέον |
| book 147a1.1 | σοι ἐκ τοῦ μάχεσθαι· τὸ γὰρ οὐκ ἄρα ἀντὶ τοῦ ‘οὐχ ὡς ἔοικεν‘· |
| book 147a1.2 | „οὐκ ἄρα μοῦνον ἔην Ἐρίδων γένοσ“ (Hsd. opp. 11), „οὐκ ἄρα σοί γ’ |
| book 147a1.3 | ἐπὶ εἴδει“ (ρ 454). T |
| book 147a2.1 | ἐπεὶ οὐκ ἔστι χαριστέον σοι τοῦτο· ἀντὶ τοῦ ‘ὡς ἔοικε‘ γάρ |
| book 147a2.2 | ἐστι τὸ ἄρα· οἷον οὐ γάρ ἐστί σοι τοῦτο εἰς χάριτος τάξιν. ἢ οὐδὲν |
| book 147a2.3 | αὐτοῖς χαρίζῃ. b(BE3E4) |
| book 149a.1 | πῶς κε 〈σὺ〉 χείρονα φῶτα 〈σαώσειασ〉: ὁ γὰρ τοῦ |
| book 149a.2 | βασιλέως πεσόντος ἀμελήσας ποῖος φανεῖται περὶ τοὺς ἐκείνου χείρο‐ |
| book 149a.3 | νας; b(BCE3E4)T |
| book 149b1.1 | {πῶς κε σὺ χείρονα φῶτα σαώσηας} μεθ’ ὅμιλον: διὰ |
| book 149b1.2 | τοῦ ν μεθ’ ὅμιλον. παρὰ δὲ Ζηνοδότῳ „μεθ’ ὁμίλου“· καὶ λόγον |
| book 149b1.3 | ἔχει ἀντὶ τοῦ ἔξω ὁμίλου. A |
| book 149b2.1 | Ζηνόδοτος δὲ γράφει „μεθ’ ὁμίλου“ ἀντὶ τοῦ ἔξω τοῦ πο‐ |
| book 149b2.2 | λέμου. T |
| book 149c1 | μεθ’ ὅμιλον: ἀντὶ τοῦ ἐκ πολέμου. T |
| book 149c2.1 | τὸ δὲ μεθ’ ὅμιλον οἱονεὶ ἐν πολέμῳ ἢ ἐκ πολέμου. b |
| book 149c2.2 | (BCE3E4) |
| book 150-1.1 | σχέτλι’, 〈ἐπεὶ—γενέσθαι:〉 ἀγνοοῦσι τὰ ᾠκο‐ |
| book 150-1.2 | νομημένα περὶ τοῦ Σαρπηδόνος Ἀπόλλωνι. Aim |
| book 151a.1 | 〈κάλλιπες Ἀργείοισιν ἕλωρ καὶ κύρμα γε‐ |
| book 151a.2 | νέσθαι:〉 τὸ κάλλιπες τὸν ἐθελόκακον δηλοῖ. πῶς δὲ δίκαιον τὸν |
| book 151a.3 | ξένον, τὸν φίλον, τὸν σύμμαχον περιορᾶσθαι; b(BCE3E4)T |
| book 151b | ἕλωρ: ἡ διπλῆ, ὅτι τὰ „ἑλώρια“ (Α 4) οὐκ ἔστι βρώματα, ὡς οἱ |
| book 151b | Γλωσσογράφοι, ἀλλ’ ἑλκύσματα. A |
| book 151c | 〈ἕλωρ:〉 ἀναίρεμα. Til |
| book 152a | 〈πόλλ’ ὄφελος:〉 πολλαχῶς ὠφέλημα. Aim |
| book 152b.1 | 〈πολλά:〉 πολλάκις, b(BCE3E4) πολλαχῶς. ἢ λεί‐ |
| book 152b.2 | πει ἡ κατά. b(BCE3E4)Til |
| book 153a.1 | νῦν δ’ οὔ οἱ ἀλαλκέμεναι κύνας ἔτλης: ὅτι ὑπόνοια |
| book 153a.2 | τοῖς Τρωσὶν ἐγένετο ὡς κυνοβρώτου τοῦ σώματος ἐσομένου, εἰ μὴ τὸν |
| book 153a.3 | Πάτροκλον ἀνθελκύσαιεν καὶ ὑφ’ αὑτοὺς ἔχοιεν εἰς ἀνταπόδοσιν τῶν |
| book 153a.4 | περὶ Σαρπηδόνος· ἄριστος γὰρ οὗτος ὥστε μὴ ἀμεληθῆναι τὴν ἀνα‐ |
| book 153a.5.1 | κομιδὴν τοῦ σώματος αὐτοῦ, ἐξ οὗ συνέβαινεν ἀνταποδίδοσθαι τὸν |
| book 153a.5.2 | Σαρπηδόνα· διὸ ἐπιφέρει „τοίου γὰρ θεράπων πέφατ’ ἀνέρος, ὃς |
| book 153a.5.3 | μέγ’ ἄριστος / Ἀργείων παρὰ νηυσὶ“ (Ρ 164—5). A |
| book 153b.1 | 〈κύνας ἔτλης:〉 ὅτι Ζηνόδοτος γράφει „κύον, ἔτλησ“. |
| book 153b.2 | ἄλογον δέ. Aint |
| book 154-5.1 | τῶ νῦν εἴ τις ἐμοὶ Λυκίων 〈ἐπιπείσεται ἀν‐ |
| book 154-5.2 | δρῶν / οἴκαδ’ ἴμεν, Τροίῃ δὲ πεφήσεται αἰπὺς ὄλεθροσ〉: |
| book 154-5.3 | ἤτοι ὑποστικτέον ἀνδρῶν (154), ἵνα στίζωμεν ἴμεν (155), ὁ δὲ λό‐ |
| book 154-5.4 | γος εἴη ‘διόπερ εἴ τίς μοι πεισθείη τῶν Λυκίων, οἴκαδε πορευσόμεθα‘. |
| book 154-5.5.1 | ἢ ὑποστικτέον ἐπὶ τὸ ἴμεν (155), ἵν’ ᾖ ἀπαρέμφατον, ὁ δὲ δέ (155) |
| book 154-5.5.2 | σύνδεσμος περισσεύῃ, Τροίῃ δέ (155), τοῦ λόγου τοιούτου γινο‐ |
| book 154-5.5.3 | μένου ‘διόπερ νῦν εἴ τίς μοι πεισθείη τῶν Λυκίων οἴκαδε ὑποστρέφειν, |
| book 154-5.5.4 | ἀπόλοιτο ἂν ἡ Τροία‘. A |
| book 155a | ἴμεν: Ἀρίσταρχος ἀπαρέμφατον, καὶ λείπει τὸ καλῶς |
| book 155a | ποιήσει. ὁ δὲ Σιδώνιος „ἴ〈τ〉ω“. T |
| book 155b.1 | {οἴκαδ’ ἴμεν, τροίηι δὲ} πεφήσεται: τὸ πεφήσεται |
| book 155b.2 | οὐκ ἔστιν ὅμοιον τῷ „πέφαται δ’ ὤριστος Ἀχαιῶν“ (Ρ 689), ἀλλὰ |
| book 155b.3 | πεφήσεται ὄλεθρος φανήσεται. A |
| book 155c | 〈πεφήσεται:〉 φανερωθήσεται. Til |
| book 156-9.1 | εἰ γὰρ νῦν Τρώεσσι〈—Ἴλιον εἴσω〉: ἀπει‐ |
| book 156-9.2 | λήσας τὴν ἐπάνοδον (sc. Ρ 154—5) πάλιν προτρέπει ἐπὶ τὴν βοή‐ |
| book 156-9.3 | θειαν, ὀργιζομένου καὶ κηδομένου ἐμφαίνων διάθεσιν. b(BCE3E4)T |
| book 156.1 | 〈εἰ γὰρ νῦν Τρώεσσι μένος πολυθαρσὲς ἐνείη:〉 |
| book 156.2 | λεληθότως καὶ Τρώων καθάπτεται. b(BCE3E4)Til |
| book 161a | 〈τεθνηώς:〉 οὕτως διὰ τοῦ η τεθνηώς. Aim |
| book 161b.1 | 〈καί μιν ἐρυσαίμεθα χάρμης:〉 καὶ διὰ μάχης αὐτὸν |
| book 161b.2 | ἐξελκύσαιμεν. Aint Til |
| book 163a.1 | λύσειαν, καί κ’ αὐτὸν 〈ἀγοίμεθα Ἴλιον εἴσω〉: |
| book 163a.2 | ὅτι οὐκ ἴσασιν οἱ περὶ τὸν Γλαῦκον, εἰ ἀποκεκόμισται ὁ Σαρπηδὼν |
| book 163a.3 | εἰς Λυκίαν ὑπὸ τοῦ Ὕπνου καὶ τοῦ Θανάτου (cf. Π 676—83)· διό |
| book 163a.4 | φησιν ἀντιρυσιάσαι τὸν Πάτροκλον ὡς ἀνακομίσαι τὸν Σαρπηδόνα. A |
| book 163b.1 | καί κ’ αὐτὸν ἀγοίμεθα 〈Ἴλιον εἴσω〉: τοῦ Πα‐ |
| book 163b.2 | τρόκλου ταχέως ἂν ἀπολυτρωθείη τὸ σῶμα τοῦ Σαρπηδόνος. πῶς; |
| book 163b.3 | διδάξει διὰ τῶν ἐπιφερομένων „τοίου γὰρ θεράπων πέφατ’ ἀνέροσ“ |
| book 163b | (Ρ 164). οὐκ ἂν ἐναδιαφοροῖεν ἐν τῇ αἰκίᾳ τοῦ Πατρόκλου διὰ τὸ εἶναι |
| book 163b.5.1 | αὐτὸν ὑπερέχοντος ἀνδρὸς θεράποντα (cf. Ρ 164—5), ἀλλὰ ταχέως |
| book 163b.5.2 | ἂν ἀπολυτρώσαιεν τὸν Σαρπηδόνα, ἵνα καὶ αὐτοὶ κομίσωνται τὸν |
| book 163b.5.3 | Πάτροκλον. A |
| book 161c | 〈ἀγοίμεθα:〉 ὅτι ἐπὶ ἀψύχων τὸ ἀγοίμεθα. Aim TTil |
| book 164a.1 | τοίου γὰρ θεράπων 〈πέφατ’ ἀνέρος, ὃς μέγ’ |
| book 164a.2 | ἄριστοσ〉: τεχνικῶς μέγα δείκνυσι τὸ κατόρθωμα, μᾶλλον προτρέ‐ |
| book 164a.3 | πων αὐτούς. b(BCE3E4)T |
| book 161b.1 | ἄλλως· τοίου γὰρ θεράπων〈—ἄριστοσ〉: |
| book 161b.2 | ἀξιόπιστα τὰ ἐγκώμια ὑπὸ πολεμίου λεγόμενα. b(BCE3E4)T |
| book 166 | οὐκ ἐτάλασσας: οὐχ ὑπέμεινας. | ἀπὸ τούτου καὶ τλήμων |
| book 166 | ὁ ὑπομενητικός. A |
| book 167a1.1 | 〈στήμεναι ἄντα〉 κατ’ ὄσσε ἰδών: οὐκ ἀντιμαχέ‐ |
| book 167a1.2 | σασθαι, ἀλλ’ οὐδὲ ἀντιβλέψαι. T |
| book 167a2.1 | οὐ μόνον οὐκ ἀντιστῆναι ἠδυνήθης, φησίν, ἀλλ’ οὐδὲ ἀν‐ |
| book 167a2.2 | τιβλέψαι. b(BCE3E4) |
| book 167b | 〈δηΐων ἐν ἀϋτῇ:〉 ἐν τῇ πρὸς τοὺς πολεμίους μάχῃ. Til |
| book 170-8a1.1 | Γλαῦκε, 〈τίη δὲ σὺ τοῖος ἐὼν—μαχέ‐ |
| book 170-8a1.2 | σασθαι〉: οὐκ εὐπορῶν ἀπολογίας πρὸς μὲν τὰ κατηγορηθέντα |
| book 170-8a1.3 | †ἀποκρίνεται, ὡς ὑβρισμένος δὲ ἀγανακτεῖ. εἶτα (cf. 176—8) δὲ καὶ |
| book 170-8a1.4 | τὴν αἰτίαν ψεύδεται, εἰς τὸν Δία ἀναφέρων τὸ ὅλον. b(BCE3E4)T |
| book 170-8a2.1 | {γλαῦκε τίη δὲ σύ:} πρὸς τὰ ῥηθέντα οὐδὲν ἀποκρίνεται, ὡς |
| book 170-8a2.2 | ὑβρισμένος δὲ ἀγανακτεῖ. A |
| book 170a | τίη: Ἀττικῶς διὰ τί. Aint Til |
| book 170b | 〈ὑπέροπλον:〉 ἀνάρμοστον. Til |
| book 171a1 | 〈ὦ πόποι:〉 παρὰ Ζηνοδότῳ „ὦ πέπον“, οὐ κακῶς. Aim |
| book 171a2 | Ζηνόδοτος „ὦ πέπον“. Til |
| book 171b.1 | 〈περὶ φρένας ἔμμεναι ἄλλων:〉 ὑπερεῖναι τῶν ἄλ‐ |
| book 171b.2 | λων. Til |
| book 172.1 | τῶν ὅσσοι Λυκίην 〈ἐριβώλακα ναιετάουσι〉: με‐ |
| book 172.2 | μείωκε τὴν ἔμφασιν, καὶ τὰ τοιαῦτα εἴωθεν ἀθετεῖν ὁ Ἀρίσταρχος. A |
| book 173a.1 | 〈νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας οἷον |
| book 173a.2 | ἔειπεσ〉: ὅτι νῦν μὲν ὀρθῶς ἔχει, ἐν δὲ τῇ Ξ (sc. 95) κακῶς ἐντεῦθεν |
| book 173a.3 | μετενήνεκται. A |
| book 173b1.1 | νῦν δέ σευ: παρὰ Ζηνοδότῳ „νῦν δέ σε“, ἔξω τοῦ |
| book 173b1.2 | υ. A |
| book 173b2 | γράφεται „νῦν δέ σευ“. Til |
| book 174a.1 | με φῄς: ἀξιοῖ ὁ Ἀσκαλωνίτης (p. 56 B.) ἀναγινώσκειν |
| book 174a.2 | δισυλλάβως ἐπὶ ἀορίστου χρόνου. ὁ μέντοι Ἀλεξίων (fr. 60 B.) μο‐ |
| book 174a.3 | νοσυλλάβως ἐπὶ ἐνεστῶτος χρόνου· διὸ καὶ σὺν τῷ 〈ι〉 γράφεσθαι. |
| book 174a.4 | τοῦτο δὲ ἀπαιτεῖ καὶ ἡ διάνοια. κἀγὼ δὲ συγκατατίθεμαι· διὸ ἐν τῇ |
| book 174a.5 | συντάξει ἐγκλιτέον· ὀξύνεται γὰρ ἐπὶ ἐνεστῶτος χρόνου. A |
| book 174b1.1 | 〈με φῄς:〉 οὕτως ἐπὶ ἐνεστῶτος ἀντὶ τοῦ λέγεις, καὶ |
| book 174b1.2 | τὸ ι. Aim |
| book 174b2 | φῄς ἐνεστῶτος. Til |
| book 176-8.1 | 〈ἀλλ’ αἰεί τε Διὸς κρείσσων νόος—μα‐ |
| book 176-8.2 | χέσασθαι:〉 οὐκ εὐπορῶν ἀπολογίας τὸν Δία αἰτιᾶται. Til |
| book 176 | 〈αἰγιόχοιο:〉 γράφεται „ἠέ περ ἀνδρόσ“. Aim |
| book 178a.1 | ῥηϊδίως, ὁτε δ’ αὐτὸς 〈ἐποτρύνει μαχέσασθαι〉: |
| book 178a.2 | ὅτι ἀκαταλλήλως καὶ ἰδίως ἐπενήνοχε τὸ ὁτε δ’ αὐτός· ἔδει γὰρ ἢ |
| book 178a.3 | οὕτως εἰπεῖν ‘τότε δ’ αὐτὸς ἐποτρύνει‘, ἢ προσληπτέον ἔξωθεν τὸ |
| book 178a.4 | ἔστι〈ν〉 ὥστε γίνεσθαι τὸ πλῆρες ‘ἔστι δ’ ὅτε καὶ αὐτὸς ἐποτρύνει |
| book 178a.5 | μάχεσθαι‘. A |
| book 178b.1 | 〈ὁτὲ δ’ αὐτός:〉 παρὰ Ἀριστοφάνει „τότε δ’ αὐτόσ“. |
| book 178b.2 | Aint Til |
| book 179-83.1 | ἀλλ’ ἄγε δεῦρο〈—θανόντοσ〉: ὅρα, ἃ |
| book 179-83.2 | ἐπαγγέλ〈λ〉εται καὶ τί μέλλει ποιεῖν. T |
| book 181-2.1 | 〈ἦ τινα καὶ Δαναῶν ἀλκῆς μάλα περ〉 με‐ |
| book 181-2.2 | μαῶτα 〈/ σχήσω ἀμυνέμεναι〉: τὸ ἑξῆς οὕτως· ἤ τινα καὶ b |
| book 181-2.3 | (BCE3E4) μεμαῶτα ἀμύνειν σχήσω τῆς ἀλκῆς. b(BCE3E4)T |
| book 186-7 | ὄφρ’ ἂν ἐγὼν Ἀχιλῆοσ〈—κατακτάσ〉: προσ‐ |
| book 186-7.1 | εδόκησεν ἄν τις αὐτὸν δυσωπηθέντα τοὺς λόγους, ὡς καὶ αὐτὸς |
| book 186-7.2 | ἐπηγγείλατο, κινηθῆναι ἐπὶ τῷ πράγματι. ὁ δὲ ἐπιλέλησται μὲν ὧν |
| book 186-7.3 | αὐτὸς εἶπεν, ἠμέλησε δὲ τῶν ὀνειδῶν, ἐπὶ δὲ τὴν ἑαυτοῦ ἐπιθυμίαν |
| book 186-7.5 | ἐξάγεται. A b (BE3E4)T |
| book 187.1 | καλά, τὰ Πατρόκλοιο 〈βίην ἐνάριξα κατακτάσ〉: |
| book 187.2 | οὗτος ἀλαζονεύεται μηδὲν ἀξιόλογον δεδρακώς· διὸ ἐπιμελῶς χαρα‐ |
| book 187.3 | κτηρίζει τοὺς βαρβάρους, τοιούτους παραδιδούς. ἐνταῦθα μὲν οὖν |
| book 187.4 | ὀρθῶς ἔχει τὰ λεγόμενα, ἀνωτέρω δὲ οὐκέτι· αὐτὸς γὰρ ἦν Ὅμηρος |
| book 187.5.1 | ἱστορῶν „Ἕκτωρ μὲν Πάτροκλον ἐπεὶ κλυτὰ τεύχε’ ἀπηύρα, / ἕλχ’ |
| book 187.5.2 | ἵν’ ἀπ’ ὤμοιϊν“ (Ρ 125—6). A |
| book 189-90a1.1 | θέων δ’ ἐκίχανεν ἑταίρους / ὦκα μάλ’ οὔπω |
| book 189-90a1.2 | τῆλε ποσὶ κραιπνοῖσι μετασπών: τὸ ἑξῆς ἐστι ‘θέων ἐκίχανεν |
| book 189-90a1.3 | ἑταίρους ὦκα μάλα κραιπνοῖσι ποσὶ μετασπών‘, τουτέστι μετελθὼν |
| book 189-90a1.4 | αὐτούς, ἀπὸ τοῦ σπέσθαι καὶ ἕπεσθαι, μετ’ αὐτοὺς ἀκολουθήσας. A |
| book 189-90a2.1 | {ὦκα μάλ’:} ποσὶ μετασπὼν ἐκίχανε τοὺς ἑταίρους οὐ |
| book 189-90a2.2 | τῆλε. T |
| book 190a.1 | 〈ὦκα μάλ’, οὔ πω τῆλε, ποσὶ κραιπνοῖσι με‐ |
| book 190a.2 | τασπών:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ μάλα, τῆλε. Aint |
| book 190b.1 | οὔπω τῆλε: αὕτη αἰτία ἀποδέδοται τοῦ ὦκα αὐτοὺς |
| book 190b.2 | κατειλῆφθαι· οὔπω γὰρ ἦσαν τῆλε αὐτοῦ καὶ μακρὰν κεχωρισμένοι. A |
| book 190c.1 | {ποσὶ κραιπνοῖσι} μετασπών: ὡς καταλαβών· ἔστι γὰρ |
| book 190c.2 | δεύτερος ἀόριστος. οὐδεμία δὲ μετοχὴ ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν |
| book 190c.3 | τόνον ὅτι μὴ μόνη ἡ „ἀέκων“ (Λ 557 al.), περὶ ἧς ζητοῦμεν (sc. Hrd. |
| book 190c.4 | καθ. 1,472,20). A |
| book 190d.1 | μετασπών: διώκων. T | τινὲς δὲ ἐβάρυναν, οὐκ εὖ· οὐ‐ |
| book 190d.2 | δεμία γὰρ μετοχὴ ἀναβιβάζει τὸν τόνον ἐν τῇ συνθέσει εἰ μὴ ἡ ἄκων. |
| book 190d | b(BCE3)T |
| book 191a.1 | οἳ προτὶ ἄστυ φέρον κλυτὰ τεύχεα 〈Πηλεΐδαο〉: |
| book 191a.2 | ἑάλωκεν οὗτος τῷ ἐξαιρέτῳ τῶν ὅπλων κάλλει καὶ νυνὶ μετὰ πάσης |
| book 191a.3 | σπουδῆς ἐπείγεται καταλαβεῖν τοὺς φέροντας, μὴ φθάσωσιν εἰς τὴν |
| book 191a.4 | πόλιν πορευθέντες. μετενόησε δὲ κρατούμενος ὑπὸ τῆς ἐπιθυμίας. A |
| book 191b | 〈Πηλεΐδαο:〉 ἐν ἄλλῳ „Πηλείωνοσ“. Aim |
| book 192.1 | στὰς δ’ ἀπάνευθε μάχησ〈—ἔντε’ ἄμειβεν〉: |
| book 192.2 | ἔπεμψε μὲν τοὺς ἑταίρους φέροντας τὰ ὅπλα, μὴ δυνηθεὶς δὲ πρὸς τὴν |
| book 192.3 | ἐπιθυμίαν ἀντισχεῖν μετανοεῖ καὶ σπεύδει καλλωπίσασθαι, διὰ τῶν |
| book 192.4 | θείων ὅπλων δόξαν καὶ φυλακὴν παρέχων ἑαυτῷ θέλων τε τοὺς |
| book 192.5.1 | Τρῶας ἐπιρρῶσαι καὶ τοὺς Ἀχαιοὺς φοβῆσαι. ἅμα δὲ καὶ οὕτως ἀποδί‐ |
| book 192.5.2 | δοσθαι θέλει τὰ ὅπλα τῷ Ἀχιλλεῖ ὁ ποιητής. b(BCE3E4)T |
| book 193 | 〈προτὶ Ἴλιον ἱρήν:〉 ὅτι θηλυκῶς εἶπε τὴν Ἴλιον. Aint |
| book 197a.1 | γηράς {ἀλλ’ οὐχ ὑιὸς}: ὅτι οὕτως εἰώθασι σχηματίζειν |
| book 197a.2 | ἀντὶ τοῦ γηράσας. A |
| book 197b | γηράς: ἀποκοπὴ τοῦ γηράσας, ὡς „ὑποφθάσ“ (Η 144), |
| book 197b.1 | „ἐπιπλώσ“ (Ζ 291). b(BCE3E4)T καὶ Κόριννα (fr. 27 P. = |
| book 197b.2 | P.M.G. 680) „βροντὰσ“ ἀντὶ τοῦ βροντήσας. T τινὲς δὲ ἀπὸ |
| book 197b.3 | τοῦ γήρημι γηράς, ὡς κίχρημι κιχράς· ὅθεν τὸ „γηράντεσσι τοκεῦσι“ |
| book 197b.5.1 | (Hsd. opp. 188) παρατάσεως μᾶλλόν ἐστιν ἤπερ συντελείας, γηρῶσι |
| book 197b.5.2 | τοῖς γονεῦσι καὶ ἐν παρατάσει οὖσι τοῦ γηρᾶν, οὐχὶ τέλος λαβοῦσι |
| book 197b.5.3 | τοῦ γήρως· ὁ γὰρ τέλος λαβὼν τοῦ γήρως τέθνηκε. καὶ ἐνθάδε τὸ |
| book 197b.5.4 | γηράς ἀντὶ τοῦ γηρῶν, οὐχὶ γηράσας. b(BCE3E4)T |
| book 197c.1 | ἀλλ’ οὐχ υἱὸς ἐν ἔντεσι πατρὸς ἐγήρα: ἡδὺ καὶ T |
| book 197c.2 | περιπαθὲς τὸ εὑρίσκεσθαι δυστυχέστερον τοῦ πατρὸς τὸν υἱόν. A T |
| book 198-208.1 | 〈τὸν δ’ ὡς οὖν ἀπάνευθεν〉 ἴδε〈ν〉 νεφεληγε‐ |
| book 198-208.2 | ρέτα Ζεύσ〈—Πηλείωνοσ〉: ἐλέγξαι βουλόμενος τὴν κε‐ |
| book 198-208.3 | νοσπουδίαν Ἕκτορος οὐκ ἐκ τοῦ ἰδίου προσώπου τὸν λόγον ἐποιή‐ |
| book 198-208.4 | σατο b(BCE4)T (ἐφαίνετο γὰρ ἂν πρὸς ἀπέχθειαν κατηγο‐ |
| book 198-208.5.1 | ρῶν), περιθεὶς δὲ τῷ Διῒ τοὺς λόγους ἀξιοπιστότερον τοῦ βαρβάρου |
| book 198-208.5.2 | κατηγόρησεν. b(BE4)T |
| book 201a.1 | ἆ δεῖλ’, 〈οὐδέ τί τοι θάνατος καταθύμιός ἐστιν〉: |
| book 201a.2 | σχετλιάζων ἐπὶ τῷ ἐπάρματι τῆς εὐτυχίας διδάσκει μετριάζειν. b |
| book 201a.3 | (BCE3E4)T |
| book 201b.1 | ἆ δεῖλ’, 〈οὐδέ τί τοι θάνατος καταθύμιός ἐστιν〉: |
| book 201b.2 | ἄθλιον καλεῖ τὸν Ἕκτορα τῶν μελλόντων ἀνόητον ὄντα. ὁπότε οὖν |
| book 201b.3 | παρεισῆκται αὐτὸς ὁ Ζεὺς καταμεμφόμενος τοῦ Ἕκτορος τὴν ἀλαζο‐ |
| book 201b.4 | νείαν, διδάσκει Ὅμηρος καθ’ αὑτὸν ἕκαστον φρονεῖν καὶ μὴ τὰ μείζονα |
| book 201b.5 | τῆς ἑκάστου φύσεως ἐπτοῆσθαι. A |
| book 201c | ἆ δείλ’ οὐδέ τί τοι 〈θάνατοσ〉: ζητεῖ ὁ Ἡρωδιανὸς |
| book 201c.1 | ἐν τῷ πρώτῳ ὑπομνήματι τοῦ Περὶ παθῶν Διδύμου (2,389,12, cf. Did. p. 344 fr. 3 Schm.) |
| book 201c.2 | περὶ τοῦ ἆ δειλ’, πῶς δεῖ τονίζειν αὐτό, καί φησιν· „πολὺ δὲ πρότερον |
| book 201c.3 | παρὰ τῷ ποιητῇ ἐστι τὸ τῆς ἀναγνώσεως ἆ δείλ’, οὐδέ τί τοι |
| book 201c.5.1 | θάνατος ἢ „ἆ δεῖλ’, οὐδέ τί τοι θάνατοσ“· τὸ γὰρ πλῆρές ἐστιν ἆ |
| book 201c.5.2 | δειλέ· οὐ γάρ, ὡς οἱ ἐξηγησάμενοι, τοῦ δείλαιε ἀποκοπή· ἐν ἑτέροις |
| book 201c.5.3 | γὰρ αὐτὸς λέγει „ἆ δειλώ, τί νυ δάκρυ κατείβετον“ (φ 86). περιγέγρα‐ |
| book 201c.5.4 | πται οὖν ἡ ὀξεῖα, εἶτα καὶ ἀνάπαυσις γέγονεν. ἆρα γε οὖν φυλα‐ |
| book 201c.5.5 | χθήσεται ἡ ὀξεῖα, ἢ ἐπεὶ περιγέγραπται τὸ φωνῆεν τῆς ὀξείας, πε‐ |
| book 201c.10.1 | ριγεγράψεται καὶ ὁ τόνος; τὸ κρινόμενον ἐκεῖνο· ἵν’ ἐπιστάμενοι |
| book 201c.10.2 | ἀναγνῶμεν, ἕν ἐστιν εἰπεῖν· εἰ ἅπαξ περιγέγραπται τὸ φωνῆεν τὸ |
| book 201c.10.3 | ἔχον τὴν ὀξεῖαν, ὁ τόνος γενέσθω τῆς προτέρας συλλαβῆς, οὐχὶ τῆς |
| book 201c.10.4 | ἐπὶ τέλους.“ A |
| book 201d.1 | οὐδέ τί τοι θάνατος καταθύμιός ἐστιν: ἡ διπλῆ, |
| book 201d.2 | ὅτι οὕτως εἴρηκεν καταθύμιος ἀντὶ τοῦ κατὰ ψυχήν ἐστιν, οὐ |
| book 201d.3 | μεριμνᾷς περὶ τοῦ θανάτου. ἡμεῖς δὲ ἐν τῇ συνηθείᾳ λέγομεν καταθύμιον |
| book 201d.4 | τὸ ἀρεστόν. A |
| book 202a1.1 | ὃς δή τοι σχεδόν ἐστι: οὐχ οὕτως παρείληπται, ὡς |
| book 202a1.2 | ἡμεῖς ἐν τῇ συνηθείᾳ τάσσομεν διστακτικῶς τὸ σχεδόν, ἀλλ’ ἀντὶ τοῦ |
| book 202a1.3 | ἐγγύς. | αἱ δὲ Ἀριστάρχου „ὃς δή τοι σχεδὸν εἶσιν“. A |
| book 202a2 | Ἀρίσταρχος „εἶσιν“. Aim |
| book 202b | 〈σχεδόν:〉 ἐπὶ τοῦ χρόνου. Til |
| book 204.1 | {τοῦ δὴ ἑταῖρον ἔπεφνες} ἐνηέα {τε}: τὸν προσηνῆ, τὸν |
| book 204.2 | ἐναντίον τῷ ἀπηνεῖ. ὁ δὲ Ζωΐλος (fr. 30 Friedl. = FGrHist 71, 10) |
| book 204.3 | τὸ ἐν τῇ Ὀδυσσείᾳ „χαίρων οὕνεχ’ ἑταῖρον ἐνηέα λεῦσς’ ἐν ἀγῶνι“ |
| book 204 | (θ 200) ὡς ὄνομα ὑπέλαβεν. A |
| book 205-6a.1 | τεύχεα δ’ οὐ κατὰ κόσμον〈— / εἵλευ〉: ἰδοὺ |
| book 205-6a.2 | καὶ αὐτὸς ὁ Ζεὺς λέγει ὅτι Ἕκτωρ ἀφείλετο τὰ ὅπλα. ἄνω (sc. ad Ρ |
| book 205-6a.3 | 125 a) δὲ ἐπιτιμᾷ ὁ Ἀρίσταρχος. A |
| book 205-6b.1 | ἄλλως· 〈τεύχεα δ’ οὐ— / εἵλευ〉: ἐπεὶ μὴ ἀνελὼν |
| book 205-6b.2 | τὸν Πάτροκλον τὰ ὅπλα φορεῖ. A |
| book 205a.1 | οὐ κατὰ κόσμον: τὴν ἀγανάκτησιν τῶν ἀκροατῶν ὅρα, |
| book 205a.2 | πῶς συνελὼν τῷ Διῒ περιέθηκεν. T |
| book 205b.1 | {τεύχεα δ’} οὐ κατὰ κόσμον: Πηλεῖ γὰρ καὶ τοῖς Πη‐ |
| book 205b.2 | λέως ἐπέβαλεν αὐτὰ φορεῖν, οἷς ἔδωκαν οἱ θεοί (cf. Ρ 195—6). T |
| book 207-8a.1 | οὔτι μάχης ἐκνοστήσαντι 〈/ δέξεται Ἀνδρο‐ |
| book 207-8a.2 | μάχη κλυτὰ τεύχεα Πηλεΐωνοσ〉: εἰ καὶ ἔμελλε τις τῶν ἀκου‐ |
| book 207-8a.3 | όντων ἀγανακτήσειν ἐπὶ τῷ τὸν Ἕκτορα χρῆσθαι τοῖς Ἀχιλλέως |
| book 207-8a.4 | ὅπλοις, μαθὼν ὅτι οὐκ ἐπὶ πολύ, κἂν ἠλέησε τὸν Ἕκτορα. A b (BE3 |
| book 207-8a.5 | E4)T |
| book 207-8b.1 | 〈οὔτι μάχης ἐκνοστήσαντι /〉 δέξεται Ἀνδρομάχη |
| book 207-8b.2 | 〈—Πηλεΐωνοσ〉: πάθος ἐργάζεται ταῖς ἀλλοτρίαις συμφοραῖς |
| book 207-8b.3 | συναλγοῦν τὸ πρόσωπον. b(BCE3E4)T ἡ φιλανδρία δὲ Ἀν‐ |
| book 207-8b.4 | δρομάχης δείκνυται, εἰωθυίας ὁπλίζειν τὸν Ἕκτορα. b(BE3E4)T |
| book 207-8c.1 | 〈οὔτι μάχης ἐκνοστήσαντι /〉 δέξεται Ἀνδρομάχη |
| book 207-8c.2 | 〈—Πηλεΐωνοσ〉: καὶ τοῦτο ἠθικὸν ὅτι οὐ φθάσει πρὸς τοὺς |
| book 207-8c.3 | οἰκείους καλλωπίζεσθαι τοῖς ὅπλοις, οὗπερ ἐπεθύμει ὁ Ἕκτωρ. A |
| book 209.1 | καὶ κυανέῃσιν ἐπ’ ὀφρύσι 〈νεῦσε Κρονίων〉: τρα‐ |
| book 209.2 | γῳδίαν ἔχει τὸ ἐπὶ κυρώσει μεγάλων παθῶν νεῦμα. | ἔνευσε νικῆσαι· |
| book 209.3 | τὸ γὰρ ἀποθανεῖν ἐπέπρωτο. b(BCE3E4)T |
| book 210a.1 | Ἕκτορι δ’ ἥρμοσε τεύχε’ ἐπὶ χροΐ: οὐ γὰρ ἰσομεγέ‐ |
| book 210a.2 | θης Ἀχιλλεῖ ὁ Ἕκτωρ. πολλοὶ δὲ κέχρηνται τούτοις τοῖς ὅπλοις, |
| book 210a.3 | Πηλεὺς Ἀχιλλεὺς Πάτροκλος Ἕκτωρ, καὶ πᾶσι ἁρμόζουσι· φύσις |
| book 210a.4 | γὰρ αὕτη τῶν Ἡφαιστοτεύκτων, τὸ πᾶσιν ἁρμόδια γίνεσθαι. T |
| book 210b1.1 | δῦ δέ μιν Ἄρης: διὰ τοῦ Διὸς καὶ τῶν ὅπλων. Ἄρης |
| book 210b1.2 | δὲ πολεμικὴ ἐπιθυμία. T |
| book 210b2.1 | εἰσῆλθεν εἰς αὐτὸν ὁ Ἄρης b(BCE3) διά τε τὴν Διὸς |
| book 210b2.2 | ἐπίνευσιν καὶ τῶν ὅπλων χάριν. b(BCE3E4) Ἄρης δὲ πολέμου |
| book 210b2.3 | ἔρως. b(BCE3) |
| book 211a.1 | {δεινὸς} Ἐνυάλιος: ὅτι ἐπιθετικῶς ἀπὸ τῆς Ἐνυοῦς |
| book 211a.2 | πολεμικῆς οὔσης ὁ Ἄρης Ἐνυάλιος, ὡς καὶ „Ἀρήϊοσ“ (cf. Β 698 |
| book 211a.3 | al.) τὶς ἀπὸ τοῦ Ἄρεως, οὐχ ὡς οἱ νεώτεροι Ἐνυοῦς υἱὸν οὐδὲ ὡς |
| book 211a.4 | Ἀττικοὶ διαφέροντα τοῦ Ἄρεως θεόν τινα. A |
| book 211b1.1 | ἐνυάλιος: φονικός, παρὰ τὸ †ἐνυώ†· ὅθεν αὐθέντης συν‐ |
| book 211b1.2 | τέθειται. T |
| book 211b2.1 | φονικός, παρὰ τὸ ἔνω τὸ φονεύω καὶ τὸ †ἅλις†. b(BCE3E4) |
| book 211b2.2 | ἀπὸ δὲ τοῦ ἔνω καὶ τὸ αὐθέντης συντέθειται. b(BE3) |
| book 213-4.1 | 〈ἰνδάλλετο δέ σφισι πᾶσι / —Πηλεΐωνος:〉 |
| book 213-4.2 | τεύχεσι δὲ λαμπόμενος Πηλείωνος ἰνδάλλετο πᾶσιν αὐτῷ. Aint |
| book 213 | ἰνδάλλετο: ὡμοιοῦτο. T |
| book 214a.1 | τεύχεσι λαμπόμενος μεγαθύμου Πηλεΐωνος: αἱ |
| book 214a.2 | κοιναὶ ἐκδόσεις ἔχουσι μεγαθύμου Πηλείωνος (214), καὶ ἀκόλουθόν |
| book 214a.3 | ἐστι συνάπτειν ὅλον τὸν στίχον. ἡ δὲ Ἀριστάρχειος διόρθωσις κατὰ |
| book 214a.4 | δοτικὴν ἔχει „μεγαθύμῳ Πηλείωνι“· ᾗ ἀκόλουθόν ἐστι βραχὺ διαστέλ‐ |
| book 214a.5 | λειν ἐπὶ τὸ λαμπόμενος (214). A |
| book 214b1.1 | 〈μεγαθύμῳ Πηλεΐωνι:〉 οὕτως Ἀρίσταρχος κατὰ δο‐ |
| book 214b1.2 | τικήν, ἄλλοι δὲ „μεγαθύμου Πηλείωνοσ“. Aim |
| book 214b2 | Πηλεΐωνι οὕτως Ἀρίσταρχος. T |
| book 214b3.1 | μεγαθύμου Πηλεΐωνος: Ἀρίσταρχος „μεγαθύμῳ Πη‐ |
| book 214b3.2 | λεΐωνι“, Ζηνόδοτος „Πηληϊάδεω Ἀχιλῆοσ“. T |
| book 215a.1 | ὤτρυνεν δὲ ἕκαστον ἐποιχόμενος ἐπέεσσι: προ‐ |
| book 215a.2 | παρασκευή τις ὑπὸ τοῦ ποιητοῦ τῆς μάχης ἔοικε γίνεσθαι. ἅμα δὲ καὶ |
| book 215a.3 | ἀκόλουθον τῇ κενοδοξίᾳ Ἕκτορος τὸ καθ’ ἕκαστον ἐνδείκνυσθαι τὴν |
| book 215a.4 | κτῆσιν τῶν ὅπλων καὶ καταφανῆναι ὅμοιον τῷ Ἀχιλλεῖ. b(BCE3E4) |
| book 215a.5 | T |
| book 215b.1 | ὤτρυνεν δὲ ἕκαστον 〈ἐποιχόμενος ἐπέεσσι:〉 ἀκό‐ |
| book 215b.2 | λουθον ἦν ὡπλισμένον πολεμεῖν. | καὶ τοῦτο δὴ ἀκόλουθον τῇ τοῦ |
| book 215b.3 | Ἕκτορος ἀλαζονείᾳ πρότερον περιελθόντα ἕκαστον ἐνδείξασθαι τὴν |
| book 215b.4 | κτῆσιν τῶν ὅπλων καὶ φανῆναι ὅμοιον τῷ Ἀχιλλεῖ. A |
| book 215c | 〈ὤτρυνεν:〉 Ζηνόδοτος „ὄτρυνεν“. Ail |
| book 216-8.1 | 〈Μέσθλην τε—Χρομίον τε:〉 ἡδέως πάνυ καὶ |
| book 216-8.2 | ἀρχαιοπρεπῶς τῇ ἐπαλληλίᾳ τοῦ συνδέσμου ἐχρήσατο. b(BCE3E4) |
| book 216-8 | Til |
| book 218a1.1 | Φόρκυν: ὡς βότρυν, ἀπ’ εὐθείας τῆς εἰς ς ληγούσης. |
| book 218a1.2 | ἡ μέντοι „Φόρκυνα“ (Ρ 312) αἰτιατικὴ ἀπ’ εὐθείας τῆς εἰς ν. τὸ δὲ |
| book 218a1.3 | τοιοῦτον ἴδιον ποιητικῆς. οὐχ ὑγιῶς δὲ ὁ Τυραννίων (fr. 42 P.) |
| book 218a1.4 | ἐκτείνει τὸ υ, ἐπεὶ εὑρέθη, φησί, καὶ ἡ εὐθεῖα ἐκτεινομένη, ἡ „Φόρκυς |
| book 218a1.5.1 | αὖ Φρύγας ἦγε“ (Β 862)· ἐκεῖ γὰρ τὸ μέτρον κατήπειγεν, ἐνθάδε δὲ |
| book 218a1.5.2 | οὐδὲν κατεπείγει. A |
| book 218a2.1 | {φόρκυν:} ὡς βότρυν. οὐκ ἀναγκαῖον δὲ ἐκτείνει〈ν〉 τὸ |
| book 218a2.2 | υ· καὶ γὰρ διὰ τὸ μέτρον ἐκτέταται ἐν τῷ „Φόρκυς αὖ Φρύγας ἦγε“. T |
| book 218b1.1 | {φόρκυν τε} Χρομίον {τε}: ὅτι τὸν ἐν τῷ Διακόσμῳ |
| book 218b1.2 | (Β 858) Χρόμιν εἰρημένον, „Μυσῶν δὲ Χρόμις ἦρχε“, νῦν Χρομίον |
| book 218b1.3 | εἴρηκε διὰ τὸ μέτρον. ὁ δὲ Διονύσιος (fr. om. Schm.), εἴ τις ζητοίη, |
| book 218b1.4 | φησί, πότερον παραπεποίηται, εἴποιμεν ἂν τὸν Χρομίον· εὔλογον |
| book 218b1.5 | 〈γ〉ὰρ ἐκεῖ τὸ ὄνομα πρῶτον 〈εἰρημένον ὑγιὲς εἶναι〉. A |
| book 218b2 | „Μυσῶν δ’ αὖ †χρόμιος† ἦρχε καὶ Ἔννομος οἰωνιστήσ“. T |
| book 218c.1 | 〈Ἔννομον οἰωνιστήν:〉 καὶ ἕτερον παραδίδωσιν „Ἔν‐ |
| book 218c.2 | νομον“ (Λ 422) ὑπὸ Ὀδυσσέως ἀνῃρημένον. Aint |
| book 220-32a.1 | κέκλυτε, μυρία φῦλα〈—ὅσσον ἐμοί περ〉: |
| book 220-32a.2 | ἐπῆρται πάλιν τῇ εὐτυχίᾳ. b(BCE3E4)T |
| book 220-32b | καὶ ἄλλως· ὑπὸ τοῦ Γλαύκου δεινῶς ὀνειδισθεὶς ἀντ‐ |
| book 220-32b.1 | αποδίδωσι τοῖς ἐπικούροις τὴν ὕβριν (cf. 221—8). παραβάλωμεν δὲ |
| book 220-32b.2 | Ἑλληνικῷ βάρβαρον ἦθος· ἄμφω προτρέπουσι τοὺς στρατοὺς ἐπὶ τὴν |
| book 220-32b.3 | μάχην, Ἕκτωρ καὶ Μενέλαος. ἀλλ’ ὁ μὲν οὐδὲ ῥῆμα φιλοφροσύνης |
| book 220-32b.5.1 | εἶπεν, ὁ δὲ „ὦ φίλοι Ἀργείων ἡγήτορεσ“ (Ρ 248)· καὶ ὁ μὲν δημοσίας |
| book 220-32b.5.2 | τιμῆς καὶ σιτήσεως ὑπομιμνῄσκει (sc. Ρ 250). ὁ δὲ δώρων καὶ ἐδωδῆς |
| book 220-32b.5.3 | (sc. 225), φορτικὴν καὶ δουλοπρεπῆ ὀνειδίζων αὐτοῖς δόσιν, b(BCE3 |
| book 220-32b.5.4 | E4)T καὶ ἐκτρίβειν τὴν ἀρχήν φησι (cf. 225—6) πρὸς τὸ |
| book 220-32b.5.5 | τούτων χάρισμα, ὁμολογῶν ὡς ἄκων καὶ μισθῷ προτρέπει. b(BE3E4) |
| book 220-32b.10 | T ὁ δὲ νέμεσιν προβάλλει (cf. Ρ 254). b(BCE3E4)T |
| book 221.1 | οὐ γὰρ ἐγὼ πληθὺν διζήμενος: ὅτι ἀπὸ τοῦ γάρ |
| book 221.2 | ἤρξατο, ὡς καὶ ἐπ’ ἐκείνου „ὦ φίλοι, οὐ γάρ τ’ ἴ〈δ〉μεν ὅπῃ ζόφοσ“ |
| book 221.3 | (κ 190). A |
| book 221-4.1 | πληθὺν διζήμενοσ〈—ὑπ’ Ἀχαιῶν〉: ἐπὶ |
| book 221-4.2 | σωτηρίᾳ φησὶν ὑμᾶς 〈συν〉ήγαγον, οὐ μεγάλην ἐμαυτῷ σπουδάζων |
| book 221-4.3 | περιβαλέσθαι τὴν ἀρχήν. T |
| book 223-4.1 | 〈ἀλλ’ ἵνα μοι Τρώων ἀλόχους καὶ νήπια |
| book 223-4.2 | τέκνα /〉 προφρονέως ῥύοισθε φιλοπτολέμων ὑπ’ Ἀχαιῶν: |
| book 223-4.3 | ἤτοι ὑποστικτέον Ἀχαιῶν (224) ἢ στικτέον, τοῦ διστιχίου ἢ τοῖς |
| book 223-4.4 | ἑξῆς 〈ἢ τοῖσ〉 ἐπάνω προσδιδομένου. A |
| book 225-6a.1 | δώροισι κατατρύχω 〈καὶ ἐδωδῇ/ λαούσ〉: |
| book 225-6a.2 | ἀναγκάζω{ν} αὐτοὺς ὑμῖν διδόναι· „ἵνα μή σε κατατρύχω καὶ |
| book 225-6a.3 | ἑταίρουσ“ (ο 309). T |
| book 225-6b | {τὰ φρονέων δώροισι} κατατρύχω: καταπονῶ, ὑμῖν |
| book 225-6b | δηλονότι δωρεὰς καὶ τὰ ἐπιτήδεια παρέχειν ἀναγκάζω. A |
| book 225-6c1.1 | ἄλλως· δώροισι κατατρύχω 〈καὶ ἐδωδῇ / λαούσ〉: |
| book 225-6c1.2 | ὅρα τὸ αἰσχρόν· κατατρύχειν τοὺς ὑπηκόους φησίν, ἵνα ἐκ τούτων |
| book 225-6c1.3 | εὐπορῶσιν οἱ σύμμαχοι. ὁ δὲ ὁμολογῶν ὅτι ἄκων δίδωσιν, ὁμολογεῖ |
| book 225-6c1.4 | καὶ ἄχθεσθαι τοῖς λαμβάνουσιν. T |
| book 225-6c2.1 | καὶ ὁμολογεῖ ἄχθεσθαι τοῖς λαμβάνουσι, λέγων ὅτι ἐκ τοῦ |
| book 225-6c2.2 | λαοῦ ὧν εὐποροῦσιν αὐτοῖς ἡ εὐπορία γίνεται. b(BCE3E4) |
| book 225-6c3.1 | ἄλλως· ὅρα τὸ αἰσχρόν· κατατρύχεσθαί φησι τοὺς |
| book 225-6c3.2 | Τρῶας εἰς τὴν τῶν συμμάχων δια{σ}τροφήν. A |
| book 226 | 〈ἀέξω:〉 ἀγάλλω, λαμπρύνω. Til |
| book 227a.1 | 〈τῶ τις νῦν〉 ἰθὺς τετραμμένος 〈ἢ ἀπολέσθω〉: |
| book 227a.2 | ὅρα τὴν εὐήθειαν· ἀξιοῖ ἀντὶ τῶν τροφῶν, ἃς παρέσχεν αὐτοῖς, ἀντι‐ |
| book 227a.3 | δοῦναι τὰς ψυχάς. A b (BCE3E4)T |
| book 227b | {τῶ τις νῦν} ἰθύς: κατ’ εὐθὺ τῶν πολεμίων. A |
| book 227-8.1 | ἢ ἀπολέσθω / ἠὲ σαωθήτω: ὡς χαλεπαίνων τῷ |
| book 227-8.2 | ἀδήλῳ τῆς τύχης τὴν χείρω ἐλπίδα προὔθηκεν. b(BCE3E4)T |
| book 228a.1 | ἡ γὰρ πολέμου ὀαριστύς: ὀαρίζειν κυρίως ἐστὶ τὸ |
| book 228a.2 | ὁμιλεῖν· νῦν δὲ μεταφορικῶς· ‘τίς ἡ πολέμου ὁμιλία;‘ ἢ ὄλεθρος ἢ σω‐ |
| book 228a.3 | τηρία. | ὁ δὲ λόγος· αὕτη γάρ ἐστιν ἡ τοῦ πολέμου ὁμιλία, ὅ ἐστιν· |
| book 228a.4 | οὕτως δεῖ ἀναστρέφεσθαι ἐν πολέμῳ καὶ ἀριστεύειν· αὕτη γὰρ καὶ |
| book 228a.5 | ἀρετὴ πολεμούντων. A |
| book 228b | 〈ὀαριστύς:〉 συμβολή. Til |
| book 229 | 〈τεθνειῶτα:〉 διὰ τοῦ η Aim Til Ἀρίσταρχος. Aim |
| book 230.1 | εἴξῃ δέ οἱ Αἴας: ἐμφαντικῶς· οὐ γὰρ εἶπε ‘κρατήσει |
| book 230.2 | Αἴαντοσ‘, ‘εἴξει‘ δὲ μόνον, ἀντὶ σύμπαντος τοῦ πλήθους παραλαβὼν |
| book 230.3 | τοῦτον, καὶ εἰκότως· κατέπληξε γὰρ αὐτὸν ἐκ τοῦ μονομαχίου (cf. |
| book 230.4 | Η 244—72) καὶ τῆς τοῦ λίθου βολῆς (cf. Ξ 409—20). b(BCE3E4)T |
| book 231a1.1 | 〈ἥμισυ τῶν ἐνάρων:〉 Ἀρίσταρχος κατὰ δοτικὴν |
| book 231a1.2 | „ἥμισυ τῷ ἐνάρων“. Aim |
| book 231a2 | γράφεται „τῷ“. T |
| book 231b.1 | {ἥμισυ} τῶν ἐνάρων: οὕτως „τῷ“ Ἀρίσταρχος κατὰ |
| book 231b.2 | δοτικήν, τῷ ἐρυσ{σ}αμένῳ. | ἐνάρων δὲ λέγει ὧν περιέκειτο. A |
| book 233a.1 | 〈βρίσαντες:〉 στῖφος ποιήσαντες, συνασπίσαντες, b |
| book 233a.2 | (BCE3E4)Til εἰς τὸ αὐτὸ πάντες ὁρμήσαντες. b(BCE3E4) |
| book 233b.1 | {οἱδ’ ἰθὺς δαναῶν} βρίσαντες: ἑαυτοὺς καταβαρύναντες, |
| book 233b.2 | στῖφος ποιήσαντες καὶ στερεώσαντες. A |
| book 234-5.1 | 〈μάλα δέ σφισιν ἔλπετο θυμός /〉 νεκρὸν 〈ὑπ’ |
| book 234-5.2 | Αἴαντοσ〉 ἐρύειν: οὐκ ἀπεοικὸς μὲν τὸ ἐλπίσαι ταῦτα τοὺς Τρῶας. |
| book 234-5.3 | ὅρα δέ, πῶς ἀντέθηκε τῷ παντὶ πλήθει τῶν Τρώων τὸν Αἴαντα. b |
| book 234-5.4 | (BCE3E4)T |
| book 234a1.1 | 〈ἔλπετο:〉 οὕτως Ἀριστοφάνης διὰ τοῦ ε. γράφεται καὶ |
| book 234a1.2 | διὰ τοῦ η. Aim |
| book 234a2 | „ἤθελε {θυμόσ}“. Ἀριστοφάνης δὲ ἔλπετο γράφει. Til |
| book 236a.1 | νήπιοι: ἐπεὶ ἐδεινοποίησε τὴν προθυμίαν τῶν Τρώων, |
| book 236a.2 | διὰ τούτου προαναφωνεῖ τὸ ἐσόμενον εἰς ἐπιθυμίαν τῶν ἀκουόντων. |
| book 236a.3 | b(BCE3E4)T |
| book 236b | 〈πολέσσιν:〉 ἀντὶ τοῦ πολλῶν. Til |
| book 237.1 | καὶ τότ’ ἄρ’ Αἴας 〈εἶπε βοὴν ἀγαθὸν Μενέλαον〉: |
| book 237.2 | ὅτι A ἡ πρός ἐλλείπει, A Til ἵν’ ᾖ προσεῖπε τὸν Μενέλαον. |
| book 237.3 | καὶ ἐν Ὀδυσσείᾳ (ψ 91) „ἧστο κάτω ὁρόων, ποτιδέγμενος εἴ τί μιν |
| book 237.4 | εἴποι“, προσείποι. A |
| book 238-45a1.1 | 〈οὐκέτι νῶϊ /〉 ἔλπομαι αὐτώ περ〈— |
| book 238-45a1.2 | ἀκούσῃ〉: τὸ Περιπατητικὸν δόγμα πρῶτος Ὅμηρος οἶδεν ὅτι οὐκ |
| book 238-45a1.3 | ἀπαθὴς ὁ ἐνάρετος· ὁμολογεῖ μὲν γὰρ δεδιέναι ὁ Αἴας, ἀλλὰ οὐ φεύγει, |
| book 238-45a1.4 | συμμαχίαν δὲ αἰτεῖ. T |
| book 238-45a2.1 | τὸ Περιπατητικὸν δόγμα οἶδεν ὁ ποιητὴς πρῶτος ὅτι |
| book 238-45a2.2 | οὐδὲ αὐτὸς ὁ ἐνάρετος ἄφοβος οὐδὲ ἀπαθής· ὁ γὰρ Αἴας οὐ φεύγει, |
| book 238-45a2.3 | ἀλλ’ ὁμολογεῖ δεδιέναι καὶ συμμαχίαν αἰτεῖ. b(BCE3E4) |
| book 238-45b.1 | 〈οὐκέτι νῶϊ—ἀκούσῃ:〉 Ἑλληνικῶς καὶ ἐπιεικῶς |
| book 238-45b.2 | οὐδὲν μεγαληγορεῖ ὡς οἱ βάρβαροι. Aim |
| book 240-3.1 | οὔτι τόσον νέκυος περιδείδια〈—καλύ‐ |
| book 240-3.2 | πτει〉: καὶ δὴ οἱ δημοτικοί φασιν· „εἰ καὶ μοῖρα παρ’ ἀνέρι τῷδε |
| book 240-3.3 | 〈δαμῆναι〉“ (Ρ 421). T ἢ ὡς κυβερνήτης ἀγαθὸς προσκοπεῖ τὸν |
| book 240-3.4 | ἐσόμενον κλύδωνα τῆς μάχης, ἐν δὲ τοῖς πρακτέοις ἀριστεύει. ἢ τάχα |
| book 240-3.5 | τὸν ἀκροατὴν ἐγείρων ὁ ποιητὴς καὶ αὐτὸν τὸν ἰσχυρότατον ἀγωνιῶν‐ |
| book 240-3 | τα παρίστησιν. b(BCE3E4)T |
| book 240a.1 | νέκυος ΠΕΡΙΔΕΙΔΙΑ Πατρόκλοιο: ὅτι ἄδηλον, πό‐ |
| book 240a.2 | τερον περὶ νέκυος Πατρόκλου ἢ περὶ Πατρόκλου τοῦ νέκυος γεγονό‐ |
| book 240a.3 | τος. A |
| book 240b1.1 | νέκυος ΠΕΡΙΔΕΙΔΙΑ: κατὰ Ἀρίσταρχον ἀναστρε‐ |
| book 240b1.2 | πτέον τὴν πρόθεσιν· τὸ γὰρ ἑξῆς ἐστι περὶ νέκυος. ὁ δὲ Ἀσκαλωνίτης |
| book 240b1.3 | (p. 56 B.) ὑφ’ ἕν. T |
| book 240b2.1 | ἀναστρεπτέον δὲ τὴν πρόθεσιν, ὅπως τὸ ἑξῆς γένηται |
| book 240b2.2 | περὶ νέκυος. A |
| book 242a1.1 | ὅσσον ἐμῇ κεφαλῇ 〈περιδείδια〉: ἐνθάδε οὐκ ἀνα‐ |
| book 242a1.2 | στρεπτέον τὴν πρόθεσιν, ἐπεὶ δοκεῖ ἀντὶ τῆς ὑπέρ κεῖσθαι, | καὶ ἐνηλ‐ |
| book 242a1.3 | λάχθαι πτῶσις· ἀντὶ γὰρ τοῦ ὑπὲρ ἐμῆς κεφαλῆς· διὸ καὶ σημεῖον |
| book 242a1.4 | παράκειται. A |
| book 242a2.1 | ἡ περί ἀντὶ τῆς ὑπέρ, | ἵν’ ᾖ b(BCE3)T ὑπὲρ τῆς |
| book 242a2.2 | ἐμῆς κεφαλῆς· b(BCE3E4)T διὸ καὶ σημεῖον παράκειται. T |
| book 242a3 | οὐ δεῖ ἀναστρέφειν ἐνταῦθα τὴν πρόθεσιν. Aint |
| book 242b | 〈ἐμῇ κεφαλῇ περιδείδια:〉 ὅτι ἐνηλλάγη ἡ πτῶσις. Ail |
| book 243-4a1 | 〈ἐπεὶ〉 πολέμοιο νέφος 〈περὶ πάντα καλύ‐ |
| book 243-4a1.1 | πτει /〉 Ἕκτωρ: ὁ κίνδυνος τοῦ πολέμου. | ἄλλως· ἐπεὶ ὁ Ἕκτωρ τὸ |
| book 243-4a1.2 | νέφος τοῦ πολέμου ἐπάγων, ὅ ἐστι τὸ πλῆθος, πάντοθεν ἡμᾶς περι‐ |
| book 243-4a1.3 | καλύπτει. | ἄλλως· ἐπεὶ ὡς νέφος ὁ Ἕκτωρ πάντα περικαλύπτει. νέ‐ |
| book 243-4a1.5 | φος (243) δὲ οὐκ οὐράνιον, ἀλλὰ πολέμου. T |
| book 243-4a2.1 | ἐπεὶ ὡς νέφος πολέμου ὁ Ἕκτωρ πάντα καλύπτει. | ἢ ἐπεὶ |
| book 243-4a2.2 | ὁ Ἕκτωρ τὸ νέφος τοῦ πολέμου ἐπάγων, ὅ ἐστι τὸ πλῆθος, πάντοθεν |
| book 243-4a2.3 | ἡμᾶς περικαλύπτει. b(BCE3) |
| book 245a1.1 | ἤν τις ἀκούσῃ: ἀκούσῃ καὶ μὴ καταπτήξῃ τὸν πόλε‐ |
| book 245a1.2 | μον. ἢ διὰ τὸν κτύπον τῶν ἀσπίδων καὶ τὸν θόρυβον τῶν μαχομένων· |
| book 245a1.3 | b(BCE3E4)T ὃ καὶ ἄμεινον. b(BE3E4)T |
| book 245a2.1 | {ἀλλ’ ἄγ’ ἀριστῆας δαναῶν κάλει ἥ τις ἀκούση:} δύναται |
| book 245a2.2 | μὲν λέγειν, ἐάν τις ἀκούσῃ διὰ τὸν κτύπον καὶ θόρυβον. δύναται δὲ καὶ |
| book 245a2.3 | οὕτως, ἐὰν ἄρα τις ὑπακούσῃ καὶ μὴ καταπτήξῃ. A |
| book 248-55.1 | ὦ φίλοι, Ἀργείων 〈ἡγήτορες—γενέσθαι〉: |
| book 248-55.2 | τεθεῖσα ἐκ παραλλήλου ἡ δημηγορία αὕτη τῇ τοῦ Ἕκτορος ἤλεγξε |
| book 248-55.3 | μὲν τὸ τῶν βαρβάρων ἀνόητον, ἔδειξε δὲ τὴν Ἑλληνικὴν σύνεσιν· τὸ |
| book 248-55.4 | γὰρ αὐτὸ πρᾶγμα ὁ μὲν Ἕκτωρ τροφὴν ἐγκαλέσας (cf. Ρ 225—6) |
| book 248-55.5.1 | ὠνείδισε μᾶλλον ἢ ἐδυσώπησεν, ὁ δὲ Μενέλαος τιμῆς αὐτοὺς ὑπομνήσας |
| book 248-55.5.2 | b(BCE3E4)T ἧς ἐτύγχανον παρὰ τῷ βασιλεῖ (cf. 249—51), T |
| book 248-55.5.3 | προὐτρέψατο. b(BCE3E4)T |
| book 248.1 | ὦ φίλοι, Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες: κἀν‐ |
| book 248.2 | ταῦθα τὸ Ἑλληνικὸν δείκνυται· οὐ γὰρ κατ’ ἄνδρα κληθέντες οὐδὲ |
| book 248.3 | κατὰ πρόσωπον διαιρεθέντες συνέρχονται (cf. Ρ 256—61), ἀλλ’ |
| book 248.4 | ὁμοῦ πάντες· ἕκαστος γὰρ αὐτῶν τὸ τοῦ ἀριστέως ὄνομα κυριώτερον |
| book 248.5 | ἡγεῖτο τῆς φυσικῆς ὀνομασίας. A |
| book 250a.1 | δήμια πίνουσιν: πρὸς τὴν ἀποστροφήν· οὐ γὰρ εἶπε |
| book 250a.2 | πίνετε. | δήμια δὲ τὰ παρὰ τοῦ δήμου ἐξαιρέτως διδόμενα τοῖς βασι‐ |
| book 250a.3 | λεῦσιν. A |
| book 250b | δήμια: τὰ ἐκ τῶν κοινῶν καὶ δημοσίων χρημάτων χορη‐ |
| book 250b | γούμενα. b(BCE3)T |
| book 250c | 〈ἕκαστος:〉 ἔν τισι διὰ τοῦ α, „ἕκαστα“. Aim |
| book 251a.1 | 〈ἐκ δὲ Διὸς τιμὴ καὶ κῦδος ὀπηδεῖ:〉 παρὰ τὸ „ἐκ |
| book 251a.2 | δὲ Διὸς βασιλῆεσ“ (Hsd. th. 96). Aim |
| book 251b | 〈τιμή:〉 τιμὴ καὶ γέρας βασιλέων. Til |
| book 253 | 〈τόσση:〉 θαυμαστικῶς, οἷον μεγάλη. Aim |
| book 254 | 〈αὐτός:〉 αὐτόματος. Til |
| book 255.1 | Πάτροκλον Τρῳῇσι κυσὶν 〈μέλπηθρα γενέσθαι〉: |
| book 255.2 | αὐτῷ τῷ ὀνόματι ἠρκέσθη πρὸς δυσώπησιν, ‘αἰδέσθητε Πάτροκλον |
| book 255.3 | ὑπὸ κυνῶν σπαραχθῆναι‘, οὐδὲν τῶν προσόντων αὐτῷ προσλαβών, |
| book 255.4 | οὐ τὸ μειλίχιον, οὐ τὸ φιλέταιρον, οὐ τὸ σωτήριον, A b (BCE3E4)T |
| book 255.5.1 | ὡς καὶ τῆς Ἑλένης τὸ ὄνομα ἤρκεσε τῷ Εὐριπίδῃ πρὸς πᾶσαν λοιδο‐ |
| book 255.5.2 | ρίαν, „Ἑλένη, τί σοι λέγοιμ’ ἄν;“ (Eur. Or. 81). AT |
| book 256.1 | 〈Ὀϊλῆος ταχὺς Αἴας:〉 προπετὴς οὗτος καὶ ταχὺς τὴν |
| book 256.2 | γνώμην. b(BCE3E4)Til |
| book 260-1.1 | 〈τῶν δ’ ἄλλων〉 τίς κεν ᾗσι φρεσὶν〈— |
| book 260-1.2 | Ἀχαιῶν〉: ἡ ἀποσιώπησις τὸ πλῆθος ηὔξησεν. T |
| book 260a.1 | τῶν δ’ ἄλλων: ὅτι Ζηνόδοτος τοῦτον καὶ τὸν ἑξῆς ἠθέ‐ |
| book 260a.2 | τηκεν. οὐδὲν δὲ ἔχουσιν εἰς ἐπαιτίασιν, ἀλλ’ αὔξουσι τὸ μέγεθος τῆς |
| book 260a.3 | ὑπὲρ Πατρόκλου μάχης. A |
| book 260b.1 | 〈τίς κεν ᾗσι φρεσίν:〉 ἐν ἄλλῳ „τίς χ’ ᾗσιν ἐνὶ φρε‐ |
| book 260b.2 | σίν“. Aim |
| book 262 | 〈προὔτυψαν:〉 προενέσεισαν. Til |
| book 263-5.1 | ὡς δ’ ὅτ’ ἐπὶ προχοῇσι〈—ἁλὸς ἔξω〉: οὐ |
| book 263-5.2 | μόνον ῥεύματι ποταμοῦ οὐδὲ κύματι θαλάσσης εἴκασε τὸν ἦχον, ἀλλ’ |
| book 263-5.1 | ἄμφω συνέπλεξε. καὶ ἔστιν ἰδεῖν κῦμα μέγα θαλάσσης ἐπιφερόμενον πο‐ |
| book 263-5.2 | ταμοῦ ῥεύματι καὶ τῷ ἀνακόπτεσθαι βρυχόμενον καὶ τὰς ἑκατέρωθεν |
| book 263-5.5.1 | τοῦ ποταμοῦ θαλασσίας ἠϊόνας ἠχούσας, ὃ ἐμιμήσατο διὰ τῆς ἐπεκ‐ |
| book 263-5.5.2 | τάσεως τοῦ βοόωσιν (265). b(BCE3E4)T αὕτη ἡ εἰκὼν |
| book 263-5.5.3 | Πλάτωνος ἔκαυσε τὰ ποιήματα· οὕτως ἐναργέστερον τοῦ ὁρωμένου |
| book 263-5.5.4 | τὸ ἀκουόμενον παρέστησε. δεικτικὸν δὲ καὶ τὸ ἐρευγομένης (265). |
| book 263-5.5.5 | τὸ δὲ ἔξω (265) τὴν ἐπὶ πλεῖστον ἔκχυσιν τῆς θαλάσσης δηλοῖ. |
| book 263-5.10 | b(BE3E4)T |
| book 263a.1 | προχοῇσι διϊπετέος ποταμοῖο: προχοὰς Ὅμηρος |
| book 263a.2 | λέγει τὰς εἰς θάλασσαν προχύσεις τῶν ποταμῶν, αὐτὰ τὰ στόματα. |
| book 263a.3 | διϊπετέος δὲ διοπετοῦς· οἱ γὰρ ὄμβροι ἀπὸ Διός. A |
| book 263b | 〈προχοῇσι:〉 εἰς θάλασσαν ἐκροαῖς. Til |
| book 263c.1 | διϊπετέος: ἐξ ὄμβρου συγκειμένου. μεγαλοφυῶς δὲ οὐδένα |
| book 263c.2 | παρελάμβανε τῶν ἀενάων ποταμῶν (ἠρεμαιότεροι γὰρ οὗτοι), ἀλλὰ |
| book 263c.3 | χειμάρρουν πρός τε τὸ αὐξῆσαι τὸ μέγεθος τῆς βοῆς καὶ πρὸς τὸ ἐπι‐ |
| book 263c.4 | δεῖξαι τὴν ἐναντίωσιν. συμπράττει δὲ τῇ φαντασίᾳ καὶ ἡ τῶν φωνῶν |
| book 263c.5 | τραχύτης καὶ ἡ ἐπέκτασις τοῦ „βοόωσιν“ (Ρ 265). b(BCE3E4)T |
| book 264a.1 | βέβρυχεν: ὠνοματοπεποίηται ἡ λέξις. ποτὶ ῥόον δὲ |
| book 264a.2 | ἀντὶ τοῦ ἀντιπῖπτον πρὸς τὸ ῥεῦμα τοῦ ποταμοῦ. b(BE3E4)T |
| book 264b1 | 〈βέβρυχεν:〉 ἐν τῇ κατὰ Ἀριστοφάνη „βεβρύχῃ“. Aim |
| book 264b2 | Ἀριστοφάνης δὲ „βεβρύχῃ“ γράφει. T |
| book 265.1 | ἠϊόνες βοόωσιν: Σόλωνά φασι τὸν νομοθέτην, μιμησά‐ |
| book 265.2 | μενον τὴν Ὁμήρου ποίησιν ἐν ἅπασιν, ἐνθάδε γενόμενον Ab (BE3E4) |
| book 265.3 | T καὶ προσ〈σ〉χόντα τῷ στίχῳ σφόδρα κατ’ εὐταξίαν ἐπιτετευγ‐ |
| book 265.4 | μένῳ A T διαπορῆσαι καὶ θαυμάσαντα κατακαῦσαι τὰ ἴδια |
| book 265.5.1 | σκέμματα· τῆς γὰρ ἐπαλλήλου τῶν ὑδάτων ἐκβολῆς ἡ τοῦ βοόωσιν |
| book 265.5.2 | ἀναδίπλωσις ὁμοίαν ἀπετέλεσε συνῳδίαν. A b (BE3E4)T καὶ |
| book 265.5.3 | ἀλλαχοῦ χρῆται τῇ λέξει „οὔτε θαλάσσης κῦμα τόσον βοάᾳ“ (Ξ |
| book 265.5.4 | 394). A T |
| book 268a.1 | φραχθέντες σάκεσιν 〈χαλκήρεσιν〉: ὡς τὸ „φράξαν‐ |
| book 268a.2 | το δὲ νῆας / ἕρκεϊ χαλκείῳ“ (Ο 566—7). T |
| book 268b | 〈φραχθέντες:〉 Ζηνόδοτος „ἀρθέντεσ“. Aim T |
| book 268-70.1 | ἀμφὶ δ’ ἄρα σφι / λαμπρῇσιν κορύθεσσι Κρο‐ |
| book 268-70.2 | νίων ἠέρα πολλήν / χεῦε: ἐπὶ τιμῇ Πατρόκλου τοῦτο φαίνεται |
| book 268-70.3 | πράττων, ὥσπερ καὶ ἐπὶ Σαρπηδόνος „αἱματοέσσας δὲ ψιάδασ“ (Π |
| book 268-70.4 | 459). A b (BCE3E4)T καίτοι δὲ ὑπεσχημένος Ἕκτορι „ἀτάρ |
| book 268-70.5.1 | τοι νῦν γε μέγα κράτος ἐγγυαλίξω“ (Ρ 206), νῦν φαίνεται κηδόμενος |
| book 268-70.5.2 | τοῦ Πατρόκλου· εὐσεβὴς γὰρ δι’ ὅλης τῆς ποιήσεως εὑρίσκεται. b |
| book 268-70.5.3 | (BCE3E4)T |
| book 270 | 〈ἤχθαιρε:〉 Ἀρίσταρχος διὰ τοῦ ε, „ἔχθαιρε“. Aim |
| book 272a.1 | μίσησεν δ’ ἄρα 〈μιν δηΐων κυσὶ κύρμα γενέσθαι〉: |
| book 272a.2 | πιθανὴ ἡ προαναφώνησις, ἵνα μαθόντες τὸ πέρας ἀνεχώμεθα τῶν |
| book 272a.3 | κινδύνων. T |
| book 272b.1 | μίσησεν δ’ ἄρα μιν〈—γενέσθαι〉: ἰδίως κέχρη‐ |
| book 272b.2 | ται τῇ λέξει καὶ ἅπαξ γε νῦν μόνον. λέγει δὲ ‘μισητὸν ἡγήσατο ἐγκύ‐ |
| book 272b.3 | ρημα γενέσθαι κυσὶ τὸν Πάτροκλον‘. A |
| book 272c.1 | ἄλλως· μίσησεν: μισητὸν ἡγήσατο. καινῶς δὲ ἔφρασεν |
| book 272c.2 | ὅτι καταβρωθῆναι κυσὶν αὐτὸν οὐκ ἠθέλησεν. b(BCE3E4)T |
| book 273 | 〈ἑταίρους:〉 ἐν ἄλλῳ „{ὦρσεν} Ἀχαιούσ“. Aim |
| book 277.1 | ἀλλὰ νέκυν ἐρύοντο: μικροψυχίας κατηγόρημα, εἰ τῆς |
| book 277.2 | τῶν πολεμίων ἠμέλουν σφαγῆς, καὶ ταῦτα ἐπιθυμοῦντες (cf. Ρ 276), διὰ τὸ ἑλκύ‐ |
| book 277.3 | σαι τὸν νεκρόν. b(BCE3E4)T |
| book 278a | 〈ἀπέσσεσθαι:〉 ἀφίστασθαι. Aa |
| book 278b | 〈ἐλέλιξεν:〉 προετρέψατο. Aa |
| book 279.1 | 〈ἔργα τέτυκτο:〉 οὕτως Ἀρίσταρχος 〈ἔργα〉 τέτυκτο. |
| book 279.2 | ἄλλοι „〈ἔργ’〉 ἐτέτυκτο“. Aa |
| book 281-2a.1 | συῒ 〈ε〉ἴκελος 〈... / καπρίῳ〉: εὖ τὸ μὴ λέοντα πα‐ |
| book 281-2a.2 | ραλαβεῖν, ἀλλὰ κάπρον ζῷον φεῦγον· οὗτος γὰρ εἴωθεν ἐν ταῖς φυ‐ |
| book 281-2a.3 | γαῖς στρέφεσθαι πυκνῶς καὶ τοὺς διώκοντας ἀναιρεῖν. b(BCE3E4)T |
| book 281-2a.4 | καὶ ἀλλαχοῦ φησι „ταρφέα{ς} τε στρέφεται στίχας ἀνδρῶν πειρη‐ |
| book 281-2a.5 | τίζων“ (Μ 47). T |
| book 281b.1 | ἄλλως· οὗτος γὰρ τάχιστα μεταστρέφεται ἐν ταῖς πλη‐ |
| book 281b.2 | γαῖς. T |
| book 281c | 〈συῒ ... / καπρίῳ:〉 τῷ γένει τὸ εἶδος ἐπήνεγκεν. Aa |
| book 285a1.1 | 〈ῥεῖα μετεισάμενος Τρώων ἐσκέδασσε φάλαγ‐ |
| book 285a1.2 | γας:〉 τὸ ῥεῖα εἰς τὸ ἐσκέδασ〈σ〉ε. Aa |
| book 285a2 | ῥεῖα ἐσκέδασεν. Til |
| book 285b | 〈μετεισάμενος:〉 μετελθών, μεθορμήσας. Aa |
| book 286.1 | οἳ περὶ Πατρόκλῳ〈—βέβασαν〉: ἀντὶ τοῦ ‘τῶν περὶ Πατρόκλῳ‘. ἢ |
| book 286.2 | ὅμοιόν ἐστι τῷ „ἐκίνηθεν δὲ φάλαγγες / ἐλπόμενοι παρὰ ναῦφι“ (Π |
| book 286.3 | 280—1). T |
| book 290a.1 | δησάμενος 〈τελαμῶνι παρὰ σφυρὸν ἀμφὶ τένον‐ |
| book 290a.2 | τασ〉: †ἐνεργὴς† καὶ καινοπρεπὴς ἡ διάθεσις· ἐπεὶ γὰρ δέδιε πλη‐ |
| book 290a.3 | σιάζειν τοῖς ἀντιπάλοις, ἕλκει τὸ σῶμα κεκρυμμένως· διὸ καὶ κατὰ κε‐ |
| book 290a.4 | φαλῆς πλήσσεται. b(BCE3E4)T |
| book 290b.1 | 〈δησάμενος τελαμῶνι〉 παρὰ σφυρὸν 〈ἀμφὶ τέ‐ |
| book 290b.2 | νοντασ〉: ἡ παρά πρὸς τὸ δησάμενος. ὁ δὲ Ἕκτωρ περὶ ταῦτα |
| book 290b.3 | τέτρηται (cf. Χ 396—7). T |
| book 292.1 | ἱεμένῳ {περ}: Ἀρίσταρχος „ἱεμένων“ διὰ τοῦ ν, πληθυντι‐ |
| book 292.2 | κῶς. T |
| book 295.1 | 〈ἤρικε:〉 ἐνεργητικὸν ἀντὶ παθητικοῦ. σημαίνει δὲ τὸ |
| book 295.2 | διεκόπη. Aa |
| book 297.1 | παρ’ αὐλόν: τινὲς τὸ ξύλον τοῦ δόρατος, ἐπεὶ καὶ τὰς αἰγα‐ |
| book 297.2 | νέας „δολιχαύλουσ“ (ι 156) φησίν. οἱ δὲ τὸν ἄκρον ἐξακοντισμὸν τοῦ |
| book 297.3 | αἵματος, ὡς ἐκεῖ ἄνω πηδήσαντος τοῦ ἐγκεφάλου. b(BCE3E4)T |
| book 297.4 | καὶ ἀλλαχοῦ „αὐτίκα δ’ αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθεν“ (χ 18). παρα‐ |
| book 297.5.1 | κεκινδυνευμένον δέ τι ἐξενήνοχε. T θέλει δὲ εἰπεῖν ὅτι ἐκράθη ὁ |
| book 297.5.2 | ἐγκέφαλος τῷ αἵματι· διὸ καὶ ἔφη αὐτὸν αἱματόεντα (cf. Ρ 298). |
| book 297.5.3 | b(BCE3E4)T |
| book 298.1 | αὖθι: παρὰ τῷ Πατρόκλῳ πρίν τι δρᾶσαι, πρὶν ἑλκύσαι. |
| book 298.2 | b(BCE3E4)T |
| book 300.1 | 〈ὁ δ’〉 ἄγχ’ 〈αὐτοῖο πέσε πρηνὴσ〉 ἐπὶ νεκρῷ: ἐναν‐ |
| book 300.2 | τίον τῷ ἄγχι τὸ ἐπί. ἢ ἀντὶ τῆς παρά. b(BCE3)T |
| book 301a1.1 | 〈τῆλ’ ἀπὸ〉 Λαρίσης: οὐ τῆς ἐν Τροίᾳ· οὐ γὰρ ἂν εἴρη‐ |
| book 301a1.2 | κε τῆλε. ἀλλ’ ἔστιν ὁμώνυμος Λάρισσα ἐν Κύμῃ, ἣ ἀπέχει χιλίους |
| book 301a1.3 | διακοσίους σταδίους τῆς Ἰλίου. φασὶ τὴν Φρικωνίδα Λάρισσαν. T |
| book 301a2.1 | {λάσισσα:} ἐν Κύμῃ, ἡ ἀπέχουσα †χιλίων σταδίων† τῆς |
| book 301a2.2 | Ἰλίου. Aa |
| book 301b.1 | 〈Λαρίσης:〉 ἑτέρα ἐστὶν αὕτη ἡ πόλις παρὰ τὴν Θεσσα‐ |
| book 301b.2 | λικήν. Aa |
| book 301-3.1 | οὐδὲ τοκεῦσι 〈/ θρέπτρα—δαμέντι〉: οἰκτί‐ |
| book 301-3.2 | σατο περὶ τὴν διήγησιν ἱκανῶς. T |
| book 302 | 〈θρέπτρα:〉 σὺν τῷ ρ γραπτέον καὶ παροξυτονητέον. Til |
| book 306-7.1 | 〈Σχεδίον μεγαθύμου Ἰφίτου υἱόν, / Φωκήων |
| book 306-7.2 | ὄχ’ ἄριστον: καὶ ἄλλος „Περιμήδεος υἱός, / ἀρχὸς Φωκήων“ (Ο |
| book 306-7.3 | 515—6) T |
| book 307 | 〈ἐν κλειτῷ Πανοπῆϊ:〉 ἐν τῷ ἐνδόξῳ Πανοπεῖ. Til |
| book 309.1 | 〈τὸν βάλε:〉 πολλὴ ἡ ποικιλία· νῦν γὰρ †προεῖπε† τοῦ θα‐ |
| book 309.2 | νάτου τὸ γένος (sc. Ρ 306—8), ἄνω (sc. Ρ 294—303) δὲ τὸ ἐναντίον. |
| book 309.3 | b(BCE3E4)T |
| book 310a.1 | 〈νείατον ὦμον:〉 τὸ ἔσχατον μέρος τοῦ ὤμου, ὡς |
| book 310a.2 | „νειαίρῃ δ’ ἐν γαστρί“ (Ε 539). b(BCE3)Til |
| book 310b | 〈ἀνέσχε:〉 ἀνετάθη, διεκπετάσθη. Aa |
| book 312.1 | 〈Φόρκυνα:〉 Φόρκυν〈α〉 ἀπὸ τῆς „Φόρκυν“ (Ρ 218. |
| book 312.2 | 318). Til |
| book 313a | 〈Ἱπποθόῳ περιβάντα:〉 ὅτι πρὸς δοτικήν. Til |
| book 313b1 | μέσην ... γαστέρα: τὸν ὀμφαλόν. b(BCE3E4)T |
| book 313b2 | 〈μέσην κατὰ γαστέρα:〉 παρὰ τὸν ὀμφαλόν. Aa |
| book 314 | θώρηκος γύαλον: κατὰ περίφρασιν τὸν θώρακα. T |
| book 314-5.1 | διὰ δ’ ἔντερα χαλκὸς 〈/ ἤφυσε〉: παράδοξον τὸ |
| book 314-5.2 | διὰ τῆς ἐπιφανείας τοῦ σώματος προχυθῆναι ἔντερα, τὸ δὲ διὰ τοῦ |
| book 314-5.3 | θώρακος πολὺ θαυμασιώτερον· ἐννόησον γάρ, οἵα ἡ θεωρία. b(BCE3 |
| book 314-5.4 | E4)T |
| book 315 | 〈ἤφυσε:〉 ἀντὶ τοῦ ἤντλησεν ἐμφαντικῶς. Aa |
| book 317-8.1 | ἐρύσαντο δὲ νεκρούς 〈/ Φόρκυν θ’ Ἱππόθοόν |
| book 317-8.2 | τε〉: πῶς μὴ καὶ Πάτροκλον εἵλκυσαν; ὅτι περὶ τοῦτον οἱ Τρῶες |
| book 317-8.3 | σπουδαιότεροι ἦσαν, τῶν δὲ ἰδίων νεκρῶν ἠμέλουν. b(BCE3E4)T |
| book 321.1 | καὶ ὑπὲρ Διὸς αἶσαν: ἀντὶ τοῦ γνώμην Διός· ὀργιζομέ‐ |
| book 321.2 | νου γὰρ Ἀχιλλέως τιμᾶν ἤθελε Τρῶας, ὡς δι’ Ἴριδος ὑπέσχετο· b |
| book 321.3 | (BCE3E4)T „δύῃ τ’ ἠέλιοσ“ (Λ 194 = 209). καὶ „ἀτάρ τοι νῦν |
| book 321.4 | γε μέγα κράτος ἐγγυαλίξω“ (Ρ 206). T |
| book 324.1 | κήρυκι: διὰ τὸ μέτρον συσταλτέον τὴν ρυ. | τὸ δὲ ἨΠΥ‐ |
| book 324.2 | ΤΙΔΗΙ τινὲς πατρωνυμικῶς. ἀλλ’ ἀπὸ τοῦ Ἠπύτης Ἠπυτάδης ἦν. |
| book 324.3 | ἔστιν οὖν παράγωγον ἀπὸ τοῦ „ἠπύτα κῆρυξ“ (Η 384). b(BCE3)T |
| book 325.1 | 〈κηρύσσων γήρασκε, φίλα φρεσὶ μήδεα εἰδώς:〉 |
| book 325.2 | ἡ ἡλικία καὶ ἡ φιλία ἑτοίμη πρὸς πειθώ. b(BCE3E4)Til |
| book 327a.1 | καὶ ὑπὲρ θεόν: ἀπέφυγε τὸ κοινὸν τὸ εἰπεῖν ‘καὶ ἐναν‐ |
| book 327a.2 | τιουμένου θεοῦ‘. προτρεπτικὸς δ’ ὁ λόγος καὶ ἐλεγκτικός. b(BCE3E4) |
| book 327a.3 | T |
| book 327b | 〈ὑπὲρ θεόν:〉 θεοῦ μὴ βουλομένου. Aa |
| book 328-30a.1 | ὡς δὴ ἴδον ἀνέρασ〈—ἔχοντασ〉: ἀξιόπι‐ |
| book 328-30a.2 | στος ὁ λόγος περικείμενος κήρυκος προσώπῳ· πλάνητες γὰρ οὗτοι |
| book 328-30a.1 | καὶ πολλὰ ἱστορηκότες. ἑώρακα οὖν, φησί, καὶ τῷ πλήθει ἥττονας καὶ |
| book 328-30a.2 | τὴν ἀπὸ τῶν θεῶν βοήθειαν ἐναντίαν ἔχοντας ἐπὶ μόνῳ κατορθοῦντας |
| book 328-30a.5 | τῷ σθένει. ἐλεγκτικῶς δὲ ἡ παράθεσις γίνεται. b(BCE3E4)T |
| book 328-30b.1 | 〈ὡς δὴ ἴδον—ἔχοντας:〉 ὡς ἐγὼ ἄλλους εἶδον |
| book 328-30b.2 | τῷ ἰδίῳ σθένει πεποιθότας καὶ τῇ ἠνορέῃ καὶ τῷ πλήθει τῷ ἰδίῳ ὅσον |
| book 328-30b.3 | που εἴη, καὶ εἰ ἔλαττον εἴη τῶν πολεμίων τὸ πλῆθος αὐτῶν καὶ εἰ |
| book 328-30b.4 | οἱ θεοὶ μὴ ἐπικουροῖεν αὐτοῖς. Aa |
| book 330.1 | πλήθεΐ τε σφετέρῳ: τῷ ἰδίῳ πλήθει, Aa b(BCE3)T |
| book 330.2 | οὐκ ἐπικουρικῷ. Aa b(BCE3E4)T τὸ δὲ ὑπερδέα σφόδρα |
| book 330.3 | ἐνδεᾶ, ὥστε ἔξεστι καὶ ἐπὶ τῶν λειπομένων τῷ ἀριθμῷ πλῆθος ὀνομά‐ |
| book 330.4 | ζειν. Aa b(BCE3)T τὸ δὲ σχῆμα ἐκ τοῦ ἐναντίου· δείκνυται |
| book 330.5.1 | Aa b(BCE3E4)T ὅτι ἕτεροι καὶ ὑπὸ θεῶν οὐ βοηθούμενοι καὶ |
| book 330.5.2 | τῷ πλήθει ὀλίγοι ὄντες γενναίως μάχονται. ἐλέγχει δὲ τοὺς μὴ μαχομέ‐ |
| book 330.5.3 | νους καὶ πολυπληθείᾳ προὔχοντας καὶ συμμαχίᾳ θεοῦ. Aa b(BCE3)T |
| book 332.1 | ἄσπετον: μέγα· ᾧ οὐκ ἄν τις παρακολουθήσειε διὰ τὸ |
| book 332.2 | μέγεθος. Aa b(BCE3E4)T |
| book 334a.1 | ἔγνω ἐσάντα ἰδών: ἔγνω τοίνυν καὶ ἡ Ἑλένη τὴν |
| book 334a.2 | Ἀφροδίτην (cf. Γ 396—8). | ἐσάντα {ἰδὼν} ἀντὶ τοῦ ἄντικρυς. T |
| book 334b.1 | 〈μέγα δ’ Ἕκτορα εἶπε βοήσας:〉 πρὸς τὸν Ἕκτορα. |
| book 334b.2 | Aa |
| book 338-40.1 | 〈ἀλλ’ ἔτι γάρ τίς φησι—τῷ ῥ’ ἰθὺς Δανα‐ |
| book 338-40.2 | ῶν ἴομεν:〉 ὁ ἀλλά (338) πρὸς τὸ 〈τῷ ῥ’〉 ἰθὺς Δαναῶν (340). |
| book 338-40 | Til |
| book 339.1 | 〈ὕπατον μήστωρα μάχης:〉 μέγιστον ποιητὴν b(BCE3 |
| book 339.2 | E4)Til καὶ τεχνίτην τῆς μάχης. b(BCE3E4) |
| book 340 | 〈ἰθὺς Δαναῶν:〉 ἐπ’ εὐθείας Aa Til | ὡς αὐτούς. Til |
| book 341 | 〈πελασαίατο:〉 προσαγάγοιεν. Aa |
| book 348 | 〈Ἀπισάονα:〉 †ἀπίθανον†. τινὲς οὕτως. Til |
| book 351.1 | 〈καὶ δὲ μετ’ Ἀστεροπαῖον ἀριστεύεσκε μάχεσθαι:〉 |
| book 351.2 | προσυνίστησι τὴν παραποτάμιον μάχην (cf. Φ 139—208). Til |
| book 354a.1 | 〈ἔρχατο:〉 συνειρμένοι ἦσαν, παρὰ τὸ εἴρω τὸ συμπλέκω· |
| book 354a.2 | διὸ ψιλώσομεν τὴν λέξιν. b(BCE3E4) |
| book 354b | 〈ἔρχατο:〉 περιπεφραγμένοι ἦσαν. Aa |
| book 358.1 | οὔτε τινὰ προμάχεσθαι 〈Ἀχαιῶν ἔξοχον ἄλλων〉: |
| book 358.2 | καὶ Νέστωρ τοῦτο παραινεῖ· „μηδέ τις ἱπποσύνῃ τε καὶ ἠνορέηφι |
| book 358.3 | πεποιθώς / οἶος πρόσθ’ ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι“ (Δ 303—4)· |
| book 358.4 | καὶ γὰρ οὐχ ἧττον λυπεῖ τοῦ φεύγοντος ὁ προμαχῶν, διασπῶν τὴν |
| book 358.5 | τάξιν. b(BCE3E4)T |
| book 359.1 | 〈βεβάμεν:〉 ἀντὶ τοῦ βεβάναι, Aa Til ἀπαρέμφατον. |
| book 359.2 | Til |
| book 360 | 〈ὥς:〉 τῷ προνοεῖσθαι τῶν ἑταίρων. Til |
| book 361a.1 | 〈τοὶ δ’ ἀγχηστῖνοι ἔπιπτον:〉 οὗτοι δὲ ἐπάλληλοι, |
| book 361a.2 | πυκνοὶ ἔπιπτον. Aa |
| book 361b | 〈ἀγχηστῖνοι:〉 ἐγγὺς ἀλλήλων. Til |
| book 363.1 | καὶ Δαναῶν: ὡς παράδοξον εἰσήγαγε τὸ καί τινας τῶν |
| book 363.2 | Δαναῶν πίπτειν. T |
| book 364.1 | 〈παυρότεροι δὲ πολὺ φθίνυθον:〉 Ζηνόδοτος τοῦτον |
| book 364.2 | καὶ τὸν ἑξῆς ἀθετεῖ χωρὶς λόγου, καίτοι μέγιστον ἔχοντας τῶν Ἑλλή‐ |
| book 364.3 | νων ἔπαινον. Aa |
| book 364-5.1 | μέμνηντο γὰρ αἰεί 〈/ ἀλλήλοις—ἀλεξέμε‐ |
| book 364-5.2 | ναι πόνον αἰπύν〉: στρατηγικῶς δείκνυσι, πόθεν γίνεται νίκη, |
| book 364-5.3 | οὐ τὸ ἰδίᾳ λυσιτελὲς σκοποῦντος ἑκάστου, μᾶλλον δὲ τὸ τοῦ πλησίον· |
| book 364-5.4 | καὶ „ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισι“ (Γ 9). σωτήριον ἄρα ἐν |
| book 364-5.5 | εἰρήνῃ καὶ πολέμῳ ἡ πρὸς τοὺς φίλους εὔνοια. b(BCE3E4)T |
| book 365.1 | 〈πόνον〉 αἰπύν: προσάντη. | „φόνον“ δὲ δεῖ γράφειν, οὐ |
| book 365.2 | πόνον. T |
| book 366-7.1 | οὐδέ κε φαίης 〈/ οὔτε ποτ’ ἠέλιον σῶν ἔμμεναι |
| book 366-7.2 | οὔτε σελήνην〉: ὑπελάμβανες οὖν ἔκλειψιν εἶναι τῶν στοιχείων |
| book 366-7.3 | αὐτῶν. T |
| book 368-9.1 | 〈ἠέρι γὰρ κατέχοντο—κατατεθνηῶτι:〉 εἰς |
| book 368-9.2 | τιμὴν ταῦτα πάντα τοῦ Πατρόκλου, δι’ ὅπερ καὶ τὸ παράδοξον |
| book 368-9.3 | προστίθησιν· οὐ γὰρ ἐν παντὶ τόπῳ τῆς μάχης, ἀλλ’ αὐτῷ μόνῳ τῷ |
| book 368-9.4 | Πατρόκλῳ καὶ τοῖς ἀμφὶ τὸν Πάτροκλον περιέθηκε τὴν ἀχλύν. Aa |
| book 368a.1 | ἠέρι γὰρ 〈κατέχοντο〉: ὑπὲρ τοῦ δεινῶσαι τὴν μάχην, |
| book 368a.2 | εἰς ὃ τύχοι μέρος τῶν πληγῶν φερομένων. T |
| book 368b | μάχης ἐπί θ’ ὅσσον {ἄριστοι}: τὸ ἑξῆς ‘ἐφ’ ὅσον‘, |
| book 368b.1 | καὶ οὐκ ἀναστρεπτέον, ὁ δὲ τέ πλεονάζει· ἔστι γὰρ ὁ λόγος καὶ ὁ νοῦς |
| book 368b.2 | οὕτω〈σ〉· ἐφ’ ὅσον οἱ ἄριστοι ἕστασαν, ἐπὶ τοσοῦτον ἀέρι κατείχοντο |
| book 368b.3 | (cf. Ρ 368—9). | Ζηνόδοτος „ἐπὶ τόσσον“. Ἀριστοφάνης „μάχῃ |
| book 368b.5 | ἔνι“. T |
| book 368c.1 | ἄλλως· μάχης ἔπι θ’ 〈ὅσσοι〉: περισσὸς ὁ τέ. ἔστι δέ· |
| book 368c.2 | ὅσοι γὰρ ἄριστοι ἐπὶ τῇ μάχῃ περιΐσταντο τῷ Μενοιτιάδῃ, ἠέρι |
| book 368c.3 | κατείχοντο (cf. Ρ 368—9). b(BCE3E4)T |
| book 368d.1 | ἐπί θ’ ὅσσον: ὁ τέ σύνδεσμος περιττὸς καθ’ Ὁμηρικὴν |
| book 368d.2 | συνήθειαν. ἔστι δὲ ὁ νοῦς οὗτος· ἐφ’ ὅσον τῆς μάχης ἕστασαν οἱ |
| book 368d.3 | ἄριστοι, ἐπὶ τοσοῦτον σκότει κατείχοντο οἱ μαχόμενοι (cf. Ρ 368—9)· |
| book 368d.4 | οἱ μὲν γὰρ ἄλλοι τῶν μαχομένων ἐν φωτὶ ἐμάχοντο, „οἱ δ’ ἄλλοι |
| book 368d.5.1 | Τρῶες / εὔκηλοι πολέμιζον“ (cf. Ρ 370—1). οἱ δὲ ἄριστοι περὶ τοῦ |
| book 368d.5.2 | Πατρόκλου σώματος ἀγωνιζόμενοι σκότει κατείχοντο. ἐκ τούτου δὲ |
| book 368d.5.3 | τὴν ἀλκὴν καὶ τὴν ὑπομονὴν ἐμφαίνει, ὅτι τὰ σώματα παρατεθείκεσαν |
| book 368d.5.4 | ὥστε καταφέρειν τὰς πληγὰς ἀπροοράτως εἰς τὸ τυχόν. | ἡ διπλῆ δέ, |
| book 368d.5.5 | ὅτι Ζηνόδοτος γράφει διὰ τοῦ τ „ἐπὶ τόσσον“, κακῶς· μενούσης γὰρ |
| book 368d.10.1 | τῆς διὰ τοῦ θ γραφῆς περισσὸν νοητέον τὸν τέ σύνδεσμον. ὁ δὲ νοῦς, |
| book 368d.10.2 | ὡς προείρηται. Aa |
| book 372 | 〈ὀξεῖα:〉 ἀναπεπταμένη, λαμπρά. Aa |
| book 372-3.1 | νέφος δ’ οὐ φαίνετο 〈πάσης / γαίης οὐδ’ ὀρέ‐ |
| book 372-3.2 | ων〉: οὔτε χαμόθεν ἦν νέφος ἰδεῖν οὔτε ἐπὶ ὄρους ἀναβάντας. τὴν |
| book 372-3.3 | βαθεῖαν οὖν αἰθρίαν ἐδήλωσε· καὶ γὰρ ἐν ταῖς αἰθρίαις ἔστιν ἰδεῖν ἐπὶ |
| book 372-3.4 | τῶν ὀρῶν νέφη. b(BCE3E4)T |
| book 373a1 | 〈γαίης οὐδ’ ὀρέων:〉 λείπει ἡ ἀπό. Til |
| book 373a2 | οὐδ’ ἀπὸ τῶν ὀρῶν ἦν ἰδεῖν νέφος. Aa |
| book 373b.1 | μεταπαυόμενοι: ἐκ διαδοχῆς Aa b(BCE3)T ἀ‐ |
| book 373b.2 | ναπαυόμενοι. b(BCE3)T καὶ Ἀρίσταρχός φησιν ὡς ἀντιποιεῖ‐ |
| book 373b.3 | ται μὲν ὁ λέγων „ἐμόν ἐστι“, μεταποιεῖται δὲ ὁ „καὶ ἐμόν ἐστιν“. |
| book 373b.4 | b(BCE3E4)T |
| book 375 | 〈ἀφεσταότες:〉 τοῦ Πατρόκλου. Aa |
| book 377.1 | δύο δ’ οὔπω 〈φῶτε〉 πεπύσθην: οὐχ ὡς τῶν ἄλλων |
| book 377.2 | πυθομένων (ἄτοπον γὰρ ἐπὶ πάντας διαβῆναι τὴν φήμην), ἀλλὰ τῶν |
| book 377.3 | ἀρίστων. τοῦτο δὲ ποιεῖ, ἐπεὶ θάτερον αὐτῶν ἀναστέλλειν ἐθέλει |
| book 377.4 | φίλτατον ὄντα Ἀχιλλεῖ (cf. Ρ 651—701). b(BCE3E4)T |
| book 380 | 〈ἐνὶ πρώτῳ ὁμάδῳ:〉 ἐν τοῖς πρωταγωνισταῖς. Aa |
| book 381-2.1 | 〈τὼ δ’ ἐπιοσσομένω—Νέστωρ:〉 οἱ περὶ τὸν |
| book 381-2.2 | Ἀντίλοχον περιεβλέποντο ἀπὸ τῶν ὄσσων, περιέβλεπον δὲ θάνατον |
| book 381-2.3 | καὶ φύζαν ἑταίρων (381), ἵν’, εἰ μέν τινες τεθνήκασιν, ὑπερμάχωνται τῶν σω‐ |
| book 381-2.4 | μάτων, εἰ δὲ φύγοιεν, σκεπάζωσιν· οὕτως γὰρ ὁ Νέστωρ ἐπετέλλετο. |
| book 381-2.5 | Aa |
| book 381a.1 | ἐπιοσσομένω θάνατον καὶ φύζαν ἑταίρων: ἐπιβλέ‐ |
| book 381a.2 | ποντες, ἵνα τῶν μὲν πιπτόντων ὑπερμαχοῖεν, τοὺς δὲ φυγάδας προ‐ |
| book 381a.3 | τρέποιντο. b(BCE3E4)T |
| book 381b.1 | ἄλλως· προορώμενοι καὶ προσδοκῶντες μήτε ἀποθνήσκειν |
| book 381b.2 | τοὺς ἑταίρους μήτε φεύγειν, ἐπὶ τῆς αὐτῆς τάξεως ἔμενον. b(BCE3E4) |
| book 381b.3 | T |
| book 381c.1 | 〈ἐπιοσσομένω:〉 κατὰ διάνοιαν σκοπούμενοι, ὑποπτεύ‐ |
| book 381c.2 | οντες. Aa |
| book 382.1 | 〈ἐπετέλλετο:〉 ἐπετέλλετο τὸ ὑπερμαχεῖν δηλονότι τῶν |
| book 382.2 | ἑταίρων. Aa b (BCE3E4) |
| book 384.1 | 〈τοῖς δὲ πανημερίοις:〉 τοῖς περὶ Πάτροκλον Til ἐν |
| book 384.2 | τῷ λειπομένῳ παντὶ μέρει τῆς ἡμέρας. b(BCE3E4)Til |
| book 386-7.1 | γούνατά τε〈—παλάσσετο〉: εὖ τὸ μὴ ἐπὶ |
| book 386-7.2 | κεφαλαίου τὰ μέλη φράσαι, ἀλλὰ κατὰ μέρος ὅλον ἐπελθεῖν τὸ σῶμα· |
| book 386-7.3 | τοῦτο γὰρ καὶ †ἐνέργειαν† προβάλλει καὶ τῆς ταλαιπωρίας τὸ μέγεθος |
| book 386-7.4 | δείκνυσι. τὰ δὲ μέσα καὶ τὸν θώρακα ῥᾴδια πρὸς ἱδρῶτα ὄντα παρέλι‐ |
| book 386-7.5.1 | πεν. b(BCE3E4)T ἀκατάλληλον δὲ τὸ ὀφθαλμοὶ παλάσσετο |
| book 386-7.5.2 | (cf. 387). ἔστι δὲ ὅμοιον τῷ „ἔνθα Ποσειδάων κατ’ ἄρ’ ἕζετο καὶ θεοὶ |
| book 386-7.5.3 | ἄλλοι“ (Υ 149). πρὸς μὲν τὰ γούνατα (386) τὸ παλάσσετο (387) |
| book 386-7 | προσυπακούομεν, †δὲ τὰ πληθυντικὰ τὸ παλάσσοντο. b(BCE3)T |
| book 387.1 | 〈χεῖρές τ’ ὀφθαλμοί τε παλάσσετο μαρναμένοιϊν:〉 |
| book 387.2 | αἱ χεῖρες ἐπαλάσσετο, οὐχὶ ἐπαλάσσοντο. τὸ δὲ τοιοῦτον Πινδαρικὸν |
| book 387.3 | σχῆμα. τὸ δὲ μαρναμένοιϊν δυϊκόν ἐστιν ἐπ’ ἀμφοτέρων τῶν |
| book 387.4 | στρατευμάτων. τὸ δὲ σημεῖον, ὅτι ἰδίως εἶπεν. Aa |
| book 389-93.1 | ὡς δ’ ὅτ’ ἀνὴρ ταύροιο〈—διαπρό〉: ἐν‐ |
| book 389-93.2 | δείξασθαι θέλων καὶ τὴν βίαν τῶν ἑλκόντων καὶ τὴν τοῦ ἑλκομένου |
| book 389-93.3 | σώματος ταλαιπωρίαν, δορὰν διατεινομένην παραλαμβάνει καὶ |
| book 389-93.4 | ταύτην ἀκμαίαν, ἥτις πολλὴν ἐπίδοσιν ποιεῖται, καὶ ἐλαίῳ διάβροχον· |
| book 389-93.5.1 | τούτῳ γὰρ μαλαττόμενα τὰ κατεσκληκότα ἀνεῖται. b(BCE3E4)T |
| book 389-93.5.2 | πολλοὺς δὲ τοὺς ἕλκοντάς φησιν· T οὔπω γὰρ ἐπασσάλευον τὰς |
| book 389-93.5.3 | βύρσας ἴσως· ἔστι δὲ ἐξ εὐτελοῦς μὲν ἡ εἰκών, τῇ δὲ †ἐνεργείᾳ† |
| book 389-93.5.4 | κεκοσμημένη. b(BCE3E4)T |
| book 389.1 | ταύροιο βοός: ἔδει προτάσσειν τὸ γενικὸν τοῦ 〈ε〉ἰδικοῦ, |
| book 389.2 | βοὸς ταύρου, ὡς „ἠΰτε T βοῦς ἀγέληφι / ταῦροσ“ (Β 480—1). |
| book 389.3 | TTil ἔστι δὲ Ἀττικὸν τὸ οὕτω συντάττειν. T |
| book 390.1 | 〈μεθύουσαν ἀλοιφῇ:〉 ἀντὶ τοῦ πεπληρωμένην λίπει, ὡς |
| book 390.2 | οἱ μεθύοντες. Aa |
| book 392a.1 | κυκλόσε: Ζηνόδοτος „κύκλῳ“. Ἀρίσταρχος „κύκλοσ“, |
| book 392a.2 | ὡς „πληθὺς 〈...〉 ἀπονέοντο“ (Ο 305). καὶ ἐπὶ Μενελάου ὁμοίως |
| book 392a.3 | ἐν τῇ Δ (sc. 212) | οἱ δὲ ἄλλοι ἐπίρρημα, καὶ παροξύνουσιν, | ἀλλ’ |
| book 392a.4 | ἔδει ‘κυκλόφι‘. T |
| book 392b.1 | 〈κυκλόσε:〉 ἐπίρρημα. οὕτως δὲ ὁ Ἀσκαλωνίτης (p. |
| book 392b.2 | 56 B.) παροξύνει. Aa |
| book 393.1 | τάνυται δέ τε 〈πᾶσα διαπρό:〉 διατείνεται δὲ πᾶσα |
| book 393.2 | εἰς τοὔμπροσθεν μεγεθυνομένη· Aa b (BCE3E4) τὸ γὰρ πάχος |
| book 393.3 | λεπτυνόμενον εἰς μέγεθος ἄγεται. b(BCE3E4)T |
| book 395 | 〈εἵλκεον:〉 Ἀρίσταρχος ὅτι πλεονάζει τὸ ι. Til |
| book 398.1 | λαοσσόος: ὁ τοὺς λαοὺς παρορμῶν· φησὶ γὰρ „ὦρσε δὲ |
| book 398.2 | τοὺς μὲν Ἄρης, τοὺς δὲ γλαυκῶπις Ἀθήνη“ (Δ 439). Aa T |
| book 399a.1 | ὀνόσαιτο: ψέξαι. „ἦ οὔνεσθ’, ὅτε μοι Κρονίδησ“ (Ω 241) |
| book 399a.2 | ἀντὶ τοῦ ψέγετέ με καὶ εὐτελίζετε. T |
| book 399b.1 | 〈ὀνόσαιτο:〉 ἀντὶ τοῦ ψέξαι. ‘οὔτε ὁ Ἄρης οὔτε ἡ |
| book 399b.2 | Ἀθηνᾶ ἰδοῦσα ἂν ὀνόσαιτο‘. Aa |
| book 401-2 | οὐδ’ ἄρα πώ τι / ᾔδεε 〈Πάτροκλον τεθνηότα |
| book 401-2.1 | δῖος Ἀχιλλεύσ〉: εἴωθε συμπάθειαν ἐγείρειν διὰ τούτων, ἐπὰν οἱ τὰ |
| book 401-2.2 | μέγιστα δυστυχοῦντες ἐν ἀγνοίᾳ τῶν κακῶν εἶεν καὶ ἐπὶ φιλανθρωπο‐ |
| book 401-2.3 | τέρων φέρωνται ἐλπίδων, ὡς Ἀνδρομάχη (cf. Χ 437—46) καὶ Δόλων |
| book 401-2.5 | (cf. Κ 350) καὶ νῦν Ἀχιλλεύς. b(BCE3E4)T |
| book 404-25.1 | τείχει ὑπὸ Τρώων〈—χάλκεον οὐρανὸν |
| book 404-25.2 | ἷκε〉: Ζηνόδοτος ἀπὸ τοῦ τείχει ὑπὸ Τρώων (404) ἕως τοῦ |
| book 404-25.3 | χάλκεον οὐρανόν (425) οὐ γράφει. Ἀρίσταρχος μόνον ἀθετεῖ ὣς |
| book 404-25.4 | δέ τις αὖ Τρώων (420). T |
| book 404-5a.1 | 〈τό μιν οὔ ποτε ἔλπετο θυμῷ / τεθνάμεν:〉 διὸ |
| book 404-5a.2 | αὐτὸν οὐ προσεδόκα. Til |
| book 404-5b.1 | τό μιν οὔ ποτε ἔλπετο θυμῷ / τεθνάμεν: παιδευτι‐ |
| book 404-5b.2 | κὸς ὁ λόγος ὅτι οὐ δεῖ ταῖς ἐλπίσι πεποιθέναι. b(BCE3E4)T |
| book 409a1.1 | Διὸς 〈...〉 νόημα: τὴν εἱμαρμένην· „ὁ γάρ τ’ εὖ οἶδεν |
| book 409a1.2 | ἅπαντα 〈/ μοῖράν τ’ ἀμμορίην τε〉“ (υ 75—6). τινὲς δὲ τῶν φιλοσόφων |
| book 409a1.3 | μοῖραν ἔλεγον τὸν λόγον τοῦ Διός. T |
| book 409a2 | τὸ εἱμαρμένον. Aa |
| book 409a3.1 | τὴν θέλησιν καὶ βουλήν. τινὲς δὲ τῶν φιλοσόφων μοῖραν |
| book 409a3.2 | ἔλεγον εἶναι τὴν τοῦ θεοῦ βουλήν. b(BCE3E4) |
| book 410.1 | δὴ τότ〈ε γ’〉 οὔ οἱ ἔειπε: οὐκ ἔστι περισσός, ἀλλ’ ὡς |
| book 410.2 | τὸ „δίδαξε γὰρ Ἄρτεμις αὐτή· / ἀλλ’ οὔ οἱ τότ〈ε γ’〉 ἔχραισμ’ |
| book 410 | Ἄρτεμισ“ (Ε 51. 53). T |
| book 413.1 | ἐγχρίμπτοντο: τινὲς „†ἐνχρίπτοντ, ὡς τὸ „ζωὸν ἐνι‐ |
| book 413.2 | χριμφθέντα πύλῃσιν“ (Ρ 405). T |
| book 415-22.1 | ὦ φίλοι〈—πολέμοιο〉: πολλὴ σπουδὴ ἑκα‐ |
| book 415-22.2 | τέρῳ στρατῷ τοῦ νεκροῦ κρατῆσαι, τοῖς μὲν αἰδουμένοις δεύτερον |
| book 415-22.3 | ἁμαρτεῖν εἰς Ἀχιλλέα, τοῖς δὲ ἀμύνασθαι Ἀχιλλέα, ὧν ἔπαθον πρό‐ |
| book 415-22.4 | τερον. b(BCE3E4)T |
| book 417.1 | 〈ἄφαρ πολὺ κέρδιον εἴη:〉 εὐθέως ὠφέλιμον εἴη. Til | |
| book 417.2 | ὅτι δεῖ προτιθέναι τὴν εὔκλειαν τῆς σωτηρίας. b(BCE3E4)Til |
| book 421-2.1 | εἰ καὶ μοῖρα παρ’ ἀνέρι〈—πολέμοιο〉: οἱ |
| book 421-2.2 | μὲν Ἕλληνες ἀποθανεῖν εὔχονται τοῦ νεκροῦ μὴ κρατήσαντες, οἱ δὲ |
| book 421-2.3 | μελλητικῶς φάσκουσιν ‘εἰ καὶ μοιρίδιον ἡμῖν ἀποθανεῖν, τῆς μάχης οὐ |
| book 421-2 | δεῖ ἀφίστασθαι‘. b(BCE3E4)T |
| book 424a1 | 〈σιδήρειος:〉 ἀντὶ τοῦ ἰσχυρός, | στερεός. Aa |
| book 424a2.1 | ὁ στερεὸς b(BCE3E4)Til καὶ πολυΐσχυρος. b(BCE3) |
| book 424a2.2 | E4) |
| book 425a.1 | 〈χάλκεον οὐρανόν:〉 ὅτι πρὸς τὸν Ὄλυμπον ἀντι‐ |
| book 425a.2 | διέσταλται. Aa |
| book 425b.1 | δι’ αἰθέρος ἀτρυγέτοιο: ἀτρύτου. ἢ ἐπειδὴ οὐδὲ |
| book 425b.2 | αὐτὸς ὁμοίως τῇ θαλάσσῃ τρυγᾶται. Aa b (BCE3E4)T |
| book 426-8a1.1 | ἵπποι δ’ Αἰακίδαο〈—ἀνδροφόνοιο〉: μετ‐ |
| book 426-8a1.2 | άγει τὸν λόγον ἀπὸ τῶν συνεχῶν πόνων. ἔστι δὲ τὸ ζῷον φρενῆρες |
| book 426-8a1.3 | καὶ οἰκειότητα φυσικὴν ἔχον πρὸς τοὺς τρέφοντας· Ἕκτωρ γοῦν τοῖς |
| book 426-8a1.4 | ἵπποις διαλέγεται (cf. Θ 185—97). οὗτοι δὲ ὡς ἀθάνατοι καὶ πλείονα |
| book 426-8a1.5 | τὴν αἴσθησιν ἔχουσιν. T |
| book 426-8a2.1 | μετάγει τὸν λόγον ἀπὸ τῶν συνεχῶν πόνων. ἔστι δὲ τὸ |
| book 426-8a2.2 | ζῷον φρενῆρες καὶ οἰκειότητα φυσικὴν ἔχον τοῦ προγινώσκειν τὰ ἐν |
| book 426-8a2.3 | πολέμῳ καὶ εἰς συναίσθησιν ἔρχεται τοῦ ἐπιβάτου ἀποτυχόν. b |
| book 426-8a2.4 | (BCE3E4) |
| book 427 | 〈πυθέσθην:〉 ἔμαθον, Aa ᾔσθοντο. Aa Til |
| book 430.1 | μάστιγι θοῇ: τῇ ταχυποιῷ. ἐπεμαίετο δὲ ἀντὶ τοῦ |
| book 430.2 | ἐφήπτετο. Aa b (BCE3E4)T |
| book 431 | 〈ἀρειῇ:〉 κυρίως, τῇ ἐν πολέμῳ ἀπειλῇ. Aa Til |
| book 432a1.1 | 〈ἐπὶ πλατὺν Ἑλλήσποντον:〉 πλατὺν εἴρηκε τὸν |
| book 432a1.2 | Ἑλλήσποντον οὐχ ὅτι τοιοῦτος, ἀλλ’ ὅτι σύγκρισίς ἐστι τῶν κατὰ |
| book 432a1.1 | τὸν ναύσταθμον μερῶν πρὸς τὰ ἄλλα μέρη τοῦ Ἑλλησπόντου· τὰ γὰρ |
| book 432a1.2 | κατὰ τὸν ναύσταθμον πλατύτερά ἐστι τῶν ἄλλων διαστημάτων τῶν |
| book 432a1.5.1 | ἀπεστενωμένων. λέγει οὖν ἀντὶ τοῦ ἐπὶ τὰ πλατύτερα μέρη τοῦ Ἑλ‐ |
| book 432a1.5.2 | λησπόντου. Aa |
| book 432a2.1 | οὐ τὸν καθόλου πλατύν, ἀλλὰ b(BCE3E4) καθ’ ὃ |
| book 432a2.2 | μέρος ἑαυτοῦ πλατύτερός ἐστιν. b(BCE3E4)T |
| book 434-5.1 | ἀλλ’ ὥς τε στήλη〈—γυναικόσ〉: τοὺς μὲν |
| book 434-5.2 | Λαπίθας δρυσὶν ἐρριζωμέναις εἴκασεν (sc. Μ 132—4), ἐνθάδε δὲ T |
| book 434-5.3 | ἔχει τι πλέον ἡ παραβολή· οὐ γὰρ τὴν στάσιν μόνον σημαίνει, ἀλλὰ |
| book 434-5.4 | καὶ τὴν ποιὰν τὴν ἐπὶ τῷ πένθει· πρὸς γὰρ τὴν κατηφῆ στάσιν ἡ πα‐ |
| book 434-5.5 | ραβολή b(BCE3E4)T ἅμα δὲ ὅτι καὶ ἀσεβὲς τὸ κινεῖν στήλην. T |
| book 437a1.1 | {οὔδει} ἐνὶ σκήψαντες: ἐμπήξαντες, διὰ ὑπερβολὴν |
| book 437a1.2 | λύπης. T |
| book 437a2.1 | ἀντὶ τοῦ προσερείσαντες καὶ πελάσαντες διὰ λύπης ὑπερ‐ |
| book 437a2.2 | βολήν. b(BCE3E4) |
| book 437b | 〈δέ σφι:〉 ἀντὶ τοῦ 〈δέ〉 σφων. Til |
| book 439.1 | θαλερὴ .... χαίτη: πρῶτος συνεῖδε τοῖς καλοῖς ἵπποις |
| book 439.2 | ἁρμόδιον χαίτην, οὐ μόνον καλήν, ἀλλὰ καὶ βαθεῖαν. T |
| book 440a.1 | 〈ζεύγλης ἐξεριποῦσα:〉 τοῦ ἄκρου μέρους τοῦ ζυγοῦ |
| book 440a.2 | ἐκπεσοῦσα ἐπὶ τὴν ἔραν. Aa |
| book 440b.1 | 〈ἀμφοτέρωσε:〉 ἀμφοτέροισι, Til τοῖς ἵπποις δη‐ |
| book 440b.2 | λονότι. b(BCE3E4)Til |
| book 443-55.1 | ἆ δειλώ, —ἔλθῃ: τὸ ὅλον εἰς καταβολὴν τοῦ |
| book 443-55.2 | ἀνθρωπίνου γένους· εἰ γὰρ οἱ ἵπποι διὰ τὸ συνωμιληκέναι ἀνθρώποις |
| book 443-55.1 | ἐν χαλεποῖς γίνονται καὶ διὰ τοῦτο δειλοί, πόσῳ μᾶλλον †οὗτοι† οἱ |
| book 443-55.2 | ἄνθρωποι. εἶτα καὶ κατασκευάζει, φήσας πάντων ζῴων εἶναι χεί‐ |
| book 443-55.5.1 | ριστον τὸν ἄνθρωπον (sc. 446—7). πλεονεκτοῦμεν γὰρ τῶν ζῴων |
| book 443-55.5.2 | τῷ λογισμῷ μόνῳ, ἀλλὰ κατὰ πολλὰ ἐνδεέστεροί ἐσμεν, ἐν αὐτῷ δέ, |
| book 443-55.5.3 | ᾧ δοκοῦμεν πλεονεκτεῖν, τὴν ἀντίληψιν τῶν κακῶν ποιούμεθα. δι‐ |
| book 443-55.5.4 | δάσκει δὲ μὴ μέγα φρονεῖν. ἔχει δὲ ἀξιοπιστίαν ὁ λόγος ὑπὸ θεοῦ λεγό‐ |
| book 443-55.5.5 | μενος. b(BCE3E4)T |
| book 446-7.1 | 〈οὐ μὲν γάρ τί πού ἐστιν〉 ὀϊζυρώτερον ἀν‐ |
| book 446-7.2 | δρός 〈/ πάντων〉: σημείωσαι ὅτι Aa πᾶν μὲν οὖν ἔμψυχον |
| book 446-7.3 | ὑποπέπτωκεν ἀτυχίαις, πλέον δὲ ὁ ἄνθρωπος. Aa b (BCE3E4)T |
| book 447a1.1 | πάντων, ὅσσα τε γαῖαν 〈ἐπιπνείει τε καὶ ἕρ‐ |
| book 447a1.2 | πει〉: ὑπὲρ πάντα τὰ ἄλλα. λείπει ἡ κατά. b(BCE3E4)T |
| book 447a2 | ὑπὲρ πάντα. †γαῖαν ἢ† κατά. Aa |
| book 448-9.1 | 〈ἀλλ’ οὐ μὰν—ἐάσω:〉 ἵνα μὴ ἀγωνιῶμεν καὶ πε‐ |
| book 448-9.2 | ρὶ τῶν ἵππων. Til |
| book 449.1 | οὐ γὰρ ἐάσω: τινὲς „οὐδέ τις ἄλλοσ“, ἵνα μὴ ζητῶμεν |
| book 449.2 | τοὺς ἵππους. | οἱ δέ φασιν ὡς οὐ πάντα ἀναιρεῖ. οὐδὲ τὸν Διομήδους |
| book 449.3 | θώρακα (cf. Θ 194—5), οὐ τὸ σκῆπτρον Ἀγαμέμνονος (cf. Β 107), |
| book 449.4 | οὐ τὰ ὅπλα τὰ δοθέντα Νεοπτολέμῳ. T |
| book 451a | 〈σφῶϊν:〉 ὑμῖν. Til |
| book 451b | 〈γούνεσσι:〉 ἀπὸ τῆς τὸ γοῦνος εὐθείας, ἢ ἀπὸ τοῦ γού‐ |
| book 451b | νασι τροπῇ. Til |
| book 453-5a1.1 | ἔτι γάρ σφισι 〈κῦδος ὀρέξω—ἔλθῃ〉: |
| book 453-5a1.2 | ἀνεξόμεθα οὖν μαθόντες τὴν προθεσμίαν τῆς εὐημερίας. T |
| book 453-5a2.1 | προλέγει δέ, ἵνα μὴ λυπῇ τὸν ἀκροατὴν ἐπὶ πλέον, τὴν |
| book 453-5a2.2 | προθεσμίαν διδάξας τῆς εὐημερίας. b(BCE3E4) |
| book 453a1.1 | σφίσι: μετήγαγε τὸν λόγον ἀπὸ τοῦ Ἕκτορος (cf. Ρ |
| book 453a1.2 | 449. 450) ἐπὶ τοὺς Τρῶας. T |
| book 453a2 | δηλονότι τοῖς Τρωσί. Aa b (BCE3E4) |
| book 456.1 | 〈ἐνέπνευσεν〉 μένος ἠΰ: οὕτως Ἀρίσταρχος. Ζηνόδοτος |
| book 456.2 | δὲ „μένος πολυθαρσὲς ἐνῆκε“, καὶ προστίθησιν „αὐτὸς δ’ Οὔλυμπον |
| book 456.3 | δὲ μετ’ ἀθανάτοισι βεβήκει“ (= Ρ 456 a). T |
| book 458 | 〈ῥίμφα φέρον:〉 γράφεται „ῥίμφ’ ἔφερον“. Tt |
| book 459a.1 | τοῖσι δ’ ἐπ’ Αὐτομέδων: κρεῖττον τώδε ἀλέξειν τῷ |
| book 459a.2 | ἑταίρῳ ᾤετο. ἄλλως τε καὶ οἱ ἵπποι ἐκεῖσε αὐτὸν ἤγαγον. b(BCE3 |
| book 459a.3 | E4)T |
| book 453b | 〈ἀχνύμενός περ ἑταίρου:〉 λείπει ἡ περί. Til |
| book 460.1 | 〈ὥς τ’ αἰγυπιὸς μετὰ χῆνας:〉 τὸ χῆνας ἐπὶ τῶν |
| book 460.2 | Τρώων εἰς ἀπραξίαν αὐτοὺς διαβάλλων. Aa |
| book 461 | 〈ῥέα:〉 τὸ ῥέα ἄνευ τοῦ ι πᾶσαι εἶχον. Tt |
| book 463 | ᾕρει: κατελάμβανεν· „ἐκ δέκα ποδῶν ᾕρει λέγων τοὺς ῥή‐ |
| book 463 | τορασ“ (Eupol. fr. 94,3 [I p. 281] K. = 102,3 [V p. 353] K.—A.). νῦν δὲ ἀνῄρει. b(BCE3E4)Til |
| book 464a1.1 | ἱερῷ ἐνὶ δίφρῳ: ἱερὸν ἅρμα τὸ ἀνεπίβατον ἄλλῳ ἢ |
| book 464a1.2 | Ἀχιλλεῖ καὶ ὑπὸ ἀθανάτων ἵππων φερόμενον. T |
| book 464a2 | τῷ μὴ ἄλλῳ ἐπιβατῷ ἢ Ἀχιλλεῖ. b(BCE3) |
| book 465.1 | ἐπίσχειν: οἱ περὶ Ἀρίσταρχον ἐπίσχειν κατὰ παρατα‐ |
| book 465.2 | τικόν, οἱ δὲ περὶ τὸν Ἀσκαλωνίτην (p. 56 B.) κατὰ ἀόριστον ὡς λα‐ |
| book 465.3 | βεῖν. καὶ ὁ Ἡρωδιανὸς (2,105,29) δὲ ἐπίσχειν παροξυτόνως. εἰ μή |
| book 465.4 | τις λέγοι ὅτι ἔθος ἐστὶ τῷ ἀορίστῳ συντάττεσθαι τὴν ἐπί. T |
| book 469.1 | 〈νηκερδέα:〉 ἐπισφαλῆ, ἀσύνετον· τὰ κέρδη γὰρ Ὅμηρος |
| book 469.2 | ἐπὶ τῶν συνετῶν τάσσει. Ail |
| book 471a | 〈οἷον:〉 πῶς. θαυμαστικὸν τὸ οἷον. Aa |
| book 471b | 〈μάχεαι:〉 ἀντὶ τοῦ μάχῃ, καταχρηστικῶς. Aa |
| book 477.1 | 〈θεόφιν μήστωρ ἀτάλαντος:〉 ἴσος θεοῖς ἐν τῷ κατερ‐ |
| book 477.2 | γάσασθαί τι. Aa b (BCE3E4)Til |
| book 481a.1 | βοηθόον {ἅρμα}: Ἀρίσταρχος ὑφ’ ἓν βοηθόον, οἱ |
| book 481a.2 | 〈δὲ〉 ἀπὸ τῆς σχολῆς διῃρημένως. T |
| book 481b.1 | ἄλλως· βοηθόον: τὸ ἐν τῇ μάχῃ ταχύ. Aa T | οὐ θέλει |
| book 481b.2 | δὲ ἀπράκτως παραγαγεῖν ἐπὶ τὰς ναῦς τὸ ὄχημα τοῦ Ἀχιλλέως. T |
| book 483a1.1 | Αὐτομέδων δ’ ἀπόρουσε: τοῦ ἰδίου ἅρματος, ὥσπερ |
| book 483a1.2 | Ἰδαῖος (cf. Ε 20), μεταγαγὼν 〈ἀπὸ〉 τοῦ νώτου τὴν ἀσπίδα, τὸ δὲ |
| book 483a1 | δόρυ ἁρπάσας παρακείμενον. T |
| book 483a2.1 | τοῦ ἰδίου ἅρματος. καὶ κατῆλθε πεζῇ πολεμήσων. b |
| book 483a2.2 | (BCE3E4) |
| book 483-90.1 | νόησε δὲ 〈φαίδιμοσ〉 Ἕκτωρ〈—Ἄρηϊ〉: |
| book 483-90.2 | εὐτυχήσας τῆς πανοπλίας ἐπιθυμεῖ καὶ τῶν ἵππων. προτρέπεται δὲ |
| book 483-90.3 | τὸν Αἰνείαν οὐ μόνον ὡς ἀριστέα, ἀλλὰ καὶ ὡς ἀσχάλλοντα ἐπὶ τῇ |
| book 483-90.4 | ἀφαιρέσει τῶν ἰδίων ἵππων (cf. Ε 319—24). b(BCE3E4)T |
| book 492a.1 | 〈βοέῃς:〉 ὅτι καταχρηστικῶς τὰ Ἕκτορος ὅπλα βόεια |
| book 492a.2 | εἶπεν, ἀλλ’ οὐκ ἐκ βυρσῶν βοείων· εἶχε γὰρ τὰ Ἀχιλλέως ἤδη· „τὰ |
| book 492a.3 | μὲν Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα“ (Σ 84). ἔστιν οὖν ὁ τρόπος συλ‐ |
| book 492a.4 | ληπτικός | εἰλυμένοι δὲ σκεπαζόμενοι, ἀπὸ τοῦ κατειλῦσθαι. Aa |
| book 492b.1 | βοέῃς: συλληπτικῶς· ἣν γὰρ εἶχεν ὁ Ἕκτωρ, οὐ βοεία ἦν. |
| book 492b.2 | b(BCE3)T |
| book 493 | 〈πολὺς δ’ ἐπελήλατο χαλκός:〉 ὁ δέ ἀντὶ τοῦ γάρ. Til |
| book 494.1 | Ἄρητος: Ἄρατος, Ἄρητος καὶ „Ἀρήτη“ (η 54 al.) |
| book 494.2 | Ἰακῶς. καὶ κοινὸν γέγονεν. T |
| book 505.1 | 〈φοβῆσαί τε στίχας:〉 „φοβῆσαι δὲ στίχασ“ διὰ τοῦ |
| book 505.2 | „δέ“, οὐ τέ. Til |
| book 507-10.1 | Αἴαντε 〈καλέσσατο—στίχας ἀνδρῶν〉: |
| book 507-10.2 | πιθανὸν ἀνακεχωρηκότος τοῦ Ἕκτορος καὶ τὸν Αἴαντα τολμῆσαι κα‐ |
| book 507-10.3 | ταλιπεῖν τὸ σῶμα τοῖς μετ’ αὐτὸν ἀρίστοις, b(BCE3E4)T ἔνθεν |
| book 507-10.4 | αὐτῷ ἐντυγχάνει. b(BCE3E4) |
| book 509 | 〈ἐπιτράπετε:〉 ἐπιτρέψατε, συγχωρήσατε. Aa |
| book 514.1 | θεῶν ἐν γούνασι κεῖται: ἐν τοῖς κόλποις, b(BCE3E4)T |
| book 514.2 | ὡς „πολλάκι{ς} γούνασιν 〈οἷσιν〉 ἐφεσ〈σ〉άμενοσ“ (π 443). T ὅ |
| book 514.3 | ἐστι, πρόχειρα πάντα ἔχουσιν οἱ θεοί. οἱ δὲ b(BCE3E4)T ἀπὸ |
| book 514.4 | μέρους, ἐν τῇ τῶν θεῶν δυνάμει. Aa b (BCE3E4)T |
| book 515a.1 | 〈ἥσω γὰρ καὶ ἐγώ:〉 ἀφήσω, ἐπιπέμψω. ὁ δὲ καί |
| book 515a.2 | περιττός. Aa |
| book 515b | 〈μελήσει:〉 ἀντὶ εὐκτικοῦ τοῦ μελήσοι. Til |
| book 520-2.1 | ὡς δ’ ὅταν ὀξὺν〈—ἶνα τάμῃ διὰ πᾶσαν〉: |
| book 520-2.2 | ἄμφω ηὔξησε, τὸν μὲν πέλεκυν τῇ ὀξύτητι, τὸν δὲ ἄνδρα τῷ αἰζήϊος |
| book 520-2.3 | (520) ὡς εὐτονωτέραν τὴν καταφορὰν γενέσθαι. b(BCE3E4)T ὁ |
| book 520-2.4 | δὲ τόπος τῆς πληγῆς καιριώτατος· ὄπιθε γάρ φησι κεράτων εἰς τὴν |
| book 520-2.5 | ἀρχὴν τῶν νεύρων. Aa b (BCE3E4)T |
| book 521a1.1 | ἐξόπιθεν κεράων: περὶ γὰρ τὰς ῥίζας τῶν κεράτων |
| book 521a1.2 | πυκνὰ κεῖται τὰ νεῦρα. T |
| book 521a2.1 | περὶ γὰρ τὰς τῶν κεράτων ῥίζας πυκνὰ καὶ συνεχῆ τὰ |
| book 521a2.2 | νεῦρα καὶ αἱ ἀρτηρίαι κεῖνται. b(BCE3E4) |
| book 521b | 〈ἀγραύλοιο: ἐν〉 ἀγρῷ νεμομένου. Aa |
| book 522a | ἶνα τάμῃ 〈διὰ〉 πᾶσαν: ἢν γὰρ μὴ ὅλον διακοπῇ τὸ |
| book 522a | νεῦρον, οὐ πίπτει ὁ βοῦς. καὶ τὸ μὲν ἑξῆς ἐστι διατάμῃ, τῇ δὲ διακοπῇ |
| book 522a.1 | τῆς λέξεως μεμίμηται τὸ γινόμενον. | οὐκ ἀναστρέφεται δὲ ἡ διά, ἵνα |
| book 522a.2 | μὴ συνεμπέσῃ τῇ Δία αἰτιατικῇ, b(BCE3E4)T ἡ δὲ ἀντί καὶ |
| book 522a.5 | ἀμφί ὡς τρίχρονοι. b(BCE3E4) |
| book 522b1.1 | ὁ δὲ προθορὼν 〈ἐρίπῃσιν〉: βοῶν μὲν οἰκεῖον τὸ |
| book 522b1.2 | προπίπτειν, τῶν δὲ ἄλλων ζῴων τὸ ἀνακλᾶσθαι. b(BCE3E4)T |
| book 522b2.1 | πᾶν ζῷον πληγὲν εἰς τοὐπίσω ἀνακλᾶται· ταῦρος δὲ εἰς |
| book 522b2.2 | τοὔμπροσθεν φέρεται, δι’ ὃ οὕτως εἶπεν. Aa |
| book 523.1 | προθορὼν πέσεν ὕπτιος: προπίπτειν μέλλοντα βίαιος |
| book 523.2 | οὖσα ἡ πληγὴ †ἀνέτρεψεν†. ἡ δὲ παραβολὴ (sc. Ρ 520—2) πρὸς τὸ |
| book 523.3 | προθορεῖν μόνον· καὶ οὗτος προέθορε μὲν ὡς ταῦρος, οὐκ ἔπεσε δὲ ὡς |
| book 523.4 | ταῦρος. b(BCE3E4)T |
| book 524.1 | νηδυΐοισι: τοῖς κατὰ τὴν νηδὺν σπλάγχνοις. Aa b(BCE3 |
| book 524.2 | E4)T ἅπαξ δὲ εἴρηται ἡ λέξις. b(BCE3)T |
| book 529.1 | ἔνθα δ’ ἔπειτ’ ἀφίει 〈μένος ὄβριμος Ἄρησ〉: τότε δὲ |
| book 529.2 | ἵστη τὴν ὁρμὴν ὁ σίδηρος· ὅταν γὰρ μηκέτι προϊέναι ἰσχύσῃ, τὸ τηνι‐ |
| book 529.3 | καῦτα ἱστάμενος κραδαίνεται (cf. Ρ 528). b(BCE3E4)T |
| book 533.1 | τοὺς ὑποταρβήσαντες 〈ἐχώρησαν πάλιν αὖτισ〉: |
| book 533.2 | μηδέπω τινὸς δεινοῦ γεγονότος φεύγουσιν. T |
| book 535-42.1 | Ἄρητον δὲ κατ’ αὖθι λίπον〈—ἐδηδώσ〉: |
| book 535-42.2 | ἡδέως πάνυ ἐπεφώνησε τῷ ὅλῳ ἔργῳ τῷ περὶ τὸν Ἕκτορα. T |
| book 537-9.1 | καὶ εὐχόμενος ἔπος ηὔδα〈—καταπέφνων〉: |
| book 537-9.2 | ἴδιον τῷ παρ’ ἐλπίδα εὐτυχήσαντι καὶ πλέον τι φθέγγεσθαι κατὰ τῶν |
| book 537-9 | ἐχθρῶν. b(BCE3E4)T |
| book 539a.1 | κῆρ ἄχεος μεθέηκα 〈χερείονά περ καταπέφνων〉: |
| book 539a.2 | ἐπανῆκα τὴν ψυχὴν τῆς ἐπὶ Πατρόκλῳ λύπης. Aa Τ | ὁ δὲ λόγος· τὸ |
| book 539a.3 | κῆρ ὀλίγον τι ἐπανῆκα τοῦ ἐπὶ Πατρόκλῳ ἄχεος, καίπερ εὐτελῆ τινα |
| book 539a.4 | ἀνελών. Aa |
| book 539b | 〈καταπέφνων:〉 Ἀρίσταρχος ὡς τέμνων. Til |
| book 541 | 〈ἀνὰ ... ἔβαινε:〉 ἀνέβαινεν {ὕπερθεν}. Til |
| book 542.1 | κατὰ ταῦρον ἐδηδώς: ἡ διακοπὴ τῆς λέξεως τὸν εἰς |
| book 542.2 | πολλὰ διεσπασμένον παρέστησε ταῦρον, οὐ τοῦ μέτρου ἀπαιτοῦντος· |
| book 542.3 | παρῆν γὰρ φάναι ‘ταῦρον κατεδηδώσ‘. καὶ Ἀνακρέων (fr. 96 a et b |
| book 542.4 | P. = P.M.G. 441)· „διὰ δὲ δειρὴν ἔκοψε μέσην“, „κὰδ δὲ λῶπος |
| book 542.5 | ἐσχίσθη“. T |
| book 543.1 | ἂψ δ’ ἐπὶ Πατρόκλῳ 〈τέτατο κρατερὴ ὑσμίνη〉: |
| book 543.2 | εἰκότως, τῶν περὶ τὸν Ἕκτορα ὑποστρεψάντων ἐπὶ τὸ σῶμα. T |
| book 545-6 | οὐρανόθεν καταβᾶσα—αὐτοῦ: Ζηνόδοτος |
| book 545-6.1 | ἀθετεῖ, τινὲς οὐδὲ γράφουσιν· πῶς γὰρ ἐν τῇ Ἴδῃ ὢν ὁ Ζεὺς αὐτὴν |
| book 545-6.2 | πέμπει, ἡ δὲ οὐρανόθεν (545, cf. Ρ 548) κάτεισιν; ἢ ὅτι οὐρανὸν |
| book 545-6.3 | τὸν ὑπερνέφιον ὀνομάζει τόπον. T |
| book 547a.1 | πορφυρέην: ἀπὸ μέρους τὴν ποικίλην. ἢ ὅτι ἔχει τινὰ |
| book 547a.2 | πορφυρίζοντα. Aa b (BCE3E4)T |
| book 547b.1 | πορφυρέην Ἶριν: πιθανῶς τὴν τῆς θεοῦ κατάβασιν |
| book 547b.2 | θειοτέρᾳ εἰκόνι ὡμοίωσεν. b(BCE3E4)T καὶ ἀλλαχοῦ· „οἷον δ’ |
| book 547b.3 | ἀστέρα ἧκε Κρόνου παῖσ“ (Δ 75). T |
| book 547c.1 | 〈Ἶριν:〉 ὅταν ἐξ ἐναντίας νέφος τῷ ἡλίῳ στῇ πεπιλημένον |
| book 547c.2 | καὶ πλῆρες ὕδατος, αἱ δὲ ἀκτῖνες προσπίπτωσι τῷ νέφει καὶ καθάπερ |
| book 547c.3 | ἀπὸ κέντρου τοῦ ἡλίου περιγράφωσι κύκλους, τότε τοῦ μὲν τῶν ἀ‐ |
| book 547c.4 | κτίνων ἐρυθροῦ ἀνειμένου πρὸς τὸ κροκοειδές, τοῦ δὲ ἐν τῷ νέφει μέλα‐ |
| book 547c.5.1 | νος ἐκλυομένου πρὸς κυάνεον, ἡ κρᾶσις ἀμφοῖν Ἶρίς ἐστι. καὶ Ἀναξα‐ |
| book 547c.5.2 | γόρας (Vors.2 59 B 19) δέ φησιν· „Ἶριν δὲ καλέομεν τὸ ἐν τῇσι νε‐ |
| book 547c.5.3 | φέλῃσι ἀντιλάμπον τῷ ἡλίῳ“ χειμῶνος οὖν ἐστι σύμβολον (cf. Ρ |
| book 547c.5.4 | 549)· τὸ γὰρ †περιχεόμενον† ὕδωρ τῷ νέφει ἄνεμον ἐποίησεν ἢ |
| book 547c.5.5 | ἐξέχεεν ὄμβρον. b(BCE3E4)T τοῦτο οὖν πρὸς τοὺς ἐπιστήμονας, |
| book 547c.10 | πρὸς δὲ ἀπείρους †τὸν† πόλεμον (cf. Ρ 548). T |
| book 548 | 〈ἐξ οὐρανόθεν:〉 περισσὴ ἡ ἔξ. Til |
| book 549 | 〈δυσθαλπέος:〉 κακοῦ εἰς θάλψιν. Aa Til |
| book 550a1.1 | μῆλα {δὲ κήδει}: μῆλα πάντα τὰ θρέμματα, „μῆλα, τά |
| book 550a1.2 | μοι μνηστῆρες ὑπερφίαλοι κατέκειραν“ (ψ 356). καὶ Ἡσίοδος (opp. |
| book 550a1.3 | 504) „βούδορα πάντα“ φησίν, ἀπὸ τοῦ βοὸς πάντα δηλῶν. T |
| book 550a2 | ἀπὸ μέρους τὰ θρέμματα ἅπαντα. b(BCE3) |
| book 551a1.1 | 〈ἓ αὐτήν:〉 τὴν ἓ ἀντωνυμίαν κατ’ ἰδίαν· οὐ γὰρ ἐπίστα‐ |
| book 551a1.2 | ται ὁ ποιητὴς σύνθετον ἀντωνυμίαν. | ἡ διπλῆ δέ, ὅτι Ζηνόδοτος |
| book 551a1.3 | γράφει „ἑωυτήν“. Aa |
| book 551a2.1 | {πυκάσασα ἑαυτήν:} οὐδέποτε ὁ ποιητὴς οἶδε σύνθεσιν |
| book 551a2.2 | ἀντωνυμίας. T |
| book 552 | 〈δύσετο:〉 παρῆλθεν. Aa |
| book 553.1 | πρῶτον δ’ Ἀτρέος υἱόν: οὐκ εἰκῆ, ἀλλ’ ἐπεὶ φαίνεται |
| book 553.2 | οὗτος μόνος ἀγωνιῶν ὑπὲρ Πατρόκλου. b(BCE3E4)T |
| book 555.1 | εἰσαμένη Φοίνικι δέμας καὶ ἀτειρέα φωνήν: δύο |
| book 555.2 | γάρ ἐστιν, ἐν οἷς μάλιστα γνωρίζομεν, φωνὴ καὶ εἶδος. εἰκότως δὲ Φοί‐ |
| book 555.3 | νικι εἴκασται· ἡγεῖτο γὰρ καὶ αὐτὸς φάλαγγος (cf. Π 196), καὶ μέλει |
| book 555.4 | αὐτῷ λίαν περὶ Πατρόκλου. ἅμα δὲ καὶ τὸ γῆρας ἱκανὸν πρὸς αἰδῶ. |
| book 555.5 | b(BCE3E4)T |
| book 556a | κατηφείη: αἰσχύνη, b(BCE3E4) ἀπὸ τοῦ κάτω τὰ |
| book 556a | φάη ἔχειν. b(BCE3E4)T |
| book 556b | 〈ὄνειδος:〉 μέμψις. Aa |
| book 557.1 | Ἀχιλῆος ἀγαυοῦ: ἐντρέπει αὐτὸν τῇ μνήμῃ Ἀχιλλέως, |
| book 557.2 | οὗ δέονται πρὸς τὴν μάχην. b(BCE3E4)T |
| book 559.1 | 〈ἀλλ’ ἔχεο κρατερῶς:〉 ἔχεο τοῦ πολέμου ἢ τοῦ |
| book 559.2 | νεκροῦ. Aa Til |
| book 564a1.1 | ἐσεμάσσατο θυμόν: ἔπληξε μου τὴν ψυχήν· μάσ‐ |
| book 564a1.2 | σασθαι γὰρ τὸ ἅψασθαι· b(BCE3E4)T „χεῖρ’ ἐπιμασ〈σ〉άμε‐ |
| book 564a1.3 | νοσ“ (ι 302)· „ἐπεμαίετ’ ἄρ’ ἵππουσ“ (Ε 748. Θ 392)· „τὸν δ’ ἐπι‐ |
| book 564a1.4 | μασ〈σ〉άμενος προσέφη κρατερὸς Πολύφημοσ“ (ι 446). T καὶ |
| book 564a1.5.1 | μέχρι νῦν ἐν τῇ συνηθείᾳ φαμὲν ‘ἥψατό μου ὁ θάνατος τοῦδε τοῦ φίλου |
| book 564a1.5.2 | ἢ συγγενοῦσ‘. b(BCE3E4)T |
| book 564a2.1 | ἐλύπησεν, | ἥψατο· †μάσασθαι† γὰρ τὸ ἅψασθαι· „χεῖρ’ |
| book 564a2.2 | ἐπιμασσάμενοσ“. Aa |
| book 565.1 | 〈πυρός:〉 διὰ τὸ εὐκίνητον. b(BCE3E4)Til καὶ θρασύ. |
| book 565.2 | b(BCE3E4) |
| book 568.1 | ὅττι ῥά οἱ πάμπρωτα θεῶν ἠρήσατο πάντων: |
| book 568.2 | „ἔνεστι γὰρ δὴ κἀν θεῶν γένει τόδε· / τιμώμενοι χαίρουσιν ἀνθρώπων |
| book 568.3 | ὕπο“ (Eur. Hippol. 7—8). b(BCE3E4)T |
| book 569.1 | ὤμοισι καὶ 〈...〉 γούνεσσιν: ταῦτα γὰρ τῶν μελῶν |
| book 569.2 | ἐνεργεῖ μάλιστα. T |
| book 570a.1 | μυίης θάρσος: πιθανῶς οὐ μυίᾳ αὐτὸν εἴκασεν (ἦν γὰρ |
| book 570a.2 | οὐ κατὰ ἡρωϊκὸν ἀξίωμα ἡ εἰκών), ἀλλὰ τὸ θάρσος αὐτῆς προσέθηκεν |
| book 570a | ἡ θεός. b(BCE3E4)T |
| book 570b.1 | ἄλλως· μυίης θάρσος: καὶ ἐπὶ τὰ ἐλάχιστα κατάγεται, |
| book 570b.2 | τὸ ἁρμόδιον τῷ πράγματι ζητῶν. αἱ δὲ ποιητικαὶ λέξεις ἐπικαλύ‐ |
| book 570b.3 | πτουσι τὸ ταπεινόν. πρὸς τὸ ἰταμὸν οὖν καὶ ἐπίμονον ἡ εἰκών (sc. Ρ |
| book 570b.4 | 570—2). b(BCE3E4)T |
| book 570c | 〈μυίης θάρσος:〉 θρασύτατον γὰρ τὸ ζῶον. Aa |
| book 572a | 〈λαρόν:〉 ἀπολαυστικόν· παρὰ τὸ λῶ, ὅ ἐστι θέλω. Til |
| book 572b.1 | 〈λαρόν:〉 ἀπολαυστικόν. | διὰ τί; εὔδηκτος γὰρ καὶ |
| book 572b.2 | ἀσθενέστατος ὁ ἀνθρώπου χρώς· δι’ ὃ λαρὸν αὐτῇ τὸ αἷμα τοῦ ἀνθρώ‐ |
| book 572b.3 | που. Aa |
| book 573.1 | 〈πλῆσε φρένας ἀμφὶ μελαίνας:〉 ἡ ἀμφί πρὸς τὸ |
| book 573.2 | πλῆσεν. Til |
| book 575-7.1 | ἔσκε δ’ ἐνὶ Τρώεσ〈σ〉ι 〈Ποδῆς—εἰλαπινα‐ |
| book 575-7.2 | στήσ〉: ἐπισημαίνεται πάντα, πόλιν ὄνομα γένος (cf. 575), φιλίαν |
| book 575-7.3 | (cf. 576—7), ὡς ἀνιχνεύσας τὴν ἀλήθειαν. ὁ δὲ Ἠετίων (cf. 575) |
| book 575-7.4 | ὁμώνυμος τῷ τῆς Ἀνδρομάχης πατρί· εἰ δὲ ἦν τῶν Κιλίκων ὁ Ποδῆς, |
| book 575-7.5.1 | εἶπεν ἂν ‘μάλιστα τῶν βασιλέων ἐτίμα αὐτὸν ὁ Ἕκτωρ‘, οὐ δή‐ |
| book 575-7.5.2 | μου (577). προαπώλοντο δὲ καὶ οἱ ἀδελφοὶ Ἀνδρομάχης (cf. Ζ 421‐ |
| book 575-7.5.3 | 4). καὶ τὸ ἀφνειός (576) δείκνυσιν ὡς ἕτερος ἦν· ὁ γὰρ τοῦ Ἀν‐ |
| book 575-7.5.4 | δρομάχης πατρὸς οἶκος ἠρήμωτο (cf. Ζ 416—28). b(BCE3E4)T |
| book 575.1 | 〈Ἠετίωνος:〉 ἑτέρου Ἠετίωνος καὶ οὐ τοῦ τῆς Ἀνδρο‐ |
| book 575.2 | μάχης πατρός. Aa |
| book 577a | 〈δήμου:〉 τῶν δημοτῶν. Til |
| book 577b.1 | εἰλαπιναστής: σύσσιτος, ἐν τῷ εὐωχεῖσθαι φίλος. b |
| book 577b.2 | (BCE3E4)T οἱ δὲ παράσιτος. τὸ δὲ ὄνομα τοῦ παρασίτου εἴρη‐ |
| book 577b.3 | ται ἐν Ἐλπίδι παρ’ Ἐπιχάρμῳ (fr. 36 K.) T |
| book 577c.1 | 〈εἰλαπιναστής:〉 σύσσιτος, σύνδειπνος, ἀπὸ τῆς εἰλα‐ |
| book 577c.2 | πίνης. Aa |
| book 578.1 | 〈τόν ῥα κατὰ ζωστῆρα βάλε ξανθὸς Μενέλαος:〉 |
| book 578.2 | πιθανὸν τὸν εἰλαπιναστὴν κατὰ γαστρὸς τυφθῆναι ὑπὸ Λάκωνος |
| book 578.3 | ἀνδρός, οἵ εἰσι γαστριμαργίας ἐλεύθεροι. Aa b(BCE3E4) |
| book 582.1 | Ἕκτορα δ’ ἐγγύθεν 〈ἱστάμενος ὤτρυνεν Ἀπόλ‐ |
| book 582.2 | λων〉: ὅτι Ζηνόδοτος γράφει „Ἕκτορα δὲ φρένα δῖος Ἄρης ὄτρυνε |
| book 582.3 | μετελθών“. πόθεν δὲ οὕτως ὁ Ἄρης ἐξαίφνης πάρεστι; A |
| book 583 | 〈Ἀσιάδῃ:〉 Ἀσίου παιδί. Til |
| book 584.1 | φίλτατος ἔσκεν: ἐπεὶ περὶ φίλου ὀνειδίζει (sc. Ρ 589—90), |
| book 584.2 | δεόντως φίλῳ ὡμοίωται b(BCE3E4)T πρὸς τὸ αἰσχῦναι αὐτόν. |
| book 584.3 | b(BCE3E4) |
| book 588a.1 | μαλθακὸς αἰχμητής: τὸ σημεῖον, ὅτι οὐχ ὡς τῷ ὄντι |
| book 588a.2 | μαλθακοῦ αἰχμητοῦ ὄντος τοῦ Μενελάου ληπτέον, ἀλλὰ τὸ πρόσωπον |
| book 588a.3 | πολέμιον ὂν εἰς διαβολὴν λέγει· „ἀρηΐφιλον“ γὰρ ὁ ποιητὴς αὐτὸν |
| book 588a | καλεῖ (sc. Γ 52 al.). A |
| book 588a.5.1 | 〈μαλθακὸς αἰχμητής:〉 πρέποντας πολεμίῳ—ὅ ἐστιν |
| book 588a.5.2 | ἐν μάχῃ ἀνδρεῖον. A |
| book 588b | 〈μαλθακός:〉 οὐ πιστὸς ὁ ψόγος. Til |
| book 593.1 | ἕλετ’ αἰγίδα: ἡτοιμάσατο πρὸς τὴν χρῆσιν, ὡς „χερσὶ |
| book 593.2 | τρίαιναν ἑλών“ (ε 292). T |
| book 593-4.1 | αἰγίδα〈— /〉 μαρμαρέην: τοῖς ἀμυνομένοις μαρ‐ |
| book 593-4.2 | μαρέην (594), τοῖς δὲ καταπονουμένοις „ἐρεμνὴν b(BCE3E4)T |
| book 593-4.3 | αἰγίδα πᾶσιν“ (Δ 167). T |
| book 594a.1 | Ἴδην δὲ κατὰ νεφέεσσι κάλυψεν: ὅτι ἴδιον ὑποτίθε‐ |
| book 594a.2 | ται τῆς αἰγίδος τὸ ἀνέμων ποιεῖν συστροφάς. ἀπὸ τοῦ αὐτοῦ δὲ καὶ |
| book 594a.3 | καταιγίδες, αἱ πνο{ι}αὶ αἱ κάτω ἀΐσσουσαι. A |
| book 594b | 〈κάλυψεν:〉 τῇ αἰγίδι, ὡς Ἀρίσταρχος. Til |
| book 595.1 | ἀστράψας δὲ μάλα 〈μεγάλ’ ἔκτυπε, τὴν δ’ ἐτίνα‐ |
| book 595.2 | ξε〉: ὅτι Ζηνόδοτος γράφει „γῆν δ’ ἐτίναξε“· †ταύτην γὰρ ἐπισείων |
| book 595.3 | ἀνέμους ποιεῖ· διὸ λέγει· „αὐτὸς ἐπ〈ισσ〉είῃσιν ἐρεμνὴν αἰγίδα πᾶσιν“ |
| book 595.4 | (Δ 167). | βραχὺ δὲ διασταλτέον ἐπὶ τὸν δέ· ἐπὶ γὰρ τῆς βροντῆς |
| book 595.5 | ἐπίτασις μάλα μεγάλα. A |
| book 597a | πρῶτος Πηνέλεως 〈Βοιώτιος ἦρχε φόβοιο〉: οὐ |
| book 597a.1 | δειλός, εἴπερ εἴκει Διΐ. εἰ δὲ πρῶτος· τέτρωται γὰρ καὶ „πρόσω |
| book 597a.2 | τετραμμένοσ“ (Ρ 598). ὅτι δὲ γενναῖος, συμφεύγουσι πάντες. εἰ δ’ |
| book 597a.3 | ἀσθενής. πῶς ὁ Ποσειδῶν „Τεῦκρον ἔπι πρῶτον καὶ Λήϊτον ἦλθε |
| book 597a.5 | κελεύων / Πηνέλεων θ’ ἥρωα“ (Ν 91—2); b(BCE3E4)T |
| book 597b | 〈φόβοιο:〉 ὅτι ἀντὶ τοῦ φυγῆς. Aim |
| book 599a.1 | ἐπιλίγδην: γράψεν δέ οἱ ὀστέον ἄχρις: ὅτι τὸ |
| book 599a.2 | ἐπιλίγδην μεσότητός ἐστιν· ἐπιψαύδην, ὅσον δι’ ἐπιπολῆς ψαῦσαι, |
| book 599a.3 | μὴ εἰς βάθος. | εἰ οὖν ἐπιλίγδην, πῶς γράψεν δέ οἱ ὀστέον |
| book 599a.4 | ἄχρις; κατὰ βάθους γὰρ φαίνεται ἡ πληγὴ ἐπενηνεγμένη. ἀλλ’, |
| book 599a.5.1 | ἐρεῖ Ὅμηρος, οὐκ ἐγὼ αἴτιος, ἀλλ’ ὁ τόπος, εἰς ὃν κατενέχθη ἡ πληγή· |
| book 599a.5.2 | ἔστι γὰρ ἡ ὠμοπλάτη ἀσαρκοτάτη. A |
| book 599b.1 | 〈ἐπιλίγδην:〉 καὶ ὅτι ἅπαξ καὶ ἐν Ὀδυσσείᾳ (χ 278) |
| book 599b.2 | „λίγδην, ἄκρον δὲ 〈ῥινὸν δηλήσατο χαλκόσ〉“. Aint |
| book 599c1.1 | 〈ἐπιλίγδην:〉 κατ’ ἐπιδρομήν. οἱ δὲ ἐπιξεστικῶς· καὶ |
| book 599c1.2 | πῶς ὀστέον ἄχρις; Til |
| book 599c2.1 | ἐπιξεστικῶς· καὶ πῶς ὀστέον ἄχρις; ἢ μᾶλλον κατ’ |
| book 599c2.2 | ἐπιδρομήν. b(BCE3E4) |
| book 600 | 〈αἰχμὴ〉 Πουλυδάμαντος: οὐ προειπὼν τὸν τρώσαντα |
| book 600 | νῦν διεσάφησε, ποικίλλων τῇ χάριτι καὶ τῇ ἐξαλλαγῇ. b(BCE3E4)T |
| book 601.1 | Λήϊτον αὖθ’ Ἕκτωρ: ἔοικεν εἰς συμμαχίαν καταγεγενῆσθαι |
| book 601.2 | τὸ τῶν Βοιωτῶν τάγμα· οἱ γὰρ ἡγεμόνες αὐτῶν εἰσιν οἱ τετρω‐ |
| book 601.3 | μένοι. T |
| book 602.1 | {υἱὸν} Ἀλεκτρυόνος: ὅτι οὐκ εἴρηται παρὰ τὸν ἀλεκτρυ‐ |
| book 602.2 | όνα τὸ ζῷον τὸ ὄνομα· οὐδέπω γὰρ ἔγνωστο. A |
| book 603-4a1.1 | ἐπεὶ οὐκέτι ἔλπετο 〈θυμῷ / —μαχήσεσθαι |
| book 603-4a1.2 | Τρώεσσιν〉: καὶ φυγόντας ἐγκωμιάζει τοὺς Ἕλληνας. T |
| book 603-4a2 | καὶ φεύγοντας αὐτοὺς ἐγκωμιάζει. b(BCE3E4) |
| book 603 | 〈ἔλπετο:〉 διὰ τοῦ ε αἱ Ἀριστάρχου ἔλπετο. Aim |
| book 605.1 | Ἕκτορα δ’ Ἰδομενεύς: σκόπει τὸ τῆς ἀπαγγελίας τά‐ |
| book 605.2 | χος· προειπὼν γὰρ τὰ περὶ τῆς βουλῆς τοῦ Ἕκτορος (sc. Ρ 582—92) καὶ ἐφορμήσεως |
| book 605.3 | ἐπὶ τὸν Λήϊτον (sc. Ρ 601,2) νῦν ἐν μέσῳ τὴν Ἑλληνικὴν ἀρετὴν διηγεῖται †καίπερ |
| book 605.4 | πεφοβημένοι ἀρτίως ὑπὸ Διὸς ἀγωνίζονται. b(BCE3E4)T εἶτα |
| book 605.5 | (sc. Ρ 608) πάλιν μεταβαίνει ἐπὶ τὸν Ἕκτορα. T |
| book 607a.1 | ἐν καυλῷ {δ’ ἐάγη}: τὸ τῆς ἐπιδορατίδος. λέγει δὲ ἀντὶ |
| book 607a.2 | τοῦ A κατὰ τὸν καυλόν. A Til |
| book 607b.1 | 〈ἐν καυλῷ:〉 ἡ ἐπιδορατίς, ὡς πρῴρας οὔσης τοῦ στύ‐ |
| book 607b.2 | ρακος. Til |
| book 607c1 | 〈τοὶ δ’ ἐβόησαν:〉 οὕτως {δὲ} μόνως, φησὶν ὁ Δίδυμος |
| book 607c1.1 | ἐν τοῖς διορθωτικοῖς (p. 112 Schm.) τοὶ δ’ ἐβόησαν· ἀβέλτερον |
| book 607c1.2 | γὰρ τελέως τὸ „τοὶ δ’ ἐφόβηθεν“; οὐ γὰρ φεύγουσιν, ἀλλὰ διώκουσιν. |
| book 607c1.3 | καὶ ἐπὶ Πατρόκλου τὸ ὅμοιον· „ἐπὶ δ’ ἴαχε λαὸς ὄπισθε / Τρωϊκόσ“ |
| book 607c1.5 | (Ρ 723—4). A |
| book 607c2 | οὕτως Ἀρίσταρχος τοὶ δ’ ἐβόησαν. Aim |
| book 607c3.1 | οὐκ „ἐφόβηθεν“· διώκουσι γὰρ οὗτοι. οὕτως Ἀρίσταρ‐ |
| book 607c3.2 | χος. T |
| book 607d | τοὶ δ’ ἐβόησαν: ἐκπληχθέντες, μή τι πάθῃ. b(BCE3E4)T |
| book 608-18a1.1 | 〈ὁ δ’〉 Ἰδομενῆος ἀκόντισε〈—ὦσε δόρυ |
| book 608-18a1.2 | πρυμνόν〉: ὡς Ἰδομενέα βάλῃ ἑστῶτα ἐν τῷ δίφρῳ· ὃς πεζὸς ἐλθὼν |
| book 608-18a1.3 | ἐκ τοῦ ναυστάθμου πεσὼν ἂν ὕψωσε Τρῶας, εἰ μὴ Κοίρανος αὐτῷ |
| book 608-18a1.4 | παρέστησε τὸ ἅρμα, †ὡς† ἐκ Λύκτου Μηριόνῃ συνεστράτευσεν |
| book 608-18a1.5.1 | ἡνίοχος ὢν τοῦ Μηριόνου (cf. 611)· τροπῆς γὰρ γεγονυίας μεσαιπό‐ |
| book 608-18a1.5.2 | λιος ὢν ὁ Ἰδομενεὺς ἀπώλετο ἄν· „οὐ γὰρ ἔτ’ ἔμπεδα γυῖα ποδῶν ἦν |
| book 608-18a1.5.3 | ὁρμηθέντι“ (Ν 512). ἔστι δὲ ἡ φράσις ὡς „τῶν αὖθ’ ἡγεμόνευε μενεπτό‐ |
| book 608-18a1.5.4 | λεμος Πολυποίτης, / υἱὸς Πειριθόοιο, τὸν ἀθάνατος τέκετο Ζεύσ“ |
| book 608-18a1.5.5 | (Β 740—1) καὶ μετὰ ταῦτα „οὐκ οἶος, ἅμα τῷ γε Λεοντεύσ“ (Β 745). |
| book 608-18a1.10.1 | φθάσαντος οὖν ἤδη ἀναβῆναι Ἰδομενέως ὁ παρεστὼς ἡνίοχος ἐπλή‐ |
| book 608-18a1.10.2 | γη. T |
| book 608-18a2.1 | κατὰ Ἰδομενέως βάλλει νεωστὶ τῷ δίφρῳ ἐπιβάντος· |
| book 608-18a2.2 | πεζὸς γὰρ ἐκ τοῦ ναυστάθμου ἦλθε, καὶ δὴ πεσὼν ἂν ὕψωσε τοὺς Τρῶ‐ |
| book 608-18a2.3 | ας, εἰ μὴ ὁ Κοίρανος αὐτῷ παρέστησε τὸ τοῦ Μηριόνου ἅρμα, ὃς ἐκ |
| book 608-18a2.4 | Λύκτου Μηριόνῃ συνεστράτευσε. λέγει δὲ ὅτι ἤδη ἀναβῆναι φθάσαντος |
| book 608-18a2.5.1 | Ἰδομενέως ἧκε τὸ βέλος καὶ τὸν ἡνίοχον ἔτρωσε κατὰ τύχην. εἰ μὴ |
| book 608-18a2.5.2 | οὖν ἤνεγκε τοὺς ἵππους, τροπῆς γεγονυίας μεσαιπόλιος ὢν ὁ Ἰδομε‐ |
| book 608-18a2.5.3 | νεὺς καὶ μὴ δυνάμενος φεύγειν ἀπώλετο ἄν. b(BCE3E4) |
| book 608-16 | {τρῶες·} ὁ δ’ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο |
| book 608-16.1 | (608) ἕως τοῦ αὐτὸς δ’ ὤλεσε θυμόν (616): λίαν τούτων πέπλεκται |
| book 608-16.2 | ὁ λόγος, καὶ ἔστι τῶν ἔξω περιφερομένων ζητημάτων. | ὁ δ’ Ἰδομε‐ |
| book 608-16.3 | νῆος ἀκόντισε 〈Δευκαλίδαο /〉 δίφρῳ ἐφεσταότοσ〈—〉 |
| book 608-16.5.1 | πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας 〈ἀμφιελίσσας /〉 ἤλυθε |
| book 608-16.5.2 | (608—13): τίς πεζὸς ἤλυθε καί κε Τρωσὶ μέγα κράτος 〈ἐγ‐ |
| book 608-16.5.3 | γυάλιξεν〉 (613); οὕτως αὐτὸς ἐτρώθη, ὅτι πεζὸς ἦν; ἀλλὰ δεῖ |
| book 608-16.5.4 | νοεῖν τὰ μὲν διὰ μέσου εἰρημένα, τὰ δὲ κεφαλαιωδῶς ἐξενηνεγμένα, |
| book 608-16.5.5 | ὕστερον τῆς ἐπὶ μέρους ἐπεργασίας τυχόντα κατ’ ἐπανάληψιν. τὸ δὲ |
| book 608-16.10.1 | πεζὸς γὰρ τὰ πρῶτα (612) οὐκ ἐπὶ τοῦ Κοιράνου ἀκουστέον, |
| book 608-16.10.2 | ἀλλ’ ἐπὶ τοῦ Ἰδομενέως. σαφὲς δὲ ἐκ τοῦ ἐπιφέρεσθαι καί κε Τρωσὶ |
| book 608-16.10.3 | μέγα κράτος 〈ἐγγυάλιξεν〉 (613)· οὐ γὰρ ἂν τάσσοιτο τοῦτο |
| book 608-16.10.4 | οἰκείως ἐπὶ τοῦ Κοιράνου (ἦν γὰρ οὐ τῶν ἀριστέων), ἀλλ’ ἐπὶ τοῦ |
| book 608-16.10.5 | Ἰδομενέως. διὰ μέσου δὲ ταῦτα δίφρῳ ἐφεσταότος· τοῦ μέν |
| book 608-16.15.1 | ῥ’ ἀπὸ τυτθὸν ἅμαρτεν· / αὐτὰρ ὁ Μηριόναο ὀπάονά |
| book 608-16.15.2 | θ’ ἡνίοχόν τε / Κοίρανον, ὅς ῥ’ ἐκ Λύκτου ἐϋκτιμένης |
| book 608-16.15.3 | ἕπετ’ αὐτῷ (609—11) ὥστε εἶναι τὸ ἑξῆς· ὁ δ’ Ἰδομενῆος |
| book 608-16.15.4 | ἀκόντισε Δευκαλίδαο (608)· / πεζὸς γὰρ τὰ πρῶτα λιπὼν |
| book 608-16.15.5 | νέας / ἤλυθεν (612—3), ὁ Ἰδομενεύς. εἴωθε δὲ ὁ ποιητής τινα διὰ |
| book 608-16.20.1 | μέσου τάσσειν. κεφάλαιον δὲ νοητέον αὐτὸ μόνον προειρῆσθαι ἐν τῷ |
| book 608-16.20.2 | ὁ δ’ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο / δίφρῳ ἐφεσταότος |
| book 608-16.20.3 | (608—9)· εἶτα ἐπεξηγεῖται τὴν αἰτίαν, πῶς ἐγένετο ἐν τῷ δίφρῳ· |
| book 608-16.20.4 | π〈ρ〉ότερον μὲν ἦν πεζός, τότε δὲ ὁ Κοίρανος αὐτῷ παρέστησε τὸ |
| book 608-16.20.5 | ἅρμα· πεζὸς μὲν γὰρ τὰ πρῶτα λίπεν νέας (cf. 612) ἐν τῇ Ν (cf. |
| book 608-16.25.1 | Ν 240—305) ἀπὸ τῆς σκηνῆς ὁ Ἰδομενεύς, νῦν δὲ ἄφνω πέφηνεν ἐφ’ |
| book 608-16.25.2 | ἅρματος· οὐ γάρ ἐστιν ὁ λόγος ὅτι ἀπὸ Κρήτης πεζὸς ἦλθεν, οὐ |
| book 608-16.25.3 | χρησάμενος ἅρματι, καθάπερ ὁ Ὀδυσσεύς, τραχεῖαν ἔχων τὴν Ἰθάκην |
| book 608-16.25.4 | (cf. ν 242). σημαίνει οὖν ὅτι ἀπὸ τῶν νεῶν πεζὸς ἦλθεν ἐπὶ τὸν πόλεμον. |
| book 608-16.25.5 | προθεὶς οὖν τὸ κεφάλαιον ὕστερον ἐπεκδιδάσκει, πῶς ἔσχεν ἅρμα· |
| book 608-16.30 | καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν, / εἰ μὴ Κοίρανος |
| book 608-16.1 | ὦκα ποδώκεας ἤλασεν ἵππους (613—4). τοῦτο οὖν προλαβὼν |
| book 608-16.2 | ἐξήνεγκεν· ὁ δ’ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο / δίφρῳ |
| book 608-16.3 | ἐφεσταότος (608—9). πῶς; ὁ γὰρ Κοίρανος ἤλασε τοὺς ἵππους |
| book 608-16.4 | (cf. 614), ἐπεὶ αὐτός γε πεζὸς ἐλήλυθε· πεζὸς γὰρ τὰ πρῶτα |
| book 608-16.35.1 | λιπὼν νέας / ἤλυθε (612—3)· τίς γὰρ ἡ ἰδιότης; ὅτι, εἴπερ ἐμάχετο |
| book 608-16.35.2 | πεζός, ἀπολώλει ἂν οἷς ἐντροπὴ ἐγένετο πρὸς οὓς Πηνέλεως ἦρχεν |
| book 608-16.35.3 | (cf. Ρ 597). A |
| book 608 | 〈Ἰδομενῆος:〉 τὸ σημεῖον, ὅτι ἐπ’ Ἰδομενέα. Aint |
| book 612-6.1 | 〈πεζὸς γὰρ τὰ πρῶτα—ἀνδροφόνοιο:〉 |
| book 612-6.2 | μακρὰ ἡ παρέκβασις καὶ πάντα διὰ μέσου· τὸ γὰρ ἑξῆς „Κοίρανον“ |
| book 612-6.3 | (Ρ 611), „〈τὸν〉 βάλ’ ὑπὸ γναθμοῖο“ (Ρ 617). Aint |
| book 612-3a.1 | πεζὸς γὰρ τὰ πρῶτα〈—ἐγγυάλιξεν〉: |
| book 612-3a.2 | ὁ Ἰδομενεὺς δηλονότι· διὸ εἰς τὸ ἅρμα τοῦ Μηριόνου ἀνῆλθεν. T |
| book 612b.1 | πεζὸς γὰρ τὰ πρῶτα—ἐγγυάλιξεν: ἐκδεκτέον |
| book 612b.2 | τὸν λόγον ἐπὶ τοῦ Ἰδομενέως· ὁ Κοίρανος ἰδὼν τὸν Ἰδομενέα κιν‐ |
| book 612b.3 | δυνεύοντα πεζὸν (πεζὸς γὰρ ἀπὸ τοῦ ναυστάθμου) ἐξήλασε τοὺς |
| book 612b.4 | ἵππους, δεξάμενος αὐτὸν ἐπὶ τῶν ἵππων. ἔφθασε τὴν τοῦ Ἕκτορος |
| book 612b.5.1 | βολὴν ὥστε μετὰ τὸ ἀναβῆναι ἐπὶ τὸ ἅρμα τότε πεμφθῆναι τὸ δόρυ |
| book 612b.5.2 | αὐτῷ. αὐτὸς δὲ ὁ Κοίρανος ἀπώλετο (cf. Ρ 616), σώσας τὸν Ἰδομενέα |
| book 612b.5.3 | (cf. Ρ 615). A |
| book 613.1 | καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν: πάντως |
| book 613.2 | ἀπώλετο ἂν ὁ Μηριόνης, εἰ μὴ πεζὸς ἀφίκετο, ὡς εἴ γε τῷ Ἰδομενεῖ |
| book 613.3 | ἡνιόχει, ἀπολώλει ἂν καθὰ καὶ ὁ Κοίρανος· τὸ γὰρ „πεζὸς γὰρ τὰ |
| book 613.4 | πρῶτα“ (Ρ 612) καὶ ἐπὶ τοῦ Μηριόνου ἀκουστέον. A |
| book 615-6.1 | καὶ τῷ μὲν φάος ἦλθεν〈— / αὐτὸς δ’ ὤλεσε |
| book 615-6.2 | θυμόν〉: καινὸν καὶ περιπαθὲς τὸ σύμπτωμα. T |
| book 617a1.1 | τὸν βάλ’ ὑπὸ γναθμοῖο 〈καὶ οὔατοσ〉, ἐκ δ’ ἄρ’ |
| book 617a1.2 | ὀδόντας: ὑπὸ τὴν σιαγόνα διαβὰν τὸ δόρυ ἀνέσχε διὰ τῆς ἑτέρας· |
| book 617a1.1 | καὶ οὐκ ἔστιν ἀδύνατον τοῦτο, τοῦ μὲν Ἕκτορος πεζοῦ βαλόντος, |
| book 617a1.2 | τῷ δὲ ἅρματι ἐπιβεβηκότος τοῦ βληθέντος. b(BCE3E4)T |
| book 617b1.1 | 〈ὑπὸ〉 γναθμοῖο: εἰκότως πλαγία ἡ πληγὴ γίνεται |
| book 617b1.2 | περιστρέφοντος αὐτοῦ τοὺς ἵππους. | ἔστι δὲ τὸ ἑξῆς „αὐτὰρ ὁ Μηριό‐ |
| book 617b1.3 | ναο ὀπάονά θ’ ἡνίοχόν τε / Κοίρανον“ (Ρ 610—1), τὸν βάλ’ ὑπὸ |
| book 617b1.4 | γναθμοῖο· τὰ δὲ ἄλλα (sc. Ρ 612—6) ἐν μέσῳ. b(BCE3E4)T |
| book 617b1.5 | διόπερ ἐδέησε καὶ περισσοῦ τοῦ ἄρθρου. T |
| book 617b2/a2.1 | {τὸν βάλ’ ὑπὸ γναθμοῖο:} κατὰ τὸ εἰκὸς πλαγία ἡ πλη‐ |
| book 617b2/a2.2 | γὴ γίνεται περιστρέφοντος αὐτοῦ τοὺς ἵππους· | καὶ γὰρ ὑπὸ τὴν |
| book 617b2/a2.3 | σιαγόνα διαβὰν τὸ δόρυ ἀνέσχε διὰ τῆς ἑτέρας· καὶ οὐκ ἔστιν ἀδύνατον |
| book 617b2/a2.4 | τοῦτο, ὡς προείρηται, διὰ τὸ περιστρέφοντα αὐτὸν τοὺς ἵππους |
| book 617b2/a2.5 | βεβλῆσθαι. A |
| book 618a.1 | 〈ὦσε δόρυ πρυμνόν:〉 ἕως τοῦ ἐσχάτου τοῦ δόρατος |
| book 618a.2 | ὦσε. Aim |
| book 618b.1 | δόρυ πρυμνόν: ἡ ἐπιδορατίς, ὡς πρῴρας οὔσης τοῦ |
| book 618b.2 | στύρακος. b(BCE3E4)T |
| book 620-1.1 | καὶ τά γε Μηριόνης 〈ἔλαβεν χείρεσσι φίλῃσι / |
| book 620-1.2 | κύψας ἐκ πεδίοιο〉: τὸ ἑξῆς ‘καὶ τά γε Μηριόνης ἐκ πεδίου ἔλαβε |
| book 620-1.3 | κύψασ‘. ἀνελόμενος, φησί, χαμόθεν τὰ ἡνία ἐπιδίδωσι τῷ Ἰδομενεῖ, |
| book 620-1.4 | αὐτὸς πεζὸς ὤν· ὅτι γὰρ οὐκ ἔστιν ἐν τῷ ἅρματι, δηλοῖ τὸ „μάστιε |
| book 620-1.5.1 | νῦν“ (Ρ 622). b(BCE3E4)T φιλικὸν δὲ τὸ ἦθος τοῦ Ἕλληνος· |
| book 620-1.5.2 | αὐτὸς μὲν γὰρ ὡς νέος καὶ ἀκμάζων ἔτι κινδυνεύειν βούλεται, τὸν |
| book 620-1.5.3 | δὲ μεσαιπόλιον ἀποπέμπει, τὴν ἀσφάλειαν αὐτῷ ποριζόμενος. A |
| book 620-1.5.4 | b(BCE3E4)T |
| book 627.1 | {ζεὺς ὅτε δὴ τρώεσσι δίδου} ἑτεραλκέα νίκην: οὐ γὰρ |
| book 627.2 | ἄλλως νίκη γίνεται ἢ τῶν ἑτέρων ἐπ’ ἀλκῆς ὄντων. A |
| book 628 | τοῖσι {δὲ μύθων ἦρχε}: ὅτι ἐπὶ δύο τὸ τοῖσι. T |
| book 630 | 〈ἀρήγει:〉 ἐν ἄλλῳ „ἀμύνει“. Aim |
| book 631 | 〈ἐφείη:〉 διχῶς, καὶ „ἀφείη“. Aim |
| book 632a.1 | 〈Ζεὺς δ’ ἔμπης πάντ’ ἰθύνει:〉 τὸ ἔμπης ἀντὶ τοῦ |
| book 632a.2 | ὁμοίως τέτακται. Aint |
| book 632b | 〈ἔμπης:〉 ὅμως. Til |
| book 634.1 | αὐτοί περ φραζώμεθα: ἐμφαντικὸν τὸ αὐτοί περ, οἷον |
| book 634.2 | ἡμεῖς μόνοι οἱ καταλελειμμένοι ὑπὸ τῶν φευγόντων. ἢ τῇ ἰδίᾳ ἀρετῇ, |
| book 634.3 | οὐ τῇ ἀπὸ θεῶν συλλήψει. ζηλωτὰ δὲ ταῦτα· καὶ τὸν Δία γὰρ πο‐ |
| book 634.4 | λέμιον οἶδε καὶ οὐ καταλείπει τὸν νεκρόν. b(BCE3E4)T |
| book 637a1.1 | 〈οἵ που δεῦρο:〉 οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ „οἵ που |
| book 637a1.2 | νῦν“. Aim |
| book 637a2 | {οἵ που νῦν ὁρόωντες:} οἵ που δεῦρο. τινὲς „οἵ που |
| book 637a2 | νῦν“, κακῶς. T |
| book 639.1 | σχήσεσθ’, ἀλλ’ ἐν νηυσὶ 〈μελαίνῃσιν πεσέεσθαι〉: |
| book 639.2 | πρὸς τὸ ἀμφίβολον, αὐτοὺς ἐμπεσεῖσθαι ταῖς ναυσὶν ἢ τὸν Ἕκτορα. |
| book 639.3 | πιθανώτερον δὲ τὸν Ἕκτορα ἐμπεσεῖσθαι, ἐνσείσει〈ν〉. A |
| book 640-1a1.1 | εἴη δ’ ὅστις ἑταῖροσ〈— / Πηλείδῃ〉: ἐπὶ |
| book 640-1a1.2 | τελευταῖον βοήθημα τουτὶ καταφεύγει. T |
| book 640-1a2.1 | ἐπεὶ τελευταῖον τοῦτο βοήθημα τῆς δυστυχίας, εἰς τοῦτο |
| book 640-1a2.2 | εἰκότως καταφεύγει. b(BCE3E4) |
| book 643a.1 | ἀλλ’ οὔ πη δύναμαι 〈ἰδέειν τοιοῦτον Ἀχαιῶν〉: |
| book 643a.2 | πῶς παρείληπται τὸ πῆ; σημαίνει γὰρ τὸ εἰς τόπον· „πῆ ἔβη |
| book 643a.3 | Ἀνδρομάχη;“ (Ζ 377). τὸ δὲ ποῦ ἐστὶν ἐν τόπῳ, ὅπερ καταλληλό‐ |
| book 643a.4 | τερον; ‘ἀλλ’ οὐ δύναμαι ἔν τινι τόπῳ ἰδεῖν τινα τῶν Ἀχαιῶν τοι‐ |
| book 643a.5.1 | οῦτον‘. μήποτε οὖν οὐχ ὡς τοπικὸν ἐπίρρημα, ἀλλ’ ὡς παραπληρω‐ |
| book 643a.5.2 | ματικὸν σύνδεσμον ἐκληπτέον. A |
| book 643b | 〈οὔ πῃ:〉 τινὲς „οὔ πω“, ἀντὶ τοῦ οὐδενὶ τ〈ρ〉όπῳ. Til |
| book 644a.1 | ἠέρι {γὰρ κατέχονται}: ὅτι ἀέρα τὴν σκοτίαν καλεῖ· καὶ |
| book 644a.2 | γὰρ αὐτὸς ὁ ἀὴρ τῇ δύσει σκοτεινός ἐστι, λαμπρύνεται δὲ ἐπιφανέντος |
| book 644a.3 | τοῦ ἡλίου· „ἀὴρ γὰρ παρὰ νηυσὶ βαθεῖ’ ἦν“ (ι 144). A |
| book 644b | 〈κατέχονται:〉 ἐν ἄλλῳ „{ἠέρι γὰρ} κεκάλυπται“. Aint |
| book 645-7a.1 | ἀλλὰ σὺ ῥῦσαι〈—εὔαδεν οὕτωσ〉: θαυ‐ |
| book 645-7a.2 | μαστὸν τὸ ἦθος· οὐ γὰρ σωτηρίαν αἰτεῖ, ἀλλὰ τὸ μὴ ἐμποδίζεσθαι ἀπὸ |
| book 645-7a | ἔργων ἀγαθῶν· διὸ καίπερ ἐναντιούμενος ὑπακούει Ζεύς. b(BCE3E4)T |
| book 645-7b.1 | ἀλλὰ σὺ ῥῦσαι—εὔαδεν οὕτως: μεγαλοφρό‐ |
| book 645-7b.2 | νως οὐ σωτηρίαν αἰτεῖται, ἀλλὰ φῶς πρὸς 〈τὴν〉 τῶν ὀφθαλμῶν |
| book 645-7b.3 | χρείαν, ἵνα δρῶντές τι καὶ πάθωσιν. A |
| book 646 | 〈ἰδέσθαι:〉 ἐν ἄλλῳ „ὁρᾶσθαι“. Aim |
| book 648a1.1 | δάκρυ χέοντα: †ἡ κατὰ παράλειψιν διήγησις· ἄνω |
| book 648a1.2 | γὰρ οὐδὲν εἰπὼν περὶ δακρύων †τοῦτο† ἐνέφηνε. περιπαθῆ δὲ λίαν |
| book 648a1.3 | εἰσάγει τὰ πράγματα, εἴγε Αἴας δακρύει· οὐ γὰρ ἐν ἄλλοις εὑρίσκομεν |
| book 648a1.4 | αὐτὸν δεδακρυκότα. b(BCE3E4)T |
| book 648a2.1 | {τὸν δὲ πατὴρ ὀλοφύρατο:} περιπαθῶς εἰσάγει τὸν Αἴαν‐ |
| book 648a2.2 | τα δακρύοντα· οὐ γὰρ ἐν ἄλλοις εὑρίσκομεν 〈αὐτὸν〉 δεδακρυκότα· |
| book 648a2.3 | οὐ γὰρ ἦν κατ’ Αἴαντα. A |
| book 649.1 | αὐτίκα δ’ ἠέρα μὲν 〈σκέδασεν καὶ ἀπῶσεν ὁμί‐ |
| book 649.2 | χλην〉: ὅτι σαφῶς τὴν σκοτίαν ἀέρα λέγει· ἔστι γὰρ ταὐτὸν τῷ |
| book 649.3 | ὁμίχλη· καὶ ἀπῶσε τὸν ἀέρα, ὅ ἐστιν ὁμίχλη〈ν〉. A |
| book 651.1 | καὶ τότ’ ἄρ’ Αἴας 〈εἶπε βοὴν ἀγαθὸν Μενέλαον〉: |
| book 651.2 | ὅτι οὐκ εἶπε βοὴν ἀγαθῷ Μενελάῳ, ἀλλὰ κατὰ παράλειψιν τῆς προ‐ |
| book 651.3 | θέσεως, πρὸς βοὴν ἀγαθὸν Μενέλαον. A |
| book 652-3a1.1 | αἴ κεν ἴδηαι / ζωὸν 〈ἔτ’ Ἀντίλοχον〉: ἔμφασιν |
| book 652-3a1.2 | ἔχει τῆς δυσπραγίας τὸ αἴ κεν (652), ὡς οὐκ ἐλπίζοντος ἔτι ζῆν |
| book 652-3a1 | οὐδὲ τοῦτον. b(BCE3E4)T |
| book 652-3a2.1 | {ζωὸν ἔτ’ ἀντίλοχον:} καὶ τοῦτο περιπαθές, ὡς οὐκ |
| book 652-3a2.2 | †ἐλπίζων† ἔτι ζῆν τὸν ἥρωα διὰ τὴν συνέχειαν τῆς μάχης. A |
| book 657-64.1 | ὥς τίς τε λέων〈—τετιηότι θυμῷ〉: πολλαὶ |
| book 657-64.2 | αἱ εἰκόνες κατὰ τοῦ ἥρωος, A b (BCE3E4)T καὶ ἑκάστη κατὰ και‐ |
| book 657-64.3 | ρὸν ἁρμόδιος· b(BCE3E4) πρῶτον γὰρ αὐτὸν εἴκασε διὰ τὴν φι‐ |
| book 657-64.4 | λοστοργίαν βοΐ (cf. Ρ 4—5), νῦν δὲ λέοντι ἀκούσιον ποιουμένῳ |
| book 657-64.5.1 | ἀποχώρησιν· καὶ ἑξῆς (sc. Ρ 674—8) διὰ τὴν ὀξυδορκίαν ἀετῷ παρ‐ |
| book 657-64.5.2 | έβαλεν αὐτόν. A b (BCE3E4)T |
| book 657 | 〈μεσσαύλοιο:〉 τῆς ἐπ’ ἀγρῷ ἐπαύλεως. Aint |
| book 658 | 〈κε κάμῃσι:〉 ὅτι ὁ κέ περισσός. ἢ ὑφ’ ἓν „κεκάμῃσι“. Aint |
| book 659.1 | 〈πῖαρ:〉 τὸ λίπος τῆς πιμελῆς, Aim ἐκ παρεπομένου δὲ |
| book 659.2 | τὸ ζῆν. Aim Til |
| book 660-1.1 | 〈ὁ δὲ κρειῶν ἐρατίζων / ἰθύει:〉 λέγεται τὸν λέοντα |
| book 660-1.2 | ἐν τῇ οὐρᾷ ἐκ φύσεως ἔχειν λεπτόν τι κεντρῶδες, ὑφ’ οὗ νυττόμενος καὶ |
| book 660-1.3 | πονῶν πλέον ἀγριοῦται. A |
| book 663.1 | καιόμεναί τε δεταί, 〈τάς τε τρεῖ〉: καὶ Ἀριστοτέλης |
| book 663.2 | ἐν τῷ Περὶ ζῴων (9,44 p. 629b21) φησὶ λέοντα μάλιστα τὸ πῦρ δε‐ |
| book 663.3 | δοικέναι. δεταὶ δὲ ὀξυτόνως αἱ συνδεδεμέναι ἐκ ξύλων λαμπάδες. |
| book 663.4 | b(BCE3E4)T |
| book 664a | 〈τετιηότι θυμῷ:〉 ἐν ἄλλῳ „τετιημένος ἦτορ“. Aim |
| book 664b1 | 〈τετιηότι:〉 κακωθέντι ὑπὸ λύπης. Til |
| book 664b2 | 〈τετιημένος:〉 βεβλημένος διὰ λύπην. Aint |
| book 666.1 | ἀέκων: πρὸς τοῦτο μόνον ἡ παραβολή· τὰ δὲ ἐν μέσῳ πρὸς |
| book 666.2 | οὐδὲν ἐξείργασται b(BCE3E4)T περιτιθέμενον τῷ ἥρωϊ. b |
| book 666.3 | (BCE3E4) |
| book 667a.1 | ἀργαλέου πρὸ φόβοιο 〈ἕλωρ δηΐοισι λίποιεν〉: |
| book 667a.2 | ὅτι ἀντὶ τοῦ ὑπὸ φόβου, ὅ ἐστιν ὑπὸ φυγῆς· καὶ ὅτι ἕλωρ ἕλεμα. A |
| book 667b.1 | πρὸ φόβοιο: ἀντὶ τοῦ ὑπὸ φόβου· „ἀεθλεύων πρὸ ἄνα‐ |
| book 667b.2 | κτοσ“ (Ω 734). b(BCE3)T |
| book 670a.1 | ἐνηείης Πατροκλῆος: πολλαὶ μὲν αἱ τοῦ ἥρωος ἀρεταί. |
| book 670a.2 | νῦν δὲ παρέλαβε τὴν μάλιστα δυσωπῆσαι δυναμένην. ὅτι δὲ πρᾷος ἦν, |
| book 670a.3 | δῆλον ἐξ ὧν b(BCE3E4)T τῶν βασιλέων διαφερομένων ἡσυ‐ |
| book 670a.4 | χάζει, T Νέστορος ἐπιμελῶς ἀκούει (cf. Λ 655—803), b(BCE3E4) |
| book 670a.5.1 | φιλοστόργως Εὐρύπυλον ἰᾶται (cf. Λ 844—8. Ο 390—4), κλαίει πρὸς |
| book 670a.5.2 | Ἀχιλλέα (cf. Π 2—4). b(BCE3E4)T |
| book 670b | 〈ἐνηείης:〉 προσηνείας. | ἀπηνὴς δὲ 〈ὁ〉 ἐναντίος. Aint |
| book 671a.1 | πᾶσιν γὰρ ἐπίστατο 〈μείλιχος εἶναι〉: αὐξητικὸν |
| book 671a.2 | τὸ πᾶσιν, T οὐκ Ἀχιλλεῖ μόνον, Aint T ἀλλὰ κοινῶς πᾶ‐ |
| book 671a.3 | σιν. T |
| book 671b.1 | 〈πᾶσιν γὰρ ἐπίστατο μείλιχος εἶναι:〉 ἔνδειξις |
| book 671b.2 | τῆς ἀρετῆς Πατρόκλου. ἔστι δὲ παιδευτικὸς ὁ λόγος ὅτι οἱ χρηστοὶ τὴν |
| book 671b.3 | γνώμην τῆς πάντων φροντίδος ἀξιοῦνται. b(BCE3E4) |
| book 674-5 | ὅν ῥά τέ φασιν / ὀξύτατον δέρκεσθαι ὑπουρα‐ |
| book 674-5.1 | νίων πετεηνῶν: ἀξιοπίστως τὸ φασί (674) προσέθηκεν ὡς πρὸ |
| book 674-5.2 | τοῦ ἐπιβαλέσθαι τῇ ποιήσει ἐξητακὼς ἀκριβῶς ἅπαντα. b(BCE3E4) |
| book 674-5.3 | T | φησὶ δὲ καὶ Ἀριστοτέλης (h. an. 9, 34 p. 620 a 1) ὡς ἵστησι τοὺς |
| book 674-5.5.1 | νεοσσοὺς πρὸς ἥλιον ἀναγκάζων βλέπειν· καὶ ὁ μὲν δυνηθεὶς ὁρᾶν τοῦ |
| book 674-5.5.2 | ἀετοῦ υἱός ἐστιν, ὁ δὲ μὴ ἐκβέβληται καὶ γέγονεν ἁλιαίετος. A b (BCE3 |
| book 674-5.5.3 | E4)T |
| book 676-7.1 | ὅν τε καὶ ὑψόθ’ ἐόντα—κατακείμενος: πάν‐ |
| book 676-7.2 | τοθεν αὔξει τὴν ὀξυωπίαν· ὑψηλὸς ὢν γὰρ πέτεται, τὸ δὲ κατασκοπού‐ |
| book 676-7.3 | μενον, λαγώς, καὶ τῇ χροιᾷ γεῶδες ὡς μὴ ῥᾳδίως διακρίνεσθαι καὶ τῷ |
| book 676-7.4 | μεγέθει βραχύ. βοηθεῖ δὲ καὶ ὁ θάμνος, ὑφ’ οὗ κέκρυπται ὁ λαγώς. b |
| book 676-7.5 | (BCE3E4)T |
| book 681a.1 | 〈ἴδοιτο:〉 οὕτως Ἀρίσταρχος ἴδοιτο, τὰ ὄσσε δη‐ |
| book 681a.2 | λονότι. Aim |
| book 681b.1 | ἴδοιτο: οὕτως αἱ Ἀριστάρχειοι ἴδοιτο. τίς; τὰ προ‐ |
| book 681b.2 | κείμενα ὄσσε {διὸ καὶ τὸ σημεῖον}. ἢ | νοητέον ἀποστροφὴν λόγου |
| book 681b.3 | 〈ἀπὸ τοῦ〉 πρὸς τὸν Μενέλαον εἰς τὸν περὶ αὐτοῦ λόγον· 〈διὸ καὶ τὸ |
| book 681b.4 | σημεῖον〉. A |
| book 681c1.1 | ἴδοιντο: τὰ ὄσσε. οἱ δὲ ἑνικῶς „ἴδοιτο“, ἵν’ ᾖ ‘τὰ ὄσσε |
| book 681c1.2 | ἴδοιτο‘, ὡς τὰ παιδία παίζει. οἱ δὲ ἀπὸ τῆς σχολῆς „ἴδοιο“ γράφου‐ |
| book 681c1 | σιν. T |
| book 681c2 | οἱ μὲν μετὰ τοῦ ν διὰ τὸ πλῆθος. οἱ δὲ χωρὶς τοῦ ν, ὡς τὸ τὰ |
| book 681c2.1 | δὲ παιδία παίζει. | λέγει δὲ ὅτι διεστρέφοντο οἱ ὀφθαλμοί, εἴ που θεά‐ |
| book 681c2.2 | σαιντο Νέστορος υἱόν. b(BCE3E4) |
| book 688.1 | {ὅτι πῆμα θεὸς δαναοῖσι} κυλίνδει: Ἀρίσταρχος βαρύνει, |
| book 688.2 | ὑγιῶς πάνυ διὰ τὰ κινήματα· „κυλίνδετο“ γοῦν φησιν (sc. θ 81. λ |
| book 688.3 | 598), οὐχὶ ἐκυλινδεῖτο, καὶ „ἡ δὲ κυλινδομένη καναχὴν ἔχε“ (Π 794)· |
| book 688.4 | διὸ καὶ βαρέως τὴν κυλίνδων ἀναγινώσκομεν, „μέγα κῦμα κυλίνδων“ |
| book 688.5 | (ε 296). A |
| book 689-90.1 | 〈πέφαται δ’〉 ὤριστος Ἀχαιῶν, 〈/ Πάτροκλος, |
| book 689-90.2 | μεγάλη—τέτυκται〉: παρατήρει, ποσάκις εἰπὼν περὶ τῆς |
| book 689-90.3 | ἀναιρέσεως Πατρόκλου οὐδαμοῦ προσκορὴς ἐφάνη. b(BCE3)T |
| book 694 | 〈κατέστυγε:〉 κατεστύγνασεν, | ἠνιάθη. Aim |
| book 695a1.1 | ἀφασίη: πανταχόθεν ἐπεσημήνατο τὸ πένθος, μάλιστα |
| book 695a1.2 | δὲ ἐκ τοῦ †μὴ δὲ† πυθέσθαι τὸν τρόπον τῆς τελευτῆς. γίνεται οὖν ἡ |
| book 695a1.3 | σιωπὴ παντὸς λόγου μείζων. ἔστι φίλος Πατρόκλῳ, b(BCE3E4)T |
| book 695a1.4 | ὥς που καὶ ἐν τῇ Νεκυίᾳ φησὶ „καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντι‐ |
| book 695a1.5.1 | λόχοιο“ (λ 468). T πρὸς τῇ φιλίᾳ αὐτοῦ Νέστωρ αἴτιος ἐγεγόνει |
| book 695a1.5.2 | τοῦ θανάτου αὐτοῦ. b(BCE3E4)T |
| book 695a2 | μείζων ἡ σιγὴ παντὸς λόγου γίνεται. Aint |
| book 695b | ἄλλως· ἀφασίη· ἄριστα ᾠκονόμηκεν ὁ ποιητὴς τὴν τοῦ |
| book 695b.1 | Πατρόκλου θανάτου ἄγνοιαν, ὡς καὶ ἐπὶ τῆς Ἀνδρομάχης· καὶ γὰρ |
| book 695b.2 | αὕτη ἐκτὸς τῆς ὑπονοίας οὖσα τοῦ τεθνηκέναι τὸν Ἕκτορα ἐν χαλε‐ |
| book 695b.3 | πωτέρῳ γίνεται πένθει ἀκούσασα (cf. Χ 445—515). b(BCE3E4)T |
| book 698.1 | βῆ δὲ θέειν, 〈τὰ δὲ τεύχε’ ἀμύμονι δῶκεν ἑταί‐ |
| book 698.2 | ρῳ〉: πολλῷ περιπαθέστερον ἄνοπλον ὄντα καὶ τρέχοντα παραστῆ‐ |
| book 698.3 | ναι τῷ Ἀχιλλεῖ. A |
| book 700a.1 | τὸν μὲν δάκρυ χέοντα 〈πόδες φέρον〉: πρὸς τῷ |
| book 700a.2 | πάθει εἶχε τὴν διάνοιαν, μηδ’ ὅτι τρέχει εἰδώς. | ἡ διπλῆ, δέ, ὅτι οὕτως |
| book 700a.3 | εἴωθε λέγειν, οἱ πόδες ἔφερον, οὐχὶ τοὺς πόδας. πρὸς Ζηνόδοτον με‐ |
| book 700a.4 | ταγράφοντα (sc. Ζ 511) „ῥίμφ’ ἑὰ γοῦνα φέρει“. A |
| book 700b.1 | τὸν μὲν δάκρυ χέοντα πόδες φέρον: τρόπον τινὰ |
| book 700b.2 | τὸ πένθος ἀράμενον αὐτὸν ᾤχετο· φησὶ γοῦν πόδες φέρον. ἐφ’ |
| book 700b.3 | ἅρματος δὲ οὐκ ἄπεισιν ὡς ταπεινῶν ἄγγελος. ἢ τὸ πένθος αὐτὸν τοῦτο |
| book 700b.4 | συνιδεῖν οὐκ ἐᾷ. b(BCE3E4)T καὶ Πηνελόπη γοῦν οὐκέτι |
| book 700b.5.1 | „ἔτλη / δίφρῳ ἐφέζεσθαι“ (δ 716—7) ἀκούσασα περὶ τοῦ παιδός. |
| book 700b.5.2 | τινὲς δὲ Λαοδόκῳ παραδοῦναι τὰ ὅπλα, ὅπως δοκῇ ἐκεῖνος τοῖς πολε‐ |
| book 700b.5.3 | μίοις Ἀντίλοχος εἶναι, τὸ δὲ ἅρμα καταλιπεῖν τῷ πατρί, εἰ δέοι φυ‐ |
| book 700b.5.4 | γεῖν· ἀλλ’ εἶχεν ὁ Νέστωρ ἴδιον ἅρμα καὶ Εὐρυμέδοντα ἡνίοχον (cf. |
| book 700b.5.5 | Λ 620—1). ἄμεινον οὖν διὰ τὸ πένθος. T |
| book 702.1 | 〈οὐδ’ ἄρα σοί, Μενέλαε διοτρεφές, ἤθελε θυμός:〉 |
| book 702.2 | ὅτι πάλιν ἀπέστροφε τὸν λόγον. Aint |
| book 703 | 〈ἔνθεν:〉 ἀντὶ τοῦ ὅθεν. Til |
| book 705.1 | ἀλλ’ ὅ γε τοῖσιν μὲν 〈Θρασυμήδεα δῖον ἀνῆκεν〉: |
| book 705.2 | ὅτι ἀπέστροφεν A ἐκ τοῦ πρὸς αὐτὸν εἰς τὸν περὶ αὐτοῦ A |
| book 705.3 | b(BCE3)T λόγον. | τὸ δὲ ἀνῆκεν A ἀνέπεισε, παρώτρυ‐ |
| book 705.4 | νεν. AAint |
| book 710.1 | 〈κεχολωμένον Ἕκτορι δίῳ: ἐν ἄλλῳ〉 „κεχολωμένον |
| book 710.2 | Ἀτρείωνι“. Aint |
| book 711.1 | οὐ γάρ πως ἂν γυμνὸς ἐὼν 〈Τρώεσσι μάχοιτο〉: |
| book 711.2 | πολλάκις γὰρ ὑπὸ περιστάσεως πράξαντές τι ὕστερον συνορῶμεν τὸ |
| book 711.3 | ἀδύνατον αὐτοῦ. b(BCE3E4)T τὰ δὲ τοῦ Πατρόκλου οὐκ ἐν‐ |
| book 711.4 | δύεται ὅπλα, ἢ ὡς ἐλάσσω τοῦ σώματος, ἢ οὐκ εἶχεν. T |
| book 712.1 | ἡμεῖς δ’ αὐτοί περ φραζώμεθα: γενναῖον πρὸς προ‐ |
| book 712.2 | τροπὴν τὸ ἀπὸ τῶν ἰδίων ἐνδείκνυσθαι καὶ μὴ περιμένειν τὴν ἑτέρων |
| book 712.3 | ἐπικουρίαν. b(BCE3E4)T |
| book 714.1 | Τρώων ἐξ ἐνοπῆς: ὥσπερ βοὴν λέγει τὴν μάχην ἀπὸ |
| book 714.2 | τοῦ ἀλαλαγμοῦ, οὕτως καὶ ἐνοπῆς νῦν ἀπὸ μέρους τῆς μάχης φη‐ |
| book 714.3 | σίν. A |
| book 719.1 | νῶϊ μαχησόμεθα: ὅτι ἐντεῦθεν τοῖς νεωτέροις ὁ βασταζό‐ |
| book 719.2 | μενος Ἀχιλλεὺς ὑπ’ Αἴαντος, ὑπερασπίζων δὲ Ὀδυσσεὺς παρῆκται. |
| book 719.3 | εἰ δὲ Ὅμηρος ἔγραφε τὸν Ἀχιλλέως θάνατον, οὐκ ἂν ἐποίησε τὸν |
| book 719 | νεκρὸν ὑπ’ Αἴαντος βασταζόμενον. ὡς οἱ νεώτεροι. A |
| book 720a.1 | ἶσον θυμὸν ἔχοντες 〈ὁμώνυμοι〉: πάντοθεν προτρέ‐ |
| book 720a.2 | πει τὸν Λοκρόν. καὶ Ἀλέξανδρος ἐν Πέρσαις ὁρῶν τινα Ἀλέξανδρον |
| book 720a.3 | †ἀνδριζόμενον† „ἴσοσ“, φησίν, „ὄφθητι τῆς ὁμωνυμίασ“. b(BCE3E4)T |
| book 720b.1 | ὁμώνυμοι: ὁ λόγος· ἁπλούστερος ὁ Αἴας παράγεται, ὅς |
| book 720b.2 | γε τοιαῦτα λέγει ‘ἡμεῖς μαχώμεθα, ἐπειδὴ τὸ αὐτὸ ὄνομ’ ἔχομεν· οἱ |
| book 720b.3 | γὰρ δύο Αἴαντες καλούμεθα‘· βουγάϊος γὰρ ὡς ἀληθῶς. A |
| book 721 | 〈μένοντες:〉 Ἀριστοφάνης δυϊκῶς „μένοντε“. Aint |
| book 722a.1 | οἱ δ’ ἄρα νεκρὸν 〈ἀπὸ χθονὸς ἀγκάζοντο〉: ἐγ‐ |
| book 722a.2 | γὺς τῶν νεῶν θέλουσι κομίσαι, ἵνα κἂν καταπονῶνται, βοηθήσῃ |
| book 722a.3 | Ἀχιλλεύς. διὰ δὲ τοῦ ἀγκάζοντο τὸ σπουδαῖον καὶ μοχθηρὸν |
| book 722a.4 | ἐνέφηνεν. b(BCE3E4)T |
| book 722b.1 | ἀγκάζοντο: ἐμφαντικῶς ἐμήνυσε τοὺς †περιειληφότας |
| book 722b.2 | ὥσπερ† τὸν νεκρόν. καίτοι ἐνῆν καὶ ἄλλως εἰπεῖν ‘ἐρύοντο‘. ἀλλ’ οὐκ |
| book 722b.3 | ἦν οἰκεῖον τῆς προσηνείας Πατρόκλου τὸ ἕλκεσθαι. b(BCE3E4)T |
| book 725-9 | 〈ἴθυσαν δὲ〉 κύνεσ〈σ〉ιν ἐοικότεσ〈—ἄλλυ‐ |
| book 725-9.1 | δις ἄλλοσ〉: πρὸς τὸ θράσος τῶν Τρώων ἡ παραβολή. καὶ τὴν |
| book 725-9.2 | αἰτίαν τοῦ θάρσους παρίστησι τῷ βλημένῳ (726). ἀλλὰ καὶ τὸ |
| book 725-9.3 | ἑλίξεται (728) συμπράττει· στρέφεται γὰρ τοῦτο μόνον τῶν ζῴων |
| book 725-9.5 | διωκόμενον, ὁ κάπρος. b(BCE3E4)T |
| book 727a.1 | 〈ἕως μὲν γάρ τε θέουσι διαρραῖσαι μεμαῶτες:〉 |
| book 727a.2 | τὸ ἕως ἀντὶ τοῦ τέως· διόπερ οὐδὲ ὑποστιγμὴν ποιεῖ. Aim |
| book 727b1 | εἵως {μὲν γάρ}: ἕως. λείπει τινός. T |
| book 727b2 | ἕως τινός. b(BCE3E4) |
| book 731.1 | 〈νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν:〉 οἱ μὲν ἐγγὺς |
| book 731.2 | ξίφεσιν, οἱ δὲ πόρρω δόρασιν. b(BCE3E4)Til |
| book 733 | 〈τῶν δὲ τράπετο χρώς:〉 περισσὸς ὁ δέ. Til |
| book 737-9.1 | 〈ἄγριοσ〉 ἠΰτε πῦρ〈—ἲς ἀνέμοιο〉: ὃ κατὰ |
| book 737-9.2 | μεταφορὰν ἐξήγαγεν ἑτέρωθι, καυστειρὴν τὴν μάχην λέγων (sc. Δ |
| book 737-9.3 | 342. Μ 316), νῦν ἐπεξεργασάμενος εἰς παραβολὴν ἄγει. ηὔξησε δὲ |
| book 737-9.4 | αὐτὸ διὰ τοῦ ἀνέμου καὶ τοῦ αἰφνιδίου, ἵνα †λανθάνον νέμηται. b |
| book 737-9.5 | (BCE3E4)T |
| book 739a | 〈ἐν σέλαϊ:〉 ὑπὸ σέλᾳ. Aa |
| book 739b | 〈ἐπιβρέμει:〉 ἐπιταράσσει. Aa |
| book 741 | 〈ἀζηχής:〉 σφοδρὸς καὶ πολύς. Aa |
| book 742-5.1 | οἱ δ’ ὥς θ’ ἡμίονοι—σπευδόντεσσιν: βόες |
| book 742-5.2 | μὲν ἰσορρόπως ἕλκουσιν ἑκάτερος φέρων τὸ ἴδιον βάρος· ἡμίονοι δὲ |
| book 742-5.3 | διωθούμενοι τὸ βάρος ἀντιμεταβάλλουσιν ἀλλήλοις. τοιοῦτον ἔπα‐ |
| book 742-5.4 | σχον καὶ οἱ τὸν νεκρὸν κομίζοντες, εὐχερῆ τὴν δίοδον διὰ τὴν ἐπιφορὰν |
| book 742-5.5.1 | τῶν πολεμίων οὐκ ἔχοντες. | κατὰ τὰς ἀποκλίσεις τοῦ φερομένου ἑκά‐ |
| book 742-5.5.2 | τερος ἐβαρεῖτο· διὸ ἐπιτείνων τὸ ταλαίπωρον αὐτῶν σκολιὰν παρ‐ |
| book 742-5.5.3 | έλαβεν ὁδὸν (cf. 743) καὶ μακρὸν (cf. 744) τὸ ἑλκόμενον ξύλον διὰ τῆς |
| book 742-5.5.4 | ὁδοῦ. b(BCE3E4)T |
| book 742.1 | 〈κρατερὸν μένοσ〉 ἀμφιβαλόντες: ἰσοβαρήσαντες τῇ |
| book 742.2 | δοκῷ τὴν προθυμίαν Aa b (BCE3E4)T ἢ συμπλέξαντες καὶ |
| book 742.3 | ἑνώσαντες, Aa b (BCE3E4) ὡς τὸ „ἥλικες ἰσοφόροι“ (ς 373). Aa |
| book 742.4 | b (BCE3E4)T |
| book 743 | ἀταρπόν: 〈ἀτραπόν〉, ὁδόν, ἣν οὐκ ἔστιν ἐκτραπῆναι. Aa |
| book 746.1 | ὣς οἵ γ’ ἐμμεμαῶτε: οὕτω διὰ τῶν δύο μ〈μ〉. τινὲς δὲ |
| book 746.2 | „οἱ μὲν ἄρ’ ἐμμεμαῶτε“. T |
| book 747-51.1 | ὥς τε πρὼν 〈ἰσχάνει ὕδωρ / —ῥέοντεσ〉: |
| book 747-51.2 | ἄκρως οὐκ ἐμψύχοις αὐτοὺς εἴκασεν, ἀλλ’ ἀσαλεύτοις πρηόσιν ἀντ‐ |
| book 747-51.3 | έχουσι ποταμοῖς. ἔστι δὲ ἡ εἰκὼν ὅλη πρὸς ὅλον· Αἴαντες γὰρ ἐρ‐ |
| book 747-51.4 | ριζωμένῳ ὄρει εἰσὶ παραβεβλημένοι, ὕδατι δὲ οἱ Τρῶες. ὡς δὲ ὁ πρὼν |
| book 747-51.5.1 | κωλύει τὸ ἐπιφερόμενον ὕδωρ εἰς τὸ χωρίον ἐλθεῖν, τὸ δὲ περιεχόμενον |
| book 747-51.5.2 | εἰς τὸ ὑποκείμενον πεδίον ῥεῖ, οὕτως καὶ ἐπὶ τῷ σώματι Πατρόκλου |
| book 747-51.5.3 | ἑδραίως ἑστῶτες ἀπέτρεπον τοὺς Τρῶας ἐπ’ ἄλλο μέρος. b(BCE3E4)T |
| book 747a.1 | πρών: προοχὴ ὄρους. ἰσχάνει δὲ τῆς εἰς θάλασσαν |
| book 747a.2 | ἐκρύσεως. b(BCE3E4)T |
| book 747b.1 | {ὥς τε} πρών: ὄρους ἐξοχή. | τινὲς πετρώδης τόπος. |
| book 747b.2 | οὕτως οὖν φησιν· ἐπεῖχον οἱ Ἕλληνες τὴν φορὰν τῶν Τρώων ὡς ὁ |
| book 747b.3 | πρὼν τὸ ὕδωρ. Aa |
| book 748.1 | πεδίοιο διαπρύσιον τετυχηκώς: ὡς διόλου προή‐ |
| book 748.2 | κειν καὶ διατετάσθαι τοῦ πεδίου τὸν πρῶνα. Aa b (BCE3E4)T |
| book 750.1 | πᾶσι ῥόον πεδίον δὲ τίθησι: ἀποστρέφει τὰ ῥεύματα |
| book 750.2 | πάντων. Aa T |
| book 751a | 〈πλάζων:〉 προσπελάζων. Aa |
| book 751b.1 | 〈οὐδέ τέ μιν:〉 „οὐδέ τί μιν“. Ἀριστοφάνης „οὐδέ τι |
| book 751b.2 | μήν“. Til |
| book 751c.1 | 〈ῥηγνῦσι:〉 ἀντὶ τοῦ ῥηγνύουσι, ὡς „πιμπλᾶσι“ (Φ 23). |
| book 751c.2 | οὕτως Ἀρίσταρχος. Aa |
| book 752 | 〈ἀνέεργον:〉 ἀπώθουν. Aa |
| book 755-7.1 | τῶν δ’ ὥς τε ψαρῶν〈—ὀρνίθεσσιν〉: ταπεινοῖ |
| book 755-7.2 | τοὺς Ἕλληνας τῇ παραβολῇ πρὸς σύγκρισιν τοῦ πολεμοῦντος Διός. |
| book 755-7.3 | τὴν αὐτὴν δὲ εἰκόνα καὶ ἐπὶ τῶν βαρβάρων ἔλαβεν, ὅτε αὐτοὺς ὁ |
| book 755-7 | Πάτροκλος ἐδίωκεν· „ἴρηκι ἐοικώς / ὠκέϊ, ὅς τ’ ἐφόβησε κολοιούς τε ψῆ‐ |
| book 755-7.5.1 | ράς τε“ (Π 582—3). ἀλλ’ ἐκεῖνοι οὐκ ἐναντιουμένου θεοῦ ταῦτα πά‐ |
| book 755-7.5.2 | σχουσιν, ἀλλὰ διὰ τὴν ἀρετὴν τοῦ διώκοντος· τούτοις δὲ ὁ Ζεὺς αἴτιος |
| book 755-7.5.3 | τῆς ταπεινῆς εἰκόνος. b(BCE3E4)T |
| book 755a.1 | ψαρῶν νέφος: τὴν ἀγέλην νέφος ὠνόμασεν, οὐ διὰ τὸ |
| book 755a.2 | πλῆθος μόνον, ἀλλ’ ὅτι καὶ ἐπισκιάζει τὸν ἀέρα τῇ πυκνότητι. b |
| book 755a.3 | (BE3E4)T |
| book 755b1.1 | ἄλλως· ψαρῶν 〈νέφος ... ἠὲ κολοιῶν〉: διὰ τὴν |
| book 755b1.2 | εὐφωνίαν· ἐκεῖ δὲ „κολοιούς τε ψῆράς τε“ (Π 583). T συναγε‐ |
| book 755b1.3 | λαστικὸν δὲ ὁ κολοιὸς καὶ φιλάλληλον, ὡς ἡ παροιμία (cf. Zenob. |
| book 755b1.4 | 2,47 = C.P.G. I p. 44)· „καὶ γὰρ κολοιὸς παρὰ κολοιὸν ἱζάνει“. |
| book 755b1.5.1 | μαρτυρεῖ δὲ καὶ ὁ τῆς θήρας αὐτῶν τρόπος· ἐλαίου πλήρη κρατῆρα |
| book 755b1.5.2 | τιθέασιν, οἱ δὲ κολοιοὶ ἐπιβάντες τῷ χείλει ἀφορῶντες εἰς τὴν σκιὰν |
| book 755b1.5.3 | ἑαυτῶν ἄλλους κολοιοὺς ὁρᾶν νομίζουσιν· εἶτα †ἐπιπεσόντες† τῷ |
| book 755b1.5.4 | ἐλαίῳ, ὡς πρὸς τοὺς ἑταίρους δῆθεν κατιόντες, ἁλίσκονται συγκολλη‐ |
| book 755b1.5.5 | θέντες τὰ πτερὰ τῷ ἐλαίῳ. Aa T πολύ τε μᾶλλον ἀγεληδὸν αὐ‐ |
| book 755b1.10.1 | τῶν ἡ πτῆσις γίνεται ἰδόντων ἱέρακα, καὶ τοῦ φόβου τὴν φωνὴν |
| book 755b1.10.2 | συστρέφοντος βοῶσιν ὀξὺ καὶ συνεστραμμένον· τοῦτο Ὅμηρος „οὖ‐ |
| book 755b1.10.3 | λον“ (Ρ 756) λέγει. τῶν δὲ ἡδομένων ὀρνέων χαλαρὰ καὶ ἀνειμένη ἡ |
| book 755b1 | φωνή. T |
| book 755b2.1 | ὅρα δέ, πῶς καὶ ἐκεῖ κολοιοὺς συνέμιξε· συναγελαστικὸν |
| book 755b2.2 | γὰρ ὁ κολοιὸς καὶ †φιλόφωνον†, ὡς ἡ παροιμία· „καὶ γὰρ κολοιὸς |
| book 755b2.3 | παρὰ †τὸ κολωὸν εἴκασται†.“ εἰσὶ δέ πως καὶ τῶν ἄλλων ἀνοητό‐ |
| book 755b2.4 | τεροι, ὡς καὶ ὁ τῆς θήρας αὐτῶν μαρτυρεῖ τρόπος· ἐλαίου γὰρ πλήρη |
| book 755b2.5.1 | κρατῆρα τιθέασιν· οἱ δὲ κολοιοὶ ἐπιβάντες τῷ χείλει καὶ ἀφορῶντες |
| book 755b2.5.2 | εἰς τὴν σκιὰν ἑαυτῶν ἄλλους κολοιοὺς ὁρᾶν νομίζουσιν· εἶτα †ἐπιπε‐ |
| book 755b2.5.3 | σόντες† τῷ ἐλαίῳ, ὡς δῆθεν πρὸς τοὺς ἑταίρους κατιόντες, ἁλίσκονται |
| book 755b2.5.4 | συγκολληθέντες τὰ πτερὰ τῷ ἐλαίῳ. ἵπτανται δὲ καὶ ἀγεληδόν· ὅτε |
| book 755b2.5.5 | δὲ ἴδωσιν ἱέρακα, συστραφέντες εἰς ἀλλήλους ὀξὺ βοῶσιν, ὅπερ Ὅμη‐ |
| book 755b2.10.1 | ρος „οὖλον“ ἐκάλεσεν. ἐπὶ μὲν οὖν Τρώων ἔλαβε τοὺς κολοιοὺς διὰ τὸ |
| book 755b2.10.2 | ταραχῶδες καὶ ἀνόητον (cf. Π 581—5), ἐπὶ δὲ Ἑλλήνων διὰ τὸ φιλ‐ |
| book 755b2.10.3 | άλληλον· ἀεὶ γὰρ ἡ πτῆσις αὐτῶν ἀγεληδὸν γίνεται. b(BE3E4) |
| book 756a | 〈οὖλον:〉 συνεστραμμένον, | ὀξύ. Aa |
| book 756b.1 | 〈κεκλήγοντες:〉 πρὸς τὸ σημαινόμενον ὑπήντησεν. b |
| book 756b.2 | (BCE3E4)Til (bis) |
| book 756c | 〈κεκλήγοντες:〉 ἀντὶ τοῦ κεκληγότες. Aa |
| book 757a1.1 | 〈κίρκον, ὅ τε〉 σμικρῇσιν: ὁ γὰρ ἀετὸς μεγάλα φο‐ |
| book 757a1.2 | νεύει. | ἐπὶ δὲ τῶν λίαν ἀσθενῶν οὐδέποτε ‘τυτθῇσιν‘ εἶπεν. T |
| book 757a2.1 | ὁ γὰρ ἀετὸς μεγάλα φονεύει, | ἐπὶ δὲ τῶν εὐτελῶν καὶ |
| book 757a2.2 | ἀσθενῶν οὐδέποτε κάτεισιν. b(BCE3E4) |
| book 760.1 | τεύχεα 〈...〉 πέσον: πεφεισμένως οὐκ εἶπεν ‘ἀπέβαλον |
| book 760.2 | τὰ ὅπλα‘ ἵνα μὴ ῥιψάσπιδας εἴπῃ, ἀλλ’ ‘ἔπεσον‘, ὡς οὐχ ἑκοντὶ |
| book 760.3 | ῥιψάντων, ἀλλ’ ἐκ τύχης τοῦ παθήματος γενομένου. καὶ τὸ μὲν πρᾶγμα |
| book 760 | μεμήνυται, οὐδὲν δὲ αἰσχρὸν τῶν Ἑλλήνων κατεῖπεν. b(BCE3E4)T |
| book 761a.1 | 〈φευγόντων Δαναῶν·〉 πολέμου δ’ οὐ γίνετ’ |
| book 761a.2 | ἐρωή: οὐκ ἔστιν ἐναντίον τὸ λέγειν καὶ φεύγειν αὐτοὺς καὶ μὴ γίνεσθαι |
| book 761a.3 | ἐρωὴν τοῦ πολέμου· ἔφευγε μὲν γὰρ ὁ πολὺς καὶ χυδαῖος τῶν Ἑλλή‐ |
| book 761a.4 | νων ὄχλος, οὐχ ὑπεχώρουν δὲ οἱ Αἴαντες καὶ οἱ ὑπερμαχοῦντες τοῦ |
| book 761a.5 | νεκροῦ. Aa b (BCE3E4)T |
| book 761b1.1 | 〈οὐ γίνετ’〉 ἐρωή: οὐκ ἐπίσχεσις, ἀλλὰ τοὐναντίον |
| book 761b1.2 | αὔξησις. T |
| book 761b2 | ἐρωὴ δὲ ἡ ἐπίσχεσις. b(BCE3E4) |
| book 761b3 | ἐρωὴ δέ ἐστιν ὑποχώρησις, ἀνοχή. Aa |
| book postscr.1 | 〈Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς |
| book postscr.2 | Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας |
| book postscr | Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς.〉 |
| book 1a.1 | 〈ὣς οἱ μὲν μάρναντο〉 δέμας πυρός: λείπει τὸ ὡσεί, |
| book 1a.2 | b(BCE3E4)T ὡσεὶ 〈δέμασ〉 πυρός· T ὡς πῦρ γὰρ ἐμάχον‐ |
| book 1a.3 | το μετὰ πάσης ἐνεργείας· καὶ γὰρ τὴν μάχην καυστείρην λέγει (sc. |
| book 1a.4 | D 342 Μ 316). ποικίλλει δὲ πάλιν μετάγων ἡμᾶς ἐπὶ τὰς σκηνάς. |
| book 1a.5 | b(BCE3E4)T |
| book 1b.1 | ὣς οἱ μὲν μάρναντο δέμας πυρός: τινὲς δέμας τὸ |
| book 1b.2 | σῶμα, τὸ δὲ σῶμα εἶδος, εἶδος δὲ ὁ τρόπος, δέμας πυρὸς ὁ τρόπος |
| book 1b.3 | τοῦ πυρός· ὠλόθρευον ἀλλήλους ὡς πῦρ b(BCE3E4)T ἤτοι |
| book 1b.4 | ἐμπύρως ἐπολέμουν. b(BCE3E4) |
| book 1c.1 | ὣς οἱ μὲν μάρναντο δέμας πυρός {αἰθομένοιο}: |
| book 1c.2 | πυρὸς τρόπον. τὸ δὲ ἔμπυρον τῆς μάχης βούλεται δηλῶσαι. A |
| book 1d | 〈δέμας:〉 ὅτι ὥσπερ. Aint |
| book 3a1.1 | προπάροιθε {νεῶν}: τοπικῶς, ὡς τὸ „κὰδ δ’ ἔβαλε προ‐ |
| book 3a1.2 | πάροιθε νεώσ“ (ι 482). ἀλλὰ καὶ χρονικῶς, ὡς τὸ „†οὗτος† ἀνὴρ |
| book 3a1.3 | προπάροιθε μακάρτατοσ“ (λ 483). b(BCE3E4)T |
| book 3a2.1 | {τόνδ’ εὗρε} προπάροιθε: νῦν ἐπὶ τόπου. καὶ ἐν Ὀδυσ‐ |
| book 3a2.2 | σείᾳ „κὰδ δ’ ἔβαλε προπάροιθε νεώσ“. τάσσεται δὲ καὶ ἐπὶ χρόνου· |
| book 3a2.3 | „σεῖο δ’, Ἀχιλλεῦ, / οὔτις ἀνὴρ προπάροιθε μακάρτ〈ατοσ〉“ (λ 482‐ |
| book 3a2 | 3). A |
| book 3b1.1 | ὀρθοκραιράων: τῶν τὰς κεφαλὰς ὀρθὰς ἐχουσῶν· κραῖ‐ |
| book 3b1.2 | ραν γὰρ λέγουσι τὴν κεφαλήν, καὶ οἱ Ἀττικοὶ τὸ τῆς κεφαλῆς ἥμισυ |
| book 3b1.3 | ἡμίκραιραν. λέγει δὲ διὰ τὸ τὰς πρῴρας καὶ πρύμνας ἀνατετάσθαι, ἐκ |
| book 3b1.4 | μεταφορᾶς τῶν βοῶν. A |
| book 3b2.1 | κατὰ πρύμναν καὶ πρῷραν ἀνατεταμένων. ὀρθοκεφάλων· |
| book 3b2.2 | κραῖρα γὰρ ἡ κεφαλή. b(BCE3E4)T |
| book 4.1 | τὰ φρονέοντ’ ἀνὰ θυμόν, 〈ἃ δὴ τετελεσμένα ἦεν〉: |
| book 4.2 | οἱ περὶ τῶν φίλων ἀγωνιῶντες ἐν τοῖς κινδύνοις δυσέλπιδές εἰσιν. ἔστι |
| book 4.3 | δὲ τῶν ἐν ἀτυχίᾳ προληπτικὸς ὁ νοῦς. A b (BCE3E4)T |
| book 5.1 | ὀχθήσας {δ’ ἄρα εἶπε}: ἤτοι λυπηθείς, ἀπὸ τοῦ ἄχθεος, |
| book 5.2 | ὅ ἐστι βάρους· λέγοιμεν δ’ ἂν καὶ βαρυνθείς. ἢ τὸ ὀχθήσας ἀπὸ τοῦ |
| book 5.3 | ὄχθου ὠνόμασται, ὄχθοι δὲ τὰ ὑψηλά, οἷον ἐπαρθεὶς τῷ θυμῷ. A |
| book 6a.1 | ὤ μοι ἐγώ: περιπαθῶς ἄγαν ἑαυτὸν ἀπολοφύρεται ἐπὶ |
| book 6a.2 | τῇ ὑπονοουμένῃ τοῦ φίλου συμφορᾷ. μεγαλοφυῶς δὲ ἀπὸ τῆς φυγῆς |
| book 6a.3 | τῶν Ἀχαιῶν στοχάζεται πεπτωκέναι Πάτροκλον· οὐκ ἂν γὰρ αὐτοῦ |
| book 6a.4 | ζῶντος ἔφυγον. b(BCE3E4)T εἰ δὲ καὶ ἔφυγον, ἧκεν ἂν αὐτὸς |
| book 6a.5 | πρὸς Ἀχιλλέα. b(BCE3E4) |
| book 6b | 〈τί τ’ ἄρ’ αὖτε:〉 τί δὴ πάλιν. Til |
| book 7a.1 | νηυσὶν ἔπι κλονέονται 〈ἀτυζόμενοι πεδίοιο〉: |
| book 7a.2 | ἀναστρεπτέον τὴν πρόθεσιν, ὁμοίως καὶ ἐπὶ τοῦ „νηυσὶν ἔπι προέηκα“ |
| book 7a.3 | (Σ 439). | ἡ διπλῆ δέ, A ὅτι λείπει ἡ διά, φεύγοντες διὰ τοῦ |
| book 7a | πεδίου. A Aim |
| book 7b.1 | νηυσὶν ἔπι: ἐπὶ τὰς ναῦς. b(BCE3E4)T | ἀναστρεπτέον |
| book 7b.2 | δὲ τὴν πρόθεσιν ὁμοίως τῷ „νηυσὶν ἔπι προέηκα“ (Σ 439). b(BCE3E4)T |
| book 7c.1 | ἀτυζόμενοι: βεβλαμμένοι. ἢ φεύγοντες. b(BCE3E4)T |
| book 7c.2 | πεποίηται δὲ ἡ λέξις παρὰ τὸ ἄτη. b(BCE3)T |
| book 9.1 | ὥς ποτέ μοι μήτηρ διεπέφραδε: ἐζήτηται, πῶς οὐκ |
| book 9.2 | ἔστιν Αὐτομέδων—χρονίσαι ἐν τῇ ὁδῷ. A |
| book 9.1 | 〈διεπέφραδε καί μοι ἔειπε:〉 ὅμοιόν ἐστι τῷ „ἔπος τ’ |
| book 9.2 | ἔφατ’ ἔκ τ’ ὀνόμαζεν“ (Α 368 al.). b(BE3E4) |
| book 10-1a | Μυρμιδόνων τὸν ἄριστον 〈ἔτι ζώοντος ἐμεῖο /〉 |
| book 10-1a.1 | χερσὶν ὕπο Τρώων 〈λείψειν φάος ἠελίοιο〉: ἐν τῇ Ῥιανοῦ |
| book 10-1a.2 | (fr. 1 M.) οὐκ ἦσαν οἱ δύο, ἴσως ἐπεὶ οὐκ ἦν Μυρμιδὼν ὁ Πάτροκλος· |
| book 10-1a.3 | Λοκρὸς γὰρ ἦν ἐξ Ὀποῦντος. δεῖν δέ φησιν ὁ Ἀρίσταρχος οὕτως αὐτὸ |
| book 10-1a.5.1 | παραδέχεσθαι, τὸν μετ’ αὐτὸν ἄριστον τῶν Μυρμιδόνων. | καὶ κατά |
| book 10-1a.5.2 | τινας δὲ τῶν μεθ’ Ὅμηρον Ἄκτωρ ὁ πατὴρ τοῦ Μενοιτίου λέγεται |
| book 10-1a.5.3 | λαβεῖν Αἴγιναν, ἐκ ταύτης δὲ γενέσθαι Μενοίτιον καὶ οἰκῆσαι ἐν |
| book 10-1a.5.4 | Ὀποῦντι. οὕτως οὖν γίνεται τὸ ἀνέκαθεν Μυρμιδὼν ὁ Πάτροκλος. |
| book 10-1a.5.5 | δύναται δὲ καὶ ἑτέρως Μυρμιδὼν ὁ Πάτροκλος λέγεσθαι διὰ τὸ μετὰ |
| book 10-1a.10.1 | τὸν Ἀχιλλέα ἡγήσασθαι τῶν Μυρμιδόνων. | πῶς δέ, φασί, τοῦτο |
| book 10-1a.10.2 | πεπυσμένος παρὰ τῆς μητρὸς ἔπεμπε τὸν Πάτροκλον εἰς τὸν πόλεμον; |
| book 10-1a.10.3 | ὅτι, φαίη τις ἄν, οὔτε τοὔνομα σαφῶς εἶπεν οὔτε τὸν χρόνον, παρά τε |
| book 10-1a.10.4 | τὸν καιρὸν λήθη γίνεται τῶν τοιούτων. ὅταν δὲ ἀποβῇ, μιμνῄσκονται. |
| book 10-1a | A |
| book 10-1b.1 | ἄλλως· χαρίεν τούτῳ τῷ τρόπῳ προειπεῖν τὴν Θέτιν· |
| book 10-1b.2 | οὐ γὰρ ἐβούλετο, τὸ μέλλον ἐπιτελεσθῆναι πάντως ἐκ πολλοῦ προ‐ |
| book 10-1b.3 | ειποῦσα, λυπεῖν τὸν υἱόν. ἐπίτηδες δὲ εἶπεν τὸ Μυρμιδόνων τὸν |
| book 10-1b.4 | ἄριστον (10), ἵνα μὴ φανερῶς εἴπῃ τὸν Πάτροκλον. A |
| book 10a.1 | Μυρμιδόνων τὸν ἄριστον: ἡ διπλῆ πρὸς τὸ ἀμφί‐ |
| book 10a.2 | βολον, πῶς Μυρμιδόνων ἄριστον λέγει τὸν Πάτροκλον Λοκρὸν ὄντα. |
| book 10a.3 | A |
| book 10b.1 | Μυρμιδόνων τὸν ἄριστον: Ἄκτωρ Λοκρὸς μὲν ἦν τὸ |
| book 10b.2 | γένος, ἀπὸ Ὀποῦντος πόλεως· μετὰ δὲ τὸ τεκεῖν Αἰακὸν ὑπὸ Διὸς τὴν |
| book 10b.3 | Αἴγιναν γήμας ἔμενεν 〈ἐν〉 Οἰνώνῃ· καὶ γίνεται αὐτῷ Μενοίτιος 〈ὁ〉 |
| book 10b.4 | τοῦ Πατρόκλου 〈πατήρ〉· b(BCE3)T ὅθεν Μυρμιδόνα ἀναγκαί‐ |
| book 10b.5.1 | ως τὸν Πάτροκλον καλεῖ· διὸ καὶ ἄριστον, οὐ κρείττω εἶπεν· |
| book 10b.5.2 | b(BCE3E4)T ἐπὰν γὰρ πρὸς πολλοὺς ὁμοιογενεῖς συγκρίνωμεν, |
| book 10b.5.3 | τῷ ὑπερθετικῷ χρώμεθα, οἷον πλουσιώτατος Ἀλεξανδρέων Πτολε‐ |
| book 10b.5.4 | μαῖος, εἰ δὲ πρὸς ἀλλογενεῖς, τῷ συγκριτικῷ· τὸ γὰρ συγκριτικὸν |
| book 10b.5.5 | οὔπω τὴν τελείαν εἴληχε λέξιν, ἀμέλει γέ τοι καὶ ἔτι ἐπιτείνεται· |
| book 10b.10.1 | τὸ δὲ ὑπερθετικὸν τὸ τέλος εἴληχε. b(BE3E4)T τῷ δὲ ἐντελεῖ |
| book 10b.10.2 | συγκρινόμενον οὐκ ἀχθεσθήσεται τὸ πλῆθος, τῷ γε μὴν ἀτελεῖ. T |
| book 10c.1 | ἄλλως· Μυρμιδόνων τὸν ἄριστον: ἐν τῇ Ῥιανοῦ καὶ |
| book 10c.2 | Ἀριστοφάνους οὐκ ἐφέροντο οἱ δύο (sc. Σ 10 et 11). δύναται δὲ |
| book 10c.3 | Μυρμιδόνων λέγειν τὸν ἄριστον οἷον τῆς Μυρμιδόνων στρατιᾶς· διὸ |
| book 10c.4 | καὶ ἄριστον, οὐ κρείττω εἶπεν. ἢ τὸν ἐν Μυρμιδόσιν ἄριστον· συν‐ |
| book 10c.5 | ηρίθμητο γὰρ αὐτοῖς, εἰ καὶ Λοκρὸς ἦν. T |
| book 10d.1 | ἄλλως· Μυρμιδόνων τὸν ἄριστον: πιθανὸν τὸ μὴ ὀνο‐ |
| book 10d.2 | μαστὶ περὶ τοῦ Πατρόκλου προειρηκέναι τὴν Θέτιν· καὶ γὰρ ὁ τῶν |
| book 10d.3 | χρησμῶν χαρακτὴρ τοιοῦτος, ἐχόμενος τοῦ ἀμφιβόλου· b(BE3E4)T |
| book 10d.4 | διὸ καὶ μετὰ τὰς ἀποβάσεις ὁρῶνται, ὡς καὶ ἐπὶ τοῦ Ἀλκινόου |
| book 10d.5 | (sc. ν 172—8). T |
| book 11.1 | 〈χερσὶν ὕπο Τρώων:〉 ἀντὶ 〈τοῦ〉 ὑπὸ τῶν χειρῶν τῶν |
| book 11.2 | Τρώων. Aint |
| book 12a.1 | ἦ μάλα δὴ τέθνηκε 〈Μενοιτίου ἄλκιμος υἱόσ〉: |
| book 12a.2 | μάλιστα τῇ διανοίᾳ κατείληφεν ὅτι τέθνηκεν. ἐκ τοῦ βίου δὲ τὸ πάθος |
| book 12a.3 | εἵλκυσε· δεινοὶ γὰρ ἀεὶ τὸ χεῖρον εἰκάζειν οἱ στέργοντες. A |
| book 12b.1 | ἦ μάλα δὴ τέθνηκε: ἀντὶ τοῦ λίαν κατείληφα ὅτι |
| book 12b.2 | τέθνηκε· μάλα οἶδα καὶ πέπεισμαι. b(BCE3)T |
| book 13a.1 | σχέτλιος: ὁ ἑαυτῷ κακῶν αἴτιος, ὁ b(BCE3E4) τλή‐ |
| book 13a.2 | μων. ἀναφαίνεται δὲ ἐνταῦθα ἡ γνώμη τοῦ Ἀχιλλέως ὅτι κατὰ πρό‐ |
| book 13a.3 | νοιαν τῷ φίλῳ ἀπέχεσθαι τοῦ τείχους συνεβούλευεν, οὐ βασκαίνων |
| book 13a.4 | αὐτῷ (cf. Π 89—90). b(BCE3E4)T |
| book 13b | 〈σχέτλιος:〉 τάλας, | ἢ τλήμων ἐνταῦθα. Aint |
| book 14a1.1 | νῆας ἐπ’ ἂψ ἰέναι: „ἂψ ἐπὶ νῆας ἴμεν“, οὕτως ἡ Ἀρι‐ |
| book 14a1.2 | στάρχου. ἐν ἐνίαις δὲ φαύλως νῆας ἐπ’ ἂψ ἰέναι. A |
| book 14a2 | Ἀρίσταρχος „ἂψ ἐπὶ νῆας ἴμεν“. Aim |
| book 14a3 | {ἐπὶ νῆας ἰέμεν:} Ἀρίσταρχος καὶ Ἀριστοφάνης „ἐπὶ νῆας |
| book 14a3 | †ἰέναι“. T |
| book 14b.1 | Ἕκτορι: ἀπὸ μέρους τοῖς Τρωσίν· b(BCE3E4)T ἔφη |
| book 14b.2 | γὰρ „Τρῶας ἐναιρόμενος προτὶ Ἴλιον 〈ἡγεμονεύειν〉“ (Π 92). T |
| book 17a.1 | δάκρυα θερμὰ χέων: ἵνα πλησίον γένηται τῆς ὑπονοίας |
| book 17a.2 | Ἀχιλλεὺς καὶ μὴ περιμείνῃ τὴν ἀγγελίαν. A |
| book 17b.1 | 〈ἀγγελίην〉 ἀλεγεινήν: ὥσπερ συναλγῶν ἐπὶ τῇ |
| book 17b.2 | Πατρόκλου συμφορᾷ ὁ ποιητὴς ἐπιφωνεῖ ὅτι ἀλεγεινὴ ἀγγελία τὸ τὸν |
| book 17b.3 | Πάτροκλον ἀγγεῖλαι τετελευτηκότα. b(BCE3E4)T |
| book 18a.1 | ὤ μοι, Πηλέως υἱὲ 〈δαΐφρονος, ἦ μάλα λυγρῆσ〉: |
| book 18a.2 | περιπαθῶς καὶ ἀξίως τῆς φιλίας ἀναφθέγγεται, οὐκ ἐπὶ τὸν τεθνεῶτα |
| book 18a.3 | οὐδ’ ἐπὶ τὸν ἀκούοντα, ἀλλ’ ἐφ’ ἑαυτὸν ἀνενεγκὼν τὴν ἀτυχίαν· διὰ |
| book 18a.4 | γὰρ τοῦ ὤ μοι οἰκειοῦται τὴν συμφοράν, τοῦ δὲ Πηλέως, τοιούτου |
| book 18a.5.1 | πατρός, †μετριάζει† ταῖς συμφοραῖς. διὰ δὲ τοῦ λυγρῆς ἔννοιαν αὐ‐ |
| book 18a.5.2 | τῷ τοῦ δεινοῦ δίδωσιν. b(BCE3E4)T |
| book 18b.1 | ὤ μοι {πηλέος ὑιε}: δεξιῶς πάνυ ὁ Ἀντίλοχος οὔτε τὸν |
| book 18b.2 | τελευτήσαντα κατοικτίζεται οὔτε τὸν Ἀχιλλέα, εἰς ἑαυτὸν δὲ τὴν |
| book 18b.3 | συμφορὰν ἐπενεγκὼν ηὔξησε τὸ πάθος. A |
| book 20-1.1 | κεῖται Πάτροκλοσ〈—Ἕκτωρ〉: ἱκανῶς ἐτάχυ‐ |
| book 20-1.2 | νε τὸ κακάγγελον ἐν ὅλοις δύο στίχοις. καὶ ἐν βραχεῖ πάντα ἐδήλωσε, |
| book 20-1.1 | τὸν ἀποθανόντα, τοὺς ὑπερμαχομένους, τὸν κτείναντα. οὐκ ἐζήλωσαν |
| book 20-1.2 | δὲ τοῦτο οἱ τραγικοί, ἀλλὰ τοῖς λυπουμένοις μακρὰς ἐπάγουσι τὰς |
| book 20-1.5 | διηγήσεις τῶν συμφορῶν. b(BCE3E4)T |
| book 20a.1 | κεῖται Πάτροκλος: προδοὺς ἴχνη τῆς συμφορᾶς τῷ |
| book 20a.2 | δακρύῳ καὶ τῇ προφωνήσει οὕτως ἐπὶ τὴν διήγησιν ἔρχεται· αἰφνίδιον |
| book 20a.3 | γὰρ προσπεσόντα τοῖς ἀκούουσι τὰ δεινὰ ἐξίστησιν. A b (BCE3E4) |
| book 20a.4 | T |
| book 20b.1 | ἄλλως· κεῖται Πάτροκλος: οἶον οὐκ ἀνήρπασται. διὰ |
| book 20b.2 | δὲ τοῦ ἀμφιμάχονται εὐμενῆ τοῖς Ἀχαιοῖς αὐτὸν καθίστησιν. |
| book 20b.3 | b(BCE3E4)T |
| book 21.1 | γυμνοῦ· ἀτὰρ τά γε 〈τεύχε’ ἔχει κορυθαίολος |
| book 21.2 | Ἕκτωρ〉: δεδήλωκε μετὰ συντομίας τὸ γεγενημένον πρᾶγμα. |
| book 21.3 | ἀναγκαίως δὲ καὶ τὸ συμβὰν τῷ ἥρωϊ εὐσχημόνως ἀπήγγειλεν· οὐ |
| book 21.4 | γὰρ ἔφη ‘σκυλεύσας τὰ ὅπλα ἔχει‘, ἀλλὰ μόνον ἐσήμανεν. A |
| book 22-35a.1 | τὸν δ’ ἄχεος νεφέλη 〈ἐκάλυψε—ᾤμω‐ |
| book 22-35a.2 | ξεν〉: Πλάτων ἐν τρίτῳ Πολιτείας (p. 388 b 1) κατηγορεῖ τῶν ὀδυ‐ |
| book 22-35a.3 | ρομένων, λέγων ὑπὲρ τῶν τεθνεώτων μὴ δεῖν τοῦτο ποιεῖν ὡς δεινόν |
| book 22-35a.4 | τι πεπονθότων (cf. ib. 387 d 5). Ζωΐλος (fr. 31 Friedl. = FGrHist |
| book 22-35a.5.1 | 71,11) δέ φησιν ἄτοπον νῦν εἰδέναι τὸν Ἀχιλλέα· προειδέναι τε γὰρ |
| book 22-35a.5.2 | ἐχρῆν ὅτι κοινοὶ οἱ πολεμικοὶ κίνδυνοι, τόν τε θάνατον οὐκ ἐχρῆν δει‐ |
| book 22-35a.5.3 | νὸν ὑπολαμβάνειν, τό τε οὕτως ὑπερπενθεῖν γυναικῶδες. οὕτως οὔτ’ |
| book 22-35a.5.4 | ἂν βάρβαρος τι〈τ〉θὴ ἐποίησεν· καί τοι Ἑκάβης ἐπὶ τῷ συρμῷ Ἕ‐ |
| book 22-35a.5.5 | κτορος οὐδὲν τοιοῦτόν ἐστιν (cf. Χ 405—7). Ζηνόδωρος (p. 137 |
| book 22-35a.10 | Pusch) δὲ ἀπολογεῖται, λέγων ὅτι διὰ τὴν ὑπερβολὴν τῶν πεπραγ‐ |
| book 22-35a.1 | μένων θρηνεῖ. καὶ ἄλλως συνήθη ταῦτα τῷ 〈τό〉τε βίῳ· „τοῦτό νυ καὶ |
| book 22-35a.2 | γέρας οἶον ὀϊζυροῖσι βροτοῖσι, / κείρασθαί τε κόμην βαλέειν τ’ ἀπὸ |
| book 22-35a.3 | δάκρυ παρειῶν“ (δ 197—8). A |
| book 22-35b.1 | ἄλλως· εἰ γὰρ Ἀντίλοχον ἥττονα φίλον καταλαμβάνει |
| book 22-35b.2 | πένθος ἀκούσαντα, τί πείσεται Ἀχιλλεύς; μεῖζον δὲ τὸ πάθος ἔδειξε |
| book 22-35b.3 | δακρύσας (cf. Ρ 694—6. Σ 17). A |
| book 22 | 〈ἄχεος νεφέλη:〉 λύπη〈σ〉 χειμών. Til |
| book 23a.1 | 〈κόνιν αἰθαλόεσσαν:〉 ὅτι τὴν ἀπὸ πυρὸς τέφραν κό‐ |
| book 23a.2 | νιν λέγει· διὸ καὶ αἰθαλόεσσαν αὐτὴν λέγει. Aint |
| book 23b.1 | κόνιν αἰθαλόεσ〈σ〉αν: τὴν σποδόν φησι· b(BCE3)T |
| book 23b.2 | „μέλαιν’ ἀμφίζανε τέφρη“ (Σ 25). T οἱ δὲ τεφρώδη κονιορτόν· |
| book 23b.3 | b(BCE3)T καὶ ἐπὶ Πριάμου „ἀμφὶ δὲ πολλή / κόπρος ἔην κε‐ |
| book 23b.4 | φαλῇ τε καὶ αὐχένι“ (Ω 163—4). T |
| book 25.1 | νεκταρέῳ: εὐώδει, ἢ εὐπρεπεῖ, ἢ θείῳ, b(BCE3E4)T |
| book 25.2 | παρὰ τὸ νέκταρ. T |
| book 26.1 | μεγαλωστί: Ἀνακρέων (fr. 133 P = P.M.G. 478) „ἱρω‐ |
| book 26.2 | στί“. Φερεκράτης (fr. 239 [I p. 207] K.) „ταχεωστί“ ἀντὶ τοῦ |
| book 26.3 | ταχέως. AT νεωστί. ἔδει δὲ μεγαλιστί, ὡς Φρυγιστί, Ῥωμαϊ‐ |
| book 26.4 | στί. T |
| book 28-31.1 | δμωαὶ δ’, 〈ἃς Ἀχιλεὺς ληΐσσατο—ἑκά‐ |
| book 28-31.2 | στησ〉: φιλοπενθὴς γυνὴ βάρβαρος αἰχμάλωτος, b(BCE3)T καὶ |
| book 28-31.1 | διὰ τὸ πρᾷον τοῦ ἀποθανόντος καὶ τὴν τιμὴν τοῦ ζῶντος. εἰ δὲ αὗται |
| book 28-31.2 | θρηνοῦσι, πῶς οὐκ Ἀχιλλεύς; b(BCE3E4)T ἐκ περιουσίας δὲ |
| book 28-31.5 | τοῦτό φησι· μὴ μνησθέντος γοῦν οὐδεὶς ἐπεζήτησεν. b(BCE3)T |
| book 28a | 〈ἃς ... ληΐσσατο:〉 ἃς ἐκ λαφυραγωγίας ἐκτήσατο. Aim |
| book 28b.1 | 〈Πάτροκλός τε:〉 περιπαθῶς ἀναπεφώνηται τὸ ὄνομα |
| book 28b.2 | τοῦ Πατρόκλου. Aint |
| book 31 | 〈πεπλήγοντο:〉 ἔτυπτον. ἢ πληγεῖσαι ἦσαν. Til |
| book 33a.1 | χεῖρας ἔχων Ἀχιλῆος: πανταχόθεν ἐκίνησεν, ἀνωτέρω |
| book 33a.2 | μὲν (sc. Σ 23—7) τοῖς ἐνεργήμασι, νῦν δὲ τῇ ἐξ ἑτέρων σπουδῇ· οἶδε |
| book 33a.3 | γὰρ τοὺς μεγαλοψύχους ἐπὶ σφᾶς αὐτοὺς ἐν ταῖς συμφοραῖς ὁρμωμέ‐ |
| book 33a.4 | νους. T |
| book 33b.1 | 〈ὁ δ’ ἔστενε κυδάλιμον κῆρ:〉 τοῦτο διὰ μέσου· τὸ |
| book 33b.2 | γὰρ ἑξῆς χεῖρας ἔχων Ἀχιλῆος· (33) „δείδιε γάρ“ (Σ 34). Aint |
| book 34a.1 | δείδιε γάρ, 〈μὴ λαιμὸν ἀποτμήξειε σιδήρῳ〉: |
| book 34a.2 | τινές· ἐφοβεῖτο γὰρ Ἀχιλλεύς, μὴ καὶ ἀποδειροτομήσῃ Ἕκτωρ Πά‐ |
| book 34a.3 | τροκλον. ὁ δὲ Ἀντίλοχος, φασί, πρὸς τὸ μὴ ἐπιχέειν τὴν κόνιν κατεῖχεν |
| book 34a.4 | αὐτόν· ὡς φιλέταιρος δὲ τοῦτο ὑπονοεῖ Ἀχιλλεύς. b(BCE3E4)T |
| book 34b.1 | δείδιε γάρ, μὴ λαιμόν: ὅτι ἀμφίβολον, μὴ τὸν ἑαυτοῦ |
| book 34b.2 | λαιμὸν ὁ Ἀχιλλεύς, ἢ τὸν Ἀντιλόχου. A |
| book 34c1 | 〈ἀποτμήξειε:〉 οὕτω Ζηνόδοτος. Ail Ἀρίσταρχος |
| book 34c1 | „ἀπαμήσειε“. Aim |
| book 34c2 | Ἀρίσταρχος †ἀποτμήσειε†, Ζηνόδοτος ἀποτμήξειε. Til |
| book 35-6.1 | 〈σμερδαλέον δ’ ᾤμωξεν·〉 ἄκουσε δὲ 〈πότνια |
| book 35-6.2 | μήτηρ / ἡμένη ἐν βένθεσσιν ἁλόσ〉: προκατασκευὴ χρειώδης |
| book 35-6.3 | τῆς μεγαλοφωνίας Ἀχιλλέως· „τρὶς μὲν ὑπὲρ τάφρου μεγάλ’ ἴαχε |
| book 35-6.4 | δῖος Ἀχιλλεύς, / τρὶς δὲ κυκήθησαν Τρῶεσ“ (Σ 228—9). συνετῶς δὲ |
| book 35-6.5.1 | οἰμώξαντα (cf. 35) μόνον αὐτὸν παρεισάγει· λόγον γὰρ οἰκεῖον εὑ‐ |
| book 35-6.5.2 | ρέσθαι οὐκ ἐνῆν εὐθέως τηλικαύτῃ συμφορᾷ πεπληγότι. b(BCE3E4)T |
| book 36.1 | ἡμένη ἐν βένθεσ〈σ〉ιν ἁλός: ἄλλα ἐπεισόδια καινά· καὶ |
| book 36.2 | ἀπὸ τῆς γῆς καὶ ἐπὶ θάλατταν μεταφέρει τὸ πένθος. A |
| book 37 | 〈κώκυσεν:〉 θρηνητικὸν ἀνεφθέγξατο. b(BCE3E4)Til |
| book 38.1 | ΝΗΡΗΪ́ΔΕΣ {ἦσαν}: ἐντεῦθεν πλανηθέντες οἱ περὶ Ἡσίο‐ |
| book 38.2 | δον (sc. th. 240—64) Νηρέως ἀνέγραψαν θυγατέρα καὶ Θέτιν, τοῦ |
| book 38.3 | ποιητοῦ παρὰ τὸ νεῖν τὴν λέξιν ποιησαμένου, ὅθεν καὶ νῆσος καὶ να‐ |
| book 38.4 | ρὸν τὸ ῥευστικόν. ἦσαν δὲ Πρωτέως, φησίν (sc. δ 365), ἢ Φόρκυνος |
| book 38.5.1 | (sc. α 72)· οὗτοι γὰρ γέροντες εἰνάλιοι παρὰ τῷ ποιητῇ· καὶ „ὀψόμε‐ |
| book 38.5.2 | ναί τε γέρονθ’ ἅλιον“ (Σ 141). T |
| book 39-49.1 | ἔνθ’ ἄρ’ ἔην Γλαύκη τε〈—ἦσαν〉: ὁ τῶν |
| book 39-49.2 | Νηρεΐδων χορὸς προηθέτηται καὶ παρὰ Ζηνοδότῳ ὡς Ἡσιόδ〈ε〉ιον |
| book 39-49.3 | ἔχων χαρακτῆρα· Ὅμηρος γὰρ κατὰ τὸ κοινὸν Μούσας λέγει (cf. Α |
| book 39-49 | 604 al.) καὶ Εἰλειθυίας (cf. Λ 270. T 119), ἀλλ’ οὐκ ὀνόματα· γελοῖόν |
| book 39-49.5.1 | τε ἐξ ὀνόματος προθέμενον εἰπεῖν πάσας, ὥσπερ ἀποκαμόντα εἰπεῖν |
| book 39-49.5.2 | ἄλλαι θ’ αἳ κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν (49). ὁ δὲ |
| book 39-49.5.3 | Καλλίστρατος (p. 321 n. 27 Schm.) οὐδὲ ἐν τῇ Ἀργολικῇ φησιν αὐ‐ |
| book 39-49.5.4 | τοὺς φέρεσθαι· τό τε ἔνθα (39) οὔτε χρόνον σημαίνει οὔτε τόπον, |
| book 39-49.5.5 | διακόπτεταί τε ἡ λύπη τῷ καταλόγῳ. A |
| book 39-46.1 | Γλαύκη ... / Νημερτής τε καὶ Ἀψευδής: ἐν‐ |
| book 39-46.2 | θάδε ἐβάρυνεν ὁ Ἀρίσταρχος τὸ Γλαύκη (39) εἰς ἀποφυγὴν τοῦ |
| book 39-46.3 | ἐπιθετικοῦ τοῦ „γλαυκὴ δέ ς’ ἔτικτε θάλασσα“ (Π 34). ἐπὶ δὲ τοῦ Νη‐ |
| book 39-46.4 | μερτής τε καὶ Ἀψευδής (46) οὐκ ἐποιήσατο μεταβολὴν τόνου. |
| book 39-46.5 | ἔφαμεν δὲ ἤδη (sc. ad Ι 150) περὶ τῶν τοιούτων. A |
| book 40a.1 | 〈Σπειώ τε Θόη θ’ Ἁλίη τε:〉 Ἀρίσταρχος χωρὶς τὸ |
| book 40a.2 | θ, Ἁλίη, παρὰ τὴν ἅλα. Aim |
| book 40b.1 | Θόη θ’ Ἁλίη τε {βοῶπις}: ἀπὸ τοῦ α τὴν ἀρχὴν τοῦ |
| book 40b.2 | ὀνόματος δεῖ ποιεῖσθαι· οἰκεῖον γὰρ Νηρεΐδι παρὰ τὴν ἅλα παρῆ‐ |
| book 40b | χθαι. A |
| book 44.1 | Δεξαμένη: τινὲς ὀξυτόνως διὰ τὸ Δεξαμενός. τί οὖν εἴ‐ |
| book 44.2 | ποιεν ἐπὶ τοῦ Δαναός „Δανάη“ (cf. Ξ 319), κολωνός „κολώνη“ (Β |
| book 44.3 | 811 al.); b(BCE3)T |
| book 50 | 〈ἀργύφεον:〉 παρὰ τὸ „ἄργυφον“ (cf. Ω 621). Til |
| book 51.1 | πεπλήγοντο: ἐκπληκτικὸν τοσαῦται θεαὶ κοπτόμεναι |
| book 51.2 | περὶ τὴν Θέτιν θρηνοῦσαν. T (bis) |
| book 53a | 〈εἴδετε:〉 διὰ μέτρον συνέστειλεν. Til |
| book 53a | 〈εἴδετε:〉 ἀντὶ τοῦ εἰδῆτε. Aint |
| book 53b | 〈ἔνι:〉 Ἀριστοφάνης „ἔπι {κήδεα}“. Aim |
| book 54a.1 | 〈δυσαριστοτόκεια:〉 ἐπὶ κακῷ τὸν ἄριστον τεκοῦσα, | |
| book 54a.2 | ἄριστον καὶ δύστηνον. καὶ Ὀλυμπιὰς ἐντεῦθεν περὶ Ἀλεξάνδρου φησί· |
| book 54a.3 | „κρείσσων γέγονεν ἢ μητρὶ συνέφερεν.“ b(BCE3E4) |
| book 54b.1 | δυσαριστοτόκεια: ἐκ τριῶν σύνθετον, ὡς τὸ „ἀμι‐ |
| book 54b.2 | τροχίτωνασ“ (Π 419). | λέγει δὲ ἐπὶ κακῷ τὸν ἄριστον τετοκυῖα, | ὡς |
| book 54b.3 | ἄν τις εἴποι ἐπὶ δυστυχίᾳ εὔτεκνος. A |
| book 56.1 | ἔξοχον ἡρώων, 〈ὁ δ’ ἀνέδραμεν ἔρνεϊ ἶσοσ〉: ἡ |
| book 56.2 | ὑποστιγμὴ ἤτοι ἐπὶ τὸ ἡρώων, ἵνα ὁ δέ σύνδεσμος περισσεύῃ, ἢ καὶ |
| book 56.3 | ἐπὶ τὸ ἶσος, ἵνα ᾖ ἀνταπόδοσις „τὸν μὲν ἐγὼ θρέψασα“ (Σ 57). A |
| book 57a.1 | τὸν μὲν ἐγὼ θρέψασα: ὅτι ἡ Θέτις οὐκ ἀπελείφθη τοῦ |
| book 57a.2 | Πηλέως οἴκου, καθάπερ οἱ νεώτεροι, δωδεκαταῖον καταλιποῦσα τὸν |
| book 57a.3 | Ἀχιλλέα, ὁ δὲ Πηλεὺς Χείρωνι παραδέδωκεν, ἵνα τραφῇ. A |
| book 57b.1 | θρέψασα: ὅτι 〈οὐκ〉 ἐχωρίσθη Πηλέως· καὶ „τὸν δ’ οὐχ |
| book 57b.2 | ὑποδέξομαι αὖτισ“ (Σ 59). T |
| book 57c.1 | γουνῷ ἀλωῆς: τῷ γονίμῳ τόπῳ τῆς γῆς. | ἢ τῷ |
| book 57c.2 | ὑψηλοτάτῳ, μεταφορικῶς ἀπὸ τῶν γονάτων τῶν ἐν τῷ σώματι, |
| book 57c.3 | ἅπερ ἐξέχει. A |
| book 57d.1 | γουνῷ: γουνόν τινες τὸ γεώλοφον, ὃ καὶ τῶν καταιγί‐ |
| book 57d.2 | δων ἀπήλλακται καὶ αὔραις αὔξει τὰ φυτά. b(BCE3E4)T |
| book 59.1 | τὸν δ’ οὐχ ὑποδέξομαι 〈αὖτισ〉: οὐκοῦν δεινότερα |
| book 59.2 | τῶν θνητῶν πέπονθεν ἡ Θέτις· κεκέρδηκε γὰρ ἐκ τῆς ἰδίας φύσεως τὸ |
| book 59.3 | πρὸ πολλοῦ λυπεῖσθαι καὶ πενθεῖν τὸν υἱόν, προειδυῖα τὴν τελευτήν. |
| book 59.4 | b(BCE3E4)T |
| book 60.1 | οἴκαδε νοστήσαντα 〈δόμον Πηλήϊον εἴσω〉: ὅτι |
| book 60.2 | Ὅμηρος οὐκ οἶδεν, ὡς οἱ νεώτεροι ποιηταί, κεχωρισμένην τὴν Θέτιν |
| book 60.3 | ἀπὸ τοῦ Πηλέως ὑπὸ τὴν Ἀχιλλέως γένεσιν· ἀλλ’ ὅτι καὶ μετὰ τὸν |
| book 60.4 | Τρωϊκὸν πόλεμον σύνεστι, λέγει. A |
| book 63.1 | 〈ἴδοιμι:〉 συντύχοιμι. καὶ ἐν Ὀδυσσείᾳ (ι 229) „ὄφρ’ αὐ‐ |
| book 63.2 | τόν τε ἴδοιμι“, b(BCE3)Til καὶ „ὀψόμεναί 〈τε γέρονθ’ ἅλιον |
| book 63.3 | καὶ〉 δώματα πατρόσ“ (Σ 141). b(BCE3) |
| book 63-4.1 | ἠδ’ ἐπακούσω, / ὅττι μιν ἵκετο πένθος: τοῦτο ὡς |
| book 63-4.2 | ἐν ποιήσει ἀκουστέον· οὐ γὰρ πιθανὸν τὴν προειρηκυῖαν περὶ τῆς τοῦ |
| book 63-4.3 | Πατρόκλου τελευτῆς (cf. Σ 9—11) νῦν αὐτὸ τοῦτο ἀγνοοῦσαν φαί‐ |
| book 63-4.4 | νεσθαι. A |
| book 64a | ὅττι {μιν ἵκετο πένθος}: ἀντὶ τοῦ ὅπερ. T |
| book 64b1.1 | ἀπὸ πτολέμοιο μένοντα: Ἀρίσταρχος φυλάττει |
| book 64b1.2 | τὸν τόνον τῆς προθέσεως. ἔφαμεν δὲ ἐν ἑτέροις (sc. ad Β 162) ὅτι ἡ |
| book 64b1.3 | ἀπό, ἐὰν συντάσσηται τῇ γενικῇ μὴ μεταξὺ πιπτουσῶν λέξεων, καὶ |
| book 64b1.4 | σημαίνῃ τὸ ἄπωθεν, φυλάσσει τὸν τόνον. οὕτως γοῦν ἀνέγνωμεν |
| book 64b1.5.1 | „ἀπὸ πατρίδος ἄνδρα κατακτάσ“ (Ν 696) καὶ „οὐκ ἐθέλεσκε μάχην |
| book 64b1.5.2 | ἀπὸ τείχεοσ“ (Ι 353) 〈καὶ〉 „καὶ γάρ τις θ’ ἕνα μῆνα μένων ἀπὸ ἧς |
| book 64b1.5.3 | ἀλόχοιο“ (Β 292). προσέθηκα δὲ ‘μὴ μεταξὺ πιπτουσῶν λέξεων‘ διὰ |
| book 64b1.5.4 | τὸ „ἄπο πλυνοί εἰσι πόληοσ“ (ζ 40)· οὐ γὰρ ἐπλησίασε τῇ πόληος |
| book 64b1.5.5 | γενικῇ, ἀλλὰ μεταξὺ ἀνεδέξατο λέξεις. A |
| book 64b2.1 | οὐκ ἀναστρεπτέον τὴν ἀπό· τότε γὰρ οὐκ ἀναστρέφεται, |
| book 64b2.2 | ὅτε δηλοῦσα τὸ ἄπωθεν συντάσσεται γενικῇ, μὴ πιπτουσῶν μεταξὺ |
| book 64b2.3 | ἄλλων λέξεων, „ἀπὸ ἧς ἀλόχοιο“, „ἀπὸ πατρίδος ἄνδρα κατακτάσ“, |
| book 64b2.4 | b(BCE3)T „ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ“. T πρόσκειται |
| book 64b2.5.1 | ‘μὴ πιπτουσῶν μεταξὺ ἄλλων λέξεων‘ διὰ τὸ „πολλὸν γὰρ ἄπο |
| book 64b2.5.2 | πλυνοί εἰσι πόληοσ“· ἐνθάδε γὰρ ἀναστρέφεται ἡ ἀπό. b(BCE3)T |
| book 66-7.1 | κῦμα θαλάσσης / ῥήγνυτο: τὴν ἐνέργειαν ἐσήμα‐ |
| book 66-7.2 | νεν, ὡς καὶ ἐπὶ Ποσειδῶνος (cf. Ν 29). οὐκ ἀνθηρογραφεῖ δὲ διὰ τὸ |
| book 66-7.3 | κατηφές. T |
| book 68-9.1 | ἀκτὴν εἰσανέβαινον 〈ἘΠΙΣΧΕΡΩ ἔνθα θα‐ |
| book 68-9.2 | μειαί / Μυρμιδόνων εἴρυντο νέεσ〉: τὸ ἐπισχερώ ἑκατέρωσε |
| book 68-9.3 | δύναται προσδίδοσθαι· καὶ γὰρ τὰς Νηρεΐδας ἀνιέναι τάξει πρέπον |
| book 68-9.4 | καὶ τὰς ναῦς εἰκὸς ἐφεξῆς τετάχθαι, ὡς ἐν τῷ Περὶ ναυστάθμου λέγε‐ |
| book 68-9.5 | ται. A |
| book 68a | 〈εἰσανέβαινον:〉 γράφεται „εἰσανέβησαν“. Aim |
| book 68b.1 | ἐπισχερώ: ὀξύνεται καὶ σεσημείωται ὥσπερ καὶ τὸ ἰώ· |
| book 68b.2 | οὐδὲν γὰρ εἰς ω λῆγον ἐπίρρημα θέλει ὀξύνεσθαι A b (BCE3)T εἰ |
| book 68b.3 | μὴ τὰ δύο ταῦτα. b(BCE3)T |
| book 68c | 〈ἐπισχερώ:〉 ἐφεξῆς. b(BCE3)T |
| book 71a.1 | κωκύσασα: πάλιν κωκύει θεασαμένη τὴν κατάστασιν |
| book 71a.2 | τοῦ παιδὸς καὶ ὑπ’ αὐτῆς τῆς ὄψεως κινηθεῖσα. b(BCE3)T |
| book 71b.1 | κάρη λάβε: περιπαθὲς τὸ σχῆμα· b(BCE3)T οὐ |
| book 71b.2 | γὰρ φιλοφρονεῖται ὡς Πηνελόπη· „κύσ〈σ〉ε δέ μιν κεφαλήν“ (ρ 39). T |
| book 75.1 | εὔχεο: κατὰ τὸ λεληθός. ἢ ἐπεί φησι „πολλὰ δὲ μητρὶ φίλῃ |
| book 75.2 | ἠρήσατο“ (Α 351): b(BCE3)T καὶ αὐτὸς „ἦ μὲν δή ποτ’ ἐμεῦ |
| book 75.3 | πάρος ἔκλυες 〈εὐξαμένοιο〉“ (Π 236). T |
| book 76a1.1 | ἀλήμεναι {ὑιας ἀχαιῶν}: ὡς παρὰ τὸ „βῆναι“ (Ν 459. |
| book 76a1.2 | Ξ 24) „βήμεναι (Ρ 504 al.) ἐγένετο, οὕτως καὶ παρὰ τὸ „ἀλῆναι“ |
| book 76a1.3 | ἀλήμεναι· „ἢ λαοὺς ἐς τεῖχος ὁμοκλήσειεν ἀλῆναι“ (Π 714). ψιλοῦ‐ |
| book 76a1.4 | ται δὲ καὶ τὸ „ἐάλη“ (Ν 408 al.) καὶ τὸ „οἴμησεν δὲ ἀλείσ“ (Χ 308. ω |
| book 76a1.5 | 538) καὶ πᾶς ὁ σχηματισμός, ἐπεὶ καὶ τὸ θέμα αὐτῶν ἐψιλοῦτο. A |
| book 76a2.1 | {ὰλήμεναι:} ὅλος ὁ σχηματισμὸς τοῦ „ἀλῆναι“ ψι‐ |
| book 76a2.2 | λοῦται. T |
| book 77a | ἀεκήλια: πρὸς τὴν συναλιφήν, ὅτι ἀἑκήλια ἐκληπτέον |
| book 77a | κατὰ ἀπόφασιν τοῦ ἑκήλου, ἐφ’ οἷς οὐχ οἷόν τε ἡσυχάζειν. A |
| book 77b.1 | {παθέειν τ’} ἀεκήλια {ἔργα}: ὁ Ἀσκαλωνίτης (p. 56 B.) |
| book 77b.2 | ἀἑκήλια οἷον οὐχ ἥσυχα οὐδὲ εἰρηνικά, ἐπεὶ ἕκηλος ὁ ἥσυχος ὥστε |
| book 77b.3 | στέρησιν αὐτὸν ἐκδέχεσθαι. οὕτως δὲ καὶ Ἀρίσταρχος, οἷον ταραχώδη. |
| book 77b.4 | ἢ ἀκούσια, ἃ οὐκ ἄν τις ἑκὼν πάθοι· ὁμοίως δὲ καὶ Ἀλεξίων (fr. 61 B.). |
| book 77b.5 | καὶ ἔχονται τοῦ δηλουμένου. A |
| book 77c.1 | ἀεκήλια: ἃ ἄκοντες πάσχομεν, ὅ ἐστι δυσχερῆ. Ἀρίσταρ‐ |
| book 77c.2 | χος δὲ ἀἑκήλια τὰ ἀναγκάζοντα αὐτοὺς σιωπᾶν. b(BCE3E4)T |
| book 77c.3 | ἢ παρὰ τὸ ἕκηλος, οὐχ ἡσυχαῖα οὐδ’ εἰρηναῖα. b(BCE3)T |
| book 80.1 | ἀλλὰ τί μοι τῶν ἦδος, 〈ἐπεὶ φίλος ὤλεθ’ ἑταῖ‐ |
| book 80.2 | ροσ〉: ὑπερβολὴ φιλίας ὅτι οὐδὲν αὐτὸν ἥδει ὡς ἡ ζωὴ τοῦ φίλου. |
| book 80.3 | b(BCE3E4)T |
| book 82a.1 | 〈ἶσον ἐμῇ κεφαλῇ:〉 στικτέον ἐπὶ τὸ κεφαλῇ· μᾶλλον |
| book 82a.2 | γὰρ ἐμφαίνει. Aim |
| book 82b1.1 | 〈ἶσον ἐμῇ κεφαλῇ:〉 Πυθαγόρ〈ε〉ιοι „τί ἐστι φίλος; — |
| book 82b1.2 | ἄλλος ἐγώ.“ Til |
| book 82b2.1 | Πυθαγόρειοι δὲ ἐρωτώμενοι, τί ἐστι φίλος, ἔλεγον· „ἄλλος |
| book 82b2.2 | ἐγώ“. b(BCE3E4) |
| book 82c | τὸν ἀπώλεσα: περιπαθῶς πάνυ ὡς ἐπὶ κτήματος μεγά‐ |
| book 82c | λου τοῦ φίλου. b(BCE3E4)T |
| book 83.1 | 〈ἀπέδυσε:〉 τινὲς „ἀπέλυσε“, διὰ τὸ „λῦσε δέ οἱ θώρηκα“ |
| book 83.2 | (Π 804). Til |
| book 84-5a.1 | τὰ μὲν Πηλῆϊ 〈θεοὶ δόσαν—εὐνῇ〉: δεινὸν |
| book 84-5a.2 | αὐτῷ δοκεῖ λάφυρον γενέσθαι πολεμίῳ κτῆμα πατρὸς καὶ δῶρα θεῶν. |
| book 84-5a.3 | κινεῖται δὲ καὶ τῷ τοῦ Ἕκτορος φθόνῳ· πρὸς τοῦτον γὰρ φιλότιμος |
| book 84-5a.4 | Ἀχιλλεύς. ἅμα δέ, ἐπεὶ καὶ ἐν χρείᾳ αὐτῶν καθέστηκεν· διὸ πολυλογεῖ |
| book 84-5a.5 | περὶ αὐτῶν. b(BE3E4)T |
| book 84-5b.1 | 〈τὰ μὲν Πηλῆϊ—εὐνῇ:〉 ἄκαιρον τὸ εἰδυίᾳ λέ‐ |
| book 84-5b.2 | γειν. Aint |
| book 86-7.1 | ὡς ὄφελεσ〈—ἄκοιτιν〉: φιλομήτωρ ὁ εὐχόμενος |
| book 86-7.2 | μὴ γενέσθαι, ὅπως μὴ γεγονὼς λυπήσῃ τὴν μητέρα. b(BCE3E4)T |
| book 86a | 〈αἴθ’ ὄφελες:〉 ταῦτα ἀπ’ ἄλλης ἀρχῆς ἀναγνωστέον. Aim |
| book 86b | αἴθ’ ὄφελες: οὕτως αἴθ’ ὄφελες. | Ἀπολλώνιος ἐν τῷ |
| book 86b | Περὶ συντάξεως (3, 97 p. 353, 10) τίθησι τὸν στίχον οὕτως ἔχοντα. A |
| book 86c.1 | αὖθι: ἀναφορικῶς, ἐκεῖ ἐν τῷ τόπῳ τῶν Νηρηΐδων, b |
| book 86c.2 | (BCE3E4)T ὡς καὶ ὁ Κάλχας „πολεμίξομεν αὖθι“ (Β 338) ἀντὶ |
| book 86c.3 | τοῦ ἐκεῖ ἐν Τροίᾳ. T |
| book 87 | 〈ἀγαγέσθαι:〉 ὡς τὸ „λελαβέσθαι“ (δ 388). Til |
| book 88-90.1 | νῦν δ’, ἵνα καὶ σοὶ πένθος 〈ἐνὶ φρεσὶ μυρίον |
| book 88-90.2 | εἴη / παιδὸς ἀποφθιμένοιο, τὸν οὐχ ὑποδέξεαι αὖτις / |
| book 88-90.3 | οἴκαδε νοστήσαντα〉: διὰ τὸν ἵνα (88) σύνδεσμον ὑποστιγμὴ |
| book 88-90.4 | ἐπὶ τὸ ἀποφθιμένοιο (89), ἵνα ὁ λόγος ᾖ τοιοῦτος· νῦν δ’ ἵνα καὶ |
| book 88-90.5.1 | σὺ πενθήσῃς τὸν υἱὸν ἀπολέσασα, τοῦτον οὐχ ὑποδέξῃ ὑποστρέψαντα |
| book 88-90.5.2 | οἴκαδε. ἢ παντελῶς παραιρεθήσεται ἡ ὑποστιγμή, κοινοῦ νοουμένου |
| book 88-90 | ἄνωθεν τοῦ „ἀνέρος ἔμβαλον εὐνῇ“ (Σ 85). A |
| book 88-9a.1 | καὶ σοὶ πένθος 〈ἐνὶ φρεσὶ μυρίον εἴη / παιδὸς |
| book 88-9a.2 | ἀποφθιμένοιο〉: ἠθικὸν καὶ βιωφελές· b(BCE3E4)T εἰώθαμεν |
| book 88-9a.3 | γὰρ λέγειν ὡς αἴτιοι τῶν κακῶν τοῖς φίλοις ἐσμέν. b(BE3E4)T |
| book 88-9b.1 | 〈καὶ σοὶ— /〉 παιδὸς ἀποφθιμένοιο: συμφο‐ |
| book 88-9b.2 | ρὰν ἑαυτὸν τῇ τεκούσῃ γεγενῆσθαι ὁμολογῶν ἔλεον ἑαυτῷ θηρᾶται. |
| book 88-9b.3 | b(BCE3E4)T |
| book 90.1 | 〈οἴκαδε νοστήσαντα:〉 ὅτι πάλιν συνοικεῖ τῷ Πηλεῖ ἡ |
| book 90.2 | Θέτις. Aim |
| book 92a1.1 | πρῶτος ἐμῷ ὑπὸ δουρὶ 〈τυπεὶς ἀπὸ θυμὸν |
| book 92a1.2 | ὀλέσσῃ〉: ἔδει πρότερος· δύο γάρ εἰσιν. ἐμφαντικῶς δὲ ἄγαν πάντα |
| book 92a1.3 | μὲν ὁμοῦ συνήγαγε τὰ κεφάλαια, οὐ μετ’ ἄλλους δὲ ἐπιθυμεῖν φησι τῆς |
| book 92a1.4 | Ἕκτορος ἀναιρέσεως, ἀλλὰ πρῶτον ἐκεῖνον ἀνελεῖν. b(BCE3E4)T |
| book 92a2 | 〈πρῶτος:〉 ἀντὶ τοῦ πρότερος. Til |
| book 92b1.1 | πρῶτος ἐμῷ ὕπο δουρὶ 〈τυπεὶς ἀπὸ θυμὸν |
| book 92b1.2 | ὀλέσσῃ〉: τὸ ἑξῆς ἐστιν ἀπολέσσῃ· διὸ οὐκ ἀναστρεπτέον τὴν ἀπό, |
| book 92b1.3 | τὴν μέντοι ὑπό, ἐπεὶ τὸ ἀκόλουθόν ἐστιν ὑπ’ ἐμῷ. εἰσὶ μέντοι, οἳ οὐκ |
| book 92b1.4 | ἀνέστρεψαν, ἀλλὰ συνέταξαν τῇ δοτικῇ, δουρὶ ἐμῷ· ἐν ἑτέροις γὰρ |
| book 92b1.5 | οὕτως αὐτὸν εἰρηκέναι „δουρὶ δ’ ἐμῷ κτεάτισσα“ (Π 57). A |
| book 92b2.1 | τὴν μὲν ἀπό οὐκ ἀναστρεπτέον· ἔστι γὰρ ἀπολέσῃ. |
| book 92b2.2 | b(BCE3)Til τὴν δὲ ὑπό οἱ μὲν συντάσσοντες τῷ δουρί ὀρθο‐ |
| book 92b2.3 | τονοῦσιν, οἱ δὲ τῷ ἐμῷ ἀναστρέφουσιν. b(BCE3)T |
| book 93a | 〈Πατρόκλοιο δ’ ἕλωρα ... ἀποτίσῃ:〉 ὑπὲρ ὧν εἵλ‐ |
| book 93a | κυσεν, ἵνα ἀνθελκυσθῇ. b(BCE3E4)Til |
| book 93b.1 | 〈ἕλωρα:〉 ὅτι τὰ ἕλωρα οὐ βρώματα, ἀλλὰ ἑλκύσμα‐ |
| book 93b.2 | τα. Aint |
| book 94.1 | 〈τὸν δ’ αὖτε προσέειπε:〉 ἐν ἄλλῳ „τὸν δ’ ἠμείβετ’ |
| book 94.2 | ἔπειτα“ (= Α 121 al.). Aim |
| book 95.1 | ὠκύμορος δή μοι, 〈τέκος, ἔσσεαι〉: περιπαθῶς ἀνε‐ |
| book 95.2 | βόησεν, ἀποτρέπουσα τῆς ἐξόδου τὸν Ἀχιλλέα. b(BCE3E4)T |
| book 96.1 | αὐτίκα γάρ τοι 〈ἔπειτα μεθ’ Ἕκτορα πότμος |
| book 96.2 | ἑτοῖμοσ〉: περιπαθὲς καὶ τοῦτο, τὴν αὐτὴν εἶναι προθεσμίαν Ἀχιλ‐ |
| book 96.3 | λεῖ τῆς τε τοῦ ἐχθροῦ τιμωρίας καὶ τῆς αὐτοῦ μεταλλαγῆς. b(BCE3 |
| book 96.4 | E4)T |
| book 98a.1 | αὐτίκα τεθναίην: ἡ μὲν ᾤετο διὰ τὸν λόγον ἀποτρέψειν |
| book 98a.2 | αὐτὸν τῆς σπουδῆς· ὁ δὲ αὐτὸ τοῦτο πρῶτον μετ’ ἐπιτάσεως τάσσει |
| book 98a.3 | διὰ τοῦ αὐτίκα ὡς τῷ φίλῳ ἀκολουθήσων. A |
| book 98b.1 | αὐτίκα τεθναίην: διὰ τί τὸν Ἀχιλλέα οὕτως ἀνώμαλον |
| book 98b.2 | πεποίηκεν, ὅς γε ὅτε ἔζη τεθνάναι ἐβούλετο, τεθνεὼς δὲ ζῆν, b(BCE3E4) |
| book 98b.3 | T „βουλοίμην κ’ ἐπάρουρος ἐών“ (λ 488); T ἢ οὔτε τὸ |
| book 98b.4 | τεθνάναι δι’ αὑτὸ αἱρεῖσθαι φαίνεται οὔτε τὸ ζῆν, b (E3)T ἀλλὰ |
| book 98b.5 | μόνα τὰ καλὰ ἔργα καὶ ὅπως πράττῃ ταῦτα· ἵνα μὲν γὰρ βοηθήσῃ τῷ |
| book 98b.1 | Πατρόκλῳ, αὐτίκα τεθναίην φησίν, ἵνα δὲ τῷ πατρί, ζῆν ἐθέλει. |
| book 98b.2 | ὥστε καλῶν ἔργων προκειμένων ὁ φιλόκαλος καὶ ζῶν τεθνάναι αἱρήσε‐ |
| book 98b.3 | ται, εἰ μέλλοι καλόν τι πρᾶξαι ἀποθανών, καὶ τεθνεὼς ἀναβιώσεσθαι, |
| book 98b.4 | εἰ μέλλοι τῶν κατ’ ἀρετήν τι πρᾶξαι ἀναζήσας. b(BCE3E4)T |
| book 98c.1 | ἄλλως· αὐτίκα τεθναίην: καλὸν πρὸς φιλεταιρίαν πα‐ |
| book 98c.2 | ράδειγμα, εἴγε τοσούτοις μὴ πεισθεὶς δώροις δίχα τούτων καὶ θά‐ |
| book 98c.3 | νατον αἱρεῖται ὑπὲρ φίλου. b(BE3E4)T |
| book 98d.1 | ἄλλως· αὐτίκα τεθναίην: τῷ αὐτῷ ὀνόματι χρησά‐ |
| book 98d.2 | μενος, ᾧ καὶ ἡ Θέτις, τὸν δι’ ἀρετὴν καταφρονοῦντα θανάτου ἐνέφη‐ |
| book 98d.3 | νεν. b(BE3E4)T |
| book 98-9.1 | 〈αὐτίκα τεθναίην, ἐπεὶ οὐκ ἄρ’ ἔμελλον ἑταίρῳ / |
| book 98-9.2 | κτεινομένῳ ἐπαμῦναι:〉 στικτέον ἐπὶ τὸ 〈ἐπ〉αμῦναι. Aim |
| book 100a1.1 | ἐμεῖο δὲ δῆσεν ἀρῆς 〈ἀλκτῆρα γενέσθαι〉: τινὲς |
| book 100a1.2 | περιέσπασαν τὸ ἀρῆς, ἵνα σημαίνῃ τὸ βλάβης. οὕτως καὶ ὁ Ἀσκα‐ |
| book 100a1.3 | λωνίτης (p. 56 B.) καὶ ἡμεῖς. τὸ δὲ δῆσεν δισύλλαβον ἐκδεκτέον |
| book 100a1.4 | ποιητικόν, καὶ τὸ ε τοῦ προκειμένου ἐστὶ συνδέσμου. A |
| book 100a2 | περισπαστέον δὲ τὸ δῆσε· τὸ γὰρ ε τοῦ δέ ἐστιν. T |
| book 100b.1 | ἐμεῖο δ’ ἔδησεν 〈ἀρῆς ἀλκτῆρα γενέσθαι〉: ὡς τὸ |
| book 100b.2 | „ἦ μάλα πολλὸν ἀποιχομένου Ὀδυσῆος / δεύῃ“ (α 253—4). b |
| book 100b.3 | (BCE3)T καὶ Σοφοκλῆς (Trach. 1175)· „δεῖ σοῦ γενέσθαι τῷδέ |
| book 100b | γ’ ἀνδρὶ σύμμαχον.“ T |
| book 100c.1 | ἄλλως· ἔδησεν: ἐδέησεν. ἀρῆς δὲ τῆς βλάβης, ὡς τὸ |
| book 100c.2 | „Μέντορ, ἄμυνον ἀρήν“ (χ 208). b(BCE3)T ἐμοῦ γάρ, φησίν, |
| book 100c.3 | ἐδέησε τῷ Πατρόκλῳ ὥστε με βοηθὸν τῆς βλάβης γενέσθαι. b(BE3)T |
| book 100d1.1 | 〈ἐμεῖο δὲ〉 δῆσεν ἀρῆς 〈ἀλκτῆρα γενέσθαι〉: διὰ |
| book 100d1.2 | τοῦ ω „Ἄρεω“ ἡ Ἀριστάρχου· καὶ ἔστι τὸ λεγόμενον ‘ἐμοῦ |
| book 100d1.3 | ἐδέησε τὸ ἀλεξητῆρα γενέσθαι τοῦ Ἄρεω, καθ’ ὃν ἀπώλετο‘. ἀπ’ |
| book 100d1.4 | εὐθείας τῆς ὁ Ἄρεως, ὡς ὁ Πείρεως, „Πείρεω υἱόν“ (Υ 484). ἐν δὲ τοῖς εἰ‐ |
| book 100d1.5.1 | καιοτέροις „ἀρῆσ“ τῆς βλάβης, ἐπεὶ καὶ Ἡσίοδος (scut. 29. 128) „ἀρῆς |
| book 100d1.5.2 | ἀλκτῆρα“ βλάβης καὶ κακώσεως ἔφη. A |
| book 100d2 | Ἀρίσταρχος διὰ τοῦ ω, „Ἄρεω“. Aim |
| book 100d3.1 | τινὲς †ἄρεος† τοῦ πολέμου, b(BE3)T ἀπὸ τοῦ |
| book 100d3.2 | Ἄρεως. T καὶ ἔστιν ὁ λόγος τοιοῦτος· ἐμοῦ δὲ ἐδέησε τὸ ἀλεξη‐ |
| book 100d3 | τῆρα γενέσθαι τοῦ Ἄρεος, καθ’ ὃν ἀπώλετο ὁ Πάτροκλος. b(BE3)T |
| book 100d3 | ἀρῆς ἀλκτῆρα: βλάβης καὶ κακώσεως ἀποτρεπτικόν, ὅ |
| book 100d3.5.1 | ἐστι κωλυτὴν καὶ βοηθόν. οἱ δὲ „Ἄρεω ἀλκτῆρα“, ἀποτρεπτικὸν πολέ‐ |
| book 100d3.5.2 | μου. Παρμενίσκος (fr. 6) μὲν οὖν βαρυτόνως τὸ †ἔδησεν† ἀποδίδωσιν |
| book 100d3.5.3 | οὕτως· ὁ δὲ πόλεμος τὴν ἐμὴν ἀφελόμενος πανοπλίαν ἔδησέ μου τὴν |
| book 100d3.5.4 | ἔξοδον ὥστε ἀλκτῆρα μὴ γενέσθαι Πατρόκλου, ὅπερ ἐστὶ βοηθόν. |
| book 100d3.5.5 | Πτολεμαῖος δὲ ὁ Ἀσκαλωνίτης (p. 56 B.) περισσὸν τὸ ἔδησε φη‐ |
| book 100d3.10 | σίν. A |
| book 101-14a.1 | νῦν δ’ ἐπεὶ οὐ νέομαί γε〈—κεφαλῆς ὀλε‐ |
| book 101-14a.2 | τῆρα κιχείω〉: φησὶ τὸ ἑξῆς· νῦν δ’ ἐπεὶ οὐ νέομαί γε (101), |
| book 101-14a.3 | νῦν δ’ εἶμ’, ὄφρα φίλης κεφαλῆς (114). | αἱ ὑποστιγμαὶ δὲ μέχρι |
| book 101-14a.4 | τοῦ ἀμείνονές εἰσι καὶ ἄλλοι (106) ἀποτελοῦνται, τοῦ ἐπεί |
| book 101-14a.5.1 | (101) συνδέσμου τὸν λόγον ἀρτῶντος, ἵν’ ἡ ἀνταπόδοσις ᾖ ὡς |
| book 101-14a.5.2 | ἔρις ἔκ τε θεῶν (107). ὁ δὲ λόγος ἠθικός· ‘νῦν δ’ ἐπεὶ μήτε εἰς τὴν |
| book 101-14a.5.3 | πατρίδα ὑποστρέψαι εἱμαρμένον ἐστί 〈μοι〉 μήτε ἐξεδίκησα τοὺς |
| book 101-14a.5.4 | ἀναιρεθέντας, τὸ φιλονικεῖν ἔκ τε θεῶν καὶ ἀνθρώπων ἀπόλοιτο‘. ἢ τὸ |
| book 101-14a.5.5 | ἑξῆς τοῦ λόγου νῦν δ’ ἐπεὶ οὐ νέομαι (101), νῦν δ’ εἶμ’, ὄφρα |
| book 101-14a.10.1 | φίλης κεφαλῆς (114)· καὶ γὰρ ἐπανείληφε τὸ χρονικὸν ἐπίρρημα |
| book 101-14a.10.2 | ὥσπερ εἰς ὑπόμνησιν τῆς ἀρχῆς, ἣν παραλιπὼν παρεξέβη. A |
| book 101-14b.1 | νῦν δ’ ἐπεὶ 〈οὐ νέομαί γε—ὀλετῆρα κιχείω〉: |
| book 101-14b.2 | τὸ ἑξῆς· νῦν δ’ ἐπεὶ οὐ νέομαί γε (101), εἶμ’, ὄφρα φίλης κε‐ |
| book 101-14b.3 | φαλῆς ὀλετῆρα κιχείω (114), b(BCE3E4)T ὡς καὶ „Ἕ‐ |
| book 101-14b | κτορ, ἐπεί με κατ’ αἶσαν ἐνείκεσας, / νῦν αὖτ’ εἴ μ’ ἐθέλεισ“ (Γ 59. 67), T |
| book 101-14b.5.1 | τὰ δὲ ἄλλα διὰ μέσου. b(BCE3E1)T οἱ δὲ οὕτως· ‘ἐπεὶ νόστου |
| book 101-14b.5.2 | ἐστέρημαι, οὐδὲ τοῦτο ἐγένετό μοι τὸ ἐπαρκέσαι τῷ φίλῳ καὶ τοῖς ἄλ‐ |
| book 101-14b.5.3 | λοις Ἕλλησιν 〈***〉 ὑπὸ Ἕκτορος κατὰ τὸν τῆς μήνιδος χρόνον.‘ T |
| book 101.1 | 〈νῦν δ’ ἐπεί:〉 ὅτι εἴωθε τῷ ἐπεί μὴ ἐπαγαγεῖν ἀνταπό‐ |
| book 101.2 | δοσιν. T |
| book 102-6.1 | 〈οὐδέ τι Πατρόκλῳ γενόμην φάος—καὶ |
| book 102-6.2 | ἄλλοι:〉 τοῦτο κατ’ ἰδίαν. Aint Til |
| book 103 | 〈Ἕκτορι δίῳ:〉 ὅτι ἀντὶ 〈τοῦ〉 ὑφ’ Ἕκτορος δίου. Aim |
| book 104a.1 | 〈ἐτώσιον ἄχθος ἀρούρης:〉 ἐχθρὸς γὰρ τῆς ἀργίας ὁ |
| book 104a.2 | ἥρως, φιλότιμος δὲ περὶ τὰς πράξεις. Aint |
| book 104b.1 | 〈ἐτώσιον〉 ἄχθος ἀρούρης: ἄχθος διὰ τὴν ἀπραξίαν |
| book 104b.2 | τὸ μέγεθος τοῦ ἥρωος, εἴ γε ἡ πάντα φέρουσα γῆ αὐτὸν οὐ φέρει ἀρ‐ |
| book 104b.3 | γοῦντα. b(BCE3E4)T |
| book 105-6a1.1 | τοῖος ἐὼν 〈οἷος οὔ τις—ἄλλοι〉: ἔθος τοῖς |
| book 105-6a1.2 | παλαιοῖς ἐγκωμιάζειν ἑαυτούς, ὡς πρὸς Φαίακας Ὀδυσσεύς (cf. θ |
| book 105-6a1.3 | 179—81) καὶ πρὸς Λυκάονα Ἀχιλλεύς (cf. Φ 108—9). νῦν δὲ αὔξων |
| book 105-6a1.4 | ἑαυτὸν ἑαυτοῦ κατηγορίαν φησίν, ὅτι καὶ τοιοῦτος ὢν οὐκ ἐπήμυνε. τὸ |
| book 105-6a1.5.1 | δὲ τῶν λόγων ἑκὼν παρεχώρησεν (sc. 106)· ὅτι γὰρ ῥήτωρ, μαρ‐ |
| book 105-6a1.5.2 | τυρεῖ ἡ Ι ῥαψῳδία (sc. 308—429. 607—19. 644—55). ἀλλὰ τῷ διελεῖν |
| book 105-6a1 | τὸν ἔπαινον ἀπελύσατο τὸν φθόνον. T |
| book 105-6a2.1 | ἔθος γὰρ τοῖς παλαιοῖς ἑαυτοὺς ἐγκωμιάζειν. διὰ δὲ τοῦ |
| book 105-6a2.2 | ἐγκωμίου ἑαυτοῦ κατηγορεῖ, ὅτι γε τοῖς ταλαιπώροις οὐκ ἤμυνε |
| book 105-6a2.3 | τοιοῦτος ὤν. b(BCE3E4) |
| book 105-6b.1 | ἄλλως· τοῖος ἐὼν 〈οἷος οὔ τις— / ἐν πολέ‐ |
| book 105-6b.2 | μῳ〉: ἐπὶ τοῖς προφανέσι πλεονεκτήμασιν ἀνεμέσητον τὸ ἑαυτὸν |
| book 105-6b.3 | ἐγκωμιάζειν. b(BCE3E4)T |
| book 105-6c.1 | τοῖος ἐὼν 〈οἷος οὔ τις— / ἐν πολέμῳ〉: ἀλα‐ |
| book 105-6c.2 | ζών, φασί, καὶ φορτικός. ῥητέον δὲ ὅτι ἔθος ἦν πᾶσιν ἑαυτοὺς ἐπαι‐ |
| book 105-6c.3 | νεῖν. A |
| book 107a1.1 | ὡς ἔρις ἔκ τε θεῶν 〈ἔκ τ’ ἀνθρώπων ἀπόλοιτο〉: |
| book 107a1.2 | Ἡράκλειτος (fr. 28 p. 133 M.; Vors. 6 A 22) τὴν τῶν ὄντων φύσιν |
| book 107a1.3 | κατ’ ἔριν συνεστάναι νομίζων μέμφεται Ὅμηρον, σύγχυσιν κόσμου |
| book 107a1.4 | δοκῶν αὐτὸν εὔχεσθαι. πρὸς ὃν ἄν τις εἴποι ὅτι οὐ λέγει νῦν τὴν |
| book 107a1.5.1 | ἐναντίωσιν ἔριν, ἀλλὰ τὴν ἔχθραν· ὅθεν ἐπιφέρει „καὶ χόλοσ“ (Σ 108)· |
| book 107a1.5.2 | οὐ γὰρ ἡ τῶν πραγμάτων ἐναντίωσις τοὺς φρονίμους ἐξίστησι τῶν |
| book 107a1.5.3 | λογισμῶν. A |
| book 107a2.1 | {ὡς ἔρις ἔκ τε θεῶν:} Ἡράκλειτος σύγχυσιν αὐτὸν εὔ‐ |
| book 107a2.2 | χεσθαι ἁπάντων φησί· κατὰ γὰρ ἐναντίωσιν τὰ πάντα συνέχεσθαι. |
| book 107a2.3 | ἀλλὰ τὴν ἐπὶ τὸ χεῖρον ἄγουσαν ἔριν νῦν φησιν. ἄλλως τε δοτέον |
| book 107a2 | τοῦτο, φλεγμαίνοντος τοῦ πάθους. T |
| book 108.1 | 〈καὶ χόλος, ὅς τ’ ἐφέηκε〉 πολύφρονά περ 〈χαλεπῆ‐ |
| book 108.2 | ναι〉: ἀπολογία αὕτη Ἀχιλλέως ὅτι καὶ περὶ τοὺς ἄγαν φρονίμους |
| book 108.3 | τὸ πάθος συμβαίνει. b(BCE3E4)T χαλεπῆναι δὲ τὸ εἰς χα‐ |
| book 108.4 | λεπότητα ἀχθῆναι. b(BE3E4)T |
| book 109a.1 | ὅς τε πολὺ γλυκίων 〈μέλιτος καταλειβομένοιο〉: |
| book 109a.2 | γλυκέως γὰρ διατίθεσθαι τοὺς ἐκπληροῦντας τὰ κατὰ θυμὸν συμ‐ |
| book 109a.3 | βαίνει. A |
| book 109b.1 | καταλειβομένοιο: τοῦ ἐν τοῖς μελισσουργείοις καταστά‐ |
| book 109b.2 | ζοντος. ἢ οὗ τοσοῦτο συμβέβηκεν. b(BCE3)T |
| book 110a.1 | ἀέξεται ἠΰτε καπνός: θυμός ἐστι ζέσις τοῦ περὶ καρ‐ |
| book 110a.2 | δίαν αἵματος διὰ ὄρεξιν ἀντιλυπήσεως. τοῦτον δὲ τὸν ὅρον πρῶτος |
| book 110a.3 | Ὅμηρος παρέδωκε· καπνὸν γὰρ τὸ πῦρ φησι, „κάπνισσάν τε κατὰ |
| book 110a.4 | κλισίασ“ (Β 399), A b (BCE3)T καὶ „ὡς δ’ ὅτε καπνὸς ἰὼν ἐξ |
| book 110a.5.1 | ἄστεος αἰθέρ’ ἵκηται“ (Σ 207) AT ἄτοπον γὰρ λαμπούσῃ |
| book 110a.5.2 | φλογὶ (cf. Σ 206) καπνὸν εἰκάζειν. ζέσις δὲ οὐκ ἂν χωρὶς πυρώσεως |
| book 110a.5.3 | γένοιτο. ἡδονὴ δὲ παρέπεται τοῖς ὀργιζομένοις διὰ τὸ σπεύδειν |
| book 110a.5.4 | ἀμύνασθαι τὸν ἀντίπαλον. A b (BCE3E4)T | τὸν δὲ καπνὸν παρεί‐ |
| book 110a.5.5 | ληφε πρὸς τὴν αὔξησιν. A |
| book 110b | 〈ἠΰτε καπνός:〉 διὰ τὸ τύφεσθαι ἐν τῇ ψυχῇ. Til |
| book 111.1 | 〈ὡσ〉 ἐμὲ νῦν ἐχόλωσεν 〈ἄναξ ἀνδρῶν Ἀγαμέμνων〉: |
| book 111.2 | ἠρέμα παραπολογεῖται ὑπὲρ ἑαυτοῦ ὅτι ἄλλος αἴτιος τῆς ὀργῆς |
| book 111.3 | κατέστη. b(BCE3E4)T |
| book 112-3.1 | ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί |
| book 112-3.2 | περ, / θυμὸν—ἀνάγκῃ〉: ἤδη τινὰ μετάνοιαν ἴσχειν φησίν. |
| book 112-3.3 | ὅρα μέντοι τὴν ὑπερβολὴν τῆς ὀργῆς· τὸ γὰρ ἀχνύμενοί περ (112) |
| book 112-3.4 | τοιοῦτόν ἐστι, καίπερ ἠδικημένοι καὶ δικαίως ἂν ἐπ’ αὐτοῖς ἐπὶ πλεῖον |
| book 112-3.5.1 | μηνίσαντες. b(BCE3E4)T οὐκοῦν δυοῖν ὄντοιν παθῶν περὶ τὴν |
| book 112-3.5.2 | ψυχὴν Ἀχιλλέως, ὀργῆς καὶ λύπης, θάτερον κεκράτηκε. καὶ τὸ ἐπιφε‐ |
| book 112-3.5.3 | ρόμενον (sc. 113) τοιοῦτόν τι ὑποβάλλει ὅτι ὑπὸ μείζονος ἀνάγκης |
| book 112-3.5.4 | κρατηθῆναι δεῖ τὴν ὀργήν· πάντων γὰρ μεῖζον τὸ ἐπὶ τῷ Πατρόκλῳ |
| book 112-3.5.5 | πάθος· διὸ δεῖ τὴν μῆνιν ἀπορρίψαντα τιμωρήσασθαι τοὺς πολεμίους. |
| book 112-3.10 | θυμὸν (113) δὲ τὸ θυμικὸν πάθος, τὴν ὀργήν. b(BE3E4)T |
| book 113a.1 | θυμὸν ἐνὶ στήθεσσι φίλον 〈δαμάσαντες ἀνάγκῃ〉: |
| book 113a.2 | δύο κατεχόντων παθῶν τὸν Ἀχιλλέα, θυμοῦ καὶ λύπης, μεῖζον τὸ |
| book 113a.3 | κατὰ τὴν λύπην πάθος ἐπιγενόμενον ἐκράτησε τῆς ὀργῆς. πρῶτος δὲ |
| book 113a.4 | Ὅμηρος τὸν θυμὸν ἀπὸ λογισμοῦ σβεννύμενον ἐδογμάτισεν. A |
| book 113b.1 | θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ: |
| book 113b.2 | ἐκ τούτων λέγουσι τὸν Πλάτωνα (sc. Rep. 4,436a8—441c7 al.) |
| book 113b.3 | τριμερῆ τὴν ψυχὴν ἀποφήνασθαι· τὸ μὲν γάρ τι θυμικὸν αὐτῆς εἶναι, |
| book 113b.4 | τὸ δὲ ἐπιθυμητικόν, τὸ δὲ λογιστικόν. A |
| book 113c.1 | 〈θυμὸν ... δαμάσαντες:〉 τὸ αἴτιον τοῦ πάθους διὰ τῆς |
| book 113c.2 | μεταφορᾶς ἐδήλωσεν. Til |
| book 115-6.1 | κῆρα δ’ ἐγὼ 〈τότε δέξομαι, ὁππότε κεν δή / |
| book 115-6.2 | Ζεὺς ἐθέλῃ τελέσαι〉: γενναία ἡ ὑπομονὴ τῆς εἱμαρμένης. ἐμφαντι‐ |
| book 115-6.3 | κὸν δὲ καὶ τὸ δέξομαι (115), οἷον προθύμως ὑποστήσομαι. b(BCE3 |
| book 115-6 | E4)T ἐντεῦθεν εἴληπται τὸ „ἄγοις δέ μ’, ὦ Ζεῦ καὶ σύ γ’ ἡ |
| book 115-6.5.1 | Πεπρωμένη, / ὅποι ποθ’ ὑμῖν εἰμι διατεταγμένοσ“ (Cleanth. fr. 527, |
| book 115-6.5.2 | St. V. Fr. I p. 118). T |
| book 117a.1 | 〈οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλῆος φύγε κῆρα:〉 ὅτι |
| book 117a.2 | οὐκ οἶδεν ἀθάνατον τὸν Ἡρακλέα. Aim |
| book 117b1.1 | οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλῆος 〈φύγε κῆρα〉: |
| book 117b1.2 | τινές φασιν ὅτι Ὅμηρος οὐκ οἶδεν Ἡρακλέα ἀποθεωθέντα διὰ τὸ λέγειν |
| book 117b1.3 | ὅτι τέθνηκεν. ἢ οὐδὲν κωλύει γινώσκοντα ὅτι ἀπεθεώθη λέγειν ὡς |
| book 117b1.4 | οὐκ ἔφυγε τὴν κῆρα· καὶ γὰρ οἱ ἀποθεοῦντες αὐτὸν ὁμολογοῦσι |
| book 117b1.5.1 | τεθνάναι καὶ καῆναι ἐν τῇ Οἴτῃ καὶ μανῆναι καὶ τοὺς υἱεῖς ἀνελεῖν |
| book 117b1.5.2 | καὶ οὕτως ἀποθανατισθῆναι. | σημειοῦνται δὲ τὰ ἔπη πρὸς τὴν |
| book 117b1.5.3 | ἀθέτησιν τὴν „αὐτὸς δὲ μετ’ ἀθανάτοισι θεοῖσι / τέρπετο“ (λ 602—3), |
| book 117b1.5.4 | ὅτι οὐκ οἶδεν αὐτὸν ἐκθεωθέντα. A |
| book 117b2.1 | καὶ ὅτι θνητὸς Ἡρακλῆς. πρὸς τὰ ἐν τῇ Νεκυίᾳ ἀθετούμενα |
| book 117b2.2 | (sc. λ 602—4). T |
| book 117c.1 | ἄλλως· μεγαλοφρόνως φαίνεται παραδείγματα ἑαυτῷ συν‐ |
| book 117c.2 | ειλοχώς, οὐ τῶν καθ’ αὑτόν τινος, ἀλλὰ τῶν γενναιοτάτων. ταῦτα |
| book 117c.3 | δὲ λέγει ἄλλως τὴν μητέρα παραμυθούμενος τὸ καὶ τοὺς κρείττους |
| book 117c.4 | τεθνηκέναι. A |
| book 117d1.1 | οὐδὲ γὰρ οὐδὲ βίη 〈Ἡρακλῆος φύγε κῆρα〉: |
| book 117d1.2 | περισσὴ ἡ μία ἀπόφασις. πρέπει δὲ † Ἡράκλειον παράδειγμα Ἀχιλλεῖ |
| book 117d1.3 | (παραμυθία γὰρ τῶν ἐν συμφοραῖς ἡ περὶ τοὺς κρείσσους) πρὸς τὴν |
| book 117d1.4 | μητέρα ὅτι οὐδὲν παράδοξον πείσεται, τὰ αὐτὰ Διῒ πάσχουσα περὶ |
| book 117d1.5 | 〈τὸν〉 παῖδα. T |
| book 117d2.1 | περισσὴ ἡ μία ἀπόφασις. παρηγορία δὲ γέγονε τὸ Ἡ‐ |
| book 117d2.2 | ράκλειον παράδειγμα Ἀχιλλεῖ καὶ τῇ μητρί· παραμυθία γὰρ τῶν ἐν |
| book 117d2 | συμφοραῖς ἡ περὶ κρείσσους ἀτυχία. b(BCE3E4) |
| book 118.1 | ὅσπερ φίλτατος ἔσκε 〈Διΐ Κρονίωνι ἄνακτι〉: πι‐ |
| book 118.2 | θανῶς ὡς φιλότιμος ἀνὴρ οὐ τὰς πράξεις ἀντέθηκε τοῦ Ἡρακλέους |
| book 118.3 | (ἐφαίνετο γὰρ ἂν οὕτως κατὰ πολὺ ἐνδέων), τὴν δὲ οἰκειότητα μόνον |
| book 118.4 | τὴν πρὸς τὸν Δία ἐσήμανεν. A |
| book 121a.1 | κείσομ’, ἐπεί κε θάνω: ἡ μὲν Θέτις ἀπεῖργε τῆς ἐξόδου |
| book 121a.2 | διὰ τὸν θάνατον, ὁ δὲ δαιμονίως ἀντέθηκεν ὅτι τῶν τετελευτηκότων |
| book 121a.3 | ἴδιον ἡ ἀργία καὶ τὸ ἄπρακτον καὶ τὸ κεῖσθαι. τίς οὖν χρεία καὶ ἐν |
| book 121a.4 | τῷ ζῆν τὴν ἀπραξίαν τοῦ θανάτου μιμεῖσθαι; b(BCE3E4)T |
| book 121b.1 | κείσομ’, ἐπεί κε θάνω: ἀνόητόν ἐστι τὸ λέγειν· δῆλον |
| book 121b.2 | γὰρ πᾶσιν ὅτι κείσεται ἀποθανών. ἀλλ’ ἀσαφέστερον ἐξενήνεκται, |
| book 121b.3 | ὃ δὲ λέγει τοιοῦτόν ἐστι· ζῶντα μὲν οὐ χρὴ ἀργὸν εἶναι οὐδὲ κεῖσθαι |
| book 121b.4 | ὥσπερ νεκρόν, ἀλλὰ τότε, ὅταν ὁ θάνατος ἔλθῃ. A |
| book 122-4.1 | καί τινα Τρωϊάδων〈—στοναχῆσαι ἐφεί‐ |
| book 122-4.2 | ην〉: ἤδη ὑπ’ ὄψιν λαμβάνει τὰ ἀκολουθήσοντα τοῖς πολεμίοις δεινά, |
| book 122-4.3 | ὥσπερ ἐμπιπλάμενος τῆς ἐκ τῶν πολεμίων τιμωρίας διὰ τῆς ἐλπίδος. |
| book 122-4.4 | b(BCE3E4)T |
| book 124 | 〈ἁδινόν:〉 οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ „ἁδινά“. Aim |
| book 125a.1 | γνοῖεν δ’ ὡς δὴ 〈δηρὸν ἐγὼ πολέμοιο πέπαυ‐ |
| book 125a.2 | μαι〉: ὅτι ἀντὶ τοῦ AAint ἵνα γνῶσι. AAint Til | πῶς δὲ δηρόν |
| book 125a.3 | φησι; δεκαπέντε γάρ εἰσιν ἡμέραι σὺν αἷς οἱ θεοὶ εἰς Αἰθιοπίαν διέτριψαν. |
| book 125a.4 | ῥητέον δὲ ὅτι πρός τί ἐστι τὸ πολύ· καὶ γὰρ μία ἡμέρα Ἀχιλλεῖ πολὺ |
| book 125a.5.1 | ἦν ἀφεστῶτι· φιλοπόλεμος γάρ ἐστι. λέγει οὖν ὅτι ἀθρόα αὐτοῖς |
| book 125a.5.2 | ἀποδώσω, κἂν εἰ πολὺν χρόνον τοῦ πολεμεῖν ἀπέστην, ὡς καὶ ἡμεῖς |
| book 125a | ἐν τῷ βίῳ λέγομεν ‘ἡ μία μοι ἡμέρα αἰών ἐστιν‘. A |
| book 125b1.1 | γνοῖεν δ’ ὡς δὴ δηρὸν ἐγὼ πολέμοιο πεπαύμην: |
| book 125b1.2 | δώδεκα μὲν ἡ ἐκδημία τῶν θεῶν, τρεῖς δὲ ἐν ταῖς παρατάξεσιν. τὸν |
| book 125b1.3 | δὲ ὀλίγον χρόνον πολὺν ἡγεῖται διὰ τὸ „ποθέεσκε δ’ ἀϋτήν τε π〈τ〉ό‐ |
| book 125b1.4 | λεμόν τε“ (Α 492). ἀλλὰ καὶ ὁ ποιητής φησι „δηρὸν δὲ μάχης ἐπέπαυτ’ |
| book 125b1.5.1 | ἀλεγεινῆσ“ (Τ 46), οὐ πρὸς τὰς τρεῖς ἡμέρας, ἀλλὰ πρὸς τὴν ποι‐ |
| book 125b1.5.2 | κιλίαν τῶν συμφορῶν ἀφορῶν. T |
| book 125b2.1 | ὅρα δέ, πῶς δηρὸν χρόνον λέγει τὰς δώδεκα τῆς τῶν θεῶν |
| book 125b2.2 | ἐκδημίας ἡμέρας καὶ τὰς τρεῖς τὰς ἐν ταῖς παρατάξεσι· τὸν γὰρ |
| book 125b2.3 | †ὅλον† χρόνον πολὺν ἡγεῖται διὰ τὸ ἐνειθίσθαι τῷ πολέμῳ καὶ μὴ |
| book 125b2.4 | θέλειν ἀργεῖν. καὶ ὁ ποιητής φησι „δηρὸν δὲ μάχης ἐπέπαυτο“, οὐ |
| book 125b2.5.1 | πρὸς τὰς τρεῖς ἀφορῶν ἡμέρας, ἀλλὰ πρὸς τὸ ποικίλον τῶν συμφορῶν. |
| book 125b2.5.2 | b(BCE3E4) |
| book 126.1 | μηδέ μ’ ἔρυκε 〈μάχης φιλέουσά περ· οὐδέ με πεί‐ |
| book 126.2 | σεισ〉: τὸν πλείω λόγον αὐτῆς περιτέμνει ὡς ἐμποδίζοντα τῇ σπουδῇ. |
| book 126.3 | b(BCE3E4)T ἔστι δὲ ὅμοιον 〈τῷ〉 Πινδάρου (Ol. 1, 84—5)· |
| book 126.4 | „ἀλλ’ ἐμοὶ μὲν ἄεθλος οὗτος / ὑποκείσεται.“ T ὅλος δὲ ὢν πρὸς |
| book 126.5.1 | τῇ ἐκδικίᾳ τοῦ φίλου οὐδὲ ἐπιλογίζεται τὸ κατὰ τὰ ὅπλα ὅτι ἄπορος |
| book 126.5.2 | αὐτῷ νῦν ἡ ἔξοδος. b(BCE3E4)T |
| book 128-9a | ναὶ δὴ ταῦτά γε, τέκνον, 〈ἐτήτυμον οὐ κακόν |
| book 128-9a.1 | ἐστι, / τειρομένοις ἑτάροισιν ἀμυνέμεν αἰπὺν ὄλεθρον〉: |
| book 128-9a.2 | πῶς, φασίν, οὐκ ἀποτρέπει μᾶλλον τῆς μάχης, ἀλλὰ καὶ ἐπιρρώνυσιν; |
| book 128-9a.3 | ἢ ὅτι εὐκλεῆ τὸν θάνατον αὐτῷ βούλεται γενέσθαι. τὸν οὖν μετ’ |
| book 128-9a.5 | εὐκλείας συναινεῖ θάνατον· διόπερ †τῆς μοίρας οὐ προεῖπεν αὐτῷ μὴ |
| book 128-9a.1 | περιέληπται† τὴν εἰς οἶκον ἀνακομιδήν. πῶς δὲ „χάλκεα“ (Σ 131) |
| book 128-9a.2 | λέγει τὰ παρ’ Ἡφαίστου ὅπλα ἀπὸ τῆς χείρονος ὕλης; ἔχει γὰρ καὶ |
| book 128-9a.3 | κασσίτερον καὶ ἄργυρον καὶ χρυσόν. κοινότερον οὖν καὶ χαλκεῖς |
| book 128-9a.4 | ἔλεγον καὶ τοὺς ταῦτα ἐργαζομένους· „ἦλθε δὲ χαλκεύσ“ (γ 432) |
| book 128-9a.10.1 | Ὅμηρος, τὸν χρυσοχόον λέγων. | στικτέον δὲ ἤτοι ἐπὶ τὸ ἐτήτυμον |
| book 128-9a.10.2 | (128), ἵνα λείπῃ τὸ ἐστί〈ν〉· ὁ δὲ λόγος ‘ταῦτα ἀληθῶς ἐστιν‘. ἢ |
| book 128-9a.10.3 | συναπτέον· ἔστι δὲ σχῆμα σολοικοφανές, ὅτι τῷ πληθυντικῷ τὰ |
| book 128-9a.10.4 | ἑνικὰ ἐπενήνεκται, ἐτήτυμον κακόν. ἀλλὰ τὸ μὲν ἐτήτυμον |
| book 128-9a.10.5 | δύναιτ’ ἂν ἀντὶ ἐπιρρήματος κεῖσθαι, τὰ δὲ ἄλλα παραπλήσια ἐκείνῳ |
| book 128-9a.15.1 | δύναται εἶναι „δαιμονίη, τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες / τόσσα |
| book 128-9a.15.2 | κακὰ ῥέζουσιν;“ (Δ 31—2). A |
| book 128-9b.1 | 〈οὐ κακόν ἐστι /〉 τειρομένοις ἑτάροισι〈ν ἀμυνέ‐ |
| book 128-9b.2 | μεν αἰπὺν ὄλεθρον〉: γενναῖον καὶ τῆς Θέτιδος τὸ ἦθος, ἐν δευτέρῳ |
| book 128-9b.3 | τιθεμένης τὴν ἰδίαν συμφορὰν τῆς τοῦ παιδὸς εὐκλείας b(BCE3E4)T |
| book 128-9b.4 | καὶ ἐπαινούσης τὸν ὑπὲρ τῶν φίλων κίνδυνον, ὃς λυπεῖν ἔμελλε τὴν |
| book 128-9b.5 | μητέρα. b(BE3E4)T |
| book 130a.1 | 〈ἔντεα καλὰ μετὰ Τρώεσσιν ἔχονται:〉 ὅτι ἔχον‐ |
| book 130a.2 | ται καὶ οὐκ ἔχεται. Aint |
| book 130b | μετὰ Τρώεσσιν: ὑπὸ Τρώων. T |
| book 131.1 | χάλκεα: κεχαλκευμένα· b(BCE3E4, E4il)T καὶ τὸν |
| book 131.2 | χρυσοχόον γὰρ χαλκέα καλεῖ· „ἦλθε δὲ χαλκεύς / ὅπλ’ ἐν χερσὶν ἔχων |
| book 131.3 | χαλκήϊα / οἷσίν τε χρυσὸν εἰργάζετο“ (γ 432—3. 435) b(BCE3E4) |
| book 131.4 | T καὶ „ἣν ἄρα χαλκεύς / Ἥφαιστος ποίησιν“ (Ο 309 + Υ 12). T |
| book 136a.1 | ἠῶθεν γὰρ νεῦμαι 〈ἅμ’ ἠελίῳ ἀνιόντι〉: ὅτι τὸ |
| book 136a.2 | νεῦμαι ἐστὶν ἐπὶ τοῦ ἐνεστῶτος, ἀντὶ τοῦ νέομαι· βούλεται δὲ εἰπεῖν |
| book 136a | ἐλεύσομαι. καὶ ὅτι ἐν μιᾷ νυκτὶ κατεσκεύασται τὰ ὅπλα. A |
| book 136b | 〈νεῦμαι:〉 ἀντὶ τοῦ ἐλεύσομαι. Aim |
| book 136c.1 | νεῦμαι: ὡς „διογενεῦσ“ (Ι 106), „Ὀδυσεῦς δὲ λαβὼν |
| book 136c.2 | κύσε χεῖρ’ ἐπὶ καρπῷ“ (ω 398). T | ἐπαγγέλλεται δὲ αὐτῷ κομίσαι |
| book 136c.3 | ὅπλα, εἰδυῖα Ἥφαιστον τὸν ἄριστον δημιουργὸν χάριτας εἰδότα |
| book 136c.4 | αὐτῇ πολλάς. b(BCE3E4)T |
| book 138 | 〈υἷος ἑοῖο:〉 ἐν ἄλλῳ „υἷος ἑῆοσ“. Aim |
| book 140.1 | θαλάσσης εὐρέα κόλπον: ὅτι τὸν Ἑλλήσποντον στενὸν |
| book 140.2 | ὄντα εὐρέα ἐκάλεσεν. A |
| book 141-2.1 | ὀψόμεναί τε γέρονθ’ 〈ἅλιον καὶ δώματα πα‐ |
| book 141-2.2 | τρός, / καί οἱ πάντ’ ἀγορεύσατε〉: νόμους τίθεται παισὶ συνεῖ‐ |
| book 141-2.3 | ναι γονεῦσι καὶ ὑπὲρ τῆς ἀπουσίας, ὅτε χωρισθεῖεν, ἀπολογεῖσθαι· |
| book 141-2.4 | τοῦτο γὰρ δηλοῖ τὸ καί οἱ πάντ’ ἀγορεύσατε (142). b(BCE3E4) |
| book 141-2.5 | T |
| book 142.1 | ἀγορεύσατε: παρὰ Ζηνοδότῳ „ἀγορεῦσαι“, καὶ ὑποφαί‐ |
| book 142.2 | νει τὸ Ὁμηρικὸν ἔθος. AAim |
| book 143-4a1.1 | αἴ κε θέλῃσι〈ν / υἱεῖ ἐμῷ δόμεναι κλυτὰ τεύ‐ |
| book 143-4a1.2 | χεα παμφανόωντα〉: πρὸς μὲν τὸν Ἀχιλλέα διωρίσατο ὅτι |
| book 143-4a1.3 | πάντως οἴσει ὅπλα παρ’ Ἡφαίστου, πρὸς δὲ τὰς ἀδελφὰς ἀμφιβόλως· |
| book 143-4a1.4 | φορτικὸν γὰρ ἦν πρὸς ὁμοτίμους θρασύτερον διαλέγεσθαι ὥσπερ |
| book 143-4a1.5 | ἐπιτάττειν μέλλουσαν τῷ Ἡφαίστῳ. b(BCE3E4)T |
| book 143-4a2.1 | {αἴ κ’ ἐθέλῃσιν / ὑιεῖ εμῶ:} πρὸς μὲν τὸν υἱὸν ὡς διοριζομένη |
| book 143-4a2.2 | φησὶν οἴσειν πάντως τὰ ὅπλα· οὐκέτι δὲ ἦν πρέπον ὁμοίως πρὸς τοὺς |
| book 143-4a2 | ὁμοτίμους διαλέγεσθαι. A |
| book 145-8.1 | αἱ δ’ ὑπὸ κῦμα〈—αὐτὰρ Ἀχαιοί〉: αἱ διαι‐ |
| book 145-8.2 | ρέσεις θαυμασταὶ b(BCE3E4)T καὶ τὸν νοῦν ἀναρτῶσαι τῶν |
| book 145-8.3 | ἀκροατῶν· b(BCE3E4) αἱ μὲν τάδε ἔπραττον (sc. 145), ἡ δὲ |
| book 145-8.4 | Θέτις ἀπῄει πρὸς τὸν Ἥφαιστον (sc. 146—8), οἱ δὲ Ἀχαιοὶ ἐν τοι‐ |
| book 145-8.5.1 | ούτοις ἦσαν (cf. Σ 148—50). b(BCE3E4)T καὶ ἐπιφέρει πάλιν |
| book 145-8.5.2 | τὰ κατὰ τὴν μάχην. T |
| book 148a.1 | τὴν μὲν ἄρ’ Οὔλυμπον δὲ 〈πόδες φέρον〉: πρὸς |
| book 148a.2 | Ζηνόδοτον μεταγράφοντα (sc. in Ζ 511) „ῥίμφ’ ἑὰ γοῦνα φέρει“. καὶ |
| book 148a.3 | ὅτι λέγει πόδες αὐτὴν ἔφερον, οὐκ αὐτὴ τοὺς πόδας. A |
| book 148b.1 | αὐτὰρ Ἀχαιοί: τὸ διάκενον τῆς πορείας Θέτιδος ποι‐ |
| book 148b.2 | κίλλει ταῖς περὶ Πάτροκλον πράξεσιν. b(BE3E4)T |
| book 148c.1 | ἄλλως· αὐτὰρ Ἀχαιοί: δαιμονίως ἀναλαμβάνει, ἀφ’ |
| book 148c.2 | ὧν ἀπέλιπεν. b(BCE3E4)T ἦν δὲ ταῦτα τὰ ἔπη· „πολλὰ 〈δὲ〉 |
| book 148c.3 | τεύχεα καλὰ πέσον περί τ’ ἀμφί τε τάφρον / φευγόντων 〈Δαναῶν· πο‐ |
| book 148c.4 | λέμου δ’ οὐ γίνετ’ ἐρωή〉“ (Ρ 760—1). T |
| book 151-2.1 | οὐδέ κε Πάτροκλόν 〈περ— / ἐκ βελέων ἐρύ‐ |
| book 151-2.2 | σαντο νέκυν〉: τοῖς μὲν ἀκροαταῖς ἐλπὶς ἦν ἐξειλκύσθαι Πάτροκλον, |
| book 151-2.3 | ὁ δὲ πάλιν ἐπιταράττει τὴν διάνοιαν, ἵνα ἐπὶ τὸ ἀκμαιότατον προαγα‐ |
| book 151-2.4 | γὼν τὴν ἀγωνίαν πιθανὴν ποιήσηται τὴν Ἀχιλλέως ἔξοδον. b |
| book 151-2.5 | (BCE3E4)T |
| book 151 | 〈οὐδέ κε:〉 ἐν ἄλλῳ „οὐδ’ ἄρα“. Aint |
| book 154-6 | Ἕκτωρ τε Πριάμοιο πάϊς—ὁμόκλα: ὅτι |
| book 154-6.1 | Ζηνόδοτος γράφει οὕτως „Ἕκτωρ τε Πριάμοιο 〈πάϊσ〉 συῒ 〈ε〉ἴκελος |
| book 154-6.2 | ἀλκήν, / ὅς μιν τρὶς μετόπισθε ποδῶν λάβε καὶ μέγ’ ἀΰτει, / ἑλκέμεναι |
| book 154-6.3 | μεμαώς, κεφαλὴν δέ ἑ θυμὸς ἀνώγει / πῆξαι ἀνὰ σκολόπεσσι ταμόνθ’ |
| book 154-6.5.1 | ἁπαλῆς ἀπὸ δειρῆσ“, κακῶς· οὐ γὰρ ὑπὸ τοῦτον 〈τὸν〉 καιρὸν ὁ |
| book 154-6.5.2 | Ἕκτωρ ἑλκύσαι τὸν Πάτροκλον ἐβούλετο, ἵνα αἰκίσηται, ἀλλ’ ἔμ‐ |
| book 154-6.5.3 | προσθεν (sc. Ρ 125—7). ὅτε δὲ Γλαῦκος ὠνείδισε τῷ προλελοιπότι τὸ |
| book 154-6.5.4 | σῶμα τοῦ Σαρπηδόνος τοῖς Ἀχαιοῖς (sc. Ρ 159—68), τότε ἑλκύσαι |
| book 154-6.5.5 | φιλοτιμεῖται τὸν Πάτροκλον εἰς ἀντικατάλλαξιν τοῦ Σαρπηδόνος, |
| book 154-6.10.1 | οὐκ εἰς αἰκίαν. ὅταν μὲν οὖν ὕστερον (sc. Σ 176—7) ἡ Ἶρις εἴπῃ τῷ |
| book 154-6.10.2 | Ἀχιλλεῖ ὅτι βούλεται ὁ Ἕκτωρ τὸν Πάτροκλον αἰκίσασθαι, νοητέον |
| book 154-6.10.3 | μὴ τἀληθὲς 〈αὐτὴν〉 ὑποφαίνειν, ἀλλὰ παρορμῆσαι αὐτὸν εἰς τὴν κατὰ |
| book 154-6.10.4 | τῶν βαρβάρων ὀργήν. A |
| book 158.1 | ἔμπεδον: ἡ μεταφορὰ ἀπὸ τῶν ἐν τῷ πέδῳ ἑδραίων οἰκο‐ |
| book 158.2 | δομῶν ἤτοι φυτῶν. b(BCE3E4)T |
| book 159 | 〈κατὰ μόθον:〉 κατὰ τὴν μάχην, | ἀπὸ τοῦ ὁμοῦ θεῖν. Aim |
| book 160a.1 | στάσκε μέγα ἰάχων: ὅτι Ζηνόδοτος γράφει „μέγα |
| book 160a.2 | ἀχέων“. πρὸς τί δὲ λυπούμενος ἑστήκει, ἀλλ’ οὐκ ἰάχων καὶ ἐπεγκε‐ |
| book 160a.3 | λευόμενος τοῖς Τρωσὶν ἀφαιρεῖσθαι τὸν νεκρόν; A |
| book 160b1 | 〈μέγα ἰάχων:〉 πρὸς κατάπληξιν τῶν πολεμίων. Til |
| book 160b2 | καὶ τοῦτο πρὸς τὴν τῶν πολεμίων κατάπληξιν. b(BCE3) |
| book 161-2.1 | 〈ὡς δ’ ἀπὸ σώματος οὔ τι〉 λέοντ’ 〈αἴθωνα |
| book 161-2.2 | δύνανται / ποιμένες ἄγραυλοι μέγα πεινάοντα δίε‐ |
| book 161-2.3 | σθαι〉: παντάπασιν εἴκασται λέοντι μὲν ὁ Ἕκτωρ, ὁ δὲ νεκρὸς σώματι |
| book 161-2.4 | ζῴου, ἄψυχον ἀψύχῳ, οἱ δὲ Αἴαντες ποιμέσιν. ἐπιτέταται δὲ τῇ πείνῃ |
| book 161-2.5 | ὁ λέων. b(BCE3E4)T |
| book 162a1.1 | {πεινάοντα} δίεσθαι: ὡς τίθεσθαι, τρίτη ἀπὸ τέλους ἡ |
| book 162a1.2 | ὀξεῖα· ἔστι γάρ τι δίημι ῥῆμα, παρ’ οὗ καὶ τὸ δίεσαν πληθυντικὸν ὡς |
| book 162a1.3 | ἐτίθεσαν· „αὔτως ἐνδίεσαν ταχέας κύνας ὀτρύνοντεσ“ (Σ 584)· παραι‐ |
| book 162a1.4 | τητέον γὰρ τοὺς οἰομένους πλεονασμὸν εἶναι τοῦ δ καὶ δασύνοντας· |
| book 162a1.5.1 | διδάσκει γὰρ ἡμᾶς ὁ ποιητὴς καὶ δι’ ἄλλης κλίσεως τὸ ἀκόλουθον |
| book 162a1.5.2 | κίνημα· ὡς γὰρ „τίθενται“ (θ 554. ρ 269), οὕτως δίενται· „ἵπποι |
| book 162a1.5.3 | ἀερσίποδες πόλεος πεδίοιο δίενται“ (Ψ 475). ὥσπερ οὖν παρὰ τὸ τί‐ |
| book 162a1.5.4 | θενται ἔστιν ἀπαρέμφατον τίθεσθαι, οὕτως καὶ παρὰ τὸ „δίενται“ τὸ |
| book 162a1.5.5 | δίεσθαι. ἐπίσταται δὲ καὶ ὑποτακτικὸν αὐτοῦ, „τόν ῥα κύνες τε |
| book 162a1.10 | καὶ ἄνδρες ἀπὸ σταθμοῖο δίωνται“ (Ρ 110). A |
| book 162a2.1 | ὁμοίως τῷ τίθεσθαι· ἐνεστῶτος γὰρ ἀπὸ τοῦ δίημι. b |
| book 162a2.2 | (BCE3) |
| book 168a.1 | κρύβδα Διός: διὰ τί κρύβδα Διός; καὶ μήν φησι |
| book 168a.2 | „μίσησε〈ν〉 δ’ ἄρα μιν δηΐων κυσὶ κύρμα γενέσθαι“ (Ρ 272). ἀλλ’ ἐπεὶ |
| book 168a.3 | ὑπέσχετο Ἕκτορι ἀριστεύσειν ἕως ἑσπέρας (cf. Λ 192—4), προανί‐ |
| book 168a.4 | στησιν Ἀχιλλέα λάθρα Διός. b(BCE3E4)T εἰκὸς δὲ μετὰ τὴν |
| book 168a.5.1 | ἔξοδον ἐπιστῆσαι Δία· ὅθεν φησὶν „ἔπρηξας καὶ ἔπειτα 〈/ ἀνστήσας’ |
| book 168a.5.2 | Ἀχιλῆα〉“ (Σ 357—8). T |
| book 168b | 〈ἄλλων τε θεῶν:〉 τῶν τοῖς Τρωσὶ συμμαχούντων. Aint |
| book 171a1.1 | Πατρόκλῳ ἐπάμυνον: ἡ Ἀριστάρχου κατὰ γενικὴν |
| book 171a1.2 | „Πατρόκλου ἐπάμυνον“. ἐλλείπει δὲ ἡ περί, περὶ Πατρόκλου. ὅμοιον |
| book 171a1.3 | δέ ἐστι τῷ „ὁ δ’ οὐδ’ οὗ παιδὸς ἀμύνει“ (Π 522)· κἀκεῖ γὰρ κατὰ γε‐ |
| book 171a1 | νικὴν γράφει. A |
| book 171a2.1 | Ἀρίσταρχος „Πατρόκλου“ κατὰ γενικήν· Aint T καὶ |
| book 171a2.2 | λείπει ἡ περί. T |
| book 174-5.1 | 〈οἱ δὲ ἐρύσσασθαι—φαίδιμος Ἕκτωρ:〉 |
| book 174-5.2 | πρὸς παροξυσμὸν τοῦ Ἀχιλλέως· οὐ γὰρ ἄλλον τὸν σπουδάζοντα ἢ |
| book 174-5.3 | τὸν ἀνελόντα. Aint |
| book 174.1 | Ἴλιον ἠνεμόεσσαν: ὅτι Ζηνόδοτος γράφει „Ἴλιον αἰπὺ |
| book 174.2 | θέλοντεσ“ καὶ τοὺς ἑξῆς ἀπὸ τοῦ „ἑλκέμεναι μέμονεν“ (Σ 176) ἕως τοῦ |
| book 174.3 | „πῆξαι ἀνὰ σκολόπεσσιν“ (Σ 177) ἄνω (sc. Σ 156. 156 a) μετατέθει‐ |
| book 174.4 | κεν. ὁ μὲν οὖν Ἕκτωρ οὐκέτι ταύτην ἔχει τὴν ὁρμήν, ὡς προείρηται |
| book 174.5.1 | (sc. ad Σ 154—6), ἡ δὲ Ἶρις ὡς πρὸς τὸ διεγεῖραι τὸν Ἀχιλλέα ταῦτα |
| book 174.5.2 | κελεύει. καὶ οὐδέποτε κατὰ τὸ οὐδέτερον λέγει Ἴλιον. A |
| book 176-7.1 | κεφαλὴν δέ ἑ〈—δειρῆσ〉: πάντα ὑπὲρ παροξυ‐ |
| book 176-7.2 | σμοῦ προστίθησιν· οἶδε γὰρ προεντεταλμένον αὐτὸν ὑπὸ Θέτιδος μὴ |
| book 176-7.3 | ἐξιέναι. b(BCE3E4)T |
| book 176 | 〈ἀνώγει:〉 ἐν ἄλλῳ „ἄνωγεν“. Aim |
| book 179.1 | 〈Πάτροκλον〉 Τρῳῇσι κυσὶν 〈μέλπηθρα γενέ‐ |
| book 179.2 | σθαι〉: δαιμονίως διέτεμε τὴν αἰκίαν, καὶ τὸ μὲν ἐν τῇ διηγήσει ἐξήνεγ‐ |
| book 179.3 | κεν ὅτι ἀνασταυρῶσαι τὴν κεφαλὴν βούλεται Ἕκτωρ (sc. Σ 176—7), |
| book 179.4 | τὸ δὲ ἐν τῇ προτροπῇ κατάκειται ὅτι ἀνόσιον ὑπὸ κυνῶν αἰκισθέντα |
| book 179.5 | περιϊδεῖν τὸν Πάτροκλον. b(BCE3E4)T |
| book 180a.1 | 〈σοὶ λώβη, αἴ κέν τι νέκυς ᾐσχυμμένος ἔλθῃ:〉 |
| book 180a.2 | ταῦτα ἀπ’ ἄλλης ἀρχῆς. Aim |
| book 180b | 〈σοὶ λώβη:〉 ὡς φιλεταίρῳ καὶ πρακτικῷ. b(BCE3E4)Til |
| book 182a.1 | 〈Ἶρι θεά,〉 τίς γάρ σε θεῶν 〈ἐμοὶ ἄγγελον〉 |
| book 182a.2 | ἧκεν: ἀναγκαίως γνῶναι βούλεται, εἰ τῆς κελευσάσης μένειν ἀξιο‐ |
| book 182a.3 | πιστότερός ἐστιν ὁ προστάσσων ἐξιέναι. b(BCE3E4)T |
| book 182b.1 | Ἶρι θεά, τίς γάρ σε 〈θεῶν ἐμοὶ ἄγγελον ἧκε〉: |
| book 182b.2 | μέμνηται τῶν 〈τῆσ〉 μητρὸς ἐντολῶν· οὐ γὰρ ἐπέτρεπεν αὐτῷ ἡ μήτηρ |
| book 182b.3 | ἐξελθεῖν (sc. Σ 134—5). πυνθάνεται οὖν τῆς θεοῦ, ἵνα ἀξιόχρεων ἔχῃ |
| book 182b.4 | πρὸς τὴν μητέρα τὸν προτρεψάμενον λέγειν καὶ μὴ τῇ ἰδίᾳ γνώμῃ |
| book 182b.5 | ἐξεληλυθὼς φαίνηται. A |
| book 182c.1 | τίς γάρ σε {θεῶν}: ἡ ἑτέρα τῶν Ἀριστάρχου διὰ τοῦ τ, |
| book 182c.2 | „τίς τάρ σε“. μήποτε δὲ ἀμείνων ἡ προτέρα, παρόσον σύνηθες Ὁμήρῳ |
| book 182c.3 | ἀπὸ τοῦ γάρ ἄρχεσθαι. A |
| book 185.1 | οὐδ’ οἶδε Κρονίδης: δεόντως καὶ τοῦτο, ἵνα ἐπισπεύσῃ |
| book 185.2 | τὴν ἔξοδον πρὶν μαθεῖν τὸν Δία. b(BCE3E4)T |
| book 186.1 | 〈Ὄλυμπον ἀγάννιφον:〉 ὅτι ὡς ὄρος τὸν Ὄλυμπον |
| book 186.2 | ἀγάννιφον λέγει. Aim |
| book 188.1 | πῶς γὰρ ἴω 〈μετὰ μῶλον〉: θαυμαστοὶ οἱ διάλογοι ἐν |
| book 188.2 | συντόμῳ τὰς ἐρωτήσεις περιέχοντες (cf. 188 cum Σ 182)· ἔδει γὰρ καὶ τὴν ἀπορίαν τῶν |
| book 188.3 | ὅπλων καὶ τὰ παρὰ τῆς μητρὸς ἀντιθεῖναι. b(BCE3E4)T |
| book 191a.1 | στεῦτο γὰρ Ἡφαίστοιο 〈ΠΑΡΟΙΣΕΜΕΝ ἔντεα |
| book 191a.2 | καλά〉: Χαῖρις (fr. 6 B.) τῷ τὰς συναλειφθείσας προθέσεις μὴ ἀνα‐ |
| book 191a.1 | στρέφεσθαι καὶ ἐνθάδε οὐκ ἀναστρέφει 〈***〉, ἵνα μὴ διάφορον ση‐ |
| book 191a.2 | μαινόμενον νοηθῇ· διαφέρει γὰρ τὸ παρενεγκεῖν Ἡφαίστου ὅπλα. |
| book 191a.5.1 | ὅτι δὲ καὶ ἐν ἄλλοις ἀναγνώσμασιν ὁ ἀνὴρ τοιοῦτος, προείπομεν ἤδη |
| book 191a.5.2 | (sc. ad Β 153a). A |
| book 191b.1 | στεῦτο γὰρ Ἡφαίστοιο 〈ΠΑΡΟΙΣΕΜΕΝ〉: Ἀρί‐ |
| book 191b.2 | σταρχος ἀναστρέφει τὴν πρόθεσιν πρὸς τὸ μὴ ἀμφιβάλλεσθαι τὸν λό‐ |
| book 191b.1 | γον, καίτοι τῶν συναλειφομένων μὴ ἀναστρεφομένων, A b (BCE3E4) |
| book 191b.2 | T | ὡς καὶ Ἀπολλώνιος (Ap. Dysc. Frg. p. 136, 12) φησίν. A | ἐπείσθη |
| book 191b.5.1 | δὲ καὶ ἡ παράδοσις Ἀριστάρχῳ. A b (BCE3E4)T | ἡ διπλῆ δὲ ὅτι |
| book 191b.5.2 | κατὰ διαίρεσιν. 〈καὶ τὸ στεῦτο〉 ἀντὶ τοῦ διωρίζετο: ἀναφέρεται δὲ |
| book 191b.5.3 | πρὸς τὸ „στεῦτο δὲ διψάων“ ἐν τῇ Ὀδυσσείᾳ (λ 584). A |
| book 192a.1 | ἄλλου δ’ οὔ τευ οἶδα, 〈τεῦ ἂν κλυτὰ〉 τεύχεα |
| book 192a.2 | 〈δύω〉: διὰ τί τοῖς Πατρόκλου ὅπλοις οὐχ ὁπλίζεται; b(BCE3) |
| book 192a.3 | φασὶν Αὐτομέδοντα φορεῖν τὰ Πατρόκλου, ὅπως δόξειεν εἶναι Πά‐ |
| book 192a.4 | τροκλος. b(BCE3)T καὶ μείζονα μὲν ἁρμοσθεῖεν ἥσσονι, οὐ μέντοι |
| book 192a.5.1 | τὸ ἀνάπαλιν, ὥστε οὐκ ἠδύνατο αὐτοῖς ὁπλισθῆναι Ἀχιλλεύς. b |
| book 192a.5.2 | (BCE3E4)T ἢ τῷ μεγέθει μὲν ἴσα ἦν, ἀσθενῆ δέ· διὸ οὐχ ἥρμοτ‐ |
| book 192a.5.3 | τεν Ἀχιλλεῖ προπηδῶντι εἰς πάντα κίνδυνον. b(BE3E4)T |
| book 192b | ἄλλου δ’ οὔ τευ οἶδα, τεῦ ἂν 〈κλυτὰ τεύχεα |
| book 192b.1 | δύω〉: ζητεῖται, διὰ τί τὰ Πατρόκλου οὐ λαμβάνει, εἰ καὶ τὰ αὐτοῦ |
| book 192b.2 | ἐκείνῳ ἥρμοσεν. τινὲς ἡνίοχον λέγοντες εἶναι τὸν Πάτροκλον, φασὶ μὴ |
| book 192b.3 | ἔχειν αὐτὸν ὅπλα. ῥητέον δὲ ὅτι εἶχε καὶ ἐμάχετο· Ἀχιλλεύς φησιν· |
| book 192b.5.1 | „ἤ οἱ τότε χεῖρες ἄαπτοι / μαίνοντο“ (Π 244—5). τινὲς δὲ ὅτι τὰ |
| book 192b.5.2 | μείζονα τῷ ἐλάττονι ἁρμόζει μαλαγμάτων προστιθεμένων, τὰ δὲ ἐλάτ‐ |
| book 192b.5.3 | τονα τῷ μείζονι οὐκέτι. ῥητέον δὲ ὅτι δύναταί τις καὶ ἐλάττοσι πρὸς |
| book 192b.5.4 | καιρὸν χρῆσθαι. Κράτης (p. 45 W.) ὅτι τὰ Πατρόκλου Αὐτομέδων |
| book 192b.5.5 | εἶχεν, ὅπως 〈ἰ〉σωθῇ τὸ εἶδος καὶ δόξωσιν εἶναι ὁ μὲν Ἀχιλλεύς, ὁ δὲ |
| book 192b.10 | Πάτροκλος. A |
| book 194.1 | 〈ἀλλὰ καὶ αὐτὸς ὅ γ’〉 ἔλπομ’ 〈ἐνὶ πρώτοισιν ὁμι‐ |
| book 194.2 | λεῖ〉: λείπει τὸ ὅτι· ‘ἀλλὰ ἔλπομαι ὅτι καὶ αὐτὸς ἐν πρώτοις ὁμιλεῖ‘. |
| book 194.3 | b(BCE3E4)T |
| book 197 | 〈κλυτά:〉 κατ’ ἔνια „καλά {τεύχεα ἔχονται}“. Aint |
| book 198a1.1 | {ἀλλ’} αὔτως {ἐπι τάφρον ἰὼν}: παρὰ Ζηνοδότῳ καὶ |
| book 198a1.2 | Ἀριστοφάνει διὰ τοῦ ο „αὐτόσ“, ἵν’ ᾖ αὐτὸς χωρὶς ὅπλων. καὶ λόγον |
| book 198a1.3 | ἔχει χαρίεντα, καὶ οὐκ ἄλογός ἐστιν ἡ γραφή. A |
| book 198a2.1 | {αὔτως:} Ζηνόδοτος „αὐτόσ“ ἀντὶ τοῦ ψιλῶς, δίχα |
| book 198a2.2 | ὅπλων. T |
| book 204a.1 | ὤμοις ἰφθίμοισι 〈βάλ’ αἰγίδα θυσσανόεσσαν〉: |
| book 204a.2 | ἀξιοπρεπὴς ἡ τερατεία καὶ μείζων τῆς 〈περὶ〉 Διομήδους (cf. Ε 1—8 |
| book 204a.3 | et 121—32), εἴγε τὴν οἰκείαν αἰγίδα περιτίθησιν αὐτῷ, Ἀχιλλεὺς δὲ |
| book 204a.4 | οὐ γινώσκει τὴν ἐνέργειαν τῆς θεοῦ. T |
| book 204b.1 | αἰγίδα θυσσανόεσσαν: ἐπεὶ ἄνοπλος ἐξιὼν ἔμελλεν |
| book 204b.2 | ἐκπλήξειν τοὺς Τρῶας, εἰκότως κέχρηται τῇ ἔξωθεν φαντασίᾳ. A |
| book 206.1 | ἐκ δ’ αὐτοῦ δαῖε φλόγα παμφανόωσαν: αὐτοῦ τοῦ |
| book 206.2 | νέφους. A Til | πῶς δέ, φασίν, οὐκ ἐκαίετο; καὶ γὰρ οἱ θεοὶ αὐτοὶ τρω‐ |
| book 206.3 | τοί. ῥητέον δὲ ὅτι φαντασία ἦν. A |
| book 207a.1 | ὡς δ’ ὅτε καπνὸς ἰὼν 〈ἐξ ἄστεος αἰθέρ’ ἵκηται〉: |
| book 207a.2 | οἱ περὶ Διονύσιον τὸν Θρᾷκα (fr. 23 Schm.) φασὶν Ἀρίσταρχον πρῶ‐ |
| book 207a.3 | τον ταύτῃ χρώμενον τῇ γραφῇ μεταθέσθαι καὶ γράψαι „ὡς δ’ ὅτε |
| book 207a.4 | πῦρ ἐπὶ πόντον ἀριπρεπὲς αἰθέρ’ ἵκηται“· ἐμφατικῶς τὸ ἐν πολέμῳ |
| book 207a.5 | πῦρ ἐπιτεθὲν τῷ Ἀχιλλεῖ παρέβαλε τῷ ἐν πολεμουμένῃ ἁπτομένῳ. A |
| book 207b.1 | ὡς δ’ ὅτε καπνὸς 〈ἰὼν ἐξ ἄστεος αἰθέρ’ ἵκηται〉: |
| book 207b.2 | Ἀρίσταρχος „ὡς δ’ ὅτε πῦρ ἐπὶ πόντον ἀριπρεπὲς αἰθέρ’ ἵκηται“· καὶ |
| book 207b.3 | γὰρ ἄτοπόν φησι πῦρ εἰκάζεσθαι καπνῷ. | οἱ δὲ T καπνὸν τὸ πῦρ |
| book 207b.4 | φασιν ἐκ τοῦ παρεπομένου ὡς „κάπνισάν τε κατὰ κλισίασ“ (Β 399). |
| book 207b.5.1 | οἱ δὲ διὰ τὸ πλέον ὑψοῦσθαι τὸν καπνὸν τοῦ πυρὸς καὶ μάλιστα ἡμέρας |
| book 207b.5.2 | ὁρᾶσθαι. καλῶς δὲ ἀπὸ πολέμου ἡ εἰκὼν καὶ νησιωτῶν οἷς ἄπορος ἡ |
| book 207b.5.3 | φυγή, πόρρω τε ἀπῳκισμένοι μεγάλων καὶ συνεχῶν πυρσῶν δέονται, |
| book 207b.5.4 | οὐδενὸς δὲ ἐπιπροσθοῦντος διὰ τοῦ πελάγους φανήσονται. b(BCE3 |
| book 207b.5.5 | E4)T μετὰ δὲ δύσιν ἡλίου (cf. Σ 210), ὅτε οὐκ ἀμαυρωθήσεται |
| book 207b.10.1 | ὑπὸ τοῦ δυνατωτάτου πυρός· T ἀλλ’ οὐδὲ νὺξ βαθεῖα ὑπόκειται, |
| book 207b.10.2 | ἵνα μὴ ὑπὸ τοῦ σκότους κρύπτοιτο ὁ καπνός. b(BCE3E4)T |
| book 207b.1 | ὡς δ’ ὅτε καπνός: ἔθος ἦν τοῖς ἀρχαίοις—εὑρεθεῖσα |
| book 207b.2 | ἡ σάλπιγξ. A |
| book 208.1 | τηλόθεν ἐκ νήσου: οὐκ ἔστι ψιλὸν τὸ τῆς νήσου, ἀλλ’ |
| book 208.2 | ἔχει ἐπίτασιν περὶ τὴν σπουδὴν τῶν πυρείων, ἵνα γνωριμώτερον φαί‐ |
| book 208.3 | νηται. A |
| book 209.1 | 〈στυγερῷ κρίνωνται Ἄρηϊ:〉 ἀντὶ τοῦ Aint ὑπὸ |
| book 209.2 | στυγεροῦ Ἄρεος. Aint Til |
| book 210.1 | 〈ἄστεος ἐκ σφετέρου:〉 Ζηνόδοτος „ἄστυ περὶ σφέτε‐ |
| book 210.2 | ρον“. Aint Til |
| book 211a.1 | 〈πυρσοί τε φλεγέθουσιν:〉 καὶ Πίνδαρος „αἰθόμενον |
| book 211a.2 | πῦρ / ἅτε διαπρέπει νυκτί“ (Ol. 1, 1—2). Til |
| book 211b.1 | {πυρσοί τε φλεγέθουσιν} ἐπήτριμοι: ὁ Ἀσκαλωνίτης |
| book 211b.2 | (p. 56 B.) ὀξύνει ὡς πολεμικοί, οὐκ εὖ· τὰ γὰρ διὰ τοῦ ιμος ὑπὲρ δύο |
| book 211b.3 | συλλαβὰς τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, νόμιμος σπόριμος. |
| book 211b.4 | οὕτως καὶ ἐπήτριμος. A |
| book 213.1 | 〈Ἄρεως:〉 Ἀρίσταρχος „Ἄρεω“ Aim Til ἀπὸ τοῦ |
| book 213.2 | Ἄρεως. Til |
| book 215 | 〈ἀπὸ τείχεος:〉 ἄπωθεν τοῦ τείχους. Til |
| book 215-6.1 | οὐδ’ ἐς Ἀχαιούς / μίσγετο: οὔτε φαίνεται τῇ μητρὶ |
| book 215-6.2 | ἀπειθῶν, διὰ τὸ μὴ κεχωρηκέναι εἰς μέσην τὴν παράταξιν, οὔτε τῆς |
| book 215-6.1 | Ἥρας ἀνηκουστῶν, διὰ τὸ {μὴ} πεφηνέναι ἐν τῷ πολέμῳ. ἄλλως τε |
| book 215-6.2 | οἰκονομία ἐστὶ τοῦ ποιητοῦ τὸ τοιοῦτο, ἵνα μὴ δόξῃ ἄπιστα λέγειν |
| book 215-6.5 | εἰσαγαγὼν τὸν Ἀχιλλέα χωρὶς ὅπλων εἰς τὴν μάχην. A |
| book 216.1 | 〈μητρὸς γὰρ πυκινὴν ὠπίζετ’ ἐφετμήν:〉 ἐτρέπετο |
| book 216.2 | τῷ λογισμῷ ἐπὶ τὴν ἐντολὴν τῆς μητρὸς b(BE3E4)Til καὶ |
| book 216.3 | ᾐδεῖτο αὐτήν. b(BE3E4) |
| book 217-8a1.1 | 〈ἔνθα στὰσ〉 ἤϋς’, 〈ἀπάτερθε δὲ Παλλὰς Ἀθή‐ |
| book 217-8a1.2 | νη / φθέγξατο〉: ἐπεὶ ἄπιστον ἦν ἐν τοσούτῳ θορύβῳ μὴ μόνον |
| book 217-8a1.3 | ἀκουσθῆναι, ἀλλὰ καὶ †φονεῦσαι†, τὴν Ἀθηνᾶν συνεπιφθεγγομένην |
| book 217-8a1.4 | παρέλαβεν. b(BE3E4)T |
| book 217-8a2.1 | {ἀπάτερθε δὲ παλλὰς ἀθήνη:} ἀπίθανον γὰρ ἐκεῖνο τὸ διὰ |
| book 217-8a2.2 | μόνης τῆς Ἀχιλλέως φωνῆς τρέψαι τοὺς Τρῶας. A |
| book 219a.1 | σάλπιγξ: ὅτι αὐτὸς οἶδε σάλπιγγας, χρωμένους δὲ |
| book 219a.2 | τοὺς ἥρωας οὐκ εἰσάγει. A |
| book 219b1.1 | σάλπιγξ: αὐτὸς μὲν οἶδε σάλπιγγα, οὐκ εἰσάγει δὲ |
| book 219b1.2 | ἥρωας εἰδότας. | Μήλας δὲ Ἡρακλέους καὶ Ὀμφάλης ἐν τῇ καθόδῳ |
| book 219b1.3 | τῶν Ἡρακλειδῶν σαλπίζων κατέπληξε τοὺς πολεμίους. σαλπίγγων |
| book 219b1 | δὲ εἴδη ἕξ· πρώτη ἡ Ἑλληνική, μακρὰ τὸ σχῆμα, ἣν Τυρρηνῷ εὗρεν |
| book 219b1.5.1 | ἡ Ἀθηνᾶ· διὸ καὶ Σάλπιγξ παρὰ Ἀργείοις τιμᾶται. δευτέρα ἡ |
| book 219b1.5.2 | στρογγύλη ὑπὸ Αἰγυπτίων εὑρημένη, ἣν χνοῦν καλοῦσιν· χρῶνται |
| book 219b1.5.3 | δὲ αὐτῇ πρὸς θυσίαν καλοῦντες τοὺς ὄχλους δι’ αὐτῆς· ἣν εὗρεν Ὄσι‐ |
| book 219b1.5.4 | ρις. τρίτη ἡ Γαλατική, χωνευτή, οὐ πάνυ μεγάλη, τὸν κώδωνα θηρίου |
| book 219b1.5.5 | ἔχουσα, ἔσωθεν δὲ εἰρόμενον αὐλὸν μολύβδινον, εἰς ὃν ἐμφυσῶσιν οἱ |
| book 219b1.10.1 | σαλπιγκταί· ἔστι δὲ ὀξύφωνος, καὶ καλεῖται ὑπὸ τῶν Κελτῶν κάρνυξ. |
| book 219b1.10.2 | τετάρτη ἡ Παφλαγονική, ἥτις μείζων μέν ἐστι τῆς Ἑλληνικῆς, τὸν δὲ |
| book 219b1.10.3 | κώδωνα βοὸς προτομὴν ἔχει· ἔστι δὲ βαρύφωνος καὶ ἀναφυσητή· κα‐ |
| book 219b1.10.4 | λεῖται δὲ βόϊνος. πέμπτη 〈ἡ〉 Μηδική, τὸν αὐλὸν καλάμινον, τὸν δὲ |
| book 219b1.10.5 | κώδωνα βαρύφωνον ἔχουσα, ὀγκόφωνος {καλεῖται δὲ πέμπτη μη‐ |
| book 219b1.15.1 | δική}. ἕκτη ἡ Τυρσηνική, ὁμοία Φρυγίῳ αὐλῷ, τὸν κώδωνα κεκλασμέ‐ |
| book 219b1.15.2 | νον ἔχουσα· ἔστι δὲ λίαν ὀξύφωνος· καλεῖται δὲ †λιγῦν†. ταύτης εἰσὶν |
| book 219b1.15.3 | εὑρεταὶ Τυρσηνοί, οὐ τῆς παρ’ Ἕλλησιν. T |
| book 219b2.1 | αὐτὸς μὲν οἶδε σάλπιγγα, οὐκ εἰσάγει δὲ ἥρωας αὐτῇ |
| book 219b2.2 | χρωμένους. b(BCE3) | τῆς δὲ σάλπιγγος τῆς Ἑλληνικῆς τὸ μὲν μέγε‐ |
| book 219b2.3 | θος ἐπίμηκες, ἡ δὲ φωνὴ παχεῖα καὶ μεγίστη, ἥτις ἐν πολέμῳ τὸ πλῆθος |
| book 219b2.4 | καλοῦσα κινεῖ. b(BCE3E4) |
| book 219b2.5.1 | 〈σάλπιγξ:〉 ἀπὸ τῶν ἰδίων χρόνων ὁ ποιητὴς ὠνόμακε τὴν |
| book 219b2.5.2 | σάλπιγγα, ἐπεὶ οὐδέπω ηὕρητο παρὰ τοῖς παλαιοῖς. κόχλῳ δὲ θαλασ‐ |
| book 219b2 | σίῳ ἐσάλπιζον. A |
| book 220a1.1 | 〈ἄστυ περιπλομένων δηΐων〉 ὑπὸ θυμοραϊ‐ |
| book 220a1.2 | στέων: ἢ πλεονάζει ἡ ὑπό· b(BCE3)T ἢ τὸ ἑξῆς „ὡς δ’ ὅτ’ |
| book 220a1.3 | ἀριζήλη φωνὴ“ (Σ 219) ὑπὸ δηΐων θυμοραϊστέων, b(BCE3E4) |
| book 220a1.4 | T καὶ ἀπὸ κοινοῦ τὸ δηΐων. T |
| book 220a2.1 | τὸ ἑξῆς· ὑπὸ θυμοραϊστέων δηΐων ἄστυ πε‐ |
| book 220a2.2 | ριπλομένων. Aim |
| book 220b | περιπλομένων: περικαθεζομένων. b(BCE3E4)Til |
| book 222a.1 | 〈ὄπα χάλκεον Αἰακίδαο:〉 εὐλόγως τῷ χαλκεοφώνῳ |
| book 222a.2 | Ἀχιλλεῖ τὴν χαλκεόφωνον σάλπιγγα (cf. Σ 219) εἴκασε. καὶ τῷ εἰς |
| book 222a.3 | μάχην δὲ βοῶντι ἡ εἰκὼν ἀπὸ πολεμικοῦ ὀργάνου εἴληπται. b |
| book 222a.4 | (BCE3E4) |
| book 222b1.1 | ὄπα χάλκεον: 〈ὅτι〉 ἀμέτρως ὁ Ζηνόδοτος „ὄπα χαλ‐ |
| book 222b1.2 | κέην“, οὐ συνεὶς ὅτι παραπλήσιόν ἐστι τὸ σχῆμα τῷ „κλυτὸς Ἱππο‐ |
| book 222b1.3 | δάμεια“ (Β 742) καὶ „θερμὸς ἀϋτμή“ (Hsd. th. 696 = h. Merc. 110). | |
| book 222b1.4 | χάλκεον δὲ τὴν λαμπρὰν ἅμα καὶ στερεάν. A |
| book 222b2 | χάλκ〈ε〉ον ἀντὶ τοῦ χαλκ〈έ〉ην. Aint |
| book 224a.1 | 〈ἂψ〉 ὄχεα 〈τρόπεον〉: καινὸν εἶδος καὶ ἄξιον Ἀχιλ‐ |
| book 224a.2 | λέως, τῇ βοῇ ἀνατρεπόμενα ἅρματα καὶ τοῖς ἰδίοις δόρασι περιπεί‐ |
| book 224a.3 | ροντα τοὺς ὀχουμένους (cf. Σ 230—1). T |
| book 224b.1 | 〈ἂψ ὄχεα τρόπεον:〉 εἰς τοὐπίσω τὰ ἅρματα ἔτρεπον. |
| book 224b.2 | Aint |
| book 224c | 〈ὄσσοντο γάρ:〉 οἱ ἵπποι ἢ οἱ ἐπιβάται. Til |
| book 230-1a.1 | 〈ἔνθα δὲ καὶ τότ’ ὄλοντο〉 δυώδεκα 〈φῶτες |
| book 230-1a.2 | ἄριστοι / ἀμφὶ σφοῖς ὀχέεσσι καὶ ἔγχεσιν〉: ἄδηλον, εἰ καθ’ |
| book 230-1a.3 | ἑκάστην κραυγὴν δώδεκα· τοσοῦτος γὰρ ἦν ὁ τάραχος τῆς φάλαγγος |
| book 230-1a.4 | ὡς περιπταίοντας τοῖς ἅρμασιν ἀπολέσθαι. b(BCE3E4)T |
| book 230-1b.1 | ἔνθα δὲ καὶ τότ’ ὄλοντο δυώδεκα〈—ἔγχε‐ |
| book 230-1b.2 | σιν〉: ἀπίθανόν φασι καὶ ἄμετρον τὸ τῆς ὑπερβολῆς. ῥητέον δὲ ὡς |
| book 230-1b.3 | οὐκ ἔστιν· ὁ γὰρ τῆς αἰγίδος φόβος, ἣν ἐπέσεισεν ἡ Ἀθηνᾶ, καὶ τὸ |
| book 230-1b.4 | καιόμενον πῦρ ἔκπληξιν τοσαύτην παρέσχεν ὥστε αὐτοὺς ὑφ’ ἑαυτῶν |
| book 230-1b.5 | ὑπὸ ταραχῆς ἀπολέσθαι. A |
| book 230.1 | ἔνθα δὲ καὶ τότ’ 〈ὄλοντο—ἄριστοι〉: ἢ διπλῆ, |
| book 230.2 | ὅτι Ζηνόδοτος γράφει „ἔνθα δὲ κοῦροι ὄλοντο δυώδεκα πάντες |
| book 230.3 | ἄριστοι / οἷσιν ἐν〈ὶ〉 βελέεσσιν“. εἰσὶ δὲ οὔτε τῇ συνθέσει Ὁμηρικοί, |
| book 230.4 | οὔτε τὸ ‘οἷσιν βελέεσσιν‘ ὑγιῶς εἴρηται τοῖς ἑαυτῶν· ἔδει γὰρ τοῖς |
| book 230.5 | ἀλλήλων. A |
| book 231a | 〈σφοῖς:〉 ἀντὶ τοῦ ἀλλήλων. Til |
| book 231b | 〈ὀχέεσσι:〉 ἐν ἄλλῳ „ξιφέεσσι“. Aim |
| book 236a | 〈ἐν φέρτρῳ:〉 ὅτι ἅπαξ τὸ φέρτρον· ἔστι δὲ φορεῖον. |
| book 236a | Aim |
| book 236b.1 | ἐν φέρτρῳ: φορείῳ. b(BCE3)T | ἐπὶ ἀσπίδος δὲ ἤ τινος |
| book 236b.2 | τοιούτου φέρουσιν. b(BCE3E4)T |
| book 238 | νοστήσαντα: ἀφικόμενον εἰς τὸν τόπον, οὗ ἐχωρίσθη. T |
| book 239.1 | 〈ἠέλιον δ’ ἀκάμαντα:〉 ἐν ἄλλῳ „ἠέλιον μὲν ἔπειτα“. |
| book 239.2 | Aim |
| book 240a.1 | ἀέκοντα: ἐπεὶ ὑπέσχετο Ζεύς· „δύῃ τ’ ἠέλιοσ“ (Λ 194. |
| book 240a.2 | Ρ 455). Ἀπόλλων δὲ ὁ ἥλιος, ὃς ἄκων δύνει· ἠπίστατο γὰρ πρὸς |
| book 240a.3 | ἀριστείαν Τρωσὶ διδομένην παρὰ Διὸς τὴν ἡμέραν ταύτην. μυθικῶς |
| book 240a.4 | δὲ τοῦτο, b(BCE3E4)T ὡς καὶ ἐν Ὀδυσσείᾳ (Υ 243)· „ἠῶ δ’ |
| book 240a.5 | αὖτε / ῥύσατ’ ἐπ’ Ὠκεανοῦ“. T |
| book 240b.1 | ἀέκοντα: ζητεῖται, διὰ τί ἄκοντά φησι τὸν ἥλιον δῦναι. |
| book 240b.2 | Κράτης (fr. 29a M.) μὲν τὸν αὐτὸν Ἀπόλλωνα εἶναι καὶ ἥλιον· |
| book 240b.3 | ἐπιτυγχανόντων οὖν τῶν Τρώων χρονίζειν, ἡδόμενόν τε καὶ μηκύνοντα |
| book 240b.4 | αὐτοῖς τὸ ἐπίτευγμα, Ἥραν δὲ τὰ ἐναντία βουλομένην ἀναγκάζειν |
| book 240b.5.1 | αὐτὸν δύνειν. Ἀγαθοκλῆς (FGrHist 472, 11) δέ φησιν συνάγεσθαι, |
| book 240b.5.2 | ὅτι καθ’ Ὅμηρον ἐναντίως τῷ οὐρανῷ φέρεται ὁ ἥλιος, τῇ δὲ δίνῃ |
| book 240b.5.3 | αὐτοῦ συνέλκεται· Ἥραν γὰρ εἶναι τὴν τοῦ παντὸς φύσιν ἐκ τοῦ |
| book 240b.5.4 | „ἦ οὐ μέμνῃ ὅτε τ’ ἐκρέμω ὑψόθεν“ (Ο 18), ἕλκεσθαι δὲ ἄκοντα τὸν |
| book 240b.5.5 | ἥλιον ὑπὸ τῆς δίνης ὑπὸ τὰς δυσμάς. A |
| book 243 | 〈ἀπὸ κρατερῆς ὑσμίνης:〉 ἐν ἄλλῳ „ἐπὶ θρωσμῷ πεδί‐ |
| book 243 | οιο“. Aim |
| book 244a.1 | {χωρήσαντες} ἔλυσαν ὑφ’ ἅρμασιν: ἀντὶ τοῦ ὑπέλυσαν |
| book 244a.2 | τῶν ἁρμάτων. πῶς οὖν οὐκ ἀναστρέφεται; ὅτι συνήλειπται. A |
| book 244b | 〈ὑφ’ ἅρμασιν:〉 τοὺς ὑπὸ τοῖς ἅρμασιν. Til |
| book 245-9.1 | ἐς δ’ ἀγορὴν〈—ἦρχ’ ἀγορεύειν〉: ἄκρως |
| book 245-9.2 | τὴν πτοίαν αὐτῶν δηλοῖ· πλῆθος γάρ ἐστι συντρέχον εἰς ἐκκλησίαν, |
| book 245-9.3 | οὐ στρατηγοῦ καλοῦντος, ἀλλὰ τοῦ φόβου· καὶ ἑστῶτες ἐκκλησιάζου‐ |
| book 245-9.4 | σιν, οὐδὲ τὸν ἡμερινὸν πόνον ὀλίγῳ παραμυθησάμενοι. καὶ ἰδιώτης |
| book 245-9.5 | δημηγορεῖ, τὸν στρατηγὸν παρωσάμενος. b(BCE3E4)T |
| book 245a.1 | πάρος δόρποιο 〈μέδεσθαι〉: εἰς ἐπίτασιν ὅτι καὶ πρὸ |
| book 245a.2 | τῆς τροφῆς ἐκκλησίαζον· κατήπειγε γὰρ ὁ φόβος. T |
| book 245b.1 | 〈πάρος δόρποιο μέδεσθαι:〉 πρὸ τῆς ἐπιμελείας τοῦ |
| book 245b.2 | σώματος. ὅρα οὖν τὴν ἔπειξιν. Aint |
| book 246a.1 | ὀρθῶν δ’ ἑσταότων: καταγελῶσι τοῦ ὀρθῶν 〈...〉 |
| book 246a.2 | ἑσταότων. ῥητέον δὲ ὅτι ἐπεὶ ὀρθοῦταί τις καὶ καθήμενος, οἷον „ἕζε‐ |
| book 246a.3 | το δ’ ὀρθωθείσ“ (Ψ 235). A |
| book 246b.1 | ὀρθῶν {δ’ ἑσταότων}: ἐπεὶ δηλοῖ καὶ τὸ μετεωρισθῆναι |
| book 246b.2 | τὸ σῶμα—„ὀρθωθεὶς ἔνδυνε“ (Κ 21)—, προσέθηκε τὸ ἑσταότων. |
| book 246b.3 | T |
| book 247-8.1 | 〈πάντας γὰρ ἔχε τρόμος, οὕνεκ’ Ἀχιλλεύς /〉 |
| book 247-8.2 | ἐξεφάνη, 〈δηρὸν δὲ μάχης ἐπέπαυτ’ ἀλεγεινῆσ〉: ἤτοι συν‐ |
| book 247-8.3 | απτέον ἕως ἀλεγεινῆς (248), ἵνα αἰτία τούτου τοῦ σχήματος κέηται· |
| book 247-8.4 | πάντες γὰρ εὐλαβοῦντο, ὅτι Ἀχιλλεὺς ἐφάνη πολὺν κεχωρισμένος τῆς |
| book 247-8.5 | μάχης χρόνον. ἢ ἐπὶ τὸ ἐξεφάνη (248) στικτέον, ἵνα τὸ ἑξῆς ὡς ὑπὸ |
| book 247-8 | τοῦ ποιητοῦ ἐπιφωνούμενον λέγηται. A |
| book 247.1 | ἔχε τρόμος: Ζηνόδοτος „〈ἔχεν〉 φόβοσ“, κακῶς, ἀγνοῶν |
| book 247.2 | ὅτι φόβος ἐστὶ καθ’ Ὅμηρον ἡ μετὰ δέους φυγή· διὸ ἡ διπλῆ. A |
| book 248.1 | 〈δηρὸν δὲ μάχης ἐπέπαυτ’ ἀλεγεινῆς:〉 ὁ δέ ἀντὶ |
| book 248.2 | τοῦ γάρ. b(BCE3)Til |
| book 250a1.1 | 〈ὅρα〉 πρόσ〈σ〉ω καὶ ὀπίσ〈σ〉ω: σύστασίν τινα |
| book 250a1.2 | ἐποιήσατο τοῦ μέλλοντος ῥηθήσεσθαι λόγου· συνετοῦ γὰρ ἀνδρὸς |
| book 250a1.3 | πρὸς τὰ μέλλοντα ἁρμόζεσθαι καὶ προγνωστικώτερον τῶν ἄλλων |
| book 250a1.4 | φαίνεσθαι, ὅπερ καὶ ἐν λοιδορίας μέρει παραλαμβάνει· „οὐδέ τι οἶδε |
| book 250a1.5 | νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω“ (Α 343). b(BCE3E4)T |
| book 250a2.1 | {πανθοΐδης ὁ γὰρ οἶος:} τέλειον ἐγκώμιον τοῦ φρονίμου. |
| book 250a2.2 | τὰ δὲ ἐναντία ἐπὶ τοῦ ἄφρονος· „οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ |
| book 250a2.3 | ὀπίσσω“. A |
| book 250b.1 | ἄλλως· πρόσ〈σ〉ω καὶ ὀπίσ〈σ〉ω: πρόσσω τὸ παρ‐ |
| book 250b.2 | ελθόν, ἐπειδὴ τὸ ἔμπροσθεν βλέπεται· καλεῖται δὲ πρόνοια. ὀπίσσω |
| book 250b.3 | δὲ τὸ μέλλον, ὅτι ἀφανές ἐστι· καλεῖται δὲ ἀγχίνοια. b(BCE3E4)T |
| book 251a.1 | Ἕκτορι δ’ ἦεν ἑταῖρος: διὸ παρρησιάζεται ἀεὶ πρὸς |
| book 251a.2 | τὸ συμφέρον αὐτῷ. ὥστε δεῖ τοὺς ἑταίρους οὐ τὰ προσφιλῆ, ἀλλὰ τὰ |
| book 251a.3 | σύμφορα λέγειν. b(BCE3E4)T |
| book 251b.1 | ἰῇ δ’ ἐν νυκτὶ γένοντο: πῶς ἐν μιᾷ νυκτὶ γενόμενοι |
| book 251b.2 | τοσοῦτον ἀλλήλων διαφέρουσιν, τῆς συμπαθείας τῶν οὐρανίων ὁμοίως |
| book 251b.3 | πρὸς ἀμφοτέρους ἐχούσης; ἔστιν οὖν A T διαφορὰ τοῖς γεννωμέ‐ |
| book 251b | νοις οὐκ ἐν νυκτὶ μόνον, ἀλλὰ καὶ κατὰ τὴν τῆς ὥρας ἀκρίβειαν. A |
| book 251b.5.1 | Ἡράκλειτος (Vors.6 22 B 105 = fr. 63a M.) ἐντεῦθεν ἀστρολόγον |
| book 251b.5.2 | φησὶ τὸν Ὅμηρον, καὶ ἐν οἷς φησι· „μοῖραν δ’ οὔ τινά φημι πεφυγμένον |
| book 251b.5.3 | ἔμμεναι ἀνδρῶν, / οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται“ |
| book 251b.5.4 | (Ζ 488—9). A T |
| book 251c.1 | 〈ἰῇ δ’ ἐν〉 νυκτὶ γένοντο: ἔννοιαν ἔχει τινὰ γενναίαν |
| book 251c.2 | τὸ λεγόμενον ὅτι οὐκ ἐν ταῖς ἡλικίαις, ἀλλὰ παρὰ τὰς φύσεις ἡ σύνεσις |
| book 251c.3 | τοῖς ἀνθρώποις ἐπιγίνεται. b(BCE3E4)T |
| book 251d.1 | ἰῇ δ’ ἐν νυκτὶ γένοντο: ἔγκειταί τι θαυμαστὸν τῷ |
| book 251d.2 | λόγῳ· συνήλικες ὄντες καὶ ὁμοῦ γενόμενοι οὐ τὰ αὐτὰ ἐπιτηδεύουσιν, |
| book 251d.3 | ἀλλ’ ὁ μὲν συνετός, ὁ δὲ πολεμικός. οὐδὲν ἄρα χρήσιμος ὁ χρόνος τοῖς |
| book 251d.4 | ἀφυέσι πρὸς †τὰ χρήσιμα. A |
| book 252.1 | ἀλλ’ ὁ μὲν 〈ἂρ〉 μύθοισιν, 〈ὁ δ’ ἔγχεϊ πολλὸν |
| book 252.2 | ἐνίκα〉: δαιμονίως τῇ διαιρέσει, ὡς καὶ ἐν ἄλλοις· „μύθων τε ῥητῆρ’ |
| book 252.3 | ἔμεναι πρηκτῆρά τε ἔργων“ (Ι 443) καὶ „οἳ περὶ μὲν βουλῇ Δαναῶν, |
| book 252.4 | περὶ δ’ ἐστὲ μάχεσθαι“ (Α 258) καὶ „υἱέας αὖ πινυτούς τε καὶ ἔγχεσιν |
| book 252.5 | εἶναι ἀρίστουσ“ (δ 211). T |
| book 253.1 | ἀγορήσατο καὶ μετέειπεν: τοῦτο σημειωτέον πρὸς τὸ |
| book 253.2 | „ὁ δὲ φῆ κώδειαν ἀνασχών / πέφραδέ τε Τρώεσσι καὶ εὐχόμενος ἔπος |
| book 253.3 | ηὔδα“ (Ξ 499—500). A |
| book 254a.1 | ἀμφὶ μάλα φράζεσθε, 〈φίλοι〉: εἰς ἐπίτασιν αὐτοὺς |
| book 254a.2 | ἄγει εὐθὺς διὰ τῆς εἰσβολῆς, λέγων ὅτι πολλῆς ἐπισκέψεως τὰ παρ‐ |
| book 254a.3 | όντα δεῖται· δεῖ γὰρ πρῶτον τὸν σύμβουλον δεῖξαι ὅτι περὶ μεγάλων |
| book 254a.4 | ἡ σκέψις. καὶ τὸ φίλοι προσαγωγόν, ἵνα ἐμφήνῃ τὴν κηδεμονίαν. |
| book 254a.5 | b(BCE3E4)T |
| book 254b.1 | ἀμφὶ μάλα φράζεσθε {φίλοι}: οὐδέποτε τὸ φράσαι ἐπὶ |
| book 254b.2 | τοῦ εἰπεῖν ὁ ποιητὴς τίθησιν, ἀλλ’ ἐπὶ τῆς διανοίας. ἔστιν οὖν περι‐ |
| book 254b.3 | σκέψασθε, τῇ διανοίᾳ μάλα περισσῶς βουλεύσασθε. A |
| book 254-83.1 | κέλομαι γὰρ ἔγωγε / ἄστυδε νῦν ἰέναι〈— |
| book 254-83.2 | ἔδονται〉: κεφάλαια συμβουλευτικὰ τὸ καλόν, τὸ δυνατόν, τὸ |
| book 254-83.3 | ἀναγκαῖον, τὸ συμφέρον· ὧν τὸ καλὸν πρὸς δόξαν ὁρᾷ· παρῆκε δὲ |
| book 254-83.4 | διὰ τὸν καιρόν· b(BCE3E4)T τὸ γὰρ ἀναχωρεῖν πλῆρες ἀδοξίας. |
| book 254-83.5.1 | τοῖς δὲ ἄλλοις ἀγωνίζεται· καὶ γὰρ δυνατόν φησι (sc. 255. 266) τὸ |
| book 254-83.5.2 | ἀναχωρεῖν νῦν, b(BE3E4)T τὸ δὲ εἰς τὴν ἐπιοῦσαν ἡμέραν |
| book 254-83.5.3 | ἀδύνατον καταληφθέντας ὑπὸ Ἀχιλλέως (cf. 267—72)· καὶ δυνατὸν |
| book 254-83.5.4 | τὸ ἀπὸ τείχους πολεμεῖν, εἰ δὲ καταλάβοι Ἀχιλλεύς, οὔ (cf. 268—78). |
| book 254-83.5.5 | τὸ δὲ συμφέρον, ὅτι νῦν ἀβλαβεῖς ἀπελεύσονται. ἀναγκαῖον δὲ τὴν |
| book 254-83.10.1 | φυλακὴν τῆς Ἰλίου, b(BCE3E4)T νυκτὸς μὲν ἀγρυπνούντων, |
| book 254-83.10.2 | ἡμέρας δὲ ἀπὸ τείχους πολεμούντων (sc. 274—8). b(BE3E4)T |
| book 255.1 | νῦν ἰέναι: ἔμφασιν ἔχει τὸ νῦν· ὃ γὰρ ὑποβάλλει, τοιοῦτόν |
| book 255.2 | ἐστι· νῦν πορεύεσθε, μὴ περιμένετε τὴν μεθ’ ἡμέραν φυγήν· τότε γὰρ |
| book 255.3 | πάντως φεύξεσθε βιασθέντες ὑπὸ Ἀχιλλέως. ἄμεινον οὖν προνοῆσαι |
| book 255.4 | τῆς ἀσφαλείας καὶ προλαβεῖν τὸν κίνδυνον. b(BCE3E4)T |
| book 256.1 | 〈ἑκὰς δ’ ἀπὸ τείχεός εἰμεν:〉 ὁ δέ ἀντὶ τοῦ γάρ. Aim |
| book 256.2 | Til |
| book 257a.1 | οὗτος ἀνήρ: οὗτος, ὃν ἔχομεν ἐν νῷ. ἠθικὸν δὲ τὸ μὴ |
| book 257a.2 | ὀνομάσαι Ἀχιλλέα· b(BCE3E4)T ἐν γὰρ τῷ οὗτος μείζονα |
| book 257a.3 | τὴν ἔμφασιν εἰργάσατο. b(BE3E4)T |
| book 257b | 〈οὗτος ἀνήρ:〉 οἷον ὁ ἀρτίως κινήσας ἡμῖν τὸν θόρυβον. |
| book 257b | Aint |
| book 258a.1 | ῥηΐτεροι 〈πολεμίζειν〉: ἀναγκαία ἡ ἀπαγγελία· ῥᾴ‐ |
| book 258a.2 | διοι εἰς τὸ πολεμεῖν, ὅ ἐστιν εὐήττητοι. b(BCE3E4)T |
| book 258b.1 | ῥηΐτεροι πολεμίζειν: τουτέστιν εὐκαταμαχητότεροι |
| book 258b.2 | ὥστε τὸ πολεμίζειν ἀντὶ τοῦ πολεμίζεσθαι. A |
| book 259-60.1 | χαίρεσκον γὰρ 〈ἔγωγε—ἀμφιελίσσασ〉: ἀ‐ |
| book 259-60.2 | ναγκαῖον καὶ τοῦτο, ἵνα δείξῃ ὅτι οὐ κατ’ ἴδιον ὄκνον ἀναχωρεῖν |
| book 259-60.3 | κελεύει, ἀλλὰ διὰ τὸ ἐμπείρως ἔχειν Ἀχιλλέως. b(BCE3E4)T |
| book 259 | 〈ἐπὶ νηυσὶν ἰαύων:〉 ἐπαυλιζόμενος ταῖς ναυσίν. Til |
| book 262a.1 | 〈οἷος κείνου θυμὸς ὑπέρβιος:〉 καὶ τοῦτο καθ’ ἑαυτό· |
| book 262a.2 | μᾶλλον γὰρ ἐμφαίνει. Aint |
| book 262b.1 | ὑπέρβιος: τοῦτο ἰδίᾳ ἀναγνωστέον. ἤ ἐστιν ὑπεράγων |
| book 262b.2 | τῇ βίᾳ. b(BCE3E4)T |
| book 264a.1 | μένος Ἄρηος δατέονται: μερίζονται τὸν πόλεμον νι‐ |
| book 264a.2 | κῶντες καὶ νικώμενοι. ἢ ἄλλος ἄλλο τι πράσσοντες μερίζονται τὰ |
| book 264a.3 | τοῦ πολέμου ἔργα, ὁ μὲν τοξεύων, ὁ δὲ ἀκοντίζων, ὁ δὲ σκυλεύων. |
| book 264a.4 | b(BE3E4)T |
| book 264b.1 | μένος Ἄρηος δατέονται: διαιροῦνται τὸν πόλεμον, |
| book 264b.2 | παρόσον ὁτὲ μὲν οὗτοι, ὁτὲ δὲ οἱ ἕτεροι νικῶσιν. A |
| book 265a1.1 | περὶ πτόλιός τε μαχήσεται ἠδὲ γυναικῶν: τοῦτο |
| book 265a1.2 | σημειωτέον πρὸς τὸ „ἀμυνέμεναι ὤρεσσι〈ν〉“ (Ε 486), ὅτι κἀκεῖ |
| book 265a1 | ‘γυναιξί‘ λέγει, καθάπερ ἐνθάδε ῥητῶς ἐξηγούμενος ἐκεῖνο λέγει. A |
| book 265a2.1 | {ἠδὲ γυναικῶν:} ἐξηγητικόν ἐστι τοῦ „ἀμυνέμεναι ὤρεσ‐ |
| book 265a2.2 | 〈σ〉ι“ καὶ „ὀάρων ἕνεκα σφετεράων“ (Ι 327). T |
| book 265b | 〈μαχήσεται:〉 ἐν ἄλλῳ „μαχέσσεται“. Aim |
| book 266a.1 | πίθεσθέ μοι: Τυραννίων (fr. 43 P.) παρώξυνε τὸ πί‐ |
| book 266a.2 | θεσθε, ἀγνοῶν ὅτι μεταγενεστέρων Ἰώνων ἐστὶ τὰ τοιαῦτα, πιθέσθε |
| book 266a.3 | λαβέσθε. T |
| book 266b.1 | ὧδε γὰρ ἔσται: δαιμονίως κινεῖ τὸ σχῆμα, T οὐχ |
| book 266b.2 | ὑπόνοιαν, ἀλλ’ ἀλήθειαν βεβαίαν προβαλλόμενος. b(BE3E4)T |
| book 266c.1 | 〈ὧδε γὰρ ἔσται:〉 ἐμφαίνει ὅτι οὐ διὰ δειλίαν ταῦτα |
| book 266c.2 | συμβουλεύει. Aint |
| book 268-72.1 | εἰ δ’ ἄμμε κιχήσεται〈—Τρώων〉: ἄκρως |
| book 268-72.2 | προτρέπει ἁρπάσαι τὸν καιρὸν καὶ πρὸ τοῦ κινδύνου τῆς ἀσφαλείας |
| book 268-72.3 | προνοῆσαι. b(BCE3E4)T |
| book 269a.1 | 〈αὔριον〉 ὁρμηθεὶς σὺν τεύχεσι〈ν〉: καιρίως κεῖται καὶ |
| book 269a.2 | τὸ σὺν τεύχεσιν· ἄοπλος γὰρ ἦν, φησί, πρὸς τῷ καὶ νύκτα ἐπιγεγο‐ |
| book 269a.3 | νέναι· διόπερ νῦν ἡμῶν ἀπέσχετο. b(BCE3E4)T |
| book 269b.1 | σὺν τεύχεσιν: οὐδὲ τοῦτο ἀργόν· ὑποβάλλει γὰρ ὅτι |
| book 269b.2 | καὶ νῦν διὰ τὸ ἄνοπλος εἶναι ἀπέσχετο τοῦ πολέμου. A |
| book 269-70a.1 | 〈εὖ νύ τις αὐτόν /〉 γνώσεται: γνώσεται πά‐ |
| book 269-70a.2 | σχων κακῶς ὑπ’ αὐτοῦ. | διὰ τί δὲ μὴ ἰδίᾳ ταῦτα πρὸς Ἕκτορά φησιν; |
| book 269-70a.3 | ὅτι συνέρρευσεν ἐξαίφνης τὸ πλῆθος εἰς ἐκκλησίαν. b(BCE3E4)T |
| book 269-70b.1 | 〈εὖ νύ τις αὐτόν / γνώσεται:〉 κακόν τι πεισόμενος |
| book 269-70b.2 | ὑπ’ αὐτοῦ δηλονότι. Aim |
| book 271a.1 | πολλοὺς δὲ κύνες 〈καὶ γῦπες ἔδονται〉: οὐκ ἐν |
| book 271a.2 | βλασφημίᾳ ταῦτά φησιν, ἀλλὰ ἐκφοβεῖ, ἵνα δέξωνται τὴν συμβουλήν. |
| book 271a | b(BCE3E4)T |
| book 271b.1 | πολλοὺς δὲ κύνες καὶ γῦπες ἔδονται: οὐ κατάρατα |
| book 271b.2 | καὶ βλάσφημα ταῦτα, ἀλλὰ φόβου ἕνεκα λέγεται· ἐπάγει γὰρ τὸ ἦθος |
| book 271b.3 | ἑαυτοῦ (sc. Σ 272). A |
| book 272a1.1 | 〈αἲ γὰρ δή μοι〉 ἀπ’ οὔατος 〈ὧδε γένοιτο〉: εἴθε |
| book 272a1.2 | δὴ τοῦτο οὐχ ὅπως μὴ ἴδοιμι, ἀλλὰ μηδὲ ἀκούσαιμι. T |
| book 272a2.1 | εἴθε δέ μοι τοῦτο οὐ μόνον μὴ ὀφθείη, ἀλλὰ μηδὲ ἀκουσθείη. |
| book 272a2.2 | b(BCE3E4) |
| book 272b.1 | αἲ γὰρ δή μοι ἀπ’ οὔατος ὧδε γένοιτο: ἄπωθεν |
| book 272b.2 | τοῦ ὠτός, οἷον μὴ ἀκούσαιμι· „αἲ γὰρ ἀπ’ οὔατος εἴη ἐμεῦ ἔποσ“ |
| book 272b.3 | (Χ 454). A |
| book 273a.1 | εἰ δ’ ἂν ἐμοῖς ἐπέεσσι 〈πιθώμεθα κηδόμενοί περ〉: |
| book 273a.2 | ἡ ὑποστιγμὴ ἤτοι ἐπὶ τὸ πιθώμεθα ἢ κατὰ τὸ τέλος τοῦ στίχου· |
| book 273a.3 | καὶ λόγον ἔχει ἀμφότερα. A |
| book 273b | 〈πιθώμεθα:〉 ἐν ἄλλῳ „πιθοίμεθα“. Aim |
| book 274-6.1 | νύκτα μὲν εἰν ἀγορῇ σθένος ἕξομεν〈—εἰ‐ |
| book 274-6.2 | ρύσσονται〉: διὰ νυκτὸς κρατερῶς βουλευσόμεθα· τὴν δὲ πόλιν οἱ |
| book 274-6.3 | πύργοι σώσουσιν. b(BCE3E4)T |
| book 274a.1 | νύκτα μὲν εἰν ἀγορῇ 〈σθένος ἕξομεν〉: τὴν νύκτα |
| book 274a.2 | κατισχύσομεν καὶ κρατήσομεν τῇ βουλῇ. | ἄλλως· ὃ λέγει, τοιοῦτόν |
| book 274a.1 | ἐστιν· †διεσπαρμένην συλλέξομεν καὶ τοὺς ἀνὰ τοῦ πεδίου καὶ τοὺς |
| book 274a.2 | ἀνὰ τῆς πόλεως† φυλάττοντας νῦν· ὕστερον δὲ ἅμα ἡμέρᾳ (cf. Σ |
| book 274a.5 | 277—8) ἡμεῖς πολεμήσομεν. A |
| book 274b.1 | 〈νύκτα μὲν εἰν ἀγορῇ〉 σθένος ἕξομεν: σθένος τὴν |
| book 274b.2 | δύναμιν, ὅ ἐστι τὴν στρατιάν. οὕτω καὶ οἱ συγγραφεῖς δύναμιν κα‐ |
| book 274b.3 | λοῦσι τὸ στράτευμα. b(BCE3E4)T καὶ Σοφοκλῆς (fr. 818 N.2 = |
| book 274b.4 | 904 P. = 904 R.) „†ἐν τοῖσιν† ἵπποις τοῖσιν ἐκλελεγμένοις / ἥδιον εἰ χωροῖμεν |
| book 274b.5.1 | ἢ παντὶ σθένει“. T φησὶν οὖν ὡς νυκτὸς ἐν ἐκκλησίᾳ βουλευσό‐ |
| book 274b.5.2 | μενοι συνάξουσι τὸν στρατόν. ἢ ἰσχυροποιήσομεν ἑαυτοὺς ἠθροισμέ‐ |
| book 274b.5.3 | νοι, τουτέστιν ἐν τῷ ἠθροῖσθαι φυλαχθησόμεθα· τὸ γὰρ εἰν ἀγορῇ |
| book 274b.5.4 | νῦν οὐκ ἐν ἐκκλησίᾳ σημαίνει, ἀλλ’ ἐν τῷ ἀθροίσματι. b(BCE3E4)T |
| book 274c.1 | εἰν ἀγορῇ σθένος ἕξομεν: πρὸς τὸ σημαινόμενον ὅτι |
| book 274c.2 | ἐστὶ βουλευσόμεθα, τῇ βουλῇ κρατήσομεν. A |
| book 275.1 | ὑψηλαί τε πύλαι: νῦν αἱ δίοδοι· ἀλλαχοῦ δὲ ἐπὶ τῶν |
| book 275.2 | θυρῶν, b(BCE3E4)T „ἐν χερσὶ πύλας ἔχετε“ (Φ 531): b(BE3 |
| book 275.3 | E4)T „†ἔρρηξε† δὲ πύλας καὶ μακρὸν ὀχῆα“ (Ν 124): b(BCE3 |
| book 275.4 | E4)T „μέγα δ’ ἀμφὶ πύλαι μύκον“ (Μ 460). T |
| book 277.1 | πρωῒ δ’ ὑπηοῖοι: τὸ πρωΐ καὶ ἕως ἕκτης ὥρας δηλοῖ· |
| book 277.2 | διὸ προσέθηκε τὸ ὑπηοῖοι, b(BCE3E4)T ὡς καὶ Φιλήμων |
| book 277.3 | (fr. 210 [II p. 533] K.) φησίν· „μεμίσθωνταί με δείλης πρωΐασ“, |
| book 277 | ἀντὶ τοῦ ἀρχομένης δείλης. b(BE3E4)T |
| book 278-80a.1 | 〈στησόμεθ’ ἂμ πύργους— /〉 ἂψ πάλιν |
| book 278-80a.2 | 〈εἶσ’〉 ἐπὶ νῆας: ἀναγκαίως τῷ προδεδιδαγμένῳ κινδύνῳ ἐκ τοῦ |
| book 278-80a.3 | μένειν ἀντέθηκε τὴν ἐκ τῆς ἀναχωρήσεως ἀσφάλειαν· b(BCE3E4)T |
| book 278-80a.4 | καὶ ὅτι ὁ πολέμιος μᾶλλον κινδυνεύσει ἤπερ ἡμεῖς. b(BE3E4)T |
| book 278-80b.1 | 〈τῷ δ’ ἄλγιον, αἴ κ’ ἐθέλῃσιν / —μάχεσθαι. / |
| book 278-80b.2 | ἂψ πάλιν εἶς’ ἐπὶ νῆασ〉: στικτέον ἐπὶ τὸ μάχεσθαι (279). Aint |
| book 280 | 〈ἂψ πάλιν:〉 ἐκ παραλλήλου τὸ αὐτό. Til |
| book 281a.1 | ἠλασκάζων: πλανῶν, παρὰ τὴν ἄλην· „ἐμὸν μένος |
| book 281a.2 | ἠλασκάζει“ (ι 457). b(BCE3E4)T ὑποφαίνει δὲ ἡ λέξις τὸν |
| book 281a.3 | μετὰ ἀναστροφῆς ἐλαύνοντα τοὺς ἵππους καὶ διαπειρώμενον εἰσελάσαι |
| book 281a.4 | εἰς τὴν πόλιν. b(BE3E4)T |
| book 281b.1 | ἠλασκάζων: περὶ τὸν αὐτὸν τόπον ἀλώμενος καὶ οὐκ |
| book 281b.2 | ἀνύων ὁδόν, ἄλλως τε μεθ’ ἑλιγμοῦ ἐλαύνων καὶ τὴν δίωξιν ποιούμε‐ |
| book 281b.3 | νος. ἔγκειται δὲ καὶ τὸ ἠλεόν, ὅπερ ἐστὶ ματαίως ἐλαύνων. A |
| book 283a1.1 | οὐδέ ποτ’ ἐκπέρσει· 〈πρίν μιν κύνες ἀργοὶ ἔδον‐ |
| book 283a1.2 | ται〉: ἡ διπλῆ, ὅτι τοιοῦτόν ἐστι τὸ λεγόμενον, πρότερον αὐτὸν οἱ |
| book 283a1.3 | κύνες κατέδονται ἢ ἐκπέρσει. καὶ οὐκ ἔστιν ἐλλιπὴς ὁ λόγος, ὥσπερ |
| book 283a1.4 | οὐδ’ ἐπ’ ἐκείνου· „τὴν δ’ ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν“ |
| book 283a1.5.1 | (Α 29). | στικτέον δὲ ἐπὶ τὸ ἐκπέρσει· μᾶλλον γὰρ οὕτως ἐμφαίνει. |
| book 283a1.5.2 | ἐὰν δὲ συνάπτηται, ἀδιανόητον γίνεται. A |
| book 283a2.1 | οἷον τεθνήξεται πρότερον ἢ πέρσει, b(BCE3E4)T καὶ |
| book 283a2.2 | „οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν“. b(BE3E4)T |
| book 284.1 | 〈ὑπόδρα ἰδών:〉 τὸ βλέμμα δηλοῖ ὅτι δυσαρέστως ἔχει |
| book 284.2 | πρὸς τοὺς λόγους. b(BCE3)Til |
| book 285a.1 | Πο〈υ〉λυδάμα, 〈σὺ μὲν οὐκέτ’ ἐμοὶ φίλα ταῦτ’ |
| book 285a.2 | ἀγορεύεισ〉: τυραννικὴ ἡ εἰσβολή· b(BCE3)T οὐ γὰρ ὅτι μὴ |
| book 285a.3 | σύμφορα εἰσηγήσατο, ἀνατρέπει, ἀλλ’ ὡς οὐχ ἡδέα. b(BE3)T |
| book 285b1.1 | Πουλυδάμα {σὺ μὲν οὐκέτ’ ἐμοί}: ἔδει σὺν τῷ ν, Πουλυ‐ |
| book 285b1.2 | δάμαν. τοιοῦτο δὲ καὶ τὸ „Λαοδάμα“ (θ 141. 153), παρὰ τὸν ὀρθὸν |
| book 285b1.3 | λόγον. A |
| book 285b2.1 | ἄλλως· {πουλυδάμα:} δίχα τοῦ ν, ὡς „Λαοδάμα, τί με |
| book 285b2.2 | ταῦτα κελεύετε“ (θ 153). T |
| book 286-7.1 | 〈ὃς κέλεαι κατὰ ἄστυ〉 ἀλήμεναι〈—πύρ‐ |
| book 286-7.2 | γων〉: ὁ μὲν τῆς ἀσφαλείας φροντίζων σεμνοῖς ὀνόμασιν ἐχρήσατο, |
| book 286-7.3 | ὁ δὲ μετατίθησι τὰ ὀνόματα δυσωπῶν τοὺς ἀκούοντας, b(BCE3E4)T |
| book 286-7.4 | ἀλήμεναι (286) λέγων τὸ ἀναχωρῆσαι καὶ ἐελμένοι ἔνδοθι |
| book 286-7.5 | πύργων (287). b(BE3)T |
| book 286.1 | ὃς κέλεαι κατὰ ἄστυ 〈ἀλήμεναι αὖτις ἰόντασ〉: ὁ |
| book 286.2 | μὲν φυλάσσειν τὴν πόλιν ἔφη (cf. Σ 254—5. 274—8), ὁ δὲ δεινοτέρῳ |
| book 286.3 | ὀνόματι τὸν λόγον ἐξεφαύλισε, προσθεὶς τὸ ἀλήμεναι. A |
| book 287a.1 | ἢ οὔπω κεκόρησθε 〈ἐελμένοι ἔνδοθι πύργων〉: |
| book 287a.2 | πρὸς τὸ „κέλομαι γὰρ ἔγωγε / ἄστυδε νῦν ἰέναι“ (Σ 254—5). T |
| book 287b.1 | 〈κεκόρησθε:〉 ὅτι Ζηνόδοτος γράφει „κεκόρησθον“, |
| book 287b.2 | συγχέων τὸ δυϊκόν. Aim |
| book 288 | μέροπες: οἱ μερισθεῖσαν καὶ διαρθρωθεῖσαν τὴν ὄπα ἔχον‐ |
| book 288 | τες. οἱ δὲ τὴν κτῆσιν μερισθέντες b(BCE3E4)T τῶν ζῴων. T |
| book 290-2a.1 | 〈νῦν δὲ δὴ ἐξαπόλωλε—ἵκει:〉 ὁ τοῦ Ἕκτο‐ |
| book 290-2a.2 | ρος λόγος μετὰ τοῦ καλοῦ καὶ τὸ συμφέρον ἔχει, τουτέστι συμφέροντος |
| book 290-2a.3 | μέρος ἐστὶ καὶ τὰ περὶ τῶν χρημάτων, ἅπερ πολυχρονίῳ πολέμῳ |
| book 290-2a.4 | ἐξαναλῶσθαι λέγει, ὅτι μείζων ἡ βλάβη πολιορκουμένων ἢ τῇ συμ‐ |
| book 290-2a.5 | βολῇ κρίσιν διδόντων. b(BCE3E4)T |
| book 290-2b.1 | 〈νῦν δὲ δὴ—ἵκει:〉 ἐπειδὴ ἀπόλωλε τὰ τῆς πό‐ |
| book 290-2b.2 | λεως χρήματα, ἀφειδεῖν χρὴ καὶ τῶν σωμάτων. Aint |
| book 291a1.1 | {πολλὰ δὲ δὴ} Φρυγίην: ὅτι ἑτέρα ἡ Φρυγία παρὰ τὴν |
| book 291a1.2 | Τροίαν, καὶ ὅτι ἐλλείπει ἡ εἴς, ἵν’ ᾖ εἰς Φρυγίαν. A |
| book 291a2.1 | {πολλὰ δὲ φρυγίην:} πρὸς τὴν διαίρεσιν τῆς Τροίας καὶ |
| book 291a2.2 | Φρυγίας, ὅτι δύο, καὶ Λυδία οὔπω ἐκαλεῖτο. T |
| book 292a.1 | κτήματα περνάμεν’ 〈ἵκει〉: κυρίως ἐπὶ τῶν διαπεπρα‐ |
| book 292a.2 | μένων ζῴων. ἢ ἐπεὶ χρυσίου μὴ ὄντος ταῦτα ἐδέχοντο οἱ ἐπίκουροι. T |
| book 292b.1 | κτήματα περνάμεν’ 〈ἵκει〉: Φρυγῶν καὶ Μῃόνων |
| book 292b.2 | ἀγορὰς κομιζόντων τοῖς Τρωσὶ καὶ ἀντὶ τούτων ἀντιφορτιζομένων, |
| book 292b.3 | τῶν πολεμίων ἀπαγόντων καὶ πωλούντων, ἢ αὐτῶν τῶν Τρώων, |
| book 292b.4 | ἵνα χρήματα λαμβάνωσι πρὸς τὸν πόλεμον καὶ παρέχωσι τοῖς συμ‐ |
| book 292b.5.1 | μάχοις, οἷον ὁ Ἕκτωρ ἔφη· „τὰ φρονέων δώροισι κατατρύχω 〈καὶ |
| book 292b.5.2 | ἐδωδῇ / λαούσ〉“ (Ρ 225—6). A |
| book 293-4 | νῦν δ’ ὅτε πέρ μοι ἔδωκε Κρόνου πάϊς ἀγκυλο‐ |
| book 293-4.1 | μήτεω / κῦδος ἀρέσθ’ ἐπὶ νηυσί: στρατηγικῶς μὲν αὐτοὺς ὑπέ‐ |
| book 293-4.2 | μνησε τῆς εὐνοίας τοῦ θεοῦ, βαρβαρικῶς δὲ καὶ ἀλαζονικῶς τὸ πᾶν |
| book 293-4.3 | εἰς ἑαυτὸν ἀναφέρει, b(BCE3E4)T μηδαμοῦ ἐκεῖνον ἀντιτιθεὶς ὅτι |
| book 293-4.5 | κρείσσων ὁ ἐξιὼν ἐπ’ αὐτούς. T |
| book 296.1 | οὐ γάρ τις Τρώων ἐπιπείσεται· οὐ γὰρ ἐάσω: εἰ |
| book 296.2 | μέχρι τοῦ ἐπιπείσεται προήγαγε τὸν λόγον, ἔννοιαν ἐδίδου ὡς |
| book 296.3 | μὴ πειθομένων ἑκοντὶ Πολυδάμαντι τῶν Τρώων. ὁ δὲ τυραννικῶς τὴν |
| book 296.4 | κρίσιν οὐ τῷ πλήθει κατέλιπεν, ἀλλ’ ἐπὶ τὴν ἑαυτοῦ ἐξουσίαν περιέ‐ |
| book 296.5 | σπασεν, ὡς διὰ φόβον Ἕκτορος οὐ πεισομένων αὐτῶν. b(BCE3E4)T |
| book 298 | 〈ἐν τελέεσσι:〉 ὅτι ἀντὶ τοῦ μὴ λύοντες τὰς τάξεις. Aim |
| book 300-1a.1 | 〈Τρώων δ’〉 ὃς κτεάτεσ〈σ〉ιν 〈ὑπερφιάλως |
| book 300-1a.2 | ἀνιάζει / συλλέξας λαοῖσι δότω καταδημοβορῆσαι〉: ἐμ‐ |
| book 300-1a.3 | φαίνει ὡς Πολυδάμας πλούσιος ὢν δειλιᾷ προκινδυνεύειν. φησὶ γοῦν· |
| book 300-1a.4 | ὅστις τῶν Τρώων λυπεῖ τὸ κοινὸν αὐτὸς ἔχων πλείστην οὐσίαν, |
| book 300-1a.5.1 | ἐκείνη δημευέσθω. καὶ ἔστι τοῦτο προτρεπτικὸν τοῦ πλήθους, ἀλλ’ |
| book 300-1a.5.2 | ὑπονοεῖ τοὺς πλουσίους ὀκνεῖν ἐκστρατεύεσθαι δειλιῶντας κινδυνεύειν. |
| book 300-1a.5.3 | b(BCE3E4)T |
| book 300-1b.1 | Τρώων δ’ ὃς κτεάτεσσιν 〈ὑπερφιάλως—κα‐ |
| book 300-1b.2 | ταδημοβορῆσαι〉: εἴ τις εὐλαβεῖται, μὴ ἀπολέσῃ τὰ ἴδια κτήματα, |
| book 300-1b.3 | μερισάτω αὐτὰ τοῖς Τρωσί. πρὸς Πουλυδάμαντα δέ, ὃς ἵνα φυλάσσηται |
| book 300-1b.4 | τὰ κτήματα, συνεβούλευεν ἀπὸ τοῦ τείχους ἀμύνεσθαι. A |
| book 300-1c.1 | ἄλλως· τοῦτο καὶ στρατηγήματός τινος ἔχεται· ὑποπτεύ‐ |
| book 300-1c.2 | σας γὰρ τοὺς πλουσίους ἀνιᾶσθαι ἐξιόντας εἰς πόλεμον διὰ τὸ μὴ |
| book 300-1c.3 | ἔχειν τοὺς τηρήσοντας τὰ χρήματα, φησὶ δεῖν διανέμειν τῷ πλήθει |
| book 300-1c | αὐτά. A |
| book 300-1d.1 | 〈Τρώων δ’ ὃς κτεάτεσσιν—καταδημοβορῆ‐ |
| book 300-1d.2 | σαι:〉 τῶν Τρώων ὅστις ἂν ὑπερβαλ〈λ〉όντως ἀνιᾶται ἐπὶ τοῖς χρή‐ |
| book 300-1d.3 | μασιν ὡς μέλλων ἀπολ〈λ〉ύειν αὐτὰ ὑπὸ 〈τῶν〉 πολεμίων (τοῦτο γὰρ |
| book 300-1d.4 | ἐλλεῖπον προσυπακούεται), συναγαγὼν αὐτὰ δότω τοῖς πολίταις· |
| book 300-1d.5.1 | βέλτιον γάρ ἐστιν ὑπὸ τούτων ταῦτα δαπανηθῆναι. | ἴσως δὲ ταῦτα |
| book 300-1d.5.2 | κατηγορεῖ ὁ Ἕκτωρ, ἵνα σώζηται αὐτῷ τὰ χρήματα. A |
| book 301.1 | λαοῖσι δότω: ὁ πλούσιος δότω τοῖς ἄλλοις, ὅπως αὐτοὺς |
| book 301.2 | συμμάχους ἔχοι καὶ φύλακας τῶν ἰδίων. b(BCE3E4)T |
| book 302.1 | 〈τῶν τινα βέλτερόν ἐστιν ἐπαυρέμεν ἤπερ Ἀχαι‐ |
| book 302.2 | ούς:〉 λείπει ὁ γάρ. Til |
| book 305a.1 | εἰ δ’ ἐτεὸν 〈παρὰ ναῦφιν ἀνέστη δῖος Ἀχιλλεύσ〉: |
| book 305a.2 | καλὸν τὸ διστάζειν καὶ αὐτὸ τέως μὴ δοῦναι ὅτι ἀνέστη. b(BCE3)T |
| book 305b.1 | ἄλλως· εἰ δ’ ἐτεὸν παρὰ ναῦφιν〈—Ἀχιλ‐ |
| book 305b.2 | λεύσ〉: οἴεται διὰ τὸ σῶμα Πατρόκλου αὐτὸν ἐξεληλυθέναι. T |
| book 305c | παρὰ ναῦφιν: ἀπὸ τῶν νεῶν. b(BCE3)Til |
| book 306a.1 | 〈ἄλγιον:〉 ἐπίπονον, b(BCE3)Til ἀδύνατον. b |
| book 306a.2 | (BCE3) |
| book 306b | αἴ κ’ ἐθέλῃσι: λείπει τὸ μάχεσθαι. b(BCE3)Til |
| book 307 | 〈δυσηχέος:〉 διὰ τοὺς ἀναιρουμένους. Til |
| book 307-8.1 | ἀλλὰ μάλ’ ἄντην 〈/ στήσομαι〉: προτρεπτικῶς φη‐ |
| book 307-8.2 | σιν ἑαυτὸν ἐπιδώσειν τῷ κινδύνῳ. ἅμα δὲ θαρρεῖ τοῖς ὅπλοις καὶ τῷ |
| book 307-8 | ἄοπλον εἶναι τὸν Ἀχιλλέα. b(BCE3)T |
| book 308a.1 | 〈στήσομαι, ἤ κε φέρῃσι μέγα κράτος ἦ κε φε‐ |
| book 308a.2 | ροίμην〉: στικτέον ἐπὶ τὸ στήσομαι. Aint |
| book 308b.1 | ἤ κε φέρῃσι μέγα κράτος ἦ κε φεροίμην: πρὸς τὸ |
| book 308b.2 | δοκοῦν εἶναι ἀναντίρρητον ὅτι ἀμείνων Ἀχιλλεύς, δημοκοπικῶς ἀντέ‐ |
| book 308b.3 | θηκε τὴν ἐν πολέμοις †ἀδειλίαν. b(BCE3)T |
| book 308c.1 | ἤ κε φέρῃσι μέγα κράτος ἦ κε φεροίμην: πρὸς τὸ |
| book 308c.2 | παράδοξον ἀντέθηκε· ἀπίστου γὰρ ὄντος τοῦ ἀντιστῆναι Ἀχιλλεῖ τὸν |
| book 308c.3 | Ἕκτορα, προσθεὶς τὸ τῆς ἀδηλίας παρεμυθήσατο τὴν ἀπιστίαν A |
| book 309a.1 | ξυνὸς Ἐνυάλιος, 〈καί τε κτανέοντα κατέκτα〉: ὡς |
| book 309a.2 | τὸ „ἐπιμὶξ δέ τε μαίνεται Ἄρησ“ (λ 537). ταῦτα δὲ λεγόμενα πρὸς |
| book 309a.3 | νέους καταφρονεῖν διδάσκουσιν ὡς μὴ ἐχόντων τῶν κρεισσόνων κατὰ |
| book 309a.4 | τῶν ἐλασσόνων ἐλπίδα. b(BCE3)T |
| book 309b.1 | ξυνὸς Ἐνυάλιος 〈καί τε κτανέοντα κατέκτα〉: |
| book 309b.2 | κοινὸς ὁ πόλεμος πολλάκις τὸν κτείνειν βουλόμενον κατέκτα. ὅμοιον |
| book 309b.3 | δὲ τῷ „ἐπιμὶξ δέ τε μαίνεται Ἄρησ“ (λ 537). A |
| book 310.1 | ἐπὶ δὲ Τρῶες κελάδησαν: πολλὰ ἦν τὰ συναναγκάζον‐ |
| book 310.2 | τα πείθεσθαι τοὺς Τρῶας, πρῶτον μὲν ἡ ἄνοια ἡ βαρβαρική, δεύτερον |
| book 310.3 | δὲ τὰ χρήματα, ἃ προέτεινεν αὐτοῖς, τρίτον ὅτι τὴν μὲν ἀπόλαυσιν |
| book 310.4 | ἐκείνοις ἐχαρίσατο, τὸν δὲ κίνδυνον αὐτὸς ἐπανεῖλεν. A |
| book 311.1 | ἐκ γάρ σφεων φρένας 〈εἵλετο Παλλὰς Ἀθήνη〉: |
| book 311.2 | δείκνυσιν ὅτι τῆς ἑαυτοῦ γνώμης αὐτοκράτωρ ἐστὶν οὐδείς. b(BCE3)T |
| book 312-3a | Ἕκτορι μὲν γὰρ ἐπῄνησα〈ν κακὰ μητιόωντι / |
| book 312-3a.1 | —βουλήν〉: πιθανὴ ἡ οἰκονομία· εἰ γὰρ ἔφυγον εἰς τὴν πόλιν, |
| book 312-3a.2 | ταὐτὰ τοῖς ἐν ἀρχῇ ἐγένετο, τειχήρεις οἱ Τρῶες καὶ πολιορκία· καὶ |
| book 312-3a.3 | οὐδ’ ἂν ὁ Ἕκτωρ ἀπώλετο, κωλυόμενος ὑπὸ τῶν δημογερόντων |
| book 312-3a.5.1 | προελθεῖν, b(BCE3)T ὡς καὶ αὐτός που λέγει· „οἵ με θέλοντα |
| book 312-3a.5.2 | μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσ〈σ〉ιν / αὐτόν τ’ ἰσχανάασκον ἐρητύοντό |
| book 312-3a.5.3 | τε λαοί“ (Ο 722—3). T |
| book 312-3b.1 | ἄλλως· Ἕκτορι μὲν 〈γὰρ〉 ἐπῄνησα〈ν—βου‐ |
| book 312-3b.2 | λήν〉: ἡ ἐλπὶς τοῦ δημοβορῆσαι οὐκ εἴα αὐτοὺς προνοῆσαι τὸ μέλλον, |
| book 312-3b.3 | καὶ ἡ τοῦ Ἕκτορος ὑπόσχεσις ἐπαγγειλαμένου (sc. Σ 307—8) ὑποστή‐ |
| book 312-3b.4 | σεσθαι τὸν Ἀχιλλέα. πρὸς δὲ τὴν ὅλην ποίησιν οἰκονομικῶς διέθετο |
| book 312-3b.5.1 | ταῦτα ὁ ποιητής· b(BCE3)T πεισθέντων γὰρ τῷ Πολυδάμαντι |
| book 312-3b.5.2 | τῶν Τρώων T ἐξαγώνιον ἂν κατέστη τὸ λοιπὸν μέρος τῆς |
| book 312-3b.5.3 | Ἰλιάδος. b(BCE3)T |
| book 312 | 〈ἐπῄνησαν:〉 συνέθεντο. Til |
| book 313.1 | οὔ τις: „οὔ τι“ γράφει Ἐπαφρόδιτος (fr. 40), ἵν’ ᾖ ἀντὶ |
| book 313.2 | τοῦ οὔ. δύναται δὲ τὸ „ἐπῄνησαν“ (Σ 312) κοινὸν εἶναι. T |
| book 314-5.1 | 〈αὐτὰρ Ἀχαιοί /〉 παννύχιοι Πάτροκλον 〈ἀνε‐ |
| book 314-5.2 | στενάχοντο γοῶντεσ〉: ὅρα τὰς μεταβάσεις ὡς ποικίλαι, ποτὲ |
| book 314-5.3 | μὲν ἐν τοῖς ἔργοις, ὁτὲ δὲ ἐν τοῖς λόγοις ἀγωνιζομένου τοῦ ποιητοῦ, νῦν |
| book 314-5.4 | δὲ καὶ ἐφ’ ἑνὶ εἴδει, τῷ θρήνῳ. A |
| book 316a.1 | ἁδινοῦ: λεπτοῦ καὶ ἀσθενοῦς. b(BCE3E4)T ὡς |
| book 316a.2 | „μῆλ’ ἁδινά“ (α 92. δ 320)· T ὡς διὰ τὸ μὴ δύνασθαι μείζω λέ‐ |
| book 316a.1 | γειν· b(BCE3) τοιοῦτον γὰρ τὸ φθέγμα τῶν λυπουμένων. b |
| book 316a.2 | (BCE3)T οἱ δὲ δαψιλοῦς, παρὰ τὸ ἅδην. b(BE3E4)T |
| book 316b | 〈ἁδινοῦ:〉 γοεροῦ, θρηνώδους. Aint |
| book 317a.1 | χεῖρας ἐπ’ ἀνδροφόνους 〈θέμενος στήθεσσιν |
| book 317a.2 | ἑταίρου〉: τὰς ἑαυτοῦ χεῖρας ἐπιθεὶς τοῖς στήθεσι τοῦ ἑταίρου· |
| book 317a.3 | b(BCE3)T ἢ τοῖς ἑαυτοῦ στήθεσιν ἐπιθέμενος τὰς χεῖρας τοῦ |
| book 317a.4 | ἑταίρου. b(BCE3) |
| book 317a.5.1 | χεῖρας ἐπ’ ἀνδροφόνους 〈θέμενος στήθεσσιν ἑταί‐ |
| book 317a.5.2 | ρου〉: ἀμφίβολον, πότερον τὰς αὑτοῦ ἀνδροφόνους χεῖρας ὁ Ἀχιλ‐ |
| book 317a.5.3 | λεὺς ἐπιθεὶς τῷ τοῦ ἑταίρου στήθει, ἢ τὰς τοῦ ἀνδροφόνου Πατρόκλου |
| book 317a.5.4 | ἐπιθεὶς τῷ ἰδίῳ στήθει. βέλτιον δὲ τὸ πρότ〈ε〉ρον. A |
| book 317b | 〈ἀνδροφόνους:〉 διὰ τοῦ ς ἅπασαι, ἀνδροφόνους. Aint |
| book 318-22.1 | ὥς τε λὶς ἠϋγένειος, 〈/ ᾧ ῥά θ’ ὑπὸ σκύμνους |
| book 318-22.2 | —χόλος αἱρεῖ〉: ἀκολούθως τῷ Ἀχιλλέως ἀξιώματι τὴν εἰκό‐ |
| book 318-22.3 | να παρέλαβεν, οὐκ ἄλλῳ τινὶ ζῴῳ ἀλλὰ λέοντι παραβαλὼν καὶ τὴν |
| book 318-22.4 | λύπην τῇ λύπῃ ὁμοιώσας· b(BCE3E4)T οὐδὲν γὰρ ἐμφαντικώ‐ |
| book 318-22.5.1 | τερον φανείη πρὸς τὸ δεῖξαι τὴν Πατρόκλου φιλίαν τῆς πρὸς τὰ τέκνα |
| book 318-22.5.2 | τῶν γεγεννηκότων διαθέσεως. ὅλον δὲ πρὸς ὅλον παραβέβληται· τό |
| book 318-22.1 | τε γὰρ λυπούμενον ἅμα καὶ ὀργιζόμενον διὰ τῆς παραβολῆς ἔδειξε καὶ |
| book 318-22.2 | ἑκατέρων ἡ λύπη παραπλησία ἀπολειφθέντων τῆς βοηθείας, καὶ ἡ τὸν |
| book 318-22.3 | ἐλαφηβόλον ζητοῦσα τῷ παρὰ Ἕκτορος δίκην λαβεῖν ἐπειγομένῳ. |
| book 318-22.10 | b(BE3E4)T |
| book 318-9.1 | λὶς ἠϋγένειος 〈/ —σκύμνουσ〉: δύο μόνα τίκτει |
| book 318-9.2 | λέων, ὡς Ἀριστοτέλης ἐν τῷ Περὶ ζῴων (6,31 p. 579b1). T |
| book 318a.1 | {πυκνὰ μάλα στενάχων} ὥς τε λὶς ἠϋγένειος: ἐμπεί‐ |
| book 318a.2 | ρως πάνυ· αἱ γὰρ θήλειαι κάλλιστον ἔχουσι γένειον, οἱ δὲ ἄρσενες χαί‐ |
| book 318a.3 | την. νῦν δ’ ἐπὶ θηλείας· ἄρσην γὰρ οὐ σκυμναγωγεῖ. τὸ δὲ λέαινα νεώ‐ |
| book 318a.4 | τερον ὄνομα. A |
| book 318b.1 | ἠϋγένειος: θήλεια· ταύτης γὰρ τὸ γένειον κάλλιον, χαίτῃ |
| book 318b.2 | δὲ οἱ ἄρσενες. T |
| book 319a1.1 | σκύμνους ἐλαφηβόλος ἁρπάσῃ ἀνήρ: σκύμνος ὡς |
| book 319a1.2 | „ὕμνοσ“ (cf. θ 429) εἰς ἰδιότητα ἀνεγνώσθη. τὸ μέντοι ἀνδρωνυμικὸν |
| book 319a1.3 | ὀξύνεσθαι ἀξιοῖ ὁ Ἀσκαλωνίτης (p. 56 B.) πρὸς διαφοράν. ὁ μέντοι |
| book 319a1.4 | λόγος συναγωνίζεται τῇ βαρείᾳ τάσει· τὰ γὰρ εἰς νος λήγοντα μετ’ |
| book 319a1.5.1 | ἐπιπλοκῆς συμφώνου δισύλλαβα μονογενῆ, ἔχοντα ἐν τῇ πρὸ τέλους |
| book 319a1.5.2 | συλλαβῇ τὸ υ, βαρύνεσθαι θέλει, „ὕμνοσ“ (cf. Θ 429), „κύκνοσ“ (cf. Β 460. Ο 692), |
| book 319a1.5.3 | „λύχνοσ“ (cf. τ 34), Κύθνος. οὕτως ἄρα καὶ σκύμνος. | ἡ διπλῆ δέ, ὅτι |
| book 319a1 | οὕτως τοὺς κυνηγοὺς καταχρηστικῶς λέγουσιν οἱ ποιηταί. A |
| book 319a2.1 | σκύμνος ὡς „ὕμνοσ“, ὅτε ἐστὶ κατ’ ἰδιότητα. ὅτε μέντοι |
| book 319a2.2 | ἐπὶ ἀνδρός, ὀξύνεται· ἀναλογώτερον δὲ τὸ βαρυνόμενον. T |
| book 319b.1 | ἐλαφηβόλος: τοῦτο ἴσως πρῶτον †ἠγόρευται†, ἀφ’ οὗ |
| book 319b.2 | ἔμεινε τὸ ὄνομα. ἢ ὅτι τάχιστον τῶν ἄλλων. T |
| book 320 | 〈ὕστερος ἐλθών:〉 ὕστερον τῶν ἁρπασάντων. Til |
| book 321a | 〈ἄγκεα:〉 φάραγγας, σπήλαια. Aint |
| book 321b | 〈ἴχνι’ ἐρευνῶν:〉 ἄριστα γὰρ ἰχνεύει. Til |
| book 322a1 | δριμύς: ἀπὸ τῶν γευομένων παρήγαγεν. T |
| book 322a2 | ἡ μεταφορὰ ἀπὸ τῶν γευομένων μετείληπται. b(BCE3E4) |
| book 323 | 〈μετεφώνει:〉 γράφεται „μετεφώνεε“. Aim |
| book 324-5.1 | ὦ πόποι, ἦ ῥ’ ἅλιον 〈ἔπος ἔκβαλον—ἐν |
| book 324-5.2 | μεγάροισι〉: ἐκτείνει τὸ πάθος ὁ τοιοῦτος λόγος· οὐ γὰρ ἐφ’ οἷς |
| book 324-5.3 | αὐτὸς ἠπατήθη λυπεῖσθαί φησιν, ἀλλ’ ἐφ’ οἷς αὐτὸς ἠπάτησε τὸν |
| book 324-5.4 | Μενοίτιον. A |
| book 324.1 | ἦ ῥ’ ἅλιον 〈ἔπος ἔκβαλον〉: περιπαθὲς τὸ προοίμιον· |
| book 324.2 | μάλιστα γὰρ οἱ ἐν ἀξίᾳ μὴ πληροῦντες τὰς ὑποσχέσεις ἄχθονται· |
| book 324.3 | b(BCE3E4)T διὸ ἔκβαλον φησίν. T |
| book 325a.1 | θαρσύνων 〈ἥρωα〉 Μενοίτιον: περιπαθὲς καὶ τοῦτο |
| book 325a.2 | ὅτι εὐλαβοῦς πατρὸς ἀπέσπασα τὸν Πάτροκλον, οὐκ ἂν ἐκπέμψαντος |
| book 325a.3 | τὸν υἱόν, εἰ μὴ διὰ τὰς ἐμὰς ὑποσχέσεις. b(BC) T |
| book 325b.1 | θαρσύνων ἥρωα Μενοίτιον: καὶ τοῦτο περιπαθῶς, |
| book 325b.2 | ὡς τοῦ Μενοιτίου οὐκ ἂν ἐκδόντος τὸν παῖδα διὰ τὴν πρὸς τὸν υἱὸν |
| book 325b.3 | φιλοστοργίαν, εἰ μὴ Ἀχιλλεῖ κατεπίστευσεν ὡς σῶσαι ἱκανῷ ὄντι καὶ |
| book 325b | ἐπαγγειλαμένῳ τοῦτο. A |
| book 326a.1 | 〈εἰς Ὀπόεντα περικλυτὸν υἱὸν ἀπάξειν:〉 ὡς προσ‐ |
| book 326a.2 | εδόκα. Til |
| book 326b.1 | περικλυτὸν υἱὸν ἀπάξειν: περικλυτὸν ἀπάξειν |
| book 326b.2 | b(BC) T ἀντὶ τοῦ ἔνδοξον γενόμενον ἐκ τῆς νίκης. b(BCE4)T |
| book 327.1 | Ἴλιον ἐκπέρσαντα: ἀνατυπωσάμενος ἑαυτῷ πλείονα |
| book 327.2 | ἡδέα ὁ Ἀχιλλεύς, πορθουμένην Ἴλιον καὶ ἑαυτὸν σὺν τῷ φίλῳ ἀπο‐ |
| book 327.3 | νοστοῦντα καὶ ἀποδιδόντα Μενοιτίῳ τὸν Πάτροκλον, οὐκ ἐπὶ τῷ |
| book 327.4 | θανάτῳ μόνον ἀποδύρεται, ἀλλ’ ἐπὶ πᾶσι λυπεῖται τοῖς ἀπὸ |
| book 327.5.1 | τῆς ἐλπίδος προσδοκηθεῖσι. δῆλον δὲ ὡς οὐδὲν ἐν Φθίᾳ περὶ τῆς Ἀχιλ‐ |
| book 327.5.2 | λέως εἱμαρμένης εἶπεν ἡ Θέτις· οὐ γὰρ ἂν πρὸ τῆς ἐξόδου ταῦτα |
| book 327.5.3 | ὑπισχνεῖτο περὶ τοῦ Πατρόκλου τῷ Μενοιτίῳ. b(BCE4)T τινὲς δέ |
| book 327.5.4 | φασιν οἴκοι μὲν πυθέσθαι, ἀπιστεῖν δέ, οἰόμενον ἐκφοβεῖν αὐτὸν τὴν |
| book 327.5.5 | μητέρα πρὸς τὸ μὴ κινδυνεύειν. T |
| book 328.1 | ἀλλ’ οὐ Ζεὺς ἄνδρεσ〈σ〉ι 〈νοήματα πάντα τελευ‐ |
| book 328.2 | τᾷ〉: κλάει, ὅτι μή ἐστιν εἷς τῶν πορθησάντων τὴν Τροίαν. T |
| book 329 | 〈ἐρεῦσαι:〉 ἐρυθρὰν ποιῆσαι τῷ αἵματι. Aint |
| book 331.1 | ἱππηλάτα: ἱππικός, b(BC) T οὐ φυγάς, ὡς οἱ νεώτε‐ |
| book 331.2 | ροι. T ἄκρως δὲ ἀντιτίθησι τῷ Μενοιτίῳ τὸν ἑαυτοῦ πατέρα, |
| book 331.3 | ὅτι οὐ μόνος τὰ ὅμοια πείσεται τῷ φίλῳ, ἀλλὰ καὶ οἱ γονεῖς αὐτοῦ |
| book 331 | ὅμοια καρτερήσουσι τῷ Μενοιτίῳ. b(BCE4)T |
| book 332a1.1 | οὐδὲ Θέτις μήτηρ, 〈ἀλλ’ αὐτοῦ γαῖα καθέξει〉: |
| book 332a1.2 | ὅτι συνεβίω ἡ Θέτις τῷ Πηλεῖ, καὶ ὅτι οὐκ ἀπεκόμιζον τὰ ὀστᾶ τῶν |
| book 332a1.3 | τετελευτηκότων ἐπὶ ξένης εἰς τὰς πατρίδας. ἡ δὲ ἀναφορὰ πρὸς τὸ |
| book 332a1.4 | „ὥς κ’ ὀστέα παισὶν ἕκαστος / οἴκαδ’ ἄγῃ“ (Η 334—5). A |
| book 332a2 | ὅτι συνῴκει τῷ Πηλεῖ ἡ Θέτις. Til |
| book 333.1 | Πάτροκλε: περιπαθὲς καὶ ἠθικὸν τὸ πρὸς τοὺς τεθνεῶτας |
| book 333.2 | διαλέγεσθαι ὡς πρὸς ζῶντας. καὶ ἔστιν ἔμψυχον τὸ τοιοῦτον εἶδος |
| book 333.3 | τῶν λόγων. b(BC) T |
| book 334-5a.1 | οὔ σε πρὶν κτεριῶ 〈πρίν γ’ Ἕκτορος ἐνθάδ’ |
| book 334-5a.2 | ἐνεῖκαι / τεύχεα καὶ κεφαλήν〉: πῶς φησιν ‘ἄταφον ἐάσω τὸ |
| book 334-5a.3 | σῶμα‘ τῆς τοῦ Ἕκτορος ἀναιρέσεως ἀδήλου οὔσης; ῥητέον δὲ ὅτι |
| book 334-5a.4 | ἠκηκόει παρὰ τῆς μητρός· „οὐδέ ἕ φημι 〈/ δηρὸν〉 ἐπαγλαϊεῖσθαι, |
| book 334-5a.5 | ἐπεὶ φόνος ἐγγύθεν αὐτῷ“ (Σ 132—3). b(BCE4)T |
| book 334-5b1.1 | 〈πρίν γ’ Ἕκτορος ἐνθάδ’ ἐνεῖκαι / τεύχεα καὶ |
| book 334-5b1.2 | κεφαλήν:〉 πῶς {δὲ} τὰ ἑαυτοῦ ὅπλα Ἕκτορός φησιν; ἢ τοίνυν τὸ |
| book 334-5b1.3 | Ἕκτορος (334) πρὸς τὸ κεφαλήν (335) μόνον ἐκληπτέον· ἢ ὅτι καὶ |
| book 334-5b1.4 | αὐτὰ τοῦ ἀφελομένου κτῆμα γέγονεν. b(BCE4) |
| book 334-5b2 | τοῦ γὰρ ἀφελομένου κτῆμα γέγονεν. Til |
| book 335.1 | μεγαθύμου 〈σεῖο φονῆοσ〉: αὔξει τὸν θάνατον τοῦ φίλου |
| book 335.2 | καὶ τὴν ἐπικουρίαν αὐτοῦ. b(BCE4)T |
| book 336 | 〈ἀποδειροτομήσω:〉 δειρὴ κυρίως ἡ τῶν ἀλόγων, παρ’ |
| book 336 | ὅσον ἐκεῖθεν ἐκδέρονται· b(BC) Til καταχρηστικῶς δὲ νῦν. b(BC) |
| book 338a | 〈αὕτως:〉 διὰ τοῦ α αὕτως πᾶσαι εἶχον. |
| book 338b | 〈αὕτως:〉 ὡς ἔχεις. Til |
| book 339.1 | 〈Δαρδανίδεσ〉 βαθύκολποι: οὐδέποτε τὰς Ἑλληνίδας |
| book 339.2 | βαθυκόλπους φησίν. T [bis] πῶς οὖν Ζηνόδοτος γράφει „ἔσπετε |
| book 339.3 | νῦν μοι Μοῦσαι Ὀλυμπιάδες βαθύκολποι“ (cf. Β 484); T |
| book 341.1 | 〈τὰς αὐτοὶ καμόμεσθα:〉 ἐκ τοῦ παρεπομένου· οἱ κτώ‐ |
| book 341.2 | μενοι γὰρ κακοπαθοῦσι. b(BCE4)Til |
| book 342.1 | πιείρας 〈πέρθοντε πόλεις μερόπων ἀνθρώπων: |
| book 342.2 | πιείρας〉 εὐγείους· „ἐπεὶ μάλα πῖαρ ὑπ’ οὖδασ“ (ι 135). b(BCE4)T |
| book 342.3 | φιλοστόργως δὲ τὸν Πάτροκλον συνεργὸν ἀπέφηνε τῶν κατορθωμά‐ |
| book 342.4 | των καὶ ἀπὸ τῶν †ἑαυτῶν† οἰκτίζεται εἰς τὰ κατ’ αὐτόν. b(BC) T |
| book 344.1 | 〈ἀμφὶ πυρὶ〉 στῆσαι τρίποδα: ὡς συνήθους ὄντος |
| book 344.2 | καίειν πρῶτον, εἶτα ἐπιτιθέναι τὸν τρίποδα ὕστερον. T |
| book 345 | 〈βρότον αἱματόεντα:〉 τὸ ἀπὸ τοῦ φόνου αἷμα. Til |
| book 346a | οἱ δὲ λοετροχόον 〈τρίποδ’ ἵστασαν ἐν πυρὶ κη‐ |
| book 346a.1 | λέῳ〉: εἰς ταπεινῶν πραγμάτων ἀπαγγελίαν ἐμπεσὼν ἐκάλυψε τῇ |
| book 346a.2 | συνθέσει τῶν ἐπιθέτων. τὸ δὲ τὰ μικρὰ καὶ ἄδοξα μεγαλοπρεπῶς |
| book 346a.3 | ἐξενεγκεῖν καὶ σεμνῶς ἀπαγγεῖλαι θαυμασίας ἐστὶ δυνάμεως. b(BCE4)T |
| book 346b | 〈λοετροχόον:〉 εἰς ὃν τὰ λουτρὰ χεῖται. b(BCE4)Til |
| book 349a1.1 | ἤνοπι χαλκῷ: ἤνοπι ἐν ᾧ ἔστιν ἐνοπτρίζεσθαι. ἔστιν |
| book 349a1.2 | οὖν ὡς τὸ „φαεινὴν ἀμφὶ σελήνην“ (Θ 555). T |
| book 349a2.1 | λεπτῷ καὶ καθαρῷ, ἐν ᾧ ἔστι καὶ ἐνοπτρίσασθαι. ἔστι δὲ |
| book 349a2.2 | „φαεινὴν ἀμφὶ σελήνην“. b(BCE4) |
| book 350 | 〈καὶ ἤλειψαν λίπ’ ἐλαίῳ:〉 ὅτι ἀρχαῖον τὸ ἔθος. Til |
| book 351a.1 | ἐν δ’ ὠτειλὰς πλῆσαν 〈ἀλείφατος ἐννεώροιο〉: |
| book 351a.2 | οὕτως ὡς φαρμακώδη δύναμιν ἔχοντος τοῦ παλαιοῦ ἐλαίου. A |
| book 351b.1 | 〈ὠτειλάς:〉 ὅτι ὑπὸ μὲν Εὐφόρβου βέβληται ὁ Πάτροκλος |
| book 351b.2 | (cf. Π 807—9), ὑπὸ δὲ Ἕκτορος οὔτασται (cf. Π 820—1), καὶ συλ‐ |
| book 351b.3 | ληπτικῶς εἴρηκε πάντα τὰ τραύματα ὠτειλάς. A |
| book 351c1.1 | ὠτειλάς: συλληπτικῶς καὶ τὴν Εὐφόρβου ὠτειλήν φησιν |
| book 351c1.2 | (cf. Π 807—9). καλῶς οὖν ἀπὸ τῆς Ἕκτορος †νέας πεπληγὼς† |
| book 351c1.3 | εἶπεν. T |
| book 351c2.1 | συλληπτικῶς καὶ τὴν Εὐφόρβου ὠτειλήν φησι. καλῶς δὲ |
| book 351c2.2 | ὠτειλάς εἶπε· πλείονες γὰρ ἦσαν, καὶ ὅτι Ἕκτωρ αὐτὸν οὐτάσας |
| book 351c2.3 | ἀναιρεῖ (cf. Π 820—1). b(BC) |
| book 351d | ἀλείφατος ἐννεώροιο: νέου. b(BCE4) ξηραντικῷ |
| book 351d | δὲ ἐλαίῳ χρῆται, ὃ φυλάσσει τοὺς νεκρούς, ὡς τὸ κέδρινον. b(BCE4)T |
| book 352a.1 | 〈ἑανῷ〉 λιτί: λιτῷ καὶ ἀποικίλτῳ ὑφάσματι, ὅ ἐστι |
| book 352a.2 | λινῷ. | οἱ δὲ ἐξ ἀντιφράσεως τὸ ποικίλον. οἱ δὲ, ὅ φασιν Ἀττικοὶ |
| book 352a.3 | λῄδιον. | δεῖ δὲ ὀξυτόνως ἀναγινώσκειν τὸ λιτί κατὰ τὸν κανόνα |
| book 352a.4 | τοῦ Ἡρωδιανοῦ (2,107,26)· πᾶσα δοτικὴ δισύλλαβος ἐπὶ ὀνομάτων |
| book 352a.5.1 | ὀξύνεσθαι θέλει, „φωτί“ (Γ 219 al.), „παντί“ (Β 108 al.), θητί· |
| book 352a.5.2 | οὕτως γὰρ καὶ ἐν τῇ Ἰλιακῇ προσῳδίᾳ ἐν τῇ Ψ (ad 254, Hrd. 2,121, |
| book 352a.5.3 | 18) λέγει ὅτι δεῖ ὀξύνειν κατὰ τοῦτον τὸν κανόνα· οὕτως γὰρ καὶ |
| book 352a.5.4 | Ἀρίσταρχος. εἰσὶ δὲ οἳ προπερισπῶσιν, οὐ καλῶς. εἶτα ἐπάγει |
| book 352a.5.5 | οὕτως· „παραιτητέον δὲ τὸν Ἀσκαλωνίτην (p. 57 B.) οἰόμενον ἀπὸ |
| book 352a.10.1 | τῆς λίς εὐθείας κεκλίσθαι τὴν λιτί δοτικὴν καὶ τὴν λῖτα αἰτιατικήν· |
| book 352a.10.2 | οὐ γάρ ποτε ἐμελέτησε τὰ εἰς ις μονοσύλλαβα διὰ τοῦ †τος† κλίνεσθαι. |
| book 352a.1 | μεταπλασμὸς οὖν ἐστι τῆς λιτῷ δοτικῆς ὡς ἡ κλαδί τῆς κλάδῳ. καὶ |
| book 352a.2 | ἡ αἰτιατικὴ „λῖτα“ (Θ 441) μεταπέπλασται ἐκ τῆς λιτόν ὡς κρόκα |
| book 352a.3 | ἐκ τῆς κρόκην. τὸ δὲ παρὰ τῷ ποιητῇ „κάθηράν τε ῥύπα πάντα“ |
| book 352a.15.1 | (ζ 93), εἰ μή ἐστι πληθυντικὸν οὐδέτερον, τοῦ προκειμένου μετα‐ |
| book 352a.15.2 | πλασμοῦ ἔχεται. οὐχ ὁμότονος δὲ ἐγένετο ἡ λῖτα τῇ λιτόν, ἐπεὶ πᾶσα |
| book 352a.15.3 | αἰτιατικὴ εἰς α λήγουσα ἐβαρύνετο, ὑπεσταλμένης τῆς „τινά“ (Α 62 |
| book 352a.15.4 | al.) κατὰ ἀόριστον προφοράν.“ A |
| book 352b.1 | ἑανῷ: ὅτι οὐ λαμπρῷ· ἐπάγει γὰρ „καθύπερθε δὲ φάρεϊ |
| book 352b.2 | λευκῷ“ (Σ 353). ἔστιν οὖν b(BCE4)T λεπτῷ ὡς τὸ „ἑανοῦ |
| book 352b.3 | κασσιτέροιο“ (Σ 613), τοῦ εἰς λεπτὸν ἐλαθέντος. b(BCE3)TTil |
| book 352b.4 | οἱ δὲ ἑανῷ τῷ ἐνδυτικῷ· οἱ δὲ ἐξ ἀντιφράσεως τῷ ποικίλῳ· b(BCE4) |
| book 352b.5 | T οἱ δέ, ὅ φασιν Ἀττικοὶ λῄδιον. T |
| book 352c | 〈λιτί:〉 πρὸς τὸ λιτί, 〈ὅτι ***〉. Aim |
| book 356a1.1 | Ζεὺς δ’ Ἥρην 〈προσέειπε〉: ὅτι κατὰ τὸ σιωπώ‐ |
| book 356a1.2 | μενον Ἥρα καὶ ὁ Ζεὺς γεγόνασιν ἐν τῷ Ὀλύμπῳ, καὶ οὐ ξενιστέον, |
| book 356a1.3 | ὅταν λέγῃ κατὰ συμπέρασμα. A |
| book 356a2.1 | {ζεὺς δ’ ἥρην:} κατὰ τὸ σιωπώμενον ἐξ Ἴδης εἰς Ὄλυμπον |
| book 356a2.2 | γέγονεν ὁ Ζεύς. T |
| book 356b.1 | ἄλλως· Ζεὺς δ’ Ἥρην 〈προσέειπε〉: Ζηνοδώρῳ (p. |
| book 356b.2 | 135 Pusch) τῷ συγγράψαντι Περὶ τῆς Ὁμήρου συνηθείας τὰ δέκα |
| book 356b.3 | βιβλία συγγέγραπται καὶ περὶ τούτου τοῦ τόπου· ἐν ᾧ συγγράμματι |
| book 356b | πειρᾶται ἀποδεικνύειν διεσκευασμένον τόπον τοῦτον ἐπῶν τριῶν καὶ |
| book 356b.5.1 | δέκα (sc. Σ 356—68)· πρῶτον γάρ φησι τὰς εἰσαγομένας τῶν θεῶν |
| book 356b.5.2 | ὁμιλίας οὐκ ἐκτὸς τῆς ὑποθέσεως παραλαμβάνεσθαι, ἀλλὰ ἢ ὑπὲρ |
| book 356b.5.3 | διδαχῆς τινος τῶν εἰς τὴν Ἰλιάδα συντελούντων πραγμάτων ἢ καὶ |
| book 356b.5.4 | ὑπὲρ ἐπιδείξεως ἱστορίας παλαιᾶς, οἷον τὴν Διώνην πρὸς Ἀφροδίτην |
| book 356b.5.5 | λέγουσαν· „τέτλαθι, τέκνον ἐμόν· / b(BCE4)T πολλοὶ γὰρ δὴ |
| book 356b.10.1 | τλῆμεν· / τλῆ μὲν Ἄρησ“ (Ε 382. 383. 385)· ἱστορίαν γὰρ παλαιὰν |
| book 356b.10.2 | ἐκτίθεται· b(BE4)T †τὴν δὲ ἥρας† πρὸς Δία ἐπικερτόμησιν· |
| book 356b.10.3 | „Ζεῦ πάτερ, ἦ ῥά τί μοι κεχολώσεαι, ὅττι κεν εἴπω; / b(BCE4)T |
| book 356b.10.4 | ἦ μάλα δή τινα Κύπρις b(BE4)T Ἀχαιϊάδων ἀνιεῖσα“ (Ε |
| book 356b.10.5 | 420—1) T ὑπὲρ διδαχῆς ὅτι ὑπὸ Ἀφροδίτης ἠπατήθη ἡ Ἑλένη. |
| book 356b.15.1 | ἀλλὰ καὶ τὰς ἄλλας ὁμιλίας τῶν θεῶν οὐκ εἰκῆ παραλαμβάνεσθαί φησι. |
| book 356b.15.2 | ταύτην δὲ οὔτε τοῖς ὑποκειμένοις πράγμασι πλέον τι προστιθέναι οὔτε |
| book 356b.15.3 | ἱστορίαν τινά. b(BE4)T ἔπειτα μέλλοντα τὸν Ὅμηρον δια‐ |
| book 356b.15.4 | τίθεσθαι τὰ παρὰ Ἡφαίστου πρὸς Θέτιν λεγόμενα οὐκ ἂν πρὸ |
| book 356b.15.5 | †αὐτῆς† ἄλλην διάλεξιν θεῶν παραλαβεῖν, ποικίλλειν ὅλως σπουδά‐ |
| book 356b.20.1 | ζοντα τὴν ποίησιν καὶ ἀπὸ μὲν τῶν ἀνθρωπίνων ἐπὶ τὰ θεῖα, ἀπὸ δὲ |
| book 356b.20.2 | τῶν θείων ἐπὶ τὰ ἀνθρώπινα μεταβάλλειν εἰωθότα. b(BCE4)T |
| book 356b.20.3 | οὐκ ἂν οὖν ἐπαλλήλως τὰ ὅμοια διαθέσθαι. T εἶτα ἀνόητον τὸ |
| book 356b.20.4 | λέγειν „ἔπρηξας καὶ ἔπειτα“ (Σ 357) ὡς ἐκ πείσματος παρηκολουθη‐ |
| book 356b | κότα τοῖς γενομένοις· οὐδὲ γὰρ ῥητῶς δεδηλωκέναι τὸν ποιητὴν ὅτι |
| book 356b.25.1 | ταῦτα ὕστερον ἔμαθεν ὁ Ζεύς, ὥσπερ ἐν τῇ Α (522—3) „ἀλλὰ σὺ μὲν |
| book 356b.25.2 | †αὖτις ἀπόστιχε, b(BE4)T μή σε νοήσῃ / Ἥρη“, T εἶτα |
| book 356b.25.3 | (ib. 536—7) „οὐδέ μιν Ἥρη / ἠγνοίησεν ἰδοῦσα“. ἔπειτα ἄλογον τῇ |
| book 356b.25.4 | μὲν Ἥρᾳ χαλεπαίνειν αὐτὸν ἐπὶ τῇ τῆς Ἴριδος ἀποστολῇ (cf. Σ 168 |
| book 356b.25.5 | et 184), τῇ δὲ Ἀθηνᾷ μηδὲ κατὰ βραχὺ τῇ καὶ συμπαραστάσῃ |
| book 356b.30.1 | Ἀχιλλεῖ καὶ τὸ πῦρ δειξάσῃ πρὸς κατάπληξιν τῶν πολεμίων (cf. |
| book 356b.30.2 | S 203—27), ὁπότε γε ἔμπροσθεν (sc. Θ 407. 421) τῇ μὲν Ἥρᾳ συγ‐ |
| book 356b.30.3 | γινώσκειν φησι τὸν Δία, τῇ δὲ Ἀθηνᾷ χαλεπαίνειν πλέον. ἔτι τε |
| book 356b.30.4 | πολλὴν τὴν ἀλογίαν φαίνεσθαι, εἰ παρὰ καιρὸν ἡλίου δύναντος ὑπὸ |
| book 356b.30.5 | Ἥρας (cf. Σ 239—41) οὐδὲν περὶ τούτου ἐγκαλεῖ ὁ Ζεύς, παρεγχειρου‐ |
| book 356b.35.1 | μένης τῆς τοῦ κόσμου τάξεως. b(BE4)T πῶς τε οὐκ ἐναντίον |
| book 356b.35.2 | φάσκειν περὶ Διὸς „†μίσησε† δ’ ἄρα μιν δηΐων κυσὶ κύρμα γενέσθαι / |
| book 356b.35.3 | b(BCE4)T Τρῳῇσι〈ν〉· τῷ καί 〈οἱ〉 ἀμυνέμεν ὦρσεν ἑταίρουσ“ |
| book 356b.35.4 | (Ρ 272—3), T νῦν δὲ ἐπὶ τῇ σωτηρίᾳ αὐτοῦ ἀγανακτεῖν; οὐδὲν |
| book 356b.35.5 | γὰρ ἄλλο πέπρακται ἐκ τῆς Ἀχιλλέως ἀναστάσεως ἢ τοῦτο μόνον τὸ |
| book 356b.40.1 | μηδὲν παθεῖν τὸ σῶμα· b(BCE4)T πῶς τε τὴν ἀπὸ τῆς Ἴδης |
| book 356b.40.2 | μετάβασιν τοῦ Διὸς οὐ δεδήλωκεν; ἀλλὰ ταὐτὸ ἐν ἄλλοις στίχοις μὴ |
| book 356b.40.3 | ἀμφισβητουμένοις οὐχ ἱκανὸν πρὸς κατηγορίαν †συγχωρητέον κατὰ |
| book 356b.40.4 | τὸ σιωπώμενον οὕτω γεγενῆσθαι· ὅπου δὲ τἆλλα σαθρά ἐστι καὶ |
| book 356b.40.5 | ὕποπτα, καὶ τοῦτο ὕποπτον. ἥ γε μὴν ἀπολογία τῆς Ἥρας καὶ |
| book 356b.45.1 | ἀνοήτως ἔχει· δέον γὰρ προβάλλεσθαι ὅτι κακὸν οὐδὲν εἰργάσατο |
| book 356b.45.2 | τοὺς Τρῶας σώσασα τὸν Πάτροκλον, ὅπερ καὶ τῷ Διῒ ἐκεχάριστο, |
| book 356b.1 | φησὶν „οὐκ ὄφελον Τρώεσσι κοτεσσαμένη κακὰ ῥάψαι;“ (Σ 367)· |
| book 356b.2 | οὐδὲν γὰρ ἄλλο πράττει νῦν ἢ συκοφαντεῖ ἑαυτήν. b(BE4)T ταῦ‐ |
| book 356b.3 | τα ὡς ἐν κεφαλαίοις ὑπὸ τοῦ Ζηνοδώρου συγγέγραπται. ἀφαιρου‐ |
| book 356b.1 | μένων δὲ τῶν τριῶν καὶ δέκα στίχων τὰ λοιπὰ ἔχει ἁρμονίαν. b(BCE4) |
| book 356b.2 | T |
| book 357.1 | ἔπρηξας καὶ ἔπειτα: περισσὸς ὁ καί. τὸ δὲ ἔπειτα b |
| book 357.2 | (BC) T ἀντὶ τοῦ παραυτίκα. ἠθικῶς δὲ διαλέγεται ὡς ἐπιμεινά‐ |
| book 357.3 | σης αὐτῆς τῇ αὐτῇ βουλῇ. ἐμψύχως δὲ τὴν ὑπερβολὴν ἔδειξε τῆς |
| book 357.4 | φιλίας. b(BCE4)T |
| book 362-3a.1 | καὶ μὲν δή πού τις 〈μέλλει βροτὸς— |
| book 362-3a.2 | οἶδε〉: οὔτε ἀρνεῖται τὸ γεγονὸς οὔτε ὡς δικαίως ἔπραξε παρρησιά‐ |
| book 362-3a.3 | ζεται. θεραπεύουσα δὲ τὸν Δία ἠθικῶς φησιν ὅτι δίκαιον ἦν ἐκτελεσθῆ‐ |
| book 362-3a.4 | ναι τὰ τῆς ἐπιθυμίας †αὐτῆς†, οὔσῃ καὶ γυναικὶ καὶ ἀδελφῇ (cf. Σ |
| book 362-3a.5 | 364—7). b(BCE4)T |
| book 362-3b.1 | ἄλλως· καὶ μὲν δή πού τισ〈—οἶδε〉: ὀργισθεὶς |
| book 362-3b.2 | αὐτῷ, ὃ πρόθηται ποιήσειν αὐτό〈ν〉, πράσσει. b(BCE4)T |
| book 363 | 〈οὐ τόσα μήδεα:〉 ὡς ἡ θεία φύσις. Til |
| book 364-7a1.1 | πῶς δὴ ἔγωγ’, ἥ φημι〈—κακὰ ῥάψαι;〉: |
| book 364-7a1.2 | τὸ ἑξῆς πῶς δὴ ἔγωγ’ (364) οὐκ ὄφελον Τρώεσσι (367). |
| book 364-7a1.3 | τὰ δὲ λοιπὰ ὡς διὰ μέσου διορθωτέον. | παρὰ δὲ Ζηνοδότῳ κατὰ |
| book 364-7a1.4 | Δώριον „ἐγών“ (364). A |
| book 364-7a2 | πρὸς τὸ κάτω τὸ κακά (367) ἡ ἀπόδοσις. A |
| book 367 | οὐκ ὄφελον: ἀντὶ τοῦ b(BC) T οὐκ ἔμελλον. ὑπερω‐ |
| book 367 | τηματικὸς δέ ἐστιν ὁ λόγος (sc. Σ 364—7). b(BCE4)T |
| book 368.1 | πρὸς ἀλλήλους ἀγόρευον: κυρίως τὸ ἐν πλήθει λέγειν |
| book 368.2 | ἀγορεύειν, καὶ τὸ ἀλλήλους ἐπὶ πλήθους. ταῦτα δὲ ἐπὶ δύο ἔταξε |
| book 368.3 | καταχρηστικῶς. b(BCE4)T |
| book 369.1 | Ἡφαίστου 〈...〉 δόμον: ὅτι ἐν Ὀλύμπῳ τὸ χαλκεῖον |
| book 369.2 | Ἡφαίστου· φησὶ γοῦν· „τὴν μὲν ἄρ’ Οὔλυμπον δὲ 〈πόδες φέρον〉“ |
| book 369.3 | (Σ 148). T |
| book 370a1.1 | ἀστερόεντα: λαμπρόν· φησὶ γοῦν „ἀστὴρ δ’ ὣς ἀπέλαμ‐ |
| book 370a1.2 | πε“ (Ζ 295). T |
| book 370a2.1 | 〈ἄφθιτον:〉 ἀκατάλυτον. ἀστερόεντα δὲ τὸν λαμπρόν, |
| book 370a2.2 | οὐ τὸν ἀστερώδη. b(BCE4) |
| book 372a.1 | ἱδρώοντα: πρὸ πολλοῦ ταῦτα ᾠκονόμηται ἐπὶ τῆς Α |
| book 372a.2 | ῥαψῳδίας, τὸ δημιουργὸν τὸν θεὸν τοῦτον εἰσῆχθαι, καὶ τοὺς θα‐ |
| book 372a.3 | λάμους τοῖς θεοῖς κατασκευάζοντα (cf. Α 608. Ξ 166—7) καὶ τὸ |
| book 372a.4 | σκῆπτρον τῷ Διΐ (cf. B 101), ἵν’ ἐπὶ τῆς μείζονος χρείας μὴ παράδοξον |
| book 372a.5 | φανῇ τὸ χαλκέα τινὰ τῶν θεῶν εἰσάγεσθαι. b(BC) T |
| book 372b.1 | ἑλισσόμενον: εἰλούμενον, καὶ ὅτι ἡ πυρώδης οὐσία |
| book 372b.2 | εἰλεῖται. b(B) T |
| book 372c.1 | ἑλισσόμενον: ἤτοι ἐπιστρεφόμενον, ὡς χωλόν. ἢ μεμί‐ |
| book 372c.2 | μηται ἐπὶ τοῦ Ἡφαίστου τὴν τοῦ πυρὸς κίνησιν. A |
| book 373a.1 | σπεύδοντα· τρίποδας 〈γὰρ ἐείκοσι πάντας ἔτευ‐ |
| book 373a.2 | χεν〉: ὅτι τὸ σπεύδοντα ἐνεργοῦντα, καὶ ὅτι 〈τὸ〉 πάντας |
| book 373a | παρέλκει. A |
| book 373b.1 | 〈σπεύδοντα· τρίποδας γὰρ〉 ἐείκοσι πάντας 〈ἔ‐ |
| book 373b.2 | τευχεν〉: ὡς „εἴκοσι δ’ ἔκβαλε πάντα“ (ε 244), „οἱ δ’ ἐννέα πάντες |
| book 373b.3 | ἀνέσταν“ (Η 161). τὸ δὲ σπεύδειν οὐκ ἐπὶ τοῦ κακοπαθεῖν. T |
| book 373c.1 | σπεύδοντα: οὐκ ἐπὶ τοῦ κακοπαθεῖν νῦν κεῖται τὸ σπεύ‐ |
| book 373c.2 | δειν. ἐργάζεται δὲ οὐ δεόμενος τῶν ἀναγκαίων, ἀλλ’ ὅτι ῥαθυμεῖν οὐ |
| book 373c.3 | δεῖ, ὅπου καὶ θεοὶ ἐργάζονται. τὰ δὲ ἔμψυχα ἔργα (cf. Σ 375—7) |
| book 373c.4 | πίστιν τε ἅμα τῆς ἀσπιδοποιΐας ἔχει b(BCE4)T καὶ τοῦ |
| book 373c.5.1 | συμπτώματος τῶν ποδῶν ἀναπλήρωσιν τῇ τέχνῃ. T δῆλος δέ |
| book 373c.5.2 | ἐστιν εἰδὼς μηχανικήν. b(BE4)T |
| book 374.1 | μεγάροιο: τοῦ τῶν θεῶν, ὅταν ἐπὶ τὸ αὐτὸ εἶεν συνηγ‐ |
| book 374.2 | μένοι πάντες. T |
| book 375a1.1 | ὑπὸ κύκλα ... θῆκεν: τινὲς „ὑπόκυκλα“ ὡς ὑπότροχα, |
| book 375a1.2 | οὐκ εὖ· ἔστι γὰρ τὸ ἑξῆς ὑπέθηκε. τὸ μέντοι ἐν τῇ Ὀδυσσείᾳ „τάλαρόν |
| book 375a1.3 | θ’ ὑπόκυκλον“ (δ 131) κατὰ σύνθεσιν ἀνεγνωσμένον ἑτέρου ἔχεται |
| book 375a1.4 | σημαινομένου. A |
| book 375a2.1 | ἡ ὑπό πρὸς τὸ ἔθηκε. τινὲς δὲ „ὑπόκυκλα“ ὡς ὑποπόδια, |
| book 375a2.2 | κακῶς. b(BC) T τὸ μέντοι „τάλαρον θ’ ὑπόκυκλον ἔθηκεν“ |
| book 375a2.3 | (δ 131) ὑφ’ ἕν, καὶ ἔχει οὐδετέρου παρασχηματισμόν. T |
| book 376a | ὄφρα οἱ αὐτόματοι 〈θεῖον δυσαίατ’ ἀγῶνα〉: |
| book 376a.1 | ὅτι ἐγκεκλιμένως ἀναγνωστέον, ἵνα ᾖ ὄφρα αὐτῷ. καὶ ὅτι θεῖον |
| book 376a.2 | ἀγῶνα λέγει τὴν συναγωγὴν τῶν θεῶν. A | ἐν δὲ ταῖς εἰκαιοτέραις |
| book 376a | „θεῖον κατὰ δῶμα νέοιντο“. AT |
| book 376b | 〈δυσαίατ’ ἀγῶνα:〉 ἐν ἄλλῳ „δύσονται ἀγῶνα“. Aim |
| book 377a.1 | ἠδ’ αὖτις πρὸς δῶμα 〈νεοίατο· θαῦμα ἰδέσθαι〉: |
| book 377a.2 | βραχὺ διασταλτέον ἐπὶ τὸ νεοίατο· μᾶλλον γὰρ ἐμφαίνει. A |
| book 377b.1 | θαῦμα ἰδέσθαι: διὰ τῶν τοιούτων προσθηκῶν γίνεται |
| book 377b.2 | πιστὸς ὁ λόγος· ὁμολογεῖ γὰρ καὶ αὐτὸς ὁ ποιητὴς ὅτι θαυμαστὰ |
| book 377b.3 | εἰσάγει καὶ ἐκπλήττοντα. b(BC) T |
| book 378-81.1 | 〈οἱ δ’ ἤτοι τόσσον μὲν ἔχον τέλος—ἀρ‐ |
| book 378-81.2 | γυρόπεζα〉: ἀξιοπίστως {δὲ} ὡς παρών, ἵνα δειχθῇ ἡ πρὸς τὴν |
| book 378-81.3 | Θέτιν σπουδή, ὅτι ἀτέλεστον τὸ ὑποκείμενον ἔργον ἐάσας ἐτελείωσεν, |
| book 378-81.4 | ὅσα ἠθέλησεν. A |
| book 378a.1 | οἱ δ’ ἤτοι 〈τόσσον μὲν ἔχον τέλοσ〉: ὅτι ἐπὶ τῶν |
| book 378a.2 | παρὰ μικρὸν τετελειωμένων οὕτως λέγει. „ὃς τὸ μὲν ἄλλο τόσον |
| book 378a.3 | φοῖνιξ ἦν“ (Ψ 454)· „τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα“ (Χ 322). |
| book 378a.4 | A |
| book 378b | τόσ〈σ〉ον μὲν ἔχον τέλος, 〈οὔατα δ’ οὔπω〉: |
| book 378b | τόσ〈σ〉ον T ἀντὶ τοῦ ὅλον, b(BC) T „ὃς τὸ μὲν ἄλλο |
| book 378b.1 | τόσον φοῖνιξ ἦν“ (Ψ 454)· οὕτως γάρ φησι πρὸς τὰ παρ’ ὀλίγον |
| book 378b.2 | τετελεσμένα. οἱ δὲ Γλωσσογράφοι τόσ〈σ〉ον ἀντὶ τοῦ τὸ σῶμα. T |
| book 378b.5.1 | οἱ δέ, ἐπὶ τοσοῦτον ἔσχον τὸ τέλος ὥστε τῶν ὤτων προσδεῖσθαι. |
| book 378b.5.2 | b(BC) T τινὲς δὲ τόσσον τὸ λοιπόν. b(B) T |
| book 379a | ἤρτυε: ἡτοίμαζε. b(BCE4)T |
| book 379b.1 | κόπτε δὲ δεσμούς: ἤλαυνε τοὺς ἥλους T ὥστε |
| book 379b.2 | καταπεῖραι τὰ ὦτα. μείζων δὲ ἡ χάρις τοῦ καταλιπόντος ἡμιτελὲς τὸ |
| book 379b.3 | ἔργον. b(BCE4)T |
| book 379c.1 | κόπτε: ἤλαυνε. δεσμούς δὲ τὰς λαβάς, ἢ τοὺς ἥλους |
| book 379c.2 | ἐνήργει. b(BCE4)T |
| book 381.1 | 〈τόφρα οἱ ἐγγύθεν ἦλθε θεὰ Θέτις ἀργυρόπεζα:〉 |
| book 381.2 | ἐν ἄλλῳ καὶ οὗτος εὑρέθη, ἀπέστραπτο δέ. Aim |
| book 382a.1 | 〈τὴν δὲ ἴδε προμολοῦσα〉 Χάρις λιπαροκρήδε‐ |
| book 382a.2 | μνος: προαπαντᾷ τῇ εὐεργετησάσῃ ἡ τοῦ Ἡφαίστου Χάρις, ὅτι δεῖ |
| book 382a.3 | τοὺς εὐεργέτας ἑτοίμως ἀμείβεσθαι. b(BC) T διὰ δὲ τὸ χαρίεντα |
| book 382a.4 | εἶναι τὰ δημιουργήματα Χάριν αὐτῷ καὶ Ἀφροδίτην συνοικίζουσιν. |
| book 382a.5 | ἢ ὡς πλουσίῳ συνοικεῖ· τούτοις γὰρ ἕπεται τὸ χαρίζεσθαι. b(B) T |
| book 382b.1 | τὴν δὲ ἴδε προμολοῦσα 〈Χάρισ〉: ζητεῖται, διὰ τί ἐν |
| book 382b.2 | Ὀδυσσείᾳ (sc. θ 267—366) τὴν Ἀφροδίτην παρίστησι γυναῖκα |
| book 382b.3 | Ἡφαίστου, ἐνθάδε δὲ τὴν Χάριν. κατ’ ἀμφότερα, ὅτι τῇ τέχνῃ τὴν |
| book 382b.4 | χάριν προσεῖναι δεῖ, ἵνα καὶ ἐπίχαρις ᾖ, καὶ ὅτι χάριν ἀποδίδωσι |
| book 382b.5 | τῇ Θέτιδι τῶν εἰς αὑτὸν ὑπ’ αὐτῆς εὐεργεσιῶν γενομένων πρότερον. |
| book 382b | A |
| book 382c.1 | λιπαροκρήδεμνος: καὶ ἀλλαχοῦ „λιπαρὰ κρήδεμνα“ |
| book 382c.2 | (α 334 al.) τὰ λαμπρά. T |
| book 383a.1 | καλή: τί γὰρ χάριτος τῷ διδόντι ἡδύτερον καὶ τῷ |
| book 383a.2 | λαμβάνοντι; b(B) T |
| book 383b.1 | τὴν ὤπυιε: τινὲς Θάλειαν αὐτήν, οἱ δὲ Ἀγλαΐαν ὀνο‐ |
| book 383b.2 | μάζεσθαι. T |
| book 383c.1 | ὤπυιε: παρὰ τὴν ὄπα, ὅθεν καὶ ὄαροι, ἢ διὰ τὰς ὁμιλίας |
| book 383c.2 | τὰς πρὸ τῶν γάμων, ἢ A b (BC) T ἀπὸ τοῦ ὀπάζειν ἣν πεποίη‐ |
| book 383c.3 | ται ἐκ μνηστείας, A b (BCE4)T ἢ παρὰ τὸ ἐφορᾶν τὰ κατὰ τὴν |
| book 383c.4 | γυναῖκα, ὡς τὸ „εἰ κεῖνός γ’ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι“ |
| book 383c.5 | (ς 254. τ 127). A T |
| book 385a.1 | τίπτε, Θέτι τανύπεπλε, ἱκάνεις ἡμέτερον δῶ: ἡ |
| book 385a.2 | χρηστὴ προσηγορία τὸ ἦθος ἐνδείκνυται Ἡφαίστου, b(BC) T ὡς |
| book 385a.3 | ἀεὶ ἐκείνου μεμνημένου αὐτῆς. T ἄγαν δὲ ὁ στίχος συντετρό‐ |
| book 385a.4 | χασται τῇ προθυμίᾳ τῆς ἐρωτήσεως. b(BC) T |
| book 385b1.1 | Θέτι τανύπεπλε, 〈ἱκάνεις ἡμέτερον δῶ〉: Ζηνό‐ |
| book 385b1.2 | δοτος „Θέτις τανύπεπλος, ἱκάνεις ἡμέτερον δέ“. T |
| book 385b2.1 | {ἡμέτερον δῶ:} παρὰ Ζηνοδότῳ „ἡμέτερον δέ“, καὶ „Θέ‐ |
| book 385b2.2 | τις τανύπεπλος ἱκάνεισ“. A |
| book 386a.1 | πάρος γε μὲν οὔτι θαμίζεις: ἀντὶ τοῦ †οὐδένα |
| book 386a.2 | ὡς†. ἐν ἤθει δὲ, ὥς φαμεν ‘τί σὺ πρὸς ἡμᾶς; οὐ γὰρ πυκνῶς εἴωθας πα‐ |
| book 386a | ραγίνεσθαι.‘ A b (BC) T |
| book 386b | 〈οὔτι:〉 ἀντὶ τοῦ οὐδ’ ὅλως. Til |
| book 387.1 | 〈προτέρω:〉 ἀντὶ τοῦ ἐς τὸ b(BC) Til ἔμπροσθεν. |
| book 387.2 | b(BCE4)Til |
| book 392a.1 | Ἥφαιστε, πρόμολ’ ὧδε· Θέτις νύ τι σεῖο χα‐ |
| book 392a.2 | τίζει: σύντομος ὁ λόγος καὶ πρέπων Χάριτι σπευδούσῃ πρὸς ἀπόδο‐ |
| book 392a.3 | σιν. b(BCE4)T |
| book 392b.1 | {ἥφαιστε πρόμολ’} ὧδε: ὅτι τὸ ὧδε οὕτως ὡς ἔχεις, |
| book 392b.2 | μηδὲν ὑπερθέμενος. καὶ ἐν Ὀδυσσείᾳ (ζ 218)· „ἀμφίπολοι, στῆθ’ |
| book 392b.3 | οὕτω 〈ἀπόπροθεν〉“. A |
| book 392c.1 | ὧδε: οὕτως ὡς ἔχεις σχήματος· οὕτω γὰρ ἂν σπουδαῖον |
| book 392c.2 | φαίνοιτο, ὡς καὶ Ἀχιλλεὺς „αὐτῇ σὺν φόρμιγγι“ (Ι 194) b(BCE4)T |
| book 392c.3 | καὶ „γείτονες ἄζωστοι ἔκιον“ (Hsd. opp. 345). οἱ δὲ πλεονάζειν τὸ |
| book 392c.4 | οὕτως, ὡς „στῆθ’ οὕτω ἀπόπροθεν“ (ζ 218), ἐπεί τοι καὶ συντίθησι |
| book 392c.5.1 | τὰ σκεύη καὶ ἀπονίζεται (cf. Σ 412—5). T οὐδέποτε δὲ τὸ ὧδε |
| book 392c.5.2 | τοπικῶς παρὰ τῷ ποιητῇ λαμβάνεται. b(BCE4)T |
| book 392d.1 | Θέτις νύ τι 〈σεῖο χατίζει〉: διὰ τὸ μὴ θαμίζειν ἐστό‐ |
| book 392d.2 | χασται τὴν νῦν παρουσίαν αὐτῆς ὡς κατὰ χρείαν γενομένην. Πλάτων |
| book 392d.3 | δὲ πρὸς τοῦτο γενόμενός φησι· „Πλάτων νύ τι σεῖο χατίζει“. A |
| book 394a.1 | ἦ ῥά νύ μοι 〈δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον〉: |
| book 394a.2 | οὐκ ἐμέλλησεν ὁ Ἥφαιστος· οὐδὲ γὰρ προελθὼν καὶ θεασάμενος τὴν |
| book 394a.3 | Θέτιν ἤρξατο τῶν λόγων, ἀλλ’ ἐντὸς ὢν ἀναβοᾷ· ἑξῆς γοῦν ἐπιφέρει· |
| book 394a | „ἦ, καὶ ἀπ’ ἀκμοθέτοιο πέλωρ αἴητον ἀνέστη“ (Σ 410). ἄκρως δὲ παι‐ |
| book 394a.5 | δεύει ὁ λόγος πρὸς τὸ μεμνῆσθαι χαρίτων. b(BCE4)T |
| book 394b.1 | ἦ ῥά νύ μοι 〈δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον〉: |
| book 394b.2 | χρηστὸν τὸ ἦθος· ἣν γὰρ μήπω οἶδεν, ἀκούσας ἐνδείκνυται τὴν προ‐ |
| book 394b.3 | θυμίαν. ὥσπερ πρὸ πολλοῦ εὐχόμενος δεηθῆναι αὐτοῦ τὴν Θέτιν, |
| book 394b.4 | ἀναπεφώνηκεν εἰλημμένος ὧν ἤθελεν. A |
| book 395-8.1 | ἥ μ’ ἐσάως’ 〈ὅτε μ’ ἄλγος—κόλπῳ〉: καλῶς |
| book 395-8.2 | αὐτὸς μέμνηται τῆς εὐεργεσίας, οὐ Θέτις· ὀνειδιζούσης γὰρ ἦν· ὡς |
| book 395-8.3 | Δημοσθένης (or. 18, 269)· „ἐγὼ νομίζω τὸν εὖ παθόντα δεῖν ἀεὶ με‐ |
| book 395-8.4 | μνῆσθαι πάντα τὸν χρόνον, τὸν ποιήσαντα δ’ εὐθὺς ἐπιλελῆσθαι.“ |
| book 395-8.5.1 | b(BCE4)T ὁ δὲ Ζεύς (οὐ γὰρ ἔδει τὸν τύραννον ὁμολογεῖσθαι τὸ |
| book 395-8.5.2 | μέλλειν δεδέσθαι) λόγῳ μὲν οὐχ ὁμολογεῖ, ἔργῳ δὲ ἀποδίδωσι. χρη‐ |
| book 395-8.5.3 | στὸν οὖν τὸ ἦθος ἐπικουρούσης ἀεὶ τοῖς δεομένοις, Ἡφαίστῳ, Διονύσῳ |
| book 395-8.5.4 | (cf. Ζ 136—7), Διΐ (cf. Α 401—6). καὶ τῆς ποιήσεως οἰκονομία ἡ τῆς |
| book 395-8.5.5 | Θέτιδος χρηστοήθεια· Διῒ μὲν ἀμύνει, ἵνα καὶ κακώσῃ Ἕλληνας, |
| book 395-8.10.1 | Ἡφαίστῳ δέ, ἵνα ποιήσῃ Ἀχιλλεῖ τὴν πανοπλίαν, Διονύσῳ δὲ διὰ |
| book 395-8.10.2 | τὸν ἀμφιφορῆα, ἵνα τῷ Ἀχιλλεῖ εἴη σορός (cf. ω 74—5)· b(BE4)T |
| book 395-8.10.3 | καὶ τάφῳ γὰρ αὐτὸν κοσμῆσαι πέρα τῶν ἄλλων βούλεται. φιλότεκνος |
| book 395-8.10.4 | δὲ ἡ πάσης εὐεργεσίας ἀμοιβὴν εἰς τὸν παῖδα καταθεμένη. T |
| book 395a.1 | τῆλε πεσόντα: τινὲς γεννηθέντα· T „πέσῃ μετὰ |
| book 395a.2 | ποσσὶ γυναικόσ“ (Τ 110), b(BCE4)T ἢ ἀπορριφέντα. φασὶ |
| book 395a.3 | κρύφα μιγνυμένην Διῒ τετοκέναι· διὸ καὶ κεκρυφέναι παρ’ Ὠκεανῷ· οὗ |
| book 395a.4 | καὶ ἐτρέφετο. T |
| book 395b.1 | ἄλλως· τῆλε πεσόντα: οὐ λέγει ὅτι ἄνωθεν ἀπ’ οὐρανοῦ |
| book 395b.2 | ἔρριψεν αὐτὸν ἡ μήτηρ, ἀλλὰ τὸ πεσόντα τεχθέντα ἐστίν. b(BCE4) |
| book 395b.3 | T τὸ δὲ τῆλε ἀντὶ τοῦ τηλόθι, παρὰ τῷ Ὠκεανῷ γεννηθέντα. |
| book 395b.4 | b(BE4)T |
| book 396.1 | κυνώπιδος: ἐπὶ μνήμην ἐλθὼν τῶν ἀτυχημάτων λοιδορεῖ‐ |
| book 396.2 | ται τῇ μητρί. b(BCE4)T | γράφεται δὲ καὶ „βοώπιδοσ“. T |
| book 397.1 | χωλὸν ἐόντα: ἡ μὲν τοῦ παιδὸς δόξαν προέκρινεν· ἡ δὲ |
| book 397.2 | Θέτις τὸν ξένον, εἰ καὶ χωλὸς ἦν, οὐκ ἀπεβάλετο. b(B, C [bis], E4)T |
| book 398-9a.1 | Εὐρυνόμη ... / Εὐρυνόμη: εὐχάριστος ὁ καὶ τῆς |
| book 398-9a.2 | ἀπούσης εὐεργέτιδος μνημονεύων. μᾶλλον δὲ ἦθος ἐμφαίνει ἐπαναλη‐ |
| book 398-9a.3 | φθὲν τὸ ὄνομα. b(BCE4)T |
| book 398-9b.1 | ἄλλως· Εὐρυνόμη 〈... / Εὐρυνόμη〉: ἐπαναλαμβά‐ |
| book 398-9b.2 | νει, ὡς τῆς Χάριτος μητρὸς οὔσης Εὐρυνόμης· „οἱ δ’ ἕνεκ’ Εὐρυνόμη |
| book 398-9b.3 | Τιτηνιὰς εἶπαν ἔτικτε“ (Call. fr. 6). T |
| book 398-9c.1 | Εὐρυνόμη ... / Εὐρυνόμη: ἡδέως τῇ ἐπαναλήψει τοῦ |
| book 398-9c.2 | ὀνόματος καὶ ἐπὶ τῆς ἀπουσίας ἐνδεικνύμενος τῇ Θέτιδι ὡς οὐ διὰ παρ‐ |
| book 398-9c.3 | ουσίαν αὐτῆς ἀπομνημονεύει τῆς χάριτος. A |
| book 399 | ἀψορρόου: ταχυρρόου, †ἐπειδὴ καὶ† Ὠκεανός. ἢ b(BC) |
| book 399 | T παλιρρόου διὰ τὸ κύκλῳ περιθεῖν τὴν γῆν. b(BCE4)T |
| book 400a1.1 | τῇσι παρ’ εἰνάετες 〈χάλκευον δαίδαλα πολλά〉: |
| book 400a1.2 | ἔστι μὲν τὸ ἑξῆς παρὰ τῇσι, οὐκ ἀναστρεπτέον δὲ διὰ τὴν συναλιφήν. |
| book 400a1.3 | A | Ζηνόδοτος δὲ καὶ Ἀριστοφάνης „δαίδαλα πάντα“. AAim |
| book 400a2.1 | {δαίδαλα πολλά:} οἱ περὶ Ἀριστοφάνην „δαίδαλα πάν‐ |
| book 400a2.2 | τα“. T |
| book 400b.1 | τῇσι παρ’ εἰνάετες: οὐκ ἀναστρεπτέον τὴν παρά, |
| book 400b.2 | ἐπεὶ πᾶσα πρόθεσις συναληλιμμένη καὶ μὴ ἔχουσα ἀνάπαυσιν οὐκ |
| book 400b.3 | ἀναστρέφεται. σεσημείωται τὸ „στεῦτο γὰρ Ἡφαίστοιο πάρ’ οἰσέμεν |
| book 400b.4 | ἔντεα“ (Σ 191). b(BC) T |
| book 400c.1 | δαίδαλα: μικρὰ τορεύματα, b(BCE4)T ὡς καὶ ἐπὶ |
| book 400c.2 | Ὀδυσσέως „πάροιθε δὲ δαίδαλον ἦεν“ (τ 227). T οἰκεῖα δὲ ταῦτα |
| book 400c.3 | καὶ τῇ ἡλικίᾳ τοῦ δημιουργοῦ καὶ ταῖς ὑποδεξαμέναις αὐτὸν θεαῖς. |
| book 400c.4 | b(BCE4)T τελειωθεὶς δὲ ἔμψυχα δημιουργεῖ. T |
| book 401a.1 | ἕλικας: ἤτοι οἱ σύνδεσμοι τῆς κεφαλῆς, ἢ κόσμος ἀπὸ τῶν |
| book 401a.2 | ὅρμων ἐξηρτημένος. A |
| book 401a.1 | κάλυκας: ἐμφερῆ ῥόδοις. | οἱ δὲ δακτυλίους· A b (BC) T |
| book 401a.2 | οἱ δὲ ἐνώτια. | οἱ δὲ χρυσᾶς σύριγγας τοὺς πλοκάμους περιεχούσας φα‐ |
| book 401a.5 | σίν, A b (B) T „οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο“ (Ρ 52). A T |
| book 403-4.1 | οὐδέ τις ἄλλος 〈/ ᾔδεεν—ἀνθρώπων〉: δεῖγ‐ |
| book 403-4.2 | μα χρηστότητος· οὐ γὰρ μόνον ἔλαβον καὶ ἔτρεφον, ἀλλὰ καὶ ἐν ἀρ‐ |
| book 403-4.3 | ρήτῳ φυλακῇ, μὴ καὶ λάθοι ἐπιβουλευθεὶς ὑπὸ τοῦ Κρόνου. b(BCE4)T |
| book 404 | 〈ᾔδεεν:〉 οὕτως ᾔδεεν. γράφεται δὲ καὶ „ᾔδειν“. Aint |
| book 406 | ἥ {νῦν ἡμέτερον}: πρὸς τὸ πρῶτον ὑπήντησεν. T |
| book 407a | 〈ζωάγρια:〉 μετὰ τοῦ ι τὸ ζωάγρια ὁ Ἀρίσταρχος. Aim |
| book 407b.1 | ζῳάγρια: χαριστήρια τοῦ εἰς τὸ ζῆν ἦχθαι. b(BCE4)T |
| book 407b.2 | μετὰ δὲ τοῦ 〈ι〉, ἐπεὶ καὶ Σιμωνίδης (Sem. Am. fr. 13, 2 W.) φησί· |
| book 407b.3 | „τὸ ζώϊον κάκιστον ἔκτηται βίον“ περὶ τοῦ κανθάρου. T |
| book 409a1.1 | ὅπλα {τε πάντα}: ὅπλα τὰ πρός τι εὐθετοῦντα· „ὅπλ’ |
| book 409a1.2 | ἐν χερσὶν ἔχων 〈χαλκήϊα, πείρατα τέχνησ〉“ (γ 433). T |
| book 409a2 | τὰ πρός τι εὔθετα καὶ συνεργοῦντα τῷ τεχνίτῃ. b(BCE4) |
| book 410a | 〈ἀκμοθέτοιο:〉 τοῦ πρὸς τῷ ἀκμοθέτῳ ἔργου. b(BCE4)Til |
| book 410b.1 | πέλωρ αἴητον {ἀνέστη}: πέλωρα λέγουσι τὰ παρηλ‐ |
| book 410b.2 | λαγμένα· ὁ δὲ Ἥφαιστος „ἀμφιγυήεισ“ (Α 607 al.). αἴητον δὲ μέγα· |
| book 410b.3 | καὶ ἐπέγκειται τὸ ι, „θάρσος ἄητον ἔχουσα“ (Φ 395). A |
| book 410c.1 | πέλωρ αἴητον: καλῶς θεὸν διαγράφων θαῦμά τι αὐτὸν |
| book 410c.2 | εἶναι μέγα φησίν. ἔστιν οὖν τέρας μέγα· T τὸ γὰρ πέλωρ ἐπὶ |
| book 410c.3 | μεγέθους τάσσεται. τὸ δὲ αἴητον Ἡρωδιανὸς (2,108,14) σχημα‐ |
| book 410c.4 | τίζει παρὰ τὸ εἰμί, ἐτόν ἄητον αἴητον, τὸ μέγα καὶ ἀνύπαρκτον καὶ |
| book 410c.5.1 | παρὰ μηδενὶ ὄν. b(BC) T οἱ δὲ ὡρμημένον, παρὰ τὸ „δίχα δέ |
| book 410c.5.2 | σφιν ἐνὶ φρεσὶ θυμὸς ἄητο“ (Φ 386). T τινὲς δὲ b(BC) T ἀετη‐ |
| book 410c.5.3 | δὸν †χωλεύων†, ἐπεὶ τὰ γαμψώνυχα τῶν ὀρνέων χωλεύει. b(BCE4) |
| book 410c | T οἱ δὲ παρὰ τὸ αἴθω, τὸ πυρῶδες. T |
| book 410d.1 | {πέλωρ} αἴητον: ὁ Ἀσκαλωνίτης (p. 58 B.) προπαροξύ‐ |
| book 410d.2 | νει, ἐκδεχόμενος πλεονασμὸν τοῦ ι παρὰ τὸ „θάρσος ἄητον ἔχουσα“ |
| book 410d.3 | (Φ 395), οἷον ταχὺ καὶ κινητικόν. Πρωτέας δὲ 〈ἐν ἴσῳ〉 τῷ ὡρμημένῳ, |
| book 410d.4 | παρὰ τὸ ἄω. ἄλλοι δὲ ἐκ παραλλήλου τὸ μέγα, παρὰ τὴν αἶαν τὴν |
| book 410d.5.1 | γῆν. ἐγὼ δὲ ἐπιζητῶ τὸ „ἄητον“ (Φ 395) πῶς δυνατὸν τρίτην ἀπὸ |
| book 410d.5.2 | τέλους ἔχειν τὴν ὀξεῖαν, ἐπιθετικῶς κείμενον. μήποτε οὖν ὀφείλομεν |
| book 410d.5.3 | πείθεσθαι τῷ Φιλοξένῳ (fr. 578 Th.)· φησὶ γὰρ αὐτὸ σύνθετον εἶναι παρὰ τὸ ἐτός, |
| book 410d.5.4 | ὡς θετός, ὃ σημαίνει τὴν ὕπαρξιν, ἐξ οὗ τὸ ἀληθές, ὃ καὶ γίνεται ἐτεός. |
| book 410d.5.5 | ἐγένετο δὲ καὶ τὸ πληθυντικὸν οὐδέτερον ἐν ἐπιρρηματικῇ τάξει· „ὡς |
| book 410d.10.1 | ἐτὰ Τημενίδος χρύσεον γένοσ“ (Call. fr. 780), καὶ τὸ παρὰ τοῖς Ἀττι‐ |
| book 410d.10.2 | κοῖς ‘οὐκ ἐτόσ‘ ἀντὶ μεσότητος τῆς ἐτῶς. τὸ παρὰ μηδενὶ οὖν ὑπαρκτόν, |
| book 410d.10.3 | τουτέστι μέγα, ἄετον καὶ ἄητον. καὶ δῆλον ὅτι ἀπολέλυται ὁ τόνος· |
| book 410d.10.4 | ὁρᾶται γὰρ σύνθετα τοιαῦτα βαρυνόμενα, ἄρρητον ἄκλητον ἄκμητον· |
| book 410d.10.5 | οὕτως „ἄητον“. A |
| book 411a | 〈ἁραιαί:〉 δασύνεται τὸ ἁραιαί. Aim |
| book 411b.1 | 〈ἁραιαί:〉 λεπταί. εἰ δὲ b(BC) Til ψιλῶς, βεβλαμ‐ |
| book 411b.2 | μέναι. b(BCE4)Til |
| book 413a.1 | λάρνακ’ ἐς ἀργυρέην 〈συλλέξατο, τοῖς ἐπονεῖτο〉: |
| book 413a.2 | ὅτι λάρνακα τὴν κιβωτόν· νεωτερικὸν γὰρ ὄνομα ἡ κιβωτός. καὶ |
| book 413a.3 | ὅτι ἐπονεῖτο ἀντὶ τοῦ ἐνήργει. A |
| book 413b | λάρνακα: τοῦτο Ἑλληνικόν, τὸ δὲ ἀντίπηξ Δωρικόν, |
| book 413b | καὶ γαζοφυλάκιον 〈ὡσ〉 ἀρτάβη Περσικόν. T |
| book 414.1 | 〈σπόγγῳ δ’ ἀμφὶ πρόσωπα καὶ ἄμφω χεῖρ’ ἀπο‐ |
| book 414.2 | μόργνυ:〉 ἵνα εὐπρεπῶς συντύχῃ. Til |
| book 415a.1 | αὐχένα τε στιβαρόν: ἄνωθεν γὰρ παχεῖς εἰσιν οἱ τὰ |
| book 415a.2 | κάτω μέρη πεπηρωμένοι. b(BCE4)T |
| book 415b.1 | λαχνήεντα: ἡ γὰρ πυρώδης οὐσία καὶ ἐν ἡμῖν αἰτία τῆς |
| book 415b.2 | τῶν τριχῶν ἐκφύσεως. b(BCE4)T |
| book 416a | 〈δῦ δὲ〉 χιτῶνα: ὡς ἐργάτης, οὐ φᾶρος. b(BCE4)T |
| book 416b.1 | ἕλε δὲ σκῆπτρον παχύ: ὅτι οὐ παρέλκει τὸ παχύ, |
| book 416b.2 | ἀλλὰ πρὸς τὸ ἐπερείδειν χωλὸν ὄντα τὸν Ἥφαιστον, περὶ οὗ φησιν |
| book 416b.3 | „πέλωρ αἴητον ἀνέστη“ (Σ 410)· ὡς καὶ τὸ „στησαμένη μέγαν |
| book 416b.4 | ἱστόν“ (β 94). A |
| book 416c.1 | 〈ἕλε δὲ〉 σκῆπτρον παχύ: ὡς χωλός. ἢ ὅτι δίχα |
| book 416c.2 | ὕλης οὐ σῴζεται πῦρ. T |
| book 418-20.1 | χρύσειαι, 〈ζωῇσι νεήνισιν ἐοικυῖαι· — |
| book 418-20.2 | ἴσασιν〉: καὶ ταῦτα πάλιν προπαρασκευὴ εἰς τὴν ὁπλοποιΐαν ὅτι |
| book 418-20.3 | καὶ τὰς θεραπείας εἶχεν ὑφ’ ἑαυτοῦ δεδημιουργημένας. ἀξιοπίστως δὲ |
| book 418-20.4 | τὸ ἐστί (419) καὶ ἴσασιν (420)· ὡς γὰρ πεπεισμένος καὶ παρηκολου‐ |
| book 418-20.5 | θηκὼς ἐκφέρει ταῦτα. T |
| book 418 | 〈ζωῇσι νεήνισιν ἐοικυῖαι:〉 οἶδεν ἄρα καὶ ἀνδριαντο‐ |
| book 418 | πλαστικήν. Til |
| book 420 | 〈ἔργ’ ἴσασιν:〉 τὰ τῆς ταλασιουργίας. Til |
| book 421a | 〈ὕπαιθα:〉 ἔμπροσθεν. Til |
| book 421b.1 | ἔρρων: ὅτι ἔρρων οὐ ψιλῶς πορευόμενος, ἀλλὰ διὰ τὴν |
| book 421b.2 | χωλότητα φθειρόμενος. A |
| book 421c | ἔρρων: ἐπαχθῶς διὰ τὴν χώλωσιν βαδίζων. T |
| book 424-7.1 | τίπτε Θέτι—τετελεσμένον ἐστίν: ἐπαινε‐ |
| book 424-7.2 | τὸς ὁ ἄρχων τοῦ λόγου καὶ μὴ περιμείνας τὴν αἴτησιν, καὶ τὸ σύντομον |
| book 424-7.3 | τοῦ ἐπειγομένου ἀποδοῦναι καὶ τὸ σῶφρον τῆς ἐπαγγελίας ὡς δυνατὰ |
| book 424-7.4 | ἐπαγγελλομένου. b(BCE3E4)T |
| book 424.1 | Θέτι τανύπεπλε, ἱκάνεις ἡμέτερον δῶ: παρὰ Ζηνο‐ |
| book 424.2 | δότῳ „ἡμέτερον δέ“ καὶ „Θέτις τανύπεπλος ἱκάνεισ“. A |
| book 425-6.1 | 〈πάρος γε μὲν οὔ τι θαμίζεις. /〉 αὔδα ὅ, τι |
| book 425-6.2 | φρονέεις: οὐκοῦν καὶ αὐτὸς τοῦτο ἐπισημαίνεται τὸ χρείαν τινὸς |
| book 425-6.3 | ἔχουσαν ἥκειν τὴν Θέτιν τὸ πρόσθεν οὐκ εἰωθυῖαν τοῦτο πράσσειν. |
| book 425-6.4 | b(BCE3E4)T |
| book 426 | 〈ἄνωγεν:〉 ἐν ἄλλῳ „ἀνώγει“. Aim |
| book 428.1 | Θέτις κατὰ δάκρυ χέουσα: περιπαθές ἐστι τὸ τῆς |
| book 428.2 | θεοῦ πρόσωπον· τρεῖς γὰρ θεοὺς εὐεργετήσασα τὰς ἀμοιβὰς εἰς τὸν |
| book 428.3 | παῖδα εὑρίσκεται παρ’ αὐτῶν λαμβάνουσα κατατιθεμένη. τὸ δὲ δα‐ |
| book 428.4 | κρύειν πρὸς πάθος αὐτῇ συμβάλλεται. A |
| book 429-31.1 | ἦ ἄρα δή τις, ὅσαι θεαί〈—ἄλγε’ ἔδω‐ |
| book 429-31.2 | κεν〉: ἐμιμήσατο ἦθος θηλειῶν, οὐ περὶ ὧν ἠρώτηται ἀποκρινομένη, |
| book 429-31.1 | ἀλλὰ περὶ ὧν ἐλυπεῖτο. b(BCE3E4)T καὶ οὐδὲ ταῖς εὐεργεσίαις |
| book 429-31.2 | ἐμαρτύρησε λέγουσα „ναὶ δὴ ταῦτά γε, 〈τέκνον, ἐτήτυμον〉“ (Σ |
| book 429-31.5 | 128). T |
| book 432a.1 | ἐκ μέν 〈μ’〉 ἀλλάων 〈ἁλιάων ἀνδρὶ δάμασσεν〉: |
| book 432a.2 | ἔοικεν ἀγνοεῖν τὰ περὶ Ψαμάθης ὁ ποιητής. T |
| book 432b.1 | ἀνδρὶ δάμασ〈σ〉εν: καὶ πῶς φησιν Ἥρα· „καὶ ἀνδρὶ |
| book 432b.2 | πόρον παράκοιτιν“ (Ω 60); ἢ ὅτι τῶν συμβαινόντων τῷ Διῒ τὴν |
| book 432b.3 | αἰτίαν ἀναφέρουσιν ὡς ἄρχοντι. ἢ κατὰ τὴν νέαν ἱστορίαν ὅτι αὐτὸς |
| book 432b.4 | αὐτῇ αἴτιος γέγονε τοῦ γάμου. b(BCE3E4)T |
| book 433-4.1 | 〈καὶ ἔτλην ἀνέρος εὐνήν / πολλὰ μάλ’ οὐκ ἐθέ‐ |
| book 433-4.2 | λουσα:〉 ἐπὶ τὸ εὐνήν (433) βραχὺ διασταλτέον. Aint |
| book 433 | ἔτλην: οἰκεία ἡ λέξις ἐπὶ τῆς ἀκούσης (cf. Σ 434). b(BCE3)T |
| book 434a.1 | πολλὰ μάλ’ 〈οὐκ ἐθέλουσα〉: ἐντεῦθεν οἱ νεώτεροι τὰς |
| book 434a.2 | μεταμορφώσεις αὐτῆς φασιν. ἔστιν οὖν ‘ἐπὶ πολὺ οὐ θέλουσα‘. T |
| book 434b.1 | πολλὰ μάλ’ οὐκ ἐθέλουσα: οὐχ ὅτι μετεβάλλετο, |
| book 434b.2 | ἀλλὰ προειδυῖα τὰ μέλλοντα ἔσεσθαι τῷ γάμῳ δυσχερῆ ἀπηρνεῖτο τὴν |
| book 434b.3 | σύζευξιν. A |
| book 434-5.1 | γήραϊ 〈...〉 ἀρημένος: βεβλαμμένος τῇ ταπεινώσει |
| book 434-5.2 | τοῦ γήρως. b(BCE3)T |
| book 435-6.1 | ἄλλα δέ μοι νῦν. / υἱὸν ἐπεί μοι δῶκε: στικτέον |
| book 435-6.2 | ἐπὶ τὸ νῦν (435), καὶ ἀπ’ ἄλλης ἀρχῆς ἀναγνωστέον τὸ διήγημα |
| book 435-6.3 | υἱὸν ἐπεί μοι δῶκεν (436), ὡς κἀκεῖ „κούρην, ἣν ἄρα μοι“ (Π 56). |
| book 435-6 | ὁ δὲ λόγος· ἄλλα δέ μοι νῦν ἐστι, λείποντος τοῦ ῥήματος. A |
| book 435.1 | ἄλλα δέ μοι νῦν: ἀπὸ κοινοῦ τὸ „ἐκ πασέων Κρονίδης |
| book 435.2 | Ζεὺς ἄλγε’ ἔδωκεν“ (Σ 431). b(BCE3)T |
| book 437a1.1 | ἔξοχον ἡρώων: κατὰ τοῦτο γὰρ ἀλγεῖ ὅτι οὐ μόνον |
| book 437a1.2 | υἱοῦ, ἀλλὰ καὶ ἀριστέως στερήσεται. T |
| book 437a2.1 | οὐ μόνον υἱοῦ φησιν, ἀλλὰ καὶ ἀριστέως στερίσκομαι, τὸ |
| book 437a2.2 | δεινότερον. b(BCE3E4) |
| book 438a.1 | τὸν μὲν ἐγὼ 〈θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆσ〉: |
| book 438a.2 | ὅτι καθ’ Ὅμηρον ἡ Θέτις ἔθρεψε τὸν Ἀχιλλέα, οὐ Χείρων, ὡς οἱ νεώ‐ |
| book 438a.3 | τεροι. A |
| book 438b.1 | θρέψασα: οὐκοῦν τὸν Ἀχιλλέα ὁ ποιητὴς ὑπὸ τῆς μητρὸς |
| book 438b.2 | τετράφθαι φησίν. T |
| book 441.1 | 〈οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω:〉 ἔν |
| book 441.2 | τισιν οὐ κεῖται. Aim |
| book 442-3.1 | ὄφρα δέ μοι ζώῃ 〈καὶ ὁρᾷ φάος ἠελίοιο, / ἄχνυ‐ |
| book 442-3.2 | ται〉: πάντα οὖν δεινὰ τὰ περὶ τὸν υἱὸν ὅτι καὶ ὠκύμορος (vide Σ |
| book 442-3.3 | 458) καὶ τὸν βραχὺν τοῦτον χρόνον λυπεῖται. b(BCE3E4)T |
| book 442.1 | 〈ὄφρα δέ μοι ζώει:〉 οἰκεῖον μητρὶ τὸ ζώει μοι. b |
| book 442.2 | (BCE3) |
| book 444-56a.1 | κούρην, ἣν ἄρα οἱ〈—κῦδος ἔδωκε〉: ἀθε‐ |
| book 444-56a.2 | τοῦνται στίχοι τρεῖς καὶ δέκα, ὅτι συνήγαγέ τις τὰ διὰ πολλῶν εἰρη‐ |
| book 444-56a.3 | μένα εἰς ἕνα τόπον, ὡς ἐκεῖνα „ᾠχόμεθ’ ἐς Θήβην ἱερὴν πόλιν“ (Α |
| book 444-56a | 366). διὰ δὲ τῶν ἑξῆς (sc. Σ 457—61) ἐπιδείκνυσιν ὅτι τε ὁ Πάτροκλος |
| book 444-56a.5.1 | τελευτήσας ἀπώλεσε τὰ ὅπλα καὶ πάρεστιν ἕτερα ληψομένη. διὰ μέν‐ |
| book 444-56a.5.2 | τοι τούτων (sc. 444—56) οὐδὲν ἀναγκαῖον λέγεται. καὶ ψεῦδος πε‐ |
| book 444-56a.5.3 | ριέχουσιν· οὐ γὰρ ταῖς λιταῖς πεισθεὶς Ὀδυσσέως καὶ Αἴαντος ἐξέ‐ |
| book 444-56a.5.4 | πεμψε τὸν Πάτροκλον (cf. 448—52), ἀλλ’ ὕστερον ἑκουσίως ὁ Πά‐ |
| book 444-56a.5.5 | τροκλος κατελεήσας τὴν φθορὰν τῶν Ἑλλήνων ἱκέτευσε δοθῆναι |
| book 444-56a.10 | αὐτῷ τοῦ Ἀχιλλέως τὰ ὅπλα. A |
| book 444-56b.1 | κούρην, ἣν ἄρα οἱ〈—κῦδος ἔδωκε〉: ἀνακεφα‐ |
| book 444-56b.2 | λαίωσις αὕτη. κακῶς οὖν ἀθετεῖ Ἀρίσταρχος· πῶς γὰρ οὐκ ἄτοπον τὰ |
| book 444-56b.3 | μὲν περὶ τοῦ γάμου (cf. Σ 431—5) παλαιά τε ὄντα καὶ πᾶσι δῆλα λέ‐ |
| book 444-56b.4 | γειν, σιωπᾶν δὲ δι’ ὃ ἦλθεν; b(BCE3E4)T |
| book 457a.1 | τοὔνεκα νῦν τὰ σὰ 〈γούναθ’ ἱκάνομαι〉: μετρίως |
| book 457a.2 | πάνυ, ὡς χάριν αἰτουμένη καὶ οὐκ ὀφειλομένην ἀπαιτοῦσα. A |
| book 457b.1 | 〈γούναθ’〉 ἱκάνομαι: ἱκετεύω. b(BCE3)T καὶ |
| book 457b.2 | ἀπὸ ἐλέου δὲ ἤρξατο καὶ εἰς ἔλεον κατέπαυσε τὸν λόγον, οὐχ ὡς |
| book 457b.3 | ἀπαιτοῦσα χάριν, ἀλλ’ ὡς δεομένη. b(BCE3E4)T |
| book 458a.1 | υἱεῖ ἐμ’ ὠκυμόρῳ: οὐ διαλείπει τοῦτο προβαλλομένη, |
| book 458a.2 | ὡς καὶ πρὸς τὸν Δία „τίμησόν μοι υἱόν, ὃς ὠκυμορώτατος ἄλλων / |
| book 458a.3 | ἔπλετο“ (Α 505—6). A |
| book 458b1.1 | 〈ἐμ’ ὠκυμόρῳ:〉 ἔξω τοῦ ι τὸ ἐμωκυμόρῳ· συνεκτέθλι‐ |
| book 458b1.2 | πται γὰρ τῷ ω τὸ ι. A Aint |
| book 458b2 | ἄνευ τοῦ ι τὸ ἐμῷ· ἐκτέθλιπται γάρ. b(BCE3)T |
| book 458c | ὠκυμόρῳ: ἔλεον ἐκίνησε, πρὸς ὀλιγοχρόνιον χρῆσιν |
| book 458c | αἰτουμένη τὴν χάριν τῷ υἱῷ. b(BCE3E4)T |
| book 460a.1 | καὶ θώρηχ’· ὃ γὰρ ἦν οἱ, 〈ἀπώλεσε πιστὸς |
| book 460a.2 | ἑταῖροσ〉: ὅτι 〈ἀ〉καταλλήλως εἴρηκεν, ὃ γὰρ ἦν αὐτῷ ἀντὶ τοῦ ὃν |
| book 460a.3 | γὰρ εἶχεν. καὶ ὅτι οἱ ἠθετημένοι (sc. Σ 444—56) περισσοί. | ὑποστι‐ |
| book 460a.4 | κτέον δὲ μετὰ τὸ οἷ· τὸ γὰρ ὅ ἀντὶ ὑποτακτικοῦ κεῖται τοῦ ὅς· |
| book 460a.5.1 | ὃς γὰρ ἦν αὐτῷ, τοῦτον ἀπώλεσεν ὁ ἑταῖρος· λείπει γὰρ τὸ τοῦτον, |
| book 460a.5.2 | τῆς ἀναφορᾶς ἐπὶ τὸν θώρακα, οὐκ ἐπὶ τὸν Πάτροκλον οὔσης, ὡς |
| book 460a.5.3 | ᾠήθησάν τινες. A |
| book 460b.1 | καὶ θώρηχ’· ὃ γὰρ ἦν οἱ, 〈ἀπώλεσε πιστὸς |
| book 460b.2 | ἑταῖροσ〉: τινὲς ἐπὶ τοῦ θώρακος τὸ ὅ· ἀλλὰ πάντα ἀπώλεσε, καὶ οὐκ |
| book 460b.3 | ἂν περὶ τῆς ἀπωλείας μόνου τοῦ θώρακος εἶπεν. οἱ δὲ ἐπὶ τοῦ ἑταῖρος, |
| book 460b.4 | καὶ λείπειν ‘ταῦτα‘. b(BCE3E4)T τινὲς δὲ „ἃ γὰρ ἦν οἱ“, |
| book 460b.5.1 | ὅπλα. | πῶς δὲ ξίφος οὐκ αἰτεῖ; b(BE3E4)T τινὲς οὖν φασι |
| book 460b.5.2 | ξίφος Νηρέα παρ’ Ἡφαίστου ἔχοντα δοῦναι Θέτιδι, τὴν δὲ Ἀχιλλεῖ. |
| book 460b.5.3 | ἢ T ὅτι καὶ ἄλλα εἶχεν ἰσοπαλῆ ξίφη τῷ ἀπολομένῳ. b(BE3E4) |
| book 460b.5.4 | T |
| book 461.1 | Τρωσὶ δαμείς: ὅτι εἰ προειρήκει (sc. in versibus Σ 454—6) |
| book 461.2 | ὅτι Πάτροκλος ἀνῄρηται, οὐκ ἂν ἐκ δευτέρου ἔλεγεν. καὶ ὅτι Τρωσίν |
| book 461.3 | ἀντὶ τοῦ ὑπὸ Τρώων. A |
| book 463.1 | ταῦτα: τὰ περὶ τῶν ὅπλων, περὶ ὧν νῦν διαλέγεται αὐτῷ· |
| book 463.2 | b(BCE3E4)T ταῦτα γὰρ ὑπάρξει, ὅσα ἐστὶν ἐπὶ τῷ Ἡφαίστῳ. |
| book 463.3 | T |
| book 464-6 | αἲ γάρ μιν θανάτοιο 〈δυσηχέος ὧδε δυναίμην / |
| book 464-6.1 | νόσφιν ἀποκρύψαι, ὅτε μιν μόρος αἰνὸς ἱκάνοι, / ὥς οἱ |
| book 464-6.2 | τεύχεα καλὰ παρέσσεται〉: διασταλτέον ἐπὶ τὸ ἱκάνοι (465)· |
| book 464-6.3 | τὸ γὰρ ὥς (466) κυρίως κεῖται ἐπιφερόμενον. ὁ δὲ λόγος· εἴθε γὰρ |
| book 464-6.5.1 | αὐτὸν καὶ τοῦ θανάτου δυναίμην ἀπαλλάξαι, ὡς κάλλιστα ὅπλα ἕξει. |
| book 464-6.5.2 | A |
| book 464-5.1 | αἲ γάρ μιν 〈θανάτοιο—ἀποκρύψαι〉: εὔχρη‐ |
| book 464-5.2 | στον ἦθος εὐχομένου δύνασθαι πρὸς ἀπόδοσιν χάριτος οὐ μόνον τὰ |
| book 464-5.3 | αἰτηθέντα ποιεῖν, ἀλλὰ καὶ περὶ ὧν ἀδύνατός ἐστιν. b(BCE3E4)T |
| book 466a1.1 | 〈παρέσσεται:〉 παρὰ Ζηνοδότῳ καὶ Ἀριστοφάνει „παρ‐ |
| book 466a1.2 | έξομαι“. Aim |
| book 466a2 | οἱ περὶ Ἀριστοφάνην „παρέξομαι“. Til |
| book 466b.1 | παρέσσεται: παρ’ αὐτῷ ἔσται. ἑτοίμως δὲ ἐπαγγέλλε‐ |
| book 466b.2 | ται, οὐ τόπον, οὐ χρόνον προβαλλόμενος. καὶ ἡ μὲν ὡς δεομένη |
| book 466b.3 | μακρηγορεῖ (sc. Σ 429—61), ὁ δὲ οὐ λόγων αὐτῇ δευτέρων καιρὸν |
| book 466b.4 | δίδωσι τῇ σπουδῇ, ἐπειδὴ ἄτοπον ἦν, ἐν τῇ ἐξόδῳ σπεύδοντος |
| book 466b.5.1 | Ἀχιλλέως, διηγεῖσθαι περὶ τῶν ὅπλων, καὶ ἵνα ἤδη τὸν τῆς νυκτὸς |
| book 466b.5.2 | καιρὸν ἀναλώσῃ τῇ ὁπλοποιΐα. b(BCE3E4)T |
| book 466-7.1 | 〈οἷά τις αὖτε /〉 ἀνθρώπων πολέων 〈θαυμάσ‐ |
| book 466-7.2 | σεται, ὅς κεν ἴδηται〉: συμμέτρως τῇ ὑποσχέσει· περὶ μὲν γὰρ |
| book 466-7.3 | τῆς εὐεργεσίας Θέτιδος τοσαῦτα ἐξέτεινεν (cf. Σ 395—405), αὔξων |
| book 466-7.4 | αὐτῆς τὴν εὐποιΐαν. ὅτε δὲ εἰς τὴν ἀμοιβὴν ἦλθεν, ἣν αὐτὸς ἀποδίδωσι, |
| book 466-7.5 | μετρίως τὸν λόγον ἐποιήσατο. A |
| book 470a | χοάνοισιν: ἄδηλον τὸ γένος. λέγει δὲ ‘τοῖς ἀγγείοις, |
| book 470a | εἰς ἃ τήκεται ὁ χαλκόσ‘, ἅπερ ἐστὶ παρ’ ἡμῖν πήλινα. T |
| book 470b.1 | ἐείκοσι πᾶσαι ἐφύσων: δηλονότι αὐτόμαται. εἰ δὲ |
| book 470b.2 | ἔμψυχα αὐτοῦ τὰ ἔργα, διὰ τί χρὴ ἀπιστεῖν περὶ τῶν κατασκευαζο‐ |
| book 470b.3 | μένων; T |
| book 470c1.1 | 〈ἐείκοσι πᾶσαι ἐφύσων:〉 ὅτι τὸ πᾶσαι παρέλκει· διὸ |
| book 470c1.2 | ἡ διπλῆ. Aim |
| book 470c2 | τὸ πᾶσαι συνήθως παρέλκει τῷ ποιητῇ. Til |
| book 471a1.1 | {παντοίην} εὔπρηστον: διὰ τοῦ ς εὔπρηστον. τινὲς |
| book 471a1.2 | διὰ τοῦ κ, καὶ ἀκούουσι πρὸς πρᾶξιν εὐάρμοστον. A |
| book 471a2 | τινὲς δὲ „†ἔκπρηστον“. T |
| book 471b | εὔπρηστον: παρὰ τὸ ἔπρησε. T |
| book 472-3.1 | ἄλλοτε μὲν σπεύδοντι 〈παρέμμεναι, ἄλλοτε δ’ |
| book 472-3.2 | αὖτε / ὅππως—ἄνοιτο〉: κεκράτηκεν ἀρρήτου πράγματος |
| book 472-3.3 | ὅτι ὅτε σπεύδοι Ἥφαιστος καὶ αὗται ἠπείγοντο καὶ τεχνικῶς ἐφύσων. |
| book 472-3.4 | καὶ τὸ „παντοίην“ (Σ 471) οὖν τοιοῦτόν ἐστιν, b(BCE3)T ποτὲ |
| book 472-3.5 | μὲν ἐπηρμένην ἀϋτμήν, ποτὲ δὲ σύμμετρον. b(BCE3E4)T |
| book 472a.1 | 〈ἄλλοτε μὲν σπεύδοντι παρέμμεναι, ἄλλοτε δ’ |
| book 472a.2 | αὖτε:〉 εἰς τὸ παρεῖναι καὶ ἕτοιμοι εἶναι καὶ σπεύδοντι καὶ μή. Aint |
| book 472b | σπεύδοντι: σπεύδειν ὁμοίως ἡμῖν. T |
| book 472c | 〈ἄλλοτε δ’ αὖτε:〉 ἐλλείπει τὸ ‘μὴ σπεύδοντι‘. Aim |
| book 474a.1 | 〈χαλκὸν ...〉 ἀτειρέα 〈κασσίτερόν τε〉: κοινὸν καὶ |
| book 474a.2 | ἐπὶ τοῦ κασσιτέρου τὸ ἀτειρέα, b(BCE3)T εἴγε ἡ κνημὶς ἐξ |
| book 474a.3 | αὐτοῦ, καὶ βάλλεται ὑπὸ τοῦ Ἀγήνορος καὶ οὐκ εἴκει (cf. Φ 591—4). |
| book 474a | T |
| book 474b.1 | ἄλλως· ἀτειρέα: τῶν γὰρ ἄλλων χωνευομένων ἐλαυνόμε‐ |
| book 474b.2 | νος αὐτὸς πολὺν εἰς τὸ δημιουργηθῆναι τῷ τεχνίτῃ παρέχει κόπον. |
| book 474b.3 | b(BCE3E4)T |
| book 476-7.1 | θῆκεν ἐν ἀκμοθέτῳ〈—γέντο πυράγρην〉: |
| book 476-7.2 | δαιμονίως τὸν πλάστην αὐτὸς διέπλασεν, ὥσπερ ἐπὶ σκηνῆς ἐκ‐ |
| book 476-7.3 | κυκλήσας καὶ δείξας ἡμῖν ἐν φανερῷ τὸ ἐργαστήριον. b(BCE3)T |
| book 476-7.4 | μεγάλην δὲ σφῦραν ἔλαβεν· οὔπω γὰρ τοῦ λεπτουργεῖν καιρός, ἀλλὰ |
| book 476-7.5.1 | πρῶτον ἐξελάσαι τὴν ὕλην. b(BCE3E4)T εἰς δὲ τὸ τορεύειν |
| book 476-7.5.2 | ἄλλοις χρῆται ἐργαλείοις, 〈οἷσ〉 καὶ τὰς πόρπας ἐποίει. T |
| book 477.1 | ῥαιστῆρα: σφῦραν σιδηρᾶν, παρὰ τὸ ῥαΐζειν, ὅ ἐστιν ἐν‐ |
| book 477.2 | εργεῖν. A |
| book 477 | κρατερήν: παρὰ Ζηνοδότῳ „κρατερόν“ Aint T διὰ τοῦ |
| book 477 | ο. Aint |
| book 477.5.1 | πυράγρην: τὸν χαλκευτικὸν καρκίνον, τὸν ὀξύλαβον, παρὰ |
| book 477.5.2 | τὸ τὰ ἐκ πυρὸς ἀγρεύειν, ὅ ἐστι λαμβάνειν. A |
| book 478.1 | ποίει δὲ πρώτιστα σάκος: διὰ τί μάχαιραν ὁ Ἥφαιστος |
| book 478.2 | οὐ κατασκευάζει; ὅτι ἡ μάχαιρα παντὶ ἁρμόζει· τὸ γὰρ σκεῦος εὔκτη‐ |
| book 478.3 | τον. τὸ δὲ δόρυ ὑπεξῄρηται δι’ ἑτέραν αἰτίαν. A |
| book 479.1 | πάντοσε 〈δαιδάλλων〉: ἔδει ‘πάντοθι‘ εἰπεῖν· 〈φησὶ〉 |
| book 479.2 | γὰρ „αὐτὰ〈ρ〉 ἐν αὐτῷ 〈/ ποίει δαίδαλα πολλά〉“ (Σ 481—2). T |
| book 480a | τρίπλακα: τρίπτυχον. b(BCE3)T |
| book 480b.1 | μαρμαρέην: διὰ τὸν ἐπικεχυμένον αὐτῇ τεχνικὸν Ὠκεα‐ |
| book 480b.2 | νόν. b(BCE3E4)T |
| book 481a.1 | 〈πέντε δ’ ἄρ’ αὐτοῦ ἔσαν σάκεος πτύχες:〉 τινές |
| book 481a.2 | φασι τὰς μὲν βοείας εἰκότως δεῖσθαι πολλῶν πτυχῶν 〈***〉. T |
| book 481b | 〈αὐτοῦ:〉 ἕν ἐστι τὸ αὐτοῦ. Aim |
| book 483a.1 | ἐν μὲν γαῖαν 〈ἔτευξ’—θάλασσαν〉: ὅτι Ζηνό‐ |
| book 483a.2 | δοτος ἠθέτηκεν ἀπὸ τούτου τοῦ στίχου τὰ λοιπά, ἀρκεσθεὶς τῇ κε‐ |
| book 483a.3 | φαλαιώδει προεκθέσει. Ὅμηρος δὲ οὐκ ἂν προετραγῴδησεν τὰ κατὰ |
| book 483a.4 | τὰς φύσας, εἰ μὴ καὶ τὴν τῆς ποικιλίας κατασκευὴν ἔμελλε διατίθεσθαι. |
| book 483a.5 | A |
| book 483b.1 | γαῖαν {ἔτευξ’}: †γαῖαν† λείπειν φασὶ τὸ ὥς· οὐ γὰρ |
| book 483b.2 | αὐτὰ τὰ στοιχεῖα ἐπέθετο. T |
| book 483-606.1 | 〈ἐν μὲν γαῖαν ἔτευξ’—κατὰ μέσσους:〉 |
| book 483-606.2 | Ἀγαλλὶς ἡ Κερκυραία φησὶ πιθανῶς ὡς Ἥφαιστος, Ἐριχθονίου πατὴρ |
| book 483-606.3 | ὤν, τὴν ἀρχαιογονίαν τῆς Ἀττικῆς ἐγκατέγραψε τῇ ἀσπίδι· γῆν μέν, |
| book 483-606.4 | ὅτι αὐτόχθονες· οὐρανόν, πρὸς ὃν συνεστήσαντο τὴν πολιτείαν· |
| book 483-606.5.1 | θάλασσαν, ἐφ’ ἧς οἰκοῦσι δύο πόλεις, Ἐλευσῖνα καὶ Ἀττικήν. καὶ |
| book 483-606.5.2 | γάμος (cf. 491—5) μὲν Ἀθήνησι πρῶτον 〈ἦν〉· εὕρηται δὲ ὑπὸ |
| book 483-606.5.3 | Κέκροπος, ὅθεν καὶ διφυᾶ φησι αὐτὸν λέγεσθαι ὁ Χάραξ (FGrHist |
| book 483-606.1 | 103,38), ὅτι †τοὺς δύο φύντας δι’ αὐτὸν πρῶτον ἔγνωσαν ἄνθρωποι· |
| book 483-606.2 | διὸ τὸ ξένον αἱ γυναῖκες ἱστάμεναι ἐθαύμαζον (cf. 495—6). καὶ δίκη |
| book 483-606.10.1 | φονικὴ (cf. 497—508) ἐκεῖ πρῶτον περὶ Ἁλιρροθίου. περὶ Ἐλευσῖνα |
| book 483-606.10.2 | δὲ δύο στρατοί (cf. 509—40), Φόρβαντος ἐξ Ἀκαρνανίας καὶ Εὐμόλ‐ |
| book 483-606.10.3 | που ἐκ Θρᾴκης. προεστήκασι δ’ Ἄρης (cf. 516) μὲν ἀπολυθεὶς τοῦ |
| book 483-606.10.4 | φόνου, Ἀθηνᾶ (cf. 516) δὲ ὡς πολιάς. εἰ δέ φησιν ἄλλον ζωὸν |
| book 483-606.10.5 | ἔχουσα νεούτατον, ἄλλον ἄουτον, / ἄλλον τεθνηῶτα, (536 |
| book 483-606.15.1 | —7), †οὗτοι γὰρ ἀπέθανον† ἀπὸ τῶν Ἐλευσινίων Ἰμμάραδος ὁ Εὐ‐ |
| book 483-606.15.2 | μόλπου, Κλυτίος ὁ Ἀγριόπου τοῦ Κύκλωπος, Ἔγρεμος 〈ὁ〉 Εὐρυνό‐ |
| book 483-606.15.3 | μου τοῦ μετὰ Φόρβαντος. καὶ ἄρατρον (cf. 542—3) δὲ πρῶτος Ἐπιμε‐ |
| book 483-606.15.4 | νίδης ὁ καὶ Βουζύγης ἔζευξε. τρίπολον (542) δὲ τὴν ἄρουράν φησιν, |
| book 483-606 | ἐπεὶ Τριπτόλεμος πρῶτος ἔσπειρε σῖτον, ὃν βασιλέα φησίν (sc. 556)· |
| book 483-606.20.1 | ἐν δέ τισιν ἐγράφετο μετὰ τὸν ἤμων ὀξείας δρεπάνας (551) |
| book 483-606.20.2 | „καρπὸν Ἐλευσινίης Δημήτερος ἀγλαοδώρου“ (Σ 551 a). καὶ βοῦν |
| book 483-606.20.3 | φησι (sc. 559) θύεσθαι· ἐκεῖσε γὰρ πρῶτος ἔθυσε βοῦν Θαύλων |
| book 483-606.20.4 | φυγαδευθείς. οἶνον (cf. 561—8) τὲ Ἰκάριος εὗρεν. ὁ δὲ χορὸς (cf. |
| book 483-606.20.5 | 590—8) ὁ πεμφθεὶς μετὰ Θησέως ἐπὶ Κρήτην. | συμβουλευτικὰ δέ ἐστι |
| book 483-606.25.1 | πάντα· ἡ γὰρ εἰρηνευομένη πόλις ὑπονοεῖν παρέχει Τρωσίν, ὅσων ἂν |
| book 483-606.25.2 | ἀπέλαυσαν ἀγαθῶν, εἰ εἰρήνευον, ἡ δὲ πολεμουμένη τὴν διχόνοιαν |
| book 483-606.25.3 | αὐτῶν· κἀκεῖ γὰρ οἱ μὲν τὰ Πάριδος, οἱ δὲ τὰ Ἀντήνορος ἐφρόνουν. |
| book 483-606.25.4 | καὶ οἱ μὲν περὶ Διονύσιον (fr. 46 Schm.) φασὶν αὐτοκίνητα αὐτὰ εἶναι |
| book 483-606.25.5 | ὡς τοὺς τρίποδας (cf. Σ 373—7), οἱ δὲ περὶ Ἀριστόνικον ἐναντιοῦνται, |
| book 483-606.30.1 | ἐπεὶ μή εἰσι παρὰ θεοῖς. τί οὖν οἱ κύνες Ἀλκινόου (cf. η 91—4); |
| book 483-606.30.2 | τοῦτο πλάσμα ἦν. ἀλλὰ καὶ τοῦτο πλάσμα· δίδονται γοῦν τῷ ναυ‐ |
| book 483-606.1 | αγεῖν μέλλοντι Ὀδυσσεῖ (cf. μ 416—25). ἆρα δὲ ἄτρωτα τὰ Ἡφαιστό‐ |
| book 483-606.2 | τευκτα; καὶ πῶς οὐκ ἄτοπον τοὺς μὲν θεοὺς τιτρώσκεσθαι, τὰ δὲ |
| book 483-606.3 | ἔργα αὐτῶν μή; οὐ γὰρ ἂν ἐδέησε πεντάπτυχον ποιῆσαι τὴν ἀσπίδα. |
| book 483-606.35 | T |
| book 484a.1 | {ἠέλιόν τ’} ἀκάμαντα: τινὲς μέγαν· „ὡς δ’ ὅτε σῦν |
| book 484a.2 | ἀκάμαντα“ (Π 823). T |
| book 484b.1 | σελήνην τε πλήθουσαν: τινὲς τὴν ποτὲ πλήθουσαν, |
| book 484b.2 | ὡς „ἠΰκομος Νιόβη“ (Ω 602). οἱ δὲ φυσικοὶ ἀεί φασι τὸ ἡμισφαίριον |
| book 484b.3 | αὐτῆς τὸ πρὸς ἥλιον τετραμμένον πλήθειν, εἰ καὶ μὴ φαίνεται ἡμῖν. |
| book 484b.4 | οἱ δὲ τὴν πληρωτικὴν σωμάτων, κογχυλίων τε καὶ δένδρων καὶ |
| book 484b.5 | ποταμῶν καὶ θαλάσσης καὶ Ὠκεανοῦ. b(BCE3E4)T |
| book 484b.1 | σελήνην τε πλήθουσαν: τὴν οἷον πεπληρωμένην |
| book 484b.2 | σέλας νέον. A |
| book 485a | τείρεα: ὡς „τείχεα“ (Β 691 al.). Aim |
| book 485b | 〈οὐρανὸς ἐστεφάνωται:〉 Ζηνόδοτος „οὐρανὸν ἐστήρι‐ |
| book 485b | κται“, Ἀρίσταρχος „οὐρανὸν ἐστεφάνωκε“. Aint |
| book 486.1 | Πληϊάδας {θ’}: ἑπτὰ ἀστέρες κείμενοι—γενέσθαι ἕξ. |
| book 486.2 | ἡ ἱστορία παρὰ τοῖς Κυκλικοῖς (fr. 7 [p. 194] B.). A |
| book 486.1 | Ὑάδας τε: οἱ ἐπὶ τῶν κεράτων—καὶ ὑετῶν καθίσταν‐ |
| book 486.2 | ται. | Ζεὺς ἐκ τοῦ μηροῦ—κατηστέρισεν. ἡ ἱστορία παρὰ Φερε‐ |
| book 486.5 | κύδει (FGrHist 3, 90b). A |
| book 486.1 | Πληϊάδας θ’ Ὑάδας τε: τὰς μὲν κατηστερισμένας— |
| book 486.2 | διότι καταυγάζονται. A |
| book 486.1 | τό τε σθένος Ὠρίωνος: περιφραστικῶς τὸν Ὠρίωνα |
| book 486.2 | Ὠρίων δύνει. ἡ ἱστορία παρὰ Εὐφορίωνι (fr. 101 Pow.). A |
| book 487.1 | {ἄρκτον θ’ ἣν καὶ} Ἄμαξαν: εἰς ἰδιότητα Ἄμαξαν ἐψίλω‐ |
| book 487.2 | σαν οἱ πρὸ ἡμῶν, ἐπεὶ ἡ συναλιφὴ οὕτως εὑρέθη, „τιλλέσθην ἐπ’ |
| book 487.3 | ἄμαξαν“ (Ω 711) καὶ „αἱ δ’ ὑπ’ ἀμάξῃσιν“ (Ω 782), ὥσπερ καὶ τὸ |
| book 487.4 | ἅλυσις ἐκ τοῦ ἐναντίου ἐδασύνθη εἰς ἰδιότητα. Ἀττικοὶ μέντοι οἱ |
| book 487.5.1 | νεώτεροι τὴν ἅμαξαν δασύνουσιν, ἴσως διὰ τὸν σχηματισμὸν καὶ διὰ |
| book 487.5.2 | τὸ φιληδεῖν τῇ δασείᾳ· ἔνθεν παρ’ αὐτοῖς καὶ ἡ συναλιφὴ διὰ δασέος, |
| book 487.5.3 | καθημαξευμένα. | ἄρκτοι δύο δείκνυνται—ἑνὸς τῶν ἑπτὰ σοφῶν. | |
| book 487.5.4 | Ζεὺς Καλλιστοῦς—κατηστέρισεν. ἡ ἱστορία παρὰ Καλλιμάχῳ |
| book 487.5.5 | (fr. 632). A |
| book 488a.1 | ἥ τ’ αὐτοῦ στρέφεται: ὅτι κυκλοτερής ἐστιν ὁ οὐ‐ |
| book 488a.2 | ρανός, δηλοῖ τὸ στρέφεται ὡς καὶ τὸ „ἐστεφάνωται“ (Σ 485). T |
| book 488b.1 | ἄλλως· ἥ τ’ αὐτοῦ στρέφεται καί τ’ Ὠρίωνα δο‐ |
| book 488b.2 | κεύει· ἅμα μὲν χαριέντως ὡς κυνηγόν, ἅμα δὲ ὅτι καὶ τὴν αὐτὴν |
| book 488b.3 | κίνησιν αὐτῷ ποιεῖται, b(BCE3E4)T ὥς πού φησιν ὁ Ἄρατος |
| book 488b.4 | (Phaen. 226—7)· „ὅς ῥά τε καὶ μήκιστα διωκόμενος περὶ κύκλα / |
| book 488b.5 | οὐδὲν ἀφαυρότερον τροχάει Κυνοσουρίδος Ἄρκτου“. οὐκ ὀνομάζει δὲ |
| book 488b.1 | τὴν ἄλλην, ἐπεὶ τῶν ἐμφανεστέρων μέμνηται. b(BCE3)T τινὲς |
| book 488b.2 | δέ †φασιν ἄκαι†, ἵν’ ᾖ ‘καὶ Κυνόσουρα‘· αὕτη γὰρ „μειοτέρῃ 〈...〉 |
| book 488b.3 | πᾶσα περιστρέφεται στροφάλιγγι“ (Arat. Phaen. 43). ἀλλὰ πρῶτα |
| book 488b.4 | μὲν ἄμφω Ἅμαξαι ὀνομάζονται, ὡς καὶ Ἄρατος (Phaen. 27)· „ἀτὰρ |
| book 488b.10.1 | καλέονται Ἅμαξαι“. ἄλλως τε ὅτε τὸ τέ ὑποτάσσει ὁ ποιητὴς τῷ |
| book 488b.10.2 | ἄρθρῳ, οὐ σημαίνει καί· „ὅν τε καὶ ὑψόθ’ ἐόντα“ (Ρ 676), „ὅν τε κύν’ |
| book 488b.10.3 | Ὠρίωνοσ“ (Χ 29), „ἥ τε κατ’ αἰγίλιπος πέτρησ“ (Ι 15), „ἥ τ’ ἀνὰ |
| book 488b.10.4 | νῶτα θέουσα“ (Ν 547). οἱ δὲ τὸ „Ἄρκτον“ (Σ 487) ἀντὶ πληθυντικοῦ, |
| book 488b.10.5 | ὡς τὸ „θήγει δέ τε λευκὸν ὀδόντα“ ([Hsd.] scut. 388). T |
| book 488c.1 | ἥ τ’ αὐτοῦ στρέφεται〈—δοκεύει〉: ἥτις περὶ |
| book 488c.2 | τὸν Ἀρκτικὸν—Ὠρίωνος ἄστρον. | πόλοι δὲ καλοῦνται τὰ |
| book 488c.3 | ἄκρα τοῦ ἄξονος, περὶ ἃ ἀποτελεῖται καὶ στρέφεται ὁ κόσμος. A |
| book 489a1.1 | οἴη δ’ ἄμμορός 〈ἐστι λοετρῶν Ὠκεανοῖο〉: τὸ |
| book 489a1.2 | οἴη οὐκ ἔχει τὴν σύγκρισιν πρὸς ἅπαντα τὰ ζῴδια, ἀλλὰ πρὸς μόνα |
| book 489a1.3 | τὰ ἐντετυπωμένα τῇ ἀσπίδι· b(BCE3E4)T εἰσὶ γὰρ καὶ ἄλλα |
| book 489a1 | μὴ δύνοντα. b(BCE3E4) |
| book 489a2.1 | ὡς πρὸς τὰ προειρημένα ἄστρα, ἐπεὶ καὶ ἄλλα ἐστὶ μὴ |
| book 489a2.2 | δύνοντα. Aint |
| book 489a2.1 | οἴη δ’ ἄμμορός ἐστι: ἀντὶ τοῦ μόνη—τὰ ἀπὸ ἰξύος |
| book 489a2.2 | ἕως ποδῶν. A |
| book 490.1 | ἐν δὲ δύω ποίησε πόλεις 〈μερόπων ἀνθρώπων〉: |
| book 490.2 | ἐπὶ τὰ ἐπίγεια φέρεται. διοικουμένου δὲ τοῦ βίου πολέμῳ καὶ εἰρήνῃ |
| book 490.3 | τὰ ἐν ἀμφοτέροις τοῖς καιροῖς συμβαίνοντα πρὸς ἐκλογὴν τοῦ ἀμείνο‐ |
| book 490.4 | νος προβέβληται. ἐπειδὴ δὲ ἡ μὲν Ἰλιὰς ὄψιν εἶχε πολέμου, ἀμνη‐ |
| book 490.5.1 | μόνευτος δὲ ἦν ἡ εἰρήνη, τοῦ πολέμου πρὸς ὀλίγον (sc. Σ 509—40) |
| book 490.5.2 | ἐμνήσθη b(BCE3E4)T (καὶ τούτου οὐκ εἶχεν ἡ Ἰλιὰς τὸν |
| book 490.5.3 | λόχον), T τὸ δὲ περὶ τῶν εἰρηνικῶν ἐμήκυνεν. ἀναγκαῖον δὲ τῷ |
| book 490.5.4 | βίῳ τὰ ἐναντία εἶναι πόλεμον καὶ εἰρήνην, ἡδονήν τε καὶ πόνους. |
| book 490.5.5 | b(BCE3E4)T |
| book 490.10.1 | ἐν δὲ δύω ποίησε πόλεις: τίνες δέ εἰσιν αἱ δύο πόλεις; |
| book 490.10.2 | Ἀγαλλίας—ἐνδέδεται χθών. A |
| book 492a.1 | 〈ἐκ θαλάμων:〉 Ζηνόδοτος „ἐς θαλάμουσ“· καὶ ἔστιν |
| book 492a.2 | οὐκ ἀπίθανος ἡ γραφή. Aim |
| book 492b.1 | 〈δαΐδων ὕπο λαμπομενάων:〉 ὅτι ἡ ὑπό ἀντὶ τῆς |
| book 492b.2 | μετά, μετὰ δᾴδων· Ἀρχίλοχος (fr. 65, 12 T. = 58, 12 W.)· „ᾄδων ὑπ’ |
| book 492b.3 | αὐλητῆροσ“. καὶ πρὸς τὸ ἀρχαῖον ἔθος, ὅτι οἱ νυμφίοι τὰς νύμφας μετὰ |
| book 492b.4 | δᾴδων παρελαμβάνοντο. Aint |
| book 492c.1 | 〈δαΐδων〉 ὕπο λαμπομενάων: ἡ ὑπό ἀντὶ τῆς μετά. | |
| book 492c.2 | Ἀθήνησι δὲ οὕτω τὰς νύμφας ἄγουσι. b(BCE3)T |
| book 493.1 | πολὺς δ’ ὑμέναιος 〈ὀρώρει〉: ἐξῆπτο, διεγήγερτο— |
| book 493.2 | ὃν ἐκάλουν ὑμέναιον. A |
| book 493.1 | ὑμέναιος: ὕμνος ὁ ἐπὶ ὁμονοίᾳ ᾀδόμενος. ἢ παρὰ τὸ ὁμοῦ |
| book 493.2 | †νάζειν. b(BCE3)T |
| book 495a.1 | 〈αὐλοὶ φόρμιγγές τε βοὴν ἔχον:〉 ὅτι ἐνθάδε μόνον |
| book 495a.2 | καὶ ἐν τῇ Κ (sc. 13) μέμνηται αὐλῶν. Aim |
| book 495b.1 | αὐλοί: εἰ Φρὺξ ὁ αὐλός, ἄρα τῆς †τότε† εἰρηνευομένης |
| book 495b.2 | Ἰλίου παράδειγμα ἡ πόλις· καὶ ὅτε γὰρ νυκτηγρετοῦσι Τρῶες αὐλοῦσι |
| book 495b.3 | (sc. Κ 13). παρὰ δὲ Ἕλλησιν οὐδαμοῦ αὐλός. b(BCE3)T |
| book 495c.1 | βοὴν ἔχον: οὐχ ὡς ἀποτελουμένου ἤχου τινός, ἀλλ’ |
| book 495c.2 | οἷον τὰ εἴδωλα ὡς αὐλοῦντα καὶ κιθαρίζοντα ἦν. b(BE3)T |
| book 496a | 〈θαύμαζον:〉 ὅτι ἐθεῶντο, οὐκ ἐξεπλήττοντο. Aext (Aim) |
| book 496b | θαύμαζον: ἐθεώρουν. b(BE3)Til |
| book 497-8.1 | 〈λαοὶ δ’ εἰν〉 ἀγορῇ 〈ἔσαν ἀθρόοι—ποι‐ |
| book 497-8.2 | νῆσ〉: ἀγορὴ ὁ τόπος, ἐν ᾧ ἀγείρονται. ἡδονὴν δὲ διαγράψας (sc. |
| book 497-8.1 | Σ 491—6) μέτεισιν ἐπὶ τοὺς ταῦτα τηροῦντας νόμους. b(BCE3)T |
| book 497-8.2 | ἔστι δὲ ἡ στάσις καταστοχαστική. τοῦ μὲν λέγοντος δεδωκέναι τὴν |
| book 497-8.5.1 | ποινήν (cf. Σ 499), τοῦ δὲ ἀρνουμένου εἰληφέναι (cf. Σ 500). ποινὴν |
| book 497-8.5.2 | οἱ παρέχοντες ἔφευγον τὸ ἔγκλημα τοῦ φόνου. b(BE3)T |
| book 497-8.1 | ἔνθα δὲ νεῖκος / ὠρώρει: ἐφιλονείκουν, ἠμφισβήτουν· δι‐ |
| book 497-8.2 | καστήριον—ἀντέκτισις ποινή. A |
| book 498.1 | 〈ποινῆς:〉 προστίμου· ἃ καὶ ὑποφόνια καλοῦσιν. b(BCE3 |
| book 498.2 | E4)T |
| book 499.1 | 〈ἀποφθιμένου:〉 παρὰ Ζηνοδότῳ „ἀποκταμένου“ καὶ ἐν |
| book 499.2 | ταῖς πλείσταις· καὶ ἔστιν οὐκ ἀπίθανος ἡ γραφή. Aext (Aim) |
| book 499-500a.1 | ὁ μὲν εὔχετο πάντ’ ἀποδοῦναι 〈/ —ἑ‐ |
| book 499-500a.2 | λέσθαι〉: ὁ μὲν διεβεβαιοῦτο λέγων δεδωκέναι b(BCE3)T τὸ |
| book 499-500a.3 | ἀρκοῦν πρὸς ὅλον τὸ ἀδίκημα, b(BCE3E4)T ὁ δὲ ἠρνεῖτο. |
| book 499-500a.4 | b(BCE3) |
| book 499-500b.1 | 〈ὁ μὲν εὔχετο πάντ’ ἀποδοῦναι, / δήμῳ πιφαύ‐ |
| book 499-500b.2 | σκων:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ ἀποδοῦναι· ἐν γὰρ τῷ δήμῳ |
| book 499-500b.3 | ἔλεγε πάντα ἀποδεδωκέναι, οὐ τῷ δήμῳ παραδεδωκέναι. Aim |
| book 500.1 | δήμῳ πιφαύσκων: τοῖς περιεστῶσι τοῦ δήμου διασαφῶν. |
| book 500.2 | T |
| book 501a.1 | ἄμφω δ’ ἱέσθην 〈ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι〉: |
| book 501a.2 | ἄμφω δὲ μάρτυρα παρεῖχον τῶν λεγομένων καὶ ἐπὶ τούτῳ ἐτίθεντο τὸ |
| book 501a.3 | πέρας τῆς δίκης ἀντὶ τοῦ ‘ἤθελον ἄμφω ἐπὶ τῷ μάρτυρι τὸ πέρας τῆς |
| book 501a.4 | δίκης γίνεσθαι‘. b(BCE3)T |
| book 501b.1 | 〈ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι:〉 τὸ τέλος τῆς δίκης οἱ |
| book 501b.2 | δικασταὶ ἐτίθεντο ὥστε τὸν παρέχοντα μαρτυρίαν νικᾶν. Aint |
| book 501c.1 | {ἐπὶ} ἴστορι: μάρτυρι ἢ κριτῇ | ἀπὸ τοῦ εἴδω εἴσω |
| book 501c.2 | ἵστωρ, ἐλλείψαντος τοῦ ε, ἐπεὶ τῷ ι τὸ ς ἐπεφέρετο, ὡς ἐν τῷ ἱστῶ |
| book 501c.3 | „ἱστίον“ (Α 481), ἵστημι· ὅθεν καὶ δασύνεται, ἐπεὶ τὸ ι πρὸ τοῦ ς μόνου |
| book 501c.4 | δασύνεται. πρόσκειται τὸ μόνου, ἐπεὶ τὸ Ἴστρος ψιλοῦται. A |
| book 501d | 〈ἑλέσθαι:〉 παρὰ Ζηνοδότῳ „ἀρέσθαι“. Ail |
| book 502a.1 | 〈λαοὶ δ’ ἀμφοτέροισιν ἐπήπυον ἀμφὶς ἀρωγοί:〉 |
| book 502a.2 | ὅτι οἱ περιεστῶτες ἑκατέρωθεν προσεφθέγγοντο, καὶ ὅτι τοῦτ’ ἔστι τὸ |
| book 502a.3 | „δήμῳ πιφαύσκων“ (Σ 500), φανερὸν ποιῶν τῷ ὄχλῳ. Aext (Aim) |
| book 502b.1 | λαοὶ δ’ ἀμφοτέροισιν ἐπήπυον 〈ἀμφὶς ἀρωγοί〉: |
| book 502b.2 | ἐπεφώνουν ἀμφοτέρωθεν βοηθοὶ ἀμφοτέροις. b(BCE3)T |
| book 502c.1 | ἀμφοτέροισιν 〈ἐπήπυον ἀμφὶς ἀρωγοί〉: παρὰ Ζη‐ |
| book 502c.2 | νοδότῳ καὶ Ἀριστοφάνει „ἀμφοτέρωθεν“. ἡ Μασσαλιωτικὴ δὲ |
| book 502c.3 | „ἀμφοτέρωθεν †ἐπίπνυον† ἀμφὶς ἀρωγοί“. Aim T |
| book 503-4.1 | οἱ δὲ γέροντες 〈/ εἵατ’—ἱερῷ ἐνὶ κύκλῳ〉: |
| book 503-4.2 | γέροντας ἀξιοῖ δικάζειν ὡς συνέσει καὶ πολυπειρίᾳ πραγμάτων |
| book 503-4.3 | προὔχοντας. b(BCE3)T τὸν δὲ τόπον αὐτῶν ἱερόν, ὥστε εἰς τὸ |
| book 503-4.4 | θεῖον ἀσεβεῖν δοκοῖεν οἵ τε παρακρίνοντες καὶ οἱ ἀπειθοῦντες. b(BCE3 |
| book 503-4.5 | E4)T ἐν δ’ Ἀρείῳ πάγῳ γέροντες δικάζουσιν. T |
| book 504 | ἱερῷ ἐνὶ κύκλῳ: Θέμιδος γὰρ ἱερὰ τὰ δικαστήρια. T |
| book 505a.1 | σκῆπτρα δὲ κηρύκων ἐν χέρς’ ἔχον: ὅτι καὶ οἱ |
| book 505a.2 | δημηγοροῦντες καὶ οἱ δικάζοντες σκῆπτρα ἐλάμβανον. καὶ ἐν Ὀδυσ‐ |
| book 505a.3 | σείᾳ (β 37)· „στῆ δὲ μέσῃ ἀγορῇ· σκῆπτρον δέ οἱ ἔμβαλε χειρί“. A |
| book 505b.1 | ἠεροφώνων: ὧν ἡ φωνὴ μέχρι τοῦ ἐμφανοῦς ἱκνεῖται, ὃ |
| book 505b.2 | ἐν ἄλλῳ εἶπε „φωνὴ δέ οἱ αἰθέρ’ ἵκανεν“ (Ο 686). A b (BCE3)T |
| book 505c.1 | ἄλλως· ἠεροφώνων: τῶν ἀέρα φωνούντων· ἀὴρ γὰρ |
| book 505c.2 | πεπληγμένος ἐστὶν ἡ φωνή. b(BCE3)T ἢ ἕωθεν συγκαλούντων. |
| book 505c.3 | T |
| book 506a.1 | 〈τοῖσιν〉 ἔπειτ’ ἤϊσσον, 〈ἀμοιβηδὶς δὲ δίκα‐ |
| book 506a.2 | ζον〉: ἤτοι ἐξώρμων σὺν τοῖς σκήπτροις ἄλλος ἐν ἄλλῳ τόπῳ· ἢ |
| book 506a.3 | ἀνιστάμενοι ἔφερον τὴν ψῆφον. A |
| book 506b.1 | τοῖσι δ’ ἔπειτ’ 〈ἤϊσσον〉: συμπεριέφερον τὰ σκῆ‐ |
| book 506b.2 | πτρα τοῖς λεγομένοις ὡς καὶ οἱ δημηγοροῦντες· ὅθεν καὶ Ὀδυσσεὺς |
| book 506b.3 | ἔδοξεν ἀμαθὴς εἶναι, ὅτε τὸ σκῆπτρον οὐκ ἐνώμα (cf. Γ 218)· b(BCE3) |
| book 506b.4 | T οὔπω γὰρ ἀνέδην τὰς χεῖρας ἐκίνουν. T |
| book 506c.1 | 〈τοῖσιν ἔπειτ’ ἤϊσσον:〉 κατέσειον ἐπὶ τὸ σιωπῆ‐ |
| book 506c.2 | 〈σαι〉. Aint |
| book 506d.1 | ἀμοιβηδὶς δὲ δίκαζον: ἤτοι ἐκ διαδοχῆς οἱ δικασταὶ |
| book 506d.2 | ἐκαθέζοντο, παρὰ μέρος τὸ ἓν πρᾶγμα δικάζοντες, καὶ ἕκαστος τὸ |
| book 506d.3 | καθ’ ἑαυτὸν ἐν μέρει ἀπεφαίνετο. | τὸ δὲ ἀμοιβηδίς κατ’ ὀξεῖαν τάσιν. |
| book 506d.4 | εἴρηται δὲ περὶ τῶν εἰς δις ληγόντων 〈ἐπιρ〉ρημάτων (cf. Hrd. καθ. |
| book 506d.5 | 512,11). A |
| book 506e.1 | ἀμοιβηδὶς 〈δὲ δίκαζον〉: οὐ πάντες βουλευσάμενοι μί‐ |
| book 506e.2 | αν ἐξέφερον γνώμην, ἐναλλὰξ δὲ ἕκαστος τὸ δοκοῦν δίκαιον ἀπεφαί‐ |
| book 506e.3 | νετο. b(BCE3E4)T |
| book 506f1.1 | 〈ἀμοιβηδίς:〉 Ἀρίσταρχος „ἀμοιβηδόν“ ὡς „κλαγγη‐ |
| book 506f1.2 | δόν“ (Β 463), κατὰ τάξιν τῆς ἡλικίας. Aim |
| book 506f2.1 | Ἀρίσταρχος δὲ b(BE3)T „ἀμοιβηδόν“ ὡς „κλαγγη‐ |
| book 506f2.2 | δόν“, T ἀντὶ τοῦ κατὰ τάξιν τῆς ἡλικίας, b(BE3)T ὡς καὶ |
| book 506f2.3 | ἡ γερουσία Λακεδαιμονίων. T |
| book 507-8a.1 | κεῖτο δ’ ἄρ’ ἐν μέσ〈σ〉οισι 〈δύω χρυσοῖο τά‐ |
| book 507-8a.2 | λαντα, / —εἴποι〉: ἐπὶ δικαιοσύνην παρακαλῶν τοὺς δικαστὰς |
| book 507-8a.3 | ἆθλον δικαιοκρισίας φησὶν αὐτοῖς παρὰ τῶν δικαζομένων δεδόσθαι. |
| book 507-8a.4 | b(BCE3)T ἄδηλον δέ, πότερον πρὸς ἓν ἢ πρὸς δύο ἀπέθεντο, |
| book 507-8a.5.1 | ἵνα ὁ ἡττηθεὶς δῷ τῷ δικαστῇ †πρὸς τὸ συκοφαντεῖν πολλούς. τοῦτο |
| book 507-8a.5.2 | δὲ καλεῖται συνηγορικὸν τέλος. b(BE3)T |
| book 507-8b.1 | κεῖτο δ’ ἄρ’ ἐν μέσ〈σ〉οισι〈—εἴποι〉: ἤτοι |
| book 507-8b.2 | τοσοῦτον δικαστικὸν ὑπι〈σ〉χνοῦντο. ἀλλ’ ἐπεὶ ἀπίθανόν ἐστιν, |
| book 507-8b.3 | ἄμεινον κατὰ τῶν κρινομένων τῷ φανέντι ψευδομένῳ ἐπικλάσαι δύο |
| book 507-8b | τάλαντα ἐπιδοῦναι τῷ τὰ ἰθύντατα εἰπόντι. A |
| book 509-33.1 | τὴν δ’ ἑτέρην πόλιν〈—ἐμάχοντο μά‐ |
| book 509-33.2 | χην〉: οὕτως ἐξηγητέον· πόλιν τινὰ περικαθεσθέντες δύο πολεμίων |
| book 509-33.3 | στρατοὶ τὴν λείαν ἀφείλοντο. καὶ τὴν κτῆσιν δὲ διανείμασθαι ἠνάγκα‐ |
| book 509-33.4 | ζον ἐπὶ τῷ καταθέσθαι τὸν πόλεμον. οἱ δὲ πολῖται οὐκ ἐπείθοντο, ἀλλὰ |
| book 509-33.5.1 | σκοποὺς πέμψαντες ἐλόχων, ὁπότε ἥξοντα τὰ θρέμματα αὐτῶν ἐπὶ |
| book 509-33.5.2 | νομὴν ἀφέλοιντο τῶν πολεμίων. b(BCE3)T καὶ δὴ τοῦτο ποι‐ |
| book 509-33.5.3 | οῦσιν. οἱ δὲ τὸν θόρυβον ἀκούσαντες—ἔτυχον γὰρ περὶ τούτου |
| book 509-33.5.4 | σκεπτόμενοι, ὁπότερον ἀρκεσθήσονται τῇ λείᾳ ἢ πολεμήσοιεν πάλιν— |
| book 509-33 | ἐπιβάντες τῶν ἵππων συνῆψαν πόλεμον. b(BE3)T |
| book 509a.1 | δύω στρατοί: ἢ ὁ πολιορκῶν καὶ πολιορκούμενος· ἢ δύο |
| book 509a.2 | ἐπὶ διαφόροις ἥκοντες αἰτίαις, ὁμονοήσαντες δὲ κατὰ τῆς πόλεως. |
| book 509a.3 | b(BCE3E4)T |
| book 509b.1 | δύω στρατοί: ἓν στράτευμα νοητέον εἰς δύο διῃρημένον· |
| book 509b.2 | πολιορκία γὰρ ἦν καὶ οὐ †παιδεία† ἡ μάχη. | ἢ δύο στρατοὺς τὸν |
| book 509b | ἐν τῇ πόλει καὶ τὸν ἐπελθόντα φησίν. A |
| book 510-2.1 | δίχα δέ σφιν ἥνδανε βουλή, 〈ἠὲ διαπραθέειν |
| book 510-2.2 | —ἔεργεν〉: τοῖς πολιορκοῦσιν ἐσχισμένη ἦν γνώμη· ἐὰν μὲν |
| book 510-2.3 | θελήσωσι διανείμασθαι τὰ κτήματα, ἀπαλλάττεσθαι τῆς πολιορκίας, |
| book 510-2.4 | ἐὰν δὲ ἀπειθῶσι, πορθῆσαι τὴν πόλιν. b(BCE3)T |
| book 510-2.5.1 | δίχα δέ σφιν ἥνδανε βουλή, 〈—ἔεργεν〉: σημει‐ |
| book 510-2.5.2 | οῦνται ὅτι οἱ ἐπιστρατεύσαντες—κτημάτων. A |
| book 511a.1 | ἠὲ διαπραθέειν 〈ἢ ἄνδιχα πάντα δάσασθαι〉: |
| book 511a.2 | ἐψύχωται ἡ γραφὴ ὡς καὶ τὰ ἀφανῆ δηλοῦσθαι τοῖς ὁρῶσιν. τὸ δὲ |
| book 511a.3 | πάντα πρὸς τὰ σημαινόμενα κτήματα ἀπέδωκεν. b(BCE3)T |
| book 511b.1 | ἠὲ διαπραθέειν ἢ ἄνδιχα πάντα δάσασθαι: πρὸς |
| book 511b.2 | τὸ ἀρχαῖον ἔθος, ὅτι οἱ πολιορκούμενοι ἐξίστασαν τοὺς πολεμίους, |
| book 511b.3 | ἐπιμεριζόμενοι τὰ κτήματα. A |
| book 511c.1 | ἢ ἄνδιχα 〈πάντα δάσασθαι〉: ἦν ἔθος, ὡς καὶ Ἕκτωρ |
| book 511c.2 | φησί, „μή τι κατακρύψειν, ἀλλ’ ἄνδιχα 〈πάντα δάσασθαι〉“ (Χ 120). |
| book 511c.3 | T |
| book 513a.1 | 〈οἱ δ’〉 οὔπω πείθοντο: τὸ πω παρέλκει, b(BCE3E4) |
| book 513a.2 | T ὡς τὸ „οὐδέπω Ἀτρείδεω ὀπὸς ἔκλυον“ (Π 76): b(BCE3)T |
| book 513a.3 | οἱ πολῖται δὲ οὐκ ἐπείθοντο. b(BE3E4)T |
| book 513b | 〈οἱ δέ:〉 οἱ ἔνδον. Aint |
| book 513c1.1 | λόχῳ δ’ ὑπεθωρήσσοντο: δεῖ νοεῖν τοὺς πολεμίους |
| book 513c1.2 | ἀφῃρῆσθαι τὴν λείαν, ἣν λοχῶσιν οἱ πολῖται ἰδίαν οὖσαν. T |
| book 513c2.1 | δεῖ δὲ νοεῖν τὴν λείαν, ἣν οἱ πολέμιοι ἀφείλοντο, τούτους |
| book 513c2.2 | λοχῆσαι σπεύδειν. b(BE3E4) |
| book 514-5a.1 | τεῖχος μέν ῥ’ ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα / |
| book 514-5a.2 | ῥύατ’ ἐφεσταότες, 〈μετὰ δ’ ἀνέρες, οὓς ἔχε γῆρασ〉: Παρ‐ |
| book 514-5a.3 | μενίσκος (fr. 7) τοῖς ἑξῆς συνάπτει τὸ ἐφεσταότες (515), ἐπεὶ |
| book 514-5a.4 | σολοικοφανές, φησί, τέκνα ἐφεσταότες καὶ ἄλοχοι. εἰ δὲ ἐν τοῖς τέκνοις |
| book 514-5a.5.1 | εἰσὶ καὶ ἄρρενες, τί κωλύει πρὸς τὸ σημαινόμενον αὐτὸν ἀπηντηκέναι, |
| book 514-5a.5.2 | ὡς καὶ ἐπ’ ἄλλων μυρίων; „νεφέλη δέ μιν ἀμφιβέβηκε 〈/ κυανέη〉· |
| book 514-5a.5.3 | τὸ μὲν οὔ ποτ’ ἐρωεῖ“ (μ 74—5), „νωμῆσαι βῶν 〈/ ἀζαλέην〉, τό μοι |
| book 514-5a.5.4 | ἔστιν“ (Η 238—9). οὕτως καὶ ἐνθάδε ἑσταότες παῖδες. A |
| book 514-5b | τεῖχος μέν ῥ’ ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα / |
| book 514-5b.1 | ῥύατ’ ἐφεσταότες, 〈μετὰ δ’ ἀνέρες, οὓς ἔχε γῆρασ〉: τινὲς |
| book 514-5b.2 | εἰς τὸ ῥύατο (515) στίζουσιν, b(BCE3E4)T ἵνα τῷ ἀνέρες |
| book 514-5b.3 | (515) μόνῳ ἁρμόσῃ τὸ ἐφεσταότες (515). b(BCE3E4) ἢ ὃ ἔδει |
| book 514-5b.5.1 | ἐπάγεσθαι, τοῦτο ἐν μέσῳ κεῖται· ἔδει γὰρ ‘μετὰ δ’ ἀνέρες ἐφεσταότεσ‘, |
| book 514-5b.5.2 | b(BCE3E4)T 〈ὡσ〉 τὸ „εἰ δέ κ’ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος |
| book 514-5b.5.3 | Ἀπόλλων“ (Υ 138) καὶ „ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε |
| book 514-5b.5.4 | ῥέουσι / Κώκυτός τε“ (κ 513—4). πρὸς δὲ τὸ ἀρσενικὸν ἀπέδωκεν, |
| book 514-5b.5.5 | ὡς ἐν τῷ „μήτε τις οὖν θήλεια θεὸς τό γε μήτε τις ἄρσην 〈/ ...〉, |
| book 514-5b.10.1 | ἀλλ’ ἅμα πάντεσ“ (Θ 7—8), „ἠΐθεοι καὶ παρθένοι 〈... /〉 ὀρχεῦντο |
| book 514-5b.10.2 | 〈...〉 χεῖρας ἔχοντεσ“ (Σ 593—4), „Κύπρις τε καὶ ἀργυρότοξος |
| book 514-5b.10.3 | Ἀπόλλων 〈/ ἄφρονα〉 τοῦτον ἀνέντεσ“ (Ε 760—1). T |
| book 514-5c.1 | τὸ ἐφεσταότες (515) πρὸς τὸ ἀνέρες. καὶ δύναται πα‐ |
| book 514-5c.2 | ραπλήσιόν τι τῷ Ἀλκμανικῷ πεπονθέναι σχήματι· „ἔνθα μὲν εἰς |
| book 514-5c.3 | Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσι / Κώκυτός θ’“ (κ 513—4), „εἰ δέ |
| book 514-5c.4 | κ’ Ἄρης ἄρχωσι μάχησ“ (Υ 138). διαφέρει δὲ τοῦ Ἀλκμανικοῦ, ᾗ |
| book 514-5c.5.1 | ἐκεῖνο μὲν τοῖς κατ’ ἀριθμὸν σχήμασιν ὑποπίπτει, τοῦτο δὲ τοῖς παρὰ |
| book 514-5c.5.2 | γένος. ὑπερβατῷ δὲ ἀμφότερα λύεται. A |
| book 514.1 | ἄλοχοι τε: ὁ Πλάτων ἐν τοῖς Νόμοις (8 p. 829e4) ἀξιοῖ |
| book 514.2 | γυμνάζεσθαι γυναῖκας τὰ πολεμικὰ παρ’ Ὁμήρου μαθών. καὶ Σαυ‐ |
| book 514.3 | ροματῶν αἱ γυναῖκες τὴν αὐτὴν τοῖς ἀνδράσιν ἐνδῦσαι στολὴν |
| book 514 | πολεμοῦσιν. b(BCE3E4)T |
| book 515.1 | 〈ῥύατ’ ἐφεσταότες, μετὰ δ’ ἀνέρες:〉 κατὰ κοινοῦ τὸ |
| book 515.2 | ῥύατο. Aint |
| book 516a.1 | οἱ δ’ ἴσαν: οἱ ἀπὸ τῆς πόλεως ἐξῄεσαν εἰς τὸν λόχον. |
| book 516a.2 | b(BCE3E4)T |
| book 516b.1 | 〈ἦρχε δ’ ἄρα σφιν Ἄρης καὶ Παλλὰς Ἀθήνη:〉 |
| book 516b.2 | ὡς ἠδικημένοις συλλαμβάνουσιν οἱ θεοί. b(BCE3E4)Til |
| book 518a | μεγάλω: δυνάμει, οὐ μεγέθει. b(BCE3)T |
| book 518b.1 | 〈ὥς τε θεώ περ:〉 ὡς ἄν, ὡς τὸ „ῥεῖα μάλ’ ὥς τε θεόσ“ |
| book 518b.2 | (Γ 381. Υ 444). Til |
| book 519a.1 | 〈ὀλίζονες:〉 ὅτι ἅπαξ κέχρηται τῇ λέξει, καὶ σημαίνει |
| book 519a.2 | ὀλίγοι. Aint |
| book 519b.1 | ὀλίζονες: προπαροξυτονητέον. πρόδηλον κἀκ τοῦ παρα‐ |
| book 519b.2 | κειμένου οὐδετέρου, ‘οὐδὲν ὄλιζον ἕξομεν‘, εἴγε ὁμοτονεῖ τοῖς |
| book 519b.3 | οὐδετέροις ἀεὶ τὰ ἀρσενικὰ κατὰ τὸ τέλος κατὰ τὴν ἡμετέραν διά‐ |
| book 519b.4 | λεκτον, ἑνὸς ἀντικειμένου τοῦ ἕν διὰ τὸ μὴ δύνασθαι περισπωμένην |
| book 519b.5.1 | ἐπὶ βραχείας εἶναι. τὰ δὲ παραδείγματα ἄφθονα ἐπὶ πάσης καταλήξεως |
| book 519b.5.2 | ἐχούσης παρασχηματισμὸν οὐδετέρου, „μέλασ“ (α 423. ς 306), |
| book 519b.5.3 | „μέλαν“ (Β 825 al.)· τάλας, τάλαν· „πᾶσ“ (Λ 65 al.), „πᾶν“ (Α 294 |
| book 519b.5.4 | al.)· εὐμήκης, εὐμῆκες· „ταχύσ“ (Β 527 al.), ταχύ· „φίλοσ“ (Α 381 |
| book 519b.5.5 | al.), „φίλον“ (Α 167 al.)· σώφρων, σῶφρον· ὅθεν εἰ οὕτως ἀνέγνωμεν |
| book 519b.10.1 | ‘οὐδὲν ὄλιζον ἕξομεν‘, καὶ τὸ ὀλίζων βαρύνειν ὀφείλομεν· καὶ γὰρ |
| book 519b.10.2 | οὐδέποτε τοῖς εἰς ων ὀξυνομένοις ὀνόμασι παράκειται οὐδετέρου |
| book 519b.10.3 | παρασχηματισμός, τοῖς μέντοι βαρυνομένοις, σῶφρον τλῆμον. εἰ δὴ |
| book 519b.10.4 | παράκειται τὸ ὄλιζον, δῆλον ὅτι καὶ τὸ ἀρσενικὸν βαρύνεται. ἐσχημά‐ |
| book 519b.10.5 | τισται δὲ συγκριτικῶς κατὰ πάθος· παρὰ γὰρ τὸ ὀλιγώτερος κατὰ |
| book 519b.15.1 | δεύτερον τύπον τὸ ὀλιγίων μὴ εἰρημένον συγκριτικῶς, ὑπερθετικῶς |
| book 519b.15.2 | δὲ ἐν τῷ ὀλίγιστος ἐξέπιπτε τρίτος τύπος ὁ διὰ δύο σς, ὀλίσσων· |
| book 519b.1 | τὰ δὲ δύο σς μετέπεσεν εἰς τὸ ζ καὶ ἀπετελέσθη τὸ ὄλιζον. οὕτως οὖν |
| book 519b.2 | ἐσχηματίσαμεν καὶ τὸ „μεῖζον“ (Α 167 al.), λέγω δὲ κατὰ τὴν αὐτὴν |
| book 519b.3 | τροπὴν τῶν στοιχείων. A |
| book 519c.1 | ὑπολίζονες: ἥττους τῷ μεγέθει τοῦ σώματος, b(BCE3 |
| book 519c.2 | E4)T ὁ δὲ Ἐπαφρόδιτος (fr. 41 L.) τῇ δυνάμει. περισσὴ δὲ ἡ |
| book 519c.3 | ὑπό. φασὶ δὲ Ὅμηρον τὸ †ὀλίγον† οὐδέποτε ἐπὶ ἀριθμοῦ τάσσειν, |
| book 519c.4 | ἀλλ’ ἐπὶ μεγέθους· b(BCE3)T „νῦν δέ μ’ ἐὼν ὀλίγος τε καὶ |
| book 519c.5 | οὐτιδανόσ“ (ι 515). T |
| book 520 | 〈εἶκε:〉 ἀντὶ τοῦ ἐφικτὸν ἦν, ἔπρεπεν. b(BCE3E4)T |
| book 521a | ἐν ποταμῷ: ἀντὶ τοῦ παρὰ ποταμῷ. b(BCE3)T |
| book 521b1.1 | ἀρδμός: ἐκτατέον τὴν πρώτην συλλαβὴν τοῦ ἀρδμός, |
| book 521b1.2 | ἐπεὶ καὶ τὸ ἄρδω ἔχει ἐκτεινόμενον τὸ α· „τὸν νοῦν ἵν’ ἄρδω καὶ λέγω |
| book 521b1.3 | τι δεξιόν“ (Ar. equ. 96 = 114). οὐχ ὅσα μέντοι ἐν ῥήμασιν ἔκτασιν |
| book 521b1.4 | ἔχει, καὶ ἐν ὀνόμασιν· παρὰ γὰρ τὸ ἄσσω καὶ κατάσσω καὶ μέλλοντα |
| book 521b1.5.1 | τὸν ἄξω καὶ προστακτικὸν τὸ 〈ἆξον〉, „ἆξον δὴ ἔγχος Διομήδεοσ“ |
| book 521b1.5.2 | (Ζ 306), ἡ ἀξίνη συστέλλει τὸ α, παρά τε τὸ ἀρῶ καὶ ἀρῶμαι †ἐκτεί‐ |
| book 521b1.5.3 | νομεν ὄνομα Ἄρην· „πισσοκωνίας ἀρήν“ Κρατῖνος (fr. 364 [I p. 116] |
| book 521b1 | K. = 397 K.—A.). A |
| book 521b2.1 | ἐκτατέον δὲ τὴν ἄρχουσαν τοῦ ἀρδμός· b(BE3)T καὶ |
| book 521b2.2 | τὸ ἄρδω γάρ· „τὸν νοῦν ἵν’ ἄρδω καὶ λέγω τι δεξιόν“. T |
| book 521c.1 | ἀρδμός: ἀρδεία καὶ ἀπάρυσις ὕδατος. b(BCE3) καὶ |
| book 521c.2 | ἐν Ὀδυσσείᾳ (ν 247)· „ἐν δ’ ἀρδμοὶ ἐπηετανοί“. b(BE3)T |
| book 521d.1 | 〈βοτοῖσιν:〉 βοτοῖσι {δὲ} γραπτέον, ὅθεν καὶ „βοτῆρεσ“ (cf. ο 504) καὶ |
| book 521d.2 | „βοτάνη“ (cf. Ν 493). b(BE3)T |
| book 523.1 | τοῖσι: αὐτοῖς τοῖς ἐνεδρεύουσι, b(BCE3E4)T τοῖς ἀπὸ |
| book 523.2 | τῆς πολιορκουμένης πόλεως. T |
| book 525.1 | οἱ δέ: οἱ βοῦς καὶ τὰ μῆλα· περὶ ἀμφοτέρων γὰρ ὁ λόγος. |
| book 525.2 | b(BCE3E4)T |
| book 526a.1 | τερπόμενοι σύριγξι· δόλον δ’ οὔ τι προνόησαν: |
| book 526a.2 | διὰ τὸ ἀπροσδόκητον· οὐ γὰρ εἰκὸς ἦν τοὺς πολιορκουμένους τοῖς |
| book 526a.3 | πολιορκοῦσιν ἐπελθεῖν. b(BCE3E4)T ἢ πρὸς τῇ μουσικῇ ὄντες. |
| book 526a.4 | T |
| book 526b.1 | τερπόμενοι σύριγξι· 〈δόλον δ’ οὔ τι προνόη‐ |
| book 526b.2 | σαν〉: ἤτοι ἐπεὶ ἀνύποπτον ἦν τὸ ἐν τῷ πολέμῳ λοχᾶν. ἢ καὶ διὰ τὴν |
| book 526b.3 | τέρψιν τῶν συρίγγων. A |
| book 526c | 〈τερπόμενοι:〉 Ἀριστοφάνης δυϊκῶς „τερπομέ〈νω〉“. Aint |
| book 528a | 〈τάμνοντο:〉 ἀπήλαυνον. b(BCE3E4)Til |
| book 528b | 〈πώεα καλά:〉 παρὰ Ζηνοδότῳ „πῶϋ μέγ’ οἰῶν“. Aint |
| book 530a.1 | οἱ δέ: δηλονότι οἱ πολιορκοῦντες, ὧν τὰ ποίμνια περι‐ |
| book 530a.2 | ηλαύνετο. b(BCE3E4)T |
| book 530b | 〈οἱ δέ:〉 οἱ ἐν τῇ πόλει †οὓς† προέπεμψαν. Aim |
| book 531a.1 | εἰράων προπάροιθε: ὅτι εἴρας λέγει τὰς ἀγοράς, σχη‐ |
| book 531a.2 | ματίζων ἀπὸ τοῦ εἴρειν, ὅ ἐστι λέγειν. A |
| book 531b | ἰράων: τῶν βουλευτηρίων. b(BCE3)T |
| book 535.1 | ἐν δ’ Ἔρις, ἐν δὲ Κυδοιμὸς 〈ὁμίλεον, ἐν δ’ ὀλοὴ |
| book 535.2 | Κήρ〉: κατὰ τὴν τάξιν τῶν πραγμάτων καὶ τὰς ὀνομασίας εἴρηκεν. |
| book 535.3 | b(BCE3)T |
| book 536a.1 | 〈ἄλλον ζωὸν ἔχουσα νεούτατον:〉 πρὸς τὸ „Ἔρισ“ |
| book 536a.2 | (Σ 535) ὑπήντησεν. b(BCE3E4) |
| book 536b | 〈ἄλλον ἄουτον:〉 ὁ Κυδοιμός. Til |
| book 537a.1 | 〈ἄλλον〉 τεθνειῶτα 〈κατὰ μόθον ἕλκε ποδοῖϊν〉: |
| book 537a.2 | ἡ Μοῖρα. 〈ἢ〉 ἡ αὐτὴ τῶν τριῶν ἐδέδρακτο. νοητέον δὲ ὅτι ἐξ ἀμφοτέ‐ |
| book 537a.3 | ρων τῶν ταγμάτων εἰσὶν οἱ πεσόντες. T |
| book 537b | 〈τεθνειῶτα:〉 Ἀρίσταρχος „τεθνηῶτα“. Aim |
| book 538a | 〈εἷμα δ’ ἔχε:〉 ἐν τῇ Μασσαλιωτικῇ „εἷμά τ’ ἔχε“. Aint |
| book 538b | δαφοινεόν 〈αἵματι〉: λίαν πεφοινιγμένον ἀπὸ τοῦ αἵματος. T |
| book 538c1.1 | δαφοινεόν: ὀξύνεται· ἐπὶ γὰρ τῶν εἰς ος ὀνομάτων ὁ |
| book 538c1.2 | πλεονασμὸς τοῦ ε φυλάσσει τὴν ἐπὶ τέλους ὀξεῖαν, κενός κενεός, |
| book 538c1.3 | ἀδελφός „ἀδελφεόσ“ (Β 586 al.). A |
| book 538c2 | ἄλλως· {δαφοινεῶν:} †δαφοίνεον προπαροξυτόνως†. T |
| book 538d.1 | ἄλλως· δαφοινεὸν 〈αἵματι φωτῶν〉: κἀκ τούτων φαί‐ |
| book 538d.2 | νεται γραφικὴν εἰδώς· T κατὰ χρώματα γὰρ ποικίλλει. b(BCE3 |
| book 538d.3 | E4)T |
| book 539.1 | ὥς τε ζωοὶ 〈βροτοί〉: οὐκ ἄρα ζωὰ ἦν τὰ ἐπιγεγραμμέ‐ |
| book 539.2 | να, ἀλλ’ ὅμοια ζῴοις. b(BCE3E4)T |
| book 540a.1 | νεκρούς τ’ ἀλλήλων 〈ἔρυον κατατεθνηῶτασ〉: ὅτι |
| book 540a.2 | ἐπὶ τῶν τοιούτων τόπων οἱ Γλωσσογράφοι νεκροὺς τοὺς νέους |
| book 540a.3 | ὑπέλαβον λέγεσθαι. A |
| book 540b | 〈κατατεθνειῶτας:〉 Ἀρίσταρχος διὰ τοῦ η. Aim |
| book 541a.1 | ἐν δ’ ἐτίθει νειὸν 〈μαλακὴν πίειραν ἄρουραν〉: |
| book 541a.2 | τῆς εἰρηνευομένης δηλονότι αὕτη ἡ γῆ· οἱ γὰρ πολιορκοῦντες 〈***〉 |
| book 541a.3 | τὴν πολεμουμένην χώραν. T |
| book 541b.1 | ἄλλως· ἐν δ’ ἐτίθει νειὸν 〈μαλακὴν πίειραν ἄ‐ |
| book 541b.2 | ρουραν〉: τρίτον ἐστὶ τοῦτο· μετὰ γὰρ τὰ θεῖα (sc. Σ 483—9) καὶ |
| book 541b.1 | τὰς πόλεις (sc. Σ 490—540) γεώργιόν τι παραλαμβάνει. δαιμονίως δὲ |
| book 541b.2 | διὰ τῶν ἐπιθέτων ὑπέδειξεν, εἰς ὁποίαν ποτὲ γῆν δεῖ πόνον κατατί‐ |
| book 541b.5 | θεσθαι, εἰς μαλακὴν καὶ εὔβωλον. b(BCE3)T |
| book 541b | νειόν: τὴν λεγομένην νεατόν, —ἡ τοιαύτη. A |
| book 542a1.1 | εὐρεῖαν τρίπολον· πολλοὶ δ’ ἀροτῆρες ἐν αὐτῇ: |
| book 542a1.2 | ἀκολούθως τῷ ἐπιθέτῳ· τὴν γὰρ εὐρεῖαν πολλοῖς ζεύγεσί φησιν |
| book 542a1.3 | ἀροῦσθαι. T |
| book 542a2.1 | ἀκόλουθόν ἐστι καὶ τοῦτο· ταύτην γὰρ πολλοῖς ζεύγεσί |
| book 542a2.2 | φησιν ἀροῦσθαι ὡς εὐρεῖαν b(BCE3) |
| book 545-6.1 | τοῖσι δ’ ἔπειτ’ 〈ἐν χερσὶ δέπας μελιηδέος οἴ‐ |
| book 545-6.2 | νου / δόσκεν ἀνὴρ ἐπιών〉: πλουσίου ὁ ἀγρός, παρ’ ὃν πονοῦσι |
| book 545-6.3 | μὲν αὐλακίζοντες ἐν βάθει τὴν γῆν, ἀνακτῶνται δὲ αὑτοὺς τῷ πόματι. |
| book 545-6.4 | b(BCE3)T |
| book 546.1 | ὄγμους: οὔτε τὴν ἐπίστιχον φυτείαν φησὶν Ἐπαφρόδιτος |
| book 546.2 | (fr. 42 L.) οὔτε παρὰ τὸ οἴγειν· b(BCE3)T φησὶ γοῦν „ὄγμον |
| book 546.3 | ἐλαύνωσιν“ (Λ 68). ἔστιν οὖν, ὡς Ἡρακλέων (fr. 12 B.), T τὰς |
| book 546.4 | ἑλκύσεις, παρὰ τὸ ἕλκω ὄλγμος (καὶ ὄλιξ γὰρ λέγεται), ἢ τὴν συν‐ |
| book 546.5 | έχειαν τῶν αὐλάκων. b(BCE3)T |
| book 547a.1 | ἱέμενοι 〈νειοῖο βαθείης τέλσον ἱκέσθαι〉: ἔσπευδον |
| book 547a.2 | παρὰ τὰ ἔργα διὰ τὸ ἐπὶ χεῖρα αὐτοῖς κεῖσθαι τὴν πόσιν. b(BCE3)T |
| book 547b.1 | τέλσον {ἱκέσθαι}: βαρυτόνως ὡς „μέτρον“ (Λ 225 al.). |
| book 547b.2 | ἐγένετο δὲ παρὰ τὸ τέλος ἐν ὑπερθέσει τοῦ ς καὶ προσόδῳ τοῦ ν. A |
| book 548-9a.1 | ἡ δὲ μελαίνετ’ 〈ὄπισθεν—τὸ δὴ περὶ θαῦ‐ |
| book 548-9a.2 | μα τέτυκτο〉: ἡ ὀπίσω τοῦ ἀρότρου γῆ ἐμελαίνετο. ἄπιστον δέ, |
| book 548-9a.3 | καὶ αὐτὸς διὰ τοῦ θαυμάζειν πιστὸν εἰργάσατο. T |
| book 548-9b.1 | ἡ δὲ μελαίνετ’ ὄπισθεν〈— / χρυσείη περ ἐ‐ |
| book 548-9b.2 | οῦσα〉: κατὰ γὰρ τὴν διαβολὴν τῶν βώλων μελανοῦται ἡ γῆ. σκιὰν |
| book 548-9b.3 | οὖν εἰκὸς ἐγκεῖσθαι τῷ χρυσῷ. A |
| book 548.1 | ἀρηρομένῃ: ἢ ἐνδεῖ τὸ ς ἀπὸ τοῦ ἀρηροσμένη. ἢ παρὰ τὸ |
| book 548.2 | ἀρῶ ἀροτῶ ἠρότημαι ἠροτημένη ἠρομένη ἀρηρομένη. b(BCE3)T |
| book 548.3 | ἢ ἀπὸ τοῦ ἀρῶ ἄρωμι ἀροὺς ἠρομένος ἠρομένη, Ἀττικῶς ἀρηρομένη. |
| book 548.4 | b(BE3)T |
| book 549 | 〈τέτυκτο:〉 οὕτως Ἀρίσταρχος τέτυκτο Ἰακῶς. Aim |
| book 550-60.1 | ἐν δ’ ἐτίθει τέμενοσ〈—πάλυνον〉: δαιμονί‐ |
| book 550-60.2 | ως πᾶσαν ἰδέαν γεωργίας κατέγραψε τῇ ἀσπίδι, περὶ †ἀρότρου† (sc. |
| book 550-60.3 | Σ 541—9), περὶ θερισμοῦ (550—60). εἶτα καὶ ἀμπελόφυτον χωρίον |
| book 550-60.4 | διετύπωσεν (sc. Σ 561—72): b(BCE3)T τὸ γὰρ ὅλον τοῦ |
| book 550-60.5 | τρόπου διδασκαλικοῦ ἐστιν. b(BCE3) |
| book 550a | {ἐν δ’ ἐτίθει} τέμενος: ὅτι τὸν ἀποτετμημένον τόπον |
| book 550a | τέμενος λέγει. A |
| book 550b1 | 〈βασιλήϊον:〉 γράφεται „βαθυλήϊον“. Aint |
| book 550b2 | βαθυλήϊον: „βασιλήϊον“. T |
| book 550c.1 | 〈βασιλήϊον:〉 τὸν δεσπότην τοῦ κλήρου βασιλέα φησίν |
| book 550c.2 | (sc. Σ 556). b(BCE3E4)T ἢ βασιλικὸν αὐτό φησι, τὸ καλλι‐ |
| book 550c.3 | στεῦον καὶ ἔντιμον θέλων διαγράψαι. b(BCE3)T |
| book 550d.1 | ἔριθοι: νῦν ἐργάται, γεωργοί, παρὰ τὴν ἔραν τὴν γῆν· |
| book 550d.2 | ἢ παρὰ τὸ ἐρίζειν ἐν τῷ ἔργῳ. | ἔριθοι δὲ κυρίως οἱ ἐριουργοί, |
| book 550d.3 | καταχρηστικῶς δὲ καὶ οἱ μισθοῦ ἐργαζόμενοι. A |
| book 551.1 | δρεπάνας: Ἰωνικῶς· οὗτοι γὰρ τρέπουσι πάντα εἰς θη‐ |
| book 551.2 | λυκά, τάφρη, κύρτη, ἀστραγάλη. b(BCE3)T |
| book 552a.1 | δράγματα: ὧν ἐπιλαμβανόμενοι θερίζουσι καὶ τεμόντες |
| book 552a.2 | ἐῶσι κεῖσθαι. b(BCE3)T ἄλλοι δὲ δεσμοῦσι. b(BCE3) |
| book 552b.1 | μετ’ ὄγμον: ἐπὶ τὰς τοῦ ἀρότρου τομάς, παρὰ τὸ οἴγω, |
| book 552b.2 | ἢ †ἕλκυσις†, παρὰ τὸ ἄγω. T |
| book 553a.1 | 〈ἀμαλλοδετῆρες:〉 οἱ ἐκ τῶν ἀμαλλῶν δεσμὰ ποιοῦντες. |
| book 553a.2 | b(BCE3) †ἐλεδανοῖσι† δὲ b(BCE3)T τοῖς τῶν σταχύων |
| book 553a.3 | δεσμοῖς, οὓς οὐλοδέτας καλοῦσιν· οὐλαὶ γὰρ αἱ κριθαί. b(BCE3E4)T |
| book 553b.1 | 〈ἐλλεδανοῖσι:〉 παρὰ τὸ ἐνειλεῖσθαι ἐν αὐτοῖς τοὺς |
| book 553b.2 | πυρούς. Aim |
| book 557a.1 | εἱστήκει 〈ἐπ’ ὄγμου γηθόσυνος κῆρ〉: καὶ τὸ ἐφε‐ |
| book 557a.2 | στάναι αὐτὸν πιθανὸν καὶ τὸ χαίρειν ἐπὶ τοῖς ἔργοις, καὶ τὸ μὴ |
| book 557a.3 | κατεπείγοντος αὐτοῦ τὰ ἔργα γίνεσθαι· δεῖ γὰρ μὴ φόβῳ, ἀλλὰ |
| book 557a.4 | πρᾳότητι τὸν βασιλέα ζητεῖν ὑπουργίαν. b(BCE3)T |
| book 557b.1 | 〈ἑστήκει:〉 ἔξω τοῦ ι τὸ ἑστήκει αἱ Ἀριστάρχου. Aim |
| book 557b.2 | Aint |
| book 557c.1 | γηθόσυνος κῆρ: ἐφαίνετο γὰρ τῷ προσώπῳ ἡδόμενος |
| book 557c.2 | καὶ τοιαύτην ἔχων κατάστασιν. A |
| book 558-9.1 | κήρυκες δ’ ἀπάνευθεν ὑπὸ δρυῒ δαῖτα πένον‐ |
| book 558-9.2 | το, / βοῦν δ’ ἱερεύσαντες μέγαν ἄμφεπον: πρὸς ὑπόμνησιν |
| book 558-9.3 | τῆς ἀπὸ τῶν δρυῶν τροφῆς (cf. 558). καλῶς δὲ καρπιζόμενοι θύουσιν |
| book 558-9.4 | (cf. 559). Ἀθηναῖοι δὲ καὶ νῦν τοὺς περὶ ἱερουργίαν πονουμένους |
| book 558-9.5 | Κήρυκάς φασιν. T |
| book 560a.1 | δεῖπνον ἐρίθοισι〈ν〉: ὅτι δεῖπνον τὸ ὑφ’ ἡμῶν ἄρι‐ |
| book 560a.2 | στον, καὶ ὅτι ἔριθος πᾶς ὁ μισθοῦ ἐργαζόμενος. A |
| book 560b.1 | ἐρίθοισιν: ἔριθοι T πάντες οἱ μισθοῦ ἐργαζόμενοι, |
| book 560b.2 | καὶ μάλιστα οἱ τὴν ἔραν. b(BCE3)T |
| book 560c | ἐπάλυνον: ἔμασσον· | ἢ ἔφυρον. T |
| book 561.1 | ἐν δ’ ἐτίθει σταφυλῇσι 〈μέγα βρίθουσαν ἀλωήν〉: |
| book 561.2 | ὡς ἐν γραφῇ κατακλωμένας βότρυσι δείκνυσι τὰς ἀμπέλους. πάντα δὲ |
| book 561.3 | τέλεια ἔγραψε, „σελήνην τε πλήθουσαν“ (Σ 484) καὶ τὸ λήϊον βαθὺ |
| book 561.4 | (cf. Σ 550) καὶ τὴν ἀλωὴν ἤδη κεκαρποφορηκυῖαν (cf. Σ 561—2), ἵνα |
| book 561.5.1 | περικαλλῆ τὴν φαντασίαν τῶν ἐντετυπωμένων παρεχόντων ὁ δη‐ |
| book 561.5.2 | μιουργὸς ἐπαινεθείη. b(BCE3)T |
| book 563a.1 | κάμαξι: καλάμαξι. πολυειδῶς δὲ τὰς ἀμπέλους φράζει· |
| book 563a.2 | αἱ μὲν γὰρ αὐτῶν χθαμαλαὶ κατ’ ὄρχους εἰσίν. b(BCE3)T ἐν οἷς |
| book 563a.3 | φησιν „ὄρχους δέ μοι ὧδ’ ὀνόμηνασ“ (ω 341): T αἱ δὲ σκέπουσαι |
| book 563a.4 | τὸ σπέος Καλυψοῦς (cf. ε 68—9): b(BCE3)T ἄλλαι δὲ ξύλοις |
| book 563a.5 | καὶ καλάμοις βασταζόμεναι ὡς νῦν. b(BCE3) |
| book 563b | 〈ἀργυρέῃσιν:〉 Ζηνόδοτος „ἀργυρέοισιν“. Aim |
| book 564.1 | 〈κυανέην〉 κάπετον: τὴν ληνόν· Ζηνόδοτος (sc. in |
| book 564.2 | Glossis, fr. 6 p. 191 P.) δέ φησιν ἀπὸ χαλκοῦ κεκαυμένου. ἀλλὰ T |
| book 564.3 | πρὸς τὸ δυσεπιχείρητον τοῖς κακουργεῖν βουλομένοις εἶναι καὶ ἡ |
| book 564.4 | τάφρος ἔσκαπται καὶ τὸ τειχίον προβέβληται· ὅθεν ἐπιφέρει „μία δ’ |
| book 564.5.1 | οἴη ἀταρπιτόσ“ (Σ 565), ὅπως οἱ μὴ διὰ ταύτης ἰόντες κατάφωροι εἶεν |
| book 564.5.2 | ὡς κλέψαι θέλοντες. b(BCE3)T |
| book 565.1 | 〈ἐπ’ αὐτήν:〉 „ἐς αὐτήν“ παρὰ Ζηνοδότῳ· καὶ ἔχει λό‐ |
| book 565.2 | γον ἡ γραφή. Aim |
| book 566 | 〈φορῆες:〉 οἱ φέροντες τοὺς βότρυας. Aim |
| book 567-8.1 | παρθενικαὶ δὲ 〈καὶ ἠΐθεοι—φέρον μελιη‐ |
| book 567-8.2 | δέα καρπόν〉: καλῶς οἱ θάλλοντες καρποὶ ὑπὸ θαλλόντων φέρονται |
| book 567-8.3 | σωμάτων. b(BCE3E4)T |
| book 567.1 | ἀταλὰ φρονέοντες: τρυφερά, νήπια, πρᾷα. κατ’ ἐπικρά‐ |
| book 567.2 | τησιν δὲ τοῦ ἄρρενος εἴρηκε, φρονέοντες εἰπὼν καὶ οὐ φρονέουσαι. A |
| book 568a1.1 | 〈πλεκτοῖς ἐν ταλάροισι:〉 Ἀρίσταρχος ταλάροι‐ |
| book 568a1.2 | σι καὶ „πλεκτοῖσι〈ν〉“. Aint |
| book 568a2.1 | πλεκτοῖσιν ταλάροισι φέρον: οὕτως αἱ Ἀριστάρ‐ |
| book 568a2.2 | χου. T |
| book 569-70a1.1 | φόρμιγγι λιγείῃ 〈/ —ἄειδε〉: δηλονότι |
| book 569-70a1.2 | τέρπων καὶ ἐπικουφίζων τὸν πόνον. T |
| book 569-70a2.1 | τάχα οὖν ᾄδειν τοῖς τρυγῶσι λέγει τὸν νέον πρὸς τέρψιν |
| book 569-70a2.2 | καὶ ἐπικουφισμὸν τῶν πόνων. b(BE3E4) |
| book 570a.1 | λίνον δ’ ὑπὸ καλὸν ἄειδε: παρὰ Ζηνοδότῳ „λίνος |
| book 570a.2 | δ’ ὑπὸ καλὸν ἄειδε“. ὁ δὲ Ἀρίσταρχος βούλεται μὴ τὴν χορδὴν λέ‐ |
| book 570a.3 | γεσθαι, ἀλλὰ γένος τι ὕμνου τὸν λίνον. ὥσπερ εἰ ἔλεγεν παιᾶνα ᾖδεν |
| book 570a | ἤ τι τοιοῦτον· διὸ ἡ διπλῆ. A |
| book 570b1.1 | 〈λίνον:〉 τὸ λίνον κατὰ βαρεῖαν τάσιν προενεκτέον, |
| book 570b1.2 | ὅ τι ἂν σημαίνῃ, εἴτε τὴν λινῆν ἐσθῆτα, εἴτε καὶ ἐπὶ τῆς χορδῆς τάσ‐ |
| book 570b1.3 | σοιτο, εἴτε καὶ αὐτὸ τὸ λεπτὸν νῆμα (cf. Ε 487. Π 408 al.), εἴτε ση‐ |
| book 570b1.4 | μαίνοι εἶδος ὕμνου, ὥσπερ καὶ ἐνθάδε, ὡς παιὰν καὶ διθύραμβος. A |
| book 570b2.1 | {λίνον:} καὶ ἐπὶ τοῦ ἱματίου καὶ ἐπὶ τοῦ ᾄσματος καὶ ἐπὶ |
| book 570b2.2 | πάντων βαρύνεται. T |
| book 570c1.1 | ἄλλως· ΛΙΝΟΝ {δ’ ὑπὸ καλόν}: Ἀρίσταρχος εἶδος |
| book 570c1.2 | ᾠδῆς τὸ λίνον ὡς παιᾶνα ἤ τι τοιοῦτον. | ἡ δὲ περὶ τὸν Λίνον ἱστο‐ |
| book 570c1.3 | ρία καὶ παρὰ Φιλοχόρῳ ἐν τῇ ἐνάτῃ καὶ δεκάτῃ (FGrHist 328, 207) καὶ |
| book 570c1.4 | παρὰ Μελανιππίδῃ (fr. 10 P. = P.M.G. 766). ἥ τε καλουμένη Σφαῖ‐ |
| book 570c1.5.1 | ρα ποίημά ἐστιν εἰς τὸν Λίνον, ἀναφέρεται δὲ εἰς Ὀρφέα (O. F.2 p. 314 |
| book 570c1.5.2 | nr. 27 K.). ὁ δὲ Φιλόχορος ὑπ’ Ἀπόλλωνός φησιν αὐτὸν ἀναιρεθῆναι, |
| book 570c1.5.3 | ὅτι τὸν λίνον καταλύσας πρῶτος χορδαῖς ἐχρήσατο εἰς τὰ ὄργανα. |
| book 570c1.5.4 | φασὶ δὲ αὐτὸν ἐν Θήβαις ταφῆναι καὶ τιμᾶσθαι ὑπὸ ποιητῶν ἐν θρη‐ |
| book 570c1.5.5 | νώδεσιν ἀπαρχαῖς. ἐπιγραφή ἐστιν ἐν Θήβαις (I. G. M. 18 = Carm. |
| book 570c1.10.1 | pop. 34 P. [P.M.G. 880])· „ὦ Λίνε πᾶσι θεοῖσι τετιμένε, σοὶ γὰρ |
| book 570c1.10.2 | ἔδωκαν / ἀθάνατοι πρώτῳ μέλος ἀνθρώποισιν ἀεῖσαι / ἐν ποδὶ δεξι‐ |
| book 570c1.10.3 | τερῷ. Μοῦσαι δέ σε θρήνεον αὐταί / μυρόμεναι μολπῇσιν, ἐπεὶ λίπες |
| book 570c1.1 | ἡλίου αὐγάς.“ ἄλλως· „κρύπτω τὸν θεὸν ἄνδρα Λίνον, Μουσῶν θερά‐ |
| book 570c1.2 | ποντα“ (I.G.M. 248). „τὸν πολυθρήνητον Λίνον Αἴλινον ἥδε πα‐ |
| book 570c1.15.1 | τρῴα / Φοιβείοις βέλεσιν γῆ κατέχει φθίμενον“ (I. G. M. 240). καὶ |
| book 570c1.15.2 | Ἡσίοδος (fr. 305 M.—W.)· „Οὐρανίη δ’ ἄρ’ ἔτικτε Λίνον, πολυήρατον |
| book 570c1.15.3 | υἱόν· / ὃν δή, ὅσοι βροτοί εἰσιν ἀοιδοὶ καὶ κιθαρισταί, / πάντες μὲν |
| book 570c1.15.4 | θρηνοῦσιν ἐν εἰλαπίναις τε χοροῖς τε, / ἀρχόμενοί τε Λίνον καὶ λήγον‐ |
| book 570c1.15.5 | τες καλέουσιν.“ ὁ μέντοι Ἡρακλέα διδάξας μουσικὴν ἕτερος παρὰ τοῦ‐ |
| book 570c1.20 | τόν ἐστιν. T |
| book 570d1.1 | λίνον: οἱ μὲν ὅτι τὸ πρῶτον ἀντὶ χορδῶν λίνῳ ἐχρῶντο |
| book 570d1.2 | πρὸς τὴν κιθάραν ἀπομείναντος τοῦ ὀνόματος, ὡς καὶ λίθον τὴν |
| book 570d1.3 | ἄγκυραν καλοῦσιν ἕως νῦν. οἱ δὲ ὅτι ὡς ἄγροικος ὁ παῖς λίνον ἐντετά‐ |
| book 570d1.4 | κει τῇ κιθάρᾳ. Ἀρίσταρχος ὄνομα ὕμνου ἐπὶ Λίνῳ τῷ ἥρωϊ. ἔστι δὲ |
| book 570d1.5.1 | οὗτος ᾠδῆς εὑρετὴς Οὐρανίας υἱός, ὃν ἀνεῖλεν Ἀπόλλων, ἐπεὶ τὸ λίνον |
| book 570d1.5.2 | καταλύσας χορδαῖς ἔτεινεν ὄργανον. T |
| book 570c2/d2.1 | Ἀρίσταρχος εἶδος ᾠδῆς τὸν λίνον φησὶν ὡς παιᾶνα καὶ |
| book 570c2/d2.2 | εἴ τι τοιοῦτον, ἀπὸ Λίνου τοῦ ἥρωος. ἡ δὲ κατὰ τὸν Λίνον ἱστορία |
| book 570c2/d2.3 | παρὰ Φιλοχόρῳ ἱστόρηται· φασὶ γὰρ ὅτι τὸ πρῶτον ἀντὶ χορδῶν |
| book 570c2/d2 | λίνῳ ἐχρῶντο πρὸς τὴν κιθάραν. ὁ δὲ ἥρως οὗτος ὁ Λίνος καταλύσας |
| book 570c2/d2.5.1 | τὸ λίνον πρῶτος χορδαῖς ἐχρήσατο καὶ διὰ τοῦτο ὑπὸ Ἀπόλλωνος |
| book 570c2/d2.5.2 | ἀνῃρέθη. b(BCE3E4) φασὶ δὲ αὐτὸν ἐν Θήβαις ταφῆναι καὶ τιμη‐ |
| book 570c2/d2.5.3 | θῆναι θρηνώδεσιν ᾠδαῖς, ἃς λινῳδίας ἐκάλεσαν. ἔστι δὲ μέλος θρηνη‐ |
| book 570c2/d2.5.4 | τικὸν ὁ λίνος μετ’ ἰσχνοφωνίας ᾀδόμενος. ἆρα οὖν ὁ νεανίας διὰ τῆς |
| book 570c2/d2.5.5 | μιμήσεως ταύτης τὰ κατὰ τὸν Λίνον ᾖδεν; ἐθρηνεῖτο γὰρ οὗτος παρὰ |
| book 570c2/d2.10.1 | τῶν Μουσῶν οὕτως· „ὦ Λίνε, θεοῖσι τετιμημένε, σοὶ γὰρ πρώτῳ μέλος |
| book 570c2/d2.10.2 | ἔδωκαν ἀθάνατοι ἀνθρώποισι φωναῖς λιγυραῖς ἀεῖσαι. Φοῖβος δέ σε |
| book 570c2/d2.10.3 | κότῳ ἀναιρεῖ, Μοῦσαι δέ σε θρηνέουσιν.“ ἡ δὲ ὑπό περιττεύει. |
| book 570c2/d2.10.4 | b(BE3E4) |
| book 570c2/d2 | λίνον δ’ ὑπὸ καλὸν ἄειδε: ἤτοι †τὸν λίνον ᾖδε ὃ† ἐξῆπτο |
| book 570c2/d2.15 | —διασπασθέντι πρώτην ᾀσθεῖσαν. A |
| book 571-2.1 | 〈τοὶ δὲ〉 ῥήσσοντες 〈ἁμαρτῇ / ... ποσὶ σκαί‐ |
| book 571-2.2 | ροντες ἕποντο〉: εἰ καὶ ἑτέροις ὀνόμασιν ἐχρήσατο ὡς ἐπὶ ἀγροί‐ |
| book 571-2.3 | κων, ἀλλ’ οὖν παράβαλε τὰ Ἡσιόδου (th. 3—4) „πόσ〈σ〉’ ἁπαλοῖσιν / |
| book 571-2.4 | ὀρχεῦντο“ ἐπὶ θεῶν καὶ εὐρύθμων. T |
| book 572.1 | σκαίροντες: τὸ σπαίρειν μετὰ τοῦ α φησὶν ὁ ποιητὴς κατὰ |
| book 572.2 | Ἀττικούς, b(BCE3)T „ἀσπαίροντα 〈δ’〉 ἔπειτα“ (μ 254), „ἥ |
| book 572.1 | ῥά οἱ ἀσπαίρουσα“ (Ν 443), T „ἀσπαίροντα λάων“ (τ 229), |
| book 572.2 | „ἤσπαιρ’ ὡς ὅτε βοῦσ“ (Ν 571), τὸ δὲ σκαίρειν οὐκέτι. τὸ μὲν οὖν |
| book 572.5.1 | σπαίρειν ἄμουσόν τινα δηλοῖ κίνησιν, ὅ †τινες† ἐν ἰχθύσι καὶ τῷ δε‐ |
| book 572.5.2 | δεμένῳ κατὰ τὸν ποιητὴν βοΐ (cf. Ν 571), τὸ δὲ σκαίρειν ἔμμουσον κί‐ |
| book 572.5.3 | νησιν ὀρχηστικὴν καὶ εὔρυθμον. b(BCE3)T οἶμαι δὲ ἔγωγε καὶ |
| book 572.5.4 | τῶν ἰχθύων τὸν σπάρον καὶ τὸν σκάρον οὕτω προσηγορεῦσθαι, τῆς |
| book 572.5.5 | κινήσεως οὐχ ὁμοίως ἑκατέρῳ γινομένης, τῷ δὲ σκάρῳ πάντως ὀξυτέ‐ |
| book 572.10.1 | ρας. καὶ Ὀππιανὸς ἐν τοῖς Ἁλιευτικοῖς (1, 134)· „καὶ σκάρος, ὃς δὴ |
| book 572.10.2 | μοῦνος ἐν ἰχθύσι πᾶσιν ἀναύδοις / φθέγγεται ἰκμαλέην λαλαγὴν“ |
| book 572.10.3 | ἀφείς. καὶ τὴν πολύσκαρθμον Μύρινάν φησιν ὁ ποιητὴς (sc. Β 814) |
| book 572.10.4 | μίαν τῶν Ἀμαζόνων, καὶ εὐσκάρθμους ἵππους (cf. Ν 31). b(BE3)T |
| book 573.1 | ὀρθοκραιράων: εὔκερῳ γὰρ οἱ κάλλιστοι βόες. ὀρθο‐ |
| book 573.2 | κραιράων δὲ ὡς πρὸς σύγκρισιν τῶν κριῶν. b(BCE3)T |
| book 574.1 | χρυσοῖο τετεύχατο κασσιτέρου τε: ὑπὲρ τοῦ ἐξαλ‐ |
| book 574.2 | λαγήν τινα φαίνεσθαι περὶ τὴν χροιὰν τὰς δύο ὕλας παρέλαβεν. |
| book 574.3 | b(BCE3E4)T |
| book 575.1 | μυκηθμῷ δ’ ἀπὸ κόπρου 〈ἐπεσσεύοντο νομὸν δέ〉: |
| book 575.2 | παραδόξως καὶ τὴν φωνὴν ἐμιμήσατο. ὅτε δὲ ἐξίασι τῶν βοοστασίων |
| book 575.3 | ταχεῖς τε καὶ σκιρτῶντές εἰσι· b(BCE3)T διὸ καὶ τὸ ἐπεσ‐ |
| book 575.4 | σεύοντο, οἷον μετά τινος ταχυτῆτος καὶ σφοδρότητος ἐπορεύοντο. |
| book 575.5 | b(BCE3) |
| book 576a1.1 | παρὰ ῥοδανὸν δονακῆα: παρὰ Ζηνοδότῳ „διὰ ῥα‐ |
| book 576a1.2 | δαλόν“. ὁ δὲ Ἀριστοφάνης „παρὰ †ῥαδηλό톓. ῥαδαλὸν δὲ ἀκου‐ |
| book 576a1.3 | στέον τὸν εὐκράδαντον δι’ ὕψος. φησὶ δὲ Διονύσιος (fr. 47 S.) γρά‐ |
| book 576a1.4 | φεσθαι καὶ „δονακῆεν“ κατὰ τὸ οὐδέτερον, ὡς καὶ τὸν πευκῶνα πευ‐ |
| book 576a1.5 | κᾶεν. A |
| book 576a2.1 | {παρὰ ῥοδανόν:} Ζηνόδοτος „†ῥοδανό톓, τὸν εὐκράδαν‐ |
| book 576a2.2 | τον διὰ τὸ ὕψος. T |
| book 576a3 | ἐν ἄλλῳ „ῥαδαλόν“. Aint |
| book 576b | ἄλλως· παρὰ ῥοδανόν: τὸν ῥᾳδίως ἀναφύοντα· ἢ τὸν |
| book 576b.1 | εὐκίνητον διὰ λεπτότητα· καὶ ῥοδανίζειν γὰρ αἱ γυναῖκες τὸ συνεχῶς |
| book 576b.2 | τινάσσειν τὴν κρόκην. b(BCE3E4)T οἱ δὲ ῥοανόν, ῥευστικόν, |
| book 576b.3 | κατὰ πλεονασμόν. οἱ δὲ τὸν ἰσχνοκαλαμώδη ἐκ τῶν δύο. | Ζηνόδοτος |
| book 576b.5 | δὲ γράφει „ῥαδαλόν“ εὐκίνητον, οἱονεὶ κραδανόν τινα ὄντα, παρὰ τὸ |
| book 576b | κραδαίνεσθαι. b(BE3E4)T |
| book 576c1.1 | ἄλλως· παρὰ ῥοδανὸν δονακῆα: παρὰ τὸν καλα‐ |
| book 576c1.2 | μῶνα τὸν δι’ ἰσχνότητα εὐκράδαντον. T |
| book 576c2.1 | λέγει δὲ ὅτι πορεύονται ἐπὶ τὸν καλαμῶνα τὸν δι’ ἰσχνό‐ |
| book 576c2.2 | τητα καλάμων ἢ ὕψος εὐκράδαντον. b(BE3E4) |
| book 579.1 | σμερδαλέω δὲ λέοντε 〈δύ’ ἐν πρώτῃσι βόεσσι〉: ἐν |
| book 579.2 | τῇ ἑτέρᾳ τῶν Ἀριστάρχου „δύο πρώτῃσι AAim βόεσσι“. A |
| book 579.3 | παρὰ δὲ Ζηνοδότῳ „κυανέω δὲ λέοντε“. AT |
| book 580a1.1 | ἐρύγμηλον: ἐρυγήτορα· ἐρύγειν γὰρ τὸ μετὰ βίας ἀνα‐ |
| book 580a1.2 | σπᾶν τὸ πνεῦμα· καὶ „ἤρυγεν ἑλκόμενοσ“ (Υ 404) καὶ „ἐρευγομένης |
| book 580a1.3 | ἁλὸς ἔξω“ (Ρ 265). T |
| book 580a2.1 | τὸν τῇ δυνάμει τῶν ἄλλων ἡγούμενον, ἐκ τοῦ ἐρύγω τοῦ |
| book 580a2.2 | ὑπερισχύω, ἐξ οὗ καὶ ἐρύγειν τὸ μετὰ βίας ἀνασπᾶν τὸ πνεῦμα. |
| book 580a2.3 | b(BCE3E4) |
| book 580b1 | ἐρύγμηλον: ὡς βέβηλον· τὰ γὰρ διὰ τοῦ ηλος ὑπὲρ δύο |
| book 580b1.1 | συλλαβὰς προσηγορικὰ ἢ κύρια προπαροξύνεσθαι θέλει, κάμηλος καὶ |
| book 580b1.2 | φάσηλος, „Στύμφηλον“ (Β 608). τὰ μέντοι ἐπιθετικὰ ὀξύνεσθαι μὲν |
| book 580b1.3 | θέλει, ὅτε παρασχηματισμὸν ἔχει θηλυκοῦ, σιγηλός, „ὑψηλός (α 426. |
| book 580b1.5.1 | ζ 263), „ἀπατηλόσ“ (cf. Α 526), μὴ οὕτως δὲ ἔχοντα βαρύνεσθαι, |
| book 580b1.5.2 | βέβηλος, κίβδηλος, κάπηλος. εἰ δὴ καὶ τὸ ἐρύγμηλος οὐκ ἔχει θηλυκόν, |
| book 580b1.5.3 | δῆλον ὅτι ὑγιῶς βαρυτονηθήσεται καὶ οὐ δεόντως αὐτὸ Τυραννίων |
| book 580b1.5.4 | (fr. 44 P.) ὀξύνει. ἐγένετο δὲ παρὰ τὸ ἐρύγω, ἔνθεν παρατατικὸς |
| book 580b1.5.5 | „ἤρυγεν ἑλκόμενος Ἑλικώνιον“ (Υ 404), ἐρύγηλος καὶ ἐν πλεονασμῷ |
| book 580b1.10 | τοῦ μ ἐρύγμηλος. A |
| book 580b2.1 | ἄλλως· ἐρύγμηλον: προπαροξυτόνως τὸ ἐρύγμη‐ |
| book 580b2.2 | λον, b(BE3)T ἐγένετο δὲ παρὰ τὸ ἐρύγω ἐρύγηλος καὶ πλεο‐ |
| book 580b2.3 | νασμῷ τοῦ μ ἐρύγμηλος. b(BE3E4)T |
| book 581.1 | ἕλκετο· τὸν δὲ κύνες 〈μετεκίαθον〉: παρὰ Ζηνοδότῳ |
| book 581.2 | „τοὺς δὲ κύνες μετεκίαθον“, τοὺς λέοντας. τὸ δὲ ἕλκετο χωρὶς τοῦ |
| book 581.3 | ι. A |
| book 583a.1 | λαφύσσετον: ὅτι χρόνος ἤλλακται· τὸ γὰρ λαφύσσε‐ |
| book 583a.2 | τον λαφύσσουσιν, παρείληπται ὅμοιον τῷ „λαοῦ ἀποτμήξαντε |
| book 583a.3 | διώκετον“ (Κ 364). A |
| book 583b.1 | λαφύσσετον: ἔδει διὰ τοῦ η. ἢ ἐνεστώς ἐστιν ἀντὶ |
| book 583b.2 | παρῳχηκότος. δηλοῖ δὲ τὸ ἐπὶ πολὺ κενοῦν. b(BCE3)T |
| book 584a | αὔτως ἐνδίεσαν: ὅτι Ζηνόδοτος γράφει „οὕτωσ“, οὐ |
| book 584a | νοήσας ὅτι τὸ αὔτως ἐστὶ κενῶς καὶ πρὸς οὐδέν, διὰ τὸ εἴδωλα εἶναι. | |
| book 584a.1 | τὸ δὲ ἐνδίεσαν παρὰ τὸ δίεσθαι, ὅ ἐστι διώκεσθαι. σημαίνει δὲ τὸ |
| book 584a.2 | ἐπώτρυνον. εἴρηται (sc. ad Σ 162 a1) δὲ ὅτι κλίσις ἐστὶ τοῦ δίημι τὸ |
| book 584a.5.1 | ἐνδίησαν· καὶ οὐ προσεκτέον τῷ Ἀσκαλωνίτῃ (p. 58 B.) δασύνοντι |
| book 584a.5.2 | τὸ ι καὶ πλεονασμὸν τοῦ δ δεχομένῳ. A |
| book 584b.1 | αὔτως ἐ〈ν〉δίεσαν {ταχέας κύνας}: μάτην ἠφίεσαν ἐπὶ |
| book 584b.2 | τοὺς λέοντας. T |
| book 584c.1 | ἐ〈ν〉δίεσαν: ἐδίωκον, παρὰ τὸ δίημι· b(BCE3)T |
| book 584c.2 | περὶ ἄστυ μέγα Πριάμου δίον“ (Χ 251), ἀντὶ τοῦ ἐδιώχθην. T |
| book 586.1 | 〈ἱστάμενοι δὲ μάλ’ ἐγγὺς ὑλάκτεον ἔκ τ’ ἀλέον‐ |
| book 586.2 | το:〉 γραφικῶς ἔδειξε τὸ πᾶν. Til |
| book 587-8.1 | ἐν δὲ νομὸν ποίησε〈—οἰῶν ἀργεννάων〉: |
| book 587-8.2 | φασὶν Ἀθηναίους πρῶτον ἐπινοῆσαι τὴν ἐξ ἐρίων ἐσθῆτα· ὅθεν καὶ τὸν |
| book 587-8.3 | πέπλον περιφέρουσιν. ἐν ἔαρι δέ φασι μόνον νέμεσθαι τὰ πρόβατα. T |
| book 588.1 | ἐν καλῇ βήσσῃ: οἱ μὲν βόες παρὰ ποταμόν (cf. Σ 576), |
| book 588.2 | αἱ δὲ †ὄϊς† ἐν βήσσῃ, ὅ ἐστι κοιλώματι γῆς, ὥστε βαίνεσθαι, οὐ |
| book 588.3 | γεωλόφῳ. b(BCE3)T |
| book 589a.1 | 〈σταθμούς:〉 ὅτι σταθμοὺς τὰς κατ’ ἀγρὸν βουστά‐ |
| book 589a.2 | σεις. Aim |
| book 589b.1 | σταθμούς: τὰς κατ’ ἀγροὺς στάσεις τῶν θρεμμάτων· |
| book 589b.2 | A b (BCE3E4)T „ἔνθα κεν ᾧ πὰρ σταθμῷ“ (ξ 32), „σταθμῶν |
| book 589b.1 | ῥυτῆρα γενέσθαι“ (ρ 187) καὶ „παρὰ σταθμὸν μεγάροιο“ (ρ 96) A T |
| book 589b.2 | καὶ „ἥ τε σταθμὸν ἔχουσα“ (Μ 434). T κλισίας δὲ A b (BCE3 |
| book 589b.5.1 | E4) τὰς τῶν ποιμένων οἰκίας, A b (BCE3E4)Til καὶ ση‐ |
| book 589b.5.2 | κούς, A b (BCE3E4) ἔνθα κοιμῶνται τὰ θρέμματα. A b (BCE3 |
| book 589b.5.3 | E4)Til |
| book 590.1 | ἐν δὲ χορὸν ποίκιλλε: ἐγκατεσκεύασε δὲ ἐπιμελῶς |
| book 590.2 | —αὐτοῖς ὑποδείξας ἐποίησεν. A |
| book 590a.1 | 〈χορόν: ὅτι〉 τὸν τόπον χορὸν εἴρηκεν, οὐ τὸ σύστημα |
| book 590a.2 | τῶν χορευόντων. Aint |
| book 590b.1 | χορόν: τὸν πρὸς χορείαν τόπον. δῆλον δὲ κἀκ τοῦ ἐπιφε‐ |
| book 590b.2 | ρομένου „ἔνθα μὲν ἠΐθεοι / ὠρχεῦντο“ (Σ 593—4), δηλονότι ἐν τῷ |
| book 590b.3 | τόπῳ. b(BCE3)T |
| book 590c.1 | ἄλλως· ποίκιλλε: ἐν ποικιλίᾳ εἰργάζετο, οἷον κίονάς τε |
| book 590c.2 | καὶ ἀνδριάντας τῷ τόπῳ προ〈σ〉κοσμήσας ἐν κύκλῳ. ἢ ὅτι ἐξ ἀρσέ‐ |
| book 590c.3 | νων καὶ θηλειῶν ἦν. T |
| book 591-2a.1 | τῷ ἴκελον, 〈οἷόν ποτ’ ἐνὶ Κνωσῷ εὐρείῃ / |
| book 591-2a.2 | Δαίδαλος ἤσκησεν καλλιπλοκάμῳ Ἀριάδνῃ〉: διασταλτέον |
| book 591-2a.3 | μετὰ τὸ ἴκελον (591), τὸ δὲ ἑξῆς δασέως ἀναγνωστέον, ὥσπερ ἡ |
| book 591-2a | τριβὴ ἔχει· τούτῳ γὰρ παραπλήσιόν φησι τὸν Ἥφαιστον πεποιηκέ‐ |
| book 591-2a.5.1 | ναι, οἷον Δαίδαλος ἐν Κνωσῷ Ἀριάδνῃ κατεσκεύασεν. ὑπολαβόντες |
| book 591-2a.5.2 | δέ τινες δύσφημον εἶναι, μᾶλλον δὲ ἀπρεπὲς Ἥφαιστον μιμητὴν γί‐ |
| book 591-2a.5.3 | νεσθαι τῶν Δαιδάλου ἔργων καὶ λέγεσθαι τοῦτο ὑπὸ Ὁμήρου— |
| book 591-2a.5.4 | μᾶλλον γὰρ ἂν ηὔξησε τὸ ἔργον, εἰ περὶ Δαιδάλου διαλεγόμενος ἔλε‐ |
| book 591-2a.5.5 | γεν οὕτως αὐτὸν πεποιηκέναι, ὡς Ἥφαιστος ἐποίει—, διὰ τοῦτο ἀφ’ |
| book 591-2a.10.1 | ἑτέρας ἀρχῆς ἀξιοῦσιν ἀναγινώσκειν· „τῷ ἴκελον οἶόν ποτ’ ἐνὶ |
| book 591-2a.10.2 | Κνωσῷ“ (591) καὶ ψιλῶς ἀναγινώσκουσιν, ἵν’ ᾖ ὁ λόγος, τούτῳ πα‐ |
| book 591-2a.10.3 | ραπλήσιον μόνον ἐν Κνωσῷ ποτε Δαίδαλος ἐποίησεν Ἀριάδνῃ. καὶ |
| book 591-2a.10.4 | οἰήσεταί τις τοῦτο μᾶλλον ἐμφαίνειν τὴν καλλιεργίαν τοῦ θεοῦ, εἴ γε |
| book 591-2a.10.5 | μόνον παρ’ ἀνθρώποις ἓν παραπλήσιον ἐγένετο καὶ τοῦθ’ ὑπὸ Δαιδά‐ |
| book 591-2a.15.1 | λου τοῦ διαβοήτου. γελοίως δὲ ἔχει ἡ ἐπίνοια· οὔτε γὰρ ἀπρεπὲς τὸν |
| book 591-2a.15.2 | θεὸν ἀνθρώπου μιμητὴν γενέσθαι (μᾶλλον δὲ καὶ πρεπωδέστερα τὰ |
| book 591-2a.15.3 | ἔργα ἀπὸ τῶν ἀρχαιοτέρων γίνεσθαι, καὶ μάλιστα ὅταν ᾖ ἐπιτετευγ‐ |
| book 591-2a.15.4 | μένα), ἄλλως τε οὐδὲ ὁ ποιητὴς τοῦτο λέγει, ἀλλ’ ἁπλῶς ταῦτα ὅμοια |
| book 591-2a.15.5 | εἶναι, οὐ τὸ ἕτερον τοῦ ἑτέρου μίμημα. εἰ δὲ καὶ τὴν σύγκρισιν ταύτην |
| book 591-2a.20.1 | ἀσεβῆ δόξουσιν εἶναι, ῥητέον τὸ πολλοῖς ἤδη εἰρημένον ὅτι ἀπὸ τῶν ἐν |
| book 591-2a.20.2 | ὄψει καὶ γινωσκομένων τὰ ἀφανῆ καὶ ἄγνωστα παριστᾶσιν οἱ τοῖς πα‐ |
| book 591-2a.20.3 | ραδείγμασι χρώμενοι· Ἡφαίστου μὲν γὰρ ἔργον οὐδεὶς εἶδεν πώποτε, |
| book 591-2a.20.4 | Δαιδάλου δὲ πολλοὺς πολλὰ εἰκὸς ἑωρακέναι. καὶ τάχα ὅμοιόν τι |
| book 591-2a.20.5 | εἶχεν ἡ κατασκευή, ὅτι ἐξ ᾐθέων καὶ παρθένων (cf. Σ 593) ἢ ὅτι ὀθόνας |
| book 591-2a.25 | εἶχον (cf. Σ 595) καὶ στεφάνας (cf. Σ 597). A |
| book 591-2b.1 | τῷ ἴκελον, οἷόν ποτ’ 〈ἐνὶ Κνωσσῷ—Ἀριά‐ |
| book 591-2b.2 | δνῃ〉: πολυθρύλητον ἐνθάδε τὸ ζήτημα, πῶς ὁ θεὸς τὸν ἄνθρωπον |
| book 591-2b.3 | μιμεῖται. b(BCE3E4)T καὶ οἱ μὲν ψιλοῦσι τὸ ΟΙΟΝ (591), |
| book 591-2b.4 | συνάπτοντες αὐτὸ τῷ ἴκελον (591), μιμητὴν τῶν ἔργων Ἡφαίστου |
| book 591-2b.5.1 | ποιοῦντες τὸν Δαίδαλον, ἵν’ ᾖ ‘τούτῳ μόνον ὁ Δαίδαλος ἐποίησεν |
| book 591-2b.5.2 | ὅμοιον χορόν‘, ὁ δὲ Ἥφαιστος δηλονότι πολλὰ τοιαῦτα εἰργάσατο. T |
| book 591-2b.1 | ἄμεινον δὲ ἐκεῖνο φάσκειν ὅτι πρώην διακεχωρισμένως χορευόντων |
| book 591-2b.2 | ἀνδρῶν καὶ γυναικῶν πρῶτοι οἱ μετὰ Θησέως σωθέντες ἐκ τοῦ λαβυ‐ |
| book 591-2b.3 | ρίνθου ἠΐθεοι καὶ παρθένοι ἀναμὶξ ἐχόρευσαν· ὅπερ μόνον ὁ θεὸς ἐμι‐ |
| book 591-2b.10.1 | μήσατο, οὐ τὸ κάλλος οὐδὲ τὴν τέχνην Δαιδάλου. ἴσως δὲ καὶ δι‐ |
| book 591-2b.10.2 | δάσκει ὁ ποιητὴς μιμεῖσθαι τὰ χρηστά, εἰ καὶ ἐξ εὐτελῶν εἶεν. b |
| book 591-2b.10.3 | (BCE3E4)T |
| book 592 | 〈Ἀριάδνῃ:〉 παρὰ Ζηνοδότῳ „Ἀριήδῃ“. Aim Til |
| book 593a.1 | ἀλφεσίβοιαι: τέλειαι, θρέμματα ἤδη δεξάμεναι παρὰ |
| book 593a.2 | μνηστήρων. b(BCE3)T |
| book 593b | ἄλλως: ἀλφεσίβοιαι: αἱ λαμπραὶ κατὰ τὴν ἡλικίαν. T |
| book 593b.1 | ἀλφεσίβοιαι: ἔντιμοι καὶ διὰ τὴν εὐμορφίαν—εὑρέθη |
| book 593b.2 | πρὸ τῶν ἄλλων. A |
| book 594 | 〈ἔχοντες:〉 κατ’ ἐπικράτειαν τοῦ ἀρσενικοῦ. Aint |
| book 595a.1 | 〈τῶν δ’ αἱ μὲν λεπτὰς ὀθόνας ἔχον, οἱ δὲ χιτῶ‐ |
| book 595a.2 | νας:〉 ἡ διπλῆ {δέ}, ὅτι συνήθως πρὸς τὸ δεύτερον πρότερον ἀπήν‐ |
| book 595a.3 | τηκεν. A |
| book 595b | 〈λεπτάς:〉 ἐν ἄλλῳ „καλάς {ὀθόνασ}“. Aim |
| book 595c.1 | ὀθόνας: ἐνδυτηρίους πέπλους, παρὰ τὸ ἔσθος, ἐσθόνη τις |
| book 595c.2 | οὖσα. A b (BCE3)T |
| book 596a.1 | ἦκα στίλβοντας ἐλαίῳ: οὐ καταλάμπρους, ἀλλ’ |
| book 596a.2 | ἡσυχῆ ὡς ἔλαιον στίλβοντας. b(BCE3E4)T ἔστι δὲ ὅμοιον τῷ |
| book 596a.3 | „ἡνία λεύκ’ ἐλέφαντι“ (Ε 583) ἀντὶ τοῦ λευκὰ 〈ὡς ἐλέφασ〉, ἐμφερῆ |
| book 596a.4 | ἐλέφαντι. λείπει οὖν τὸ ὥς, ὡς ἐλαίῳ. b(BCE3)T |
| book 596b | 〈ἐλαίῳ: ὅτι〉 ἐλλείπει τὸ ὥς. Aint |
| book 597-8.1 | καί ῥ’ αἱ μὲν 〈καλὰς στεφάνας ἔχον. οἱ δὲ |
| book 597-8.2 | μαχαίρας / —τελαμώνων〉: ἀθετοῦνται οἱ δύο, ὅτι οὐδέποτε |
| book 597-8.3 | μάχαιραν εἶπε τὸ ξίφος. ἄλλως τε καὶ οὐ πρέπον χορεύοντας μαχαίρας |
| book 597-8.4 | ἔχειν. οὗτοι δὲ οὐδὲ παρὰ Ἀριστοφάνει ἦσαν. A |
| book 597.1 | καί ῥ’ αἱ μὲν καλὰς στεφάνας 〈ἔχον, οἱ δὲ μαχαί‐ |
| book 597.2 | ρασ〉: οἰκεῖος ὁ κόσμος ἐπί τε ἀρρένων καὶ γυναικῶν. T |
| book 599.1 | ἐπισταμένοισι: ἐπιστήμοσιν, T | ἐπιστημονικοῖς. b(BCE3 |
| book 599.2 | E4)T |
| book 600-1a1.1 | 〈ῥεῖα μάλ’, ὡς ὅτε τις τροχὸν—θέῃσιν:〉 |
| book 600-1a1.2 | τὴν {δὲ} ὀξύτητα τῆς ἐν κύκλῳ κινήσεως αὐτῶν τροχῷ εἴκασε καὶ |
| book 600-1a1.3 | τούτῳ κεραμεικῷ· ὀξύτερος γάρ ἐστιν εἰς κίνησιν θατέρου. καλῶς δὲ καὶ |
| book 600-1a1.4 | τὸ ἄρμενον (600)· εἴτε γὰρ †μεῖζον† εἴτε †ἔλαττον† γένοιτο, ἐμπο‐ |
| book 600-1a1.5 | δίζει τῇ χρείᾳ. T |
| book 600-1b1.1 | ῥεῖα μάλ’, ὡς ὅτε τις τροχὸν〈—θέῃσιν〉: |
| book 600-1b1.2 | τὸ παράδειγμα πρὸς τὴν ὀξύτητα τοῦ τάχους· οὐδὲν γὰρ ὀξύτερον |
| book 600-1b1.3 | εἰς μεταφορὰν τροχοῦ κεραμεικοῦ. καὶ τὸ πειρήσεται (601) θαυμά‐ |
| book 600-1b1.4 | σιον· οὐδέπω γὰρ ἐργαζόμενον τὸν τροχὸν παρέλαβεν· ἐν γὰρ τῷ |
| book 600-1b1.5 | ἐργάζεσθαι ὁ πηλὸς βαρύνων ἐμποδίζει πρὸς τὸ ὀξύ. T |
| book 600-1a2/b2 | τὴν δὲ ὀξύτητα τῆς ἐν κύκλῳ κινήσεως αὐτῶν τροχῷ |
| book 600-1a2/b2.1 | εἴκασεν. | ὀξύτητος γὰρ χάριν τὸ τοῦ κεραμεικοῦ τροχοῦ παράδειγμα, | |
| book 600-1a2/b2.2 | ὅς ἐστι τοῦ ἑτέρου τῇ κινήσει ὀξύτερος. καλῶς δὲ καὶ τὸ ἄρμενον· |
| book 600-1a2/b2.3 | εἴτε γὰρ μείζων εἴτε ἐλάττων γένοιτο, ἐμποδίζει τῇ χρείᾳ. | καὶ τὸ πει‐ |
| book 600-1a2/b2.5.1 | ρήσεται θαυμάσιον· οὐδέπω γὰρ ἐργαζόμενον τὸν τροχὸν ἔλαβεν· ἐν |
| book 600-1a2/b2.5.2 | γὰρ τῷ ἐργάζεσθαι ὁ πηλὸς βαρύνων ἐμποδίζει πρὸς τὸ ὀξύ. b |
| book 600-1a2/b2.5.3 | (BCE3E4) |
| book 600-1a2/b2.1 | ὡς ὅτε τις τροχὸν ἄρμενον〈—θέῃσιν〉: διὰ τῆς τοῦ |
| book 600-1a2/b2.2 | τροχοῦ παραβολῆς ἐγκύκλιον αὐτῶν τὴν πορείαν ὑφιστᾷ. | ἄρμενον |
| book 600-1a2/b2.10 | δὲ εὖ ἡρμοσμένον πάντοθεν. A |
| book 601 | 〈πειρήσεται:〉 κυλῖσαι ἀποπειρήσεται. Aim |
| book 602.1 | ἄλλοτε δ’ αὖ θρέξασκον: ποτὲ μὲν κυκλοτερῆ τὸν δρό‐ |
| book 602.2 | μον ἐποιοῦντο, ποτὲ δὲ ἀντιμέτωποι ἀλλήλοις γινόμενοι κατ’ ὀρθὸν |
| book 602 | δι’ ἀλλήλων ἔθεον. b(BCE3E4)T |
| book 603-4.1 | πολλὸς δ’ ἱμερόεντα 〈χορὸν περιΐσταθ’ ὅμιλος / |
| book 603-4.2 | τερπόμενοι〉: ἐκ τῆς διαθέσεως τῶν θεωμένων ἐξῆρε τὸ κάλλος καὶ |
| book 603-4.3 | τὴν τέχνην τῶν †θεωμένων. b(BCE3E4)T |
| book 604.1 | 〈τερπόμενοι:〉 ὅτι πρὸς τὸ σημαινόμενον ἀπήντηκεν, |
| book 604.2 | „ὅμιλοσ“ (Σ 603) τερπόμενοι. Aim |
| book 605 | κυβιστητῆρε: οἱ μετὰ κυβιστήσεως ὀρχούμενοι. b(BCE3)T |
| book 607-8.1 | ἐν δ’ ἐτίθει ποταμοῖο μέγα σθένος Ὠκεανοῖο |
| book 607-8.2 | 〈/ ἄντυγα πὰρ πυμάτην σάκεοσ〉: πειρῶνταί τινες ἀπὸ τούτου |
| book 607-8.3 | λέγειν μὴ εἶναι καθ’ Ὅμηρον σφαιροειδῆ τὸν κόσμον· τὸν γὰρ Ὠκεα‐ |
| book 607-8 | νὸν ἔξω τῶν ἄστρων (cf. Σ 485—9) ἔθηκεν. T |
| book 610.1 | τεῦξ’ ἄρα οἱ θώρηκα 〈φαεινότερον πυρὸς αὐγῆσ〉: |
| book 610.2 | διὰ τί μὴ πλείονα περὶ τοῦ θώρακος φράζει; φαμὲν οὖν ὅτι b(BCE3E4) |
| book 610.3 | ἔφθη ἐκφράσαι τὸν Ἀγαμέμνονος θώρακα (sc. Λ 19—40), ὃς ἦν |
| book 610.4 | Ἡφαιστότευκτος, καὶ νῦν οὐ φράζει, ὡς καὶ τὴν Πατρόκλου πυρὰν |
| book 610.5.1 | δεινολογήσας (cf. Ψ 110—230) τὴν Ἕκτορος παρέδραμεν (cf. Ω 782‐ |
| book 610.5.2 | 804). b(BCE3E4)T |
| book 613a.1 | κνημῖδας 〈ἑανοῦ κασσιτέροιο〉: τῇ μαλακῇ ὕλῃ διὰ |
| book 613a.2 | τὸ †εὔτυκτον† χρῆται b(BCE3)T εἰς τὰς κνημῖδας. T |
| book 613b | ἑανοῦ: μαλακοῦ, λεπτοῦ, | λαμπροῦ. b(BCE3)T |
| book 613c | 〈ἑανοῦ:〉 παρὰ τὸ τρυφερὸν τῆς ὕλης. Aim |
| book 614.1 | ὅπλα κάμεν: ὅτι T τὰ πολεμιστήρια ὅπλα ὁμοίως |
| book 614.2 | ἡμῖν εἶπε νῦν. | διὰ δὲ τὴν ὑπερβολὴν τῶν κατασκευασμάτων τῷ |
| book 614.3 | κάμεν ἐχρήσατο b(BCE3)T ἀντὶ τοῦ ἐποίησεν. T |
| book 615-7.1 | μητρὸς Ἀχιλλῆος θῆκε προπάροιθεν—φέ‐ |
| book 615-7.2 | ρουσα: καλῶς τὸ μὴ λαλεῖν τὸν Ἥφαιστον ἐπαινοῦντα, καθὼς |
| book 615-7.3 | ἐσκεύασεν, μαρτυρόμενον ὡς ἀπέδωκε τὴν χάριν, τό τε τὴν λαβοῦσαν |
| book 615-7.4 | ἡσυχάζειν· σπεύδει γὰρ πρὸς τὸν υἱόν. A |
| book 616.1 | ἡ δ’ ἴρηξ ὣς 〈ἆλτο κατ’ Οὐλύμπου νιφόεντοσ〉: |
| book 616.2 | ὀξεῖαν αὐτῆς τὴν ἀπαλλαγὴν πεποίηκε σπευδούσης τὴν ὑπόσχεσιν |
| book 616 | πληρῶσαι τῷ παιδί. b(BCE3E4)T |
| book 617.1 | 〈τεύχεα μαρμαίροντα παρ’ Ἡφαίστοιο φέρουσα:〉 |
| book 617.2 | γράφεται „τεύχεα καλὰ φέρουσα παρ’ Ἡφαίστοιο ἄνακτοσ“. Aint |
| book postscr.1 | Παράκειται τὰ Ἀριστονίκου σημεῖα μετὰ ὑπομνηματίου καὶ τὰ |
| book postscr.2 | Διδύμου Περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς |
| book postscr.3 | Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς. |
| book postscr | A |
| book 1a.1 | ἀπ’ Ὠκεανοῖο ῥοάων: καὶ ἐξ ἡρωϊκοῦ προσώπου |
| book 1a.2 | φησίν· „οὐδὲ σέ γ’ ἠριγένεια παρ’ Ὠκεανοῖο ῥοάων“ (χ 197). T |
| book 1b.1 | ῥοάων: Βοιώτιος ἡ φωνή· καὶ ἀπὸ τῶν εἰς ες ἀρσενικῶν, |
| book 1b.2 | „Ἄρτεμι Κρητάων πότνια b(BCE3)T τοξοφόρων“ (Call. [?] |
| book 1b.3 | fr. 786), „λαοὶ τοξοχίτωνες, ἀκούετε Σειρηνάων“ Ἐπίχαρμος (fr. 123 |
| book 1b.4 | K.), T καὶ ἀπὸ τῶν εἰς ος, „καλοὶ νησάων ἀστέρεσ“ (Call. fr. |
| book 1b.5.1 | 67,8), καὶ ἀπὸ οὐδετέρων, „βλεφάρων τ’ ἀπὸ κυανεάων“ ([Hsd.] sc. |
| book 1b.5.2 | 7). b(BCE3)T |
| book 2a | ὤρνυτο: ὅθεν καὶ ὄρθρος, ὁ ὀρνὺς ἡμᾶς. T |
| book 2b | φόως: τὸ τοῦ ἡλίου ἢ τὸ ἴδιον. T |
| book 3.1 | θεοῦ πάρα δῶρα φέρουσα: τὰ παρὰ θεοῦ δωρηθέντα· |
| book 3.2 | διὸ ἀναστρεπτέον ὡς καὶ ἐν τῷ „Ἡφαίστοιο πάρα κλυτὰ τεύχεα δέξο“ |
| book 3.3 | (Τ 10). b(BCE3)T |
| book 4a.1 | εὗρε δὲ Πατρόκλῳ περικείμενον: τινὲς ἀνέστρεψαν |
| book 4a.2 | τὴν περί, ἵν’ ᾖ περὶ Πατρόκλῳ κείμενον, ἐπεὶ καὶ ἐν ἑτέροις ἔφη „ἀμφ’ |
| book 4a.3 | αὐτῷ χυμένη“ (Τ 284. θ 527), τῇ δοτικῇ συντάξας τὴν πρόθεσιν, |
| book 4a.4 | οὐ τῇ μετοχῇ. ἡμῖν δὲ δοκεῖ ὥσπερ ἔτι καὶ τοῖς πλείοσιν καὶ τῷ |
| book 4a.5.1 | Ἀσκαλωνίτῃ (p. 58 B.) ἓν εἶναι τὸ περικείμενον· ἔμφασις γὰρ μείζων |
| book 4a.5.2 | νοεῖται. A |
| book 4b.1 | περικείμενον: περιπεπλεγμένον· | διὸ οὐκ ἀναστρεπτέον |
| book 4b.2 | τὴν πρόθεσιν, ὥς φησιν Ἡρωδιανός (2,110,13). μονονουχὶ δὲ διὰ |
| book 4b.3 | τῆς μεταφορᾶς τὸν τῷ νεκρῷ προσηλωμένον ἐδήλωσεν. ἐπὶ δὲ τῆς |
| book 4b.4 | γυναικὸς „ἀμφ’ αὐτῷ χυμένη“ (Τ 284. θ 527) φησί. b(BCE3)T |
| book 4b.5 | δαιμονίως δὲ ἀμφότερα καὶ λίαν μιμητικῶς. b(BCE3) |
| book 5.1 | κλαίοντα: πάντας τοὺς ἥρωας ἁπλότητος χάριν εὐχερῶς |
| book 5.2 | ἐπὶ δάκρυα ἄγει, A b (BCE3)T Ἀγαμέμνονα (sc. Ι 13—5), |
| book 5.3 | Πάτροκλον (sc. Π 3—4), Ὀδυσσέα, ἐφ’ οὗ καὶ τὴν παραβολὴν τῆς |
| book 5.4 | χήρας ἔλαβεν (cf. θ 521—31). „ἀεὶ δὲ ἀριδάκρυες ἀνέρες ἐσθλοί“ |
| book 5.5.1 | (cf. Zenob. 1, 14 = C. P. G. I p. 4). A T λιγέως δὲ ὀξέως. ἢ |
| book 5.5.2 | ἡδέως, „μετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ“ (ο 400). A b (BCE3E4) |
| book 5.5.3 | T |
| book 6 | μύροντο: ἐθρήνουν. ἢ A | ἐχέοντο· ὅθεν καὶ μύρον τὸ πρῶ‐ |
| book 6 | τον ἐκχυθὲν δάκρυον ἀπὸ Μύρρης τῆς μιγείσης τῷ πατρί. A T |
| book 7-8.1 | ἔν τ’ ἄρα οἱ φῦ χειρὶ 〈...〉 τοῦτον μὲν ἐάσομεν |
| book 7-8.2 | 〈ἀχνύμενοί περ〉: δαιμονίως ἀμφότερα· καὶ T διὰ μὲν τῆς |
| book 7-8.3 | θίξεως (cf. 7) ἐνδείκνυται ὅτι μάταιόν τι καὶ περιττὸν ποιεῖ νεκρῷ |
| book 7-8.4 | συμπεπλεγμένος, διὰ δὲ τοῦ ἐάσομεν ἀχνύμενοί περ (8) ὡς |
| book 7-8.5 | συμπάσχουσα ὑπάγεται τὸν παῖδα. b(BCE3)T |
| book 8 | 〈ἐάσομεν:〉 ὅτι ἀντὶ τοῦ ἐάσωμεν. Aim |
| book 9a1.1 | ἐπειδὴ πρῶτα 〈θεῶν ἰότητι δαμάσθη〉: πρῶτα |
| book 9a1.2 | ἀντὶ τοῦ ἅπαξ. ἰότητι δὲ ὁρμῇ, παρὰ τὸ ἰέναι. ἐπεὶ πάντα εἰς θεοὺς |
| book 9a1.3 | ἀναφέρεται, χρή, φησίν, εἴκειν τῷ μοιριδίῳ. | γράφεται καὶ „θεοῦ ὑπὸ |
| book 9a1.4 | χειρί“. T |
| book 9a2.1 | 〈πρῶτα:〉 ἅπαξ. b(BCE3) ἰότητι δὲ ὁρμῇ, παρὰ |
| book 9a2.2 | τὸ ἰέναι. πάντα δὲ πρὸς τὸ θεῖον ἀναφέρουσι καὶ μᾶλλον οἱ ἀτυχεῖς. |
| book 9a2.3 | b(BCE3E4) |
| book 10a.1 | τύνη δ’ Ἡφαίστοιο πάρα 〈... δέξο〉: ἀναστρε‐ |
| book 10a.2 | πτέον τὴν πρόθεσιν· ἔστι γὰρ παρ’ Ἡφαίστου. A |
| book 10b | 〈τύνη:〉 σημειοῦνταί τινες ὅτι Δωρικὸν τὸ τύνη. A |
| book 10c | τύνη: ἀεὶ ἐπὶ ἀρσενικοῦ λαμβάνει αὐτὸ ὁ ποιητής. A T |
| book 10-1.1 | τεύχεα 〈... /〉 καλά: ὁ τῶν ὅπλων ἔπαινος χρήσιμος |
| book 10-1.2 | εἰς τὸ ἐπεγείρειν τὸν φιλότιμον Ἀχιλλέα. b(BCE3)T |
| book 11.1 | οἷ’ οὔ πώ τις ἀνὴρ 〈ὤμοισι φόρησεν〉: νῦν γὰρ |
| book 11.2 | φιλοτιμησάμενος Ἥφαιστος b(BCE3)T ἀμείνω τῶν πρῴην |
| book 11.3 | εἴργασται. b(BCE3E4)T |
| book 13a | {τὰ δ’} ἀνέβραχε: ψόφον ποιὸν ἀπετέλεσεν. T |
| book 13b1.1 | ἄλλως· ἀνέβραχε: ἀντὶ τοῦ φωνὴν ἀφῆκεν. ἐψύχωσε δὲ |
| book 13b1.2 | τὰ ὅπλα διὰ τοῦ ἔβραχεν, ὡς καὶ ἐπὶ Ἄρεος, „τόσον ἔβραχ’ Ἄρης |
| book 13b1.3 | ἆτος πολέμοιο“ (Ε 863). τοιοῦτον 〈τὸ〉 „ἔκλαγξαν δ’ ἄρ’ ὀϊστοί“ |
| book 13b1.4 | (Α 46) πρὸς τὸ „Τρῶες μὲν κλαγγῇ“ (Γ 2). ἐντεῦθέν τινες ἔμψυχα τὰ |
| book 13b1.5.1 | ὅπλα ἐνόμισαν εἶναι. διὰ τοῦτο εἰκότως καὶ οἱ Μυρμιδόνες δεδοίκασιν |
| book 13b1.5.2 | (cf. Τ 14—5). T |
| book 13b2.1 | ἀντὶ τοῦ φωνὴν ἀφῆκεν. ἔστι δὲ ἡ λέξις πεποιημένη, ὡς τὸ |
| book 13b2.2 | „ἔβραχε καλὰ θύρετρα“ (φ 49) καὶ „ἔκλαγξαν †ὀϊστοί“. οὐκ ἄρα οὖν |
| book 13b2.3 | ἔμψυχα ἦν, ἀλλ’ ἤχησαν. b(BCE3) |
| book 13c.1 | δαίδαλα: παρὰ τὸ δαῆναι· ὅθεν καὶ δαίδαλος καὶ δαή‐ |
| book 13c.2 | μων. T |
| book 14.1 | ἕλε τρόμος: ὅτι Ζηνόδοτος γράφει „ἕλεν φόβοσ“. καθ’ |
| book 14.2 | Ὅμηρον δέ ἐστι φόβος ἡ φυγή. A |
| book 14-5a1.1 | οὐδέ τις ἔτλη 〈/ ἄντην εἰσιδέειν, ἀλλ’ ἔτρε‐ |
| book 14-5a1.2 | σαν: ἔτρεσαν〉 πρὸς τὴν αὐγὴν αὐτῶν ἀδυνατοῦντες ἀντοφθαλμεῖν. |
| book 14-5a1.3 | καὶ τί πείσονται ἄρα Τρῶες; T |
| book 14-5a2.1 | οἱ δὲ Μυρμιδόνες τὸ κάλλος ἐκπλήττονται, ἀντοφθαλμεῖν |
| book 14-5a2.2 | μὴ δυνάμενοι. b(BCE3) |
| book 15 | ἔτρεσαν: ὅτι ἐλέγχεται Ζηνόδοτος γράφων (sc. in Τ 14) |
| book 15 | „ἕλεν φόβοσ“· τὸ γὰρ τρέσαι ἀπὸ τοῦ τρόμου. A |
| book 16.1 | ἔδυ χόλος: πολλὴ ἡ ὑπεροχὴ τῶν ἄλλων· οὐ μόνον |
| book 16.2 | παραμένει, ἀλλὰ καὶ θυμοῦται ὑπὲρ τῆς ἀφαιρέσεως τῶν ἄλλων· |
| book 16.3 | ἠρέθισται γὰρ τῇ ὁμοιότητι. b(BCE3E4)T ἢ ὅτι „αὐτὸς γὰρ |
| book 16.4 | ἐφέλκεται ἄνδρα σίδηροσ“ (π 294. τ 13). b(BE3E4)T |
| book 17a.1 | ὡσεὶ σέλας ἐξεφαάνθη: ὡς πῦρ ἐφάνησαν b(BCE3)T |
| book 17a.2 | ὑπὸ τοῦ θυμοῦ b(BCE3E4)T καὶ τῆς ἀνταυγάσεως τῶν ὅπλων. |
| book 17a.3 | T σέλας δὲ τὸ νυκτερινὸν φῶς, ἀφ’ οὗ καὶ σελήνη· ἢ πᾶν πῦρ, |
| book 17a.4 | παρὰ τὸ σαλεύεσθαι. b(BCE3)T |
| book 17b.1 | 〈ἐξεφάανθεν:〉 οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ „ἐξεφαάν‐ |
| book 17b.2 | θη“. Aim |
| book 18.1 | ἐν χείρεσσιν ἔχων: ψηλαφῶν· b(BCE3E4)T οὐ γὰρ |
| book 18.2 | εἰς χεῖρας αὐτῷ †ἀνέθετο†. b(BCE3)T | τινὲς δὲ γράφουσιν „ὀφθαλ‐ |
| book 18.3 | μοῖσιν ὁρῶν“. T |
| book 21a1.1 | ὅπλα: νῦν τὰ πολεμικά. καὶ τὰ τῆς νεώς, „ὅπλα δὲ |
| book 21a1.2 | πάντα / εἰς ἄντλον“ (μ 410—1). καὶ „ὅπλ’ ἐν χερσὶν ἔχων χαλκήϊα“ |
| book 21a1.3 | (γ 433). T |
| book 21a2.1 | ὅπλα μὲν πάντα κοινῶς τὰ συντελοῦντα εἰς χρείαν τινά. |
| book 21a2.2 | νῦν δὲ τὰ πολεμικά φησιν. b(BCE3) |
| book 21-2 | οἷ’ ἐπιεικές / ἔργ’ 〈ἔμεν ἀθανάτων〉: ἐν ἑαυτῷ τὸ |
| book 21-2.1 | πρᾶγμα τὴν ὑπερβολὴν ἔχον ὑπεροχὴν οὐκ ἐπιδέχεται μείζονα. |
| book 21-2.2 | b(BCE3)T καὶ Ἀνακρέων (123 G. = fr. 97 P.)· „κωμάζει |
| book 21-2.3 | †δὲ ὡς ἂν δεῖ† Διόνυσοσ“, αὐτὸν αὑτῷ συγκρίνας. T |
| book 23 | 〈θωρήξομαι:〉 ὡπλισμένος μαχοῦμαι. Til |
| book 24a1 | 〈μή μοι:〉 συμπαθείας τὸ μοί. Til |
| book 24a2.1 | καὶ τὸ μή μοι δὲ b(BCE3) πολλῆς ἐστι φιλίας καὶ |
| book 24a2.2 | συμπαθείας. b(BCE3E4) |
| book 24b1.1 | ἄλκιμον υἱόν: τινὲς „ἀγλαὸν υἱόν“, ἵνα ἁρμόζῃ τῇ |
| book 24b1.2 | αἰκίᾳ ἡ ὑπόμνησις τοῦ κάλλους. T |
| book 24b2.1 | τὸν τότε, οὐ τὸν νῦν. ἁρμόζει δὲ τῇ συμπαθείᾳ ἡ τῆς |
| book 24b2.2 | ἀλκῆς ὑπόμνησις καὶ τῆς αἰκίας αὐτὸν ἐλεεῖ. b(BCE3) |
| book 25.1 | χαλκοτύπους: χαλκῷ τετυπωμένας. συλληπτικῶς δὲ εἶπε |
| book 25.2 | πάσας ὠτειλάς· πεσόντα γὰρ πολλοὶ ἔτρωσαν, ὡς καὶ Ἕκτορα |
| book 25.3 | „οὐδ’ ἄρα οἵ τις ἀνουτητί γε παρέστη“ (Χ 371). b(BCE3E4)T |
| book 26a.1 | εὐλὰς ἐγγείνωνται: εὐλάς ὡς αὐλάς· εὐλή γὰρ ὡς |
| book 26a.2 | „αὐλή“ (δ 74. ζ 303 al.)· τὰ γὰρ εἰς λη λήγοντα θηλυκὰ μονογενῆ, |
| book 26a.3 | διφθόγγῳ παραληγόμενα, ὀξύνεσθαι θέλει, εἰ μὴ ἔχοι ἔννοιαν συν‐ |
| book 26a.4 | θέσεως· „οὐλὴν μὲν πρῶτον“ (ω 331), αὐλή, „ἀπειλή“ (cf. Ι 244. |
| book 26a.5.1 | Ν 219 al.), „ὠτειλή“ (cf. Δ 140. 149 al.). οὕτως καὶ εὐλή. τὸ μέντοι |
| book 26a.5.2 | „ἑτέρῃ δ’ ἔχεν οὔλασ“ (γ 441), λέγω δὲ ἐπὶ τῶν κριθῶν, ἴσως βεβαρυ‐ |
| book 26a.1 | τόνηται μονογενὲς ὂν πρὸς μονογενὲς ὀξυνόμενον τὸ „οὐλή“ (cf. |
| book 26a.2 | t 391, 393) προσέθηκα δὲ ‘εἰ μὴ ἔχοι ἔννοιαν συνθέσεωσ‘ διὰ τὸ |
| book 26a.3 | „δείλη“ (Φ 111) βαρυνόμενον· ἐτυμολογεῖται γὰρ παρὰ τὸ ἐνδεῖν τῇ |
| book 26a.10.1 | ἕλῃ, δεέλη | ἡ διπλῆ δέ, ὅτι ἐν τοῖς Ζηνοδότου „ἐγγίνωνται“ διὰ τοῦ |
| book 26a.10.2 | ι γέγραπται. δεῖ δὲ σὺν τῷ ε· ἔστι γὰρ ἐγγενήσωσιν· „οὐκ ἐλεαίρεις |
| book 26a.10.3 | ἄνδρας, ἐπὴν δὴ γείνεαι αὐτόσ“ (υ 202), ὅ ἐστι γεννήσῃς. A |
| book 26b.1 | εὐλὰς ἐγγείνωνται: ἐντίκτουσι γὰρ αἱ μυῖαί τι ταῖς |
| book 26b.2 | σαρξίν, ἐξ οὗ οἱ σκώληκες γεννῶνται. b(BCE3E4)T |
| book 26c | 〈εὐλάς:〉 εὐλὴ ὁ σκώληξ ἀπὸ τῆς εἰλήσεως. T |
| book 26d.1 | 〈εὐλάς:〉 ὀξυτόνως {δὲ} τὰς εὐλάς, ὅπερ ἀπὸ τῆς εἰ‐ |
| book 26d.2 | λήσεως παρῆκται. b(BCE3E4) |
| book 27a.1 | 〈ἐκ δ’ αἰὼν πέφαται:〉 τοῦτο διὰ μέσου· Aint T τὸ |
| book 27a.2 | γὰρ ἑξῆς „ἀεικίσσωσι δὲ νεκρόν“ (Τ 26), κατὰ δὲ χρόα. Aint |
| book 27b.1 | ἐκ δ’ αἰὼν πέφαται: τὸ ἐκ δ’ αἰὼν πέφαται οὐ |
| book 27b.2 | παρέργως κεῖται, ἀλλ’ ὅτι τῆς ψυχῆς ἀπολιπούσης τὸ σῶμα εὐχερῶς |
| book 27b.3 | αἱ μυῖαι λυμαίνονται τοῖς νεκροῖς σώμασι. A |
| book 27c | ἐκ δ’ αἰὼν πέφαται: ὁ βίος καὶ ἡ ζωὴ πεφόνευται καὶ |
| book 27c | παρῄρηται. T |
| book 27d.1 | 〈κατὰ δὲ χρόα πάντα〉 σαπήῃ: ὁ νεκρὸς κατασαπῇ |
| book 27d.2 | τὸν χρόα. Ἀττικῶς δὲ ἔχει ἡ σύνταξις. b(BCE3)T |
| book 27e | 〈σαπήῃ:〉 οὕτως Ἀρίσταρχος διὰ τοῦ η, σαπήῃ. Aim |
| book 30a | ἀλαλκεῖν: παρὰ Ἀριστοφάνει „ἀλαλκέμεν“. Aim T |
| book 30b | ἄγρια: θρασέα b(BCE3)T καὶ ἀναιδῆ. b(BCE3) |
| book 30-1.1 | ἄγρια φῦλα, / μυίας: ἀντὶ τοῦ μυιῶν. ἢ τὰς μυίας, αἵ |
| book 30-1.2 | εἰσιν ἄγρια φῦλα. T |
| book 31.1 | Ἀρηϊφάτους: ὑπὸ σιδήρου πεφονευμένους. b(BCE3)T |
| book 31.2 | ἐξῆρε δὲ τὰς μυίας ταῖς λέξεσιν. T |
| book 32 | τελεσφόρον: τὸν τελειοῦντα τὰ φυόμενα. b(BCE3E4)T |
| book 33 | 〈ἢ καὶ ἀρείων:〉 τοῦ νῦν. Til |
| book 34-6.1 | 〈ἀλλὰ σύ γ’—δύσεο δ’ ἀλκήν:〉 βραχὺ {δὲ} |
| book 34-6.2 | διασταλτέον Ἀχαιούς (34) καὶ λαῶν (35) πρὸς τὸ σαφέστερον. A |
| book 34.1 | ἀλλὰ σύ γ’ εἰς ἀγορὴν 〈καλέσας ἥρωας Ἀχαι‐ |
| book 34.2 | ούσ〉: ὅτι πάντες ἥρωες ἐλέγοντο, οὐχ οἱ βασιλεῖς, ὡς Ἴστρος |
| book 34.3 | (FGrHist 334,69). A |
| book 36.1 | δύσεο δ’ ἀλκήν: τινὲς τὴν πανοπλίαν. ἔστι δὲ ὡς τὸ |
| book 36.2 | „ἀναιδείην ἐπιειμένε“ (Α 149). b(BCE3)T |
| book 37.1 | μένος 〈...〉 ἐνῆκεν: ἠσθενήκει γὰρ τῇ ἀγρυπνίᾳ καὶ τῇ |
| book 37.2 | λύπῃ. T |
| book 38 | ἐρυθρόν: αἵματος ποιητικόν. ἢ ὅμοιον οἴνῳ τὴν χροιάν. |
| book 38 | T |
| book 39a.1 | στάξε: συλληπτικῶς ἐπὶ τῆς ἀμβροσίας (cf. Τ 38). ἢ ὡς |
| book 39a.2 | μιξάσης αὐτά. T |
| book 39b.1 | ῥινῶν: τινὲς τῶν βυρσῶν. | μετὰ δὲ τὸ ἔμπεδος εἴη |
| book 39b.2 | γράφεται 〈„ἡ μὲν ἄρ’ ὣς ἔρξας’ ἀπέβη Θέτις ἀργυρόπεζα“〉 (= Τ |
| book 39b.3 | 39a). T |
| book 40-1.1 | βῆ παρὰ θῖνα 〈θαλάσσης—ὦρσεν δ’ ἥρω‐ |
| book 40-1.2 | ας Ἀχαιούσ〉: οὐκ ἀναμένει διὰ κηρύκων συνάγειν· καὶ Ἀγαμέμνων |
| book 40-1.3 | δὲ „μετὰ πρώτοισι πονεῖτο“ (Ι 12). T |
| book 40 | 〈θαλάσσης:〉 ἐν ἄλλῳ „ποδάρκης {δῖος ἀχιλλεύσ}“. Aim |
| book 41a.1 | 〈ἥρωας:〉 παρὰ Ἀριστοφάνει καὶ Ῥιανῷ (fr. 12 M.) |
| book 41a.2 | „ἐρίηρασ“. Aint |
| book 41b | 〈ἥρωας:〉 τινὲς τοὺς βασιλεῖς νῦν. Til |
| book 42-4a1.1 | καί ῥ’ οἵπερ τὸ πάρος γε (42) ἕως τοῦ δοτῆρες |
| book 42-4a1.2 | (44): τοὺς τρεῖς τούτους στίχους τοῖς ἑξῆς συνάπτεσθαι βέλτιον καὶ |
| book 42-4a1.3 | ἀφ’ ἑτέρας ἀρχῆς ἀναγινώσκοντας ὑποστίζειν μένεσκον (42), |
| book 42-4a1.4 | νηῶν (43), δοτῆρες (44). ὁ δὲ λόγος· καὶ ὅσοι πρότερον ἐν τῷ |
| book 42-4a1.5 | ναυστάθμῳ ἔμενον, καὶ οὗτοι τότε παρῆσαν εἰς τὴν ἐκκλησίαν. A |
| book 42-4a2.1 | {καί ῥ’ οἵπερ τὸ πάρος περ:} τοὺς τρεῖς στίχους τού‐ |
| book 42-4a2.2 | τους τοῖς ἑξῆς συνάπτειν βέλτιον, ὑποστίζοντας εἰς τὸ νηῶν (43), |
| book 42-4a2.3 | δοτῆρες (44), μένεσκον (42). εἰς δὲ τὸ „Ἀχαιούσ“ (41) τελείαν |
| book 42-4a2 | στιγμὴν θετέον. T |
| book 42a | 〈οἵ περ:〉 Μυρμιδόνες. ἢ οἱ τῶν ἄλλων Ἑλλήνων. Til |
| book 42b.1 | 〈νεῶν ἐν ἀγῶνι: ὅτι〉 νεῶν ἀγῶνα τὸ ἄθροισμα τοῦ |
| book 42b.2 | ναυστάθμου. Aint |
| book 44a.1 | 〈καὶ ταμίαι〉 παρὰ νηυσὶν ἔσαν: τινὲς ἀπὸ κοινοῦ |
| book 44a.2 | τὸ „οἵ“ (Τ 43), ‘καὶ οἳ ταμίαι παρὰ νηυσὶν 〈ἔσαν〉‘. T |
| book 44b.1 | σίτοιο δοτῆρες: σῖτον καὶ τὸν ἀκατέργαστον, „σῖτος |
| book 44b.2 | ἀθέσφατοσ“ (ν 244), καὶ τὸν εἰργασμένον „σίτου θ’ ἅπτεσθον“ (δ 60), |
| book 44b.3 | πυρὸν δὲ μόνως τὸν ἀκατέργαστον. ἔνδειξιν δὲ τῆς ἀρετῆς Ἀχιλλέως |
| book 44b.4 | ἔχει ἡ τοῦ τοσούτου πλήθους συνέλευσις b(BCE3)T καὶ νόμου |
| book 44b.5 | ἀτελείας κυβερνήταις καὶ σίτου χορηγοῖς. T |
| book 44c.1 | 〈σίτοιο:〉 σῖτον τὸν εἰργασμένον καὶ ἀκατέργαστον, πυ‐ |
| book 44c.2 | ρὸν δὲ τὸν ἀκατέργαστον. T |
| book 45.1 | καὶ μὴν οἱ τότε γ’ 〈εἰς ἀγορὴν ἴσαν, οὕνεκ’ |
| book 45.2 | Ἀχιλλεύσ〉: ὅτι τῆς ὑπὸ Ἴλιον στρατιᾶς ἡγεῖτο ὁ Ἀχιλλεὺς καὶ πρὸ |
| book 45.3 | τοῦ μηνῖσαι· διὸ νῦν πάλιν ἀποκαθίσταται ἡ ἡγεμονία. A |
| book 46.1 | ἐξεφάνη: αἰφνίδιον ὤφθη. ὁ δὲ δέ ἀντὶ τοῦ γάρ. b |
| book 46.2 | (BCE3)T |
| book 47 | σκάζοντε: καὶ τῷ Ὀδυσσεῖ ἡ πλευρὰ ἐμπόδιός ἐστι τε‐ |
| book 47 | τρωμένη (cf. Λ 437). T |
| book 49a.1 | ἔγχει ἐρειδομένω· 〈ἔτι γὰρ ἔχον ἕλκεα λυγρά〉: |
| book 49a.2 | ὅτι συλληπτικῶς εἴρηκεν· ὁ γὰρ Διομήδης μόνος τὸν πόδα τετρωμένος |
| book 49a.3 | (cf. Λ 376—8) ὑπέρεισμα ἔχει τὸ δόρυ. ὁ δὲ Διονύσιος (fr. 48 Schm.) |
| book 49a.4 | τὸ σημεῖόν φησιν, ὅτι οἷον μυκτηρίζοντός ἐστι τὸ ἔτι γὰρ ἔχον |
| book 49a.5.1 | ἕλκεα λυγρά· δευτεραῖοι γάρ εἰσι τραυματίαι. τοῦτο οὖν λέγεσθαι, |
| book 49a.5.2 | ὅτι χρῆσθαι αὐτοῖς μέλλει εἰς τὸν ἐπὶ Πατρόκλῳ ἀγῶνα πρὸς τὰ |
| book 49a.5.3 | ἐναντία τοῖς τραύμασιν ἀγωνίσματα. ὑπεξαιρούμενος οὖν λέγει ὡς δὴ |
| book 49a.5.4 | πρὸς τῷ ὑγιάσθαι ὄντων. A |
| book 49b.1 | ἔγχει ἐρειδομένω: ἑκάτερος τῷ ἰδίῳ ἔγχει, ὡς „φεύγω‐ |
| book 49b.2 | μεν †φίλην ἐς πατρίδα γαῖαν“ (Β 140). b(BCE3E4)T |
| book 50.1 | πρώτῃ ἀγορῇ: καὶ ἀλλαχοῦ „ἕδρῃ τε κρέασί〈ν〉 τε“ (Θ |
| book 50.2 | 162). T |
| book 51a.1 | αὐτὰρ ὁ δεύτατος 〈ἦλθεν〉: ὅτι δεύτατος ἀπὸ τοῦ |
| book 51a.2 | δεύεσθαι ὁ ἔσχατος. τὸ δὲ δεύεσθαι ἐνδεῖν ἐστι. προσυνήχθη δὲ τὸ |
| book 51a.3 | πλῆθος ὑπ’ Ἀχιλλέως. A |
| book 51b | δεύτατος: ὅτι δεύτερος ὑπερθετικῶς. ἢ παρὰ τὸ δεύεσθαι. |
| book 51b | T |
| book 53.1 | Κόων Ἀντηνορίδης: Φερεκύδης (FGrHist 3, 141) Κύ‐ |
| book 53.2 | νωνά φησιν· ἄμεινον δὲ παρὰ τὴν σύνεσιν· Ἀντήνορος γὰρ αὐτὸν |
| book 53.3 | λέγει. T |
| book 56-8a.1 | Ἀτρείδη, ἦ ἄρ τι 〈τόδ’ ἀμφοτέροισιν ἄρειον / |
| book 56-8a.2 | ἔπλετο, σοὶ καὶ ἐμοί, ὅτε νῶΐ περ ἀχνυμένω κῆρ / θυμο‐ |
| book 56-8a.3 | βόρῳ ἔριδι μενεήναμεν〉: τὸν ἦ σύνδεσμον περισπαστέον: ἔστι |
| book 56-8a.4 | γὰρ διστακτικός, τῆς κλητικῆς ἀνάπαυσιν λαβούσης. εἰσὶ μέντοι, οἳ |
| book 56-8a.5.1 | ἐνέκλιναν αὐτόν, καθ’ ὑπερβατὸν συντάσσοντες τῷ „πέρ“ (57), ἵνα τὸ |
| book 56-8a.5.2 | ὅλον τοιοῦτον ᾖ 〈***〉, ἵνα ᾖ ἐρώτησις· ‘Ἀτρείδη, ἆρά τι κρεῖσσον |
| book 56-8a.5.3 | ἐκ τῆς ἔριδος ἐγένετο ἡμῖν;‘ A |
| book 56-8b1.1 | 〈Ἀτρείδη,〉 ἦ ἄρ τι τόδ’ ἀμφοτέροισιν ἄρειον |
| book 56-8b1.2 | 〈—μενεήναμεν〉: ἆρά σοι δοκεῖ τὰ τῆς ἔριδος καλῶς ἡμῖν προ‐ |
| book 56-8b1.3 | κεχωρηκέναι; τινὲς δὲ ἐγκλίνουσι τὸν η (56) καθ’ ὑπερβατὸν αὐτὸν |
| book 56-8b1.4 | συντάσσοντες τῷ „πέρ“ (57), ἵνα τὸ ὅλον τοιοῦτον ᾖ ‘ἄρτι τοῦτο |
| book 56-8b1.5 | ἀμφοτέροις ἔπλετο †ἤπερ ὅτε ἡμεῖς ἀχνύμενοι μενεήναμεν‘. T |
| book 56-8c1.1 | Ἀτρείδη, ἦ ἄρ τι〈—μενεήναμεν〉: οὕτως |
| book 56-8c1.2 | Ἡρωδιανός (2,110,25). τὸν δὲ ἦ (56) σύνδεσμον περισπαστέον· |
| book 56-8c1.3 | ἔστι γὰρ ἀρκτικός, τῆς κλητικῆς ἀνάπαυσιν δεχομένης. T |
| book 56-8b2/c2 | ἆρά σοι δοκεῖ τὰ τῆς ἔριδος καλῶς ἡμῖν προκεχωρηκέ‐ |
| book 56-8b2/c2.1 | ναι; | ὁ γὰρ Ἡρωδιανὸς τὸν ἦ σύνδεσμον περισπᾷ· ἔστι γάρ, φησίν, |
| book 56-8b2/c2.2 | ἀρκτικός, τῆς κλητικῆς ἀνάπαυσιν δεχομένης. | τινὲς δὲ καθ’ ὑπερβα‐ |
| book 56-8b2/c2.3 | τὸν αὐτὸν ποιοῦντες συντάσσουσι τῷ ὅτε νῶΐ περ (57), ἵνα τὸ |
| book 56-8b2/c2.5.1 | ὅλον τοιοῦτον ᾖ· ‘ἄρτι τοῦτο ἀμφοτέροις ἔπλετο ἄρειον ἤπερ ὅτε |
| book 56-8b2/c2.5.2 | ἡμεῖς ἀχνύμενοι μενεήναμεν‘. b(BCE3) |
| book 56a1 | ἄρειον: ἡ Χία „ὄνειαρ“, ἡ Μασσαλιωτικὴ „ἄμεινον“. T |
| book 56a2.1 | ἐν {δὲ} τῇ Χίᾳ „ὄνειαρ“ ἐγέγραπτο, ἐν τῇ Μασσαλιωτικῇ |
| book 56a2.2 | „ἄμεινον“ A |
| book 58.1 | ἔριδι μενεήναμεν 〈εἵνεκα κούρησ〉: ἔριδι μενεήνα‐ |
| book 58.2 | μεν b(BCE3) ὡς „ἔριδι ξυνέηκε μάχεσθαι“ (Α 8). πιθανῶς δὲ ἐπ’ |
| book 58.3 | ἄμφω τὴν αἰτίαν ἤγαγε· καὶ κούρην, οὐ γέρας αὐτὴν καλεῖ, ταῖς διαλ‐ |
| book 58.4 | λαγαῖς πρεπόντως τὰς ἀληθείας ἐκτιθείς. b(BCE3)T |
| book 59-60.1 | 〈τὴν ὄφελ’ ἐν νήεσσι κατακτάμεν Ἄρτεμις |
| book 59-60.2 | ἰῷ /〉 ἤματι τῷ: παραυτὰ ὅτε †ἐνέβη† ἡ λεία τῆς νεώς. b(BCE3E4) |
| book 59-60.3 | T δεινοποιεῖ δὲ διὰ τὴν τελευτὴν Πατρόκλου. b(BCE3)T |
| book 61.1 | ὀδὰξ ἕλον〈—οὖδασ〉: τοῦτο ὑπὸ ἀγανακτήσεως |
| book 61.2 | καὶ ὀδύνης πάσχουσι〈ν οἱ〉 τελευτῶντες. T |
| book 62a1 | δυσμενέων ὑπὸ χερσὶν 〈ἐμεῦ ἀπομηνίσαντοσ〉: |
| book 62a1.1 | ὅτι ἀντὶ τοῦ ὑπὸ χειρῶν, καὶ ὅτι περισσὴ ἡ ἀπό πρόθεσις, ἀντὶ τοῦ |
| book 62a1.2 | μηνίσαντος. | Νικίας (fr. 19 B.) ἀναστρέφει τὴν πρόθεσιν. οὐκ ἀναγ‐ |
| book 62a1.3 | καῖον δέ. A |
| book 62a2.1 | {δυσμενέων ὑπὸ χερσίν:} οὐκ ἀναγκαῖον ἀναστρέφειν τὴν |
| book 62a2.2 | ὑπό. T |
| book 62b | {ἐμεῦ} ἀπομηνίσαντος: ὁ μὲν Ἀσκαλωνίτης (p. 58 B.) |
| book 62b | ὡς ἀποφοιβήσαντος. καὶ οὕτως ἔχει ἡ παράδοσις. A |
| book 62c.1 | ἀπομηνίσαντος: ὑφ’ ἕν. ἡ δὲ ἀπό ἀντὶ τῆς ἐπί, ὡς |
| book 62c.2 | „Πριάμῳ ἐπεμήνιε δίῳ“ (Ν 460). ἢ παντελῶς μηνίσαντος. b(BCE3)T |
| book 62c.3 | Χαμαιλέων (fr. 17 We.) δὲ γράφει „ἐπιμηνίσαντοσ“. T |
| book 63a.1 | Ἕκτορι: ὁ μὲν Νέστωρ ἔλεγεν „ἦ κεν γηθήσαι Πρίαμοσ“ |
| book 63a.2 | (Α 255), ὁ δὲ παρωξυμμένος ἀντὶ τοῦ Πριάμου τὸν Ἕκτορα λαμβάνει. |
| book 63a.3 | b(B [bis], E3 [bis]) T |
| book 63b.1 | Τρωσὶ τὸ κέρδιον: ἀντωνυμία μὲν ὁμολογουμένως τὸ |
| book 63b.2 | τό μόριον. οὐ μὴν διασταλτέον κατ’ αὐτό, ὡς ἔδοξέ τισιν. A T |
| book 64.1 | δηρὸν 〈ἐμῆς καὶ σῆς ἔριδοσ〉 μνήσεσθαι 〈ὀΐω〉: τῶν |
| book 64.2 | γὰρ κακῶν μόγις ἐπιλανθανόμεθα· διὸ καὶ ‘ἄλαστα‘ φησὶν αὐτά. |
| book 64.3 | b(BCE3)T |
| book 65.1 | 〈ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν:〉 προγενέσθαι |
| book 65.2 | αὐτὰ λογισώμεθα καὶ μὴ νῦν εἶναι. b(BCE3E4) |
| book 67a | 〈νῦν:〉 ἀρτίως. Til |
| book 67b | 〈χόλον:〉 ὅτι ἀντιπέφρακε τῇ μήνιδι τὸν χόλον. Aim |
| book 68a | 〈ἀσκελέως:〉 ἄγαν σκληρῶς. Til |
| book 68b | 〈μενεαινέμεν:〉 ὅτι νῦν ἀντὶ τοῦ θυμοῦσθαι. Aint |
| book 69 | ὄτρυνον 〈πόλεμον δέ〉: τὴν ἐξουσίαν τῆς ἐξόδου ἐπὶ τὸν |
| book 69 | βασιλέα ἀναφέρει ὁμονοητικῶς. b(BCE3)T |
| book 70 | 〈ἀντίον:〉 οὕτως Ἀρίσταρχος διὰ τοῦ ν, ἀντίον. Aim |
| book 71a.1 | αἴ κ’ ἐθέλως’ 〈ἐπὶ νηυσὶν ἰαύειν〉: ὅτι τὸ ἰαύειν |
| book 71a.2 | οὐκ ἔστι νῦν κοιμᾶσθαι, ἀλλ’ ἐπαυλίζεσθαι: „ὡς καὶ ἐγὼ πολλὰς μὲν |
| book 71a.3 | ἀΰπνους νύκτας ἴαυον“ (Ι 325). καὶ ὅτι ἀντὶ τοῦ αἴ κ’ ἐθέλοιεν. A |
| book 71b.1 | ἰαύειν: παραυλίζεσθαι. b(BCE3E4)T σαρκαστικὸς |
| book 71b.2 | δὲ ὁ λόγος. b(BCE3)T |
| book 72a | ἀσπασίως: ἡδέως ἢ ἀπροσδοκήτως. b(BCE3E4)T |
| book 72b.1 | 〈ἀσπασίως ...〉 γόνυ κάμψειν: διὰ τὴν σύντονον |
| book 72b.2 | φυγήν. b(BCE3E4)T |
| book 73 | 〈φεύγων:〉 γράφεται „δηΐου {ἐκ πολέμοιο}“. Aim |
| book 75a.1 | μῆνιν ἀποειπόντος: ἀντέφρασεν αὐτὸ τῷ „παύω |
| book 75a.2 | χόλον“ (Τ 67). T |
| book 75b.1 | 〈ἀπειπόντος:〉 Ἀρίσταρχος ἔξω τοῦ ο, ἀπειπόντος, |
| book 75b.2 | καὶ αἱ πλείους. Aim |
| book 76-7.1 | τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέ‐ |
| book 76-7.2 | μνων / αὐτόθεν ἐξ ἕδρης οὐδ’ ἐν μέσσοισι〈ν〉 ἀναστάς: οὕτω |
| book 76-7.3 | καὶ παρ’ Ἀριστοφάνει. ἐν δὲ τῇ Μασσαλιωτικῇ καὶ Χίᾳ „τοῖσι δ’ |
| book 76-7.4 | ἀνιστάμενος μετέφη κρείων Ἀγαμέμνων, / μῆνιν ἀναστενάχων καὶ ὑφ’ |
| book 76-7.5 | ἕλκεος ἄλγεα πάσχων“. οὕτως ὁ Δίδυμος (p. 116 Schm.). A T |
| book 76 | τοῖσι: τούτοις, οἷς Ἀχιλλεὺς ἐδημηγόρησεν. b(BCE3E4)T |
| book 77a.1 | αὐτόθεν ἐξ ἕδρης, 〈οὐδ’ ἐν μέσσοισιν ἀναστάσ〉: |
| book 77a.2 | ὅτι Ζηνόδοτος τοῦτον μὲν οὐκ ἔγραφε, τὸν δὲ πρὸ αὐτοῦ μόνον οὕτως· |
| book 77a.3 | „τοῖσι δ’ ἀνιστάμενος μετέφη κρείων Ἀγαμέμνων“. ὁ δὲ Ἀγαμέμνων |
| book 77a.4 | οὐκ ὀρθὸς δημηγορεῖ διὰ τὴν τοῦ τραύματος ἀλγηδόνα· διὸ ἐπιφέρει |
| book 77a.5.1 | ὑποτιμώμενος ‘καλὸν μέν ἐστιν ἑστῶτα δημηγορεῖν‘ (cf. Τ 79—80), |
| book 77a.5.2 | ὡς δηλονότι καθήμενος. A |
| book 77b.1 | αὐτόθεν ἐξ ἕδρης, 〈οὐδ’ ἐν μέσσοισιν ἀναστάσ〉: |
| book 77b.2 | φησὶν Ἐπαφρόδιτος (fr. 43 L.) ὅτι καθεζόμενος ἐδημηγόρει, ὅπως μὴ |
| book 77b.3 | ἔκπυστοι οἱ μῦθοι γένωνται ταπεινοὶ ὄντες· b(BCE3E4)T ἢ |
| book 77b | ὅτι τὸ τραῦμα αὐτὸν ἵστασθαι οὐκ ἐᾷ. b(BCE3E4) |
| book 77c.1 | ἄλλως· αὐτόθεν〈—ἀναστάσ〉: ἢ μὴ ἀναστάς· |
| book 77c.2 | φησὶ γοῦν ἑξῆς „ἂν δ’ Ἀγαμέμνων / ἵστατο“ (Τ 249—50). ἢ οὐ |
| book 77c.3 | προελθὼν εἰς μέσην τὴν ἐκκλησίαν, ἵν’ ᾖ ‘ἀναστὰς ἐδημηγόρει οὐκ |
| book 77c.4 | ἐν μέσοις, ἀλλ’ ἐκ τῆς ἕδρας τῶν ἀριστέων‘. b(BCE3)T |
| book 79-80a.1 | ἑσταότος μὲν καλὸν ἀκούειν〈—ἐόντα〉: |
| book 79-80a.2 | καλῶς ἔχει τοῦ ἑστῶτος καὶ δημηγοροῦντος ἀκούειν καὶ μὴ ὑποκρούειν |
| book 79-80a.3 | μηδ’ ἐμποδίζειν· τοῦτο γὰρ δηλοῖ τὸ ὑβ〈β〉άλλειν (80)· χαλεπὸν |
| book 79-80a.4 | γὰρ καὶ τῷ πάνυ δεινῷ ἐν ταραχῇ εἰπεῖν. τοῦτο ἀγνοήσας Ἀρίσταρ‐ |
| book 79-80a.5.1 | χος καὶ οἰηθεὶς παραίτησίν τινα ἐκ τοῦ Ἀγαμέμνονος γίνεσθαι παρ‐ |
| book 79-80a.5.2 | ενέθηκε τὸ〈ν〉 „αὐτόθι ἐξ ἕδρησ“ (Τ 77). πρῶτον μὲν οὖν τί ἂν καθ‐ |
| book 79-80a.5.3 | έζοιτο τὸν ἀγκῶνα τετρωμένος; ἔπειτα οὕτως ἔρρωται ὥστε ὀλίγον |
| book 79-80a | ὕστερον (cf. Τ 252—66) κάπρον ἀποσφάττειν. οὕτως ὁ Κοτιαεύς. A |
| book 79-80b.1 | ἑσταότος μὲν〈— / ὑββάλλειν〉: τινὲς „ἑσταό‐ |
| book 79-80b.2 | τωσ“ ἀντὶ τοῦ εὐσταθῶς, ἡσύχως, b(BCE3)T ἀπὸ μετοχῆς, ὡς |
| book 79-80b.1 | T ἀρκούντως, ἐθελόντως. οἱ δέ φασι τοὺς φιλαχιλλεῖς κραυγάζειν |
| book 79-80b.2 | καὶ ὑποκρούειν, ὡς τὸ „τὸν δ’ ἄρ’ ὑποβλήδην ἠμείβετο δῖος Ἀχιλ‐ |
| book 79-80b.5.1 | λεύσ“ (Α 292): b(BCE3)T καλὸν οὖν σιωπῇ τοῦ ἑσταότος |
| book 79-80b.5.2 | ἀκούειν καὶ μὴ ὑποκρούειν θορύβῳ τὸν λέγοντα. b(BE3)T |
| book 79 | 〈ἀκούειν:〉 οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ „ἀκουέμεν“. Aint |
| book 80a | ὑββάλ〈λ〉ειν· 〈χαλεπὸν γὰρ ἐπισταμένῳ περ |
| book 80a.1 | ἐόντι〉: ὅτι τὸ ὑβ〈β〉άλλειν ἐστὶν ὑποβάλλειν· ‘χαλεπόν ἐστι |
| book 80a.2 | ἑτέρῳ ὑποβάλλειν τὸν λόγον, ὃν αὐτός τις εἰπεῖν βούλεται, κἂν ὅτι μάλι‐ |
| book 80a.3 | στα ἐπιστήμων τις ᾖ‘. | τὸ δὲ ὑβ〈β〉άλλειν ψιλωτέον· ἔστι γὰρ Αἰολι‐ |
| book 80a.5 | κόν, ὥς φησιν Ἡρωδιανὸς ἐν τῷ εἰκοστῷ τῆς Καθόλου (1,545,17). A |
| book 80b.1 | ὑββάλλειν: ὑποκρούεσθαι θορύβῳ τὸν λέγοντα. b |
| book 80b.2 | (BE3)T |
| book 80c.1 | 〈ἐπιστάμενόν περ ἐόντα:〉 Ἀρίσταρχος „ἐπισταμένῳ |
| book 80c.2 | περ ἐόντι“. Aint |
| book 81-2.1 | ἀνδρῶν δ’ ἐν πολλῷ 〈ὁμάδῳ πῶς κέν τις ἀκού‐ |
| book 81-2.2 | σαι / ἢ εἴποι〉: ὁ Ἀρίσταρχος ἐλλείπειν φησὶ τὸ †οὕτως χρώμενος†· |
| book 81-2.1 | τὸ γὰρ λεγόμενον τοιοῦτον εἶναι· ‘ἐν δὲ πολλῶν ἀνδρῶν ὁμίλῳ πῶς |
| book 81-2.2 | ἄν τις †οὕτως χρώμενος† ἢ εἴποι ἢ πῶς οἱ ἀκούοντες ἀκούσειαν;‘ |
| book 81-2.5.1 | οὕτως Δίδυμος (p. 181 Schm.). | τὸ ἀκούσαι (81) παροξυτονη‐ |
| book 81-2.5.2 | τέον· ἔστι γὰρ εὐκτικόν. A |
| book 82a.1 | βλάβεται: βλάπτω βλάβω ὡς κρύπτω κρύβω. b |
| book 82a.2 | (BCE3)T |
| book 82b1 | λιγύς περ ἐών: κἂν λίαν ὑπάρχῃ σοφός. T |
| book 82b2.1 | λέγει δὲ ὅτι, κἂν λίαν τίς ἐστι σοφός, b(BCE3) οἱ δὲ |
| book 82b2.2 | λαοὶ μὴ γλωσσοκρατοῖεν, βλάπτεται καὶ οἷον ἐπιλήσμων τῶν λόγων |
| book 82b2.3 | γίνεται. b(BCE3E4) |
| book 83a1.1 | ἐνδείξομαι: εὐμενίσασθαι γὰρ αὐτὸν ταπεινοῖς βούλε‐ |
| book 83a1.2 | ται λόγοις. T |
| book 83a2.1 | βούλεται δὲ αὐτὸν ταπεινοῖς εὐμενίσασθαι λόγοις, καὶ οὐχ |
| book 83a2.2 | ὑψηγορεῖ. b(BCE3) |
| book 83b.1 | ἄλλως· ἐνδείξομαι: οἷον διαλέξομαι καὶ πρὸς αὐτὸν |
| book 83b.2 | b(BCE3) ἀπερείσω τὸν λόγον. καὶ „ἀριδείκετοσ“ (Λ 248), πρὸς |
| book 83b.3 | ὃν ἀπερείδει τις τὸν λόγον δι’ ἀξίωμα. b(BCE3)T |
| book 83b | {πηλείδηι μὲν ἐγὼν} ἐνδείξομαι: οἷον τὴν ἀπότασιν τῶν |
| book 83b.5.1 | λόγων πρὸς Ἀχιλλέα ποιήσομαι φανερῶς, ἢ ἀπολογήσομαι. | ἐζήτη‐ |
| book 83b.5.2 | το δέ, δι’ ἣν αἰτίαν—ἀναμείναντες. A |
| book 84a | σύνθεσθε: κατὰ νοῦν λάβετε. b(BCE3)T |
| book 84b | 〈σύνθεσθε:〉 κρίνατε, δοκιμάσατε. Aint |
| book 85a.1 | πολλάκι δή μοι 〈τοῦτον Ἀχαιοὶ μῦθον ἔειπον〉: |
| book 85a.2 | σημειοῦνταί τινες ὡς ἂν λεγόντων τινῶν ὅτι ἠδίκησεν ἀφελόμενος |
| book 85a.3 | τὴν Βρισηΐδα. A |
| book 85b.1 | τοῦτον Ἀχαιοὶ μῦθον ἔειπον· τοῦτον τὸν „ἦ ἄρ |
| book 85b.2 | τι τόδ’ ἀμφοτέροισιν ἄρειον“ (Τ 56). b(BCE3E4)T εὔνοιαν δὲ |
| book 85b.3 | αὐτοῖς παρ’ Ἀχιλλέως πορίζεται ὡς ἀγανακτήσασιν ἐπὶ τῇ ὕβρει |
| book 85b.4 | αὐτοῦ· ἐλελύπητο γὰρ καὶ εἰς Ἕλληνας ὡς μὴ ἐπαμύναντας τῷ δι’ |
| book 85b.5 | αὐτοὺς ὑβρισθέντι. b(BCE3)T |
| book 85-6.1 | Ἀχαιοὶ 〈μῦθον〉 ἔειπον 〈/ καί τέ με νεικείε‐ |
| book 85-6.2 | σκον〉: Νέστωρ· „σὺ δὲ σῷ μεγαλήτορι θυμῷ εἴξας, ὃν ἀθάνατοί περ |
| book 85-6.3 | ἔτισαν, ἠτίμησασ“ (cf. I 109—11)· Θερσίτης· „ὃς καὶ νῦν Ἀχιλῆα, ἕο |
| book 85-6.4 | μέγ’ ἀμείνονα φῶτα / ἠτίμησε“ (Β 239—40): b(BCE3)T καὶ |
| book 85-6.5 | „οἳ κείνῳ ἐρίσαντες ἀμυνέμεν οὐκ ἐθέλουσιν“ (Ν 109). T |
| book 86.1 | 〈νεικείεσκον:〉 παρὰ Ἀριστοφάνει καὶ 〈ἐν〉 τῇ Χίᾳ „νει‐ |
| book 86.2 | κ〈ε〉ίουσιν“. Aint |
| book 86-7.1 | ἐγὼ δ’ οὐκ αἴτιός εἰμι, 〈/ ἀλλὰ—Ἐρινύσ〉: |
| book 86-7.2 | πιθανῶς οὐκ ἐπὶ ὁπότερον αὐτῶν ἄγει τὴν αἰτίαν. καὶ νῦν οἱ ἀδυνα‐ |
| book 86-7.3 | τοῦντες ἀπ’ αὐτῆς τῆς ἀληθείας ἀπολογεῖσθαι τῇ εἱμαρμένῃ τὸ ὅλον |
| book 86-7 | αἴτιον ἀναφέρουσιν. b(BCE3)T |
| book 87a.1 | ἠεροφοῖτις: προπερισπαστέον ὁμοίως τῷ πρωθῆβις καὶ |
| book 87a.2 | πολῖτις. π〈ε〉ιστέον δὲ μᾶλλον τοῖς παρὰ τὸν ἀέρα ἐκδεξαμένοις τὴν |
| book 87a.3 | σύνθεσιν γεγονέναι, ἐπεὶ ἀοράτως φοιτᾷ· ἀέρα γὰρ λέγει τὸ σκοτεινὸν |
| book 87a.4 | κατάστημα· „ἠέρι γὰρ κατέχοντο“ (Ρ 368) καὶ „ἀὴρ γὰρ παρὰ νηυσὶ |
| book 87a.5 | βαθεῖ’ ἦν“ (ι 144). A |
| book 87b | ἠεροφοῖτις: τινὲς τὸ η ἄρθρον ἐδέξαντο, ἵν’ ᾖ ἐροφοῖτις, |
| book 87b | παρὰ τὴν ἔραν, ἡ ἐν τῇ γῇ φοιτῶσα ἢ οἷον ἐρεβοφοῖτις. b(BCE3)T |
| book 87b.1 | ἔνιοι δὲ „†ἰροπῶτις†“ παρὰ τὸ Αἰσχύλειον (sc. Aesch. Eum. 265—8), |
| book 87b.2 | 〈Ἐρινὺς δὲ〉 παρὰ τὸ εἰς ἔριν νεύειν. οἱ δὲ „εἰαροπῶτισ“, ἐγκειμένου |
| book 87b.5.1 | τοῦ εἶαρ, ὅπερ ἐστὶ κατὰ Σαλαμινίους αἷμα. T | ἄμεινον δὲ γράφειν |
| book 87b.5.2 | ἠεροφοῖτις, ὅ ἐστιν ἡ ἐξ ἀφανοῦς φοιτῶσα. οὕτως Ἡρωδιανός (2, |
| book 87b.5.3 | 111,5). b(BCE3)T |
| book 89.1 | Ἀχιλλῆος γέρας: ἐκ τοῦ πρὸς αὐτὸν εἰς τὸν περὶ αὐτοῦ. |
| book 89.2 | b(BCE3)T |
| book 90-1.1 | ἀλλὰ τί κεν ῥέξαιμι; 〈θεὸς διὰ πάντα τελευ‐ |
| book 90-1.2 | τᾷ / πρέσβα Διὸς θυγάτηρ, Ἄτη, ἣ πάντας ἀᾶται〉: στικτέον |
| book 90-1.3 | ἐπὶ τὸ ῥέξαιμι (90). καλῶς δὲ ἔχει καὶ κατὰ τὸ τέλος τοῦ στίχου |
| book 90-1.4 | στίζειν, ἵνα οὗτος μὲν ὁ λόγος καθολικὸς ᾖ, θεὸς πάντων τὸ τέλος ἔχει |
| book 90-1.5.1 | (cf. 90), τὰ δὲ ἑξῆς (sc. 91) ἀπ’ ἄλλης ἀρχῆς, ἵνα λείπῃ τὸ ἐστί ῥῆμα. |
| book 90-1.5.2 | A b (BE3E4)T ὁ δὲ λόγος, Διὸς θυγάτηρ ἐστὶν Ἄτη (cf. 91), |
| book 90-1.5.3 | ἐξ οὗ τὸ θεῖον καὶ τὸ ἰσχυρὸν παρίστησιν· ὡς μὲν γὰρ ἡ τριβὴ συνά‐ |
| book 90-1.5.4 | πτει, ψεῦδος εἶναί μοι δοκεῖ· οὐ γὰρ πάντων ἡ Ἄτη τὸ τέλος ἔχει, |
| book 90-1.5.5 | ὥσπερ οὐδὲ τῶν ἀγαθῶν. A |
| book 90a | ἀλλὰ τί κεν ῥέξαιμι; 〈θεὸς διὰ πάντα τελευτᾷ〉: |
| book 90a.1 | ἔξω τοῦ ν αἱ Ἀριστάρχου, „ἀλλὰ τί κε ῥέξαιμι“. γράφεται δὲ κατ’ |
| book 90a.2 | ἔνια „θεοὺς διὰ πάντα τελευτᾷ“, διὰ τοὺς θεοὺς τέλος πάντα λαμβά‐ |
| book 90a.3 | νει. A ἐν δέ τισι „θεοὺς διὰ πάντα τέτυκται“. A T |
| book 90b.1 | ἄλλως· θεὸς διὰ πάντα τελευτᾷ: Λεσβοκλῆς διαιρεῖ |
| book 90b.2 | εἰς τὸν δή σύνδεσμον καὶ τὸ ἴα ὄνομα, ἵν’ ᾖ μία δὴ θεὸς ἡ Ἄτη τὸ πάν‐ |
| book 90b.3 | των ἔχει τέλος. b(BE3E4)T |
| book 90c.1 | θεὸς διὰ πάντα τελευτᾷ: ὁ μὲν Ἀσκαλωνίτης (p. 58 |
| book 90c.2 | B.) περισσὴν ἡγεῖται τὴν διά πρόθεσιν εἶναι· τὸ γὰρ ἑξῆς, θεὸς πάν‐ |
| book 90c.3 | τα τελευτᾷ. Δίδυμος (p. 182 Schm.) δὲ ἡγεῖτο σημαντικὴν αὐτὴν εἶναι |
| book 90c.4 | τοῦ διόλου καὶ μὴ παρέλκειν, ὥσπερ ἐπὶ τοῦ διηλίτης, ὁ δι’ ὅλου |
| book 90c.5 | ἁμαρτάνων. οὐ προσεκτέον δὲ τοῖς ὑφ’ ἓν ἀνεγνωκόσιν. A |
| book 90d.1 | ἄλλως· θεὸς διὰ πάντα 〈τελευτᾷ〉: ὁ μὲν Ἀσκαλω‐ |
| book 90d.2 | νίτης (p. 58 B.) περισσὴν ἡγεῖται τὴν διά, ὁ δὲ Δίδυμος (p. 182 |
| book 90d.3 | Schm.) σημαίνειν τὸ διόλου, ὡς διαλείτης ὁ διόλου ἁμαρτάνων. ἢ δι’ |
| book 90d.4 | ἑαυτῆς πάντα τελεῖ. b(BE3E4)T Ἑλλάνικος δὲ „θεόσδια“, τὰ |
| book 90d.5 | θεόσδοτα. γράφεται καὶ „θεούσ“, ἵνα †λείπῃ† ἡ διά. T |
| book 90e.1 | θεὸς διὰ πάντα 〈τελευτᾷ〉: οὐδεμία λέξις ἁπλῆ κατὰ |
| book 90e.2 | τὴν Ἰάδα καὶ τὴν Ἀτθίδα κατ’ ἐπιπλοκὴν ἔχει τὸ σδ. T |
| book 91a1.1 | πρέσβα: κατ’ εὐφημισμόν, ὡς Εὐμενίδας τὰς Ἐρινῦς. |
| book 91a1.2 | ἐπεὶ πῶς αὐτὴν „οὐλομένη“ (T 92); T |
| book 91a2.1 | κατ’ εὐφημισμὸν ὁ λόγος, οἷον καθὸ θεὸς πρέσβα πᾶσι καὶ |
| book 91a2.2 | τιμία. ἐπεὶ πῶς αὐτὴν οὐλομένην καλεῖ; b(BCE3E4) |
| book 91b.1 | ἄλλως· πρέσβα: ἀπὸ τοῦ πρέσβεια συγκέκοπται. b(BC |
| book 91b.2 | E3E4)T ἢ παράκειται τῷ πρέσβυς. T |
| book 91c.1 | Διὸς θυγάτηρ Ἄτη: ἐπειδὴ πάντων αἴτιος ὁ Ζεύς. T |
| book 91c.2 | συγγνώμην δὲ ἑαυτῷ ποριζόμενος ὡς θεοβλαβεῖ αὔξει τὴν δαίμονα ὡς |
| book 91c.3 | ὑπὸ μεγίστης θεοῦ βλαπτόμενος. καὶ ἵνα τοὺς ἁμαρτάνοντας μὴ |
| book 91c.4 | μέμφοιτό τις. b(BCE3E4)T |
| book 91d.1 | ἀᾶται: τινὲς τὸ ἀᾶται διῃρῆσθαί φασι· διὸ καὶ προ‐ |
| book 91d.2 | παροξύνουσιν. T |
| book 92a1.1 | 〈τῇ μέν:〉 οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ „τῆς μέν {θ’ |
| book 92a1.2 | ἁπαλοί}“. Aint |
| book 92a2.1 | {τῇ μέν θ’:} Ἀριστοφάνης τῇ μέν. ἢ κατὰ ἀντίπτω‐ |
| book 92a2.2 | σιν. T |
| book 92b.1 | ἁπαλοὶ πόδες: λανθάνει γὰρ ἐπιφοιτῶσα. ἢ ὅτι αἱ |
| book 92b.2 | πρῶται τῆς Ἄτης ἀρχαὶ ἁπαλαί. ὅταν δὲ εἴπῃ „ἡ δ’ Ἄτη σθεναρή τε |
| book 92b.1 | καὶ †ἀρτίπουσ“ (Ι 505), τὴν τοὺς ὑβρίσαντας ἱκέτην μετερχομένην |
| book 92b.2 | δηλοῖ. b(BCE3E4)T |
| book 92-3.1 | οὐ γὰρ ἐπ’ οὔδει 〈/ πίλναται, ἀλλ’ ἄρα ἥ γε |
| book 92-3.2 | κατ’ ἀνδρῶν κράατα βαίνει〉: ἐπὶ οὔδει (cf. 92)· οὐδεμία γὰρ |
| book 92-3.3 | βλάβη πίπτει χαμαί, ἀλλ’ εἰς κεφαλήν τινος ἀποσκήπτει τὴν ἀτυ‐ |
| book 92-3.4 | χίαν. b(BCE3E4)T |
| book 93a.1 | κατ’ ἀνδρῶν κράατα βαίνει: ἢ ὅτι τὸν νοῦν βλα‐ |
| book 93a.2 | πτόμεθα, ὅς ἐστιν ἐν τῇ κεφαλῇ. ἢ ὅτι ταπεινοῦσα τῇ μετανοίᾳ. b |
| book 93a.3 | (BCE3E4)T |
| book 93b.1 | 〈κατ’ ἀνδρῶν κράατα βαίνει:〉 ἡ {δὲ} κατά ἀντὶ τῆς |
| book 93b.2 | ἐπί, b(BCE3E4) ἵν’ ᾖ ἐπὶ ἀνδρῶν κράατα. b(BCE3) |
| book 94a.1 | βλάπτους’ ἀνθρώπους· 〈κατὰ δ’ οὖν ἕτερόν γ’ |
| book 94a.2 | ἐπέδησε〉: ἀθετεῖται ὡς περισσὸς καὶ κακοσύνθετος· τί γὰρ ἄλλο |
| book 94a.3 | δύναται ποιεῖν ἡ Ἄτη ἢ βλάπτειν; οὐχ ὑγιῶς δὲ οὐδὲ τὸ ἕτερον τέ‐ |
| book 94a.4 | τακται· ἔδει γὰρ ‘ἄλλον‘. βιάζονται δέ τινες τὸν Ἀγαμέμνονα λέγειν |
| book 94a.5.1 | ἐφ’ ἑαυτοῦ καὶ τοῦ Ἀχιλλέως. καθολικὸς δέ ἐστιν ὁ λόγος· κοινότερον |
| book 94a.5.2 | γοῦν εἰπὼν ἐπὶ τὸν ἡγεμονικώτατον Δία ἀνῆλθεν. καὶ ὅλως παρῴδη‐ |
| book 94a.5.3 | ται ἐκ τῶν Λιτῶν (sc. Ι 507)· „βλάπτους’ ἀνθρώπους· αἱ δ’ ἐξακέον‐ |
| book 94a | ται ὀπίσσω“. A |
| book 94b.1 | κατὰ δ’ οὖν ἕτερόν γε πέδησεν: ἕτερον T τὸν |
| book 94b.2 | ἕνα τῶν ἐριζόντων. ἢ οὐκ ἐμὲ μόνον, ἀλλὰ καὶ ἕτερον. b(BCE3)T |
| book 95a.1 | καὶ γὰρ δή 〈νύ〉 ποτε Ζῆν’ ἄσατο: καὶ ἐν οἷς |
| book 95a.2 | ἐλεεινολογεῖται ὑψοῖ ἑαυτόν, εἰκάζων τῷ μεγίστῳ θεῷ. b(BCE3)T |
| book 95a.3 | μακρολογεῖ δὲ θεραπεύων Ἀχιλλέα, ὡς οὐκ αὐτὸς αὐτῷ ἀπωλείας |
| book 95a.4 | αἴτιος Πατρόκλου. καλῶς δὲ ἐκ Πελοποννήσου τὸ παράδειγμα ἔλαβεν |
| book 95a.5 | (cf. Τ 115—8). b(BE3)T |
| book 95b1.1 | {καὶ γὰρ δήν ὕπο τε} Ζεὺς ἄσατο: οὕτως ἐν ἁπάσαις |
| book 95b1.2 | Ζεὺς ἄσατο, καὶ ἔστι ποιητικώτερον. ἐν δέ τισι τῶν εἰκαιοτέρων |
| book 95b1.3 | „Ζῆν’ ἄσατο“. A |
| book 95b2.1 | Ζῆν’ ἄσατο: ἐν ἁπάσαις „Ζεὺς ἄσατο“. ἐν δὲ ταῖς εἰ‐ |
| book 95b2.2 | καιοτέραις Ζῆν’ ἄσατο, | ἀντὶ τοῦ ἔβλαψεν. T |
| book 95b3 | 〈Ζῆν’ ἄσατο:〉 Ἀρίσταρχος „Ζεὺς ἄσατο“. Aint |
| book 96a.1 | 〈ἀνδρῶν ἠδὲ θεῶν〉 φας’ ἔμμεναι: φασίν· T ἄδη‐ |
| book 96a.2 | λα γὰρ τὰ περὶ θεῶν. ἤ φασιν ὅτι καὶ τὸν Ζῆνα ἀάσατο (cf. Τ 95), ὅ |
| book 96a.3 | ἐστιν ἔβλαψεν. b(BCE3)T |
| book 96a | φάς’ ἔμμεναι. ἀλλ’ ἄρα καὶ τόν: παρὰ Ἀριστοφά‐ |
| book 96a.5 | νει „ἀλλά νυ καὶ τόν“. ἐν δὲ τῇ Χίᾳ „φαμὲν ἔμμεναι“, ἠθικῶς. A |
| book 97a.1 | {ἥρη} θῆλυς: ὅτι οὕτως σχηματίζει θῆλυς ὡς πῆχυς· |
| book 97a.2 | ἀφ’ οὗ πίπτει „θήλεασ“ (Ε 269) ὡς πήχεας. A |
| book 97b1.1 | 〈θῆλυς:〉 διὰ τοῦ θῆλυς οὐ μόνον τὴν φύσιν, ἀλλὰ καὶ |
| book 97b1.2 | τὸ ἀσθενὲς παρέστησεν αὐτῆς τὸ πρὸς τὸν Δία. b(BCE3E4) |
| book 97b2 | ἀσθενεστέρα. Til |
| book 99.1 | ἐϋστεφάνῳ ἐνὶ Θήβῃ: παρὰ γὰρ ταῖς Ἠλέκτραις πύ‐ |
| book 99.2 | λαις ἐτέχθη Ἡρακλῆς. T |
| book 100a.1 | 〈ἤτοι ὅ γ’ εὐχόμενος μετέφη πάντεσσι θεοῖσι:〉 |
| book 100a.2 | ὅτι τὸ εὐχόμενος σαφῶς ἐστι καυχώμενος, παρὰ τὸ αὐχεῖν. Aint |
| book 100b | 〈εὐχόμενος:〉 διαβεβαιούμενος. b(BCE3E4) |
| book 101.1 | κέκλυτέ μευ: δεόντως εἰς τοῦτο ἦλθε τὸ διήγημα· b |
| book 101.2 | (BCE3)T ὡς γὰρ ἠνιᾶτο Ζεὺς ὁρῶν τὸν Ἡρακλέα ὑποτασσό‐ |
| book 101.3 | μενον, οὕτω κἀγώ. πῶς δὲ τὰ παρὰ θεοῖς οἶδε γινόμενα; ῥητέον δὲ |
| book 101.4 | ὅτι κοινὸν ὄντα τὸν μῦθον παρείληφεν. b(BE3)T |
| book 103.1 | μογοστόκος: ἡ παραιρουμένη τὸν μόγον τῶν τοκετῶν. |
| book 103.2 | b(BCE3)T |
| book 104a1.1 | ἐκφανεῖ: ἐξάξει· φησὶ γὰρ „ἐκ δ’ ἄγαγε πρὸ φόως 〈δέ〉“ |
| book 104a1.2 | (Τ 118). T |
| book 104a2.1 | ἐξαγάγῃ πρὸς τὸ φῶς καὶ b(BCE3) φανερώσει, ὅ |
| book 104a2.2 | ἐστι γεννηθῆναι ποιήσει. b(BCE3E4) |
| book 105a.1 | 〈τῶν ἀνδρῶν γενεῆς:〉 τούτων. λείπει δὲ τὸ τῶν |
| book 105a.2 | ἄρθρον, ὡς τὸ „εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν“ (β 206), ἵν’ ᾖ τῆς γε‐ |
| book 105a.3 | νεῆς τούτων τῶν ἀνδρῶν. b(BCE3) |
| book 105b.1 | οἵ θ’ αἵματος ἐξ ἐμοῦ εἰσι: {ὅτι} τὸ ἑξῆς ἐστιν, οἷς τὸ |
| book 105b.2 | αἷμα ἐξ ἐμοῦ ἐστιν, οὐχὶ οἳ αἵματος ἐξ ἐμοῦ εἰσιν· ἐπεὶ κἂν ἡ σύναρθρος |
| book 105b.3 | ἔκειτο, ὅθεν καὶ ἑξῆς φησι „τῶν ἀνδρῶν, οἳ σῆς ἐξ αἵματός εἰσι γε‐ |
| book 105b | νέθλησ“ (Τ 111), οἷς τὸ αἷμά ἐστιν ἐκ σοῦ. A |
| book 105c.1 | οἵ θ’ αἵματος 〈ἐξ ἐμεῦ εἰσι〉: μεγάλη παραίνεσις |
| book 105c.2 | πρὸς τὸ μὴ ἐπιορκεῖν, εἴ γε καὶ ἀμφιβόλου ὄντος τοῦ ‘ἐξ ἐμεῦ αἵματοσ‘ |
| book 105c.3 | —δηλοῖ γὰρ καὶ υἱοὺς καὶ ἀπογόνους— b(BCE3)T οὐ παρέβη |
| book 105c.4 | ὁ Ζεὺς τὸ ἐπάγγελμα. b(BE3)T |
| book 105d.1 | 〈οἵ θ’ αἵματος:〉 παρὰ Ἀριστοφάνει ἔξω τοῦ θ, „οἳ |
| book 105d.2 | αἵματοσ“. Aim |
| book 105e.1 | αἵματος: μεταφορικῶς ἀντὶ τοῦ γένους. b(BCE3)T |
| book 105e.2 | φησὶ γοῦν „τοὔνεκ’ ἀναίμονές εἰσιν“ (Ε 342). T ἢ οἵτινες αἷμά |
| book 105e.3 | μού εἰσιν. b(BCE3)T |
| book 107a1.1 | ψευστήσεις: ὑφ’ ἓν Ἀρίσταρχος, ἀντικειμένως τῷ ἀλη‐ |
| book 107a1.2 | θεύσεις· ἄτοπον γὰρ τὸ διαιρεῖν „ψεύστης εἶσ“. T |
| book 107a2 | ὡς κρατήσεις. Aim |
| book 107b.1 | ἄλλως· ψευστήσεις: ψεύσει{ς}· ἄτοπον γὰρ λέγειν |
| book 107b.2 | Διῒ ‘ψεύστης εἶ‘. T |
| book 107c.1 | ἄλλως· ψευστήσεις: εἰκότως ψεύδεσθαι αὐτόν φησιν, |
| book 107c.2 | ἐρεθίζουσα ἐπὶ τὸν ὅρκον. b(BCE3E4)T |
| book 108a.1 | εἰ δ’ ἄγε νῦν μοι ὄμοσ〈σ〉ον, 〈Ὀλύμπιε, καρτε‐ |
| book 108a.2 | ρὸν ὅρκον〉: διὰ τί μὴ νεῦσαι αὐτὸν κελεύει; b(BCE3E4)T „οὐδ’ |
| book 108a.3 | ἀτελεύτητον 〈ὅ, τί κεν κεφαλῇ κατανεύσω〉“ (Α 527). T ἢ ὡς |
| book 108a.4 | φοβουμένη, μὴ μετατεθῇ, ἐπὶ τὸ ἰσχυρότερον ἔρχεται. b(BCE3E4)T |
| book 108b | εἰ δ’ ἄγε νῦν μοι ὄμοσσον〈—ὅρκον〉: διὰ τί |
| book 108b.1 | ἡ Ἥρα ὀμόσαι †πρὸς† τὸν Δία; ἢ δῆλον ὡς οὐ ποιοῦντα, ἃ ἂν φῇ. |
| book 108b.2 | εἰ δὲ τοῦτο, διὰ τί οὐ κατανεῦσαι, ἀλλὰ καὶ ὀμόσαι ἠξίωσεν, ὡς καὶ |
| book 108b.3 | ψευδομένου, ἂν μὴ ὀμόσῃ; ὁ δὲ ποιητής φησιν ἀληθεύειν „ὅ, τί |
| book 108b.5.1 | κεν κεφαλῇ κατανεύσῃ“ (Α 527). τὸ μὲν οὖν ὅλον μυθῶδες· καὶ γὰρ |
| book 108b.5.2 | οὐδ’ ἀφ’ ἑαυτοῦ ταῦτά φησιν Ὅμηρος οὐδὲ γινόμενα εἰσάγει, ἀλλ’ |
| book 108b.5.3 | ὡς διαδεδομένων περὶ τὴν Ἡρακλέους γένεσιν μέμνηται. ῥητέον δὲ |
| book 108b.5.4 | ὅτι καὶ ὁ μῦθος εἰκότως εἰσάγει τὴν Ἥραν ὁρκοῦσαν τὸν Δία· πάντες |
| book 108b.5.5 | γὰρ περὶ ὧν ἂν φοβῶνται, μὴ ἄλλως ἀποβῇ, πολὺ τῷ ἀσφαλεῖ |
| book 108b.10.1 | προέχειν πειρῶνται· διὸ καὶ ἡ Ἥρα, ἅτε οὐ περὶ μικρῶν ἀγωνιζο‐ |
| book 108b.10.2 | μένη καὶ τὸν Δία εἰδυῖα ὅτι αἰσθόμενος τὸν Ἡρακλέα δουλεύοντα |
| book 108b.10.3 | ὑπεραγανακτήσει, τῇ ἰσχυροτάτῃ ἀνάγκῃ κατέλαβεν αὐτόν. οὕτως |
| book 108b.10.4 | Ἀριστοτέλης (fr. 163 R.3). A |
| book 108c | 〈εἰ δ’ ἄγε:〉 ἐν ἄλλῳ „αἲ δ’ ἄγε {νῦν}“. Aim |
| book 110.1 | μετὰ ποσ〈σ〉ὶ γυναικός: μεταξὺ τῶν τῆς γυναικὸς πο‐ |
| book 110.2 | δῶν. εὐσχημόνως δὲ καὶ †σοφῶς† μετήνεγκε τὴν λοχείαν. b(BCE3E4)T |
| book 111.1 | 〈τῶν ἀνδρῶν, οἳ σῆς ἐξ αἵματός εἰσι γενέθλης:〉 |
| book 111.2 | τούτων τῶν ἀνδρῶν, οἳ ἐκ τῆς σῆς σπορᾶς τὸ αἷμα ἔχουσιν. Aint |
| book 114.1 | Ἥρη δ’ ἀΐξασα 〈λίπεν ῥίον Οὐλύμποιο〉: πρὸς τὰ |
| book 114.2 | περὶ τοῦ Ὀλύμπου. ἔδει δὲ ‘λίπ’ οὐρανὸν ἀστερόεντα‘ (cf. Τ 128. |
| book 114.3 | 130)· Ἀγαμέμνων γὰρ ὁ λέγων. A |
| book 115a | Ἄργος Ἀχαϊκόν: ὅτι τὴν Πελοπόννησον Ἄργος |
| book 115a | Ἀχαϊκὸν λέγει, τὴν Θεσσαλίαν „Ἄργος Πελασγικόν“ (cf. Β 681). A |
| book 115b.1 | Ἀχαιϊκόν: τὸ ἐν Πελοποννήσῳ, ὃ καὶ „Ἴασον“ (ς 246) |
| book 115b.2 | καὶ „ἱππόβοτον“ (Γ 75. 258 al.) καλεῖ. T |
| book 115c | 〈ᾔδη:〉 ᾔδεεν ἡ Ἥρα. b(BCE3) |
| book 116a1.1 | ἄλοχον Σθενέλου: Δίδυμος (p. 182 Schm.) παρατίθε‐ |
| book 116a1.2 | ται Φερεκύδην (FGrHist 3, 68) μὲν λέγοντα αὐτὴν τὴν Πέλοπος Ἀμ‐ |
| book 116a1.3 | φιβίαν, Ἡσίοδος (fr. 191 M. W.) δὲ 〈Νικίππην τὴν Πέλοπος, *** |
| book 116a1.4 | δὲ〉 Ἀντιβίαν τὴν Ἀμφιδάμαντος ἀποφαίνεται. A |
| book 116a2.1 | {ἄλοχον σθενέλου:} οἱ μὲν Ἀμφιβίαν τὴν Πέλοπος, οἱ δὲ |
| book 116a2.2 | Ἀντιβίαν τὴν Ἀμφιδάμαντος, Ἡσίοδος δὲ Νικίππην φησὶ τὴν Πέλο‐ |
| book 116a2.3 | πος. T |
| book 116b1.1 | Σθενέλου Περσηϊάδαο: πέντε παῖδες γεγόνασι Περ‐ |
| book 116b1.2 | σέως καὶ Ἀνδρομέδας· Ἀλκαῖος, οὗ καὶ Λαονόμης ἢ Ἀστυδαμείας τῆς |
| book 116b1.3 | Πέλοπος Ἀμφιτρύων· Ἠλεκτρύων, οὗ καὶ Λυσιδίκης τῆς Πέλοπος |
| book 116b1.4 | Ἀλκμήνη· †αἴλιος†, ἀφ’ οὗ πόλις τῆς Λακωνικῆς Ἕλος· Μήστωρ, οὗ |
| book 116b1.5.1 | Ἱπποθόη ἡ Πτερελάῳ γαμηθεῖσα· Σθένελος, οὗ καὶ Μενίππης Εὐ‐ |
| book 116b1.5.2 | ρυσθεύς. T |
| book 116b2.1 | πέντε γὰρ παῖδες γεγόνασι Περσέως, Ἀλκαῖος Ἠλε‐ |
| book 116b2.2 | κτρύων Μήστωρ Ἕλειος Σθένελος, οὗ Εὐρυσθεύς. b(BCE3) |
| book 117a | 〈μείς:〉 ἐν τῇ Χίᾳ „μήσ“. Aint |
| book 117b | μείς: Ἰωνικόν ἐστι· κλίνεται δὲ ὡς τὸ μήν. b(BCE3)T |
| book 117b | μείς: μὴν Αἰολικῶς. ὥσπερ δὲ ῥίς ῥινός καὶ θίς θινός, οὕτως |
| book 117b | καὶ μείς μεινός κλιθήσεται κατὰ τὴν ἀναλογίαν. A |
| book 118a.1 | ἐκ δ’ ἄγαγε πρὸ φόως δὲ 〈καὶ ἠλιτόμηνον ἐόν‐ |
| book 118a.2 | τα〉: ὅτι νῦν ὑγιῶς γράφεται σὺν τῇ προθέσει πρὸ φόως· πρὸ γὰρ |
| book 118a.3 | τῶν μηνῶν τῶν καθηκόντων ἐγεννήθη· διὸ ἠλιτόμηνος. ὁ δὲ Ζηνόδο‐ |
| book 118a.4 | τος καὶ ἐπ’ ἄλλου (sc. Π 188) οὕτως γράφει. A |
| book 118b.1 | πρὸ φόως δέ: ἡ πρό δηλοῖ τὸ πρὸ τοῦ δέοντος. |
| book 118b.2 | b(BCE3)T |
| book 118c1 | ἠλιτόμηνον: τῶν δεόντων ἡμαρτηκότα μηνῶν. T |
| book 118c2.1 | καὶ ἠλιτόμηνον δὲ καλεῖ τὸν ἡμαρτηκότα τῶν δεόντων |
| book 118c2.2 | μηνῶν. b(BCE3) |
| book 119.1 | Ἀλκμήνης δ’ ἀπέπαυσε 〈τόκον〉: Ζεὺς μιγεὶς— |
| book 119.2 | ἀθανασίας μετέλαβεν. ἡ ἱστορία παρὰ Ῥιανῷ (fr. 9 Pow.). A |
| book 119a1.1 | σχέθε δ’ Εἰλειθυίας: ὠδῖνας κατὰ μετωνυμίαν, ὡς |
| book 119a1.2 | Ἄρης ὁ σίδηρος, Ἥφαιστος τὸ πῦρ. b(BCE3)T Ἴστρος (FGr |
| book 119a1.3 | Hist 334, 72) δέ φησιν ὠδινούσης Ἀλκμήνης τὰς χεῖρας συνέχειν τὰς |
| book 119a1.4 | Μοίρας, γαλῆς δὲ παρελθούσης ἀναλῦσαι· καὶ τεχθέντος αὐτοῦ νο‐ |
| book 119a1.5 | μισθῆναι γαλῆν εἶναι αὐτῷ τροφόν. T |
| book 119a2 | Εἰλειθυίας: ὠδῖνας μετωνυμικῶς. T |
| book 119b | 〈Εἰλειθυίας:〉 ὅτι τὰς ὠδῖνας Εἰλειθυίας ἔφη. Aim |
| book 120a.1 | ἀγγελέουσα ... προσηύδα: ὅτι ἰδίως ἀγγελέουσα |
| book 120a.2 | προσηύδα· ἐχρῆν γὰρ ἀγγελέουσα ἧκε καὶ προσηύδα. A |
| book 120b.1 | ἀγγελέουσα: μέλλουσα ἀπαγγέλλειν τὰ γεγονότα. |
| book 120b.2 | b(BCE3E4)T |
| book 122-3.1 | 〈ἤδη ἀνὴρ—〉Σθενέλοιο πάϊς: δῆλον ἐκ τού‐ |
| book 122-3.2 | του ὡς περὶ ἰδιώτου τοῦ Σθενέλου διηγεῖται· ἐπεὶ τί παράδοξον ἦν |
| book 122-3.3 | πατρῴαν ἀρχὴν λαβεῖν τὸν Εὐρυσθέα; ταὐτὸν δὲ καὶ ἐπὶ Ἡρακλέους |
| book 122-3.4 | παρηκολούθει· οὐ γὰρ βασιλέως παῖς ἦν, ἀλλὰ διὰ τὸν Δία ἐβασίλευ‐ |
| book 122-3.5 | σεν ἄν. T |
| book 123.1 | Εὐρυσθεὺς Σθενέλοιο πάϊς 〈Περσηϊάδαο〉: δύναται |
| book 123.2 | καὶ τοῖς ἑξῆς συνάπτεσθαι, ἵν’ ᾖ σχῆμα „Εὐρυσθεὺς σὸν γένοσ“ (cf. Τ |
| book 123.3 | 123—4). A βέλτιον δὲ στίζειν εἰς τὸ Περσηϊάδαο καὶ καθ’ |
| book 123.4 | ἑαυτὸ λέγεσθαι τὸ „σὸν γένοσ“ (Τ 124), ἵνα λείπῃ τὸ ἐστίν. A b |
| book 123.5 | (BCE3E4)T |
| book 124.1 | 〈Ἀργείοισιν:〉 κατ’ ἐνίας τῶν ἐκδόσεων „ἀνθρώποι‐ |
| book 124.2 | σι〈ν〉“. Aint |
| book 126.1 | 〈αὐτίκα δ’ εἷλ’ Ἄτην〉 κεφαλῆς λιπαροπλοκάμοιο: |
| book 126.2 | οἱ μὲν ‘ἀπὸ τῆς ἑαυτοῦ κεφαλῆς τῆς λιπαροπλοκάμου εἷλε τὴν Ἄτην‘· |
| book 126.1 | φησὶ γοῦν „κράατα βαίνει“ (Τ 93). ἀλλ’ οὐδέποτε πλοκάμους ἐπὶ |
| book 126.2 | ἀνδρὸς εἶπε. b(BCE3E4)T τί οὖν ἐστι τὸ „πλοχμοί θ’, οἳ χρυσῷ |
| book 126.5.1 | τε καὶ ἀργύρῳ“ (Ρ 52); —οἱ δὲ τὸ κεφαλῆς λιπαροπλοκάμοιο |
| book 126.5.2 | ἐπὶ τῆς Ἄτης ἤκουσαν. ἀλλ’ οὐδέποτε ἐκ κεφαλῆς ῥιπτοῦνται παρ’ |
| book 126.5.3 | Ὁμήρῳ, ἀλλ’ ἢ ποδὸς ὡς Ἥφαιστος (cf. Α 591) ἢ χειρὸς ὡς Ἀστυά‐ |
| book 126.5.4 | ναξ, „ῥίψει χειρὸς ἔχων ἀπὸ πύργου“ (Ω 735). ἐροῦμεν δὲ ὅτι ἐκεῖνοι |
| book 126.5.5 | ἄρσενες ἦσαν, ἄτοπον δὲ γυναικὶ ῥίπτεσθαι ποδός. λιπαροπλόκαμος |
| book 126.10.1 | δὲ ἡ Ἄτη, ὅτι ξηρασίας αἰτία τοῖς βλαπτομένοις, ὡς καὶ ὁ Ὕπνος |
| book 126.10.2 | γρηγορῶν τοὺς ἄλλους ὑπνοῦν ποιεῖ. b(BE3E4)T |
| book 131.1 | τάχα δ’ ἵκετο ἔργ’ ἀνθρώπων: τὴν γῆν· ταύτην γὰρ |
| book 131.2 | ἐργάζονται οἱ ἄνθρωποι. εἰς Ἴλιον δὲ ἠνέχθαι φασίν, ἀφ’ οὗ καὶ |
| book 131.3 | Ἄτης λόφος. b(BCE3E4)T |
| book 132.1 | τὴν αἰεὶ στενάχεσκε: δι’ ἥν. Aa b (BCE3)T ἐπαι‐ |
| book 132.2 | νετέον δὲ τὸ ἀψευδὲς Διὸς καὶ ἀμετάβλητον· οὐ γὰρ εἶπεν ὡς Εὐριπί‐ |
| book 132.3 | δης (Hippol. 612)· „ἡ γλῶσς’ ὀμώμοκεν“. b(BCE3)T |
| book 133a | 〈ἔργον ἀεικές:〉 πρᾶξιν ὑβριστικήν. Til |
| book 133b | ἀέθλων: καμάτων. εἰσὶ δὲ καθ’ Ὅμηρον Κέρβερος (cf. |
| book 133b | Θ 368) καὶ οἱ Λαομέδοντος ἵπποι (cf. Ε 640). T |
| book 139.1 | καὶ ἄλλους ὄρνυθι 〈λαούσ〉: ἢ σύμπαντας (ἀποδίδωσι |
| book 139.2 | γὰρ αὐτῷ πάλιν τὴν στρατηγίαν), ἢ τοὺς Μυρμιδόνας πάντας. b |
| book 139.3 | (BCE3E4)T |
| book 140a | 〈ἐγὼν ὅδε:〉 αὐτὸς ἐγώ. Aa |
| book 140b.1 | παρασχεῖν: ἀντὶ τοῦ παράσχω· ἢ λείπει τὸ ἕτοιμός |
| book 140b.2 | εἰμι. μεγαλοφρόνως δὲ καίτοι αὐτοματίζοντι Ἀχιλλεῖ δίδωσι δῶρα. |
| book 140b.3 | b(BCE3)T |
| book 141.1 | χθιζός: τῇ νυκτὶ τῆς χθὲς ἡμέρας· οὐ γὰρ ἄλλως τὸ χθὲς |
| book 141.2 | συμφωνήσει. φαίνεται οὖν εἰδὼς προϋποστᾶσαν τὴν νύκτα τῆς ἡμέ‐ |
| book 141.3 | ρας. b(BCE3E4)T |
| book 142.1 | ἐπειγόμενός περ Ἄρηος: ἀπὸ τοῦ πολέμου, ἢ εἰς |
| book 142.2 | Ἄρηα ἐπειγόμενος. b(BCE3)T |
| book 143.1 | θεράποντες: οὐδαμοῦ τῆς Ἰλιάδος θεράποντας καλεῖ τοὺς |
| book 143.2 | δούλους, ἀλλὰ τοὺς ὑποδεεστέρους καὶ ὑπηρετικοὺς τῶν φίλων. b |
| book 143.3 | (BCE3)T |
| book 144a.1 | οἴσουσι: συλληπτικῶς· τὰ γὰρ ἔμψυχα οὐ φέρονται, |
| book 144a.2 | ἀλλ’ ἄγονται. b(BCE3)T |
| book 144b1 | 〈μενοεικέα:〉 ἀρέσκοντα, τῷ μένει εἴκοντα, αὐτάρκη. Aa |
| book 144b2 | ἀρεστά. Til |
| book 147-8a | δῶρα μὲν 〈αἴ κ’ ἐθέλῃσθα, παρασχέμεν, ὡς |
| book 147-8a.1 | ἐπιεικές, / ἤ τ’ ἐχέμεν· πάρα σοι〉: ὑποστικτέον εἰς τὸ ἐθέ‐ |
| book 147-8a.2 | λῃσθα (147) τοῦ παρασχέμεν (147) ἀντὶ τοῦ πάρασχε κειμένου |
| book 147-8a.3 | καὶ τοῦ ἐχέμεν (148) ἀντὶ τοῦ ἔχε. b(BCE3E4)T ἡ δὲ πάρα |
| book 147-8a.5.1 | (148) παροξυνομένη σημαίνει τὸ πάρεστιν. | ὑποστικτέον μετὰ τὸ |
| book 147-8a.5.2 | ἐπιεικές (147) καὶ μετὰ τὸ ἐχέμεν (148), b(BE3E4)T τελειώ‐ |
| book 147-8a.5.3 | σεις δὲ εἰς τὸ πάρα σοι (148) ἀντὶ τοῦ πάρεστί σοι. T |
| book 147-8b1.1 | παρασχέμεν (147): ἀντὶ προστακτικοῦ τοῦ πάρασχε. |
| book 147-8b1.2 | τινὲς δὲ πάρα σοι (148) ἀντὶ τοῦ πάρεστί σοι. T | καλῶς δέ φησι |
| book 147-8b1.3 | καὶ δέχεσθαι τὰ δῶρα, ἵνα μὴ εὐτελίζειν αὐτὰ δοκῇ, καὶ συγχωρεῖν, |
| book 147-8b1.4 | ὅπως μὴ ἐπὶ μισθῷ πολεμοίη, ἐπὶ δὲ ἐκδικήσει τοῦ φίλου. b(BE3E4)T |
| book 147-8b2 | 〈πάρα σοι (148)〉: πάρεστί σοι, | παρὰ σαυτῷ. Aa |
| book 149a.1 | 〈κλοτοπεύειν:〉 τὸν καιρὸν διατρίβειν καὶ κενὰ λέγειν. | |
| book 149a.2 | ὅτι ἐκ τῶν συμφραζομένων κλοτοπεύειν τὸ στραγγεύεσθαι. καὶ ὅτι |
| book 149a.3 | ἅπαξ εἴρηται. Aa |
| book 149b | κλοτοπεύειν: τινὲς καλολογεῖν, οἱονεὶ κλυτεπεύειν. ἢ |
| book 149b | κλέπτειν τὴν μάχην. b(BCE3)T |
| book 150.1 | ἔτι γὰρ μέγα ἔργον ἄρεκτον: τὸ ἀναιρεθῆναι τὸν |
| book 150.2 | Ἕκτορα καὶ δίκην λαβεῖν ὑπὲρ Πατρόκλου. b(BCE3E4)T |
| book 151.1 | ὥς κέ τις αὖτ’ Ἀχιλῆα: ὅπως ἂν ἐμέ, b(BCE3)T |
| book 151.2 | ὡς τὸ „Ζῆν’ ὕπατον μήστωρα“ (Θ 22). T ἠθικῶς δὲ ἑαυτὸν ὀνο‐ |
| book 151.3 | μάζει· ἐμέ, φησίν, Ἀχιλλέα, ὃν οὐ προσεδόκων οἱ Τρῶες φανήσεσθαι. |
| book 151.4 | b(BCE3)T |
| book 152.1 | ὀλέκοντα φάλαγγας: ὑποστικτέον εἰς τὸ φάλαγγας. |
| book 152.2 | b(BCE3E4)T ὁ δὲ λόγος, Aa b(BCE3E4)T ὡς ἂν θεάση‐ |
| book 152.3 | ταί τις Ἀχιλλέα μαχόμενον, οὕτω καὶ αὐτὸς μαχέσθω. Aa T |
| book 153.1 | ὧδέ τις ὑμείων〈—μαχέσθω〉: οὕτως δέ τις ὑμῶν |
| book 153.2 | μαχέσθω, ὡς ἂν ἐμὲ ἴδοι „Τρώων ὀλέκοντα φάλαγγασ“ (Τ 152), με‐ |
| book 153.3 | μνημένος οὖν τοῦ μιμεῖσθαί με. b(BCE3E4)T |
| book 154.1 | προσέφη πολύμητις Ὀδυσσεύς: Νέστωρ σιωπᾷ· |
| book 154.2 | ὕποπτος γάρ ἐστι τῷ Ἀχιλλεῖ διὰ τὸν θάνατον Πατρόκλου. b |
| book 154.3 | (BCE3)T |
| book 156.1 | νήστιας: οὐ δι’ ἑαυτόν· συμπάρεστι γοῦν αὐτῷ ἀσιτῶν |
| book 156.2 | (cf. Τ 310). ἐπαίρει δὲ Ἀχιλλέα προτάσσων τὸν ἔπαινον (sc. Τ 155). |
| book 156.3 | καὶ ὁ μὲν ὡς ὀργιζόμενος οὐ συνορᾷ, ὁ δὲ καθεστηκὼς σκοπεῖ τὸ εὖ |
| book 156.4 | ἔχον. ἔστι δὲ παρρησιαστικὸς καὶ φίλος αὐτῷ. b(BCE3E4)T |
| book 157-8.1 | ἐπεὶ οὐκ ὀλίγον χρόνον ἔσται / φύλοπις: ἐπα‐ |
| book 157-8.2 | γωγῶς συμβουλεύει τῇ προθυμίᾳ τοῦ σπεύδοντος, καὶ ὃν νῦν δοκεῖ |
| book 157-8.3 | καταργεῖν χρόνον, ὕστερον ἀπολήψεσθαι φάσκει αὐτὸν ἐν τῇ παρα‐ |
| book 157-8 | τάσει τῆς μάχης. b(BCE3E4)T |
| book 160.1 | 〈ἀλλὰ πάσασθαι ἄνωχθι ... Ἀχαιούς:〉 τοῦτο εὐ‐ |
| book 160.2 | πρεπῶς· οὐ γὰρ ἀντιλέγει καθάπαξ, ἀλλὰ τὰ τοῦ συμβούλου πράττει, |
| book 160.3 | τὴν μὲν ἐξουσίαν τοῦ παντὸς ἀπονέμων Ἀχιλλεῖ, παρακαλῶν δὲ |
| book 160.4 | †ἐπιμεληθῆναι τοῖς στρατιώταις ἐπιτρέψαι. b(BCE3E4)T |
| book 161.1 | μένος ἐστὶ καὶ ἀλκή: μένος ὑπομονή, ἀλκὴ ἀλέξη‐ |
| book 161.2 | σις. Aa T |
| book 163.1 | ἄκμηνος 〈σίτοιο〉: ἄγευστος, παρὰ τὴν ἀκμήν· οὕτω δὲ |
| book 163.2 | τὴν ἀσιτίαν Αἰολεῖς λέγουσι. τινὲς δέ, μὴ καμὼν ἐν παρασκευῇ ἀρίστου. |
| book 163.3 | Aa b (BCE3E4)T οἱ δέ, ἀκμάζων ἐν ἀσιτίᾳ. ἢ ὁ χωρὶς ἰκμάδος, ὁ |
| book 163 | ξηρός. b(BCE3E4)T |
| book 165a.1 | λάθρῃ γυῖα βαρύνεται: ἀντὶ τοῦ κατ’ ὀλίγον b |
| book 165a.2 | (BCE3E4)T ἐπέρχεται ὁ κάματος. T |
| book 165b.1 | γυῖα βαρύνεται: ἔνια τῶν ὀνομάτων ἀναμίλλητά ἐστι |
| book 165b.2 | τῷ ποιητῇ καὶ τὴν σημασίαν ἐναργεστάτην ἔχοντα, ὡς κἀνθάδε βα‐ |
| book 165b.3 | ρύνεσθαί φησι τὰ γυῖα. T |
| book 166a | 〈δίψα:〉 Ἴωνες· καὶ Ἀττικοὶ δίψος λέγουσιν. b(BCE3)Til |
| book 166b.1 | 〈βλάβεται δέ τε γούνατ’ ἰόντι:〉 βλάπτεται δὲ τὰ |
| book 166b.2 | γόνατα πορευομένῳ. Aa |
| book 167.1 | οἴνοιο κορεσσάμενος: καὶ ὁ Πλάτων ἐν τοῖς Νόμοις (cf. |
| book 167.2 | 1, 649a9) φησὶ πιόντα τὸν ἄνθρωπον †ἵλεων τε† ἢ πρότερον γί‐ |
| book 167.3 | νεσθαι ἀγαθῶν τε ἐλπίδων καὶ δυνάμεως πληροῦσθαι· παρρησίας γὰρ |
| book 167.4 | μεστοῦται καὶ ἐλευθερίας πάσης τε ἀφοβίας ὡς εἰπεῖν καὶ πρᾶξαι |
| book 167.5.1 | ἀόκνως. καὶ Λακεδαιμόνιοι δὲ τὸν ἄκρατον πίνοντες ὁπλίζονται. b |
| book 167.5.2 | (BCE3E4)T |
| book 169a.1 | 〈θαρσαλέον νύ οἱ ἦτορ ἐνὶ φρεσίν: θαρσαλέοσ〉 δὴ |
| book 169a.2 | αὐτοῦ ἡ ψυχή. Aa |
| book 169b | 〈οὐδέ τι γυῖα:〉 οὐδαμῶς τὰ μέλη. Aa |
| book 170a | 〈πρὶν ... πρίν:〉 πρότερον ... πρὸ τοῦ. Aa |
| book 170b.1 | πρὶν πάντας ἐρωῆσαι 〈πολέμοιο〉: πρὶν παύσασθαι |
| book 170b.2 | τῆς μάχης ἅπαντας. Aa b (BCE3)T οἱ δὲ παροξύνουσι τὸ |
| book 170b.3 | ἐρωῆσαι ἀντὶ τοῦ ἐρωήσειεν. b(BCE3)T |
| book 170b | 〈ἐρωῆσαι:〉 φθεῖραι. Aa |
| book 171-2.1 | λαὸν〈—〉σκέδασον 〈καὶ δεῖπνον ἄνωχθι / |
| book 171-2.2 | ὅπλεσθαι〉: πάλιν ἠθικῶς ἐπ’ ἐκείνῳ τὴν ἐξουσίαν καταλείπει τοῦ |
| book 171-2.3 | κελεῦσαι, ὡς ἂν μὴ δοκοίη ἐξ ἐπιτάγματος τούτου ταῦτα συγχωρεῖν, |
| book 171-2.4 | ἀλλ’ ἑκουσίως πεισθεὶς ὁ Ἀχιλλεύς. b(BCE3E4)T |
| book 172a1.1 | ὅπλεσθαι: ἐκ τοῦ ὁπλέεσθαι συγκέκοπται· φησὶ γὰρ |
| book 172a1.2 | „ὅπλεον“ (ζ 73) ἀντὶ τοῦ ἡτοίμαζον. b(BCE3)T |
| book 172a2 | ἑτοιμάσαι. Aa |
| book 172-3.1 | τὰ δὲ δῶρα〈— /〉 οἰσέτω: εἰκότως περὶ τῶν |
| book 172-3.2 | δώρων ὑφηγεῖται, τὸ κεκρυμμένον ὑπ’ ἀμφοτέρων σαφηνίσαι βουλό‐ |
| book 172-3.3 | μενος· αὐτὸς γὰρ πρεσβευσάμενος σπεύδει δι’ ἑαυτοῦ ἀποδοθῆναι αὐ‐ |
| book 172-3.4 | τά. b(BCE3E4)T ἢ καὶ εἰδὼς αὐτὸν φιλοῦντα Βρισηΐδα διὰ προ‐ |
| book 172-3.5 | φάσεως αὐτὴν ἄγει. b(BE3E4)T |
| book 174a1.1 | σὺ δὲ φρεσὶ σῇσιν ἰανθῇς: γενναίως χρῆται τῷ |
| book 174a1.2 | διανοήματι· οὐ γὰρ ἔφη ‘ὡς ἂν πλουσιώτερος γένῃ‘, ἀλλὰ τὸ τῆς |
| book 174a1.3 | τιμῆς προβάλλεται. b(BCE3E4)T τὸ δὲ ἰανθῇς ἤτοι διαχυθῇς, |
| book 174a1.4 | εὐφρανθῇς διὰ τὴν τιμήν. τούτῳ τῷ διανοήματι ἁρμόττει καὶ τὸ |
| book 174a1.5.1 | „ἵνα πάντες Ἀχαιοί“ / ὀφθαλμοῖσιν ἴδωσιν (Τ 173—4)· ἡδὺ γὰρ |
| book 174a1.5.2 | τὸ ἐπὶ πολλῶν φαίνεσθαι τιμώμενον. b(BE3E4)T |
| book 174a2 | 〈ἰανθῇς:〉 εὐφρανθῇς. Aa |
| book 175-6.1 | ὀμνυέτω δέ τοι ὅρκον〈—μιγῆναι〉: καὶ τὸν |
| book 175-6.2 | Ἀγαμέμνονα ἀρχόμενον τῶν λόγων τοῦτο προσθεῖναι μειρακιῶδες ἂν |
| book 175-6.3 | ἐφάνη, καὶ τὸν Ἀχιλλέα τοῦτο ἀπαιτεῖν ἀναίσχυντον, καὶ τῷ καιρῷ |
| book 175-6.4 | οὐχ ἁρμόττον κειμένου Πατρόκλου περὶ τῆς παλλακίδος ἀκριβολο‐ |
| book 175-6.5.1 | γεῖσθαι. ἄκρως οὖν ὁ διαλλακτὴς τὸ παρ’ ἀμφοτέρων σιωπηθὲν ἐξε‐ |
| book 175-6.5.2 | λέγχει, καὶ διὰ τῶν ὅρκων πεῖσαι τὸν Ἀχιλλέα σπουδάζων· μέμνηται |
| book 175-6.5.3 | γὰρ ὧν παρὰ τὴν πρεσβείαν ἔλεγεν Ἀχιλλεύς· „τῇ παριαύων / τερ‐ |
| book 175-6.5.4 | πέσθω“ (Ι 336—7). b(BCE3E4)T ὅτι δὲ καὶ Ἀγαμέμνων ἑτοί‐ |
| book 175-6.5.5 | μως εἶχεν ὀμόσαι, δῆλον ἐξ ὧν ὑπισχνεῖται τοὺς πρέσβεις ἐκπέμπων· |
| book 175-6.10.1 | b(BE3E4)T „μετὰ δ’ ἔσσεται, ἥν ποτ’ ἀπηύρων / κούρην Βρι‐ |
| book 175-6.10.2 | σῆος, T καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι / μήποτε τῆς εὐνῆς ἐπιβή‐ |
| book 175-6.10.3 | μεναι“ (Ι 131—3). καλῶς οὖν συνιστὰς αὐτοῦ τὴν σωφροσύνην ἐπὶ |
| book 175-6.10.4 | τοῦ στρατοῦ φησιν ὀμνυέτω δέ τοι ὅρκον (175)· ὅθεν καὶ ὁ |
| book 175-6.10.5 | βασιλεύς φησι· „χαίρω σεῦ, Λαερτιάδη, τὸν μῦθον ἀκούσασ“ (Τ 185). |
| book 175-6.15 | b(BE3E4)T |
| book 176.1 | 〈μήποτε τῆς εὐνῆς ἐπιβήμεναι:〉 ὅτι τὸ τῆς οὐκ |
| book 176.2 | ἔστιν ἄρθρον, ἀλλ’ ἀντὶ τοῦ ταύτης. παραλέλειπται δὲ τὸ ἄρθρον |
| book 176.3 | καί ἐστιν ‘μήποτε τῆς ταύτης εὐνῆς ἐπιβῆναι‘. Aa |
| book 179-80.1 | δαιτὶ 〈... /〉 πιείρῃ: πρὸς τὸ μὴ ἄσιτον αὐτὸν |
| book 179-80.2 | ἐξελθεῖν. b(BCE3E4)T σεμνοποιεῖ δὲ τὴν τροφήν, βασιλικὴν |
| book 179-80.3 | ἑστίασιν αὐτὴν καλῶν. b(BCE3)T |
| book 179.1 | ἀρεσάσθω: φιλοφρονησάσθω. ἐκ τούτου καὶ τὸ „ἀπαρέσ‐ |
| book 179.2 | 〈σ〉ασθαι“ (Τ 183). Aa T |
| book 180.1 | ἵνα μή τι δίκης 〈ἐπιδευὲς ἔχῃσθα〉: τοῦ δικαίου, |
| book 180.2 | ‘ἵνα μηδὲν ἐνδέῃ σοι τῶν δικαίων‘· τὰ δῶρα (cf. Τ 172) διὰ τὴν ἄμυ‐ |
| book 180.3 | ναν, ὅρκον (cf. Τ 175) διὰ τὴν ἐρωμένην, ἑστίασιν (cf. Τ 179) διὰ τὴν |
| book 180 | ὕβριν. b(BCE3E4)T |
| book 181-2.1 | 〈σὺ δ’ ἔπειτα δικαιότερος καὶ ἐπ’ ἄλλῳ / ἔσ‐ |
| book 181-2.2 | σεαι:〉 ἐπειδὴ μικροπρεπῆ καὶ ἀγανάκτησιν φέροντα ἐπέταξε τὸ |
| book 181-2.3 | ὀμόσαι περὶ παλλακιδίου, ἄκρως αὐτὸν ἐπάγεται, ὅτι καὶ αὐτῷ συμ‐ |
| book 181-2.4 | φέροντα συνεβούλευσεν· ὑφιστάμενος γὰρ τὴν ἐπὶ τῇ ἀναιρέσει τοῦ |
| book 181-2.5.1 | ἠδικημένου ἐπακολουθήσασαν αἰσχύνην ἀποσχήσῃ καὶ εἰς τὸ ἑξῆς τῆς |
| book 181-2.5.2 | πλημμελείας. b(BCE3E4) νῦν οὖν, φησί, τὰ δίκαια ποιήσας καὶ |
| book 181-2.5.3 | περὶ ἄλλον ἔσῃ δικαιότερος. Aa b (BCE3E4) |
| book 183a | 〈ἀπαρέσσασθαι:〉 ἐξευμενίσασθαι. Aa |
| book 183b | 〈τις:〉 ὅτι πᾶς. ἀπὸ κοινοῦ βασιλεύς. Til |
| book 183c.1 | χαλεπήνῃ: χαλεπότητος καὶ ἀδικίας ἄρξῃ. Aa b (BCE3) |
| book 183c.2 | T θαρρούντως ταῦτά φησιν Ὀδυσσεύς, ὅτι πολλάκις ἀκήκοεν |
| book 183c.3 | Ἀγαμέμνονος „ἐγὼ δ’ ἦρχον χαλεπαίνων“ (Β 378). b(BCE3)T |
| book 186 | 〈διΐκεο:〉 διεξῆλθες. Aa |
| book 188 | πρὸς δαίμονος: κατά· ὡς ὁρκίζοντές φαμεν ‘πρὸς Διόσ‘. T |
| book 189.1 | 〈τέως:〉 ἐν τοσούτῳ, ἐν ὀλίγῳ, δίχα τοῦ „πέρ“. | καὶ |
| book 189.2 | βραχὺ διασταλτέον ἐπὶ τὸ τέως πρὸς τὸ σαφές, καὶ ἵνα διὰ τῆς |
| book 189.3 | σιωπῆς τοῦ χρόνου τὸ μέτρον σώζηται. | ἐν δὲ ταῖς εἰκαιοτέραις μετὰ |
| book 189 | τοῦ „πέρ“. b(BCE3) |
| book 190a.1 | 〈μίμνετε δ’ ἄλλοι πάντες:〉 φιλοδοξῆσαι γὰρ θέλει, |
| book 190a.2 | ὑπὲρ πάντων τὰ δῶρα ἐπὶ πάντων διδούς. b(BCE3E4) |
| book 190b | ὄφρα {κε}: ἀνταπέδωκε τῷ „τέωσ“ (Τ 189) τὸ ὄφρα. T |
| book 190c | 〈εἰς ὅ:〉 γράφεται „ὄφρα {κε}“. Aa |
| book 193a.1 | 〈κρινάμενος κούρητας:〉 ἐπιλεξάμενος πιστοὺς κού‐ |
| book 193a.2 | ρους, νέους. Ail |
| book 193b | 〈κούρητας:〉 νέους ἔτι κομῶντας. Til |
| book 193c.1 | 〈κούρητας:〉 κούρητας ὡς πένητας νῦν, ἐπὶ δὲ τοῦ |
| book 193c.2 | ἔθνους ὡς „ἀδμῆτασ“ (cf. δ 637). εἴπομεν δὲ ἤδη (sc. ad Ι 529) περὶ |
| book 193c.3 | τῆς προσῳδίας. Aa |
| book 194a.1 | ἐνεικέμεν: ἐνεικέμεν τὰ οἰστέα. „ἀγέμεν“ (Τ 195) δὲ |
| book 194a.2 | 〈τὰσ〉 γυναῖκας. T |
| book 194b.1 | ἄλλως· ἐνεικέμεν: ὡς λαβέμεν, παρὰ τὴν ἐνεικών μετ‐ |
| book 194b.2 | οχὴν καὶ ῥῆμα τὸ ἐνείκω. T |
| book 197a.1 | κάπρον 〈ἑτοιμασάτω ταμέειν Διΐ τ’ Ἠελίῳ τε〉: |
| book 197a.2 | περὶ ἀφροδισίων ὀμνὺς κάπρον θύει. ἢ ὡς μὴ ἐγνωσμένου τοῖς Ἕλ‐ |
| book 197a.3 | λησι τοῦ περὶ Ἀδώνιδος μύθου, Aa b(B, C[bis], E3E4)T ἢ ὅτι |
| book 197a | περὶ τοῦ μὴ συγγεγονέναι ὄμνυσι, †θύειν† τὸ ἐναντίον. πρὸς δὲ τὰ |
| book 197a.5 | ὅρκια τρισὶν ἐχρῶντο Ἀττικοί, κάπρῳ κριῷ ταύρῳ. Aa b (BCE3E4)T |
| book 197b.1 | ταμέειν: λείπει τὸ ὥστε. τῶν δὲ ὁρκίων ἐτέμνοντο τοὺς |
| book 197b.2 | λαιμούς· ὅθεν καὶ ὁρκιοτομεῖν ἔλεγον. b(BCE3E4)T |
| book 201a1 | 〈μετὰ παυσωλή:〉 μετά μετὰ ταῦτα. Til |
| book 201a2 | ἡ μετὰ ταῦτα ἀνάπαυσις. b(BCE3E4) |
| book 202a1.1 | 〈μένος ... ᾖσιν:〉 ὀργὴ κατὰ τῶν πολεμίων †ὑπάρχει. |
| book 202a1.2 | Aa Til |
| book 202a2.1 | 〈μένος:〉 ἡ κατὰ τῶν πολεμίων ὀργή. τὸ δὲ ᾖσιν ἀντὶ |
| book 202a2.2 | τοῦ †ὑπάρχει. b(BCE3) |
| book 203.1 | οἱ μὲν κέαται: ἵνα μὴ δοκῇ διὰ Πάτροκλον μόνον πολε‐ |
| book 203.2 | μεῖν, κοινοποιεῖ τὸν λόγον. b(BCE3E4)T |
| book 205a.1 | 〈ὑμεῖς ... ὀτρύνετον:〉 πρὸς Ὀδυσσέα καὶ Ἀγαμέ‐ |
| book 205a.2 | μνονα. b(BCE3E4)Til |
| book 205b.1 | 〈ὑμεῖς δ’ ἐς βρωτύν:〉 κατ’ ἔνια ἔξω τοῦ ς, „ὑμεῖς δὲ |
| book 205b.2 | βρωτύν“. Aa |
| book 207a.1 | νήστιας ἀκμήνους: νῆστις μὲν ὁ οὐ πάντως λιμώσσων, |
| book 207a.2 | ἄκμηνος δὲ ὁ εἰς ἀκμὴν ἥκων τοῦ πεινῆν. Aa b (BCE3E4)T |
| book 207b | 〈ἀκμήνους:〉 ἀτρόφους. Aa |
| book 208a | 〈τεύξασθαι:〉 ποιῆσαι. Aa |
| book 208b1.1 | †μετὰ δόρπον: μετὰ† τὸ μετὰ εὐφροσύνης. οἱ δὲ γράφουσι |
| book 208b1.2 | „μετά“ ἀντὶ τοῦ μετὰ τὸ νικῆσαι. T |
| book 208b2.1 | ἡ μετά τὸ μετὰ εὐφροσύνης καὶ χαρᾶς τῆς ἐκ τῆς ἥσσης τῶν |
| book 208b2.2 | πολεμίων γενησομένης. b(BCE3) |
| book 208c | 〈τισαίμεθα:〉 ἐκπράξαιμεν, Aa b (BCE3)Til ἀπαι‐ |
| book 208c | τήσαιμεν. b(BCE3E4) |
| book 209a | οὔ πως ἂν ἔμοιγε: εἰ καὶ ὑμῖν, ἀλλ’ οὐκ ἐμοί. b(BCE3)T |
| book 209b.1 | {κατὰ λαιμὸν} ἰείη: ψιλῶς, καὶ παράκειται τὸ „ἰέναι“ (Α |
| book 209b.2 | 227. Β 94 al.) ἀπαρέμφατον. T |
| book 212a.1 | κεῖται ἀνὰ πρόθυρον: τὸ μέγεθος ἐνέφηνε τοῦ Πα‐ |
| book 212a.2 | τρόκλου, ὡς „κεῖτ’ ἔντοσθ’ ἄντροιο 〈τανυσσάμενος διὰ μήλων〉“ (ι |
| book 212a.3 | 298). T |
| book 212b.1 | ἀνὰ πρόθυρον τετραμμένος: πρὸς τὴν θύραν ὁρῶν, |
| book 212b.2 | ὡς ἔθους ὄντος τούτου. προὐτίθεσαν δὲ αὐτούς, εἶτα ἔθαπτον, εἶτα |
| book 212b.3 | ἐτυμβοχόουν, εἶτα ἐκτέριζον. b(BCE3)T |
| book 216-9.1 | ὦ Ἀχιλεῦ〈—καὶ πλείονα οἶδα〉: ἤρξατο |
| book 216-9.2 | μέν, ὡς ἄν τις μάλιστα θεραπεύσειε νέον φιλότιμον, προεπαινέσας δὲ |
| book 216-9.3 | ἀνεπιφθόνως ἑαυτῷ ἀποδίδωσι τὰ τῆς φρονήσεως, διὰ γῆρας τοῦτο |
| book 216-9.4 | φάσκων ἔχειν, ᾧ εἴξειε νεώτερος ἐλπίδι τοῦ ἔσεσθαι συνετώτερος γε‐ |
| book 216-9.5 | γηρακώς. b(BCE3)T |
| book 218-9.1 | νοήματί γε προβαλοίμην 〈/ πολλόν, ἐπεὶ πρό‐ |
| book 218-9.2 | τερος γενόμην καὶ πλείονα οἶδα〉: διαβόητος ἡ διαστολὴ ἡ |
| book 218-9.3 | εἰς τὸ προβαλοίμην (218) καὶ ἀναφέρεται εἰς Ἀριστοκλέα· ἀπρεπὲς |
| book 218-9 | γὰρ δοκεῖ αὐτῷ τὸ πολλόν (219) συνάπτειν τοῖς ἡγουμένοις. ἐμοὶ |
| book 218-9.5.1 | μέντοι οὐδεμίαν ἀπρέπειαν ἐμφαίνειν δοκεῖ· τὴν γὰρ ἐναντίαν ἀρετὴν |
| book 218-9.5.2 | ἀπένειμεν Ὀδυσσεὺς Ἀχιλλεῖ· b(BCE3E4)T ὡς γὰρ τῷ „κρείσ‐ |
| book 218-9.5.3 | σων εἰς ἐμέθεν καὶ φέρτεροσ“ (Τ 217) πρόσκειται τὸ „οὐκ ὀλίγον περ“ |
| book 218-9.5.4 | (Τ 217), οὕτω κἀνθάδε τὸ πολλόν (219). βέλτιον οὖν τοῖς †ἄλ‐ |
| book 218-9.5.5 | λοις† συνάπτειν αὐτό, ἵν’ ᾖ ὅμοιον τῷ „ἀλλ’ ὁ μὲν ἂρ μύθοισιν, ὁ δ’ |
| book 218-9.10.1 | ἔγχεϊ πολλὸν ἐνίκα“ (Σ 252)· ἀπὸ κοινοῦ γὰρ τὸ „πολλόν“. | ἄλλοι |
| book 218-9.10.2 | τινὲς πολλὸν ἐπεὶ πρότερος (219) ἀντὶ τοῦ ἐπειδὴ πολὺ πρότε‐ |
| book 218-9.10.3 | ρος ἐγενόμην, ἵνα μὴ παροξύνηται Ἀχιλλεύς. ἀλλ’ ἀεὶ ἄρχει παρ’ |
| book 218-9.10.4 | Ὁμήρῳ τὸ ἐπεί καὶ τὸ πολλόν ὑποτάσσεται αὐτῷ· „ἐπεὶ πολλὸν |
| book 218-9.10.5 | κείνων ἐπιδεύεαι ἀνδρῶν“ (Ε 636), b(BE3E4)T „ἐπειὴ μάλα πολ‐ |
| book 218-9.15 | λὰ μεταξύ“ (Α 156). T |
| book 218 | 〈προβαλοίμην:〉 ὑπερτερήσαιμι. Aa |
| book 219.1 | πλείονα οἶδα: καὶ αὐτός φησιν· „ἀγορῇ δέ τ’ ἀμείνονές |
| book 219.2 | εἰσι καὶ ἄλλοι“ (Σ 106). T |
| book 220.1 | μύθοισιν ἐμοῖσιν: τοῖς ἀπὸ τῶν λόγων προστασσομέ‐ |
| book 220.2 | νοις ἔργοις. Aa b (BCE3)T |
| book 221-4a1.1 | αἶψά τε φυλόπιδοσ〈—τέτυκται〉: ὁ τρό‐ |
| book 221-4a1.2 | πος μικτὴ ἀλληγορία· εἰ γὰρ εἶπε ‘ταμίης καρποῖο τέτυκται‘ (cf. |
| book 221-4a1.1 | 224), τελεία ἦν ἀλληγορία. ἄμητος (223) δέ ἐστιν ὁ καιρὸς τοῦ |
| book 221-4a1.2 | ἀμᾶν, βαρυτόνως, ὡς καὶ παρ’ Ἡσιόδῳ (opp. 384) „ἄρχεσθ’ ἀμή‐ |
| book 221-4a1.5.1 | τοιο“· b(BCE3)T ὀξύνεται δὲ αὐτὸς ὁ καρπός. ὁ δὲ νοῦς· τρο‐ |
| book 221-4a1.5.2 | πῆς γενομένης ὀλίγον χρόνον διώξαντες πολλὰ καταβαλοῦμεν τῶν πο‐ |
| book 221-4a1 | λεμίων σώματα. b(BE3)T |
| book 221-4a2.1 | ἄμητος ὁ καιρός, ἀμητὸς δὲ ὀξυτόνως αὐτὸς ὁ καρ‐ |
| book 221-4a2.2 | πός. Aa |
| book 221-4b.1 | 〈αἶψά τε—τέτυκται:〉 ὁ νοῦς οὗτος· ἐπὰν ὁ |
| book 221-4b.2 | Ζεὺς τροπὴν δῷ τοῖς πολεμίοις, πολλὴ μὲν ἡ καλάμη γίνεται, τουτέστι |
| book 221-4b.3 | πολλοὶ ἀναιροῦνται, ὁ δὲ ἄμητος (223) ὀλίγος, τουτέστιν ὁ και‐ |
| book 221-4b.4 | ρός, καθ’ ὃν ἀναιρεθήσονται, ἤγουν ἐν βραχεῖ καιρῷ πολλοὶ φονευθή‐ |
| book 221-4b.5 | σονται. Aa |
| book 222-4.1 | ἧς τε πλείστην—τέτυκται: ὅταν κλίμα γένη‐ |
| book 222-4.2 | ται τῆς μάχης, ἐν ὀλίγῳ χρόνῳ πολλοὶ πεσοῦνται. Aa T |
| book 222 | καλάμην: τοὺς νεκρούς. b(BCE3)Til |
| book 223 | 〈ἄμητος:〉 ὡς „Μίλητοσ“ (cf. Β 647. 868). Aa |
| book 225.1 | 〈γαστέρι δ’ οὔ πως ἔστι νέκυν πενθῆσαι Ἀχαιούς:〉 |
| book 225.2 | ὁ νοῦς· εἰ μέλλομεν ἄσιτοι πενθεῖν τοὺς ἐν πολέμῳ ἀποθανόντας, ἀνή‐ |
| book 225.3 | νυτον ἔσται. | ἡ διπλῆ δέ, ὅτι οὐκ ἐν τῷ καθόλου, ἀλλὰ πρὸς τὸ παρ‐ |
| book 225.4 | ὸν τοῦτό φησιν. Aa |
| book 226.1 | ἐπήτριμοι: ἀπὸ τῶν ἐν τοῖς ὕφεσιν ἐπαλλήλων στημόνων, |
| book 226.2 | ἃ ἤτρια καλεῖται καὶ ἕτερα ἐφ’ ἑτέροις ἐστίν. Aa b (BCE3E4)T |
| book 227 | 〈πόνοιο:〉 τοῦ ἐν πολέμῳ ἔργου. b(BCE3E4) |
| book 228a.1 | κατθάπτειν: ἀντὶ τοῦ καίειν. καὶ ἡ Πατρόκλου ψυχή, |
| book 228a.2 | ὅτε φησὶ „θάπτε με ὅττι τάχιστα“ (Ψ 71), ἀντὶ τοῦ καῖέ με. b(BCE3 |
| book 228a.3 | E4)T καὶ „φιτροὺς δ’ αἶψα ταμόντες / θάπτομεν ἀχνύμενοι“ |
| book 228a.4 | (μ 11—2). T |
| book 228b.1 | 〈ὅς κε θάνῃσι:〉 οὐ πάντα νεκρὸν λέγει, ἀλλὰ τὸν ἐν πο‐ |
| book 228b.2 | λέμῳ. b(BCE3E4)Til |
| book 229a.1 | 〈νηλέα θυμὸν ἔχοντας, ἐπ’〉 ἤματι 〈δακρύσαν‐ |
| book 229a.2 | τας: ἤματι〉 τῇ ἡμέρᾳ τῆς ταφῆς. ταῦτα δὲ πρὸς παραμυθίαν τὴν |
| book 229a.3 | ἐπὶ Πατρόκλῳ φησί. | βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ ἔχοντας. b |
| book 229a.4 | (BCE3)T |
| book 229b | 〈νηλέα:〉 ἀπηνῆ, | ἀνηλεῆ. Aa |
| book 230.1 | 〈ὅσσοι δ’ ἂν πολέμοιο περὶ στυγεροῖο λίπων‐ |
| book 230.2 | ται:〉 λείπει ἡ ἔκ. ἡ δὲ περί πρὸς τὸ λίπωνται. b(BCE3) |
| book 231-2.1 | μεμνῆσθαι πόσιος 〈καὶ ἐδητύος—νωλε‐ |
| book 231-2.2 | μὲς αἰεί〉: τοσοῦτον εἰς ἀρετὴν ὁ ποιητὴς ὁρᾷ, ὅτι καὶ τὴν ἀναγ‐ |
| book 231-2 | καίαν τροφὴν ταύτης ἕνεκα δεῖν προσφέρεσθαί φησιν. b(BCE3)T |
| book 233-4.1 | μηδέ τις ἄλλην / λαῶν ὀτρυντὺν 〈ποτιδέγμε‐ |
| book 233-4.2 | νος ἰσχαναάσθω〉: μή τις τῶν λαῶν τὴν ἐξ ἑτέρου ὀτρυντὺν ἐκδε‐ |
| book 233-4.3 | χέσθω, b(BCE3)T ἀλλ’ αὐτοκέλευστος ἐξίτω. b(BCE3E4) |
| book 233-4.4 | T ἔστι δὲ ἡ λέξις Ἀντιμάχειος (fr. 88 W.). καὶ Ἐρατοσθένης |
| book 233-4.5.1 | χαίρει ταῖς τοιαύταις ἐκφοραῖς· „πολλὴ ἀντιμαχηστύσ“ (fr. 31 Pow.). |
| book 233-4.5.2 | b(BCE3)T |
| book 234a | 〈ὀτρυντύν:〉 πρόσταξιν, ἐπικέλευσιν. Aa |
| book 234b | 〈ἰσχαναάσθω:〉 ἀναμενέτω, | κατασχέσθω. Aa |
| book 235a.1 | 〈ἥδε γὰρ ὀτρυντύς:〉 ἡ ἑτέρου παρακέλευσις δηλονό‐ |
| book 235a.2 | τι. Aa |
| book 235b.1 | κακὸν ἔσσεται: κακὸν ἐκείνῳ τῷ περιμένοντι. b |
| book 235b.2 | (BCE3)T ποῖον κακόν; „οὔ οἱ ἔπειτα / ἄρκιον ἐσ〈σ〉εῖται φυ‐ |
| book 235b.3 | γέειν κύνασ“ (Β 392—3). T |
| book 238a1.1 | ὀπάσσατο: διὰ φωνῆς ἐπέκρινε, παρὰ τὴν ὄπα. ἢ ὀπα‐ |
| book 238a1.2 | δοὺς ἔλαβεν. ἢ δι’ ὀφθαλμῶν ἐπελέξατο, παρὰ τοὺς ὦπας. b(BCE3)T |
| book 238a2.1 | {ὀπάσατο:} διὰ φωνῆς ἐπεκρίνατο, συμπαρέλαβεν. ἢ | |
| book 238a2.2 | ἀκολούθους ἔλαβεν. Aa |
| book 240.1 | Λυκομήδεα: Κρὴς ὁ Λυκομήδης, ὥς φησιν Ἡσίοδος (fr. |
| book 240.2 | 202 M.—W.) καταλέγων τοὺς μνηστῆρας Ἑλένης. T |
| book 245 | ἀμύμονα: κρεῖσσον τῶν ἔργων ἐστὶ τὸ ἐπίθετον. b(BCE3)T |
| book 246.1 | ἕπτ’, 〈ἀτὰρ ὀγδοάτην Βρισηΐδα〉: Ζηνόδοτος „ἕξ, |
| book 246.2 | ἀτὰρ ἑβδομάτην“, τοῦ ποιητοῦ λέγοντος „δώσω δ’ ἑπτὰ γυναῖκας / |
| book 246.3 | Λεσβίδασ“ (Ι 128—9). ἡ δὲ Βρισηῒς Λυρνη〈σ〉σὶς ἦν. T |
| book 247 | 〈στήσας:〉 σταθμήσας. Aa |
| book 250.1 | θεῷ ἐναλίγκιος 〈αὐδήν〉: ἢ τῷ Ἑρμῇ (οὗτος γὰρ θεὸς |
| book 250.2 | κηρύκων)· ἢ ἀκαταπόνητος τὴν φωνήν. T |
| book 252a.1 | 〈ἐρυσσάμενοσ〉 χείρεσσι μάχαιραν: τῇ μὲν γὰρ |
| book 252a.2 | λαιᾷ ἀντελάβετο τοῦ κολεοῦ, τῇ δὲ δεξιᾷ τῆς λαβῆς. b(BCE3E4)T |
| book 252b.1 | μάχαιραν: τὴν †περιξιφίδα† φησίν, ἣν νῦν ζωνομάχαι‐ |
| book 252b.2 | ραν καλοῦμεν. b(BCE3)T |
| book 253 | ἄωρτο: ἔωρτο, ἐώργει, εἴωθα· πλεονάζει τὸ ω. T |
| book 254a | 〈κάπρου ἀπὸ τρίχας ἀρξάμενος:〉 ἀρξάμενος ἀπὸ |
| book 254a | τῶν τριχῶν τοῦ κάπρου. Aa |
| book 254b.1 | ἀπὸ τρίχας 〈ἀρξάμενοσ〉: ἀπήρχοντο τῶν τριχῶν |
| book 254b.2 | θεοῖς, ὅτι κοσμοῦσιν ἡμᾶς αἱ τρίχες· ἢ ὅτι ἐσθῆτος εὑρημένης οὐκέτι |
| book 254b.3 | τετριχωμένοις ἐχρῶντο δέρμασιν. Aa b (BCE3)T |
| book 255.1 | ἐπ’ αὐτόφιν εἵατο: τὸ ἑξῆς ἐφείατο αὐτοῦ. ἢ ἐπ’ αὐτοῖν, |
| book 255.2 | τῷ τε Ἀγαμέμνονι καὶ Ταλθυβίῳ. T |
| book 256 | 〈κατὰ μοῖραν:〉 κατὰ τὸ πρέπον. Aa |
| book 257.1 | εὐξάμενος: „εὐχόμενοσ“· οὐ γὰρ ηὔξατο ἤδη. b(BCE3 |
| book 257.2 | E4)T |
| book 258a.1 | ἴστω: μαρτυρείτω, ὅθεν καὶ ἴστωρ ὁ μάρτυς. b(BCE3E4) |
| book 258a.2 | T „ἴστορα δ’ Ἀτρείδην 〈Ἀγαμέμνονα θείομεν ἄμφω〉“ (Ψ |
| book 258a.3 | 486). T |
| book 258b.1 | ἄλλως· ἴστω νῦν 〈Ζεὺς πρῶτα〉: φοβεραὶ αἱ ἀραί, |
| book 258b.2 | ζῶντι μὲν κινδύνους ἐπάγουσαι ἐκ Διὸς καὶ Ἡλίου (cf. Τ 259), τε‐ |
| book 258b.3 | θνεῶτι δὲ κολασμὸν ἐξ Ἐρινύων (cf. Τ 259—60). δείκνυσι δὲ ὅτι δεινὸν |
| book 258b.4 | στρατηγῷ ἀκολασίας ψόγος. b(BCE3E4)T |
| book 259.1 | αἵ θ’ ὑπὸ γαῖαν: τινὲς „οἵ τε“, ἐπὶ Πλούτωνος καὶ Περσε‐ |
| book 259.2 | φόνης. T |
| book 261a | μὴ μὲν ἐγώ: ὡς τὸ „μὴ δι’ ἐμὴν ἰότητα“ (Ο 41)· „μὴ |
| book 261a | μὲν τοῖς ἵπποισιν ἀνήρ“ (Κ 330). T |
| book 261b | 〈μὴ μὲν ἐγώ:〉 οὐδαμῶς μὲν ἐγώ. Aa |
| book 262a.1 | 〈οὔτ’ εὐνῆς πρόφασιν κεχρημένος οὔτε τευ ἄλ‐ |
| book 262a.2 | λου:〉 ὡς οὔτε τῆς συνουσίας αὐτῆς χρῄζων ἀφειλόμην | οὔτε τινος |
| book 262a.3 | ἄλλου. Aa |
| book 262b.1 | οὔτ’ εὐνῆς πρόφασιν: οὔτε κοίτης χάριν, τουτέστιν |
| book 262b.2 | τοῦ στρῶσαι, ὑπερβολικῶς· οὐ γὰρ περὶ μίξεως λέγει. b(BCE3)T |
| book 263a1.1 | ἀπροτίμαστος: ἀνέπαφος· b(BCE3)T μάσσασθαι |
| book 263a1.2 | γὰρ τὸ ἐφάψασθαι, b(BCE3E4)T „μάλιστ’ ἐσεμάσσατο θυμόν“ |
| book 263a1.3 | (Υ 425). T καὶ Εὐφορίων (fr. 118 Pow.)· „Μοῦσαι ποιήσαντο |
| book 263a1.4 | καὶ ἀπροτίμαστος Ὅμηροσ“, οὗ δυσχερὲς ἐφικέσθαι τῆς δυνάμεως. |
| book 263a1.5 | b(BCE3)T |
| book 263a2.1 | ἄλλως: {ἀνεπιτίμαστος} ἀνέπαφος, καὶ „ἀπροτίμαστος |
| book 263a2.2 | Ὅμηροσ“. T |
| book 263b | 〈ἀπροτίμαστος:〉 ἀνέπαφος, | ἄψαυστος. Aa |
| book 263c | ἀπροτίμαστος: ἀπὸ τοῦ μάσσω τὸ μαλάσσω. Aa |
| book 265.1 | ὅτι〈σ〉 σφ’ ἀλίτηται ὀμόσ〈σ〉ας: ὃς ὀμόσας εἰς αὐτοὺς |
| book 265.2 | ἁμάρτῃ. Aa b (BCE3)T τὸ δὲ σφέ ἔσθ’ ὅτε καὶ ἐπὶ ἑνικοῦ· „καὶ |
| book 265.3 | γάρ σφε πάρος 〈παρὰ νηυσὶ θοῇσιν / εἶδεν〉“ (Λ 111—2). T |
| book 267a.1 | πολιῆς: λευκῆς ἢ τιμίας ἢ πολλῆς· ὡς γὰρ παρὰ τὸ |
| book 267a.2 | ἔσχατος ἐσχάτη ἐσχατιά, „ἀγροῦ ἐπ’ ἐσχατιῆσ“ (ε 489), σκοπὴ |
| book 267a.3 | σκοπιά, „ἔστην δὲ σκοπιήν“ (κ 97), οὕτως καὶ παρὰ τὸ πολλός πολ‐ |
| book 267a | λή, τὸ διὰ πολλοῦ χρόνου ἐρχόμενον πολιά. μήποτε οὖν ἀπὸ τοῦ συμ‐ |
| book 267a.5.1 | βεβηκότος ἐπὶ λευκῆς ἐστιν. ἀλλὰ εἴρηται μὲν ἐπὶ πολλῷ χρόνῳ |
| book 267a.5.2 | ἥκειν, ἀπὸ δὲ τούτου τὸ λευκή. b(BCE3)T οὕτως Ἡρωδιανὸς |
| book 267a.5.3 | ἐν Ἐπιμερισμῷ (fr. 4 L.) τῷ „οὐ 〈φυτόν, — /〉 οὐκ ὄγχνη, οὐ |
| book 267a.5.4 | πρασιή τοι“ (ω 246—7). T |
| book 267b | 〈πολιῆς:〉 λευκῆς ἢ Til πλοΐμης. b(BCE3)Til |
| book 267c1.1 | 〈λαῖτμα:〉 †λάτωμα† λέγεται τὸ μέγα ἔκταμα. μήποτε |
| book 267c1.2 | οὖν ἐξ αὐτοῦ ἐστι κατὰ συγκοπήν· καὶ δηλοῖ τὸ μέγα κῦμα. b(BCE3) |
| book 267c2 | λάταμα τὸ ἔκταμα, TTil ὅ ἐστί τι μέγα κῦμα. T |
| book 267d.1 | λαῖτμα: παρὰ τὸ λίαν τέμνεσθαι· τὸ γὰρ λα ἐπιτατικὸν |
| book 267d.2 | μόριον. ἢ παρὰ τὸ λατύσ〈σ〉εσθαι, ὅ ἐστι τύπτεσθαι ταῖς κώπαις. Aa |
| book 268a.1 | βόσιν: ὡς ποτὸν πόσις, δοτὸν δόσις, οὕτω βοτὸν βόσις. |
| book 268a.2 | b(BCE3)T |
| book 268b.1 | ἄλλως· βόσιν ἰχθύσιν: παρὰ τῇ ἠϊόνι ἄρα ἡ ἐκκλησία. |
| book 268b.2 | b(BCE3)T |
| book 270a.1 | Ζεῦ πάτερ〈—δίδοισθα〉: διὰ τὸ τοῦ ὅρκου μέ‐ |
| book 270a.2 | γεθος πιστεύσας τῇ σωφροσύνῃ τοῦ βασιλέως ἐπὶ θεὸν ἄγει τὴν αἰ‐ |
| book 270a | τίαν τῆς μήνιδος. b(BCE3)T |
| book 270b.1 | δίδοισθα: οἱ μὲν βαρύνουσιν ὡς Αἰολικόν, ἀπὸ τοῦ δίδοιμι |
| book 270b.2 | δίδοις δίδοισθα ὡς „τίθησθα“ (ι 404. ω 476). οἱ δὲ περισπῶσιν, |
| book 270b.3 | ἐπέκτασιν εἶναι οἰόμενοι. b(BCE3)T φησὶ γοῦν „πολλὰ διδοῖ“ |
| book 270b.4 | (I 519 al.). T |
| book 273-4a.1 | 〈ἦγεν ἐμεῦ ἀέκοντος ἀμήχανος—γε‐ |
| book 273-4a.2 | νέσθαι: τὸ〉 ἀμήχανος (273) τῷ ἑξῆς συναπτέον, ἵνα ἐπὶ τοῦ |
| book 273-4a.3 | Διὸς ᾖ, πρὸς ὃν οὐδείς τι μηχανήσασθαι δύναται. δύναται δὲ καὶ τοῖς |
| book 273-4a.4 | ἐπάνω συναπτόμενον ἐπὶ τοῦ Ἀγαμέμνονος κεῖσθαι, ἵνα σημαίνῃ τὸν |
| book 273-4a.5.1 | μὴ αἴτιον τούτου μηδ’ αὐτὸν μηχανησάμενον τὸ γεγονός. ἢ ἀντὶ τῆς |
| book 273-4a.5.2 | μεσότητος δύναται κεῖσθαι τοῦ ἀμηχάνως, οἷον ἀβουλεύτως. Aa |
| book 273-4b | ἀμήχανοσ〈—γενέσθαι〉: τὸ ἀμήχανος (273) |
| book 273-4b.1 | τῷ ἑξῆς συναπτέον, ἵνα ἐπὶ τοῦ Διὸς ᾖ, b(BCE3)T πρὸς ὃν οὐ‐ |
| book 273-4b.2 | δείς τι μηχανήσασθαι δύναται· b(BCE3E4)T ἀμήχανον γὰρ τὸ |
| book 273-4b.3 | ἀδύνατον καλεῖται. b(BCE3) | οἱ δὲ „ἀμήχανον 〈...〉 θάνατον“ T |
| book 276a.1 | 〈λῦσεν δ’ ἀγορήν:〉 αὐτὸς γὰρ καὶ ἤγειρεν αὐτήν (sc. |
| book 276a.2 | Τ 40—1). b(BCE3)Til |
| book 276b.1 | 〈αἰψηρήν:〉 ὅτι τὸ αἰψηρήν τὴν ταχέως συναθροι‐ |
| book 276b.2 | σθεῖσαν ἐκκλησίαν· ἢ ἀντὶ τοῦ αἰψηρῶς διέλυσε τὴν ἀγοράν. Aa |
| book 276c.1 | αἰψηρήν: ἐπίρρημα b(BCE3)Til ἀντὶ τοῦ ταχέως, |
| book 276c.2 | b(BCE3)T ὡς τὸ „θοὴν ἀλεγύνετε δαῖτα“ (θ 38) ἀντὶ τοῦ θοῶς. |
| book 276c.3 | b(BCE3) λαιψηρὸν δὲ τὸ ἐν χρόνῳ συντόμῳ γινόμενον. b |
| book 276c | (BCE3)T |
| book 278-81.1 | δῶρα δὲ Μυρμιδόνεσ〈—θεράποντες ἀγαυ‐ |
| book 278-81.2 | οί〉: δεξιῶς πάντα μεμέρισται καὶ ἐπεξεργασίας τετύχηκεν. T |
| book 281a1.1 | ἵππους δ’ εἰς ἀγέλην: ἀγέλην ἵππων φησὶ τὸ συν‐ |
| book 281a1.2 | αχθὲν πλῆθος· οὐ γὰρ ἀζεύκτων ἵππων ἀγέλην ἐπήγετο ὁ Ἀχιλλεύς. T |
| book 281b1.1 | ἀγέλην: οὐ φορβάδων ἵππων, ἀλλὰ πολεμιστηρίων, ὧν |
| book 281b1.2 | τοὺς ἡνιόχους ἀνεῖλεν· οὐ γὰρ δεδαμασμένους ἤδη μετὰ φορβάδων |
| book 281b1.3 | †ἔβαλλον. T |
| book 281a2/b2.1 | ἀγέλην φησὶ τὸ συναχθὲν πλῆθος αὐτῷ. | οὐ φορβά‐ |
| book 281a2/b2.2 | δων δὲ ἵππων, ἀλλὰ πολεμιστηρίων, ὧν τοὺς ἡνιόχους ἀνεῖλεν. | |
| book 281a2/b2.3 | ἀζεύκτους δὲ ἵππους οὐκ εἶχεν. | οὐ γὰρ δεδαμασμένους ἤδη μετὰ φορ‐ |
| book 281a2/b2.4 | βάδων †ἔβαλλον. b(BCE3) |
| book 282-302.1 | Βρισηῒς δ’ ἄρ’ ἔπειτ’〈—κήδε’ ἑκάστη〉: |
| book 282-302.2 | ἐνθάδε μόνον αὐτὴν παρέλαβεν, b(BE3)T ὡς καὶ Φοίνικα ἐν τῇ |
| book 282-302.3 | Ι (sc. 432—605). T ἔστι δὲ λίαν φίλανδρος, ὡς ἀπὸ τῶν ῥηθησο‐ |
| book 282-302.4 | μένων καὶ τοῦ „ἡ δ’ ἀέκους’ ἅμα τοῖσι γυνὴ κίε“ (Α 348). καὶ οἱ μὲν |
| book 282-302.5.1 | δημογέροντες περὶ Ἑλένης φασὶν „αἰνῶς ἀθανάτῃσι θεῇσ“ (Γ 158), ὁ |
| book 282-302.5.2 | δὲ ποιητὴς τῇ καλλιστευούσῃ τῶν θεῶν αὐτὴν εἰκάζει (sc. 282)· |
| book 282-302.5.3 | ἐπεὶ γὰρ ἐπ’ ἀλλοδαπῆς τέθνηκε Πάτροκλος, ἔνθα μὴ πάρεισι συγγε‐ |
| book 282-302.5.4 | νεῖς γυναῖκες, αἳ λίαν χεῖν δάκρυα φιλοῦσι, χορὸν αἰχμαλωτίδων πε‐ |
| book 282-302.5.5 | ποίηκε θρηνοῦντα, ἐξάρχοντος ἐνδόξου προσώπου. ὁ δὲ τόπος μέσου |
| book 282-302.10.1 | χαρακτῆρος ὑπάρχων τῷ μὲν διηγηματικῷ σεμνῶς πέφρασται καὶ |
| book 282-302.10.2 | λίαν ἐστὶ γραφικός, τῷ δὲ μιμητικῷ συμπαθὴς καὶ γοερός· τὸ γὰρ |
| book 282-302.10.3 | τοιοῦτον πρόσωπον τὸ θεοῖς ἐοικός (cf. 282 et 286), περὶ οὗ Ἀχιλλεὺς |
| book 282-302.10.4 | πλείστοις κακοῖς ἐνέβαλε τοὺς ὁμοφύλους, οὗ χάριν ἀρνεῖται γάμον |
| book 282-302.10.5 | βασιλίδος (sc. Ι 388—91), ποῖον οὐκ ἂν οἶκτον κινήσειεν ἐλεεινὰς |
| book 282-302.15 | προϊέμενον φωνὰς καὶ πηγὰς δακρύων τά τε κάλλιστα τοῦ σώματος |
| book 282-302 | αἰκιζομένη μέλη. b(BE3)T |
| book 282.1 | χρυσῇ: ἀπὸ τῆς παρ’ ἡμῖν τιμίας ὕλης τὴν ἔντιμόν φησιν. |
| book 282.2 | b(BC) T |
| book 283a | δεδαϊγμένον: λελωβημένον. b(BCE3E4)Til |
| book 283b | 〈δεδαϊγμένον:〉 διακεκομμένον. Aa |
| book 283c.1 | χαλκῷ: παλαιὰ ἡ χρῆσις τοῦ χαλκὸν ὀνομάζειν τὸν σί‐ |
| book 283c.2 | δηρον. ἀμέλει καὶ χαλκέας λέγομεν τοὺς τὸν σίδηρον ἐργαζομένους. |
| book 283c.3 | b(BCE3)T |
| book 284a.1 | ἀμφ’ αὐτῷ χυμένη: ἡ συντομία τῆς φράσεως τὸ περι‐ |
| book 284a.2 | παθὲς καὶ σπουδαῖον ἐμφαίνει τῆς γυναικός. b(BCE3)T |
| book 284b.1 | χυμένη: πρὸς τὸ ἁπαλὸν τοῦ γυναικείου σώματος. b |
| book 284b.2 | (BCE3)T ἐπὶ δὲ Ἀχιλλέως „Πατρόκλῳ περικείμενον“ (Τ 4) φη‐ |
| book 284b.3 | σίν. T |
| book 284c.1 | λίγ’ ἐκώκυε: εἰς ἡδονὴν προαγομένη τοὺς ἀκούοντας, |
| book 284c.2 | ὡς „Θέτις b(BCE3)T γόου ἵμερον ὦρσε“ (Ψ 14): T „μετὰ |
| book 284c.3 | γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ“ (ο 400). b(BCE3)T |
| book 284d.1 | 〈ἄμυσσε:〉 παρατατικῶς· τὸ γὰρ ἄμυξε τὴν τάχιστα |
| book 284d.2 | συντέλειαν ἐδήλου. Tt |
| book 285.1 | ἁπαλὴν δειρὴν 〈ἰδὲ καλὰ πρόσωπα〉: ἐπέτεινε τὸν |
| book 285.2 | οἶκτον ἡ ἁπαλὴ δειρὴ καὶ τὸ καλὸν πρόσωπον. δοκεῖ δὲ καὶ αὐτὸς |
| book 285.3 | συνάχθεσθαι αἰκιζομένῃ αὐτῇ, ὡς ἀνοίκειον τὰ οὕτω καλὰ μέλη |
| book 285 | ἀμύσσεσθαι. b(BCE3)T |
| book 287a.1 | Πάτροκλέ μοι δειλῇ 〈πλεῖστον κεχαρισμένε θυ‐ |
| book 287a.2 | μῷ〉: ἀξιοπίστως ἔχει τὰ τοῦ θρήνου· οὐ γὰρ τὰ ἐπ’ αὐτῷ ἀπολοφύ‐ |
| book 287a.3 | ρεται, ἀλλὰ διὰ τὸν ἐκείνου θάνατον τὰ αὐτῇ ἐπακολουθήσοντα. b |
| book 287a.4 | (BCE3E4)T |
| book 287b | 〈δειλῇ:〉 τῇ ἀτυχεῖ. Aa |
| book 288-90a1.1 | ζωὸν μέν σε ἔλ〈ε〉ιπον〈— /ἂψ ἀνιοῦ‐ |
| book 288-90a1.2 | σα〉: τὸ μεταξὺ τῆς ζωῆς καὶ τοῦ θανάτου βράχιστον ὂν καὶ τὸ διά‐ |
| book 288-90a1.3 | φορον αὐτῶν ἐξίστησι τὴν Βρισηΐδα. T |
| book 288-90a2.1 | ἐκπλήττει γὰρ αὐτὴν τὸ μεταξὺ τῆς ζωῆς καὶ τοῦ θανάτου |
| book 288-90a2.2 | βράχιστον ὄν. b(BCE3E4) |
| book 288-90b.1 | ζωὸν μέν σε ἔλ〈ε〉ιπον〈—ἂψ ἀνιοῦσα〉: πα‐ |
| book 288-90b.2 | ρατατικαῖς ἐχρήσατο φωναῖς ὡς μόγις ἄκουσα πεπορευμένη καὶ πάλιν |
| book 288-90b.3 | βραδέως ὑποστρέψασα διὰ τὸ μὴ ἡδέως θεάσασθαι τὸ πτῶμα Πα‐ |
| book 288-90b.4 | τρόκλου· διὸ καὶ ἐπήγαγε κακὸν ἐκ κακοῦ (290)· τῆς γὰρ παρ’ |
| book 288-90b.5 | Ἀγαμέμνονι διατριβῆς, φησί, τοῦτό μοι χεῖρον. b(BE3E4)T |
| book 291-2.1 | ἄνδρα μέν, ᾧ ἔδοσάν με〈—χαλκῷ〉: σωφρο‐ |
| book 291-2.2 | σύνης δεῖγμα ὁ παρὰ γονέων νυμφίος. b(BCE3)T φιλάνδρου δὲ |
| book 291-2.3 | γυναικὸς προθεῖναι τῆς τῶν ἀδελφῶν τὴν τοῦ ἀνδρὸς ἀπώλειαν. |
| book 291-2 | τοιαύτη δὲ καὶ Ἀνδρομάχη (cf. Ζ 429—30): b(BE3)T κατὰ γὰρ |
| book 291-2.5.1 | Μνασέαν (F.H.G. III p. 154, fr. 29) Βρισέως υἱὸς ἦν Ἠετίων. T |
| book 291-2.5.2 | οἰκεῖον δὲ τοῖς πενθοῦσι καταφέρεσθαι ἐπὶ τὴν μνήμην τῶν οἰκείων |
| book 291-2.5.3 | κακῶν. b(BE3)T |
| book 291a.1 | ᾧ ἔδοσάν με: τινὲς ‘ᾧ με ἠγγύησαν καὶ ἐμνήστευσαν‘· |
| book 291a.2 | παρθένος γάρ· διὸ καὶ κόρη (cf. Α 275. 298 al.) λέγεται. b(BCE3)T |
| book 291b1.1 | πατὴρ καὶ πότνια μήτηρ: ὡς τὸ πρῶτον αἴτιον |
| book 291b1.2 | ἔχοντος τοῦ πατρὸς αὐτὸν προτίθησιν, ὡς καὶ ἐπὶ τῶν ἡμιθέων· „σὲ |
| book 291b1.3 | μὲν Πηλῆος / μητρὸς δ’ ἐκ Θέτιδοσ“ (Υ 206—7), „υἱὸς μεγαλήτορος |
| book 291b1.4 | Ἀγχίσαο 〈/ εὔχεται ἐκγεγάμεν,〉 μήτηρ δέ οἵ ἐστ’ Ἀφροδίτη“ (Ε |
| book 291b1.5 | 247—8). T |
| book 291b2.1 | τὸ τοῦ πατρὸς δὲ ὄνομα πρόκειται τοῦ μητρὸς ὡς τὸ πρῶ‐ |
| book 291b2.2 | τον αἴτιον αὐτοῦ ἔχοντος. b(BCE3) |
| book 292.1 | εἶδον πρὸ π〈τ〉όλιος 〈δεδαϊγμένον ὀξέϊ χαλκῷ〉: |
| book 292.2 | ἐπιτείνεται τῇ ὄψει τὰ παθήματα. καὶ ὁ Σοφοκλῆς (O. R. 1238)· |
| book 292.3 | b(BCE3E4)T „ἡ γὰρ ὄψις οὐ πάρα“· T ὄψις γὰρ ὤτων |
| book 292.4 | κριτικωτέρα πᾶσιν. b(BCE3E4) |
| book 293.1 | μία γείνατο μήτηρ: καὶ τοὐναντίον· „ἐπεὶ οὐχ ὁμο‐ |
| book 293.2 | γάστριος Ἕκτορός 〈εἰμι〉“ (Φ 95). T |
| book 294a.1 | κηδείους: προσφιλεῖς, Aa b (BCE3E4)T πεφρον‐ |
| book 294a.2 | τισμένους μοι· ἢ ἀνίαν μοι παρασχόντας. ἀπαραμύθητον δὲ τὸ ἅμα |
| book 294a.3 | πάντας ἀποθανεῖν· εἰ γὰρ καθ’ εἷς ἦν, τῇ ἐλπίδι τῶν περιλειπομένων |
| book 294a.4 | ἐκουφίζετο τὸ πένθος. τὸ δὲ ἐπέσπον τὸ πρόθυμον τῶν ὑπερμαχούν‐ |
| book 294a.5 | των δηλοῖ τῆς πατρίδος· οὐ γάρ φησιν ὅτι ἐπῆλθεν αὐτοῖς ὁ θάνατος, |
| book 294a | ἀλλ’ αὐτοὶ πρὸς τὸν θάνατον ηὐτομόλησαν. b(BCE3E4)T |
| book 294b | 〈ἐπέσπον:〉 ἔλαβον. Aa |
| book 295.1 | ἄνδρ’ ἐμόν: ἔμφασιν φιλανδρίας ἔχει τὸ δεύτερον μνησθῆ‐ |
| book 295.2 | ναι τοῦ ἀνδρός. b(BCE3E4)T |
| book 296.1 | θείοιο Μύνητος: ποικίλως ἐμνήσθη τοῦ ἀνδρὸς κοινῇ τε |
| book 296.2 | καὶ ἰδικῇ προσηγορίᾳ (cf. Τ 291. 295. 296), καὶ μετὰ ταῦτα θεῖον αὐ‐ |
| book 296.3 | τὸν καλεῖ. b(BCE3E4)T |
| book 297.1 | Ἀχιλλῆος θείοιο: ἢ πρὸς σύστασιν Ἀχιλλέως, Πατρό‐ |
| book 297.2 | κλου θεῖον αὐτὸν λέγοντος· ἢ πειραθεῖσα διαθέσεως αὐτοῦ ἡ γυνὴ |
| book 297.3 | θεῖον αὐτὸν καλεῖ, b(BCE3E4)T ὡς τὸν Μύνητα (cf. Τ 296). T |
| book 298.1 | κουριδίην: λείπει τὸ ὥς, b(BCE3E4)T ὡς „Τηλε‐ |
| book 298.2 | μάχῳ ἑτάρω 〈τε〉 κασιγνήτω 〈τε ἔσεσθον〉“ (φ 216). T |
| book 298-9.1 | ἄξειν τ’ ἐν〈ὶ〉 νηυσίν 〈/ ἐς Φθίην, δαίσειν δὲ γά‐ |
| book 298-9.2 | μον〉: ἐπίτασιν ἔχει ταῦτα· οὐ γὰρ μόνον ἄχρι τῆς ἐν Ἰλίῳ διατρι‐ |
| book 298-9.3 | βῆς ἔλεγεν ἔχειν αὐτὴν ὅμευνον, ἀλλὰ καὶ ναυτικῷ στόλῳ πολυτελῶς |
| book 298-9.4 | ἀγαγὼν εἰς Φθίαν ἐκεῖ τὸν γάμον ἐπιτελέσειν. ὡς πρᾷος δὲ πολλὴν |
| book 298-9.5 | ὑπέφαινεν αὐτῇ ἐλπίδα. b(BCE3E4)T |
| book 300a | 〈ἄμοτον:〉 ἀκατάπαυστον. Aa |
| book 300b.1 | μείλιχον αἰεί: ἐπεὶ ἐδόκει τοῖς θρήνοις ὑπερεκπίπτειν |
| book 300b.2 | ἀλλότριον τῷ γένει ἄνθρωπον οὕτως ὀλοφυρομένη, δαιμονίως ἄμφω |
| book 300b.3 | ὁ ποιητὴς τετήρηκε, καὶ πάθος †ἐτειὸν ὁ ἀγόμενος† διὰ τοῦ προσώ‐ |
| book 300b.4 | που τῆς Βρισηΐδος καὶ ὑπὲρ τοῦ πιθανὸν τὸν λόγον καταστῆναι αἰτίαν |
| book 300b.5.1 | θεὶς τῆς τοιαύτης εὐνοίας τὴν ἀπὸ τοῦ Πατρόκλου κηδεμονίαν πρὸς |
| book 300b.5.2 | τὴν γυναῖκα. b(BCE3)T |
| book 300c.1 | ἄλλως· μείλιχον αἰεί: διδάσκει ἀντιποιεῖσθαι πρᾳότη‐ |
| book 300c.2 | τος, εἴγε καὶ μετὰ θάνατον εὔνοιαν πορίζεται τοῖς ἔχουσιν. b(BCE3)T |
| book 302.1 | Πάτροκλον πρόφασιν, 〈σφῶν δ’ αὐτῶν κήδε’ |
| book 302.2 | ἑκάστη〉: ἐπὶ προφάσει τοῦ Πατρόκλου· Aa οὐ γὰρ ἦσαν πει‐ |
| book 302.3 | ραθεῖσαι αὐτοῦ. Aa T | ὁ νοῦς οὖν οὗτος ὅτι αἱ λοιπαὶ γυναῖκες— |
| book 302.4 | ἑκάστη †ἑαυτῶν† ἐθρήνει τὴν ἑαυτῆς συμφοράν. Aa |
| book 306a.1 | κελεύετε: παρακαλεῖτε· „καὶ ἐπῄνεον ὡς ἐκέλευον“ (Δ |
| book 306a.2 | 380) ἀντὶ τοῦ παρεκάλουν. T |
| book 306b | ποτῆτος: ποτὴς ἐκ τοῦ ποτότης συγκέκοπται. T |
| book 308a1 | δύντα δ’ ἐς ἠέλιον: ἕως δύνει ὁ ἥλιος. T |
| book 308a2 | ἕως τῆς τοῦ ἡλίου δύσεως. Aa |
| book 308b | 〈μενέω καὶ τλήσομαι:〉 καρτερήσω. Aa |
| book 310-1.1 | δοιὼ δ’ Ἀτρείδα μενέτην καὶ δῖος Ὀδυσσεύς, |
| book 310-1.2 | 〈/ Νέστωρ Ἰδομενεύς τε γέρων θ’ ἱππηλάτα Φοῖνιξ〉: |
| book 310-1.1 | εἰκότως ὡς ἂν βασιλεῖς, καὶ Ὀδυσσεύς (διαλλακτὴς γὰρ γέγονεν), ἀλλὰ |
| book 310-1.2 | καὶ ὁ Νέστωρ διὰ τὴν ἡλικίαν καὶ ὁ Ἰδομενεὺς ὁμοίως. Φοῖνιξ δὲ οὐ |
| book 310-1.5.1 | μόνον διὰ τὴν ἡλικίαν, ἀλλὰ καὶ ὡς διδάσκαλος Ἀχιλλέως. πῶς δὲ |
| book 310-1.5.2 | Αἴας συγγενὴς ὢν οὐ συμπάρεστιν; ὀργίζεται διὰ τὴν πρεσβείαν· |
| book 310-1.5.3 | βαρύμηνις γάρ. καὶ πῶς τὸν Ἐπιτάφιον ἀγωνίζεται (cf. Ψ 811. 838); |
| book 310-1.5.4 | ἀρετῆς χάριν καὶ φιλίας τοῦ ἠπιωτάτου Πατρόκλου. b(BCE3E4)T |
| book 310 | καὶ δῖος Ὀδυσσεύς: συνεκδεκτέον τὸ ἔμενεν. T |
| book 312a | 〈τέρποντες πυκινῶς:〉 παραμυθούμενοι φρονίμως. Aa |
| book 312b.1 | τέρποντες: πειρώμενοι τέρπειν ἢ ἀποτρέποντες τῆς λύ‐ |
| book 312b.2 | πης. b(BCE3)T οἶδε δὲ καὶ τὸ παραμυθητικὸν μέρος τῆς φιλο‐ |
| book 312b.3 | σοφίας ὁ ποιητής. b(BCE3E4)T |
| book 313a | 〈πολέμου στόμα:〉 περιφραστικῶς. Aa |
| book 313b.1 | πολέμου στόμα: τὸ τομώτατον καὶ ἀναλωτικώτατον |
| book 313b.2 | b(BCE3E4)T μέρος τοῦ πολέμου. b(BCE3E4) |
| book 314a | 〈μνησάμενος:〉 ὑπομνησθείς. Aa |
| book 314b1.1 | 〈ἀδινῶσ〉 ἀνενείκατο 〈φώνησέν τε〉: ἀνήνεγκεν |
| book 314b1.2 | ἐκ στέρνων τὴν φωνὴν ἀθρόαν. T |
| book 314b2.1 | κάτωθεν τὴν φωνὴν ἀθρόαν ἐκ βάθους ἀνήνεγκεν. b |
| book 314b2.2 | (BCE3E4) |
| book 314b3 | ἀνέπεμψε τὴν φωνήν. Aa |
| book 316a.1 | λαρὸν παρὰ δεῖπνον ἔθηκας: ἀπὸ τῶν γινομένων ὁ |
| book 316a.2 | θρῆνος· ἐπεὶ γὰρ ᾔτουν αὐτὸν φαγεῖν, ὑπομιμνῄσκεται τραπέζης, ἣν ὁ |
| book 316a.3 | φίλος αὐτῷ παρετίθει πολλάκις. ἠθικὸν δὲ τὸ ὡς ζῶντι διαλέγεσθαι τῷ |
| book 316a.4 | νεκρῷ. καὶ λαρὸν δεῖπνον φησὶ τὸ ὑπὸ τῶν τοῦ φιλουμένου χει‐ |
| book 316a.5 | ρῶν παρατεθειμένον. b(BCE3E4)T |
| book 316b.1 | 〈λαρὸν παρὰ δεῖπνον ἔθηκας:〉 παρέθηκας δεῖπνον |
| book 316b.2 | ἡδύ. Aa |
| book 316c | 〈λαρόν:〉 ἡδὺ καὶ ἀπολαυστικόν. Til |
| book 317-8.1 | ὀτραλέως, 〈ὁπότε σπερχοίατ’ Ἀχαιοί / — |
| book 317-8.2 | Ἄρηα: ὀτραλέως〉 ἀντὶ τοῦ καὶ τοὺς ἄλλους παροξύνων. ση‐ |
| book 317-8.3 | μειωτέον δὲ ὅτι καὶ πρὸ τῆς μήνιδος παρατάξεις ἐγίνοντο. b |
| book 317-8.4 | (BCE3E4)T |
| book 317 | 〈σπερχοίατο:〉 ἔσπευδον. Aa |
| book 320.1 | 〈ἔνδον ἐόντων:〉 ἔνδον ὑπαρχόντων, τῆς πόσεως δηλο‐ |
| book 320.2 | νότι καὶ τῆς τροφῆς. Aa |
| book 322-6.1 | οὐδ’ εἴ κεν τοῦ πατρὸς 〈ἀποφθιμένοιο πυθοί‐ |
| book 322-6.2 | μην / ...〉 ἠὲ τόν: σχῆμα ἀπὸ γενικῆς ἐπὶ αἰτιατικὴν τὴν μετά‐ |
| book 322-6.3 | βασιν ἔχον. b(BCE3E4)T |
| book 322.1 | τοῦ πατρός: ἡ προσθήκη τοῦ ἄρθρου τὴν ἐξοχὴν παρί‐ |
| book 322.2 | στησι· τοῦτο δέ, ὅτι ὁ μὲν ηὔχετο πρὸ τοῦ παιδὸς ἀποθανεῖν, τῷ δὲ |
| book 322.3 | ὠφείλετο τὸ ζῆν· καὶ ὅτι πρόσφατον πάθος †δήπου† μέλλοντος |
| book 322.4 | ἐπικρατεῖ. καὶ ἄλλως δὲ ἐπὶ νεότητος οὐκ ἔστι νεμεσητὸν τὸ λεγόμενον. |
| book 322.5 | b(BCE3E4)T |
| book 323a1.1 | τέρεν 〈κατὰ δάκρυον εἴβει〉: καὶ „θαλερὸν 〈κατὰ |
| book 323a1.2 | δάκρυον εἶβεν〉“ (Ω 9)· τὰ γὰρ θάλλοντα ἁπαλὰ φύλ〈λ〉α ἔχει. T |
| book 323a2.1 | θαλερόν, νέον: ἀεὶ γὰρ ἐπιμιμνησκόμενος καθ’ ἑκάστην |
| book 323a2.2 | νεάζει δακρύων. ἡ δὲ μεταφορὰ ἀπὸ θαλλόντων φυτῶν· ταῦτα γὰρ |
| book 323a2 | μαλακὰ ἔχει φύλλα. b(BCE3E4) |
| book 324.1 | 〈ἀλλοδαπῷ:〉 παραγωγή, οὐ σύνθεσις, ὥς φησιν Ἐπα‐ |
| book 324.2 | φρόδιτος (fr. 44 L.). Til |
| book 325a1.1 | ῥιγεδανῆς 〈Ἑλένησ〉: στυγητῆς· τὰ γὰρ λυπηρὰ |
| book 325a1.2 | ψύχει Aa T παραβάλλει. καὶ περὶ αὑτῆς φησιν Ἑλένη· „ἐμεῖο κυ‐ |
| book 325a1.3 | νὸς κακομηχάνου ὀκρυοέσσησ“ (Ζ 344). T |
| book 325a2.1 | στυγητῆς· τὰ γὰρ λύπην τῇ ψυχῇ περιβάλλοντα καὶ λυ‐ |
| book 325a2.2 | πηρὰ καλοῦνται καὶ μισητὰ διὰ τὸ βλάπτειν. b(BCE3E4) |
| book 326a1.1 | ὃς Σκύρῳ μοι ἐνὶ τρέφεται 〈φίλος υἱόσ〉: τινὲς μὲν |
| book 326a1.2 | ἐκεῖ ἐκτεθῆναι αὐτὸν ὑπὸ Θέτιδος. ὁ δὲ τὴν Μικρὰν Ἰλιάδα ἀναζευ‐ |
| book 326a1.3 | γνύντα αὐτὸν ἀπὸ Τηλέφου προσορμισθῆναι ἐκεῖ (fr. 5 B. = 4 A.)· |
| book 326a1.4 | „Πηλείδην δ’ Ἀχιλῆα φέρεν Σκῦρον δὲ θύελλα / ἔνθα γ’ ἐς ἀργαλέον λι‐ |
| book 326a1.5.1 | μέν’ ἵκετο νυκτὸς ἐκείνησ“. ἔστι δὲ νῆσος ἐν τῇ Εὐβοίᾳ λιμένας ἔχουσα |
| book 326a1.5.2 | Ἀχίλλειον καὶ Κρήσιον. ᾤκησαν δὲ αὐτοῦ καὶ Δόλοπες, μοῖρα Θεσσα‐ |
| book 326a1.5.3 | λῶν. Νεοπτόλεμος δὲ T ἀπὸ τοῦ πατρὸς ὠνόμασται, ὅτι νέος ὢν |
| book 326a1.5.4 | ἐπολέμησεν. Aa T ἔστι δέ, ὥς τινες, ἐξ Ἰφιγενείας· φησὶ γὰρ Δοῦ‐ |
| book 326a1 | ρις (FGrHist 76, 88) ὅτι κλαπεῖσα εἰς Σκῦρον ἐξετέθη. οὐκ ἦσαν δὲ |
| book 326a1.10.1 | ἀπὸ τῆς ἁρπαγῆς Ἑλένης ἕως τῆς ἁλώσεως εἴκοσιν ἔτη· οὐκέτι γὰρ |
| book 326a1.10.2 | ἂν καιρὸν εἶχε γαμηθῆναι Πηνελόπη· καὶ Τηλέμαχος ἦν ἂν τριάκοντα |
| book 326a1.10.3 | ἐτῶν, „παῖς / νήπιος, οὔτε πόνων εὖ εἰδὼς οὔτ’ ἀγοράων“ (δ 817—8) |
| book 326a1.10.4 | καὶ „ἐπεὶ οὔπω χερσὶ πέποιθα / ἄνδρ’ ἀπαλέξασθαι“ (π 71—2). T |
| book 326a2.1 | φασὶν Ἀχιλλέα ἀπὸ τῆς πρὸς Τήλεφον ἀναζευγνύντα μά‐ |
| book 326a2.2 | χης προσορμισθῆναι ἐκεῖ· „Πηλείδην δ’ Ἀχιλῆα φέρε Σκῦρον δὲ θύελ‐ |
| book 326a2.3 | λα.“ ἔστι δὲ ἐν τῇ Εὐβοίᾳ νῆσος, λιμένας ἔχουσα †ἀχίλειον† καὶ Κρή‐ |
| book 326a2.4 | σιον. Νεοπτόλεμος δὲ ἀπὸ τοῦ πατρὸς ὠνόμασται, ὅτι νέος ὢν ἐπο‐ |
| book 326a2.5.1 | λέμησεν. ἔστι δέ, ὥς τινες, ἐξ Ἰφιγενείας. b(BCE3E4) φησὶ γὰρ |
| book 326a2.5.2 | Δοῦρις ὅτι κλαπεῖσα εἰς Σκῦρον ἐξετέθη ὑπ’ αὐτοῦ. ἡ δὲ ἑτέρα ἱστορία |
| book 326a2.5.3 | διαψεύδεται. b(BE3E4) |
| book 327a.1 | εἴ που ἔτι ζώει γε 〈Νεοπτόλεμος θεοειδήσ〉: καὶ |
| book 327a.2 | Ἀριστοφάνης προηθέτει τὸν στίχον, ὥς φησι Καλλίστρατος (p. 318, |
| book 327a.3 | 32 Schm.)· τό τε γὰρ ἐπὶ παιδὸς κομιδῇ λέγεσθαι διστακτικῶς εἴ |
| book 327a.4 | που ἔτι ζώει, καὶ ταῦτα μηδὲ πόρρω τῆς Σκύρου κειμένης, ὕπο‐ |
| book 327a.5.1 | πτον, τό τε θεοειδής ἀκαίρως προσέρριπται. τεκμήριον δὲ τῆς |
| book 327a.5.2 | διασκευῆς τὸ καὶ ἑτέρως φέρεσθαι τὸν στίχον, „εἴ που ἔτι ζώει γε |
| book 327a.5.3 | Πυρῆς ἐμός, ὃν κατέλειπον“. A |
| book 327b.1 | 〈εἴ που ἔτι ζώει γε〉 Νεοπτόλεμος: τὴν ἰδίαν |
| book 327b.2 | ἀτυχίαν ὀδύρεται ὡς ἴσως αὐτὸν καὶ υἱοῦ στερήσουσαν. b(BE3E4)T |
| book 331 | 〈ἐνὶ νηΐ:〉 γράφεται „σὺν νηΐ“. Aim |
| book 333a | 〈δμῶας:〉 οὕτως Ἀρίσταρχος δμῶας ἔξω τοῦ ι. Aim |
| book 333b.1 | 〈δμῶας:〉 ἀρσενικῶς τὸ δμῶας. συνυπακούεται δὲ |
| book 333b.2 | αὐτῷ καὶ τὸ θηλυκόν. b(BCE3) |
| book 335a.1 | τυτθὸν ἔτι ζώοντα: δαιμονίως ἐνέφηνε τὸν ὀλίγως |
| book 335a.2 | ζῶντα διὰ τὴν ἀσθένειαν. T |
| book 335b.1 | ἈΚΑΧΗΣΘΑΙ: προπερισπᾶται ὡς λελυπῆσθαι. οἱ δὲ |
| book 335b.2 | προπαρώξυναν ὡς Αἰολικὸν ἐν παρατατικῇ σημασίᾳ, ἐπεὶ οἶδε καὶ τὴν |
| book 335b.3 | „ἀκαχήμενοσ“ (Ε 24 al.) μετοχὴν τοιαύτην, οἷς καὶ ἐπείσθη ἡ παρά‐ |
| book 335b.4 | δοσις. A |
| book 335c.1 | ἀκάχησθαι: τινὲς 〈προ〉περισπῶσιν ὡς Ἀττικὸν παρα‐ |
| book 335c.2 | τατικόν. T |
| book 339a.1 | μνησάμενοι, τὰ ἕκαστοσ〈—ἔλειπε〉: ὅμοιόν |
| book 339a.2 | ἐστι τῷ „Πάτροκλον πρόφασιν, 〈σφῶν δ’ αὐτῶν κήδε’ ἑκάστη〉“ (Τ |
| book 339a.3 | 302). T |
| book 339b.1 | ἄλλως: μνησάμενοι, τὰ ἕκαστοσ〈—ἔλειπον〉: |
| book 339b.2 | ὅμοιόν ἐστι τῷ „οἱ δὲ ἕκαστος / σπείσαντες 〈παρὰ νῆας ἴσαν πάλιν〉“ |
| book 339b.3 | (Ι 656—7). T |
| book 342a.1 | δὴ πάμπαν: ἔθος ἔχει ἀπὸ τοῦ δή ἄρχεσθαι· ἔδει γὰρ |
| book 342a.2 | ‘πάμπαν δή‘. T |
| book 342b | ἀποίχεαι: κεχώρισαι. ἑῆος δὲ ἀγαθοῦ παρὰ τὸ ἠῶ, |
| book 342b | ὅθεν καὶ „ἠοίη προλιποῦσα δόμουσ“ (Hsd. sc. 1). b(BCE3E4)T |
| book 342c.1 | ἑῆος: ὅτι Ζηνόδοτος γράφει „ἑοῖο“. τοῦτο δὲ παρὰ τὸ |
| book 342c.2 | πρόσωπόν ἐστιν. A |
| book 343a | μέμβλεται: συγκοπῇ καὶ πλεονασμῷ τοῦ β. T |
| book 343b | ἄλλως· μέμβλεται: διδάσκει μὴ ἀμνηστεῖν τῶν φίλων. T |
| book 344 | 〈προπάροιθε:〉 χρονικὸν καὶ τοπικόν. Til |
| book 347a.1 | νέκταρ τε καὶ ἀμβροσίην ἐρατεινήν: ὅτι κατ’ ἀμ‐ |
| book 347a.2 | φοτέρων τὸ „στάξον“ (Τ 348). τῆς ἀμβροσίας καὶ τοῦ νέκταρος· ἡ |
| book 347a.3 | γὰρ ἀμβροσία ἐστὶ ξηρὰ τροφή. A |
| book 347b.1 | ἐρατεινήν: εὐωχίας αἰτίαν· αὕτη γὰρ ἐρατεινή· „δαιτὸς |
| book 347b.2 | ἐπηράτου ἔργα μέμηλεν“ (Ι 228). | ἄσιτον μὲν αὐτὸν ποιεῖ διὰ τὸ πά‐ |
| book 347b.3 | θος τοῦ φίλου, διὰ δὲ τὸ πιστὸν εἰς θεοὺς ἀνάγει τὴν αἰτίαν. b(BE3 |
| book 347b.4 | E4)T |
| book 350.1 | ἅρπῃ: τῷ ἰκτίνῳ. οἱ δὲ ζῷον θαλάσσιον πολεμοῦν λάρῳ |
| book 350.2 | καὶ βρένθῳ. φιλεῖ δὲ τὴν τροφήν, ἣν ἂν συνάγῃ, φυλάσσειν ἐπὶ τοῖς |
| book 350.3 | τάρφεσι, καὶ ταύτην ἐπιχορηγεῖ τοῖς νεοσσοῖς. οἰκείως οὖν εἴκασε τὴν |
| book 350.4 | Ἀθηνᾶν. οἱ δὲ ὅτι ἐφ’ ὕψους ἱπτάμενον εὐχερῶς ὅπου θέλει καταράσ‐ |
| book 350.5 | σει. A b (BCE3E4)T |
| book 355 | 〈αὐτὴ δέ:〉 ἐν ἄλλῳ „αὐτὴ δ’ αὖ“. Aim |
| book 357a.1 | {ὡς δ’ ὅτε} ταρφειαί: Ἀρίσταρχος ἀνέγνω ὡς „πυκναί“ |
| book 357a.2 | (Η 61. Ψ 716). οὕτως δὲ καὶ ὁ Ἀσκαλωνίτης (p. 58 B.). καὶ ἐπείσθη |
| book 357a.3 | ἡ παράδοσις. A |
| book 357b | ταρφειαί: κυρίως ἐπὶ τῆς εὐτραφοῦς ὕλης ἡ λέξις. T |
| book 357c | 〈Διός:〉 τοῦ ἀέρος. Til |
| book 358a1.1 | αἰθρηγενέος: τοῦ γεννῶντος αἰθρίαν, τουτέστι τὸ |
| book 358a1.2 | ψῦχος. ἐνίοτε δὲ καὶ τὸν αἰθρίας αἴτιον· ἔσται δὲ μαχόμενον τῷ |
| book 358a1.3 | „ψυχραὶ νιφάδεσ“ (cf. Τ 357—8). T |
| book 358a2.1 | τοῦ αἰθρίας αἰτίου καὶ γεννητικοῦ, τουτέστι τοῦ ψύχους· |
| book 358a2.2 | ψῦχος γὰρ ὁ Βορρᾶς ἐπιφέρει. b(BCE3E4) |
| book 361a.1 | θώρηκές τε κραταιγύαλοι: ὅτι οἱ κραταιοὶ κατὰ τὰ |
| book 361a.2 | γύαλα καὶ κύτη καὶ κοιλώματα. ἀπὸ δὲ μέρους οἱ ὅλοι κραταιοί· |
| book 361a.3 | γύαλον γὰρ πᾶν τὸ κοῖλον τοῦ θώρακος. A |
| book 361b | κραταιγύαλοι: περιφραστικῶς ἀντὶ τοῦ κραταιοί. T |
| book 362.1 | γέλασ〈σ〉ε δὲ πᾶσα περὶ χθών: περιήστραψεν· ἀπὸ |
| book 362.2 | γὰρ τῶν τοιούτων περιστίλψεων διάχυσις γίνεται τοῦ περὶ γῆν |
| book 362.3 | ἀέρος. τινὲς δὲ τὸ περί ἀντὶ τοῦ περισσῶς. b(BCE3E4)T |
| book 365-8a1.1 | τοῦ καὶ ὀδόντων μὲν 〈καναχὴ πέλε— |
| book 365-8a1.2 | τεύχων〉: ἀθετοῦνται στίχοι τέσσαρες· γελοῖον γὰρ τὸ βρυχᾶσθαι |
| book 365-8a1.3 | τὸν Ἀχιλλέα· ἥ τε συνέπεια οὐδὲν ζητεῖ διαγραφέντων αὐτῶν. ὁ δὲ |
| book 365-8a1.4 | Σιδώνιος ἠθετηκέναι μὲν τὸ πρῶτόν φησιν αὐτοὺς τὸν Ἀρίσταρχον, |
| book 365-8a1.5.1 | ὕστερον δὲ περιελεῖν τοὺς ὀβελούς, ποιητικὸν νομίσαντα τὸ τοιοῦτο. |
| book 365-8a1.5.2 | ὁ μέντοι Ἀμμώνιος ἐν τῷ Περὶ τῆς ἐπεκδοθείσης διορθώσεως οὐδὲν |
| book 365-8a1.5.3 | τοιοῦτο λέγει. | διπλῆν δὲ προσθετέον τῷ δῦν’ ἄχος ἄτλητον, ὁ |
| book 365-8a1.5.4 | δ’ ἄρα Τρωσὶ μενεαίνων (367), ὅτι τὸ μενεαίνων νῦν θυμού‐ |
| book 365-8a1.5.5 | μενος σημαίνει. A |
| book 365-8a2 | αὕτη τῇ προτέρᾳ ἐκδόσει συμφωνεῖ. T |
| book 365 | 〈τοῦ καὶ〉 ὀδόντων 〈μὲν〉 καναχὴ 〈πέλε〉: ἔπριε |
| book 365 | τοὺς ὀδόντας, οὐχ ὡς Δόλων (cf. Κ 375). T |
| book 366-7.1 | ἐν δέ οἱ ἦτορ / δῦν’ ἄχοσ〈—μενεαίνων〉: |
| book 366-7.2 | μετὰ τὰς τοῦ σώματος ἐκφράσεις εἶτα καὶ τῆς ψυχῆς τὴν διάθεσιν δη‐ |
| book 366-7.3 | λοῖ. T |
| book 368 | 〈κάμε τεύχων:〉 ὁ τρόπος ἀντιστροφή. Til |
| book 374a | ἀπάνευθε σέλας γένετο: πόρρω διέβη ἡ ἔκλαμψις. T |
| book 374b.1 | ἠΰτε μήνη〈σ〉: καλῶς οὐχ ἡλίῳ εἴκασται διὰ τὴν τῶν |
| book 374b.2 | †ἄλλων† μελανότητα· ἐπιθέουσι γάρ τινες καὶ τῇ σελήνῃ μέλαιναι |
| book 374b.3 | φαντασίαι ἐν τῷ περιλάμπειν. b(BCE3E4)T ἔνθεν τὸ σκοτεινῶς |
| book 374b.4 | σημαίνειν μηνύειν φαμέν. Tt |
| book 376 | 〈τὸ δὲ καίεται:〉 Ἀρίσταρχος „τό τε καίεται“. Aim |
| book 377-8.1 | τοὺς δ’ 〈οὐκ ἐθέλοντασ〉 ἄελλαι 〈/ —φέρου‐ |
| book 377-8.2 | σιν〉: οὐκ ἐῶνται, φησίν, ὑπὸ τῶν πνοῶν πλησιάσαι τῇ γῇ, ὡς καὶ |
| book 377-8.3 | ἐπ’ Ὀδυσσέως (cf. ε 419—20). b(BCE3E4)T |
| book 380.1 | περὶ δὲ τρυφάλειαν ἀείρας: ὅτι ἀναλαβὼν τὴν ἀσπίδα |
| book 380.2 | μετὰ ταῦτα ἐπὶ πᾶσι τὴν περικεφαλαίαν τίθησιν. A |
| book 381.1 | ἡ δ’ ἀστὴρ ὣς ἀπέλαμπεν: πιθανὴ ἡ ὁμοιότης ἀσπίδος |
| book 381.2 | μὲν σελήνῃ (cf. Τ 374), κράνους δὲ ἀστέρι. Ἀχιλλέα δὲ ἡλίῳ παρα‐ |
| book 381.3 | βάλλει (cf. Τ 398). b(BCE3E4)T |
| book 382.1 | ἵππουρις: καταχρηστικῶς· b(BCE3)T οὐ γὰρ τοιαύ‐ |
| book 382.2 | τη ἦν. b(BCE3) ἔθειραι δὲ αἱ τημεληθεῖσαι τρίχες. b(BCE3)T |
| book 382 | κακῶς οὖν Καλλίμαχος (fr. 343)· „ἐπὶ κτενὸς ἔσκον ἔθειραι“. T |
| book 384-5.1 | πειρήθη 〈δ’ ἕο αὐτοῦ ἐν ἔντεσι δῖος Ἀχιλλεύς, / |
| book 384-5.2 | εἰ οἷ ἐφαρμόσειε〉: ἁλλόμενος, ὅπως εἰδῇ, πότερον ἔσφιγκται ἢ |
| book 384-5.3 | σαλεύεται περὶ τῷ σώματι. b(BCE3E4)T |
| book 384a.1 | πειρήθη δ’ ἕο αὐτοῦ: ὅτι Ζηνόδοτος γράφει „ἑοῦ αὐ‐ |
| book 384a.2 | τοῦ“. συγχεῖ δὲ τὸ σύναρθρον ἀντὶ ἀπολελυμένου λαμβάνων. | τὴν |
| book 384a.3 | „οἷ“ ἀντωνυμίαν περισπᾷ ὁ Ἀσκαλωνίτης (p. 58 B.) καί φησι κεῖσθαι |
| book 384a.4 | δοτικὴν ἀντὶ γενικῆς. οἱ δὲ βαρυτονοῦσιν. ἔστι μὲν οὖν καὶ ἐγκλιτικὴν |
| book 384a.5.1 | εὑρέσθαι τὴν οἷ ἀντὶ γενικῆς κειμένην, ὥσπερ ἐπὶ τοῦ „οἱ δέ οἱ ἐβλά‐ |
| book 384a.5.2 | φθησαν“ (Ψ 387), ἔστι δὲ καὶ ὀρθοτονουμένην ἀντὶ αἰτιατικῆς, ὥσπερ |
| book 384a.5.3 | ἐπὶ τοῦ „νεῦς’ ἐπὶ οἷ καλέσασ“ (ρ 330) καὶ „προτὶ οἷ δ’ ἔλαβ’ ἔντερα“ |
| book 384a.5.4 | (Υ 418). οὐ μέντοι ποτὲ ἐν τῇ καλουμένῃ ἐπιταγματικῇ συντάξει· |
| book 384a.5.5 | ἄλογον γὰρ τὸ τοιοῦτον ὥστε ἐπιφέρεσθαι τὴν αὐτοῦ γενικὴν καὶ |
| book 384a.10.1 | τὴν „οἷ“ προκεῖσθαι δοτικὴν ὑπάρχουσαν· ὅπερ οὐχ ὑγιές· ἀεὶ γὰρ |
| book 384a.10.2 | ταῖς πρωτοτύποις ὁμοιόπτωτος συντάσσεται ἡ αὐτοῦ ἀντωνυμία. |
| book 384a.10.3 | π〈ε〉ιστέον οὖν Ἀριστάρχῳ γράφοντι πειρήθη δ’ ἕο αὐτοῦ. A |
| book 384b.1 | 〈ἕο αὐτοῦ:〉 οὕτως ἕο αὐτοῦ αἱ Ἀριστάρχου· Ζηνό‐ |
| book 384b.2 | δοτος „ἑοῦ αὐτοῦ“. Aim |
| book 385-6a1.1 | εἰ οἷ ἐφαρμόσσειε〈— / τῷ δ’ εὖτε πτερὰ |
| book 385-6a1.2 | γίγνετο〉: ἡ συμμετρία γὰρ αὐτὰ ποιεῖ κοῦφα, ὡς εἰ μείζονα ἦν βα‐ |
| book 385-6a1 | ρέα ὑπῆρχεν. καὶ τὰ πτερὰ (386) δὲ πολλὴν ἁρμονίαν ἔχουσιν. T |
| book 385-6a2.1 | ἢ τάχα ἡ συμμετρία τῶν ὅπλων καὶ κουφότητα ἐνεποίει |
| book 385-6a2.2 | ὡς μὴ δοκεῖν αὐτὸν φέρειν ταῦτα, ἀλλ’ αὐτὰ τοῦτον. b(BCE3E4) |
| book 385-6a2.3 | εἰ δὲ μείζονα ἦν, βαρύτερα ἂν ὑπῆρχε. καὶ τὰ πτερὰ δὲ πολλὴν ἁρ‐ |
| book 385-6a2.4 | μονίαν ἔχει. ὁ δὲ λόγος ὑπερβολή. b(BE3E4) |
| book 385.1 | ἐντρέχοι 〈ἀγλαὰ γυῖα〉: εἰ συνάλλεσθαι τοῖς ὅπλοις |
| book 385.2 | δύναιτο b(BCE3E4)T καὶ μὴ ἐμποδίζοιτο. b(BCE3E4) |
| book 386a.1 | τῷ δ’ εὖτε πτερὰ 〈γίγνετο〉: οὕτως γραπτέον τῷ |
| book 386a.2 | δ’ εὖτε, ἵνα ᾖ ὡσεὶ πτερὰ διὰ τὴν κουφότητα {ἔξωθεν δὲ τὸ ὥς}. |
| book 386a.3 | πρότερον δὲ γράφων ὁ Ἀρίσταρχος τῷ δ’ εὖτε καὶ κατὰ συστολὴν |
| book 386a.4 | δεχόμενος ἀντὶ τοῦ ἠΰτε, ὡς ἐπὶ τοῦ „εὖτ’ ὄρεος κορυφῇσι“ (Γ 10), |
| book 386a.5.1 | μετέγραψεν ὕστερον „τῷ δ’ αὖτε“, ἐμφατικώτερον νομίσας εἶναι ὑπα‐ |
| book 386a.5.2 | κουομένου τοῦ ὥς, ὡς κἀκεῖ „καιρ[οσέων δ’ ὀθονέων] ἀπολείβεται |
| book 386a.5.3 | 〈ὑγρὸν ἔλαιον〉“ (η 107). A |
| book 386b1.1 | τῷ δ’ εὖτε: οὕτως 〈τῷ δ’〉 εὖτε Ἀρίσταρχος· συνέ‐ |
| book 386b1.2 | σταλται δὲ τὸ ἠΰτε καὶ διὰ τοῦ ε εἴρηται. παρὰ δὲ Ἀριστοφάνει „τῷ |
| book 386b1.3 | δ’ ὥστε“. ἐν δὲ ταῖς ἀπὸ τῶν πόλεων „τῷ δ’ αὖτε“, 〈ἔξωθεν δὲ τὸ |
| book 386b1.4 | ὥσ〉. A |
| book 386b2 | Ἀρίσταρχος εὖτε. Aint |
| book 386b3.1 | {εὖτε:} συστολὴ ἀπὸ τοῦ ἠΰτε. γράφεται „†αὗτα醓, |
| book 386b3.2 | ἵνα λείπῃ τὸ ὥς. T |
| book 386c.1 | ἄειρε δὲ ποιμένα λαῶν: τινές φασιν ὅτι ἐμετεώριζεν |
| book 386c.2 | αὐτὸν ὁ κόσμος b(BCE3E4)T καὶ γαυριᾶν ἐποίει. b(BCE3E4) |
| book 387 | 〈σύριγγος:〉 τῆς δορατοθήκης. Til |
| book 388-91a.1 | βριθὺ μέγα στιβαρόν· τὸ μὲν—ἡρώεσ‐ |
| book 388-91a.2 | σιν: ἀθετοῦνται στίχοι τέσσαρες, ὅτι ἐκ τοῦ Πατρόκλου ὁπλισμοῦ (sc. |
| book 388-91a.3 | Π 141—4) μετάκεινται. ἡ δὲ περιεστιγμένη διπλῆ, ὅτι ἐνταῦθα μὲν αὐ‐ |
| book 388-91a.4 | τοὺς Ζηνόδοτος καταλέλοιπεν, ἐπὶ δὲ Πατρόκλου ἠθέτηκεν 〈***〉. |
| book 388-91a.5.1 | ἐκεῖ δὲ ἀναγκαίως λέγονται, ἵνα γνῶμεν, διὰ τί οὐκ ἔλαβε τὴν με‐ |
| book 388-91a.5.2 | λίαν. A |
| book 388-91b.1 | 〈βριθὺ—ἡρώεσσιν:〉 οὐδὲ ἐν ταῖς ἄλλαις ἦσαν οἱ |
| book 388-91b.2 | ἀθετούμενοι. Aint |
| book 388-91c.1 | βριθὺ μέγα στιβαρόν· τὸ μὲν—ἡρώεσσιν: |
| book 388-91c.2 | ἐπὶ Πατρόκλου (sc. Π 141—4) οἰκείως κεῖνται, ἵνα γνῶμεν, διὰ τί παρ‐ |
| book 388-91c.3 | έλιπεν αὐτὸ Πάτροκλος· b(BCE3E4)T καὶ ἐνταῦθα πρὸς αὔξη‐ |
| book 388-91c.4 | σιν Ἀχιλλέως, ὅτι τὸ ἄλλοις μὴ φορητὸν εὐκόλως οὗτος περιῆγε. |
| book 388-91c.5.1 | b(BCE3E4) βριθὺ (388) δὲ ἐπώδυνον· τὸ γὰρ βάρος ἐπὶ δορά‐ |
| book 388-91c.5.2 | των ἄχρηστον. b(BCE3E4)T |
| book 389.1 | ἐπίστατο: εἰώθει· ποιεῖ γὰρ Ἀχιλλέα παρὰ Χείρωνι δι‐ |
| book 389.2 | δασκόμενον πάλλειν τὴν μελίαν. T |
| book 390 | 〈τάμε:〉 καὶ „πόρε {χείρων}“. Aint |
| book 391 | 〈ἐν κορυφῇς:〉 οὕτως πληθυντικῶς αἱ Ἀριστάρχου. Aint |
| book 392a1.1 | 〈Ἄλκιμος:〉 ὅτι τὸν Ἀλκιμέδοντα (cf. Π 197 al.) νῦν |
| book 392a1.2 | Ἄλκιμον λέγει. Aim |
| book 392a2 | ὁ Ἀλκιμέδων. Til |
| book 393a | 〈ζεύγνυον:〉 οὕτως διὰ τοῦ ο ζεύγνυον. Aint |
| book 393b.1 | ἀμφὶ δὲ καλὰ λέπαδν’ ἔσαν: ἔσαν ἀντὶ τοῦ θέσαν |
| book 393b.2 | κατὰ παράλειψιν τοῦ θ. T |
| book 393c.1 | λέπαδνα: τοὺς καθιεμένους κατὰ τῶν ἱππείων τραχήλων |
| book 393c.2 | περιστηθίους ἱμάντας. b(BCE3)T |
| book 396.1 | 〈χειρὶ λαβὼν〉 ἀραρυῖαν: τῇ χειρὶ ἀραρυῖαν, b(BCE3) |
| book 396.2 | T οὐκ ἐξολισθαίνουσαν τῆς χειρός. b(BCE3E4)T |
| book 398a1.1 | 〈τεύχεσι παμφαίνων〉 ὥς τ’ ἠλέκτωρ: περὶ τοῦ |
| book 398a1.2 | θώρακος ἔφη „φαεινότερον πυρὸς αὐγῆσ“ (Σ 610)· περὶ δὲ τοῦ σά‐ |
| book 398a1.3 | κους „σέλας γένετ’ ἠΰτε μήνησ“ (Τ 374)· περὶ δὲ τῆς κόρυθος „ἡ δ’ |
| book 398a1.4 | ἀστὴρ ὣς ἀπέλαμπεν“ (Τ 381). εἰκότως οὖν αὐτὸν τὸν ὡπλισμένον |
| book 398a1.5 | ἡλίῳ ἀπεικάζει. T |
| book 398a2.1 | εἰκότως δὲ πυρὸς αὐγῇ τὸν θώρακα, τὸ δὲ σάκος σελήνῃ, |
| book 398a2.2 | τὸ δὲ κράνος ἀστέρι εἰκάσας, τὸν ἐκ πάντων τούτων καταλαμπόμενον |
| book 398a2.3 | ἡλίῳ μάλιστα εἰκάζει τῷ λαμπροτάτῳ. b(BE3E4) |
| book 398b.1 | ἠλέκτωρ: ὁ εἰς λέκτρον μὴ ἐρχόμενος. ἢ παρὰ τὸ μὴ |
| book 398b.2 | κοιμᾶσθαι εἰλούμενον· διὸ ἵππους αὐτῷ οὐχ ὑποζεύγνυσι, τὸν δὲ οὐ‐ |
| book 398b.1 | ρανὸν ὄχημα αὐτοῦ φησιν (sc. Θ 68. Π 777). A b (BCE3E4)T ἢ |
| book 398b.2 | μᾶλλον ὁ μὴ κοιμίζων· τὰ γὰρ εἰς τωρ κατ’ ἐνεργείας τάσσει, σημάν‐ |
| book 398b.5.1 | τωρ κοσμήτωρ. ‘λέγω‘ δὲ τὸ κοιμίζω, „λέξον δή με τάχιστα“ (Ω |
| book 398b.5.2 | 635). A b (BE3E4)T |
| book 398c.1 | Ὑπερίων: καὶ ὅτε γὰρ δοκοῦμεν αὐτὸν κάτω φέρεσθαι, |
| book 398c.2 | κυκλοῖ τὴν γῆν καὶ ὑπεράνω ἡμῶν ἐστιν. b(BE3E4)T |
| book 400.1 | Ξάνθε τε καὶ Βαλίε, 〈τηλεκλυτὰ τέκνα Ποδάρ‐ |
| book 400.2 | γησ〉: σημειοῦνταί τινες, ὅτι ἐντεῦθεν ἡ διασκευὴ τοῦ τεθρίππου πε‐ |
| book 400.3 | ποίηται „Ξάνθε τε καὶ σύ, Πόδαργε“ (Θ 185). A |
| book 401.1 | ἄλλως δὴ φράζεσθε, 〈σαωσέμεν ἡνιοχῆα〉: ἄλλως |
| book 401.2 | φράζεσθε ἢ ὡς ἐπὶ Πατρόκλῳ. ἔστι δὲ ὁ μὲν Αὐτομέδων θνητός, οἱ δὲ |
| book 401.3 | ἵπποι ἀθάνατοι· διὸ μᾶλλον ἐγκαλεῖ τοῖς σῴζειν δυναμένοις. ἢ ὅτι διὰ |
| book 401.4 | τῶν ἵππων καὶ τῷ ἡνιόχῳ ἐγκαλεῖ. b(BCE3E4)T ἢ ὅτι „τάχα |
| book 401.5 | κεν καὶ ἀναίτιον αἰτιόῳτο“ (Λ 654). T |
| book 402a | 〈Δαναῶν:〉 ἐν ἄλλῳ „{ἂψ} λαῶν“. Aim |
| book 402b.1 | ἑῶμεν: ὅτι δασυντέον τὸ ἑῶμεν: ἔστι γὰρ ἅδην ἔχω‐ |
| book 402b.2 | μεν, A | κορεσθῶμεν. A Til |
| book 403a.1 | μηδ’ ὡς Πάτροκλον 〈λίπετ’ αὐτόθι τεθνειῶτα〉: |
| book 403a.2 | ἠθικὰ ταῦτα· εἰώθαμεν γὰρ καὶ τοῖς παρατυχοῦσιν ἐγκαλεῖν. T |
| book 403b | 〈αὐτοῦ:〉 γράφεται „{λίπετ’} αὐτόθι“. Aim |
| book 405.1 | ἤμυσε 〈καρήατι〉: παρέκλινε τὴν κεφαλήν, ἐπιστρέφων |
| book 405.2 | ἑαυτὸν ὥστε ἀντίος τῷ Ἀχιλλεῖ γενέσθαι, καὶ πρὸς αὐτὸν φθέγγεται. |
| book 405.3 | b(BCE3)T |
| book 405 | ἤμυσε καρήατι: παρέκλινε τὴν κεφαλὴν—διαλέ‐ |
| book 405.5 | γεσθαι. A |
| book 406.1 | ζεύγλης: ζεύγλη τὸ ὑπὸ τὸν ζυγὸν μέρος, εἰς ὃ ὁ τράχηλος |
| book 406.2 | ἐντίθεται. b(BCE3E4)T |
| book 407a.1 | αὐδήεντα δ’ ἔθηκε 〈θεὰ λευκώλενος Ἥρη〉: ἀθε‐ |
| book 407a.2 | τεῖται ὡς περιττὸς καὶ ἐναντίον ἔχων· ἐπιφέρει γὰρ „ὣς ἄρα φωνή‐ |
| book 407a.3 | σαντος Ἐρινύες ἔσχεθον αὐδήν“ (Τ 418), ὡς δηλονότι καὶ παρασχοῦ‐ |
| book 407a.4 | σαι· τοιοῦτος γὰρ ὁ ποιητής· „τὸν μὲν ἀρίζηλον θῆκε〈ν〉 θεὸς ὥσπερ |
| book 407a.5 | ἔφηνεν“ (Β 318). A |
| book 407b.1 | αὐδήεντα: λογικοῦ ζῴου φωνὴν ἔχοντα. οὐκ εὐπρεπὲς |
| book 407b.2 | δέ, φασί, τὴν Ἥραν παραιτίαν λύπης γενέσθαι τῷ Ἀχιλλεῖ. ῥητέον |
| book 407b.3 | δὲ ὅτι εἰς πρᾶγμα τολμηρὸν καταβαίνων ὁ ποιητής, τὸ φωνῆς μετέχον‐ |
| book 407b.4 | τας ἵππους εἰσάγειν, θεῷ περιάπτει τὴν αἰτίαν, καὶ Ἥρᾳ, ἐπεὶ φωνή |
| book 407b.5.1 | ἐστιν ἀὴρ πεπληγμένος. b(BCE3E4)T τί δὲ ἄτοπον, ὅπου γε καὶ |
| book 407b.5.2 | Θέτις προεῖπεν· „αὐτίκα γάρ τοι ἔπειτα μεθ’ Ἕκτορα πότμος ἑτοῖ‐ |
| book 407b.5.3 | μοσ“ (Σ 96); b(BE3E4)T |
| book 407c | ἄλλως· αὐδήεντα: εἰ θείας μετέχουσι φύσεως, τί ἄτοπον |
| book 407c.1 | καὶ φωνεῖν; πρῶτος δὲ Ὅμηρος τοῦτο ἐποίησεν, Ἡσίοδος (sc. opp. |
| book 407c.2 | 203—12) ἐπὶ τοῦ ἱέρακος, Ἀρχίλοχος (fr. 168 T. = 174 W., cf. p. |
| book 407c.3 | 64 W.) ἐπὶ τοῦ ἀετοῦ, καὶ Αἴσωπος ὕστερον κατεχρήσατο. T |
| book 411.1 | 〈νωχελίῃ:〉 νωχελία παρὰ τὸ μὴ δύνασθαι κέλλειν· ὅθεν |
| book 411.2 | καὶ χελώνη λέγεται. b(BCE3E4)T |
| book 413.1 | 〈θεῶν ὤριστος:〉 ἥλιος γὰρ ὁ μείζων τῶν ἀστέρων. b |
| book 413.2 | (BCE3E4)Til |
| book 415.1 | 〈νῶϊ δὲ καί κεν〉 ἅμα πνοιῇ Ζεφύροιο 〈θέοιμεν〉: |
| book 415.2 | τοῦτο γὰρ παρὰ τοῦ πατρὸς Ζεφύρου ἔχουσιν. ἢ ὑπερβολικῶς. T |
| book 416-7.1 | ἥνπερ ἐλαφροτάτην 〈φάς’ ἔμμεναι—δα‐ |
| book 416-7.2 | μῆναι〉: ἀθετοῦνται στίχοι καὶ οὗτοι οἱ δύο, ὅτι οὐκ ἀναγκαῖοί εἰσιν· |
| book 416-7.3 | οἴδαμεν γὰρ ὅτι ἡ πνοὴ ἐλαφροτάτη ἐστί. τὸ δὲ καὶ προσθεῖναι φασίν |
| book 416-7.4 | (416) ὡς ἀπὸ ἱστορίας ἐστὶ παρειληφότα ἀγνοούμενόν τι, καὶ ἀπίθα‐ |
| book 416-7.5 | νον ἵππον λέγειν φασίν ὥσπερ ἄνδρα πολυίστορα. A |
| book 416.1 | 〈ἥνπερ—ἔμμεναι〉: |
| book 416.2 | τὴν ἁμαρτίαν τοῦ πατρὸς ἄλλοθεν, οὐκ οἴκοθεν κομίζει. δῆλον |
| book 416.3 | δὲ ὡς ἀθάνατοι ὄντες τῶν ἀνθρωπίνων ἐπύθοντο λόγων. T |
| book 417 | θεῷ τε καὶ ἀνέρι 〈ἶφι δαμῆναι〉: φασὶν ὡς ἐν σχήματι |
| book 417 | Πάριδος Ἀπόλλων ἐτόξευσεν αὐτόν. b(BCE3E4)T |
| book 418a.1 | ὣς ἄρα φωνήσαντος 〈Ἐρινύες ἔσχεθον αὐδήν〉: |
| book 418a.2 | οὕτως εἰπόντος—γίνεσθαι. | ἡ διπλῆ δὲ πρὸς τὴν ἀθέτησιν τοῦ |
| book 418a.3 | „αὐδήεντα δ’ ἔθηκε 〈θεὰ λευκώλενος Ἥρη〉“ (Τ 407)· εἰ γὰρ ἡ Ἥρα |
| book 418a.4 | παρέσχε, καὶ ἐπισχεῖν ὤφειλεν, οὐχ αἱ Ἐρινύες. A |
| book 418b.1 | Ἐρινύες ἔσχεθον αὐδήν: ἐπίσκοποι γάρ εἰσι τῶν πα‐ |
| book 418b.2 | ρὰ φύσιν. ἢ τὸν περὶ θανάτου λόγον ἀνεγράψαντο. b(BCE3E4)T |
| book 423.1 | ἄδην ἐλάσαι κακόκητος: ἀθρόως κορέσαι ἢ συγκλεῖσαι. |
| book 423.2 | μεγαλοφυῶς δὲ οὐδὲ πλησίον τοῦ κινδύνου γενόμενος ἀποτρέπεται |
| book 423.3 | τῆς ὁρμῆς ὥσπερ πρὸ τοῦ θανάτου ἀνδρίσασθαι μέλλων. b(BCE3E4)T |
| book 424 | 〈ἐν πρώτοις:〉 ἀντὶ τοῦ εἰς ἥρωας τοὺς τῶν Ἀχαιῶν. Til |
| book postscr.1 | Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς |
| book postscr.2 | Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας |
| book postscr | Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς. A |
| book 2a.1 | ἀμφὶ σέ, Πηλέως υἱέ: ὅτι τῆς ὑπαίθρου στρατιᾶς ἡγεμὼν |
| book 2a.2 | ἦν. b(BCE3)T | ὀρθοτονητέον δὲ τὴν ἀντωνυμίαν διὰ τὴν πρόθεσιν. |
| book 2a.3 | b(BCE3) | προσφωνεῖ δὲ ὁ ποιητὴς ἡρωϊκοῖς μὲν προσώποις πέντε, |
| book 2a.4 | Ἀχιλλεῖ, Μενελάῳ (cf. Δ 127. 146 al.), Μελανίππῳ (cf. Ο 582), |
| book 2a.5.1 | Πατρόκλῳ (cf. Π 11. 20 al.), Εὐμαίῳ (cf. ξ 55 al.), θεῶν δὲ Ἀπόλ‐ |
| book 2a.5.2 | λωνι· „ἀμφὶ σέ, ἤϊε Φοῖβε“ (Υ 152). b(BCE3)T |
| book 2b1.1 | μάχης ἀκόρητον: ἐὰν πληθυντικῶς γράφηται „ἀκόρη‐ |
| book 2b1.2 | τοι“, συνάψομεν τῇ τελευταίᾳ λέξει ὡς ἂν ἐπιθετικὸν ἐκείνης. ἐὰν δὲ |
| book 2b1.3 | ἑνικῶς, βραχὺ διαστελοῦμεν· ἐπὶ γὰρ τοῦ Ἀχιλλέως ἀκουσθήσεται. A |
| book 2b2.1 | {μάχης ἀκόρητος:} ἐὰν πληθυντικῶς γράφωμεν, ἐπὶ τέλους |
| book 2b2.2 | ἡ στιγμὴ τίθεται. ἐὰν δὲ ἑνικῶς ἀκόρητον, ἐπὶ Ἀχιλλέως κειμένου |
| book 2b2.3 | τοῦ ὀνόματος, ἐπὶ τὸ ἀκόρητον †ἐπὶ ἀχιλλέως κειμένων†. T |
| book 2b3.1 | εἰ μὲν πληθυντικῶς εἴπωμεν, ἡ στιγμὴ εἰς τὸ †υἱέ†. εἰ δὲ |
| book 2b3.2 | ἑνικῶς ἐπὶ Ἀχιλλέως, διαστολὴ εἰς τὸ ἀκόρητον. b(BCE3) |
| book 3.1 | θρωσμῷ: ὑψηλῷ τόπῳ, ὅθεν—ἐπισημότατός ἐστιν. ἡ |
| book 3.2 | ἱστορία παρὰ Δημητρίῳ τῷ Σκηψίῳ (fr. 23 G.). A |
| book 4a.1 | Ζεὺς δὲ Θέμιστι κέλευσε 〈θεοὺς ἀγορὴν δὲ καλέσ‐ |
| book 4a.2 | σαι〉: μεγαλοφυὴς ἡ Ἀχιλλέως ἔξοδος, ὅπου γε ἐκκλησία θεῶν δι’ |
| book 4a.3 | αὐτὸν γίνεται καὶ θεομαχία. b(BE3E4)T |
| book 4b1.1 | Ζεὺς δὲ Θέμιστα 〈κέλευσε θεοὺς ἀγορὴν δὲ καλέσ‐ |
| book 4b1.2 | σαι〉: ὅτι οὐκ ἀγγέλῳ κελεύει καθάπερ Ἴριδι, ἀλλὰ τῷ τὰς ἀγορὰς |
| book 4b1.3 | διαλύειν καὶ πάλιν συνάπτει〈ν〉. A |
| book 4b2 | καὶ ὅτι ἀντὶ τοῦ Θέμιστι. Aint |
| book 4b3 | τὸ δὲ Θέμιστα Ἀττικῶς ἀντὶ τοῦ Θέμιστι. b(BE3E4) |
| book 4c.1 | 〈Ζεὺς δὲ〉 Θέμιστι κέλευσε 〈θεοὺς ἀγορὴν δὲ καλέσ‐ |
| book 4c.2 | σαι〉: πρὸς μὲν τὰς ψιλὰς ἀγγελίας Ἴριδι χρῆται, ὅταν δὲ μεῖζόν τι |
| book 4c.3 | δέῃ διοικῆσαι, τὸν Ἑρμῆν ἀποστέλλει. νῦν δέ, ὡς νομιμωτάτης ἐσο‐ |
| book 4c.4 | μένης τῆς ἀγορᾶς καὶ τέλος ἐπιθεῖναι μελλούσης τοῖς πράγμασι, πρὸς |
| book 4c.5.1 | τὴν σύγκλητον τῇ Θέμιδι χρῆται, οὐχ ὡς κήρυκι, ἀλλ’ ὅτι καὶ τὰς |
| book 4c.5.2 | τῶν „ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει“ (β 69) διὰ τὸ κατὰ |
| book 4c.5.3 | νόμους ἐγχειρεῖν τοῖς πρακτέοις b(BCE3E4)T ἢ μή. καὶ Ὧραι |
| book 4c.5.4 | δὲ αὐτῆς παῖδες, ἐπεὶ τῇ δικαιοπραγίᾳ τὰ φυόμενα σῴζεται. T |
| book 5a.1 | κρατὸς ἀπ’ Οὐλύμποιο πολυπτύχου: τοῦτο βέλτιον |
| book 5a.2 | τοῖς ἄνω προσνέμειν, AT ἵνα μὴ μακρὸν ὑπερβατὸν ποιῶμεν. |
| book 5a.3 | τὸ δὲ ἑξῆς ἐστι „κέλευσε“ (Υ 4) κρατὸς ἀπ’ Οὐλύμποιο (Υ 5) |
| book 5a.4 | „καλέσσαι“ (Υ 4). | ἡ διπλῆ δέ, ὅτι Ὄλυμπος ὄρος· διὸ πολύπτυχος. |
| book 5a.5 | A |
| book 5b.1 | ἄλλως· κρατὸς ἀπ’ Οὐλύμποιο 〈πολυπτύχου〉: ἐκεῖσε |
| book 5b.2 | γὰρ ὁ οἶκος τοῦ Διός. πολυπτύχου δὲ πολλὰς ἀνακλίσεις ἔχοντος· |
| book 5b.3 | ἢ ἰσχυροῦ, ἀπὸ τῶν πολυπτύχων ἀσπίδων. b(BCE3E4)T ἢ ὅτι |
| book 5b.4 | ὀκτὼ σφαίρας ἔχει ὁ οὐρανός, μίαν τῶν ἀπλανῶν, ἑπτὰ τῶν πλανή‐ |
| book 5b.5 | των. T |
| book 7a.1 | οὔτε τις οὖν ποταμῶν ἀπέην 〈νόσφ’ Ὠκεανοῖο〉: |
| book 7a.2 | ὅτι ποταμόν, οὐ θάλασσαν τὸν Ὠκεανὸν παραδίδωσι. | τὸν δὲ |
| book 7a.3 | Ὠκεανὸν—πρεσβύτατος ὑπάρχων. A |
| book 7b.1 | οὔτε τις οὖν ποταμῶν 〈ἀπέην〉 νόσφ’ Ὠκεανοῖο: |
| book 7b.2 | πρόγονος γὰρ θεῶν (cf. Ξ 201. 302)· ἵνα μὴ τοῖς ἀπογόνοις ἑαυτοῦ |
| book 7b.3 | παρῇ πολεμοῦσιν. T |
| book 7c.1 | ἄλλως· οὔτε τις οὖν ποταμῶν: προοικονομεῖ Ἀχιλλεῖ |
| book 7c.2 | ἀντίπαλον προαγαγεῖν Σκάμανδρον τὸν ποταμόν (cf. Φ 234—327). |
| book 7c.3 | T |
| book 7d.1 | νόσφ’ Ὠκεανοῖο: τὴν Γῆν παρῆκε, οὐ διορισάμενος, εἴτε |
| book 7d.2 | παραγέγονεν εἴτε οὔ. b(BCE3E4)T ἀλλὰ καὶ βέλτιον περὶ |
| book 7d.3 | αὐτῆς ὑπονοεῖν ὡς ἀπολειπομένης τοῦ συλλόγου. T ἢ τάχα ὡς |
| book 7d.4 | ὡμολογημένον αὐτὸ παρῆκεν ὁ ποιητής· ἀνάγκη γὰρ μένοντος τοῦ |
| book 7d.5.1 | Ὠκεανοῦ καὶ τὴν Γῆν μένειν· b(BCE3E4)T περὶ γὰρ ταύτην |
| book 7d.5.2 | τὸ ὕδωρ. b(BE3E4)T | οὐκ ἔδει δὲ τῶν ἐξ αὐτῶν κινουμένων καὶ |
| book 7d.5.3 | ταῦτα κινεῖσθαι· ὡς γὰρ πρόγονοι πάντων ἀκίνητοι μένουσιν. |
| book 7d.5.4 | b(BE3E4) |
| book 8.1 | οὔτ’ ἄρα νυμφάων: τὴν γὰρ Λητὼ (cf. Υ 40 al.) μίαν τῶν |
| book 8.2 | νυμφῶν οἴεται· ὅθεν καὶ παίζουσι μετὰ τῆς Ἀρτέμιδος αἱ νύμφαι· |
| book 8.3 | „γέγηθε δέ τε φρένα Λητώ“ (ζ 106). T |
| book 8 | αἵ τ’ ἄλσεα καλὰ νέμονται: αἱ τὰ ἄλση κατοικοῦσαι |
| book 8.5 | —ἐπὶ τῶν ἑλῶν ἑλ〈ε〉ιονόμοι. A |
| book 9.1 | πίσεα: πίω πίσω πῖσος, ὡς μύω μύσω μύσος· τοῖς γὰρ μιαι‐ |
| book 9.2 | φόνοις οὐκ ἐξῆν προσφωνεῖν τινα. b(BCE3)T |
| book 11a1.1 | ξεστῇς αἰθούσῃσιν 〈ἐνίζανον〉: ὅτι Ζηνόδοτος γρά‐ |
| book 11a1.2 | φει „ἐφίζανον“. αἱ δὲ αἴθουσαι οὐκ εἰσὶ θρόνοι ἢ καθέδραι, ἵνα λέγῃ |
| book 11a1.3 | ἐφίζανον, ἀλλὰ στοαὶ καὶ στυλωταὶ ἕδραι ἢ τόποι ὑφ’ ἡλίου κατα‐ |
| book 11a1.4 | λαμπόμενοι. A | τινὲς δὲ γράφουσιν „ἐνίδρανον“, καθέδρας οἰηθέντες |
| book 11a1.5 | AT εἶναι τὰς αἰθούσας. T |
| book 11a2 | ἔνιοι „ἐφίζανον“. Aim |
| book 11b1.1 | αἰθούσῃσιν: αἱ αἴθουσαι ἐξέδραι στυλωταί εἰσιν ἢ τόποι |
| book 11b1.2 | ὑφ’ ἡλίου καταλαμπόμενοι. T |
| book 11b2.1 | αἴθουσαί εἰσι τόποι πρόστωοι, ὑφ’ ἡλίου καταλαμπόμενοι. |
| book 11b2.2 | b(BCE3E4) |
| book 12a | 〈Ἥφαιστος—πραπίδεσσιν:〉 παντοδαπὸς τεχνίτης. |
| book 12a | Til |
| book 12b.1 | 〈ποίησεν ἰδυίῃσι:〉 οὕτως διὰ τοῦ ι τὸ ἰδυίῃσι καὶ |
| book 12b.2 | τέλειον τὸ ποίησε. Aint |
| book 13.1 | ὣς οἱ μὲν Διὸς ἔνδον 〈ἀγηγέρατο〉: ὅτι {διὸς} ἔνδον |
| book 13.2 | εἴρηκε τοπικὸν ἐπίρρημα ἀντὶ τῆς ἔν προθέσεως· θέλει γὰρ εἰπεῖν A |
| book 13.3 | ἐν Διός, ὡς „εἴσω ἁλὸς εὐρέα κόλπον“ (Φ 125) AT ἀντὶ τοῦ |
| book 13.4 | εἰς ἁλὸς κόλπον. T |
| book 13-4.1 | οὐδ’ ἐνοσίχθων / νηκούστησε 〈θεᾶσ〉: ἐπεὶ πρό‐ |
| book 13-4.2 | τερον (cf. Ο 157—219) ἐξελασθῆναί φησιν αὐτὸν τῆς μάχης ὑπὸ τοῦ |
| book 13-4.3 | Διός, ὥσπερ τι παράδοξον εἰσάγει ὅτι οὐκ ἐμνησικάκησε τῆς ὕβρεως, |
| book 13-4.4 | ἀλλὰ πειθαρχῶν φαίνεται, b(BCE3E4)T καὶ οὐ μόνον συνῆλθεν, |
| book 13-4.5 | ἀλλὰ καὶ τοῦ λόγου κατάρχει (cf. Υ 15—8). b(BE3E4)T |
| book 13-4.1 | οὐδ’ ἐνοσίχθων / νηκούστησε θεᾶς: ὁ δὲ Ποσειδῶν |
| book 13-4.2 | οὐ παρήκουσε—φιλονεικίαν. A |
| book 16.1 | τίπτ’ αὖτ’, ἀργικέραυνε: ἀξίωμα ἐμφαίνει αὐτοῦ ὡς προ‐ |
| book 16.2 | λαμβάνοντος τοὺς λόγους τοῦ Διός. τὸ δὲ αὖτε παραπληροῖ, ἢ |
| book 16.3 | σημαίνει τὸ πάλιν, ἵνα φαίνηται ἀπομνημονεύων ἠθικῶς τῶν πρόσθεν, |
| book 16.4 | ὅτε αὐτοῖς ἀπηγόρευε μάχεσθαι (cf. Θ 5—27). b(BCE3E4)T |
| book 17.1 | ἦ {τι περι τρώων}: ἐρωτηματικὸς ὁ σύνδεσμος καὶ ἅπαξ εἰ‐ |
| book 17.2 | λημμένος κατὰ μίαν διάνοιαν· διὸ περισπαστέος. τοῦτο δέ φημι πρὸς |
| book 17.3 | τὰ τοιαῦτα „ἢ δολιχὴ νοῦσος ἦ Ἄρτεμις ἰοχέαιρα“ (λ 172), „ἠὲ νέον |
| book 17.4 | μεθέπεις ἦ καὶ πατρώϊός ἐσσι“ (α 175)· ἐν γὰρ ταῖς τοιαύταις συν‐ |
| book 17.5 | τάξεσιν ὁ μὲν πρότερος ἤ ἐγκλίνεται, ὁ δὲ δεύτερος περισπᾶται. A |
| book 21a.1 | ὧν ἕνεκα ξυνάγειρα: καὶ τοῦτο ἑκατέρωσε δύναται προσ‐ |
| book 21a.2 | δίδοσθαι. εἰ μὲν οὖν τοῖς ἄνω, στίζομεν ἐπὶ τὸ ξυνάγειρα, εἰ δὲ |
| book 21a.3 | τοῖς ἑξῆς, ὑποστίζομεν ἐπ’ αὐτό. A |
| book 21b | 〈ὧν:〉 λείπει ἀνδρῶν. b(BCE3E4)Til |
| book 21c1.1 | μέλ{λ}ουσί μοι ὀλλύμενοί περ: „πατήρ“ γὰρ „ἀν‐ |
| book 21c1.2 | δρῶν τε θεῶν τε“ (Α 544 al.). παρέλκει δὲ ὁ πέρ. T |
| book 21c2.1 | †μέλλουσι† δὲ αὐτῷ ὡς πατρὶ θεῶν καὶ ἀνδρῶν. ὁ δὲ πέρ |
| book 21c2.2 | περιττεύει. b(BCE3E4) |
| book 23a.1 | ἥμενος ἔνθ’ ὁρόων 〈φρένα τέρψομαι〉: τὴν πρώτην |
| book 23a.2 | λέξιν βέλτιον τοῖς ἄνω συνάπτειν, ἵνα μὴ δύο μετοχαὶ ἐπὶ τὸ αὐτὸ |
| book 23a.3 | ἀσυνδέτως κέωνται. A b (BCE3E4)T |
| book 23b.1 | τέρψομαι: διὰ τὸ σῴζεσθαι τὸ μοιρίδιον †ἢ† ἁλισκομένης |
| book 23b.2 | τῆς Ἰλίου· ἐπάγει γοῦν τὴν αἰτίαν· „εἰ γὰρ Ἀχιλλεὺς οἶος ἐπὶ |
| book 23b.3 | Τρώεσσι μαχεῖται, / οὐδὲ μίνυνθ’ ἕξουσι“ (Υ 26—7). b(BCE3E4) |
| book 23b.4 | T |
| book 25.1 | ἀμφοτέροισι δ’ ἀρήγετε: τοῖς μὲν Ἀχαιοῖς, μὴ ὑπὸ τοῦ |
| book 25.2 | Ἀπόλλωνος νῦν Ἀχιλλεὺς τοξευθῇ, τοῖς δὲ Τρωσί, μὴ ὑπὸ Ἀχιλλέως |
| book 25.3 | πάντες ἀπόλωνται. ἐκτραγῳδῶν δὲ τὰς ποιήσεις θεῶν παρατάξεις |
| book 25.4 | συμμίσγει αὐταῖς. b(BCE3E4)T |
| book 26-7.1 | εἰ γὰρ Ἀχιλλεὺς οἶοσ〈—Πηλεΐωνα〉: δόξειεν ἂν |
| book 26-7.2 | τοὐναντίον ἢ ὁ Ζεὺς βούλεται γίνεσθαι, τῶν θεῶν ἐκπεμπομένων ἐπὶ |
| book 26-7.3 | τὴν μάχην· ὁ μὲν γάρ φησιν, εἰ μὴ παραγένοιντο, οὐδὲ πρὸς ὀλίγον |
| book 26-7.4 | ἀνθέξουσιν οἱ Τρῶες μαχόμενοι τῷ Ἀχιλλεῖ· ἐκ δὲ τοῦ ἀφικνεῖσθαι |
| book 26-7.5.1 | αὐτοὺς μᾶλλον ἰσχυρότερος γίνεται τῷ εἶναι τοὺς Ἑλληνικοὺς θεοὺς |
| book 26-7.5.2 | ἰσχυροτέρους τῶν Τρωϊκῶν. εἰ δὲ καὶ ἴσοι ἦσαν, περιττὴ ἦν ἡ ἐπι‐ |
| book 26-7.5.3 | κουρία τῶν θεῶν· ἐὰν γὰρ δύο ἀνίσοις ἴσα προστεθῇ, τὰ ὅλα ἐστὶν |
| book 26-7.5.4 | ἄνισα· ἡ γὰρ αὐτὴ ὑπεροχὴ τῶν ἐξ ἀρχῆς ὑπερεχόντων μένει. — |
| book 26-7.5.5 | ἐροῦμεν δὲ ὡς οὐ διὰ τὴν μάχην τῶν θεῶν ἡ κάθοδος γέγονεν, ἀλλ’ |
| book 26-7.10.1 | ἵνα πρόφασις ἀπάτης Ἀχιλλεῖ γένηται Ἀπόλλωνος (cf. Φ 599—Χ |
| book 26-7.10.2 | 20), δυνηθῇ δὲ καὶ Σκάμανδρος παρεμποδίσαι Ἀχιλλεῖ (cf. Φ 234‐ |
| book 26-7.10.3 | 327). b(BCE3E4)T |
| book 27 | 〈ἕξουσι:〉 ἀντὶ τοῦ ἀνθέξουσιν. Aint |
| book 28a.1 | καὶ δέ τέ μιν καὶ πρόσθεν 〈ὑποτρομέεσκον ὁρῶν‐ |
| book 28a.2 | τεσ〉: ἔτι καὶ πρόσθεν αὐτὸν ὁρῶντες ἔτρεμον. T |
| book 28b.1 | 〈καὶ δέ τέ μιν:〉 Ἀρίσταρχος Aim „καὶ δέ τί μιν“, |
| book 28b.2 | διὰ τοῦ ι. Aim Til |
| book 29a1.1 | νῦν δ’, ὅτε δὴ καὶ θυμὸν 〈ἑταίρου χώεται αἰνῶσ〉: |
| book 29a1.2 | ὅτι κατὰ θυμὸν περὶ ἑταίρου χολοῦται. | τὸ δὲ αἰνῶς ἑκατέροις |
| book 29a1.3 | δύναται προσδίδοσθαι. A |
| book 29a2.1 | λείπει ἡ περί. b(BCE3) | τὸ δὲ αἰνῶς δύναται ἑκατέροις |
| book 29a2.2 | συντάσσεσθαι. b(BCE3)Til |
| book 30a.1 | δείδω, μὴ καὶ τεῖχος 〈ὑπὲρ μόρον ἐξαλαπάξῃ〉: |
| book 30a.2 | τινὲς γράφουσιν ἀντὶ τοῦ δείδω, μὴ καὶ τεῖχος „οὐ μέντοι μοῖρ’ |
| book 30a.3 | ἐστὶν ἔτι ζῳοῦ Ἀχιλῆος / Ἰλίου ἐκπέρσαι εὖ ναιόμενον πτολίεθρον./ |
| book 30a.4 | πέρσει δουράτεός 〈θ’〉 ἵππος καὶ μῆτις Ἐπειοῦ.“ πῶς γὰρ ὁ εἰδὼς |
| book 30a.5 | „μοῖράν τ’ ἀμμορίην τε“ (υ 76) νῦν διστάζει; T |
| book 30b1 | ὑπὲρ μόρον {ἐξαλλαπάξηι}: Ἀριστοφάνης ὡς „ὑπέρ‐ |
| book 30b1.1 | βιον“ (Ρ 19. μ 379 al.), ἓν μέρος λόγου ποιῶν· καὶ ὁ Ἀσκαλωνίτης |
| book 30b1.2 | (p. 58 B.), ἐπεὶ ἀντὶ ἐπιρρήματος τοῦ ὑπερμόρως παρείληπται, |
| book 30b1.3 | ὁμοίως πληθυντικῷ τῷ „ἔνθα κεν Ἀργείοισιν ὑπέρμορα νόστοσ“ |
| book 30b1.5.1 | (Β 155). καὶ ὃν τρόπον „οὐ μὲν καλὸν ἀτέμβειν“ (φ 312) ἀντὶ τοῦ |
| book 30b1.5.2 | καλῶς ἐστὶ καὶ τὸ πληθυντικὸν „οὐ μὲν καλὰ χόλον τόνδ’ ἔνθεο“ |
| book 30b1.5.3 | (Ζ 326), οὕτως καὶ τὸ προκείμενον ἑνικῶς καὶ πληθυντικῶς εἰς σύνταξιν |
| book 30b1.5.4 | παρελεύσεται ἐπιρρήματος· „δείδω μὴ καὶ τεῖχος ὑπέρμορον ἐξ‐ |
| book 30b1.5.5 | αλαπάξῃ“ καὶ „ἔνθα κεν Ἀργείοισι〈ν〉 ὑπέρμορα νόστοσ“ (Β 155). |
| book 30b1.10.1 | ἐντελῶς δὲ ἐν τῇ Β (sc. ad 155) περὶ τῆς προσῳδίας διελάβομεν· |
| book 30b1.10.2 | διὸ νῦν παρίημι. ἐκεῖνο μέντοι ὑπομνήσω ὡς ὅτι δύναται καὶ τοῦτο |
| book 30b1.10.3 | καὶ τὸ ἐν τῇ Ὀδυσσείᾳ (sc. α 35), λέγω δὲ τὸ „ὡς καὶ νῦν Αἴγισθος |
| book 30b1.10.4 | ὑπέρμορον“, κατὰ διάλυσιν ἀναγινώσκεσθαι, ὁμοίως τῷ „μὴ καὶ |
| book 30b1.10.5 | ὑπὲρ μοῖραν δόμον Ἄϊδοσ“ (Υ 336), ὥσπερ ἤδη ἀπεφηνάμην (cf. |
| book 30b1.15 | Hrd. 1, 488, 7). A |
| book 30b2.1 | Ἀριστοφάνης καὶ οἱ πλείους ὑφ’ ἓν προηνέγκαντο τὸ |
| book 30b2.2 | „ὑπέρμορον“, ὡς „ὑπέρβιον“. b(BCE3E4)T ἀντὶ ἐπιρ〈ρ〉ήμα‐ |
| book 30b2.3 | τος δὲ τοῦ ὑπερμόρως κεῖται, b(BE3E4)T ὡς καὶ τὸ πληθυντι‐ |
| book 30b2.4 | κόν, „ἔνθα κεν Ἀργείοισιν ὑπέρμορα“. T δύναται μέντοι καὶ |
| book 30b2.5.1 | b(BE3E4)T ἐνθάδε καὶ ἐν τῇ Ὀδυσσείᾳ „ὡς καὶ νῦν Αἴγισθος |
| book 30b2.5.2 | T ὑπὲρ μόρον“ κατὰ διάλυσιν ἀναγινώσκεσθαι. b(BE3E4)T |
| book 33.1 | Ἥρη μὲν 〈μετ’ ἀγῶνα νεῶν καὶ Παλλὰς Ἀθήνη〉: |
| book 33.2 | Ἥρα εἰς νόμιμον γάμον ἀδικηθέντι Μενελάῳ βοηθεῖ, Ἀθηνᾶ δὲ τοῖς |
| book 33.3 | δικαίως καὶ φρονίμως μαχομένοις. b(BCE3E4)T |
| book 34a.1 | ἠδὲ Ποσειδάων: νησιῶται γὰρ οἱ πλείους Ἑλλήνων καὶ |
| book 34a.2 | „εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρ’ ἀνάγουσιν“ (Θ 203). ἢ διὰ Λαομέ‐ |
| book 34a | δοντα. T |
| book 34b.1 | 〈ἠδὲ Ποσειδάων:〉 Ποσειδῶν δέ, ὅτι ἀπὸ θαλάσσης πρὸς |
| book 34b.2 | τοὺς ἐν τῇ ξηρᾷ πολεμοῦσιν. b(BCE3E4) |
| book 34c.1 | ἐριούνης: ὁ ἐρευνητικός· λόγος γάρ ἐστιν. ἢ ὁ μέγιστα |
| book 34c.2 | ὠφελῶν, πλεονάζοντος τοῦ υ. b(BCE3E4)T οἱ δὲ τραγικοὶ (fr. |
| book 34c.3 | ad. 588 N.2) τὸν καταχθόνιον. ἐπεὶ οὖν μετὰ λόγου ποιοῦνται τὴν |
| book 34c.4 | μάχην οἱ Ἕλληνες, βοηθεῖ αὐτοῖς, ἅμα δὲ καὶ διὰ Κυλλήνην. T |
| book 35.1 | 〈κέκαστο:〉 Ἀρίσταρχος „κέκασται“, οὐ διὰ τοῦ ο κέκα‐ |
| book 35.2 | στο. Aim |
| book 36a1.1 | Ἥφαιστος δ’ ἅμα 〈τοῖσι κίε〉: πολέμιος Ἄρει, φίλος |
| book 36a1.2 | Ἀθηνᾷ. „Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη“ (ζ 233) καὶ „μητρὶ |
| book 36a1.3 | φίλῃ ἐπίηρα φέρων“ (Α 572). καὶ ὅτι τεχνικὸν τὸ Ἑλληνικόν. T |
| book 36a2.1 | Ἥφαιστος δὲ διὰ τὸ φρόνιμος καὶ μηχανικὸς καὶ τεχνίτης |
| book 36a2.2 | εἶναι, οἷοι καὶ Ἕλληνες. b(BCE3E4) |
| book 36b | βλεμεαίνων: οἷον †βλεεμένων ὡς ὑδρηλός†. ἢ διὰ τὸ |
| book 36b | πῦρ. ἢ ἐπεὶ τὰ ἄνω δεινός ἐστι καὶ „πέλωρ αἴητον“ (Σ 410). T |
| book 37a | 〈ῥώοντο ἀραιαί:〉 ἐρρώνυντο αἱ ἀσθενεῖς. Aint |
| book 37b | ῥώοντο: ἐρρωμένως ἐπειρῶντο βαδίζειν. b(BCE3E4)T |
| book 38.1 | 〈ἐς δὲ〉 Τρῶας Ἄρης: ἁρπαγῆς καὶ βίας ὁ Ἄρης δεσπόζει. |
| book 38.2 | φησὶ δὲ „ἐπιδήμιοι ἁρπακτῆρεσ“ (Ω 262). b(BCE3E4)T |
| book 39a1.1 | Φοῖβος ἀκερσεκόμης ἠδ’ Ἄρτεμις ἰοχέαιρα: χορῶν |
| book 39a1.2 | γὰρ δεσπόζει σὺν Ἀρτέμιδι, οἱ δὲ Τρῶες „χοροιτυπίῃσιν ἄριστοι“ |
| book 39a1.3 | (Ω 261). τοξόται τέ εἰσιν οὗτοι οἱ θεοί, τοξόται δὲ καὶ οἱ Τρῶες. T |
| book 39a2.1 | ὁ δὲ Φοῖβος καὶ Ἄρτεμις χορῶν δεσπόζουσι καὶ παιγνίων· |
| book 39a2.2 | καὶ οἱ Τρῶες δὲ „†χοροτυπίῃσιν† ἄριστοι“. ἅμα δὲ ὅτι καὶ τοξόται |
| book 39a2.3 | εἰσὶ τοῖς Τρωσὶν ὁμοίως. b(BCE3E4) |
| book 39b.1 | ἀκερσεκόμης: ἐπεὶ κουροτρόφος. ἐπὶ δὲ τοῖς πένθεσιν |
| book 39b.2 | ἐκείροντο. †οὖν εὐχόμεθα ἀπενθεῖς ἡμᾶς διατηρεῖν. b(BCE3)T |
| book 40a.1 | 〈Λητώ τε Ξάνθος τε φιλομειδής τ’ Ἀφροδίτη:〉 |
| book 40a.2 | Λητώ {δέ}, ὅτι ἐπιλήσμονες ἐξ ἀφροσύνης ἦσαν. ὁ δὲ Ξάνθος, ὅτι |
| book 40a.3 | δίκην ὕδατος πρὸς τὰς αἰσχρότητας ἐφέροντο. ὅτι δὲ πορνικοὶ καὶ |
| book 40a.4 | θηλυδρίαι, καὶ ἡ Ἀφροδίτη συνέπεται. ὁ μέντοι b(BCE3E4) Ἅι‐ |
| book 40a.5.1 | δης οὐ βοηθεῖ (ἀπωλείαις γὰρ ἥδεται) οὔτε Ἥλιος· ἦ γὰρ ἂν πάντας |
| book 40a.5.2 | ὁμοίως ἔβλαψε σκοτοποιῶν. Δημήτηρ δὲ καὶ Διόνυσος καρποφόροι |
| book 40a | ὄντες ἄχθονται τῷ πολέμῳ δῃοῦντι τοὺς καρπούς. b(BCE3E4)T |
| book 40b1.1 | {λητώ τε} Ξάνθος {τε}: ὅτι οὐ προδιασυστήσας τὸν |
| book 40b1.2 | αὐτὸν ποταμὸν Ξάνθον καὶ Σκάμανδρον ὄντα (cf. Υ 74) προκατα‐ |
| book 40b1.3 | κέχρηται τῇ τοῦ Ξάνθου ὀνομασίᾳ, ὡς παραδεδομένοις δηλονότι |
| book 40b1.4 | χρώμενος καὶ οὐκ αὐτὸς πλάσσων τὰ ὀνόματα. A |
| book 40b2.1 | {ξάνθος τε:} ὅτι οὐ προσυστήσας τὴν διωνυμίαν τοῦ |
| book 40b2.2 | Ξάνθου κατεχρήσατο. T |
| book 40c.1 | φιλομειδής: γράφεται „Διὸς θυγάτηρ“· ἄτοπον γὰρ τὸ |
| book 40c.2 | φιλομειδής ἐπὶ τῆς πολεμούσης. T |
| book 42.1 | 〈τεῖος Ἀχαιοί:〉 ἐν ἄλλῳ „τόφρα δ’ Ἀχαιοί {μὲν μέγ’ |
| book 42.2 | ἐκύδανον}“. Aim |
| book 44.1 | Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον: ὅτι |
| book 44.2 | Aint ἀντὶ τοῦ Τρώων ἕκαστον, Aint T ὡς „Τρῶας δὲ στίχας |
| book 44.3 | 〈οὖλοσ〉 Ἄρης ὤτρυνε“ (Ε 461). T |
| book 48a.1 | ὦρτο δ’ ἜΡΙΣ 〈...〉 λαοσσόος: πῶς λαοσσόον τὴν |
| book 48a.2 | Ἔριν προσηγόρευσεν; οὐ γὰρ σῴζουσα βλέπεται, ἀλλὰ φθείρουσα |
| book 48a.3 | μᾶλλον τὰ πλήθη. ῥητέον δὲ ὅτι ἔριν οὔ φησιν αὐτὴν τὴν θεόν (οὐ γὰρ |
| book 48a.4 | προεῖπεν αὐτὴν ἐν τῷ λόγῳ), ἀλλὰ τὴν τῶν θεῶν Τρωϊκῶν τε καὶ |
| book 48a.5.1 | Ἑλληνικῶν φιλονεικίαν· ἡ γὰρ τούτων πρὸς ἀλλήλους ἔρις σωστικὴ |
| book 48a.5.2 | ἐγίνετο τῶν ἀνδρῶν. b(BCE3E4)T ἔστιν οὖν ὅμοιον τῷ „ὦρσε |
| book 48a.5.3 | δὲ τοὺς μὲν Ἄρησ“ (Δ 439). T |
| book 48b.1 | Ἔρις 〈κρατερὴ〉 λαοσσόος: ἡ τοὺς λαοὺς σεύουσα καὶ |
| book 48b.2 | παρορμῶσα. b(BCE3E4)T | δύναται δὲ καὶ εἰς τὸ κρατερή στιγμὴ |
| book 48b | γενέσθαι, τὸ δὲ λαοσσόος τοῖς ἑξῆς συνάπτεσθαι. b(BCE3E4) |
| book 48c.1 | ἄλλως· {ὦρτο δ’ ἔρις} αὖε δ’ Ἀθήνη: πανταχόθεν τὴν |
| book 48c.2 | ἐνέργειαν κινεῖ· καὶ οἶδε μὲν σάλπιγγας ὁ ποιητής, τοὺς δὲ ἥρωας |
| book 48c.3 | οὐ ποιεῖ χρωμένους, τεραστιωτέρας οἰόμενος τὰς τῶν ἀνδρῶν καὶ |
| book 48c.4 | θεῶν μεγαλοφωνίας. T |
| book 48d.1 | αὖε δ’ Ἀθήνη: ὅτι ὁ δέ σύνδεσμος περισσός ἐστιν ἐν |
| book 48d.2 | τῷ αὖε δ’ Ἀθήνη. A |
| book 51-2.1 | 〈αὖε δ’ Ἄρης ... / ὀξὺ〉 κατ’ ἀκροτάτης πόλιος: |
| book 51-2.2 | ἐξ ὕψους βοᾷ, πάντα τόπον πληρῶν τῆς βοῆς. b(BCE3)T |
| book 52.1 | ἀκροτάτης πόλιος: ἰδίως διαλύσας τὴν λέξιν ὑπερτέθεικε |
| book 52.2 | τὸ ἄκρον αὐτῆς, b(BCE3)T ἀντὶ τοῦ ἄκρης b(BCE3E4)T ἀ‐ |
| book 52.3 | κροτάτης εἰπών. b(BCE3)T |
| book 53a.1 | θεῶν ἐπὶ Καλλικολώνῃ: ὅτι τόπος οὕτως καλεῖται ἐπὶ |
| book 53a.2 | τῆς Ἴδης, Θεῶν καλλικολώνη. οὐ δεόντως οὖν τινες ἀνέγνωσαν |
| book 53a.3 | „θέων“ ἀντὶ τοῦ τρέχων. A |
| book 53b1.1 | θεῶν ἐπὶ Καλλικολώνῃ: Ἡρόδικος βαρέως ἀνεγίνω‐ |
| book 53b1.2 | σκεν ὡς τρέχων, μετοχὴν ποιῶν. ὁ μέντοι Ἀρίσταρχος περιέσπα, λέ‐ |
| book 53b1.3 | γων οὕτως καλεῖσθαι τὸν τόπον, Θεῶν καλλικολώνη, ὥσπερ καὶ |
| book 53b1.4 | Ἀχαιῶν λιμήν. οὕτως δὲ ἐχούσης τῆς ἱστορίας περισσὴ ἡ τοῦ Ἡροδί‐ |
| book 53b1.5.1 | κου ἀνάγνωσις. ἡ μέντοι ἐπί πρόθεσις κατὰ ταύτην τὴν ἔννοιαν |
| book 53b1.5.2 | ὤφειλε προηγεῖσθαι τοῦ λόγου ὥστε εἶναι ἐπὶ Θεῶν καλλικολώνῃ· |
| book 53b1.5.3 | διὸ ἐτόλμησάν τινες ἀναστρέψαι. οἱ μέντοι περὶ τὸν Ἀσκαλωνίτην |
| book 53b1.5.4 | (p. 58 B.) οὐκ ἀνέστρεψαν, ἀλλὰ συνέταξαν τῇ ἑξῆς λέξει. καὶ οὕτως |
| book 53b1.5.5 | ἐπείσθη ἡ παράδοσις, λέγω δὲ τῇ συντάξει τῆς δοτικῆς· καὶ γὰρ διὰ |
| book 53b1.10 | τῶν ἑξῆς (sc. Υ 151) „Καλλικολώνησ“ φησίν, οὐ προσνείμας τὸ θεῶν· |
| book 53b1 | „οἱ δ’ ἑτέρωσε κάθιζον ἐπ’ ὀφρύσι Καλλικολώνησ“. A |
| book 53b2.1 | {θεῶν ἐπὶ καλλικολώνῃ:} οὕτως Ἀρίσταρχος ὡς Ἀχαιῶν |
| book 53b2.2 | λιμένα. τὴν δὲ πρόθεσιν ἡ συνήθεια οὐκ ἀναστρέφει, καίτοι δυναμένην |
| book 53b2.3 | ἀναστρέφεσθαι. T |
| book 53b3.1 | τὸ δὲ θεῶν καὶ „θέων“ δύναται γράφεσθαι, ἵνα δηλοῖ τὸ |
| book 53b3.2 | ἐπειγόμενον. b(BCE3) |
| book 53c.1 | 〈θεῶν〉 ἐπὶ Καλλικολώνῃ: Δημήτριος ὁ Σκήψιος (fr. 23 |
| book 53c.2 | G.) Καλλικόλωνον καλεῖσθαί φησι λόφον σταδίων πέντε τὴν περίμε‐ |
| book 53c.3 | τρον, κεῖσθαι δὲ μεταξὺ Ἰλιέων κώμης καὶ Σιμοῦντος. ἀπέχει δὲ |
| book 53c.4 | κατὰ διάμετρον Σιμοῦντος μὲν στάδια πέντε, Ἰλιέων δὲ κώμης δέκα. |
| book 53c.5.1 | θεοῖς δὲ ἀνατίθησιν αὐτὴν ὡς πληθύουσαν λιβάσι καὶ λειμῶσιν. b |
| book 53c.5.2 | (BCE3)T |
| book 56-7.1 | δεινὸν δ’ ἐβρόντησε 〈πατὴρ ἀνδρῶν τε θεῶν τε / |
| book 56-7.2 | ὑψόθεν〉: φαντασίαν ποιεῖ ὡς περὶ τῶν ὅλων κίνδυνον εἶναι δο‐ |
| book 56-7.3 | κεῖ〈ν〉. T |
| book 57a.1 | 〈αὐτὰρ ἔνερθε:〉 Ἀρίσταρχος Ἰακῶς „αὐτὰρ νέρθε“. |
| book 57a.2 | Aim |
| book 57b | 〈ἔνερθε Ποσειδάων ἐτίναξε:〉 κάτωθεν· ἐνοσίχθων γάρ |
| book 57b | ἐστιν. b(BCE3) |
| book 58.1 | γαῖαν ἀπειρεσίην 〈ὀρέων τ’ αἰπεινὰ κάρηνα〉: ὅτι |
| book 58.2 | διέστειλε τῆς γῆς τὰ ὄρη, ὡς ἐκεῖ „γαῖα δ’ ἔτι ξυνὴ πάντων καὶ μα‐ |
| book 58.3 | κρὸς Ὄλυμποσ“ (Ο 193). AT |
| book 59a.1 | 〈πολυπίδακος:〉 οὕτως Ἀρίσταρχος πολυπίδακος, |
| book 59a.2 | ἄλλοι δὲ „πολυπιδάκου“. Aim |
| book 59b.1 | 〈πολυ〉πίδακος: πῖδαξ παρὰ τὸ †ἰδῶ† τὸ ἱδρῶ· ἱδρῶτα |
| book 59b.2 | γὰρ γῆς τὰς πηγὰς οἱ φυσικοὶ λέγουσιν. b(BCE3)T ἢ ἐκ τοῦ |
| book 59b.3 | πίνω πῖναξ πῖδαξ. b(BCE3) |
| book 61.1 | ἔδδεισεν δ’ ὑπένερθεν 〈ἄναξ ἐνέρων Ἀϊδωνεύσ〉: εἰ |
| book 61.2 | ὁ τοῦ θανάτου δεσπότης δέδιε, τίνα χρὴ νομίζειν περὶ τοὺς ἀνθρώ‐ |
| book 61.3 | πους συμβῆναι διάθεσιν; οὐ παρατάσσει δὲ Ἅιδην· ἀπωλείαις γὰρ |
| book 61.4 | ἥδεται. ἢ καὶ σεμνότερον αὐτὸν νομίσας· Δία γοῦν καταχθόνιον αὐ‐ |
| book 61.5 | τὸν καλεῖ (sc. Ι 457). b(BCE3)T |
| book 62a.1 | ἐκ θρόνου ὦρτο: ἐκπληκτικὸν τοῦτο, μὴ μόνον δεῖσαι, |
| book 62a.2 | ἀλλὰ καὶ ἀναθορεῖν 〈ἐκ〉 τοῦ θρόνου. εἶτα καὶ τὸ ἴαχε κινητικὸν |
| book 62a.3 | τῆς διανοίας τοῦ δείσαντος. T |
| book 62b.1 | 〈ἆλτο:〉 ἐν ἄλλῳ „{ἐκ θρόνου} ὦρτο“. οὕτως καὶ ἡ Μασ‐ |
| book 62b.2 | σαλιωτική. Aint |
| book 65 | 〈εὐρώεντα:〉 ὅτι πάντα χωρεῖ. Til |
| book 67-74 | ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος καὶ τὰ ἑξῆς: |
| book 67-74 | ἡ τῶν θεῶν μάχη περιέχει—πάρεστι βοηθὸς τοῖς Τρωσίν. A |
| book 68a.1 | ἵστατ’ Ἀπόλλων 〈Φοῖβοσ〉: ὅτι πυκνῶς κατὰ τὸν |
| book 68a.2 | τόπον πρὸς τὸ δεύτερον πρότερον ἀπήντηκεν· ἀρξάμενος γὰρ ἀπ’ |
| book 68a.3 | Ἀχαιϊκοῦ θεοῦ (cf. Υ 67) καὶ ἀντιτάξας τούτῳ Τρωϊκὸν θεὸν πάλιν |
| book 68a.4 | ἀπὸ Τρωϊκοῦ ἦρκται κατὰ τὸ δεύτερον ζυγόν (sc. Υ 69 et 72). A |
| book 68b.1 | ἵστατ’ Ἀπόλλων Φοῖβος: λοιμῶν αἴτιος ὁ Ἀπόλλων, |
| book 68b.2 | τοῦ περιγείου μέρους σὺν Ἀρτέμιδι δεσπότης ὤν, ὑγιείας δὲ Ποσει‐ |
| book 68b.3 | δῶν διὰ τῶν πνοῶν, εἴγε φησὶν „Ὠκεανὸς ἀνίησιν“ (δ 568) „ἴκμενόν“ |
| book 68b.4 | τε „οὖρον“ (Α 479 al.) καὶ ἀποκαθαίροντα, b(BCE3E4)T εἰσὶν |
| book 68b.5.1 | ἀλλήλοις ἀντιπαθεῖς φύσει. T χολᾷ δὲ Ἀπόλλωνι ὡς ἐπικουροῦν‐ |
| book 68b.5.2 | τι παρὰ τὸ δέον τοῖς Τρωσί. b(BCE3E4)T σέβε δὲ θεούς, εἰδὼς |
| book 68b.5.3 | ὅτι εἰς τὸ κεχαρισμένον τῶν φίλων καὶ ἀλλήλοις μάχονται. T ὅ‐ |
| book 68b.5.4 | σον δὲ κακὸν ἡ στάσις, ὅτι καὶ πρεσβυτέροις νέους ἀντιτάσσει. |
| book 68b.5.5 | b(BCE3E4)T |
| book 69 | ἄντα δ’ Ἐνυαλίοιο: ἐξ ἐναντίας—δαίμονος. A |
| book 69a.1 | 〈Ἐνυαλίοιο:〉 Ἐνυάλιος ὁ Ἄρης ἐπιθετικῶς, καὶ οὐχ |
| book 69a.2 | ἕτερος θεός. b(BCE3E4) |
| book 69b.1 | Ἐνυαλίοιο: Ἐνυάλιος παρὰ τὸ αὔειν, ὅ ἐστι βοᾶν· |
| book 69b.2 | b(BCE3E4)T φησὶ γοῦν „ὅσ〈σ〉ον τ’ ἐννεάχιλοι“ (Ε 860). |
| book 69b.3 | T ἢ παρὰ τὸ ἔνω, ὅθεν καὶ αὐτοέντης. b(BCE3E4)T |
| book 69c.1 | Ἀθήνη: ἡ φρόνησις· διὸ καὶ φυλάττει τὰς ἀκροπόλεις. |
| book 69c.2 | ὁ δὲ Ἄρης ταραχώδης καὶ ἀλλοπρόσαλλος. παρθένος ἡ Ἀθηνᾶ, ὁ δὲ |
| book 69c.3 | Ἄρης μοιχός· καὶ ὁ Τρωϊκὸς δὲ πόλεμος ἐκ μοιχείας τὴν ἀρχὴν εἴληφεν. |
| book 69c.4 | b(BCE3E4)T |
| book 70-1.1 | Ἥρῃ δ’ ἀντέστη〈— / Ἄρτεμις ἰοχέαιρα〉: |
| book 70-1.2 | ὁ μὲν συνάπτων τῷ αἰθέρι ὑγρὸς ἀὴρ σωτήριός ἐστι· διὸ καὶ τελεία |
| book 70-1.3 | καὶ Εἰλειθυιῶν μήτηρ ἡ Ἥρα· ὁ δὲ περίγειος ἀὴρ ὑπὸ Ἀρτέμιδι· |
| book 70-1.4 | ὅθεν φησὶν· „ἐπεί σε λέοντα γυναιξί / Ζεὺς θῆκεν“ (Φ 483—4). οἱ δὲ |
| book 70-1.5.1 | ὅτι ἡ μὲν Ἄρτεμις σελήνη, ἡ δὲ Ἥρα ἀήρ, δι’ ἣν ἔκλειψις γίνεται. |
| book 70-1.5.2 | b(BCE3E4)T |
| book 70a.1 | Ἥρῃ δ’ ἀντέστη· ὑφ’ ἓν τὸ ἀντέστη προενεκτέον· δοτι‐ |
| book 70a.2 | κῇ γὰρ συντάσσεται, ὡς „Λητοῖ δ’ ἀντέστη“ (Υ 72), τὸ δὲ ἄντα, |
| book 70a.3 | ὅπερ ἐστὶν ἐξ ἐναντίας, γενικῇ· „ἄντα δ’ Ἐνυαλίοιο“ (Υ 69), „ἄντα |
| book 70a.4 | δ’ ἄρ’ Ἡφαίστοιο“ (Υ 73). A |
| book 70b.1 | ἀντέστη: τινὲς „ἄντα ἔστη“. οὐδέποτε δὲ τὸ ἄντα ἄλλῃ |
| book 70b.2 | συντάσσεται πτώσει ἢ γενικῇ, b(BE3)T „ἄντα δ’ Ἐνυαλίοιο“ |
| book 70b.3 | (Υ 69). b(BE3) |
| book 70b | χρυσηλάκατος: ἐργατική. νῦν δὲ—οἱ κυνηγοί. A |
| book 72a | Λητοῖ: Λητὼ ἡ λήθη, ὅτι λήθην ἁμαρτημάτων δι’ αὐτῆς |
| book 72a | αἰτοῦνται λαβεῖν παρὰ τῶν παίδων. T |
| book 72b1.1 | σῶκος: ὡς παρὰ τὸ θάσσω θᾶκος, σάω σάκος, οὕτω σῴζω |
| book 72b1.2 | σῶκος. T |
| book 72b2.1 | παρὰ τὸ σώζω σῶκος, ὁ σωστικώτατος. b(BCE3) |
| book 72b2.2 | ἀνθίσταται δέ, ὡς ἔθος, τῷ λόγῳ καὶ τῇ φρονήσει ἀφροσύνη καὶ λήθη |
| book 72b2.3 | καὶ ἀλογία. b(BCE3E4) |
| book 72c.1 | σῶκος {ἐριούνιος}: Τυραννίων (fr. 45 P.) ἀξιοῖ ὀξύνειν, |
| book 72c.2 | ἵνα ἀποφύγῃ τὸ κύριον βαρυνόμενον, „ὦ Σῶχ’, Ἱππάσου υἱέ“ |
| book 72c.3 | (Λ 450), ὥσπερ ἐπὶ τοῦ „Λεῦκοσ“ (cf. Δ 491), „Γλαῦκοσ“ (Β 876. |
| book 72c.4 | Ζ 119 al.). οὐκ ἔστι δὲ ὅμοιον τοῖς προκειμένοις κοινοῖς ἐπίθετον, |
| book 72c.5.1 | ἀλλὰ ἴδιον τοῦ Ἑρμοῦ ὥσπερ καὶ τοῦ Ἀπόλλωνος βαρυνόμενον τὸ |
| book 72c.5.2 | „Φοῖβοσ“ (Α 43. 64 al.)· διὸ βαρυτονητέον ὁμοίως καὶ αὐτῷ τῷ |
| book 72c.5.3 | κυρίῳ. εἰσὶ δέ, οἳ ἀξιοῦσι καὶ καθότι σύνθετόν ἐστι βαρύνεσθαι αὐτό· |
| book 72c.5.4 | ἐκ γὰρ τοῦ σάοικος γεγενῆσθαι τὴν κρᾶσιν. οὕτω δὲ δώσουσι καὶ |
| book 72c.5.5 | προσκείμενον τῷ ω τὸ ι, τῆς παραδόσεως οὐχ οὕτως ἐχούσης. τὰ |
| book 72c.10.1 | μέντοι εἰς κος λήγοντα δισύλλαβα, 〈οὐ〉 παρεσχηματισμένα εἰς γένος |
| book 72c.10.2 | θηλυκόν, φύσει μακρᾷ παραληγόμενα, βαρύνεσθαι θέλει, „οἶκοσ“ (Ο |
| book 72c.10.3 | 498. α 232 al.), φῶκος, „θῶκοσ“ (cf. Θ 439. ε 3 al.). οὕτως σῶκος. |
| book 72c.10.4 | σεσημείωται τὸ „σηκόσ“ (cf. Σ 589. ι 219 al.). A |
| book 72c | σῶκος: ἤτοι ὁ ἰσχυρὸς—ἄγγελος γὰρ ὁ θεός. A |
| book 73-4.1 | ἄντα δ’ ἄρ’ Ἡφαίστοιο 〈μέγας ποταμὸς— |
| book 73-4.2 | Σκάμανδρον〉: τὸ ὕδωρ ἀνθίσταται τῷ πυρί. Ξάνθος δὲ καλεῖται, |
| book 73-4.3 | ἐπεὶ τὰ σώματα τῶν λουομένων ἢ τοὺς καρποὺς ξανθίζει. b(BCE3 |
| book 73-4.4 | E4)T οἱ δέ, ὅτι πρὸ τῆς κρίσεως Ἀφροδίτη λουσαμένη αὐτοῦ |
| book 73-4.5.1 | ξανθὴ γέγονεν. T ἐνταῦθα (sc. 74) δὲ μόνον τὴν διωνυμίαν |
| book 73-4.5.2 | ἐπεσημήνατο. b(BCE3E4)T |
| book 74a.1 | 〈ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον:〉 |
| book 74a.2 | ὅτι 〈τὸ〉 διφορούμενον τῆς ὀνομασίας νῦν διέστησεν. Aint |
| book 74b.1 | ὃν Ξάνθον καλέουσι θεοί: παρὰ Μουσῶν τοῦτο οἶδεν. |
| book 74b.2 | τινὲς δὲ τὰ εὐφραδέστερά φασιν αὐτὸν περιτιθέναι 〈τοῖς θεοῖσ〉. T |
| book 74b.1 | ὃν Ξάνθον καλέουσι θεοί, 〈ἄνδρες δὲ Σκάμανδρον〉: |
| book 74b.2 | τῶν διωνύμων τὸ μὲν—εἰς ἀνθρώπους. | διὰ τί δὲ κατὰ τὸν |
| book 74b.5 | πόλεμον οὗτοι οἱ θεοὶ—τὸ πῦρ τοῦ ὑγροῦ. A |
| book 75-6.1 | Ἀχιλλεύς / Ἕκτορος ἄντα: ἐφαμίλλους θεοῖς δείκνυ‐ |
| book 75-6.2 | σι τοὺς ἥρωας, παράλληλον θεὶς τὴν μνήμην αὐτῶν. b(BCE3E4)T |
| book 76 | Ἕκτορος ἄντα: εἰς τὴν Ἕκτορος ἐναντίαν μάχην. b |
| book 76 | (BCE3E4)T |
| book 77.1 | μάλιστά γε: Ἀρίσταρχος Aim „μάλιστά ἑ“, AimT |
| book 77.2 | μάλιστα αὐτόν, Aim b (BCE3)T οὕτως. T |
| book 78 | ταλαύρινον: ἐν τῷ πολεμεῖν ὑπομονητικόν. b(BCE3)T |
| book 79-80.1 | Αἰνείαν δ’ ἰθὺσ〈— / ἀντία Πηλείωνοσ〉: |
| book 79-80.2 | ἀμβλύνων αὐτοῦ τὴν καθ’ Ἕκτορος ὁρμήν. b(BCE3E4)T πα‐ |
| book 79-80.3 | ράδοξον δὲ τὸ μονομάχιον καὶ τοὺς ἐκ δύο θεαινῶν πολεμεῖν ἐναγώνιον. |
| book 79-80.4 | T |
| book 79 | ἰθύς: ὅτι ἀντὶ τοῦ ἐπ’ εὐθείας καὶ κατ’ ἐναντίον. AintT |
| book 83-5.1 | ποῦ τοι ἀπειλαί, 〈ἃς—ἐναντίβιον πολεμί‐ |
| book 83-5.2 | ζειν〉: παιδευτικὰ καὶ ταῦτα, τῆς παρὰ τοῖς συμποσίοις προπετείας |
| book 83-5.3 | ἀπαλλάσσοντα, δι’ ὧν φησι τὸν Αἰνείαν διὰ τὰς παρ’ οἴνῳ ὑπο‐ |
| book 83-5.4 | σχέσεις ὀλίγου δεῖν κινδυνεῦσαι. b(BCE3E4)T τοιαῦτα δὲ καὶ |
| book 83-5.5.1 | τὰ παρ’ Ἕλλησιν ἔστιν ἀκοῦσαι· „πῆ ἔβαν εὐχωλαί, ὅτε δὴ φάμεν |
| book 83-5.5.2 | εἶναι ἄριστοι, / ἃς 〈ὁ〉πότ’ ἐν Λήμνῳ κενεαυχέες ἠγοράασθε, / πίνον‐ |
| book 83-5.5.3 | τες κρητῆρας ἐπιστεφέας οἴνοιο, / Τρώων ἄνθ’ ἑκατόν τε διηκοσίων τε |
| book 83-5.5.4 | 〈ἕκαστος / στήσεσθ’ ἐν πολέμῳ〉“ (Θ 229—30. 232—4). οἱ δὲ παρὰ |
| book 83-5.5.5 | τοῖς βαρβάροις ὡς παράδοξον 〈ὂν〉 τὸ Ἀχιλλεῖ συστῆναι. T |
| book 84a.1 | ἃς Τρώων βασιλεῦσιν 〈ὑπίσχεο οἰνοποτάζων〉: |
| book 84a.2 | ὅτι περὶ τὸν οἶνον αἱ καυχήσεις γίνονται· πρὸς τὴν ἀθέτησιν τοῦ |
| book 84a.3 | „ἔσθοντες κρέα πολλά“ (Θ 231). βασιλεῖς δὲ καὶ τοὺς κατὰ μέρος |
| book 84a.4 | ἄρχοντας λέγει· „δώδεκα γὰρ βασιλῆες ἀριπρεπέες κατὰ δῆμον“ |
| book 84a.5 | (θ 390). A |
| book 84b.1 | 〈βασιλεῦσιν〉 ὑπίσχεο οἰνοποτάζων: πίνων, ἔφη, |
| book 84b.2 | οὐχὶ ἐσθίων. b(BCE3)T κἀκεῖ ἄρα δεόντως ἀθετεῖται οὗτος ὁ |
| book 84b.3 | στίχος „ἔσθοντες κρέα πολλὰ βοῶν ὀρθοκραιράων“ (Θ 231). T |
| book 84b.4 | βασιλεῖς δὲ καὶ τοὺς κατὰ μέρος ἄρχοντας ἔλεγον· b(BCE3E4)T |
| book 84b.5 | „δώδεκα γὰρ κατὰ δῆμον ἀριπρεπέες βασιλῆεσ“ (θ 390). T |
| book 84c | 〈ὑπίσχεο:〉 οὕτως διὰ τοῦ ι ὑπίσχεο. Aim |
| book 89-92.1 | οὐ μὲν γὰρ νῦν πρῶτα〈—Πήδασον〉: |
| book 89-92.2 | διόλου παρατηρητέον ὅτι κατὰ μέρος τὰ ἔργα τοῦ Ἀχιλλέως δεόντως |
| book 89-92.3 | δεδήλωκε· A b (BCE3E4)T „δώδεκα δὴ σὺν νηυσὶ πόλεις / πε‐ |
| book 89-92.4 | ζὸς δ’ ἕνδεκά φημι“ (Ι 328—9). AT νῦν δὲ καὶ ἀξιοπιστότερον |
| book 89-92.5 | τὸ παρὰ τοῦ πολεμίου ἐγκώμιον. A b (BCE3E4)T |
| book 90a1.1 | δουρὶ φόβησεν: φιλαλήθης ὃς τὴν ἧτταν οὐκ ἀποκρύ‐ |
| book 90a1.2 | πτει. T |
| book 90a2 | φιλαλήθης δὲ ὢν οὐκ ἀποκρύπτει τὴν ἧτταν. b(BCE3E4) |
| book 94-5.1 | Ἀχιλλῆος καὶ Ἀθήνης, 〈/ ἥ οἱ πρόσθεν ἰοῦσα |
| book 94-5.2 | τίθει φάοσ〉: εὐπρεπῶς ἀπεκάλυψε τὴν ἧτταν, φάμενος Ἀθηνᾶν |
| book 94-5.3 | αὐτῷ συλλαμβάνεσθαι. b(BCE3E4)T |
| book 95.1 | φάος: σωτηρίαν, ὡς b(BCE3E4)T „φόως δ’ ἑτάροισιν |
| book 95.2 | ἔθηκεν“ (Ζ 6), T „ἤν πού τι φόως Δαναοῖσι γένωμαι“ (Π 39). |
| book 95.3 | b(BCE3E4)T |
| book 96.1 | 〈Λέλεγας:〉 τοὺς ἐν Ἑλλησπόντῳ ἀπὸ τῆς Θεσσαλίας πρώ‐ |
| book 96.2 | τους κατοικοῦντας. Tt |
| book 98.1 | 〈αἰεὶ γὰρ〉 πάρα εἷς γε θεῶν: εὐπρεπῶς καὶ τοῦτο, ἵνα |
| book 98.2 | διὰ τὴν τῶν θεῶν βοήθειαν καὶ μὴ διὰ τὴν ἰδίαν δειλίαν ὀκνεῖν δοκῇ. |
| book 98 | b(BCE3E4)T |
| book 99 | 〈ἰθύς:〉 ἐν ἄλλῳ „ἰθύ“, χωρὶς τοῦ ς. Aim |
| book 100 | 〈διελθεῖν:〉 γράφεται „διελθέμεν“. Aim |
| book 100-1.1 | 〈εἰ δὲ θεός περ /〉 ἶσον τείνειεν πολέμου τέλος: |
| book 100-1.2 | ἐξ ἴσου ὑπὸ θεῶν βοηθουμένων ἡμῶν. T |
| book 101.1 | τείνειε: τροπικῶς τῷ ῥήματι ἀπὸ τῶν ζυγῶν κέχρηται. b |
| book 101.2 | (BCE3E4)T |
| book 104-5.1 | καὶ σὺ θεοῖς 〈αἰειγενέτῃσιν /〉 εὔχεο: ἀναιρεῖ τὴν |
| book 104-5.2 | πρόφασιν, εἰς εὐχὰς θεῶν ἀναπέμπων τὸν Αἰνείαν. T |
| book 105a1.1 | καὶ δὲ σέ {φασὶν}: ὁ Ἀσκαλωνίτης (p. 58 B.) ὠρθο‐ |
| book 105a1.2 | τόνησε τὴν ἀντωνυμίαν, τὸν δέ σύνδεσμον ἀντὶ τοῦ γάρ παραλαμβά‐ |
| book 105a1.3 | νων. καὶ οὕτως ἔχει τὰ τῆς 〈ἀνα〉γνώσεως καὶ τῆς διανοίας. A |
| book 105a2.1 | ὀρθοτονητέον τὴν ἀντωνυμίαν καὶ τὸν δέ ἀντὶ τοῦ γάρ |
| book 105a2.2 | ἀκουστέον. b(BCE3)T |
| book 107.1 | ἡ μὲν γὰρ Διός ἐσθ’, 〈ἡ δ’ ἐξ ἁλίοιο γέροντοσ〉: |
| book 107.2 | σεσημείωται πρὸς τοὺς ἑξῆς αἰρομένους (sc. Υ 205—9), ἄκαιρον |
| book 107 | γενεαλογίαν ἔχοντας. καὶ ὅτι ἐκ Διὸς ἡ Ἀφροδίτη καθ’ Ὅμηρον. AT |
| book 108-9.1 | μηδέ σε πάμπαν / λευγαλέοις ἐπέεσσιν ἀπο‐ |
| book 108-9.2 | τρεπέτω καὶ ἀρειῇ: ἀναγκαῖον καὶ τοῦτο· καταπλήξει γὰρ αὐτὸν |
| book 108-9.3 | ὁ Ἀχιλλεύς, ὅπερ ἔδει προλαβεῖν τὸν θεόν, πρὸ τῆς συμβολῆς. |
| book 108-9.4 | b(BCE3)T |
| book 109a.1 | λευγαλέοις {ἐπέεσσιν}: ὅτι λευγαλέοις οὐ διύγροις, |
| book 109a.2 | ὡς οἱ νεώτεροι, ἀλλ’ ὀλεθρίοις, παρὰ τὸν λοιγόν. A |
| book 109b1.1 | λευγαλέοις: εὐτελέσι καὶ ἀχρείοις. πρὸς τοὺς ἐκδε‐ |
| book 109b1.2 | χομένους τὸν „λευγαλέον θάνατον“ (cf. Φ 281) ἀντὶ τοῦ δίυγρον. T |
| book 109b2.1 | λευγαλέοις δὲ b(BCE3) εὐτελέσι καὶ ἀχρείοις πρὸς |
| book 109b2.2 | τοὺς ἐκδεχομένους. b(BCE3E4) λευγαλέος δὲ θάνατος ὁ ὀλέθριος. |
| book 109b2.3 | b(BCE3) |
| book 113.1 | οὐλαμόν: τὸ πύκνωμα, ἀπὸ τῆς οὐλότητος· ἢ τὴν εἴλη‐ |
| book 113.2 | σιν. A b (BCE3E4)T |
| book 114a.1 | ἡ δ’ ἄμυδις καλέσασα 〈θεοὺς μετὰ μῦθον ἔειπε〉: |
| book 114a.2 | ὅτι Ζηνόδοτος γράφει „θεοὺς ῥεῖα ζώοντασ“, ἐξ οὗ φανερός ἐστι κατὰ |
| book 114a.3 | τὸ περισπώμενον ἀνεγνωκὼς „ἦ δ’ ἄμυδισ“, ἵν’ ᾖ ἔφη, ὡς ἐκεῖ „ἦ καὶ |
| book 114a.4 | κυανέῃσιν“ (Α 528). ἠγνόηκε δὲ ὅτι ἐπί τισι προειρημένοις τίθεται |
| book 114a.5 | παρ’ Ὁμήρῳ τὸ ἦ, οὐκ ἐν ἀρχῇ λόγου. A |
| book 114b1.1 | ἡ δ’ ἄμυδις 〈καλέσασα θεοὺς μετὰ μῦθον ἔειπε〉: |
| book 114b1.2 | Ἀρίσταρχος τὸ η ἄρθρον ἐκδέχεται. Ζηνόδοτος δὲ περιέσπασε καὶ |
| book 114b1.1 | ἐψίλωσεν, ῥῆμα ἐκδεξάμενος, ὁμοίως τῷ „ἦ καὶ κυανέῃσιν“ (Α 528), |
| book 114b1.2 | καὶ τὸ ὅλον μεταποιεῖ· „ἦ δ’ ἄμυδις καλέσασα θεοὺς ῥεῖα ζώοντασ“, |
| book 114b1.5.1 | ἠγνόησε δὲ ὡς ὁ ποιητὴς οὐ χρῆται τῷ 〈ἦ〉 ῥήματι ἐν ἀρχῇ λόγου, |
| book 114b1.5.2 | ἀλλὰ τοῖς ῥηθεῖσιν ἐπιλέγει. καὶ τούτῳ γε παρ’ αὐτῷ διαφέρει τοῦ |
| book 114b1.5.3 | ἔφη, ὅτι τὸ μὲν καὶ προτάττεται καὶ ὑποτάττεται 〈***〉. Ἀρίσταρ‐ |
| book 114b1.5.4 | χος δὲ „ἡ δ’ ἄμυδις στήσασα“, καὶ αἱ πλεῖσται. A |
| book 114b2.1 | Ἀρίσταρχος ἄρθρον ἐκδέχεται τὸ η ὑποτακτικόν, τὸν |
| book 114b2.2 | δὲ †δή† παραπληρωματικὸν σύνδεσμον, ἵν’ ᾖ „οὐδ’ ἔλαθε λευκώλενον |
| book 114b2.3 | Ἥρην“ (cf. Υ 112), ἣ δ’ ἄμυδις καλέσασα θεούς. b(BCE3E4) |
| book 114b2.4 | T Ζηνόδοτος δὲ περισπᾷ τὸν η καὶ ψιλοῖ, ῥῆμα ἐκδεχόμενος, |
| book 114b2.5.1 | 〈ὡσ〉 τὸ „ἦ καὶ κυανέῃσι“. καὶ ὅλον τὸν στίχον μεταποιεῖ· „ἦ δ’ |
| book 114b2.5.2 | ἄμυδις καλέσασα θεοὺς ῥεῖα ζώοντασ“, ἔφη δὲ εἰς ἓν συναγαγοῦσα |
| book 114b2.5.3 | τοὺς θεούς. οὐ χρῆται δὲ Ὅμηρος τῷ ἦ ῥήματι ἐν ἀρχῇ, ἀλλ’ εἰρη‐ |
| book 114b2.5.4 | μένοις αὐτὸ ἐπάγει, τὸ δὲ ἔφη καὶ λεχθησομένοις προτίθησιν, ὡς ἐν τῷ |
| book 114b2.5.5 | „τὸν δὲ βαρὺ στενάχων προσέφη“ (Α 364. Δ 153 al.), καὶ εἰρημένοις |
| book 114b2.10 | ἐπάγει, „ὣς ἄρ’ ἔφη καὶ ἀναΐξασ“ (Α 584). T |
| book 114b3 | Ἀρίσταρχος „ἄμυδις στήσασα“. Aim |
| book 114b4.1 | {καλέσασα:} Ζηνόδοτος οὕτως, Ἀρίσταρχος „στήσασα“. |
| book 114b4.2 | T |
| book 114c1.1 | ἄμυδις: ψιλοῦται καίτοι παρὰ τὸ ἅμα παρηγμένον· |
| book 114c1.2 | καὶ τάχα ἁμάδις αὐτὸ ἔδει εἶναι ὡς „χαμάδισ“ (Γ 300. Ζ 147 al.), |
| book 114c1.3 | τροπῆς δὲ ἅπαξ γενομένης Αἰολικῆς τοῦ α εἰς υ ἐψιλώθη Αἰολικῶς καὶ |
| book 114c1.4 | τὸ πνεῦμα. προπαροξύνεται δὲ ὁμοίως τῷ „ἄλλυδισ“ (Λ 486. 745 al.). |
| book 114c1.5.1 | καὶ ἔστι δύο ταῦτα προπαροξυνόμενα τῶν εἰς δις ἐπιρρημάτων τῷ υ |
| book 114c1.5.2 | παραληγόμενα. b(BCE3E4)T ὅτι δὲ ψιλοῦται, δηλοῖ καὶ ἡ |
| book 114c1.5.3 | συναλιφή· „οἵ τ’ ἄμυδις κονίης μεγάλην ἱστᾶσιν ὀμίχλην“ (Ν 336). |
| book 114c1.5.4 | T |
| book 114c2 | τὸ δὲ ἄμυδις ψιλωτέον καίτοι παρὰ τὸ ἅμα γενόμενον, |
| book 114c2 | ἐπεὶ Αἰολικὸν χαρακτῆρα ἀνεδέξατο. A |
| book 115.1 | Ποσειδάων καὶ Ἀθήνη: δι’ ὑπεροχὴν τούτους προσ‐ |
| book 115.2 | εφώνησεν. T |
| book 125-8a.1 | πάντες δ’ Οὐλύμποιο (125) ἕως τοῦ γεινομένῳ |
| book 125-8a.2 | ἐπένησε (128): ἀθετοῦνται στίχοι τέσσαρες, ὅτι τοὐναντίον ὁ Ζεὺς |
| book 125-8a.3 | λέγει, „εἰ γὰρ Ἀχιλλεὺς οἶος ἐπὶ Τρώεσσι μαχεῖται, / οὐδὲ μίνυνθ’ |
| book 125-8a.4 | ἕξουσι“ (Υ 26—7), καὶ σῴζει μᾶλλον τὴν Ἀχιλλέως ἀξίαν. ἡ δὲ |
| book 125-8a.5.1 | Ἥρα φησὶ τοὺς θεοὺς κατεληλυθέναι, ὅπως μὴ πάθῃ τι ὑπὸ τῶν |
| book 125-8a.5.2 | Τρώων ὁ Ἀχιλλεύς. A |
| book 125b.1 | πάντες δ’ Οὐλύμποιο—ἐπένησε λίνῳ, ὅτε |
| book 125b.2 | μιν τέκε μήτηρ: ἠθέτηνται στίχοι τέσσαρες ὡς ἐναντιούμενοι τοῖς |
| book 125b.3 | ὑπὸ Διὸς εἰρημένοις, „δείδω, μὴ καὶ τεῖχος ὑπὲρ μόρον ἐξαλαπάξῃ“ |
| book 125b.4 | (Υ 30). ἢ αὔξει τὴν πρὸς ἐκεῖνον φιλοστοργίαν τῷ δεδοικέναι. b |
| book 125b.5 | (BCE3E4)T |
| book 127.1 | αἶσα: τὸν τοῦ παντὸς λόγον Ζῆνα καλεῖ, ἐπεὶ τοῦ ζῆν |
| book 127.2 | αἴτιος, Δία δέ, ἐπεὶ διὰ τοῦτον τὰ πάντα, αἶσαν δὲ παρὰ τὸ δαίω |
| book 127.3 | τὸ μερίζω, καὶ μοῖραν καὶ εἱμαρμένην παρὰ τὸ μείρω· πεπρωμένην, |
| book 127.4 | ὅτι πάντας εἰς πέρας ἄγει· Λάχεσιν δὲ παρὰ τὸ ἕκαστον λαγχάνειν, |
| book 127.5 | „ἥ περ λάχε γεινόμενόν περ“ (Ψ 79)· πρόνοιαν δέ, δι’ ὧν „εὐρύοπα“ |
| book 127.1 | (Α 498) καλεῖ αὐτόν. τῆς δὲ ἀνάγκης ἀπαραβάτου αἰτίας οὔσης |
| book 127.2 | φησὶν „ἀναγκαίη γὰρ ἐπείγει“ (τ 73)· τύχην γὰρ οὐκ οἶδεν, ἀλλὰ τὸ |
| book 127.3 | ἀπ’ αὐτῆς· „οὕνεκα μοι τύχε πολλά“ (Λ 684). b(BCE3E4)T |
| book 133.1 | μὴ χαλέπαινε παρὲκ νόον: παρὰ τὸν καθήκοντα νοῦν. |
| book 133.2 | πρεσβυτικῶς δὲ πάνυ οὐ βούλεται μάχης ἄρχειν b(BCE3E4)T |
| book 133.3 | ὡς συνετός. b(BCE3E4) |
| book 134.1 | ἔριδι ξυνελάσ〈σ〉αι: λείπει τὸ μάχεσθαι, ἵν’ ᾖ ὡς τὸ |
| book 134.2 | „τίς τάρ σφωε θεῶν ἔριδι ξυνέηκε“ (Α 8). T |
| book 135 | 〈ἡμέας τοὺς ἄλλους:〉 λείπει ἡ πρός. Aim |
| book 137 | ἐκ πάτου: πόρρω, ἔξω. TTil |
| book 138a.1 | εἰ δέ κ’ Ἄρης 〈ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλ‐ |
| book 138a.2 | λων〉: ὅτι Ζηνόδοτος γράφει „εἰ δέ κ’ Ἄρης ἄρχῃσι“. ὁ δὲ Ὅμηρος |
| book 138a.3 | τὸ κατ’ ἀμφοτέρων τῶν ὀνομάτων τιθέμενον ῥῆμα εἴωθέ ποτε, τὸ |
| book 138a.4 | ἕτερον προτάξας ὄνομα, μεταξὺ τάσσει〈ν〉· „ᾗχι ῥοὰς Σιμόεις συμβάλ‐ |
| book 138a.5.1 | λετον ἠδὲ Σκάμανδροσ“ (Ε 774) καὶ „ἔνθα μὲν εἰς Ἀχέροντα Πυρι‐ |
| book 138a.5.2 | φλεγέθων τε ῥέουσι / Κώκυτός τε“ (κ 513—4). καὶ τούτῳ πεπλεόνα‐ |
| book 138a.5.3 | κεν Ἀλκμάν· διὸ καὶ Ἀλκμανικὸν καλεῖται, οὐχ ὅτι πρῶτος αὐτῷ |
| book 138a.5.4 | ἐχρήσατο. A |
| book 138b.1 | εἰ δέ κ’ Ἄρης ἄρχωσι μάχης 〈ἢ Φοῖβος Ἀπόλ‐ |
| book 138b.2 | λων〉: τὸ σχῆμα Ἀλκμανικὸν καλεῖται· κατακορέστερον γὰρ αὐτῷ |
| book 138b.3 | χρῆται ὁ Ἀλκμάν. ἔστι δὲ προεπίζευξις, ὅμοιον τῷ „ἧ μὲν δὴ θάρσος |
| book 138b | 〈μοι〉 Ἄρης τ’ ἔδοσαν καὶ Ἀθήνη“ (ξ 216). b(BCE3E4)T |
| book 138c.1 | εἰ δέ κ’ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλ‐ |
| book 138c.2 | λων: Ἀρίσταρχος προκρίνει τὴν διὰ τοῦ ω γραφήν· γράφεσθαι δέ |
| book 138c.3 | φησι καὶ διὰ τοῦ η „ἄρχῃσι“. Aim b (BCE3E4)T |
| book 138d.1 | 〈εἰ δέ κ’ Ἄρης ἄρχωσι μάχησ〉 ἢ Φοῖβος Ἀπόλ‐ |
| book 138d.2 | λων: οὕτως Ἀρίσταρχος. καὶ ὁ ἤ ἀντὶ τοῦ καί. | γράφεται „εἰ δέ κεν |
| book 138d.3 | ὣς ἄρχωσιν Ἄρης καὶ Φοῖβος Ἀπόλλων“. T |
| book 138-43.1 | 〈εἰ δέ κ’ Ἄρης—δαμέντας:〉 ἔμφασιν δὲ |
| book 138-43.2 | ἔχει τὸ ὀκνεῖν μὲν ἄρχεσθαι, θαρρεῖν δὲ ὡς καὶ προλαβόντες ἡττηθή‐ |
| book 138-43.3 | σονται. b(BCE3E4)T |
| book 140.1 | παρ’ αὐτόφι: παρ’ αὐτοῖς, οὐ παρ’ αὐτά· προεῖπε γὰρ |
| book 140.2 | αὐτίκα b(BCE3)T |
| book 143 | 〈ἀνάγκῃ ἶφι:〉 γράφεται „ἀναγκαίηφι“. Aim |
| book 145.1 | τεῖχος ἐς ἀμφίχυτον 〈Ἡρακλῆος θείοιο〉: εὐκαίρως |
| book 145.2 | Τρωϊκὴν ἱστορίαν παρέλαβε Τληπόλεμος, αἴρων τὴν ἀρετὴν τοῦ |
| book 145.3 | πατρός (cf. Ε 638—43). ἀμφίχυτον δὲ T τὸ περικεχωσμένον— |
| book 145.4 | φησὶ γὰρ „χεύαντες δὲ τὸ σῆμα πάλιν κίον“ (Ψ 257)—, ὅτι οὐκ ἐκ |
| book 145.5.1 | λίθων, ἀλλ’ ἐξ ἀναχώματος ἦν, ὑπὲρ τοῦ ῥᾳδίως ἀνατρέχειν τὸν |
| book 145.5.2 | Ἡρακλέα ἐπ’ αὐτό, τὴν τοῦ κήτους ὑποφεύγοντα ἔφοδον (cf. Υ 147). |
| book 145 | b(BCE3E4)T |
| book 146.1 | ὑψηλόν: τὸ ὑψηλόν ἑκατέροις δύναται προσδίδοσθαι, |
| book 146.2 | ἵν’ ᾖ τὸ ἑξῆς „τεῖχοσ“ (Υ 145) ὑψηλὸν ἢ ὑψηλὸν „ποίεον“ |
| book 146.3 | (Υ 147). A |
| book 146 | Τρῶες καὶ Παλλὰς Ἀθήνη: Ποσειδῶν καὶ Ἀπόλλων |
| book 146.5.1 | —τοὺς ἵππους. ἡ ἱστορία παρὰ Ἑλλανίκῳ (FGrHist 4, 26b). |
| book 146.5.2 | A |
| book 147a1.1 | ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέαιτο: ὅτι οὕ‐ |
| book 147a1.2 | τως εἴρηκε σὺν τῷ ἄρθρῳ τὸ κῆτος, ὡς παραδεδομένης τῆς ἱστορίας |
| book 147a1.3 | τῆς περὶ τοῦ κήτους. A |
| book 147a2.1 | {τὸ κῆτος:} ὡς διαδεδομένης τῆς ἱστορίας τῷ ἄρθρῳ κέ‐ |
| book 147a2.2 | χρηται. T |
| book 147b.1 | {ὄφρα} τὸ κῆτος: οὔτε ποῖον κῆτος οὔτε τίνος ἕνεκα, |
| book 147b.2 | ὡς διαβεβοημένης τῆς ἱστορίας. T |
| book 149.1 | καὶ θεοὶ ἄλλοι: οὐ πάντες, ἀλλ’ οἱ Ἑλληνικοί· καραδο‐ |
| book 149.2 | κοῦσι γὰρ τὴν ἐκείνων καταρχήν. b(BCE3E4)T |
| book 152a.1 | ἀμφὶ σέ: ὀρθοτονητέον τὴν ἀντωνυμίαν ὁμοίως τῷ „ἀμ‐ |
| book 152a.2 | φὶ σέ, Πηλέος υἱέ“ (Υ 2). A b (BCE3E4) |
| book 152b.1 | ήϊε: παρὰ τὸ ἱέναι τὰ βέλη, b(BCE3E4)T καὶ δα‐ |
| book 152b.2 | σύνεται· οἱ δὲ παρὰ τὴν ἴασιν, καὶ ψιλοῦται. b(BE3E4)T |
| book 154.1 | δυσηλεγέος: κακοκοιμήτου· οὐκ ἔστι γὰρ αὐτὸν κοιμηθῆ‐ |
| book 154.2 | ναι δίχα πολλῶν θανάτων· ἢ κακὰς φροντίδας ἔχοντος, εἰ δὲ θεοὶ |
| book 154 | ὀκνοῦσι πολεμεῖν (cf. Υ 152—3), πολλῷ μᾶλλον ἡμεῖς. b(BCE3E4)T |
| book 155a | 〈ὤκνεον:〉 κατ’ ἔνια διὰ τοῦ ο, „ὄκνεον“. Aint |
| book 155b | 〈κέλευε:〉 βοηθεῖν, οἷς βούλονται. Til |
| book 156 | 〈ἐλάμπετο:〉 Ἀρίσταρχος Ἰακῶς „λάμπετο“. Aim |
| book 157a.1 | ἀνδρῶν ἠδ’ ἵππων: καὶ τοῦτο τάχα ἄν τις τοῖς ἑξῆς |
| book 157a.2 | συνάπτοι. τὸ δὲ ὑπερβατὸν οὐκ εὖ ἔχει. A |
| book 157b | κάρκαιρε δὲ γαῖα: τινὲς εἰς τὸ γαῖα διαστέλλουσιν. T |
| book 157c.1 | ἄλλως· κάρκαιρε: ἐκραδαίνετο, ἐσείετο, b(BCE3)T ἐ‐ |
| book 157c.2 | ψόφει. b(BCE3) |
| book 161 | {αἰνείας δὲ} πρῶτος: ἔδει εἰπεῖν T πρότερος. TTil |
| book 162a | νευστάζων κόρυθι: ἐζωγράφησεν ἅπαντα. T |
| book 162b.1 | βριαρῇ: καταπληκτικῇ, b(BCE3E4)T ὡς „βριθὺ |
| book 162b.2 | μέγα στιβαρόν“ (Ε 746)· οὐ γὰρ ἐγκώμιον δόρατος τὸ βαρύ. b |
| book 162b.3 | (BCE3)T |
| book 164.1 | λέων ὥς: λέοντι εἴκασται οὗτος, οὐ πεινάοντι (cf. Γ 25) |
| book 164.2 | ἢ τὸ πῖαρ ἑλεῖν θέλοντι (cf. Ρ 659) ἢ σκυμναγωγοῦντι (cf. Ρ 134) |
| book 164.3 | b(BCE3E4)T ἢ σταθμοὺς πορθοῦντι (cf. Ε 557. Π 752), T |
| book 164.4 | ἀλλὰ ὅλην χώραν λυμαινομένῳ, ἣν γεωργεῖν μὴ δυνάμενοι συν‐ |
| book 164.5.1 | ίασι κατ’ αὐτοῦ. ὁ δὲ πρῶτα μὲν φλαυρίζει, ὡς ὅτε θελήσειε κρατεῖν |
| book 164.5.2 | αὐτῶν δυνάμενος· ἐπὰν δὲ βληθῇ, ἐρεθίζεται καὶ συστρέφει ἑαυτόν, |
| book 164.5.3 | ἑτοιμαζόμενος πρὸς τὸ πηδῆσαι (cf. Υ 165—8). b(BCE3E4)T |
| book 166a.1 | ἀγρόμενοι πᾶς δῆμος: πρὸς τὸ σχῆμα, ὅτι δῆμος |
| book 166a.2 | ἀγρόμενοι, ἐπεὶ ὁ δῆμος ἔννοιαν πληθυντικὴν ἔχει. A |
| book 166b.1 | πρῶτον μὲν ἀτίζων: καὶ Ἀριστοτέλης ἐν τῷ Περὶ |
| book 166b.2 | ζῴων (sc. 9, 44 p. 629 b 10) ἱστορεῖ ὅτι οὐδέποτε δεδοικὸς τὸ ζῷον |
| book 166b.3 | οὐδὲ ὑποπτεύει ἔφοδον. ἢν δὲ ὑπὸ περιστάσεως ἀναγκασθῇ φυγεῖν, |
| book 166b.4 | ὑπὸ σκέλος χωρεῖ. T |
| book 166c | 〈ἀτίζων:〉 ἀτιμάζων, | καταφρονῶν. Aim |
| book 168a.1 | δουρὶ βάλῃ: καὶ μὴ τετρωμένον τρωθέντι λέοντι εἰκάζει· |
| book 168a.2 | τότε γὰρ ἰσχυρότερος ἑαυτοῦ γίνεται. ἢ ὅτι, ὅσον τὸ καθ’ ἑαυτόν, |
| book 168a.3 | ἔτρωσεν αὐτὸν ἀκοντίσας ὁ Αἰνείας (cf. Υ 259—72)· τότε γοῦν ὡς |
| book 168a.4 | τρωθεὶς ὥρμησεν· τὰ γὰρ πρῶτα καὶ ἀπέτρεπεν αὐτόν (cf. Υ 178‐ |
| book 168a.5 | 98), καθ’ Ἕκτορος ὡρμημένος. b(BCE3E4)T |
| book 168b.1 | 〈ἐάλη:〉 συνεστράφη b(BCE3) | πρὸς τὸ πηδῆσαι. b |
| book 168b.2 | (BCE3E4)Til |
| book 169.1 | ἐν δέ τέ οἱ κραδίῃ 〈στένει ἄλκιμον ἦτορ〉: εἰ μέν |
| book 169.2 | ἐστιν εὐθείας τὸ „κραδίη“, τοιοῦτόν ἐστιν ‘στένει ἡ καρδία, ἥτις ἐστὶν |
| book 169.3 | ἦτορ‘, εἰ δὲ δοτικῆς, ἀγγεῖον τῆς ψυχῆς ὑπονοητέον τὴν καρδίαν. |
| book 169.4 | τὸ δὲ πρότερον Ὁμηρικώτερον· φησὶ γὰρ „τέτλαθι, κραδίη“ (cf. υ |
| book 169.5.1 | 18), ἀντὶ τοῦ ψυχή, b(BCE3)T καὶ ἐπάγει „καθαπτόμενος |
| book 169.5.2 | φίλον ἦτορ“ (υ 22). θερμὸς δὲ φύσει ὢν ἐπὶ πλέον θερμαίνεται· διὸ |
| book 169 | στένει. T |
| book 170-1.1 | 〈οὐρῇ—〉μαστίεται: ἔχει γὰρ ὑπ’ αὐτῇ κέντρον |
| book 170-1.2 | μέλαν ὡς κεράτιον, b(BCE3)T δι’ οὗ ἑαυτὸν μαστίζει. b(BCE3) |
| book 170.1 | 〈ἀμφοτέρωθεν:〉 γράφεται „ἀμφοτέρωσε“ ἔν τισι〈ν〉, οὐ |
| book 170.2 | φαύλως. Aint |
| book 171a1.1 | ἑέ {δ’ αὐτὸν}: ἡ ἕ τοῦ τρίτου προσώπου ἀντωνυμία |
| book 171a1.2 | ἐπλεόνασε κατ’ ἀρχήν, ὥσπερ ἐπὶ τοῦ „ἑόν“ (Α 533. Ε 314 al.), |
| book 171a1.3 | „ἑοῦ“ (Α 496. Θ 44 al.), „ἑῷ“ (Α 549. Κ 204 al.). ἅμα δὲ τῷ πλεο‐ |
| book 171a1.4 | νασμῷ μετέβη καὶ τὸ πνεῦμα. A |
| book 171a2.1 | πλεονασμῷ τοῦ κατ’ ἀρχὴν ε ὥσπερ καὶ ἐπὶ τοῦ „οὗ“ |
| book 171a2.2 | (Α 404. Ζ 466 al.), 〈„ἑοῦ“〉, οἵ, „ἑοί“ (δ 643). ἅμα δὲ τῷ πλεονασμῷ |
| book 171a2.3 | ἀνέδραμε τὸ πνεῦμα ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων πλαγίων. T |
| book 171a2 | 〈ἑὲ ... αὐτόν:〉 ἀντὶ τοῦ ἑαυτόν. Aim |
| book 172.1 | γλαυκιόων: ἔμπυρον ὁρῶν, παρὰ τὸ †γλαύσω†, ἀφ’ οὗ |
| book 172.2 | καὶ γλαύξ, ὃ μόνον τῶν γαμψωνύχων καὶ σαρκοφάγων οὐ τίκτει |
| book 172.3 | τυφλὰ διὰ τὸ πολὺ πυρῶδες, ὃ περὶ τοὺς ὀφθαλμοὺς ἔχει, ὃ τμητικὸν |
| book 172.4 | ὂν διαιρεῖ τὴν θέαν· διὸ καὶ ἐν ταῖς σκοτομήναις τῶν νυκτῶν ὁρᾷ. |
| book 172.5 | b(BCE3E4)T |
| book 180-6a.1 | ἐλπόμενον Τρώεσσι〈ν—ἔολπα τὸ ῥέξειν〉: |
| book 180-6a.2 | ἀθετοῦνται στίχοι ἑπτά, ὅτι εὐτελεῖς εἰσι τῇ κατασκευῇ καὶ τοῖς νοή‐ |
| book 180-6a.3 | μασι, καὶ οἱ λόγοι οὐ πρέποντες τῷ τοῦ Ἀχιλλέως προσώπῳ. A |
| book 180-6b.1 | ἐλπόμενον—ῥέξειν: ἀθετοῦνται στίχοι ἑπτὰ ὡς |
| book 180-6b.2 | καὶ τὴν διάνοιαν ἀπρεπεῖς καὶ τὴν σύνθεσιν εὐτελεῖς· πῶς γὰρ ὁ |
| book 180-6b.3 | τοσοῦτον σπεύδων κατὰ τῶν ἐχθρῶν ἤμβλυται τοσοῦτον; ἢ τάχα ἔν‐ |
| book 180-6b.4 | τεχνοι οἱ λόγοι· μέγιστον γὰρ εἰς κατάπληξιν τῶν ὁμοφύλων φεύγων |
| book 180-6b.5.1 | ὁ πρῶτος ὀφθείς, καὶ στρατηγικὸν τὸ ἀκινδύνως φοβεῖν τοὺς πολεμί‐ |
| book 180-6b.5.2 | ους. καὶ καθ’ Ἕκτορος ἔχει τὴν πᾶσαν ὁρμήν· φησὶ γὰρ „Ἕκτορος |
| book 180-6b.5.3 | ἄντα μάλιστα“ (Υ 76)· εἰκότως οὖν πρῶτα μὲν ὁρμῇ λέοντος αὐτὸν |
| book 180-6b.5.4 | ἐκδειματοῖ, ὡς δὲ μένει, λόγοις, σπεύδων ἐπὶ Ἕκτορα. b(BCE3E4)T |
| book 180-6b.5.5 | ἄλλως· καὶ κερτομεῖ τὸν Αἰνείαν ὡς ἐνεδρεύοντα τῇ Πριάμου ἀρχῇ. |
| book 180-6b.10 | b(BE3E4)T |
| book 180.1 | ἐλπόμενον 〈Τρώεσσιν〉 ἀνάξειν: ἐντέχνως τὸ κατόρθω‐ |
| book 180.2 | μα ἄξιον βασιλείας ἀποφαίνει. b(BCE3E4)T |
| book 181.1 | τιμῆς τῆς Πριάμου: λείπει τὸ ἀντί. b(BCE3)T ἢ ἐν |
| book 181.2 | Τρωσὶν ἀνάξειν (cf. Υ 180) τῆς τιμῆς Πριάμου. b(BCE3E4)T |
| book 183 | ἀεσίφρων: κοῦφος καὶ ἀσύνετος τὴν φρένα. b(BCE3E4)T |
| book 185 | 〈ἐσθλόν:〉 γράφεται „καλόν“. Aim |
| book 188-94.1 | ἢ οὐ μέμνῃ〈—καὶ θεοὶ ἄλλοι〉: ἔθος ἀρχαῖον |
| book 188-94.2 | τὸ ἐξονειδίζειν δειλίαν καὶ ἀχαριστίαν· καὶ ἀλλαχοῦ· „ὅτε δεῦρο |
| book 188-94.1 | πατὴρ τεὸς ἵκετο φεύγων“ (π 424). καὶ τὸ μὲν ἀμεταστρεπτὶ φεύγειν |
| book 188-94.2 | (cf. 190) ὀνειδισμός ἐστιν ἐσχάτης δειλίας, αὐτὸς δέ φησιν ἑλεῖν καὶ |
| book 188-94.5 | τὴν ὑποδεξαμένην αὐτὸν πόλιν (cf. 191—4). b(BCE3E4)T |
| book 188a.1 | βοῶν ἄπο: ἀναστρεπτέον τὴν πρόθεσιν· A b (BCE3) |
| book 188a.2 | T ἔστι γὰρ τὸ ἑξῆς ἀπὸ βοῶν. A ἔνιοι δὲ συντάσσουσι τὴν |
| book 188a.3 | ἀπό τῷ „σεῦα“ (Υ 189). A b (BCE3)T | ἐν τῇ Χίᾳ δὲ „βοῶν ἔπι“. |
| book 188a.4 | A |
| book 188b1.1 | 〈βοῶν ἄπο:〉 ἡ Ῥιανοῦ (fr. 9 M.) καὶ Ἀριστοφάνους |
| book 188b1.2 | „βοῶν ἔπι“, οὐκ ἀχαρίτως. Aim |
| book 188b2 | Ἀριστοφάνης δὲ γράφει „βοῶν ἔπι“. T |
| book 193 | 〈ληϊάδας:〉 αἰχμαλώτους. Aim |
| book 194a1.1 | 〈ἀτὰρ σὲ〉 Ζεὺς ἐρ〈ρ〉ύσατο: ἁρπάσασθαι αὐτόν φησι |
| book 194a1.2 | τὸν θεόν, ἐπειδὴ ἐν †λυρνησῷ† οὐκ ἔτυχεν ὤν, ὅτε ἐπόρθει αὐτὴν |
| book 194a1.3 | ὁ Ἀχιλλεύς. T |
| book 194a2.1 | ἀναλαβέσθαι αὐτόν φησι τὸν θεὸν καὶ ἀλλαχοῦ διασῶσαι, |
| book 194a2.2 | ἐπεὶ μὴ εὑρέθη ἐν Λυρνησσῷ. b(BCE3E4) |
| book 195-8a1.1 | ἀλλ’ οὐ νῦν ς’ ἐρύεσθαι ἕως τοῦ πρίν τι κακὸν |
| book 195-8a1.2 | παθέειν (198): ἀθετοῦνται στίχοι τέσσαρες, ὅτι ἐπὶ τῆς Μενελάου |
| book 195-8a1.3 | πρὸς Εὔφορβον συστάσεως (cf. P 29—32) ὀρθῶς λέγονται· σκοπὸς |
| book 195-8a1.4 | γὰρ ἀμφοτέροις ἐστὶν ἀνελέσθαι τὸ〈ν〉 νεκρὸν καὶ τὰ ὅπλα. νῦν δὲ |
| book 195-8a1.5 | παντελῶς ἐκλελυμένος τις ὁ Ἀχιλλεὺς φαίνεται, τῷ πρώτῳ συστάντι |
| book 195-8a1 | τοιαῦτα λέγων. A |
| book 195-8a2.1 | {ἀλλ’ οὐ νῦν σε ῥύεσθαι: ἕως τοῦ τοῦ πρίν τι κακὸν |
| book 195-8a2.2 | παθέειν} μετηνέχθησαν ἀπὸ τῆς Εὐφόρβου πρὸς Μενέλαον 〈συ〉στά‐ |
| book 195-8a2.3 | σεως. T |
| book 195.1 | 〈ΣΕΡΎΕΣΘΑΙ:〉 οὕτως Ἀρίσταρχος „ἐρύεσθαι“ χωρὶς |
| book 195.2 | τοῦ σέ. Aim |
| book 196-8.1 | ἀλλά ς’ ἔγωγ’ 〈ἀναχωρήσαντα—παθέ‐ |
| book 196-8.2 | ειν〉: ὁρῶν αὐτοῦ τὴν προθυμίαν σημειοῦται τὸν ἐσόμενον αὐτῷ |
| book 196-8.3 | ὄλεθρον. b(BCE3E4)T |
| book 200-58.1 | μὴ δή μ’ ἐπέεσ〈σ〉ι〈—ἐγχείῃσιν〉: ἀπο‐ |
| book 200-58.2 | σιωπᾷ τὰ περὶ τῆς ἥττης· ἀπρεπὲς γὰρ τὸ συνομολογεῖν πρὸς τὸν |
| book 200-58.3 | πολέμιον. ἐν δὲ τῷ πρὸς τὸν Ἀπόλλωνα λόγῳ εὐπρεπέστερον αὐτὰ |
| book 200-58.4 | συνωμολόγησεν (cf. Υ 90—4). b(BCE3E4)T |
| book 202a.1 | κερτομίας: τοὺς σαρκασμούς, οὓς εἶπεν ὡς περὶ τῆς |
| book 202a.2 | ἀρχῆς αὐτοῦ μαχομένου (cf. Υ 180—3). πιθανῶς δὲ τοῖς λόγοις |
| book 202a.3 | Ἀπόλλωνος (sc. Υ 105—7) καταχρῆται, ὑπομιμνῄσκων αὐτὸν ὅτι |
| book 202a.4 | ἀμείνονος γενέσεως τυγχάνει (cf. Υ 203—9). b(BCE3)T |
| book 202b.1 | αἴσυλα: τὰς παρὰ τὸ καθῆκον λεγομένας ἀπειλάς. b |
| book 202b.2 | (BCE3E4)T |
| book 204a1 | 〈πρόκλυτα:〉 προκλυόμενα καὶ προηκουσμένα. Til |
| book 204a2 | προηκουσμένα καὶ προεγνωσμένα. b(BCE3E4) |
| book 205-9a1.1 | ὄψει δ’ οὔτ’ ἄρ πω ἕως τοῦ εὔχομαι ἐκγεγά‐ |
| book 205-9a1.2 | μεν: ἀθετοῦνται στίχοι πέντε, ὅτι οὐκ ἀναγκαῖα τὰ δι’ αὐτῶν λεγό‐ |
| book 205-9a1 | μενα, κατὰ τὴν γενεαλογίαν ἀμφοτέρων γινωσκομένων. A |
| book 205-9a2.1 | {σὲ μὲν πηλῆος·} ἀθετοῦνται στίχοι πέντε, ἀκαίρως πε‐ |
| book 205-9a2.2 | ρὶ τοῦ γένους παλιλλογούμενοι. T |
| book 210.1 | ἕτεροί 〈γε〉 φίλον παῖδα κλαύσονται: διὰ τὸ κατὰ |
| book 210.2 | δύο εἶναι τοὺς γονέας ἑκατέρου. b(BCE3E4)T δῆλον δὲ διὰ |
| book 210.3 | τούτου ὅτι ἔτι ζῇ Ἀγχίσης. b(BCE3)T |
| book 211a1.1 | σήμερον: ἑκατέροις δύναται προσδίδοσθαι τὸ σήμερον, |
| book 211a1.2 | πρὸς διάφορον στιγμήν. b(BCE3E4)T |
| book 211a2 | καὶ τὸ σήμερον ὁμοίως τοῖς προκειμένοις. Aint |
| book 213a.1 | εἰ δ’ ἐθέλεις καὶ ταῦτα δαήμεναι: ἔοικε λέγειν ὡς |
| book 213a.2 | τὸ κατὰ μητέρα μὲν γένος τοιοῦτον· εἰ δὲ καὶ τὸ κατὰ πατέρα θέλεις, |
| book 213a.3 | πολλοῖς ὂν γνώριμον, ἄκουε. b(BCE3E4)T |
| book 213b.1 | ἄλλως· καὶ ταῦτα: παρῆκται ἡ ὁμιλία κατὰ ποιητικὴν |
| book 213b.2 | αἵρεσιν πρὸς ὠφέλειαν τῶν ἀκροατῶν, ἵνα τὴν Τρωϊκὴν γενεαλογίαν |
| book 213b.1 | μάθωμεν. ἢ ὅτι τοῖς πολεμίοις ἐξεταζόμενα γένη λαμπρότητα φέρει |
| book 213b.2 | μεγίστην· τοὺς γὰρ εὐγενεῖς καὶ εὐψύχους νομίζουσιν. ἀεὶ δὲ σπεύδει |
| book 213b.5.1 | ὁ ποιητὴς παραπλέκειν τὰ ἀρχαῖα γένη, ὥσπερ ἐν τῇ Γλαύκου καὶ |
| book 213b.5.2 | Διομήδους συστάσει ὅλον τὸ Αἰόλου γένος εἶπεν (sc. Ζ 152—210), |
| book 213b.5.3 | b(BCE3E4)T ἀλλὰ καὶ 〈τὸ〉 τῶν Μελαμποδιδῶν ἐπὶ τοῦ Θεο‐ |
| book 213b.5.4 | κλυμένου (sc. ο 225—56) καὶ ἐν τῇ Νεκυίᾳ (sc. λ 235—329) μυρία |
| book 213b.5.5 | ὅσα, καίπερ οὐχ ὑποσχόμενος γενεαλογίας γράφειν. T |
| book 213c.1 | 〈δαήμεναι:〉 ὅτι ἀπαρέμφατον Aim ἀντὶ προστα‐ |
| book 213c.2 | κτικοῦ τοῦ δάηθι. AimTil |
| book 215-40.1 | Δάρδανον αὖ πρῶτον〈—Ἕκτορα δῖον〉: |
| book 215-40.2 | οὐ ψιλοῖς ὀνόμασι ποιεῖται τὸν κατάλογον, προστίθησι δέ τι δόξης |
| book 215-40.3 | χάριν. T |
| book 215-6.1 | Δάρδανον αὖ πρῶτον〈— / κτίσσε δὲ Δαρ‐ |
| book 215-6.2 | δανίην〉: Δάρδανος υἱὸς Ἠλέκτρας τῆς Ἀτλαντίδος καὶ Διός. οὗτος |
| book 215-6.3 | ᾤκει ἐν Σαμοθρᾴκῃ· τοῦ δὲ κατακλυσμοῦ συμβάντος ἀσκὸν κατασκευ‐ |
| book 215-6.4 | άσας καὶ ὑποδὺς εἰς αὐτὸν ἐφέρετο τοῖς ὕδασι. προσοκείλας δὲ τῇ |
| book 215-6.5 | Ἴδῃ τὴν Δαρδανίαν ἔκτισεν. AT |
| book 216-7.1 | 〈κτίσσε δὲ〉 Δαρδανίη〈ν〉 (216): ἐν τῇ Ἴδῃ. T |
| book 216-7.2 | ἑτέρα δὲ τῆς Ἰλίου ἡ Δαρδανία, ὥσπερ καὶ ἡ Φρυγία· οἱ δὲ νεώτεροι |
| book 216-7.1 | συγχέουσιν. 〈οὔ πω ... / ἐν πεδίῳ πεπόλιστο·〉 διὰ γὰρ τὰς |
| book 216-7.2 | νομὰς καὶ τοὺς ὑετοὺς ἐν τοῖς ὄρεσι πρώην ᾤκουν· ὅθεν καὶ πόλεις τὰς |
| book 216-7.5 | ἀκροπόλεις καλοῦσιν. AT |
| book 216.1 | κτίσσε δὲ Δαρδανίην, 〈ἐπεὶ οὔ πω Ἴλιος ἱρή〉: ὅτι |
| book 216.2 | θηλυκῶς τὴν Ἴλιον. καὶ ὅτι ἑτέρα τῆς Ἰλίου ἡ Δαρδανία, ὥσπερ καὶ |
| book 216.3 | ἡ Φρυγία. A |
| book 219.1 | τέκεθ’ υἱόν: ἐκ Βατ〈ε〉ίας τῆς Τεύκρου, ὡς Ἑλ〈λ〉άνικος |
| book 219.2 | (FGrHist 4, 24 c). T |
| book 221a.1 | ἵπποι 〈...〉 βουκολέοντο: κατὰ μετάθεσιν ὁ λόγος, |
| book 221a.2 | b(BCE3) καὶ Εὐριπίδης (Phoen. 28) „ἱπποβουκόλοι“. b(BCE3) |
| book 221a.3 | T |
| book 221b1.1 | ἕλος κάτα βουκολέοντο: ἥδονται τοῖς ἕλεσι καὶ τοῖς |
| book 221b1.2 | θολεροῖς τῶν ὑδάτων αἱ ἵπποι, καὶ ἔστι φιλόλουτρον τὸ ζῷον· διὸ |
| book 221b1.3 | καὶ τοῦ ποταμίου ἵππου ἡ φύσις οὕτω συνήχθη. T |
| book 221b2.1 | φιλόλουτρον γάρ ἐστι τὸ ζῶον, ἥδεται δὲ τοῖς ἕλεσι καὶ |
| book 221b2.2 | τοῖς θολεροῖς τῶν ὑδάτων. b(BCE3) |
| book 221c1 | ἕλος κάτα {βουκολέοντο}: τὸ ἑξῆς ἐστι καθ’ ἕλος· διὸ |
| book 221c1 | ἀναστρεπτέον τὴν πρόθεσιν. A |
| book 221c2 | ἀναστρεπτέον δὲ τὴν κατά· ἔστι γὰρ ‘κατὰ ἕλοσ‘. T |
| book 223a.1 | τάων καὶ Βορέης 〈ἠράσσατο βοσκομενάων〉: ἄδη‐ |
| book 223a.2 | λον, μὴ τῶν πώλων ἠράσθη. b(BCE3)T φησὶ δὲ Ἀριστοτέλης |
| book 223a.3 | (cf. h. an. 6,18 p. 572a9) ὁρμητικωτάτην εἶναι τὴν ἵππον πρὸς |
| book 223a.4 | συνδυασμὸν καὶ ἐξανεμουμένην πρὸς ἄρκτον ἢ πρὸς νότον τίκτειν. |
| book 223a.5 | b(BCE3E4)T |
| book 223b.1 | τάων καὶ Βορέης 〈ἠράσσατο〉: ὅτι ἐλλείπει τὸ τινῶν, |
| book 223b.2 | τούτων 〈τινῶν〉· οὐ γὰρ πασῶν ἠράσθη. A |
| book 223c1.1 | ἄλλως: τάων καὶ Βορέης 〈ἠράσσατο〉: λείπει τὸ |
| book 223c1.2 | τινῶν, τούτων τινῶν· οὐ γὰρ πασῶν ἠράσθη. T |
| book 223c2.1 | τούτων· λείπει δὲ τῶν τινῶν. b(BCE3) τούτων τινῶν |
| book 223c2.2 | καὶ Βορέης ἠράσατο· οὐ γὰρ πασῶν. b(BE3) |
| book 224a.1 | ἵππῳ δ’ εἰσάμενος 〈παρελέξατο κυανοχαίτῃ〉: |
| book 224a.2 | ὅτι καταχρηστικῶς· ἵππος γὰρ οὐ παρακοιμᾶται, ἀλλ’ ἐπιβαίνει. |
| book 224a.3 | τινὲς δὲ γράφουσιν „ἵππῳ δ’ εἰσάμενος ἐμίγη φιλότητι καὶ εὐνῇ“. A |
| book 224b.1 | 〈ἵππῳ δ’ εἰσάμενοσ〉 παρελέξατο κυανοχαίτης: |
| book 224b.2 | καταχρηστικῶς ἀντὶ τοῦ ἐπεβήσατο. ἢ πρὸς τὴν φύσιν τοῦ θεοῦ |
| book 224b.3 | ὑπήντησεν. T |
| book 224c.1 | ἄλλως· παρελέξατο 〈κυανοχαίτησ〉: γράφεται „{ἵπ‐ |
| book 224c.2 | πῳ δ’ εἰσάμενος} ἐμίγη φιλότητι καὶ εὐνῇ“. T |
| book 227 | 〈ἄκρον〉 ἐπ’ ἀνθερίκων 〈καρπὸν θέον〉: ὑπερβολικῶς |
| book 227.1 | εἶπεν. ἔστι δὲ ἀνθέρικος, ὥς τινες, ὁ τοῦ ἀσφοδέλου καυλός. οἱ δὲ τοὺς |
| book 227.2 | ἀθέρας τοῦ σίτου φασίν, ὡς καὶ Ἡσίοδος (fr. 62 M.—W.) b(BCE3) |
| book 227.3 | T ἐκλαβὼν ἐπὶ Ἰφίκλου φησίν· „ὅς ῥ’ T ἐπὶ πυραμίνους |
| book 227.5.1 | ἀθέρας φοίτασκε πόδεσσιν“. b(BCE3)T καὶ ἔστι παρὰ τὸ ἀθέρι‐ |
| book 227.5.2 | κος πλεονασμῷ τοῦ ν· διὸ καὶ „ἐπὶ ζείδωρον ἄρουραν“ (Υ 226) φησίν· |
| book 227.5.3 | σῖτα γὰρ φέρει ἡ ζείδωρος, οὐκ ἀσφοδέλους. T |
| book 227.1 | ἄκρον ἐπ’ ἀνθερίκων: νῦν τῶν ἐν τοῖς στάχυσι— |
| book 227.2 | φυτὸν λαχανῶδες. A |
| book 228a1.1 | 〈ἀλλ’ ὅτε δή:〉 Ἀρίσταρχος „ἀλλ’ ὅτε δέ“, ἄλλοι δὲ |
| book 228a1.2 | ἀλλ’ ὅτε δή διὰ τοῦ η. Aim |
| book 228a2.1 | {ἀλλ’ ὅτε δὴ σκιρτῷεν:} αἱ Ἀριστάρχου „ἀλλ’ ὅτε δέ“, |
| book 228a2.2 | αἱ κοιναὶ ἀλλ’ ὅτε δή. T |
| book 228a3.1 | Ἀρίσταρχος †ἄλλοτε, ὁ δὲ ἡρωδιανὸς ἀλλ’ ὅτε†. b(BCE3 |
| book 228a3.2 | E4) |
| book 229a.1 | ῥηγμῖνος: τῆς ἐπιφανείας· Aint b (BCE3)T „ἡμεῖς |
| book 229a.2 | μὲν κώπῃσιν ἁλὸς ῥηγμῖνα βαθεῖαν“ (μ 214). b(BCE3)T |
| book 299b.1 | ἁλὸς πολιοῖο: σημειοῦνταί τινες, ὅτι ἁλὸς πολιοῖο |
| book 299b.2 | ἔφη. A |
| book 231.1 | 〈Τρωὸς δ’ αὖ〉 τρεῖς παῖδες: Τρωὸς καὶ Καλλιρ〈ρ〉όης |
| book 231.2 | τῆς Σκαμάνδρου, ὡς Ἑλ〈λ〉άνικος (FGrHist 4, 138). T |
| book 233a.1 | ὃς δὴ κάλλιστος γένετο: ὅτι, ὡς ἂν ἁρμόζῃ πρὸς τὸ |
| book 233a.2 | ἐγκώμιον, τίθησι τὸ κάλλιστος· καὶ γὰρ ἄλλους καλλίστους λέγει. |
| book 233a.3 | καὶ ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντηκεν. A |
| book 233b.1 | ὃς δὴ κάλλιστος: ἔσχατον αὐτὸν ὀνομάσας πάλιν ἀν‐ |
| book 233b.2 | έλαβεν, ἐπείπερ αὐτῷ γένος οὐχ ὑπελείπετο. b(BCE3E4)T |
| book 234a.1 | 〈τὸν καὶ ἀνηρείψαντο θεοὶ Διῒ οἰνοχοεύειν:〉 ἡ |
| book 234a.2 | διπλῆ, ὅτι ἐναντιοῦται τοῖς νεωτέροις· οὐ γὰρ δι’ ἔρωτα τὸν Γανυμή‐ |
| book 234a.3 | δην ὑπὸ Διὸς ἀνηρπάσθαι, ἀλλ’ ὑπὸ τῶν θεῶν, ἵνα οἰνοχοῇ τῷ Διῒ |
| book 234a.4 | διὰ τὸ κάλλος. καὶ ὅτι ὁ καί περισσός. A |
| book 234b.1 | 〈τὸν καὶ ἀνηρείψαντο:〉 κατ’ ἔνια „τὸν μὲν ἀνηρεί‐ |
| book 234b.2 | ψα〈ντο〉“. Aim |
| book 234c1.1 | τὸν καὶ ἀνηρείψαντο: Ἀρίσταρχος μὲν ἓν ποιεῖ τὸ |
| book 234c1.2 | ἀνηρείψαντο, τουτέστι τὸ ἀνήρπασαν. εἰσὶ μέντοι, οἱ τὸν ἄν |
| book 234c1.3 | σύνδεσμον παρέλαβον, ὧν ἐστι καὶ Ἀπολλώνιος ὁ τοῦ Θέωνος, τοι‐ |
| book 234c1.4 | οῦτόν τι ἐκδεχόμενος· ‘ἀνήρπασαν ἂν αὐτὸν οἱ θεοὶ τῷ Διῒ χάριν |
| book 234c1.5.1 | τοῦ κάλλους, εἰ ἔζη‘. τοῦτο δέ φησιν, ἐπεὶ οὐδαμοῦ παρεισάγει αὐτὸν |
| book 234c1.5.2 | ὁ ποιητὴς τῷ Διῒ διακονούμενον· ἡ γὰρ Ἥβη βλέπεται (sc. Δ 2—3) |
| book 234c1.5.3 | καὶ ὁ Ἥφαιστος (sc. Α 584—5 et 597—8). πρὸς δὲ ταῦτα ὑγιῶς |
| book 234c1.1 | ἀπεφήναντό τινες καὶ ὁ Ἀσκαλωνίτης (p. 59 B.) ὡς ὅτι ὁ ποιητὴς |
| book 234c1.2 | τῷ ἠρείψαντο οὐδέποτε ἐχρήσατο ἄνευ τῆς προθέσεως. δεύτερον ὡς, |
| book 234c1.10.1 | εἰ ἦν ὁ ἄν σύνδεσμος, ἐχρῆν τινα αἰτίαν ἐπενεχθῆναι, ὥσπερ {ὡς} |
| book 234c1.10.2 | ἐπὶ τοῦ „οὐδ’ ἄν πω χάζοντο κελεύθου δῖοι Ἀχαιοί, / εἰ μὴ Ἀλέξαν‐ |
| book 234c1.10.3 | δρος Ἑλένης πόσις ἠϋκόμοιο, / παῦσεν ἀριστεύοντα μάχησ“ (Λ |
| book 234c1.10.4 | 504—6). πῶς δὲ ἐν ἑτέροις περὶ τῆς ἁρπαγῆς τοῦ Γανυμήδου〈σ〉 |
| book 234c1.10.5 | ὑπόμνησιν ποιεῖται, ὁπότε ὁ Διομήδης λέγει „τῆς γάρ τοι γενεῆς |
| book 234c1.15.1 | ἧς Τρωΐ περ εὐρύοπα Ζεύς | δῶχ’ υἷος ποινὴν Γανυμήδεοσ“ (Ε 265—6); |
| book 234c1.15.2 | ἀλλά, φησίν, οὐ διακονεῖται. εὐλόγως· πρῶτον μέν, ὅτι τὰ πάντα |
| book 234c1.15.3 | συμπόσια δύο ἐστίν, ἓν μὲν ἐν τῇ Α (sc. 584—604), ἐν ᾧ ὁ Ἥφαιστος |
| book 234c1.15.4 | παρεισάγεται διακονούμενος ἕνεκα γέλωτος, ἄλλο δὲ ἐν τῇ Δ (sc. |
| book 234c1.15.5 | 1—4), ὅπου ἡ Ἥβη κοινῶς οἰνοχοεῖ πᾶσι θεοῖς. ἔχομεν δὲ ἡμεῖς |
| book 234c1.20.1 | προσθεῖναι τὸ κυριώτατον, φημὶ δὲ τὸ τῆς συντάξεως· ὁ γὰρ καί |
| book 234c1.20.2 | σύνδεσμος ἐναντίος ἐστὶ τῷ ἄν· ὁ μὲν γὰρ τίθησι, μᾶλλον δὲ συμπλέ‐ |
| book 234c1.20.3 | κει, ὥσπερ ἐπιζητῶν καὶ ἕτερα συμπλέξαι· ὁ δὲ ἄν σύνδεσμος ἀναιρεῖ |
| book 234c1.20.4 | τὰ παρῳχημένα. A |
| book 234c2.1 | ὑφ’ ἓν τὸ ἀνηρείψαντο. τινὲς δὲ τὸν ἄν σύνδεσμον ἀν‐ |
| book 234c2.2 | εδέξαντο, ἵν’ ᾖ ὁ λόγος οὕτω· ‘τοῦτον δὲ ὅσον ἕνεκα τοῦ κάλλους καὶ |
| book 234c2.3 | ἀνηρείψαντο ἂν οἱ θεοί‘, δηλονότι εἰ μὴ ἐτεθνήκει· καὶ γὰρ οὐδέποτε, |
| book 234c2.4 | φασί, παρὰ τῷ ποιητῇ εἰσάγεται οἰνοχοεύων ὁ Γανυμήδης. ἀλλὰ |
| book 234c2.5.1 | πρὸς τοῦτο λεκτέον πρῶτον μὲν ὡς οὐδέποτε χωρὶς τοῦ αν ὁ ποι‐ |
| book 234c2.5.2 | ητὴς λέγει τὸ ἠρείψαντο· ἔπειτα ἐν ἑτέροις λέγει „δῶχ’ υἷος ποινὴν |
| book 234c2.5.3 | Γανυμήδεοσ“. τὸ δὲ πάντων μεῖζον· ὁ καί συμπλεκτικὸς ἐπιζητεῖ |
| book 234c2.5.4 | πράγματα, ἃ συμπλέκει, ὁ δὲ ἄν ἀναιρετικός ἐστι τῶν προϋπαρχόν‐ |
| book 234c2.5.5 | των· πῶς οὖν δύναται συνταχθῆναι ὁ ἄν τῷ καί; εἰ δέ φασιν ὡς οὐ |
| book 234c2.10.1 | φαίνεται διακονούμενος τοῖς θεοῖς, ἴστωσαν ὅτι δύο συμπόσια παρ‐ |
| book 234c2.10.2 | εισάγονται τῶν θεῶν τῷ ποιητῇ καὶ ἐν μὲν τῷ πρώτῳ γέλωτος |
| book 234c2.10.3 | ἕνεκεν Ἥφαιστος οἰνοχοεῖ, ἐν δὲ τῷ ἑτέρῳ Ἥβη· b(BCE3E4)T |
| book 234c2.10.4 | παρεῖναι γὰρ αὐτὸν οὐχ εἰκὸς εἰς καταστροφὴν Ἰλίου βουλευομένοις |
| book 234c2 | θεοῖς. b(BE3E4)T |
| book 234d.1 | ἀνηρείψαντο θεοί: Μνασέας (F.H.G. III p. 154, fr. |
| book 234d.2 | 30) μέν φησιν ὑπὸ Ταντάλου ἡρπάσθαι καὶ ἐν κυνηγεσίῳ πεσόντα |
| book 234d.3 | ταφῆναι b(BE3E4)T ἐν τῷ Μυσίῳ Ὀλύμπῳ κατὰ τὸ ἱερὸν |
| book 234d.4 | τοῦ Ὀλυμπίου Διός, T Δωσιάδας (FGrHist. 458, 5) δὲ ἡρπάσθαι |
| book 234d.5.1 | ὑπὸ Μίνω· καὶ ὁ λιμήν, ὅθεν ἡρπάσθη, Ἁρπαγίας καλεῖται· οἱ δὲ |
| book 234d.5.2 | Μίνωος ἀξιοῦντος μιγῆναι κατακρημνίσαι ἑαυτόν, τὸν δὲ θάψαι καὶ |
| book 234d.5.3 | πλάσασθαι τῷ πατρὶ ὡς θύελλα καὶ νέφος ἥρπασεν αὐτὸν εἰς οὐρανόν· |
| book 234d.5.4 | b(BE3E4)T οἱ δὲ μετὰ κυνηγεσίαν ἀφυπνώσαντα διασπαραχθῆ‐ |
| book 234d.5.5 | ναι ὑπὸ θηρῶν, οἱ δὲ κεραυνωθῆναι. T ἤρξατο δὲ ἀπὸ Λακώνων |
| book 234d.10.1 | παιδεραστεία τῶν γυμνασίας ἐπινοησάντων· τῇ γὰρ εὐεξίᾳ τῶν |
| book 234d.10.2 | σωμάτων ἐκινήθησαν κατ’ ἀλλήλων. b(BE3E4)T ῥητῶς δέ φη‐ |
| book 234d.10.3 | σιν ὅτι οὐ Ζεὺς ἥρπασεν, ἀλλ’ οἱ θεοὶ καὶ ἵνα οἰνοχοῇ· ἔθος γὰρ ἦν, |
| book 234d.10.4 | ὡς καὶ Σαπφώ φησι (fr. 203 L. P.), νέους εὐγενεῖς εὐπρεπεῖς οἰνοχο‐ |
| book 234d.10.5 | εῖν· „κοῦροι μὲν κρητῆρασ“ (Α 470), „ᾠνοχόει δ’ υἱὸς Μενελάου“ |
| book 234d.15.1 | (ο 141). ἴσως οὖν νέου ἀποθανόντος αὐτοῦ ἐπλάσαντο. καὶ ὁ ποιητὴς |
| book 234d.15.2 | δὲ τὸ ἀλαζονικὸν τῶν βαρβάρων εἰδὼς οὐκ ἀφ’ ἑαυτοῦ τὸν μῦθον |
| book 234d.15.3 | εἶπεν, ἀλλ’ Ἥβην φησὶν οἰνοχοεῖν (cf. Δ 2—3). T |
| book 234e | ἀνηρείψαντο: ἀπὸ τῆς ἔρας ἀνεβάστασαν. b(BCE3E4) |
| book 235a.1 | κάλλεος εἵνεκα 〈οἷο, ἵν’ ἀθανάτοισι μετείη〉: ὁ |
| book 235a.2 | ἀστερίσκος, ὅτι τοῦτον γράφουσι τὸν στίχον καὶ ἐν τῇ Ὀδυσσείᾳ |
| book 235a.3 | (sc. ο 251) ἐπὶ τοῦ Κλείτου οὐ δεόντως. A |
| book 235b.1 | κάλλεος εἵνεκα οἷο: καὶ τοῦτο ὁμοίως· ἢ γὰρ A |
| book 235b.2 | „ἀνηρείψαντο“ (Υ 234) κάλλεος εἵνεκα οἷο, ἢ ἵν’ ἀθανάτοισι |
| book 235b.3 | μετείη (235) κάλλεος εἵνεκα οἷο. AT |
| book 236.1 | Ἶλος δ’ αὖ τέκεθ’ υἱὸν 〈ἀμύμονα Λαομέδοντα〉: |
| book 236.2 | ἐξ Εὐρυδίκης τῆς Ἀδράστου. T |
| book 237 | Λαομέδων ... τέκετο: ἐκ 〈Σ〉τρυμοῦς τῆς Σκαμάνδρου. T |
| book 239.1 | 〈ὁ δ’ ἄρ’ Ἀγχίσην τέκε παῖδα:〉 ἐξ Ἐρυθ〈ε〉ίας τῆς |
| book 239.2 | Ἴλου. Til |
| book 240.1 | Πρίαμος δ’ ἔτεχ’ Ἕκτορα 〈δῖον〉: ἀπὸ τοῦ ἀρίστου |
| book 240.2 | τῶν Πριαμιδῶν ἠρκέσθη τὸ σύμπαν δηλῶσαι γένος. b(BCE3E4)T |
| book 242-3.1 | Ζεὺς δ’ ἀρετὴν 〈ἄνδρεσσιν ὀφέλλει τε μινύθει |
| book 242-3.2 | τε, / ὅππως κεν ἐθέλῃσιν〉: ἀρετὴν τὴν ἀνδρίαν· τοῦτο δὲ διὰ |
| book 242-3.3 | τὸν ὀνειδισμὸν τῆς φυγῆς, ὡς καὶ Ἕκτωρ „ὅς τε καὶ ἄλκιμον ἄνδρα |
| book 242-3.4 | φοβεῖ“ (Ρ 177). b(BCE3)T ἢ τὴν βασιλικὴν δόξαν· b(BCE3 |
| book 242-3.5 | E4)T φησὶν οὖν ὅτι νῦν μὲν οὗτοι ἔχουσιν, ἴσως δὲ καὶ ἡμεῖς |
| book 242-3 | σχήσομεν. b(BCE3)T |
| book 243.1 | 〈ὁ γάρ κ’ ὄχ’ ἄριστος ἁπάντων:〉 ἐν ἄλλῳ „ὁ γὰρ |
| book 243.2 | κάρτιστος ἁπάντων“. Aim |
| book 246-55.1 | ἔστι γὰρ ἀμφοτέροισιν ὀνείδεα μυθήσασθαι |
| book 246-55.2 | 〈—κελεύει〉: τεχνικῶς οὐκ ἀπολογεῖται μὲν περὶ τῆς φυγῆς, |
| book 246-55.3 | διασύρει δὲ τὸ ὀνειδίζειν. T |
| book 247.1 | 〈νηῦσ〉 ἑκατόζυγος: ἤδη οὖν καὶ ἐπὶ τῶν Τρωϊκῶν τηλι‐ |
| book 247.2 | καῦται νῆες. ἢ τὴν πολύκωπόν φησιν. T |
| book 248a.1 | στρεπτὴ δὲ γλῶσς’ 〈ἐστὶ βροτῶν〉: ταχεῖα ἡ |
| book 248a.2 | ἀντιστροφή. T |
| book 248b | 〈στρεπτή:〉 πολύστροφος, εὐμετάθετος. Aim |
| book 248c | 〈ἔνι:〉 ἔνεισιν. b(BCE3) |
| book 249a1.1 | πολὺς νομός: {νομὸς} ὥστε πολλὰ νεμηθῆναι καὶ ἐπι‐ |
| book 249a1.2 | δραμεῖν, καὶ ψέξαι καὶ ἐπαινέσαι· πρῶτος γὰρ τῶν Ἀκαδημαϊκῶν |
| book 249a1.3 | οἶδε τὸν εἰς ἑκάτερα λόγον. T |
| book 249b1.1 | ἄλλως· πολὺς νομός: τινὲς „νόμοσ“. κάλλιον δὲ ὀξύνειν, |
| book 249b1.2 | πανταχόθεν τοῦ λόγου ἰόντος καὶ νεμομένου. T |
| book 249a2/b2.1 | ὥστε πολλὰ εἰπεῖν, καὶ ἐπαινέσαι καὶ ψέξαι, καὶ εἰς |
| book 249a2/b2.2 | ἑκάτερα τὸν λόγον ἀγαγεῖν. | ὀξύνεται δὲ τὸ νομός, οἷον πανταχοῦ |
| book 249a2/b2.3 | τοῦ λόγου ἰόντος καὶ νεμομένου. b(BCE3E4) |
| book 249c.1 | {ἐπέων δὲ πολὺς} νομός: ὀξυτόνως, ἵνα σημαίνηται ὡς |
| book 249c.2 | ἐν τῇ συνηθείᾳ ἡ νέμησις· τοῦτο γὰρ ἐμφάσεως μείζονός ἐστι σημαν‐ |
| book 249c | τικόν. A |
| book 250.1 | ὁπ〈π〉οῖόν κ’ εἴπῃσθα ἔπος, 〈τοῖόν κ’ ἐπακού‐ |
| book 250.2 | σαισ〉: καθολικὸς ὁ λόγος, ἀμοιβὴν δεικνὺς φαύλων τε καὶ χρηστῶν |
| book 250.3 | λόγων· b(BCE3E4)T ὃν Ἡσίοδος (opp. 721) ἐμέρισεν, „εἰ δὲ |
| book 250.4 | κακὸν εἴποις, 〈τάχα κ’ αὐτὸς μεῖζον ἀκούσαισ〉“. T |
| book 251-5a1 | ἀλλὰ τίη (251) ἕως τοῦ πόλλ’ ἐτεά τε καὶ οὐκί |
| book 251-5a1.1 | (255): ἀθετοῦνται στίχοι πέντε ὡς ἄκαιροι καὶ ὀχληροὶ προειρημένου |
| book 251-5a1.2 | τοῦ „ἀλλ’ ἄγε μηκέτι ταῦτα λεγώμεθα“ (Υ 244). τοῦτο δὲ παρα‐ |
| book 251-5a1.3 | γράφοντός ἐστι τὸν λόγον. πῶς οὖν καθάπερ ἄλλην ἀρχὴν ποιούμενος |
| book 251-5a1.5.1 | ἔτι ἀναλαμβάνει ἀλλὰ τίη ἔριδας (251); καὶ τὰ λεγόμενα ἀνάξια |
| book 251-5a1.5.2 | τῶν προσώπων· καὶ παρὰ βαρβάροις δέ ἐστι τὸ τὰς γυναῖκας προ‐ |
| book 251-5a1.5.3 | ερχομένας λοιδορεῖσθαι ὡς παρ’ Αἰγυπτίοις. | περὶ δὲ τοῦ η τοῦ ὑπο‐ |
| book 251-5a1.5.4 | τασσομένου τῷ τί (cf. 251) καὶ τῷ ἐπεί ἐδηλώσαμεν ἐν τοῖς πρὸ |
| book 251-5a1.5.5 | τούτων (sc. ad Α 365) ὡς τῷ τί ὑποτασσόμενος μὲν ἐγκλίνεται, |
| book 251-5a1.10 | τῷ δὲ ἐπεί περισπᾶται. A |
| book 251-5a2.1 | ὁ η τῷ μὲν τί ὑποτασσόμενος ὀξύνεται, τῷ δ’ ἐπεί πε‐ |
| book 251-5a2.2 | ρισπᾶται. b(BCE3)T |
| book 251 | 〈καὶ νείκεα:〉 ἐν ἄλλῳ „καὶ ὀνείδεα“. Aim |
| book 252.1 | ὥς τε γυναῖκας: φησὶ γὰρ †ἀριστοφάνης† (Aristot. h. an. |
| book 252.2 | 9,1 p. 608b8)· „γυνὴ ἀνδρὸς ἐπιφθονώτερον, μεμψιμοιρότερον, |
| book 252.3 | φιλολοίδορον, φιλοπληκτικώτερον, μᾶλλον ἀρίδακρυ.“ b(BCE3E4)T |
| book 253 | αἵ τε χολωσάμεναι ἔριδος πέρι: περὶ ἔριδος εἰς χόλον |
| book 253 | ἀχθεῖσαι. τοῦτο ἐπὶ βαρβάρων γυναικῶν. b(BCE3E4)T |
| book 255a1.1 | πολλά τ’ ἐόντα καὶ οὐκί: οὕτως Ἀρίσταρχος πολλά |
| book 255a1.2 | τ’ ἐόντα καὶ οὐκί, τά τε ταῖς ἀληθείαις ὄντα καὶ μή. τὰ δὲ φαυλό‐ |
| book 255a1.3 | τερα τῶν ἀντιγράφων „ἐτεά“ ἔχει, τουτέστιν ἀληθῆ. A |
| book 255a2.1 | {πόλλ’ ἐτεά τε καὶ οὐκί:} πολλά τ’ ἐόντα καὶ οὐκί |
| book 255a2.2 | οὕτως αἱ Ἀριστάρχου, ἀντὶ τοῦ τά τε τῆς ἀληθείας ὄντα καὶ οὔ. τὰ |
| book 255a2.3 | δὲ εἰκαιότερα τῶν ἀντιγράφων „πόλλ’ ἐτεά τε 〈καὶ οὐκί〉“. T |
| book 255a3.1 | †πολλά τε ὄντα καὶ οὐκ ὄντα†. b(BCE3E4) πολλὰ |
| book 255a3.2 | τῆς ἀληθείας ἐχόμενα καὶ πολλὰ ψευδῆ. b(BCE3) |
| book 255a4.1 | οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ „πολλά τ’ ἐόντα, τὰ δ’ |
| book 255a4.2 | οὐκί“. Aim |
| book 256 | 〈μεταστρέψεις:〉 γράφεται „ἀποστρέψεισ“. Aint |
| book 259a1.1 | ἦ ῥα καὶ ἐν δινῷ σάκει 〈ἤλασεν〉: οὕτως ἡ Ἀρι‐ |
| book 259a1.2 | στάρχου· διαιρετέον τὸ „σάκεϊ“, καὶ Ἰακῶς τὸ „ἔλασ{σ}ε“. καὶ τὸ |
| book 259a1.3 | δινῷ δὲ ἔξω τοῦ ε, ἀπὸ τοῦ δινεῖσθαι· „δινωτὴν φορέεσκε“ (Ν 407). |
| book 259a1 | A |
| book 259a2.1 | τῷ δινωτῷ· TTil „δινωτὴν φορέεσκε, δύω κανόνεσς’ |
| book 259a2.2 | ἀραρυῖαν“. καὶ ἔστι τὸ μὲν δινῷ διὰ τοῦ ι, τὸ δὲ „σάκεϊ“ κατὰ |
| book 259a2.3 | διαίρεσιν τρισυλλάβως, τὸ δὲ „ἔλασε“ διὰ τοῦ ε. T |
| book 260 | 〈μύκε:〉 ὅτι ἀντὶ τοῦ ἤχησε καὶ οὐ διεκόπη. Aim |
| book 261-2 | 〈ἀπὸ ἕο ... ἔσχετο:〉 ἔξω ἀνέτεινεν ἑαυτοῦ. Aim |
| book 261 | 〈ἀπὸ ἕο:〉 ὅτι Ζηνόδοτος γράφει „ἀπὸ οὗ“. Aint |
| book 263 | 〈ῥεῖα:〉 Ἀρίσταρχος ἔξω τοῦ ι, „ῥέα“. Aim |
| book 265a1.1 | ῥηΐδια: δυνατά· „ἔνθ’ οὔ κεν ῥέα ἵπποσ“ (Μ 58). εἰσὶ |
| book 265a1.2 | δὲ τρωτὰ τὰ Ἡφαιστότευκτα, ὡς δῆλον ἐξ ὧν Ἕκτωρ φέρων τὰ |
| book 265a1.3 | Ἀχιλλέως ὑπὸ Ἰδομενέως {ἐν καυλῷ} βάλλεται, „ἐν καυλῷ δ’ ἐάγη |
| book 265a1.4 | δολιχὸν δόρυ“ (Ρ 607), καὶ αὐτὸς ὑπὸ Ἀστεροπαίου, „οὐδὲ διαπρό“ |
| book 265a1.5.1 | (Φ 164) δυνήσατο· Ἄρης δὲ τιτρώσκεται „νείατον ἐς κενεῶνα“ |
| book 265a1.5.2 | (Ε 857), καὶ Ἀρηΐθοος, „τά οἱ πόρε χάλκεος Ἄρησ“ (Η 146), καὶ |
| book 265a1.5.3 | Διομήδης (cf. Ε 99 et Θ 195). καὶ νῦν δύο γε πτύχες (cf. Υ 269). |
| book 265a1.5.4 | φησὶν οὖν ὅτι †πρῶτα† μέν, οὐ ῥηΐδια δέ. ἡ δὲ κνημὶς (cf. Φ 591—4) |
| book 265a1 | ὡς περιφερὴς καὶ εὐόλισθος οὐ βέβληται. T |
| book 265a2.1 | ῥηΐδια τὰ δυνατά. λέγει δὲ ὅτι τρωτὰ μέν, οὐ ῥηΐδια |
| book 265a2.2 | δὲ εἰς τὸ δαμασθῆναι. ἢ τάχα τὸ Ἀχιλλέως πρόσωπον ὑπεξαίρων |
| book 265a2.3 | οὕτως ἀποσεμνύνει τὰ ὅπλα· ὁ γὰρ Ἄρης Ἡφαιστότευκτα φορῶν |
| book 265a2.4 | νείατον ἐς κενεῶνα τιτρώσκεται. b(BCE3E4) |
| book 265b | 〈δῶρα:〉 ἔν τισιν „ἔργα“. Aim |
| book 266a.1 | ἀνδράσι γε θνητοῖσ〈ι δαμήμεναι οὐδ’ ὑποεί‐ |
| book 266a.2 | κειν〉: πρὸς τὴν ἑξῆς ἀθέτησιν (sc. Υ 269—72): AT ἄτρωτα γὰρ |
| book 266a.3 | καὶ ἄθλαστα τὰ Ἡφαιστότευκτα. A |
| book 266b.1 | 〈δαμήμεναι〉 οὐδ’ ὑποείκειν: οὐχ ὅσον τρωθῆναι, |
| book 266b.2 | ἀλλ’ οὐδ’ ἐνδοῦναι. T |
| book 267-8.1 | οὐδὲ τότ’ Αἰνείαο〈— / ῥῆξε σάκοσ〉: οὐκ ἀρ‐ |
| book 267-8.2 | κεῖ τὸ ‘ἄτρωτα ἦν‘ (cf. Υ 264—6), ἀλλ’ ‘οὐδ’ Αἰνείας ἔτρωσεν |
| book 267-8.3 | αὐτά‘ φησίν. T |
| book 269-72a.1 | ἀλλὰ δύω μὲν ἔλασσε〈—μείλινον ἔγ‐ |
| book 269-72a.2 | χοσ〉: ἀθετοῦνται στίχοι τέσσαρες, ὅτι διεσκευασμένοι εἰσὶν ὑπό τινος |
| book 269-72a.3 | τῶν βουλομένων πρόβλημα ποιεῖν. μάχεται δὲ σαφῶς τοῖς γνησίοις· |
| book 269-72a | ἄτρωτα γὰρ τὰ Ἡφαιστότευκτα συνίσταται. ἵνα δὲ μὴ δοκῇ λύσεως |
| book 269-72a.5.1 | ἠπορηκέναι καὶ διὰ τοῦτο ἠθετηκέναι, φησὶν ὅτι τῆς χρυσῆς πτυχῆς |
| book 269-72a.5.2 | πρώτης κατὰ τὴν ἐπιφάνειαν κειμένης νοητέον τὸ δόρυ τῆς πλείονος |
| book 269-72a.5.3 | ὁρμῆς ἐγκοπὴν εἰληφέναι, διακεκόφθαι μέντοι τὸ σάκος ἕως τῆς |
| book 269-72a.5.4 | τρίτης πτυχῆς, ὃν τρόπον ἐπὶ τῆς μίτρας Μενελάου λέγει· „ἥ οἱ |
| book 269-72a.5.5 | πλεῖστον ἔρυτο, διὰ πρὸ δὲ εἴσατο καὶ τῆσ“ (Δ 138). A |
| book 269-72b.1 | ἀλλὰ δύω μὲν ἔλασ〈σ〉ε〈—ἔγχοσ〉: οὗτοι καὶ |
| book 269-72b.2 | προηθετοῦντο παρ’ ἐνίοις τῶν σοφιστῶν, ἐν ἐνίοις δὲ οὐδὲ ἐφέροντο. |
| book 269-72b.3 | T |
| book 269-72b | ἀτρώτων ὑπαρχόντων—οὐ τρῶσις. A |
| book 269.1 | ἔλασ〈σ〉ε διὰ πτύχας: ἔπληξε· „πολέες γὰρ ἐπ’ αὐτῷ |
| book 269.2 | χαλκὸν ἔλασσαν“ (Ω 421). b(BCE3)T οἱ δὲ τὸ ἔλασ〈σ〉ε |
| book 269.3 | συνέκρουσεν, ὡς μὴ τὰς πτύχας πάσας δυνηθέντος συγκροῦσαι τοῦ |
| book 269.4 | πολεμίου. T |
| book 270.1 | ἐπεὶ πέντε πτύχας 〈ἤλασε κυλλοποδίων〉: φησὶν ὁ |
| book 270.2 | Αὐτόχθων πρώτην εἶναι τὴν χρυσῆν ὡς τιμίαν, δευτέραν δὲ τὴν |
| book 270.3 | χαλκῆν ὡς ἰσχυράν, μέσας τὰς δύο κασσιτερίνας συνάπτειν δυναμένας |
| book 270.4 | τὰς πτύχας, καὶ πάλιν τὴν χαλκῆν. b(BCE3)T |
| book 271-2.1 | τὰς δύο χαλκείασ〈—μείλινον ἔγχοσ〉: μέσην |
| book 271-2.2 | νομιστέον τὴν χρυσῆν· ἁπαλώτερος γὰρ ὢν ὁ χρυσὸς ἐκλελυμένον |
| book 271-2.1 | τὸ δόρυ μετὰ τὴν τῶν χαλκῶν βίαν εὐχερῶς ὑποδέξεται· ὅτι γὰρ οὐκ |
| book 271-2.2 | ἦν ἐν τῇ ἐπιφανείᾳ τῆς ἀσπίδος ὁ χρυσός, δηλοῖ δι’ ὧν φησι τεχνώμε‐ |
| book 271-2.5.1 | νον Ἥφαιστον τὴν ἀσπίδα τὸ μὲν τορεύειν ἐκ †χαλκοῦ†, τὸ δὲ ἐκ |
| book 271-2.5.2 | κασσιτέρου, μηδέποτε δὲ ἐκ χαλκοῦ, χαλκοῦ ἐδάφους ὑπόντος. τινὲς |
| book 271-2.5.3 | δέ φασι πρώτην εἶναι τὴν χαλκῆν, δευτέραν δὲ τὴν κασσιτερίνην, |
| book 271-2.5.4 | τρίτην τὴν χρυσῆν, τετάρτην κασσιτερίνην, πέμπτην χαλκῆν. |
| book 271-2.5.5 | b(BCE3)T |
| book 272 | τὴν δὲ μίαν χρυσῆν· 〈τῇ ῥ’ ἔσχετο μείλινον ἔγ‐ |
| book 272.1 | χοσ〉: ὅτι μὲν ἐν τῇ ἐπιφανείᾳ ἡ χρυσῆ, δῆλον ἐξ ὧν φησι „χρυσείη |
| book 272.2 | περ ἐοῦσα“ (Σ 549)· καὶ οὐκ ἂν τὴν καλλιστεύουσαν ἀπέκρυψεν. |
| book 272.3 | τὸ δὲ ἔσχετο τῆς ὁρμῆς ἐπαύσατο, οὐχ ὅτι οὐκ ἔτρωσεν, ἀλλ’ ὅτι |
| book 272.5.1 | τὸ πλατὺ τῆς ἐπιδορατίδος οὐ διῆλθεν, ἀλλ’ ἐνεσχέθη κατὰ τὸ μέρος |
| book 272.5.2 | τοῦτο ἐν τῷ †χρυσέῳ†· τοῦ γὰρ δόρατος ἡ μὲν ἀκμὴ τιτρώσκει, τὸ |
| book 272.5.3 | δὲ πλάτος τέμνει. τὴν μὲν οὖν ἐκ τῆς ἀκμῆς νύξιν ἐδέξατο ὁ χρυσὸς |
| book 272.5.4 | καὶ διὰ τοῦτο καὶ ὁ ὑποκείμενος χαλκός, τὴν δὲ ἐκ τοῦ πλάτους |
| book 272.5.5 | τομὴν οὐκέτι παρεδέξατο ὁ χρυσός· οὐκοῦν ἡ πρὸς τὸ πλάτος τοῦ |
| book 272.10.1 | σιδήρου ἀντίβασις τῆς χρυσῆς ἐπέσχε τὴν δι’ ὅλου διακοπὴν τῆς |
| book 272.10.2 | ἀσπίδος. b(BE3)T |
| book 273-4a1.1 | δεύτερος αὖτ’ Ἀχιλεὺσ〈—ἐΐσην〉: ὅτι |
| book 273-4a1.2 | Ζηνόδοτος μετεποίησεν οὕτως· „〈δεύτερος αὖτ’ Ἀχιλεὺσ〉 μελίην |
| book 273-4a1.3 | ἰθυπτίωνα / ἀσπίδα νύξ’ εὔχαλκον ἀμύμονος Αἰνείαο“. οὐκ ἐκ χειρὸς |
| book 273-4a1.4 | δὲ ἐπέτυχεν ὁ Ἀχιλλεύς, ὅπερ διὰ τοῦ νύξε σημαίνεται, ἀλλὰ βέβληκε |
| book 273-4a1.5 | τὸ δόρυ· διὸ καὶ ἑξῆς (sc. Υ 283) „βέλοσ“ αὐτὸ εἴρηκε. A |
| book 273-4a2.1 | {δεύτερος αὖτ’ ἀχιλεύς:} Ζηνόδοτος „δεύτερον αὖτ’ |
| book 273-4a2.2 | Ἀχιλεὺς μελίην ἰθυπτίωνα / ἀσπίδα νύξ’ εὔχαλκον ἀμύμονος Αἰνείαο“ |
| book 273-4a2.3 | ὥστε ἐκ χειρὸς τετρῶσθαι, ἀλλὰ μὴ βεβλῆσθαι. T |
| book 275.1 | ἄντυγ’ ὑπὸ πρώτην, 〈ᾗ λεπτότατος θέε χαλκός: |
| book 275.2 | πρώτην〉 τὴν ἄκραν, ὡς τὸ „ἐν πρώτῳ ῥυμῷ“ (Ζ 40). πρὸς τὸ |
| book 275 | εὐκατάκλειστον δὲ λεπτύνεται ὁ χαλκός. b(BCE3)T |
| book 276-80.1 | ἡ δὲ διὰ πρό 〈/ —ἔστη ἱεμένη〉: κατὰ τὸ |
| book 276-80.2 | ἄνω μέρος τῆς ἀσπίδος διόλου διαπεράσαν τὸ δόρυ ὀπίσω ἐπάγη |
| book 276-80.3 | τοῦ Αἰνείου. A |
| book 277.1 | λάκε: διεκόπη, ὡς καὶ ἐν τοῖς ἱματίοις λακίδες λέγονται |
| book 277.2 | αἱ διακοπαί. b(BCE3E4)T |
| book 278 | 〈ἐάλη:〉 συνειλήθη. b(BCE3) |
| book 279.1 | 〈ἐγχείη δ’ ἄρ’ ὑπὲρ νώτου ἐνὶ γαίῃ:〉 ὅτι σαφῶς |
| book 279.2 | συνίστησιν ὅτι βέβληται. AimTil |
| book 280.1 | 〈διὰ δ’ ἀμφοτέρους ἕλε κύκλους:〉 τὸν βύρσινον καὶ |
| book 280.2 | τὸν χαλκοῦν. Aint b(BCE3) |
| book 283.1 | ταρβήσας ὅ οἱ ἄγχι πάγη βέλος: ὅτι βέβληκε τὸ δόρυ |
| book 283.2 | ὁ Ἀχιλλεύς, οὐ νένυχεν ἐκ χειρός, ὥσπερ Ζηνόδοτος (sc. in Υ 273—4) |
| book 283.3 | πεποίηκεν· A τὸ γὰρ ἄγχι παγῆναι οὐκ ἄλλως ἐστὶν ἢ ἐκ |
| book 283.4 | προέσεως. ATil |
| book 284 | ἐπόρουσεν: καὶ τοῦτο σημεῖόν ἐστι τοῦ ἠκοντικέναι τὸ |
| book 284 | δόρυ. T |
| book 288-91.1 | ἔνθα κεν Αἰνείας μὲν〈—ἐνοσίχθων〉: πάντα |
| book 288-91.2 | ἤρτηται ἕως τοῦ εἰ μὴ ἄρ’ ὀξὺ νόησε (291). διορθωτέον οὖν αὐτὰ |
| book 288-91.3 | ὡς ἐν τῇ Β (261) „εἰ μὴ ἐγώ σε λαβών“ AT καὶ τὰ ἑξῆς. T |
| book 289.1 | τό: ἢ τὸ σάκος, ἢ αὐτὸ τὸ πρᾶγμα τὸ βληθῆναι τὴν κό‐ |
| book 289.2 | ρυθα ἢ τὸ σάκος, ἅπερ οὐκ ἤμελλε βληθέντα ὄλεθρον ἐπάξειν τῷ |
| book 289.3 | Ἀχιλλεῖ· ἰσχυρὰ γὰρ ἦσαν. A b (BE3E4)T |
| book 290a1.1 | 〈τὸν δέ κε Πηλεΐδης σχεδὸν ἄορι θυμὸν ἀπηύ‐ |
| book 290a1.2 | ρα:〉 πρὸς τὸ σχῆμα· ‘τὸν δὲ τὴν ψυχὴν ἀφείλετο‘. Aim |
| book 290a2 | καὶ σχῆμα ‘τὸν δὲ τὴν ψυχὴν ἀφείλετο‘. T |
| book 290b.1 | σχεδόν {ἄορι}: ἀντὶ τοῦ {σχεδὸν} ἐγγύς, καὶ οὐχ ὡς |
| book 290b.2 | ἡμεῖς. T |
| book 291a1.1 | Ποσειδάων: πῶς ἡ Ἀφροδίτη τὸν υἱὸν οὐ σῴζει; |
| book 291a1.2 | δέδιεν Ἀθηνᾶν. T |
| book 291a2.1 | πῶς δὲ ἡ Ἀφροδίτη οὐ βοηθεῖ τῷ υἱῷ; ὅτι δέδιε τὴν |
| book 291a2.2 | Παλλάδα. b(BE3E4) |
| book 292.1 | αὐτίκα δ’ ἀθανάτοισι 〈θεοῖς μετὰ μῦθον ἔειπεν〉: |
| book 292.2 | ἅμα τῷ διανοήματι δεῖ νοῆσαι καὶ τὸν λόγον τῶν θεῶν, εἴ γε καὶ τὸ |
| book 292.3 | ἔργον αὐτῶν τοιοῦτόν ἐστιν· b(BE3E4)T „ὡς δ’ ὅταν ἀΐξῃ |
| book 292.4 | νόος ἀνέροσ“ (Ο 80) καὶ „τρὶς μὲν ὀρέξατ’ ἰών“ (Ν 20): T εἰ γὰρ |
| book 292.5 | τοσαῦτα λέγων ἐνεβράδυνεν, ἀνῃρέθη ἂν Αἰνείας. b(BE3E4) |
| book 293.1 | ἦ μοι ἄχος 〈...〉 Αἰνείαο: ὅτι Aint λείπει ἡ περί, |
| book 293.2 | Aint b (BE3)T περὶ Αἰνείου. AintT |
| book 298.1 | μάψ, ἕνεκ’ ἀλλοτρίων 〈ἀχέων〉: ὅτι Αἰνείας οὐ συνεπε‐ |
| book 298.2 | γράφη τῷ τῶν Πριαμιδῶν πολέμῳ· διὸ καὶ ὁ Πρίαμος ὑπώπτευεν |
| book 298.3 | αὐτόν, οὐχ ὡς ἔνιοί φασιν, ὅτι ἐπετίθετο τῇ βασιλείᾳ. | βραχὺ δὲ δια‐ |
| book 298.4 | σταλτέον ἐπὶ τὸ μάψ πρὸς τὸ σαφέστερον. A |
| book 299a1.1 | δῶρα θεοῖσι δίδωσι: ὅτι οὕτως εἶπε θεοῖσι καὶ οὐχ |
| book 299a1.2 | ἡμῖν, ὡς οὐκ ὢν καὶ αὐτὸς θεός. καὶ ἐν Ὀδυσσείᾳ (α 66) „περὶ δ’ ἱρὰ |
| book 299a1.3 | θεοῖσι“. A |
| book 299a2.1 | {δῶρα θεοῖσι:} καὶ ἐν Ὀδυσσείᾳ (α 66—7) „ὃς περὶ μὲν |
| book 299a2.2 | νόον ἐστὶ βροτῶν, περὶ δ’ ἱρὰ θεοῖσιν / ἀθανάτοισι ἔδωκε“. καὶ οὐδὲ |
| book 299a2.3 | ἐκεῖσε εἶπεν ἡμῖν. T |
| book 304.1 | Δαρδάνου: προϊστόρησεν ἤδη (sc. Υ 215—9), τίς ὁ Δάρ‐ |
| book 304.2 | δανος, ἵνα μὴ νῦν ζητῶμεν. T |
| book 306a.1 | 〈ἤδη γὰρ Πριάμου γενεὴν〉 ἤχθηρε Κρονίων: διὰ |
| book 306a.2 | τὴν παράβασιν τῶν ὅρκων b(BE3E4)T μισητὸν ὁ Ζεὺς ἡγή‐ |
| book 306a.3 | σατο τὸ τοῦ Πριάμου γένος. b(BE3E4) |
| book 306b | 〈ἤχθηρε:〉 παρὰ Ἀριστοφάνει „ἤχθαιρε“. Aim |
| book 307-8a1 | 〈νῦν δὲ δὴ〉 Αἰνείαο βίη〈—γένωνται〉: |
| book 307-8a1.1 | οἱ μὲν διὰ Ῥωμαίους φασίν, ἅπερ εἰδέναι τὸν ποιητὴν ἐκ τῶν Σιβύλλης |
| book 307-8a1.2 | χρησμῶν, οἱ δέ, ὅτι Αἰολεῖς ἐξέβαλον τοὺς ἀπογόνους Αἰνείου. πταί‐ |
| book 307-8a1.3 | ουσι δέ, ὅσοι φασὶ τοῦτο εἰδυῖαν Ἀφροδίτην μηχανήσασθαι τὸν |
| book 307-8a1.5 | Τρωϊκὸν πόλεμον. T |
| book 307-8a2.1 | τὸ νῦν (307) τὸ μέλλον δηλοῖ. οἱ δὲ Αἰνείου ἀπόγονοι |
| book 307-8a2.2 | καὶ Ῥώμην κτίζουσιν· οὐ γὰρ οἱ τῶν παίδων παῖδες μόνης ἄρχουσι |
| book 307-8a2.3 | τῆς Ἰλίου. οἱ δέ φασιν, οὐδὲ τὸ Ἴλιον Αἰνείας ἔκτισεν, ἀλλὰ τὸ βίη |
| book 307-8a2.4 | (307) ἀντὶ τοῦ γενεά λαμβάνουσιν. b(BE3) |
| book 307a1.1 | νῦν δὲ δὴ Αἰνείαο 〈βίη Τρώεσσιν ἀνάξει〉: σημει‐ |
| book 307a1.2 | οῦνταί τινες πρὸς τὴν ἱστορίαν, καὶ ἐπεὶ μεταγράφουσί τινες „Αἰνείω |
| book 307a1.3 | γενεὴ πάντεσσιν ἀνάξει“, ὡς προθεσπίζοντος τοῦ ποιητοῦ τὴν Ῥω‐ |
| book 307a1.4 | μαίων ἀρχήν. | Ἀφροδίτη χρησμοῦ—τὴν Ἑλένην. ἡ ἱστορία |
| book 307a1.5 | παρὰ Ἀκουσιλάῳ (FGrHist 2, 39). A |
| book 307a2 | ἄλλως· Αἰνείαο βίη: τινὲς „Αἰνείω γενεή“. T |
| book 308.1 | {καὶ παῖδες παίδων τοί κεν μετόπισθε} γένωνται: αἱ διὰ |
| book 308.2 | τῶν πόλεων „λίπωνται“ εἶχον ἀντὶ τοῦ γένωνται. A |
| book 311a1 | Αἰνείαν ἤ κέν μιν 〈ἐρύσσεαι ἦ κεν ἐάσεισ〉: ὅτι |
| book 311a1.1 | περισσὸς ὁ κέν, καὶ ἔστι τὸ ἑξῆς ‘ἢ ἐρύσεις ἢ αὐτὸν ἐάσεισ‘. ἡ δὲ |
| book 311a1.2 | ἀναφορὰ πρὸς τὰς τοιαύτας ἀναγνώσεις ὅτι „πρῶτον {μὲν}, ἔπειτα |
| book 311a1.3 | δέ κ’ αὐτὸς ὀνήσεαι“ (Ζ 260), „μάλιστα δέ κ’ αὐτὸς ἀνέγνω“ (Ν 734). |
| book 311a1.5 | A |
| book 311a2 | δὶς περισσεύει ὁ κέν Til |
| book 313.1 | πολεῖς ὠμόσ〈σ〉αμεν ὅρκους: καὶ γάρ φησιν· „ἴστω |
| book 313.2 | νῦν τόδε γαῖα καὶ οὐρανός / καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ / σή θ’ |
| book 313.3 | ἱερὴ κεφαλὴ καὶ νωΐτερον λέχοσ“ (Ο 36—7. 39). T |
| book 322-4a.1 | Πηλείδῃ Ἀχιλῆϊ〈—ἔθηκεν〉: ἀθετοῦνται στί‐ |
| book 322-4a.2 | χοι τρεῖς, ὅτι οὐκ ἐνέσχηται τῇ ἀσπίδι τὸ δόρυ τοῦ Ἀχιλλέως, ἀλλὰ |
| book 322-4a.3 | „διὰ πρό / Πηλιὰς ἤϊξεν μελίη“ (Υ 276—7) καὶ „ἐγχείη δ’ ἄρ’ ὑπὲρ |
| book 322-4a.4 | νώτου ἐνὶ γαίῃ“ (Υ 279). πῶς οὖν ὁ Ποσειδῶν ἐκ τῆς ἀσπίδος ἤρυσε |
| book 322-4a.5 | τὸ δόρυ; A |
| book 322-4b.1 | Πηλείδῃ Ἀχιλῆϊ—ἔθηκεν: ἀθετοῦσί τινες τοὺς |
| book 322-4b.2 | στίχους ὡς ἐναντίους τοῖς προκειμένοις· οὐ γάρ ἐστιν ἐν τῇ ἀσπίδι τὸ |
| book 322-4b.3 | δόρυ· φησὶ γὰρ „ἡ δὲ διὰ πρό / Πηλιὰς ἤϊξε μελίη“ (Υ 276) καὶ |
| book 322-4b.4 | „ἐγχείη δ’ ἄρ’ ὑπὲρ νώτου ἐνὶ γαίῃ / ἔστη“ (Υ 279—80). ἔοικε δὲ |
| book 322-4b.5.1 | τοιοῦτόν τι σχῆμα περὶ τὴν πληγὴν γεγενῆσθαι· κατὰ μὲν γὰρ τὴν |
| book 322-4b.5.2 | αἰχμὴν ἐμπεπήγει τῇ γῇ, κατὰ δὲ τὸν στύρακα τῇ ἀσπίδι· ὅθεν τῆς |
| book 322-4b.5.3 | ἀσπίδος προσερειδομένης τῷ σώματι τὸ ξίφος ἐπισπάσασθαι μὴ δυνά‐ |
| book 322-4b.5.4 | μενος ὥρμησεν ἐπὶ τὸν λίθον. b(BE3E4)T |
| book 325-9.1 | Αἰνείαν δ’ ἔσ〈σ〉ευεν〈—θωρήσσοντο〉: πολ‐ |
| book 325-9.2 | λή τις ἔμφασις Ποσειδῶνος τὸν ἥρωα τοσοῦτον διάστημα μετεωρίσαν‐ |
| book 325-9 | τος. T |
| book 327a1.1 | θεοῦ ἈΠΟ χειρὸς ὀρούσας: δύναται ἡ ἀπό καὶ |
| book 327a1.2 | ἀναστρέφεσθαι, ἵν’ 〈ᾖ〉 ἀπὸ θεοῦ, καὶ φυλάσσειν τὸν τόνον, ἵν’ ᾖ |
| book 327a1.3 | ἀπορούσας· ὅπερ καὶ βέλτιον. A |
| book 327a2.1 | ἄμεινον μὴ ἀναστρέφειν τὴν ἀπό, ἵν’ ᾖ ἀπορούσας. |
| book 327a2.2 | b(BE3)T |
| book 329.1 | Καύκωνες: περὶ Παφλαγονίαν φασὶν οἰκεῖν τοὺς Καύκωνας. |
| book 329.2 | καὶ πῶς οὐ συγκατέλεξεν αὐτοὺς ἐν τῷ Καταλόγῳ; ἢ οὖν ἐπήλυδές |
| book 329.3 | εἰσιν, ἢ ἐν τοῖς Λέλεξι περιέχονται. b(BE3)T τινὲς δὲ καὶ φέ‐ |
| book 329.4 | ρουσι τὸ „Καύκωνας 〈δ’〉 αὖτ’ ἦγε Πολυκλέος υἱὸς Ἄμειβος, / οἳ |
| book 329.5 | περὶ Παρθένιον ποταμὸν κλυτὰ δώματα ναῖον“ (= Β 855 a—b). T |
| book 329 | Καύκωνες: οἱ μὲν Τρωϊκὸν ἔθνος—Καρίας. A |
| book 331.1 | καί μιν φωνήσας: παρὰ Ζηνοδότῳ „καί μιν νεικείων“, |
| book 331.2 | παρὰ Ῥιανῷ (fr. 18 p. 54 M.) „τὸν καὶ νεικείων“. Aim T |
| book 332a | ἀτέοντα: οὕτως ἐν ἁπάσαις. AAim |
| book 332b1.1 | ἀτέοντα: ἀφροντιστοῦντα. Καλλίμαχος (fr. 633)· „Μου‐ |
| book 332b1.2 | σέων †κενὸς† ἀνὴρ ἀτέει“. AT |
| book 332c1.1 | ἄλλως· ἀτέοντα: ἀφροντιστοῦντα, „ὁ δὲ πρῶτον μὲν |
| book 332c1.2 | ἀτίζων“ (Υ 166). ἢ φρενοβλαβοῦντα. T |
| book 332c2/b2.1 | φρενοβλαβοῦντα ἢ ἀφροντιστοῦντα, „ὁ δὲ πρῶτον |
| book 332c2/b2.2 | μὲν ἀτίζων / ἔρχεται“ (Υ 166—7). | καὶ Καλλίμαχος „†μουσῶν δὲ |
| book 332c2/b2.3 | κενὸς† ἀνὴρ ἀτέει.“ b(BE3) |
| book 332d.1 | ἄλλως· ἀτέοντα: ὡς νοέοντα· ἔστι γὰρ τῆς πρώτης |
| book 332d.2 | συζυγίας τῶν περισπωμένων. A b (BE3)T |
| book 333.1 | 〈ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι:〉 ἐν ἄλλῳ |
| book 333.2 | „ἀντί’ Ἀχιλλῆος πολεμίζειν ἠδὲ μάχεσθαι“. Aim |
| book 334a1.1 | ὃς σεῦ ἅμα κρείσσων: ὀρθοτονητέον τὴν ἀντωνυμίαν, |
| book 334a1.2 | ὡς ἐκεῖ „ὃς σεῦ ἄνευθεν ἐών“ (Β 27)· ἔστι γὰρ καὶ ἀντιδιασταλτική. |
| book 334a1.3 | A |
| book 334a2.1 | ὀρθοτονητέον διὰ τὴν ἀντιδιαστολήν, b(BE3)T ὡς |
| book 334a2.2 | ἐν τῷ „ὃς σεῦ ἄνευθεν ἐών“. T |
| book 334b.1 | 〈φίλτερος ἀθανάτοισιν:〉 πολλάκις γὰρ καὶ τοῦ ἰσχυ‐ |
| book 334b.2 | ροῦ περιγίνεται ὁ θεοφιλής. b(BE3E4)T |
| book 335.1 | ἀλλ’ ἀναχωρῆσαι 〈ὅτε κεν συμβλήσεαι αὐτῷ〉: οὐ |
| book 335.2 | μόνον διασῴζει, ἀλλὰ καὶ εἰς τὸ μέλλον ὑποθήκας τῆς σωτηρίας δί‐ |
| book 335.3 | δωσιν. b(BE3E4)T |
| book 335-6.1 | συμβλήσεαι (335): ἀπροοράτως συμβάλῃς. πρὸς κατά‐ |
| book 335-6.2 | πληξιν δὲ καὶ τὸ ὑπὲρ μοῖραν (336) τέθειται. b(BE3E4)T φησὶ |
| book 335-6.3 | γὰρ „μοῖραν δ’ οὔ τινά φημι πεφυγμένον 〈ἔμμεναι ἀνδρῶν〉“ (Ζ 488). |
| book 335-6 | T |
| book 342 | 〈μέγα:〉 ἀντὶ τοῦ ἀθρόως. Til |
| book 346a1.1 | {λεύσσω τῷ δ’} ἐφέηκα: ὅτι βέβληκε τὸ δόρυ ἐπὶ τὸν |
| book 346a1.2 | Αἰνείαν καὶ οὐκ ἐκ χειρὸς ἔτρωσεν, ὡς Ζηνόδοτος γράφει (sc. in Υ |
| book 346a1.3 | 273—4). λέγει γοῦν ῥητῶς ἐφέηκα. A |
| book 346a2.1 | {ἐφέηκα:} οὐκ εἶπεν ‘ἔνυξα‘ ἢ ‘οὔτασα‘. μάχεται οὖν ἡ |
| book 346a2.2 | Ζηνοδότειος γραφή. T |
| book 356.1 | {ἀργαλέον} δέ μοι {ἐστι}: ἄμεινον ἐνθάδε ἀπόλυτον λαμ‐ |
| book 356.2 | βάνειν τὴν ἀντωνυμίαν, τουτέστιν ἐγκλιτικήν. A |
| book 357a1.1 | ΤΟΣΣΟΥΣΔΕ: ὁ Ἀσκαλωνίτης (p. 59 B.) προπερισπᾷ, |
| book 357a1.2 | ἐπεί, φησί, κατὰ δεῖξιν λέγεται καὶ τὸ „τοσσῆσδ’ ὑσμίνησ“ (Υ 359). |
| book 357a1.3 | Ἀρίσταρχος μέντοι καὶ οἱ πλείους παρολκὴν ἐξεδέξαντο τοῦ δέ, καὶ |
| book 357a1.4 | ἐπείσθη ταύτῃ τῇ ἀναγνώσει ἡ παράδοσις. οὐκ ἀδόκιμος δὲ καὶ ἡ τοῦ |
| book 357a1.5 | Ἀσκαλωνίτου. A |
| book 357a2.1 | {τόσους ἀνθρώπους:} οἱ περὶ Ἀρίσταρχον ἐν παρολκῇ |
| book 357a2.2 | λαμβάνουσι τὸν δέ. οὕτω καὶ ἡ παράδοσις. ὁ δὲ Ἀσκαλωνίτης περι‐ |
| book 357a2.3 | σπᾷ τὸ „τοσ〈σ〉οῦσ“. T |
| book 362a.1 | ἀλλὰ μάλα 〈στιχὸς εἶμι διαμπερέσ〉: πρὸς τὸ σημαι‐ |
| book 362a.2 | νόμενον ὅτι δι’ ὅλης τῆς τάξεως πορεύσομαι †διανταίαν† ἀπ’ ἀρχῆς |
| book 362a.3 | ἕως πέρατος. A |
| book 362b1 | στιχὸς εἶμι διαμπερές: ἕως τοῦ πέρατος τῆς φάλαγγος. |
| book 362b1 | T |
| book 362b2.1 | λέγει δὲ ὅτι πορεύσομαι ἕως τοῦ διόλου ἤτοι τοῦ πέρατος |
| book 362b2.2 | τῆς φάλαγγος. b(BCE3) |
| book 362c.1 | στιχός: ὡς τριχός, ἀπ’ εὐθείας τῆς στίξ· A b (BCE3) |
| book 362c.2 | καὶ γὰρ „στίχεσ“ (Δ 90 al.) λέγει καὶ „στίχασ“ (Β 525 al.). τὸ δὲ |
| book 362c.3 | εἶμι προπερισπαστέον· σημαίνει γὰρ τὸ πορεύ〈σ〉ομαι. A |
| book 367-8.1 | καί κεν ἐγὼν ἐπέεσσι〈— / ἔγχεϊ δ’ ἀργα‐ |
| book 367-8.2 | λέον〉: εἰς τὰ ἔργα κελεύει ἀφορᾶν, οὐκ εἰς τὰς ἐπαγγελίας. b(BCE3E4) |
| book 367-8.3 | T τάχα δὲ διδάσκει μὴ μέγα κατὰ τῶν ἀπόντων φρονεῖν. |
| book 367-8.4 | b(BCE3E4) |
| book 370a1.1 | κολούει: ἀτελὲς ποιεῖ, ὡς τὸ „ἐνικλᾶν, ὅτ〈τ〉ι νοήσω“ |
| book 370a1.2 | (Θ 408). T |
| book 370a2.1 | ἀτελὲς ποιεῖ, ὡς τὸ „πῆλ’ αὔτως ἐν χειρὶ κόλον δόρυ“ |
| book 370a2.2 | (Π 117). b(BCE3) |
| book 371 | 〈τῷ δ’ ἐγώ:〉 ἐν ἄλλῳ „τοῦ δ’ ἐγώ“. Aint |
| book 372a.1 | εἰ πυρὶ χεῖρας ἔοικε, 〈μένος δ’ αἴθωνι σιδήρῳ〉: |
| book 372a.2 | ἀγκύλον τὸ διανόημα καὶ πολὺν ἐν βραχεῖ νοῦν ἔχον καὶ διὰ τῆς ἐπ‐ |
| book 372a.3 | αναλήψεως ἐμφαῖνον ὑπερβολὴν τῆς ἀμφοῖν δυνάμεως, πυρὸς μὲν |
| book 372a.4 | ὀξύτητα, σιδήρου δὲ καρτερίαν παραλαβόν. A b (BCE3E4)T |
| book 372b.1 | εἰ πυρὶ χεῖρας 〈ἔοικε〉: πρὸς τὴν ἐπανάληψιν, ὅτι ἐν |
| book 372b.2 | Ἰλιάδι συνεχῶς ἐν δὲ Ὀδυσσείᾳ ἅπαξ (sc. α 23). A |
| book 373 | 〈ἔγχε’ ἄειραν:〉 γράφεται „ἔσταν Ἀχαιῶν“. Aim |
| book 375.1 | Ἕκτορα εἶπε: ὅτι A ἐλλείπει ἡ πρός πρόθεσις, πρὸς |
| book 375.2 | Ἕκτορα. A b (BCE3) καίτοι παρῆν εἰπεῖν ‘Ἕκτορι εἶπεν‘, ἀλλὰ |
| book 375.3 | συνήθως παρέλιπε τὴν πρόθεσιν· „καὶ τότ’ ἄρ’ Αἴας εἶπε βοὴν ἀγα‐ |
| book 375.4 | θὸν Μενέλαον“ (Ρ 237). A |
| book 376a.1 | μηκέτι πάμπαν 〈Ἀχιλλῆϊ〉 προμάχιζε: μὴ προ‐ |
| book 376a.2 | μάχει, ἀλλὰ σὺν τοῖς ἄλλοις αὐτὸν δέχου. b(BCE3E4)T |
| book 376b.1 | ἄλλως· μηκέτι πάμπαν〈—προμάχιζε〉: τα‐ |
| book 376b.2 | μιεύεται ὁ ποιητὴς τὸ πρόσωπον Ἕκτορος εἰς τὰ τελευταῖα. b(BCE3 |
| book 376b.3 | E4)T |
| book 378a1.1 | μή πώς 〈σ’〉 ἠὲ βάλῃ 〈ἠὲ σχεδὸν ἄορι τύψῃ〉: |
| book 378a1.2 | ὅτι διέσταλκε τὸ βαλεῖν καὶ τὸ τύψαι, διδασκαλικῶς προσθεὶς σχεδόν, |
| book 378a1.3 | οἷον σχέδην ἐκ τοῦ σύνεγγυς. A |
| book 378a2.1 | {ἠὲ} σχεδόν {ἄορι τύψει}: ἀντὶ τοῦ σχέδην. ἀντέθηκε δὲ |
| book 378a2.2 | αὐτῷ τὸ βάλῃ. T |
| book 383-5.1 | ἐσθλὸν Ὀτρυντείδην〈—ἐν πίονι δήμῳ〉: |
| book 383-5.2 | ἔθος μὲν αὐτῷ ποικίλλειν ἐν ταῖς ἐπιδιηγήσεσι τὸν λόγον, νυνὶ δὲ |
| book 383-5.3 | καιριώτατα χρῆται τῷ τοιούτῳ εἴδει· μετὰ γὰρ τοσαύτας μάχας καὶ |
| book 383-5.4 | ἀναιρέσεις ἔδει καλλωπίσμασι χρήσασθαι ἔξωθεν διὰ τὸ προσκορές, |
| book 383-5.5.1 | ἅμα δὲ καὶ περὶ τοῦ συστῆσαι τὸν πρῶτον ὑπ’ Ἀχιλλέως ἀνῃρη‐ |
| book 383-5.5.2 | μένον ὅτι οὐκ ἦν τῶν τυχόντων. b(BCE3E4)T |
| book 384 | ὃν νύμφη τέκε: ἔν τισι τῶν φαύλων ἀντιγράφων „τὸν |
| book 384 | νύμφη τέκε“ διὰ τοῦ τ. ATil |
| book 385a1.1 | 〈Ὕδης:〉 οὕτως Ὕδης διὰ τοῦ δ, τῆς Λυδιάς. Ὕλη δὲ |
| book 385a1.2 | τῆς Βοιωτίας. Aim |
| book 385a2.1 | {ὕλης ἐν πίονι δήμῳ:} Ὕδη διὰ τοῦ δ ἡ τῆς Λυδίας πόλις. |
| book 385a2.2 | Ὕλη δὲ τῆς Βοιωτίας διὰ τοῦ λ. „Ὕλῃ ἔνι οἰκία ναίων“ (Η 221). T |
| book 385a3.1 | διὰ τοῦ δ τὸ Ὕδης· ἔστι γὰρ πόλις Λυδίας. γράφεται δὲ |
| book 385a3.2 | καὶ διὰ τοῦ λ, ὡς τὸ „Ὕλῃ ἔνι οἰκία ναίων“. ἔστι δὲ πόλις τῆς Βοιω‐ |
| book 385a3.3 | τίας. b(BCE3) |
| book 386.1 | ἰθὺς μεμαῶτα: σημειοῦνταί τινες ὅτι εἰς εὐθὺ ὁρμῶντα. |
| book 386.2 | Aint b (BCE3)T |
| book 387.1 | πᾶσα: ὅτι Aint πᾶσα ἀντὶ τοῦ ὅλη. Aint b (BCE3)T |
| book 387.2 | „πάντα νέκυν καταείνυον“ (Ψ 135). T |
| book 388.1 | δούπησεν: ὅτι Aim ἐκ τοῦ παρακολουθοῦντος, ἀντὶ |
| book 388.2 | τοῦ ἀπέθανεν. Aim b (BCE3E4)T |
| book 389.1 | κεῖσαι, Ὀτρυντ〈ε〉ίδη: ὅτι ὁ Ἀχιλλεὺς γινώσκων αὐτὸν |
| book 389.2 | ἐξ ὀνόματος καλεῖ. A |
| book 390a1 | ἐνθάδε: ἕν ἐστι τὸ ἐνθάδε, ὡς καὶ ὁ Ἀσκαλωνίτης |
| book 390a1.1 | (p. 59 B.)· ἔστι γὰρ δεικτικὸν τῆς ἐν τόπῳ σχέσεως, ὥσπερ καὶ τὸ |
| book 390a1.2 | „ἐνθάδε κ’ αὖθι μένων“ (ε 208), ὥστε πρὸ τῆς δε συλλαβῆς ἡ ὀξεῖα. |
| book 390a1.3 | A |
| book 390a2 | {ἐνθάδε:} δεικτικῶς, ὡς „ἐνθάδε †καθημένων“. T |
| book 390a3.1 | δεικτικόν ἐστι τὸ ἐνθάδε, καὶ πρὸ μιᾶς ἔχει τὸν τόνον. |
| book 390a3.2 | b(BCE3) |
| book 390-2.1 | 〈γενεὴ δέ τοί ἐστ’ ἐπὶ λίμνῃ—δινήεντι:〉 |
| book 390-2.2 | σημειωτέον {δὲ} ὡς διὰ ἀκριβείας ἴσασιν ἀλλήλους, ὡς καὶ Δόλωνα |
| book 390-2.3 | 〈οἱ〉 περὶ Διομήδην (cf. Κ 447. 478). T |
| book 390-1.1 | λίμνῃ / Γυγαίῃ: οὕτω〈σ〉 ἐν Λυδίᾳ—καλουμένου. |
| book 390-1.2 | A |
| book 391a | 〈Γυγαίῃ:〉 ὄνομα τῆς λίμνης. Aim |
| book 391b.1 | ὅθι τοι τέμενος πατρώϊόν 〈ἐστιν〉: κώμη ἐστὶ |
| book 391b.2 | Λυδίας Ἅλαδα, ἔνθα φησὶν Ἡρόδοτος βωμὸν Ἰφιτίωνος καὶ ἄγαλμα |
| book 391b.3 | λίθινον κολοσσικὸν ἠκρωτηριασμένον, ἀρχαίῳ τύπῳ εἰργασμένον. καὶ |
| book 391b.4 | τοὺς περὶ τὴν λίμνην καλάμους συνδονεῖσθαι ἐν εὐδίαις, ὥς φησιν |
| book 391b.5 | ὅθι τοι τέμενος πατρώϊόν ἐστιν. T |
| book 392a.1 | Ὕλλῳ ἐπ’ ἰχθυόεντι: Ὕλλος νῦν Φρύγιος καλεῖται. |
| book 392a.2 | ἐκβάλλει δὲ μεταξὺ Θυατείρων καὶ Σάρδεων. T |
| book 392b.1 | ἄλλως· Ὕλλῳ ἐπ’ ἰχθυόεντι καὶ Ἕρμῳ δινήεντι: |
| book 392b.2 | τὸ σχῆμα ὁμοιόπτωτον. b(BCE3)T ἐν βραχεῖ δὲ τό τε πλῆθος |
| book 392b.3 | ἔδειξε τῶν ἰχθύων τοῦ Ὕλλου τοῦ τε Ἕρμου τὸ ταχὺ τῶν ῥευμάτων· |
| book 392b.4 | καὶ γὰρ δύσπλωτός ἐστιν. b(BCE3E4)T |
| book 392c | 〈Ὕλλῳ ... καὶ Ἕρμῳ:〉 ποτ〈αμοὶ〉 Λυδίας. Aim |
| book 394.1 | ἐπισ〈σ〉ώτροις δατέοντο: ἐναργῶς ἔδειξεν αἰκισμὸν |
| book 394.2 | σώματος ὑπὸ τῶν παραθεόντων τροχῶν διαιρουμένου. b(BCE3E4)T |
| book 395-9.1 | Δημολέοντα〈—ῥῆξ’ ὀστέον〉: ἐν ὀλίγοις ὅλα |
| book 395-9.2 | δεδήλωκε, τὸ ὄνομα (sc. 395), τὸν τρόπον, τὸν πατέρα (sc. 396), τὸν |
| book 395-9.3 | τόπον, ἐφ’ ὃν ἡ πληγή, ὅτι ἐπὶ τὴν κεφαλὴν καὶ ὅτι διὰ τῆς κυνῆς, καὶ |
| book 395-9.4 | κατὰ ποῖον μέρος τῆς κεφαλῆς (cf. 397), καὶ μέχρι ποῦ διῆλθεν, |
| book 395-9.5 | b(BCE3E4)T ὅτι ῥῆξ’ ὀστέον (399). T |
| book 395a1.1 | 〈Δημολέοντα:〉 οὕτως Ἀρίσταρχος. τινὲς δὲ „Δηϊλέ‐ |
| book 395a1.2 | οντα“. Aint |
| book 395a2 | Ἀρίσταρχος „Δηϊλέοντα“. Til |
| book 396a1.1 | ἐσθλὸν ἀλεξητῆρα 〈μάχησ〉: ἐκ τῶν τριῶν λέξεων ἓν |
| book 396a1.2 | σημαίνει, ἐν πολέμῳ ἀγαθόν. θετέον οὖν ἐπ’ αὐτὰς τὴν συναφήν, |
| book 396a1.3 | σύνδυο τῆς τε πρώτης καὶ δεύτερας καὶ τρίτης λέξεως. δύναται δὲ καὶ |
| book 396a1.4 | τὸ ἐσθλόν καθ’ ἑαυτὸ εἶναι. A |
| book 396a2.1 | {ἐσθλὸν ἀλεξητῆρα μάχης:} ἓν ἐκ τῶν τριῶν λέξεων ση‐ |
| book 396a2.2 | μαίνεται, ἐν πολέμῳ ἀγαθόν. δυνατὸν δὲ καὶ ἐν τῷ ἐσθλόν στίζειν. T |
| book 396a3.1 | ἀγαθὸν b(BCE3) ἐν τῇ μάχῃ βοηθόν. b(BCE3E4) |
| book 396a3.2 | δύναται δὲ καὶ εἰς τὸ ἐσθλόν ἡ στιγμὴ τίθεσθαι καὶ γράφεσθαι |
| book 396a3.3 | μάχης. b(BCE3) |
| book 397.1 | κατὰ κρόταφον: καὶ ἡ περὶ τὰς πληγὰς ποικιλία θαυμασί‐ |
| book 397.2 | α· ἄμφω γὰρ κατὰ τῆς κεφαλῆς τέτρωνται. b(BCE3E4)T ἀλλ’ |
| book 397.3 | ὁ μὲν πρόσω ἱέμενος κατὰ μέσην τὴν κεφαλὴν πλήσσεται (cf. Υ |
| book 397.4 | 386—7), ὁ δὲ ἤδη παρατρέχων, ὡς ἔοικε, καὶ εἰς φυγὴν ὁρμώμενος διὰ |
| book 397.5 | τοῦ κροτάφου. ὁ δὲ τρίτος κατὰ τὸ μετάφρενον ἀπεστραμμένος τιτρώ‐ |
| book 397 | σκεται (cf. Υ 402). b(BE3E4)T |
| book 401a | 〈καθ’ ἵππων ἀΐξαντα:〉 καταβάντα τῶν ἵππων. Aim |
| book 401b | 〈ἀΐξαντα:〉 γράφεται „ἀΐσσοντα“. Aim |
| book 403 | 〈ἄϊσθε:〉 ἀπέπνεεν. Til |
| book 404a1.1 | 〈ἤρυγεν:〉 πρὸς τὴν ἐπανάληψιν τοῦ ἤρυγεν (cf. Υ 403). |
| book 404a1.2 | Aim |
| book 404a2.1 | {ὣς ἄρα:} πρὸς τὴν ἐπανάληψιν τοῦ ἤρυγε τὸ σημεῖον. |
| book 404a2.2 | T |
| book 404b.1 | Ἑλικώνιον ἀμφὶ ἄνακτα: Νηλεύς, φασίν, ἐν Μιλήτῳ |
| book 404b.2 | ἱερὸν Ποσειδῶνος Ἑλικωνίου ἱδρύσατο b(BCE3E4)T κατὰ μίμη‐ |
| book 404b.3 | σιν τοῦ ἐν Ἑλίκῃ τῆς Ἀχαίας. T σύνηθες δὲ τοῖς αὐτόσε καθ’ |
| book 404b.4 | ἕκαστον ἔτος †ἐγκυκλεῖν† τὰς θυσίας τῷ θεῷ, σημεῖα λαμβάνουσιν ἀπὸ |
| book 404b.5 | τῆς τῶν ταύρων ἐρυγῆς· βοώντων γὰρ τῶν ταύρων δοκοῦσιν εὐμενῆ |
| book 404b | τε εἶναι τὸν θεὸν καὶ τὴν θυσίαν ἀσπάζεσθαι. b(BCE3E4)T |
| book 404b.1 | {ὡς ὅτε ταῦρος ἤρυγεν ἑλκόμενος} Ἑλικώνιον ἀμφὶ ἄ‐ |
| book 404b.2 | νακτα: τὸν Ποσειδῶνα, ἤτοι ὅτι καὶ ἐν Ἑλικῶνι—νομίζοντες. ἡ |
| book 404b.3 | ἱστορία παρὰ Κλειτοφῶντι (F.H.G. IV. 368 fr. 5). A |
| book 404c.1 | Ἑλικώνιον: οἱ Αἰολεῖς παρὰ τὰς γενικὰς τῶν πρωτοτύ‐ |
| book 404c.2 | πων ποιοῦσι κτητικοὺς τύπους, ἑτέρων ἑτερώνιος, ἄλλων ἀλλώνιος, |
| book 404c.3 | †ἑτοιμώνιος†, ἀνεμώνιος ὁ διὰ τὴν εὐφωνίαν ἀνεμώλιος, Ἑλικῶν |
| book 404c.4 | Ἑλικώνιος· φησὶν οὖν τὸν ἐν Ἑλίκῃ τῆς Ἀχαίας τιμώμενον. τὰ δὲ |
| book 404c.5.1 | διὰ τοῦ ιος, εἰ μὲν τὸ πρωτότυπον εἰς ος ἔχει, διὰ τοῦ ησιος, Ἰθακήσιος |
| book 404c.5.2 | ἀπὸ τοῦ Ἴθακος, Ὀχήσιος, βροτήσιος, ἐτήσιος, μεθοδήσιος. εἰ δὲ |
| book 404c.5.3 | τρέποιτο τὸ η τοῦ πρωτοτύπου εἰς α παρὰ Δωριεῦσι, διὰ τοῦ α, |
| book 404c.5.4 | Πρυμνάσιον, Κορυφάσιον. οὕτως ἔχει καὶ τὸ κοράσιον, ὃ μᾶλλόν ἐστι |
| book 404c.5.5 | Μακεδονικόν. b(BE3E4)T |
| book 406a.1 | ὣς ἄρα τόν γ’ ἐρυγόντα λίπ’ ὀστέα θυμὸς ἀγή‐ |
| book 406a.2 | νωρ: εἰκότως ἀνερυγγάνων τὸ αἷμα καὶ ὀξέως ἀποθνῄσκει· τὴν γὰρ |
| book 406a.3 | τραχεῖαν ἀρτηρίαν διεκόπη καὶ τὸν στόμαχον διῄρηται, b(BCE3E4) |
| book 406a.4 | T ὅ ἐστι τὸν οἰσοφάγον, T καὶ μέχρι τοῦ θύμου φθάνει τὸ |
| book 406a.5 | δόρυ. θύμος δέ ἐστιν ἄδην μεταξὺ τῶν κλειδῶν κείμενος πρὸς τὸ μὴ |
| book 406a | πλήττεσθαι ὑπὸ τοῦ ὀστοῦ τὴν τραχεῖαν ἀρτηρίαν. b(BCE3E4)T |
| book 406b1.1 | {ὡς ἄρα τόν γ’} ἐρυγόντα: ὡς „φαγόντα“ (cf. δ 33). |
| book 406b1.2 | ἔστι γὰρ δευτέρου ἀορίστου, καὶ ὡς ἔφυγε φυγόντα, οὕτως ἤρυγεν |
| book 406b1.3 | ἐρυγόντα. A |
| book 406b2.1 | {ἐρυγόντα:} παροξυτονητέον τὴν μετοχήν· δεύτερος γάρ |
| book 406b2.2 | ἐστιν ἀόριστος, ὡς ἐδήλωσε τὸ „ἤρυγεν ἑλκόμενοσ“ (Υ 404). T |
| book 410.1 | πόδεσ〈σ〉ι δὲ πάντας ἐνίκα· τοὺς νόθους· ὁ γὰρ |
| book 410.2 | Πολίτης „σκοπὸς ἷζε ποδωκείῃσι πεποιθώσ“ (Β 792). ἐπινοεῖ δὲ ἑκάστῳ |
| book 410.3 | τὸ πρὸς διήγησιν ἡδύ. b(BCE3E4)T |
| book 411.1 | ποδῶν ἀρετὴν ἀναφαίνων: τὸ πλεονέκτημά φησιν ἀνέ‐ |
| book 411.2 | πεισεν αὐτὸν ἀντιστῆναι Ἀχιλλεῖ ἐλπίσαντα ταχέως ἀναφεύξεσθαι. |
| book 411.3 | b(BCE3E4)T |
| book 414a.1 | νῶτα παραΐσσοντος: παρακλίνοντος τὰ νῶτα. b |
| book 414a.2 | (BCE3)T |
| book 414b.1 | 〈παραΐσσοντος:〉 οὕτω κατὰ γενικὴν παραΐσσοντος. |
| book 414b.2 | Aim |
| book 414-6.1 | ὅθι ζωστῆρος ὀχῆες 〈/ —αἰχμή〉: ἢ δι’ ὅλου |
| book 414-6.2 | κρίκοις συνέχεσθαι τὸν ζωστῆρα πρὸς τὸν θώρακα νοητέον· ἢ καθ’ |
| book 414-6.3 | ὑπερβατὸν ἐκδεκτέον ἀντικρὺ δὲ διέσχε παρ’ ὀμφαλόν (416), |
| book 414-6.4 | ὅθι ζωστῆρος ὀχῆες / b(BCE3E4)T χρύσειοι σύνεχον |
| book 414-6.5 | (414—5). T |
| book 415a.1 | χρύσειοι σύνεχον 〈καὶ διπλόος ἤντετο θώρηξ〉: |
| book 415a.2 | ὅτι κατὰ τὴν τοῦ ζώματος ἐπιβολὴν πρὸς τὸν στατὸν θώρακα {καὶ} |
| book 415a | διπλοῦς ἦν ὁ θώραξ. A |
| book 415b.1 | καὶ διπλόος ἤντετο θώρηξ: ὅτι διπλοῖ οἱ θώρακες |
| book 415b.2 | κατὰ τὸν τῆς ζώσεως τόπον. b(BCE3E4)T |
| book 418a1.1 | προτὶ οἷ δ’ ἔλαβ’ ἔντερα χερσὶ λιασθείς: προσέλα‐ |
| book 418a1.2 | βεν ἑαυτοῦ τὰ ἔντερα ἀποκυλισθείς. T |
| book 418a2 | πρὸς ἑαυτὸν ἀποκλιθεὶς ἔλαβε τὰ ἔντερα. b(BCE3E4) |
| book 418b.1 | προτὶ οἷ δ’ ἔλαβε: περισπαστέον τὴν οἷ: A b (BCE3)T |
| book 418b.2 | ἔστι γὰρ πρὸς ἑαυτόν. AT |
| book 422.1 | ἀλλ’ ἀντίος ἦλθ’ 〈Ἀχιλῆϊ〉: ὁ γὰρ ἔλεος ἀμελεῖν αὐτὸν |
| book 422.2 | τῆς ψυχῆς τε καὶ τῆς ἐντολῆς Ἀπόλλωνος ποιεῖ. b(BCE3E4)T |
| book 424a.1 | ἀνέπαλτο: ἐδήλωσε τὸν ὑπὸ τῆς ἡδονῆς ἑαυτοῦ μείζω |
| book 424a.2 | γενόμενον. b(BCE3E4)T |
| book 424b | ἀνέπαλτο: ἀνεπήδησεν, ἀνήλατο. | πῶς δέ, φησί, τὸν |
| book 424b | Αἰνείαν—δι’ ἔχθρας ὄντας. A |
| book 425.1 | ἐσεμάσ〈σ〉ατο θυμόν: ἥψατο τῆς ψυχῆς, ἢ ἐκηλίδωσεν. |
| book 425.2 | b(BCE3E4)T |
| book 426.1 | 〈οὐδ’ ἄρ’ ἔτι δήν:〉 Ἀρίσταρχος „οὐδ’ ἂν ἔτι δήν“, διὰ |
| book 426.2 | τοῦ ἄν. Aim |
| book 427 | 〈ἀνὰ πτολέμοιο γεφύρας:〉 ἐν τοῖς μεταξὺ τῶν στάσεων |
| book 427 | διαστήμασιν. b(BCE3E4)Til |
| book 429.1 | ἆσσον ἴθ’, ὥς κεν θᾶσσον ὀλέθρου πείραθ’ ἵκηαι: |
| book 429.2 | σύντομος ὁ λόγος τοῦ πρὸς τιμωρίαν σπεύδοντος. καίτοι πρὸς Αἰνείαν |
| book 429.3 | πλείους ἀποτέταται λόγους. b(BCE3)T |
| book 434a1.1 | σὺ μὲν ἐσθλός, 〈ἐγὼ δὲ σέθεν πολὺ χείρων〉: |
| book 434a1.2 | εἰρωνεία· προείρηται „τὸν δ’ οὐ ταρβήσασ“, (Υ 430). T |
| book 434a2.1 | κατ’ εἰρωνείαν τὸ ἐσθλός· προεῖπε γὰρ τὸ „οὐ ταρ‐ |
| book 434a2.2 | βήσασ“. b(BCE3) |
| book 435.1 | θεῶν ἐν γούνασι κεῖται: ἱκεσίαις, λιταῖς. ἢ κόλποις. |
| book 435.2 | b(BCE3E4)T ἢ δυνάμει. b(BCE3E4) |
| book 436.1 | χειρότερος: χέρ〈ε〉ιος χερ〈ε〉ιότερος, συγκοπὴ καὶ πλεο‐ |
| book 436.2 | νασμὸς χειρότερος. AT |
| book 437a.1 | καὶ ἐμὸν βέλος ὀξὺ πάροιθεν: πάροιθεν, ὅτε τὸν |
| book 437a.2 | Πάτροκλον ἀνῄρηκεν (sc. Π 820—1). T |
| book 437b1.1 | καὶ ἐμὸν βέλος ὀξὺ πάροιθεν: συναφὴ ἐπὶ τὰς τελευ‐ |
| book 437b1.2 | ταίας δύο λέξεις· ἓν γὰρ ἐξ ἀμφοτέρων δηλοῦται, τὸ ὠξυμμένον κατὰ |
| book 437b1.3 | τὸ ἔμπροσθεν μέρος. A |
| book 437b2.1 | {ὀξὺ πάροιθεν:} συναπτέον τὸ ὀξὺ πάροιθεν· δηλοῖ |
| book 437b2.2 | γὰρ τὸ ὠξυμμένον κατὰ τὸ ἔμπροσθεν. T |
| book 439a.1 | πνοιῇ 〈Ἀχιλλῆος πάλιν ἔτραπε〉: ἐπὶ τὸ πνοιῇ |
| book 439a.2 | βραχὺ διασταλτέον πρὸς τὸ σαφέστερον. Aim b (BCE3)T |
| book 439b.1 | ἄλλως· πνοιῇ Ἀχιλλῆος πάλιν ἔτραπε: καταγέλα‐ |
| book 439b.2 | στα ταῦτα, ὥς φησιν Ἡρακλέων (fr. 14 B.). T |
| book 440a | 〈ἦκα μάλα〉 ψύξασα: τῇ κινήσει τῆς χειρὸς ἠρέμα ἐξ‐ |
| book 440a | ανεμίσασα, „ψύχεος ἱμείρων κατελέξατο“ (κ 555). b(BCE3E4)T |
| book 440b.1 | {ἦκα μάλα} ψύξασα: ὅτι ψύξασα, φυσήσασα τῷ ἑαυτῆς |
| book 440b.2 | πνεύματι ἀπέστρεψε τὸ δόρυ (cf. Υ 439). A |
| book 440c | ἄλλως· ψύξασα: πνεύσασα, φυσήσασα. T |
| book 443.1 | τὸν δ’ ἐξήρπαξεν Ἀπόλλων: πιθανῶς ἀναρτᾷ τὴν |
| book 443.2 | ἐπιθυμίαν τῶν ἀκροατῶν, εἰς τέλος τῶν ποιήσεων ἑαυτῷ ταμιευόμενος |
| book 443.3 | τὴν σφαγὴν Ἕκτορος. πρὸς δὲ τὸ ἄπιστον βοηθείᾳ χρῆται, ὥσπερ |
| book 443.4 | ἀπολογούμενος διὰ τοῦ „ῥεῖα μάλ’ 〈ὥς τε θεός, ἐκάλυψε δ’ ἄρ’ ἠέρι |
| book 443.5 | πολλῇ〉“ (Υ 444). A b (BCE3E4) |
| book 451.1 | ᾧ μέλλεις εὔχεσθαι, ἰὼν ἐς δοῦπον ἀκόντων: ὅτι |
| book 451.2 | ἀντὶ τοῦ Aint ᾧ ἔοικας εὔχεσθαι Aint b (BCE3)T παραγινό‐ |
| book 451.3 | μενος εἰς πόλεμον. Aint b (BCE3E4)T |
| book 452-3.1 | ἦ θήν ς’ ἐξανύω 〈γε—ἐπιτάρροθός ἐστι〉: |
| book 452-3.2 | καὶ τῆς νῦν ἀποτυχίας εἰς θεοὺς ἀνήγαγε τὴν αἰτίαν καὶ τῆς αὖθις |
| book 452-3 | ἐπιτυχίας. b(BCE3E4)T |
| book 452a1.1 | ἦ θήν ς’ ἐξανύω γε: περισπαστέον τὸν ἦ· ἔστι γὰρ |
| book 452a1.2 | βεβαιωτικός, AT ἴσος τῷ δή. τὸ δὲ ἀνύω βαρυτόνως ἀναγνω‐ |
| book 452a1.3 | στέον· ἔστι γὰρ ἐνεστὼς ἀντὶ μέλλοντος. A |
| book 452a2.1 | ἐξανύω: βαρυντέον τὸ ἀνύω· ἐνεστὼς γάρ ἐστιν ἀντὶ |
| book 452a2.2 | μέλλοντος, b(BE3E4)T ὡς τὸ ἐρύω. T |
| book 454a.1 | νῦν δ’ ἄλλους 〈Τρώων ἐπιείσομαι, ὅν κε κιχείω〉: |
| book 454a.2 | πρὸς τὸ σχῆμα, ὅτι ἰδίως πληθυντικῷ ἑνικὸν ἐπήνεγκεν, ὅν κε |
| book 454a.3 | κιχείω. A |
| book 454b.1 | νῦν δ’ ἄλλους 〈Τρώων ἐπιείσομαι〉: ὡς πρόσθεν |
| book 454b.2 | ἀποτυχὼν τοῦ Αἰνείου εἰς τὸ πλῆθος τρέπεται (cf. Υ 352), οὕτω καὶ |
| book 454b.3 | νῦν. b(BCE3)T |
| book 454c.1 | 〈νῦν δ’ ἄλλους Τρώων:〉 γράφεται „νῦν αὖ τοὺς ἄλ‐ |
| book 454c.2 | λουσ“. Aim |
| book 454d | 〈ἐπιείσομαι:〉 ἐπιπορεύσομαι. b(BCE3)Til |
| book 456.1 | ὁ δὲ τὸν μὲν ἔασεν: ἐπιτρέχει τὸν τῶν βαρβάρων θάνατον, |
| book 456.2 | ἐπὶ τῇ εὐχερείᾳ καὶ ὀξύτητι τοῦ Ἀχιλλέως ταχύνας τὸν λόγον. |
| book 456.3 | b(BCE3)T |
| book 458 | 〈ἠρύκακε:〉 κατέσχε τοῦ φυγεῖν. Aim |
| book 460a1.1 | Λαόγονον καὶ Δάρδανον: παρέλιπε τούτων τὰς |
| book 460a1.2 | πληγὰς, ὅπως μὴ προσκορεῖς ὑπάρχοιεν. T |
| book 460a2 | παρέλιπε δὲ αὐτῶν τὰς πληγάς, ἵνα μὴ πρὸς κόρον ὁ |
| book 460a2 | λόγος ᾖ. b(BCE3E4) |
| book 461.1 | 〈ἄμφω ἐφορμηθεὶς ἐξ ἵππων ὦσε χαμᾶζε:〉 βραχὺ |
| book 461.2 | διασταλτέον ἐπὶ τὸ ἐφορμηθείς. Aim b (BCE3E4) |
| book 462a1.1 | 〈τὸν μὲν δουρὶ βαλών, τὸν δὲ σχεδὸν ἄορι τύ‐ |
| book 462a1.2 | ψας:〉 ὅτι πάλιν ἀντιδιέστειλεν. Aint |
| book 462a2.1 | τὸ〈ν〉 δὲ σχεδὸν 〈... τύψασ〉: σχέδην παίσας, ἀντέ‐ |
| book 462a2.2 | θηκε δὲ τὸ βαλών. T |
| book 462b.1 | τὸν μὲν δουρὶ βαλών, 〈τὸν δὲ σχεδὸν ἄορι τύ‐ |
| book 462b.2 | ψασ〉: εἰκότως τὸν πρῶτον διὰ βολῆς ἀναιρεῖ, πλησίον δὲ γενόμενος |
| book 462b.3 | τὸν ἕτερον τῷ ξίφει ἀναιρεῖ. b(BCE3E4)T |
| book 463-9a.1 | Τρῶα δ’ Ἀλαστορίδην〈—ὁ δὲ φασγάνῳ |
| book 463-9a.2 | οὖτα καθ’ ἧπαρ〉: ἤτοι κομματικῶς εἶπεν, ὡς ἔθος πολλάκις τοῖς |
| book 463-9a.3 | ποιηταῖς. ἢ τὸ ἑξῆς ἐστι Τρῶα δ’ Ἀλαστορίδην (463) φασγάνῳ |
| book 463-9a.4 | οὖτα καθ’ ἧπαρ (469). †ταῦτα† δὲ ἐν παρεκβάσει εἰπὼν ἐπανα‐ |
| book 463-9a.5.1 | λαμβάνει διὰ τοῦ ὁ δὲ φασγάνῳ (469), ὡς εἴωθεν. οὕτω δὲ ἔσται τὰ |
| book 463-9a.5.2 | λοιπὰ διὰ μέσου. ἢ κοινὸν ἄνωθεν τὸ ἔτυψε ἀπὸ τοῦ „τὸν δὲ σχεδὸν |
| book 463-9a.5.3 | ἄορι τύψασ“ (Υ 462). A |
| book 463-9b.1 | Τρῶα δ’ Ἀλαστορίδην—καθ’ ἧπαρ: παραλ‐ |
| book 463-9b.2 | λάσσων τὸ ὁμοειδὲς ἐποίησέ τινα ἱκετεύοντα. | τὸ ἑξῆς, Τρῶα δ’ |
| book 463-9b.3 | Ἀλαστορίδην (463) φασγάνῳ οὖτα καθ’ ἧπαρ (469), |
| book 463-9b.4 | b(BCE3E4)T καὶ τὰ λοιπὰ διὰ μέσου. ἢ κοινὸν τὸ ἔτυψεν ἐκδε‐ |
| book 463-9b.5 | κτέον ἀπὸ τοῦ „σχεδὸν ἄορι τύψασ“ (Υ 462). b(BE3E4)T |
| book 464a1.1 | ΕΙΠΩΣ εὑ πεφίδοιτο: ἡ εὗ ἀντωνυμία ἐν τῇ συντάξει |
| book 464a1.2 | ἐνέκλινε τὸν τόνον· ἔστι γὰρ ἀπόλυτος. οὐχ ὃν τρόπον δ’ οἴεται ὁ |
| book 464a1.1 | Ἀσκαλωνίτης (p. 59 B.) τὸ πῶς πάντως ὀξυτονηθήσεται, ἐπεὶ ἤδη |
| book 464a1.2 | ἐμελέτησε καὶ ἄλλων ἐγκλιτικῶν ἐπιφερομένων τὸ πῶ καὶ τὸ πῶς τοῦτο |
| book 464a1.5.1 | μὴ πάσχειν· „οὔπως ἐστ’, Ἀγέλαε διοτρεφέσ“ (χ 136)· „μήπως με |
| book 464a1.5.2 | προϊδών“ (δ 396)· „μήπω μ’ ἐς θρόνον ἵζε, διοτρεφέσ“ (Ω 553)· |
| book 464a1.5.3 | „οὔπω μίν φασι〈ν〉 φαγέμεν“ (π 143). οὕτως οὖν καὶ τὸ εἴπως εὑ |
| book 464a1.5.4 | πεφίδοιτο οὐκ ἀναγκαστικὴν ἕξει τὴν ἐπὶ τοῦ πως ὀξεῖαν. ὁ μέντοι |
| book 464a1.5.5 | Ἀρίσταρχος γενόμενος κατὰ ταύτην τὴν προσῳδίαν τοῦτο μόνον |
| book 464a1.10.1 | ἀπεφήνατο ἐγκλίνοντα δεῖν τῷ τόνῳ καὶ δασύνοντα λέγειν τὴν τρίτην |
| book 464a1.10.2 | συλλαβήν· σημαίνει γὰρ ‘εἴ πως αὐτοῦ‘. | διὸ καὶ ἡ διπλῆ. A |
| book 464a2.1 | {εἰ πῶς εὖ πεφίδοιτο:} ἡ μὲν εὗ ἐγκλίνεται, τὸ δὲ πῶς οὐ |
| book 464a2.2 | πάντως ὀξυνθήσεται. καὶ ἐμελέτησε πολλάκις ἐγκλιτικῶν ἐπιφερο‐ |
| book 464a2.3 | μένων μὴ ὀξύνεσθαι, „οὔπως ἔστ’, Ἀγέλαε“, „μήπως με προϊδών“, |
| book 464a2.4 | „οὔπω μίν φασιν φαγέμεν“. οὕτως οὖν καὶ τὸ εἴπως εὑ οὐκ ἀναγ‐ |
| book 464a2.5.1 | καστικὴν ἕξει τὴν ἐπὶ τοῦ πως ὀξεῖαν. ὁ μέντοι Ἀρίσταρχος γενόμενος |
| book 464a2.5.2 | κατ’ αὐτὴν τὴν προσῳδίαν τοῦτο μόνον ἀπεφήνατο· ἐγκλίνειν δεῖ |
| book 464a2.5.3 | τῷ τόνῳ καὶ δασύνειν τὴν τρίτην συλλαβήν· δηλοῖ γὰρ ‘εἴ πως |
| book 464a2.5.4 | αὐτοῦ‘. T |
| book 464a3 | δασυντέον τὸ εὗ· ἔστι γὰρ ἀντὶ τοῦ αὐτοῦ. b(BCE3) |
| book 467-8.1 | οὐ γάρ τι γλυκύθυμοσ〈—ἐμμεμαώσ〉: ὅτι A |
| book 467-8.2 | οὐκ ἀνειμένος τῷ θυμῷ καὶ ἠπιόφρων, ἀλλ’ ἐκ τοῦ ἐναντίου σκληρὸς |
| book 467-8.3 | καὶ χαλεπός. A b (BCE3E4)T |
| book 467a.1 | οὐ γάρ τ〈ι〉 γλυκύθυμος ἀνὴρ 〈ἦν〉 οὐδ’ ἀγανό‐ |
| book 467a.2 | φρων: ὁ μὲν γὰρ ὡς ἀκμάζοντος τοῦ πένθους περίλυπός ἐστιν· ὅτε |
| book 467a.3 | μὲν γὰρ θάπτομεν τοὺς φίλους, τότε μάλιστα στερίσκεσθαι αὐτῶν |
| book 467a.4 | ἐλπίζοντες αὔξομεν τὴν ὀδύνην. ὁ δὲ ποιητὴς οὐκ ἐπαινῶν τὸ θυμικὸν |
| book 467a.5 | ‘οὐκ ἀγανόφρονα‘ αὐτὸν καλεῖ, b(BCE3E4)T ὡς τὸ „ἀεικέα |
| book 467a | μήδετο ἔργα“ (Χ 395). T |
| book 467b.1 | 〈οὐ γάρ τι: γράφεται〉 „οὐ γάρ τισ“ καὶ „οὐ γὰρ ἔτι“. |
| book 467b.2 | Aint |
| book 467c.1 | γλυκύθυμος: γλυκὺ τὸ ἀνειμένον· „σπεῦδε, μὴ γλυκὺς |
| book 467c.2 | γένῃ“ (fr. [com.?] ign.). T |
| book 470.1 | ἐκ δέ οἱ ἧπαρ ὄλισθεν, 〈ἀτὰρ μέλαν αἷμα κατ’ |
| book 470.2 | αὐτοῦ〉: ὀλισθηρὰ γὰρ ἡ φύσις τοῦ ἥπατος. αἱμορραγία δὲ πολλὴ |
| book 470.3 | γέγονε δύο μεγίστων ἀγγείων διῃρημένων τοῦ ἥπατος, τῆς †κοιλίας†, |
| book 470.4 | A b (BCE3E4)T ἣ κατὰ 〈τὰ〉 κυρτὰ ἔγκειται, T τῆς τε πύλης, |
| book 470.5 | ἥτις ἐστὶ κατὰ τὰ †σκαιά†. b(BCE3E4)T |
| book 471a1.1 | κόλπον ἐνέπλησεν: „ἐνέπρησεν“ Φιλόξενος (fr. 217 Th.) |
| book 471a1.2 | καὶ Ἀρίσταρχος. περὶ δὲ τῆς γραφῆς Ἀρίσταρχος ἐν ὑπομνήματί |
| book 471a1.3 | φησιν οὕτως· „τὸ αἷμα ἀπὸ τοῦ ἥπατος ἐκρούνιζε χύδην καὶ τὸν τοῦ |
| book 471a1.4 | χιτῶνος κόλπον ἐνεφύσησεν.“ A |
| book 471a2 | Ἀρίσταρχος „ἐνέπρησεν“. Aint |
| book 471a3.1 | τὸ αἷμα κατὰ τοῦ ἥπατος ἐκκρουνίζον τὸν τοῦ χιτῶνος |
| book 471a3.2 | κόλπον ἐνεφύσησεν, b(BCE3E4)T διὰ οὖν τοῦ ρ τὸ „ἐνέπρησε“ |
| book 471a3.3 | γραπτέον. T |
| book 473a.1 | δουρὶ κατ’ οὖς: ὅρα, ὅσαι πληγαὶ κατὰ τῆς κεφαλῆς |
| book 473a.2 | ἠνέχθησαν· ἡ μὲν „μέσ〈σ〉ην κὰκ κεφαλήν“ (Υ 387. 475), ἡ δὲ „κατὰ |
| book 473a.3 | κρόταφον“ (Υ 397). οὗτος δὲ διὰ τοῦ ὠτός. T |
| book 473b | ἄλλως· δουρί: σπεύδων οὐκ εἶπεν οὐδὲ ὅπως τὸ ξίφος |
| book 473b | (cf. Υ 469) ἀπέθετο. T |
| book 473c | 〈παρ’ οὖς:〉 γράφεται καὶ „κατ’ οὖσ“. Aint |
| book 476.1 | 〈πᾶν δ’〉 ὑπεθερμάνθη ξίφος 〈αἵματι〉: δαιμονίως τὸ |
| book 476.2 | βάθος τῆς πληγῆς b(BCE3)T διὰ τῆς λέξεως παρέδειξεν. |
| book 476.3 | b(BCE3) |
| book 478a.1 | τένοντες: ὅτι πάντα τὰ τετ{ρ}αμένα νεῦρα τένοντας |
| book 478a.2 | Ὅμηρος λέγει. A |
| book 478b.1 | {ξυνέχουσι} τένοντες: τένοντες τὰ συντείνοντα τὰς συνα‐ |
| book 478b.2 | φὰς τῶν νεύρων. T |
| book 478c.1 | 〈τένοντες:〉 τένοντές εἰσιν αἱ ἀπονευρώσεις τῶν μυῶν, |
| book 478c.2 | δι’ ὧν γίνονται ἐκτάσεις καὶ κάμψεις. b(BCE3E4)Tt |
| book 481.1 | πρόσθ’ ὁρόων: Ζηνόδοτος χωρὶς †τοῦ θ „πρός’ ὁρόων“. |
| book 481.2 | T |
| book 483.1 | σφονδυλίων: τινὲς εὐθεῖαν λαμβάνουσι τὸ σφονδυλίων, |
| book 483.2 | b(BCE3E4)T ἵν’ ᾖ ὁ σφονδυλίων μυελός. b(BCE3E4) |
| book 484a1.1 | Πείρεω υἱόν: ὅτι Ζηνόδοτος γράφει „Πειρέως υἱόν“, |
| book 484a1.2 | ἄμετρον ποιῶν τὸν στίχον καὶ παράλογον· ἔστι γὰρ Πείρως τὸ |
| book 484a1.3 | ὄνομα (cf. Β 844. Δ 520. 525). νῦν δὲ ἐσχημάτικεν ἀπὸ τοῦ Πείρεως, |
| book 484a1.4 | ὡς Μενέλεω. ἄδηλον δέ, εἰ τοῦ Θρᾳκῶν ἡγουμένου ἢ ἑτέρου τινὸς |
| book 484a1.5 | ὁμωνύμου. A |
| book 484a2.1 | Πείρεω υἱόν: ὡς Μενέλεω· ἡ γὰρ εὐθεῖά ἐστι Πείρεως, |
| book 484a2.2 | ὅπερ ἐν ἄλλοις „Πείροοσ“ (Β 844) λέγεται καὶ „Πείρωσ“ (Δ 520. 525). |
| book 484a2.3 | b(BCE3)T ὁ δὲ Ζηνόδοτος „Πειρέωσ“ γράφει ἀπὸ τῆς Πειρεὺς |
| book 484a2.4 | εὐθείας. T |
| book 484b.1 | 〈Πείρεω:〉 οὕτως Πείρεω, ὡς ἀπὸ εὐθείας τῆς Πείρεως. |
| book 484b.2 | Aint |
| book 485a.1 | Ῥίγμον: ὡς „ὅρμον“ (Α 435. ο 460 al.) εἰς ἰδιότητα· |
| book 485a.2 | τὰ γὰρ εἰς γμος λήγοντα πάντα ὠξύνετο, ἀγμός ψυγμός, λυγμός. |
| book 485a.3 | δοκεῖ δὲ τὸ „ὄγμοσ“ (cf. Λ 68. Σ 546 al.) ἀντικεῖσθαι {ῥίμφ’ ἅτε}. A |
| book 485b.1 | Ῥίγμον: ἀπὸ τοῦ ῥηγμός Αἰολικῶς αὐτόν φασιν εἰρῆσθαι |
| book 485b.2 | Ῥίγμον· καὶ γὰρ τὸ〈ν〉 ῥηγνύμενόν φασιν. ἔνιοι δὲ „Ῥίγμονα“ |
| book 485b.3 | λέγουσιν εἶναι τὸ τέλειον. T |
| book 485c | ἄλλως· Ῥίγμονα: τινὲς ἀπ’ εὐθείας τῆς Ῥίγμων. T |
| book 486a.1 | 〈τὸν βάλε〉 μέσ〈σ〉ον ἄκοντι: ἄκοντι καταχρηστι‐ |
| book 486a.2 | κῶς τῇ μελίᾳ, εἰ μὴ καὶ ἄλλο ἔτυχεν ἔχων δόρυ. T |
| book 486b | 〈ἐν πνεύμονι:〉 ἐν ἄλλῳ „ἐν νηδύϊ {χαλκόσ}“. Aim |
| book 490-2.1 | ὡς δ’ ἀναμαιμάει〈—εἰλυφάζει〉: οὗτός ἐστι, |
| book 490-2.2 | περὶ οὗ φησιν „εἰ 〈πυρὶ〉 χεῖρας ἔοικε“ (Υ 371. 372). T πολλάκις |
| book 490-2.3 | δὲ χρησάμενος τῇ ἀπὸ τοῦ πυρὸς παραβολῇ ἐμψύχῳ νῦν τῇ ὀνοματο‐ |
| book 490-2.4 | ποιΐᾳ χρῆται, μαιμᾶν (cf. 490) λέγων τὸ πῦρ ὡς πᾶσαν ἐπειγόμενον |
| book 490-2.5 | τὴν ὕλην ἀναλῶσαι. πάντα δὲ πᾶσι παραβέβληται· ἥ τε γὰρ προ‐ |
| book 490-2.1 | θυμία τοῦ Ἀχιλλέως ὁμοία τῇ τοῦ πυρὸς ὁρμῇ καὶ τὸ πλῆθος τῶν |
| book 490-2.2 | ἀναιρουμένων ὅμοιον τῷ τῆς ὕλης βάθει, καὶ τὸ εὐμεταχείριστον τῶν |
| book 490-2.3 | Τρώων τῷ τῆς ὕλης καταξήρῳ ἀπείκασται. ἔν τε τῷ εἰλυφάζει (492) |
| book 490-2.4 | τὴν ἐπὶ πλεῖον εἴλησιν τοῦ πυρὸς ἔδειξεν. b(BCE3E4)T |
| book 490 | ἀναμαιμάει: μετ’ ἐνθουσιασμοῦ ἀναβάλλει τὴν κίνησιν. T |
| book 491 | 〈ἀζαλέοιο:〉 ξηρὰν ἔχοντος ὕλην. Til |
| book 494 | ῥέε δ’ αἵματι γαῖα: ἡ γῆ ὑπὸ τοῦ αἵματος †ἐρρεῖτο. T |
| book 495-7.1 | ὡς δ’ ὅτε τις ζεύξῃ〈—ἐριμύκων〉: ὅλον ὅλῳ |
| book 495-7.2 | παραβέβληται. T |
| book 496 | 〈ἐϋκτιμένῃ·〉 γράφεται „ἐϋτροχάλῳ {ἐν ἀλωῇ}“. Aim |
| book 497a1.1 | 〈βοῶν〉 ὑπὸ πόσς’ ἐριμύκων: οὐκ ἀναστρεπτέον τὴν |
| book 497a1.2 | πρόθεσιν· ἔχει γὰρ σύνταξιν πρὸς τὴν ἐπιφερομένην δοτικὴν τὴν |
| book 497a1.3 | ποσσί〈ν〉, ὁμοίως τῷ „ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ὤρνυτ’ |
| book 497a1.4 | ἀέλλησ“ (Γ 13). A |
| book 497a2.1 | οὐκ ἀναστρεπτέον τὴν ὑπό· ἔστι γὰρ ὑπὸ ποσσίν ὡς |
| book 497a2.2 | κἀκεῖ „ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλοσ“. b(BCE3)T |
| book 502.1 | κῦδος: κῦδος ἤτοι T τὸ ἐκ τῆς ἀναιρέσεως Ἕκτορος ἢ |
| book 502.2 | καὶ τὸ ἐκ τοῦ συνειλῆσαι τοὺς πολεμίους εἰς τὸ ἄστυ. b(BCE3)T |
| book 503 | λύθρῳ: λύθρος ὁ ἐκ πολεμικῆς—αἷμα. A |
| book postscr.1 | Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς |
| book postscr.2 | Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας |
| book postscr | Ἡρωδιανοῦ καὶ 〈ἐκ〉 τῶν Νικάνορος Περὶ στιγμῆς. A |
| book 1.1 | ]ο̣τε̣.[ |
| book 1.2 | [....]. α̣(.)ρ̣υ̣.ο̣.[.]...(.)ω̣.[ |
| book 1.3 | [ἀναγ]ινώσκειν τινὰς „ὁτε[δή“ |
| book 1.4 | [..λέ]γοντας τὸν δή ἐπι[ |
| book 1.5 | [...] τῶ〈ι〉 ὅτε χρονικῶ〈ι〉 ἐπι.[ |
| book 1.1 | [..(.) ἐ]ν̣κλ{ε}ίνειν αὐτόν. ἀγ̣[νοοῦσι δὲ] |
| book 1.2 | [ὅτι τὸ] δή οὐκ ἔστιν ἀλλοιῶ[σαι τὸν] |
| book 1.3 | [τόνον] τ̣ῶ̣ν προηγουμένω̣(ν πόρον〈:〉 οἱ] |
| book 1.4 | [μὲν τὴ]ν διάβασιν ὁμοίως τ[ῶ̣〈ι〉 ἐν Β „καὶ] |
| book 1.10 | [Θρύον] Ἀλφειοῖο πόρον“ καθ[ |
| book 1.1 | [.....]. καὶ πορευτὸς ὁ Ἀλφ[ειός. |
| book 1.2 | [......]αι τὰ Ὀ̣δ[υ]σ̣σ̣έω̣ς̣ δ̣ια̣ι[ |
| book 1.3 | [.......] ἐν τῶ〈ι〉 μ̣· „οἴκτιστον [δὴ κεῖνο] |
| book 1.4 | [ἐμοῖς ἴδο]ν ὀφθαλμοῖσι / πάν̣[των,] |
| book 1.15.1 | [ὅσς’ ἐμόγη]σα πόρους ἁλὸς ἐξερε̣[εί‐] |
| book 1.15.2 | [νων.“ οἱ δὲ τὸ ῥ]εῦμα ἀπὸ τοῦ εἰς.[ |
| book 1.15.3 | [........(.)τὸ]ν διάρρουν. τοῦτο̣[ |
| book 1.15.4 | [........(.) Πτο]λεμαῖος. Ἀριστο[φάνης |
| book 1.15.5 | [.......... ἐχ]ρῆν διὰ τοῦ η γρά[φειν |
| book 1.20.1 | [........ „εὐρρ]ῆοσ“, ἵν’ ἦ〈ι〉 ἀπὸ ὀρθῆ[ς |
| book 1.20.2 | [...........].ς· ἀγνοεῖ δ’ ὅτι ἀ..[ |
| book 1.20.3 | [............]σ̣ιν καὶ τὸ ἀνεπτ̣[υγμέ‐] |
| book 1.20.4 | [νον.........]ν̣ μὲν γὰρ συλλα[βὴν |
| book 1.20.5 | [............ ἐ]πὶ καθαροῦ τοῦ η[ς |
| book 1.25.1 | [............] ἐ̣πὶ γενικῆς πα[ |
| book 1.25.2 | [............] „διοτρεφέοσ“· „θυμ[ὸς δὲ μέ‐] |
| book 1.1 | [γας ἐστὶ διοτρ]εφέος βασιλῆοσ“ [ |
| book 1.2 | [.............]σπασμένη δε[ |
| book 1.3 | [.............]ν̣ων. τὰ δὲ ἀπ[ |
| book 1.30.1 | [.............]ενα εὐφωνία[ |
| book 1.30.2 | [.............]ον παρὰ τὸ ηρ[ |
| book 1.30.3 | [.............δ]ιό φησιν ιφι[ |
| book 1.30.4 | [..............(.)]δε τὸ κλέος α̣[ |
| book 1.30.5 | (finis columnae) |
| book 63.1 | [ γῆ φυ]σί[ζοοσ〈:〉 |
| book 63.2 | [ φυσί]ζωοσ[ |
| book 63.3 | [ ].ροις α[ |
| book 63 | [ φυσ]ίζωον ε.[ |
| book 65-(6).1 | [ ἤ]θελε θυμῶ[〈ι〉 |
| book 65-(6).2 | [ ]κ[ο]ν ηὔξηκ[ε |
| book 65-(6).3 | [ ]ιν εὐλόγωσ[ |
| book 65-(6).4 | [ ]καὶ ἄλλως δὲ[ |
| book 65-(6).5 | [ ]τες τελευτᾶν̣[ |
| book 65-(6).10.1 | [ ]τ̣ον γε χρόνο[ν |
| book 65-(6).10.2 | [ ]Στησιχόρω[〈ι〉 |
| book 65-(6).10.3 | (finis columnae) |
| book 111.1 | [....... δεί]λην μέν, ὡς οἱ Ἀττ̣ι̣[κ]οί, |
| book 111.2 | [..........].σελαν, ὅθεν δεελ.ν φη‐ |
| book 111.3 | [σιν ........] „Τμᾶρες, ὅσοι ναίουσ[ι π]έλας |
| book 111 | [...........]ον“. αὐτὸς δὲ „δείελ̣ον̣“. Φρύ‐ |
| book 111.5.1 | [νιχος δ’ ὁ τραγ]ικὸς ἐν Φοινίσσαις ...(.)η |
| book 111.5.2 | [.......... ὑ]πὸ τὴν δεείλην ..λ..ο |
| book 111.5.3 | [...........].ων ἄνδρες ἐκτείνοντο |
| book 111.5.4 | [...........]ην ἐς δ〈ε〉ιέλην. ταύτης δὲ |
| book 111.5.5 | [τὸ μετὰ μεση]μβρίαν κατάστημα δεί‐ |
| book 111.10.1 | [λην πρωΐα]ν λέγουσιν οἱ Ἀττικοί, τὸ δὲ |
| book 111.10.2 | [πρὸ δύσε]ω̣ς ἡ̣λίου δείλην ὀψίαν. αὐτὸς |
| book 111.10.3 | [καὶ ἀρσενι]κ̣ῶ̣ς, „εἰς ὅ κεν ἔλθη〈ι〉 / δείε̣λος ὀψὲ |
| book 111.10.4 | [δύων, σκιάσ]η〈ι〉 δ’ ἐρίβωλον ἄρουραν“, ὡ̣ς̣ τ̣ὴν |
| book 111.10.5 | [ἑσπέραν] „ἕσπερον“. τρισὶ δὲ δια[στ]ήμασιν |
| book 111.15 | [ὅλην ἡμέρ]αν περιώρικε[ν]· ἠοῖ, μέση〈ι〉 ἡμέ‐ |
| book 112.1 | [ρα〈ι〉, δείλη〈ι〉] Ἄρη〈ι:〉 τῶ〈ι〉 σιδήρω〈ι〉, [οἱ] δ̣ὲ̣ τῆ〈ι〉 π̣λ̣η‐ |
| book 112.2 | [γῆ〈ι〉. Ἑρμαπ]πίας δὲ περισπᾶι, ἵν’ [ἧ〈ι〉] β̣λά‐ |
| book 113.1 | [βη〈ι〉 βέλους] ἢ δόρατος ἢ ὅ γε δουρ[ὶ βαλ]ὼν |
| book 113.2 | [ἢ ἀπὸ νευρ]ῆφιν ὀϊστῶ〈ι:〉 πέπεισ[ται γὰρ] |
| book 113.3 | [ὅτι συστ]ά̣δην αὐτὸν οὐδεὶς ἀ[νελ]ε̣ῖ |
| book 122.1 | [ἘΝΤΑΥΘΟΙ] νῦν ἧσο μετ’ ἰχθύσιν〈:〉 [τὸ ἘΝΤΑΥ‐ |
| book 122.2 | [ΘΟΙ ὁ Θρ]ᾶιξ βαρυτονεῖ· τὸ γὰρ [πε]ρ̣ι̣σ̣π̣ᾶν |
| book 122.3 | [τῆς νεωτέρ]ας Ἰάδος. οἱ δὲ διὰ το[ῦ] „κ̣εῖ̣σο̣“, |
| book 122.4 | [.........]υ̣.ο. ἐκ τοῦ ἐνταῦθα̣ [πα]ρα‐ |
| book 122.5.1 | [.........]ης ἐκ τοῦ ἐνταυθ[ί.(.)].την |
| book 122.5.2 | [........]σπωμένην γεγ[ονέ]ν̣αι. Ἀ‐ |
| book 122.5.3 | [ρίσταρχο]ς δὲ Ἀττικόν φη[σι τ]ὸ̣ ἧσο |
| book 122.5.4 | [ἀντὶ τοῦ] διάτριβε. ἐὰν δὲ [ψιλὴ] ἦ̣〈ι〉, εἰς |
| book 122 | [τὸ ὕπαρχε] μεταφραστέο[ν, .....]ο̣ |
| book 122.10.1 | [.......(.) ἦ]σο. Ἀριστόν{ε}ικ[ος μετ’ ἰ]χθύ‐ |
| book 122.10.2 | [σιν· ἐν ἰχθ]ύσιν οἵ ς’ ὠτειλή[ν〈:〉 .....].. |
| book 123.1 | [.......]ε̣ις αἷμ’ ἀπ[ο]λ̣[ιχμήσονται〈:〉] |
| book 123.2 | [....... ἀ]πολείχ̣ε[ιν |
| book 123.3 | [....... ἀ]κηδέε[σ〈:〉 |
| book 123.4 | [.....οὐ φ]ροντίζο[ντες |
| book 125*.1 | τ̣[ |
| book 125*.2 | θ[ |
| book 125*.3 | ⸐λε[ |
| book 126-7.1 | σω[..................θρώ〈ι〉σκων τις] |
| book 126-7.2 | κα[τὰ κῦμα μέλαιναν φρῖχ’ ὑπαΐξει /] |
| book 126-7.3 | ἰχ[θύς, ὅς κε φάγη〈ι〉σι〈:〉 ...........(.)] καὶ |
| book 126-7.4 | Ἀρ̣ί̣[σταρχος ὑπὸ τὴν φρῖκα ἀΐξε]ι̣ τῶν |
| book 126-7.5.1 | ἰχ[θύων τις κατὰ τὸ κῦμα κολυμ]βῶν, |
| book 126-7.5.2 | [ὃς φάγοι ἂν Λυκάονος δημοῦ· π]άν‐ |
| book 126-7.1 | τ̣ω̣[ς γὰρ ἔδει τὸν μέλλοντα τοῦ †ὑ]πο‐ |
| book 126-7.2 | φε[ρομένου† νεκροῦ ἅπτεσθαι ἰ]χθὺν |
| book 126-7.3 | ἀν̣[ωτέρω μετέωρον ὑπὸ τὴν φρῖκ]α ἐλ‐ |
| book 126-7.10.1 | θεῖ̣ν̣[......................]τ̣ι |
| book 126-7.10.2 | ...[......................] „ὑπα‐ |
| book 126-7.10.3 | ΐξ[ει“ .....................]ν̣ διὰ |
| book 126-7.10.4 | το.[......................]ειον |
| book 126-7.10.5 | κε[...]τα[................. ὅ]πως |
| book 126-7.15.1 | καθ̣άπερ ε[.................].α̣ι̣ |
| book 126-7.15.2 | ὄπισθεν ω[.................]α |
| book 126-7.15.3 | ν̣φιάλω〈ι〉 Ἰθ̣[άκη〈ι〉 ..........(.) ἐν τ]ῆ〈ι〉 δ’ |
| book 126-7.15.4 | τῆς Ὀδυσσ[είας· „ὅς κέν τοι εἴπη〈ι〉σιν ὁδὸ]ν̣ |
| book 126-7.15.5 | καὶ μέτρα [κελεύθου“. ἐν δὲ ταῖς Ἀρισταρ‐] |
| book 126-7.20.1 | χείοις „ὑπ[αΐξει 〈/ ...〉 ὅς κε φάγη〈ι〉σιν“ ἐγέγρα‐] |
| book 126-7.20.2 | πτο καὶ τ[....................(.) ὑπα‐] |
| book 126-7.20.3 | ΐξει ἀκου[ |
| book 126-7.20.4 | πότνια .[ |
| book 126-7 | δὲ „ὑ[παλύξει“ ...............(.) ὅτι ὁ] |
| book 126-7.25.1 | ἰχθ[ὺς ὁ Λυκάονος τὸν δημὸν φαγὼν] |
| book 126-7.25.2 | π{ε}ιμ̣[ελώδης γενόμενος τὸ κρύ‐] |
| book 126-7.25.3 | ος φε[ύξεται. ἀγνοεῖ δὲ ὅτι τὸ δια‐] |
| book 126-7.25.4 | νεστ[ηκὸς τῆς θαλάσσης ἐπιπολῆς,] |
| book 126-7.25.5 | οὐ τὸ κ[ρύος φησὶν Ὅμηρος φρῖκα·] |
| book 126-7.30.1 | „ὡς δ’ ὅ[θ’ ὑπὸ φρικὸς Βορέω ἀνα‐] |
| book 126-7.30.2 | πάλλ[εται ἰχθύσ“, τῆς ἐπιτρεχού‐] |
| book 126-7.30.3 | σης κα[τὰ τὴν θάλασσαν πρὸ τῆς] |
| book 126-7.30.4 | τοῦ χ[ειμῶνος ἐμβολῆς |
| book 136.1 | []..[..]..ω̣ι̣ |
| book 136.2 | []η̣ι̣ [ὣς] ἄρ’ ἔφη, |
| book 136.3 | [ποταμὸς δὲ χολώσατο κη]ρό[θι] μᾶλλον〈:〉 |
| book 136.4 | []Σκ[ά]μαν‐ |
| book 136.5.1 | [δρο]δ̣α̣ν̣α̣ |
| book 136.5.2 | []ανηρη |
| book 140*.1 | []ἱστοροῦ‐ |
| book 140*.2 | [σι]φανον |
| book 140*.1 | []. τούτου |
| book 140*.2 | []ναυδη |
| book 140*.5.1 | []καιος |
| book 140*.5.2 | []εκα |
| book 140*.5.3 | []δ’ ἤδη |
| book 140*.5.4 | []αρ |
| book 140*.5.5 | []πολ‐ |
| book 140*.10.1 | (finis columnae) |
| book 140*.10.2 | [ (12) ].φι̣[ |
| book 140*.10.3 | [ (9) ]ο̣[..]ει̣πηλ̣ι̣[ |
| book 140*.10.4 | [......(.)]α̣ Ἱππεὺς ἐν τῶ〈ι〉[ |
| book 140*.10.5 | [......(.)]η̣σεν ὅτι οἱ τὰς.[ |
| book 140*.15.1 | [......(.)]λέγου̣[σι]ν αὐτὸ[ν] καὶ̣[ |
| book 140*.15.2 | [.. τὰ ὅπ]λα αὐτοῦ δεικνύουσ[ι |
| book 140*.1 | [......].εως ἀπὸ τῆς ὕλης τῆ[ς |
| book 140*.2 | [......τ]οῦ Ῥήσο̣υ προσω〈ι〉κ[ει]ω[μέ‐] |
| book 144-5.1 | [...... ὁ] δὲ ἀντίος ἐκ ποταμ[οῖο /] |
| book 144-5.2 | [ἔστη ἔχ]ων δύ̣ο δο̣ῦρε〈:〉 διειλη[ |
| book 144-5.3 | [.......]σ̣ται̣ ὁ̣ π̣όνος, ὥς φη[σι] |
| book 146.1 | [..... ἐπ]εὶ κ[ε]χόλ[ω]το δαϊκ[ταμέ‐] |
| book 146.2 | [νων〈:〉 ὅτι ἐ]λλείπει ἡ περί· δ̣αϊ̣κ̣[ταμέ‐] |
| book 146.3 | [νων δὲ ἀ]νη〈ι〉ρημ̣ένων, ὁ μέσος [παθη‐] |
| book 155 | [τικῶς] δολιχε[γ]χέασ〈:〉 Σέλευκος {προπαρο‐} |
| book 155-6.1 | [ξύν]ε̣ι̣ ἥδε δέ μοι νῦν / ἠὼς ἐνδε[κάτη, ὅτ’] |
| book 155-6.2 | [ἐς Ἴλιο]ν ⟦.⟧ εἰλήλουθα〈:〉 ἐν τῆ〈ι〉 κατ’ Εὐ̣[ριπί‐] |
| book 155-6.3 | [δην καὶ] ἐν τισι ἄλλαις καὶ ἐν Δια[κό]σ̣μ̣ω̣〈ι〉 λ̣έ̣‐ |
| book 155-6.4 | [γεται Ἀ]στεροπαῖος οὕτως· „αὐ[τὰ]ρ Πυραί‐ |
| book 155-6.5.1 | [χμης] ἄ[γ]ε Παίονας ἀγκυλοτόξου[ς] / Πηλε‐ |
| book 155-6.5.2 | [γόνο]ς θ’ υἱὸς περιδέξι[ος] Ἀστεροπ[α]ῖοσ“· |
| book 155-6.5.3 | [....].ος [γ]ὰρ αὐτὸς ἀπὸ τοῦ Διακ[όσμ]ο̣υ |
| book 155-6.1 | [.. εἰ] μὴ παραδέχοιτο δέ τις τὸν ⟦δ⟧ ἐ̣ν Δια‐ |
| book 155-6.2 | [κόσμ]ω̣〈ι〉 περὶ αὐτοῦ στίχ[ον], οὐδὲν κωλύει |
| book 155-6.10.1 | [ἕνα τῶ]ν̣ ἐπ̣ὶ̣ μέρους ἡγεμόνων αὐτ[ὸν] ὄν‐ |
| book 155-6.10.2 | [τα μὴ] ὠνομάσθ̣αι καθάπερ Στιχίον, Σχε‐ |
| book 155-6.10.3 | [δίον, Φο]ίνικα, Πάτροκλον, Ἀντίλοχον, |
| book 155-6.10.4 | Τ[εῦκρ]ον· ὃς καὶ ὑπ’ αὐτοῦ τοῦ Ἀγαμέμνο‐ |
| book 155-6.10.5 | νο̣[ς π]ροσηγόρευται, καθὰ κα[ὶ] Ἴστρος |
| book 155-6.15.1 | φη[σί,] „Τεῦκρε, φίλη κεφαλή, Τελαμώνιε, |
| book 155-6.15.2 | (finis columnae) |
| book 163.1 | [ (22) ]α[ |
| book 163.2 | [............ πε]ρ̣ιδ̣έ̣[ξιο]σ̣〈:〉 αν[ |
| book 163.3 | [........ ἀμφο]τέραι̣[ς ταῖ]ς χερ̣[σὶ |
| book 163 | [..........].. εἰς .[...]ονα[ |
| book 163.5.1 | τὸ δόρυ· ουτ̣[.]κ̣α̣...[.]α̣.[. Ἀ]νακ[ρέ |
| book 163.5.2 | ἐν Παρθενείοις· „πα[ῖς δ’] Ἀστερο[παίου γε‐] |
| book 163.5.3 | γένημαι, ὅς πο̣[.]ια.αε̣ν.[...]ας / ἀμ[φοτέραι‐] |
| book 163.5.4 | σι χερσί / ῥῖπτε{ν} καὶ .[..]α̣μ̣[ |
| book 163.5.5 | ὁ̣ δὲ χαλκέοις θρασυ[ |
| book 163.10.1 | γενὴς χὠμόπτο̣λισ̣[ |
| book 163.10.2 | μάχαι θαύμαινε ..[........... ἀζα‐] |
| book 163.1 | λέων ἱέντα ῥόμ[βον“ ..........ἀμφο‐] |
| book 163.2 | τέραις, τὴν δ’ ἀσπί[δα προαπέβαλεν, ὅ‐] |
| book 163.3 | τι δύσχρηστος ἐν [ὕδασιν |
| book 163.15.1 | καὶ Ἀχιλλ....[ |
| book 163.15.2 | ὅθεν καὶ ἐν τῶ〈ι〉 ἀγῶ[νι ἆθλα μόνα τό τε] |
| book 163.15.3 | ξίφο[ς] αὐτοῦ τίθησιν [„ἀργυρόηλον /] |
| book 163.15.4 | καλὸ̣ν Θρη〈ΐ〉κιον“ κ[αὶ τὸν θώρακα „χάλκεον,] |
| book 163.15.5 | ὧ〈ι〉 π[ε]ρὶ χεῦμα φα̣[εινοῦ κασσιτέροιο] |
| book 163.20.1 | ἀμ̣φ[ι]δεδ{ε}[ί]νη[ται“ |
| book 163.20.2 | (finis columnae) |
| book 163.20.3 | [ ]α̣ |
| book 163.20.4 | [ ] |
| book 163.20.5 | [ ]σ̣υν |
| book 163.25.1 | [ ] |
| book 163.25.2 | [ ]ο̣ι̣ |
| book 163.25.3 | [ ]υ̣ν̣ |
| book 163.25.4 | [ ]ς̣ |
| book 163 | [ ].ς |
| book 163.30.1 | [ ] |
| book 163.30.2 | [ ]ε |
| book 163.30.3 | [ ] |
| book 163.30.4 | [ ] |
| book 163.30.5 | [ ]. |
| book 195*.1 | σανται̣[...](.)κ̣α̣[..].π̣ασ̣[..(.)].νκατέλεξα |
| book 195*.2 | Ἀχελω[ΐου] ἀργυροδ[ί]νεω, / ἐξ οὗ πᾶσα |
| book 195*.3 | θάλασ[σα“. κ]αὶ Μεγακλείδης δ’ [ἐ]ν̣ αʹ Πε‐ |
| book 195*.4 | ρὶ Ὁμή[ρο]υ γράφει· „ποῖον ῥεῖθρο[ν] μεῖζον |
| book 195*.5.1 | Ἀχελώ̣[ι]ο̣υ, ‘ἐξ οὗπερ πάντες ποτ[α]μοί‘;“ .ὁ |
| book 195*.5.2 | μέντ[οι γ’] Ἀρίσταρχος Ὁμηρικὸν αὐτ[ὸ]ν |
| book 195*.5.3 | ἀποφ[αίν]ει· τὰ γὰρ ῥεύματα ἐξ Ὠκεαν[ο]ῦ |
| book 195*.1 | εἶναι. [Σέλ]ευκος δ’ †ἐν εʹ [Ἡρ]ακλείας· „πῶ̣[ς |
| book 195*.2 | δ’ ἐπορ[εύθ]η̣ς ῥεῦμα Ἀ[χ]ε̣λ̣[ω]ΐου ἀργυ[ρο‐] |
| book 195*.10.1 | δίνα, / Ὠκεανοῦ ποταμοῖ̣ο̣ [δι’] εὐρέος ὑγ[ρ]ὰ |
| book 195*.10.2 | κέλευθ̣α;“. τοῦτο δὲ ἐμφαίν̣ε̣[ι]ν καὶ Πίν‐ |
| book 195*.10.3 | δαρον, λέγοντα τὸν αὐλητικὸν κ[ά]λα‐ |
| book 195*.10.4 | μον Ἀχελώιο[υ] ὕ̣[λη]ν, ἀντὶ̣ [το]ῦ̣ ὕδατ̣ο̣[ς·] |
| book 195*.10.5 | „πρόσθα μὲν ἲ̣ς Ἀχελωΐου [τ]ὸν ἀοιδ[ότα‐] |
| book 195*.15.1 | τον / Εὐρωπία κρά̣να Μέλ[α]ν̣[ό]ς τε π[οτ]α‐ |
| book 195*.15.2 | μοῦ ῥοαὶ τρέφον κάλαμο[ν“ (ἑ]τέρως |
| book 195*.15.3 | γοῦν λέγειν· „Ὠκεανοῦ πέτ̣[αλ]α̣ κράνα[σ“), |
| book 195*.15.4 | πολλούς τε πρὸ Δήμητρο[ς] θύειν Ἀ‐ |
| book 195*.15.5 | χελώιωι, ὅτι πάντων πο[τα]μῶν ὄνο‐ |
| book 195*.20.1 | μα ὁ Ἀχελῶιος κα[ὶ] ἐξ ὕδα[τος] ὁ καρπός. |
| book 195*.20.2 | Ἔφορος δ’ ἐν βʹ [φησὶ] τὸ [ἐ]ν Δωδώνη〈ι〉 μ[αν‐] |
| book 195*.20.3 | τ〈ε〉ῖον σχεδὸν ἐν ἅπα̣σ̣ι̣ τοῖς χρησμοῖς |
| book 195*.20.4 | προστάττειν Ἀχελ[ώι]ω〈ι〉 θύειν, ὅθε̣[ν] |
| book 195*.20.5 | τοὺς Ἕλληνας πᾶ[ν] ὕ̣δ̣ω̣[ρ] πό̣τιμ̣ον |
| book 197.1 | νομίζειν Ἀχελῶι[ο]ν καὶ φρείατα [μ]α‐ |
| book 197.2 | κρὰ νάουσιν〈:〉 ὅτι ἀντὶ τοῦ νάει, ῥεῖ. μά‐ |
| book 203.1 | κρὰ δὲ ἀντὶ τοῦ βαθέα τὸν μὲν [ἄρ’ ἐγ‐] |
| book 203.2 | χέλυές τε καὶ ἰχθύεσ〈:〉 ἴσως ὅτι [μάλι‐] |
| book 203.3 | στα σαρκοφαγοῦσιν αἱ ἐγχέλυες, [κατ’] ἐ‐ |
| book 203.4 | ξοχὴν εἴρηνται· καὶ ἐλλείπε[ι] τὸ ἄ̣[λ‐] |
| book 203.5.1 | λοι, ἵν’ ἦι καὶ ο̣ἱ̣ ἄλλοι ἰχθύ[ε]ς, ὁμοί[ω]ς |
| book 203.5.2 | τῶι „τῆ〈ι〉 μέν τ’ οὐδὲ ποτητὰ π[α]ρέρχ[ε‐] |
| book 203.5.3 | ται οὐδὲ πέ[λ]εια[ι] / τρή[ρω]ν[εσ]“. ἴ̣σ̣[ως] |
| book 203.5.4 | δ’ ὅτι ἐν ἰλύ̣ϊ̣ ε[ἰ]σὶ καὶ σαρ̣[κ]ὸ[ς ἀνθρωπεί‐] |
| book 203.5.5 | ου λιχνεύονται. ἢ κεχώ[ρικεν αὐτὰς ἀπὸ] |
| book 203.10.1 | τ[ῶ]ν ἰχθύων, ὅτ[ι ο]ὔτε [ἐξ ὀχείας γίνον‐] |
| book 203.10.2 | τα[ι], καθά φησιν Ἀρ[ι]σ̣τ[οτέλης, οὔτε] |
| book 203.10.3 | ζωοτοκοῦσιν οὔτε [σπερματικοὺς πόρους] |
| book 203.10.4 | οὔτε ὑστερικοὺς ἔχουσιν, ἀλλ’ ἐκ τῶν |
| book 203.10.5 | καλουμένων γῆς ἐντέρ⟦ι̣κ̣⟧ων {ης} α[ὐ]τό‐ |
| book 203.15.1 | μαται συνίστανται ἐν τῶι πηλῶ〈ι〉 καὶ ἐν |
| book 203.15.2 | τῆ〈ι〉 γῆ〈ι〉 τ[ῆ〈ι〉] ἐνίκμωι. ζῶσι δὲ̣ [κ]αὶ τρέφον‐ |
| book 203.15.3 | τ[αι] ὀμβρ̣[ίω〈ι〉] ὕδατι· ἐν [τ]αῖς γοῦν τελματώ‐ |
| book 203.15.4 | δεσι λίμ[ναι]ς τοῦ τε [ὕ]δατος παντὸς ἐ‐ |
| book 203.15.5 | ξαναλω[θ]έντος καὶ τοῦ πηλοῦ ἐξυσθέν‐ |
| book 203.20.1 | τ[ο]ς γ{ε}ίνονται πάλιν, ὅταν ὕδωρ γένη‐ |
| book 203.20.2 | ται ὄμβριον. ἐν δὲ τοῖς αὐχμοῖς οὐ γ{ε}ί‐ |
| book 203.20.3 | νονται οὐδ’ ἐν ταῖς διαμενούσαις λί‐ |
| book 203.20.4 | μναις. ἐν δὲ τῶ〈ι〉 ζʹ φησὶν αὐτὸν λέ‐ |
| book 203.20.5 | γειν Δί̣δ̣υ̣μος ἀμαρτύρως ὅτι καὶ ἀλ‐ |
| book 203.25.1 | ληλοφάγον ἐστὶν καὶ ὅτι ζῆ〈ι〉 ζʹ καὶ ηʹ |
| book 203.25.2 | ἔτ̣η. ἔστι δὲ καὶ μονογενὲς πάλιν, |
| book 203.25.3 | οὐ τὸ μὲν ἄρσεν, τὸ δὲ θῆλυ. καὶ ἐν τῶ〈ι〉 |
| book 203.25.4 | ἀγορανομικῶ〈ι〉 δὲ νόμω〈ι〉 Ἀθηναίων |
| book 203.25.5 | διέσταλται ἐγχελύων τέλη καὶ ἰχθύ‐ |
| book 203.30.1 | ⸐ων ἀ[μ]φεπένοντο〈:〉 περὶ αὐτὸν ἐγί‐ |
| book 203.30.2 | νο[ν]το̣ ἐνεργοῦντες. προαναπεφώ‐ |
| book 203.30.3 | νηκε δὲ τὸ τρίτη〈ι〉 ἡμέρα〈ι〉 ἐσόμενον, |
| book 203.30.4 | ὅτε ἔμελλεν ἐπιπλεῖν· ἢ τότε ἔκει‐ |
| book 203.30.5 | το ἐν ταῖς ἄμμοις, 〈κ〉αὶ ἐγχέλυες ἤδη αὐ‐ |
| book 204.1 | τοῦ ἤσθιον ἐνδύουσαι δημὸν ἐρε‐ |
| book 204.2 | πτόμενοι ἐπινεφρίδιον κείροντεσ〈:〉 |
| book 204.1 | ὅτι ἡ π{ε}[ι]μελὴ [πε]ρὶ τοὺς νεφρούς ἐστι. |
| book 204.2 | τὸ δ’ ἐρεπ[τ]όμε[νο]ι σκληρῶς ἐπὶ τῶν |
| book 204.5.1 | ἰχθύων κεῖται· ἐπ{ε}ὶ γὰρ τ⟦η⟧ῶν τῆ〈ι〉 |
| book 204.5.2 | γλώσση〈ι〉 λαμβανόντων ἀπὸ τῆς ἔρας |
| book 204.5.3 | [⸐]τὸ ἐρέπτεσθαι. κείροντες· δαπανῶν‐ |
| book 205,213.1 | τες μετὰ Παίονας: ἐπὶ Παίονας ἀνέ‐ |
| book 205,213.2 | ρ[ι] εἰδόμενοσ〈:〉 κα[ὶ Ἀ]ρίσταρχος διχῶς, |
| book 214.1 | εἰδόμενος κ[αὶ] „εἰσάμε[ν]οσ“ περ[ὶ] μὲν |
| book 214.2 | κρατέεισ〈:〉 περ[ι]σσῶς δὲ [ἰσ]χυρὸς ε̣ἶ αἴ‐ |
| book 214.3 | συλα〈:〉 ἄν[ο]μα· καὶ π[αρὰ] καθῆκον |
| book 217.1 | ἐξ [ἐ]μέθεν γ’ ἐλάσα[σ〈:〉 σὺν τ]ῶ〈ι〉 γ· παρὰ |
| book 217.2 | [δ]ὲ Ἀριστοφάνει „πελ[άσασ“] πεδίον |
| book 217.3 | [κ]ατὰ μέρμερα ῥέ[ζε〈:〉 τὰ] μερίμνης |
| book 217.4 | Inter hanc columnam et sequentem a margine superiore incipientia haec verba ad |
| book 217.5 | perpendiculum directa exstant: |
| book 217 | Ἀμμώνιος Ἀμμωνίου γραμματικὸς ἐσημειωσάμην |
| book 218.1 | ⸐ἄξια κακά ἐρατεινὰ ῥέεθρα〈:〉 ὁ Σιδώνιός |
| book 218.2 | φησιν ὅτ[ι] ὁ πο[ι]ητὴς ἐξέ[πε]σεν εἰς τὴν |
| book 218.3 | διηγη[μ]ατικὴν κατασκε[υ]ὴν μιμη‐ |
| book 218.4 | τικῶν ὄντω̣ν̣ τῶν λόγω[ν. ο]ἱ δὲ τὰ φύ‐ |
| book 218.5 | σει [κα]ὶ πρὸ τῆς παραποταμίας μάχης |
| book 219-20.1 | ἐρατεινά οὐδέ τί πη〈ι〉 δύναμαι π[ρ]ο‐ |
| book 219-20.2 | χέειν ῥόον εἰς ἅλα δῖαν / στε[ι]νόμενος |
| book 219-20.3 | νε[κ]ύεσσι〈:〉 στενοχωρούμ[εν]ος. παρὰ |
| book 219-20.4 | [τ]αῦτ̣α̣ Ἀλκαῖος· „στένω .[..] Ξάνθω ῤ[ό‐] |
| book 219-20.5.1 | [ο]ς̣ ἐς θάλασσαν / ἴκανε“· καὶ ἐν Ὀδυσσεία〈ι·〉 |
| book 219-20.5.2 | „α̣ἶ̣[ψ]α κέ τοι τὰ θύρετρα, καὶ εὐρέα περ |
| book 219-20.5.3 | μάλ’ ἐόντα / †φεύγοντες† στείνοιτο“, οὐ‐ |
| book 220.1 | χ ὡς Σοφοκλῆς ‘στενάζοι‘ νεκύεσσιν〈:〉 ὑ‐ |
| book 220.2 | ⸏πὸ νεκύων. ἀϊδήλω⟦.⟧ς· ἀφανιστικῶς |
| book 221 | ἔασον〈:〉 αἱ Ἀριστάρχ〈ε〉ιοι οὕτως, ἵνα τὸ σύ‐ |
| book 221.1 | νηθες ἡμῖν ἦι. οἱ δὲ ἀντὶ τοῦ χορτά‐ |
| book 221.2 | σ̣θ̣ητι παρὰ τὸ „αἵματος ἆσαι Ἄρηα“, οὐ |
| book 221,225-6.1 | κ ε̣ὖ ἄγη· πλησμονή Ἕκτορι πειρη‐ |
| book 221,225-6.2 | θῆναι〈:〉 ἀντὶ τοῦ Ἕκτορι θέλω ἕως πέρα‐ |
| book 229-32.1 | ⟦.⟧τος ἐξ ἐναντίας πολεμῆσαι ὦ πόποι, |
| book 229-32.2 | ἀργυρότοξε, Διὸς τέκος, οὐ σύ γε βουλάς / |
| book 229-32.3 | †ἐφράσαο† Κρονίωνος, ὅ τοι μάλα πόλλ’ ἐ‐ |
| book 229-32.4 | πέτελλε / Τρωσὶ παρεστάμεναι καὶ ἀ‐ |
| book 229-32.5.1 | μύνειν, εἰς ὅ κεν ἔλθη〈ι〉 / δείελος ὀψὲ δύων〈:〉 |
| book 229-32.5.2 | ἀποτείνεται ἐπὶ τὰ κοινῶς εἰρημέ‐ |
| book 229-32.5.3 | να πρὸς πάντας· „ἀμφοτέροισι δ’ ἀρή‐ |
| book 229-32.5.4 | γεθ’, ὅπη〈ι〉 νόος ἐστὶν ἑκάστου· / εἰ γὰρ Ἀ‐ |
| book 229-32.5.5 | χιλλεὺς οἶος ἐπὶ Τρώεσσι μαχεῖται, / |
| book 229-32.10.1 | οὐδὲ μίνυνθ’ ἕξουσι ποδώκεα Πη‐ |
| book 229-32.10.2 | λείωνα ⟦(δείδω μὴ καὶ τεῖχος ὑπέρ)⟧“. |
| book 229-32.10.3 | αὐξητικῶς οὖν εἴρηκεν ὁ ποταμός· |
| book 229-32.10.4 | ἢ κατὰ τὸ σιωπώμενον οἰητέον |
| book 229-32.10.5 | τὴν̣ ἐ⟦.⟧ντ[ο]λὴν γεγενῆσθαι, ὅθεν |
| book 229-32.15.1 | καὶ „αὐ̣τὰρ Ἀπόλλων οἶος ἐδύσετο |
| book 229-32.15.2 | Ἴ[λ]ιον ἱρήν· / βέμβλετο γὰρ οἱ τεῖχος |
| book 230.1 | ⸐ἐϋδμήτοιο π[ό]ληοσ“ εἰρύσαο〈:〉 πρὸς σε‐ |
| book 230.2 | ⸐αυτὸν ἐποιήσ̣ω, ἐφύλαξας ὅ{σσ}τοι〈:〉 ὅς |
| book 232.1 | σοι δείελος ὀψὲ δύων: ὅτ̣[ι ἀν]τὶ τοῦ |
| book 232.2 | δε[ίλη ἀρσενικῶς,] ὡ̣ς „θυρεὸν μέγαν“ ἀν‐ |
| book 232.3 | τ̣ὶ̣ [τοῦ θύραν .....]τ̣ο̣ δὲ ὁ δείελος κατὰ |
| book 232.4 | [.......... ἀπὸ] τῆς ζʹ ὥρας· ἐκείνη |
| book 234.1 | [.]ε.[............]τ̣ης, αὕτη δὲ ὀψία κρη‐ |
| book 234.2 | μνο[ῦ ἀπαΐξασ〈:〉 ἀφ]ορμήσας [ἀ]πὸ τοῦ κρη‐ |
| book 234.3 | μ̣ν[ο]ῦ̣[ὁ δ’ ἐπέσσυ]το οἴδματι θυίων〈:〉 δυ‐ |
| book 234.4 | ν̣[α]τ̣ώ̣τ̣[ερα ἢ Ἀχι]λλεὺς ἐφορμῆσαι |
| book 234.5 | τ̣[ὰ κύματα τοῦ πο]ταμοῦ, ἐνθουσιῶν‐ |
| book 236,238.1 | [.]ο̣.[....... ἅλισ〈:〉 ἀ]θ̣ρόως χέρσον δέ〈:〉 τοὺς |
| book 236,238.2 | λ̣ε̣[λ]ο̣υ̣μ̣έ̣[νους ....(.)] εἰς τὸ πεδίον ἐ‐ |
| book 238-9.1 | ⸐κτὸς ἑ̣αυ̣[τοῦ ἐξέβ]α̣λλεν: ζωιοὺς δὲ σά‐ |
| book 238-9.2 | ω κατὰ [καλὰ ῥέεθρ]α, / κρύπτων ἐν δί‐ |
| book 238-9.3 | νη〈ι〉σι βα[θ]ε[ίη〈ι〉σι〈ν:〉 οἷο]ν ἐν κόλπω〈ι〉 τινὶ ὕδα‐ |
| book 238-9 | τος ὡς ἐπὶ τ[ῆς Τυρ]οῦς· „πορφύρεον δ’ ἄ‐ |
| book 238-9.5.1 | ρα κῦμα πε[ριστάθ]η οὔρεϊ ἶσον / κυρτω‐ |
| book 238-9.5.2 | θέν, κρύψε[ν δ]ὲ [θεὸν] θνητήν τε γυναῖ‐ |
| book 238-9.5.3 | κα“. τρία δὲ [μὴ κατ’ ἄ]νδρα· τοὺς νεκροὺς |
| book 238-9.5.4 | ἐκβάλλει, τ[οὺς ζῶν]τας σώζει, πρὸς Ἀ‐ |
| book 240.1 | ⸐χιλλέα μ̣[άχεται] δεινὸν δ’ ἀ[μ]φ’ Ἀχι{λ}‐ |
| book 240.2 | ⸏λῆα κυκ̣[ώμενον] ἵστατο κῦ[μ]α· Πρω‐ |
| book 240.3 | ταγόρας φησ[ὶ πρὸ]ς τὸ διαλαβεῖν τὴν |
| book 240.4 | μάχην τὸ ἐ[πεισό]διον γεγονέναι τὸ ἑ‐ |
| book 240.5.1 | ξ̣ῆ̣ς̣ τῆ̣ς̣ Ξά[νθου κα]ὶ θνητοῦ μάχης, ἵν’ |
| book 240.5.2 | εἰς τὴν θ̣ε̣ομ[αχία]ν̣ μεταβῆ〈ι〉· τάχα δὲ |
| book 240.5.3 | ἵνα καὶ τὸ̣ν̣ [Ἀχιλ]λ̣έ[α] αὐξήση〈ι〉 καὶ προ‐ |
| book 240.5.4 | καταπονή̣σ̣[ας τοῖς προ]τ̣έ̣ρ̣οις κινδύ‐ |
| book 240.5.5 | νοις ποιήση̣〈ι〉 [αὐτὸν .....]ς καταλαμ‐ |
| book 240.10 | βάνοντα τὸ [πεδίον. ἐπ]ήδα δὲ οὐ‐ |
| book 246-7.1 | ⸐κ ἐν τῶ〈ι〉 ῥείθρω〈ι〉 [ἔτι, ἀλλ’ ἐν τ]ῶ〈ι〉 πεδίωι ὁ |
| book 246-7.2 | δ’ ἄρ’ ἐκ {.} δ{ε}ίν[ης ἀνορούσ]ας / ἤϊξεν ΠΕ‐ |
| book 246-7.3 | ΔΙΟΝΔΕ ποσὶ κ[ραιπνοῖσι] πέτεσθαι〈:〉 τῶ〈ι〉 |
| book 246-7.4 | δὲ ἅρματι οὐ̣[κ ἦν χρῆσθαι,] μὴ καθάπερ |
| book 246-7.5 | ἐν 〈ε〉ἱρκτῆι τῶ〈ι〉 [...... κινδ]υνεύση〈ι〉 ὑπὸ |
| book 246-7.1 | συρέντων τῶ[ν .........(.)]ς̣ καὶ τοῦ πο‐ |
| book 246-7.2 | ταμοῦ θᾶσσ̣[ον .....(.) κἂν] ἠφανίζε‐ |
| book 246-7.3 | το ἡ ἀγων̣[ία.......] εἰ κινδύ‐ |
| book 246-7.4 | ⸐νου ὁ ἀ̣γω̣[νιῶν .......].ν δὲ τῶ〈ι〉 τό‐ |
| book 246-7.10.1 | νωι .(.)[................]έστησε τὸν |
| book 246-7.10.2 | τ[ |
| book 246-7.10.3 | ξ[ |
| book 246-7.10.4 | ο[ |
| book 246*.1 | δ[ |
| book 246*.2 | λ̣ι̣.[.]η̣ς.[ |
| book 246*.3 | δε[.]πη.[..................... „ἀνε‐] |
| book 246*.4 | δύσ̣ετο λί[μνησ“ ...............εδύ‐] |
| book 246*.5.1 | ⟦ι⟧σετο π̣ελ[ |
| book 246*.5.2 | ως ἐκ λίμν̣[ης |
| book 246*.5.3 | τ̣αι ὡς ἐν.[ |
| book 247.1 | ⸐ἤϊ̣ξεν πεδ[ίοιο〈:〉 ὅτι ἐλλείπει ἡ διά ποσὶ] |
| book 247.2 | κραιπνοῖσ[ι πέτεσθαι〈:〉 ............] |
| book 249.1 | φέρεσθαι ἀκ[ροκελαινιόων〈:〉 μελαινό‐] |
| book 249.2 | μενος κατὰ τὰ [...................] |
| book 249.3 | τ[...(.)]τα γὰρ τ̣α[.................] |
| book 249.4 | θαλά̣σ̣σια φ⟦ε⟧α[....................(.)] |
| book 249.5.1 | τυφλὸς ἐκ γεν̣[ετῆς .............] |
| book 249.5.2 | ὕδατ.....(.) [.....................] |
| book 249-50.1 | [ἵν]α μ[ιν παύσειε πόνοιο / δῖον Ἀχιλλῆα〈:〉] |
| book 249-50.2 | τοῦ κα[τὰ τὸν πόλεμον ἔργου. Ἀριστοφά‐] |
| book 251 | νης δ[ὲ „φόνοιο“, ........... ὅσον τ’ ἐπὶ] |
| book 252.1 | δουρὸ[ς ἐρωή〈:〉 .................. αἰ‐] |
| book 252.2 | ετοῦ ο[ἴματ’ ἔχων .......... θηρη‐] |
| book 252.3 | τῆροσ〈:〉 [............ μέλανας ὀφθαλ‐] |
| book 252.4 | μοὺς̣ [ἔχοντος |
| book 252.5.1 | σωμα̣[ |
| book 252.5.2 | αἰετο̣[ |
| book 252.5.3 | [.]αισε[ |
| book 252.5.4 | δα̣ιοθ̣[ |
| book 252.5.5 | ηται κ̣[ |
| book 252.10.1 | ἱστορη̣[ς |
| book 252.10.2 | ρον φ[ |
| book 252.10.3 | τύ̣π̣τ̣[ |
| book 252.10.4 | καὶ κρ̣[ατιστο |
| book 252.10.5 | κη κα̣[............(.) „καλεῖται με‐] |
| book 252.15.1 | λανά̣[ετος καὶ λαγωφόνος. ἐκτρέ‐] |
| book 252.15.2 | φει δὲ [μόνος τὰ τέκνα οὗτος καὶ ἐξά‐] |
| book 252.15.3 | γει. ἔ[στι δὲ ὠκυβόλος καὶ εὐθήμων] |
| book 252 | καὶ ἄ[φθονος καὶ ἄφοβος καὶ μάχιμος] |
| book 282*.1 | [.....(.)] δ̣ιη〈ι〉ρῆσθαι, καθ’ ὃν λόγον τὸ |
| book 282*.2 | [.......].ν̣ ε δασυντεόν, τὸ δὲ α |
| book 282*.3 | [ψιλωτέον]· ἀ̣πὸ̣ ταὐτοῦ δ’ εἴρηκεν· |
| book 282*.4 | [„ὅν ῥά τ’ ἔνα]υλος ἀποέρση〈ι〉 χειμῶν⟦ος⟧ι |
| book 282*.5.1 | [περῶντα“] καὶ „Ἥρη δὲ⟦ι⟧ μέγα ἄϋσε περι‐ |
| book 282*.5.2 | [δείσας’ Ἀχι]λ{λ}ῆϊ, / μή μιν ἀπο〈έ〉ρσειε μέ‐ |
| book 282*.5.3 | [γας ποταμὸ]ς βαθυδίνησ“, καὶ ἕρσαν |
| book 282*.5.4 | [..... δρόσ]ον, καὶ „χωρὶς δ’ αὖθ’ ἕρσαι“· εἰ‐ |
| book 282*.5.5 | [..... αἱ ἁ]παλαὶ καὶ δροσώδεις. Κράτης |
| book 282*.10.1 | [δὲ „εἰλθέ]ντα“, ἵν’ ἦι ἐρχθέντα. καὶ τὴν |
| book 282*.10.2 | [ἐξουλῆς] δίκην ἐντεῦθεν. ἐκτίθη‐ |
| book 282*.10.3 | [σι δὲ καὶ Σ]όλωνος ἐκ εʹ ἄξονος· „ἐξο̣υ̣‐ |
| book 282*.10.4 | [λῆς· ἐάν τι]ς̣ ἐξείλληι, ὧν {ε}ἂν δίκην 〈ν〉ι̣‐ |
| book 282* | [κήση〈ι〉 τις, ὅσ]ο̣υ̣ {ε}ἂν ἄξιον ἦ〈ι〉, εἰς δημόσι‐ |
| book 282*.15 | [ον .......]ι̣ν καὶ τῶ〈ι〉 ἰδιώτη〈ι〉, ἑκατέρω〈ι〉 |
| book 283.1 | [ἴσον“ ἔναυλ]ο{υ}σ〈:〉 χ〈ε〉ιμάρρους ὡς Ἀρίσταρ‐ |
| book 283.2 | [χος ......].ν παραμήκεσι τόποις |
| book 283.3 | [..........].νεσ̣αι ἐν τοῖς αὐλῶσιν |
| book 283.4 | [..........] α̣ὐλῶνες οἱ στενοὶ καὶ ἐ‐ |
| book 283.5.1 | [πιμήκεις τό]π̣οι. ὁ δὲ Θρᾶιξ τὰ κοιλώ‐ |
| book 283.5.2 | [ματα, ..... α]ἱ ἐκ⟦...⟧ρύσεις τῶν πο‐ |
| book 283.5.3 | [ταμῶν πίμπλ]α̣νται· „καὶ ἐμπί{ν}πλη‐ |
| book 283.5.4 | [θι ῥέεθ]ρα / ὕδ̣α̣[το]ς ⟦..⟧ ἐκ πηγέων, |
| book 283.5.5 | [πάντ]ας δ’ ὀρόθυνο̣ν ἐναύλουσ“. αὐ̣‐ |
| book 283.10 | [λὸς δὲ] πᾶν τὸ στεν̣ο̣ῦν. θ̣ύ̣ε̣ι οὖν ὁ̣ |
| book 283 | [Σιμό]εις δ̣ιὰ τὸ στενο̣ύ̣μεν[ο]ν π̣η̣‐ |
| book 286.1 | [γῶν ἄ]θροισμα χειρὶ δὲ χεῖρα [λ]αβόν‐ |
| book 286.2 | [τες] ἐπιστώσαντ’ ἐπέεσσι〈:〉 διὰ δε‐ |
| book 286.3 | [ξιᾶς] πίστιν ἐποιήσαντο τῶν λό‐ |
| book 286.4 | [γω]ν̣. Ἀριστοτέλης δὲ μὴ βοηθῆ‐ |
| book 286.5.1 | [σαι] αὐτοὺς Ἀχιλλεῖ, ὅτι Ἥφαιστος |
| book 286.5.2 | [ἀντ]ετέτακτο τῶ〈ι〉 Ξάνθω〈ι〉. ἄτοπον |
| book 286.5.3 | [δὲ κ]αὶ νεανιεύεσθ̣α̣ι̣ πρὸς ἤπ̣[ιο]ν̣ |
| book 287.1 | [θεό]ν τοῖσι δὲ μύθων ἦρχε Πο‐ |
| book 287.2 | [σειδ]άων ἐ[ν]οσίχθων〈:〉 ὅτι Ποσει‐ |
| book 287.3 | δ̣ῶ[νος] κα[ὶ] Ἀθηνᾶς κα[ὶ] ἄλ̣[λων] |
| book 287.4 | μ̣ὴ̣ ὄντων ‘τοῖσ‘ εἶπεν, ὡς κα̣[ὶ] |
| book 287.5.1 | ἐν Ὀδυσσεία〈ι〉 ἐπὶ Καλυψοῦς κ̣[αὶ] |
| book 287.5.2 | Ὀδυσσέως· „τοῖσι δὲ μύθων ἦρ̣[χε] |
| book 288 | ⸐Καλυψώ, δῖα θεάων“ μή τάρ τι λί‐ |
| book 290.1 | ην τρέε: μὴ ὑποχώρει Ζηνὸς ἐπα[ι‐] |
| book 290.2 | νήσαντος ἐγὼ καὶ Παλλὰς Ἀθή‐ |
| book 290.3 | νη〈:〉 ἀθετεῖται, ὅτι {ὄνομα} οὐκ εἴ‐ |
| book 290.4 | ρηκεν ὄνομα τοῦ θεοῦ, ἀλλ’ ἐγώ, |
| book 290.5.1 | μεταβεβληκὼς τὴν ἰδέαν |
| book 290.5.2 | εἰς ἄνδρα· [κ]αὶ γ[ὰ]ρ̣ οὐ⟦κα⟧δὲ κατὰ |
| book 290.1 | τὴν ἄφοδον σημείω〈ι〉 ἐπιφανεῖ |
| book 290.2 | τὸν Ἀχιλλέα ἐθάρσυνεν· „οὐδὲ Σκά‐ |
| book 290.3 | ⸐μανδρος ἔληγε τὸ ὃν μένος ἀλλ’ ἔ‐ |
| book 290.10.1 | τι μᾶλλον / χώετο Πηλείωνι“. |
| book 290.10.2 | πρ̣ὸς ταῦτα λέγει Σέλευκος ἐν τῶ〈ι〉 γʹ |
| book 290.10.3 | Κατὰ τῶν Ἀριστάρχου σημείων ὅτι |
| book 290.10.4 | ἀνδράσιν ὡμοιωμένοι ὅμως κατὰ |
| book 290.10.5 | τ[ὸ] σ̣[ι]ωπώμενον διὰ τῆς δεξιώσε‐ |
| book 290.15.1 | ω[ς] ἴχνη τοῦ θεοὶ εἶναι παρέχον‐ |
| book 290.15.2 | [τ]α̣ι̣· [ἐ]πεὶ πῶς εἰρήκασι „τ[ο]ί̣ω γάρ τοι |
| book 290.15.3 | νῶι θεῶν ἐπιταρρόθω [εἰμ]έν“; |
| book 290.15.4 | καὶ [ὑ]πὸ Διὸς δὲ κατὰ τὸ σ[ιω]π̣ώμε‐ |
| book 290.15.5 | νον ἐπέμφθησαν. ἐν [δ]ὲ τῶ〈ι〉 ε̣ʹ |
| book 290.20.1 | [τ]ῶν Διορθωτικῶν ὁ αὐτὸς [ἀ]θ̣ετε̣ῖ̣ |
| book 290.20.2 | σὺν τοῖς ἑξῆς β̣ ὡς περισσο̣[ύ]ς. οὐ‐ |
| book 291 | κ εἶναι δὲ οὐδ’ ἐν τῆ〈ι〉 Κρητικῆ〈ι〉 πο‐ |
| book 292.1 | ταμῶ〈ι〉 γε〈:〉 ὑπὸ τοῦ ποταμοῦ λωφή‐ |
| book 292.2 | σει〈:〉 ἐνδώσει. ἀπὸ τῶν τοὺς λόφους |
| book 292.3 | τοὺς τραχήλους ὑποτιθέντων |
| book 292.4 | ζώιων· τέως γὰρ ζυγομαχοῦν‐ |
| book 292.5.1 | τα ἐνδιδῶσιν ζευχθέντα. καὶ |
| book 292.5.2 | [ὁ] Καλλίμαχος· „ἦλθεν ὁ βοῦς |
| book 293 | ὑ[π’ ἄ]ροτρον ἑκούσιο⟦ν⟧σ“ πυ[κ]ινῶς |
| book 318?*.1 | .......[ |
| book 318?*.2 | ι..ος.[ |
| book 318?*.3 | ⸐..υπ.[ |
| book 318-9?* | ...δε.[ |
| book 319-21?*.1 | π̣εριοντα[ |
| book 319-21?*.2 | ..ο̣ν..[ |
| book 319-21?*.3 | τ̣α ποταμ̣[ |
| book 319-21?*.4 | τον απ̣τ̣[ |
| book 319-21?*.5.1 | ὑπ’ ἄσιοσ̣[ |
| book 319-21?*.5.2 | μας εκ[ |
| book 319-21?*.1 | .βασ̣τα[ |
| book 319-21?*.2 | [.]π̣ε̣ν̣τ[ |
| book 319-21?*.3 | ].[ |
| book 319-21?*.10 | (fort. finis columnae) |
| book 327* | [⸐]καθή〈ι〉ρει, κατ̣[έβαλλε, καὶ δασύνεται] |
| book 331.1 | ὄρσεο, ΚΥΛΛΟΠΟ[ΔΕΙΟΝ, ἐμὸν τέκοσ〈:〉] |
| book 331.2 | Πτολεμαῖος [τὴν παρατέλευτον περι‐] |
| book 331.3 | σπᾶι, ὅτι πάν[τα |
| book 331.4 | ἐπὶ παρεσχά[τ |
| book 331.5.1 | .ον φασιν, ὅτ̣[ῖ |
| book 331.5.2 | τακ̣τ̣αι τὸ ι.[ |
| book 331.5.3 | κον νῦν ἀλλ[ |
| book 331.5.4 | [.]ος αὐτοῦ κ̣α[ |
| book 331 | τὸ ἔσ̣χ̣α[το]ν[ |
| book 331.10.1 | πόδειον. β̣έλ[τιον ................(.)] |
| book 331.10.2 | οὐδετέρω〈ι〉 γὰ[ρ πρεπόντως, ἀλλὰ] |
| book 331.10.3 | ἀκ⟦..⟧αίρως τ[ὸ ἐπίθετον κεῖται] |
| book 331.10.4 | πρὸς τὴν φι[λανθρωπ |
| book 331.10.5 | ὅτι ὑπομεν[ |
| book 331.15.1 | .[.]ν χειρουτ̣[ |
| book 331.15.2 | τοιοῦτο οὖν ἐ̣[.............(.) Σκα‐] |
| book 332.1 | [⸐]μάνδρωι θε̣[.......... ἠΐσκομεν〈:〉 ὡ‐] |
| book 332.2 | μ̣οι̣οῦμεν· ε[ἰκότως νομίζομεν ὅ‐] |
| book 332.3 | τι [ὕδω]ρ πυρ[ὶ ἐναντίον |
| book 332.4 | .(.)ν̣ε̣ων πο̣[ |
| book 334-5.1 | ε αὐτὰρ ἐ[γὼ Ζεφύροιο〈:〉 |
| book 334-5.2 | ἐν βʹ Περὶ τ̣[ |
| book 334-5.1 | μένων φη[σὶν ὅτι Ζέφυρος ὁ ἀπὸ ἑσπέ‐] |
| book 334-5.2 | ρας καὶ [ὁ] ἀ̣π̣[ὸ μεσημβρίας Νότος κα‐] |
| book 334-5.5.1 | λεῖται παρὰ [.......(.), Νότος δὲ ἀργε‐] |
| book 334-5.5.2 | στής, ὅτι εἰς [τὴν Τροίαν ἀπὸ τῆς Πε‐] |
| book 334-5.5.3 | λοποννήσ[ου πνεῖ, ἔνθα κεῖται τὸ] |
| book 334-5.5.4 | Ἄργος. τὸ δ’ ἐξ [ἀνέμων δύο κεκραμένον] |
| book 335.1 | ⸐θύελλα εἴσο[μαι〈:〉 πορεύσομαι ........(.)] |
| book 335.2 | αὐτοὺς ἄλλο[ν ἀλλαχόθεν. Ζηνόδο‐] |
| book 335.3 | τος δὲ γράφει̣ [„ὄρσασα“ ὥστε τὸ εἴσομαι] |
| book 336 | γνώ[σ]ομαι αὐτ̣[ούς ἥ κεν ἀπὸ Τρώων κεφα‐] |
| book 337*.1 | λάσ〈:〉 τοὺς Τρῶ[ας .................] |
| book 337*.2 | ξιν τὴν φλό[γα, ..... Ἡσίοδος· „καῦ‐] |
| book 337*.3 | μα δὲ θεσπ[έσιον κάτεχεν χάοσ“ |
| book 337*.4 | ]τ̣ευ̣[ |
| book 337*.5 | ]ομ[ |
| book 351 | ]ἠδὲ̣ κ̣[ύπειρον〈:〉 αἱ ἐκ τῶν πό‐] |
| book 351.1 | [λεων „ἠδὲ] κ̣ύπα[ι]ρ[ον“ |
| book 351.2 | [........(.) ]ὅ̣τι τὰ..[ |
| book 353.1 | [........(.) ]ἐξῆλ̣θο̣ν̣ [τείρο]ν[τ’ ἐ]γχ[έ‐] |
| book 353.2 | [λυές τε κ]αὶ ἰχθύεσ〈:〉 [ὅ]τι κεχωρισ‐ |
| book 355.1 | [μένοι ἐγ]χ̣έλυες καὶ ἰχθύες πνο[ι‐] |
| book 355.2 | [ῆ〈ι〉 τειρό]μ̣ενοι〈:〉 τῆ〈ι〉 ἀποφορᾶ〈ι〉 τοῦ π̣[υ‐] |
| book 355.3 | [ρὸς κα]τ[α]πονούμενοι. „ῥιπῆ〈ι〉“ δὲ ἡ .[..] |
| book 356.1 | [..].[..(.) κ]αίετο δ’ ἲς ποταμοῖο〈:〉 ἢ [ἰ‐] |
| book 356.2 | [σχυρὸς ποτ]αμός. οἱ̣ δὲ τὸν καί σύν‐ |
| book 356.3 | [δεσμον ἐλά]μ̣βα[ν]ο̣ν̣, τὴν δὲ ἕ ἀντωνυ‐ |
| book 356.4 | [μίαν, ἵνα] ἦ〈ι〉 ‘κα[ὶ] α̣ὐ̣τὸν τοῦτο προσεῖ‐ |
| book 356.5.1 | [πεν ἲς πο]τ̣α̣μ̣[οῖο‘. ἀ]ντιμαρτυρεῖ δὲ |
| book 356.5.2 | [τὸ „φῆ πυρὶ] κα[ιό]μ̣ενοσ“ καὶ τὸ „αὐτὰρ |
| book 356.5.3 | [ἐπεὶ Ξάνθ]ο̣ι̣ο δάμη μένοσ“· διὰ γὰρ |
| book 361.1 | [.......]ν̣.υ.απτέον ἀνὰ δ’ ἔφλυε |
| book 361.2 | [καλὰ ῥέε]θ̣[ρ]α〈:〉 ἡ φ[λ]υκτὶς ἀνάζεσις |
| book 363 | [τοῦ ὕδα]τος. [ο]ἱ δὲ̣ ἐ̣πλήθυε κν{ε}ί‐ |
| book 363.1 | [σην μελδ]όμενοσ〈:〉 Ἀρίσταρχος καὶ |
| book 363.2 | [ἡ Καλλιστ]ράτου̣ σὺν τῶ〈ι〉 ν κνίσην, |
| book 363.3 | [ἵν’ ἦ〈ι〉 συὸς] τὴν κνῖσαν τήκων, ὁμοί‐ |
| book 363.5.1 | [ως τῶι „κ]νίσην δ’ ἐκ πεδίου ἄνε‐ |
| book 363.5.2 | [μοι φέρο]ν“. κνίση δὲ οὐ μόνον ὁ ἐ‐ |
| book 363.5.3 | [πίπλου]ς, ἀλ〈λ〉ὰ πᾶν λίπος. τὰ κν{ε}[ί‐] |
| book 363.5.4 | [ση δὲ ο]ὐδέποτε εἴρηκεν Ὅμηρο[ς]. |
| book 363.5.5 | [κυρίως] δ’ ἐστὶ μέλδειν, ὡς Δίδυ‐ |
| book 363.10.1 | [μος, τ]ὰ μέλη ἔ̣δειν. ὡμοίωσε δὲ̣ |
| book 363.10.2 | [τὴν μὲ]ν ὑπὸ τῶ〈ι〉 ὕδατι γῆν τῶ〈ι〉 λέ̣‐ |
| book 363.10.3 | [βητι, τ]ὸ̣ δ’ ὕδωρ τῶ〈ι〉 λίπει. Κράτη[ς] |
| book 363.10.4 | [δ’ ἐν . Δ]ιορθωτικῶν γραφομέ‐ |
| book 363.10.5 | [νου „ΜΕ]ΛΔΟ〈ΜΕ〉Ν̣〈Ο〉“ φησὶν ἀντὶ τοῦ με[λ‐] |
| book 363.15.1 | [δομέ]νου διὰ τὸ τοὺς ἀρχαίους |
| book 363.15.2 | [τῶ〈ι〉 ο τ]ὸ υ μὴ προστιθέναι ἀγνο̣‐ |
| book 459-60 | [ ].[ |
| book 459-60.1 | [ἀπόλ]ω̣ντ̣[αι / πρόχνυ κακῶσ〈:〉 |
| book 459-60.2 | [ ἀπο]λ̣εῖται[ |
| book 459-60.3 | [ ]υσιας ἐ.[ |
| book 459-60.5 | [ ]προσω π[ρὸ γο]ν̣ά[των |
| book 462-3 | [ ]ειν Ἐν[οσίγ]αι’, [οὐκ ἄν με] |
| book 462-9?*.1 | [σαόφρον]α μ[υθήσαι]ο / ἔν̣[μεναι, εἰ δὴ] |
| book 462-9?*.2 | [σοί γε βρο]τῶν ἕ[νεκ]α π[τολεμίξω〈:〉 |
| book 468-9 | [......ὣς] ἄρα φ[ωνή]σας [πάλιν ἐτρά‐] |
| book 468-9.10.1 | [πετ’· αἴδ]ε̣το γ[ά]ρ̣ [ῥα] /π̣ατ̣[ροκασιγνή‐] |
| book 468-9.10.2 | (finis columnae) |
| book 474* | [ ].[..]..[ |
| book 474*.1 | [ ].τι.[ |
| book 474*.2 | [ ]αὔτω[ς |
| book 474*.3 | [ ].ειρεα[ς |
| book 474*.5.1 | [ ὡς] γὰρ ὁ ἀθὴρ̣ [καταψώμενός] |
| book 474*.5.2 | [ἐστ]ι λεῖ̣ος, ἀνάπαλ[ιν δὲ τραχύς,] |
| book 474*.5.3 | [οὕτω]ς τὰ Κρητικὰ β̣[έλη ἐμπήσσε‐] |
| book 474*.5.4 | [τα]ι μὲν τῆ〈ι〉 σ̣αρκὶ ἀ[κωλύτως, ἐξέρ‐] |
| book 474*.5.5 | [χετ]αι δὲ δυσχερῶ[ς διὰ τὰς ἀπαγκι‐] |
| book 475-7.1 | [στρ]ώ̣σεις [μ]ή σευ̣ [νῦν ἔτι πατρὸς] |
| book 475-7.2 | [ἐ]νὶ μμεγάρ[ο]ισιν ἀ[κούσω / εὐχομέ‐] |
| book 475-7.3 | [ν]ου ὡς τὸ [πρὶ]ν ἐν [ἀθανάτοισι θε‐] |
| book 475-7.4 | [οῖσι]ν / ἄντ[α Π]οσ〈ε〉ι[δάωνος ἐναν‐] |
| book 475-7.5 | [τίβιον πολ]εμίζε[ιν〈:〉 |
| book 475-7.15.1 | [ ]...οι.[ |
| book 475-7.15.2 | [ ].γὰρ μ[ |
| book 475-7.15.3 | [ ]ιωσ[ |
| book 475-7.15.4 | [ ]ρ̣σι[ |
| book 475-7 | [ ].[ |
| book 512.1 | [].ην̣[ .[ |
| book 512.2 | [στυφέ]λιξε.. ν̣[ |
| book 513.1 | [] ἔρις καὶ α[ |
| book 513.2 | [νεῖκοσ〈:〉 καὶ „νείκεα“ πληθυν]τικῶς. ε[ |
| book 516?*.1 | []ε̣λητο εξ[ |
| book 516?*.2 | (fines columnarum) |
| book inc,d | [ ]αρσουκ̣[ |
| book inc,d.1 | [ ].ιωναμ̣[ |
| book inc,d.2 | [ ]ε̣ρεται ο̣ι̣ω[ |
| book inc,d.3 | [ ].νιωε.αιμ̣[ |
| book inc,d.5.1 | [ ]υγετ̣α̣ι τ[ |
| book inc,d.5.2 | [ ]ο̣λ̣.[.]ν̣α̣[ |
| book inc,d.5.3 | [ ]τ[ |
| book inc,d.5.4 | [ ].[ |
| book inc,e.1 | [ ]λ̣ο̣φ[ |
| book inc,e.2 | [ ].ικαν[ |
| book inc,e.3 | [ ]ευο̣θ̣[ |
| book inc,e | [ ]ο..εσ̣[ |
| book inc,e.5.1 | [ ]απι̣νδ̣[ |
| book inc,e.5.2 | [ ]ρκ̣.(.)τα̣[ |
| book inc,e.5.3 | [ ]Ἀ̣ρχιλ[οχ |
| book inc,e.5.4 | [ ]της α̣.[ |
| book inc,e.5.5 | [ ]φεν̣[ |
| book inc,f.1 | [ ]ω̣[ |
| book inc,f.2 | [ ]ρ.[ |
| book inc,f.3 | [ ]νι.[ |
| book inc,f.4 | [ ]οτ̣ι[ |
| book inc,f.5.1 | [ ]αι.[ |
| book inc,f.5.2 | [ ]σο̣μ̣[ |
| book inc,f.5.3 | [ ]ν̣[ |
| book inc,f.5.4 | [ ]ωμ̣[ |
| book inc,f | [ ]..[ |
| book inc,k.1 | [ ]ν̣[ |
| book inc,k.2 | [ ]ο̣ι̣[ |
| book inc,k.3 | [ ]εκ̣[ |
| book inc,k.4 | [ ]μ̣[ |
| book inc,k.5.1 | [ ]ελ̣[ |
| book inc,k.5.2 | [ ]ε[ |
| book inc,k.5.3 | [ ]ι[ |
| book inc,k.5.4 | [ ]η̣[ |
| book inc,k.5.5 | [ ]σ̣α[ |
| book inc,k.10.1 | [ ]ο[ |
| book inc,k.10.2 | [ ]η̣[ |
| book inc,l | [ ].[..]τ̣[ο]ῦτο [ |
| book inc,l | [ ].ορ.(.)[. ἱ]στοροῦ̣[ |
| book inc,m.1 | [ ]. α.[ |
| book inc,m.2 | [ ].ι.[ |
| book inc,m.3 | [ ]ο̣με̣[ |
| book inc,m.4 | [ ]πο.εν[ |
| book inc,m.5.1 | [ ]αι και.[ |
| book inc,m.5.2 | [ ].αι ἀνε[ |
| book inc,m.5.3 | [ ]ρ̣ι τουτο̣[ |
| book inc,m | (finis columnae). |
| book 1a.1 | πόρον: ἤτοι τὸν ποταμὸν περιφραστικῶς—οἱονεὶ |
| book 1a.2 | Κάμανδρον γενόμενον καμάτου ἑαυτῷ παραίτιον· | ὅθεν εἰκότως ὁ |
| book 1a.3 | ποιητὴς τὴν ἐκείνου γένεσιν προσῆψε τῷ Διΐ. Ξάνθος δὲ προσηγορεύθη, |
| book 1a.4 | ἀφ’ οὗ περὶ τοῦ κάλλους ἐκρίνοντο Ἥρα Ἀθηνᾶ Ἀφροδίτη, ὅτι ἐν |
| book 1a.5 | αὐτῷ λουσάμεναι ξανθὰς ἔσχον τὰς κόμας. A |
| book 1b.1 | πόρον 〈... ποταμοῖο〉: τὸν πορευτὸν αὐτοῦ τόπον, A |
| book 1b.2 | b(BCE3E4)T „καὶ Θρύον Ἀλφειοῖο πόρον“ (Β 592). A οἱ |
| book 1b.3 | δὲ τὸν ῥοῦν. οἱ δὲ πόρον Ξάνθου (cf. Φ 2) κατὰ περίφρασιν τὸν |
| book 1b.4 | Ξάνθον. A b (BCE3E4)T | Ἀριστοφάνης γράφει „ῥόον“. AT |
| book 1c.1 | ἐϋρρεῖος: ἀπὸ τοῦ εὐρύς, καὶ κατ’ ἐπένθεσιν τοῦ ι. ἢ ἀπὸ |
| book 1c.2 | τοῦ εὐρέης εὐρέ〈ε〉ος καὶ κράσει. T |
| book 2a.1 | Ξάνθου δινήεντος: Ξάνθου, ὅτι ξανθὰς ποιεῖ τὰς τρίχας. |
| book 2a.2 | δινήεντος δὲ b(BCE3)T τοῦ περιφερῆ ῥεύματα ἔχοντος. |
| book 2a.3 | b(BCE3E4)T |
| book 2b.1 | ὃν ἀθάνατος τέκετο Ζεύς: πῶς ὕστερον μέν φησιν ἐπὶ |
| book 2b.2 | τοῦ Ὠκεανοῦ „ἐξ οὗ περ πάντες ποταμοί“ (Φ 196), νῦν δὲ Διὸς τὸν |
| book 2b.3 | Ξάνθον γενεαλογεῖ; ῥητέον δὲ ὅτι τοῦ μὲν θεοῦ πατὴρ ὁ Ζεύς, τοῦ δὲ |
| book 2b.4 | ῥεύματος χορηγὸς ὁ Ὠκεανός· „ἐξ οὗ περ πάντες ποταμοί“ (Φ 196), |
| book 2b.5.1 | „πατὴρ ἀνδρῶν τε θεῶν τε“ (Α 544. Δ 68 al.). b(BCE3E4)T ἢ |
| book 2b.5.2 | διὰ τὸ πλέον χειμάρρουν εἶναι τὸν Ξάνθον Διὸς αὐτόν φησι· φησὶ |
| book 2b.5.3 | γοῦν „ὀρόθυνον ἐναύλουσ“ (Φ 312), „ὅν ῥα τ’ ἔναυλος ἀποέρσῃ |
| book 2b | b(BE3E4)T χειμῶνι περῶντα“ (Φ 283). T |
| book 2c.1 | ὃν ἀθάνατος τέκετο Ζεύς: ὅτι Ζηνόδοτος γράφει „ἀθάνα‐ |
| book 2c.2 | τον“, ἵνα μὴ ὁ Ζεὺς ἀθάνατος λέγηται, ἀλλ’ ὁ Ξάνθος. καὶ ἐν ἄλλοις |
| book 2c.3 | δὲ εἴρηται „υἱὸς Σπερχειοῖο, τὸν ἀθάνατος τέκετο Ζεύσ“ (Β 741). καὶ |
| book 2c.4 | καθόλου „ἀθανάτοισι θεοῖσι“ (Α 520. Ε 882 al.). A |
| book 2d.1 | ἄλλως· ὃν ἀθάνατος τέκετο Ζεύς: ὡς „υἱὸς Πειριθόοιο, τὸν |
| book 2d.2 | ἀθάνατος τέκετο Ζεύσ“ (Β 741) καὶ „ἀθανάτοισι θεοῖσι Διὸς δόμῳ“ |
| book 2d.3 | (Ο 85). T |
| book 3.1 | ἔνθα διατμήξας 〈τοὺς μὲν πεδίον δὲ δίωκε〉: θαυμαστήν |
| book 3.2 | τινα τὴν φαντασίαν ὑποτίθεται, ὑφ’ ἑνὸς τοσαύτας μυριάδας ἀνδρῶν |
| book 3.3 | διαιρεθῆναι, καὶ μεταξὺ τῶν δυεῖν αὐτὸν τάξεων εἶναι, b(BCE3E4)T |
| book 3.4 | ἀπονειμάμενον αὐτῶν τὴν ἑτέραν μοῖραν. T | τάχα οὖν ποικίλλει τὸν |
| book 3.5.1 | λόγον, μόνον αὐτὸν λαμβάνων. ἦσαν δὲ καὶ οἱ λοιποὶ ἐκεῖσε. b(BCE3 |
| book 3.5.2 | E4) |
| book 4 | 〈ᾗ περ Ἀχαιοί:〉 γράφεται „ᾗπερ οἱ ἄλλοι“. Aim |
| book 5a.1 | ἤματι τῷ προτέρῳ, ὅτ’ ἐμαίνετο 〈φαίδιμος Ἕκτωρ〉: |
| book 5a.2 | τὸ τῆς Νεμέσεως ἔδειξεν ὅτι, δι’ ἧς ἐδίωκον Τρῶες, ταύτῃ διώκονται· |
| book 5a.3 | b(BCE3E4)T καὶ ὅ φησιν „ὁμοιΐου πτολέμοιο“ (Ι 440. Ν 358 |
| book 5a.4 | al.), τοῦτο νῦν καὶ τόπῳ δείκνυσιν ἐμφανῶς. T |
| book 5b.1 | ὅτ’ ἐμαίνετο φαίδιμος Ἕκτωρ: τοῦτο ἄν τις σημειώσαι‐ |
| book 5b.2 | το πρὸς τὸ „τινάσσετο μαινομένοιο“ (Ο 609)· γράφουσι γάρ τινες |
| book 5b | „μαρναμένοιο“. AT |
| book 5c.1 | ἐμαίνετο: ἐνθουσιωδῶς ἐμάχετο· διὸ οὐκ εἶπεν ‘ἐμάρνατο‘. |
| book 5c.2 | b(BCE3E4)T |
| book 6-7.1 | 〈τῇ ῥ’ οἵ γε〉 προχέοντο 〈πεφυζότες, ἠέρα δ’ Ἥρη / |
| book 6-7.2 | πίτνα—ἐρυκέμεν: προχέοντο〉 ὡς ἐπὶ τῶν προβάτων, |
| book 6-7.3 | „ἐπ’ ἀλλήλῃσι κέχυνται“ (Ε 141), b(BCE3E4)T τὸ ἄτακτον |
| book 6-7.4 | καὶ ἀνώμαλον τῆς φυγῆς τούτων δηλοῖ. b(BCE3E4) εἰ δὲ Ἥρα |
| book 6-7.5.1 | ὁ ἀὴρ κατὰ τοὺς φυσικούς, πῶς τοῖς μὲν ἐπιχέεται, τοῖς δὲ οὔ; ἀλλὰ |
| book 6-7.5.2 | καὶ Ἀθηνᾶ „ἀχλύν / θεσπεσίην κατέχευε“ (η 41—2) τῷ Ὀδυσσεῖ, |
| book 6-7.5.3 | καὶ Ποσειδῶν τῷ Ἀχιλλεῖ ἀχλὺν ἐπέχει (cf. Υ 321—2). ὥστε οὖν |
| book 6-7.5.4 | ἐκπεσόντας τῆς πόλεως ἐμπεσεῖν τῷ ποταμῷ, τοῦτο ποιεῖ ἡ Ἥρα. T |
| book 6.1 | πεφυζότες: δειλιῶντες· b(BE3E4)T „θεσπεσίη ἔχε φύ‐ |
| book 6.2 | ζα“ (Ι 2), ἀντὶ τοῦ δειλία. T |
| book 7.1 | πίτνα: ἐξέτεινε, b(BCE3)T „πιτνὰς εἰς ἐμὲ χεῖρασ“ |
| book 7.2 | (λ 392). T |
| book 8 | εἰλεῦντο: συνωθοῦντο. b(BCE3)Til |
| book 9a.1 | 〈ἐν δ’〉 ἔπεσον: οὐκ εἶπεν ἐνέβησαν, ἀλλ’ ἐνέπεσον, τὸ |
| book 9a.2 | ἀκούσιον τῆς φυγῆς θέλων σημᾶναι. b(BCE3E4)T |
| book 9b.1 | πατάγῳ: πάταγος ψόφος ἐκ τριῶν μιγνύμενος, ὅπλων βοῆς |
| book 9b.2 | ὕδατος. b(BE3E4)T καὶ Θουκυδίδης (7,84,3)· „ἐπί τ’ αὐτὸν |
| book 9b.3 | ἐμπίπτουσιν οὐδενὶ κόσμῳ.“ T |
| book 9c | ἄλλως· πατάγῳ, βράχε 〈...〉 ἴαχον (Φ 10) 〈...〉 |
| book 9c | ἀλαλητῷ (Φ 10): πάντα ταῦτα συνήγαγε πρὸς ἔμφασιν. T |
| book 10.1 | ὄχθαι δ’ ἀμφὶ περὶ μεγάλ’ ἴαχον: αἱ περὶ αὐτὸν ὄχθαι |
| book 10.2 | ἀμφίαχον. ἢ πρὸς ἔμφασιν αἱ δύο κεῖνται προθέσεις, 〈ἵν’〉 ᾖ ὡς |
| book 10.3 | συνᾴδουσαι τοῖς ἐγχωρίοις· b(BCE3E4)T ἔμφασιν δὲ ἔχει ὁ |
| book 10.4 | τόπος ἐφ’ ἑκατέραν ὄχθην τοῦ ψόφου καὶ τῆς βοῆς ἀνακλωμένων. T |
| book 11a.1 | ἔννεον ἔνθα καὶ ἔνθα 〈ἑλισσόμενοι περὶ δίνασ〉: |
| book 11a.2 | ἔνιαι τῶν κατὰ πόλεις „νήχοντ’ ἔνθα καὶ ἔνθα“. | τὸ δὲ ἔνθα καὶ |
| book 11a.3 | ἔνθα ἑκατέροις δύναται προσδίδοσθαι. A |
| book 11b.1 | ἔνθα καὶ ἔνθα 〈ἑλισσόμενοι〉: οἱ μὲν πρὸς τὸ ἀνωφερές, |
| book 11b.2 | οἱ δὲ πρὸς τὸ κατωφερὲς ἑλισσόμενοι· καὶ ἔμπροσθεν „ἡμίσεες δέ / |
| book 11b.3 | ἐς ποταμὸν εἰλεῦντο“ (Φ 7—8). ἢ ἐπὶ πολλοὺς τόπους διερρῖφθαι |
| book 11b.4 | τοὺς νηχομένους φησίν· διὰ γὰρ τούτου τοὺς οὐκ εὐχερῶς νήχεσθαι |
| book 11b.5 | δυναμένους διὰ τὴν σφοδρότητα τοῦ ῥεύματος δείκνυσιν. T |
| book 11c | 〈περὶ δίνας:〉 γράφεται „κατὰ δίνασ“. Aim |
| book 12-4.1 | ὡς δ’ ὅθ’ ὑπὸ ῥιπῆς 〈πυρὸς ἀκρίδες ἠερέθον‐ |
| book 12-4.2 | ται / —καθ’ ὕδωρ〉: ἐπεὶ ταπεινὴ ἡ εἰκών, ἐφαίδρυνεν αὐτὴν |
| book 12-4.3 | λέξεσι, τῷ ῥιπῆς (12) καὶ τῷ ἠερέθονται (12)· ἅπτουσι δὲ οἱ γεωρ‐ |
| book 12-4.4 | γοὶ πῦρ, διώκοντες αὐτὰς τοῦ σπόρου. b(BCE3E4)T ἐμφερέ‐ |
| book 12-4.5.1 | στατα δὲ ἐφ’ ἑκατέρου τῇ εἰκόνι κέχρηται· τὸ μὲν γὰρ ἀκαταμάχητον |
| book 12-4.5.2 | τοῦ διώκοντος πυρὶ παρέβαλε, τὸ δὲ ἄπρακτον τῶν φευγόντων |
| book 12-4.5.3 | ἀκρίσιν (cf. 12). b(BE3E4)T ἐντεῦθέν τινες Κύπριόν φασι τὸν |
| book 12-4.5.4 | ποιητήν· κατά τινας γὰρ χρόνους ὀχλεῖται ἡ Κύπρος ὑπὸ ἀκρίδων, ὡς |
| book 12-4 | 〈ἡ〉 Κυρήνη καὶ ἡ Βάρκη. T |
| book 12a.1 | ἀκρίδες: παρὰ τὸ κρᾶν, ὅ ἐστιν ἐσθίειν· „ὃς αἰζηῶν |
| book 12a.2 | ἔκραε κηδεμόνασ“ (Call. fr. 551). AT ἢ παρὰ τὸ ἀκρίζειν, ὅ ἐστι |
| book 12a.3 | τὰ ἄκρα ἐσθίειν. A b (BE3E4)T βροῦχος δὲ παρὰ τὸ βρύκειν. T |
| book 12b.1 | ἠερέθονται: ἐρεθίζονται. b(BE3E4)T πλεονάζει γὰρ |
| book 12b.2 | τὸ η, ὡς „ἠμύει“ (Β 148). T |
| book 14a1.1 | ὄρμενον {ἐξαίφνης}: ψιλῶς τὸ ὄρμενον· παρὰ γὰρ τὸ |
| book 14a1.2 | ὄρω κέκλιται ψιλούμενον καὶ βαρυνόμενον. καὶ ἤτοι ἐκ τοῦ ὠρμένον |
| book 14a1.3 | ἐστί, παρῳχημένον σημαίνοντος, καὶ ἔπαθε συστολὴν καὶ ἀναδρομὴν |
| book 14a1.4 | τοῦ τόνου, ἢ καὶ ἐκ τοῦ ὀρόμενον συνεκόπη. A |
| book 14a2.1 | ψιλωτέον τὸ ὄρμενον· ἀπὸ γὰρ τοῦ ὄρω ἐστὶ ψιλουμένου |
| book 14a2.2 | καὶ βαρυνομένου ὀρόμενον ὄρμενον b(BCE3)T κατὰ συγκοπήν, |
| book 14a2 | ἢ ἐκ τοῦ ὠρμένον συστολῇ καὶ ἀναδόσει τοῦ τόνου. T |
| book 14b | πτώσσουσι: ἐμπίπτουσι καταπτήξασαι. b(BCE3E4)T |
| book 16a1.1 | κελάδων ἐπιμίξ: βαρυτονητέον τὴν μετοχήν· κελάδον‐ |
| book 16a1.2 | τος γὰρ ἡ γενική, καὶ ἡ αἰτιατικὴ κελάδοντα, „πὰρ ποταμὸν κελά‐ |
| book 16a1.3 | δοντα“ (Σ 576), οὐ κελαδοῦντα. περὶ δὲ τοῦ ὀξύνεσθαι τὸ ἐπιμίξ |
| book 16a1.4 | εἴπομεν ἤδη πολλάκις (e. g. ad Ξ 60). A |
| book 16a2.1 | {κελάδων ἐπιμίξ:} τὸ μὲν κελάδων βαρυντέον· φησὶ γοῦν |
| book 16a2.2 | „πὰρ ποταμὸν κελάδοντα“, οὐ κελαδοῦντα. τὸ δὲ ἐπιμίξ ὀξυτονη‐ |
| book 16a2.3 | τέον. T |
| book 16a3.1 | ὁ κελάδων ἀντὶ τοῦ ἠχῶν. παροξυτόνως δέ· | παρὰ πο‐ |
| book 16a3.2 | ταμὸν γὰρ κελάδοντα, b(BCE3E4) οὐ κελαδοῦντα, φησίν. b |
| book 16a3.3 | (BCE3) |
| book 17a.1 | {αὐτὰρ} ὁ διογενής: μόνον τοῦτον οὕτω δίχα τοῦ κυρίου |
| book 17a.2 | καλεῖ. T |
| book 17b1.1 | δόρυ μὲν λίπεν αὐτοῦ ἐπ’ ὄχθῃ: ὅτι ἀποτίθεται μὲν |
| book 17b1.2 | τὸ δόρυ ῥητῶς, ἀναλαμβάνει δὲ οὐ κατὰ τὸ ῥητόν, ἀλλ’ ὕστερον (sc. |
| book 17b1.3 | Φ 67—70) αὐτῷ φαίνεται χρώμενος. ἡ δὲ ἀναφορὰ πρὸς Ζηνόδοτον, |
| book 17b1.4 | ἀγνοοῦντα ὅτι πολλὰ δεῖ προσδέχεσθαι κατὰ τὸ σιωπώμενον ἐνεργού‐ |
| book 17b1.5 | μενα. A |
| book 17b2 | οὐ δηλοῖ, πῶς ἀνέλαβεν αὐτό. T |
| book 17c.1 | ὄχθῃ: ὄχθη καὶ κρημνὸς ταὐτόν· φησὶ γοῦν „μεσσοπαγὲς |
| book 17c.2 | δ’ ἄρ’ ἔθηκε κατ’ ὄχθησ“ (Φ 172) καὶ „οὐ δύνατ’ ἐκ κρημνοῖο ἐρύσσαι“ |
| book 17c.3 | (Φ 175). b(BE3E4)T ὄχθαι δὲ οἱ παραποτάμιοι κρημνοί. T |
| book 18a.1 | κεκλιμένον μυρίκῃσιν, 〈ὁ δ’ ἔσθορε δαίμονι ἶσος: |
| book 18a.2 | κεκλιμένον〉 περικεκλεισμένον, κεκρυμμένον. | πᾶσαν ἰδέαν μάχης |
| book 18a.3 | διελθὼν ἐν τῷ πεδίῳ καὶ περὶ τὸ τεῖχος καὶ ἐν ταῖς ναυσί, καινόν τι |
| book 18a.4 | ἐξεῦρεν ἐπὶ τῇ Ἀχιλλέως ἐξόδῳ τὴν παρὰ τῷ ποταμῷ μάχην, b(BC |
| book 18a.5.1 | E3E4)T οὐ μόνον τὴν μονοείδειαν περιϊστάμενος, ἀλλὰ καὶ T |
| book 18a.5.2 | καινὰς διαθέσεις ἐπεισφέρων τῇ ποιήσει· τετάρτην γὰρ ταύτην συνι‐ |
| book 18a.5.3 | στὰς μάχην ἐπὶ λήξει τῆς ποιήσεως, ἐπεὶ μὴ ἀξιομάχους οἶδε βαρβάρους |
| book 18a.5.4 | Ἀχιλλεῖ, καὶ ἄτοπον εἰς ἀκατέργαστον λῆξαι τὴν ποίησιν, θεῶν τε |
| book 18a.5.5 | μάχην παρεισάγει καὶ τὸν ποταμὸν †καθίστησιν†, εὔλογον ἀφορμὴν |
| book 18a.10 | λαβὼν τὴν ἀπὸ τῶν νεκρῶν στένωσιν (cf. Φ 218—20). b(BCE3E4)T |
| book 18b.1 | ἄλλως· κεκλιμένον μυρίκῃσιν, ὁ δ’ ἔσθορε: Πυθοκλῆς |
| book 18b.2 | ὡς ἓν προφέρεται τὸ ὁ δέ, ἵν’ ᾖ ἀντὶ τοῦ καί, ὡς ἠδὲ καὶ ἰδέ. T |
| book 18c | ἔσθορε: γράφεται καὶ „ἔνθορε“. AT |
| book 20.1 | τύπτε δ’ ἐπιστροφάδην: συνεστραμμένως, ἰσχυρῶς. ἢ |
| book 20.2 | μηδένα τόπον παραλιμπάνων, b(BCE3E4)T ὡς καὶ ἐπὶ τῆς |
| book 20.3 | τειχομαχίας· „πάντῃ δὴ πύργοι καὶ ἐπάλξιες αἵματι φωτῶν / ἐρράδατ’ |
| book 20.4 | ἀμφοτέρωθεν“ (Μ 430—1)· ἑκατέρωθεν γὰρ T ὑπ’ ὄψιν ἤγαγε |
| book 20.5 | τὸ πρᾶγμα καὶ τὸ πλῆθος τῶν ἀναιρουμένων παρέστησε. b(BE3E4) |
| book 20 | T στόνος δὲ ἀεικὴς ὁ δεινὸς καὶ χαλεπὸς στεναγμός. b(BE3E4) |
| book 22-4.1 | ὡς δ’ ὑπὸ δελφῖνοσ〈—λάβῃσιν〉: καλῶς τὰ |
| book 22-4.2 | τῆς παραβολῆς. ὅτε μὲν γὰρ ὁ διώκων ἐπὶ γῆς ἦν, οἱ δὲ φεύγοντες εἰς |
| book 22-4.3 | τὸν ποταμὸν συνωθοῦντο, τὸν μὲν πυρί, τοὺς δὲ ἀκρίσιν ὡμοίωσεν· |
| book 22-4.4 | ὅτε δὲ ἐν ὕδατι ὁ διώκων καὶ οἱ διωκόμενοι, πρὸς τὸν ὑποκείμενον τό‐ |
| book 22-4.5.1 | πον ἡ παραβολὴ συνᾴδει. b(BCE3E4)T καλῶς δὲ καὶ δελφῖνι |
| book 22-4.5.2 | εἴκασται· θαλασσίας γὰρ δαίμονος υἱός. ὡς ἰχθύος δὲ ὄντος τοῦ |
| book 22-4.5.3 | δελφῖνος τὸ ἄλλοι (22) εἶπεν. καὶ Πίνδαρος (fr. 306) „ἰχθὺν παιδο‐ |
| book 22-4.5.4 | φάγον“ ἐπὶ τοῦ κήτους. T |
| book 22.1 | μεγακήτεος: μέγα κύτος ἔχοντος, ὡς „μεγακήτεϊ νηΐ“ |
| book 22.2 | (Φ 222. Λ 5 al.). b(BCE3E4)T ἢ μεγάλου κήτους. b(BCE3)T |
| book 23.1 | μυχούς: τὰς διαδύσεις. b(BCE3E4)T γίνεται δὲ b(BC |
| book 23.2 | E3) παρὰ τὴν νύκτα, b(BCE3)T νυχὸς καὶ μυχός. b(BCE3) |
| book 25a1.1 | ποταμοῖο κατὰ δεινοῖο: δίνας ἔχοντος καὶ ἤδη „ἀκρο‐ |
| book 25a1.2 | κελαινιόωντοσ“ (cf. Φ 249). T |
| book 25a2 | μεγάλου καὶ θαυμαστοῦ. b(BCE3E4) |
| book 26a.1 | πτῶσσον: κατέπτησσον ταπεινοῦντες αὑτούς. b(BCE3 |
| book 26a.2 | E4)T κρημνοὺς δὲ τὰς ἐπικρεμαμένας τοῖς ὕδασιν ὄχθας. |
| book 26a | b(BE3E4)T |
| book 26b.1 | κάμε χεῖρας ἐναίρων: Ἑρμόδωρος ὁ ῥαψῳδὸς χεῖρας |
| book 26b.2 | ἐναίρων ἤκουε ‘χειροκοπῶν‘, κατεχρήσατο δέ· κυρίως γὰρ ἐναίρειν |
| book 26b.3 | τὸ σκυλεύειν, ὅθεν καὶ „κατηναρισμένασ“ φησὶν ὁ Σοφοκλῆς (Ai. 26). T |
| book 27.1 | δυώδεκα λέξατο 〈κούρουσ〉: ὡς εἰς θυσίαν μέλλων |
| book 27.2 | παριστάνειν τὴν καλουμένην δωδεκάδα. μεγάλην δὲ τὴν ὑπεροχὴν διὰ |
| book 27.3 | τούτου παρίστησιν, ἐπιλέξασθαι αὐτὸν τοὺς αἰχμαλώτους λέγων |
| book 27.4 | οἵους καὶ ὅσους ἐβούλετο, εἶτα καὶ τούτους καθ’ ἕνα συνδῆσαι, ὥσπερ |
| book 27.5.1 | ἀνδράποδα προτείνοντας τὰς χεῖρας (cf. Φ 30). b(BCE3E4)T | τοί‐ |
| book 27.5.2 | νυν συνυπούργουν αὐτῷ οἱ ἑταῖροι ἐν τούτοις πᾶσι, τὸ δὲ ὅλον ἦν τὸ |
| book 27.5.3 | αὐτοῦ. b(BE3E4) |
| book 29.1 | {ἐξῆγε} θύραζε: καταχρηστικῶς, ὡς καὶ „ἐκ πόντοιο θύραζε“ |
| book 29.2 | (Π 408). T |
| book 31a1.1 | τοὺς αὐτοὶ φορέεσκον 〈ἐπὶ στρεπτοῖσι χιτῶσι〉: |
| book 31a1.2 | περιπαθῶς ἄγαν: ταῦτα γὰρ ἀφορμὴ γέγονε τῶν δεσμῶν αὐτοῖς, ἃ εἰς |
| book 31a1.3 | σωτηρίαν ἐπήγοντο. T |
| book 31a2.1 | περιπαθῶς καὶ τοῦτο· δείκνυσι γὰρ ὅτι ταῦτα αὐτοῖς ἀφορ‐ |
| book 31a2.2 | μὴ τῶν δεσμῶν ἐγένετο, ἃ εἰς σωτηρίαν ἐπήγοντο. b(BCE3E4) |
| book 31b.1 | ἐπὶ στρεπτοῖσι χιτῶσι: ὅτι στρεπτοὺς χιτῶνας τοὺς |
| book 31b.2 | νηστούς: ὑποδύτας γὰρ εἶχον ὑπὸ τοὺς στατοὺς μαλάγματος ἕνεκα: |
| book 31b.3 | „αἷμα δ’ ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνοσ“ (Ε 113). A |
| book 31c.1 | στρεπτοῖσι: ἀντὶ τοῦ κλωστοῖς: ἐνήθετο γὰρ καὶ ἡ κρόκη. |
| book 31c.2 | οὐδέποτε δὲ ἐγινώσκετο τρῖψις κρόκης, ἀλλὰ νῆσις. Μένανδρος (fr. |
| book 31c.3 | 783 Koe.)· „κρόκην δὲ νήσεις στήμονα“. b(BCE3E4)T |
| book 33a.1 | 〈αὐτὰρ ὁ ἂψ ἐπόρουσε:〉 ἐν ἐνίαις „αὐτὸς δ’ αἶψ’ ἐπ‐ |
| book 33a.2 | όρουσεν“. AT |
| book 33b.1 | δαϊζέμεναι μενεαίνων: πρὸς τὴν ἐναλλαγὴν τοῦ χρόνου |
| book 33b.2 | ὅτι ἀντὶ τοῦ δαΐξαι προθυμούμενος κατὰ τὸ συντελικόν. A |
| book 33c | 〈δαϊζέμεναι:〉 γράφεται „κατακτάμεναι“. Aim |
| book 34a.1 | υἱεῖ: περισπαστέον καὶ διὰ τῆς ει διφθόγγου γραπτέον· καὶ |
| book 34a.2 | γάρ ἐστιν ἀπὸ τῆς υἱεύς. b(BCE3)T |
| book 34b.1 | ἄλλως· ἔνθ’ υἱεῖ Πριάμοιο 〈συνήντετο〉: μετέβαλεν εἰς |
| book 34b.2 | ἄλλην διάθεσιν, ποικίλλων τὴν διήγησιν. πρῶτος οὖν καὶ τὸ τῶν |
| book 34b.3 | περιπετειῶν εἶδος ἔδειξε, ποικίλον ὂν καὶ θεατρικὸν καὶ κινητικόν. |
| book 34b.4 | πάντα δὲ λέγων ἀληθοποιεῖται τὸν λόγον. b(BCE3E4)T |
| book 36a1 | ἀλωῆς: ὅτι ἀλωὴν τὴν δενδροφόρον γῆν νῦν λέγει· ἐπι‐ |
| book 36a1 | φέρει γὰρ „ὁ δ’ ἐρινεόν“ (Φ 37). A |
| book 36a2 | δενδροφόρου γῆς. b(BCE3E4) |
| book 36b | οὐκ ἐθέλοντα: ἀντὶ τοῦ πρὸς βίαν. b(BCE3)Til |
| book 37a.1 | ἐννύχιος 〈προμολών〉: εἶπε γὰρ „πολλὰς μὲν ἀΰπνους |
| book 37a.2 | νύκτας ἴαυον“ (Ι 325). T |
| book 37b.1 | ἐρινεόν: ὅτι πτῶσις ἤλλακται, ἀντὶ τοῦ ἐρινεοῦ νέους |
| book 37b.2 | ὄρπηκας. καὶ ἐν Ὀδυσσείᾳ (ς 396)· „ὁ δ’ ἄρ’ οἰνοχόον βάλε χεῖρα“ |
| book 37b.3 | ἀντὶ τοῦ οἰνοχόου. ἔστι δὲ ἡ φράσις συνήθης αὐτῷ. A |
| book 38.1 | {τάμνε νέους} ὄρπηκας: ὁ Ἀσκαλωνίτης (p. 59 B.) ἐνθάδε |
| book 38.2 | γενόμενος ἀξιοῖ ψιλοῦσθαι τοὺς ὄρπηκας, ἐπεί, φησί, παρὰ τὸ ὀρού‐ |
| book 38.3 | ειν ἐγένετο, ἐπιλαθόμενος ἑαυτοῦ· ἐν γὰρ ταῖς Ὀδυσσειακαῖς προσῳ‐ |
| book 38.4 | δίαις φησίν· „ὅσα ὀνοματικῶς σχηματίζεται ἀπὸ ψιλῶν ῥημάτων, |
| book 38.5.1 | ταῦτα δασυνθήσεται, ὡς ἀπὸ τοῦ ὀρούει ὅρπηξ.“ γελοῖον δὲ τὸ |
| book 38.5.2 | τοιοῦτον. ἄμεινον οὖν ἐστιν ἐκεῖνο λέγειν ὡς ἐπ〈ε〉ὶ τὸ α καὶ τὸ ε κατα‐ |
| book 38.5.3 | λήγοντα εἰς τὸ ρ ἑπομένου τοῦ π δασύνεσθαι ἤθελεν, ὡς ἔχει τὸ |
| book 38.5.4 | „ἅρπη“ (cf. Τ 350), „ἁρπάζω“ (cf. Γ 444. Μ 305 al.), „ἁρπαλέοσ“ |
| book 38.5.5 | (cf. ζ 250. θ 164 al.), „ἑρπετόν“ (cf. δ 418), „ἑρπύζω“ (cf. Ψ 225. |
| book 38.10.1 | α 193 al.), „ἅρπυ〈ι〉α“ (Π 150), καὶ τὸ ὄρπηξ τούτοις συνεξομοι‐ |
| book 38.10.2 | οῦντές τινες ἠθέλησαν δασύνειν· οἷς οὐκ ἐπείσθη ἡ παράδοσις, ἀλλὰ |
| book 38.10.3 | τῇ ἐτυμολογίᾳ· παρὰ γὰρ τὸ ὄρω ἐν πλεονασμῷ φησι τοῦ π γεγενῆ‐ |
| book 38 | σθαι τὸ ὄνομα. A |
| book 37-8a.1 | ὁ δ’ ἐρινεὸν 〈ὀξέϊ χαλκῷ /〉 τάμνε νέους ὄρπη‐ |
| book 37-8a.2 | κας: ἀπὸ τοῦ γενικοῦ εἰς τὸ εἰδικὸν μεταβέβηκεν. b(BCE3)T | |
| book 37-8a.3 | ὄρπηξ (cf. 38) δὲ ψιλοῦται· ἔστι γὰρ παρὰ τὸ ὄρω πλεονασμῷ τοῦ π, |
| book 37-8a.4 | b(BE3)T εἰ καὶ 〈ὁ〉 λόγος κελεύει αὐτὸ δασύνεσθαι· τὸ γὰρ α |
| book 37-8a.5.1 | καὶ τὸ ε εἰς ρ καταλήξαντα ἑπομένου τοῦ π δασύνεσθαι θέλει, „ἅρπη“ |
| book 37-8a.5.2 | (cf. Τ 350), „ἑρπετόν“ (cf. δ 418)· οἷς συνεξομοιοῦσι καὶ τὸ ὄρπηξ. T |
| book 37-8b.1 | ἄλλως: ὁ δ’ ἐρινεὸν ὀξέϊ χαλκῷ / τάμνε 〈νέους |
| book 37-8b.2 | ὄρπηκασ〉: εἰ διαστείλαιμεν βραχὺ ἐπὶ τὸ τάμνε (38), γένοιτ’ ἂν |
| book 37-8b.3 | εὐλογώτερον τὸ σχῆμα, A b (BE3)T ὡς πρὸς τὸ σημαινόμενον |
| book 37-8b.4 | ἀπηντηκότος αὐτοῦ. A |
| book 37-8c.1 | ἄλλως· ὁ δ’ ἐρινεὸν〈—ὄρπηκασ〉: ἀντὶ τοῦ |
| book 37-8c.2 | ἐρινεοῦ, ὡς „γυναῖκά τε θήσατο μαζόν“ (Ω 58) b(BCE3E4)T καὶ |
| book 37-8c.3 | „οἰνοχόον βάλε χεῖρα“ (ς 396). | τινὲς δὲ ἀντὶ τοῦ ξύλου· οὐ γὰρ |
| book 37-8c.4 | εὐθετεῖ ὁ ἐρινεὸς εἰς ἅρματα· εἴη ἂν οὖν ξύλον ἀντὶ τοῦ ξύλου τε‐ |
| book 37-8c.5 | θεικώς. T |
| book 39-48.1 | τῷ δ’ ἄρ’ ἀνώϊστον〈—νέεσθαι〉: ἀναγκαίως |
| book 39-48.2 | προεκτίθεται τὰ περὶ αὐτὸν ἅπαντα, ἵνα ἑξῆς (sc. Φ 74—84) ἱκετεύον‐ |
| book 39-48.3 | τος αὐτοῦ γνώριμος ὁ λόγος καθεστήκῃ. b(BCE3E4)T |
| book 39.1 | ἀνώϊστον: ἀνεπιλόγιστον· νωΐσασθαι γὰρ τὸ νοῆσαι. |
| book 39.2 | b(BCE3E4)T 〈ἢ〉 παρὰ τὸ 〈ὀ〉ΐσασθαι ἀνόϊστον καὶ κατ’ |
| book 39 | ἐπέκτασιν. T |
| book 40a.1 | 〈καὶ τότε μέν μιν Λῆμνον ἐϋκτιμένην ἐπέρασσε:〉 |
| book 40a.2 | ὅτι Aim ἐλλείπει ἡ εἴς, AimTil εἰς Λῆμνον. Aim |
| book 40b.1 | 〈Λῆμνον〉 ἐϋκτιμένην 〈ἐπέρασσε〉: ἤδη γὰρ αὐτὴν |
| book 40b.2 | ᾤκουν Ἕλληνες τῶν Ἀργοναυτῶν. κυρίως δὲ περάσαι τὸ εἰς πέραν |
| book 40b.3 | ἀποδόσθαι. T |
| book 41.1 | 〈νηυσὶν〉 ἄγων: ἴσως κελεύσας Πατρόκλῳ, ὡς καὶ „λούσας’ |
| book 41.2 | ἐν ποταμῷ“ (η 296). T |
| book 42-3a.1 | κεῖθεν δὲ ξεῖνός μιν ἐλύσατο, 〈πολλὰ δ’ ἔδωκεν, / |
| book 42-3a.2 | Ἴμβριος Ἠετίων〉: τὸ ἑξῆς ἐστιν ἐλύσατο Ἴμβριος Ἠετίων. |
| book 42-3a.3 | διὰ μέσου δὲ τὸ πολλὰ δ’ ἔδωκεν (42). A |
| book 42b.1 | ξεῖνός μιν ἐλύσατο, 〈πολλὰ δ’ ἔδωκεν, / Ἴμβρι‐ |
| book 42b.2 | ος Ἠετίων〉: ἐπιξενωθεὶς ἠλευθέρωσε. | τὸ δὲ ἑξῆς ξεῖνός μιν |
| book 42b.3 | ἐλύσατο (42) Ἴμβριος Ἠετίων (43). b(BCE3)T |
| book 43a.1 | Ἴμβριος Ἠετίων: πρὸς τὴν ὁμωνυμίαν, καὶ ὅτι φίλοι |
| book 43a.2 | τοῖς Ἕλλησιν οἱ Λήμνιοι, ἐχθροὶ δὲ τοῖς Τρωσίν· ἐπεί τοι διὰ τί μὴ |
| book 43a.3 | τὸν υἱὸν τοῦ βασιλέως ἀπέδωκαν; T |
| book 43b | Ἀρίσβη〈ν〉: μεταξὺ Περκώτης καὶ τῆς Ἀβύδου. T |
| book 45-6 | 〈ἐτέρπετο ... / ἐλθὼν ἐκ Λήμνοιο:〉 σωθεὶς ἀπὸ τῆς |
| book 45-6 | Λημνίας δουλείας b(BCE3E4)Til ἐτέρπετο. b(BCE3) |
| book 48.1 | καὶ οὐκ ἐθέλοντα: περισσὸς ὁ καί. | ἴσως δὲ τὸ φιλόψυχον |
| book 48.2 | αὐτοῦ κωμῳδεῖ καὶ διὰ τοῦ πρώτου (sc. Φ 36). b(BCE3), T (bis) |
| book 49-53.1 | τὸν δ’ ὡς οὖν ἐνόησε〈—θυμόν〉: τὸ ἑξῆς |
| book 49-53.2 | ἐστι· τὸν δ’ ὡς οὖν ἐνόησεν (49), ὀχθήσας δ’ ἄρα εἶπεν (53). |
| book 49-53.3 | τὰ δὲ λοιπὰ 〈ὡσ〉 διὰ μέσου διορθωτέον. A |
| book 50a.1 | 〈γυμνὸν ἄτερ κόρυθός τε καὶ ἀσπίδοσ〉 οὐδ’ ἔχεν |
| book 50a.2 | ἔγχος: ὅμοιον τὸ σχῆμα τῷ „ἰοῖσίν τε τιτυσκόμενοι λάεσσί τ’ ἔβαλ‐ |
| book 50a.3 | λον“ (Γ 80). ἴσως δὲ καὶ διὰ τῆς ἐξαλλαγῆς χλευάζει τὸ πρόσωπον, ὡς |
| book 50a.4 | οὐδὲ τῶν ἀμυντηρίων ἑαυτῷ τι καταλιπεῖν ὑπέμεινεν. T |
| book 50b.1 | 〈γυμνὸν ἄτερ κόρυθός τε καὶ ἀσπίδος:〉 οὕτω γὰρ |
| book 50b.2 | καὶ ἐγνωρίσθη. b(BCE3E4)Til |
| book 54 | 〈ὦ πόποι:〉 πόποι οἱ θεοὶ παρὰ τὸ ἐποπτεύειν πάντα. Til |
| book 55-9a.1 | ἦ μάλα δὴ Τρῶες 〈μεγαλήτορες—ἐρύκει〉: |
| book 55-9a.2 | ὑπερβολικῶς εἶπε ‘τάχα Τρῶες καὶ ἐξ Ἅιδου φεύξονται, ὅπου θαλασ‐ |
| book 55-9a.3 | σοκρατούντων Ἑλλήνων ἀπὸ νήσου ἔφυγεν‘. b(BCE3E4)T |
| book 55-9b.1 | 〈ἦ μάλα δὴ Τρῶεσ〉 μεγαλήτορεσ〈—ἐρύ‐ |
| book 55-9b.2 | κει〉: Πῖος (fr. 6 H.) στίζει εἰς τὸ μεγαλήτορες (55), εἶτα τὸ ἑξῆς ἐν |
| book 55-9b.3 | ἤθει φησὶν ἀναφωνήσας· ‘διαναστήσονται ἄρα καὶ οἱ τεθνεῶτες, εἴπερ |
| book 55-9b.4 | καὶ οὗτος ἴσχυσε διαπεραιωθῆναι.‘ b(BCE3E4)T |
| book 55-6.1 | ἦ μάλα δὴ Τρῶεσ〈—ἠερόεντοσ〉: ταῦτα ἀπ’ |
| book 55-6.2 | ἄλλης ἀρχῆς ἀναγνωστέον· διὸ καὶ τὸν ἦ (55) περισπαστέον, ὡς ἐκεῖ |
| book 55-6.3 | „ἦ μάλα δή τινα Κύπρισ“ (Ε 422), „ἦ μάλα δὴ τέθνηκεν“ (Σ 12). |
| book 55-6.4 | δύναται δὲ καὶ τοῖς ἄνω συνάπτεσθαι, βαρυνομένου τοῦ συνδέσμου, |
| book 55-6.5 | ἵν’ ᾖ ὁ λόγος· ‘μέγα δὴ τοῦτο καὶ θαυμαστόν (cf. Φ 54), εἴπερ οἱ |
| book 55-6 | Τρῶες ἐξ Ἅιδου ἀναστήσονται, οὓς ἀνεῖλον.‘ A |
| book 57a1.1 | φυγὼν ὑπὸ νηλεὲς ἦμαρ: ἔφαμεν ὅτι, ἐὰν πρόθεσις |
| book 57a1.2 | ἀντὶ ἑτέρας προθέσεως κέηται, μὴ γίνεσθαι ἀναστροφήν, ὥσπερ καὶ |
| book 57a1.3 | ἐνθάδε. A |
| book 57a2.1 | {φυγὼν:} ἐπεὶ οὐδέποτε πρόθεσις ἀντὶ προθέσεως κειμένη |
| book 57a2.2 | ἀναστρέφεται. T |
| book 58 | 〈πεπερημένος:〉 εἰς τὸ πέραν πεπραμένος. Aint |
| book 60-3.1 | ἀλλ’ ἄγε δὴ 〈καὶ〉 δουρὸσ〈—ἐρύκει〉: γενναῖον |
| book 60-3.2 | ἦθος καὶ ἐπάνω τῶν δεινῶν κείμενον ἡ εἰρωνεία παρίστησιν. b(BCE3) |
| book 60-3.3 | T |
| book 62.1 | 〈καὶ κεῖθεν:〉 ἐκ πλήρους τὸν καί σύνδεσμον Ἀρίσταρχος. |
| book 62.2 | Aim |
| book 63.1 | φυσίζοος: οὐ καλὸν τὸ ἐπίθετον ἐπὶ νεκρῶν καὶ τύμβων |
| book 63.2 | ταττόμενον. T |
| book 64.1 | ὣς ὥρμαινε μένων· 〈ὁ δέ οἱ σχεδὸν ἦλθε τεθηπώσ〉: |
| book 64.2 | ὁ μὲν περιμένει διὰ τὴν ὑπεροχὴν τεθαρρηκὼς ἑαυτῷ καὶ οὐχ οἷον ἁρ‐ |
| book 64.3 | πάζων τὸν καιρόν, ὁ δὲ ἐμπέδως πάντα ὁρῶν ἄφυκτα ἑαυτῷ αὐτὸς |
| book 64.4 | πρόσεισιν b(BCE3E4)T |
| book 65-6.1 | περὶ δ’ ἤθελε 〈θυμῷ / —κῆρα μέλαιναν〉: |
| book 65-6.2 | ἐπιτείνει τὸ φιλόζωον, ὅπως συγγνώμην ἔχοι παρατείνων τὰ τῆς |
| book 65-6.3 | δεήσεως. b(BCE3)T |
| book 67a1.1 | 〈ἤτοι ὁ μὲν〉 δόρυ μακρὸν 〈ἀνέσχετο〉: ὅτι κατὰ τὸ |
| book 67a1.2 | σιωπώμενον ἀνέλαβε τὸ δόρυ. T |
| book 67a2 | ὅπως ἀνείλετο, ῥητῶς οὐκ εἶπεν. Aint |
| book 68-72.1 | οὐτάμεναι 〈μεμαώς—οὐδὲ μεθίει: οὐτάμε‐ |
| book 68-72.2 | ναι μεμαώς (67)·〉 ὥστε οὐκ ἀφῆκε τὸ δόρυ, ἀλλ’ ἐνέπηξε τῇ γῇ· |
| book 68-72.3 | τὸ γὰρ οὐτῆσαι ἐπὶ τοῦ τρῶσαι. T ἔστι δὲ ὥσπερ ἐν γραφῇ |
| book 68-72.4 | θεάσασθαι τὸν μὲν ἐπανατεινόμενον τὸ δόρυ τρῶσαι θέλοντα (sc. |
| book 68-72.5.1 | Φ 67—8), τὸν δὲ φθάσαντα τὴν πληγὴν καὶ τοῖς γόνασι προσπίπτοντα |
| book 68-72.5.2 | (sc. 68—9), καὶ τὴν μὲν αἰχμὴν τῇ γῇ προσπεπηγυῖαν (sc. 69—70), |
| book 68-72.5.3 | τὸν δὲ καὶ τῶν γονάτων ἐχόμενον (sc. 71) καὶ τὸ δόρυ κατέχοντα τοῦ |
| book 68-72.5.4 | κτείνοντος (sc. 72). b(BCE3E4)T |
| book 70a.1 | χροὸς ἄμεναι: „ἄσασθαι κλαυθμοῖο“ (Ω 717). | ἐναγώ‐ |
| book 70a.2 | νιον δὲ τὸ ἐνιαχοῦ ἀποτυγχάνειν καὶ παρέχειν καιρὸν τοῖς ἐλεεινο‐ |
| book 70a.3 | λογήμασιν. T |
| book 70b | 〈ἄμεναι:〉 γεύσασθαι. b(BCE3) |
| book 73a.1 | καί μιν φωνήσας 〈ἔπεα πτερόεντα προσηύδα〉: |
| book 73a.2 | τοῦτον προστιθέασί τινες οὐ φερόμενον ἐν ταῖς Ἀριστάρχου. ἐν δέ |
| book 73a.3 | τισι „καί ῥ’ ὀλοφυρόμενοσ“. AT |
| book 73b | 〈καί μιν φωνήσας:〉 γράφεται „καί μιν λισσόμενοσ“. Aim |
| book 74.1 | αἴδεο 〈καί μ’ ἐλέησον〉: ὡς ἱκέτην προσδέχου· δύο γὰρ |
| book 74.2 | πρὸς σωτηρίαν ἀνυστικά, αἰδὼς καὶ ἔλεος. b (CBE3E4)T |
| book 75a.1 | ἀντί τοί εἰμ’ 〈ἱκέταο〉: ὅτι ἀντὶ τοῦ A ἴσος ἱκέτῃ |
| book 75a.2 | εἰμί· A b (BCE3E4)Til „ἀντὶ κασιγνήτου ξεῖνοσ“ (θ 546) ἀντὶ |
| book 75a | τοῦ ἴσος κασιγνήτῳ. A |
| book 75b.1 | ἀντί τοί 〈εἰμ’ ἱκέταο〉: ὡς „ἀντιάνειρα“ (cf. Γ 189. |
| book 75b.2 | Ζ 186), καὶ „Ἀντίκλεια“ (λ 85). T | ἱκέταο δὲ τοῦ εἰς τὴν ἑστίαν |
| book 75b.3 | ἥκοντος καὶ ἱκετεύοντος. πιθανὴ δὲ ἡ ἐπανάληψις· ὁ γὰρ αἰχμάλωτος |
| book 75b.4 | ἱκέτην ἑαυτόν φησιν· ἱκέτην γάρ, φασί, κυρίως καλοῦμεν τὸν ἑκουσίως |
| book 75b.5.1 | καταφυγόντα, ὁ δὲ τῷ ὁμωρόφιος γεγονέναι καὶ τροφῆς μετεσχηκέναι |
| book 75b.5.2 | (cf. Φ 76) εἰς τὸ τῶν ἱκετῶν δίκαιον ἑαυτὸν τάττει. b(BCE3E4)T |
| book 76a1.1 | πὰρ γὰρ σοὶ πρώτῳ πασάμην 〈Δημήτερος ἀκτήν〉: |
| book 76a1.2 | τὸ λέγειν ὅτι οἱ βάρβαροι ἄλφιτα οὐκ ἤσθιον, ἀλλ’ ἄρτους κριθίνους, |
| book 76a1.3 | ψεῦδος· ἤσθιε γὰρ ὡς ἂν βασιλέως ὢν υἱός, καὶ οὐδαμοῦ τοῦτο ὁ |
| book 76a1.4 | ποιητὴς ἐπεσημήνατο. ἡ δὲ λύσις, ὅτι παρ’ Ἕλλησι πρώτῳ καὶ ξένῳ |
| book 76a1.5 | τῷ Ἀχιλλεῖ γεγονέναι φησί. A |
| book 76a2 | 〈πρώτῳ:〉 πρώτῳ ξένων. Til |
| book 76b.1 | Δημήτερος ἀκτήν: τὸ τοῦ σίτου λεπτότερον. λέγεται δὲ |
| book 76b.2 | ἀκτὴ b(BCE3E4) ἡ ἄγουσα ἡμᾶς καὶ πορεύεσθαι ποιοῦσα. ἄτοπον |
| book 76b.3 | δὲ τὸν μεταδόντα τροφῆς, ἐξ ἧς ἄνθρωποι ζῶμεν, τῆς ζωῆς ἀφαιρεῖ‐ |
| book 76b | σθαι. καὶ Δημήτερος φησὶν εἰς δεισιδαιμονίαν παρακαλῶν. καὶ ὁ μὲν |
| book 76b.5.1 | εἰς τροφὴν ἐπὶ τῷ πωλῆσαι παρέλαβεν, ὁ δὲ τοῦτο εἰς τὸ τῶν ἱκετῶν |
| book 76b.5.2 | δίκαιον †ἔλαβε†. καὶ θαυμάσαι ἄξιον τὴν εὐπορίαν τοῦ ποιητοῦ· |
| book 76b.5.3 | πολεμίῳ γὰρ προσώπῳ λόγον περιθεὶς ὅμως ηὐπόρησε πρὸς τὴν |
| book 76b.5.4 | σωτηρίαν εὐλόγου προφάσεως. b(BCE3E4)T |
| book 78 | 〈καί μ’ ἐπέρασσας:〉 ἐν ἄλλῳ „καί με πέρασσασ“. Aim |
| book 80a.1 | λύμην 〈τρὶς τόσσα πορών〉: εὐκτικῶς, b(BCE3)T |
| book 80a.2 | ἀντὶ τοῦ λυθησοίμην b(BCE3E4) παρασχὼν τοσαῦτα τριπλα‐ |
| book 80a.3 | σίως· b(BCE3) πρὸς ὅ φησι· „μή μοι ἄποινα πιφαύσκεο“ (Φ 99): |
| book 80a.4 | b(BCE3)T ἀφ’ οὗ καὶ πληθυντικαὶ κατὰ ἀναδιπλασιασμόν, „λε‐ |
| book 80a.5 | λῦντο δὲ γυῖα ἑκάστου“ (ς 238). συνέσταλται δὲ διὰ 〈τὸ〉 μέτρον. T |
| book 80b.1 | 〈λύμην τρὶς τόσσα πορών:〉 λυτρωθείην, ἂν τριπλάσια |
| book 80b.2 | διδῶ σοι. Aim |
| book 83a.1 | 〈μέλλω που ἀπέχθεσθαι:〉 ὅτι ἀντὶ 〈τοῦ〉 ἔοικα ἀπεχθά‐ |
| book 83a.2 | νεσθαι. Aim |
| book 83b.1 | μέλλω που ἀπεχθέσθαι 〈Διῒ πατρί〉: ἔοικα, φησίν, |
| book 83b.2 | ἀπεχθὴς γεγονέναι τῷ Διΐ. b(BCE3)T | ἄκρως δὲ διαγράφει δειλόν, |
| book 83b.3 | ἀπεγνωκότα μέν, ὅμως δὲ δεόμενον τῆς σωτηρίας 〈***〉· ἔχεται γὰρ |
| book 83b.4 | ἁπάντων ἡ †ἀμείνων† ἐλπίς. b(BE3)T |
| book 84 | 〈αὖτις ἔδωκε:〉 Ἀρίσταρχος Ἰακῶς „〈αὖτισ〉 δῶκε“. Aim |
| book 85.1 | Λαοθόη, 〈θυγάτηρ Ἄλταο γέροντοσ〉: ἵνα δείξῃ ὅτι |
| book 85.2 | καὶ πρὸς μητρὸς εὐγενής ἐστι b(BE3E4)T καὶ πολλὰ δύναται |
| book 85.3 | δοῦναι. b(BE3E4) ἅμα δὲ ὅτι οἱ ἐν τύχαις μεγίσταις ἐλεοῦνται |
| book 85.4 | ἀτυχοῦντες. b(BE3E4)T |
| book 86a.1 | Ἄλτεω, ὃς Λελέγεσ〈σ〉ι 〈φιλοπτολέμοισιν ἀνάσ‐ |
| book 86a.2 | σει〉: φασὶ Πρίαμον πρὸ τῆς Ἑκάβης γῆμαι τὴν Λαοθόην (cf. Φ 85 |
| book 86a.3 | et 88), πασῶν τῶν Ἀσιατίδων εὐγενείας ἕνεκα προκρίνας τὸν γάμον |
| book 86a.4 | τῆς κόρης. T |
| book 86b.1 | ἄλλως· Ἄλτεω: τὸ αὐτὸ ὄνομα διχῶς ἐσχημάτισεν, „Ἄλ‐ |
| book 86b.2 | ταο“ (Φ 85) ὡς „Ἀτρείδαο“ (Α 203. Β 9 al.) καὶ Ἄλτεω ὡς Με‐ |
| book 86b.3 | νέλεω. b(BCE3E4)T |
| book 86c1.1 | Ἄλτεω, ὃς Λελέγεσσι: ὅτι τοὺς Λέλεγας ἐν 〈τῷ〉 |
| book 86c1.2 | Καταλόγῳ παρῆκεν· καὶ πρὸς τὴν ἐπανάληψιν τοῦ ὀνόματος. A |
| book 86c2.1 | ἄλλως· Ἄλτεω: πρὸς τὴν ἐπανάληψιν τοῦ ὀνόματος τὸ |
| book 86c2.2 | σημεῖον. T |
| book 86c3 | σημειωτέον δὲ τὴν ἐπανάληψιν. b(BE3E4) |
| book 86d | 〈ἀνάσσει:〉 ἔνιαι τῶν κατὰ πόλεις „ἄνασσε“· Aint |
| book 86e.1 | ἀνάσσει: Ἀρίσταρχος σὺν τῷ ι τὸ ἀνάσσει· οἱ δὲ χωρίς, |
| book 86e.2 | οὐκ ἀλόγως· 〈ἔλεγε〉 γὰρ περὶ Πηδάσου ὡς πεπορθημένης, „πέρσε δὲ |
| book 86e.1 | Λυρνησσὸν [καὶ Πή]δασον“ (Υ 92)· εἰ μὴ ἄρα φαίημεν πεπορθῆσθαι |
| book 86e.2 | μὲν πρότερον τὴν Πήδασον, ἀνειληφέναι δὲ πάλιν τὴν ἀρχὴν τὸν |
| book 86e.5 | Ἄλτην. T |
| book 87.1 | ὑπὸ Σατνιόεντι: „ἐπὶ“ τοῖς ποταμοῖς φαμεν κεῖσθαι τὰς |
| book 87.2 | πόλεις. T |
| book 88a.1 | τοῦ δ’ ἔχε θυγατέρα 〈Πρίαμος, πολλὰς δὲ καὶ |
| book 88a.2 | ἄλλασ〉: αὔξει τὸ γένος, Πρίαμον λέγων ἐπιδεδικάσθαι τὴν συγγέ‐ |
| book 88a.3 | νειαν Ἄλτου. ἀλλοτριῶν δὲ ἑαυτὸν τοῦ γένους Ἕκτορός φησι πολλὰς |
| book 88a.4 | δὲ καὶ ἄλλας. b(BCE3E4)T |
| book 88b.1 | 〈πολλὰς δὲ καὶ ἄλλας:〉 ἐν τῇ Μασσαλιωτικῇ „πολλῶν |
| book 88b.2 | τε καὶ ἄλλων“. Aim |
| book 89.1 | σὺ δ’ ἄμφω δειροτομήσεις: {σὺ δὲ} ἐν ἐρωτήσει τινές |
| book 89.2 | {δέ}, ἵνα μὴ εἰδὼς πάλιν παρακαλῇ (sc. Φ 95). καταχρηστικῶς δὲ ἀναιρήσεις. T |
| book 92a.1 | {νῦν δὲ δὴ} ἘΝΘΑΔΕΜΟΙ: ἄμεινον ἀπολύτως ἀναγινώ‐ |
| book 92a.2 | σκειν· πρὸς γὰρ τίνα ἡ διαστολή; A |
| book 92b | 〈κακὸν ἔσσεται:〉 ἐν ἄλλῳ „κακὸν ἔσσεαι“. Aim |
| book 95a1 | οὐχ ὁμογάστριος: ὅτι Ζηνόδοτος γράφει „{ἐπεὶ} οὐκ |
| book 95a1.1 | ἰογάστριοσ“, παρόσον ἐν ἄλλοις ἔφη „ἰῆς ἐκ νηδύοσ“ (Ω 496). ἴα δέ |
| book 95a1.2 | ἐστιν ἡ μία, καὶ οὐ τίθησιν Ὅμηρος τὸ μία ἐπὶ τοῦ ὁμοῦ οὐδὲ κατὰ |
| book 95a1.3 | σύνθετον ἐκφέρει· „τῆς μὲν ἰῆς στιχὸς ἦρχεν“ (Π 173). A |
| book 95a2.1 | {οὐχ ὁμογάστριος:} Ζηνόδοτος „ἰογάστριοσ“, ἐπεὶ ἐν |
| book 95a2.2 | ἄλλοις ἔφη „ἰῆς ἐκ νηδύος ἦσαν“ καὶ „ἰῇ ἄρα γεινόμεθ’ αἴσῃ“ (Χ 477). |
| book 95a2.3 | T |
| book 96.1 | ἐνηέα: ἐν τῷ ἐπιθέτῳ τοῦ φίλου μαλάσσειν αὐτὸν οἴεται, |
| book 96.2 | διδάσκων αὐτὸν ζηλοῦν τὴν προσήνειαν τοῦ φίλου. b(BCE3E4)T |
| book 99a.1 | νήπιε: διὰ τοῦ ἐπιθέτου πᾶσαν ἐλπίδα τοῦ πείθειν ἐξέκο‐ |
| book 99a.2 | ψεν. b(BCE3E4)T |
| book 99b.1 | μή μοι ἄποινα 〈πιφαύσκεο〉: τινές, ἐπεὶ ἔλεγεν „ἑκα‐ |
| book 99b.2 | τόμβαιον δέ τοι ἦλφον“ (Φ 79). ἢ ἐπεὶ διὰ τοῦ „μή με κτεῖνε“ (Φ 95) |
| book 99b.3 | τοῦτο ὑπέφηνεν, ἢ διὰ τοῦ „νῦν δ’ ἐλύμην“ (Φ 80). T |
| book 100-2.1 | πρὶν μὲν γὰρ Πάτροκλον—ἠδ’ ἐπέρασσα: |
| book 100-2.2 | τάχα τοῦτό φησιν ὡς ἐκεῖνος ἦν ὁ ἡμερῶν αὐτὸν πρὸς τοὺς ἁλισκο‐ |
| book 100-2.3 | μένους· διὸ καὶ αἱ αἰχμαλωτίδες ὡς ἤπιον αὑταῖς ἀπολοφύρονται τὸν |
| book 100-2.4 | Πάτροκλον (sc. Τ 282—302). b(BCE3E4)T |
| book 100.1 | 〈ἐπισπεῖν αἴσιμον ἦμαρ:〉 ἐπὶ τὴν πεπρωμένην ἐλθεῖν. |
| book 100.2 | Til |
| book 101a | 〈τόφρα τί μοι:〉 ἐν ἄλλῳ „τόφρα δέ μοι“. Aim |
| book 101b | 〈τόφρα τι:〉 τότε. πλεονάζει δὲ τὸ τί. b(BCE3) |
| book 101c.1 | πεφιδέσθαι: παροξυτονητέον ὁμοίως τῷ „εὖ δ’ οἴκαδ’ |
| book 101c.2 | ἱκέσθαι“ (Α 19)· ἔστι γὰρ μέσος δεύτερος ἀόριστος. A b (BCE3)T |
| book 102 | 〈ἠδ’ ἐπέρασσα:〉 ἐν ἄλλῳ „ἠδὲ πέρασσα“. Aim |
| book 105a | 〈καὶ πάντων:〉 γράφεται καὶ „συμπάντων“. Aint |
| book 105b.1 | περὶ δ’ αὖ Πριάμοιό 〈γε παίδων〉: ὁ μὲν ὡς ἐπὶ τῇ |
| book 105b.2 | εὐγενείᾳ προὐβάλετο, ὁ δὲ διὰ τοῦτο φονεύειν αὐτόν φησιν. b(BCE3 |
| book 105b.3 | E4)T |
| book 105c.1 | ἄλλως· περὶ δ’ αὖ Πριάμοιό 〈γε παίδων〉: ὁ μὲν |
| book 105c.2 | ἔλεγεν ὅτι οὔκ εἰμι Ἑκάβης, ὁ δὲ ἀντέθηκεν ὅτι Πριάμου παῖς ἐστιν. |
| book 105c.3 | b(BCE3E4)T |
| book 106a.1 | ἀλλὰ φίλος θάνε 〈καὶ σύ. τίη ὀλοφύρεαι οὕτως;〉: |
| book 106a.2 | τὸ ὑγιὲς συνάπτειν τῆς ἀντωνυμίας μέχρι, ἵν’ ᾖ ἐν σχήματι· ἀλλ’ ὦ |
| book 106a.3 | φίλε καὶ σὺ ἀπόθανε, εἰρων〈ε〉ίας νοουμένης. εἶτα ἀφ’ ἑτέρας ἀρχῆς |
| book 106a.4 | τίη ὀλοφύρεαι; A |
| book 106b.1 | ἀλλὰ φίλος θάνε καὶ σύ〈—οὕτως;〉: τινὲς |
| book 106b.2 | ἀξιοῦσι μετὰ τὸ θάνε στίζειν, ἵν’ ᾖ ‘φίλος ἔθανεν ὁ Πάτροκλος, b |
| book 106b.3 | (BE3E4)T καὶ σὺ τί θρηνεῖς οὕτως;‘. b(BE3E4) |
| book 106c.1 | ἄλλως· ἀλλά, φίλος, θάνε καὶ σύ: πιθανὴ ἡ εἰρωνεία |
| book 106c.2 | πρὸς τὸν ξενίαν προβαλλόμενον (cf. Φ 76—7). θανάτου δὲ κρείσσων |
| book 106c | ὢν παραμυθεῖται τὸν ἀγεννῶς τοῦ ζῆν ἐφιέμενον. b(BCE3E4)T |
| book 106d.1 | 〈οὕτως:〉 οὕτως Aim διὰ τοῦ ο ἅπασαι AimTil οὕ‐ |
| book 106d.2 | τως. Aim |
| book 108.1 | καλός τε μέγας τε: ὁπότερον γὰρ ἂν θατέρου στερηθῇ, |
| book 108.2 | πρὸς σωματικὸν κόσμον ἀτελές. b(BCE3)T |
| book 110a.1 | ἀλλ’ ἐπί τοι καὶ ἐμοὶ 〈θάνατος καὶ μοῖρα κραταιή〉: |
| book 110a.2 | Ἀρίσταρχός φησι τὴν ἐπί ἀναστρέψαι, ἵνα σημαίνῃ τὸ ἔπεστιν, |
| book 110a.3 | ὁμοίως τῷ „σοὶ δ’ ἔπι μὲν μορφὴ ἐπέων“ (λ 367). οἱ δ’ ἐφύλαξαν |
| book 110a.4 | τὸν τόνον, τῇ ἐμοί ἀντωνυμίᾳ συντάσσοντες αὐτήν, ὥστε τὸ ἑξῆς |
| book 110a.5.1 | εἶναι ‘ἀλλὰ καὶ ἐπ’ ἐμοί‘. καὶ οὕτως ἔχει τὰ τῆς ἀναγνώσεως. | στι‐ |
| book 110a.5.2 | κτέον δὲ κατὰ τὸ τέλος τοῦ στίχου τούτου, ὡς καὶ τοῖς περὶ Ἀρίσταρ‐ |
| book 110a.5.3 | χον ἐδόκει· A λείπει γὰρ τὸ ἐστί AAim ῥῆμα. τὸ δὲ ἑξῆς |
| book 110a.5.4 | ἀφ’ ἑτέρας ἀρχῆς· „ἔσσεται ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ“ (Φ 111). |
| book 110a.5.5 | ἔσται δὲ ὁ λόγος τοιοῦτος· ‘ἔσται τις ὄρθρος ἢ καὶ μεσημβρία ἢ καὶ |
| book 110a.10.1 | δειλινὴ ὥρα, καθ’ ἣν 〈κἀ〉μέ τις ἀνέλῃ‘ (cf. Φ 111—2). οὕτως δὲ |
| book 110a.10.2 | χωρὶς τοῦ ς γραπτέον, ὡς καὶ Διδύμῳ δοκεῖ ἐν τῇ διορθώσει (p. 112 |
| book 110a.10.3 | Schm.). A |
| book 110b1.1 | ἀλλ’ ἐπί τοι καὶ ἐμοὶ 〈θάνατος καὶ μοῖρα κρα‐ |
| book 110b1.2 | ταιή〉: οὐκ ἀναστρεπτέον τὴν ἐπί· τὸ γὰρ ἑξῆς ἐστιν ‘ἐπ’ ἐμοί‘, |
| book 110b1.3 | ἵν’ ᾖ {τὸ ἑξῆς} ‘ἀλλὰ καὶ ἐπ’ ἐμοὶ ἔσσεται‘ (cf. Φ 110—1). τινὲς δὲ |
| book 110b1.4 | τελείαν δόντες ἐν τῷ προτέρῳ (sc. 110) τὸν ἑξῆς ὡς ἀπό τινος ἀρχῆς |
| book 110b1.5.1 | προφέρονται τὸν „ἔσσεται ἢ ἠώσ“ (Φ 111) καὶ τὴν ἐπί ἀναστρέ‐ |
| book 110b1.5.2 | φουσιν, ἵν’ ᾖ ἔπεστιν. οὕτως Ἀρίσταρχος καὶ Νικίας (fr. 20 B.). |
| book 110b1.5.3 | ἄμεινον δὲ τὸ πρῶτον, ὥσπερ ἔχει καὶ τὰ τῆς παραδόσεως. T |
| book 110c1 | ἄλλως: ἀλλ’ ἐπί τοι καὶ ἐμοὶ 〈θάνατος καὶ μοῖρα |
| book 110c1.1 | κραταιή〉: στικτέον κατὰ τὸ τέλος τοῦ στίχου, ὡς καὶ τοῖς περὶ |
| book 110c1.2 | Ἀρίσταρχον δοκεῖ. καὶ τὸ ἑξῆς ἀπὸ ἄλλης ἀρχῆς· „ἔσσεται †ἠὼς ἢ |
| book 110c1.3 | δείλη“. τὸ δὲ λεγόμενον τοιοῦτον· ‘ἔσται τις ὄρθρος ἢ μεσημβρία ἢ |
| book 110c1.5.1 | δειλινὴ ὥρα, καθ’ ἣν κἀμέ τις ἀναιρῇ‘ (cf. Φ 111—2). καὶ χωρὶς τοῦ |
| book 110c1.5.2 | ς τὸ „δείλη“ (Φ 111), ὡς καὶ Δίδυμός φησιν (cf. p. 112 Schm.). T |
| book 110b2/c2.1 | οὐκ ἀναστρεπτέον τὴν ἐπί· τὸ γὰρ ἑξῆς ἐστιν ‘†ἐπί |
| book 110b2/c2.2 | σοι καὶ† ἐμοί‘. ὁ δὲ Ἀρίσταρχός φησιν, ‘ἀλλ’ ἔπεστι καὶ ἐμοὶ θάνατος |
| book 110b2/c2.3 | καὶ μοῖρα‘, | καὶ ἀξιοῖ στίζειν εἰς τὸ κραταιή. τὸ δὲ ἑξῆς ἀπὸ ἄλλης |
| book 110b2/c2.4 | ἀρχῆς· „ἔσσεται ἢ ἠὼς ἢ δείλη“, ‘ἔσται τις ὄρθρος ἢ μεσημβρία ἢ |
| book 110b2/c2.5 | δείλη‘. τὸ δὲ „δείλη“ χωρὶς τοῦ ς, ὥς φησι Δίδυμος. b(BCE3E4) |
| book 111a.1 | ἔσσεται ἢ ἠὼς 〈ἢ δείλη ἢ μέσον ἦμαρ〉: ὅτι ὅλην |
| book 111a.2 | τὴν ἡμέραν εἰς τρία διαιρεῖ, ἠῶ τὴν πρωΐαν, μεσημβρίαν πᾶν τὸ μέσον |
| book 111a.3 | τῆς ἡμέρας, δείλην, ὅτε ἐνδεῖ ἡ τοῦ ἡλίου ἕλη, τουτέστιν ἡ αὐγή, |
| book 111a.4 | ὥσπερ καὶ τὴν νύκτα εἰς τρία, ἑσπέραν, ἀμολγόν, ἑῴαν. A |
| book 111b1.1 | ἠώς: ἕωθεν ἕως μεσημβρίας, ὡς τὸ „ὄφρα μὲν ἠὼς ἦν |
| book 111b1.2 | 〈καὶ ἀέξετο ἱερὸν ἦμαρ〉“ (Θ 66. Λ 84 al.) καὶ „πᾶσαν δ’ ἠοίην |
| book 111b1.3 | 〈μένομεν τετληότι θυμῷ. /〉 ἔνδιος δ’ ὁ γέρων“ (δ 447. 450). ἡ δὲ μετὰ |
| book 111b1.4 | μεσημβρίαν ἕως ἑσπέρας δείλη, ἧς τὸ μὲν πρῶτον δείλην πρωΐην, τὸ |
| book 111b1.5 | δὲ πρὸς ἑσπέραν δείλην ὀψίαν Ἀττικοί φασι. τρισὶ δὲ διαστήμασιν |
| book 111b1 | ὥρισε τὴν ἡμέραν διὰ τὸ μηδέπω ὡροσκοπίαν παραδεδόσθαι. T |
| book 111b2.1 | ἠὼς μὲν γὰρ ἡ ἕωθεν ἕως μεσημβρίας ὥρα, μεσημβρία δὲ |
| book 111b2.2 | ὁ καιρὸς τῆς ἕκτης, ἣν Ἀττικοὶ δείλην λέγουσι πρωΐαν, δείλη δὲ ἡ |
| book 111b2.3 | μετὰ τὴν ἕκτην, ἣ καὶ δείλη ὀψία καλεῖται. b(BCE3E4) |
| book 111c1.1 | 〈ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ:〉 ὅλαι εὐθεῖαί εἰσιν. |
| book 111c1.2 | δίχα οὖν τοῦ ς ἡ δείλη. Til |
| book 111c2 | εὐθεῖαι δέ εἰσιν αἱ τρεῖς. b(BCE3E4) |
| book 111d | 〈δείλης:〉 Ἀρίσταρχος χωρὶς τοῦ ς, „δείλη“. Aim |
| book 112.1 | Ἄρῃ: τῷ σιδήρῳ. b(BCE3)T συνείληπται δὲ ἀπὸ |
| book 112.2 | τοῦ Ἄρηϊ. T τινὲς δὲ „ἀρῇ“, βλάβῃ βέλους ἢ δόρατος. b(BCE3 |
| book 112.3 | E4)T |
| book 113.1 | ἢ ὅγε δουρὶ βαλὼν ἢ ἀπὸ νευρῆφιν 〈ὀϊστῷ〉: |
| book 113.2 | πέπεισται γὰρ ὡς οὐδεὶς αὐτῷ συνελθὼν συστάδην ἀνελεῖ. b(BCE3)T |
| book 114 | αὐτοῦ: ἐν ᾧ ἦν τόπῳ ἱκετεύων. b(BCEE4)T |
| book 115.1 | ὁ δ’ ἕζετο χεῖρε πετάσσας: ἀπογνοὺς κἂν τὸν σύντομον |
| book 115.2 | αἱρεῖται θάνατον. A b (BCE3E4)T |
| book 120.1 | ποταμὸν δὲ λαβὼν 〈ποδὸς ἧκε φέρεσθαι〉: τὸ μὲν |
| book 120.2 | τοὺς ἐν τῷ ποταμῷ ὄντας ἐπιβάντα ἀναιρεῖν συγγνωστόν, τὸ δὲ καὶ |
| book 120.3 | τοὺς ἐν τῇ γῇ ἀναιρουμένους εἰς τὸ ῥεῖθρον ἐμβάλλειν αἰτίαν πιθανὴν |
| book 120.4 | παρέχει τῷ ποταμῷ εἰς τὴν κατ’ Ἀχιλλέως ἐπιβουλήν. ἔπειτα καὶ κατ’ |
| book 120.5.1 | αὐτοῦ βλασφημεῖ· b(BCE3)T „οὐδ’ ὑμῖν ποταμός περ ἐΰρροος |
| book 120.5.2 | ἀργυροδίνης / ἀρκέσει“ (Φ 130—1). T θηρώμενος οὖν ὁ ποιητὴς |
| book 120 | τὴν πρὸς τὸν ποταμὸν μάχην, ζητεῖ πιθανὰς αἰτίας. b(BCE3)T |
| book 121.1 | 〈ἔπεα πτερόεντ’ ἀγόρευεν:〉 γράφεται „ἔπεα πτερόεντα |
| book 121.2 | προσηύδα“. Aim |
| book 122a1.1 | ἘΝΤΑΥΘΟΙ νῦν ἧσο: †περισπαστέον τὸ ἘΝΤΑΥ‐ |
| book 122a1.2 | ΘΟΙ· ἔστι γὰρ ἀπὸ τοῦ ἐνταῦθα Ἀττικοῦ. τὸ δὲ ἧσο δασυντέον· |
| book 122a1.3 | τινὲς δὲ ψιλοῦσιν, ἵν’ ᾖ ἀντὶ τοῦ ἴσθι. ἔνιοι δὲ γράφουσιν „ἐνταῦθοι νῦν |
| book 122a1.4 | κεῖσο“· ἄμεινον δὲ τὸ πρῶτον. T |
| book 122a2.1 | {ἐνταυθοῖ:} τὸ ἘΝΤΑΥΘΟΙ †περισπαστέον· ἔστι γὰρ |
| book 122a2.2 | ἀπὸ τοῦ ἐνταῦθα Ἀττικοῦ. οἱ δὲ „ἐνταυθοῖ {ἧσο}“. δασυντέον δὲ |
| book 122a2.3 | τὸ ἧσο. φέρεται δὲ καὶ ἡ „κεῖσο“ γραφή. A |
| book 122b1.1 | ἄλλως· ἘΝΤΑΥΘΟΙ: Ἀττικόν ἐστιν· οἱ δὲ ἀπὸ τοῦ |
| book 122b1.2 | ἐνταυθί. ἧσο δὲ δίαγε ἢ T ὕπαρχε. TTil |
| book 122b2/a3.1 | τινὲς ἧσο γράφουσιν, ἀντὶ τοῦ δίαγε, ὕπαρχε, | ὃ |
| book 122b2/a3.2 | καὶ δασύνεται. τὸ δὲ †ἐνταυθοῖ περισπαστέον Ἀττικῶς. b(BCE3) |
| book 122c | 〈κεῖσο:〉 διχῶς, κεῖσο καὶ „ἧσο“. Aint |
| book 122d | 〈ὠτειλήν:〉 οὕτως διὰ τοῦ ν, ὠτειλήν, ἅπασαι. Aint |
| book 123a | 〈ἀπολιχμήσονται:〉 καταφάγωσιν. b(BCE3) ἀπὸ |
| book 123a | τοῦ λείχειν δὲ εἴληπται τὸ λιχμᾶν. b(BCE3E4) |
| book 123b.1 | ἀκηδέες: ὡς εὐσεβέες, ἵνα αὐτοὶ οἱ ἰχθύες ἔχωσι τὸ |
| book 123b.2 | ἐπίθετον, τουτέστι μηδεμίαν φροντίδα ἔχοντες. A |
| book 123c.1 | ἀκηδέες: οὐ κηδόμενοι. b(BCE3E4)T οἱ δὲ ὡς ἀνη‐ |
| book 123c.2 | λεές, ἐπὶ τοῦ Λυκάονος. T |
| book 123-4a1.1 | οὐδέ σε μήτηρ 〈/ —γοήσεται〉: ἐπεὶ πολλὰ |
| book 123-4a1.2 | περὶ τῆς μητρὸς προὐβάλετο, „μινυνθάδιον δέ με μήτηρ / γείνατο“ |
| book 123-4a1.3 | (Φ 84—5), „τῆς δὲ δύω γενόμε〈σ〉θα“ (Φ 89), ὥσπερ ἐμπιπλάμενος |
| book 123-4a1.4 | τῆς κατὰ τῶν πολεμίων κολάσεως τοῦτό φησιν. T |
| book 123-4a2.1 | ἐπεὶ πολλὰ περὶ τῆς μητρὸς προὐβάλετο ἐκεῖνος, ὅτι |
| book 123-4a2.2 | ὡραία καὶ πλουσία ἦν, οὗτος, ὥσπερ ὑπερεμπιπλάμενος τῆς εἰς τοὺς |
| book 123-4a2.3 | πολεμίους κολάσεως, φησὶν ὅτι οὐδὲ ἐκείνη σοι ἐπιχαρήσεται, οἱονεὶ |
| book 123-4a2.4 | κἀκείνην τιμωρούμενος δι’ αὐτοῦ. b(BCE3) |
| book 124 | 〈ἐνθεμένη λεχέεσσι:〉 κηδεύσασα. Til |
| book 125.1 | εἴσω ἁλὸς εὐρέα κόλπον: ὅτι τὸ εἴσω ἰσοδυναμεῖ τῷ |
| book 125.2 | εἴς, A ἀντὶ τοῦ εἰς ἁλός. A b (BCE3)Til πλεονασμῷ τοῦ |
| book 125.3 | ω. b(BCE3) |
| book 126-7a.1 | θρῴσκων τις κατὰ κῦμα μέλαιναν φρῖχ’ ὑπαΐ‐ |
| book 126-7a.2 | ξει 〈/ ἰχθύς, ὅς κε φάγῃσι—δημόν〉: πρὸς τὸ σημαινό‐ |
| book 126-7a.3 | μενον· Φιλήτας (fr. 57 K.) γὰρ καὶ Καλλίστρατος (p. 317 n. 29 Schm.) |
| book 126-7a | γράφουσι „φρῖχ’ ὑπαλύξει“ (126), λέγοντες ὅτι οἱ πίονες τῶν ἰχθύων |
| book 126-7a.5.1 | καὶ εὔτροφοι τὸ ψῦχος ὑπομένουσι καὶ οὐ φθείρονται. ὁ δὲ ποιητὴς |
| book 126-7a.5.2 | οὐδέποτε φρίκην τὸ ψῦχος εἴρηκεν, ἀλλὰ τὸ ἐκ γαλήνης πρῶτον |
| book 126-7a.5.3 | ἐξορθούμενον κῦμα. ὁμωνύμως δὲ τούτῳ καὶ τὸν ἄνεμον τὸν οἱονεὶ |
| book 126-7a.5.4 | ἐπιστίζοντα τὴν θάλασσαν· „οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον ἔπι |
| book 126-7a.5.5 | φρίξ“ (Η 63) καὶ „ὡς δ’ 〈ὅθ’〉 ὑπὸ φρικὸς Βορέω“ (Ψ 692). ἡμεῖς δὲ |
| book 126-7a.10.1 | λέγομεν ψῦχος κρύος καὶ πάχνην. ἔστιν οὖν τὸ λεγόμενον, μέλαιναν |
| book 126-7a.10.2 | φρῖχ’ ὑπαΐξει (126), τὸ μέλαν κῦμα ὑποτροχάσεται ἰχθύς, ὃς |
| book 126-7a.10.3 | φάγοι ἂν τοῦ Λυκάονος τὸν δημόν (cf. 126—7), ἐπιπολάζοντος καὶ ἐξ |
| book 126-7a.10.4 | ἐπιπολῆς φερομένου τοῦ νεκροῦ· τὸ γὰρ ὅς κε φάγῃσι (127) ὃς |
| book 126-7a.10.5 | φάγοι ἄν. καὶ ἐν Ὀδυσσείᾳ (α 396) „τῶν κέν τις τόδ’ ἔχῃσι〈ν〉“ ὃς |
| book 126-7a.15 | ἔχοι ἄν. A |
| book 126-7b1.1 | 〈θρῴσκων τις κατὰ κῦμα〉 μέλαιναν φρῖχ’ ὑπαΐ‐ |
| book 126-7b1.2 | ξει 〈/ ἰχθύς, ὅς κε φάγῃσι Λυκάονος ἀργέτα δημόν〉: οὕτως |
| book 126-7b1.3 | ὑπαΐξει Ἀρίσταρχος· τὸ γὰρ λεγόμενον εἶναι βούλεται τοιοῦτο· |
| book 126-7b1.4 | τῶν ἰχθύων τις κατὰ τὸ κῦμα θρῴσκων, τουτέστι κολυμβῶν, ὑπὸ τὴν |
| book 126-7b1.5.1 | φρῖκα ἀΐξει, ὃς φάγοι ἂν τοῦ Λυκάονος τὸ λίπος· δεῖ γὰρ τὸν μέλλον‐ |
| book 126-7b1.5.2 | τα ἰχθὺν φερομένου τινὸς γεύεσθαι ἄνω μετέωρον ὑπὸ τὴν φρῖκα τῆς |
| book 126-7b1.5.3 | θαλάσσης ἐλθεῖν. παρὰ δὲ Ἀριστοφάνει ἐγέγραπτο διὰ τοῦ 〈ω〉 „ὥς |
| book 126-7b1 | κε φάγῃσι“. A |
| book 126-7b2 | οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ „ὑπαλύξει“. Aim |
| book 126-7b3 | Ἀριστοφάνης „ὥς κε φάγῃσι“. Til |
| book 126-7c.1 | θρῴσκων τις κατὰ κῦμα 〈μέλαιναν φρῖχ’ ὑπαλύ‐ |
| book 126-7c.2 | ξει / ἰχθύς, ὅς κε φάγῃσι—δημόν〉: οὕτως αἱ Ἀριστάρχου |
| book 126-7c.3 | „μέλαιναν φρῖκ’ ἐπαΐξει“, ἡ δὲ Χία „μελαίνῃ φρίχ’ ὑπαΐξει“. οὕτω δὲ |
| book 126-7c | αὐτὸ Ἀρίσταρχος ἐξηγήσατο· τῶν ἰχθύων τις κατὰ τὸ κῦμα θρῴσκων, |
| book 126-7c.5.1 | ὅ ἐστι κολυμβῶν, ἐπὶ τὴν φρῖκα ἀΐξει, ἵνα φάγῃ σε φερόμενον· δεῖ γὰρ |
| book 126-7c.5.2 | τὸν μέλλοντα ἰχθὺν φερομένου τινὸς γεύεσθαι ἄνω μετέωρον ἐπὶ τὴν |
| book 126-7c.5.3 | φρῖκα τῆς θαλάσσης ἐλθεῖν. τὸ δὲ πᾶν οὕτως· νεοσφαγὴς μὲν οὖν ὢν |
| book 126-7c.5.4 | καταδύσῃ ἐπὶ τὸ βάθος τοῦ ποταμοῦ, ἔνθα σὺν τοῖς ἰχθύσιν ὢν |
| book 126-7c.5.5 | ἀπολιχμηθήσῃ τοῦ αἵματος. ἐπὶ πλέον δέ σε ἄταφον ὄντα καὶ μετεω‐ |
| book 126-7c.10.1 | ρισθέντα ἐκβαλεῖ παρὰ θάλασσαν ὁ ποταμός, ἔνθα τις τῶν ἰχθύων σε |
| book 126-7c.10.2 | κατέδεται ἐπὶ τὴν φρῖκα φερόμενος. Φιλήτας (fr. 57 K.) δὲ ἀρεσκό‐ |
| book 126-7c.10.3 | μενος τῇ ὑπαλύξει γραφῇ φησιν ὡς ἐκεῖνος ὁ λιπανθεὶς ἰχθὺς ὑπὸ τοῦ |
| book 126-7c.10.4 | δημοῦ τὴν ψυχρασίαν ὑπαλύξει. b(BCE3E4)T |
| book 127 | 〈ὅς κε φάγῃσι:〉 ὅτι ἀντὶ τοῦ ὃς φάγοι ἄν. Aint |
| book 128 | 〈Ἰλίου ἱρῆς:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aim |
| book 129 | 〈κεραΐζων:〉 ἐρημῶν. Til |
| book 130-5a1.1 | οὐδ’ ὑμῖν ποταμός περ〈—νόσφιν ἐμεῖο〉: |
| book 130-5a1.2 | Ἀρίσταρχος διὰ τῶν ὑπομνημάτων Ἀριστοφάνη φησὶ στίχους ἓξ |
| book 130-5a1.3 | ἠθετηκέναι ὡς παρεμβληθέντας ὑπὸ τῶν ἀπορούντων, διὰ τί ὁ ποτα‐ |
| book 130-5a1.4 | μὸς ὀργίζεται, καίτοι σαφῶς αὐτοῦ λέγοντος τὴν αἰτίαν· „Ξάνθος, |
| book 130-5a1.5.1 | ἐπεὶ κεχόλωτο δαϊκταμένων αἰζηῶν, / οὓς Ἀχιλεὺς ἐδάϊζε κατὰ ῥόον |
| book 130-5a1.5.2 | οὐδ’ ἐλέαιρεν“ (Φ 146—7). καὶ τὸ δηθά (131) ὡς οὐχ Ὁμηρικῶς |
| book 130-5a1.5.3 | κείμενον αἰτιῶνται. μήποτε μέντοι καὶ ὁ Ἀρίσταρχος συγκατέθετο τῇ |
| book 130-5a1 | ἀθετήσει, μηδὲν ἀντειπὼν τῷ Ἀριστοφάνει. A |
| book 130-5a2.1 | {οὐδ’ ὑμῖν ποταμός περ:} ἕως τοῦ οὓς ἐπὶ νηυσὶ |
| book 130-5a2.2 | θοῇσιν (135) Ἀριστοφάνης ἠθέτηκεν ὡς παρεμβληθέντας ὑπὸ τῶν |
| book 130-5a2.3 | ἀπορούντων, διὰ τί ὁ ποταμὸς ὀργίζεται, καίτοι σαφῶς αὐτοῦ λέ‐ |
| book 130-5a2.4 | γοντος „Ξάνθος, ἐπεὶ κεχόλωτο δαϊκταμένων αἰζηῶν“· εἰ γὰρ ἐβλα‐ |
| book 130-5a2.5.1 | σφημήθη ὁ ποταμός, ἔλεγεν ἂν τοῦτο πρὸς Ἥραν (vide Φ 369—76) |
| book 130-5a2.5.2 | καὶ Ἥφαιστον (vide Φ 357—60). T |
| book 131a | 〈δηθά:〉 ὅτι τὸ δηθά ἀντὶ τοῦ πολλάκις. Aim |
| book 131b.1 | 〈δηθά:〉 νῦν ἀντὶ τοῦ Til ἐκ πολλοῦ χρόνου. b(BC |
| book 131b.2 | E3)Til |
| book 131c1.1 | πολεῖς: Ἀρίσταρχος „πολέασ“, ἔνιοι δὲ πολεῖς. ἠθέτει |
| book 131c1.2 | δὲ αὐτοὺς (sc. v. Φ 130—5) Ἀριστοφάνης. A |
| book 131c2.1 | {πολεῖς:} οὕτως τινές. ἠθέτει δὲ αὐτοὺς Ἀριστοφάνης. |
| book 131c2.2 | ἄμεινον οὖν „πολέασ“. T |
| book 132.1 | 〈ζῳοὺς δ’ ἐν δίνῃσι καθίετε μώνυχας ἵππους:〉 τὰ |
| book 132.2 | ὁρμητικώτατα γὰρ τῶν ζῴων αὐτοῖς ἀφιᾶσιν. Til |
| book 135 | 〈νόσφιν ἐμεῖο:〉 λείπει τὸ ὄντος. b(B, C[bis], E3)Til |
| book 136a.1 | ποταμὸς δὲ χολώσατο: οὐχ ὅτι ἐβλασφημήθη, ἐπεὶ |
| book 136a.2 | κἂν πρὸς Ἥραν (vide Φ 369—76) τοῦτο εἰρήκει καὶ πρὸς Ἥφαιστον |
| book 136a.3 | (vide Φ 357—60)—φησὶ γοῦν „ἐπεὶ κεχόλωτο δαϊκταμένων“ |
| book 136a.4 | (Φ 146)—, ἀλλὰ διὰ τὸ τοὺς ἐπὶ γῆς ἀναιρουμένους εἰς αὐτὸν ῥίπτε‐ |
| book 136a.5 | σθαι. T |
| book 136b | χολώσατο 〈κηρόθι〉 μᾶλλον: ῥιφέντος Λυκάονος ἦρ‐ |
| book 136b | κται τοῦ θυμοῦ. νῦν δὲ μᾶλλον διὰ τὸ κακῶς ἀκοῦσαι. b(BCE3E4)T |
| book 137 | 〈πόνοιο:〉 τοῦ κατὰ τὴν μάχην ἔργου. Til |
| book 140.1 | Ἀστεροπαίῳ ἐπᾶλτο: πῶς, φασί, πρὸ πέντε ἡμερῶν |
| book 140.2 | τὸν Κατάλογον ποιησάμενος Ἀστεροπαῖον παρέλιπε, λέγοντα ῥητῶς |
| book 140.3 | (sc. Φ 156) πρὸ ιαʹ ἡμερῶν ἐληλυθέναι; b(BCE3)T καὶ οἱ μὲν |
| book 140.4 | ὑποτάσσουσι στίχον ἐν τῷ τῶν Παιόνων καταλόγῳ· „αὐτὰρ Πυραίχ‐ |
| book 140.5.1 | μης ἄγε Παίονας ἀγκυλοτόξους / Πηλεγόνος θ’ υἱὸς περιδέξιος Ἀστε‐ |
| book 140.5.2 | ροπαῖοσ“ (Β 848. 848 a), ὃν καὶ ἐν πολλαῖς τῶν Ἰλιάδων φέρεσθαι. T |
| book 140.5.3 | †οὐ θαυμαστὸν τὸ παραλελεῖφθαι αὐτὸν ἐν τῷ Καταλόγῳ· μόνων |
| book 140.5.4 | γὰρ ἐμνήσθη τῶν τὴν κυρίαν ἡγεμονίαν ἐχόντων. ἐν δὲ τοῖς κατὰ |
| book 140.5.5 | μέρος καὶ τοὺς μετ’ ἐκείνους τεταγμένους παρέλαβεν. ὡς ἐπὶ Ἀθη‐ |
| book 140.10.1 | ναίων· ἐν μὲν γὰρ τῷ Καταλόγῳ (sc. Β 552) Μενεσθέα φησὶν εἶναι τὸν |
| book 140.10.2 | ἡγεμόνα, ἐν δὲ τῇ ἐπὶ ναυσὶ μάχῃ· b(BCE3)T „οἱ μὲν Ἀθηναίων |
| book 140.10.3 | προλελεγμένοι· ἐν δ’ ἄρα τοῖσι / T Φείδας τε Στιχίος τε Βίας τ’ |
| book 140.10.4 | ἐΰσ“ (Ν 689. 691). ταὐτὸν οὖν ἐστι καὶ ἐπὶ Ἀστεροπαίου· b(BCE3)T |
| book 140.10.5 | ὁ μὲν γὰρ Πυραίχμης τὴν πρώτην τῶν Παιόνων ἡγεμονίαν εἶχε, τὴν |
| book 140.15.1 | δὲ δευτέραν Ἀστεροπαῖος. νυνὶ μέντοι τὴν πᾶσαν ἡγεμονίαν αὐτῷ |
| book 140.15.2 | ἀνατίθησι διὰ τὸ τὸν Πυραίχμην ὑπὸ Πατρόκλου ἀνῃρῆσθαι (sc. |
| book 140.15.3 | Π 287—92), b(BE3)T ὥσπερ καὶ Πρωτεσιλάου ἀποθανόντος |
| book 140.15.4 | ὁρῶμεν (sc. Β 704) τὸν Ποδάρκην †ἔχοντα. T |
| book 141-3.1 | υἱέϊ Πηλεγόνος· τὸν δ’ Ἀξιὸς 〈εὐρυρέεθρος / |
| book 141-3.2 | —βαθυδίνησ〉: καὶ τίς χρεία τοῦ πατρός, μέλλοντος αὐτοῦ |
| book 141-3.1 | γενεαλογεῖν αὑτόν; ἀλλ’ ὁ μὲν ὡς ἀγνὼς Ἀχιλλεῖ (τῶν γὰρ ἐπηλύδων |
| book 141-3.2 | ἦν) ἐδίδαξεν αὐτὸν τὸ γένος (cf. Φ 157—60)· ὁ δὲ ποιητής, ἵνα μὴ |
| book 141-3.5.1 | ἐκεῖνος ἐπιμένοι τῷ οἰκείῳ καταλόγῳ, συνέτεμε καὶ τὴν μητέρα ἐδίδα‐ |
| book 141-3.5.2 | ξεν. b(BCE3)T |
| book 141.1 | {ὑιεϊ} Πηλεγόνος: ὡς „Σαρπηδόνοσ“ (Π 327. 464 al.). |
| book 141.2 | οὕτως καὶ ὁ Ἀσκαλωνίτης (p. 59 B.), ἐπεί, φησίν, ἡ εὐθεῖα ὀξύνεται, |
| book 141.3 | Πηλεγών. τὸ δὲ τοιοῦτον οὔπω ἐχυρόν, ἐπεί τοι ἐπιζητήσειέ τις· διὰ τί |
| book 141.4 | γὰρ ἡ εὐθεῖα οὐ βαρύνεται; ἄμεινον οὖν οὕτως λέγειν ὡς ἐκ τῆς |
| book 141.5.1 | κλίσεως πολλάκις καταλαμβανόμεθα τοὺς τόνους τῶν εὐθειῶν. τὰ δὲ |
| book 141.5.2 | εἰς γων λήγοντα 〈ἀρσενικὰ〉 ὑπὲρ δύο συλλαβὰς τότε μὲν θέλει |
| book 141.5.3 | ὀξύνεσθαι, ὁπότε διὰ τοῦ ο κλίνεται, τότε δὲ βαρύνεσθαι, ὁπότε διὰ |
| book 141.5.4 | τοῦ ω ἢ διὰ τοῦ ντ. τοῦ μὲν οὖν προτέρου „Παφλαγόνοσ“ (cf. Β 851. |
| book 141.5.5 | Ε 577), „Λαιστρυγόνοσ“ (κ 106. 199), Πηλαγόνος, „Πηλαγόνων |
| book 141.10.1 | ἐλατῆρα“ (Call. h. 1, 3), ἀρηγών (λέγω δὲ ἐπὶ τοῦ συμμάχου), |
| book 141.10.2 | ἀρσενικῶς „ἀρηγόνος ἡμετέροιο“ (ignoti auctoris). οὕτως οὖν καὶ τὸ |
| book 141.10.3 | Πηλεγών ὀξυτονηθήσεται· Πηλεγόνος γάρ, καὶ Πηλεγόνα ἡ |
| book 141.10.4 | αἰτιατική, „ὃς τέκε Πηλεγόνα“ (Φ 159). τὰ δὲ ἄλλως κλιθέντα βαρύνε‐ |
| book 141 | ται, „Οὐκαλέγων“ (Γ 148), „Πελάγων“ (Ε 695), Σαλάγγων, „μέσφα |
| book 141.15.1 | Σαλάγγωνος ποταμοῦ“ (Ap. Rh. 4, 337). τὸ δὲ καταπύγων βαρυνό‐ |
| book 141.15.2 | μενον καὶ διὰ τοῦ ο κλιθὲν εἶχεν ἀφορμὴν †τὸ βαρυνόμενον παρώ‐ |
| book 141.15.3 | νυμον εἶναι τοῦ κατάπυγος, ὡς καὶ τοῦ ἄπειρος τὸ „ἀπείρων“ (Ω 545. |
| book 141.15.4 | 776). A |
| book 142.1 | Ἀκεσσαμενοῖο: ὀξυτονητέον τὸ Ἀκεσσαμενός, ἵνα ὄνομα |
| book 142.2 | γένηται. οὕτως δὲ ἔχει καὶ Δεξαμενός, Τισαμενός. AT |
| book 143 | 〈τῇ γάρ ῥα μίγη:〉 ἐν ἄλλῳ „τῇ γάρ ῥ’ ἐμίγη“. Aim |
| book 145-6a.1 | μένος δὲ οἱ ἐν φρεσὶ 〈θῆκε / Ξάνθος, ἐπεὶ |
| book 145-6a.2 | κεχόλωτο〉: δαιμονίως οὐκ ἀθρόαν τὴν τοῦ ποταμοῦ ὀργὴν εἰσάγει, |
| book 145-6a.3 | ἀλλὰ πρῶτον μὲν δι’ ἑτέρου ἐπιβουλεύει τῷ Ἀχιλλεῖ, εἶτα (sc. Φ 234) |
| book 145-6a.4 | δ’ αὐτὸς ἐπιφέρεται. T |
| book 145-6b1.1 | ἄλλως· μένος δὲ οἱ ἐν φρεσὶ 〈θῆκε / — |
| book 145-6b1.2 | κεχόλωτο〉: ὅτι ψυχικὴ †ἀρετὴ ἡ δύναμις†. πιθανὸν δὲ ποταμοῦ |
| book 145-6b1.3 | αὐτὸν ἀπόγονον εἶναι, ὅπως πλέον ἐρεθίσῃ τὸν ποταμόν. T |
| book 145-6b2.1 | ψυχικὴ γὰρ ἀρετή ἐστιν ἡ εὐθαρσία. πιθανῶς δὲ αὐτὸν |
| book 145-6b2.2 | υἱὸν ποιεῖ ποταμοῦ, ἵνα πλέον ἐρεθίσῃ τὸν ποταμόν. b(BCE3 E4) |
| book 146.1 | 〈κεχόλωτο δαϊκταμένων αἰζηῶν:〉 ὅτι λείπει ἡ περὶ |
| book 146.2 | πρόθεσις. Aim |
| book 147.1 | οὐδ’ ἐλέαιρεν: Πῖος (fr. 7 H.) ψυχρόν φησι τὸ ἐπίθετον, |
| book 147.2 | εἴτε ἐπὶ τῶν Τρώων (πῶς γὰρ ἄξιον ἐγκαλεῖν Ἀχιλλεῖ ὅτι οὐκ ἐλεεῖ |
| book 147.3 | τοὺς πολεμίους;), εἴτε ἐπὶ τοῦ ποταμοῦ ὅτι αὐτὸν οὐκ ἠλέει, οὐχ |
| book 147.4 | ἁρμόζον ἐπὶ θεοῦ. b(BCE3)T |
| book 150a | τίς πόθεν εἶς ἀνδρῶν: πιθανὴ ἡ εἰσβολὴ ἐκ τοῦ καιροῦ, |
| book 150a | ὅτι τῶν ἄλλων φευγόντων οὗτος μόνος ἀντέστη. b(BCE3E4)T |
| book 150b | 〈ὅ μευ:〉 τινὲς „ὅ μου“. Til |
| book 155a.1 | Παίονας ἄνδρας 〈ἄγων δολιχεγχέασ〉: ὅτι ἕτερος |
| book 155a.2 | οὗτος Παιόνων ἡγεμών, ὃν οὐ κατείλοχε διὰ τοῦ Καταλόγου (cf. Β |
| book 155a.3 | 848—50). A |
| book 155b1.1 | δολιχεγχέας: ὡς „εὐειδέασ“ (cf. Γ 48)· παραιτητέον |
| book 155b1.2 | γὰρ τοὺς ἄλλως ἀναγινώσκοντας. A |
| book 155b2 | παροξύνεται δὲ τὸ δολιχεγχέας ὡς „εὐειδέασ“. b(BCE3) |
| book 155c1.1 | δολιχεγχέας: καὶ πῶς ἐν τῷ Καταλόγῳ (sc. Β 848 |
| book 155c1.2 | φησὶν αὐτοὺς „ἀγκυλοτόξουσ“; καὶ γὰρ καὶ Τεῦκρος ἐπαμφοτερίζει. |
| book 155c1.3 | ἴσως δὲ δισσὸν ἦν τὸ γένος, καὶ οἱ μὲν ὑπὸ Πυραίχμῃ, οἱ δὲ ὑπ’ |
| book 155c1.4 | Ἀστεροπαίῳ εἰσίν. T |
| book 155c2.1 | καὶ πῶς ἐν τῷ Καταλόγῳ „ἀγκυλοτόξουσ“ αὐτούς φησιν; |
| book 155c2.2 | ἴσως οὖν διττὸν ἦν τὸ γένος, τὸ μὲν τοξεῦον, τὸ δὲ ἀκοντίζον. ἢ καὶ |
| book 155c2.3 | ἐπαμφοτερίζουσιν, ὡς καὶ Τεῦκρος. b(BCE3) |
| book 156.1 | 〈ἠὼς ἑνδεκάτη, ὅτ’ ἐς Ἴλιον〉 εἰλήλουθα: ἀντὶ τοῦ |
| book 156.2 | ᾠχόμην, ὡς „ᾤμωξαν ἀολλέεσ“ (Ψ 12) ἀντὶ τοῦ ᾤμωζον, ὥστε πρὸ |
| book 156.3 | ἕνδεκα ἡμερῶν ἐκ Παιονίας ἐξεληλυθέναι. διὰ τούτου δὲ λύσις τοῦ πῶς |
| book 156.4 | πρὸ πέντε ἡμερῶν τὸν Κατάλογον ποιησάμενος οὐκ ἐμνήσθη τοῦ |
| book 156.5 | Ἀστεροπαίου· οὔπω γὰρ ἦν φθάσας. T |
| book 159.1 | τὸν δέ μέ φασι: ὁ Ἀσκαλωνίτης (p. 59 B.) ἐκ πλήρους |
| book 159.2 | λαμβάνει τὴν ἀντωνυμίαν καὶ ὀρθοτονεῖ, εἰσὶ μέντοι, οἳ ἀπολύτως |
| book 159.3 | ἀνέγνωσαν. ὅμοιον δέ ἐστι τὸ ἐν Ὀδυσσείᾳ (α 215) „μήτηρ μέν τέ μέ |
| book 159.4 | φησι τοῦ ἔμμεναι“· καὶ οὐδέν ἐστι τὸ κωλῦον. A |
| book 162a1.1 | ὁ δ’ ἁμαρτῇ 〈δούρασιν ἀμφίσ〉: Ἀρίσταρχος ἀπο‐ |
| book 162a1.2 | κοπὴν εἶναι βούλεται τοῦ ἁμαρτήδην, ὅ ἐστιν ἅμα· διὸ καὶ χωρὶς τοῦ |
| book 162a1.3 | ι γράφει. ἐν δὲ τῇ Μασσαλιωτικῇ „ὁ δ’ ἁμαρτῇ δούρασιν ἄμφω“· καὶ |
| book 162a1.4 | λόγον ἔχει. A |
| book 162b1.1 | ἁμαρτῇ: περισπαστέον καὶ σὺν τῷ ι γραπτέον κατὰ |
| book 162b1.2 | τὸν χαρακτῆρα τῶν εἰς τη ληγόντων ἐπιρρημάτων. καὶ διελέγχει ἡ |
| book 162b1.3 | παράδοσις τὸν Ἀρίσταρχον, ἔχουσα τὸ ι. A |
| book 162b2/a2.1 | ἁμαρτῇ: περισπᾶται καὶ σὺν τῷ ι γράφεται· ἔστι |
| book 162b2/a2.2 | γὰρ παρὰ τὸ ἅμα ἀρτῶ. | ὁ δὲ Ἀρίσταρχος δίχα τοῦ ι, ἀπὸ τοῦ |
| book 162b2/a2.3 | ἁμαρτήδην λέγων ἀποκεκόφθαι τὴν λέξιν, κακῶς. T |
| book 162a3 | 〈ἀμφίς:〉 „ἄμφω“ ἡ Μασσαλιωτική. Til |
| book 162c.1 | ἀμφίς: δίχα. „τὼ δ’ ἀμφὶς φρονέοντε“ (Ν 345), „ζυγὸν |
| book 162c.2 | 〈οἶον〉 ἐΰξοον ἀμφὶς ἐέργει“ (Ν 706), εἰς ἑκάτερα διείργει. b(BCE3)T |
| book 162c.3 | „καὶ εἴριον ἀμφὶς ἀνέλκει“ (Μ 434). „ἀμφὶς ἐάγη“ (Λ 559). T ἀμ‐ |
| book 162c.4 | φίβολον δέ, πότερον ‘ἁμαρτῇ ἀνέσχετο‘ ἢ ἁμαρτῇ ἀμφίς, ἐξ |
| book 162c.5 | ἑκατέρου μέρους· ὃ καὶ ἄμεινον· περιδέξιος γάρ ἐστιν. b(BCE3)T |
| book 163a.1 | {ἐπεὶ} περιδέξιος: ἄμεινον συνθέτως ἀναγινώσκειν, ὡς |
| book 163a.2 | „ἐπιδέξιοσ“ (cf. Β 353. φ 141) καὶ ἀμφιδέξιος. A |
| book 163b.1 | περιδέξιος: τινὲς ἀντὶ τοῦ ὑπερδέξιος, b(BCE3E4)T |
| book 163b.2 | μεγάλως δεξιός, ὡς „περίεσσι γυναικῶν“ (ς 248). οἱ δὲ ἀμφιδέξιος. |
| book 163b.3 | b(BCE3)T τὴν δὲ ἀσπίδα ἀπέβαλεν ὡς δύσχρηστον ἐν ὕδασι. |
| book 163b.4 | δύναται δὲ καὶ πελτάριον ἔχειν ὡς οἱ τοξόται. b(BCE3E4)T |
| book 165a.1 | χρυσὸς γὰρ ἐρύκακε δῶρα θεοῖο: ὅτι ἄτρωτα τὰ |
| book 165a.2 | Ἡφαιστότευκτα ὅπλα. ἡ δὲ ἀναφορὰ πρὸς τοὺς ἠθετημένους ἐν τῇ |
| book 165a.3 | πρὸ ταύτης ῥαψωδίᾳ (sc. Υ 269—72), „ἀλλὰ δύω μὲν ἔλασσε διὰ |
| book 165a.4 | πτύχασ“ (Υ 269). A |
| book 165b.1 | 〈χρυσὸς γὰρ—θεοῖο:〉 Ἀριστόνικος (p. 308 |
| book 165b.2 | Friedl.) ὅτι ἄτρωτα τὰ Ἡφαιστότευκτα ὅπλα. ἡ δὲ ἀναφορὰ πρὸς |
| book 165b.3 | τοὺς ἠθετημένους στίχους (sc. Υ 269—72). Ge |
| book 165c1.1 | χρυσὸς γὰρ ἐρύκακε: οὐκοῦν ἐπιπόλαιος ἦν ὁ χρυσός. |
| book 165c1.2 | εἰ δέ φησιν ὅτι μέχρι τινὸς ἔρρηξε, μέσην τακτέον τὴν χρυσῆν πτύχα |
| book 165c1.3 | κατὰ Πορφύριον (cf. Porph. 1, 245, 11). b(BCE3)T δύναται δὲ |
| book 165c1.4 | καὶ οὕτως εἶναι πρῶτος. b(BCE3) |
| book 165c2 | ὅτι ἐν ἐπιφανείᾳ 〈ἡ〉 χρυσῆ πτυχή. Ge |
| book 166a.1 | τῷ δ’ ἑτέρῳ μιν 〈πῆχυν ... βάλε χειρόσ〉: ὅτι |
| book 166a.2 | ἀρχαϊκῶς πάλιν τὸν πῆχυν αὐτὸν ἔβαλεν, οὐχὶ τὸν πῆχυν αὐτοῦ. A |
| book 166b | 〈ἐπιγράβδην:〉 ὡς ἐπιξέσαι. Til |
| book 167a.1 | σύτο δ’ αἷμα: ὑπὸ μόνου τούτου Ἀχιλλεὺς τιτρώσκεται. |
| book 167a.2 | A b (BCE3E4)T |
| book 167b1.1 | ἡ δ’ {ὑπὲρ αὐτοῦ}: ὡς τὸ „νεφέλη δέ μιν 〈ἀμφιβέβηκε / |
| book 167b1.2 | κυανέη·〉 τὸ μὲν οὔποτ’ ἐρωεῖ“ (μ 74—5), οὕτω καὶ νῦν πρὸς τὴν |
| book 167b1.3 | συνώνυμον μελίαν (cf. Φ 162) ὑπήντησεν. T |
| book 167b2.1 | σημείωσαι ὅτι „τῷ 〈δ’〉 ἑτέρῳ“ (Φ 166) εἰρηκὼς ἐπήγα‐ |
| book 167b2.2 | γεν ἡ δ’ ὑπὲρ αὐτοῦ / „γαίῃ ἐνεστήρικτο“ (Φ 167—8). Aint |
| book 169a.1 | ἰθυπτίωνα: ἀπὸ τοῦ „ἰθὺ βέλος πέτεται“ (Υ 99). b |
| book 169a.2 | (BCE3)T μεταφορικῶς δὲ ἀπὸ τοῦ φοροῦντος τὸ πλεονέκτημα |
| book 169a.3 | ἐπὶ τὸ φορούμενον μετήγαγεν. ἔστιν οὖν ‘κατ’ εὐθὺ πετομένην‘. |
| book 169a.4 | b(BE3)T |
| book 169b1.1 | ἰθυπτίωνα: ὅτι Ζηνόδοτος γράφει „ἰθυκτίωνα“ διὰ τὸ |
| book 169b1.2 | κτηδόνας λέγεσθαι τῶν ξύλων τὰς γραμματοειδεῖς διαφύσεις. παρέλκει |
| book 169b1.3 | δὲ νῦν τὸ περὶ τῆς τοῦ ξύλου φύσεως εἰπεῖν. τὸ μέντοι ἰθυπτίωνα εἰς |
| book 169b1.4 | εὐθὺ φερομένην, ἀναφερομένου τοῦ ἐπαίνου εἰς τὸν ἀκοντίζοντα· „καὶ |
| book 169b1.5 | δ’ ἄλλως τοῦ γ’ ἰθὺ βέλος πέτεται“ (Υ 99). A Ge |
| book 169b2.1 | ἄλλως· ἰθυπτίωνα: †ἀρίσταρχος† „ἰθυκτίωνα“, ὅ ἐστιν |
| book 169b2.2 | ἐπ’ εὐθείας ἔχουσαν τὰς κτηδόνας καὶ τὰς ἐν τοῖς ξύλοις διαφύσεις. T |
| book 169c.1 | 〈ἰθυπτίωνα:〉 ἐπ’ εὐθείας φερομένην ὑπὸ τῆς εὐστοχίας |
| book 169c.2 | τοῦ Ἀχιλλέως. | οἱ δὲ γράφοντες „ἰθυκτίωνα“ φασὶ κτηδόνας |
| book 169c.3 | καλεῖσθαι τὰς κατ’ εὐθεῖαν διαφύσεις τῶν ξύλων οἷον ἶνας. ἰθυπτίωνα |
| book 169c.4 | δὲ λέγει τὴν ἐπ’ εὐθείας πετομένην καὶ πορευομένην. | ὅτι Ζηνόδοτος |
| book 169c.5.1 | γράφει „ἰθυκτίωνα“ καὶ Καλλίστρατος. | Ἑρμαπίας περισπᾷ τὴν |
| book 169c.5.2 | παρεσχάτην, „ἰθυπτιῶνα“ ὡς Ἑλικῶνα. Ge |
| book 171.1 | καὶ τοῦ μέν ῥ’ ἀφάμαρτεν: ἐναγώνιον τὸ τιτρώσκεσθαι |
| book 171.2 | (cf. Φ 166—7) καὶ ἀποτυγχάνειν Ἀχιλλέα. T |
| book 172a | μεσ〈σ〉οπαλὲς 〈δ’ ἄρ’ ἔθηκε κατ’ ὄχθης μείλινον |
| book 172a.1 | ἔγχος:〉 μέχρι τοῦ μέσου παλλόμενον· οὕτω γὰρ τὸ μετὰ βίας ἐκ‐ |
| book 172a.2 | πεμφθὲν σημαίνει, ὅτι μέχρι τοῦ μέσου καταπεπηγὸς τὸ δόρυ περὶ |
| book 172a.3 | τὸν οὐρίαχον ἐπάλλετο. δηλοῖ δὲ καὶ τὸ ὑποκείμενον ἔδαφος τελματῶ‐ |
| book 172a.5.1 | δες ὄν. b(BCE3E4)T τοῦτο δὲ οἰκονομεῖ, ἵν’ ἑξῆς (sc. Φ 174—7) |
| book 172a.5.2 | ἐπιχειρῶν Ἀστεροπαῖος ἀνελκύσαι αὐτὸ 〈μὴ〉 δυνατὸς ᾖ. ἢ ὅτι δόρυ |
| book 172a.5.3 | ἐκ μέσου πάλλεται. T |
| book 172b1.1 | μεσσοπαλές: ἔνιοι „μεσσοπαγέσ“ διὰ τοῦ γ, οὐκ εὖ· |
| book 172b1.2 | βούλεται γὰρ λέγειν ‘ἕως μέσου παλλόμενον‘, δι’ οὗ τὸ σφοδρὸν τῆς |
| book 172b1.3 | βολῆς παρίστησιν. οὕτως Ἀρίσταρχος. A |
| book 172b2 | οὕτως Ἀρίσταρχος μεσσοπαλές. Aint |
| book 172b3 | μεσ〈σ〉οπαλές, οὕτω διὰ τοῦ λ. Til |
| book 172c.1 | κατ’ ὄχθης: ὅτι ἣν νῦν ὄχθην εἴρηκεν, ἑξῆς (sc. Φ 175) |
| book 172c.2 | κρημνόν· „οὐ δύνατ’ ἐκ κρημνοῖο“· πάντα γὰρ τὰ ὑψηλὰ ὄχθαι |
| book 172c.3 | λέγονται. A |
| book 173a1.1 | Πηλεΐδης δ’ ἄορ 〈ὀξὺ ἐρυσσάμενοσ〉: ὅτι ὡς περὶ |
| book 173a1.2 | ἑτέρου λέγει, προειπὼν „δεύτερος αὖτ’ Ἀχιλ{λ}εύσ“ (Φ 169). A |
| book 173a2 | {πηλείδης δέ·} ἐπανείληφεν ὡς περὶ ἑτέρου διαλεγόμενος. T |
| book 173b.1 | Πηλείδης δ’ ἄορ 〈ὀξὺ ἐρυσσάμενοσ〉: Ἀριστόνικος |
| book 173b.2 | (p. 309 Friedl.) ὅτι ὡς περὶ ἑτέρου λέγει· εἴρηκε γάρ· „δεύτερος |
| book 173b.3 | αὖτ’ Ἀχιλ{λ}εύσ“ (Φ 169). Ge |
| book 174a1.1 | ἆλτ’ ἐπί οἱ 〈μεμαώσ〉: ἡ οἷ ἀντωνυμία ἀπόλυτός ἐστι |
| book 174a1.2 | καὶ ἐγκλιτική· διὸ τῆς ἐπί προθέσεως τὸ τέλος ὀξύνουσιν. A |
| book 174a2 | ἀπόλυτος ἡ οἷ. Til |
| book 174a3 | {ἆλτ’ ἐπί οἱ:} Πτολεμαῖος ὁ Ἀσκαλωνίτης τὸ ἐπί βα‐ |
| book 174a3 | ρύνει· †ἔστι γὰρ ψιλοῦν αὐτό. Ge |
| book 175 | 〈οὐ δύνατ’—χειρὶ παχείῃ:〉 γραφικῶς. Til |
| book 179a.1 | 〈Ἀχιλεὺς σχεδὸν ἄορι θυμὸν ἀπηύρα:〉 λείπει τὸ |
| book 179a.2 | ἐλθών. b(BCE3)Til |
| book 179b.1 | ἄορι: τῷ δόρατι. Φιλήτας (fr. 23 Pow. = 27 K.)· „καί |
| book 179b.2 | κεν Ἀθηναίης δολιχαόρου“ ἀντὶ τοῦ ‘μέγα δόρυ ἐχούσησ‘. T |
| book 181.1 | χολάδες: τὰ ἔντερα, ἀπὸ τῆς κοιλότητος ἢ τοῦ κεχαλάσθαι, |
| book 181.2 | b(BCE3E4)T ὅθεν καὶ κῶλον. T οἱ δὲ τὰ ἔντερα, ἃ τὴν |
| book 181.3 | ξανθὴν ἔχει χολήν· τῆς γὰρ χολῆς ἡ μὲν ξανθή, ὅθεν ὁ ἴκτερος, ἡ δὲ |
| book 181.4 | μέλαινα, ἀφ’ ἧς αἱ μελαγχολίαι. b(BCE3E4)T |
| book 183a | 〈ἐξενάριξε:〉 ἐν ἐνίαις διὰ τοῦ ζ „ἐξενάριζε“. Aint |
| book 183b | 〈εὐχόμενος:〉 ὅτι ἀντὶ τοῦ καυχώμενος. Aim |
| book 184-5.1 | Κρονίωνος / παισίν: ἀντὶ τοῦ ἐκγόνοις. b(BCE3)T |
| book 184-5.2 | Αἰακοῦ γὰρ καὶ Ἐνδηΐδος τῆς Σκείρωνος Πηλεύς, οὗ Ἀχιλλεύς. T |
| book 185a1.1 | ποταμοῖό περ ἐκγεγαῶτι: ὅτι περισσὸς ὁ πέρ, ὡς |
| book 185a1.2 | ἐκεῖ „φυγόντι περ αἰπὺν ὄλεθρον“ (ρ 47). | οὕτως δὲ κατὰ δοτικὴν |
| book 185a1.3 | ἐκγεγαῶτι αἱ Ἀριστάρχου. A |
| book 185a2 | περισσὸς ὁ πέρ. b(BCE3)T | Ἀρίσταρχος δὲ τὸ |
| book 185a2 | ἐκγεγαῶτι κατὰ δοτικήν. T |
| book 186a.1 | φῆσθα {σὺ μὲν ποταμοῦ}: εἴτε ἐνεστῶτα σημαίνει, προ‐ |
| book 186a.2 | περισπασθήσεται, εἴτε δεύτερον ἀόριστον, ὁμοίως. τούτῳ δὲ μόνῳ |
| book 186a.3 | διαλλάξει τῷ σὺν τῷ ι γράφεσθαι τὸ η ἐπὶ τοῦ ἐνεστῶτος. A |
| book 186b.1 | φῆσθα: προπερισπαστέον· παρατατικοῦ γάρ ἐστιν. b |
| book 186b.2 | (BCE3)T Τυραννίων (fr. 46 P. = 48 H.) δὲ βαρύνει ὡς ἐνεστῶ‐ |
| book 186b.3 | τος b(BE3)T χρόνου καὶ μετὰ τοῦ ι γράφει. T |
| book 186c.1 | 〈φῆσθα σὺ μὲν〉 ποταμοῦ γένος 〈ἔμμεναι〉: ἀλλὰ |
| book 186c.2 | καὶ Αἴγινα Ἀσωποῦ. οὐκ εὐτελίζει οὖν τοὺς ποταμούς, ἀλλὰ Δία προ‐ |
| book 186c.3 | κρίνει (cf. Φ 187—91). ἄλλως τε τὰ τῶν πατέρων ἀεὶ προκρίνει ὁ |
| book 186c.4 | ποιητής. T |
| book 189.1 | Αἰακός: ἐπειδὴ ἀετῷ εἰκασθεὶς ἐμίγη αὐτῇ, τὸν παῖδα |
| book 189.2 | Αἰακὸν ὠνόμασεν. T |
| book 190a1.1 | ἁλιμυρηέντων: κυρίως μύρεσθαι τὸ ἐπὶ μόρῳ τινὸς θρη‐ |
| book 190a1.2 | νεῖν. φησὶ δὲ „οὐδέ τί πῃ δύναμαι προχέειν ῥόον εἰς ἅλα δῖαν“ |
| book 190a1.3 | (Φ 219). T |
| book 190a2.1 | 〈ἁλιμοιρηέντων:〉 κυρίως μύρεσθαι τὸ ἐπὶ μόρῳ τι‐ |
| book 190a2.2 | νὸς θρηνεῖν, | ὅπερ καὶ ἐνταῦθα Ἀρίσταρχος οὐ καλῶς ὑπενόησε, διὰ |
| book 190a2.3 | ψιλοῦ γράφων τοῦ υ· δηλοῖ γὰρ b(BCE3) τοὺς τὴν ἰδίαν μοῖραν |
| book 190a2 | εἰσβάλλοντας ἐν ἁλί. b(BCE3E4) |
| book 191.1 | 〈κρείσσων δ’ αὖτε:〉 Ἀρίσταρχος ἔξω τοῦ δέ, „κρείσσων |
| book 191.2 | αὖτε“. Aim |
| book 192.1 | καὶ γὰρ σοὶ ποταμός 〈γε πάρα μέγασ〉: ἤτοι περὶ |
| book 192.2 | τοῦ Ἀξιοῦ φησιν, οἷον ‘πάρεστι σοι ποταμὸς ὁ πρόγονοσ‘· ἢ καὶ |
| book 192.3 | μᾶλλον ‘πάρεστί σοι ὁ Ξάνθοσ‘, ἵνα διὰ τούτου ἐπὶ τὴν ὀργὴν προ‐ |
| book 192.4 | καλῆται τὸν Ξάνθον. T |
| book 192-3a1.1 | καὶ γὰρ σοὶ ποταμός γε 〈πάρα μέγας, εἰ |
| book 192-3a1.2 | δύναταί τι / χραισμεῖν〉: ἤτοι συναπτέον μέχρι τοῦ χραισμεῖν |
| book 192-3a1.3 | (193)· ἢ στικτέον μετὰ τὸ μέγας (192), ὑποστικτέον AT δὲ |
| book 192-3a1.4 | μετὰ τὸ εἰ δύναταί τι, ἵνα τὸ χραισμεῖν ἀντὶ προστακτικοῦ κέηται. A |
| book 192-3a2.1 | μέγας, φησίν, ἐστὶν ὁ ποταμός, εἴ γε δύναται καὶ |
| book 192-3a2.2 | χραισμεῖν, ἵνα μὴ στίξωμεν εἰς τὸ μέγας (192). εἰ δὲ ᾖ στιγμὴ εἰς τὸ |
| book 192-3a2.3 | μέγας, λέγει ὅτι εἰ δύναται χραισμεῖν, χραισμείτω. b(BCE3E4) |
| book 194.1 | τῷ οὐδὲ κρείων Ἀχελώϊος ἰσοφαρίζει: Ἡρακλῆς εἰς |
| book 194.2 | Ἅιδου κατελθὼν ἐπὶ τὸν Κέρβερον, συνέτυχε Μελεάγρῳ τῷ Οἰνέως· οὗ |
| book 194.3 | καὶ δεηθέντος γῆμαι τὴν ἀδελφὴν Δηϊάνειραν, ἐπανελθὼν εἰς φῶς |
| book 194.4 | ἔσπευσεν εἰς Αἰτωλίαν πρὸς Οἰνέα. καταλαβὼν δὲ †μνηστευομένην |
| book 194.5.1 | τὴν κόρην Ἀχελῷον τὸν πλησίον ποταμόν, διεπάλαισεν αὐτῷ ταύρου |
| book 194.5.2 | μορφὴν ἔχοντι· οὗ καὶ ἀποσπάσας τὸ ἕτερον τῶν κεράτων ἔλαβε τὴν |
| book 194.5.3 | παρθένον. φασὶ δὲ αὐτὸν τὸν Ἀχελῷον παρὰ Ἀμαλθείας τῆς Ὠκεανοῦ |
| book 194.5.4 | κέρας λαβόντα δοῦναι τῷ Ἡρακλεῖ καὶ τὸ ἴδιον ἀπολαβεῖν. δοκεῖ δὲ |
| book 194.5.5 | τῶν ἐν τῇ Ἑλλάδι ποταμῶν μέγιστος εἶναι ὁ Ἀχελῷος· διὸ καὶ πᾶν |
| book 194.10 | ὕδωρ τῇ τούτου προσηγορίᾳ καλεῖται. ἡ ἱστορία παρὰ Πινδάρῳ |
| book 194 | (fr. 249a = dith. II p. 75 Sn.). A Ge |
| book 194a1.1 | οὐδὲ κρείων Ἀχελώϊος 〈ἰσοφαρίζει〉: ἡ ἀρχαία |
| book 194a1.2 | Ἑλλὰς περὶ Δωδώνην καὶ Σελλοὺς ἔκειτο, ὅθεν ὁ Ἀχελῷος ἐκρέων δι’ |
| book 194a1.3 | Αἰτωλίας εἰς τὸν Ἀμβρακικὸν ἐξῄει κόλπον, ἄχρις οὗ Ἡρακλῆς αὐτὸν |
| book 194a1.4 | ἀπέτρεψεν. μέγιστος οὖν τῶν ταύτῃ ποταμῶν ὁ Ἀχελῷος· διὸ |
| book 194a1.5 | Ἀχελῷος πᾶν πηγαῖον ὕδωρ. καὶ τὸ ἐν Δωδώνῃ δὲ μαντεῖον 〈ἐν〉 |
| book 194a1 | ἅπασι τοῖς χρησμοῖς κελεύει θύειν Ἀχελῴῳ. T |
| book 194b1.1 | 〈κρείων〉 Ἀχελώϊος: πρεσβύτερον τῶν ἄλλων ἥγηνται |
| book 194b1.2 | τὸν Ἀχελῷον· διὸ καὶ κρείοντα αὐτόν φησιν. T |
| book 194b2/a2.1 | τῶν ἄλλων πάντων ποταμῶν μείζονα εἶναι λέγουσιν |
| book 194b2/a2.2 | Ἀχελῷον· ὅθεν καὶ κρείοντα αὐτὸν πρὸς τοὺς ἄλλους λέγει. | ῥεῖ δὲ |
| book 194b2/a2.3 | δι’ Ἀκαρνανίας καὶ Δωδώνης. b(BCE3) |
| book 194c1 | 〈οὐδέ:〉 Ἀρίστ〈αρχοσ〉 „οὔτε {βαθυρείταο}“. Aim |
| book 194c2 | ἄλλως· οὐδέ {κρείων}: „οὔτε“ διὰ τοῦ τε. T |
| book 194d.1 | 〈Ἀχελώϊος:〉 Ἀχελῷος λέγεται διὰ τὴν τοῦ ι ἐκφώνησιν |
| book 194d.2 | καὶ Ἀχελωὸς ὀξυτόνως ἄνευ τοῦ ι γράφεται, παρὰ τὴν τοῦ α ἐπίτασιν |
| book 194d | καὶ τὸ ὅλος χέεσθαι. ἢ Ἀχελήϊος. Ge |
| book 195a1.1 | οὐδὲ βαθυρρείταο 〈μέγα σθένος Ὠκεανοῖο〉: ὅτι |
| book 195a1.2 | Ζηνόδοτος αὐτὸν οὐκ ἔγραφεν· γίνεται γὰρ ὁ Ἀχελῷος πηγὴ τῶν |
| book 195a1.3 | ἄλλων πάντων. ἔστι δὲ καθ’ Ὅμηρον ὁ Ὠκεανὸς ὁ ἐπιδιδοὺς πᾶσι τὰ |
| book 195a1.4 | ῥεύματα· διὸ καὶ κατὰ τιμήν φησιν· „οὔτε τις οὖν ποταμῶν ἀπέην |
| book 195a1.5 | νόσφ’ Ὠκεανοῖο“ (Υ 7). A Ge |
| book 195a2 | ὅτι Ζηνόδοτος τοῦτον ἠθέτηκεν ἄρας. Ge |
| book 195b.1 | οὐδὲ βαθυρρείταο〈—Ὠκεανοῖο〉: τοῦτον οὐ |
| book 195b.2 | γράφει Μεγακλείδης· φησὶ γὰρ ἐν τῇ πρώτῃ Περὶ Ὁμήρου· „ποῖον |
| book 195b.3 | ῥεῖθρον μεῖζον Ἀχελῴου, ‘ἐξ οὗπερ πάντες ποταμοί‘ (Φ 196);“ ὥστε |
| book 195b.4 | παρέλιπεν τὸν περὶ τοῦ Ὠκεανοῦ. Κράτης δὲ ἐν δευτέρῳ τῶν Ὁμη‐ |
| book 195b.5 | ρικῶν (fr. 32 M.) δεικνύει ὅτι Ὠκεανὸς Μεγάλη θάλασσα· „ταῦτα |
| book 195b.1 | γάρ, φησί, μόνως ἂν ἁρμόττοι ῥηθῆναι περὶ τῆς ἐκτὸς θαλάσσης, ἣν |
| book 195b.2 | ἔτι καὶ νῦν οἱ μὲν Μεγάλην θάλατταν, οἱ δὲ Ἀτλαντικὸν πέλαγος, οἱ |
| book 195b.3 | δὲ Ὠκεανὸν προσαγορεύουσι. ποταμὸς δὲ ποῖος ἂν δύναιτο ταύτην |
| book 195b.4 | ἔχειν τὴν δύναμιν; καίτοι γ’ ἔνιοι ἐξαιροῦντες τὸν περὶ τοῦ Ὠκεανοῦ |
| book 195b.10.1 | στίχον τῷ Ἀχελῴῳ περιτιθέασι ταῦτα, ὃς οὐχ ὅτι τῆς θαλάσσης |
| book 195b.10.2 | μείων ἐστίν, ἀλλὰ καὶ τῶν ἐν αὐτῇ κόλπων, λέγω δὴ Τυρρηνικοῦ 〈καὶ〉 |
| book 195b.10.3 | Ἰονίου.“ εἶτα δ’ ἐν τῷ τρίτῳ φησὶν ὅτι „καὶ οἱ μετὰ ταῦτα φυσικοὶ |
| book 195b.10.4 | συνεφώνησαν τὸ περιέχον τὴν γῆν κατὰ τὸ πλεῖστον μέρος ὕδωρ |
| book 195b.10.5 | Ὠκεανὸν εἶναι· ἐξ οὗπερ τὸ πότιμον. Ἵππων (Vors.6 38 B 1)· ‘τὰ |
| book 195b.15.1 | γὰρ ὕδατα 〈τὰ〉 πινόμενα πάντα ἐκ τῆς θαλάσσης ἐστί〈ν〉· οὐ γὰρ δή |
| book 195b.15.2 | που τὰ φρέατα βαθύτερα ἢ ἡ θάλασσά ἐστιν, ἐξ ὧν πίνομεν· οὕ‐ |
| book 195b.15.3 | τως γὰρ οὐκ ἐκ τῆς θαλάσσης τὸ ὕδωρ εἴη, ἀλλ’ ἄλλοθέν ποθεν. |
| book 195b.15.4 | νῦν δὲ ἡ θάλασσα βαθυτέρα ἐστὶν τῶν ὑδάτων. ὅσα οὖν καθύπερθεν |
| book 195b.15.5 | τῆς θαλάσσης ἐστίν, πάντα ἀπ’ αὐτῆς ἐστιν.‘ οὕτως τὰ αὐτὰ εἴρηκεν |
| book 195b.20 | Ὅμηρος.“ Ge |
| book 195c.1 | 〈οὐδὲ—Ὠκεανοῖο:〉 τινὲς {δὲ} οὐ γράφουσι τὸν |
| book 195c.2 | στίχον, θέλοντες ἐξ Ἀχελῴου ῥεῖν· τὸν γὰρ αὐτὸν Ὠκεανῷ Ἀχελῷόν |
| book 195c.3 | φασιν. T |
| book 196-7.1 | ἐξ οὗπερ πάντες 〈ποταμοὶ—νάουσιν〉: |
| book 196-7.2 | Ξενοφάνης ἐν τῷ Περὶ φύσεως (Vors.6 21 B 30)· „πηγὴ δ’ ἐστὶ |
| book 196-7.3 | θάλασς’ ὕδατος, πηγὴ δ’ ἀνέμοιο· / οὔτε γὰρ ἐν νέφεσιν †ἔσωθεν |
| book 196-7.4 | ἄνευ πόντου μεγάλοιο / οὔτε ῥοαὶ ποταμῶν οὔτ’ αἰ[θέρος] ὄμβριον |
| book 196-7.5.1 | ὕδωρ, / ἀλλὰ μέγας πόντος γενέτωρ νεφέων ἀνέμων τε / καὶ ποτα‐ |
| book 196-7.5.2 | μῶν“, ὡς Ὅμηρος· ἐξ οὗπερ πάντες ποταμοί. Ge |
| book 196.1 | πᾶσα θάλασσα: ὅλη. ἢ ἐπεὶ πολλὰ πελάγη εἰσίν, Ἀτλαν‐ |
| book 196.2 | τικόν, Λιγυστικόν, Τυρρηνικόν, Λιβυκόν, Μυρτῷον, Αἰγύπτιον, |
| book 196.3 | Παμφύλιον, Ἰκάριον, Αἰγαῖον, Ἑλλήσποντος, Μέλας κόλπος, Εὔ‐ |
| book 196.4 | ξεινος, Κασπία, Ἐρυθρά. A b (BCE3)T |
| book 197.1 | μακρά: βαθέα. καὶ „ἠϊόνος προπάροιθε βαθείησ“ (Β 92) |
| book 197.2 | ἀντὶ τοῦ τῆς μακρᾶς. νάουσι δὲ πιδύουσιν. b(BCE3)T |
| book 200.1 | ἐκ κρημνοῖο: ὅτι ἀντιπέφρακε τῇ ὄχθῃ (cf. Φ 172) τὸν |
| book 200.2 | κρημνόν. Aim T |
| book 202 | δίαινε: διαίνεσθαι κυρίως τὸ ἐκ Διὸς βρέχεσθαι. T |
| book 203a.1 | ἐγχέλυές τε καὶ ἰχθύες: ὅτι Ὅμηρος διαστέλλει τὰς |
| book 203a.2 | ἐγχέλυας ἀπὸ τῶν ἰχθύων· καὶ ἑξῆς (Φ 353)· „τείροντ’ ἐγχέλυές τε |
| book 203a.1 | καὶ ἰχθύεσ“. ἔστι δὲ πιθανεύσασθαι οὕτως δεχόμενον, ἐγχέλυες καὶ οἱ |
| book 203a.2 | ἄλλοι ἰχθύες, ὡς „Ζεὺς δ’ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα“ (Ν 1) κατ’ |
| book 203a.5 | ἐξοχήν. A |
| book 203b.1 | ἐγχέλυες: χωρίζει αὐτὰς τῶν ἰχθύων, ἐπεὶ οὔτε ἐξ ὀχείας |
| book 203b.2 | γίνονται b(BCE3E4)T οὔτε ζωὰ τίκτουσιν T οὔτε σπερ‐ |
| book 203b.3 | ματικοὺς οὔθ’ ὑστερικοὺς ἔχουσι πόρους. οὐκ εἰς θῆλυ καὶ ἄρρεν |
| book 203b.4 | διακρίνονται, ἀλλ’ ἐκ τῶν καλουμένων γῆς ἐντέρων αὐτόματα συνί‐ |
| book 203b.5.1 | στανται ἐν τῷ πηλῷ, ζῶσι δὲ ὄμβρῳ καὶ ὕδατι. φασὶ δὲ καὶ ἀλληλο‐ |
| book 203b.5.2 | φάγους αὐτὰς εἶναι καὶ ζῆν ἑπτὰ ἢ ὀκτὼ ἔτη. b(BCE3E4)T καὶ |
| book 203b.5.3 | ἐν τῷ ἀγορανομικῷ δὲ νόμῳ Ἀθηναίων διέσταλται ἰχθύων καὶ |
| book 203b.5.4 | ἐγχελύων τέλη. T καί φησιν ὡς καὶ οἱ ἐν βάθει ἰχθύες ἀνέβρασσον |
| book 203b.5.5 | ἐσθίοντες αὐτόν. b(BCE3E4)T ἢ ὅτι μάλιστα τῶν ἄλλων |
| book 203b.10 | ἰχθύων σαρκοφαγοῦσιν. b(BE3E4)T |
| book 204a.1 | δημὸν ἐρεπτόμενοι 〈ἐπινεφρίδιον κείροντεσ〉: συν‐ |
| book 204a.2 | απτέον ὅλον τὸν στίχον· τὸ γὰρ ἑξῆς ἐστι δημὸν ἐπινεφρίδιον. |
| book 204a.3 | τὸ δὲ ἐρεπτόμενοι καὶ κείροντες δισσολογεῖται. A b (BCE3E4)T |
| book 204b.1 | δημὸν ἐρεπτόμενοι ἐπινεφρίδιον: περὶ γὰρ τοὺς νε‐ |
| book 204b.2 | φροὺς πολλή ἐστιν ἡ πιμελή. εἴρηνται δὲ νεφροί, ἀφ’ ὧν νείφεται τὰ |
| book 204b.3 | οὖρα. κυρίως δὲ τὸ ἀπὸ τῆς ἔρας τῇ γλώσσῃ ἐπαίρειν ἐρέπτεσθαι. |
| book 204b.4 | A b (BCE3E4)T |
| book 204c.1 | κείροντες: ἀπλήστως ἐσθίοντες· ὅθεν ὁ κόρος. A b (B |
| book 204c.2 | CE3E4)T |
| book 205.1 | Παίονας 〈ἱπποκορυστάς: οὐκ〉 „ἀγκυλοτόξουσ“ (Β 848)· |
| book 205.2 | διεπολέμουν γὰρ πρὸς τοὺς ὁμόρους Θεσσαλούς· διὸ τὴν διαφορὰν |
| book 205.3 | συνέστησεν, ὡς Λυδίων καὶ Λυκίων. T |
| book 206 | 〈πεφοβήατο:〉 συνδεδιωγμένοι ἦσαν. Til |
| book 213.1 | 〈εἰσάμενος, βαθέης δ’ ἐκφθέγξατο:〉 γράφεται καὶ |
| book 213.2 | „εἰδόμενοσ“. τὸ δὲ βαθέης χωρὶς τοῦ δ. Aint |
| book 214-21.1 | 〈ὦ Ἀχιλεῦ—ὄρχαμε λαῶν:〉 ἐντέχνως εὗρεν πρέ‐ |
| book 214-21.2 | ποντας ποταμῷ λόγους, μεταξὺ ὀργῆς καὶ παραγγελίας †ἀνδρῶν |
| book 214-21.3 | λόγων. Ge |
| book 214-5.1 | περὶ μὲν κρατέεις, περὶ δ’ αἴσυλα ῥέζεις 〈/ ἀν‐ |
| book 214-5.2 | δρῶν· αἰεὶ—αὐτοί〉: τοιοῦτόν ἐστιν, ὃ λέγει· ‘ἐν ᾧ διὰ τοὺς |
| book 214-5.3 | θεοὺς κρατεῖς, ἀδικεῖσ‘. T |
| book 214a1.1 | περὶ μὲν κρατέεις, περὶ δ’ αἴσυλα ῥέζεις: οὐκ |
| book 214a1.2 | ἀναστρεπτέον τὴν περί πρόθεσιν· κεῖται γὰρ ἀντὶ τοῦ περισσῶς. A |
| book 214a2.1 | οὐκ ἀναστρεπτέον δὲ τὴν περί· ἔστι γὰρ ἀντὶ τοῦ περισ‐ |
| book 214a2.2 | σῶς. b(BCE3)T |
| book 214b | αἴσυλα: ἐστερημένα αἴσης, ὅ ἐστι τῆς ἰσότητος. b(BCE3) |
| book 214b | T |
| book 215.1 | 〈αἰεὶ γάρ τοι ἀμύνουσιν θεοὶ αὐτοί:〉 ἀφῄρηταί τι |
| book 215.2 | αὐτοῦ τοῦ φρονήματος, ὡς οὐ δι’ ἀνδρείαν πάντα ποιοῦντος καὶ |
| book 215.3 | κατορθοῦντος. Ge |
| book 217a.1 | ἐξ ἐμέθεν γ’ ἐλάσας 〈πεδίον κάτα μέρμερα ῥέζε〉: |
| book 217a.2 | ἀπὸ τῶν ἐμῶν ῥείθρων ἐλάσας. τοῦτο λέγει ἐνεδρεύων, ὅπως ἐναλλόμε‐ |
| book 217a.3 | νος πρὸς τὸ ἐξελάσαι τοὺς Τρῶας εἰς τὸ πεδίον διαφθαρῇ. ὁ δὲ Ἀχιλ‐ |
| book 217a.4 | λεὺς οὐ συνεισήλατο. | τὸν τόπον παραιτεῖται, οὐ κωλύσων τὸν |
| book 217a.5 | φόνον, 〈ἀλλ’〉 ἵν’ ᾖ κατὰ 〈τὸ〉 πεδίον. Ge |
| book 217b1.1 | 〈ἐμέθεν γ’ ἐλάσας:〉 οὕτως διὰ τοῦ γέ, ἐμέθεν γ’ |
| book 217b1.2 | ἐλάσας. Aint |
| book 217b2 | τινὲς „〈ἐμέθεν〉 πελάσασ“. Til |
| book 218a.1 | ἐρατεινὰ ῥέεθρα: ὅτι ἄκαιρον τὸ ἐπίθετον· πεφοίνικται |
| book 218a.2 | γὰρ ὑπὸ τοῦ αἵματος. ὅμοιον οὖν τῷ „ἐσθῆτα φαεινήν“ (ζ 74) καὶ |
| book 218a.3 | „ἄστρα φαεινὴν ἀμφὶ σελήνην“ (Θ 555). A |
| book 218b.1 | ἐρατεινὰ ῥέεθρα: καλῶς τὸ ἐπίθετον εἰς ἔνδειξιν τοῦ |
| book 218b.2 | ὅτι τὰ τοιαῦτα ῥεύματα μεμίανται. b(BCE3)T |
| book 218c | ἐρατεινά: πρὸς τὰ καλά, ἔρωτος ἄξια. Ge |
| book 219a | 〈προχέειν ῥόον:〉 ἐπεὶ καὶ προχοαὶ τὰ ῥεύματα. Til |
| book 219b | εἰς ἅλα δῖαν: μεγάλην, ἀπὸ τοῦ Διός b(BCE3)T ἢ |
| book 219b | παρὰ τὸ δέος. ἢ ὅτι θρεπτικὴ τῶν οὐρανίων. T |
| book 220.1 | στεινόμενος: ὅτι ἀντὶ τοῦ στενοχωρούμενος ὑπὸ τοῦ πλή‐ |
| book 220.2 | θους τῶν νεκρῶν, οὐ στενάζω〈ν〉. A |
| book 221a.1 | {ἀλλ’ ἄγε δὴ καὶ} ἔασον: ψιλῶς· ἔστι γὰρ ἄφες, ἀπὸ τοῦ |
| book 221a.2 | ἐῶ περισπωμένου κείμενον. A |
| book 221b1 | 〈ἔασον:〉 τινὲς πληρώθητι, παρὰ τὸ ἆσαι. Til |
| book 221c1.1 | {ἀλλ’ ἄγε δὴ καὶ} ἔασον: ἀπὸ τοῦ ἥδω τινὲς οἰόμενοι τὸ |
| book 221c1.2 | ἔασον κατὰ διαίρεσιν τῆς πρώτης συλλαβῆς ἐδάσυναν, ἵνα σημαίνῃ |
| book 221c1.3 | τὸ πληρώθητι. ἄμεινον δὲ ψιλοῦν· ἔστι γὰρ ἀπὸ τοῦ ἐάω τὸ ἔασον. T |
| book 221b2/c2.1 | πληρώθητι, κορέσθητι, παρὰ τὸ ἆσαι. | ἢ ἔασον †τοῦ† |
| book 221b2/c2.2 | μιαίνειν τῷ φόνῳ τὰ ῥεύματα. b(BCE3E4) |
| book 221d | ἄγη {μ’ ἔχει}: θαυμασμός, παρὰ τὸ ἄγαν. Tt |
| book 223a1.1 | ἔσται ταῦτα, Σκάμανδρε: ἀμφιβόλως συγκατατίθεται |
| book 223a1.2 | ἀφέξεσθαι τῆς εἰς τὸν ποταμὸν τῶν νεκρῶν ἐμβολῆς. εἶτ’ ἑξῆς παρα‐ |
| book 223a1.3 | βαίνει τὰς συνθήκας, καὶ πάλιν ἐπεισβαίνει τῷ ῥείθρῳ· „ἦ, καὶ |
| book 223a1.4 | Ἀχιλλεὺς μὲν δουρικλυτὸς ἔνθορε μέσσῳ / κρημνοῦ ἀπαΐξασ“ (Φ |
| book 223a1.5 | 233—4). T |
| book 223a2.1 | συγκατατίθεται ὑποχωρῆσαι τοῦ ῥείθρου καὶ πάλιν |
| book 223a2.2 | ἑξῆς ἐπεισβαίνει τῷ ῥείθρῳ· ὅθεν αὐτῷ ἐπεξέρχεται ὁ ποταμός. b |
| book 223a2 | (BCE3E4) |
| book 226.1 | ἀντιβίην ἤ κέν με 〈δαμάσσεται ἤ κεν ἐγὼ τόν〉: |
| book 226.2 | ἤτοι στικτέον ἐπὶ τὸ ἀντιβίην, ἵνα ὀξυτόνως ἀμφοτέρους ἀναγι‐ |
| book 226.3 | νώσκωμεν τοὺς διαζευκτικοὺς συνδέσμους, ἤ κέν με δαμάσσεται ἤ |
| book 226.4 | κεν ἐγὼ τόν, ἵνα τοῦ κέν συνδέσμου δὶς περισσεύοντος ὁ λόγος ᾖ |
| book 226.5.1 | ἀποφατικός, ἢ ἀνελεῖ με ἢ ἐγὼ αὐτόν. ἢ τοῖς ἄνω συναπτέον, ἵν’ ᾖ ὁ |
| book 226.5.2 | λόγος διαπορητικός, ‘τοῦ Ἕκτορος πειραθῆναι (cf. Φ 225) ἄντικρυς, |
| book 226.5.3 | πότερον αὐτὸς ἀνελεῖ με ἢ ἐγὼ αὐτόν‘. A |
| book 227 | 〈δαίμονι ἶσος:〉 ἀκμὴς ὡς θεός. Til |
| book 229-30.1 | οὐ σύ γε βουλάς / εἰρύσαο Κρονίωνος: διὰ τὸ |
| book 229-30.2 | „ἀμφοτέροισι δ’ ἀρήγεθ’, ὅπῃ νόος ἐστὶν ἑκάστου“ (Υ 25). καὶ πρὸς |
| book 229-30.3 | τὸ „εἰ γὰρ Ἀχιλλεὺς οἶος ἐπὶ Τρώεσσι μαχεῖται“ (Υ 26). ὑπομιμνῄσκει |
| book 229-30.4 | οὖν ὅτι δεῖ κωλύειν ἀριστεύοντα οὕτω τὸν Ἀχιλλέα, ἐξουσίαν ἅπαξ |
| book 229-30.5 | δόντος τοῦ Διός. b(BCE3E4)T |
| book 232a.1 | δείελος ὀψὲ δύων: τὴν πρὸς τὴν τοῦ ἡλίου δύσιν |
| book 232a.2 | ὀψίαν δείλην ὑπὸ Ἀττικῶν λεγομένην αὐτὸς ἀρσενικῶς ‘ὀψὲ δύοντα |
| book 232a.3 | δείελον‘ ἔφη. τινὲς δὲ δείλη, ἐπεὶ δειλότεροι τότε ἐγίνοντο τὸ νυκτερινὸν |
| book 232a.4 | οἰωνιζόμενοι σκότος. b(BCE3E4)T |
| book 232b1 | δείελος ὀψὲ δύων: ἡ „δείλη“ (Φ 111) δείελος εἴρηται |
| book 232b1.1 | ὡς ἡ ἑσπέρα „ἕσπεροσ“ (α 423. ς 306), AT ὠνὴ „ὦνοσ“ (cf. |
| book 232b1.2 | Φ 41. Ψ 746 al.), χολὴ „χόλοσ“ (Α 387. Β 241 al.). | τὸ δὲ ὀψὲ |
| book 232b1.3 | δύων ἐν δυσὶ μέρεσι λόγου· εἰ γὰρ ἦν σύνθετον, διὰ τοῦ ι ἐγράφετο, |
| book 232b1.5.1 | ὀψιδύων ὡς ὀψιμαθής, „ὀψιτέλεστον“ (Β 325). οὕτως δὲ καὶ τὸ „ὀψὲ |
| book 232b1.5.2 | δύοντα Βοώτην“ (ε 272). ταῦτα ὁ Ἡρωδιανὸς ἐν τῷ ιθʹ τῆς Καθόλου |
| book 232b1.5.3 | (1,487,4 L.). A |
| book 232b2.1 | 〈δείελος:〉 ἡ „δείλη“ δείελος δὲ εἴρηται ὡς ἑσπέρα |
| book 232b2.2 | „ἕσπεροσ“, ὠνὴ „ὦνοσ“, χολὴ „χόλοσ“. εἰσὶ μέντοι, οἳ καὶ τὸ ε |
| book 232b2.3 | ἐδάσυναν, προσέχοντες τῇ ἐτυμολογία· παρὰ γὰρ τὸ ἐνδεῖν τῇ ἕλῃ. |
| book 232b2.4 | οὐκ ἐπείσθη δὲ αὐτοῖς ἡ παράδοσις. Ge |
| book 232c | 〈δείελος:〉 ὅτι ἀρσενικῶς τὴν δείλην δείελον. Aim |
| book 232d.1 | 〈σκιάσῃ δ’ ἐρίβωλον ἄρουραν:〉 σκίασμα γὰρ γῆς ἡ |
| book 232d.2 | νύξ. Til |
| book 234-5.1 | ὁ δ’ ἐπέσσυτο οἴδματι θύων 〈/ πάντα δ’ ὄρινε |
| book 234-5.2 | ῥέεθρα κυκώμενος, ὦσε δὲ νεκρούσ〉: ἐδεινοποίησε τὸν τόπον |
| book 234-5.3 | τοῖς ὀνόμασιν· τὸ μὲν γὰρ ἐπέσσυτο (234) σφοδρὰν τὴν ὁρμὴν |
| book 234-5.4 | παρίστησι, τὸ δὲ οἶδμα (cf. 234) ἀπὸ τῆς θαλάσσης μετήνεγκε, τὸ δὲ |
| book 234-5.5.1 | θύων (234) ὁρμῶν ἐμμανῶς. ἡ μεταφορὰ δὲ τοῦ κυκᾶσθαι τὸν ποτα‐ |
| book 234-5.5.2 | μὸν (cf. 235) κατὰ τὸ οἴδματι θύειν (cf. 234) καὶ ὀρίνειν τὰ κύματα καὶ |
| book 234-5 | τοὺς νεκροὺς ὠθεῖν (cf. 235). b(BCE3E4)T |
| book 235-40.1 | 〈πάντα δ’ ὄρινε ῥέεθρα κυκώμενος,〉 ὦσε δὲ |
| book 235-40.2 | νεκρούς 〈/ πολλούς, —ἵστατο κῦμα〉: θείας ἐνεργείας τὸ |
| book 235-40.3 | μιᾷ ὁρμῇ τοὺς μὲν νεκροὺς ἐκβάλλειν (cf. 235—8), τοὺς δὲ ζῶντας |
| book 235-40.4 | ἐγκρύπτειν κολποῦντα ἑαυτόν (cf. 238—9), τὸν δὲ Ἀχιλλέα περιΐστα‐ |
| book 235-40.5.1 | σθαι (cf. 240)· διὸ εἶπε πάντα δ’ ὄρινε ῥέεθρα (235) ἀντὶ τοῦ |
| book 235-40.5.2 | διήγειρεν. T |
| book 237-8.1 | τοὺς ἔκβαλλε θύραζε, μεμυκὼσ〈—ῥέεθρα〉: |
| book 237-8.2 | συναπτέον μέχρι τοῦ χέρσον δέ (238)· τὰ δὲ ἑξῆς ἀφ’ ἑτέρας ἀρχῆς |
| book 237-8.3 | ἀναγνωστέον· τὸ γὰρ ἑξῆς ἔκβαλ〈λ〉ε θύραζε (237) χέρσον δέ |
| book 237-8.4 | (238), 〈τὸ δὲ μεμυκὼς ἠΰτε ταῦρος (237) διὰ μέσου〉. | ἐντεῦθεν |
| book 237-8.5.1 | δὲ κινηθέντες οἱ μεθ’ Ὅμηρον ποιηταὶ ταυρομόρφους λέγουσιν εἶναι |
| book 237-8.5.2 | τοὺς ποταμούς. A |
| book 237 | 〈ἔκβαλλε:〉 ἐν ἄλλῳ „{τοὺς} ἐξῆγε“. Aim |
| book 238a1.1 | χέρσον δέ {ζωοὺς δὲ σάω}: μέχρι τούτου τὰ τῆς ἀνα‐ |
| book 238a1.2 | παύσεως, εἶτα ζωοὺς δὲ σάω, ἵνα διαστολὴ γένηται ἥ τε τῶν νε‐ |
| book 238a1.3 | κρῶν καὶ ἡ τῶν ζώντων. A |
| book 238a2.1 | στικτέον εἰς τὸ χέρσον δέ (238), ἵνα μὴ ὁ νοῦς ἐμποδίζοιτο. |
| book 238a2.2 | b(BCE3) |
| book 239.1 | κρύπτων ἐν δίνῃσι βαθείῃσιν μεγάλῃσι: τὸ ὁμοιο‐ |
| book 239.2 | τέλευτον δίδωσι πλάτος τῷ ποταμῷ. T |
| book 241.1 | ὤθει δ’ ἐν σάκεϊ 〈πίπτων ῥόοσ〉: ἀντίπαλος γάρ ἐστιν |
| book 241.2 | Ἡφαίστου τοῦ δημιουργοῦ. T |
| book 242-3 | πτελέην 〈... /〉 εὐφυέα: κυριολεξία, ὡς καὶ ἐπὶ τοῦ |
| book 242-3 | „καί μοι φύσιν αὐτοῦ ἔδειξεν“ (κ 303). T |
| book 242.1 | {ὁ δὲ} πτελέην: ταῦτα ὁ Ἡρωδιανὸς ἐν τῇ ιαʹ τῆς Καθόλου |
| book 242.2 | (1,283,30 L.)· πτελέα, ἰτέα. „καίοντο πτελέαι τε καὶ ἰτέαι“ (Φ 350)· |
| book 242.3 | ὁμοίως γὰρ τὸ ἰτέαι καὶ τὸ πτελέαι. καὶ ὁ δὲ πτελέην ἕλε χερσίν. |
| book 242.4 | ἐπὶ μὲν οὖν τούτου κατὰ τὴν αἰτιατικὴν πτῶσίν τινες ὀξύνουσι (διὸ |
| book 242.5.1 | καὶ τὴν εὐθεῖάν τινες ὤξυνον)· καὶ δῆλον ὅτι κατὰ μεταβολὴν τόνου, |
| book 242.5.2 | ὥσπερ καὶ ἐπὶ τοῦ „ἦλθε κατ’ ἰγνύην βεβλημένοσ“ (Ν 212) τὴν |
| book 242.5.3 | μεταβολὴν τῆς τάσεως ἐποιήσατο. A |
| book 243.1 | ἐκ ῥιζῶν ἐριποῦσα: οὐ παρέλκει τὸ ἐκ ῥιζῶν· b(BCE3) |
| book 243.2 | T βαθύρριζον γὰρ τὸ δένδρον· ὅθεν καὶ ὅλῳ συγκατηνέχθη τῷ |
| book 243.3 | κρημνῷ. b(BCE3E4)T |
| book 244a.1 | κρημνὸν ἅπαντα διῶσεν: τὴν συνεχομένην ὑπὸ τῶν ῥιζῶν γῆν |
| book 244a.2 | πᾶσαν διέλυσε. b(BCE3E4)T |
| book 244b1.1 | {κρημνὰ ἅπαντα} διῶσε〈ν〉: προπερισπαστέον. ἤδη δὲ |
| book 244b1.2 | προείπομεν (sc. ad Α 611. Γ 426 al.) περὶ τῶν τοιούτων ῥημάτων, |
| book 244b1.3 | λέγω δὲ τῶν κατὰ τοὺς παρῳχημένους, τίνα τε τῶν συντεθειμένων |
| book 244b1.4 | φυλάσσει τὸν τόνον καὶ τίνα ἀναδίδωσιν. A |
| book 244b2 | προπερισπωμένως δὲ τὸ διῶσεν. b(BCE3)T |
| book 245 | 〈γεφύρωσεν δέ μιν αὐτόν:〉 ἐν ἄλλῳ „γεφύρωσεν δὲ |
| book 245 | κέλευθον“. Aim |
| book 246a.1 | 〈ἐκ δίνης:〉 Ἀρίσταρχος ἐκ δίνης, ἄλλοι „ἐκ λίμνησ“. |
| book 246a.2 | Aim |
| book 246b.1 | ἐκ δίνης: ὅτι διχῶς γράφεται, „ἐκ λίμνησ“ καὶ ἐκ δίνης. |
| book 246b.2 | τὸ μὲν οὖν ἐκ δίνης ἐκ τῆς συστροφῆς τοῦ ῥοῦ, τὸ δὲ „ἐκ λίμνησ“ ἐκ |
| book 246b.3 | τοῦ καθ’ ὕδατος τόπου· διὸ καὶ τὸν Ὠκεανὸν λίμνην καλεῖ (sc. Ν 21. |
| book 246b.4 | 32 al.). A |
| book 246c.1 | ἐκ δίνης: οὕτως ἡ γραφὴ ὁ δ’ ἂρ ἐκ δίνης. καὶ ἕτεραι |
| book 246c.2 | „ἐκ λίμνησ“. εἰ δὲ μὴ τὸ εὐσταθὲς ὕδωρ Ὠκεανοῦ, οὐ καλεῖ οὕτως· καὶ |
| book 246c.3 | ἐν Ὀδυσσείᾳ (ε 337) „ἀνεδύσατο λίμνησ“. τινὲς δὲ καὶ „〈ἐκ〉 ῥιπῆσ“ |
| book 246c.4 | γράφουσιν. T |
| book 247a | 〈ἤϊξεν πεδίοιο ... πέτεσθαι:〉 ὅτι ἐλλείπει ἡ διά. Aint |
| book 247b | 〈πεδίοιο:〉 γράφεται „πεδίον δέ“. Ail |
| book 247c.1 | ποσὶ κραιπνοῖσιν: εἰ τοὺς πολεμίους διώκων ὠκύτατός |
| book 247c.2 | ἐστιν, χρὴ ἐννοεῖν, περὶ τῆς ἰδίας σωτηρίας δεδοικὼς ποῖος ἦν. |
| book 247c.3 | b(BCE3E4)T |
| book 247d | 〈πέτεσθαι:〉 ἐν ἄλλῳ „φέρεσθαι“. Aim |
| book 249a | ἀκροκελαινιόων: σκυθρωπάζων διὰ τῆς ἐπιφανείας. T |
| book 249b | ἄλλως· ἀκροκελαινιόων: ἐπὶ μὲν τῶν τῆς θαλάσσης |
| book 249b.1 | κυμάτων λέγει „κυρτὰ φαληριόωντα“ (Ν 799). ἀκριβέστατα δὲ ἐπὶ |
| book 249b.2 | τῶν ποταμῶν παρεφύλαξε· κυμαινομένων γὰρ αὐτῶν μέλαινα ἡ |
| book 249b.3 | ἐπιφάνεια ὁρᾶται. τῇ δὲ παραγωγῇ καὶ τῇ συνθέσει τῶν λέξεων ἔδειξεν |
| book 249b.5 | ἐπαιρόμενον καὶ μελαινόμενον κῦμα. b(BCE3E4)T |
| book 249c1.1 | πόνοιο: ὅτι τοῦ πολεμικοῦ ἔργου. | οὕτως δὲ πόνοιο |
| book 249c1.2 | αἱ Ἀριστάρχου διὰ τοῦ π. Ἀριστοφάνης „φόνοιο“, καὶ λόγον ἔχει. A |
| book 249c2.1 | {παύσειε πόνοιο:} Ἀριστοφάνης „φόνοιο“, ὁ δὲ Ἀρί‐ |
| book 249c2.2 | σταρχος πόνοιο, | τοῦ κατὰ τὸν πόλεμον ἔργου. T |
| book 251 | δουρὸς ἐρωή: ἐρωὴ 〈ἡ〉 μεθ’ ὁρμῆς βο〈λ〉ή. T |
| book 252a.1 | αἰετοῦ οἴματ’ ἔχων 〈μέλανοσ〉: λέοντι (sc. Υ 164‐ |
| book 252a.2 | 73), δελφῖνι (sc. Φ 22—4), ἀετῷ αὐτὸν εἴκασεν. καλεῖται δὲ μέλας |
| book 252a.3 | ἀετὸς καὶ φασσοφόνος. ἔστι δὲ μικρὸς μέν, τῶν δὲ ἄλλων ἰσχυρότερος. T |
| book 252b.1 | οἴματ’ ἔχων μέλανος τοῦ θηρητῆρος: τὸ μὲν |
| book 252b.2 | οἴματα δασυντέον, τὸ δὲ τοῦ ἄρθρον ἐκδεκτέον, οὐχ ὥς τινες ὑφ’ ἓν |
| book 252b.3 | ἀναγινώσκουσι „μελανόστου“. A |
| book 252c.1 | 〈μέλανος:〉 οὕτως, εἶτα ἀπ’ ἄλλης ἀρχῆς τοῦ θηρητῆ‐ |
| book 252c.2 | ρος. | τινὲς δὲ „μελανόστου“ ὑφ’ ἓν ἀναγινώσκουσι, τοῦ μέλανα |
| book 252c.3 | ὀστᾶ ἔχοντος. Ge |
| book 252d1 | μέλανος τοῦ θηρητῆρος: Ἀριστοτέλης (fr. om. Rose) |
| book 252d1.1 | „μελανόστου“ ἀναγινώσκει, τοῦ μέλανα ὀστᾶ ἔχοντος. ἀγνοεῖ δὲ ὡς |
| book 252d1.2 | οὐ δεῖ ἀπὸ τῶν ἀφανῶν ποιεῖσθαι τὰ ἐπίθετα. οἱ δὲ „μελανόσσου“, |
| book 252d1.3 | μέλανας ὀφθαλμοὺς ἔχοντος. Ἀρίσταρχος „μέλανός του“ ἀντὶ τοῦ |
| book 252d1.5.1 | τινός. ἀγνοεῖ δὲ ὅτι ὁ ποιητὴς τὸ 〈τοῦ〉 ἐγκλιτικὸν οὐδέπω λέγει. |
| book 252d1.5.2 | ἄμεινον οὖν ἄρθρον αὐτὸ δέχεσθαι· οὐ γὰρ ἀεὶ λείπει τοῖς ἄρθροις ὁ |
| book 252d1.5.3 | ποιητής. b(BCE3)T |
| book 252d2 | „μελανόστου“ Ἀριστοτέλης συνθέτως κατὰ βαρεῖαν τά‐ |
| book 252d2.1 | σιν, ὡς Ὀρέστου· φησὶ γὰρ τοὺς ἀετοὺς μέλανα ὀστᾶ ἔχειν. τινὲς δὲ |
| book 252d2.2 | γράφουσι „μελανόσσου“, τοῦ μέλανας ὀφθαλμοὺς ἔχοντος. Ἀρίσταρ‐ |
| book 252d2.3 | χον δὲ παρατίθενται ἀορίστως ἀνεγνωκότα „μέλανός του“, ὡς εἶναι |
| book 252d2.5.1 | μέλανός τινος. τὸ δὲ τοῦ, εἴτε πύσμα ᾖ εἴτε ἀόριστον, ἀγνοεῖ ὁ ποιητής· |
| book 252d2.5.2 | „τεῦ“ (Β 388. 390 al.) γὰρ ἀντὶ αὐτοῦ λέγει καὶ „τέο“ (π 305). |
| book 252d2.5.3 | ἄμεινον οὖν ἐκδέχεσθαι τὸ τοῦ ἄρθρον. Ge |
| book 252d3.1 | ὅτι μέλανα ὀστᾶ ἔχουσιν οἱ ἀετοί, ὡς καὶ Ἀριστοτέλης ἐν |
| book 252d3.2 | τῷ Περὶ ζῴων. T |
| book 255a1 | 〈ὕπαιθα:〉 ὅτι τὸ ὕπαιθα εἰς τοὔμπροσθεν σημαίνει. Aim |
| book 255a2 | ἀντὶ τοῦ ἔμπροσθεν. Ge |
| book 256.1 | φεῦγ’, ὁ δ’ ὄπισθε ῥέων 〈ἕπετο〉: Ζωΐλος (fr. 32 |
| book 256.2 | Friedl. = FGrHist 71, 12) αἰτιᾶται ὅτι ἀθανάτους ἵππους ἔχων ἐν |
| book 256 | τῷ ἀντικειμένῳ καιρῷ αὐτοῖς οὐ χρᾶται. Ge |
| book 257-62a.1 | ὡς δ’ ὅτ’ ἀνὴρ ὀχετηγὸσ〈—καὶ τὸν |
| book 257-62a.2 | ἄγοντα〉: ἀπὸ τοῦ ἁδροῦ ἐπὶ τὸ ἰσχνὸν ἔρχεται καὶ ἀνθηρόν. ἡ δὲ |
| book 257-62a.3 | παραβολὴ πρὸς τὴν ταχεῖαν ἐπιφορὰν καὶ τὴν παραλλαγὴν τοῦ |
| book 257-62a.4 | ὕδατος. κόσμου δὲ ἕνεκα παρεδιηγήσατο τὰ λοιπά, b(BCE3E4)T |
| book 257-62a.5.1 | 〈ὡς ἐν τῷ〉 „ἠΰτε κούρη / νηπίη, ἥ θ’ ἅμα μητρὶ θέουσα“ (Π 7—8) |
| book 257-62a.5.2 | καὶ τὰ ἑξῆς. T παραφυλάττει δὲ τὴν ἐπεξεργασίαν· „ἀπὸ κρήνησ“ |
| book 257-62a.5.3 | (257) μὲν τὴν φορὰν τοῦ ὕδατος πρὸς τὸ δαψιλὲς τῆς ἐπιρρύσεως, ἐν |
| book 257-62a.5.4 | κατάντει δὲ χωρίῳ (cf. 262) πρὸς τὸ συνεχὲς καὶ ταχὺ τοῦ ῥεύματος. |
| book 257-62a.5.5 | b(BCE3E4)T |
| book 257-62b.1 | ὡς δ’ ὅτ’ ἀνὴρ〈—καὶ τὸν ἄγοντα〉: τῇ |
| book 257-62b.2 | ἑρμηνείᾳ ἐνέθηκε γλαφυρὸν πλάσμα. Δοῦρις (FGrHist 76, 89) δ’ |
| book 257-62b.3 | αἰτιᾶται τὴν εἰκόνα ὡς τοῦ ὀρυμαγδοῦ καὶ τῆς ἀπειλῆς ἐνδεεστέραν καί |
| book 257-62b.4 | φησι ταῦτα διὰ 〈τὸ〉 τὴν ἐν τοῖς κήποις ὑδραγωγίαν ἐκμιμεῖσθαι |
| book 257-62b.5.1 | λανθάνειν πως τοὺς ἀναγινώσκοντας ὥστε μηδεμίαν ἔννοιαν |
| book 257-62b.5.2 | λαμβάνειν πρὸς ὃ πεποίηκε. ἀλλὰ τοῦτο συνέθηκεν οὕτως, ἀγαθὸς |
| book 257-62b.5.3 | ὢν καινοτομῆσαι τὴν ἐν τοῖς ποιήμασι διάνοιαν. Ge |
| book 257.1 | ὀχετηγός: ὑδραγωγός· ὀχετοὶ γὰρ αἱ ἐπιρρύσεις. b(BE3 |
| book 257.2 | E4)T |
| book 258.1 | ὕδατι ῥόον ἡγεμονεύει: ἡγεμονεύει ὁδηγῶν τὸν ῥόον |
| book 258.2 | τοῦ ὕδατος. T |
| book 259a | 〈χερσὶ μάκελλαν ἔχων:〉 Ἡλιόδωρος γράφει· „χερσὶ |
| book 259a | δίκελλαν ἔχων“. Ge |
| book 259b.1 | 〈μάκελλαν:〉 μάκελλα ἡ σκαλὶς ἡ †μακέλλουσα† καὶ |
| book 259b.2 | κινοῦσα· δίκελλα γὰρ ἡ διχόθεν κέλλουσα. b(BCE3E4)T |
| book 259c.1 | 〈ἀμάρης:〉 ἀμάρη ἡ †ὑδρορόη†, παρὰ τὸ τῇ ἄμῃ |
| book 259c.2 | †ῥεῖν†. ἢ παρὰ τὸ μὴ ἐᾶν τὰ παραπεφυκότα αὐτῇ μαραίνεσθαι. |
| book 259c.3 | b(BCE3E4)T |
| book 259d.1 | 〈ἀμάρης:〉 ἀμάρα τὸ ὑδραγώγημα διὰ τὸ μὴ μαραίνεσθαι |
| book 259d.2 | τὰ παραπεφυκότα. | Παρμεν〈ί〉ων 〈ὁ〉 Βυζάντιος· „Θεσσαλοὶ τὸν |
| book 259d.3 | ὀχετὸν ἀμάραν, Ἀμβρακιῶται δὲ καλαρύαν“ ἐν τῷ τετάρτῳ τοῦ Περὶ |
| book 259d | διαλέκτων ἔγραψεν. Ge |
| book 259e.1 | ἄλλως· ἀμάρης ἐξ ἔχματα βάλλων: τὰ κωλύματα τῆς |
| book 259e.2 | διώρυγος ἐκβάλλων. b(BCE3)T |
| book 260-1.1 | 〈τοῦ μέν τε προρρέοντος ὑπὸ ψηφῖδες ἅπασαι / |
| book 260-1.2 | ὀχλεῦνται:〉 ἡ ὑπό (260) πρὸς τὸ ὀχλεῦνται (261), ἵν’ ᾖ ὑπο‐ |
| book 260-1.3 | κινοῦνται. b(BCE3)Til |
| book 260.1 | ψηφῖδες: οὐχ ὑπὸ Ὁμήρου αἱ ψηφῖδες πεποίηνται, ἀλλ’ |
| book 260.2 | ἔστιν ἡ λέξις Ἀττική· οὕτως γὰρ καὶ ἐν τοῖς Ἄξοσι (Sol. fr. 45 R. |
| book 260.3 | = 519 Mart.) {παρμένων βυζάντιος}. Ge. |
| book 261.1 | κελαρύζει: μετὰ κελάδου ῥεῖ· ἢ κατὰ ἀντίθεσιν †λακερύζει. |
| book 261.2 | b(BCE3)T |
| book 262a1.1 | χώρῳ ἔνι προαλεῖ, 〈φθάνει δέ τε〉: τινὲς ἐδάσυναν |
| book 262a1.2 | τὸ προαλεῖ, παρὰ τὸ ἅλλεσθαι ἐκδεχόμενοι τὸν σχηματισμόν. |
| book 262a1.3 | ἄμεινον δὲ ψιλοῦν, ὡς καὶ ὁ Ἀσκαλωνίτης (p. 59 B.), φάσκων ἀπὸ τοῦ |
| book 262a1.4 | ἀλίζεσθαι γεγενῆσθαι, τουτέστιν ἀθροίζεσθαι 〈***〉 ὥστε σημαί‐ |
| book 262a1.5 | νεσθαι τὸ καταφερεῖ· καὶ γὰρ τοῦ χωρίου ἐστὶ τὸ ἐπίθετον. τοῦ δὲ |
| book 262a1 | φθάνει ἐκτατέον τὸ α διὰ τὸ μέτρον, ὥσπερ καὶ Ἀρίσταρχος ἠξίου. A |
| book 262a2 | φθάνει: Ἀρίσταρχος ἐξέτεινε τὸ α διὰ τὸ μέτρον. T |
| book 262b.1 | 〈προαλεῖ:〉 κατάντει, καθ’ ὃν τὸ ὕδωρ ἔρχεται ἅλις. |
| book 262b.2 | b(BCE3E4) |
| book 262c.1 | χώρῳ ἔνι προαλεῖ: Παρμενίων ὁ Βυζάντιος· „Κύπριοι |
| book 262c.2 | καὶ Ἀρκάδες καὶ Λακεδαιμόνιοι προαλὲς 〈τὸ〉 κάταντες.“ καὶ Πτολε‐ |
| book 262c.3 | μαῖος ὁ Ἀσκαλωνίτης 〈ψιλοῖ〉 τὸ προαλές· ἔστι γὰρ 〈τὸ〉 καταφερές, |
| book 262c.4 | ἀφ’ οὗ „ἀλέν“ (Ψ 420) καὶ ἀθροῦν καταφέρεσθαι δύναται τὸ ὕδωρ. |
| book 262c.5 | ἔνιοι 〈δὲ〉 δασύνοντες λέγουσι σημαίνεσθαι τὸ †πρόαλες. Ge |
| book 262d1.1 | 〈φθάνει:〉 οὕτως φθάνει διὰ τοῦ ἑτέρου ε, οὐ „φθανέει“. |
| book 262d1.2 | Aint |
| book 262d2 | Ζηνόδοτος „φθανέει“ ὡς „νοέει“ (cf. φ 257). T |
| book 262e.1 | 〈φθάνει:〉 καὶ Λυσανίας γράφει „φθανέει“ καὶ Δοῦρις |
| book 262e.2 | (FGrHist 76, 90). Ge |
| book 264 | 〈λαιψηρόν:〉 λίαν ταχύν. b(BCE3)Til |
| book 265a | ὁρμήσειε: τινὲς ἀντὶ τοῦ διανοήσειε. b(BCE3)T |
| book 265b | 〈ὁρμήσειε:〉 γράφεται καὶ „οἰμήσειε“. προκρίνει δὲ τὴν |
| book 265b | διὰ τοῦ ρ Aint b (BCE3)T γραφὴν Ἀρίσταρχος. b(BCE3)T |
| book 266-7.1 | εἴ μιν ἅπαντες / ἀθάνατοι φοβέουσιν: ἀντὶ τοῦ |
| book 266-7.2 | εἰ μηδένα βοηθὸν ἔχει, ἀλλὰ πάντας ἐπιβούλους· ἢ εἰ ἄρα δύναταί τισι |
| book 266-7.3 | τῶν θεῶν καὶ εἰς μάχην ἐλθεῖν. b(BCE3E4)T |
| book 269a.1 | πλάζ’ ὤμους καθύπερθεν: ὅλον τὸ πεδίον πέλαγος |
| book 269a.2 | γεγενημένον ὑπὸ τοῦ ποταμοῦ ἔδειξεν ὥστε καὶ τοὺς ὤμους ἐπικλύζειν |
| book 269a.3 | τοῦ Ἀχιλλέως. καὶ πρὸς μὲν ἀλήθειαν ταῦτα οὐ πιθανά· τί γὰρ |
| book 269a.4 | ἐπράττετο περὶ τοὺς ἄλλους στρατιώτας; ἀπίθανον γὰρ μόνον τὸν |
| book 269a.5.1 | Ἀχιλλέα ὑπὸ τοῦ ποταμοῦ ταῦτα πάσχειν. ὡς δὲ ἐν ποιήσει παραδε‐ |
| book 269a.5.2 | κτά. b(BCE3E4)T καὶ οὕτω τῇ ἀπαγγελίᾳ κατώρθωται, ὥστ’ |
| book 269a.5.3 | οὐδ’ ἀνίησι τὸν ἀκροατὴν ἐπιλογίσασθαί τι τῶν λεγομένων, εἰ |
| book 269a.5.4 | ἀληθὲς ἦν ἢ μή· ὅτι γὰρ εἰς τὸ πεδίον τραπόμενον τὸν ποταμὸν ταῦτα |
| book 269a.5.5 | δρᾶν φησι, δῆλον ἐκ τοῦ „ἄψορρον δ’ ἄρα κῦμα“ (Φ 382). T |
| book 269b1.1 | πλάζ’ ὤμους: πλάσσεν, ἔπλησ〈σ〉εν, ὡς καὶ „δύο τ’ |
| book 269b1.2 | ἤματα κύματι πηγῷ / πλάζετο“ (ε 388—9). ἀλλὰ καὶ „πλάζε δὲ |
| book 269b1.3 | πίνοντασ“ (β 396) καὶ „πλάζει δ’ ἀπὸ πατρίδος αἴησ“ (α 75). T |
| book 269c1 | ὑψόσε ποσ〈σ〉ὶν ἐπήδα: ἵνα ὑπερβάληται τὸ κῦμα. T |
| book 269b2/c2 | πλάζειν δὲ τὸ στροφοδινεῖν καὶ οἱονεὶ σκοτίζειν, b |
| book 269b2/c2.1 | (BCE3E4) καὶ πλασμὸς ἡ ἐξ ἀμφοῖν τῶν μερῶν ἐπεισβολὴ τοῦ |
| book 269b2/c2.2 | κύματος. | ἐπήδα δὲ ὁ Ἀχιλλεύς, ἵνα μὴ τὸ κῦμα ποσῶς αὐτὸν ὑφ’ |
| book 269b2/c2.3 | ἑαυτὸ σχῇ. b(BE3E4) |
| book 271a.1 | λάβρος ὕπαιθα ῥέων {κονίην δ’ ὑπέρεπτε ποδοῖϊν}: |
| book 271a.2 | ὡς προφθάσαντος τοῦ ῥεύματος τὸν ἥρωα. T |
| book 271b.1 | κονίην δ’ ὑπέρεπτε ποδοῖϊν: ὑπήσθιεν, b(BCE3)T |
| book 271b.2 | ὑπέσπα. ἐμφαντικῶς δὲ τὴν κατὰ μικρὸν ὑπονοστοῦσαν γῆν ἔδειξεν, |
| book 271b.3 | ὅπως ἀκρατὴς εἴη τῆς βάσεως ὁ ἥρως. b(BCE3E4)T |
| book 273a.1 | ὡς οὔ τίς με θεῶν ἐλεεινὸν ὑπέστη: ἐμὲ τὸν ἐλεεινόν· |
| book 273a.2 | ἢ λείπει τὸ ὄντα. τὸν ἀκλεῆ δὲ θάνατον ὀδύρεται. καὶ Λεωνίδας ὁ |
| book 273a.3 | Λάκων τὴν χεῖρα βληθεὶς ὠδύρετο, ὅτι μὴ ἔχων τὴν χεῖρα τελευτᾷ. |
| book 273a.4 | b(BCE3E4)T |
| book 273b | 〈ἐλεεινόν:〉 ἐλέου ἄξιον τυγχάνοντα. Aint |
| book 274.1 | ἔπειτα 〈δὲ〉 καί τι πάθοιμι: ἔπειτα μετὰ τὸ σωθῆναι |
| book 274.2 | ἐκ τοῦ ποταμοῦ. T |
| book 275 | 〈Οὐρανιώνων:〉 θεῶν· οὐ γὰρ Θέτις οὐρανία. Til |
| book 276a.1 | ψεύδεσ〈σ〉ιν ἔθελγεν: μεγαλοπρεπῶς ἐπὶ τῇ τοιούτου |
| book 276a.2 | θανάτου (cf. Φ 277—8) ἐλπίδι θέλγεσθαί φησιν, ὥσπερ ἡδέσι λόγοις |
| book 276a.3 | πιστεύσας. λυπεῖ οὖν αὐτὸν οὐχ ἡ τελευτή, ἀλλ’ ὁ τρόπος. b(BCE3 |
| book 276a.4 | E4)T |
| book 276b1.1 | {ἥ με} ψεύδεσσιν {ἔθελγεν}: ψεύδεσσιν ὡς „βέλεσσιν“ |
| book 276b1.2 | (Α 42. Ν 555 al.)· οὐ γὰρ ἐπίκειταί τινι. ἔστι δὲ αὐτοῦ τὸ ἑνικὸν |
| book 276b1.3 | „ψεῦδος δ’ οὐκ ἐρέω“ (γ 20. 328). A |
| book 276b2.1 | ἄλλως· ψεύδεσ〈σ〉ιν: προπαροξυτόνως b(BCE3) ὡς |
| book 276b2.2 | „βέλεσιν“ (Λ 657. π 277), ἀπὸ τοῦ ψεῦδος· οὐ γὰρ ἐπίκειταί τινι |
| book 276b2.3 | ἐπιθετικῶς. b(BCE3)T |
| book 278 | λαιψηροῖς: τοῖς αἰφνίδιον ἀποκτείνουσιν. b(BCE3E4)T |
| book 279a.1 | ὥς μ’ ὄφελ’ Ἕκτωρ κτεῖναι〈—ἄριστοσ〉: ὅρα |
| book 279a.2 | τὸ μεγαλοφυές· οὐ γὰρ μόνον τὸν ἐν πολέμῳ θάνατον αἱρεῖται, ἀλλὰ |
| book 279a.3 | καὶ ὑπὸ τοῦ ἀρίστου ἀναιρεθῆναι. ἔοικεν οὖν καὶ ἡ Θέτις δικαίως ἀπο‐ |
| book 279a.4 | κρύψασθαι τὴν ἀλήθειαν καὶ τὸν Ἀπόλλω ἀντὶ τοῦ Ἀλεξάνδρου |
| book 279a.5 | παραλαβεῖν (sc. Φ 277—8). b(BCE3E4)T |
| book 279b.1 | ὃς ἐνθάδε γ’ ἐτράφ’ ἄριστος: παροξυτονητέον· τὸ |
| book 279b.2 | γὰρ τέλειόν ἐστιν ἐτράφη. καὶ μέμνηται αὐτοῦ ὁ Ἡρωδιανὸς ἐν τῇ |
| book 279b.3 | ἀρχῇ τῆς Ξ (cf. 2,88,32), ὅπου διαλαμβάνει περὶ τοῦ „διχθάδι’ ἢ |
| book 279b.4 | μεθ’ ὅμιλον“ (Ξ 21). καὶ λέγει ὅτι συναλιφὴν πέπονθε διὰ τοῦ η. δεῖ |
| book 279b.5.1 | οὖν διὰ τοῦ γ γράφειν, ὃς ἐνθάδε 〈γ’〉, εἶτα ἐτράφ’ ἄριστος, |
| book 279b.5.2 | οὐχ ὡς οἱ πολλοὶ „τέτραφ’ ἄριστοσ“, ἀπὸ τοῦ τ ποιοῦντες τὴν |
| book 279b.5.3 | ἀρχὴν τοῦ ῥήματος καὶ προπαροξύνοντες. A |
| book 279c.1 | 〈ἐνθάδε γ’ ἐτράφ’ ἄριστος:〉 ἐν ἄλλῳ „ἐνθάδε τέ‐ |
| book 279c.2 | τραφ’ ἄριστοσ“. Aim |
| book 279d.1 | τέτραφεν: ἀντὶ τοῦ ἐτράφη· τὰ γὰρ ἐνεργητικὰ τούτου |
| book 279d.2 | τοῦ ῥήματος ἀντὶ παθητικῶν τάσσει. b(BCE3)T |
| book 280a.1 | 〈τῶ κ’ ἀγαθὸς—ἐξενάριξε:〉 διὸ δὴ γενναῖος μὲν |
| book 280a.2 | καὶ ἀνδρεῖος ἐφόνευσεν ἄν, γενναῖον δὲ ἐσκύλευσεν. Ge |
| book 280b.1 | ἀγαθὸν δέ κεν ἐξενάριξεν: οὐχ ὅτι καὶ νῦν οὐκ |
| book 280b.2 | ἀγαθὸς ὁ Ἀχιλλεύς, κἂν ὑπὸ τοῦ ποταμοῦ διαφθαρείη, ἀλλὰ τοιοῦτόν |
| book 280b.3 | τί ἐστιν, ὃ λέγει· ‘ἀγαθὸν ὄντα b(BCE3)T καὶ πράττοντά τι |
| book 280b.4 | γενναῖον‘. b(BCE3E4)T |
| book 281a1.1 | {νῦν δ’ έμε} λευγαλέῳ: ὅτι ἐκ τούτου οἱ νεώτεροι |
| book 281a1.2 | ἐξεδέξαντο λευγαλέον τὸν δίυγρον. ἔστι δὲ κατὰ κοινωνίαν στοιχείων |
| book 281a1.3 | λευγαλέον ὀλέθριον, παρὰ τὸν λοιγόν. καὶ ἐν Ὀδυσσείᾳ (β 61)· |
| book 281a1.4 | „λευγαλέοι τ’ ἐσόμεσθα“. A |
| book 281a2 | χαλεπῷ, ἀδόξῳ. | ὀλεθρίῳ. Ge |
| book 281b.1 | λευγαλέῳ: χαλεπῷ, οὐ διύγρῳ, ὡς Ἡσίοδος (cf. opp. |
| book 281b.2 | 525)· τί γὰρ ἐπὶ τοῦ „λευγαλέοι τ’ ἐσόμε〈σ〉θα“ (β 61); T |
| book 282a | 〈ἐρχθέντα:〉 ψιλωτέον τὸ ἐρχθέντα. Aint |
| book 282b1.1 | 〈ἐρχθέντα:〉 ψιλωτέον δέ· ἔστι γὰρ παρὰ τὸ εἴργω. |
| book 282b1.2 | Ἀττικοὶ δὲ δασύνουσιν. b(BCE3)T |
| book 282b2 | πνιγέντα. | {ἐρχθέντα} ψιλῶς, παρὰ τὸ εἴργω εἴρχθη〈ν〉 |
| book 282b2 | παθητικόν, ἐρχθείς. Ἀττικοὶ δὲ τὸ εἴρχθη〈ν〉 δασύνουσιν. Ge |
| book 282c.1 | ἐρχθέντα: παρὰ τὴν ἔρσαν. κυρίως τὸ ἐν ὕδατι ἀπο‐ |
| book 282c.2 | λέσθαι. b(BCE3E4)T |
| book 282d | 〈ἐρχθέντα:〉 ἐν τῇ Μασσαλιωτικῇ „εἱρχθέντα“. T |
| book 282e.1 | 〈ἐρχθέντ’ ἐν μεγάλῳ:〉 ὅτι ἔν τισιν „ἐρχθέντα μεγά‐ |
| book 282e.2 | λῳ“. | Πτολεμαῖος ὁ Ἀσκαλωνίτης „ἑρθέντα“ δασέως· ἀπὸ γὰρ τῆς |
| book 282e.1 | ἕρσης. | Κράτης (fr. 56 a M.)· „εἰλθέντ’ ἐν μεγάλῳ“· εἴλλειν γάρ |
| book 282e.2 | φησιν εἶναι τὸ εἴργειν, ὥστε τὴν τῆς κωλύσεως δίκην ἐξουλῆς καλεῖ‐ |
| book 282e.5.1 | σθαι, καὶ παρατίθεται Σόλωνος ἐν πέμπτῳ ἄξονι (fr. 36 a R. = 569 a |
| book 282e.5.2 | Mart.)· „ἐξουλῆς· ἐάν τις ἐξίλλῃ, ὧν ἄν τι〈σ〉 δίκην νικήσῃ, ὁπόσου |
| book 282e.5.3 | ἂν ἄξιον ᾖ, εἰς δημόσιον ὀφλανεῖ καὶ τῷ ἰδιώτῃ, ἑκατέρῳ ἴσον.“ ὁ |
| book 282e.5.4 | Σοφοκλῆς ἐν Δαιδάλῳ (fr. 158 P. = 158 R.)· „†ἐλλημενήσω† τόνδ’ ἀχαλκεύτῳ |
| book 282e.5.5 | πέδῃ“. | Ἀριστόνικος ὅτι ἐρχθέντα ἀποπνιγέντα, καὶ ἐν ἄλλοις· |
| book 282e.10.1 | „ἔνθα με κῦμ’ ἀπόερσε“ (Ζ 348), 〈ἀπέπνιξεν〉. | Ἀλεξίων ὁ Χωλὸς |
| book 282e.10.2 | (fr. 62 B.) φησί· „‘ἐρθέντα‘ δεῖ γράφειν χωρὶς τοῦ χ· οὐ γὰρ παρὰ τὸ |
| book 282e.10.3 | εἰρχθῆναι, ἀλλὰ παρὰ τὸ ἔρσαι, ὅ ἐστι πνῖξαι· ὅθεν καὶ ἐν ἄλλοις |
| book 282e.10.4 | φησὶν ὁ ποιητής· ‘ὅν ῥά τ’ ἔναυλος 〈ἀποέρσῃ χειμῶνι περῶντα‘ |
| book 282e.10.5 | (Φ 283) καὶ ‘μή μιν〉 ἀποέρσειε μέγας ποταμόσ‘ (Φ 329). ἐπεὶ οὖν ἐπὶ |
| book 282e.15.1 | τῶν δύο τόπων 〈τούτων〉 χωρὶς τοῦ χ, κἀνθάδε γράφοιμεν ‘ἐρθέντα‘.“ |
| book 282e.15.2 | ἔνιοι δασύνουσιν „ἑρθέντα“ παρὰ τὴν δρόσον. Ge |
| book 282f.1 | 〈ὡσ〉 παῖδα συφορβόν: πρὸς τὸ ἀγεννὲς καὶ εὐτελὲς |
| book 282f.2 | τοῦ θανάτου. καὶ διὰ τῆς ἡλικίας καὶ διὰ τοῦ ἐπιτηδεύματος ταπεινοῖ |
| book 282f.3 | τὸ πρόσωπον· παιδὶ δὲ συφορβῷ ἑαυτὸν εἰκάζει ὁ λέγων „ἐγὼ καλός |
| book 282f.4 | τε μέγας τε“ (Φ 108). b(BCE3E4)T |
| book 282g | 〈συφορβόν:〉 σημειοῦνταί τινες ὡς ἅπαξ εἰρημένον. Aim T |
| book 283a.1 | ὅν ῥά τ’ ἔναυλος ἀποέρσῃ χειμῶνι 〈περῶντα〉: |
| book 283a.2 | ὅτι ἀντὶ τοῦ χειμῶνος διαπερῶντα. ἐναύλους δὲ τοὺς ποταμοὺς τοὺς |
| book 283a.3 | ἐπιμήκεις. A |
| book 283b.1 | ἔναυλος: χειμάρρους διὰ στενοῦ τόπου καὶ περιμήκους |
| book 283b.2 | ποιούμενος τὴν ῥύσιν. b(BCE3E4)T |
| book 284-6.1 | τῷ δὲ μάλ’ ὦκα〈—ἐπιστώσαντ’ ἐπέεσσι〉: |
| book 284-6.2 | ἔδει γὰρ πολλοῦ τάχους εἰς τὸ ἀνακτήσασθαι τὸν οὕτως ἠθυμηκότα· |
| book 284-6.3 | b(BCE3E4)T διὸ καὶ δύο θεοὶ προσίασι, καὶ οὐ μόνον διαλέγον‐ |
| book 284-6.4 | ται, ἀλλὰ καὶ τῆς δεξιᾶς πίστιν παρέχουσιν. b(BE3E4)T |
| book 286.1 | χειρὶ δὲ χεῖρα λαβόντες ἐπιστώσαντ’ ἐπέεσ〈σ〉ι: |
| book 286.2 | διὰ τῆς δεξιᾶς πίστιν ἐποιήσαντο· b(BCE3E4)T ἔθει γὰρ ἀρχαιο‐ |
| book 286.3 | τέρῳ οὕτως εἰς βεβαίωσιν ἀληθῆ ἐπιστοῦντο ἀλλήλους. b(BE3E4) |
| book 287 | τοῖσι δὲ μύθων ἦρχε: ὅτι δυεῖν ὄντων πληθυντικῶς |
| book 287 | εἴρηκε τοῖσι δὲ μύθων ἦρχε. A |
| book 288-91.1 | μήτ’ ἄρ τι λίην τρέε μηδέ τι τάρβει〈—αἴ‐ |
| book 288-91.2 | σιμόν ἐστιν〉: ἱκαναὶ αἱ προσθῆκαι ὑπὲρ τοῦ θαρρῆσαι Ἀχιλλέα, |
| book 288-91.3 | b(BCE3E4)T ὅτι θεοί τέ εἰσιν οἱ συμμαχοῦντες καὶ Ζεὺς ὁ ἐπι‐ |
| book 288-91.4 | νεύσας καὶ τὸ μοιρίδιον οὔπω ἐληλυθός. πρὸς δὲ τοὺς ζητοῦντας, πῶς |
| book 288-91.5.1 | διαλέγονται μὲν αὐτῷ οἱ θεοί, οὐκ ἐπιβοηθοῦσι δέ, ῥητέον ὅτι ἕτερος |
| book 288-91.5.2 | ἦν ὁ ἀντιτεταγμένος τῷ Σκαμάνδρῳ. b(BE3E4)T |
| book 288a.1 | 〈μήτ’ ἄρ τι λίην τρέε μήτε τι τάρβει: λέγει τὸ〉 |
| book 288a.2 | ἀνάνδρως πρὸς τοὺς κινδύνους τούτους ἔχειν, ἐφ’ οἷς σφοδρῶς οὕτως |
| book 288a.3 | γίνεται τρόμος. πρὸς πάντα δὲ τὰ ἀπὸ τῆς τύχης συμβαίνοντα τὸν |
| book 288a.4 | ἀνδρεῖον εὐρώστως διακεῖσθαι προσήκει, διότι καὶ αὐτὴν τὴν ἀπὸ |
| book 288a.5.1 | τῶν ἀρρωστιῶν γινομένην καταστροφὴν φοβούμενοί τινες οὕτως ὡς |
| book 288a.5.2 | καὶ τρέμειν λέγοιεν ἂν ὅτι δεινόν ἐστιν ἀποθανεῖν ὡς ἂν παιδίον ἢ |
| book 288a.5.3 | γύναιον τὸ τυχόν. | Ζηνόδοτός φησιν ὅτι οὐ τὸ θανεῖν 〈δεινὸν〉 |
| book 288a.5.4 | ἡγεῖται, ἀλλὰ τὸ ἀδόξως, καὶ οὐ γέγραπται ‘τρέμε‘, ἀλλὰ τρέε, ὅ |
| book 288a.5.5 | ἐστιν εὐλαβοῦ. Ge |
| book 288b.1 | 〈τρέε:〉 ὑποχώρει b(BCE3E4)Til καὶ φεῦγε. b(B |
| book 288b.2 | CE3E4) |
| book 289 | ἐπιτάρροθοι: πλεονάζει ὁ ταρ, ὡς ἐν τῷ ἀταρτηρός. T |
| book 290a.1 | Ζηνὸς ἐπαινήσαντος 〈ἐγὼ καὶ Παλλὰς Ἀθήνη〉: |
| book 290a.2 | ἀθετεῖται, ὅτι ἀπίθανον εἰς ἀνδρὸς μορφὴν ὡμοιωμένον λέγειν ἐγὼ καὶ |
| book 290a.3 | Παλλὰς Ἀθήνη· τίς γάρ ἐστιν, οὐ μὴ νοήσῃ. A |
| book 290b | ἐγὼ καὶ Παλλὰς Ἀθήνη: ἡμάρτηται, ὅτι τὸ ἑαυτοῦ |
| book 290b | ὄνομα οὐ προσέθηκεν. κατὰ τὸ σιωπώμενον δὲ ἴσως ἐκελεύσθησαν. T |
| book 292 | λωφήσει: κοπάσει. κυρίως δὲ ἐπὶ τῶν ὑποζυγίων. T |
| book 293.1 | αἴ κε πίθηαι: οὐ πάνυ οἰκεῖόν φησιν αὐτὸ ὁ Πῖος (fr. 8 H.)· |
| book 293.2 | διὰ τί γὰρ ἤμελλε μὴ πεισθήσεσθαι καὶ θεοῖς καὶ τὰ κεχαρισμένα συμ‐ |
| book 293.3 | βουλεύουσι; τάχα οὖν πρὸς τὰ ἑξῆς ἐστι, „σὺ δ’ Ἕκτορι θυμὸν |
| book 293.4 | ἀπούρας / ἂψ ἐπὶ νῆας ἴμεν“ (Φ 296—7)· ὁρῶσι γὰρ αὐτὸν ἐπιτετα‐ |
| book 293.5.1 | μένως ἔχοντα πρὸς τὸν φόνον τῶν πολεμίων καὶ δυσκόλως ἀφέξεσθαι |
| book 293.5.2 | τῆς σφαγῆς, κἂν Ἕκτορος κρατήσῃ. b(BCE3E4)T |
| book 294a1.1 | μὴ πρὶν παύειν χεῖρας: ἀφ’ ἑτέρας ἀρχῆς τοῦτο ἀνα‐ |
| book 294a1.2 | γνωστέον· τὸ γὰρ ἀπαρέμφατον κεῖται ἀντὶ προστακτικοῦ τοῦ παῦε. |
| book 294a1.3 | A |
| book 294a2.1 | μὴ πρὶν παύειν χεῖρας: ἀπὸ ἄλλης ἀρχῆς ἀναγνω‐ |
| book 294a2.2 | στέον· τὸ γὰρ ἀπαρέμφατον ἀντὶ προστακτικοῦ ἐστιν. b(BCE3)T |
| book 295 | Ἰλιόφι: συνήθης καὶ Θηβαίοις ὁ σχηματισμός. T |
| book 296-7a1.1 | Τρωϊκόν, ὅς κε φύγῃσι. 〈σὺ δ’ Ἕκτορι θυμὸν |
| book 296-7a1.2 | ἀπούρας / ἂψ ἐπὶ νῆας ἴμεν〉: ἐπὶ τὸ φύγῃσι (296) βέλτιον |
| book 296-7a1.3 | στίζειν, ἵνα ἀφ’ ἑτέρας ἀρχῆς σὺ δ’ Ἕκτορι (296), τοῦ ἀπαρεμ‐ |
| book 296-7a1.4 | φάτου 〈ἴμεν〉 (297) πάλιν ἀντὶ προστακτικοῦ κειμένου τοῦ ἴθι. | ἡ |
| book 296-7a1.5.1 | διπλῆ δέ, ὅτι 〈Ἕκτορι〉 ἀντὶ τοῦ Ἕκτορος, καὶ 〈ὅς κε〉 φύγῃσιν |
| book 296-7a1.5.2 | (296) ὃς ἂν φύγοι. A |
| book 296-7a2 | {ὅς κε φύγοι:} ἀντὶ τοῦ ὃς ἂν φύγοι. καὶ Ἕκτορι |
| book 296-7a2 | (296) ἀντὶ τοῦ Ἕκτορος. T |
| book 296-7b.1 | ἄλλως: ὅς κε φύγῃσι. 〈σὺ δ’ Ἕκτορι— |
| book 296-7b.2 | ἴμεν〉: στικτέον εἰς τὸ φύγῃσι (296). τὸ δὲ ἑξῆς ἀπὸ ἄλλης ἀρχῆς, |
| book 296-7b.3 | τοῦ ἀπαρεμφάτου ἀντὶ προστακτικοῦ κειμένου. b(BCE3)T |
| book 297 | 〈ἴμεν:〉 ἴμεναι, ἴμεν. Aim |
| book 298 | 〈τὼ μὲν ἄρ’ ὣς εἰπόντε:〉 συλληπτικόν. Til |
| book 299-300a1.1 | αὐτὰρ ὁ βῆ, 〈μέγα γάρ ῥα θεῶν ὄτρυνεν |
| book 299-300a1.2 | ἐφετμή, / ἐς πεδίον〉: τὸ ἑξῆς αὐτὰρ ὁ βῆ (299) ἐς πεδίον (300). |
| book 299-300a1.3 | τὰ δ’ ἄλλα ὡς διὰ μέσου διορθωτέον. A |
| book 299-300a2.1 | τὸ ἑξῆς αὐτὰρ ὁ βῆ ἐς πεδίον. τὰ δὲ ἄλλα διὰ μέ‐ |
| book 299-300a2.2 | σου εἴρηται. b(BCE3E4)T |
| book 299-300b.1 | ἄλλως· αὐτὰρ ὁ βῆ〈—ἐκχυμένοιο〉: ὑπεκκαύ‐ |
| book 299-300b.2 | ματα δέδωκε τῇ ἀπαγγελίᾳ, τὸν μὲν ὑπὸ θεῶν ῥώσας, τὸν δὲ Σκάμαν‐ |
| book 299-300b.3 | δρον μᾶλλον προσεπιτιθέμενον καὶ προσεταιριζόμενον κατ’ αὐτοῦ |
| book 299-300b.4 | εἰπών. b(BCE3E4)T |
| book 301.1 | δαῒ κταμένων: ἄμεινον κατὰ διάστασιν ἀναγινώσκειν τὸ |
| book 301.2 | δαῒ κταμένων ὡς τὸ „Ἄρηϊ †κταμένω톓 (Χ 72): A b (BCE3)T |
| book 301 | οὐδὲν γὰρ πλέον ἐκ τῆς συνθέσεως. A |
| book 302a1.1 | πλῶον καὶ νέκυες: ἀλλὰ τριταῖοι πλέουσιν. ἢ οὖν ὑπὸ |
| book 302a1.2 | ὀργῆς ἐπῆρε κατὰ τοῦ Ἀχιλλέως τὰ σώματα, ἢ ἐν τῇ μάχῃ ἀπολό‐ |
| book 302a1.3 | μενοι. T |
| book 302a2.1 | ἀλλὰ τριταῖοι πλέουσιν. τάχα οὖν ἡ τῶν ῥευμάτων |
| book 302a2.2 | σφοδρότης αὐτοὺς ἀνῆκεν. b(BCE3) |
| book 303a.1 | 〈πρὸς ῥόον ἀΐσσοντος ἀν’ ἰθύν:〉 ἀνὰ τὴν φορὰν τοῦ |
| book 303a.2 | ὕδατος ὁρμῶντος. b(BCE3E4)Til |
| book 303a | 〈ἀν’ ἰθύν:〉 ἐπ’ εὐθείας. Aint |
| book 303b | 〈ἔσχεν:〉 Ἀρίσταρχος διὰ τοῦ ι „ἴσχεν“. Aim |
| book 305.1 | ἔληγε: ἔπαυεν, ὡς τὸ „Ἰδομενεὺς δ’ οὐ λῆγε μένος μέγα, |
| book 305.2 | ἵετο δ’ αἰεί“ (Ν 424). T |
| book 306.1 | κόρυσ〈σ〉ε: ἐμετεώριζεν b(BCE3)T ἢ ὥπλιζε κατὰ |
| book 306.2 | Ἀχιλλέως. b(BCE3E4)T |
| book 307.1 | ὑψός’ ἀειρόμενος: μετεωριζόμενος· „ἵστατ’ ἀειρομένη“ |
| book 307.2 | (Β 151). T |
| book 308-11.1 | φίλε κασίγνητε〈—ἐπάμυνε τάχιστα〉: καὶ |
| book 308-11.2 | ἀδελφὸν παρακαλεῖ, καὶ κατὰ ἀνθρώπου καὶ ὑπὲρ φιλουμένης πόλεως. |
| book 308-11.3 | b(BCE3)T |
| book 310a1.1 | κατὰ μόθον: γράφεται „κακὸν θεόν“, οἶον κακὸν ἐπί‐ |
| book 310a1.2 | κουρον Τρῶες οὐ μενέουσιν, ἀλλ’ ὀξυλαβείας χρεία πρὸς τὸ σῶσαι |
| book 310a1.3 | αὐτούς. T |
| book 310a2.1 | οἱ Τρῶες, φησίν, οὐ μενοῦσιν Ἀχιλλέα κατὰ τὴν μάχην· |
| book 310a2.2 | χρεία οὖν ὀξυλαβείας πρὸς τὸ σῶσαι αὐτήν. b(BCE3E4) |
| book 312.1 | 〈ἐναύλους:〉 τοὺς χειμάρρους, b(BCE3)Til τὰς στε‐ |
| book 312.2 | νὰς διώρυχας. b(BCE3E4)Til |
| book 313-4.1 | 〈πολὺν δ’ ὀρυμαγδὸν ὄρινε /〉 φιτρῶν καὶ |
| book 313-4.2 | λάων: πολλὴ ἡ ὁρμὴ κελεύοντος καὶ τὰ παρακείμενα κατασπᾶν φυτὰ |
| book 313-4.3 | καὶ τοὺς παρατυγχάνοντας λίθους. T |
| book 315 | 〈μέμονεν:〉 διανοεῖται. Til |
| book 316-7.1 | 〈φημὶ γὰρ〉 οὔτε βίην χραισμησέμεν〈—τεύ‐ |
| book 316-7.2 | χεα καλά〉: δαιμονίως κατείλοχε πάντα, οἷς ἐπηρμένος Ἀχιλλεὺς |
| book 316-7.3 | ὑπερηφάνως διέκειτο, ὑπὸ ἀνδρείας, ὑπὸ κάλλους, ὑπὸ τῆς πανοπλίας. |
| book 316-7.4 | b(BCE3E4)T |
| book 317a1.1 | 〈τὰ τεύχεα καλά:〉 ὅτι ἀντὶ τοῦ τὰ καλὰ Aim Aint |
| book 317a1.2 | τεύχεα, ὡς „οὕνεκα τὸν Χρύσην 〈ἠτίμης’ ἀρητῆρα〉“ (Α 11). Aim |
| book 317a2.1 | {τὰ τεύχεα καλά} μετάθεσις ἄρθρου, ὡς „τὸν Χρύσην |
| book 317a2.2 | ἠτίμης’ ἀρητῆρα“. T |
| book 317b.1 | 〈νειόθι λίμνης:〉 πρὸς τῷ κατωτάτω τῆς θαλάσσης. |
| book 317b.2 | b(BCE3E4)Til |
| book 318a1 | {κείσεθ’ ὑπ’} ἰλύος: τὸ υ ἐκτέταται διὰ τὸ μέτρον· τὸ |
| book 318a1 | γὰρ ἀκόλουθόν ἐστιν ἰλύος ὡς ἰσχύος. A |
| book 318a2 | μέτρου χάριν ἐκτέταται τὸ υ. Til |
| book 319a.1 | εἰλύσω: ἐὰν μὲν διὰ τοῦ ει, εἰλύσω, δηλοῖ τὸ εἰλήσω· |
| book 319a.2 | ἐὰν δὲ διὰ τοῦ ι, τὸ σκεπάσω, ἀφανίσω, παρὰ τὴν ἰλύν, ὡσεὶ ἔλεγε ‘τῇ |
| book 319a.3 | ἰλύϊ καλύψω‘. διχῶς οὖν ἡ γραφή. AT |
| book 319b1.1 | χέραδος: ὅτι ἅπαξ τὸ χέραδος. ἔστι δὲ τὸ συναγόμενον |
| book 319b1.2 | ἐν τῇ ῥύσει πλῆθος ἰλύος καὶ ὀστράκων καὶ λίθων. φησὶ γοῦν „πολὺν |
| book 319b1.3 | δ’ ὀρυμαγδὸν ὄρινε / φιτρῶν καὶ λάων“ (Φ 313—4). A |
| book 319b2 | ἅπαξ δὲ εἴρηται παρ’ Ὁμήρῳ. T |
| book 319c.1 | χέραδος: τὸ χέραδος οὐδέτερον, προπαροξυτόνως ὡς |
| book 319c.2 | κίναδος. καὶ Πίνδαρος (fr. 327, cf. P. 6,13) δὲ τὴν δοτικὴν ἐξήνεγκε |
| book 319c | „χεράδει“, ὡς μεγέθει. T |
| book 319d.1 | 〈χεράδος:〉 Ἀπολλόδωρος (FGrHist 244, 281) τὸ πλῆ‐ |
| book 319d.2 | θος τῶν θαλαττίων καὶ ποταμίων λίθων, οὓς ἡμεῖς τροχμάλους, οἱ |
| book 319d.3 | δὲ χερμάδια καλοῦσιν, ὄντας χειροπληθεῖς. ἔστι δὲ ἡ λέξις παρὰ Ἀλ‐ |
| book 319d.4 | καίῳ (fr. 344 L.—P.)· „οἶδ’ ἦ μὰν χέραδος μὴ βεβάως ἐργάσιμον |
| book 319d.5.1 | λίθον / κίνεις καί κεν ἴσως τὰν κεφάλαν ἀργαλέαν ἔχοι.“ τινὲς γράφουσι |
| book 319d.5.2 | 〈διὰ〉 δύο σς „ἅλις σχεράδοσ“, ἐπεὶ Εὐφορίων ἐν Θρᾳκί (fr. 25 Pow.)· |
| book 319d.5.3 | „τύμβος ὑπὸ κνημοῖσι πολυσχεράδος Μυκόνοιο“. Ἀπολλόδωρος δέ |
| book 319d.5.4 | φησι περισσὸν τὸ ς παρ’ αὐτῷ εἶναι, ὡς παρ’ Ὁμήρῳ (cf. h. Ap. 341; |
| book 319d.5.5 | h. 30, 9) τὴν φερέσβιον· καὶ Σοφοκλῆς ἐν ἀρχῇ Λαρισσαίων (fr. 379 |
| book 319d.10.1 | P. = 379 R.)· „Λάρισσα μήτηρ προσγόνων Πελασγίδων“, ἀντὶ τοῦ προγόνων. |
| book 319d.10.2 | Ge |
| book 319e.1 | ἄλλως· ΧΕΡΑΔΟΣ: τὸ πλῆθος τῶν ποταμίων ἢ θαλασ‐ |
| book 319e.2 | σίων ψήφων ἢ τῶν εἰς †χερμαδίας† ἐπιτηδείων λίθων. ἢ πᾶσαν |
| book 319e.3 | συρρέουσαν ἀκαθαρσίαν ἐκ τῶν ὑδάτων b(BCE3)T κατὰ μίμησιν |
| book 319e.4 | τοῦ ἤχου τοῦ γινομένου κατὰ τὴν σύρσιν· ἀντιφράζει γοῦν αὐτῷ |
| book 319e.5 | „πολὺν δ’ ὀρυμαγδὸν ἐπῆρε / φιτρῶν“ (Φ 313—4). T |
| book 319e.1 | εἰλύσω ψαμάθοισιν ἅλις χεράδος 〈περιχεύασ〉: Ἀρί‐ |
| book 319e.2 | σταρχός φησι χεράδας καλεῖσθαι τοὺς ποταμοὺς καὶ τοὺς ἐν αὐτοῖς λί‐ |
| book 319e.3 | θους. εἶναι δὲ τὸν νοῦν τοιοῦτον· πολλῇ ἰλύϊ οὐκ ὀλίγον πλῆθος τῶν |
| book 319e.4 | ποταμίων λίθων ἐπισωρεύσας χώσω. χεράδας οὖν λιθάδας. A |
| book 320a.1 | ἐπιστήσονται: ὅτι ἐπιστήσονται ἀντὶ τοῦ δυνήσον‐ |
| book 320a.2 | ται. καὶ ἐν Ὀδυσσείᾳ (ν 207)· „νῦν δ’ οὔτ’ ἄρ πῃ θέσθαι ἐπίσταμαι“ |
| book 320a.3 | ἀντὶ τοῦ οὐ δύναμαι. A |
| book 320b.1 | ἐπιστήσονται: ἀντὶ τοῦ δυνήσονται. b(BCE3) Ge, T |
| book 320b.2 | καὶ ἐπὶ τῆς μελίας· „ἀλλά μιν οἶος Ge ἐπίστατο πῆλαι Ἀχιλλεύσ“ |
| book 320b.3 | (Π 142) b(BCE3) Ge, T ἀντὶ τοῦ ἐδύνατο. Ge |
| book 321a | 〈ἀλλέξαι:〉 Ἀρίσταρχος „ἀνλέξαι“ διὰ τοῦ ν. Aint |
| book 321b.1 | ἄσιν: τὸ ἐν ὕδασι ξηρόν, ἀπὸ τῆς ἄζης. οἱ δὲ τὴν ἐκ τοῦ |
| book 321b.2 | ποταμοῦ δεῖσαν· ὅθεν καὶ ἄσιον τὸν λειμῶνα (cf. Β 461) ἤκουσαν. |
| book 321b.3 | A b (BCE3E4)T |
| book 323a.1 | 〈ΤΥΜΒΟΧΟΗΣ:〉 ὅτι τὸ πλῆρές ἐστι τυμβοχοῆσαι· διὸ ση‐ |
| book 323a.2 | μειοῦνταί τινες. Aint |
| book 323b1 | ΤΥΜΒΟΧΟΗΣ: τὸ πλῆρες τυμβοχοῆσαί ἐστι· χυτοὺς |
| book 323b1.1 | γὰρ τοὺς τάφους· διὸ περισπαστέον τὸ η. οὕτως καὶ Ἀρίσταρχος. |
| book 323b1.2 | τοιοῦτον δέ ἐστιν· ‘οὐκ ἔσται αὐτῷ χρεία χώσεως τάφου‘. Κράτης |
| book 323b1.3 | (fr. XII H.) μέντοι γενικὴν πτῶσιν ἐξεδέξατο· καὶ δῆλον ὅτι ἐβάρυνεν |
| book 323b1.5.1 | ὁμοίως τῷ οἰνοχόης. ἄμεινον δὲ ἐν τῷ ῥήματι τὸ πρᾶγμα παραλαμ‐ |
| book 323b1.5.2 | βάνειν ἢ ἐν τῷ ὀνόματι. A |
| book 323b2.1 | τυμβοχοῆς’: ἀπαρέμφατον ῥῆμα τὸ τυμβοχοῆσαι. ὃ |
| book 323b2.2 | δὲ λέγει, T ‘οὐκ ἔσται αὐτῷ χρεία χώσεως τάφου‘. b(BCE3)T |
| book 323b2.3 | ὁ δὲ Κράτης ὡς οἰνοχόης. T |
| book 324.1 | ἦ καὶ ἐπῶρτ’ Ἀχιλῆϊ κυκώμενος 〈ὑψόσε〉 θύων: |
| book 324.2 | 〈***〉 πρὸς τὴν ἔμφασιν. A |
| book 325a.1 | μορμύρων: ἀναβράσσων ἢ θηριούμενος, παρὰ τὴν μορ‐ |
| book 325a.2 | μώ. ἔστι δὲ ἀπαραμίλλητα ταῦτα (sc. Φ 325—7) τοῦ Ὁμήρου· οὐ |
| book 325a.3 | γὰρ μόνον τῇ μεγαληγορίᾳ τῶν ὀνομάτων, ἀλλὰ καὶ τῇ ἐννοίᾳ |
| book 325a.4 | κατώρθωται· ἔστι γὰρ ἰδεῖν κῦμα μετέωρον αἵματι καὶ ἀφρῷ μεμιγ‐ |
| book 325a.5 | μένον καὶ τούτῳ ἐπιπλέοντα τὰ σώματα. b(BCE3E4)T |
| book 325b.1 | 〈μορμύρων:〉 Ἡρακλείδης 〈ὁ〉 Μιλήσιος (fr. deest ap. |
| book 325b.2 | C.)· „μορμύρων· θηριούμενος, ὅτι τὸ μορμώ τάσσεται ἐπὶ τοῦ |
| book 325b.3 | θηριώδους.“ Ge |
| book 327a.1 | κατὰ δ’ ᾕρεε {πηλείωνα}: τὸ αἱρῶ περισπώμενον |
| book 327a.2 | δασύνεται, σημαῖνον τὸ καταλαμβάνω· διὸ καὶ ἐνθάδε δασυντέον. A |
| book 327b1 | κατὰ δ’ ᾔρεε: καθῄρει, κατέβαλλεν. | δασυντέον δὲ τὸ |
| book 327b1.1 | ᾕρεεν ἢ κατελάμβανεν· τὸ γὰρ αἱρῶ περισπώμενον καὶ δασυνόμενον |
| book 327b1.2 | δηλοῖ τὸ καταλαμβάνω. T |
| book 327b2 | κατέβαλλε καὶ κατεπόνει, | ἀπὸ τοῦ αἱρῶ, τὸ καταβάλλω· |
| book 327b2 | καὶ δασύνεται. b(BCE3) |
| book 328.1 | Ἥρη δὲ μέγ’ ἄϋσε 〈περιδείσας’ Ἀχιλῆϊ〉: κατὰ |
| book 328.2 | συλλογισμὸν ἐνέφηνε τὸν κίνδυνον. οἰκεῖον δὲ τὸ σχῆμα θηλείᾳ. T |
| book 329 | 〈ἀποέρσειε:〉 πνίξειε. Κυπρίων ἡ λέξις. Til |
| book 331a | ὄρσεο, κυλλοπόδιον, 〈ἐμὸν τέκοσ〉: †ἀθετεῖται†, ὅτι |
| book 331a.1 | ἄκαιρον τὸ ἐπίθετον· ἡ γὰρ φιλανθρωπευομένη καὶ λέγουσα ἐμὸν |
| book 331a.2 | τέκος οὐκ ὤφειλεν ἀπὸ τοῦ ἐλαττώματος προσφωνεῖν. A Ge | τὸ |
| book 331a.3 | δὲ κυλλοπόδιον Ἀρίσταρχος προπαροξύνει, ᾧ καὶ ἐπείσθημεν, |
| book 331a.5 | ὥσπερ ἤδη προείπομεν ἐπὶ τοῦ „ὀλβιόδαιμον“ (Γ 182) γενόμενοι. A |
| book 331b | 〈κυλλοπόδιον:〉 ἄκαιρον καὶ ἀπρεπὲς τὸ ἐπίθετον. Til |
| book 331c1.1 | 〈ὄρσεο, κυλλοπόδιον, ἐμὸν τέκος:〉 ἐπὶ τὸ τέκος ὁ |
| book 331c1.2 | λόγος στίζει. Aim |
| book 331c2 | εἰς τὸ τέκος ἡ στιγμή. b(BCE3)T |
| book 331d.1 | κυλλοπόδιον: προπαροξυτόνως. b(BCE3)T | λέγει |
| book 331d.2 | ‘εἰ καὶ κυλλοποδίων εἶ, ὅμως ὄρσεο‘. T διδασκαλία δὲ στρατη‐ |
| book 331d.3 | γικῶν (cf. Φ 331—2) εὐμήχανον εἶναι καὶ συνορᾶν ταχέως δύνασθαι, |
| book 331d.4 | τίνα καὶ ποῖα τίσι καὶ ποίοις μάχεται καὶ τίνων ἀφεκτέον καὶ τίσι |
| book 331d.5.1 | πολεμιστέον· b(BCE3E4)T νῦν γὰρ ἀντίπαλον Σκαμάνδρῳ |
| book 331d.5.2 | πέμπει τὸν υἱόν, ἑξῆς δὲ Ἑρμῆς ἀπολέγει τῇ Λητοῖ (cf. Φ 497—501) |
| book 331d.5.3 | καὶ Ἀπόλλων Ποσειδῶνι (cf. Φ 461—7). T |
| book 331e.1 | 〈ΚΥΛΛΟΠΟΔΙΟΝ:〉 τινὲς 〈ὅτι〉 ὡς Χαλκῶδον εἴρηται, |
| book 331e.2 | τινὲς δὲ ὡς σύνθετον βαρυτονοῦσιν. Ἑρμαππίας „κυλ〈λ〉οποδῖον“, |
| book 331e.3 | περισπῶν τὴν παρατέλευτον, ἀναγινώσκει. Ἀλεξίων ὁ Χωλὸς (fr. |
| book 331e.4 | 63 B.) χρῆται παραδείγματι τοιούτῳ· „τὰ εἰς ων λήγοντα ὀνόματα, |
| book 331e.5.1 | φησί, καὶ τὴν παρεσχάτην ἔχοντα μακράν, ὅταν κατὰ κλητικὴν |
| book 331e.5.2 | ἐκφέρηται πτῶσιν, περισπᾶται κατ’ αὐτήν, οἷον ‘Πανδίων‘ (Μ 372) |
| book 331e.5.3 | Πανδῖον, Ἰάσων Ἰᾶσον, ‘Ἀμφίων‘ (Ν 692) Ἀμφῖον, 〈ὥστε〉 εἰ |
| book 331e.5.4 | Κυλλοποδίων, καὶ ‘Κυλλοποδῖον‘ ὀφείλει ἐπὶ κλητικῆς περισπᾶσθαι |
| book 331e.5.5 | κατὰ τὴν παρατέλευτον.“ Ge |
| book 332.1 | 〈ἠΐσκομεν:〉 εἰκότως νομίζομεν ὅτι ὕδωρ πυρὶ ἐναντίον. |
| book 332.2 | b(BCE3E4)Til |
| book 333 | 〈πιφαύσκεο:〉 ἐνδείκνυε, ἐξύφαπτε. b(BCE3E4)Til |
| book 334-5.1 | αὐτὰρ ἐγὼ Ζεφύροιο〈—θύελλαν〉: κἂν μὴ |
| book 334-5.2 | διαστείλωμεν ἐπὶ τὸ εἴσομαι (335), τὸ ὑπερβατὸν νοεῖται· A αὐ‐ |
| book 334-5.3 | τὰρ ἐγὼ εἴσομαι Ζεφύροιο καὶ Νότοιο χαλεπὴν ὄρσουσα |
| book 334-5.4 | θύελλαν ἐξ ἁλόθεν (cf. 334—5). AT |
| book 334a1.1 | Ζεφύροιο: Ζέφυρος παρὰ τὸν ζόφον, ἐπεὶ ἀπὸ δύσεως, |
| book 334a1.2 | ἣν ζόφον καλεῖ. T |
| book 334a2 | Ζέφυρος παρὰ τὸν ζόφον. καὶ ἡ ἀπὸ δύσεως πνοὴ ζοφό‐ |
| book 334a2 | πνοια καλεῖται. b(BCE3E4) |
| book 334b | 〈ἀργεστᾶο Νότοιο:〉 τοῦ λεγομένου Λευκονότου. Aint |
| book 334c1.1 | 〈ἀργεστᾶο Νότοιο:〉 ἀργεστὴν τὸν Νότον, ἐπεὶ ἀπὸ |
| book 334c1.2 | Ἄργους ἐπὶ τὴν Τροίαν πνεῖ. T |
| book 334c2.1 | ἀργεστὴς δὲ ὁ Νότος, | ὅτι λευκαίνει τὰς νεφέλας. b(BCE3 |
| book 334c2.2 | E4) |
| book 335a | 〈εἴσομαι:〉 πορεύ〈σ〉ομαι. Til |
| book 335b.1 | 〈χαλεπὴν ὄρσουσα θύελλαν:〉 χαλεπὴν θύελλαν |
| book 335b.2 | φησὶ τὴν ἐκ δυοῖν κρεμαμένην ἀνέμων. T |
| book 335c.1 | ὄρσουσα: ὅτι Ζηνόδοτος γράφει „ὄρσασα“. ἐκ δὲ τού‐ |
| book 335c.2 | του φανερός ἐστι δεδεγμένος τὸ εἴσομαι γνώσομαι καὶ τὸ „ἥ κεν |
| book 335c.3 | {ἀπὸ τρώων}“ (Φ 336) ψιλῶς ἀνεγνωκώς. οὐ βούλεται δὲ γνῶναι, |
| book 335c.4 | ἀλλὰ πορευθῆναι παρασκευάσουσα. A |
| book 336a.1 | Τρώων κεφαλάς: κατὰ περίφρασιν τοὺς Τρῶας. b(BC |
| book 336a.2 | E3E4)T |
| book 336b1.1 | {τεύχεα} κῆαι: προπερισπαστέον τὸ κῆαι· ἔστι γὰρ |
| book 336b1.2 | ἀπαρέμφατον. A |
| book 336b2.1 | {κῆαι:} προπερισπᾶται· οὐ γάρ ἐστιν εὐκτικόν, ἀλλ’ |
| book 336b2.2 | ἀπαρέμφατον. T |
| book 337a | 〈φλέγμα:〉 ὅτι τὴν φλόγα κατὰ τὸ οὐδέτερον. Aim |
| book 337b.1 | φλέγμα: τὴν φλόγα, ὡς „καῦμα 〈...〉 θεσπέσιον“ (Hsd. |
| book 337b.2 | th. 700) ἀντὶ τοῦ καῦσις. b(BCE3)T |
| book 337c | 〈κακόν:〉 κακοποιόν. Til |
| book 338.1 | 〈ἐν δ’ αὐτὸν ἵει πυρί:〉 καὶ αὐτὸν δὲ τὸν Ξάνθον περί‐ |
| book 338.2 | βαλλε πολλῇ φλογί. Ge |
| book 339 | 〈ἀρειῇ:〉 ἀπειλῇ. | ὁ καί ἀντὶ τοῦ ἤ. Til |
| book 341 | 〈ἰάχουσα:〉 ὡς „φέρουσα“ (Γ 425. Ο 175 al.). Til |
| book 342 | 〈τιτύσκετο:〉 παρεσκεύαζεν. Til |
| book 343.1 | ἐν πεδίῳ πῦρ δαίετο: ἵνα ἀναξηράνῃ τὸ εἰς αὐτὸ ἐκκε‐ |
| book 343.2 | χυμένον ὕδωρ. καῖε δὲ νεκρούς· Ἀχιλλέα δὲ οὔ· οὐδὲ γὰρ ὁ Σκά‐ |
| book 343.3 | μανδρος τοὺς Τρῶας ἀπέπνιγεν ἐν ἑαυτῷ. b(BCE3E4)T |
| book 344.1 | πολλούς, οἵ ῥα κατ’ αὐτὸν 〈ἅλις ἔσαν〉: πρὸς τὸ ζη‐ |
| book 344.2 | τούμενον, πῶς οὐ κατακαίεται ὁ Ἀχιλλεὺς ἀναζέοντος τοῦ ὕδατος. |
| book 344.3 | λέγει δὲ ὁ Ἀρίσταρχος ὅτι πρῶτον τὸ πεδίον ἀνεξήρανται τῇ φλογί, |
| book 344.4 | εἶτα εἰς τὸ ῥεῦμα τοῦ ποταμοῦ τρέπει τὴν φλόγα, ὅτε ὁ Ἀχιλλεὺς ἤδη |
| book 344.5 | ἐν τῷ πεδίῳ ἐγεγόνει. A |
| book 345 | πᾶν δ’ ἐξηράνθη 〈πεδίον〉: ὅτι ἀντὶ τοῦ ὅλον, καὶ ὅτι |
| book 345 | {τὸ} πρότερον ἀνεξηράνθη τὸ πεδίον. A |
| book 346a.1 | ὀπωρινὸς Βορέης: ἰσχυροὶ γὰρ κατὰ τὴν ὀπώραν οἱ |
| book 346a.2 | Βορέαι πνέουσιν. εὐκταῖον δὲ ἀρδευθείσῃ γῇ Βορρᾶν †ἐπιλαβεῖν† |
| book 346a.3 | πυκνουμένης γὰρ τῆς ἐπιφανείας δύνει κατὰ ῥιζῶν ἡ νοτὶς b(BCE3E4) |
| book 346a.4 | T ὑπὲρ τοῦ ἀποθεῖναι τὸ ὑγρόν. T ὀπωρινὸς δὲ ὁ θερινὸς b |
| book 346a.5 | (BCE3E4)T κατὰ Σικυωνίους. T |
| book 346b.1 | ἄλλως· ὀπωρινὸς Βορέης: οἱ γὰρ ἐτησίαι ξηρότεροι |
| book 346b.2 | τοῦ ἐν χειμῶνι πνέοντος Βορέου. b(BCE3E4)T |
| book 347a1 | 〈ἀνξηράνῃ:〉 Ἀρίσταρχος {αἶψ’} ἀνξηράνῃ. T |
| book 347a2 | Ἀριστοφάνης δὲ γράφει „{αἶψ’} ἐξαυήνῃ“. T |
| book 347b.1 | ἀγξηράνῃ: μετὰ τοῦ α. καὶ „θερμήνῃ“ (Ξ 7) μέν φησιν, |
| book 347b.2 | ἀλλ’ οὐ〈κ ἀγ〉ξηρήνῃ διὰ τὸ κακόφωνον, ὡς „ψαρῶν“ (Ρ 755) καὶ |
| book 347b.3 | „ψῆρασ“ (Π 583). T |
| book 348-9.1 | ἐξηράνθη πεδίον〈— / κῆεν〉: οἰκονομικὸν καὶ |
| book 348-9.2 | τοῦτο, ἵνα τὰ ἑξῆς διάθηται. T |
| book 349 | 〈κῆεν· ὁ δ’ ἐς ποταμὸν τρέψε:〉 ὅτι πάλιν ἐπανέλαβεν |
| book 349 | ὥσπερ 〈***〉. Aim |
| book 350-2.1 | καίοντο πτελέαι〈—πεφύκει〉: δηλονότι ὑπο‐ |
| book 350-2.2 | φυγόντος τοῦ ποταμοῦ καὶ εἰς τὸ ἴδιον ῥεῖθρον τραπομένου τοῦ |
| book 350-2.3 | ὕδατος. b(BCE3E4)T |
| book 351-2.1 | λωτός τε 〈ἰδὲ θρύον ἠδὲ κύπειρον / τὰ— |
| book 351-2.2 | πεφύκει〉: τοῖς ὑπ’ αὐτοῦ τρεφομένοις ὕλῃ χρῆται κατ’ αὐτοῦ. |
| book 351-2.3 | b(BCE3E4)T |
| book 351 | κύπειρον: αἱ ἐκ τῶν πόλεων „κύπαιρον“ εἶχον. Aint T |
| book 353a.1 | 〈τείροντ’〉 ἐγχέλυές τε καὶ ἰχθύες: ὅτι διέστειλε τὰς |
| book 353a.2 | ἐγχέλεις ἀπὸ τῶν ἰχθύων. Aim T |
| book 353b.1 | τείροντ’ ἐγχέλυες: καὶ τὰς ἐγχέλυας εἰπεῖν καιομένας |
| book 353b.2 | οὐ πάνυ ἁρμόδιον· οὐ γὰρ οἷον καὶ αὐτῶν ἅπτεται τὸ πῦρ, ἀλλὰ |
| book 353b.3 | πνοῇ μόνον καὶ τῇ ἀναφορᾷ τοῦ πυρὸς 〈τείρονται〉 (cf. Φ 355). T |
| book 353c.1 | 〈τείροντ’ ἐγχέλυές τε καὶ ἰχθύες:〉 ὑπερβολὴ τὸ κα‐ |
| book 353c.2 | τὰ βάθη κάεσθαι. Til |
| book 354.1 | κυβίστων: σημαντικώτερον οὐκ ἂν εὕροιμεν ὄνομα· οὐ γὰρ |
| book 354.2 | ἀναπάλλεσθαι τοὺς ἰχθῦς ἔφη, ὅπερ καὶ χωρὶς πυρὸς συμβαίη ἄν, |
| book 354.3 | ἀλλὰ τοὺς ἀναπαλλομένους τε ἅμα καὶ καταδυομένους πάλιν ἀπὸ τῆς |
| book 354.4 | φλογὸς διὰ τοῦ ῥήματος ἔδειξεν. b(BCE3E4)T |
| book 355 | 〈πνοιῇ:〉 οὕτως πνοιῇ. ἔν τισι δὲ „ῥιπῇ“. Aint |
| book 356a | 〈καίετο δ’ ἲς ποταμοῖο:〉 ἐπὶ τὸ ποταμοῖο στικτέον. |
| book 356a | Aim |
| book 356b.1 | καίετο δ’ ἲς ποταμοῖο: Πτολεμαῖος ὁ Πινδαρίων τὸν |
| book 356b.2 | καί σύνδεσμον καὶ τὴν ἕ ἀντωνυμίαν ἐνόμιζεν. T |
| book 356.1 | ἄλλως· καίετο δ’ ἲς 〈ποταμοῖο ἔπος τ’ ἔφατο〉: |
| book 356.2 | τινὲς „καί ἑ τόδε“, ἵν’ ᾖ ‘καὶ αὐτὸν τόδε εἶπεν ἲς ποταμοῖο‘. T |
| book 357a.1 | οὔ τις σοί 〈γε〉 θεῶν δύνατ’ 〈ἀντιφερίζειν〉: εὐ‐ |
| book 357a.2 | φυῶς ἄγαν ἧτταν ὁμολογούμενος καὶ τοὺς ἄλλους θεοὺς συμπεριλαμ‐ |
| book 357a.3 | βάνει. T |
| book 357b.1 | ἄλλως· οὔ τις σοί γε θεῶν 〈δύνατ’〉 ἀντιφερίζει〈ν〉: |
| book 357b.2 | ἀνίκητον γὰρ τὸ πῦρ· καὶ σίδηρον γοῦν μαλάσσει καὶ οὐδὲ ὑπὸ ἄλλου |
| book 357b.3 | μαραίνεται, ἀλλ’ ὑφ’ ἑαυτοῦ· b(BCE3E4)T καὶ Ζεὺς πύρινον |
| book 357b.4 | ἔχει τὸ δόρυ. T λεπτομερεστάτη δὲ ἡ οὐσία τοῦ πυρὸς διὰ πάν‐ |
| book 357b.5 | των διϊκνουμένη. b(BCE3E4)T |
| book 361.1 | ἀνὰ δ’ ἔφλυεν: ἀνέζει δέ. ἔνθεν καὶ τὸ ἐκ θερμότητος |
| book 361.2 | ἀνάστημα φλυκτίς, καὶ φλύαρος ὁ ἀναζέων τοῖς λόγοις. b(BCE3E4)T |
| book 361.3 | ἐμφαντικῶς δὲ ἄγαν ὡς ἐπὶ ἀγγείου καιομένου. b(BE3E4)T εἶτα |
| book 361.4 | καὶ τῇ εἰκόνι τοιαύτῃ χρήσεται (sc. Φ 362—4). T |
| book 362a | ὡς δὲ λέβης ζεῖ 〈ἔνδον〉: ὅτι οἶδεν ἕψησιν κρεῶν, |
| book 362a | χρωμένους δὲ τοὺς ἥρωας οὐ παρεισάγει. A |
| book 362b.1 | 〈ὡς δὲ λέβης ζεῖ ἔνδον:〉 καὶ αὐτὸς μὲν κρεῶν ἑφθῶν |
| book 362b.2 | οἶδεν χρῆσιν, τοὺς δὲ ἥρωας οὐκ εἰσάγει χρωμένους. | πῶς οὖν βο‐ |
| book 362b.3 | είους πόδας ἐσθίουσι μνηστῆρες (cf. υ 299); οὐ γὰρ ἂν ὤπτησαν |
| book 362b.4 | πόδας. T |
| book 362c.1 | ὡς δὲ λέβης ζεῖ ἔνδον: ἐμφαντικῶς τὸ ἔνδον, ἵνα καὶ |
| book 362c.2 | τὴν κοιλότητα δείξῃ καὶ τὴν κάτωθεν ἀνάζεσιν. κοῖλα δὲ ἀμφότερα, |
| book 362c.3 | καὶ ὁ ποταμὸς καὶ ὁ λέβης. b(BCE3E4)T |
| book 362-4.1 | ἄλλως· ὡς δὲ λέβης ζεῖ ἔνδον, ἐπειγόμενος 〈πυρὶ |
| book 362-4.2 | πολλῷ, / — / πάντοθεν〉 ἀμβολάδην: τὸ ἑξῆς ζεῖ ἔνδον |
| book 362-4.3 | (362) πάντοθεν ἀμβολάδην (364), καὶ ἡμεῖς ὑπὲρ τῶν ζεόντων |
| book 362-4.4 | φαμὲν ἀναβάλλειν τὸ χαλκίον. b(BCE3E4)T ἀναζεῖ οὖν πάν‐ |
| book 362-4.5.1 | τοθεν διὰ τὴν τῆς φλογὸς ὑπερβολήν· b(BE3E4)T διὸ καὶ |
| book 362-4.5.2 | ἐπάγει ὑπὸ δὲ ξύλα κάγκανα κεῖται (364). T |
| book 363a | κνίσην μελδόμενος: ὅτι ἀντὶ τοῦ μέλδων, τήκων A Ge |
| book 363a.1 | τὰ κνίση, {τήκων} παθητικὸν ἀντὶ τοῦ ἐνεργητικοῦ. | γράφουσι δέ |
| book 363a.2 | τινες κνίσην σὺν τῷ ν· οὕτως γὰρ καὶ Ἀρίσταρχος, καί φησιν ὅτι |
| book 363a.3 | ἀντὶ τοῦ τηκόμενος, ὅπερ ἰσοδυναμεῖ τῷ τήκων. κνίσην δὲ πᾶν τὸ |
| book 363a.5 | πιμελές. A |
| book 363b | 〈κνίσην:〉 οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ „κνίσῃ“. Aint |
| book 363c.1 | κνίσῃ μελδόμενος: σὺν τῷ ν Ἀρίσταρχος „κνίσην“, τὸ |
| book 363c.2 | δὲ μελδόμενος ἀντὶ τοῦ τήκων, κνίσην δὲ πᾶν τὸ πιμελές. τινὲς δὲ |
| book 363c.3 | οὐδετέρως ἤκουον ‘τὰ κνίση‘ b(BCE3)T καὶ τὸ μελδόμενος |
| book 363c.4 | ἀντὶ ἐνεργητικοῦ τοῦ μέλδων, ὅ ἐστι τήκων. ἀλλ’ οὐδὲν τῶν εἰς ος |
| book 363c.5.1 | οὐδετέρων ἀδιαίρετόν ἐστι παρ’ Ὁμήρῳ κατὰ τὸ πληθυντικόν· |
| book 363c.5.2 | „τείχεα“ (Θ 177. Μ 26 al.) γὰρ καὶ „βέλεα“ (Θ 159. Μ 159 al.) λέγει. |
| book 363c.1 | τί οὖν ἐστι T τὸ „Τηλέμαχος τεμένη νέμεται“ (λ 185); b(BCE3) |
| book 363c.2 | T οὕτως οὖν καὶ τὸ „κνίση μελδόμενοσ“. T ἀλλ’ ἀεὶ παρ’ |
| book 363c.3 | Ὁμήρῳ ἡ κνῖσα θηλυκῶς εἴρηται. Ἑρμογένης δὲ ἐν τῷ Περὶ τῶν |
| book 363c.10.1 | πέντε προβλημάτων γράφει „κνίσῃ μελδομένου“, ᾖ ‘τῇ κνίσῃ |
| book 363c.10.2 | μελδομένου‘. b(BCE3)T τινὲς δὲ „κνίσην μελδομένου“, ἵν’ ᾖ |
| book 363c.10.3 | ‘συὸς τηκομένου τὴν κνῖσαν‘. T μέλδειν δὲ κυρίως τὸ τὰ μέλη |
| book 363c.10.4 | ἔδειν. b(BCE3)T ἄμεινον δὲ τῇ συνήθει γραφῇ χρῆσθαι κνίσῃ |
| book 363c.10.5 | μελδόμενος ἀντὶ τοῦ λιπαινόμενος. καὶ ἔστι μελδόμενος ἀντὶ τοῦ |
| book 363c.15.1 | τὰ μέλη ἀλδόμενος, ὡς ἀλλαχοῦ „μέλε’ ἤλδανε ποιμένι λαῶν“ (ς 70). |
| book 363c.15.2 | T | σημαίνει δὲ ἡ κνῖσα καὶ τὴν ἐκ τῶν κρεῶν ἀναθυμίασιν, ὡς ὅταν |
| book 363c.15.3 | λέγῃ „καὶ τότε με κνίσης ἀμφήλυθεν ἡδὺς ἀϋτμή“ (μ 369) καὶ „κνίση δ’ |
| book 363c.15.4 | οὐρανὸν ἷκεν ἑλισσομένη“ (Α 317). σημαίνει δὲ καὶ τὸ λίπος, ὡς ἐπὶ |
| book 363c.15.5 | τῶν γαστέρων ἔφη „ἐμπλείην κνίσης τε καὶ αἵματοσ“ (ς 119). σημαίνει |
| book 363c.20.1 | δὲ καὶ τὸν ἐπίπλουν, ὡς ὅταν λέγῃ „κατά τε κνίσῃ ἐκάλυψαν / δίπτυχα |
| book 363c.20.2 | ποιήσαντεσ“ (Α 460—1)· διπλᾶ γὰρ ποιήσαντες τὰ κνίση τοὺς |
| book 363c.20.3 | μηροὺς ἐκάλυψαν· „δίπτυχα“ δὲ αὐτὰ τὰ κνίση „ποιήσαντεσ“· ἐπεὶ |
| book 363c.20.4 | γὰρ δύο οἱ μηροί, τὸν ἐπίπλουν εἰς δύο διελόντες ἑκάτερον τῶν μηρῶν |
| book 363c.20.5 | θατέρῳ μέρει τοῦ ἐπίπλου ἐκάλυπτον. b(BE3)T καὶ ἔστιν ἐν τῇ |
| book 363c.25.1 | κωμῳδίᾳ (IV p. 687 M. = fr. ad. 608 [III p. 517] K.) τὸ ἑνικὸν |
| book 363c.25.2 | οὐδέτερον· „τὸ κνῖσος ὀπτῶν ὀλλύεις τοὺς γείτονασ“. T |
| book 363d.1 | ἄλλως· κνίση〈ν〉 μελδόμενος: τὴν πιμελὴν τήκων. |
| book 363d.2 | τινὲς δὲ οὐδετέρως ἤκουον ‘τὰ κνίση‘. τινὲς δὲ „κνίσην μελδομένου“, |
| book 363d.3 | ἵν’ ᾖ συὸς τηκομένου τὴν κνῖσαν. μέλδειν δὲ κυρίως τὸ τὰ μέλη ἔδειν. T |
| book 363e.1 | 〈κνίσην μελδόμενος:〉 τὴν κνῖσαν τήκων. καὶ Καλλί‐ |
| book 363e.2 | στρατος ἐξηγεῖται· „τὴν πιμελὴν τήκων ἁπαλοῦ συόσ“. Κομανὸς ὁ |
| book 363e.3 | Ναυκρατίτης γράφει σὺν τῷ ν „κνίσην μελδόμενοσ“, ὅπως κείσεται |
| book 363e.4 | 〈τὸ〉 παθητικὸν ἀντὶ τοῦ ἐνεργητικοῦ τοῦ μέλδων τὴν κνῖσαν, καίων. |
| book 363e.5.1 | Πεισίστρατος δὲ ὁ Ἐφέσιος καὶ Ἑρμογένης ἐν τῷ Περὶ τῶν 〈πέντε〉 |
| book 363e.5.2 | προβλημάτων· „ἐγέγραπτο, φησί, ΜΕΛΔΟΜΕΝΟ, καὶ δέον ἦν 〈τὸ〉 |
| book 363e.5.3 | υ προσθεῖναι, κακῶς δέ τις τὸ ς προσέγραψεν· ὁ γὰρ νοῦς ‘τῇ κνίσῃ |
| book 363e.1 | τηκομένου τοῦ συόσ‘. ὁ μὲν 〈οὖν〉 ποιητὴς μέλδεσθαί φησι τὰ ἑψόμενα, |
| book 363e.2 | οἱ δὲ πεποιήκασι τὸν λέβητα τηκόμενον. ἡ δὲ αἰτία γέγονεν ἐν τῷ |
| book 363e.10.1 | μὴ τοὺς ἀρχαίους προστιθέναι τῷ ο τὸ υ, ἀλλ’ ὅταν τὴν συλλαβὴν |
| book 363e.10.2 | ταύτην βούλωνται γράφειν ου, τὸ ἓν γράμμα σημειοῦσθαι μόνον. |
| book 363e.10.3 | γεγραμμένου δὴ οὕτως „ΚΝΙΣΗΙ ΜΕΛΔΟΜΕΝΟ“ καὶ οὐ προσκει‐ |
| book 363e.10.4 | μένου τοῦ υ, ὁ μεταγράφων εἰς τὴν νῦν γραμματικὴν οὐκ ἐνόησεν ὅτι |
| book 363e.10.5 | „μελδομένου“ ἦν, ἀλλ’ ἄνευ τοῦ υ ἀναγινώσκων ἀδιανόητον ἡγεῖτο |
| book 363e.15.1 | καὶ ἡμαρτημένον εἶναι· διόπερ προσέθηκε ἀντὶ τοῦ υ τὸ ς, μελδόμενος |
| book 363e.15.2 | ποιήσας. γράφεται οὖν ὁ λέβης τηκόμενος ἀντὶ τοῦ 〈τηκομένου〉 |
| book 363e.15.3 | ἁπαλοτρεφέος σιάλοιο. εἰ δέ τις τὸ τηκόμενος φήσει ἶσον εἶναι τῷ |
| book 363e.15.4 | τήκων, παραθεὶς ὅτι καὶ ὁ λοιδορῶν λοιδορούμενος λέγεται ἢ „πεπλη‐ |
| book 363e.15.5 | γυῖα“ (Ε 763. κ 238 al.) 〈ἀντὶ τοῦ πλήσσουσα〉 καὶ „πέπληγον δὲ |
| book 363e.20.1 | χορόν“ (θ 264) ἀντὶ τοῦ ἔτυπτον, κατανοείτω τὴν ἀνομοιότητα· |
| book 363e.20.2 | βιάσεται γὰρ λέγειν ‘ὡς δὲ λέβης πυρὶ πολλῷ τήκων‘, κωλυούσης τῆς |
| book 363e.20.3 | ἐπιφερομένης λέξεως· ἔσται γὰρ ἀσύνετον τὸ σιάλοιο. φανερὸν οὖν |
| book 363e.20.4 | ὅτι λέγεται τηκομένου σιάλοιο ζεῖν τὸν λέβητα. οὐ προσγραφομένου |
| book 363e.20.5 | δὲ πρότερον τοῦ υ, ὁ μεταγράφων, ὅπερ ἔφην, ἐλλείπειν νομίσας τὴν |
| book 363e.25 | λέξιν, προσέθηκε τὸ ς.“ Ge |
| book 363f1.1 | 〈κνίση μελδόμενος:〉 ἤτοι τὰ κνίση τηκόμενος ἢ τῇ |
| book 363f1.2 | κνίσῃ. Ge |
| book 363f2 | σημαίνει τὰ κνίση. Aint |
| book 363g | σιάλοιο: σιτευτοῦ. b(BE3)T |
| book 365a.1 | ὣς τοῦ καλὰ ῥέεθρα πυρὶ φλέγετο, 〈ζέε δ’ ὕδωρ〉: |
| book 365a.2 | καὶ πῶς μὴ ἐκαίετο ὁ Ἀχιλλεύς; ἀλλ’ ὥσπερ ὁ Σκάμανδρος Ἀχιλλέα |
| book 365a.3 | μὲν ἔπνιγεν „ζωοὺς δὲ σάω κατὰ καλὰ ῥέεθρα, / κρύπτων ἐν δίνῃσι |
| book 365a.4 | βαθείῃσιν μεγάλῃσι“ (Φ 238—9), οὕτω καὶ ὁ Ἥφαιστος πᾶν μὲν |
| book 365a.5.1 | ὑφάπτει τὸ ἄλλο τοῦ ποταμοῦ πλὴν ἐκείνου τοῦ τόπου, ἔνθα ἦν |
| book 365a.5.2 | Ἀχιλλεύς. b(BCE3E4)T |
| book 365b.1 | 〈ζέε δ’ ὕδωρ:〉 γράφεται καὶ „σχέτο δ’ ὕδωρ“, ἤγουν |
| book 365b.2 | τῆς ὁρμῆς. Til |
| book 366a.1 | οὐδ’ ἔθελε προρέειν: ὅτι ἀντὶ τοῦ οὐκ ἠδύνατο. καὶ ἐν |
| book 366a.2 | Ὀδυσσείᾳ (γ 121)· „ἤθελ’, ἐπεὶ μάλα πολλὸν ἐνίκα δῖος Ὀδυσσεύσ“. |
| book 366a.3 | A |
| book 366b.1 | οὐδ’ ἔθελε προρέειν: οὐκ ἠδύνατο. b(BCE3)T καὶ |
| book 366b.2 | „ποιῆσαι δύναται. τοὶ δὲ φθινύθουσιν ἔδοντεσ“ (α 250) καὶ „ἤθελε |
| book 366b.3 | Μηριόνης, μάλα δ’ ἤθελε 〈Νέστορος υἱόσ〉“ (Κ 229). T |
| book 366c.1 | ἀϋτμή: ἐξατμιζομένη πυρώδης πνοή· b(BCE3E4)T τὸ |
| book 366c.2 | μὲν γὰρ καθαρὸν ὕδωρ ὡς τὴν ἰδίαν φύσιν ἔχον ἀκολούθως ὅπῃ θέλει |
| book 366c.3 | ῥεῖ, τὸ δὲ θερμαινόμενον βραδύπορον γίνεται, πολὺ τῆς δυνάμεως |
| book 366c.4 | ἀφῃρημένον· καὶ ὅτι Ἥφαιστος ἡ πυρώδης ἐστὶν ὅλη οὐσία, ὁ δὲ |
| book 366c.5 | Σκάμανδρος μέρος τῆς οὐσίας τοῦ ὕδατος. b(BE3E4)T |
| book 369a | 〈τίπτε:〉 ἐπὶ τίνι αἰτίᾳ; b(BCE3)Til |
| book 369b1 | ἐμὸν ῥόον ἔχραε κήδει〈ν〉: ἔχραεν ὥρμησεν ὥστε |
| book 369b1 | λυπεῖν· „μητέρι μοι μνηστῆρες ἐπέχραον“ (β 50). T |
| book 369b2.1 | τὸ δὲ ἐπέχραεν ἀντὶ τοῦ μετὰ λυπήσεως ἐπῆλθε, βλαπτι‐ |
| book 369b2.2 | κῶς ἐφώρμησεν. b(BCE3) |
| book 370a.1 | 〈ἐξ ἄλλων:〉 βέλτιον ἡ συνήθεια τοῖς ἄνω συνάπτει τὸ |
| book 370a.2 | ἐξ ἄλλων. Aim T |
| book 370b.1 | ἐξ ἄλλων: παρὰ τοὺς ἄλλους Ἑλληνικοὺς θεούς. ἢ ὑπὲρ |
| book 370b.2 | τοὺς ἄλλους συμμάχους τῶν Τρώων ὥρμησεν ἐμὲ λυπεῖν (cf. Φ 369‐ |
| book 370b.3 | 70). b(BCE3E4)T |
| book 370c.1 | οὐ μέν τοι ἐγὼ τόσον αἴτιός εἰμι: τοῦ μὴ ἁλίσκεσθαι |
| book 370c.2 | τὴν Τροίαν. T |
| book 373.1 | ἐπὶ καὶ τόδ’ ὀμοῦμαι: ἐπὶ τούτοις καὶ τόδε ὀμοῦμαι, ἢ |
| book 373.2 | μετὰ τὸ λῆξαι ἐπομοῦμαι. b(BCE3E4)T |
| book 374.1 | ἐπὶ Τρώεσ〈σ〉ιν ἀλεξήσειν: τὸ ἑξῆς ἐπαλεξήσειν. b(B |
| book 374.2 | CE3)T |
| book 375a1.1 | μαλερῷ: παρὰ τὴν ἀλέαν πλεονασμῷ τοῦ μ. ἢ παρὰ τὸ |
| book 375a1.2 | μαλεῖν, ὅ ἐστιν ἀφανίζειν. T |
| book 375a2.1 | παρὰ τὴν ἀλέαν πλεονασμῷ τοῦ μ. b(BCE3E4) δηλον‐ |
| book 375a2.2 | ότι τῷ θερμῷ καὶ καυστικῷ. b(BCE3) |
| book 376.1 | καιομένη, 〈καίωσι δ’ ἀρήϊοι υἷες Ἀχαιῶν〉: ἀνα‐ |
| book 376.2 | φωνεῖ τὸ τέλος τῆς ἱστορίας εὐκαίρως ὁ ποιητής· οὐ γὰρ προκόψει |
| book 376.3 | μέχρι τούτων τὸ σύγγραμμα τῷ Ὁμήρῳ. b(BCE3)T |
| book 379 | ἀγακλεές: εὔκαιρον πρὸς τὴν νίκην τὸ ἐπίθετον. b(BCE3 |
| book 379 | E4)T |
| book 380.1 | στυφελίζειν: σκληρῶς τύπτειν b(BE3E4)T καὶ βλά‐ |
| book 380.2 | πτειν. b(BE3E4) |
| book 382.1 | ἄψορρον δ’ ἄρα κῦμα 〈κατέσσυτο καλὰ ῥέεθρα〉: |
| book 382.2 | περιφερὲς ὂν τὸ ἔπος ἐδήλωσε τὴν κατάστασιν καὶ πρόχυσιν τοῦ |
| book 382.3 | ποταμοῦ, ὡς τὴν ἔπαρσιν τὸ „ἀκροκελαινιόων“ (Φ 249). T |
| book 385.1 | ἐν δ’ ἄλλοισι 〈θεοῖσιν ἔρις πέσε〉: τὸ ἑξῆς ἐνέπεσεν. |
| book 385.2 | ἔνδοξος δὲ Ἀχιλλεύς, οὗ τὴν γένεσιν αὔξουσι θεοὶ καὶ τὴν τελευτὴν |
| book 385.3 | καὶ τὸν πόλεμον. T |
| book 386a.1 | δίχα δέ σφιν 〈ἐνὶ φρεσὶ θυμὸς ἄητο〉: διχῶς δὲ |
| book 386a.2 | αὐτῶν ὡρμήθη ἡ ψυχή, τουτέστι διάφορον ἔσχον τὴν γνώμην. Ge |
| book 386b1.1 | 〈ἄητο:〉 ᾐωρεῖτο ἢ ὥρμα. b(BCE3) ἡ δὲ μεταφορὰ |
| book 386b1.2 | ἀπὸ τῶν ἀλλήλοις ἀντιπνεόντων ἀνέμων. b(BCE3E4) |
| book 386b2.1 | ἄλλως· {θυμὸς ἄητον:} ᾐώρητο ἢ ὥρμα ἀλλήλοις ἀντι‐ |
| book 386b2.2 | πνεόντων. T |
| book 386c.1 | ἄητο: εἴληπται μὲν ἀπὸ τοῦ ἄειν, ὅ ἐστι πνεῖν. σημαίνει |
| book 386c.2 | δὲ νῦν τὸ μεγάλως παρώρμητο. Ge |
| book 387 | 〈πατάγῳ:〉 γράφεται „ὁμάδῳ“. Aim |
| book 388a1.1 | ἀμφὶ δὲ σάλπιγξεν 〈μέγας οὐρανόσ〉: ὅτι αὐτὸς μὲν |
| book 388a1.2 | οἶδε σάλπιγγα, χρωμένους δὲ τοὺς ἥρωας οὐκ εἰσάγει. A Ge |
| book 388a2 | {σάλπιγξεν:} πάλιν σάλπιγγα αὐτὸς μὲν οἶδε, τοὺς |
| book 388a2 | δὲ ἥρωας οὐκ εἰσάγει χρωμένους. T |
| book 388a3.1 | {ἀμφὶ δ’ ἐσάλπιζεν:} ὅτι ἐκ τοῦ ἰδίου προσώπου οἶδε |
| book 388a3.2 | σαλπιγκτάς, τοὺς μέντοι ἥρωας οὐκ εἰσάγει χρωμένους. Ge |
| book 388b.1 | ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανός: εὖ πόλεμον |
| book 388b.2 | θεῶν κελεύσματι οὐρανοῦ διήγειρεν. ἢ περιήχησε διαδεδομένης τῆς |
| book 388b.3 | φωνῆς, ὅ φησιν ἀλλαχοῦ „ἠχὴ δ’ ἀμφοτέρων ἵκετ’ αἰθέρα“ (Ν 837). |
| book 388b.4 | καινὸν δὲ ἐζήτησε διανόημα, σαλπίζειν τὸν οὐρανὸν φήσας· εἰ γὰρ |
| book 388b.5.1 | εἶπεν ἐβρόντησεν, οὐδὲν παράδοξον οὐδὲ καταπληκτικὸν εἰσῆγεν. |
| book 388b.5.2 | b(BCE3E4)T |
| book 389a1.1 | 〈ἐ〉γέλασ〈σ〉ε δέ οἱ φίλον ἦτορ: διὰ τὸ ἥκιστα ἐπι‐ |
| book 389a1.2 | χειρηθῆναι παρὰ τῶν διχονοούντων. καὶ Μένανδρος (fr. 784 Koe.)· |
| book 389a1.3 | „καὶ τοῦτο θύων οὐδεπώποτ’ ηὐξάμην / ἐγὼ τὸ σῷζον τὴν ἐμὴν |
| book 389a1.4 | 〈συν〉οικίαν, / ἀλλὰ παρέλ〈ε〉ιπον οἰκετῶν εἶναι στάσιν / ἔνδον παρ’ |
| book 389a1.5.1 | αὑτῷ, πρᾶγμα χρησιμώτατον.“ τοιοῦτο καὶ τὸ „χαῖρε νόῳ, ὅτ’ |
| book 389a1.5.2 | ἄριστοι Ἀχαιῶν δηριόωντο“ (θ 78). ἢ ἐπεὶ ὁρᾷ περὶ ἀρετῆς αὐτοὺς |
| book 389a1.5.3 | ἀγωνιζομένους, χαίρει ὁ Ζεύς. T |
| book 389a2.1 | χαίρει γάρ, †ἵν’ ᾖ† ἐπιτεθῇ τέλος τῷ πράγματι. καὶ |
| book 389a2.2 | Ἀγαμέμνων ἔχαιρεν, „ὅτ’ ἄριστοι Ἀχαιῶν δηριόωντο“, ἐπεὶ ὥρα |
| book 389a2.3 | περὶ ἀρετῆς αὐτοὺς ἀγωνιζομένους. b(BCE3E4) καὶ Μένανδρός |
| book 389a2.4 | φησιν· ‘οὐδέποτε θύων εὐξάμην ἄλλως σώζεσθαι τὴν οἰκίαν ἢ στάσιν |
| book 389a2.5 | οἰκετῶν εἶναι ἐν αὐτῇ‘. b(BE3E4) |
| book 390a.1 | γηθοσύνῃ, 〈ὅθ’ ὁρᾶτο θεοὺς ἔριδι ξυνιόντασ〉: |
| book 390a.2 | Ἀριστοτέλης ἐν Ἀπορήμασι ζητεῖ, πῶς τῷ Ἄρει ἐπιπλήξας ὅτι |
| book 390a.3 | αὐτῷ „ἔρις 〈τε〉 φίλον πόλεμοί τε“ (Ε 891), αὐτὸς γέγηθεν ἐπὶ |
| book 390a.4 | τούτοις. φησὶ δὲ ὅτι ὀρθῶς ἐπιτιμᾷ τῷ Ἄρει· οὐ γὰρ 〈ὅτι ἔριδι〉 |
| book 390a.5.1 | ἔχαιρεν, ἀλλ’ ὅτι αἰεί, φιλόμαχος. οὐδὲ οἰνόφλυξ, ὅστις χαίρει οἴνῳ, |
| book 390a.5.2 | ἀλλ’ ὅτι αἰεὶ καὶ σφόδρα. Ge |
| book 390b.1 | 〈γηθοσύνῃ, ὅθ’—ξυνιόντας:〉 Χαμαιλέων ἐν |
| book 390b.2 | πρώτῃ Περὶ Ἰλιάδος (fr. 18 We.) μέμφεται τὸ ἐθελόκακον τοῦ Διὸς καί |
| book 390b.3 | φησιν· „ὡσπερεί τι καλὸν ὁρῶ〈ν〉, οὐ τὴν μεγίστην ἀτοπίαν“. ῥητέον |
| book 390b.4 | ὅτι περὶ ἀρετῆς ἡμιλλῶντο: οὐ γὰρ ἦσαν θνητοί, ἵνα κινδυνεύσωσιν. |
| book 390b.5 | Ge |
| book 392a1.1 | ῥινοτόρος: πρῶτον γὰρ δεῖ τῆς τῶν ἀσπίδων τρώσεως, |
| book 392a1.2 | εἶτα τῶν σωμάτων ἐφικέσθαι. T |
| book 392a2.1 | πρῶτον γὰρ αἱ ἀσπίδες τιτρώσκονται, εἶτα τὰ σώματα. |
| book 392a2.2 | b(BCE3) |
| book 392a2 | ῥινοτόρος: ὁ τιτρώσκων—τὸ τῶν ἀνθρώπων δέρ‐ |
| book 392a2 | μα. A |
| book 393.1 | {καὶ} ὀνείδειον {φάτο μῦθον}: ὡς Ὁμήρειον. Τυραννίων |
| book 393.2 | (fr. 49 H.) ὡς „ἀχρεῖον“ (Β 269. ς 163) περισπᾷ· διαίρεσιν γάρ, |
| book 393.3 | φησίν, ἐπιδέχεται, ὀνειδέϊον 〈***〉· διὸ καὶ ἐν πέμπτῳ (cf. Hrd. |
| book 393.4 | καθ. 1,136,9) γράφεται· „ὡς τέλος τέλειον, ἕλος ἕλειον, οὕτως |
| book 393.5.1 | ὄνειδος ὀνείδειον. διὰ τῆς ει διφθόγγου ἡ παραγωγή, καὶ παροξύνε‐ |
| book 393.5.2 | ται.“ Ge |
| book 394a.1 | κυνάμυια: ὅτι αὐτὸς ἐσχημάτισε τὸ ὄνομα ἀπὸ τοῦ κυνὸς |
| book 394a.2 | καὶ τῆς μυίας· ὁ μὲν γὰρ κύων ἀναιδής, ἡ δὲ μυῖα θρασεῖα. A Ge |
| book 394b.1 | {τίπτ’ αὖτ’ ὦ} κυνάμυια: Νεοπτόλεμος ὁ Παριανὸς (fr. |
| book 394b.2 | 8 a M.) γράφει „κινάμυια“. φησὶ δὲ ἐν τρίτῳ Περὶ γλωσσῶν Ὁμήρου· |
| book 394b.3 | „κυνάμυια συνήχθη ἀπὸ κυνός τε θρασέος καὶ μυίης. ἀλλ’ οὐ γρα‐ |
| book 394b | πτέον οὕτως, ‘κινάμυια‘ δέ ἐστι, τὸ ι ἀντὶ τοῦ υ. μὴ οὖν τὴν σύνθεσιν |
| book 394b.5.1 | 〈ᾖ〉 ἀπὸ τοῦ κινεῖν τὴν μύσιν τῶν βλεφάρων καὶ μὴ ἀτενίζειν, ὡς ἂν ὁ |
| book 394b.5.2 | σώφρων τε καὶ κόσμιος· διὸ καὶ λέγομεν 〈τοὺσ〉 ἀναιδοφθάλμους {καὶ} |
| book 394b.5.3 | κινοφθάλμους καὶ λιρούς, ὃ φωνεῖται ἀπὸ τοῦ λίην 〈ἢ〉 διὰ τὸ †λελί‐ |
| book 394b.5.4 | σθαι† εἰς ἀναιδείην.“ Ge |
| book 394c1.1 | κυνάμυια: ἀναιδὴς καὶ θρασεῖα, ἢ αἱμοπότις, ὅ ἐστι |
| book 394c1.2 | κροτών. οἱ δὲ γράφουσι „κινάμυια“, ἡ κινοῦσα τὴν μύσιν τῶν ὀφθαλ‐ |
| book 394c1.3 | μῶν καὶ μὴ ἠρεμαῖον ἔχουσα τὸ βλέμμα. T |
| book 394c2.1 | ἀναιδὴς καὶ θρασεῖα, καὶ αἱμοποτοῦσα. b(BCE3) λέ‐ |
| book 394c2.2 | γεται δὲ τὸ ζῶον καὶ †κυνάμυια καὶ κρότων. b(BCE3E4) |
| book 394d.1 | 〈κυνάμυια:〉 φασὶν ὅτι δεῖ γράφειν „κυνόμυια“· ὅταν |
| book 394d.2 | γὰρ ἐπιφέρηται συμφώνῳ τὰ παρὰ τὸν κύνα, ο γραπτέον, οἷον κυνο‐ |
| book 394d.3 | πρόσωπος, κυνοκέφαλος. μήποτε οὖν ἐστιν ἡ κυνάμυια †καὶ μυῖα, ὡς |
| book 394d.4 | παρὰ Σώφρονι (fr. 169 c et d K.) „κυναναιδέσ“, καὶ κυνάγχη. Ge |
| book 394e | 〈κυνάμυια:〉 συνθέτως. Til |
| book 395a.1 | θάρσος ἄητον ἔχουσα: δύναται καθ’ ἑαυτὸ λέγεσθαι |
| book 395a.2 | τὸ ἡμιστίχιον κατὰ κλητικὴν πτῶσιν, ‘ὦ θάρσος ἄητον ἔχουσα‘. T |
| book 395b | 〈ἄητον:〉 μέγα, παρὰ τὴν αἶαν. b(BCE3)T |
| book 395c.1 | μέγας δέ σε θυμὸς ἀνῆκεν: μετεωρισμὸς δέ σε ψυχῆς |
| book 395c.2 | ἀνέπεισεν. T |
| book 396-8.1 | ἢ οὐ μέμνῃ〈—ἔδαψασ〉: κακῶς ἥττης ἑαυτοῦ |
| book 396-8.2 | ὑπομιμνῄσκει· ἔδει γὰρ αὐτόν, ὡς Ζεὺς „ἢ οὐ μέμνῃ, ὅτε τ’ ἐκρέμω |
| book 396-8.3 | ὑψόθεν“ (Ο 18). ἢ θέλει αὐτὴν πλῆξαι ὡς δίκην νῦν ληψόμενος. b |
| book 396-8.4 | (BCE3E4)T |
| book 397a1.1 | πανόψιον: οὕτως Ἀρίσταρχος πανόψιον. AAim τὸ |
| book 397a1.2 | οἱονεὶ πανόρατον καὶ λαμπρὸν καὶ ἐπιφανές. δύναται δὲ καὶ τὸ ‘πάν‐ |
| book 397a1.3 | των τελευταῖον‘ ἀκούεσθαι, ἵνα τὸ ὀψέ ἐγκέηται καὶ μὴ ἐπὶ τοῦ ἔγχους |
| book 397a1.4 | δεχώμεθα, ἀλλὰ τοιοῦτον νοῶμεν· ‘τὸ δὲ πάντων ἔσχατον αὐτὴ τὸ |
| book 397a1.5 | ἔγχος λαβοῦσα ἐπ’ ἐμὲ ὦσασ‘ (cf. Φ 397—8). A |
| book 397a2 | Ἀντίμαχος (fr. 136 W.) δὲ γράφει „ὑπονόσφιον“. καὶ |
| book 397a2 | τί ποτε δι’ αὐτοῦ θέλει δηλοῦσθαι ἄμεινον; T |
| book 397b.1 | {οὐτάμεναι αὐτὴ δὲ} πανόψιον: ὅτι τὸ λαμπρὸν καὶ |
| book 397b.2 | ἐπιφανές. ἢ ὀπισθίδιον ἔχουσα ἐπὶ τοῦ στύρακος. ἢ τάχα ἐπὶ χρόνου |
| book 397b.3 | εἴρηται· ‘αὐτὴ δὲ τὸ πάντων ἔσχατον τὸ ἔγχος ἑλοῦσα ἔτρωσασ‘ |
| book 397b.4 | (cf. Φ 397—8). A |
| book 397c.1 | πανόψιον: πάντων ἔσχατον (ἡ γὰρ ὀψία ὁ ἔσχατος |
| book 397c.2 | καιρός), ἵνα λέγῃ· ‘τὸ δὲ πάντων ἔσχατον αὐτὴ λαβοῦσα τὸ ἔγχος |
| book 397c.3 | ἔπληξάς με‘. ἢ τὸ ὁλόλαμπρον, ὡς ταὐτὸν εἶναι τῷ πάνοπτον |
| book 397c.4 | πρωτοτύπῳ. b(BCE3E4)T |
| book 397d | 〈πανόψιον:〉 φανερῶς, οὐ πειρωμένη λανθάνει〈ν〉. Til |
| book 398.1 | ἰθὺς ἐμεῦ ὦσας: ἐξ ἐναντίας μου ἤρεισας τὸ δόρυ. b(BC |
| book 398.2 | E3)T |
| book 399 | ἀποτισέμεν: ἐκτίσειν διὰ τιμωρίας. b(BCE3)T |
| book 400 | 〈κατ’ ἀσπίδα:〉 γράφεται „κατ’ αἰγίδα“. Aim |
| book 401a.1 | ἣν οὐδὲ Διὸς δάμνησι κεραυνός: ὅτι ἰδίως ἐπὶ τῆς |
| book 401a.2 | αἰγίδος τοῦτό φησιν, ἣν Διὸς ὅπλον παραδίδωσιν. A |
| book 401b.1 | 〈ἣν〉 οὐδὲ Διὸς δάμνησι κεραυνός: αὐτοῦ γὰρ 〈τὸ〉 |
| book 401b.2 | ὅπλον. T |
| book 402.1 | 〈τῇ μιν Ἄρης οὔτησε ... ἔγχεϊ μακρῷ: τῇ〉 ἐκεῖ, |
| book 402.2 | b(BCE3)Til οὐχ ὡς τοῦ Ἄρεος ἐκεῖσε βαλόντος, ἀλλὰ τῆς |
| book 402.3 | Ἀθηνᾶς μετενεγκούσης πρὸς τὸ μὴ τρωθῆναι. T |
| book 403 | 〈χειρὶ παχείῃ:〉 ἐν ἄλλῳ „Παλλὰς Ἀθήνη“. Aim |
| book 405 | 〈οὖρον ἀρούρης:〉 ὅριον γῆς. b(BCE3E4)T |
| book 406.1 | βάλε 〈θοῦρον Ἄρηα〉 κατ’ αὐχένα: διὰ τί κατ’ αὐχένα |
| book 406.2 | βάλλεται Ἄρης; T ὅτι ὑψαύχην ἡ ὕβρις. b(BCE3)T |
| book 407.1 | 〈ἑπτὰ δ’ ἐπέσχε〉 πέλεθρα 〈πεσών〉: πόσον ἔχει τὸ |
| book 407.2 | πλέθρον; T τὸ πλέθρον ἔχει πόδας ἑκατόν, πήχεις δὲ ἑξήκοντα ἓξ |
| book 407.3 | δίμοιρον. A b (BCE3E4)T εἰ δὲ ζητοίης, πῶς ἔφθασεν ὁ Διομή‐ |
| book 407.4 | δης τὸν τηλικοῦτον τρῶσαι, ἴσθι ὡς Ἀθηνᾶς συνεργούσης (cf. Ε |
| book 407.5 | 855—9). b(BCE3E4)T |
| book 408.1 | 〈ἀμφαράβησε:〉 ἄραβος κυρίως ἡ ἐν Ἄρει βοή, b(BCE3 |
| book 408.2 | E4)T καταχρηστικῶς δὲ ἦχος ὅπλων. b(BCE3E4) |
| book 409 | 〈καί μιν:〉 γράφεται „καί οἱ“. Aint |
| book 410-1.1 | ὅσσον ἀρείων / εὔχομ’ ἐγὼν 〈ἔμεναι〉: ἔστι γὰρ |
| book 410-1.2 | ἡ μὲν ἐξ ἀνδρὸς μόνου, ὁ δὲ καὶ ἐκ γυναικός. καὶ ἡ μὲν ἔνοπλος γεννη‐ |
| book 410-1.3 | θεῖσα συμπεφυκυῖαν τοῖς ὅπλοις τὴν ἀρετὴν ἔχει· b(BCE3E4)T |
| book 410-1.4 | καὶ ταύτην ὁ πατὴρ ἅμα τῇ γενέσει Νίκην ἐποίησεν. T ἄλλως τε |
| book 410-1.5 | τὸ δίκαιον ἐπικρατεῖν ἀεὶ πέφυκεν. b(BE3E4)T |
| book 411 | 〈ἰσοφαρίζεις:〉 ἐν ἄλλῳ „ἀντιφαρίζεισ“. Aim |
| book 412a.1 | 〈τῆς μητρὸς ἐρινύας ἐξαποτίνοις:〉 τιμωρίας ἀπο‐ |
| book 412a.2 | δοίης τῇ Ἥρα. Aint |
| book 412b.1 | ἐρινύας: κατάρας. οὕτω δέ, πρὸς τοὺς κρείσσονας ἐθέλων |
| book 412b.2 | μάχεσθαι. b(BCE3E4)T |
| book 414 | 〈ἀμύνεις:〉 γράφεται καὶ „ἀρήγεισ“. Aim |
| book 415 | 〈πάλιν τράπεν:〉 παρέτρεψεν. Til |
| book 416a.1 | τὸν δ’ ἄγε χειρὸς ἑλοῦσα 〈Διὸς θυγάτηρ Ἀφρο‐ |
| book 416a.2 | δίτη〉: ὅτι οἱ Χωρίζοντες (fr. 8 K.) φασὶ τὸν τῆς Ἰλιάδος ποιητὴν |
| book 416a.3 | εἰδέναι συνοῦσαν τῷ Ἄρει τὴν Ἀφροδίτην, τὸν δὲ τῆς Ὀδυσσείας |
| book 416a.4 | διαφώνως Ἡφαίστῳ. λέγειν δὲ δεῖ ὅτι οὐχ οἱ αὐτοὶ χρόνοι ἦσαν |
| book 416a.5 | τῆς συμβιώσεως. A |
| book 416b1.1 | τὸν δ’ ἄγε χειρὸς ἑλοῦσα〈—Ἀφροδίτη〉: |
| book 416b1.2 | δεῖ γὰρ κρᾶσιν εἶναι τῶν ἠθῶν· Ἁρμονίαν γοῦν παῖδα ἐσχήκασιν. ἢ |
| book 416b1.3 | ὅτι τὸ πλέον διὰ γυναῖκας οἱ πόλεμοι. 〈ἢ〉 ἀνταμείβεται αὐτὸν τῆς |
| book 416b1.4 | χρήσεως τῶν ἵππων. Ἥρα δὲ ἀπέχεται τῆς Ἀφροδίτης διὰ τὸν κεστόν. |
| book 416b1.5 | T |
| book 416b2.1 | ἐπειδὴ τὸ πλέον διὰ γυναικείας αἰσχρότητας καὶ πορνείας |
| book 416b2.2 | οἱ πόλεμοι, τούτου χάριν αὐτῷ βοηθεῖ. ἢ τὴν τῶν ἵππων ἀνταμείβεται |
| book 416b2.3 | χάριν. Ἥρα δὲ ἀπέχεται Ἀφροδίτης διὰ τὸν κεστόν. b(BCE3E4) |
| book 416c.1 | 〈Διὸς θυγάτηρ:〉 γράφεται „φιλομμειδής {ἀφροδίτη}“. |
| book 416c.2 | Aim |
| book 417.1 | μόγις δ’ ἐσαγείρατο θυμόν: τὸ ζωτικὸν πνεῦμα b(BC |
| book 417.2 | E3E4)T συνέλεξεν. | ἐν παρατατικῷ δὲ τὸ ἐσαγείρατο b |
| book 417.3 | (BCE3)T Ἀρίσταρχος. T |
| book 419-22.1 | αὐτίκ’ Ἀθηναίην〈—μέτελθε〉: ὅτι τὸν πολέ‐ |
| book 419-22.2 | μιον αὐτῆς ὠφελεῖν ἐπιχειρεῖ. T |
| book 421 | 〈ἡ κυνάμυια:〉 γράφεται „†τὴν κυνάμυια톓. Aim |
| book 422a1.1 | κατὰ κλόνον: κλόνος, A ἐν ᾧ κλίνεται τὰ πράγ‐ |
| book 422a1.2 | ματα. ATil |
| book 422a2.1 | κλόνος ἡ μάχη, b(BCE3) ἐν ᾗ κλονοῦνται οἱ πολε‐ |
| book 422a2.2 | μοῦντες. b(BCE3E4) |
| book 424a.1 | καί ῥ’ ἐπιεισαμένη: ὅτι ἐπιεισαμένη ἐστὶν ἐπελ‐ |
| book 424a.2 | θοῦσα, ἐφορμήσασα, ἀπὸ τοῦ εἶμι, ὡς τὸ „ἢ τάχα καὶ δαλῷ βεβλη‐ |
| book 424a.3 | μένος A Ge εἶσθα 〈θύραζε〉“ (τ 69). Ge |
| book 424b.1 | καί ῥ’ ἐπιεισαμένη: Δημήτριος Ἰξίων ἐν τρίτῳ προ‐ |
| book 424b.2 | φέρεται πρὸς Ἀρίσταρχον· „‘καί ῥ’ ἐπερεισαμένη‘· 〈***〉 κατὰ |
| book 424b.3 | τοὺς Ἰταλιώτας ὀρεξαμένη. τὸ ὅλον οὖν ἐπορεξαμένη.“ Ge |
| book 424c.1 | ἐπιεισαμένη: ἐφορμήσασα, b(BCE3)T „εἴσομαι ἐξ |
| book 424c.2 | ἁλόθεν“ (Φ 335). ἢ ἀντὶ τοῦ T ἐπελθοῦσα. b(BCE3)T |
| book 424d1.1 | πρὸς στήθεα: ὅπου ἡ ἀφροσύνη οἰκεῖ. Ge T 〈ἀντ‐〉 |
| book 424d1.2 | ήρκει δὲ οὐδὲ τῇ πληγῇ τῆς χειρός. T |
| book 424d2.1 | πρὸς στήθεα δέ, ὅτι ἐκεῖσε ἡ ἀφροσύνη ἐγκάθηται. b |
| book 424d2.2 | (BCE3) |
| book 424e.1 | 〈χειρὶ παχείῃ:〉 πρέπει τῇ παρθένῳ „χειρὶ βαρείῃ“ |
| book 424e.2 | (ς 56), οὐ παχείῃ. γυμνῇ δὲ χειρί, ἵνα μὴ τὴν ἄνοπλον ὅπλῳ νικᾷ. |
| book 424e.3 | Ge |
| book 426 | 〈ἐπὶ χθονί:〉 γράφεται „ποτὶ χθονί“. Aim |
| book 427.1 | 〈πτερόεντ’ ἀγόρευε:〉 γράφεται „πτερόεντα προσ‐ |
| book 427.2 | ηύδα“. Aim |
| book 428a.1 | τοιοῦτοι νῦν πάντες: εἴρηται (sc. ad Α 421—2 al.) |
| book 428a.2 | ὅτι τὸ νῦν ἀεὶ παρὰ τῷ ποιητῇ περισπᾶται, κἂν παρέλκῃ, χωρὶς εἰ |
| book 428a.3 | μὴ μέτρον κωλύοι, ὡς ἐπὶ τοῦ „δεῦρό νυν, ἢ τρίποδοσ“ (Ψ 485) καὶ |
| book 428a.4 | „ἐκτελέει, ὅσα πού νυν ἐέλπεται“ (Κ 105). A |
| book 428b.1 | τοιοῦτοι νῦν πάντες: ἀεὶ τὸ νῦν φυλάσσον τὸν |
| book 428b.2 | χρόνον καὶ τὸν τόνον φυλάσσει. εἴ που δὲ συσταλῇ διὰ μέτρον, ἐγκλί‐ |
| book 428b.3 | νεται· b(BCE3)T „δεῦρό νυν, ἢ τρίποδοσ“ (Ψ 485), „ἐκτελέει, |
| book 428b.4 | ὅσα πού νυν ἐέλπεται“ (Κ 105). T |
| book 430a.1 | τλήμονες: ὅτι ὑπομενητικοὶ οἱ τλήμονες, καὶ οὐκ ἀτυ‐ |
| book 430a.2 | χεῖς, ὡς οἱ νεώτεροι. A |
| book 430b.1 | τλήμονες: εὔτολμοι. οἱ δὲ τραγικοὶ (cf. Aesch. Pers. 912, |
| book 430b.2 | Ag. 1588 al.) ἐπὶ δυστυχοῦς τιθέασι τὴν λέξιν. b(BCE3)T |
| book 431a.1 | 〈ἦλθεν Ἄρῃ ἐπίκουρος:〉 διὰ τί αὐτὸν οὐ πλήσσει; |
| book 431a.2 | ὅτι ἡ Ἀθηνᾶ τῷ Ἄρει ἀντιτέτακται, ὡς ἔχῃ βοηθεῖν. Ge |
| book 431b | 〈ἐπίκουρος:〉 ἐν ἄλλῳ „{ἦλθεν} ἐπίουροσ“. Aim |
| book 433 | 〈Ἰλίου:〉 γράφεται „Ἴλιον“. Aim |
| book 435 | κρείων: ὁ τῆς αὐξήσεως αἴτιος· ὑγρὸς γάρ, καὶ κραίνειν τὸ |
| book 435 | πληροῦν. A b (BCE3E4)T |
| book 436a.1 | διέσταμεν: οὐ πολεμοῦμεν, οὐ μιγνύμεθα· †μιγνύναι† |
| book 436a.2 | γὰρ λέγει τὸ πολεμῆσαι· ὡς αἰσχρὸν μὲν τῶν ὁμοφύλων μαχομένων |
| book 436a.3 | ἀργεῖν (cf. Φ 436—8), A b (BCE3E4)T καὶ πρεσβύτην 〈δὲ〉 |
| book 436a.4 | ἄρχειν μάχης 〈δεινότερον〉 (cf. Φ 439—40). b(BCE3E4)T |
| book 436b | 〈διέσταμεν:〉 ἀντὶ τοῦ ἀφέσταμεν τῆς μάχης. Aim |
| book 437.1 | ἀμαχητί: συστελλόμενον Δώριον, ἐκτεινόμενον δὲ Ἀττι‐ |
| book 437.2 | κόν. T |
| book 440 | 〈καλόν:〉 δηλονότι τὸ ἄρχειν. b(BCE3)Til |
| book 441 | 〈ἔχες:〉 ἀντὶ τοῦ b(BCE3) ἔχεις. b(BCE3E4)Til |
| book 442.1 | μέμνηαι: οὕτως ἐνταῦθα μέμνηαι· διπλῆ γὰρ ἡ χρῆσις. |
| book 442.2 | Aim T |
| book 444a.1 | πὰρ Διός: τινὲς ἐξ οὐρανοῦ, ἀπὸ τοῦ Διὸς οἴκου. b(BC |
| book 444a.2 | E3E4)T „ἐν Διὸς εἰλεῖται“ Ἄρατος (Ph. 224). T |
| book 444b1.1 | θητεύσαμεν: ὅτι Ὅμηρος οὐ παραδίδωσιν αἰτίαν, δι’ |
| book 444b1.2 | ἣν ἐθήτευσαν οὗτοι οἱ θεοὶ Λαομέδοντι. A |
| book 444b2.1 | οὐ παραδίδωσι Ὅμηρος τὴν αἰτίαν, δι’ ἣν ἐθήτευσαν. |
| book 444b2.2 | b(BCE3E4)T |
| book 444c.1 | θητεύσαμεν: ἐπὶ μισθῷ ἐδουλεύσαμεν. | ζητεῖται, διὰ τί |
| book 444c.2 | ἐθήτευσαν. Ἑλλάνικος (FGrHist 4, 26 a) φησὶ πειράζοντες Λαομέ‐ |
| book 444c.3 | δοντα. γράφει δὲ ἐν πρώτῳ τῶν Τρωϊκῶν· „μετὰ δὲ ταῦτα λέγεται |
| book 444c.4 | Ποσειδῶ καὶ Ἀπόλλωνα δουλεῦσαι Λαομέδοντι, ὅτι ὑβριστὴς ἦν, |
| book 444c.5.1 | πειρωμέν〈ους αὐτοῦ. λέγονται μὲν〉 οὖν ἀνδράσιν εἰδόμενοι ἐπὶ |
| book 444c.5.2 | μισθῷ, εἴτε ἄρα ἀποδώσει εἴτε καὶ οὔ, τεῖχος λάϊνον ἐν τῷ Ἰλίῳ ἐπ’ |
| book 444c.5.3 | ἀκροτάτῳ τῶν κολωνῶν τειχίσαι, ὅ 〈ἔ〉τι νῦν Πέργαμος καλεῖται.“ |
| book 444c.5.4 | Μητρόδωρος ἐν Τρωϊκοῖς (FGrHist 43, 2 = Vors.6 70 B 4)· „μετὰ |
| book 444c.5.5 | ταῦτα λέγουσι παρ’ αὐτὸν ἀφικέσθαι δύο ἄνδρας, ὁπόθεν μὲν καὶ |
| book 444c.10.1 | οἵτινες, οὐδεὶς ἔχει εἰπεῖν ἀτρεκέως. ἐλθόντας δ’ εἰπεῖν ὅτι Λαομέδοντι |
| book 444c.10.2 | χρὴ ἀνδρὶ βασιλεῖ εἶναι ἀκρόπολιν ἐν τῇ πόλει, ἐν ᾗ αὐτὸν οἰκεῖν |
| book 444c.10.3 | πρέποι· ‘ἡμεῖς οὖν σοι θέλομεν τειχίον κτίσαι καὶ ἐπιστατῆσαι‘.“ Ge |
| book 444d.1 | ἄλλως· θητεύσαμεν: ἠθέλησαν γὰρ συνδῆσαι τὸν Δία |
| book 444d.2 | „Ποσειδάων καὶ Φοῖβος Ἀπόλλων“ (Α 400). οἱ δὲ ἐπὶ τῷ πειρᾶσαι |
| book 444d.3 | τὴν ὕβριν Λαομέδοντος· „καί τε θεοὶ ξείνοισιν ἐοικότεσ“ (ρ 485). |
| book 444d.4 | ὡς ἀποθανόντος οὖν τοῦ αἰτίου, τιμώμενος νῦν ἐν Ἰλίῳ, Κίλλῃ, Χρύσῃ, |
| book 444d.5.1 | Τενέδῳ, βοηθεῖ αὐτοῖς. οἱ δὲ δύο φασὶν ἐργασαμένους ἀμισθὶ ἀναθεῖναι |
| book 444d.5.2 | Ἀπόλλωνι καὶ Ποσειδῶνι. οἱ δὲ ὅτι ἀπὸ τῶν ἱερατικῶν χρημάτων |
| book 444d.5.3 | ᾠκοδόμησεν αὐτά. T |
| book 445.1 | μισθῷ ἔπι ῥητῷ: μισθὸς λέγεται ἡ ἐλαχίστη ἀμοιβή, παρὰ |
| book 445.2 | τὸ μεῖον. ῥητῷ δὲ τῷ ὡρισμένῳ· ὅθεν b(BCE3E4) καὶ αἱ ὡρι‐ |
| book 445 | σμέναι συνθῆκαι ῥῆτραι b(BCE3E4)T καλοῦνται. b(BCE3E4) |
| book 445 | μισθῷ ἔπι ῥητῷ: ἐπὶ ὡμολογημένῳ καὶ ὡρισμένῳ μισθῷ. |
| book 445.5 | πῶς δέ, φησίν, Ἀπόλλων—ἔγκλημα λῦσαι. A |
| book 446a1.1 | ἤτοι ἐγὼ Τρώεσσι 〈πόλιν περὶ τεῖχος ἔδειμα〉: |
| book 446a1.2 | πρὸς τὴν ἐν τοῖς ἐπάνω ἀθέτησιν (sc. Η 443—64) ὅτι διαφωνεῖ |
| book 446a1.3 | ταῦτα 〈ἐκείνοισ〉, ἐν οἷς φησι· „τότ’ ἐγὼ καὶ Φοῖβος Ἀπόλλων / |
| book 446a1.4 | ἥρῳ Λαομέδοντι“ (Η 452—3). A |
| book 446a2 | διαφωνεῖ {δὲ} ταῦτα τοῖς ἐν τῇ Τειχοποιΐᾳ ἀθετουμένοις. T |
| book 446b1.1 | 〈ἤτοι ἐγὼ—ἔδειμα:〉 Ἀριστόνικος (p. 313 Friedl.) |
| book 446b1.2 | πρὸς τοὺς ἐν τῇ Η τῆς Ἰλιάδος· ἐκεῖ γάρ φησι „τότ’ ἐγὼ καὶ Φοῖβος |
| book 446b1.3 | Ἀπόλλων“ (452). Ge |
| book 446b2.1 | πρὸς τὴν ἀθέτησιν τὴν ἐν τῇ Η ὅτι ὁ Ποσειδῶν μόνος |
| book 446b2.2 | ᾠκοδόμησε τὸ τεῖχος. Ge |
| book 446c.1 | ἤτοι ἐγὼ Τρώεσσι 〈πόλιν περὶ τεῖχος ἔδειμα〉: |
| book 446c.2 | Ἀριδίκης προφέρεται· „ἤτοι μὲν γὰρ ἐγὼ πόλεως περὶ τεῖχος ἔδειμα“. |
| book 446c.3 | Νικίας „πόλιν πέρι“, ἵνα ᾖ περὶ πόλιν. ἀγνοεῖ δὲ ὅτι ‘περιέδειμα‘ |
| book 446c.4 | ἐστίν. Ge |
| book 446d | 〈πόλιν:〉 γράφεται „πόλει“, ὡς Ἀριστοφάνης. Aim |
| book 446e.1 | πόλιν περὶ τεῖχος ἔδειμα: ἡ περί τῷ ῥήματι συν‐ |
| book 446e.2 | τάσσεται· διὸ φυλακτέον τὸν τόνον. A |
| book 446-9.1 | ἤτοι ἐγὼ Τρώεσσι—ὑληέσσης: Ἀπολλό‐ |
| book 446-9.2 | δωρός φησιν ἐν 〈ι〉γʹ Περὶ θεῶν (FGrHist 244, 96)· „ἐφόσον γὰρ τῷ |
| book 446-9.1 | Ποσειδῶνι προσήκειν ἡγεῖτο τὰ κατὰ τὴν τειχοδομίαν, ὃν ἡμεῖς μὲν |
| book 446-9.2 | ἀσφάλιον καὶ θεμελιοῦχον, αὐτὸς δὲ ἐνοσίχθονα καὶ γαιήοχον καλεῖν |
| book 446-9.5.1 | εἴωθεν, ἐπὶ τοσοῦτον καὶ 〈τὰ〉 κατὰ τὰς νομὰς τῷ νομίῳ Ἀπόλλωνι· |
| book 446-9.5.2 | διὸ καὶ περὶ τῶν Εὐμήλου πεποίηκεν ἵππων· ‘τὰς ἐν Πιερίῃ θρέψ’ |
| book 446-9.5.3 | ἀργυρότοξος Ἀπόλλων‘ (Β 766).“ Ge |
| book 447a.1 | εὐρύ τε καὶ μάλα καλόν: Ζωΐλος (fr. 33 Friedl. = |
| book 447a.2 | FGrHist 71, 13) γράφει „εὐρύ τε καὶ μάλα μακρόν“. Ge |
| book 447b.1 | ἵν’ ἄρ〈ρ〉ηκτος πόλις εἴη: ἀσφάλιος γὰρ καὶ θεμελιοῦ‐ |
| book 447b.2 | χος ὁ Ποσειδῶν b(BCE3E4)T καὶ πάντων σύστασις. b(BCE3 |
| book 447b.3 | E4) |
| book 448a1.1 | 〈Φοῖβε, σὺ δ’ εἰλίποδας ἕλικας βοῦσ〉 βουκολέε‐ |
| book 448a1.2 | σκες: νόμιος γὰρ ὁ θεός. οἱ δὲ ἐπεὶ αἱ ἀρχαὶ τῶν λοιμῶν ἀπὸ τῶν |
| book 448a1.3 | τετραπόδων ἄρχονται, αὐτοῖς ἐπέστησαν αὐτόν, ὅπως ἀναβαλλό‐ |
| book 448a1.4 | μενος τούτων ἅπτεσθαι πολὺ μᾶλλον τῶν ἀνθρώπων ἀπέχηται. T |
| book 448a2.1 | ὁ {δὲ} Ἀπόλλων νόμιος ὡς ἐπὶ πλεῖστον καὶ τῶν θρεμμά‐ |
| book 448a2.2 | των αὐξητικός. b(BCE3E4) φασὶ δὲ ὡς ἐπεὶ ἀρχὴν ὡς ἐπὶ πᾶν |
| book 448a2.3 | ὁ λοιμὸς ἀπὸ τετραπόδων λαμβάνει, αὐτοῖς αὐτὸν ἐπέστησαν, ὅπως |
| book 448a2.4 | ἀναβαλλόμενος ἅπτεσθαι αὐτῶν ἔσται καὶ τοῖς ἀνθρώποις σωτήρ. |
| book 448a2.5 | b(BE3E4) |
| book 448a2.1 | Φοῖβε, σὺ δ’ εἰλίποδας: φασὶ τὸν Ἀπόλλωνα— |
| book 448a2.2 | ἱστορεῖ Ἀπολλόδωρος (FGrHist 244, 95—9 [p. 1049, 4, 32 app.]). A |
| book 448a2 | ἕλικας βοῦς: ἕλικας τοὺς βοῦς φησιν ἐπιθετικῶς ἤτοι— |
| book 448a2 | ὅ ἐστιν ἐπικαμπῆ. A |
| book 450.1 | πολυγηθέες ὧραι: αἱ πολλοῖς αἴτιαι τοῦ χαίρειν· αὔ‐ |
| book 450.2 | ξουσι γὰρ τοὺς καρπούς. ἢ αἱ εἰς πολλὴν χαρὰν ἄγουσαι τοὺς καρπι‐ |
| book 450.3 | ζομένους. b(BCE3)T |
| book 451a.1 | 〈ἐξέφερον:〉 ἐμήνυον b(BCE3E4)Til καὶ ἐφανέρουν |
| book 451a.2 | b(BCE3E4) |
| book 451b.1 | 〈νῶϊ βιήσατο μισθόν:〉 {παρὰ τὸ μεῖον} ἐβιήσατο |
| book 451b.2 | ἡμᾶς τὸν μισθόν. μισθὸς ἐλαχίστη ἀμοιβὴ παρὰ τὸ μεῖον. Til |
| book 451c | βιήσατο: ἀντὶ τοῦ ἀπεστέρησε μετὰ βίας. b(BCE3E4)T |
| book 452 | ἀπέπεμπε: διχῶς, 〈καὶ〉 „ἀπέβλεψε“. Ge |
| book 453-4 | πόδας καὶ χεῖρας ὕπερθε / δήσειν: ἐξαγκωνίσειν. T |
| book 454a.1 | 〈δήσειν καὶ περάαν νήσων ἔπι τηλεδαπάων:〉 |
| book 454a.2 | Ζωΐλος (fr. 34 Friedl. = FGrHist 71, 14) ζητεῖ, πῶς ὁ Ποσειδῶν τὸν |
| book 454a.3 | Αἰνείαν μεταθεὶς ἐξ ὅλου τοῦ στρατεύματος (cf. Υ 325—9) αὐτὸς |
| book 454a.4 | κινδυνεύει πραθῆναι. Ge |
| book 454b.1 | 〈νήσων ἔπι τηλεδαπάων:〉 Πτολεμαῖος „{δήσειν καὶ |
| book 454b.2 | περάαν} νήσων ἐπὶ τηλεδαπάων“. Ge |
| book 454c.1 | τηλεδαπάων: οὕτως Ἀρίσταρχος τηλεδαπάων. αἱ δὲ |
| book 454c.2 | ἀπὸ τῶν πόλεων „θηλυτεράων“. Aint T |
| book 454d.1 | ἄλλως· τηλεδαπάων: τηλοῦ τὸ πέδον ἐχουσῶν, ἢ |
| book 454d.2 | μακρὰν ἀπὸ τῆς Τροίας οὐσῶν. b(BCE3)T καταχρηστικῶς οὖν |
| book 454d.3 | ἐπὶ τοῦ αὐτοῦ ἐδάφους πραθῆναι φαμέν τινα. T |
| book 455a.1 | στεῦτο δ’ ὅ γ’ ἀμφοτέρων 〈ἀπολεψέμεν οὔατα |
| book 455a.2 | χαλκῷ〉: ὅτι τὸ στεῦτο κατὰ διάνοιαν ὡρίζετο, διεβεβαιοῦτο, πρὸς |
| book 455a.3 | τὰ ἐν τῇ Νεκυίᾳ (sc. λ 584) ἀθετούμενα. καὶ ὅτι καταχρηστικῶς |
| book 455a.4 | ἀπολεψέμεν ἀντὶ τοῦ ἀποκόψειν. A |
| book 455b.1 | 〈στεῦτο:〉 κατὰ ψυχὴν ἔσπευδε. b(BCE3E4) λεψέ‐ |
| book 455b.2 | μεν δὲ τὸ σιδήρῳ τεμεῖν. b(BCE3) |
| book 455c.1 | 〈ἀποκόψειν οὔατα:〉 γράφεται „ἀπολεψέμεν οὔατα“. |
| book 455c.2 | Aim |
| book 456 | 〈ἄψορροι:〉 ὀπισ〈θ〉όρμητοι εἰς οὐρανόν. Til |
| book 458a | τοῦ δὴ 〈νῦν〉 λαοῖσι 〈φέρεις χάριν〉: ἐν ἤθει ταῦτα. T |
| book 458b | οὐδὲ μεθ’ ἡμέων: λείπει γενόμενος. T |
| book 462-3a.1 | οὐκ ἄν με σαόφρονα 〈μυθήσαιο / —πτολε‐ |
| book 462-3a.2 | μίξω〉: τινές φασιν ἐγγὺς γεγονότος Ποσειδῶνος μηκέτι δύνασθαι |
| book 462-3a.3 | τὸν τοξότην πολεμεῖν. T |
| book 462-3b.1 | 〈οὐκ ἄν με σαόφρονα μυθήσαιο / —πτολε‐ |
| book 462-3b.2 | μίξω:〉 εἰ μάχην σοι, φησί, συμβαλοίμην, ὃ μὴ δεῖ, οὐκ ἂν ἔτι με |
| book 462-3b.3 | b(BCE3) συνετὸν b(BCE3E4)Til ὑπολάβοις. b(BCE3) |
| book 464.1 | δειλῶν: ἀτυχῶν: b(BCE3E4)T Δειλᾶς γὰρ †πρῶ‐ |
| book 464.2 | τον† τὸν εἰς φόνους κλῆρον εὗρεν, b(BE3)T ὥς φησι Θεόκλυ‐ |
| book 464.3 | τος. T |
| book 465a.1 | ζαφλεγέες 〈τελέθουσιν ἀρούρης καρπὸν ἔδοντες: |
| book 465a.2 | ζαφλεγέεσ〉 μεγαλόφρονες, b(BCE3E4)T καὶ ταῦτα θνητήν, |
| book 465a.3 | φησί, τροφὴν ἐσθίοντες, οὐ σιτούμενοι ἀμβροσίαν ὡς ἡμεῖς. ὅταν δὲ |
| book 465a.4 | ἀποβλέψῃ εἰς τὴν θείαν φύσιν ὁ ποιητής, τότε τὰ ἀνθρώπινα πράγ‐ |
| book 465a.5 | ματα ἐξευτελίζει. b(BCE3)T |
| book 465b | 〈ζαφλεγέες:〉 λαμπροί. Til |
| book 466a | 〈ἄλλοτε δέ:〉 γράφεται „ἄλλοτε δ’ αὖ“. Aim |
| book 466b | 〈ἀκήριοι:〉 νεκρούμενοι. Til |
| book 467a1 | {οἱ δ’ αὐτοὶ} δηριαάσθων: τὸ δεύτερον α ἐκτατέον· |
| book 467a1 | τοῦτο γὰρ ὁ χαρακτὴρ βούλεται. A |
| book 467a2.1 | τὸ δεύτερον α ἐκτατέον ὥσπερ ἐπὶ τοῦ ἀδιαιρέτου. b |
| book 467a2.2 | (BCE3)T |
| book 468-9a1.1 | αἴδετο γάρ ῥα / πατροκασιγνήτοιο 〈μιγή‐ |
| book 468-9a1.2 | μεναι ἐν παλάμῃσι〉: ἄλλως τε ὁ ἥλιος ἐκ θαλάσσης τρέφεται. πῶς |
| book 468-9a1.3 | οὖν ἔδει μάχεσθαι; T |
| book 468-9a2.1 | ἐπεὶ ὁ ἥλιος ἐκ θαλάσσης τρέφεται, εἰκότως αὐτῷ μά‐ |
| book 468-9a2.2 | χην οὐ συμβάλλει. b(BCE3E4) |
| book 469a.1 | πατροκασιγνήτοιο: τοῦτον οἱ μὲν πάτρωα, οἱ δὲ |
| book 469a.2 | θεῖον καλοῦσιν. T |
| book 469b | 〈μιγήμεναι:〉 τινὲς γράφουσι „δαμήμεναι“. Til |
| book 469c1.1 | μιγήμεναι: συμβαλεῖν. ἔστι δὲ παιδευτικά, ὡς τὸ |
| book 469c1.2 | „Λητοῖ, ἐγὼ δέ τοι οὔ τι μαχήσομαι· ἀργαλέον γάρ“ (Φ 498) καὶ |
| book 469c1.3 | „ἀλλά τοι οὐκ ἐθέλουσα Ποσειδάωνι μάχεσθαι“ (ν 341). T |
| book 469c2.1 | ἔστι δὲ παιδευτικὸς ὁ λόγος πρὸς τὸ αἰδεῖσθαι τοὺς εὐερ‐ |
| book 469c2.2 | γέτας καὶ μᾶλλον τοὺς πρεσβυτέρους. b(BCE3E4) |
| book 470.1 | πότνια θηρῶν: δεσπότις. μεταλαβὼν οὖν φησιν Ἀνακρέων |
| book 470.2 | (fr. 1, 3 G. = 3, 3 P. [P.M.G. 348, 3]). „δέσποιν’ Ἄρτεμι θηρῶν“. |
| book 470.3 | b(BCE3E4)T οἰκεῖον δὲ ταύτῃ τὸ προπετές· διὸ καὶ περιπίπτει |
| book 470.4 | βλάβῃ. b(BE3E4)T ὥστε καὶ τὰ πεπραγμένα ἐν τῇ Θεομαχίᾳ |
| book 470.5.1 | τολμηρότερον ἀφορμὰς ἔχει Ἄρην (cf. Φ 391—3) καὶ Ἄρτεμιν (cf. |
| book 470.5.2 | Φ 470—1). T |
| book 471a.1 | Ἄρτεμις ἀγροτέρη 〈καὶ ὀνείδειον φάτο μῦθον〉: |
| book 471a.2 | ἀθετεῖται, ὅτι περισσὸς 〈μετὰ τὸν〉 „τὸν δὲ κασιγνήτη μάλα νείκεσε |
| book 471a | πότνια θηρῶν“ (Φ 470). τίς δὲ κυνηγετικὴ θεὸς εἰ μὴ ἡ Ἄρτεμις; A |
| book 471b.1 | Ἄρτεμις ἀγροτέρη: περισσὸς ὁ στίχος. | οὕτω δὲ |
| book 471b.2 | παρὰ Συρακοσίοις (fr. 1 [C. G. F. p. 198] K.) καὶ Ἀθηναίοις τιμᾶται· |
| book 471b.3 | „τῇ δ’ Ἀγροτέρᾳ κατὰ χιλίων παρῄνεσα / εὐχὴν ποιήσασθαι“ (Ar. |
| book 471b.4 | equ. 660—1). T |
| book 471c | 〈ἀγροτέρη:〉 κυνηγός, ἀπὸ τοῦ ἀγρεύειν. Aim |
| book 471d1.1 | ὀνείδειον {φᾶτο μῦθον}: ὡς „τέλειον“ καὶ ὄρειον· |
| book 471d1.2 | οὕτως γὰρ ἐκπίπτει καὶ τὰ τῆς παραγωγῆς, εἰ μὴ τὸ α παραλήγοι ἐν |
| book 471d1.3 | τῷ εἰς ος λήγοντι οὐδετέρῳ, ἢ δύο σύμφωνα, ὧν τὸ μὲν ληκτικὸν εἴη τῆς |
| book 471d1.4 | πρώτης συλλαβῆς, τὸ δὲ ἀρκτικὸν τῆς δευτέρας, οἷον „ἕλοσ“ (Υ 221. |
| book 471d1.5.1 | ξ 474), ἕλειος· διὰ τῆς ει διφθόγγου ἡ παραγωγὴ καὶ προπαρο‐ |
| book 471d1.5.2 | ξύνεται· οὐ γὰρ ἦν ἐν τῷ οὐδετέρῳ τὸ α· „τέλοσ“ (Β 122. Γ 309 al.), |
| book 471d1.5.3 | „τέλειοσ“· „ὄροσ“ (Β 603. 829 al.), ὄρειος· οὕτως „ὄνειδοσ“ (Π 498. |
| book 471d1.5.4 | Ρ 556), ὀνείδειος. παρεφυλάξατο δὲ τὰ δύο σύμφωνα διὰ τὸ „Ἀρ‐ |
| book 471d1.5.5 | γεῖοσ“ καὶ τὸ „ἑρκεῖοσ“, καὶ τὸ α, ἐπεὶ φιλεῖ διὰ τοῦ ι γράφεσθαι ἡ |
| book 471d1.10 | παραγωγή, πελάγιος ἅγιος, „Θάλπιοσ“ (Β 620). A |
| book 471d2.1 | {ὀνείδειον:} ὡς „τέλειον“ καὶ ὄρειον· οὕτω γὰρ ἐκπίπτει |
| book 471d2.2 | καὶ τὰ τῆς παραγωγῆς, εἰ μὴ τὸ α παραλήγοι ἐν τῷ εἰς ος λήγοντι |
| book 471d2.3 | οὐδετέρῳ, ἢ δύο σύμφωνα κατὰ διάστασιν, οἷον „ἕλοσ“ ἕλειος· |
| book 471d2.4 | „ὄροσ“ ὄρειος. παρῃτησάμεθα δύο σύμφωνα διὰ τὸ ἕρκος „ἑρκεῖοσ“, |
| book 471d2.5.1 | τὸ α διὰ τὸ „πέλαγοσ“ (Ξ 16. γ 174 al.), πελάγιος, ἅγος ἅγιος· τὸ γὰρ |
| book 471d2.5.2 | „Ἀργεῖοσ“ οὐκ ἀπὸ οὐδετέρου παρῆκται, ἄλλως τε καὶ ἔχει δύο σύμ‐ |
| book 471d2.5.3 | φωνα. T |
| book 472 | 〈ἑκάεργε:〉 Φανόδικος (FGrHist 397, 5) ἀπὸ Ἑκαέργης. |
| book 472.1 | Ἀπολλόδωρος ἐν ιγʹ (FGrHist 244, 97)· „καλεῖται δ’ οὕτως ἀπὸ τῆς |
| book 472.2 | ῥιπῆς, ὡς ἂν ἕκαθεν εἴργων ἢ ἕκαθεν τὸ ἴδιον ἔργον ἐπιτελῶν.“ Ge |
| book 473.1 | 〈μέλεον:〉 ἄμοχθον b(BCE3E4)Til καὶ ἄλυπον. b(B |
| book 473.2 | CE3E4) |
| book 474a.1 | 〈ἀνεμώλιον αὔτως:〉 Ἀριδίκης· „γράφεται ‘{ψενύτιε |
| book 474a.2 | τί νυ τόξον ἔχεις} κἀτειρέας οἰστούσ‘.“ φησὶ δὲ κακῶς φέρεσθαι |
| book 474a.3 | „ἀτειρέασ“· οὐδὲν γὰρ εἶναι βέλος ἀτειρές. „ἀθε〈ι〉ρέασ“ οὖν τοὺς |
| book 474a.4 | ὁμοίους ἀθέρι· ὡς γὰρ ὁ ἀθὴρ καταψώμενος λεῖός ἐστι, ἀνάπαλιν δὲ |
| book 474a.5.1 | τραχύς, οὕτως τὰ ἀγρευτικὰ †τὰ Κρητικὰ βέλη ἐμπήσσεσθαι μὲν τῇ |
| book 474a.5.2 | σαρκὶ ἀκωλύτως, ἐξέρχεσθαι δὲ δυσχερῶς διὰ τὰς ἀπαγκιστρώσεις. Ge |
| book 474b.1 | 〈ἀνεμώλιον:〉 ἀνεμωλίως, ἀντὶ τοῦ ἀπράκτως. b(BC |
| book 474b.2 | E3)Til |
| book 475-7.1 | μή σευ νῦν ἔτι〈—πολεμίζειν〉: παραπεποίην‐ |
| book 475-7.2 | ταί πως ἐκεῖθεν οἱ στίχοι· „πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν |
| book 475-7.3 | ἄκουσα / εὐχομένησ“ (Α 396—7). τί δὲ καὶ βουλόμενος συνεχῶς τοῦτο |
| book 475-7.4 | ἐκαυχᾶτο ὁ Ἀπόλλων; (cf. 476—7). T |
| book 475.1 | μή σευ νῦν ἔτι 〈πατρὸς ἐνὶ μεγάροισιν ἀκούσω〉: |
| book 475.2 | ἀπὸ τούτου ἀθετοῦνται στίχοι τρεῖς· οὐ δύναται γὰρ ὁ αἰδούμενος |
| book 475.3 | „πατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμῃσιν“ (Φ 469) ἀεὶ προκα‐ |
| book 475.4 | λεῖσθαι τὸν Ποσειδῶνα ἐν τῷ Ὀλύμπῳ πρὸς μάχην. ἄλλως τε οὐδὲ |
| book 475.5 | πολεμικός ἐστιν, ἀλλὰ χοροῖς καὶ φόρμιγγι τέρπεται. A |
| book 478.1 | τὴν δ’ οὔ τι προσέφη 〈ἑκάεργος Ἀπόλλων〉: προ‐ |
| book 478.2 | είρηκε γὰρ τὴν αἰτίαν τῆς παραιτήσεως· b(BCE3)T „αἴδετο γάρ |
| book 478.3 | ῥα / πατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμῃσιν“ (Φ 468—9). T |
| book 478 | ὥστε δισσολογεῖν οὐκ ἐχρῆν αὐτόν. b(BCE3)T |
| book 479a1.1 | ἀλλὰ χολωσαμένη 〈Διὸς αἰδοίη παράκοιτισ〉: ὅτι |
| book 479a1.2 | κοινὸν δεῖ δέξασθαι τὸ „προσέφη“ (Φ 478)· ‘ἀλλὰ χολωσαμένη Διὸς |
| book 479a1.3 | αἰδοίη παράκοιτις προσέφη‘. οὕτως οὖν κἀκεῖ· „παῖδά τέ σοι ἀγέμεν |
| book 479a1.4 | Φοίβῳ θ’ ἱερὴν ἑκατόμβην“ (Α 443)· ἀπὸ κοινοῦ γὰρ τὸ „ἀγέμεν“, |
| book 479a1.5 | καὶ περιττὸς ὁ ἑξῆς· „ῥέξαι ὑπὲρ Δαναῶν“ (Α 444). A |
| book 479a2.1 | ἀπὸ κοινοῦ τὸ „προσέφη“. οὕτως οὖν κἀκεῖ· „παῖδά τέ |
| book 479a2.2 | σοι ἀγέμεν Φοίβῳ θ’ ἱερὴν ἑκατόμβην“· ἀπὸ κοινοῦ γὰρ τὸ „ἀγέμεν“, |
| book 479a2.3 | b(BCE3E4)T καὶ περιττὸς ὁ ἑξῆς „ῥέξαι ὑπὲρ Δαναῶν“. T |
| book 479b.1 | 〈ἀλλὰ χολωσαμένη—παράκοιτις:〉 Ἀριστό‐ |
| book 479b.2 | νικος (p. 313 Friedl.) ὅτι ἀπὸ κοινοῦ ἐστιν ἀκουστέον τὸ „προσέφη“ |
| book 479b.3 | (Φ 478). Ge |
| book 482.1 | χαλεπή τοι ἐγὼ μένος ἀντιφερίζειν: ἐξ ἐναντίας τὸ |
| book 482.2 | ἐμὸν μένος φέρειν. b(BCE3E4)T ἐπεὶ δὲ εἶπε „τί νυ τόξον ἔχεις;“ |
| book 482.3 | (Φ 474), b(BCE3)T φησὶν ὅτι, εἰ καὶ τοξοφόρος εἶ (cf. Φ 483), T χα‐ |
| book 482.4 | λεπή σοι πολέμιος ἔσομαι. b(BCE3)T |
| book 483a | 〈ἐπεί σε λέοντα:〉 ἐπεὶ λέαινάν σε. Til |
| book 483b.1 | λέοντα: λέαιναν. οὐδέποτε δὲ παρ’ Ὁμήρῳ εὕρηται τὸ |
| book 483b.2 | λέαινα. b(BCE3E4)T |
| book 484a.1 | 〈καὶ ἔδωκε κατακτάμεν, ἥν κ’ ἐθέλῃσθα:〉 Χρύσιπ‐ |
| book 484a.2 | πος ἐν τῷ Περὶ ἀρχαίας φυσικῆς (fr. 748 [= St. V. Fr. II p. 212, 38]) |
| book 484a.3 | δεικνὺς ὅτι σελήνη ἡ Ἄρτεμις καὶ τὰ περὶ τοὺς τόκους δὲ εἰς ταύτην |
| book 484a.4 | 〈***〉 ταῖς πανσελήνοις οὐ μόνον τὰς γυναῖκας εὐτοκωτάτας εἶναι, |
| book 484a.5.1 | ἀλλὰ καὶ γίνεσθαι [...(.)]σα πάντα. καὶ Ἀλκαῖος (fr. 390 L.—P.) |
| book 484a.5.2 | ἐπὶ τῶν βελῶν τῆς Ἀρτέμιδος λέγει „†μὴ φόνος κέχυται γυναίκων“. |
| book 484a | Ge |
| book 484b1.1 | κατακτάμεν ἥν κ’ ἐθέλῃσθα: προΐσταται γὰρ ἡ |
| book 484b1.2 | Ἄρτεμις τοκετῶν, ἐπεὶ περὶ τὰς πανσελήνους εὐτοκώταται αἱ γυναῖ‐ |
| book 484b1.3 | κες, ὥς φησι Χρύσιππος (fr. 748 [= St. V. Fr. II p. 212, 35). T |
| book 484b2.1 | λέγει δὲ αὐτὴν λέαιναν (sc. Φ 483) b(BCE3) διὰ τὸ |
| book 484b2.2 | ἀναιρετικόν, b(BCE3E4) ἐπειδὴ κατὰ μὲν τὰς πανσελήνους νύκτας, |
| book 484b2.3 | ὥς φησι Χρύσιππος, εὐτοκώταται γίνονται αἱ γυναῖκες, κατὰ δὲ τὰς |
| book 484b2.4 | σκοτομαίνας δύστοκοι ἄγαν. b(BE3E4) |
| book 485a1.1 | θῆρας ἐναίρειν: ὅτι ἐναίρειν καταχρηστικῶς· θῆρες |
| book 485a1.2 | γὰρ οὐκ ἔχουσι παντευχίαν ὥστε σκυλευθῆναι. A Ge |
| book 485a2.1 | σημειοῦνται δέ τινες ὅτι ἔναρα ἐπὶ ἀλόγων ζῴων οὐκ |
| book 485a2.2 | ἔστιν. T |
| book 485b1.1 | θῆρας ἐναίρειν: φονεύειν ἢ σκυλεύειν· περιάπτεται γὰρ |
| book 485b1.2 | νεβρίδας. Ἀλκμάν (fr. 53 P.)· „†ἐπάμεναι† πέρι δέρματα θηρῶν“. T |
| book 485b2.1 | φονεύειν ἢ σκυλεύειν. b(BCE3) τοῦτο δὲ λέγει, ὅτι |
| book 485b2.2 | τῆς νυκτὸς πανσελήνου οὔσης οἱ κυνηγοὶ τοὺς θῆρας σκυλεύουσιν. |
| book 485b2.3 | b(BCE3E4) |
| book 486a | ἀγροτέρας: τινὲς τὰς μὴ ταχέως γηρώσας. T |
| book 486b | 〈ἀγροτέρας:〉 ἀγριωτέρας. Til |
| book 487-8.1 | εἰ δ’ ἐθέλεις 〈πολέμοιο δαήμεναι, ὄφρ’ ἐῢ εἰδῇς / |
| book 487-8.2 | ὅσσον—ἀντιφερίζεισ〉: ὑποστικτέον ἤτοι ἐπὶ τὸ ἐθέλεις |
| book 487-8.1 | (487) ἢ ἐπὶ τὸ δαήμεναι (487), ὡς ἐν τῇ Ζ ῥαψῳδίᾳ (sc. ad 150) |
| book 487-8.2 | προείρηται. ἢ καὶ κομματικὸν ἀπέλ{ε}ιπε τὸν λόγον ἐπίτηδες ὁ |
| book 487-8.5 | ποιητής, τῆς θεοῦ διὰ τῶν ἔργων τὸ λεῖπον ἀναπληρούσης. A |
| book 487a.1 | εἰ δ’ ἐθέλεις, πολέμοιο δαήμεναι: στικτέον εἰς τὸ |
| book 487a.2 | δαήμεναι· ἔστι γὰρ ἀντὶ τοῦ δάηθι. b(BCE3)T |
| book 487b.1 | 〈δαήμεναι:〉 ὅτι Aim Ge ἀντὶ τοῦ δάηθι Aim Ge |
| book 487b.2 | Til προστακτικοῦ. Aim |
| book 489.1 | 〈ἀμφοτέρασ〉 ἐπὶ καρπῷ χεῖρας 〈ἔμαρπτε〉: τῆς |
| book 489.2 | Ἀρτέμιδος. b(BCE3E4)T ἔμφασιν δὲ ἔχει πολλῆς δυνάμεως. |
| book 489.3 | b(BCE3)T |
| book 490a.1 | ἀπ’ ὤμων αἴνυτο τόξα: ποιητικῶς ἀντὶ τῶν βελῶν |
| book 490a.2 | τόξα φησίν. ἢ τὴν πᾶσαν τοξικὴν κατασκευήν. b(BCE3)T |
| book 490b | 〈τόξα:〉 τὰ τοξεύματα. Til |
| book 491a.1 | αὐτοῖσιν δ’ ἄρ’ 〈ἔθεινε παρ’ οὔατα〉: κατηγοροῦσιν |
| book 491a.2 | Ὁμήρου ὡς ἐνησεβηκότος τῇ Ἀρτέμιδι. Δημήτριος 〈δὲ〉 ὁ Ἰξίων |
| book 491a.3 | φησί: „πάνυ νέαν παρθένον αὐτὴν εἰσάγει καὶ παίδων τρόπον κλαίου‐ |
| book 491a.4 | σαν καὶ τοῖς κόλποις τοῦ πατρὸς ἐπικλινομένην, ἀκολουθοῦν τῇ |
| book 491a.5.1 | ἡλικίᾳ μεμυθευκώς. ῥητέον 〈οὖν〉 ὅτι οὐ μαίνεται, ἀλλ’ ἀνθ’ ὧν |
| book 491a.5.2 | στασιώδη εἴρηκεν, ὡς μήτηρ νουθετεῖ παιδικῇ ζημίᾳ.“ Ge |
| book 491b.1 | 〈μειδιόωσα:〉 Δοῦρις (FGrHist 76, 91) ὅτι πικρῶς διά‐ |
| book 491b.2 | κειται ὡς μητρυιά· διὸ ἐπιγελᾷ τὸ Σαρδόνιον. Ge |
| book 492a | 〈ἐντροπαλιζομένην:〉 οὕτω τὸ ἐντροπαλιζομένην |
| book 492a | διὰ τοῦ ν. Aim |
| book 492b.1 | 〈ἐντροπαλιζομένην:〉 ἐν τῇ Χίᾳ καὶ Κυπρίᾳ ἀναξίως |
| book 492b.2 | „πολλὰ λισσομένησ“. | Πτολεμαῖος ἐντροπαλιζομένην. Ge |
| book 492c.1 | ἐντροπαλιζομένη: ἐξ ὑποστροφῆς ἀνθισταμένη. αἱ δὲ |
| book 492c.2 | πλείους κατ’ αἰτιατικήν, ἵν’ ᾖ ἐκτρέπουσαν τὰς ὄψεις πρὸς τὰς τῆς |
| book 492c.3 | χειρὸς καταφοράς. b(BCE3E4)T |
| book 492d.1 | ἐντροπαλιζομένη: {βέλτιον ἐντροπαλιζομένην} ἐξ ὑπο‐ |
| book 492d.2 | στροφῆς ἀνθιστανομένη. ἄτοπον δέ ἐστιν· διὰ τί 〈γὰρ〉 ἐντροπαλίζε‐ |
| book 492d.3 | ται; 〈βέλτιον οὖν „ἐντροπαλιζομένην“〉. Ge |
| book 493a | 〈ὕπαιθα: γράφεται〉 „{ἀκρυόεσσα δ’} ἔπειτα“. Aim |
| book 493b | 〈ὕπαιθα:〉 ἔμπροσθεν. Til |
| book 493c.1 | πέλεια: Ἀριστοτέλης (h. an. 5,13 p. 544b2) φησὶ |
| book 493c.2 | μικροτέραν τῆς περιστερᾶς εἶναι καὶ ὑπέρυθρον καὶ τ〈ρ〉αχύπουν. T |
| book 493d1.1 | {ὥς τε} πέλεια: πέλεια ὡς Μάλεια καὶ Θάλεια, τρίτῃ |
| book 493d1.2 | ἀπὸ τέλους ἡ ὀξεῖα. ἔστι δὲ καὶ πελ〈ε〉ιάς, ἔνθεν τὸ „αἱ δὲ βάτην |
| book 493d1.3 | τρήρωσι πελ〈ε〉ιάσι“ (Ε 778). καὶ ἔστιν ὅμοιον τῷ μαῖα καὶ μαιάς. A |
| book 493d2.1 | ἄλλως· πέλεια: ὡς Κράτεια. ἔστι δὲ καὶ πελειὰς ὀξυ‐ |
| book 493d2.2 | τόνως, ὡς μαῖα καὶ μαιάς. T |
| book 493e | {δακρυόεσσα ὕπαιθα θεὰ φύγεν ὥστε} πέλεια: †ἐπὶ† |
| book 493e | „τίλλε πέλειαν ἔχων“ (ο 527) καὶ „εἶδε τρήρωνα πέλειαν“ (Ψ 874). Ge |
| book 495a.1 | χηραμόν: κατάδυσιν ὄφεως. | Ἀριστόνικος (p. 314 Friedl.) |
| book 495a.2 | ὅτι αὐτὸς ἐξηγεῖται, τί ἐστι χηραμός, ὅτι κοίλη πέτρη (cf. Φ 494)· |
| book 495a.3 | καὶ ὅτι γενικὸν τὸ πέτρη καὶ 〈ε〉ἰδικὸν τὸ χηραμός. Ge |
| book 495b.1 | χηραμόν: ὅτι αὐτὸς ἐξηγεῖται, τί ἐστι χηραμός, ὅτι |
| book 495b.2 | κοίλη πέτρα (cf. Φ 494). A |
| book 495c.1 | χηραμόν: ἀπὸ τοῦ χωρεῖν, πέτραν διαγωγὰς ἔχουσαν |
| book 495c.2 | πολλὰς ὥς τι χωρεῖσθαι. b(BCE3E4)T | σημειωτέον δὲ ὅτι προ‐ |
| book 495c.3 | εξηγήσατο, τίς ἡ χηραμός, b(BCE3)T κοίλη πέτρα, ἐπεξη‐ |
| book 495c.4 | γεῖσθαι εἰωθώς, b(BE3)T οὐ προεξηγεῖσθαι· „νεβρὸν ἔχοντ’ |
| book 495c.5 | ὀνύχεσσι, τέκος ἐλάφοιο“ (Θ 248). T |
| book 495d.1 | οὐδ’ ἄρα τῇ γε ἁλώμεναι 〈αἴσιμον ἦεν〉: καὶ ἐπ’ |
| book 495d.2 | ἀλόγοις μοιρίδιον οἶδεν, οὐ μόνον ἐπὶ ἀνθρώποις. T |
| book 497 | Λητὼ δὲ προσέειπε 〈διάκτοροσ〉: Τυραννίων (fr. 51 |
| book 497 | H.) περισπᾷ, ἐπεὶ οἱ Δωριεῖς διαιροῦσι Λητόα λέγοντες. Ge |
| book 498a.1 | Λητοῖ, ἐγὼ δέ τοι οὔ τι 〈μαχήσομαι〉: ἄτοπον γὰρ |
| book 498a.2 | ἦν τὸν λόγον ὅπλοις κρίνεσθαι. διὰ τοῦτο ἄχρειοι 〈οἱ〉 γραμματικοὶ |
| book 498a.3 | νομίζονται, ὅτι διὰ τὸ εἰρηνικὸς εἶναι θεὸς οὐ μάχεται ὁ Ἑρμῆς. τοῦτο |
| book 498a.4 | δὲ εἴπερ ἤθελεν εἰπεῖν ὁ ποιητής, εἰρήκει ἄν· ‘ἀργαλέον κήρυκ’ ὄντα |
| book 498a.5.1 | πολεμεῖν‘. ὁ δὲ ἑτέραν εἴρηκεν αἰτίαν ὅτι ταῖς τοῦ Διὸς γενομέναις |
| book 498a.5.2 | γυναιξὶν οὐ πρέπον αὐτὸν πληκτίζεσθαι (cf. Φ 498—9)· ὁ γὰρ |
| book 498a.5.3 | Ἑρμῆς αἰτίαν ἔχει φιλογυν{α}ίας καὶ ἐρωτικὸς νομίζεται· διὸ ἐξ αὐτοῦ |
| book 498a.5.4 | καὶ τῆς Ἀφροδίτης συνέθεσαν τὸν Ἑρμαφρόδιτον. λέγει δὲ Πυθαγόρας |
| book 498a.5.5 | ὅτι καὶ τὸν Πελασγικὸν οἶδεν Ὅμηρος μῦθον, οἵτινες ἐντεταμ{μ}ένον |
| book 498a.10.1 | αὐτὸν ἱδρύουσιν. ὅτε γοῦν κατείληπτο ἡ Ἀφροδίτη σὺν Ἄρει, οὕτως |
| book 498a.10.2 | εἰς ἐπιθυμίαν ἐκκέχυται ὥστε εὔχεσθαι σὺν πλείοσι δεσμοῖς παρα‐ |
| book 498a.10.3 | κεκλίσθαι τῇ Ἀφροδίτῃ (cf. θ 338—42). ταύτην οὖν τὴν ὑπόνοιαν |
| book 498a.10.4 | φυλάσσει. Ge |
| book 498b.1 | 〈Λητοῖ,〉 ἐγὼ δέ τοι οὔ τι μαχήσομαι: ἄτοπον γὰρ |
| book 498b.2 | τὸν λόγιον καὶ εἰρηνικὸν θεὸν μάχεσθαι. b(BCE3E4)T ἢ ὡς |
| book 498b.3 | φιλῶν μίξεις· καὶ γὰρ μετ’ Ἀφροδίτης ἐθέλει δεθῆναι (cf. θ 338—42), |
| book 498b.4 | καὶ Πελασγοὶ δὲ ἐντεταμένον τὸν Ἑρμῆν ἱδρύονται. T ἄλλως τε |
| book 498b.5 | ἄνοπλος ἑκάτερος, καὶ ἄτοπος ἡ δίχα ὅπλων μάχη. b(BCE3E4)T |
| book 498c | 〈ἀργαλέον γάρ:〉 γράφεται „ἀργαλέον δέ“. Aint |
| book 498-9.1 | 〈Λητοῖ, ἐγὼ δέ τοι—ἀλόχοισι Διόσ〉: ἐπεὶ |
| book 498-9.2 | συνέζευκτο θεῷ καὶ Διῒ κεκοινωνηκυῖα κοίτης ἦν. Δοῦρις δὲ ἐν πρώτῳ |
| book 498-9.3 | Προβλημάτων Ὁμηρικῶν (FGrHist 76, 30) γράφει· „εἰκότως τοῦτο |
| book 498-9.4 | ποιεῖ· ὁ γὰρ Ἑρμῆς οὐ πολέμου αὐξητικός, ἀλλ’ εἰρήνης. οὐκ ἤθελεν |
| book 498-9.5.1 | οὖν ἰσχυρὸν ποιεῖν τὸν ἐν τοῖς ὅπλοις ἀγῶνα. ἢ διότι καταφρονητὴς |
| book 498-9.5.2 | ἦν πολέμου· ὁ μὲν γὰρ πόλεμος ἄλλων, τὸ δὲ Ἑρμοῦ κηρύκιον †καὶ τὸν |
| book 498-9.5.3 | αὐτὸν πόλεμον καταστρέφεται ἐν τῷ αὐτῷ τὰ περὶ τελευταῖα.“ Ge |
| book 499.1 | πληκτίζεσθαι: μάχεσθαι. τῶν ἅπαξ δὲ εἰρημένων ἡ λέξις. |
| book 499.2 | b(BCE3)T |
| book 501a1.1 | εὔχεσθαι ἐμὲ νικῆσαι: ἄτυφος· διὸ λογικὸς θεός, ὃς |
| book 501a1.2 | οὐδὲ ἀδοξίας φροντίζει. T |
| book 501a2.1 | καλῶς ἄτυφος ὁ λογικὸς θεὸς μηδὲ ἀδοξίας φροντίσας· |
| book 501a2.2 | λέγει γὰρ ὅτι, εἰ βούλει, καυχῶ ὡς ἐμὲ νικήσασα. b(BCE3E4) |
| book 501b | 〈εὔχεσθαι:〉 ὅτι ἀντὶ τοῦ εὔχου, καυχῶ. Aim |
| book 502a1.1 | Λητὼ δὲ συναίνυτο 〈καμπύλα τόξα〉: ἴσως πρὸς |
| book 502a1.2 | τὸ σκῦλα μὴ μεῖναι τῆς θυγατρός· ὅπερ ἐκ περιουσίας ὁ ποιητὴς |
| book 502a1.3 | προσῆψεν. T |
| book 502a2.1 | συνῆξε δὲ αὐτά, ἵνα μὴ ἐκεῖ κείμενα τὴν θυγατέρα πλέον |
| book 502a2.2 | αἰσχύνοιεν. b(BCE3E4) |
| book 502b.1 | καμπύλα τόξα: ὅτι μέμιχε τὸν κατὰ τοῦ τόξου λόγον |
| book 502b.2 | τῷ κατὰ τῶν βελῶν· καμπύλα μὲν γὰρ τὰ τόξα, „πεπτεῶτα“ δ’ |
| book 502b.3 | „ἄλλυδις ἄλλῃ“ (Φ 503) τὰ βέλη· ὡς χοῖνιξ τὸ μετροῦν καὶ τὸ |
| book 502b.4 | μετρούμενον, καὶ κοτύλη, οὕτως καὶ τὰ βάλλοντα καὶ τὰ βαλλόμενα |
| book 502b.5 | τόξα. A |
| book 502c.1 | καμπύλα τόξα: μεταφορικῶς ἀπὸ τοῦ τόξου τὰ βέλη. |
| book 502c.2 | ἢ T συλληπτικῶς τὰ τόξα καὶ τὰ βέλη· ὡς δὲ χοῖνιξ τὸ μετροῦν |
| book 502c.3 | καὶ τὸ μετρούμενον, οὕτω καὶ τόξα ἐπὶ ἑκατέρου δεκτέον. b(BCE3E4) |
| book 502c.4 | T |
| book 503 | 〈πεπτεῶτα:〉 γράφεται καὶ „πεπτῶτα“. Aim |
| book 506a1.1 | δακρυόεσσα δὲ 〈πατρὸς ἐφέζετο γούνασι κούρη〉: |
| book 506a1.2 | ἀφελὴς ἡ διάθεσις καὶ παρθένῳ πρέπουσα. Ἀφροδίτη δὲ ὡς †γεγαμη‐ |
| book 506a1.3 | μένης τῆς Διώνης. ἐκεῖ δὲ „ἐν γούνασι πῖπτε“ (Ε 370) †δία. τῶι† κατα‐ |
| book 506a1.4 | πονεῖσθαι τῇ πληγῇ. T |
| book 506a2.1 | ἀφελὴς ἡ διάθεσις καὶ μὴ πρέπουσα γυναικί, καὶ μάλιστα |
| book 506a2.2 | παρθένῳ. ἢ τάχα ὡς θυγάτηρ τοῦτο ποιεῖ. b(BCE3,E4) [bis]) ἡ δὲ |
| book 506a2.3 | Ἀφροδίτη οὐκ ἐν τοῖς γόνασι τοῦ Διός, ἀλλ’ ἐν τοῖς τῆς Διώνης (sc. |
| book 506a2.4 | Ε 370), καίτοι γεγαμημένη οὖσα. πῶς δὲ ἡ μὲν ἐμπίπτει, ἡ δὲ ἐφέζεται; |
| book 506a2.5.1 | ὅτι ἐκείνη διὰ τὸ καταπονεῖσθαι τῇ πληγῇ (cf. Ε 337—9) ἐφέζεσθαι |
| book 506a2.5.2 | οὐ δύναται. b(BCE3E4) |
| book 507a1.1 | ἑανὸς τρέμε: καιρίως διὰ τῆς ἐσθῆτος †σῶμα ἐνέφηνε |
| book 507a1.2 | τρέμον. T |
| book 507a2.1 | διὰ τῆς ἐσθῆτος ἐμφῆναι τὸ σῶμα βούλεται τρέμον αὐτῆς. |
| book 507a2.2 | b(BCE3E4) |
| book 507b1.1 | προτὶ οἷ: τὴν ἀντωνυμίαν ὀρθοτονοῦσιν, οὐ διὰ τὴν |
| book 507b1.2 | πρόθεσιν, ἀλλ’ ὅτι εἰς σύνθετον μεταλαμβάνεται. A |
| book 507b2 | {τὴν δὲ προτὶ οἷ:} ὀρθοτονητέον τὴν οἷ, ἐπεὶ εἰς σύνθετον |
| book 507b2 | παρελαμβάνετο. T |
| book 507-8.1 | 〈προτὶ οἷ / εἷλε:〉 προσελάβετο ἑαυτῷ, τουτέστι προσ‐ |
| book 507-8.2 | επτύξατο. T |
| book 508 | 〈ἀνείρετο:〉 ἠθικῶς. Til |
| book 509a.1 | 〈τίς νύ σε τοιάδ’ ἔρεξε:〉 ἀντὶ τοῦ τίς σε ἐπάτασσε; |
| book 509a.2 | Aint |
| book 509b.1 | τίς νύ σε 〈τοιάδ’ ἔρεξε〉: εἰδὼς ἐρωτᾷ, b(BCE3E4) |
| book 509b.2 | ἀγνοεῖν προσποιούμενος. b(BCE3E4)T |
| book 511a1.1 | ἐϋστέφανος: στεφάνη ἐπικεφάλιος γυναικῶν †κοινός†. |
| book 511a1.2 | κελαδεινὴ δέ τινες παρὰ τὰ κοῖλα. ἢ ὅτι Ἐγκέλαδον σὺν Ὠρίωνι |
| book 511a1.3 | ἀνεῖλε βιαζόμενον αὐτήν. T |
| book 511a2.1 | ἐπικεφάλιος γὰρ ὁ τῶν γυναικῶν κόσμος. κελαδεινὴ δὲ |
| book 511a2.2 | παρὰ τὸ κοῖλα. ἢ παρὰ τὸν κέλαδον, ὃν ποιοῦσιν οἱ κυνηγοί. b(BC |
| book 511a2.3 | E3E4) |
| book 511b1.1 | ἐϋστέφανος κελαδεινή: ὅτι ἠρκέσθη τοῖς ἐπιθέτοις. |
| book 511b1.2 | περιττὸς οὖν κἀκεῖ ὁ „Ἄρτεμις ἀγροτέρη“ (Φ 471). A |
| book 511b2 | ἄλλως· ἐϋστέφανος κελαδεινή: ἠρκέσθη τοῖς ἐπιθέτοις. |
| book 511b2 | περιττὸς οὖν κἀκεῖ ὁ „Ἄρτεμις ἀγροτέρη καὶ ὀνείδειον φάτο μῦθον“. T |
| book 512.1 | σή μ’ ἄλοχος 〈στυφέλιξε〉: πιθανῶς καὶ αὐτὸν πιθα‐ |
| book 512.2 | νοποιεῖται διὰ τῆς ἀλόχου. T |
| book 513a | 〈νεῖκος:〉 πληθυντικῶς „νείκεα“ αἱ Ἀριστάρχου. Aim |
| book 513b1.1 | νεῖκος ἐτύχθη: „νείκε’ ἐτύχθη“ πληθυντικῶς. καὶ |
| book 513b1.2 | „ἐφῆπται“ ἀντὶ τοῦ T ἐπισυνδέδεται, TTil ηὔξηται. T |
| book 513b2.1 | 〈ἐφῆπται:〉 ἀντὶ τοῦ b(BCE3) ἐπισυνδέδεται καὶ |
| book 513b2.2 | ηὔξηται b(BCE3E4) καὶ πεπλήθυνται. τινὲς δὲ καὶ „νείκεα“ |
| book 513b2.3 | πληθυντικῶς γράφουσιν. b(BCE3) |
| book 514.1 | ὣς οἱ μὲν τοιαῦτα 〈πρὸς ἀλλήλους ἀγόρευον〉: οὔτε |
| book 514.2 | γὰρ ἀπολύει τὴν Ἥραν τοῦ ἐγκλήματος, ἵνα μὴ λυπῇ τὴν ὑβρισθεῖσαν, |
| book 514.3 | οὔτε ἐγκαλεῖ αὐτῇ ἀπολυθείσῃ. b(BCE3E4)T |
| book 515-7.1 | αὐτὰρ Ἀπόλλων〈—ἤματι κείνῳ〉: προοικο‐ |
| book 515-7.2 | νομεῖ πάλιν εἰς τὰ ἑξῆς, ἵνα ὑπολειφθεὶς μόνος πλανήσῃ τὸν Ἀχιλλέα |
| book 515-7.3 | ἀπὸ τοῦ τείχους (cf. Φ 544—Χ 24). T |
| book 515 | 〈Ἴλιον ἱρήν:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aint |
| book 516a | μέμβλετο γάρ οἱ: διασταλτέον μετὰ τὸ οἷ. T |
| book 516b | 〈πόληος:〉 Αἰολικῶς, ὡς ἀκτῆνας καὶ ψημύθιον. Til |
| book 519a | 〈χωόμενοι:〉 ὅτι σαφῶς χωόμενοι συγχεόμενοι. Aim |
| book 519b | 〈χωόμενοι:〉 συγκεχυμένοι. Til |
| book 520 | 〈πὰρ Ζηνί:〉 †ὅτι† „παρὰ πατρί“. Aint |
| book 522-4.1 | ὡς δ’ ὅτε καπνὸς ἰὼν—κήδε’ ἐφῆκεν: πηλίκον |
| book 522-4.2 | δέ ἐστι τὸ πῦρ, οὗ τὸ τέλος ἅπτεται τοῦ οὐρανοῦ. καὶ τοῦτο θεόπεμ‐ |
| book 522-4.3 | πτον (cf. 523), ἵνα μὴ ταχέως σβεννύηται. τὴν ἐπὶ πλεῖστον δὲ †νέμησιν† |
| book 522-4.4 | τοῦ Ἀχιλλέως ἡ παραβολὴ τοῦ πυρὸς ἐνέφηνεν. b(BCE3E4)T |
| book 522 | 〈ἱκάνει:〉 γράφεται „ἵκηται“. Aim |
| book 523a.1 | 〈ἄστεος αἰθομένοιο:〉 ὑπὸ τῶν πολεμίων δηλονότι. |
| book 523a.2 | Aint |
| book 523b | 〈ἀνῆκε:〉 ἀντὶ τοῦ ἐφῆκε. Aim |
| book 524 | 〈πόνον:〉 ὅτι πόνον τὸ κατὰ τὸν πόλεμον ἔργον. Aim |
| book 525 | 〈ἔθηκεν:〉 γράφεται „ἔτευξεν“. Aim |
| book 526a.1 | εἱστήκει δ’ ὁ γέρων 〈Πρίαμος θείου ἐπὶ πύργου〉: |
| book 526a.2 | ἐναργῶς ὁ τῆς ἀγωνίας μεστὸς δείκνυται γέρων ἐπιβεβηκὼς τοῖς |
| book 526a.3 | τείχεσι. b(BCE3E4)T μεταγαγὼν δὲ ὁ ποιητὴς τὴν στρατιὰν |
| book 526a.4 | ἐπὶ τὰ ἔνδον οὐκ ἄλλῳ πιθανὸν ἐνόμισε προσκεῖσθαι τὰ τῆς διατάξεως |
| book 526a.5.1 | ἢ τῷ Πριάμῳ· βασιλεὺς γάρ ἐστι καὶ συνετός, τῶν δὲ ἔργων διὰ τὴν |
| book 526a.5.2 | ἡλικίαν ἀπεχόμενος. b(BE3E4)T |
| book 526b.1 | θείου ἐπὶ πύργου: παρόσον θεοποίητόν ἐστι τὸ τεῖχος. |
| book 526b.2 | Aim b (BE3E4)Til |
| book 528a | 〈ἄφαρ:〉 ταχέως. Til |
| book 528b1.1 | πεφυζότες: ὅθεν ἄφυζαν τὸν λέοντα Ἡσίοδος (fr. 328 |
| book 528b1.2 | M.—W.) εἶπεν. AT |
| book 528b2.1 | ἀπὸ τοῦ φύζα. ὅθεν ἀφύζαν Ἴωνες ἐκάλουν τὸν λέοντα. |
| book 528b2.2 | b(BCE3E4) |
| book 530a.1 | ὀτρυνέων 〈παρὰ τεῖχος ἀγακλειτοὺς πυλαωρούσ〉: |
| book 530a.2 | τοῦ καιροῦ ἐπείγοντος καὶ ὁ γέρων στρατηγεῖ b(BCE3E4)T ἐπὶ |
| book 530a.3 | τῆς σωτηρίας τῶν φευγόντων. T |
| book 530b.1 | 〈ὀτρύνων:〉 οὕτως Ἀρίσταρχος ἔξω τοῦ ε ὀτρύνων, |
| book 530b.2 | ἄλλοι δὲ „ὀτρυνέων“. Aim |
| book 530c.1 | ἄλλως· ὀτρύνων {παρὰ τεῖχος}: χωρὶς τοῦ ε, ἤδη ἐνερ‐ |
| book 530c.2 | γῶν καὶ οὐ μέλλων. T |
| book 530d | 〈ὀτρυνέων:〉 ὡς μέλλων περισπᾶται καὶ διῄρηται. Til |
| book 531.1 | ἐν χερσὶ πύλας 〈ἔχετε〉: πᾶσαν φιλοφροσύνην τὴν πρὸς |
| book 531.2 | τοὺς φύλακας ὁ καιρὸς ἀφαιρεῖται. Νέστωρ δὲ „οὕτω νῦν, φίλα τέκνα, |
| book 531.3 | φυλάσσετε“ (Κ 192). b(BE3E4)T πύλας δὲ νῦν τὰς T θύ‐ |
| book 531.4 | ρας, TTil ὡς τὸ „〈ἀλλ’ ἀναπεπταμένας ἔχον ἀνέρες,〉 εἴ τιν’ |
| book 531.5 | ἑταίρων / ἐκ πολέμου φεύγοντα 〈σαώσειαν〉“ (Μ 122—3). T |
| book 533a.1 | 〈κλονέων:〉 ἀντὶ τοῦ κινῶν καὶ b(BCE3) ταράσσων |
| book 533a.2 | τὸ πλῆθος, ὅθεν b(BCE3E4) καὶ κλόνις ἡ εὐκίνητος ὀσφύς. b |
| book 533a.3 | (BCE3E4)T |
| book 533b.1 | 〈νῦν οἴω〉 λοίγι’ ἔσεσθαι: πρεσβυτικῶς ὁρᾷ τὸν και‐ |
| book 533b.2 | ρὸν ὅτι εἰς κακὸν προχωρήσειν εἰκὸς τὰ πράγματα, καὶ ὀλοθρευθήσε‐ |
| book 533b | σθαί φησι τοὺς Τρῶας. b(BCE3E4)T |
| book 534 | 〈ἀλέντες:〉 ἐκκλίναντες ἢ | συστραφέντες. b(BCE3)T |
| book 535a1.1 | {αὖτις} ἐπ’ ἂψ θέμεναι: οὕτως Ἀρίσταρχος „ἐπανθέμε‐ |
| book 535a1.2 | ναι“ διὰ τοῦ ν, οἷον ἀναθεῖναι. τινὲς δὲ τῶν κατὰ πόλεις ἐπ’ ἂψ |
| book 535a1.3 | θέμεναι. A |
| book 535a2 | ἐν ἄλλῳ „ἐπανθέμεναι“. Aim |
| book 536a.1 | οὖλος: καὶ Καλλίμαχος (fr. 634)· „οὔλου μῆτερ Ἄρηοσ“, |
| book 536a.2 | b(BCE3)T τοῦ ὀλοθρευτικοῦ. b(BCE3E4)T |
| book 536b | οὖλος ... ἄληται: ἄθρους ὁρμήσῃ ἢ μετὰ πλήθους. T |
| book 536c.1 | ἄληται: ψιλῶς τὸ ἄληται. ἔστι δὲ μέσος δεύτερος |
| book 536c.2 | ἀόριστος ὑποτακτικός, ἀκόλουθος τῷ ἀλῆναι, ἀπαρεμφάτῳ παθητικῷ |
| book 536c.3 | δευτέρῳ ἀορίστῳ AT ὑπάρχοντι, „ἦ λαοὺς ἐς τεῖχος ὁμοκλήσειεν |
| book 536c.4 | ἀλῆναι“ (Π 714), A καὶ μετοχῇ τῇ „αὐτὰρ ἐπεί κ’ ἐς τεῖχος |
| book 536c.5.1 | ἀναπνεύσωσιν ἀλέντεσ“ (Φ 534) AT καὶ „πόλις δ’ ἔμπλητο |
| book 536c.5.2 | ἀλέντων“ (Φ 607). ἡ δὲ ἑνικὴ εὐθεῖα ἦν „οἴμησεν δὲ ἀλείσ“ (Χ 308), |
| book 536c.5.3 | παρακειμένη ῥήματι ὁριστικῷ τῷ ἐάλη· „τῇ ὕπο πᾶς ἐάλη“ (Ν 408) |
| book 536c.5.4 | καὶ „οἱ δή τοι εἰς ἄστυ ἄλεν“ (Χ 12). A |
| book 537.1 | ἀπῶσαν ὀχῆας: ἀνεκρούσαντο b(BCE3E4)T καὶ |
| book 537.2 | ἄποθεν τῶν πυλῶν ἀπώσαντο b(BCE3E4) ὡς συνεκτικοὺς ὄντας |
| book 537.3 | αὐτῶν. b(BCE3E4)T |
| book 538-9 | αἱ δὲ πετασθεῖσαι 〈τεῦξαν φάος—ἀλάλκοι〉: |
| book 538-9.1 | ὅτι Ζηνόδοτος τοὺς στίχους 〈ἠθέτηκε〉, γελοῖον ἡγούμενος διὰ πύλης |
| book 538-9.2 | φωτίζεσθαι τὴν πόλιν, τοῦ παντὸς τόπου ἐναιθρίου ὄντος. λέγει δὲ |
| book 538-9.3 | τεῦξαν φάος (538) ἀντὶ τοῦ τὴν σωτηρίαν τοῖς φεύγουσιν ἐποίησαν, |
| book 538-9.5 | ὡς ἐν τῷ „φόως δ’ ἑτάροισιν ἔθηκεν / ἄνδρα βαλών“ (Ζ 6—7). A |
| book 538a1.1 | τεῦξαν φάος: παρέσχον τοῖς φεύγουσιν, ὡς ἐκεῖ· „φόως |
| book 538a1.2 | δ’ ἑτάροισιν ἔθηκεν“ (Ζ 6). οὐ δεόντως οὖν ἀθετοῦνται ὑπὸ Ζηνοδό‐ |
| book 538a1.3 | του. T |
| book 538a2 | 〈φάος:〉 σωτηρίαν τοῖς φεύγουσι Τρωσίν. Til |
| book 538a3.1 | 〈τεῦξαν φάος:〉 σωτηρίαν b(BCE3E4) δηλονότι |
| book 538a3.2 | παρέσχον τοῖς φεύγουσι Τρωσὶ b(BCE3) διὰ τὸ εἰσέρχεσθαι εἰς |
| book 538a3.3 | τὸ τεῖχος. b(BCE3E4) |
| book 539a.1 | ἀντίος: τῷ Ἀχιλλεῖ. b(BCE3E4)Til ἡ δὲ στιγμὴ |
| book 539a.2 | εἰς τὸ ἐξέθορεν. b(BCE3) |
| book 539b | 〈ἀλάλκοι:〉 ἐν ἄλλῳ „{λοιγὸν} ἀμύναι“. Aim |
| book 539c1 | {ἵνα λοιγὸν} ἀμύναι: παροξυτονητέον τὸ ἀμύναι· ἔστι |
| book 539c1 | γὰρ εὐκτικόν, ὅπως ἀμύνειεν. οἶδε δὲ καὶ τὴν „ἀλάλκοι“ γραφήν. A |
| book 539c2.1 | {ἀμύναι:} οὕτως ἡ γραφὴ παροξυτόνως· ἔστι γὰρ εὐκτική. |
| book 539c2.2 | τινὲς μέντοι „ἀλάλκοι“ γράφουσιν. T |
| book 541a1.1 | 〈δίψῃ καρχαλέοι:〉 ὅτι πτῶσις ἤλλακται, ἀντὶ τοῦ |
| book 541a1.2 | ὑπὸ δίψης. Aim |
| book 541a2 | ὅτι παρεῖται ἡ ὑπό πρόθεσις. Aint |
| book 541b.1 | δίψῃ καρχαλέοι: ξηραίνει γὰρ καὶ τραχύνει τὴν γλῶσ‐ |
| book 541b.2 | σαν ἡ δίψα ἡ πολλή. b(BCE3E4)T |
| book 541c.1 | κεκονιμένοι: ἄκρως ὑπέγραψε τὴν φυγὴν καὶ τὸ σχῆμα |
| book 541c.2 | τῶν διωκομένων. b(BE3E4)T |
| book 542a1.1 | σφεδανόν: οὕτω „σφεδανῶν“, ἐπερρωμένος τῷ θυμῷ |
| book 542a1.2 | AT καὶ σφοδρὸς ὑπάρχων, A καθάπερ ἀπὸ τοῦ φονᾶν τὸ |
| book 542a1.3 | φονῶν. AT |
| book 542a2 | οὕτως σφεδανόν. Aim |
| book 542a3.1 | ἐπίρρημα ἀντὶ τοῦ σφεδανῶς ἤτοι μετ’ ἐπιτάσεως καὶ |
| book 542a3.2 | βίας. | οἱ δὲ „σφεδανῶν“ γράφουσιν, ἵν’ ᾖ μετοχῆς. b(BCE3E4) |
| book 542b1.1 | {αδε} σφεδανῶν: ὅτι σφεδανῶν σφοδρῶς διώκων |
| book 542b1.2 | {ἀτρείδης δ’ ἐπώχετο δαναοῖσι σπευδανόν}. | τῷ δὲ τόνῳ ὡς |
| book 542b1.3 | ἐνοχλῶν· προκατάρχει γὰρ 〈αὐ〉τοῦ 〈τὸ〉 σφεδανός, παρ’ ὃ ἐγένετο |
| book 542b1.4 | σφεδανόν, 〈„Ἀτρείδης δ’ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων“〉 (Λ |
| book 542b1.5 | 165). A |
| book 542b2 | περισπαστέον δὲ ὡς στεφανῶν. T |
| book 542c.1 | σφεδανῶν: κατεπείγων αὐτούς. ἢ ἐπερρωμένος τῷ θυμῷ |
| book 542c.2 | ὡς φονευτικὸς παρὰ τὸ φονῶν. b(BCE3E4)T |
| book 542d | 〈λύσσα:〉 ἡ λύουσα τοὺς λογισμοὺς ἀνία. Til |
| book 543.1 | κῦδος ἀρέσθαι: τὸν Ἕκτορα, b(BCE3E4)T ἐφ’ ᾧ |
| book 543.2 | φησιν· „ἠράμεθα μέγα κῦδος, ἐπέφνομεν Ἕκτορα δῖον“ (Χ 393). b |
| book 543.3 | (BCE3)T |
| book 544a.1 | ὑψίπυλον Τροίην: ὅτι ὁμωνύμως τῇ χώρᾳ τὴν Ἴλιον |
| book 544a.2 | Τροίην εἴρηκεν. A |
| book 544b | 〈ὑψίπυλον〉 Τροίην: τὴν Ἴλιον· T οὐκ ἔστι γὰρ |
| book 544b | ἡ χώρα πύλας ἔχουσα, b(BE3)T ἀλλ’ ἡ πόλις. T |
| book 544c.1 | ἄλλως· 〈ὑψίπυλον〉 Τροίην: ὅτι T ὁμωνύμως τῇ |
| book 544c.2 | χώρᾳ τὴν Ἴλιον εἴρηκεν. b(BCE3)T |
| book 549.1 | 〈φηγῷ κεκλιμένος:〉 ἀντὶ τοῦ b(BCE3) ὑποκρυπτό‐ |
| book 549.2 | μενος τῇ δρυΐ. b(BCE3E4) |
| book 550a.1 | Ἀχιλλῆα πτολίπορθον: ὅτι πλεονάζει ἐπ’ Ὀδυσσέως |
| book 550a.2 | τὸ πτολίπορθος (sc. Β 278. Κ 363. θ 3 al.), νῦν δὲ ἅπαξ ἐπ’ Ἀχιλλέως. |
| book 550a.3 | πρὸς τοὺς Χωρίζοντας (fr. 10 K.)· τούτοις γὰρ χρῶνται. τινὲς δὲ |
| book 550a.4 | „Ἀχιλλέα Πηλείωνα“ ποιοῦσι, ξενισθέντες πρὸς τὸ ἐπίθετον. A |
| book 550b.1 | Ἀχιλλῆα πτολίπορθον: τινὲς „Ἀχιλλέα Πηλείωνα“, |
| book 550b.2 | πρὸς τὸ ἐπίθετον ξενισθέντες. ἀλλ’ ἤδη αὐτὸς εἶπε „δώδεκα δὴ σὺν |
| book 550b.3 | νηυσὶ πόλεις ἀλάπαξα“ (Ι 328). ἐπὶ δὲ Ὀδυσσέως πλεονάζει τῷ ἐπι‐ |
| book 550b.4 | θέτῳ διὰ τὴν Ἰλίου πόρθησιν. T |
| book 551.1 | 〈πολλὰ δέ οἱ κραδίη πόρφυρε μένοντι:〉 ὁ Ἀγήνωρ |
| book 551.2 | ἐμερίμνα. Aint |
| book 553 | 〈ὑπὸ κρατεροῦ Ἀχιλῆος:〉 λείπει διωκόμενος. Til |
| book 554a | 〈τῇ περ:〉 ὅπου. Til |
| book 554b | 〈κλονέονται:〉 γράφεται „φοβέονται“, Aint |
| book 555a.1 | αἱρήσει με καὶ ὥς, 〈καὶ〉 ἀνάλκιδα δειροτομήσει: |
| book 555a.2 | καὶ οὕτως συλλήψεταί με καὶ b(BCE3)T οὐδ’ ἀμυνόμενον b(BC |
| book 555a.3 | E3E4)T ἀναιρήσει. b(BCE3)T |
| book 555b | ἀνάλκιδα: 〈ἀπο〉δείξας δηλονότι. b(BCE3)Til |
| book 556-61.1 | εἰ δ’ ἂν ἐγὼ τούτους μὲν〈—ἀπονεοίμην〉: |
| book 556-61.2 | διὰ τὸν εἴ (556) σύνδεσμον ὑποστικτέον μετὰ τὸ ῥωπήϊα δύω (559), |
| book 556-61.3 | τοῦ ἑξῆς συνδέσμου περιττεύοντος, τοῦ δέ (560). b(BCE3)T |
| book 556-61.4 | δύναται δὲ καὶ στίζεσθαι ἐπὶ τὸ δύω (559), τοῦ εἴ (556) συνδέσμου |
| book 556-61.5.1 | κειμένου ἀντὶ τοῦ ἆρα διαπορητικοῦ. οὕτω δὲ ἔσται ὁ ἄν (556) |
| book 556-61.5.2 | περιττός. b(BE3)T |
| book 557 | 〈ἄλλῃ:〉 ἀντὶ τοῦ εἰς τόπον ἄλλον. b(BCE3) |
| book 558a.1 | Ἰλήϊον: οὕτως Ἰλήϊον διὰ τοῦ λ, ἀντὶ τοῦ Ἰλιακόν. |
| book 558a.2 | ὁ δὲ Κράτης (p. 46 W. = fr. 14 Helck) „Ἰδήϊον“, τὸ Ἰδαῖον. A |
| book 558b.1 | Ἰλήϊον: τὸ πρὸς τῷ τάφῳ τοῦ Ἴλου. ὁ δὲ Κράτης (p. 46 |
| book 558b.2 | W. = fr. 14 H.) „Ἰδήϊον“ γράφει, ἵν’ ᾖ τὸ τῇ Ἴδῃ ὑποκείμενον. |
| book 558b.3 | b(BCE3E4)T |
| book 559.1 | 〈κατά τε〉 ῥωπήϊα δύω: λοχήσω ἐν τοῖς θαμνώδεσι |
| book 559.2 | τόποις. b(BCE3)T |
| book 561.1 | ἱδρῶ ἀποψυχθείς: πνεύμασι τὸν ἱδρῶτα ξηράνας. b(BC |
| book 561.2 | E3E4)T |
| book 563.1 | ἀπαειρόμενον: ἀντὶ τοῦ b(BCE3)T ἀπαίροντα. b |
| book 563.2 | (BCE3E4)T ἐκ μεταφορᾶς τῶν νηῶν τῶν ἐπαιρουσῶν εἰς τὸν |
| book 563.3 | πλοῦν τοὺς ἱστούς. T |
| book 567a1.1 | εἰ δέ κέν οἱ προπάροιθε 〈πόλιος κατεναντίον |
| book 567a1.2 | ἔλθω〉: τοῦτο ὁμολογουμένως διαπορητικόν ἐστιν, A ἀντὶ τοῦ |
| book 567a1.3 | ἆρα AAint κειμένου τοῦ εἴ συνδέσμου. A |
| book 567a2.1 | {εἰ δέ κέν οἱ προπάροιθεν:} ἐνταῦθα ὁμολογουμένως ὁ εἴ |
| book 567a2.2 | διαπορητικός ἐστιν ἀντὶ τοῦ ἆρα κείμενος. T |
| book 568-9.1 | καὶ γάρ θην τούτῳ〈—ἴα ψυχή〉: ὁ δια‐ |
| book 568-9.2 | λογισμὸς ἀνθρώπινος ὅτι ἓν σῶμα καὶ μία ψυχὴ καὶ τρωτὸς ὁ χρώς· |
| book 568-9.3 | ἀλλὰ τὴν ἀρετὴν αὐτοῦ οὐδαμοῦ ἐνθυμεῖται. b(BCE3E4)T εἰ δὲ |
| book 568-9.4 | τοιαῦτα πάντες ἐνενόουν †μαχόμενοι ἐπεὶ†, οὐκ ἂν ἔδεισάν ποτε τοὺς |
| book 568-9.5 | πολεμίους b(BE3E4)T ἐπιόντας. T |
| book 569.1 | θνητὸν δέ ἕ φας’ ἄνθρωποι: φασί, τοῦτο εἰρωνευό‐ |
| book 569.2 | μενός φησι: δοκῶ, καὶ αὐτὸς θνητός ἐστιν. T |
| book 570a1.1 | ἔμμεναι· αὐτάρ οἱ 〈Κρονίδης Ζεὺς κῦδος ὀπάζει〉: |
| book 570a1.2 | ἀθετεῖται, ὅτι ὡς ἐλλείποντος τοῦ λόγου ἐνέταξέ τις αὐτόν. δεῖ δὲ τῷ |
| book 570a1.1 | „θνητὸν δέ ἕ φας’ ἄνθρωποι“ (Φ 569) προσυπακούειν τὸ εἶναι. καὶ |
| book 570a1.2 | ὅτι ἐπιφερόμενον τὸ αὐτάρ οἱ Κρονίδης Ζεὺς κῦδος ὀπάζει |
| book 570a1.5 | ἐναντίον ἐστὶ τῷ προτρέποντι τὸν Ἀγήνορα ἀντιστῆναι Ἀχιλλεῖ. A |
| book 570a2.1 | {ὡς εἰπών:} ἀθετεῖται ὡς λύων τὸν ἐπιλογισμόν· κρέ‐ |
| book 570a2.2 | μασθαι γάρ τις νομίσας τὸν λόγον προσέθηκε τὸν στίχον. T |
| book 571.1 | ἀλεὶς μένεν: συστρέψας τὸ πρώην εἰς φυγὴν ὁρμώμενον |
| book 571.2 | σῶμα ἔμενεν. b(BCE3E4)T |
| book 573-8.1 | ἠΰτε πόρδαλισ〈—ἠὲ δαμῆναι〉: θυμικὸν καὶ |
| book 573-8.2 | πολεμικὸν τὸ ζῷον μέχρι θανάτου. τοσοῦτον δὲ τῶν ἄλλων προὔχει, |
| book 573-8.3 | ὅσον ἐκεῖνα τῶν ἡμέρων. ἐν δὲ παρδάλεσι καὶ ἄρκτοις τὰ θήλεα ἰσχυ‐ |
| book 573-8.4 | ρότερα. b(BCE3E4)T οὕτω δὲ ἐπιτέτευκται, ὅτι μηδὲ αὐτὸς |
| book 573-8.5 | Ὅμηρος ἄλλην μάχην παρδάλεως ἐτόλμησεν εἰπεῖν. T |
| book 573.1 | 〈πόρδαλις:〉 διὰ τοῦ α „πάρδαλισ“ AimTil εἶχον αἱ |
| book 573.2 | Ἀριστάρχου. Aim |
| book 575a1.1 | οὐδὲ φοβεῖται, ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ: ὅτι τὸ |
| book 575a1.2 | φοβεῖται ἀντὶ τοῦ φεύγει. καὶ ὅτι ἔν τισι γράφεται „κυνυλαγμόν“. |
| book 575a1.3 | οὐκ ἀνάγκη δέ ἐστιν· ὁ γὰρ ὑλαγμὸς ἴδιος κυνῶν. σύνδεσμος δέ ἐστιν |
| book 575a1.4 | ὁ κέν, εἶτα ὑλαγμόν. A |
| book 575a2 | 〈ἐπεί κεν ὑλαγμόν:〉 ἐκ πλήρους ὁ κέν σύνδεσμος. Til |
| book 575b.1 | ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ: Ἀρίσταρχός τινάς φησι |
| book 575b.2 | γράφειν „κυνυλαγμόν“· καὶ Στησίχορος (fr. 78 P. = P.M.G. 255) |
| book 575b.1 | δὲ ἔοικεν οὕτως ἀνεγνωκέναι· φησὶ γοῦν „ἀπειρεσίοιο κυνυλαγμοῖο“. |
| book 575b.2 | οὐχ ὁρῶμεν δέ τι πλεῖον ἐκ τῆς συνθέσεως· ὁ γὰρ ὑλαγμὸς καὶ χωρὶς |
| book 575b.5.1 | τοῦ προσκεῖσθαι τὸ ὄνομα ἰδίως ἐπὶ κυνῶν ἀκούεται, ὡς ὁ χρεμετισμὸς |
| book 575b.5.2 | ἐπὶ τῶν ἵππων. ἄλλως τε τὰ εἰς γμος ῥηματικὰ μετὰ προθέσεως |
| book 575b.5.3 | πέφυκε συντίθεσθαι, τῆς αὐτῆς τάσεως μενούσης, b(BCE3E4)T |
| book 575b.5.4 | μετ’ ἄλλου δὲ οὐδενός, οἷον T παιγμὸς ἐμπαιγμός, κηρυγμὸς |
| book 575b.5.5 | ἐκκηρυγμός. καὶ τὸ ὑλαγμός οὖν παρὰ τὸ ὑλάσσω γεγονὸς οὐ συν‐ |
| book 575b.10.1 | τεθήσεται μετ’ ἄλλου μέρους λόγου. σύνδεσμος οὖν ἐστιν ὁ κέν b(BC |
| book 575b.10.2 | E3E4)T ἐν τῷ ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ. T |
| book 575c.1 | ἄλλως· ἐπεί κεν 〈ὑλαγμὸν ἀκούσῃ〉: τινάς φησιν |
| book 575c.2 | Ἀρίσταρχος γράφειν „κυνυλαγμόν“, οἷον κυνῶν ὑλαγμόν. | οὕτω |
| book 575c.3 | καὶ Ζηνόδοτος. T |
| book 576a | φθάμενός μιν: αἱ ἀπὸ τῶν πόλεων „φθάμενός τισ“. T |
| book 576b1.1 | 〈ἢ οὐτάσῃ ἠὲ βάλῃσιν:〉 πρὸς ἀντιδιαστολὴν τοῦ |
| book 576b1.2 | οὐτάσαι καὶ βαλεῖν. Aint |
| book 576b2.1 | {ἢ οὐτάσει ἠὲ βάλῃσιν:} πρὸς τὸ διάφορον τῶν σημαινο‐ |
| book 576b2.2 | μένων. T |
| book 577.1 | καὶ περὶ δουρὶ πεπαρμένη 〈οὐκ ἀπολήγει〉: φησὶν |
| book 577.2 | Ἡρακλέων (fr. 15 B.) ἐν Ῥώμῃ τοῦτο τεθεᾶσθαι. ὁ δὲ βαλών, φησί, |
| book 577.3 | τὸ πάλιον, ὃ περιέκειτο, ἑτέρῳ περιέθηκεν ὡπλισμένῳ καὶ ἀκμῆτι, |
| book 577.4 | ὅπως ἐπ’ ἐκεῖνον τραπῇ. b(BCE3)T |
| book 578 | 〈ξυμβλήμεναι:〉 συμβαλέσθαι, αἰκίσασθαι. Til |
| book 582 | 〈τιτύσκετο:〉 κατεστοχάζετο. b(BCE3)Til |
| book 583a.1 | ἨΔΗ που μάλ’ ἔολπας: τινὲς τὸ ἨΔΗ χρονικὸν |
| book 583a.2 | ἐκδέχονται καὶ παροξύνουσιν, οὐκ εὖ· ἄμεινον γὰρ περισπᾶν, ἐκ |
| book 583a.3 | παραλλήλου τοῦ συνδέσμου κειμένου. A |
| book 583b.1 | ἦ δή που: περισπῶμεν τὸν ἦ σύνδεσμον, ἠθικὸν καὶ |
| book 583b.2 | ἐρωτηματικὸν νῦν ὄντα. b(BCE3)T |
| book 583c | 〈ἦ δή:〉 γράφεται „ἤδη“. Aim |
| book 585 | 〈ἦ μάλα:〉 γράφεται „ἦ τ’ ἔτι {πολλά}“. Aim |
| book 586a1.1 | ἀνέρες εἰμέν: ἐν ταῖς πλείοσιν AT οὕτως ἐφέρετο A |
| book 586a1.2 | „ἄνδρες ἔνειμεν“. AT καὶ μήποτε οὐ κακῶς. A |
| book 586a2 | ἐν ἄλλῳ „ἄνδρες ἔνειμεν“. Aim |
| book 587.1 | οἳ καὶ πρόσθε φίλων〈—υἱῶν〉: οὕτως αἱ Ἀρι‐ |
| book 587.2 | στάρχου οἳ καὶ πρόσθε φίλων ἀλόχων 〈τοκέων〉 τε καὶ υἱῶν. |
| book 587.3 | A ἔν τισι δὲ τῶν εἰκαιοτέρων ATil „οἵ κε πρόσθε φίλων A |
| book 587.4 | τοκέων ἀλόχων τε καὶ υἱῶν“. ATil |
| book 588a1.1 | ἐνθάδε πότμον ἐφέψεις: τῇ πεπρωμένῃ ἐνθάδε ἀκο‐ |
| book 588a1.2 | λουθήσεις. T |
| book 588a2.1 | ἡ πεπρωμένη σοι, φησίν, ἐνθάδε τελευτηθήσεται, καὶ παρ’ |
| book 588a2.2 | ἡμῶν ἀναιρεθήσῃ. b(BCE3) |
| book 588b1.1 | πότμον ἐφέψεις: Νικίας (fr. 21 B.) ἀναστρέφει τὴν |
| book 588b1.2 | πρόθεσιν, οὐκ εὖ. προείπομεν (sc. ad Σ 191) δὲ περὶ τῶν τοιούτων |
| book 588b1.3 | προθέσεων ὡς οὐ θέλουσιν ἀναστρέφεσθαι καὶ 〈ἐ〉σημειούμεθα ἀναγ‐ |
| book 588b1.4 | καίως ἀναστραφεῖσαν τὴν „στεῦτο γὰρ Ἡφαίστοιο πάρ’ οἰσέμεν“ |
| book 588b1.5 | (Σ 191). A |
| book 588b2 | τινὲς δὲ ἀναστρέφουσι τὴν „ἐπί“, οὐκ εὖ. T |
| book 589 | 〈ἔκπαγλος:〉 προπετής, θρασύς. b(BCE3E4)Til |
| book 590 | 〈βαρείης:〉 γράφεται „παχείης {χειρόσ}“. Aim |
| book 591 | 〈κνήμην:〉 τὴν κνημῖδα. b(BCE3E4)Til |
| book 594.1 | οὐδ’ ἐπέρησε, θεοῦ δ’ ἠρύκακε δῶρα: ὅτι ἄτρωτα τὰ |
| book 594.2 | ATil Ἡφαιστότευκτα A ὅπλα, πρὸς τοὺς ἠθετημένους (sc. |
| book 594.3 | Υ 269—72). ATil |
| book 595.1 | 〈ὡρμήσατ’ Ἀγήνορος:〉 ὡς τὸ „ὡρμήθη δ’ Ἀκάμαν‐ |
| book 595.2 | τοσ“ (Ξ 488). Til |
| book 596.1 | 〈Ἀπόλλων κῦδος ἀρέσθαι:〉 ἐν ἄλλῳ „{ἔασεν} ἄναξ |
| book 596.2 | Διὸς υἱὸς Ἀπόλλων“. Aim |
| book 597a.1 | 〈κάλυψε δ’ ἄρ’ ἠέρι:〉 γράφεται καὶ „καλύψας 〈ἠέρι〉“. |
| book 597a.2 | Aint |
| book 597b | 〈ἠέρι:〉 {τῇ ἀέρι} τῇ σκοτίᾳ. Til |
| book 598 | 〈ἡσύχιον:〉 λάθρᾳ, κρυφῇ. ἢ ἀθόρυβον. b(BCE3E4)Til |
| book 599 | 〈ἀποέργαθε:〉 διὰ τοῦ ἑτέρου ε. Til |
| book 600 | 〈γὰρ ἑκάεργος:〉 οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ „{αὐτῷ} |
| book 600 | γάρ ῥ’ ἑκάεργοσ“. Aim |
| book 602-6a1.1 | ἕως ὁ τὸν πεδίοιο〈—ἦλθον ὁμίλῳ〉: ἀπ’ |
| book 602-6a1.2 | ἄλλης ἀρχῆς τοῦτο, καὶ ἡ ἀνταπόδοσις πρὸς τὸ τόφρα (606). A |
| book 602-6a2.1 | ὑποστικτέον εἰς τὸ προθέοντα (604), ποσὶν οἷσιν |
| book 602-6a2.2 | (605)· ἡ γὰρ ἀνταπόδοσις τόφρ’ ἄλλοι Τρῶες· A b (BCE3E4)T |
| book 602-6a2.3 | ἕως ὁ τὸν πεδίοιο διώκετο (602), τόφρ’ ἄλλοι Τρῶες (606). |
| book 602-6a2.4 | b(BCE3E4)T |
| book 602a | 〈πεδίοιο διώκετο:〉 ὅτι ἐλλείπει ἡ διά, διὰ πεδίου. Aint |
| book 602b | 〈πυροφόροιο:〉 εὐθέτου πρὸς ἄροσιν. b(BCE3E4)Til |
| book 604-5.1 | 〈τυτθὸν ὑπὲκ προθέοντα— /〉 ὡς αἰεὶ ἔλ‐ |
| book 604-5.2 | ποιτο κιχήσεσθαι: θνητὴν ἐμιμεῖτο ταχυτῆτα, καταλείπων ἐλπίδα |
| book 604-5.3 | τῷ διώκοντι. b(BCE3E4)T |
| book 606a.1 | πεφοβημένοι ἦλθον ὁμίλῳ: πεφοβημένοι ἦλθον ὑπὸ |
| book 606a.2 | τοῦ ὁμίλου. T |
| book 606b.1 | 〈πεφοβημένοι ἦλθον ὁμίλῳ:〉 ὑπὸ τῶν Ἑλλήνων |
| book 606b.2 | διωκόμενοι. ἀλλὰ διὰ τὸ τὸν λόγον εἶναι περὶ τῆς Ἀχιλλέως ἀριστείας |
| book 606b.3 | παραιτεῖται καὶ ἄλλους εἰσάγειν ἀριστεύοντας. b(BCE3E4) |
| book 606c | 〈πεφοβημένοι:〉 ὅτι ἀντὶ τοῦ φεύγοντες. Aint |
| book 606-7.1 | ἦλθον ὁμίλῳ / ... προτὶ ἄστυ: ὁμίλῳ ἀντὶ τοῦ |
| book 606-7.2 | πλήθει, ὅ ἐστι τὸ πλῆθος τῶν μαχομένων παρεγένοντο εἰς τὴν πόλιν. A |
| book 607a1.1 | πόλις δ’ ἔμπλητο: παρὰ Ἀντιμάχῳ (fr. 137 W.) καὶ |
| book 607a1.2 | Ῥιανῷ (fr. 10 M.) „πύλαι δ’ ἔμπληντο {ἀλέντων}“. A |
| book 607a2 | 〈πόλις:〉 γράφεται „πύλαι“, Aim |
| book 610a | 〈ἐσσυμένως:〉 γράφεται „ἀσπασίωσ“. Aim |
| book 610b.1 | 〈ἀσπασίως:〉 ἀσπάσιοι, ἄσμενοι ἐπὶ τῇ ἑαυτῶν σωτη‐ |
| book 610b.2 | ρίᾳ, †οὐκ ἔχοντες καιρὸν 〈***〉. Til |
| book 611a.1 | ὅν τινα τῶν γε πόδες 〈καὶ γοῦνα σάωσαν〉: ὡς |
| book 611a.2 | εἶχε ποδῶν ἕκαστος ἐσῴζετο, τῶν συμμάχων οὐ μεμνημένος, ἕκαστος |
| book 611a.3 | δὲ τὸ καθ’ ἑαυτὸν σκοπῶν. A b (BCE3E4)T |
| book 611b.1 | σάωσαν: Ἀρίσταρχος εὐκτικῶς „σαώσαι“ ἀντὶ τοῦ |
| book 611b.2 | σαώσειεν. AimT |
| book postscr.1 | Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς |
| book postscr.2 | Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας |
| book postscr | Ἡρωδιανοῦ καὶ 〈ἐκ〉 τῶν Νικάνορος Περὶ στιγμῆς. A |
| book 1-2a1.1 | ὣς οἱ μὲν κατὰ ἄστυ, πεφυζότες ἠΰτε νεβροί, |
| book 1-2a1.2 | 〈/ ἱδρῶ ἀπεψύχοντο〉: βραχὺ διασταλτέον μετὰ τὸ νεβροί (1)· |
| book 1-2a1.3 | πεφευγέναι γὰρ αὐτούς φησιν ὡς νεβρούς, οὐ τὸν ἱδρῶτα ἀποψύ‐ |
| book 1-2a1.4 | χεσθαι. A |
| book 1-2a2 | ἐπὶ τὸ νεβροί βραχὺ διασταλτέον. b(BE3E4)T |
| book 1a.1 | πεφυζότες: καὶ τὴν μετὰ δέους κατάπληξιν οὕτω καλεῖ. |
| book 1a.2 | ἔστιν οὖν δεδειλιακότες· b(BCE3E4)T φησὶ γοῦν „Τρῶες ἄφαρ |
| book 1a.3 | κλονέοντο πεφυζότεσ“ (Φ 528). T καὶ ἔστιν ὅμοιον τῷ „τίφθ’ |
| book 1a.4 | οὕτως ἔστητε τεθηπότες ἠΰτε νεβροί;“ (Δ 243). ἔστιν οὖν φύζα φυζῶ |
| book 1a.5.1 | ὡς κίσσα κισσῶ, καὶ μέσος παρακείμενος πέφυζα, οὗ ἡ μετοχὴ πεφυ‐ |
| book 1a.5.2 | ζώς. b(BCE3E4)T |
| book 1b.1 | νεβροί: οἱ νεωστὶ ἐπὶ βορὰν ἰόντες· ἢ νήποροι, οἱ μηδέπω |
| book 1b.2 | πορεύεσθαι δυνάμενοι. A b (BCE3E4)T |
| book 2a | ἱδρῶ ἀπεψύχοντο: διχῶς, καὶ „ἀνεψύχοντο“ καὶ ἀπε‐ |
| book 2a | ψύχοντο. χαριεστέρα δὲ ἡ διὰ τοῦ ν. A |
| book 2b.1 | ἱδρῶ ἀπεψύχοντο: ἀντὶ τοῦ τὸν ἱδρῶτα ἀνέμῳ ἀνεψύ‐ |
| book 2b.2 | χοντο b(BCE3)T | καὶ παρηγοροῦντο. ὁ δὲ Ἀρίσταρχος „ἀνεψύ‐ |
| book 2b.3 | χοντο“ γράφει· b(BCE3) | χαριέστερον δὲ τὸ ἀπεψύχοντο. |
| book 2b.4 | b(BCE3)T |
| book 2c.1 | ἄλλως· ἱδρῶ: ὡς παρὰ τὸ εἰκῶ εἰκώς αἰδῶ αἰδώς, οὕτως |
| book 2c.2 | ἱδρῶ· ὅθεν καὶ ἀναλογώτεροι Αἰολεῖς, θηλυκῶς αὐτὸ λέγοντες. T |
| book 2d.1 | ἀκέοντο: κυρίως ἀκεῖσθαι τὸ ἄχος ἰᾶσθαι b(BCE3)T |
| book 2d.2 | καὶ τὸ ὃ δή ποτε θεραπεύειν· T ὅθεν Φρύγες ἀκεστὴν τὸν ἰατρόν, |
| book 2d.3 | καὶ Ἀθηναῖοι ἀκέστριαν. b(BCE3)T |
| book 2e | δίψαν: δίψα Ἰακῶς, δίψος Ἀττικῶς. b(BCE3)T |
| book 3.1 | κεκλιμένοι 〈...〉 ἐπάλξεσιν: ἤτοι ἐπαναπαυόμενοι καὶ |
| book 3.2 | ἐπερειδόμενοι ταῖς ἐπάλξεσι διὰ τὸν κόπον τῆς μάχης, ὡς Αὐτόχθων |
| book 3.3 | καὶ Ἐπαφρόδιτος (fr. 45 L.)· b(BCE3)T χάριεν γὰρ τὸ μὴ |
| book 3.4 | ἀναχωρεῖν ἀπὸ τοῦ τείχους εἰσδραμόντας εἰς τὴν πόλιν. ἢ ἐπάλξεσιν |
| book 3.5 | ἔφη b(BE3)T ἀπὸ μέρους ἀντὶ τοῦ ὅλῳ τῷ τείχει, b(BE3E4)T |
| book 3 | κεκλιμένοι δὲ περιεχόμενοι, ὡς „πόντῳ κεκλιμένοι“ (Ο 740). T |
| book 3.1 | κεκλιμένοι 〈καλῇσιν ἐπάλξεσιν〉: προσκεκλιμένοι, ὅ ἐστι |
| book 3.2 | περιεχόμενοι ὑπὸ τῶν τειχῶν· ἐπάλξεις γὰρ οἱ τῶν τειχῶν λεγόμενοι |
| book 3.3 | προμαχῶνες. A |
| book 5-6.1 | Ἕκτορα δ’ αὐτοῦ〈—Σκαιάων: αὐτοῦ〉 αὐ‐ |
| book 5-6.2 | τόθι, ἔνθα Σκαιαί εἰσιν (cf. 6). ἤδη δέ τι τῶν ἑξῆς προαναφωνεῖ (sc. in |
| book 5-6.3 | versu 5), ὅτι κατέσχεν αὐτὸν ἡ μοῖρα ἐπὶ κακῷ μεῖναι. T |
| book 6a | 〈πυλάων τε Σκαιάων:〉 πρὸς τὰς Σκαιάς. Aim |
| book 6b.1 | πυλάων τε Σκαιάων: ἐν ἀριστερᾷ κεῖνται τοῦ τείχους αἱ |
| book 6b.2 | πύλαι, b(BCE3)T καλοῦνται δὲ Δαρδάνιαι. b(BCE3E4)T |
| book 10 | 〈ἀσπερχές:〉 ἀδιαλείπτως, εἴγε καὶ θεὸν διώκεις. Til |
| book 11a.1 | ἦ νύ τοι οὔ τι μέλει Τρώων πόνος, οὓς ἐφόβησας: |
| book 11a.2 | ὅτι σαφῶς ὁ πόνος οὐκ ἔστιν ἀλγηδών· οὐ γὰρ ἂν λέγοιτο ‘οὐ μέλει |
| book 11a.3 | σοι ἡ τῶν Τρώων ἀλγηδών‘· ἀλλ’ οὕτως εἴρηκεν ἀντὶ τοῦ ‘οὐ μέλει |
| book 11a.4 | σοι τὸ περὶ τοὺς Τρῶας πονεῖν καὶ ἐνεργεῖν‘. καὶ ὅτι A ἐφόβησας |
| book 11a.5 | εἰς φυγὴν ἔτρεψας. A b (BCE3)Til |
| book 11b.1 | 〈ἦ νύ τοι οὔ τι μέλει〉 Τρώων πόνος, 〈οὓς ἐφόβη‐ |
| book 11b.2 | σασ〉: τὸ κατὰ τῶν Τρώων ἔργον. | ἢ T ἆρα οὐ κεκόπωσαι |
| book 11b.3 | διώκων τοὺς Τρῶας; b(BCE3)T |
| book 12a.1 | εἰς ἄστυ ἄλεν: λείπει τὸ ἀφικόμενοι, ἐπεὶ ἔδει εἶναι κατά‐ |
| book 12a.2 | λεν. ἢ τὸ ἄλεν ἀντὶ τοῦ ἐξέκλιναν. T |
| book 12b1 | 〈οἱ δή τοι εἰς ἄστυ ἄλεν,〉 σὺ 〈δὲ〉 δεῦρο λιάσθης: |
| book 12b1 | σοῦ ὧδε ἀποκλίναντος ἐκεῖνοι ἐσώθησαν. T |
| book 12b2.1 | ἐκεῖνοι, φησί, σοῦ ἐνταῦθα ἀποκλιθέντος πρὸς τὴν πόλιν |
| book 12b2.2 | b(BCE3) | συνεστράφησαν. b(BCE3E4)Til |
| book 12c | 〈ἐλιάσθης:〉 ἐπλανήθης. Til |
| book 13a1.1 | ἐπεὶ οὔ τοι 〈μόρσιμός εἰμι〉: σύνδεσμος ὁ τοί· φησὶ |
| book 13a1.2 | δὲ ‘οὐ γὰρ φονεύσιμός εἰμι‘. T |
| book 13a2.1 | οὔκ εἰμι, φησί, φονεύσιμος, οἷον οὐχ ὑπόκειμαι μοίρᾳ ὡς |
| book 13a2.2 | Ἕκτωρ, ὃν ἤλπισας διώκειν. b(BCE3E4) |
| book 15a.1 | ἑκάεργε: στοχάζεται ἢ ἀπὸ τοῦ „μάλα τούς γε φιλεῖ |
| book 15a.2 | ἑκάεργος Ἀπόλλων“ (Π 94) ἢ τοῦ „λαιψηροῖς ὀλέεσθαι Ἀπόλλωνος |
| book 15a.3 | βελέεσ〈σ〉ιν“ (Φ 278), b(BCE3E4)T ἢ ἀπὸ τῆς τοξικῆς σκευῆς· |
| book 15a.4 | ἅμα γὰρ λέγων (sc. Χ 8—13) ἀνέφηνεν ἑαυτὸν τῇ στολῇ, οἷος ἦν. T |
| book 15b.1 | ὀλοώτατε: ὀλέθρου παρασκευαστικέ. b(BE3E4)T ἢ |
| book 15b.2 | ὁ λοιμῶν αἴτιος. T οἱ δὲ γράφουσι „δολοώτατε“ διὰ τὸ „δόλῳ δ’ |
| book 15b.3 | ἄρ’ ἔθελγεν Ἀπόλλων“ (Φ 604). ἐκθύμως δὲ παρρησιάζεται, ἀφῃρη‐ |
| book 15b.4 | μένος ὑπ’ αὐτοῦ ἑταῖρον καὶ νίκην. b(BE3E4)T καὶ ἔστιν ὡς τὸ |
| book 15b.5 | „δικαιότατος Κενταύρων“ (Λ 832). T |
| book 15c | 〈ὀλοώτατε:〉 ἐμοὶ δηλονότι. b(BE3E4)Til |
| book 18.1 | ἐμὲ 〈...〉 κῦδος ἀφείλεο: ἐμὲ ἀφείλεο Ἀττικῶς, ὡς τὸ |
| book 18.2 | „ἐπεί μ’ ἀφέλεσθέ γε δόντεσ“ (Α 299). | τὸ δὲ ἀφείλεο διὰ τοῦ εο |
| book 18 | γράφεται. T |
| book 20a.1 | 〈ἦ ς’ ἂν τισαίμην:〉 ἀπ’ ἄλλης ἀρχῆς τοῦτο ἀναγνω‐ |
| book 20a.2 | στέον, τοῦ η ψιλουμένου. AimT |
| book 20b1.1 | ἦ ς’ ἂν τισαίμην: ἐτισάμην σε ἄν. γενναῖος ὁ μὴ |
| book 20b1.2 | †καταπτησσόμενος† τὸν φονέα. T |
| book 20c1.1 | εἴ μοι δύναμίς γε παρείη: δύναμις ἴση τῇ σῇ. προφέ‐ |
| book 20c1.2 | ρεσθαι δὲ ταῦτα δεῖ οὐ τεθαρρηκυίᾳ φωνῇ, ἀλλ’ ὡς ἂν εἴποι ἀνὴρ |
| book 20c1.3 | γενναῖος μεγαλόφρων ἀπειλῶν θεῷ. T |
| book 20b2/c2.1 | ἐτισάμην ἄν σε, εἴ μοι δύναμις ἦν ἴση τῇ σῇ. γενναῖος |
| book 20b2/c2.2 | δὲ ὁ μὴ †καταπτησσόμενος† τὸν φονέα, καὶ μεγαλόφρων ὁ μετὰ |
| book 20b2/c2.3 | θάρσους ἀπειλῶν θεῷ. b(BCE3E4) |
| book 22.1 | ἀεθλοφόρος: νικητής. πρὸς τὸ τάχος καὶ τὸ σοβαρόν. καὶ |
| book 22.2 | μᾶλλον κέλητι αὐτὸν εἰκάζει· εἷς γὰρ ὄχημα οὐ φέρει. κέλητα οὖν |
| book 22.3 | φησιν ἁμιλλώμενον ὀχήματι, b(BCE3E4)T ὥστε καὶ τὸ νικᾶν. |
| book 22.4 | Ἀλέξανδρον δὲ στατῷ ἵππῳ 〈εἰκάζει〉 (sc. Ζ 506—11). T |
| book 23a1.1 | ὅς ῥά τε ῥεῖα 〈θέησι τιταινόμενος πεδίοιο〉: ὅτι |
| book 23a1.2 | θέησιν ἀντὶ τοῦ θέει. πλεονάζει δὲ τῷ τοιούτῳ σχήματι Ἴβυκος (cf. |
| book 23a1.3 | fr. 22 P. = P.M.G. 303). καὶ A ὅτι ἐλλείπει ἡ διά, διὰ πεδίου. |
| book 23a1.4 | AAim |
| book 23a2 | πεδίοιο: διὰ τοῦ πεδίου. b(BCE3)Til |
| book 24.1 | 〈λαιψηρά:〉 ἀντὶ τοῦ λαιψηρῶς b(BCE3)Til ἤτοι |
| book 24.2 | λίαν ταχέως. b(BCE3) |
| book 25.1 | τὸν δ’ ὁ γέρων 〈Πρίαμος πρῶτοσ〉 ἴδεν 〈ὀφθαλμοῖ‐ |
| book 25.2 | σι〉: ἡ γὰρ περὶ τὸν υἱὸν εὔνοια παραιρεῖται τὴν ἀμβλυωπίαν τοῦ |
| book 25.3 | γήρως. b(BCE3E4)T ἄλλως τε προτρέχει τῶν αἰσθήσεων ὁ |
| book 25.4 | νοῦς· καὶ „νοῦς ὁρᾷ καὶ νοῦς ἀκούει“ (Epich. fr. 249 K.), b(BE3E4)T |
| book 25.5.1 | ὡς καὶ „Νέστωρ 〈δὲ〉 πρῶτος κτύπον ἄϊεν“ (Κ 532)· ὀξυτέρους γὰρ |
| book 25.5.2 | περὶ τὰς αἰσθήσεις τοὺς προήκοντας ποιεῖ. T |
| book 26 | 〈ἐπεσσύμενον πεδίοιο:〉 πάλιν διὰ πεδίου. b(BCE3)Til |
| book 27a.1 | ὅς ῥά τ’ ὀπώρης εἶσιν: ἐξέρχεται καὶ b(BCE3) ἄν‐ |
| book 27a.2 | εισιν. b(BCE3)T ἔδει δὲ πρὸ ὀπώρας εἰπεῖν· τότε γὰρ ἡ τοῦ |
| book 27a.3 | Κυνὸς ἐπιτολή. b(BCE3E4)T |
| book 27b.1 | 〈ἀρίζηλοι:〉 ὅτι ἀντὶ τοῦ ἀρίδηλοι· οὐ γὰρ ὁ ζῆλος |
| book 27b.2 | ἔγκειται. Aint |
| book 28a | {πολλοῖσι μετ’} ἄστρασιν: Ἀρίσταρχος ὡς πατράσιν. |
| book 28a.1 | ἄμεινον δὲ προπαροξύνειν, ὥσπερ καὶ τοῖς πλείοσιν ἔδοξε καὶ Φιλο‐ |
| book 28a.2 | ξένῳ (fr. 410 Th.), ἵν’ αὐτῆς τῆς πτώσεως, λέγω δὲ τῆς δοτικῆς, μετα‐ |
| book 28a.3 | πλασμὸν λάβωμεν· ὅτι γὰρ κατὰ πτῶσιν γίνονται μεταπλασμοὶ |
| book 28a.5.1 | ἐξουσίᾳ ποιητικῇ, δεδήλωταί μοι ἐν ἑτέροις (sc. ad Ε 299 β). ὃν οὖν |
| book 28a.5.2 | τρόπον ἡ ἐγκάτοις ἔγκασιν ἐγένετο, „ἔγκασι φωτόσ“ (Λ 438), καὶ οὐκ |
| book 28a.5.3 | ἀναγκαζόμεθα ἑνικὴν εὐθεῖαν ἀκόλουθον ἐπιζητεῖν, ἥ τε προβάτοις |
| book 28a.5.4 | πρόβασιν ἥ τε „πετάλοισ“ (Β 312, cf. τ 520) πέταλσι〈ν〉, οὕτως |
| book 28a.5.5 | ἄστροις ἄστρασι〈ν〉, ἐπεισελθόντος τοῦ α, ἵνα συστῇ ἡ λέξις. A |
| book 28b | ἄστρασιν: οἱ μὲν ὡς „δέρμασιν“ (β 291), οἱ δὲ ὡς κεμάσιν. |
| book 28b.1 | | οἱ μὲν T κατὰ μεταπλασμὸν ὡς „ἔγκασι“ (Λ 438), πρόβασιν, |
| book 28b.2 | b(BCE3)T οἱ δὲ ἀπὸ τοῦ ἀστήρ, ὡς πατράσιν. T |
| book 29a.1 | 〈ὅν τε κύν’ Ὠρίωνος:〉 ὅτι περισσὸς ὁ τέ σύνδεσμος. |
| book 29a.2 | Aim |
| book 29b.1 | ΚΥΝΩΡΙΩΝΟΣ: ὁ Σιδώνιος ὑφ’ ἓν ἀναγινώσκει. ἄμεινον |
| book 29b.2 | δὲ κατὰ παράθεσιν, ὅτι οἱ κύνες πολλάκις ὀνομάζονται μετὰ τῶν |
| book 29b.3 | κτητόρων, οἷον Κέρβερος Ἅιδου, Ὄρθρος Γηρυόνου, Ἄλκαινα |
| book 29b.4 | Ἀκταίωνος· οὕτως κύνα Ὠρίωνος. τῷ δὲ κυνηγετικὸν αὐτὸν εἶναι καὶ |
| book 29b.5 | πλησίον κατηστέρισαν τὸν κύνα. A |
| book 29b.1 | ὅν τε κύν’ Ὠρίωνος: τὸν ἀστραῖον κύνα—ὀνομασίαν |
| book 29b.2 | ἔσχεν. ἡ ἱστορία παρὰ Ἐρατοσθένει (cf. fr. 22 Pow.). A |
| book 31 | καί τε φέρει πολλὸν 〈πυρετὸν δειλοῖσι βροτοῖσιν〉: |
| book 31.1 | ὅτι ἅπαξ ἐνταῦθα ὁ πυρετός, AAext καὶ ὅτι πυρετὸν κυρίως |
| book 31.2 | λέγει, οὐχ ὥς τινες δέχονται τὴν διάκαυσιν τοῦ ἀέρος· πρὸς γὰρ τὸ |
| book 31.3 | φθοροποιὸν ἡ παραβολή. καὶ ὅτι δειλοῖσιν ἀντὶ τοῦ δειλαίοις. A |
| book 32a.1 | ὣς τοῦ χαλκὸς 〈ἔλαμπε περὶ στήθεσσι θέοντοσ〉: |
| book 32a.2 | ἔδει χρυσὸς ἔλαμπεν, ἀπὸ κρείσσονος καὶ λαμπροτέρου. b(BCE3)T |
| book 32a.3 | εἰ μὴ ὅτι καὶ χαλκὸς ἐκέκρατο· φησὶ γοῦν· „χαλκὸν δ’ ἐν πυρὶ βάλ〈λ〉ε“ |
| book 32a.4 | (Σ 474). T |
| book 32b.1 | ἄλλως· ὣς τοῦ χαλκὸς ἔλαμπε 〈περὶ στήθεσσι θέον‐ |
| book 32b.2 | τοσ〉: συμφωνεῖ τοῦτο τῷ περὶ τὴν ἐπιφάνειαν τῆς ἀσπίδος εἶναι τὴν |
| book 32b.3 | χαλκῆν πτυχήν. b(BE3)T |
| book 33-4.1 | 〈κεφαλὴν δ’ ὅ γε κόψατο χερσίν /〉 ὑψός’ ἀνα‐ |
| book 33-4.2 | σχόμενος: πρῶτον τοῖς θεοῖς ἄρας τὰς χεῖρας οὕτω κόπτει τὴν |
| book 33-4.3 | κεφαλήν. b(BCE3E4)T |
| book 34.1 | μέγ〈α δ’〉 οἰμώξας 〈ἐγεγώνει〉: ἄδηλον, τίνος τὸ μέγα. |
| book 34.2 | T |
| book 36a | 〈ἑστήκει:〉 οὕτως Ἀρίσταρχος ἑστήκει ἄνευ τοῦ ι. Aint |
| book 36b.1 | 〈ἄμοτον μεμαὼς Ἀχιλῆϊ μάχεσθαι:〉 ἄξιον ζητή‐ |
| book 36b.2 | σεως, πῶς ἀπόντος Ἀχιλλέως μηδεὶς πολεμεῖ Ἕκτορι. b(BCE3E4)T |
| book 36b.3 | ἢ τάχα συνεπορεύοντο αὐτῷ καὶ οἱ λοιποὶ ἀριστεῖς διώκοντι Ἀπόλ‐ |
| book 36b.4 | λωνα. Μεγακλείδης (F.H.G. IV p. 443) δέ φησι ταῦτα πάντα |
| book 36b.5 | πλάσματα εἶναι. b(BCE3E4) |
| book 37.1 | 〈χεῖρας ὀρεγνύς:〉 ὡς ἐπ’ αὐτὸν ἐκτείνων τὰς χεῖρας· |
| book 37.2 | b(BCE3E4)Til ἔδει γὰρ οὐ μόνον λόγοις παρακαλέσαι τὸν |
| book 37.3 | Ἕκτορα, b(BCE3E4) ἀλλὰ καὶ διὰ τοῦ σχήματος, ἵν’, εἰ τύχοι |
| book 37.4 | μὴ ἀκούσας τῶν λεγομένων, ἀλλ’ οὖν τὸ σχῆμα τοῦ πατρὸς ὁρῶν |
| book 37.5.1 | οἰκτείρῃ τὸν γέροντα. b(BCE3E4)T γραφικῶς οὖν κεῖται τὸ |
| book 37.5.2 | σχῆμα. T |
| book 38a.1 | Ἕκτορ, μή μοι μίμνε: πιθανῶς διεῖλε τὸν οἶκτον εἰς |
| book 38a.2 | πρόσωπα τό τε πρὸ θανάτου καὶ μετὰ θάνατον, ἵνα μήτε μακρὸς εἴη |
| book 38a.3 | μήτε ἀσυμπαθής. πῶς οὖν Ἀλεξάνδρου μὲν τὸ μονομάχιον οὐ καρτερεῖ |
| book 38a.4 | θεωρεῖν (cf. Γ 304—9), Ἕκτορος δέ; ἢ ὅτι ὁ μὲν ἐν τῷ πεδίῳ συνέ‐ |
| book 38a.5.1 | βαλεν, ὁ δὲ πρὸ τοῦ τείχους, ἔνθα παρῆσαν πάντες τῷ μεγέθει τοῦ |
| book 38a.5.2 | κινδύνου καταπλησσόμενοι. b(BCE3E4)T ἄλλως τε ἐκεῖνον μὲν |
| book 38a.5.3 | ἀπιὼν ἐᾷ πολεμεῖν, εἰδὼς ὀλίγον λειπόμενον Μενελάου καὶ τῶν θανά‐ |
| book 38a.5.4 | των πρόξενον γεγονότα, b(BCE3)T καὶ ὅτι οὐδὲν πρὸς σωτη‐ |
| book 38a.5.5 | ρίαν τῆς πόλεως ἐκεῖνος ὡς Ἕκτωρ ἠδύνατο, b(BCE3) τὸν δὲ |
| book 38a.10.1 | μένων ἱκετεύει μὴ πολεμεῖν, τὸ διάφορον ἑκατέρων εἰδὼς τῆς τε ἰσχύος |
| book 38a.10.2 | καὶ τῆς πρὸς τὴν πόλιν ὠφελείας. ἄλλως τε οὐ θεατὴς τοῦ πολεμεῖν, |
| book 38a.10.3 | ἀλλ’ ἱκέτης τοῦ μὴ πολεμεῖν ἐπιμένει. b(BE3E4)T |
| book 38b1 | 〈ἀνέρα τοῦτον:〉 τοῦτον· δείκνυσι τὸν λάμποντα. Til |
| book 38b2 | οἱονεὶ δακτυλοδεικτεῖ αὐτῷ τὸν Ἀχιλλέα. b(BCE3E4) |
| book 39a.1 | οἶος ἄνευθ’ ἄλλων, 〈ἵνα μὴ τάχα πότμον ἐπί‐ |
| book 39a.2 | σπῃσ〉: ὡς Ἀγαμέμνων· „μηδ’ ἔθελ’ ἐξ ἔριδος 〈σεῦ ἀμείνονι φωτὶ |
| book 39a.3 | μάχεσθαι〉“ (Η 111). ἀγαθὸν δὲ τοῦτο, μὴ οὕτω φιλοτεκνεῖν ὡς καὶ |
| book 39a.4 | ἀπατᾶσθαι περὶ τὴν κρίσιν, τὰ βελτίω ὑπειληφότα περὶ τῶν παίδων. |
| book 39a.5 | T |
| book 39b.1 | 〈οἶος ἄνευθ’ ἄλλων:〉 περικόπτει αὐτοῦ πάσας τὰς |
| book 39b.2 | ἀντιρρήσεις, λέγων ὅτι εἰ μένειν δεῖ, ἀλλ’ οὐ μόνον. b(BCE3E4) |
| book 40 | 〈Πηλείωνι δαμείς:〉 πρὸς τὸ σχῆμα. Aint |
| book 41a.1 | αἴθε θεοῖσι φίλος τοσσόνδε γένοιτο: σημειοῦνταί τι‐ |
| book 41a.2 | νες ὅτι ἐκ τοῦ ἐναντίου τὸ ἐναντίον δεδήλωται. A |
| book 41b | αἴθε θεοῖσι φίλος 〈τοσσόνδε γένοιτο〉: ἀντὶ τοῦ |
| book 41b.1 | εἰπεῖν ‘εἴθε ἐχθρὸς τοῖς θεοῖς γένοιτο‘. ὁμοίως εἶπε τῷ „τίω δέ μιν ἐν |
| book 41b.2 | Καρὸς αἴσῃ“ (Ι 378). | σημειοῦνται δέ τινες ὅτι ἐκ τοῦ ἐναντίου τὸ |
| book 41b.3 | ἐναντίον δεδήλωκεν. b(BCE3)T |
| book 41c.1 | {φίλος} τοσσόνδε: πρὸ τέλους ἡ ὀξεῖα· ἓν γάρ ἐστι μέρος |
| book 41c.2 | λόγου. A |
| book 42.1 | ἔδονται: Ἀρίσταρχος „ἔδοιεν“, Aim b(BCE3E4)T | ἃ |
| book 42.2 | δὲ ἀπεύχεται τῷ παιδί, ταῦτα καταρᾶται τῷ πολεμίῳ. b(BCE3E4)T |
| book 44a.1 | 〈ὅς μ’〉 υἱῶν πολλῶν 〈τε καὶ ἐσθλῶν εὖνιν ἔθηκε〉: |
| book 44a.2 | καὶ τοῦτο εἰς ἔλεον ὡς ἄξιον καὶ διὰ τὴν τῶν ἄλλων παίδων ἀποβολὴν |
| book 44a.3 | ἐλεῆσαι τὸν πατέρα. ἅμα δὲ καὶ ὑπομιμνῄσκει τῆς Ἀχιλλέως δεινό‐ |
| book 44a.4 | τητος. b(BE3E4)T |
| book 44b.1 | εὖνιν: ὅ ἐστιν εὐναζόμενον, ἐξ οὗ τὸ ἡσυχάζοντα, ἐξ οὗ καὶ |
| book 44b.2 | ἠρημωμένον, ἐξ οὗ ἐστερημένον. b(BCE3E4)T ἢ παρὰ τὴν ἑνὸς |
| book 44b | γενικὴν ἕνις εὖνις, ὁ μεμονωμένος. b(BE3E4)T |
| book 45.1 | 〈νήσων ἔπι〉 τηλεδαπάων: τινὲς „θηλυτεράων“ διὰ τὸ |
| book 45.2 | Λῆμνον καὶ Ἴμβρον ὑπὸ θηλειῶν βασιλεύεσθαι· ἀλλ’ οὐκ εἰς ταύτας |
| book 45.3 | μόνον ἐπωλοῦντο. ἢ εὐγείων· ἀλλ’ „οὐ 〈γάρ〉 τις νήσων ἱππήλατος |
| book 45.4 | οὐδ’ εὐλείμων“ (δ 607). T |
| book 48a1.1 | 〈τούς μοι:〉 οὕτως Ἀρίσταρχος διὰ τοῦ τ, ἄλλοι δὲ „οὕς |
| book 48a1.2 | μοι“. Aint |
| book 48a2 | σὺν τῷ τ τούς μοι. Til |
| book 48b.1 | 〈κρείουσα γυναικῶν:〉 ἀντὶ τοῦ βασιλικωτάτη b(BC |
| book 48b.2 | E3E4)Til καὶ ἐντιμοτάτη, b(BCE3) ὡς τὸ „δῖα γυναικῶν“ |
| book 48b.3 | (Β 714. Γ 171 al.). b(BCE3)Til |
| book 49a1.1 | ἀλλ’ εἰ μὲν ζώουσι 〈μετὰ στρατῷ〉: ἐλεεινὴ καὶ ἡ |
| book 49a1.2 | ἄγνοια τοῦ πατρός: ᾔδει γὰρ ὁ Ἕκτωρ περὶ τῆς ἀναιρέσεως τῶν |
| book 49a1.3 | ἀδελφῶν καὶ ἴσως ἂν αὐτὸν καὶ ἐπὶ τούτῳ ἠλέησεν. T |
| book 49a2.1 | ἐλεεινὴ λίαν ἡ ἄγνοια τοῦ πατρός. ὁ δὲ Ἕκτωρ ᾔδει περὶ |
| book 49a2.2 | τῆς ἀναιρέσεως αὐτῶν. ἴσως δὲ διὰ τοῦτο λέγει, ἵνα, εἰ μὴ ἐκεῖνοι ζῶσι |
| book 49a2.3 | καὶ ἀναρρύονται, κἂν οὗτος ὑπολειφθῇ, b(BCE3E4) τὸν πατέρα |
| book 49a2.4 | ἐλεήσας τῆς στερήσεως b(BCE3) τῶν τοσούτων καὶ τοιούτων |
| book 49a2.5 | υἱῶν. b(BCE3E4) |
| book 49b1.1 | ἦ τ’ ἂν ἔπειτα: ὅτι περισσὸς ὁ ἄν σύνδεσμος· εἰ γὰρ |
| book 49b1.2 | ἐνετέτακτο κυρίως, ἐπήνεγκεν ἂν (sc. in Χ 50) ἀπολυσαίμεθα. A |
| book 49b2.1 | περισσὸς ὁ ἄν· εἰ γὰρ ἦν εὐκτικόν, ἔδει τὸ ἑξῆς ἀπολυσαί‐ |
| book 49b2.2 | μεθα. ἢ παραπληρωματικός ἐστιν. b(BCE3) |
| book 49b3 | {ἦ τ’ ἂν ἔπειτα ἀπολυσόμεθα:} πλεονάζει ὁ ἄν. T |
| book 50a | 〈ἀπολυσόμεθα:〉 ἐν ἄλλῳ „ἀπολύσομεν“. Aim |
| book 50b.1 | {χαλκοῦ τε χρυσοῦ τε} ἔστι γὰρ ἔνδον: κοινὸν τὸ |
| book 50b.2 | ‘χαλκὸς καὶ χρυσόσ‘. T |
| book 50c.1 | 〈ἔστι γὰρ ἔνδον:〉 δεῖ προσλαβεῖν τὸ ‘χαλκὸς καὶ χρυ‐ |
| book 50c.2 | σόσ‘. Til |
| book 51a1.1 | πολλὰ γὰρ ὤπασε παιδὶ γέρων 〈ὀνομάκλυτος |
| book 51a1.2 | Ἄλτησ〉: ὅτι κατὰ σύνθετον προενεκτέον. σημαίνει δὲ τὸ ὅλον |
| book 51a1.3 | ὀνομαστός· ὁ γὰρ κλυτός ἐπὶ τοῦ διαβεβοημένου. καὶ ὅτι οἱ πατέρες |
| book 51a1.4 | ταῖς θυγατράσι γαμουμέναις δῶρα παρεῖχον· „ἐγὼ δ’ ἐπὶ μείλια |
| book 51a1.5 | δώσω“ (Ι 147). A |
| book 51a2.1 | {πολλὰ γὰρ ὤπασε:} διπλῆ δὲ πρὸς τὸ ἔθος· καὶ Ἀγαμέ‐ |
| book 51a2.2 | μνων „ἐπιμείλια δώσω“. T |
| book 51b.1 | παιδὶ γέρων: αἱ ἀπὸ τῶν πόλεων „παιδὶ φίλῃ“. Aint |
| book 51b.2 | TTil Ἀριστοφάνης „πολλά“. TTil |
| book 51c.1 | 〈ὀνομάκλυτος Ἄλτης:〉 Ἀθηνοκλῆς φησι τὸν Ὅμηρον |
| book 51c.2 | πρώην Ἄλτην καλεῖσθαι διὰ τὸ ἐπαινεῖν αὐτὸν ὀνομάκλυτος. T |
| book 51d | ὀνομάκλυτος {ἄλτης}: ὡς τοξόκλυτος. οὕτως δὲ καὶ |
| book 51d.1 | Ἀρίσταρχος. ἐν μέντοι τῇ Ὀδυσσείᾳ (sc. τ 183) κατὰ παράθεσιν |
| book 51d.2 | ἀναγνωστέον· „ἐμοὶ δ’ ὄνομα“, εἶτα „κλυτὸς Αἴθων“· ἰδίᾳ συστῆσαι |
| book 51d.3 | γὰρ αὐτοῦ βούλεται τὸ ὄνομα, ἐπεί τοι ἔσται κρεμάμενος λόγος. |
| book 51d.5.1 | εἴπομεν δὲ ἐν τοῖς πρὸ τούτου βιβλίοις (sc. ad Κ 109), πότε τὸ κλυτός |
| book 51d.5.2 | κατὰ τὸ τέλος συντιθέμενον φυλάσσει τὸν τόνον καὶ πότε ἀναδίδωσιν. |
| book 51d.5.3 | A |
| book 51e.1 | ὀνομάκλυτος: Ἀρίσταρχος ὑφ’ ἓν ὡς „πασιμέλουσα“ |
| book 51e.2 | (μ 70). ἐν δὲ Ὀδυσσείᾳ (sc. τ 183) „ὄνομα κλυτὸς Αἴθων“ κατὰ παρά‐ |
| book 51e.3 | θεσιν. εἰ δέ φασιν ‘οὐκ ἔστιν ἐξ οὐδετέρου καὶ ἀρσενικοῦ σύνθετον‘, τί |
| book 51e.4 | ἐστι τὸ „Ἀστυάναξ“ (Χ 500. 506) καὶ ποιηματογράφος; κατὰ σύν‐ |
| book 51e.5.1 | θεσιν οὖν ἐστιν, ὡς „τοξόκλυτοσ“ (Bacch. ep. 11,39)· ἔστι γοῦν παρὰ Πινδάρῳ (fr. 312 |
| book 51e.5.2 | = pae. 6, 123) τὸ θηλυκὸν αὐτοῦ ἐν παρωνύμῳ χαρακτῆρι· „ὀνομα‐ |
| book 51e.5.3 | κλύτα γάρ ἐσσι“. b(BCE3)T |
| book 52-3a.1 | εἰ δ’ ἤδη τεθνᾶσι 〈καὶ εἰν Ἀΐδαο δόμοισιν, / |
| book 52-3a.2 | ἄλγος ἐμῷ θυμῷ καὶ μητέρι〉: βραχὺ διασταλτέον ἐπὶ τὸ τε‐ |
| book 52-3a.3 | θνᾶσι (52) καὶ ὑποστικτέον δόμοισι〈ν〉 (52). ἴσως δ’ ἄν τις ἐπὶ τὸ |
| book 52-3a.4 | τεθνᾶσι (52) ὑποστίζοι, τὰ δὲ ἑξῆς πάντα συνάπτοι, ἵν’ ᾖ ὁ λόγος |
| book 52-3a.5.1 | ‘καὶ ἀποθανόντες ἀνιασόμεθα‘, ὁμοίως τῷ „εἰ δὲ θανόντων περ |
| book 52-3a.5.2 | καταλήθοντ’ εἰν Ἀΐδαο, / αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνήσομαι“ |
| book 52-3a | (Χ 389—90). A |
| book 52-3b.1 | καὶ εἰν Ἀΐδαο δόμοισιν / ἄλγος ἐμῷ θυμῷ: οὕτω |
| book 52-3b.2 | δεῖ συνάπτειν, ἵνα ἐπιταθῇ, ὡς τὸ „αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνή‐ |
| book 52-3b.3 | σομ’ ἑταίρου“ (Χ 390). T |
| book 53.1 | τοὶ τεκόμεσθα: ὡς „Δάρδανον αὖ πρῶτον τέκετο“ (Υ 215) |
| book 53.2 | b(BCE3)T ἐπὶ ἀρσενικοῦ. b(BCE3) |
| book 54-5.1 | λαοῖσιν δ’ ἄλλοισι μινυνθαδιώτερον 〈ἄλγος / |
| book 54-5.2 | ἔσσεται—δαμασθείσ〉: οὐδεὶς γὰρ αὐτοὺς ποθήσει σοῦ |
| book 54-5.3 | περιόντος. ἄκρως δὲ αὐτὸν ὑπερηύξησε· τὴν μὲν γὰρ τῶν ἄλλων παί‐ |
| book 54-5.4 | δων ἀναίρεσιν μόνοις φησὶ τοῖς γονεῦσι πένθος παρασχεῖν, τὸν δὲ Ἕκτο‐ |
| book 54-5.5.1 | ρος θάνατον δημοσίαν ἔσεσθαι συμφοράν, ἵνα, εἰ καὶ πρὸς τὴν ἰδίαν |
| book 54-5.5.2 | σωτηρίαν ὀλιγωροίη, ἀλλ’ οὖν τῶν κοινῇ συμφερόντων προνοησάμε‐ |
| book 54-5.5.3 | νος b(BCE3E4)T ἀποστῇ τοῦ κινδύνου. b(BCE3E4) |
| book 55.1 | 〈Ἀχιλῆϊ δαμασθείς:〉 πρὸς τὸ σχῆμα, Aint ἀντὶ τοῦ |
| book 55.2 | ὑπὸ Ἀχιλλέως, AintTil ὡς „Τρωσὶ δαμείσ“ (Σ 461). Aint |
| book 56a.1 | τεῖχος: τὴν πόλιν. Καλλίμαχος (fr. 635)· „ὁ δ’ ἐκ Λοκρῶν |
| book 56a.2 | τείχεος Ἰταλικοῦ / b(BCE3E4)T παρῆν ἀμύντωρ“. b(BCE3E4) |
| book 56a.3 | φιλοπάτριδα δὲ ὄντα ὑπομιμνῄσκει τῆς πόλεως. b(BE3E4)T |
| book 56b1 | 〈ἐμὸν τέκος:〉 γράφεται καὶ „ἐμὸν θάλοσ“. Til |
| book 56b2.1 | τινὲς δὲ συμπαθέστερον γράφουσιν „ἐμὸν θάλοσ“. b(BE3 |
| book 56b2.2 | E4)T |
| book 56-7.1 | ὄφρα σαώσῃς / Τρῶας 〈καὶ Τρῳάσ〉: φιλότιμον |
| book 56-7.2 | αὐτὸν εἰδὼς ὑπήλλαξε τὴν λέξιν, πρὸς εὔκλειαν καὶ κοινὴν σωτηρίαν |
| book 56-7 | αὐτῷ τὴν φυγὴν εἶναι λέγων. b(BE3)T |
| book 57.1 | Τρῶας καὶ Τρῳάς, 〈μηδὲ μέγα κῦδος ὀρέξῃσ〉: ἤτοι |
| book 57.2 | στικτέον μετὰ τὸ Τρῶας καὶ Τρῳάς, ἵνα ἀπ’ ἄλλης ἀρχῆς ἀπα‐ |
| book 57.3 | γορευτικὸς ὁ λόγος γένηται, A b (BCE3)T μηδὲ μέγα κῦδος |
| book 57.4 | ὀρέξῃς. εἰ δὲ συνάπτοιμεν, ἔσται ἐπανάληψις τῶν ὑποτακτικῶν, |
| book 57.5.1 | A b (BE3)T κοινοῦ νοουμένου τοῦ „ὄφρα“ (Χ 56), ἵνα „σαώ‐ |
| book 57.5.2 | σῃσ“ (Χ 56) καὶ μὴ ὀρέξῃς {ἤτοι} καὶ μὴ „ἀμερθῇς αἰῶνοσ“ (cf. |
| book 57.5.3 | X 58). A |
| book 58.1 | φίλης αἰῶνος: οἰκεῖα ταῦτα πατρὶ καὶ γέροντι καὶ πεῖσαι |
| book 58.2 | θέλοντι, ἐγκωμιάζειν ἄρτι τὸ ζῆν καὶ ἐπὶ φιλοψυχίαν παρακαλεῖν. |
| book 58.3 | b(BCE3)T ἀντιτέθεικε δὲ (sc. Χ 59—76) τῇ τοῦ ἐχθροῦ δόξῃ |
| book 58.4 | τὴν αὑτοῦ ἀτυχίαν, εἰς φόβον κινῶν τὸν Ἕκτορα. ἀπὸ τοῦ ποιεῖν καὶ |
| book 58.5.1 | πάσχειν ἡ κατασκευή. b(BE3)T αἰὼν δὲ παρὰ τὸ ἀεί· ἢ τὸν |
| book 58.5.2 | ὑπόλοιπον τῆς ζωῆς χρόνον. T |
| book 59a1.1 | πρὸς δ’ ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντ’ ἐλέησον: |
| book 59a1.2 | ὡς ἔστιν ὅλος θαυμαστὸς ἐκ τῶν ὀκτὼ μερῶν τοῦ λόγου συγκείμενος. T |
| book 59a2 | σημειωτέον ὅτι τὰ ὀκτὼ μέρη τοῦ λόγου ἔχει ὁ στίχος. Aim |
| book 59b.1 | 〈ἐμὲ τὸν δύστηνον:〉 οὕτως ὀρθοτονητέον AilTil τὴν |
| book 59b.2 | ἐμέ ἀντωνυμίαν. Til |
| book 59c | 〈ἔτι φρονέοντ’ ἐλέησον:〉 τινὲς {δὲ} „ἔτι ζώοντ’ ἐλέη‐ |
| book 59c | σον“· T |
| book 59d1.1 | ἔτι φρονέοντα: φρονέων ἀντὶ τοῦ φρονῶν ἔτι εὖ ἢ ἔτι |
| book 59d1.2 | ζῶν· τὸ ζωτικὸν γὰρ φρένας καλεῖ· „ποτὶ δὲ φρένες αὐτῷ ἕποντο“ |
| book 59d1.3 | (Π 504), καὶ ἐπὶ Πατρόκλου τεθνεῶτος· „ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν“ |
| book 59d1.4 | (Ψ 104), ὅ ἐστι τὸ συνεκτικὸν τοῦ ζῆν. ἢ ἕως ἔξεστί μοι φρονῆσαι. T |
| book 59d2.1 | ἀντὶ τοῦ τὸν ἔτι εὖ φρονοῦντα καὶ συμβουλεύοντα. b(BCE3) |
| book 59d2.2 | ἢ ἀντὶ τοῦ ζῶντα· τὸ γὰρ ζωτικὸν φρένας καλεῖ, ὡς ἐπὶ Πατρόκλου· |
| book 59d2.3 | „ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν“, ὅ ἐστι τὸ συνεκτικὸν τοῦ ζῆν. b(BE3) |
| book 60.1 | γήραος οὐδῷ: ἐξόδῳ b(BCE3E4)TTil τοῦ βίου. b |
| book 60.2 | (BCE3E4)T ἐφ’ ᾧ ἤδη πεπέραται ὁ βίος, καὶ διεξελήλυθεν ἐξ |
| book 60.3 | αὐτοῦ. b(BCE3)T |
| book 61-5a1.1 | ἐπιδόντα / υἷάς τ’ ὀλλυμένουσ〈— / ἑλκο‐ |
| book 61-5a1.2 | μένας τε νυούσ〉: ἐναργῶς πέφρακε τὰ τῶν πορθήσεων, ὡς καὶ ἐν |
| book 61-5a1.3 | ἄλλοις· „ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε“ (Ι 593). καὶ μὴ γράψας δὲ |
| book 61-5a1.4 | τὴν Ἰλίου πόρθησιν ὅμως ἐδήλωσεν αὐτῆς τὰ παθήματα, πᾶσαν |
| book 61-5a1.5.1 | ἡλικίαν τὴν ἐν πολέμῳ τι πάσχουσαν παραλαβών· b(BCE3E4)T |
| book 61-5a1.5.2 | ταῖς δὲ γυναιξὶν ἡ εἰς τὸ σῶμα ὕβρις μείζων. δαιμονίως δὲ ταῦτα ὑπ’ |
| book 61-5a1.5.3 | ὄψιν ἤγαγεν ἐν βραχεῖ, χρησάμενος ἅμα καὶ ἀπεριέργως ταῖς λέξεσιν· |
| book 61-5a1.5.4 | οὐ γὰρ ὑψορόφους ἢ δαιδαλέους θαλάμους λέγει (cf. 63) οὐδὲ θύγατρας |
| book 61-5a1.5.5 | καλλικόμους ἢ καλλισφύρους (cf. 62 et 65), ἀλλ’ ἀπήλλακται τῶν |
| book 61-5a1.10 | ἐπιθέτων αὐτῷ τὰ δυστυχοῦντα τῶν σωμάτων. b(BE3E4)T |
| book 61-5a2 | προαναφωνεῖ τὴν Ἰλίου ἅλωσιν. Aim |
| book 62-4.1 | 〈ἑλκηθείσας τε θύγατρας /〉 ... καὶ νήπια τέκνα |
| book 62-4.2 | 〈/ βαλλόμενα προτὶ γαίῃ〉: ἐντεῦθεν ὁ περὶ Κασ〈σ〉άνδρας καὶ |
| book 62-4.3 | Ἀστυάνακτος ἐρρύη μῦθος 〈ὁ〉 παρὰ τοῖς τραγικοῖς (cf. T.G.F. fr. |
| book 62-4.4 | 450 b Sn. et infra test.). T |
| book 63.1 | κεραϊζομένους: ἡ μεταφορὰ ἀπὸ τῶν τοῖς κέρασι †βαλ‐ |
| book 63.2 | λόντων† ζῴων· ὅθεν τὸν ἄθυμον καὶ ἀόργητον ἀκέραιον λέγουσιν. |
| book 63.3 | b(BCE3)T |
| book 65 | 〈νυούς:〉 τὰς τῶν υἱῶν γυναῖκας. b(BCE3)Til |
| book 66-7.1 | αὐτὸν δ’ ἂν 〈πύματόν με κύνες πρώτῃσι θύρῃ‐ |
| book 66-7.2 | σιν / ... ἐρύουσιν〉: περισσὸς ὁ ἄν (66). | πρώταις δὲ θύραις |
| book 66-7.3 | ταῖς αὐλείοις, ταῖς ὑπὸ τὴν εἴσοδον πρώταις. b(BCE3)T | ἐντεῦθεν |
| book 66-7.4 | ὑπὸ τῷ βωμῷ τοῦ ἑρκ〈ε〉ίου Διός φασιν αὐτὸν ἀνῃρῆσθαι· φησὶ γοῦν |
| book 66-7.5 | „μηρί’ ἔκηεν 〈...〉 αὐλῆς ἐν χόρτῳ“ (Λ 773—4). T |
| book 66a1.1 | πύματον {με}: καὶ τὸ πύματον οἰκτρόν, οἷον ἐπιδόντα |
| book 66a1.2 | τὰ τῆς πορθήσεως δεινά. T |
| book 66a2 | καὶ τὸ πύματον δὲ πολλῆς οἰκτρότητος, b(BCE3) |
| book 66a2 | οἷον θεασάμενον πάντα τὰ προκείμενα δεινά. b(BCE3E4) |
| book 66b.1 | πρώτῃσι θύρῃσιν: ὅτι ἀντὶ τοῦ ἄκραις. πρώτῃσι δὲ |
| book 66b.2 | πύλῃσι πρὸς τὸ „ἄξαντ’ ἐν πρώτῳ ῥυμῷ“ (Ζ 40). A |
| book 67a.1 | ὠμησταί: Ἀρίσταρχος ὡς ἀθληταί, Τυραννίων (fr. 24 P. |
| book 67a.2 | = 27 H.) δὲ ὡς κομῆται. ἔφαμεν δὲ ἐν τῇ Λ (sc. ad v. 454) ἐντελῶς |
| book 67a.3 | περὶ τῆς προσῳδίας, ὡς ἐπεκράτησεν ἡ Ἀριστάρχου. A |
| book 67b.1 | {ὠμισταὶ} ἐρύουσιν: ὅτι χρόνος ἤλλακται ἀντὶ τοῦ |
| book 67b.2 | ἐρύσουσιν. καὶ ἐν Ὀδυσσείᾳ (φ 97) „νευρὴν ἐντανύει〈ν〉“ ἀντὶ τοῦ |
| book 67b.3 | ἐντανύσειν. A |
| book 67c.1 | ὠμησταί: ὠμηστὴς ὡς ὀρχηστὴς παράγωγον, οὐ σύνθε‐ |
| book 67c.2 | τον· b(BCE3)T „ὠμηστὴς καὶ ἄπιστοσ“ (Ω 207). T | τὸ δὲ |
| book 67c.3 | ἐρύουσιν ἐνεστώς ἐστιν ἀντὶ μέλλοντος. b(BCE3)T | οἰκτροτάτη |
| book 67c.4 | δὲ ἡ καὶ μετὰ θάνατον αἰκία· καὶ ὅτι οὐδ’ ἐν τοῖς βασιλείοις καθαγια‐ |
| book 67c.5 | σθήσεται, ἀλλ’ ἐκριφήσεται. b(BE3)T |
| book 68a.1 | τύψας ἠὲ βαλὼν 〈ῥεθέων ἐκ θυμὸν ἕληται〉: πρὸς |
| book 68a.2 | τὴν διαστολὴν τοῦ βαλεῖν καὶ τύψαι. καὶ ὅτι ῥέθη πάντα τὰ μέλη, οἱ |
| book 68a.3 | δὲ Αἰολεῖς τὸ πρόσωπον. A |
| book 68b.1 | ῥεθέων: τῶν μελῶν. δείκνυσι δὲ ὅτι κατὰ παντὸς μέλους τὸ |
| book 68b.2 | ζωτικὸν καὶ ψυχικόν ἐστι. ῥέθη δὲ τὰ ζῶντα μέλη, A b (BCE3)T |
| book 68b.3 | δι’ ὧν ῥέζομέν τι. b(BCE3)T Αἰολεῖς δὲ τὸ πρόσωπον καὶ |
| book 68b.4 | ῥεθομαλίδας τοὺς εὐπροσώπους A b (BE3)T φασί. | Διονύσιος |
| book 68b.5.1 | (fr. 49 Schm. = 34 L.) δὲ καὶ νῦν τὸ πρόσωπον A b (B) T φησὶ |
| book 68b.5.2 | δηλοῦσθαι· διὰ γὰρ μυκτήρων ἢ στόματος ἐκπνέομεν, καίτοι γε τοῦ |
| book 68b.5.3 | ποιητοῦ λέγοντος· „ψυχὴ δὲ κατ’ οὐταμένην ὠτειλήν / ἔσσυτο“ |
| book 68b.5.4 | (Ξ 518—9). A b (BE3)T |
| book 68c | 〈ἕληται:〉 ἐν ἄλλῳ „ἕλοιτο“. Aint |
| book 69a1.1 | 〈πυλαωρούς:〉 Ἀρίσταρχος „θυραωρούσ“, θυροφύλα‐ |
| book 69a1.2 | κας. Aim |
| book 69a2 | „θυραωροὺσ“ οὖν γραπτέον, θυροφύλακας. T |
| book 69b.1 | πυλαωρούς: τινὲς „θυραωρούσ“· πύλας γὰρ ἐπὶ πόλεώς |
| book 69b.2 | φησι. παλαιὸν δὲ ἔθος τηρεῖσθαι τοὺς πυλῶνας κυσίν, ἵνα βαΰζοντες |
| book 69b.3 | δηλοῖεν τοῖς ἔνδον τοὺς ξένους. b(BCE3)T |
| book 70.1 | ἀλύσσοντες: ἄγαν λυσσῶντες· τοῦτο γὰρ τοῖς κατοικιδίοις |
| book 70.2 | συμβαίνει κυσίν, b(B, C [bis], E3)T ἐπὴν γεύσωνται †σώμα‐ |
| book 70.3 | τος†. οἱ δὲ ἐν ἄλῃ ὄντες, b(BCE3)T ὡς τὸ „ἡ δ’ ἀλύους’ |
| book 70.4 | ἀπεβήσετο“ (Ε 352), „ἦ ἀλύεις, ὅτι Ἶρον;“ (ς 333). T οἱ δὲ |
| book 70.5 | παρὰ τὴν ἄλυν, ὅ ἐστι παίγνιον, οἷον „κυνῶν μέλπηθρα“ (Ν 233). |
| book 70 | b(BCE3)T |
| book 70.1 | ἀλύσσοντες: ὑπὸ πλησμονῆς ἀλύοντες, οἷον ἐν ἄλῃ ὄντες, |
| book 70.2 | δυσφοροῦντες. οἱ δὲ εἶπον ἐπὶ τὸ ἄγαν λυσσῶντες. A |
| book 71 | 〈ἐν προθύροισι:〉 ἀντὶ τοῦ παρὰ προθύροις. Til |
| book 71-3.1 | νέῳ δέ τε πάντ’ ἐπέοικεν 〈/ — / κεῖσθαι〉: |
| book 71-3.2 | δοκεῖ τοῦτο προτρεπτικὸν εἶναι μᾶλλον ἐπὶ θάνατον ἢ ἀποτρεπτικόν· |
| book 71-3.3 | καίτοι φαίνεται βουλόμενος πείθειν τὸν Ἕκτορα εἰσιέναι εἰς τὸ τεῖχος |
| book 71-3.4 | καὶ μὴ ὑπομένειν τὸν Ἀχιλλέα. —ῥητέον δὲ ὅτι τῷ ἅπαξ ἀναγκα‐ |
| book 71-3.5.1 | σθέντι ἀποθανεῖν νέῳ τοῦτο ἔοικεν, ὁ δὲ τὸν ἐκ προπετείας ὑφίστατο |
| book 71-3.5.2 | θάνατον· διὸ σαφηνίζει τὸν νοῦν διὰ τῶν πάντα δὲ καλὰ θανόντι |
| book 71-3.5.3 | περ ὅττι φανήῃ (73), ὡς ἄρα καλὸν τὸ ἀποθανεῖν ὑπὲρ πατρίδος |
| book 71-3.5.4 | καὶ οἰκείων ἐπὶ λυσιτελείᾳ τῶν προσηκόντων, ἵν’ ᾖ ‘πάντα δὲ τὰ |
| book 71-3.5.5 | τῆς αἰκίας καλά εἰσι τῷ θανόντι, ἐὰν ἐκ τοῦ ἀποθανεῖν καλόν τι φανῇ |
| book 71-3.10 | καὶ λυσιτελέσ‘. σὺ δέ, φησί, ῥιψοκινδύνως ταῦτα βούλει παθεῖν, οὐκ |
| book 71-3 | ὠφελῶν τοὺς οἰκείους. b(BE3E4)T |
| book 73.1 | 〈φανήῃ:〉 οὕτως Ἀρίσταρχος AimTil φανήῃ διὰ τῶν |
| book 73.2 | δύο η〈η〉. Aim |
| book 74.1 | πολιόν τε κάρη 〈πολιόν τε γένειον〉: κάρη καὶ γέ‐ |
| book 74.2 | νειον τῶν οἰκτρῶν ἡγεῖται μερῶν· †καὶ ἃ κομῶσιν οἱ πενθοῦντες. T |
| book 75.1 | αἰδῶ: τὰ αἰδοῖα. AimT ἢ τὴν ἀπὸ τῆς ὄψεως τοῦ σώ‐ |
| book 75.2 | ματος ἐντροπήν. b(BCE3)T |
| book 77-8.1 | ἦ ῥ’ ὁ γέρων〈— / τίλλων ἐκ κεφαλῆσ〉: ἀφ’ |
| book 77-8.2 | ὧν ἤρξατο, ἐνταῦθα καὶ ἔληξεν· „ᾤμωξεν δ’ ὁ γέρων, κεφαλὴν δ’ |
| book 77-8.3 | ὅγε κόψατο χερσίν“ (Χ 33): b(BCE3E4)T ἦ ῥ’ ὁ γέρων, |
| book 77-8.4 | πολιὰς δ’ †ἀνὰ τρίχας ἕλκετο χερσί / b(BE3E4)T τίλ‐ |
| book 77-8.5 | λων ἐκ κεφαλῆς (77—8): b(BE3E4) |
| book 79.1 | μήτηρ δ’ αὖθ’ ἑτέρωθεν 〈ὀδύρετο δακρυχέουσα〉: |
| book 79.2 | παθητικὰ ταῦτα, καὶ κόρον φέροντα τῷ μήκει. ταμιεύεται δὲ τὴν |
| book 79.3 | Ἀνδρομάχην ἐπὶ νεκρῷ καὶ συρομένῳ τῷ Ἕκτορι (sc. Χ 477—514), |
| book 79 | ἵνα μὴ πάλιν οἱ αὐτοὶ θρηνοῖεν. b(BCE3E4)T |
| book 80a.1 | κόλπον ἀνιεμένη: ὅτι ἀντὶ τοῦ χαλῶσα, ἀναστέλλουσα. |
| book 80a.2 | καὶ ἐν Ὀδυσσείᾳ (β 300) „αἶγας ἀνιεμένουσ“, ἀναδέροντας. ἔστιν |
| book 80a.3 | οὖν ἀπογυμνοῦσα τὸ κατὰ τοὺς μαστοὺς κόλπωμα. A |
| book 80b.1 | κόλπον ἀνιεμένη, 〈ἑτέρηφι δὲ μαζὸν ἀνέσχε: |
| book 80b.2 | ἀνιεμένη〉 γυμνοῦσα τὸ περὶ τοὺς μαζοὺς κόλπωμα· καὶ „αἶγας |
| book 80b.3 | ἀνιεμένουσ“ (β 300) γυμνοῦντας, ἐξ οὗ τὸ ἐκδέροντας. | κινητικὸν δὲ |
| book 80b.4 | καὶ γραφικὸν τὸ σχῆμα. ἔδειξε δέ, ὅσον φιλοτεκνότεραι γυναῖκες· ὁ μὲν |
| book 80b.5.1 | γὰρ περὶ ἑαυτοῦ δέδιεν (cf. Χ 59—76), ἡ δὲ περὶ τοῦ παιδὸς καὶ ἄνω |
| book 80b.5.2 | καὶ κάτω βοᾷ „φίλον θάλοσ“ (Χ 87) καὶ „ὃν τέκον αὐτή“ (Χ 87), τῶν |
| book 80b.5.3 | ἐπὶ τῇ πατρίδι δεινῶν ἐπιλελησμένη. παρατηρητέον δὲ καὶ τὸ σχῆμα |
| book 80b.5.4 | τοῦ λόγου, ἀπὸ μετοχῆς εἰς ῥῆμα μεταβαῖνον. b(BE3E4)T |
| book 80c.1 | ἄλλως· κόλπον ἀνιεμένη, ἑτέρηφι δὲ μαζὸν ἀνέ‐ |
| book 80c.2 | σχεν: τὰ γεννήσαντα καὶ θρέψαντα μέρη, „ὡς ἀπὸ κόλπου / μητρὸς |
| book 80c.3 | Ἐλειθυίης ἤλθετε βουλομένησ“ (Call. fr. 7, 9—10). | ἐλέγετο δὲ |
| book 80c.4 | κόλπος τὸ ἐπάνω τῆς ζώνης κόλπωμα τοῦ πέπλου· ὅθεν καὶ προκόλ‐ |
| book 80c.5 | πιον· περὶ γὰρ τὰς ὀσφῦς ἐζώννυντο. b(BE3E4)T |
| book 82a1.1 | τέκνον ἐμόν: οὐκ ἀρκεῖται, ὡς ἀλλαχοῦ, τῷ 〈τέκνον〉, |
| book 82a1.2 | „τέκνον, τίπτε λιπὼν πόλεμον“ (Ζ 254), ἀλλὰ καὶ ἐμὸν διὰ τὸ τα‐ |
| book 82a1.3 | ραχῶδες καὶ ἐναγώνιον τῆς ψυχῆς. T |
| book 82b1.1 | τάδε τ’ αἴδεο: ἀντιδοῦναι τούτοις χάριν ὑπὲρ ὧν σοι |
| book 82b1.2 | ἐποίησαν. T |
| book 82a2/b2.1 | οὐκ ἀρκεῖται τῷ τέκνον, ἀλλὰ τὸ ταραχῶδες καὶ |
| book 82a2/b2.2 | ἐναγώνιον τῆς ψυχῆς παρασκευάζει αὐτὴν καὶ τὸ ἐμόν προσθεῖναι. |
| book 82a2/b2.3 | b(BCE3) | τὸ δὲ αἴδεο ἀντὶ τοῦ b(BE3) ἀπόδος τούτοις τὴν |
| book 82a2/b2.4 | χάριν ὑπὲρ ὧν σοι ἐποίησαν. b(BE3E4) |
| book 82-4.1 | τάδε τ’ αἴδεο καί μ’ ἐλέησον / αὐτήν, εἴ ποτέ τοι |
| book 82-4.2 | λαθικηδέα μαζὸν ἐπέσχον· / τῶν μνῆσαι, φίλε τέκνον: ἤτοι |
| book 82-4.3 | συναπτέον μέχρι τοῦ ἐπέσχον (83), εἶτα ἀπ’ ἄλλης ἀρχῆς A b |
| book 82-4.4 | (BE3)T τῶν μνῆσαι, φίλε τέκνον (84). ἢ στικτέον αὐτήν |
| book 82-4.5.1 | (83), εἶτ’ ἀπ’ ἄλλης ἀρχῆς A b (E3)T εἴ ποτέ τοι λαθικηδέα |
| book 82-4.5.2 | μαζὸν ἐπέσχον (83)· ἔστι δὲ ὑποστιγμὴ μετὰ τὸ ἐπέσχον (83). A |
| book 82-4.5.3 | b(BE3)T |
| book 82-3.1 | καί μ’ ἐλέησον / αὐτήν· εἰ μὴ σαυτὸν ἐλεεῖς b(BCE3 |
| book 82-3.2 | E4)T καὶ τῆς σῆς φροντίζεις ζωῆς, b(BCE3) ἐμὲ αὐτὴν τὴν |
| book 82-3.3 | γεννήτριαν καὶ τροφὸν ἐλέησον. b(BCE3E4) τινὲς δὲ T παρ’ |
| book 82-3.4 | Ἴωσιν αὐτὴν (83) τὴν μητέρα TTil λέγεσθαι, „τέκν’ ἔφαγεν |
| book 82-3.5 | στρουθοῖο καὶ αὐτήν“ (Β 317). T |
| book 83a | 〈εἴ ποτέ τοι:〉 οὕτως διὰ τοῦ τ, εἴ ποτέ τοι. Aint |
| book 83b.1 | λαθικηδέα: καὶ „ἔνθα οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρ“ |
| book 83b.2 | (Ζ 251). T |
| book 83b | 〈λαθικηδέα:〉 τὸν λήθην ἐμποιοῦντα τοῖς παισὶ τῶν κακῶν |
| book 83b | ἁπάντων. Aint |
| book 84a.1 | τῶν μνῆσαι, φίλε τέκνον, 〈ἄμυνε δὲ δήϊον ἄνδρα〉: |
| book 84a.2 | ὅτι ἰδίως φίλε τέκνον ἀντὶ τοῦ φίλον τέκνον. καὶ ἄμυνε ἀντὶ τοῦ |
| book 84a.3 | ἀμύνου. A |
| book 84b | 〈φίλε τέκνον:〉 πρὸς τὸ σημαινόμενον b(B, C[bis], E3E4) |
| book 84b.1 | Til ὑπήντησε. | τὸ δὲ ἄμυνε ἀντὶ τοῦ b(B, C[bis], E3E4) |
| book 84b.2 | ἀμύνου. b(B, C [bis], E3E4)Til |
| book 84c.1 | φίλε τέκνον: ἄκρως οὐκ ἀφίσταται τῶν κοινῶν ὀνομάτων, |
| book 84c.2 | „Ἕκτορ, τέκνον ἐμόν“ (Χ 82), τῶν μνῆσαι, φίλε τέκνον, „φίλον |
| book 84c.3 | θάλος, ὃν τέκον αὐτή“ (Χ 87). b(B, C [bis], E3E4)T |
| book 85a.1 | τείχεος ἐντός: ἱκανὰ δὴ πρὸς πειθώ· οὐ γὰρ ἀποστῆναι |
| book 85a.2 | τῆς μάχης αὐτῷ συμβουλεύει, ἀλλὰ μετ’ ἀσφαλείας μάχεσθαι. b(B, C |
| book 85a.3 | [bis], E3E4)T |
| book 85b | 〈ἐών:〉 οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ „ἰών“. Aim |
| book 85c.1 | μὴ δὲ πρόμος ἵστασο τούτῳ: ὅτι σαφῶς πρόμος ὁ |
| book 85c.2 | πρόμαχος, οὐχ ὁ βασιλεύς. A |
| book 85d.1 | ἐντὸς ἰών: „ἐών“ γραπτέον, οὐκ ἰών. | πρόμος δὲ ὁ |
| book 85d.2 | b(BCE3)T πρὸ τῶν ἄλλων μαχόμενος, b(BCE3E4)T οὐχ |
| book 85d | ὁ βασιλεύς. b(BCE3)T |
| book 86a1.1 | σχέτλιος: ἐπ’ αὐτοῦ τοῦ Ἀχιλλέως. ἐκφωνήσεις δὲ συνε‐ |
| book 86a1.2 | χεῖς ἀπαιτεῖ τὸ πάθος. T |
| book 86a2.1 | ὁ πολλῶν ἡμῖν αἴτιος κακῶν. | ἐπιφωνήσεις δὲ πολλὰς καὶ |
| book 86a2.2 | ποικίλας ἀπαιτεῖ τὸ πάθος. b(BCE3) |
| book 87a.1 | κλαύσομαι 〈ἐν λεχέεσσι〉: φιλοίκτιστον χρῆμα γυνή. |
| book 87a.2 | καὶ τοῦτο μέγα τοῖς τεθνεῶσιν οἴονται. b(BCE3)T |
| book 87b | 〈τέκος:〉 γράφεται „{φίλον} θάλοσ“. Aim |
| book 88a.1 | οὐδ’ ἄλοχος πολύδωρος: ὅτι ἕδνα ἐδίδοσαν οἱ παλαιοὶ |
| book 88a.2 | ταῖς θυγατράσι· καὶ πολύδωρον λέγει τὴν πολύεδνον. A |
| book 88b.1 | οὐδ’ ἄλοχος: ὡς φιλογύνην ὑπέμνησε τῆς γυναικός. T |
| book 88b.2 | πολύδωρος δὲ ἡ εὔμορφος· περὶ γὰρ τούτων πολλὰ δίδοται ἕδνα· |
| book 88b.3 | „ἐκ δόμου Ἠετίωνος, ἐπεὶ πόρε μυρία ἕδνα“ (Χ 472). b(BCE3)T |
| book 88c.1 | 〈ἄνευθε ... μέγα:〉 τὸ μέγα ἐπὶ τόπου νῦν. b(BCE3E4) |
| book 88c.2 | Til |
| book 89a1.1 | κύνες 〈...〉 κατέδονται: οἶδεν αὐτὸν τοῦτο δεδοι‐ |
| book 89a1.2 | κότα μάλιστα· „σῶμα δὲ οἴκαδ’ ἐμὸν δόμεναι πάλιν“ (Η 79). T |
| book 89a2.1 | οἶδε δὲ αὐτὸν τοῦτο μάλιστα δεδοικότα, τὴν τοῦ σώματος |
| book 89a2.2 | ἀπώλειαν· διὸ καὶ εἰς μέσον αὐτὸ ἤγαγε· φησὶ γὰρ οὗτος πρὸς |
| book 89a2 | Αἴαντα· „†οἴκαδ’ ἐμὸν σῶμα† δόμεναι πάλιν“. b(BCE3E4) |
| book 90a1.1 | 〈προσ〉αυδήτην: ἢ παρατατικοῦ ἐστι Δωρικοῦ ἢ ἀορί‐ |
| book 90a1.2 | στου συγκεκομμένου. ἄμεινον δὲ διὰ τοῦ παρατατικοῦ τὴν ἀδιάλειπτον |
| book 90a1.3 | δηλοῦσθαι δέησιν. T |
| book 90a2 | Δωρικῶς. Til |
| book 91a.1 | πολλὰ λισσομένω: σημαίνει ὅτι πολλὰ παραλέλοιπεν, |
| book 91a.2 | ἃ δεῖ προσεπινοεῖν. b(BCE3)T |
| book 91b.1 | οὐδ’ Ἕκτορι θυμὸν ἔπειθον: ὅτι ὑπερβίβασται ὁ δέ. |
| book 91b.2 | A Ἕκτορι δὲ θυμὸν οὐκ ἔπειθον, ATil πρὸς τὸ „οὐδ’ ἵκετο |
| book 91b.3 | γήραος οὐδόν“ (ο 246). A |
| book 91c.1 | οὐδ’ Ἕκτορι θυμὸν ἔπειθον: ἔστι γὰρ θρασὺς καὶ |
| book 91c.2 | ἕτοιμος, ἀλόγιστος δὲ καὶ οὐ μεταβλητός. b(BCE3E4)T |
| book 93a.1 | ὡς δὲ δράκων ἐπὶ χειῇ 〈ὀρέστερος ἄνδρα μένῃσι〉: |
| book 93a.2 | ὅτι τὴν τῶν ὄφεων κατάδυσιν χειὰν εἴρηκεν, ἀπὸ τοῦ χεῖσθαι, ὅ ἐστι |
| book 93a.3 | χωρῆσαι· „οὐδὸς δ’ ἀμφοτέρους ὅδε χείσεται“ (ς 17)· εἰς αὐτὸ γὰρ |
| book 93a | μόνον μηχανῶνται οἱ ὄφεις εἰς τὸ χωρῆσαι τὸ σῶμα ὥσπερ ἔλυτρον. A |
| book 93b.1 | 〈ὡς δὲ δράκων〉 ἐπὶ χειῇ 〈ὀρέστεροσ〉: ἐπὶ μὲν τῶν |
| book 93b.2 | ἄλλων ζῴων ξυλόχους (cf. Ε 162 al.) τε καὶ εὐνάς (cf. Λ 115 al.) φησι (δύναται γὰρ καὶ ἕτερα ζῷα |
| book 93b.3 | χωρῆσαι), νῦν δὲ χειὰν τὴν αὐτὸν μόνον χωροῦσαν καὶ τρόπον τινὰ |
| book 93b.4 | ἔλυτρον αὐτοῦ οὖσαν· „οὐδὸς δ’ ἀμφοτέρους ὅδε χείσεται“ (ς 17). |
| book 93b.5.1 | b(BCE3E4)T ἢ ὅτι δίκην ὕδατος †ἐκχεῖται† εἰς αὐτὴν τὸ θηρίον. |
| book 93b.5.2 | ἀγριώτερα δὲ τὰ ἐν ἐρήμῳ γεννώμενα. b(BE3E4)T |
| book 93c1.1 | 〈ὀρέστερος ἄνδρα μένῃσι:〉 ἔν τισι τῶν ἀπὸ τῶν |
| book 93c1.2 | πόλεων „ὀρέστερον ἄνδρα δοκεύῃ“. Til |
| book 93c2.1 | ἔνιαι δὲ τῶν κατὰ πόλεις διὰ τοῦ ν, „ὀρέστερον“, καὶ ἀντὶ |
| book 93c2.2 | τοῦ μένῃσι „δοκεύῃ“. A |
| book 94.1 | βεβρωκὼς κακὰ φάρμακα: φασὶν αὐτὸν ἐσθίοντα μύρμηκας |
| book 94.2 | καὶ κανθαρίδας μετὰ τὴν φώλευσιν ἰοῦ πληροῦσθαι, b(BE3E4)T |
| book 94.3 | πλείονος 〈ἢ〉 τοῦ ἐμφύτου b(BE3E4) καὶ ἐρεθίζεσθαι λυσσᾶν τε |
| book 94 | τοῦ ἀπομάξασθαι τὸν ἐνοχλοῦντα ἰόν. b(BE3E4)T |
| book 95a1.1 | σμερδαλέον δὲ δέδορκεν 〈ἑλισσόμενος περὶ χειῇ〉: |
| book 95a1.2 | εἰκαστικῶς· βλέπων γὰρ χαλεπὸν ἑλίσσει τὴν σπεῖραν περὶ τὴν χειάν. |
| book 95a1.3 | γίνεται οὖν ὅ τε ἑλιγμὸς τῶν σφονδύλων χαλεπὸς ἐπὶ μάχῃ τεθηγμέ‐ |
| book 95a1.4 | νου δεινόν τε τὸ βλέμμα. ἡ δὲ τροφὴ ὕλη τῆς ὀργῆς, ἡ δὲ στάσις |
| book 95a1.5 | τεκμήριον τῆς ῥώμης, ὁ δὲ τόπος ἔρημος καὶ ἀνήμερος. T |
| book 95a2.1 | εἰκαστικὸς ὁ λόγος· βλέπων γὰρ χαλεπὸν ἑλίσσει τὴν |
| book 95a2.2 | σπεῖραν περὶ τὴν χειάν· γίνεται γὰρ ἐπὶ τῇ μάχῃ αὐτοῦ τεθηγμένου |
| book 95a2.3 | b(BCE3E4) ὅ τε ἑλιγμὸς τῶν σφονδύλων χαλεπὸς καὶ ὁ συριγμὸς |
| book 95a2.4 | σφόδρα φοβερὸς καὶ τὸ βλέμμα δεινὸν καὶ ὕφαιμοι οἱ ὀφθαλμοί. ἡ δὲ |
| book 95a2.5.1 | τροφὴ ὕλη τῆς ὀργῆς, ἡ δὲ στάσις τεκμήριον τῆς ῥώμης καὶ εὐτολμίας, |
| book 95a2.5.2 | ὁ δὲ τόπος ἔρημος καὶ ἀνήμερος πρὸς κατάπληξιν. b(BE3E4) |
| book 97a.1 | πύργῳ ἔπι προὔχοντι 〈φαεινὴν ἀσπίδ’ ἐρείσασ〉: |
| book 97a.2 | παρὰ τὸ προέχον τοῦ πύργου, ὡς „νείατον ἀνθερεῶνα“ (Ε 293) καὶ |
| book 97a.3 | „νείαιραν γαστέρα“ (cf. Π 465). b(BCE3E4)T |
| book 97b.1 | πύργῳ ἔπι προὔχοντι 〈φαεινὴν ἀσπίδ’ ἐρείσασ〉: |
| book 97b.2 | ἡ ἐπί ἀντὶ τῆς παρά, b(BCE3)T ὡς „ἀλλὰ μάχεσθ’ ἐπὶ νηυσὶν |
| book 97b.3 | ἀολλέεσ“ (Ο 494). ὡς ἀνδριαντοπλάστης δὲ νῦν μὲν τοῦτον, ὕστερον |
| book 97b.4 | (sc. Χ 225) δὲ ἐπὶ τῆς μελίας ἱδρύει τὸν Ἀχιλλέα. T |
| book 97c.1 | ἄλλως· πύργῳ ἔπι προὔχοντι: ὑπονοητέον τὴν οἰκοδο‐ |
| book 97c.2 | μίαν κάτωθεν οὖσαν παχεῖαν καταλήγειν εἰς στενόν. ἢ πύργον προὔ‐ |
| book 97c.3 | χοντα τὸ τοῦ πύργου προέχον, b(BE3)T ὡς „νείαιραν 〈κατὰ〉 |
| book 97c | γαστέρα“ (Π 465). ἔστι δὲ πλίνθῳ παραπλήσιον τοῦτο. T |
| book 99-130.1 | ὤ μοι ἐγών, —ὀρέξῃ: διαπόρησις ὁ τρόπος. |
| book 99-130.2 | δείκνυσι δὲ ὅσον κακὸν ἡ φιλοτιμία· διὰ γὰρ τὸ μὴ ἀκοῦσαι κακὸς ὑπὸ |
| book 99-130.3 | κακωτέρου b(BCE3)T „Ἕκτωρ ᾗ〈φι〉 βίηφι“ (107) T |
| book 99-130.4 | ἀπόλλυται. καὶ ἔστι μὲν ὁ λογισμὸς γενναίου φρονήματος, ἄλλως δὲ |
| book 99-130.5 | ἄφρονος· κακὸν γὰρ κακῷ ἠθέλησεν ἰάσασθαι. b(BE3)T |
| book 100.1 | ἐλεγχείην ἀναθήσει: ἀντὶ τοῦ ἀνάψει· καὶ γὰρ „ἀγάλ‐ |
| book 100.2 | ματ’ ἀνῆψεν“ (γ 274) ἀντὶ τοῦ ἀνέθηκεν. Ἀττικοὶ δέ φασιν ἀναθεῖναι |
| book 100.3 | τὸ φορτίον ἀντὶ τοῦ ἐπιθεῖναι. οἱ δὲ αὐξήσει. b(BE3)T |
| book 101-2.1 | ὅς μ’ ἐκέλευε〈—Ἀχιλλεύσ〉: καὶ τὸ ἑξῆς ὅς μ’ |
| book 101-2.2 | ἐκέλευε (101) νύχθ’ ὑπὸ τήνδ’ ὀλοήν (102), Τρωσὶ ποτὶ |
| book 101-2.3 | πτόλιν ἡγήσασθαι (101)· στικτέον οὖν εἰς τὸ ὀλοήν (102)· ἐὰν |
| book 101-2.4 | γὰρ συνάψωμεν, ἐναντίον φαίνεται· οὐ γὰρ νυκτὸς ὥρμησεν Ἀχιλ‐ |
| book 101-2.5.1 | λεύς, νυκτὸς μέντοι ὁ Πολυδάμας συνεβούλευσεν (sc. Σ 254—283). |
| book 101-2.5.2 | b(BCE3E4)T |
| book 103 | 〈κέρδιον:〉 καὶ „κάλλιον“, διχῶς. Til |
| book 105.1 | καὶ Τρῳάδας: τὰ γὰρ τῶν γυναικῶν ὀνείδη χαλεπώτερα. |
| book 105.2 | b(BCE3E4)T |
| book 106.1 | κακώτερος: ἀντὶ τοῦ ἥσσων· οὐ γὰρ κακὸς Ἕκτωρ. b |
| book 106.2 | BCE3)T ἔθος δὲ τοῖς χείροσι ψέγειν τὰ τῶν κρεισσόνων ἔργα, καὶ |
| book 106 | τοῖς μείζοσιν ἀνιαρὸν τὸ ὑπὸ ἡσσόνων κακολογεῖσθαι. b(BCE3E4)T |
| book 108a1 | 〈κέρδιον:〉 αἱ κατὰ ἄνδρα „{πολὺ} κάλλιον“. Aim |
| book 108a2 | καὶ „κάλλιον“, διχῶς. Til |
| book 109a | 〈ἄντην:〉 λείπει ἐλθόντα. Til |
| book 109b.1 | ἢ Ἀχιλῆα κατακτείναντα 〈νέεσθαι〉: οἰωνίζεται |
| book 109b.2 | νῦν ἐν κινδύνῳ ὢν περὶ αὑτοῦ πρότερον λέγειν τι τῶν δυσχερῶν. |
| book 109b.3 | b(BCE3)T |
| book 109c | 〈κατακτείναντα:〉 διχῶς, καὶ „κατακτείναντι“. Aint |
| book 110a1.1 | ἠέ κεν αὐτῷ ὀλέσθαι: ὅτι ὁ κέν περισσός, καὶ ὅτι |
| book 110a1.2 | ἀμφίβολον, πότερον ἐμοὶ αὐτῷ ὀλέσθαι ἢ καθ’ Ὁμηρικὴν συνήθειαν |
| book 110a1.3 | ἀντὶ τοῦ ὑπ’ αὐτοῦ ὀλέσθαι. A |
| book 110a2.1 | {αὐτῷ ὀλέσθαι:} ὑπ’ αὐτοῦ ὀλέσθαι, ὡς „Ἀχιλῆϊ δα‐ |
| book 110a2.2 | μασθείσ“ (Χ 55). T ὁ δὲ κέν περισσός. TTil |
| book 110b.1 | 〈πρὸ πόληος:〉 ὑπὲρ τῆς πόλεως. φασὶ ‘πρὸ τῆς πό‐ |
| book 110b.2 | λεως ἠγώνισται‘. b(BCE3)Til |
| book 111-22.1 | εἰ δέ κεν ἀσπίδα μὲν καταθείομαι〈—θυ‐ |
| book 111-22.2 | μόσ〉: ἤρτηται μέχρι τοῦ ἀλλὰ τίη μοι ταῦτα (122), καὶ οὐδὲν |
| book 111-22.3 | αὐτοῖς ἀνταπεδόθη. ἤτοι οὖν διαπορητικός ἐστι κἀνταῦθα ὁ λόγος, |
| book 111-22 | A b (BCE3)T ὡς ἐλέγομεν κἀν τῇ Φ (sc. ad 556—61): A |
| book 111-22.5.1 | ‘ἆρα τὴν ἀσπίδα κατάθωμαι καὶ τὴν περικεφαλαίαν, A b (BCE3)T |
| book 111-22.5.2 | πρὸς δὲ τὸ τεῖχος ἐρείσας τὸ δόρυ αὐτὸς προσέλθω Ἀχιλλεῖ A καὶ |
| book 111-22.5.3 | τὰ καὶ τὰ ποιήσω;‘ A b (BCE3)T ἢ κομματικῶς εἰρῆσθαι ὑπο‐ |
| book 111-22.5.4 | ληπτέον, AT ὡς καὶ ἡμῖν 〈ὁ〉 σύνδεσμος πολλάκις, A ‘ἂν δὲ |
| book 111-22.5.5 | κατάθωμαι καὶ πορευθῶ‘. δύναται δὲ καὶ ἠθικῶς ὁ Ἕκτωρ ἅπαξ ἐν |
| book 111-22.10.1 | μετανοίᾳ γενόμενος, πρὶν ἀνταποδοῦναι, διακόψαι τὸν λόγον. AT |
| book 111-22.10.2 | τὸ ὅμοιον νοητέον καὶ ἐπὶ τῶν ὑπ’ Ἀγήνορος ἀνωτέρω (sc. Φ |
| book 111-22.10.3 | 556—61) λεγομένων. A στίζομεν δὲ ταῦτα ὡς πλήρη. AT |
| book 111-2.1 | ἀσπίδα 〈μὲν〉 καταθείομαι〈—ἐρείσασ〉: |
| book 111-2.2 | ὅπως μὴ δοκῇ ὡς πολέμιος προσιέναι. ἢ ἵνα μὴ διὰ τῆς θέας τῶν |
| book 111-2.3 | ὅπλων ἔτι αὐτὸν πυρώσῃ. ὅσον δέ ἐστιν ἐν ταῖς νίκαις ἀφόρητος, |
| book 111-2.4 | τοσοῦτον ἐν ταῖς ἀτυχίαις ταπεινός. b(BCE3)T ἄλλως τε τὸ μὲν |
| book 111-2.5.1 | ἅπαντα ἐνθυμεῖσθαι συνετοῦ, τὸ δὲ ἐκλέγεσθαι τὰ ἄριστα γενναίου. |
| book 111-2.5.2 | b(BE3)T |
| book 113.1 | ἀντίος: τινὲς ἱκέτης· ὅθεν ἀνταῖος ἱκέσιος Ζεὺς παρὰ |
| book 113.2 | Ἱπποβότῳ. T |
| book 116 | 〈ἥ τ’ ἔπλετο νείκεος ἀρχή:〉 ἥ τε, ἡ ἁρπαγὴ τῆς |
| book 116 | Ἑλένης. Til |
| book 117a.1 | ἅμα δ’ ἀμφὶς Ἀχαιοῖς: ἅμα τῇ προτέρᾳ ὑποσχέσει |
| book 117a.2 | δηλονότι. b(BCE3)T |
| book 117b.1 | ἀμφίς: χωρὶς ὧν Ἀλέξανδρος ἥρπασεν. οἱ δὲ τὸ ἀμφίς |
| book 117b.2 | ἀντὶ τοῦ δίχα, ὅ ἐστιν εἰς δύο. b(BCE3)T τὸ δὲ ἔθος καὶ ἐν τῇ |
| book 117b.3 | Ὁπλοποιΐᾳ (sc. Σ 511—2). T ταύτην οὖν ἴσως καλεῖ Ἀγαμέ‐ |
| book 117b.4 | μνων ποινήν (sc. Γ 290). b(BCE3)T |
| book 117-8.1 | ἀμφὶς Ἀχαιοῖς / ἄλλ’ ἀποδάσσεσθαι, ὅσα τε |
| book 117-8.2 | πτόλις ἥδε κέκευθε: ὅτι ἀντὶ τοῦ ἀμφὶς δάσεσθαι, δίχα μερίσεσθαι. |
| book 117-8.3 | πάλιν δὲ ὁ τέ σύνδεσμος περισσός. A |
| book 118a.1 | 〈ἀποδάσσασθαι:〉 Ἀρίσταρχος „{ἀλλ’} ἀποδάσσε‐ |
| book 118a.2 | σθαι“ διὰ τοῦ ε. Aim |
| book 118b | 〈ὅσσα πτόλις:〉 γράφεται „ὅσα τε πτόλισ“. Aint |
| book 119a.1 | Τρωσὶν δ’ αὖ μετόπισθε 〈γερούσιον ὅρκον ἕλω‐ |
| book 119a.2 | μαι〉: μετὰ τὴν πρὸς Ἀχιλλέα ὑπόσχεσιν. γερούσιον δὲ σεμνόν, ἢ |
| book 119a.3 | τὸν τοῖς γέρουσιν ὀφείλοντα προτείνεσθαι. b(BCE3E4)T |
| book 119b | Τρωσὶν δέ: παρὰ Τρώων δέ. b(BCE3)Til |
| book 119c | 〈ἕλωμαι:〉 γράφεται „ὀμοῦμαι“. Aint |
| book 120 | δάσεσθαι: μέλλοντός ἐστι· διὸ διὰ τοῦ ε. T |
| book 122a.1 | 〈ἀλλὰ τίη μοι:〉 οὕτως Aim χωρὶς τοῦ δ, ἀλλὰ |
| book 122a.2 | τίη μοι. AimTil |
| book 122b | ἀλλὰ τίη μοι ταῦτα: ἀρίστη ἀνάγνωσις ἥδε. T |
| book 123a1.1 | {μή μιν ἐγὼ μὲν} ἵκωμαι: τινὲς ὡς φιλῶμαι ἀναγινώσκου‐ |
| book 123a1.2 | σιν, ἵνα τὸ ἱκετεύσω σημαίνῃ. οὐκ ἀναγκαῖον δὲ ἐναλλάσσειν τὸν |
| book 123a1.3 | τόνον· καὶ γὰρ βαρυνόμενον ταὐτὸν ὑπισχνεῖται καὶ ἀκόλουθόν ἐστι |
| book 123a1.4 | μέσῳ δευτέρῳ ἀορίστῳ ὁριστικῷ τῷ „τὴν ἱκόμην φεύγων“ (Ξ 260). |
| book 123a1.5.1 | ὡς οὖν ἐλιπόμην λίπωμαι, οὕτως „ἱκόμην“ (Ξ 260. δ 84 al.) ἵκωμαι. |
| book 123a1.5.2 | A |
| book 123a2 | ὡς λέγωμαι. Til |
| book 123b.1 | ἵκωμαι ἰών: ὅτι τὸ ἵκωμαι ἀντὶ τοῦ ἱκετεύσω. πα‐ |
| book 123b.2 | ράκειται οὖν τὸ ἰών, ἐπεὶ προσεγγίζομεν οἷς ἂν προσφέρωμεν ἱκε‐ |
| book 123b.3 | τείαν. A |
| book 123c.1 | ἵκωμαι ἰών: διὰ τοῦ ἰών ἐδήλωσεν ὅτι τὸ ἵκωμαι ἀντὶ |
| book 123c.2 | τοῦ b(BCE3)T ἱκετεύσω, b(BCE3E4)T ὡς „τὴν ἱκόμην |
| book 123c.3 | φεύγων“ (Ξ 260). b(BCE3)T ἀνάπαλιν δὲ ἐκεῖ „ἐς Πηλῆ’ ἱκέ‐ |
| book 123c.4 | τευσεν“ (Π 574) ἀντὶ τοῦ παρεγένετο. b(BE3)T |
| book 124a | οὐδέ τί μ’ αἰδέσεται: ὅτι αἰδέσεται ὡς ἱκέτην προσ‐ |
| book 124a | δέξεται· „αἰδεῖσθαί θ’ ἱερῆα“ (Α 23). A |
| book 124b.1 | αἰδέσεται: μετὰ αἰδοῦς δέξεται, b(BCE3E4)T ὡς |
| book 124b.2 | „αἰδεῖσθαί θ’ ἱερῆα“ (Α 23) καὶ „αἰδοίοισιν ἔδωκα“ (ο 373) ἀντὶ τοῦ |
| book 124b.3 | ἱκέταις· ἐπιμελῶς δὲ τοῦτο τίθησιν ἐπὶ τῶν ἱκετῶν. T |
| book 124-5.1 | 〈κτενέει δέ με γυμνὸν ἐόντα / αὔτωσ〉 ὥς τε |
| book 124-5.2 | γυναῖκα: τοῦτο γὰρ b(BE3)T αἰσχρὸν ἡγεῖται, εἰ δίχα τῶν |
| book 124-5.3 | ὅπλων ἀποθανεῖται. b(BE3E4)T |
| book 126-7a.1 | 〈οὐ μέν πως νῦν ἔστιν〉 ἀπὸ δρυὸς οὐδ’ ἀπὸ |
| book 126-7a.2 | πέτρης / τῷ ὀαριζέμεναι: ληρώδεις ἀρχαιολογίας διηγεῖσθαι, ἢ |
| book 126-7a.3 | ἀπὸ τοῦ τὸ παλαιὸν ὀρεινόμων ὄντων τῶν ἀνθρώπων ἐκεῖσε τίκτεσθαι |
| book 126-7a.4 | b(BCE3)T ἢ ἐπεὶ μελιηγενεῖς λέγονται οἱ πρώην ἄνδρες καὶ |
| book 126-7a.5.1 | 〈λαοὶ〉 ἀπὸ τῶν λίθων Δευκαλίωνος. T ἢ χρησμοὺς διηγεῖσθαι |
| book 126-7a.5.2 | (Δωδώνη γὰρ δρῦς, πέτρα δὲ Πυθών). ἢ περιττολογεῖν, ἀπὸ τῶν περὶ |
| book 126-7a.5.3 | τὰς δρῦς φύλλων καὶ περὶ τὰς πέτρας κυμάτων. b(BCE3)T ἢ οὐκ |
| book 126-7a.5.4 | ἔστιν αὐτῷ τὴν ἀρχὴν τοῦ γένους διηγεῖσθαι τῶν ἀνθρώπων. T |
| book 126-7a | οὐ μέν πως νῦν ἔστιν ἀπὸ δρυὸσ〈—ὀαριζέμεναι〉: |
| book 126-7a.10.1 | οὐκ ἔστι, φησίν, ἄντικρυς Ἀχιλλέως—παρὰ Διδύμῳ (p. 182 |
| book 126-7a.10.2 | Schm.). A |
| book 126-7b.1 | οὐ μέν πως νῦν ἔστιν ἀπὸ δρυὸσ〈—ἠΐθεός τε〉: |
| book 126-7b.2 | οὐκ ἔστιν ἀρχαῖα μυθολογεῖν τῷ Ἀχιλλεῖ νηπίων δίκην, ὡς τῶν πρώ‐ |
| book 126-7b | των ἀνθρώπων ἐκ δρυῶν καὶ πετρῶν γεγεννῆσθαι λεγομένων. A |
| book 126-7c.1 | 〈ἀπὸ δρυὸς— / τῷ ὀαριζέμεναι ἅ τε〉 παρ‐ |
| book 126-7c.2 | θένος ἠΐθεός τε: καλῶς τὸ φλύαρον τῶν λόγων ἀκάκων ὁμι‐ |
| book 126-7c.3 | λίαις παραβάλλει μύθοις παλαιοῖς τερπομένων. b(BCE3E4)T |
| book 126-7c.4 | διὰ δὲ τὴν πολυλογίαν τῇ ἀναλήψει (cf. Χ 128) ἐχρήσατο. b(BCE3)T |
| book 127.1 | ὀαριζέμεναι: ὁμιλεῖν, προσπαίζειν. ὄαροι δὲ αἱ ὁμιλίαι, |
| book 127.2 | ἐπειδὴ ὁμοῦ τοὺς συνιόντας ἁρμόττουσιν· ἢ ὅτι τὸ ὀά συντίθενται |
| book 127.3 | δῆθεν ὡς μὴ συνιέντες εὐθέως, ἀλλ’ ὁμιλοῦσι μακρὰ καὶ ἀπηρτημένα, |
| book 127.4 | ἐναπολαύοντες ἐπὶ πολὺ τῆς πρὸς ἀλλήλους θέας. T |
| book 128a.1 | 〈παρθένος ἠΐθεός τ’ ὀαρίζετον ἀλλήλοιϊν:〉 πρὸς |
| book 128a.2 | τὴν ἐπανάληψιν ὅτι πυκνῶς ἐν Ἰλιάδι. Aint |
| book 128b.1 | παρθένος ἠΐθεός τ’ ὀαρίζετον: ὀαρισμός ἐστιν ἀν‐ |
| book 128b.2 | δρὸς καὶ γυναικὸς ὁμιλία. | †ὀάραι† γὰρ αἱ γυναῖκες. A |
| book 129a.1 | ἔριδι ξυνελαυνέμεν: εἰς ἔριν ἢ μετ’ ἔριδος συμβαλεῖν. |
| book 129a.2 | b(BCE3E4)T |
| book 129b.1 | 〈ὅττι τάχιστα:〉 ἐν ἄλλῳ „ὄφρα τάχιστα“. Aim | τοῦ‐ |
| book 129b.2 | το δὲ ἑκατέρωθι δύναται προσδίδοσθαι. AimT |
| book 130.1 | εἴδομεν: λείπει τὸ ἵνα. ὅμως καίτοι προσλογισάμενος οὐ |
| book 130.2 | μένει τὴν θέαν Ἀχιλλέως, ἀλλὰ νικᾶται τῷ πάθει. b(BCE3)T |
| book 131.1 | 〈ὁ δέ οἱ〉 σχεδὸν ἦλθεν 〈Ἀχιλλεύσ〉: ὑφ’ ἓν πάντα |
| book 131.2 | πράττεται· οἱ μὲν δέονται (cf. Χ 33—91), ὁ δὲ ἔπεισιν (cf. Χ 21—32. |
| book 131.3 | 131), ὁ δὲ διαλογίζεται (cf. Χ 98—130). ἅμα δὲ πάντα λέγειν ἀδύ‐ |
| book 131.4 | νατον. b(BCE3)T |
| book 132a.1 | ἶσος: τινὲς διὰ τῆς ει διφθόγγου ἀντὶ τοῦ ὅμοιος, ἐπεὶ καὶ |
| book 132a.2 | τὸ „εἰσάμενοσ“ (Ν 45. 216 al.) ἀντὶ τοῦ ὁμοιωθείς. T |
| book 132b | 〈Ἐνυαλίῳ:〉 ὅτι τῷ Ἄρει. Ail |
| book 132c.1 | κορυθάϊκι: τῷ κινοῦντι ἐν τοῖς πολέμοις τὴν περι‐ |
| book 132c.2 | κεφαλαίαν· b(BCE3)T ὡς „τριχάϊκεσ“ (τ 177) καὶ „κορυθαίολοσ“ |
| book 132c.3 | (Β 816. Γ 83 al.). T „ἀμφὶ δὲ πήληξ / σμερδαλέον κροτάφοισι |
| book 132c.4 | τινάσσετο“ (Ο 608—9). b(BCE3)T |
| book 133a.1 | σείων Πηλιάδα 〈μελίην κατὰ δεξιὸν ὦμον〉: δύνα‐ |
| book 133a.2 | ται Ἰωνικὸς ἀπὸ μειζόνων γενέσθαι. T |
| book 133b.1 | ἄλλως· σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον: |
| book 133b.2 | οὗτος ὁ στίχος μετατιθέμενος Ἰωνικὸς γίνεται ἀπὸ μείζονος· „σείων |
| book 133b.3 | μελίην Πηλιάδα δεξιὸν κατ’ ὦμον“ (Sotad. fr. 4a, p. 239 Pow.). ἀλλ’ |
| book 133b.4 | ἡ σύνθεσις καὶ τὸν ἄρρενα τόνον τεθήλυκεν. T |
| book 134 | 〈χαλκός:〉 ὁ τῆς παντευχίας χαλκός. Til |
| book 135a.1 | 〈ἢ〉 ἠελίου ἀνιόντος: πρὶν †διασκεδάσει† τὰς αὐγάς, |
| book 135a.2 | ὅτε καὶ ὁραθῆναι δύναται. b(BCE3E4)T |
| book 135b | ἄλλως· ἢ ἠελίου: ὑγρότερος ὁ στίχος ἐγένετο τῇ παραλ‐ |
| book 135b | ληλίᾳ τῶν φωνηέντων. T |
| book 136.1 | Ἕκτορα 〈δ’ ὡς ἐνόησεν, ἕλε τρόμοσ〉: ὑπερβατῶς, |
| book 136.2 | Ἕκτορα δὲ ἕλε τρόμος. b(BCE3E4)T |
| book 137a.1 | ὀπίσω 〈δὲ πύλας λίπε〉: φεύγει γὰρ ἐπὶ τὸν ἐρινεὸν |
| book 137a.2 | καὶ τὸ τοῦ Ἴλου σῆμα εἰς τὰ δεξιὰ τῆς πόλεως· b(BCE3E4)T ὁ |
| book 137a.3 | γὰρ Ἀχιλλεὺς ἀπὸ τοῦ Σκαμάνδρου καὶ τῶν ἀριστερῶν μερῶν ἀνα‐ |
| book 137a.4 | στρέφει. ἢ ὀπίσω ἀντὶ τοῦ κατὰ νώτου, καὶ πύλας, ἐφ’ ὧν ὁ Πρία‐ |
| book 137a.5 | μος εἱστήκει. b(BE3E4)T |
| book 137b1.1 | 〈βῆ δὲ φοβηθείς: βῆ δὲ〉 βῆ γάρ, φοβηθεὶς δὲ φεύ‐ |
| book 137b1.2 | γων. ἢ ἔβη ὥστε φεύγειν. Til |
| book 137b2 | φοβηθεὶς γὰρ βῆ ἀντὶ τοῦ φεύγων ἀπέβη. b(BCE3) |
| book 137c | 〈φοβηθείς:〉 ὅτι ἀντὶ τοῦ φυγών. Aim |
| book 139.1 | κίρκος ὄρεσφιν, ἐλαφρότατος πετεηνῶν: ὄρειος γάρ |
| book 139.2 | ἐστι καὶ ὀξύπτερος καλεῖται διὰ τὸ τάχος τῆς πτήσεως. b(BCE3E4)T |
| book 140.1 | 〈οἴμησε:〉 ὥρμησεν, ὡς τὸ „οἶμα λέοντος ἔχων“ (Π 752). |
| book 140.2 | Til |
| book 141a.1 | 〈ἡ δέ θ’ ὕπαιθα φοβεῖται:〉 ὅτι καὶ νῦν σαφῶς ἀντὶ |
| book 141a.2 | τοῦ ἔμπροσθεν φεύγει. Aim |
| book 141b.1 | φοβεῖται: πάλιν ἀντὶ τοῦ φεύγει, καὶ τὸ ὕπαιθα ἀντὶ |
| book 141b.2 | τοῦ ἔμπροσθεν b(BCE3)T ἢ ἐκ πλαγίου. b(BCE3E4) |
| book 141-2.1 | ὁ δ’ ἐγγύθεν ὀξὺ λεληκώς / ταρφέ’ ἐπαΐσσει, |
| book 141-2.2 | ἑλέειν τέ ἑ θυμὸς ἀνώγει: ἐγγὺς γὰρ γεγονὼς πυκνὰς τὰς ἐπι‐ |
| book 141-2.3 | πτήσεις ποιεῖ καὶ βοᾷ τῇ τοῦ λαβεῖν ἐλπίδι. ἰδίωμα δὲ φωνῆς τὸ |
| book 141-2 | λεληκέναι (cf. 141) ὡς τὸ κλάζειν. b(BCE3)T |
| book 143a | 〈ἰθύς:〉 πάλιν ‘κατ’ εὐθεῖαν‘. Til |
| book 143b.1 | τρέσε δ’ Ἕκτωρ: ὅτι τὸ τρέσαι οὐ τὴν πτόησιν ση‐ |
| book 143b.2 | μαίνει, ἀλλὰ συνήθως αὐτῷ φεύγειν· ἐπήνεγκεν γοῦν „τεῖχος ὕπο |
| book 143b.3 | Τρώων“ (Χ 144). A |
| book 143c | 〈τρέσε:〉 μετὰ δέους ἔφυγεν. Til |
| book 144 | 〈λαιψηρά:〉 ἀντὶ τοῦ λίαν ταχέως Til |
| book 145a.1 | παρὰ σκοπιήν: σκοπιὴν τὸ Αἰσυήτου μνῆμα· φησὶ |
| book 145a.2 | γοῦν „τύμβῳ ἐπ’ ἀκροτάτῳ Αἰσυήταο“ (Β 793). T |
| book 145b1 | ἐρινεόν: τὸν παρὰ τῷ Ἴλου μνήματι ἐρινεόν. T |
| book 145b2.1 | οὐ τὸν ὄντα πρὸς τὸ τεῖχος, ἀλλ’ ἐπὶ τὸ σῆμα τοῦ Ἴλου. |
| book 145b2.2 | b(BCE3E4) |
| book 146a.1 | τείχεος αἰὲν 〈ὑπὲκ κατ’ ἀμαξιτὸν ἐσσεύοντο〉: |
| book 146a.2 | βραχὺ διασταλτέον μετὰ τὸ ὑπέκ· A b (BCE3)Til τὸ γὰρ |
| book 146a.3 | ἑξῆς, ὑπὲκ τείχεος κατὰ τὴν ἁμαξιτόν, ATil οἷον ὑπὸ τὸ τεῖχος· |
| book 146a.4 | ἡ δὲ ἔκ πρόθεσις προ〈σ〉κειμένη ἐμφαίνει ὡς καὶ μικρὸν ἔξω τοῦ τείχους |
| book 146a.5 | ἔτρεχον. A |
| book 146b.1 | τείχεος 〈...〉 ὑπὲκ κατ’ ἀμαξιτόν: ἐμφαντικώτατα |
| book 146b.2 | κεῖνται αἱ προθέσεις, b(BCE3)T τοῦ μὲν ὑποδῦναι τὸ τεῖχος |
| book 146b.3 | σπουδάζοντος, τοῦ δὲ ἐξωθοῦντος αὐτόν. ὁ δὲ λόγος· κατὰ τὴν ὑπὸ |
| book 146b | τὸ τεῖχος ἁμαξιτὸν ἔτρεχον. T |
| book 146c.1 | τείχεος αἰὲν 〈ὑπὲκ κατ’ ἀμαξιτὸν ἐσσεύοντο〉: τὸ |
| book 146c.2 | ἑξῆς κατ’ ἀμαξιτὸν αἰὲν ἐσσεύοντο ὑπὲκ τείχεος. δηλοῦσι δὲ αἱ προ‐ |
| book 146c.3 | θέσεις τὸν μὲν ὑποδῦναι τὸ τεῖχος σπουδάζοντα, τὸν δὲ ἐξωθοῦντα |
| book 146c.4 | αὐτόν. b(BCE3)T |
| book 146d.1 | 〈τείχεος αἰὲν〉 ὑπὲκ κατ’ ἀμαξιτόν: Ἀττικῶς πε‐ |
| book 146d.2 | πλεόνακε ταῖς προθέσεσι, τὸ δυσέλικτον τοῦ δρόμου παριστάς. T |
| book 146e1.1 | 〈κατ’ ἀμαξιτόν:〉 τὴν λεωφόρον· „τῇ περ ἄμαξαι / |
| book 146e1.2 | ἄστυ δ’ ἀφ’ ὑψηλῶν ὀρέων“ (κ 103—4). Til |
| book 146e2 | ἀμαξιτὸς δὲ ἡ λεωφόρος καὶ βασιλικὴ ὁδός. b(BCE3E4) |
| book 147-56.1 | κρουνὼ δ’ ἵκανον〈—υἷας Ἀχαιῶν〉: δαι‐ |
| book 147-56.2 | μονίως τὸν τῆς διώξεως καιρὸν οὐκ ἀργὸν κατέλιπεν, ἀλλ’ ὥσπερ |
| book 147-56.3 | διατριβὴν ποριζόμενος τῇ ἀκοῇ τοὺς μὲν τρέχειν φησίν, αὐτὸς δὲ |
| book 147-56.4 | ψυχαγωγεῖ τὸν ἀκροατήν. b(BE3E4)T |
| book 147a1.1 | κρουνώ: κρουνοὶ καὶ οἱ ἀπὸ τῶν ὀρέων μετὰ ψόφου καὶ |
| book 147a1.2 | κρούσεως νάοντες· „κρουνῶν ἐκ μεγάλων“ (Δ 454). αἱ δὲ ἀληθιναὶ |
| book 147a1.3 | πηγαὶ Σκαμάνδρου κατὰ ἀνατολὰς τῆς Ἴδης πρὸ τριακοσίων στα‐ |
| book 147a1.4 | δίων τῆς Ἰλίου εἰσίν· ἴσως δὲ ὑπόγεως ῥέων ἐξ Ἴδης ὧδε ὁρᾶται. T |
| book 147a2.1 | κρουνοὶ καλοῦνται καὶ οἱ ἀπὸ τῶν ὀρέων μετὰ ψόφου καὶ |
| book 147a2.2 | κρούσεως νάοντες χείμαρροι. νῦν δὲ αἱ τῶν πηγῶν ἀπόρροιαι· ὁ γὰρ |
| book 147a2.3 | Σκάμανδρος κατὰ ἀνατολὰς τῆς Ἴδης ῥεῖ, πρὸ †τριῶν† τῆς Ἰλίου |
| book 147a2.4 | σταδίων. b(BCE3E4) ὑπόγειος δὲ γινόμενος ἐν Ἰλίῳ δύο ἀνα‐ |
| book 147a2.5 | δίδωσι πηγάς, ἀφ’ ὧν οἱ κρουνοί. b(BE3E4) |
| book 147b1 | ἄλλως· καὶ πῶς ἐν τῇ Μ (sc. 19—21) ἀπὸ τῆς Ἴδης φησὶν |
| book 147b1.1 | ἔχειν αὐτὸν τὰς πηγάς; ῥητέον οὖν ὅτι νῦν φησι τὰς πηγὰς ταύτας |
| book 147b1.2 | ἀναβλύζειν ἀπὸ τοῦ Σκαμάνδρου, ἵνα λείπῃ ἡ ἀπό, ‘ἀπὸ Σκαμάνδρου‘ |
| book 147b1.3 | (cf. Χ 148). οἱ δὲ τοπικώτερον ἱστοροῦντες δύο λιβάδας εἶναι ἑτέρας |
| book 147b1.5.1 | τῶν ἀπὸ τῆς Ἴδης πηγῶν, ἃς εἰς τὸν Σκάμανδρον ἐμβάλλειν. μεταξὺ |
| book 147b1.5.2 | δὲ αὐτῶν καὶ τοῦ τείχους τρέχει ὁ Ἕκτωρ ἴσως, †ἀναστηριζόμενος† |
| book 147b1.5.3 | ἀπὸ τοῦ τείχους ὑπὸ Ἀχιλλέως. T |
| book 147b2.1 | εἰς δὲ τὸ „Σκαμάνδρου“ (Χ 148) λείπει ἡ ἀπό, ἵν’ ᾖ ἀπὸ |
| book 147b2.2 | Σκαμάνδρου. b(BE3E4) |
| book 148.1 | δοιαὶ ἀναΐσσουσι 〈Σκαμάνδρου〉: ὅτι λείπει πρόθεσις |
| book 148.2 | ἡ ἔκ ἢ ἀπό· ἐκ Σκαμάνδρου γὰρ ἢ ἀπὸ Σκαμάνδρου. A |
| book 149.1 | 〈ἡ μὲν γάρ θ’〉 ὕδατι 〈λιαρῷ〉 ῥέει: ἢ ῥεῖται ὕδατι ἢ |
| book 149.2 | ὕδωρ ῥεῖ. προσληπτέον δὲ τὸ χειμῶνι. b(BCE3E4)T φασὶ δὲ |
| book 149.3 | καὶ τὰς ἐν Ἴδῃ πηγὰς τοῦτο πάσχειν. T |
| book 151a.1 | ἡ δ’ ἑτέρη θέρεϊ 〈προρέει〉: ὅτι ἐκ τῆς ἀντιδιαστολῆς |
| book 151a.2 | ταύτης σαφὲς ὅτι ἡ ἑτέρα πηγὴ ὕδατι λιαρῷ ῥεῖ (cf. Χ 149) κατὰ |
| book 151a.3 | χειμῶνα. A |
| book 151b | εἰκυῖα χαλάζῃ: ἀντὶ τοῦ εἰκότως ἢ 〈ὡσ〉 εἰκός. T |
| book 152.1 | ἢ χιόνι ψυχρῇ 〈ἢ ἐξ ὕδατος κρυστάλλῳ〉: ψυχρότε‐ |
| book 152.2 | ρον γὰρ χαλάζης (cf. Χ 151) χιών· καὶ θέρους γὰρ γίνεται χάλαζα. ὁ |
| book 152.3 | δὲ κρύσταλλος καὶ τῆς χιόνος ψυχρότερος. b(BCE3E4)T ὑγρὸν |
| book 152.4 | δὲ ἐποίησε τὸν στίχον τῇ ἐπὶ τὸ αὐτὸ τῶν φωνηέντων παραλήψει. T |
| book 153a.1 | 〈ἐπ’ αὐτάων:〉 ὅτι πρόθεσις ἤλλακται καὶ πτῶσις, Aint |
| book 153a.2 | ἀντὶ τοῦ παρ’ αὐταῖς. AintTil |
| book 153b.1 | 〈πλυνοὶ εὐρέεσ〉 ἐγγὺς ἔασιν: οὐ τῆς πόλεως, ἀλλ’ |
| book 153b.2 | ἀλλήλων, ἐπεί τοι ἔδει καὶ 〈ἐν〉 τῷ πολέμῳ ἀδεῶς †ἐξεῖναι† αὐτάς. |
| book 153b.3 | ἔασι δὲ ἀντὶ τοῦ ἦσαν. T |
| book 154.1 | καλοὶ 〈λαΐνεοι〉: ἐκ καλῶν λίθων γεγονότες, ἢ διαυγὲς |
| book 154.2 | ὕδωρ ἔχοντες. b(BCE3E4)T |
| book 157.1 | τῇ ῥα παραδραμέτην, 〈φεύγων, ὁ δ’ ὄπισθε διώ‐ |
| book 157.2 | κων〉: βραχὺ διασταλτέον παραδραμέτην καὶ φεύγων. A |
| book 158a.1 | πρόσθε μὲν ἐσθλὸς 〈ἔφευγε, δίωκε δέ μιν μέγ’ |
| book 158a.2 | ἀμείνων〉: ὅτι ὑγιῶς διώκεσθαι λέγει τὸν φεύγοντα. | ἐν ἐνίοις δὲ |
| book 158a.3 | φέρεται στίχος ὑπὸ τοῦτον εὐτελής· „φεῦγ’ υἱὸς Πριάμοιο, δίωκε δὲ |
| book 158a.4 | δῖος Ἀχιλλεύσ“ (= Χ 158a). A |
| book 158b | πρόσθε μὲν ἐσθλὸς 〈ἔφευγε, δίωκε—ἀμεί‐ |
| book 158b.1 | νων〉: ὅτι πρὸς τὸ πρῶτον ὑπήντησε | καὶ τῷ ἀντιθέτῳ σχήματι |
| book 158b.2 | χρῆται. T |
| book 158c.1 | 〈ἔφευγε,〉 δίωκε δέ μιν: ἀεὶ τὸ διώκειν ἐπὶ τοῦ φεύ‐ |
| book 158c.2 | γοντός τινος κατόπιν ἐπιτρέχειν τίθησιν. b(BCE3)T |
| book 159.1 | ἐπεὶ οὐχ ἱερήϊον 〈οὐδὲ βοείην〉: καὶ νῦν Οἰταῖοι |
| book 159.2 | Ἡρακλεῖ πεντετηρικὸν ἀγῶνα ποιοῦντες βύρσας διδόασιν. καὶ ἱερεῖον |
| book 159.3 | μὲν πᾶν θῦμα, ἰδίως δὲ παρ’ Ἀττικοῖς τὸ πρόβατον. b(BCE3E4)T |
| book 160a.1 | ἀρνύσθην: ἄρνυσθαι τὸ ἀντί τινος λαμβάνειν τι. b(BC |
| book 160a.2 | E3E4)T |
| book 160b | 〈ἀρνύσθην:〉 ἀντικατήλλασσον τῷ δρόμῳ. Aim |
| book 161a.1 | ἀλλὰ περὶ ψυχῆς 〈θέον Ἕκτοροσ〉: ὅτι ὡς περὶ |
| book 161a.2 | ἑτέρων λέγει τρεχόντων περὶ τῆς Ἕκτορος ψυχῆς, αὐτοῦ τοῦ Ἕκτορος |
| book 161a.3 | ἑνὸς ὄντος τούτων. A |
| book 161b1.1 | ἀλλὰ περὶ ψυχῆς 〈θέον Ἕκτοροσ〉: ἐλεεινὸν τὸ |
| book 161b1.2 | θἀτέρου ἴδιον κοινὸν ἆθλον αὐτοῖς παρέχειν. καὶ ἦν τῷ Ἀχιλλεῖ ἐκ |
| book 161b1.3 | περιουσίας ὁ κίνδυνος. T |
| book 161b2.1 | ἐλεεινὸν τὸ πρᾶγμα· τὸ θἀτέρου γὰρ ἴδιον κοινὸν ἆθλον |
| book 161b2.2 | ἦν ἀμφοτέρων, b(BCE3E4) τοῦ μέν, εἰ ἐκφύγοι, τὸ ἴδιον ὡς ἆθλον |
| book 161b2.3 | ἔχοντος, τοῦ δέ, εἰ προφθάσαι, τὸ ἐκείνου λαμβάνοντος. b(BE3E4) |
| book 162-3.1 | 〈ὡς δ’ ὅτ’〉 ἀεθλοφόροι〈—ἵπποι / ῥίμφα |
| book 162-3.2 | μάλα τρωχῶσι· τὸ δὲ μέγα κεῖται ἄεθλον〉: οὐχ ἁπλῶς δρόμον |
| book 162-3.3 | ἵππων παρέλαβεν, ἀλλ’ ἀγωνιστῶν, καὶ οὐ καθολικῶς δρόμον, ἀλλὰ |
| book 162-3.4 | τὸν περὶ τὰ τέρματα, ὅτε ὀξύτερον θέουσι πλησιαζούσης τῆς νίκης. |
| book 162-3.5.1 | εἰς δὲ τὴν προθυμίαν καὶ τὸ τοῦ ἄθλου ὅτι μέγα (163)· ὡς περὶ |
| book 162-3.5.2 | μεγάλων γὰρ πάσῃ προθυμίᾳ χρῶνται. b(BCE3E4)T |
| book 162a.1 | 〈ἀεθλοφόροι〉 περὶ τέρματα μώνυχες ἵπποι: ἀντὶ |
| book 162a.2 | τοῦ διὰ τὰ τέρματα· εἰς γὰρ τούτους τὸ τέλος τῆς νίκης ἀπόκειται. |
| book 162a.3 | ἐπεὶ εἰ περὶ τὰ τέρματα τρέχουσιν, εὐφυῶς κάμπτειν οὐ δύνανται. |
| book 162a.4 | οὕτως Εὔβουλος. A |
| book 162b | {περὶ} τέρματα: τὰ τέλη τῆς νίκης. T |
| book 163a1 | ῥίμφα: ῥᾳδίως. καταστρέφει δὲ εἰς τὸ ταχέως. T |
| book 163a2 | λίαν ταχέως, μετ’ εὐμαρείας. b(BCE3) |
| book 164a.1 | ἢ τρίπος ἠὲ γυνὴ 〈ἀνδρὸς κατατεθνειῶτοσ〉: ὅτι |
| book 164a.2 | ἀμφίβολον, πότερον ἀνδρὸς τεθνεῶτος γυνὴ ἢ ἐπὶ τεθνεῶτι ἀνδρί, ὃ |
| book 164a.3 | καὶ ὑγιές· οὐκ οἶδεν γὰρ ἄλλους ἢ τοὺς ἐπιταφίους ἀγῶνας Ὅμηρος. A |
| book 164b.1 | ἀνδρὸς ΚΑΤΑΤΕΘΝΕΙΩΤΟΣ: ἡ κατά ἀντὶ τῆς ἐπί, |
| book 164b.2 | b(BCE3E4) ἐπὶ ἀνδρὸς τεθνεῶτος. b(BCE3E4)T οὐκ οἶδε δὲ |
| book 164b.3 | στεφανίτας, ἀλλ’ ἐπιταφίους ἀγῶνας. b(BCE3)T |
| book 165 | περιδινηθήτην: ὡς ἀπὸ τόρνου περιεστράφησαν· ἐξ οὗ |
| book 165.1 | τὸ τάχος καὶ τὸ πρὸς μίαν γραμμὴν τρέχειν. πῶς δέ, φασίν, ὁ ποδωκί‐ |
| book 165.2 | στατος πάντων οὐ καταλαμβάνει τὸν Ἕκτορα; πρόχειρον μὲν οὖν τὸ |
| book 165.3 | λέγειν ὅτι Ἀπόλλωνα ἔχει συμμαχοῦντα. καὶ τοῦτο δὲ λέγεται ὅτι ὁ |
| book 165.5.1 | μὲν Ἀχιλλεὺς ἀνάριστός ἐστι, πενθήρης, προκαμὼν ὑπὸ Ξάνθου (cf. |
| book 165.5.2 | Φ 136—382) καὶ Ἀγήνορος (cf. Φ 544—Χ 24). ὁ δὲ Ἕκτωρ καὶ |
| book 165.5.3 | ἀναπέπαυται παρὰ τῷ τείχει καὶ περὶ ψυχῆς τρέχει· οὐκ ἦν τε ἐξ |
| book 165.5.4 | εὐθείας ἡ δίωξις τῷ Ἀχιλλεῖ προϋποτρέχοντι καὶ παρεκκλίνοντι τὸν |
| book 165.5.5 | Ἕκτορα τῆς πόλεως. b(BCE3E4)T |
| book 166.1 | θεοὶ δ’ ἐς πάντες ὁρῶντο: ἀπὸ τοῦ Ὀλύμπου ἑώρων. |
| book 166.2 | ὅταν δὲ ἔλθῃ εἰς Ἴδην Ζεύς, ἐπὶ τῷ ἐπισεῖσαι αὐτοῖς τὴν αἰγίδα παρα‐ |
| book 166.3 | γίνεται. T |
| book 168.1 | ἄνδρα διωκόμενον: ἀντὶ τοῦ διώκοντα· ἄτοπον γὰρ |
| book 168.2 | μεμνῆσθαι μὲν Ἕκτορος, μή γε μὴν Ἀχιλλέως. b(BCE3)T ἔστιν |
| book 168.3 | οὖν ὡς τὸ „ἕως ὁ τὸν πεδίοιο διώκετο“ (Φ 602). T |
| book 170a.1 | 〈Ἕκτορος:〉 ὅτι Aim ἐλλείπει ἡ περί, Aim b (BC |
| book 170a.2 | E3)Til(bis) περὶ Ἕκτορος. Aim |
| book 170b.1 | 〈ὅς μοι πολλὰ βοῶν ἐπὶ μηρί’ ἔκηεν:〉 τοῦτο πρὸς |
| book 170b.2 | τὴν ἡμετέραν εὐσέβειαν. b(BCE3E4)Til |
| book 172a | 〈ἐν πόλει ἀκροτάτῃ:〉 ὅτι ὑπερθετικῶς ἀντὶ τοῦ ἀκρο‐ |
| book 172a | πόλει. Aim |
| book 172b.1 | 〈ἐν πόλει ἀκροτάτη:〉 ἀντὶ τοῦ ἀκροπόλει, ὡς „ἀκρο‐ |
| book 172b.2 | τάτῃ κορυφῇ“ (Α 499. Ε 754 al.). b(BCE3)Til |
| book 174.1 | φράζεσθε, θεοί: διδάσκει παρρησίας μεταδιδόναι τοῖς ἀρ‐ |
| book 174.2 | χομένοις καὶ κοινωνεῖν αὐτοῖς τῆς βουλῆς. b(BCE3E4)T |
| book 181.1 | οὔ τοι 〈...〉 ἐπαινέομεν: εὖ τὸ μὴ εἰπεῖν ‘μεμφόμεθά |
| book 181.2 | σοι‘. b(BCE3E4)T |
| book 183-4a1.1 | θάρσει, Τριτογένεια, 〈—ἤπιος εἶναι〉: ὅτι |
| book 183-4a1.2 | ἐνταῦθα ὑγιῶς λέγονται, κατὰ δὲ τὴν πρὸ τῆς κόλου μάχης ἀγορὰν |
| book 183-4a1.3 | τῶν θεῶν (sc. Θ 39—40) οὐκέτι. A |
| book 183-4a2.1 | {πρόφρονι μυθέομαι:} μετηνέχθη〈σαν〉 ἐντεῦθεν εἰς τὴν |
| book 183-4a2.2 | ἀγορὰν τῶν θεῶν· καί εἰσιν ἐνταῦθα οἰκειότεροι· ἐκεῖ γὰρ ὀργίζεται. T |
| book 183-4b.1 | οὔ νύ τι θυμῷ / πρόφρονι 〈μυθέομαι, ἐθέλω δέ |
| book 183-4b.2 | τοι ἤπιος εἶναι〉: ταὐτὸν ἔχει εἱμαρμένη παρὰ θεοῖς, ὃ νόμος παρὰ |
| book 183-4b.3 | ἀνθρώποις. ὡς οὖν ὁ παρ’ ἡμῖν κριτὴς οὐ παρανόμως δικάζει, οὐδὲ |
| book 183-4b.4 | Ζεὺς παρὰ τὴν εἱμαρμένην. πολλάκις δὲ ἠπιότητος χάριν καὶ βιάζεσθαι |
| book 183-4b.5.1 | σπουδάζομεν τὸν νόμον. τοῦτό φησι καὶ Ζεὺς ὅτι ‘ᾔδειν τὸ δίκαιον τῆς |
| book 183-4b.5.2 | εἱμαρμένης, διὰ δὲ τὸ ἤπιον τοῦτο εἶπον‘, ἵνα εἴη τὸ τοί (184) σύν‐ |
| book 183-4b.5.3 | δεσμος παραπληρωματικός. b(BCE3E4)T |
| book 185a.1 | ἐρώει: ἀποχώρει· „ἐρωῆσαι πολέμοιο“ (Ν 776. Τ 170). |
| book 185a.2 | b(BCE3)T |
| book 185b | 〈ἐρώει:〉 ὑποχώρει, ἐνδίδου. Aim |
| book 188-361.1 | 〈Ἕκτορα δ’ ἀσπερχὲς—κάλυψε:〉 ση‐ |
| book 188-361.2 | μειῶδες ὅτι μόνος Ὅμηρός φησι μονομαχῆσαι τὸν Ἕκτορα, οἱ δὲ |
| book 188-361.3 | λοιποὶ πάντες ἐνεδρευθῆναι ὑπὸ Ἀχιλλέως. A |
| book 189.1 | ὄρεσφι: δι’ ὀρῶν ἢ ἐν ὄρεσι. περισσὸν δὲ τὸ ἐλάφοιο: ὁ |
| book 189.2 | γὰρ νεβρὸς ἐπὶ ἐλάφου μόνον, ὡς καὶ μόσχος ἐπὶ βοὸς καὶ πῶλος ἐφ’ |
| book 189.3 | ἵππου λέγεται. b(BCE3)T |
| book 190a1.1 | 〈διά τ’ ἄγκεα καὶ διὰ βήσσας:〉 ὅτι ἀντὶ τοῦ δι’ |
| book 190a1.2 | ἀγκέων καὶ βησσῶν. Aint |
| book 190a2.1 | ἀντὶ τοῦ δι’ ἀγκῶν καὶ διὰ βησσῶν, ὡς τὸ „διά τ’ ἔντεα |
| book 190a2.2 | καὶ μέλαν αἷμα“ (Κ 298). b(BCE3)T |
| book 190b.1 | ἄλλως· διά τ’ ἄγκεα 〈καὶ διὰ βήσσασ〉: τοῦ ὄρους |
| book 190b.2 | τὸ μὲν ἀνωτάτω ἀκρώρεια, τὰ δὲ ὑψηλὰ σκοπιαί, τὰ δὲ προνενευκότα |
| book 190b.3 | πρῶνες, τὰ δὲ κλίματα κλιτύες, τὰ δὲ βάσιμα βῆσσαι, τὰ δὲ κοῖλα |
| book 190b.4 | ἄγκη, τὰ δὲ σύνδενδρα νάπαι, τὰ δὲ κάτω πρυμνώρειαι, ἡ δὲ παρὰ |
| book 190b.5 | ταῖς πρυμνωρείαις πεδιὰς παρώρεια. b(BCE3)T |
| book 191.1 | καταπτήξας: ὑποπεσών. θάμνῳ δὲ b(BCE3)T τῇ |
| book 191.2 | συμφυάδι τῶν μικρῶν δένδρων, παρὰ τὸ θαμινόν. b(BCE3E4)T |
| book 192.1 | ἔμπεδον: ἀνενδότως. b(BCE3)T τινὲς δὲ εἰς τὸ ἐναπο‐ |
| book 192.2 | τετυπωμένον ἴχνος ἐν τῷ πεδίῳ ἀπὸ τῆς βάσεως τοῦ νεβροῦ. b(BE3 |
| book 192 | E4)T |
| book 193.1 | ὣς Ἕκτωρ οὐ λῆθεν: ἡ παραβολὴ (sc. Χ 189—92) πρὸς |
| book 193.2 | τὴν δίωξιν μόνον· οὐδὲ γὰρ κρύπτεται ὁ Ἕκτωρ. ἢ ὅτι καὶ αὐτὸς |
| book 193.3 | καιρὸν παρεφύλαττε τοῦ ὑποφυγεῖν εἰς τὴν πόλιν, ὡς ὁ νεβρὸς εἰς |
| book 193.4 | τὸν θάμνον. b(BCE3E4)T |
| book 194-8.1 | ὁσ〈σ〉άκι δ’ ὁρμήσειε〈—πρὸς πεδίον〉: |
| book 194-8.2 | ὁσάκις ἂν κατὰ τὰς πύλας γενόμενος Ἕκτωρ ἐβούλετο παραδῦναι |
| book 194-8.3 | εἰς τὴν πόλιν ἐπειχθεὶς τῷ δρόμῳ, τὸν ἔνδον δρόμον ἔχων Ἀχιλλεὺς |
| book 194-8.4 | ἐδίωκεν αὐτὸν εἰς τὸ πεδίον. b(BCE3E4)T |
| book 194a | 〈ὁρμήσειε:〉 ἀντὶ τοῦ διαλογίζοιτο. Til |
| book 194b.1 | 〈πυλάων Δαρδανιάων:〉 ὅτι ἃς ἄνω (sc. Χ 6) Σκαιάς, |
| book 194b.2 | νῦν Δαρδανίας. Aint |
| book 194c | 〈πυλάων Δαρδανιάων:〉 τὰς Δαρδανίας πύλας ἀνατο‐ |
| book 194c | λικὰς θέλουσι, Σκαιὰς δὲ πρὸς δυσμὴν νευούσας. T |
| book 196.1 | 〈εἴ ΠΩΣ οἱ καθύπερθεν ἀλάλκοιεν:〉 †οὐ† δύναται καὶ |
| book 196.2 | ἄρθρον εἶναι. Til |
| book 197a.1 | τοσσάκι μιν προπάροιθεν 〈ἀποστρέψασκε |
| book 197a.2 | παραφθάσ〉: ὅτι τοπικῶς τὸ προπάροιθε δυνατὸν ἀκούειν, εἰς |
| book 197a.3 | τοὔμπροσθεν, δυνατὸν δὲ καὶ χρονικῶς, πρότερος φθάσας ἀπέτρεπεν |
| book 197a.4 | αὐτὸν εἰς τὸ πεδίον· ὃ καὶ ἔστιν ὑγιές. καὶ πρὸς τὸ παραφθάς, |
| book 197a.5 | ὅτι Ἰακῶς ἀντὶ τοῦ παραφθάσας. A |
| book 197b.1 | προπάροιθεν 〈ἀποστρέψασκε παραφθάσ〉: πρῶτος |
| book 197b.2 | αὐτοῦ γινόμενος πρὸς τῇ πόλει ἀπέστρεφεν αὐτὸν εἰς τοὐπίσω. ἐπὶ |
| book 197b.3 | χρόνου οὖν τὸ προπάροιθεν. b(BCE3E4)T |
| book 197c | ἀποστρέψασκε: καὶ „παρα〈σ〉τρέψασκε“, διχῶς. Til |
| book 198 | 〈πέτετ’ αἰεί:〉 οὕτως διὰ τοῦ ε πέτετο. Aint |
| book 199-201a.1 | ὡς δ’ ἐν ὀνείρῳ〈—οὐδ’ ὃς ἀλύξαι〉: |
| book 199-201a.2 | ἀθετοῦνται στίχοι τρεῖς, ὅτι καὶ τῇ κατασκευῇ καὶ τῷ νοήματι εὐ‐ |
| book 199-201a.3 | τελεῖς· καὶ γὰρ ἀπραξίαν δρόμου καὶ τὸ ἀπαράβατον σημαίνουσιν, |
| book 199-201a.4 | ἐναντίως τῷ „ὡς δ’ ὅτ’ ἀεθλοφόροι περὶ τέρματα μώνυχες ἵπποι“ |
| book 199-201a.5 | (Χ 162). A |
| book 199-201b.1 | ἄλλως· ὡς δ’ ἐν ὀνείρῳ〈—ἀλύξαι〉: ἀθετοῦνται |
| book 199-201b.2 | οἱ τρεῖς διὰ τὸ ἀσθενὲς τῆς φράσεως, καὶ ὅτι ὑπεκλύουσι τὴν ποδώκει‐ |
| book 199-201b | αν Ἀχιλλέως. T |
| book 199-201c.1 | ὡς δ’ ἐν ὀνείρῳ〈—ἀλύξαι〉: τὸ ἄπρακτον θέλει |
| book 199-201c.2 | δηλῶσαι· ὡς γὰρ ἐκεῖνα φαντασίαι καὶ οὐκ ἀλήθειαί εἰσιν, οὕτω καὶ |
| book 199-201c.3 | οὗτοι οὐδὲν ἤνυον, οὔτε οὗτος τὸ φεύγειν οὔτε οὗτος τὸ καταλαβεῖν· |
| book 199-201c.4 | b(BCE3E4)T δοκοῦν γὰρ ἑκάτερον γενέσθαι οὐδέτερον γίνεται. |
| book 199-201c.5.1 | καλῶς δὲ καὶ ἐπὶ τὴν μετάφρασιν ἐλήλυθε, „φεύγοντα“ (199), „ἀλύξαι“ |
| book 199-201c.5.2 | (201)· „μάρψαι“ (201), „διώκειν“ (199. 200). b(BE3E4)T |
| book 201a | 〈ὥς ῥα τόν:〉 ἐν ἄλλῳ „ὣς ὁ τόν“. Aint |
| book 201b | μάρψαι ποσίν: ὅτι τὸ μάρψαι ἐπὶ ποδῶν ἔταξεν. T |
| book 201b.1 | ὣς ὁ τὸν οὐ δύνατο μάρψαι ποσίν: πῶς τάχιστος |
| book 201b.2 | ὢν ὁ Ἀχιλλεὺς—ἔκαμεν ἔξωθεν περιθέων. A |
| book 202-7.1 | πῶς δέ κεν Ἕκτωρ—δεύτερος ἔλθοι: ἤτοι |
| book 202-7.2 | στικτέον εἰς τὸ γοῦνα (204), καὶ ἀφ’ ἑτέρας ἀρχῆς ἄλλοισιν δ’ |
| book 202-7.3 | ἀνένευεν (205), ἵν’ ᾖ τῶν προτέρων ὁ λόγος τοιοῦτος· ‘εὐθέως δ’ ἂν |
| book 202-7.4 | ἀπώλετο ὁ Ἕκτωρ, εἰ μὴ Ἀπόλλων αὐτῷ ἐβοήθησε τὸ πανύστατον‘. |
| book 202-7.5.1 | ἢ πάντα συναπτέον ἕως τοῦ ὁ δὲ δεύτερος ἔλθοι (207), ἵν’ ᾖ |
| book 202-7.5.2 | ὁ λόγος· ‘ἀνῄρητο δ’ ἂν Ἕκτωρ ἤδη, εἰ μὴ Ἀπόλλων αὐτῷ ἐβοήθη‐ |
| book 202-7.5.3 | σεν, τάχος ἐμπνεύσας, Ἀχιλλεὺς δὲ τοὺς περιεστῶτας τῶν Ἑλλήνων |
| book 202-7.5.4 | ἐκώλυεν ἀνανεύων βαλεῖν τὸν Ἕκτορα‘. A |
| book 202a.1 | πῶς δέ κεν Ἕκτωρ 〈κῆρας ὑπεξέφυγεν θανάτοιο〉: |
| book 202a.2 | ἀξιοῦσι τοῦτον τὸν στίχον καθ’ αὑτὸν ἀναγινώσκεσθαι, ἐπεὶ ἐρωτη‐ |
| book 202a.3 | 〈μα〉τικός ἐστι, φασίν, εἶτα τοὺς δύο τοὺς ἑξῆς (sc. Χ 203—4) κατὰ μίαν |
| book 202a | περικοπήν. εἰσὶ μέντοι, οἳ συνῆψαν τὸ πῶς ἀόριστον ἐκδεχόμενοι· |
| book 202a.5.1 | ‘ἐξέφυγε δ’ ἄν πως ὁ Ἕκτωρ τὰς κῆρας, εἰ μὴ πύματον αὐτῷ συνήν‐ |
| book 202a.5.2 | τησεν ὁ Ἀπόλλων‘. | ἡ διπλῆ πρὸς τὸ ζητούμενον, πῶς ὁ ποδώκης |
| book 202a.5.3 | οὐ καταλαμβάνει τὸν Ἕκτορα. λέλυκε δὲ αὐτὸ ὁ ποιητής, ὅτι ὑπὸ |
| book 202a.5.4 | Ἀπόλλωνος ἐβοηθεῖτο (sc. Χ 203—4). A |
| book 202b1 | 〈ὑπεξέφυγεν:〉 Ἀρίσταρχος „ὑπεξέφερεν“. Aint |
| book 202b2.1 | {ὑπεξέφυγεν:} γράφεται „ὑπεξέφερεν“, ἵν’ ᾖ ὅμοιον τῷ |
| book 202b2.2 | „ὑπὲκ θανάτοιο φέρονται“ (Ο 628). T |
| book 203-7.1 | εἰ μή οἱ πύματον—δεύτερος ἔλθοι: αἱ δύο |
| book 203-7.2 | αἰτίαι· Ἀπόλλων βοηθὸς (cf. 203—4), καὶ Ἀχιλλεὺς ἐμποδιζόμενος |
| book 203-7.3 | πρὸς τὸ μὴ 〈βαλεῖν〉 ἀνανεύων τοῖς Ἀχαιοῖς. T |
| book 203.1 | 〈πύματόν τε καὶ ὕστατον:〉 ἐκ παραλλήλου τὸ αὐτό. |
| book 203.2 | Til |
| book 205-7a1.1 | 〈λαοῖσιν δ’〉 ἀνένευε〈—βαλών, ὁ δὲ |
| book 205-7a1.2 | δεύτερος ἔλθοι〉: Μεγακλείδης πλαστὴν εἶναι τὴν μονομαχίαν |
| book 205-7a1.3 | φησίν· †πῶς γὰρ τὰ Ἡφαιστότευκτα ὅπλα εἰσίν; T |
| book 205-7a2.1 | Μεγακλείδης (F.H.G. IV p. 443) πλάσμα εἶναί φησι |
| book 205-7a2.2 | τοῦτο τὸ μονομάχιον· πῶς γὰρ τοσαύτας μυριάδας νεύματι Ἀχιλλεὺς |
| book 205-7a2.3 | ἀπέστρεφεν; b(BCE3E4) |
| book 206 | οὐδ’ ἔα ἱέμεναι 〈ἐπὶ Ἕκτορι πικρὰ βέλεμνα〉: τοῦ |
| book 206 | γὰρ ἐχθροῦ αὐτόχειρ βούλεται γενέσθαι. T |
| book 208a1.1 | ἀλλ’ ὅτε δὴ τὸ τέταρτον 〈ἐπὶ κρουνοὺς ἀφίκον‐ |
| book 208a1.2 | το〉: σημειοῦνταί τινες διὰ τὸ δοκοῦν ἄπορον εἶναι, μετὰ μικρὸν |
| book 208a1.3 | τούτων λεγομένων „τρὶς περὶ ἄστυ μέγα Πριάμου δίον“ (Χ 251). A |
| book 208a2.1 | σημειοῦνται δέ τινες διὰ τὸ δοκοῦν ἐναντίον εἶναι „τρὶς |
| book 208a2.2 | περὶ ἄστυ μέγα Πριάμου δίον“ καὶ ἀλλ’ ὅτε δὴ τὸ τέταρτον. |
| book 208a2.3 | T |
| book 208b.1 | ἀλλ’ ὅτε δὴ τὸ τέταρτον〈—ἀφίκοντο〉: Διο‐ |
| book 208b.2 | κλῆς (fr. 65* H.) φησὶν ὅτι συμβαίνει τῷ κύκλῳ περιτρέχοντι εἰς τὸν |
| book 208b.3 | αὐτὸν τόπον παραγίνεσθαι τετράκις, ὅταν τρεῖς συμπληρώσῃ κύ‐ |
| book 208b.4 | κλους. φασὶ δὲ τὸν παλαιὸν περίβολον Τροίας τριάκοντα σταδίων |
| book 208b.5 | εἶναι. b(BCE3E4)T |
| book 209.1 | 〈πατὴρ〉 ἐτίταινε τάλαντα: ἴσως ἀλληγορεῖ τὴν Διὸς |
| book 209.2 | γνώμην, πῶς περὶ τῶν ἐνεστώτων ἐσκέπτετο· φησὶ γοῦν ἀλλαχοῦ |
| book 209.3 | (sc. Π 658)· „γνῶ γὰρ Διὸς ἱρὰ τάλαντα“. T |
| book 210a1.1 | ἐν δ’ ἐτίθει δύο κῆρε 〈τανηλεγέος θανάτοιο〉: |
| book 210a1.2 | ὅτι ἐντεῦθεν ἡ Ψυχοστασία Αἰσχύλῳ (cf. T.G.F. p. 88 N.2 = fr. |
| book 210a1.3 | 205 M. = p. 375 R.) πέπλασται ὡς τοῦ Διὸς τὰς ψυχὰς ἱστάντος, οὐ θανατηφόρους |
| book 210a1.4 | μοίρας. A |
| book 210a2.1 | {ἐν δ’ ἐτίθει δύο κῆρε:} ἐντεῦθεν Αἰσχύλος τὴν Ψυχοστα‐ |
| book 210a2.2 | σίαν ἐτυπώσατο, φαύλως ἐκδεξάμενος τὸ εἰρημένον. T |
| book 210b.1 | ἐν δ’ ἐτίθει δύο κῆρε: κῆρας τὰς μοίρας b(BCE3)T |
| book 210b.2 | —γελᾷ δὲ τὸν μῦθον ὁ Ζωΐλος (fr. 35 Friedl. = FGrHist. 71, |
| book 210b.1 | 15)· ποδαπαὶ γὰρ αἱ Μοῖραι ἐν ταῖς πλάστιγξι, καθήμεναι ἢ ἑστηκυῖ‐ |
| book 210b.2 | αι; T—, οὐ τὰς ψυχάς, ὡς ἐξεδέχετο Αἰσχύλος (T.G.F. p. 88 |
| book 210b.5.1 | N.2 = fr. 205 d M.)· ἐπάγει γὰρ „τὴν μέν“ (Χ 211). τὸ κέαρ δὲ |
| book 210b.5.2 | λέγεται οὐδετέρως ἐπὶ τῆς ψυχῆς. b(BCE3)T ὡς δὲ οἱ κατα‐ |
| book 210b.5.3 | δικάζοντες τὴν ψῆφον ἐπιφέρουσιν ὑπὲρ τοῦ κυρῶσαι, οὕτως καὶ ὁ |
| book 210b.5.4 | Ζεὺς τῷ ζυγῷ χρῆται. b(BCE3E4)T |
| book 212.1 | {ἕλκε δὲ} μέσσα: Χρύσιππος (St. V. Fr. III fr. 775) |
| book 212.2 | „ῥῦμα“ γράφει· τὴν γὰρ ῥοπὴν τοῦ ζυγοῦ ῥύμην καλεῖσθαι. T |
| book 213.1 | ᾤχετο δ’ εἰς Ἀΐδαο: ὑπερβολικῶς, ὡς ἤδη τοῦ Ἕκτορος |
| book 213.2 | κατὰ τὸν τῆς πεπρωμένης λόγον μηκέτι ἐν τοῖς ζῶσιν ὄντος. b(BCE3 |
| book 213.3 | E4)T ἢ ὅσον ἐπὶ τῇ τοῦ Διὸς ψήφῳ. T |
| book 214.1 | Πηλείωνα δ’ ἵκανε: ὡς τόπον, ὡς „Οὔλυμπον δέ“ (Α 221. |
| book 214.2 | 394 al.). T |
| book 216a1.1 | νῦν δὴ νῶΐ γ’ 〈ἔολπα〉: ὅτι Ζηνόδοτος γράφει |
| book 216a1.2 | „νῶϊν“· τοῦτο δέ ἐστιν ἡμῖν ἢ ἡμῶν, ὅπερ οὐ συμφωνεῖ. τὸ δὲ νῶϊ |
| book 216a1.3 | χωρὶς τοῦ ν σημαίνει ἡμᾶς ἢ ἡμεῖς, ὅπερ νῦν λέγει· ‘ἡμᾶς ἔολπα οἴσε‐ |
| book 216a1.4 | σθαι μέγα κῦδοσ‘ (cf. Χ 216—7). A |
| book 216a2 | 〈νῶϊ:〉 ἀντὶ τοῦ ἡμᾶς. b(BCE3) |
| book 218 | δῃώσαντε: καταπολεμήσαντας. b(BCE3E4)T |
| book 219 | πεφυγμένον 〈...〉 γενέσθαι: ἀντὶ τοῦ φυγεῖν. T |
| book 221.1 | προπροκυλινδόμενος 〈πατρὸς Διόσ〉: πρὸ τοῦ Διὸς |
| book 221.2 | προκυλινδόμενος. b(BCE3)T ποιοῦσι δὲ τοῦτο οἱ ἱκετεύοντες· |
| book 221.3 | b(BCE3E4)T „λιτάνευε κυλινδόμενος κατὰ κόπρον“ (Χ 414). |
| book 221.4 | b(BCE3)T τινὲς δὲ προασπίζων τοῦ Διός, b(BE3)T ἐ‐ |
| book 221.5 | πειδὴ εἶπε· „τῇ μάλ’ ἐπισ〈σ〉είων“ (Ο 230) T |
| book 222.1 | ἄμπνυε: ἐν ἑαυτῷ γενοῦ, ἀπὸ τοῦ πνεύματος. b(BCE3E4) |
| book 222.2 | T |
| book 223 | πεπιθήσω: μετ’ ὀλίγον μέλλων. ἢ διπλασιασμός. T |
| book 227.1 | Δηϊφόβῳ 〈εἰκυῖα〉: οὗτος γοῦν μετὰ θάνατον Πάριδος |
| book 227.2 | ἡγήσατο τῆς στρατιᾶς· καὶ „ποτὶ δώμα〈τα〉 Δηϊφόβοιο / βήμεναι |
| book 227.3 | ἠΰτ’ Ἄρηα“ (θ 517—8) ὡς ἄρχοντος. b(BCE3E4)T |
| book 229a.1 | ἠθεῖε: ὅτι νεωτέρου πρὸς πρεσβύτερον σεπτικὴ προσ‐ |
| book 229a.2 | φώνησίς ἐστι τὸ ἠθεῖε. A |
| book 229b.1 | ἠθεῖε: σεπτικὴ φωνὴ πρὸς πρεσβύτερον ἀδελφόν· καὶ |
| book 229b.2 | Εὔμαιος „ἀλλά μιν ἠθεῖον καλέω“ (ξ 147) ἀντὶ τοῦ ὡς πρεσβύτερον |
| book 229b.3 | ἀδελφὸν σέβω καὶ αἰδοῦμαι. ἔστι δὲ ὑποπτεῦσαι τῶν Πριαμιδῶν πρε‐ |
| book 229b.4 | σβύτερον εἶναι τὸν Ἕκτορα. b(BCE3E4)T |
| book 231.1 | ἀλλ’ ἄγε δὴ στέωμεν 〈καὶ ἀλεξώμεσθα μένοντεσ〉: |
| book 231.2 | ἄτοπον θεὸν οὖσαν πλανᾶν τὸν Ἕκτορα. ἢ τὰ ἴσα πράττει Ἀπόλλω‐ |
| book 231.3 | νι, ἐπεὶ κἀκεῖνος ἐπέθετο Πατρόκλῳ μαχομένῳ (cf. Π 798—804). |
| book 231 | b(BCE3E4)T |
| book 234.1 | γνωτῶν: γνωτὸς ὁ ἀδελφός, b(BCE3)T παρὰ τὸ |
| book 234.2 | πλέον τῶν ἄλλων γνωρίζεσθαι. b(BCE3E4)T |
| book 235.1 | τιμήσασθαι: λείπει τὸ σέ, ἵν’ ᾖ ‘νῦν δὲ καὶ μᾶλλον κατὰ |
| book 235.2 | νοῦν ἔχω τιμῆσαί σε‘. b(BCE3E4)T |
| book 239 | 〈ἠθεῖε:〉 πρὸς τὸ αὐτό. Aim |
| book 241.1 | τοῖον γὰρ ὑποτρομέουσιν ἅπαντες: τοίως ὡς μηδένα |
| book 241.2 | συγχωρεῖν πολεμεῖν αὐτῷ. b(BE3E4)T |
| book 243-4.1 | μὴ δ’ ἔτι δούρων / ἔστω φειδωλή: ἐκ τοῦ παρεπο‐ |
| book 243-4.2 | μένου ‘μαχεσώμεθα‘· οὗτοι γὰρ οὐ φείδονται δοράτων. T |
| book 244-6.1 | ἔστω φειδωλή, 〈ἵνα εἴδομεν, ἤ κεν—ἦ κεν |
| book 244-6.2 | σῷ δουρὶ δαμήῃ〉: βραχὺ διασταλτέον φειδωλή (244) καὶ εἴ‐ |
| book 244-6.3 | δομεν (244), τἄλλα δὲ συναπτέον ἕως γλαφυράς (246). AT ἤ‐ |
| book 244-6.4 | τοι δὲ στικτέον ἐπὶ τὸ γλαφυράς (246) ἢ βραχὺ διασταλτέον. | |
| book 244-6.5.1 | περισπαστέον δὲ τὸν η (246) σύνδεσμον· ἀδύνατον γὰρ τῷ ἤ (244) |
| book 244-6.5.2 | συνδέσμῳ ἑπόμενον αὐτὸν ὀξύνεσθαι. A |
| book 245-6.1 | νῶϊ κατακτείνασ〈—ἦ κεν σῷ δουρὶ δαμείη〉: |
| book 245-6.2 | εὖ τὸν κίνδυνον ἐκοινοποιήσατο, τὴν δὲ νίκην μόνῳ περιῆψεν Ἕκτορι. |
| book 245-6 | b(BCE3E4)T |
| book 247a.1 | ὣς φαμένη καὶ κερδοσύνῃ 〈ἡγήσατ’ Ἀθήνη〉: |
| book 247a.2 | βραχὺ διασταλτέον ἐπὶ τὸ φαμένη· μᾶλλον γὰρ ἐμφαίνει. τὸ δὲ ἑξῆς |
| book 247a.3 | ἐστι καὶ ἡγήσατο 〈κερδοσύνῃ〉, οἷον οὐ μόνον διὰ λόγων αὐτὸν |
| book 247a.4 | ἠπάτησεν, ἀλλὰ καὶ διὰ τοῦ προελθεῖν ἀξιοπίστως. A |
| book 247b.1 | 〈ὣς φαμένη〉 καὶ κερδοσύνῃ 〈ἡγήσατ’ Ἀθήνη〉: |
| book 247b.2 | ἢ περισσὸς ὁ καί· ἢ τὸ φαμένη ἀντὶ τοῦ ἔφη· b(BCE3)T ἢ |
| book 247b.3 | πρὸς τῷ ταῦτα εἰρηκέναι καὶ δολίως καὶ παραλογιστικῶς ἡγήσατο. |
| book 247b.4 | b(BE3)T |
| book 247c | 〈κερδοσύνῃ:〉 τινὲς πληθυντικῶς „κερδοσύνῃσ“. Aint |
| book 250 | 〈φοβήσομαι:〉 ὅτι σαφῶς Aint φεύξομαι. AintTil |
| book 251a.1 | τρὶς περὶ ἄστυ 〈μέγα Πριάμου δίον〉: ὅτι τὸ δίον |
| book 251a.2 | ἐδιώχθην. οὐ μάχεται δὲ τῷ „ἀλλ’ ὅτε δὴ τὸ τέταρτον“ (Χ 208)· |
| book 251a.3 | τρεῖς μὲν γὰρ τελείους κύκλους περιέδραμον, τὸ δὲ τέταρτον ἕως |
| book 251a.4 | τῶν κρουνῶν ἐλθόντες οὐκέτι περιῆλθον τὴν πόλιν. A |
| book 251b1.1 | 〈δίον:〉 γράφεται καὶ „δίεσ“. καὶ οὕτως εἶχον αἱ χα‐ |
| book 251b1.2 | ριέστεραι. Aint |
| book 251b2 | αἱ χαριέστεραι „δίεσ“. Til |
| book 251c.1 | δίον: δίον ἔδεισα, „περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν“ (Ι 433. |
| book 251c.2 | Λ 557). b(BCE3E4)T ἢ ἐδιώχθην, „ἀπὸ †στρατοῖο δίεσθαι“ |
| book 251c.3 | (ρ 398. υ 343). ἢ φοβηθεὶς ἔφυγον. b(BE3E4)T |
| book 253.1 | ἕλοιμί κεν 〈ἤ κεν ἁλοίην〉: θρασύνεται ἐν τῇ κλήσει καὶ |
| book 253.2 | τὰ ἀμείνω πρῶτα λέγει, b(BCE3E4)T καὶ ἑξῆς „οὐ γὰρ ἐγώ |
| book 253.3 | ς’ ἔκπαγλον ἀεικιῶ“ (Χ 256). T τὸ δὲ θρασὺ νῦν αὐτοῦ ἐλεεινόν |
| book 253 | ἐστιν, ἐκ φενακισμοῦ καὶ πλάνης ἐγειρόμενον. b(BCE3E4)T |
| book 254a | ἀλλ’ ἄγε δεῦρο: δύο τὰ παρακελευστικά. T |
| book 254b | 〈ἐπιδώμεθα:〉 ὅτι ἐπιμαρτυρώμεθα. Aint |
| book 254c.1 | ἐπιδώμεθα: ἢ δῶμεν T ἑαυτοῖς μάρτυρας καὶ ἀνα‐ |
| book 254c.2 | δόχους, ἢ ἐπόπτας ποιήσωμεν πρὸς τὸ ἰδεῖν, ἢ εἰς οὐρανὸν ἀποβλέ‐ |
| book 254c.3 | ψωμεν, οὗ εἰσιν οἱ θεοί. b(BCE3E4)T ἢ μαρτυροποιησώμεθα· |
| book 254c.4 | τοὺς γὰρ μάρτυρας Ἀττικοὶ ἰδύους φασίν. T οἱ δὲ ἐπικαλεσώμεθα. |
| book 254c.5 | b(BCE3E4)T |
| book 255a.1 | μάρτυροι {ἔσονται}: ὅτι μάρτυροι, οὐ μάρτυρες· καὶ |
| book 255a.2 | γὰρ τὸ ἑνικὸν „Ζεὺς δ’ ἄμμ’ ἐπιμάρτυρος ἔστω“ (Η 76). A |
| book 255b.1 | ἁρμονιάων: συναρμογῶν, ἀφ’ οὗ δηλοῖ τὸ ὁμολογιῶν, |
| book 255b.2 | συνθηκῶν. A b (BCE3E4) |
| book 255c | 〈ἁρμονιάων:〉 τῶν συμβόλων. b(BCE3E4)Tt |
| book 256 | 〈ἀεικιῶ:〉 Ἀττικὸς μέλλων. Til |
| book 257a1.1 | {δώιηι} καμμονίην: ὅτι καμμονίη νίκη οὐ καθολικῶς, |
| book 257a1.2 | ἀλλὰ ἡ ἐκ καταμονῆς· διὸ ἐπὶ τῶν μονομαχούντων καὶ πυκτευόντων |
| book 257a1.3 | (cf. Ψ 661) τίθησιν, ἐπὶ δὲ δρομέων οὐκέτι. A |
| book 257a2 | {καμμονίην:} τὴν ἐκ καταμονῆς νίκην. T |
| book 257b.1 | 〈καμμονίην:〉 τὴν μονομερῆ νίκην. b(BCE3)Til πε‐ |
| book 257b.2 | ρὶ ὃ δὲ μάλιστα δέδιεν, αἰκιζόμενος ὁ Ἕκτωρ οἶκτον κινεῖ. b(BCE3) |
| book 257b.3 | T |
| book 259 | 〈ῥέζειν:〉 ὅτι ἀντὶ τοῦ ῥέζε. Aim |
| book 261a.1 | ἄλαστε: ἄλαστόν φησι τὸν ἀνεπίληστα κακὰ δεδρακότα. |
| book 261a.2 | b(BCE3)T |
| book 261b.1 | συνημοσύνας {ἀγόρευε}: δασυντέον. σημαίνει δὲ τὰς |
| book 261b.2 | συνθήκας ἀπὸ τοῦ εἰς ταὐτὸν ἀφεῖναι τὰ τῆς διανοίας. παρὰ τὸν |
| book 261b.3 | ἥσω οὖν ἥμων τί ἐστι, καὶ ἥμονος ἡ γενική (cf. Ψ 886), παρ’ ἣν τὸ |
| book 261b.4 | ἡμοσύνη οὕτως δὲ εἶχεν καὶ τὸ „μεθημοσύνῃ“ (Ν 121; cf. Ν 108). A |
| book 261c1.1 | συνημοσύνας: συνθήκας· οἱ γὰρ συντιθέμενοι εἰς ταὐ‐ |
| book 261c1.2 | τὸν ἀφιᾶσι τὴν γνώμην· b(BCE3E4)T διὸ καὶ δασύνεται· ἔστι |
| book 261c1.3 | γὰρ παρὰ τὸ ἵημι σύμβολα. 〈καὶ〉 „σύνεσίς τε δύω ποταμῶν“ (κ 515) |
| book 261c1.4 | ἀντὶ τοῦ συμβολή. T |
| book 261c2 | σύμβολα καὶ κοινοβουλίαι. b(BCE3E4) |
| book 262-4.1 | ὡς οὐκ ἔστι λέουσι〈—διαμπερὲς ἀλλήλοι‐ |
| book 262-4.2 | σιν〉: αἱ ὑποστιγμαὶ πιστά (262), ἔχουσιν (263), ἀλλήλοισιν |
| book 262-4.3 | (264)· ἡ γὰρ ἀνταπόδοσις „ὣς οὐκ ἔστ’ ἐμὲ καὶ σὲ 〈φιλήμεναι〉“ |
| book 262-4.4 | (Χ 265). A |
| book 262.1 | ὡς οὐκ ἔστι λέουσι 〈καὶ ἀνδράσιν ὅρκια πιστά〉: |
| book 262.2 | ἐντεῦθεν τὸν περὶ λεόντων καὶ ἀνθρώπων μῦθον Αἴσωπος ἀνέπλασεν. |
| book 262 | T |
| book 263a.1 | οὐδὲ λύκοι τε 〈καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχου‐ |
| book 263a.2 | σιν〉: γνωρίμους τὰς εἰκόνας οὔσας ἐπὶ κεφαλαίων παρατρέχει. T |
| book 263b.1 | ἄλλως· οὐδὲ λύκοι τε καὶ ἄρνεσ〈—ἔχουσιν〉: |
| book 263b.2 | ἐντεῦθεν ἡ παροιμία· „ἄρνα φιλοῦσι λύκοι, νέον ὡς φιλέουσιν ἐρα‐ |
| book 263b.3 | σταί“. b(BCE3E4)T |
| book 265.1 | ἐμὲ καὶ σὲ φιλήμεναι: ἀντὶ τοῦ φιλῆσαι ἀλλήλους. b(B |
| book 265.2 | CE3)T |
| book 265-7.1 | οὐδέ τι νῶϊν / ὅρκια ἔσσονται, πρίν γ’ ἢ ἕτερόν |
| book 265-7.2 | γε πεσόντα / αἵματος ἆσαι Ἄρηα: εἰς τοῦτο ἡ διάνοια κατα‐ |
| book 265-7.3 | στρέφει ὅτι πρότερον συμβήσεται τὸν ἕτερον ἡμῶν πεσεῖν πρὶν ἢ |
| book 265-7.4 | ὅρκους ἡμᾶς ποιήσασθαι, A b (BCE3E4)T ὡς τὸ „πρίν μιν |
| book 265-7.5 | καὶ γῆρας ἔπεισιν / ἡμετέρῳ ἐνὶ οἴκῳ“ (Α 29—30). AT |
| book 266.1 | 〈ὅρκια ἔσσονται:〉 ὅτι τὰ ὅρκια ἔσ〈σ〉ονται, οὐκ |
| book 266.2 | ἔσσεται. Aim |
| book 268 | 〈παντοίης ἀρετῆς μιμνήσκεο:〉 πρᾶσσε, ὃ δύνασαι. Til |
| book 270-1.1 | οὔ τοι ἔτ’ ἔσθ’ ὑπάλυξις, 〈ἄφαρ δέ σε Παλλὰς |
| book 270-1.2 | Ἀθήνη /ἔγχει ἐμῷ δαμάᾳ〉: ἡ καύχησις ὑπὲρ ἄνθρωπον οὐκ |
| book 270-1.3 | ἀνατιθέντος τῇ τύχῃ τὰς ἐλπίδας. b(BCE3E4)T ἢ ἐπεὶ εἶπεν |
| book 270-1.4 | Ἀθηνᾶ „Ἕκτορα δῃώσαντα“ (Χ 218), T θαρρῶν τῇ θεῷ δια‐ |
| book 270-1.5 | βεβαιοῦται τὸ μέλλον. b(BCE3E4)T |
| book 272.1 | ἐμῶν ἑτάρων: Μυρμιδόνων οὐδένα ῥητῶς ἀνῄρηκεν. ‘τῶν |
| book 272.2 | Ἀχαιῶν‘ οὖν φησιν. T ὁ δὲ νοῦς· ‘νῦν δώσεις ἀθρόας δίκας |
| book 272.3 | ὑπὲρ τῆς λύπης τῆς ἐμῆσ‘. b(BCE3E4)T |
| book 274a1.1 | καὶ τὸ μὲν ἄντα ἰδὼν 〈ἠλεύατο φαίδιμος Ἕκτωρ〉: |
| book 274a1.2 | ἐναγώνιον μὲν ποιεῖ τὴν στάσιν, τὰ κατὰ δόξαν τῶν ἀκροατῶν ἐκ‐ |
| book 274a1.3 | κλίνων καὶ λογοποιῶν ἕτερα. T |
| book 274b1.1 | ἠλεύατο: κινεῖ τὰς ἐλπίδας τῶν ἀκροατῶν, ὡς τάχα |
| book 274b1.2 | ἂν περιγενησομένου τοῦ Ἕκτορος. T |
| book 274a2/b2.1 | ἐναγώνιον ποιεῖ τὴν στάσιν διὰ τῆς ἀποτυχίας, | καὶ |
| book 274a2/b2.2 | μικροῦ δεῖν τῆς νίκης ἐλπίδας Ἕκτορι δίδωσιν. b(BCE3E4) |
| book 275 | 〈χάλκεον:〉 ἐν ἄλλῳ „μείλινον {ἔγχοσ}“. Aim |
| book 277a1.1 | λάθε δ’ Ἕκτορα: ἐκεῖνον γὰρ ἐπιλειψάσης τῆς Μοίρας |
| book 277a1.2 | ἐῶσιν οἱ θεοί. T |
| book 277a2.1 | ἐπιλειψάσης δὲ ἐκεῖνον τῆς Μοίρας καὶ οἱ θεοὶ πάντες |
| book 277a2.2 | ἐῶσιν. b(BCE3E4) |
| book 280a1.1 | ἤτοι ἔφης γε: ἔφης γε μέν. διὰ τὸ „ἄφαρ †δή† σε |
| book 280a1.2 | Παλλὰς Ἀθήνη / ἔγχει ἐμῷ δαμάᾳ“ (Χ 270—1). T |
| book 280a2.1 | ἔφης γε μὲν εἰδέναι, οὐκ ᾔδεις δὲ ἀκριβῶς. b(BCE3E4) |
| book 280a2.2 | ταῦτα δὲ διὰ τὸ „ἄφαρ δέ σε Παλλὰς Ἀθήνη / ἔγχει ἐμῷ δαμάᾳ“. |
| book 280a2.3 | b(BE3E4) |
| book 281a1.1 | {ἀλλά τις} ἀρτιεπής {καὶ ἐπίκλοπος}: ὅτι οὐκ ἐν ἐ‐ |
| book 281a1.2 | παίνῳ τὸ ἀρτιεπής, κατὰ τοὐναντίον τῷ „ἀμετροεπήσ“ (Β 212), ἀλλὰ ὁ λάλος |
| book 281a1 | καὶ ἀπηρτισμένως παραλογιζόμενος. A |
| book 281a2.1 | σημειοῦται δὲ Ἀρίσταρχος ὅτι οὐκ ἐπὶ ἐπαίνου τὸ |
| book 281a2.2 | ἀρτιεπής. T |
| book 281b.1 | ἀρτιεπής: εὐεπής, T ἀπηρτισμένος ἐν τῷ λέγειν |
| book 281b.2 | ὥστε πιστεύεσθαι. b(BCE3)T |
| book 281c.1 | ἐπίκλοπος: ἠσκηκὼς λόγοις ἀπατᾶν. A b (BCE3)T |
| book 281c.2 | οἱ δὲ AT ἐπιθυμητής· ATTil κλέπτεσθαι γὰρ τὸ ὀρέγεσθαι, |
| book 281c.3 | „καὶ ἐπίκλοπος ἔπλετο τόξων“ (φ 397). AT ἢ ἀσκῶν διὰ λόγων |
| book 281c.4 | παραλογίζεσθαι, A b (BCE3)T ὡς τὸ „κλέπτε νόῳ“ (Α 132). |
| book 281c.5 | AT |
| book 283.1 | οὐ μέν μοι φεύγοντι: ὅ ἐστιν ‘οὐκ ἀποτρέψεις με λόγοισ‘. |
| book 283.2 | T |
| book 284a.1 | ἰθὺς μεμαῶτι: εἰς τοὔμπροσθεν κατὰ σοῦ χωροῦντι. |
| book 284a.2 | ἀγαθὰ δὲ ταῦτα τοῖς νέοις πρὸς μίμησιν. b(BCE3E4)T |
| book 284b.1 | διὰ στήθεσφιν ἔλασ〈σ〉ον: εἰρωνεία τοῦτο καὶ μόνον. |
| book 284b.2 | T |
| book 285a | 〈εἴ τοι ἔδωκε θεός:〉 ὡς αὐτὸς ἔφη (sc. Χ 270—1). Til |
| book 285b1.1 | {νῦν αὖτ’ ἐμὸν ἔγχος} ἄλευαι: προστακτικῶς ἀναγι‐ |
| book 285b1.2 | νώσκειν δεῖ· διὸ τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα. εἰρωνείᾳ δὲ τοῦτό φησιν. A |
| book 285b2.1 | προπαροξυτόνως· ἔστι γὰρ προστακτικόν. ἐν εἰρωνείᾳ |
| book 285b2.2 | δέ φησι τοῦτο. b(BCE3)T |
| book 285-6a1.1 | 〈ἐμὸν ἔγχος ἄλευαι /〉 χάλκεον· ὡς δή μιν σῷ |
| book 285-6a1.2 | 〈ἐν χροῒ πᾶν κομίσαιο〉: στικτέον μετὰ τὸ χάλκεον (286)· τὸ |
| book 285-6a1 | γὰρ ὥς (286) ἀντὶ τοῦ εἴθε· διόπερ ἀπ’ ἄλλης ἀρχῆς ἀναγνωστέον. A |
| book 285-6a2 | ὡς ἀντὶ τοῦ εἴθε. ἀπ’ ἄλλης δὲ ἀρχῆς τοῦτο. b(BCE3)T |
| book 286 | 〈πᾶν:〉 ὅτι ἀντὶ τοῦ ὅλον. Aim |
| book 287 | 〈καί κεν:〉 ἐν ἄλλῳ „καί σφιν“. Aint |
| book 290 | οὐδ’ ἀφάμαρτεν: οὐκ ἀφάμαρτε δέ. T |
| book 291a | 〈χώσατο:〉 ὅτι ἀντὶ τοῦ συνεχύθη. Aim |
| book 291b | χώσατο {δ’ ἕκτωρ}: συνεχύθη τὴν διάνοιαν. T |
| book 293a | κατηφήσας: κάτω τὰ φάη ἔχων. b(BCE3E4)T |
| book 293b.1 | οὐδ’ ἄλλ’ ἔχε μείλινον ἔγχος: οὐδέ· οὐ γάρ. b(BE3) |
| book 293b.2 | T ἀεὶ δὲ δύο ἔχει δόρατα· „πάλλων δ’ ὀξέα δοῦρα“ (Ε 495. |
| book 293b.3 | Ζ 104 al.), b(BE3E4)T „δοιὰ δὲ χερσί / δοῦρ’ ἔχε“ (Μ 464—5). |
| book 293b.4 | T πῶς οὖν οὐκ ἔχει νῦν δύο; ἢ κατὰ τὸ σιωπώμενον ἔοικε θάτερον |
| book 293b.5 | ἀποβεβληκέναι ἐν τῷ δρόμῳ. b(BE3E4)T |
| book 294a | ἐκάλει: αἱ τῶν πόλεων „ἐβόα“. T |
| book 294b | 〈λευκάσπιδα:〉 ὅτι ἅπαξ εἴρηκε λευκάσπιδα. Aim |
| book 294c.1 | λευκάσπιδα: ἅπαξ ἐχρήσατο. b(BCE3)T | τὸ παράση‐ |
| book 294c.2 | μον δὲ τῶν ὅπλων τὴν ἀρετὴν ἐμφαίνει τοῦ φοροῦντος. b(BCE3E4)T |
| book 295.1 | ᾔτεέ μιν δόρυ 〈μακρόν· ὁ δ’ οὔ τί οἱ ἐγγύθεν |
| book 295.2 | ἦεν〉: ἡδέως χρῆται τῷ ἀσυνδέτῳ, ἀλλὰ καὶ τῇ ἐπιφορᾷ ἐλεεινο‐ |
| book 295 | τάτῃ. T |
| book 297.1 | 〈ὦ πόποι:〉 ἐλεεινοτάτη ἡ ἀναφώνησις καὶ εἰς οἶκτον |
| book 297.2 | κινοῦσα. b(BCE3) |
| book 300-1.1 | νῦν δὲ δὴ ἐγγύθι μοι 〈θάνατος κακός, οὐδέ τ’ |
| book 300-1.2 | ἄνευθεν· / οὐδ’ ἀλεή〉: βραχὺ διασταλτέον εἰς τὸ κακός (300), |
| book 300-1.3 | στικτέον δὲ εἰς τὸ ἄνευθε (300)· τὸ γὰρ οὐδ’ ἀλέη (301) καθ’ |
| book 300-1.4 | ἑαυτὸ προενεκτέον, λείποντος τοῦ ἐστίν. A b (BCE3E4)T |
| book 300.1 | ἐγγύθι μοι θάνατος κακός, οὐδέ τ’ ἄνευθεν: ὡς τὸ |
| book 300.2 | „οὐ πολλὸν ἐπὶ χρόνον, ἀλλὰ μίνυνθα“ (ο 494). T |
| book 301a1 | οὐδ’ ἀλέη: ἀλέη δὲ οὔ, ὅ ἐστιν οὐδὲ ἄλυξις. T |
| book 301a2 | δηλοῖ δὲ τὴν ὑπάλυξιν καὶ ἔκκλισιν. b(BCE3E4) |
| book 301b.1 | πάλαι τότε: „πάροιθέ γε“. ἐν δὲ ταῖς εἰκαιοτέραις |
| book 301b.2 | „πάλαι τό γε {φίλτερον}“. T |
| book 304a.1 | {μημὰν} ἀσπουδί {γε}: ὅτι ἀσπουδί χωρὶς μόγου καὶ |
| book 304a.2 | κα〈κο〉παθ〈ε〉ίας. A |
| book 304b | ἀσπουδεί: δίχα ταλαιπωρίας. b(BCE3)T |
| book 305a.1 | ἀλλὰ μέγα ῥέξας 〈τι〉: λείπει ἀγαθόν· Ἀλκμάν (fr. |
| book 305a.2 | 123 P. = P.M.G. 123)· „μέγα γείτωνι γείτων“. ἢ κακὸν εἰς τοὺς |
| book 305a.3 | πολεμίους, b(BCE3E4)T ὡς „σύν τε μεγάλῳ ἀπέτισαν“ (Δ 161) |
| book 305a.4 | καὶ „ἔπαθον μεγάλα“. T |
| book 305b.1 | καὶ ἐσσομένοισι πυθέσθαι: ὡς καὶ τοὺς ἐσομένους πυθέ‐ |
| book 305b.2 | σθαι. b(BCE3E4)T |
| book 307 | τέτατο: ἀπὸ τελαμῶνος ἤρτητο. b(BCE3E4)T |
| book 308a1.1 | οἴμησεν δὲ ἀλεὶς 〈ὥς τ’ αἰετὸς ὑψιπετήεισ〉: ὅτι |
| book 308a1.2 | κἀκεῖ (sc. Φ 252) γραπτέον „αἰετοῦ οἴματ’ ἔχων“, οὐχ ὡς Φιλήτας |
| book 308a1.3 | (fr. 58 K.) „ὄμματα“. A |
| book 308a2 | κἀκεῖ οὖν „αἰετοῦ οἴματ’ ἔχων“, οὐκ ὄμματα. T |
| book 308b.1 | ἀλείς: ἀθρόον ἑαυτὸν συστρέψας· οἱ γὰρ εἰς δρόμον |
| book 308b.2 | ἑαυτοὺς δόντες οὐκ ἀνειμένως πορεύονται, b(BCE3E4)T ἀλλὰ |
| book 308b.3 | συστρέφονται. T |
| book 309 | διὰ νεφέων: τινὲς „ἀπὸ νεφέων“. T |
| book 310a.1 | ἀμαλήν: ἁπαλήν, κατὰ συγγένειαν τῶν στοιχείων. οἱ |
| book 310a.2 | δὲ ἅμα τῇ μητρὶ ἁλλομένην. οἱ δὲ τὴν μὴ ἔχουσαν μαλλόν, ὅ ἐστιν |
| book 310a | ἰσχυρόν. b(BCE3E4)T |
| book 310b | ἢ πτῶκα 〈λαγωόν〉: ἰδίως τὸ πτὼξ ἐπὶ λαγωοῦ. T |
| book 314.1 | κόρυθι δ’ ἐπένευσε 〈φαεινῇ〉: οὗτός ἐστιν ὁ „κορυθάϊξ“ |
| book 314.2 | (cf. Χ 132). T |
| book 315a | καλαὶ δέ: αἱ πλείους „δειναὶ δέ“. AintT |
| book 315b | 〈ἔθειραι:〉 νῦν καταχρηστικῶς αἱ χαῖται τῆς κόρυθος. Til |
| book 317.1 | νυκτὸς ἀμολγῷ: καὶ τὴν ἑσπέραν ἀμολγὸν καλεῖ· καὶ τότε |
| book 317.2 | γὰρ ἀμέλγονται τὰ θρέμματα. b(BCE3E4)T λέγει δὲ ἀλλαχοῦ |
| book 317.3 | (cf. Λ 173. Ο 324 al.) καὶ τὸ μεσονύκτιον. b(BCE3E4) |
| book 318a.1 | ἕσπερος, ὃς κάλλιστος 〈ἐν οὐρανῷ ἵσταται |
| book 318a.2 | ἀστήρ〉: ὅτι νῦν τὸν ἕσπερον κάλλιστον, ἐν ἄλλοις (cf. ν 93—4) δὲ |
| book 318a.3 | τὸν ἑωσφόρον „φαάντατον“ (ν 93). καὶ οὐ δεῖ ὡς μαχόμενον λαμβά‐ |
| book 318a.4 | νειν. ἕτερον δὲ τὸν ἕσπερον ὡς ἂν παλαιὸς οἶδε τοῦ ἑωσφόρου. A |
| book 318b.1 | ἕσπερος: τὸν ἕσπερον Πέρσαι μὲν †τήρων†, Ἕλληνες |
| book 318b.2 | δὲ Ἀφροδίτην φασίν. T |
| book 318c.1 | ἄλλως: ἕσπερος, 〈ὃς κάλλιστοσ〉: ἀπὸ τοῦ ἑσπέρα |
| book 318c.2 | ἕσπερος. τὸ δὲ ἑσπέρα παρὰ τὸ τῆς ἕω πέρας εἶναι. καλεῖται δὲ ὁ |
| book 318c.3 | ἕσπερος καὶ ἑωσφόρος κατὰ καιρῶν μεταβολάς· ὅταν μὲν προηγού‐ |
| book 318c.4 | μενος ἡλίου ἐπικαταδύνῃ αὐτῷ πρῶτος τῶν ἄλλων, ἕσπερος, ὅταν |
| book 318c.5.1 | δὲ ἑπόμενος τῷ ἡλίῳ προανατείλῃ, τότε ἑωσφόρος καλεῖται. κάλλι‐ |
| book 318c.5.2 | στος δέ ἐστιν, ἐπεὶ μέγας καὶ προσηνής, Ἀφροδίτης χάριτας ἀπο‐ |
| book 318c.5.3 | λάμπων. θαυμασίως οὖν ὁ ποιητής, ὅτε μέν ἐστιν ἑωσφόρος, φησὶν |
| book 318c.5.4 | „ἔρχεται ἀγγέλλων φάος ἠοῦς ἠριγενείησ“ (ν 94) καὶ „εἶσι φόως |
| book 318c.5.5 | ἐρέων“ (Ψ 226)· ὁρῶμεν γὰρ αὐτὸν ἀνατέλλοντα ὑπὲρ τὸν ὁρίζοντα. |
| book 318c.10.1 | ὅτε δέ ἐστιν ἕσπερος, οὐδεὶς αὐτὸν ὁρᾷ ἀνατέλλοντα, ἀλλ’ ὑπὲρ τὴν |
| book 318c.10.2 | γῆν μετέωρον ἱστάμενον ἐν τῷ δύνοντι τοῦ οὐρανοῦ μέρει. b(BCE3E4) |
| book 318c.10.3 | T |
| book 318d.1 | ἵσταται ἀστήρ: καὶ μὴν τῶν πλανήτων ἐστὶν ὁ τῆς |
| book 318d.2 | Ἀφροδίτης. ἢ οὖν ἀντὶ τοῦ ἀνίσταται, ἀνατέλλει· b(BCE3E4)T ἢ |
| book 318d.3 | πρὸς τὴν ἡμῶν φαντασίαν, καθὸ οὐ δυνάμεθα συνιδεῖν τὸν δρόμον |
| book 318d.4 | αὐτοῦ. b(BE3E4)T |
| book 319a.1 | ὣς αἰχμῆς ἀπέλαμπ’ 〈εὐήκεοσ〉: ὅτι ἐπὶ τῶν ἀκμὰς |
| book 319a.2 | ἐχόντων εὐήκεος λέγει καὶ „†τανυήκεος†“: τὴν γὰρ ἀκμὴν ἀκὴν |
| book 319a.3 | λέγει. καὶ ὅτι κυρίως ἐνταῦθα ἐπὶ τῆς ἐπιδορατίδος τῆς εὖ ἠκονημένης, |
| book 319a.4 | ἐκεῖ δὲ παρῆκται τὸ „τανυήκεας ὄζουσ“ (Π 768). A |
| book 319b | εὐήκεος: καλὴν ἀκὴν ἐχούσης. b(BCE3E4)T |
| book 321.1 | ὅπῃ εἴξειε: ὅπου χωρήσειεν b(BCE3)T ἡ αἰχμή· b |
| book 321.2 | (BCE3E4)T καὶ ἀλλαχοῦ „πλευρά, τά οἱ κύψαντι παρ’ ἀσπίδος |
| book 321.3 | 〈ἐξεφαάνθη〉“ (Δ 468)· φυλάσσεται γὰρ τὰ τοῦ πατρὸς ὅπλα τρῶσαι. |
| book 321.4 | T ἐμφαίνει δέ, ὅσον ἐρεθισμὸν ἐνεποίει Ἀχιλλεῖ ἡ θέα †αὐτοῦ. |
| book 321.5 | b(BE3E4)T |
| book 322a1.1 | τοῦ δὲ καὶ ἄλλο τόσον 〈μὲν ἔχε χρόα χάλκεα |
| book 322a1.2 | τεύχεα〉: ὅτι οὕτως εἴωθε λέγειν ἄλλο τόσον, ἐπειδὰν ἀπολείπῃ |
| book 322a1.3 | τι τοῦ ὅλου μικρὸν ἀτελές· „οἱ δή τοι τόσ〈σ〉ον μὲν ἔχον τέλοσ“ |
| book 322a1.4 | (Σ 378). καὶ ἐνθάδε οὖν τὸ μὲν ἄλλο{ς} σῶμα καθώπλιστο, γυμνὸν δὲ |
| book 322a1.5 | μόνον διεφαίνετο 〈τὸ〉 ἀπὸ τῶν ὤμων ἐπὶ τὸν αὐχένα. A |
| book 322a2 | οἱ δὲ Γλωσσογράφοι τόσον ἀντὶ τοῦ σῶμα. T |
| book 322b.1 | τοῦ δὲ καὶ ἄλλο τόσον μὲν 〈ἔχε χρόα χάλκεα |
| book 322b.2 | τεύχεα〉: ὅταν τὸ μὲν ἀπολειπόμενον ἔλασσον εἴη, τὸ δὲ γεγονὸς |
| book 322b.3 | πλεῖον, τόσον φησίν „οἱ 〈δ’ ἤτοι〉 τόσσον μὲν ἔχον τέλοσ“ (Σ 378). |
| book 322b.4 | b(BCE3E4)T „τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν“ (Ψ 454). T |
| book 322b.5 | λέγει δὲ ὅτι τὸ μὲν ἄλλο σῶμα κατείχετο κρυπτόμενον. b(BCE3E4)T |
| book 324-5a.1 | φαίνετο δ’ ᾗ κληῗδεσ〈— / λαυκανίην〉: ἔν |
| book 324-5a.2 | τισι τῶν ὑπομνημάτων „φαῖνεν δ’ ᾗ κληῗδεσ“, ἵν’ ᾖ ἐπὶ τῶν τευχέων, |
| book 324-5a.3 | τὰ τεύχη οὐκ ἐκάλυπτε τὴν λαυκανίην, ἀλλ’ ἐποίει φαίνεσθαι (cf. Χ |
| book 324-5a | 324—5). A |
| book 324-5b.1 | φαίνετο δ’ ᾗ κληῗδεσ〈— / λαυκανίησ〉: ἔν τισι |
| book 324-5b.2 | „φαῖνον δ’ ᾗ κληῗδεσ“, ἵν’ ᾖ οὕτως· T τὸ μὲν ἄλλο σῶμα ἔσκεπον |
| book 324-5b.3 | τὰ τεύχη, ἐκεῖνον δὲ τὸν τόπον ἔφαινον, ὅπου αἱ κληῗδες τῆς λαυ‐ |
| book 324-5b.4 | κανίης τὸν αὐχένα συνέχουσιν. b(BCE3E4)T |
| book 324-5c1.1 | ἄλλως· φαίνετο δ’ ᾗ κληῗδεσ〈— / λαυκανίην〉: |
| book 324-5c1.2 | ἐφαίνετο δὲ κατὰ τὴν λαυκανίαν, ᾗπερ αἱ κληῗδες αἱ ἀπὸ τῶν ὤμων |
| book 324-5c1.3 | διήκουσαι συνέχουσι τὸν αὐχένα. T |
| book 324-5c2.1 | κληῗδες δὲ αἱ ἀπὸ τῶν ὤμων διήκουσαι διατάσεις τῶν |
| book 324-5c2.2 | νεύρων καὶ συνέχουσαι τὸν αὐχένα. λαυκανίη δὲ ἡ περὶ τὸν γαργα‐ |
| book 324-5c2.3 | ρεῶνα τῶν ἔξωθεν μυῶν συνοχή. b(BE3E4) |
| book 325 | 〈λαυκανίης:〉 τοῦ λαιμοῦ. Aim |
| book 326 | ἘΠΙ ΟΙ: ἐπὶ αὐτῷ. | ὀρθοτονητέον δὲ τὴν οι. T |
| book 328-9a1.1 | οὐδ’ ἄρ’ ἀπ’ ἀσφάραγον〈—ἐπέεσσιν〉: |
| book 328-9a1.2 | ἴσως ἐκκλίναντος αὐτοῦ πλαγία γέγονεν ἡ τομή. εἴωθε δὲ τὰ ἐκ τύχης |
| book 328-9a1.3 | ὡς ἐξ αἰτίας λέγειν· „ἦλθε δ’ ἐπὶ νότος ὦκα, / ὄφρ’ ἔτι τὴν ὀλοὴν |
| book 328-9a1.4 | 〈ἀναμετρήσαιμι Χάρυβδιν〉“ (μ 427—8), „ὦρσαν 〈δὲ〉 Νύμφαι |
| book 328-9a1.5.1 | 〈/ αἶγας ὀρεσκῴουσ〉, ἵνα δειπνήσειαν ἑταῖροι“ (ι 154—5). οἰκονομι‐ |
| book 328-9a1.5.2 | κὸν δὲ καὶ τοῦτο, ἵνα καὶ ἀποθνῄσκων μὴ ἀπροσφώνητος εἴη. ἔστι δὲ |
| book 328-9a1.5.3 | πρόληψις ὁ τρόπος. T |
| book 328-9a2.1 | ἀσφάραγος ὁ γαργαρεών. | ἴσως δὲ ἐκκλίναντος αὐτοῦ |
| book 328-9a2.2 | πλαγία γέγονεν ἡ πληγὴ καὶ οὐ διεκόπη ὅλος. b(BCE3E4) καὶ |
| book 328-9a2.3 | τοῦτο δέ, ἵνα καὶ ἀποθνήσκων μὴ ἀπροσφώνητος ᾖ. εἴωθε δὲ τὰ ἐκ |
| book 328-9a2.4 | τύχης ὡς ἐξ αἰτίας λέγειν. b(BE3E4) |
| book 329.1 | ὄφρα τί μιν προτιείποι 〈ἀμειβόμενος ἐπέεσσιν〉: |
| book 329.2 | ἀθετεῖται, ὅτι γελοῖος, εἰ ἡ μελία ἐπετήδευσεν μὴ ἀποτεμεῖν τὸν |
| book 329.3 | ἀσφάραγον, ἵνα προσφωνήσῃ τὸν Ἀχιλλέα. ἀπολογούμενοι δέ φασιν |
| book 329.4 | ὅτι τὸ ἐκ τύχης συμβεβηκὸς αἰτιατικῶς ἐξενήνοχεν. διὰ τὸ ὅμοιον |
| book 329.5.1 | ἀθετεῖται κἀκεῖνο· „εὖθ’ ὁ δεδειπνήκει, ὁ δὲ παύσατο θεῖος ἀοιδόσ“ |
| book 329.5.2 | (ρ 359). A |
| book 331-2 | ἀτάρ που ἔφησ〈— / σῶς ἔσσεσθαι〉: „ἄφαρ“ |
| book 331-2.1 | ἀντὶ τοῦ εὐθέως, κούφως, ἀφρόνως. | ἴσως ἐπεὶ ἔλεγε „τίς δ’ οἶδ’, |
| book 331-2.2 | εἴ κ’ Ἀχιλεύς / φθήῃ ἐμῷ ὑπὸ δουρὶ 〈τυπεὶς ἀπὸ θυμὸν ὀλέσσαι〉;“ |
| book 331-2.3 | (Π 860—1). T |
| book 332a.1 | σῶς: τινὲς ἐκ τοῦ σόος· ἀλλ’ ἔδει σοῦς. τινὲς δὲ ἀπὸ τοῦ |
| book 332a.2 | σάος. Ἀλκαῖος δὲ καὶ τὰ δύο οο εἰς ω συναλείφει. „ἐπὶ νηῶν“ (Ε 550. |
| book 332a.3 | 700 al.) δέ τινες ἐπὶ †νέας τε†, καί εἰσιν αὗται ἀντὶ τοῦ ἐπὶ νεῶν. T |
| book 332b.1 | 〈ἐμὲ δ’〉 οὐδὲν 〈ὀπίζεο: οὐδὲν〉 ψιλῶς, ἵνα παρέλκῃ |
| book 332b.2 | τὸ δεν· δύναται δὲ καὶ δασέως. ἔστι δὲ 〈τὸ ἐμέ〉 ἀντὶ τοῦ ἐμοῦ. T |
| book 333.1 | μέγ’ ἀμείνων: ἀμείνων σοῦ δηλονότι· οὐ γὰρ φιλῶν |
| book 333.2 | Πάτροκλον συνέκρινεν ἂν αὐτὸν ἑαυτῷ. b(BCE3)T |
| book 334.1 | μετόπισθε: ἢ τοπικῶς ὡς τὸ „νῦν δέ σε τῶν †ὄπισθεν† |
| book 334.2 | γουνάζομαι“ (λ 66). ἢ χρονικῶς ἀντὶ τοῦ μετὰ ταῦτα. b(BCE3)T |
| book 335-6.1 | σὲ μὲν κύνες 〈ἠδ’ οἰωνοί / ἑλκήσους’ ἀϊκῶσ〉: |
| book 335-6.2 | ἀφορμὴν αὐτῷ δέδωκε δεήσεως, ἀπειλήσας περὶ τῆς αἰκίσεως· πολλὴν |
| book 335-6.3 | γὰρ πρόνοιαν εἶχε τοῦ θάπτεσθαι (cf. Χ 259). b(BCE3)T |
| book 336a1.1 | 〈ἑλκήσους’ ἀϊκῶς:〉 οἱ περὶ Ἀντίμαχον (fr. 148 W.) |
| book 336a1.2 | ἐπὶ τὸ γνωριμώτερον „ἑλκήσουσι κακῶσ“. Aim |
| book 336a2 | {ἄλλως· ἀϊκῶς:} ἀϊκῶς Ἀντίμαχος „κακῶσ“. T |
| book 336b | ΑΙΚΩΣ: οἱ μὲν δισυλλάβως αὐτὸ προφέρονται, οἱ δὲ |
| book 336b.1 | συνεστάλθαι φασίν. περισπᾶται δέ· ἔστι γὰρ T ἐκ τοῦ αἰκέως |
| book 336b.2 | πεπονθός, b(BCE3E4)T ὃ σημαίνει τὸ αἰκιστικῶς b(BCE3)T |
| book 336b.3 | καὶ χαλεπῶς, T γίνεται αἰκῶς καὶ ἀϊκῶς. b(BCE3E4) |
| book 337.1 | ὀλιγοδρανέων: ὀλίγον τοῦ δρᾶν ἔχων. b(BCE3E4)T |
| book 337.2 | πολὺς δὲ ἔλεος τοῦ πρὸς τῷ τελευτᾶν φωνὴν ἀφιέντος. b(BCE3)T |
| book 338.1 | λίσσομ’ ὑπὲρ ψυχῆς: κατὰ ψυχῆς, ὡς τὸ „καί μιν ὑπὲρ |
| book 338.2 | πατρὸς καὶ μητέρος / λίσσεο“ (Ω 466—7). b(BCE3E4)T |
| book 342.1 | σῶμα δὲ οἴκαδ’ ἐμὸν 〈δόμεναι πάλιν, ὄφρα πυρός |
| book 342.2 | με〉: ὅτι καὶ οἱ ἐπὶ τῆς ἰδίας πατρίδος τελευτῶντες διὰ πυρὸς ἐθά‐ |
| book 342.3 | πτοντο. A |
| book 343 | λελάχωσι: ὅτι ἀντὶ τοῦ λαχεῖν ποιήσωσι. A |
| book 344.1 | 〈τὸν δ’ ἄρ’ ὑπόδρα ἰδών:〉 ἐν ἄλλῳ „τὸν δ’ ἀπαμειβό‐ |
| book 344.2 | μενοσ“. Aint |
| book 346-8.1 | αἲ γάρ πως αὐτόν με 〈μένος—ἀπαλάλ‐ |
| book 346-8.2 | κοι〉: τὸ ἑξῆς, ἀνδρῶν οὐκ ἔστιν ὃς σῆς γε κύνας κεφαλῆς ἀπα‐ |
| book 346-8.3 | λάλκοι (348). αἲ γάρ πως αὐτόν με μένος καὶ θυμὸς ἀνείη, / |
| book 346-8.4 | ὤμ’ ἀποταμνόμενον κρέα ἔδμεναι (346—7). μεταξὺ δὲ ἀν‐ |
| book 346-8.5.1 | εφώνησε τὸ οἷά μ’ ἔοργας (347). b(BCE3E4)T ἔστι δὲ ὡς |
| book 346-8.5.2 | „ὠμὸν βεβρώθοισ“ (Δ 35) καὶ „ἐσθέμεναι προσφῦσα“ (Ω 213). T |
| book 347a | ἀποταμνόμενον: ἐκλύει τὴν ἔμφασιν τὸ ἀποταμνό‐ |
| book 347a | μενον, εἰ μὴ ἀντὶ τοῦ ἀποσπαράσσοντα κεῖται. b(BCE3)T |
| book 347b.1 | κρέα ἔδμεναι: κατὰ συστολὴν τὸ α ἀνεγνώσθη, ὥσπερ |
| book 347b.2 | καὶ ἐν τῇ συνηθείᾳ. AT ἐκτείνει δὲ Τυραννίων (fr. 47 P. = 52 H.)· |
| book 347b.3 | ἀλλ’ οὐδέποτε ὁ ποιητὴς κρέαα εἶπεν. T |
| book 348a.1 | ὣς οὐκ ἔσθ’, ὃς σῆς γε 〈κύνας κεφαλῆς ἀπαλάλ‐ |
| book 348a.2 | κοι〉: βέλτιον πρὸ τούτου στίζειν καὶ τὸ ὥς εἰς τὸ οὕτω μεταλαμβά‐ |
| book 348a.3 | νειν. A |
| book 348b.1 | οὐκ ἔσθ’, ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι: |
| book 348b.2 | οὐδὲ νεκρὸς ὢν ἕξεις τὸν βοηθήσοντα. T |
| book 349a.1 | οὐδ’ εἴ κεν δεκάκις τε: ἤτοι ἀπὸ τούτου ἀρκτέον, ἵνα |
| book 349a.2 | ὑποστίζωμεν „ἄγοντεσ“ (Χ 350), „καὶ ἄλλα“ (Χ 350), 〈„Πρίαμοσ“〉 |
| book 349a.3 | (Χ 352), τῆς ἀνταποδόσεως οὔσης „οὐδ’ ὧς σέ γε πότνια μήτηρ“ |
| book 349a.4 | (Χ 352). ἢ τοῖς ἄνω προσαπτέον „ὣς οὐκ ἔσθ’, ὃς σῆς γε κύνας |
| book 349a.5.1 | 〈κεφαλῆς ἀπαλάλκοι〉“ (Χ 348), οὐδ’ εἴ κεν δεκάκις τε καὶ τὰ |
| book 349a.5.2 | ἑξῆς: ἔσται δὲ ἀπ’ ἄλλης ἀρχῆς „οὐδ’ ὧς σέ γε πότνια μήτηρ“ |
| book 349a.5.3 | (Χ 352). A |
| book 349b.1 | εἰκοσινήριτ’ ἄποινα: σημειοῦνταί τινες πρὸς τὴν εἰ‐ |
| book 349b.2 | κοσινήριτα λέξιν ὅτι πρὸς εἴκοσι ἐξισούμενα, εἰκοσαπλᾶ. A |
| book 349c1 | εἰκοσινήριτα: ὑφ’ ἓν ἀναγνωστέον ὡς τὸ „ἐεικοσά‐ |
| book 349c1.1 | βοια“ (α 431). παραφυλακτέον δὲ ὅτι ὁ εἴκοσιν ἀριθμὸς εἰς ν λήγων |
| book 349c1.2 | συντέθειται· τὸ γὰρ ν τοῦ εἴκοσίν ἐστιν. καὶ ἔστι τὰ εἰκοσάκις ἐρίζοντα |
| book 349c1.3 | καὶ ἰσούμενα· b(BCE3E4)T „Νέστωρ οἶος ἔριζεν“ (Β 555) 〈καὶ〉 |
| book 349c1.5.1 | „ἐριζέμεν οὐκ ἐθελήσω“ (θ 223) καὶ „μεγήριτα τέκνα θεάων“ (Hsd. |
| book 349c1.5.2 | th. 240), οἷον θεαῖς ἐρίζοντα. T |
| book 349c2.1 | {εἰκοσινήριτ’·} ὑφ’ ἓν ἀναγνωστέον ὡς „εἰκοσάβοια“. |
| book 349c2.2 | ἔσται δὲ πρὸς εἴκοσιν ἐρίζοντα, ὅ ἐστιν ἐξισούμενα. †φυλακτέον† |
| book 349c2.3 | δὲ ὅτι ὁ εἴκοσιν ἀριθμὸς εἰς ν καταλήξας συνετέθη. A |
| book 349d.1 | ἄλλως· εἰκοσινήριτα: εἰκοσαπλᾶ. εἰκοσάκις ἐξισούμενα |
| book 349d.2 | τοῖς ὑπὸ σοῦ νοουμένοις δώροις· τὸ γὰρ ἐρίζειν καὶ ἐπὶ τοῦ ἐξισοῦσθαι |
| book 349d.3 | τάσσεται. b(BCE3E4)T |
| book 350.1 | στήσωσι: παραστήσωσιν, ἢ b(BCE3)T ἰσόσταθμά |
| book 350.2 | σοι κομίσωσιν. b(BCE3E4)T |
| book 351a.1 | οὐδ’ εἴ κεν ς’ αὐτὸν 〈χρυσῷ ἐρύσασθαι ἀνώγοι〉: |
| book 351a.2 | οὐκ ἔστι σύνθετον, ἐπεὶ ἁμαρτήσεται. T |
| book 351b.1 | οὐδ’ εἴ κέν ς’ αὐτὸν 〈χρυσῷ ἐρύσασθαι ἀνώγοι〉: |
| book 351b.2 | ὅτι ὑπερβολικῶς λέγει. ὁ δὲ Αἰσχύλος ἐπ’ ἀληθείας ἀντίσταθμον |
| book 351b.3 | χρυσὸν πεποίηκε πρὸς τὸ Ἕκτορος σῶμα ἐν Φρυξίν (T.G.F. p. 84 |
| book 351b.4 | N.2 = fr. 254 a M. = p. 365 R.). A |
| book 351c1.1 | χρυσῷ ἐρύσασθαι: πρὸς χρυσὸν ἀντιστῆσαι. τοῦτο |
| book 351c1.2 | δὲ ὑπερβολικῶς εἶπεν. ὁ μέντοι Αἰσχύλος ἐν Ἕκτορος λύτροις (T. |
| book 351c1 | G. F. p. 84 N.2 = fr. 254 b M.) ἀληθὲς αὐτὸ ἐξεδέξατο. T |
| book 351c2.1 | 〈οὐδ’ εἴ κεν—ἀνώγοι:〉 οὐδὲ ἐάν †σοι† ἰσοστάθ‐ |
| book 351c2.2 | μῳ χρυσῷ ἀναλαβεῖν βουληθῇ. | οὐδὲ ἐὰν θελήσῃ σε πρὸς χρυσὸν |
| book 351c2.3 | ἀντιστῆσαι. τοῦτο δὲ ὑπερβολικῶς εἶπεν. b(BCE3) |
| book 354a.1 | κατὰ πάντα δάσονται: ὅλον κατέδονται. ἔμφασιν δὲ |
| book 354a.2 | ἔχει τῆς διακοπῆς τὸ ὑπερβατόν. b(BCE3)T |
| book 354b | 〈πάντα:〉 ὅτι ἀντὶ τοῦ ὅλον. Aim |
| book 355.1 | καταθνῄσκων: δαιμονίως τῶν καιρῶν στοχάζεται· ἔμ‐ |
| book 355.2 | προσθεν μὲν γὰρ „ὀλιγοδρανέων“ (Χ 337) παρ’ αὐτὴν τὴν τρῶσιν, |
| book 355.3 | νυνὶ δὲ ἤδη ἀποθνῄσκων. b(BCE3E4)T |
| book 356a.1 | ἦ ς’ εὖ γινώσκων 〈προτιόσσομαι, οὐδ’ ἄρ’ ἔμελ‐ |
| book 356a.2 | λον〉: τὸν ἦ σύνδεσμον περισπαστέον· ἔστι γὰρ βεβαιωτικός. AT | |
| book 356a.3 | ἡ διπλῆ δέ, ὅτι ἀπὸ τῶν ὄσσων ἡ μεταφορά· προβλέπω τῷ νῷ, ἀντὶ |
| book 356a.4 | τοῦ προέβλεπον· ἤλλακται γὰρ ὁ χρόνος. καὶ πρὸς τὸ οὐδ’ ἄρ’ |
| book 356a.5 | ἔμελλον, ὅτι ἀντὶ τοῦ οὐκ εἰκὸς ἦν με πείσειν. A |
| book 356b.1 | προτιόσσομαι: προσφθέγγομαι, παρὰ τὴν ὄσσαν. b |
| book 356b.2 | (BCE3E4)T ἀλλ’ οὐκ οἶδεν ὁ ποιητὴς τὸ „ὄσσα“ (Β 93. ω 413) |
| book 356b.3 | ἐπὶ θνητῆς φωνῆς. ἔστιν οὖν ἀντὶ τοῦ T προορώμην, b(BCE3E4) |
| book 356b | T ὡς „ὀσσόμενος πατέρ’ ἐσθλόν“ (α 115). T |
| book 358.1 | μή τοί τι θεῶν μήνιμα γένωμαι: μὴ ὁ ἐμὸς θάνατος |
| book 358.2 | τὸν ἐκ θεῶν †θάνατον† ἐπὶ σὲ ἐρεθίσῃ, b(BCE3E4)T ἐπεὶ καὶ |
| book 358.3 | αὐτόν σε δεήσει ὑπὸ Τρώων ἑλκυσθῆναι. T |
| book 359.1 | ἤματι τῷ: τῇ ἑξῆς μετὰ τὰς ταφὰς ἀνῃρέθη, „αὐτίκα γάρ |
| book 359.2 | τοι ἔπειτα μεθ’ Ἕκτορα πότμοσ“ (Σ 96). T |
| book 359-60a1.1 | ὅτε κέν σε Πάρισ〈—πύλῃσιν〉: οἱ μὲν ὅτι |
| book 359-60a1.2 | μαντεύονται περὶ ἀποβίωσιν. †ἀρίστευσε·† παρέχουσι δὲ καὶ Ἀπόλ‐ |
| book 359-60a1.3 | λωνα, ἐπεὶ καὶ αὐτὸς Τέννην ἀνεῖλε τὸν Ἀπόλλωνος. T |
| book 359-60a2.1 | οἱ μέν φασιν ὅτι ταῦτα λέγει, ἐπεὶ αἱ ψυχαὶ ἐξερχόμεναι |
| book 359-60a2.2 | μαντικαὶ γίνονται· οἱ δὲ ὅτι στοχάζεται αὐτὸν εἰς τὴν πόλιν εἰσελθεῖν |
| book 359-60a2.3 | σπεύδοντα καὶ λοχηθῆναι ὑπονοεῖ. b(BCE3E4) |
| book 362a.1 | ψυχὴ δ’ ἐκ ῥεθέων πταμένη 〈Ἄϊδος δὲ βεβήκει〉: |
| book 362a.2 | σημειοῦνταί τινες ὅτι μόνη κάτεισιν εἰς Ἅ〈ι〉δου ἡ ψυχὴ καὶ οὐ |
| book 362a.3 | δεῖται τῆς Ἑρμοῦ παραπομπῆς. A |
| book 362b | ἐκ ῥεθέων: Αἰολεῖς τὸ πρόσωπον ῥέθος. T |
| book 365 | τέθναθι: ὑπερβολὴ ὀργῆς τὸ καὶ πρὸς νεκρὸν διαλέγεσθαι. |
| book 365 | b(BCE3E4)T |
| book 365-6.1 | κῆρα δ’ ἐγὼ τότε δέξομαι, 〈ὁππότε κεν δή / |
| book 365-6.2 | Ζεὺς ἐθέλῃ—ἄλλοι〉: καλὸν τοῖς νέοις μεμνῆσθαι τῶν ἐπῶν. |
| book 365-6.3 | ὁ δὲ Ἕκτωρ φιλοψυχῶν πρὸς τὸν Πάτροκλόν φησι· „τί νύ μοι μαν‐ |
| book 365-6.4 | τεύεαι αἰπὺν ὄλεθρον;“ (Π 859). b(BCE3E4)T |
| book 367.1 | καὶ ἐκ νεκροῖο ἐρύσ〈σ〉ατο: ἔστι πάλιν ὡς ἐπὶ γραφῆς |
| book 367.2 | τὸ πᾶν σκοπῆσαι. T |
| book 369.1 | περίδραμον: ὡς γὰρ ἐπὶ παράδοξον πρᾶγμα συνθέουσιν. |
| book 369.2 | b(BCE3E4)T |
| book 370.1 | οἳ καὶ θηήσαντο 〈φυὴν καὶ εἶδος ἀγητόν〉: καὶ |
| book 370.2 | ταῦτα εἰς οἶκτον τοῦ ἀνῃρημένου. b(BCE3)T |
| book 371a1.1 | οὐδ’ ἄρα οἵ τις ἀνουτητί 〈γε παρέστη〉: δημώδους |
| book 371a1.2 | πλήθους τὸ πάθος, αὖξον δὲ τὴν ἀρετὴν τοῦ κειμένου· ὃ εἰδυῖα Ἀν‐ |
| book 371a1.3 | δρομάχη φησί· „χωόμενος, ᾧ δή που ἀδελφεὸν ἔκτανεν Ἕκτωρ“ |
| book 371a1.4 | (Ω 736). δύο δὲ συνέχονται πάθεσιν, ἐκπλήξει δὲ καὶ μίσει. T |
| book 371a2.1 | δημώδους πλήθους τὸ ἔργον· συνέχονται γὰρ δύο πάθε‐ |
| book 371a2.2 | σιν, ἐκπλήξει τε καὶ μίσει. αὔξεται δὲ διὰ τούτου ἡ ἀρετὴ τοῦ κειμένου. |
| book 371a2.3 | b(BCE3E4) |
| book 371b | ἀνουτητί: εἰ μὴ ἔτρωσεν αὐτόν. T |
| book 373-4.1 | ἦ μάλα δὴ μαλακώτεροσ〈—κηλέῳ〉: σαρ‐ |
| book 373-4.2 | κασμός, ὅταν ἐπαίνων λεγομένων ψόγον ἔχῃ, ὡς τὸ „ἦ μάλ’ ἐλαφρὸς |
| book 373-4.3 | ἀνήρ“ (Π 745) b(BCE3E4)T καὶ „ὄφρ’ ἐπὶ νηυσὶ συνώμεθα“ |
| book 373-4.4 | (Ν 381). T |
| book 375a.1 | ὣς ἄρα τις εἴπεσκε 〈καὶ οὐτήσασκε παραστάσ〉: |
| book 375a.2 | ὅτι οὐ πάντως πρότερον ἔλεγον, ἀλλ’ ἅμα παίοντες ἐπεφώνουν ὥστ’ |
| book 375a | εἶναι, ὣς ἄρα τις ἔλεγε καὶ οὐτήσασκε. A |
| book 375b.1 | 〈εἴπεσκε〉 καὶ οὐτήσασκε 〈παραστάσ〉: ἅμα λέγον‐ |
| book 375b.2 | τες καὶ ἐτίτρωσκον. τὸ δὲ ὁμοιοτέλευτον σχῆμα οὐκ ἐπὶ τέλους· ἔνθεν |
| book 375b.3 | λανθάνει τὸν ἀκροατὴν προσέχοντα ταῖς αἰκίαις Ἕκτορος. b(BCE3 |
| book 375b.4 | E4)T |
| book 378.1 | ὦ φίλοι, Ἀργείων ἡγήτορες 〈ἠδὲ μέδοντεσ〉: ὅτι |
| book 378.2 | Ζηνόδοτος ἀντὶ τούτου πεποίηκεν „Ἀτρείδη τε καὶ ἄλλοι ἀριστῆες |
| book 378.3 | Παναχαιῶν“ (= Η 327. Ψ 237). οὐ πάρεστι δὲ ὁ Ἀγαμέμνων ἐπὶ |
| book 378.4 | ταύτης τῆς μάχης, ἀλλ’ ἐπὶ τῆς σκηνῆς, ἔτι τραυματίας ὤν. A |
| book 379a.1 | ἐπειδὴ τόνδ’ ἄνδρα 〈θεοὶ δαμάσασθαι ἔδωκαν〉: |
| book 379a.2 | ὅτι τὴν αἰτίαν προτέταχεν, ἐπειδὴ τόνδ’ ἄνδρα θεοί. ἔδει δὲ οὕτως· |
| book 379a.3 | „εἰ δ’ ἄγετ’, ἀμφὶ πόλιν σὺν τεύχεσι πειρηθῶμεν, / ὄφρα κ’ ἔτι γνῶμεν |
| book 379a.4 | Τρώων νόον, / ἢ καταλείψουσι〈ν〉 πόλιν ἄκρην τοῦδε πεσόντος, / ἦε |
| book 379a.5.1 | μένειν μεμάασιν“, / ἐπειδὴ τόνδ’ ἄνδρα θεοὶ δαμάσασθαι ἔδω‐ |
| book 379a.5.2 | καν (Χ 381—4. 379). ὁ δὲ Διονύσιος (fr. 50 Schm. = 13 L.) διστάζει, |
| book 379a.5.3 | μὴ πρὸς τὴν ἀπόλειψιν τοῦ χρόνου· παραβάλλει γὰρ τὸ „ἐπειδὴ |
| book 379a.5.4 | νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο“ (Ψ 2) καὶ „ἐπίτονος βέβλητο“ |
| book 379a.5.5 | (μ 423)· τὰ γὰρ τοιαῦτα ἐσημειοῦντο πρὸς κρίσιν ποιημάτων, ὅτι |
| book 379a.10 | σπανίως Ὅμηρος κακομέτρους ποιεῖ. A |
| book 379b.1 | ἐπειδὴ τόνδ’ ἄνδρα: σημειῶδες ὅτι καὶ ἀκεφάλοις χρῆ‐ |
| book 379b.2 | ται ὁ ποιητής, ὥστε οὐ δεῖ προπερισπᾶν τὸ „φίλε κασίγνητε“ (Φ 308). |
| book 379b.3 | T |
| book 379c.1 | ἄλλως: ἐπειδὴ τόνδ’ ἄνδρα: τὴν αἰτίαν τοῦ πράγματος |
| book 379c.2 | προὔθηκεν· ἔδει γὰρ εἰπεῖν ‘δεῦτε, πειρηθῶμεν, εἰ καταλείψουσι πόλιν |
| book 379c.3 | ἄκρην, ἐπειδὴ τόνδε ἄνδρα‘ (cf. Χ 381. 383. 379). b(BCE3E4)T |
| book 379c.4 | ἔστι δὲ ὅμοιον τῷ „πολλοὶ γὰρ τεθνᾶσι κάρη κομόωντες 〈Ἀχαι‐ |
| book 379c.5 | οί〉“ (Η 328). T |
| book 379d.1 | ἄλλως: ἐπειδὴ τόνδ’ ἄνδρα: παιδευτικὸν καὶ τοῦτο |
| book 379d.2 | πρὸς εὐσέβειαν· ἐπὶ τηλικούτῳ γὰρ κατορθώματι οὐδὲν ἀλαζονεύεται. |
| book 379d.3 | b(BCE3E4)T |
| book 380 | 〈ἔρρεξεν:〉 γράφεται „ἔρδεσκεν“. Aim |
| book 381-90.1 | εἰ δ’ ἄγετ’ 〈ἀμφὶ πόλιν—ἑταίρου〉: στρα‐ |
| book 381-90.2 | τηγικῶς μὲν τὸν καιρὸν συνίησι, καταπλήσσων τοὺς πολεμίους παρὰ |
| book 381-90.3 | τὴν πτῶσιν τῶν ἀπολωλότων· φιλοστόργως δὲ μετάγεται, τὸ φιλέ‐ |
| book 381-90.4 | ταιρον προτιθεὶς τοῦ φιλοτίμου. b(BCE3E4)T |
| book 385a.1 | ἀλλὰ τίη μοι ταῦτα 〈φίλος διελέξατο θυμόσ〉: ἐν‐ |
| book 385a.2 | ταῦθα ἀνακύπτει τὸ δεξιὸν τῆς οἰκονομίας, τὸ πρὸ τῆς Πατρόκλου |
| book 385a.3 | ταφῆς ἐξιέναι τὸν Ἀχιλλέα. T |
| book 385b.1 | ἄλλως· ἀλλὰ τίη μοι ταῦτα〈—θυμόσ〉: οἱ περὶ |
| book 385b.2 | Ἡρόδικόν φασι προφασίζεσθαι αὐτὸν 〈διὰ〉 τὸν περὶ τὰς Σκαιὰς |
| book 385b | πόλεμον. T |
| book 388.1 | 〈ζωοῖσιν μετέω καί μοι φίλα γούνατ’ ὀρώρῃ:〉 |
| book 388.2 | †ὅτι† „ζωὸς ἐν Ἀργείοισι φιλοπτολέμοισι μετείω“. Aim |
| book 390a1.1 | αὐτὰρ ἐγὼ καὶ κεῖθι 〈φίλου μεμνήσομ’ ἑταίρου〉: |
| book 390a1.2 | ἀμέλει καὶ ἐν Ἅιδου συνὼν αὐτῷ ὁρᾶται (cf. λ 467—8). κάλλιστον |
| book 390a1.3 | οὖν πρὸς φιλεταιρίαν. T |
| book 390a2.1 | κάλλιστα πρὸς φιλεταιρίαν τὰ ἔπη καὶ φίλοις ἀναγινώ‐ |
| book 390a2.2 | σκειν ἁρμόδια. b(BCE3E4) |
| book 391a.1 | νῦν δ’ ἄγ’ ἀείδοντες παιήονα: πῶς τὸν πολέμιον |
| book 391a.2 | Ἀπόλλωνα ᾄδει; ἢ ὡς Τρῶες Ἀθηνᾶν (cf. Ζ 297—311), εὐμενίζονται |
| book 391a.3 | τὸν θεόν. b(BCE3E4)T ἢ εὕρημα μὲν αὐτοῦ ὁ παιάν, οὐ πάντως |
| book 391a.4 | δὲ εἰς αὐτὸν ὁ ὕμνος· b(BE3E4)T μετὰ δὲ τὴν νίκην τοῦ δρά‐ |
| book 391a.5 | κοντος αὐτὸν ἐξεῦρεν. T |
| book 391b.1 | παιήονα: ὅτι οὐ μόνον συμποτικὴ καὶ μετ’ ὀρχήσεως |
| book 391b.2 | ἡ πάλαι μουσική, ἀλλὰ καὶ εἰς θρήνους ἐπιτηδεία· b(BCE3E4)T |
| book 391b.3 | ἥτις καὶ μέχρι τῶν Πυθαγορ〈ε〉ίων ἐθαυμάζετο, καλουμένη κάθαρσις. |
| book 391b | περὶ δὲ τὴν ἐαρινὴν εἰς ταὐτὸν συνιόντες ἤκουον ἑνός, ὃς μέσος καθ‐ |
| book 391b.5.1 | ήμενος ᾖδε λύριον ἔχων ταῖς ἠρεμαίαις ἁρμονίαις. Ἀχιλλεὺς (cf. Ι 189) |
| book 391b.5.2 | δὲ μόνος καὶ Πάρις (cf. Γ 54) οἶδε παρ’ Ὁμήρῳ, ὁ μὲν ὑπὸ Χείρωνος |
| book 391b.5.3 | τοῦ καὶ Ὀρφέα παιδεύσαντος, ὁ δὲ ἐν Ἴδῃ τραφείς, οὗ διέτριψαν οἱ |
| book 391b.5.4 | Ἰδαῖοι Δάκτυλοι, μουσικώτατοι γεγονότες καὶ πολλὰ εἰς τήνδε τὴν |
| book 391b.5.5 | τέχνην 〈συμβαλόμενοι〉: ὧν ἕνα Κρινόεντά φασιν, ὃς πρῶτος Μούσαις |
| book 391b.10.1 | ἔθυσεν· οὗ ἀπόγονος Τέρπανδρος ὁ Ἀντισσαῖος. ἐπὶ δὲ τοῦ „ὅς τ’ |
| book 391b.10.2 | ἐφέηκε πολύφρονά περ μάλ’ ἀεῖσαι 〈/ καί θ’ ἁπαλὸν γελάσαι〉“ |
| book 391b.10.3 | (ξ 464—5) οὐκ ἀποδοκιμάζων τὸ ᾄδειν φησίν, ἀλλὰ {διὰ} τὸ „μάλα“ |
| book 391b.10.4 | (ξ 464) τό τε „ἁπαλὸν γελάσαι“ (ξ 465), ὅ ἐστι καγχάσαι. ἡ δὲ |
| book 391b.10.5 | ἁπαλὴ ὄρχησις, μόθων καὶ βαυκισμὸς καὶ ποδισμός, ἅπαντα τοῖς |
| book 391b.15 | μαλακοῖς δέδοται. T |
| book 391c.1 | ἄλλως: παιήονα: τὸν ἐπὶ καταπαύσει κακῶν ᾀδόμενον |
| book 391c.2 | ἢ ἐπὶ τῷ μὴ γενέσθαι. T |
| book 393-4a.1 | ἠράμεθα μέγα κῦδοσ〈—εὐχετόωντο〉: ἀθε‐ |
| book 393-4a.2 | τοῦνται στίχοι δύο, ὅτι παρὰ τὴν ἀξίαν Ἀχιλλέως οἱ λόγοι· αὐτὸς |
| book 393-4a.3 | γὰρ ἦν ὁ λέγων· „ὄφρα καὶ Ἕκτωρ / εἴσεται, ἤ ῥα καὶ οἶος ἐπίστηται |
| book 393-4a | πολεμίζειν / ἡμέτερος θεράπων“ (Π 242—4). A |
| book 393-4b.1 | ἠράμεθα〈—εὐχετόωντο〉: Ἑλληνικῶς κοινοποι‐ |
| book 393-4b.2 | εῖ τὴν νίκην, καὶ ἀναζωπυρῶν τὸ συμμαχικὸν οἴχεταί φησι Τρωσὶ τὰ |
| book 393-4b.3 | πράγματα μετὰ τελευτὴν Ἕκτορος. b(BCE3E4)T |
| book 395a1 | 〈ἀεικέα:〉 †αἰκιστά. Til |
| book 395a2.1 | χαλεπὰ καὶ αἰκιστικά, ἢ ἀπρεπῆ. μήδετο δὲ ἀντὶ τοῦ |
| book 395a2.2 | εἰργάζετο. b(BCE3) |
| book 396-7.1 | 〈ἀμφοτέρων〉 μετόπισθε ποδῶν 〈τέτρηνε τένον‐ |
| book 396-7.2 | τε / ἐς σφυρὸν ἐκ πτέρνησ〉: ἐκ τοῦ ὑποκάτωθεν μέρους τοῦ κατὰ |
| book 396-7.3 | τὴν πτέρναν ἕως ἐπὶ τὸ σφυρὸν ὥστε ὅλην λύσασθαι τὴν ἀγκύλην. |
| book 396-7.4 | b(BCE3)T Λεπτίνης δὲ κακῶς φησιν ‘ἐκ πτέρνης (cf. 397) τοῦ |
| book 396-7.5 | ἅρματοσ‘. T |
| book 396.1 | ἀμφοτέρων μετόπισθε ποδῶν 〈τέτρηνε τένοντε〉: |
| book 396.2 | ὅτι νῦν τένοντας εἶπε τὰ διατεταμένα τῶν σφυρῶν νεῦρα ὄπισθεν τῆς |
| book 396.3 | κνήμης. A |
| book 398.1 | ἐκ δίφροιο δ’ ἔδησε: διὰ τί Ἀχιλλεὺς θανόντα σύρει |
| book 398.2 | —ὡς Θεσσαλὸν πατρίῳ ἔθει τοῦτο ποιῆσαι. A |
| book 402a | 〈πίλναντο:〉 ἔν τισι „πίμπλαντο“. Aim |
| book 402b1 | πίτναντο: ἐξεπετάννυντο διὰ τοῦ τ. τινὲς δὲ „πίλναν‐ |
| book 402b1 | το“. T |
| book 402b2 | ἐξεπετάννυντο καὶ πρὸς γῆν ἥπλωντο. b(BCE3) |
| book 403-4.1 | τότε δὲ Ζεὺς 〈δυσμενέεσσι / δῶκεν ἀεικίσσασθαι〉: |
| book 403-4.2 | πῶς ὁ καὶ παρὰ τὴν εἱμαρμένην θέλων σῴζειν οὐκ ἤμυνεν; ἢ ὅτι παρ‐ |
| book 403-4.3 | είπετο τῷ θανάτῳ ἡ αἰκία· ἐάσας οὖν ἀποθανεῖν καὶ αἰκισθῆναι εἴασεν. |
| book 403-4.4 | ἢ τὸ δῶκεν (404) ἀντὶ τοῦ ‘οὐκ ἤμυνεν‘. T |
| book 403 | 〈δυσμενέεσσι:〉 ἐν ἄλλῳ „τερπικέραυνοσ“. Aint |
| book 405-7.1 | ἡ δέ νυ μήτηρ〈—παῖδ’ ἐσιδοῦσα〉: οὐ λει‐ |
| book 405-7.2 | ποψυχεῖ ὡς ἐθὰς φόνων υἱῶν καὶ προαρξαμένη τῆς λύπης ἐν τῷ διώ‐ |
| book 405-7.3 | κεσθαι αὐτόν (cf. Χ 82—9). τῇ δὲ Ἀνδρομάχῃ ἄθρουν προσέπεσε τὸ |
| book 405-7.4 | πάθος (cf. Χ 466—74). b(BCE3E4)T |
| book 406.1 | 〈τίλλε κόμην,〉 ἀπὸ δὲ λιπαρὴν 〈ἔρριψε καλύ‐ |
| book 406.2 | πτρην〉: ἤλλαξε τὴν τάξιν· ῥίψασα γὰρ ἔτιλλεν. T |
| book 408.1 | ᾤμωξεν 〈...〉 πατήρ: ἐπὶ μὲν ἄρρενος ᾤμωξεν, b(BCE3 |
| book 408.2 | E4) ἐπὶ δὲ τῆς θηλείας „κώκυσεν“ (Χ 407)· ἡ μὲν γὰρ ἄναρθρος, |
| book 408.3 | †ἡ† δὲ μετὰ λόγου. καὶ ἑξῆς (sc. Χ 409) „κωκυτῷ τ’ εἴχοντο“ γυναι‐ |
| book 408.4 | κείῳ „καὶ οἰμωγῇ“ ἀνδρῶν. b(BCE3E4)T |
| book 410a.1 | ὡσεὶ ἅπασα: τινὲς περιέργως διὰ μόνου τοῦ ι γράφοντες |
| book 410a.2 | ἀποδιδόασιν ‘ὡς αὐτὴ ἅπασα‘. οὐκ οἶδεν δὲ ὁ ποιητὴς οὔτε τὴν ἵ οὔτε |
| book 410a.3 | τὴν σφεῖς. ἔστιν οὖν ὅμοιον τῷ ἐν Ὀδυσσείᾳ (κ 420—1)· „σοὶ μὲν |
| book 410a.4 | νοστήσαντι, διοτρεφές, ὣς ἐχάρημεν, / ὡς εἴ τ’ εἰς Ἰθάκην ἀφικοί‐ |
| book 410a.5 | μεθα“. A |
| book 410b.1 | ὡσεὶ ἅπασα: τινὲς τὸ ὡσεὶ διὰ τοῦ ι γράφουσι καὶ |
| book 410b.2 | δασύνουσιν, ἀντωνυμίαν ἐκδεχόμενοι τρίτου προσώπου ἀντὶ τοῦ ‘ὡς |
| book 410b.3 | αὐτή‘. ἀλλ’ οὐ χρῆται αὐτῇ ὁ ποιητής. Σοφοκλῆς Οἰνομάῳ (fr. 430 |
| book 410b.4 | N.2 = 471 P. = R.)· „ἡ μὲν ὡς ἳ θάσσονα / ἡ δὲ ὡς ἳ τέξοι παῖδα“. ἔστιν |
| book 410b.5 | οὖν δίφθογγος. T |
| book 410c.1 | ἄλλως· ὡσεὶ ἅπασα: καὶ Θουκυδίδης (7,75,5)· „οὐδὲν |
| book 410c.2 | γὰρ ἄλλο ἢ πόλει ἁλισκομένῃ ἐῴκεσαν“. T |
| book 411a | 〈Ἴλιος ὀφρυόεσσα:〉 ὅτι θηλυκῶς ἡ Ἴλιος. Aim |
| book 411b | ὀφρυόεσσα: ἐπὶ ὀφρυώδους τόπου κειμένη. T |
| book 411c | 〈σμύχοιτο:〉 οὕτως Ἀρίσταρχος σμύχοιτο. Aint |
| book 411d.1 | 〈σμύχοιτο:〉 σμύχεσθαι τὸ ἐκ τοῦ κατ’ ὀλίγον αὔξεσθαι |
| book 411d.2 | τὸ πῦρ μὴ τρεπόμενον εἰς φλόγα. b(BCE3E4) |
| book 411d.1 | σμύχοιτο: καταφλέγοιτο. ὁ δὲ λόγος· τοιοῦτος δέ φησι |
| book 411d.2 | θρῆνος διεγήγερτο ὡσπερεὶ τῆς Ἰλίου πάσης ὑπὸ πυρὸς καταφλεγο‐ |
| book 411d.5 | μένης. A |
| book 414.1 | κατὰ κόπρον: κόπρον τὰ κόπρια. ἔστι δὲ καὶ ἐπίγραμμα, |
| book 414.2 | ὃ εἰς Ἐπίχαρμον (fr. 296 K.) ἀναφέρεται· „εἰμὶ νεκρός, νεκρὸς δὲ |
| book 414.3 | κόπρος, γῆ δ’ ἡ κόπρος ἐστίν· / εἰ †δὲ† γῆ νεκρός b(BCE3E4)T |
| book 414 | ἐστ’, οὐ νεκρὸς ἀλλὰ θεός.“ T |
| book 415 | ἐξονομακλήδην: οὐ κοινῶς, ἀλλ’ ἰδίως. T |
| book 416a.1 | καί μ’ οἶον ἐάσατε: ὀνειδιστικῶς· T εἰ καὶ ὑμεῖς |
| book 416a.2 | οὐ δοκεῖτε ἐξελθεῖν, ἐμὲ μόνον ἐάσατε. b(BCE3E4)T |
| book 416b1.1 | κηδόμενοί περ: οὕτως πληθυντικῶς αἱ Ἀριστάρχου, |
| book 416b1.2 | καίπερ ὀδυνώμενοι καὶ αὐτοί. A |
| book 416b2 | Ἀρίσταρχος πληθυντικῶς κηδόμενοί περ. Aim |
| book 416c.1 | κηδόμενοί περ: Ἀρίσταρχος κηδόμενοι. | ὁ δὲ πέρ |
| book 416c.2 | πλεονάζει. T |
| book 418a.1 | λίσσωμ’ 〈ἀνέρα τοῦτον〉: λείπει ὁ ἵνα, ‘ἵνα λίσσωμαι‘. |
| book 418a.2 | T |
| book 418b.1 | ἀτάσθαλον 〈ὀβριμοεργόν〉: λοιδορεῖ ὃν ἱκετεύει, ἐπεὶ |
| book 418b.2 | στασιάζει ἐπ’ αὐτῷ τῷ πάθει. b(BCE3E4)T |
| book 419-20.1 | ἤν πως ἡλικίην 〈αἰδέσσεται ἠδ’ ἐλεήσῃ / γῆ‐ |
| book 419-20.2 | ρασ〉: προμελετᾷ τὴν ἱκετηρίαν (cf. Ω 486—506). b(BCE3E4)T |
| book 420.1 | καὶ δέ νυ τῷ γε πατήρ: τοῦτο πρῶτον ἱκετεύων προ‐ |
| book 420.2 | βάλλεται· „μνῆσαι πατρὸς σεῖο“ (Ω 486). b(BCE3E4)T |
| book 423 | τηλεθάοντα〈σ〉: ἀντὶ τοῦ θάλλοντα〈σ〉· οὐ γὰρ ἔγκειται |
| book 423 | τὸ τῆλε. T |
| book 425 | κατοίσεται: κατοίσει. T |
| book 428a.1 | 〈μήτηρ θ’, ἥ μιν ἔτικτε〉 δυσάμμορος 〈ἠδ’ ἐγὼ |
| book 428a.2 | αὐτόσ〉: τὸ δυσάμμορος ἐπίθετον ἑκατέρωθι δύναται προσδίδοσθαι· |
| book 428a.3 | βέλτιον δὲ ἴσως τοῖς ἑξῆς. A |
| book 428b.1 | δυσάμμορος: δεδιπλασίακε πρὸς τὴν ἐπίτασιν· τὸ γὰρ |
| book 428b.2 | δυς καὶ α ταὐτὸν δηλοῦσιν. b(BCE3E4)T |
| book 429a | 〈πολῖται:〉 γράφεται „γέροντεσ“. Aint |
| book 429b.1 | στενάχοντο πολῖται: „στενάχοντο γέροντεσ“. ἄμεινον |
| book 429b.2 | δέ· ἁρμόζοντα γὰρ πατράσιν εἴρηκεν. T |
| book 430a.1 | ἀδινοῦ: οἰκτροῦ κατὰ Αἰτωλούς· b(BCE3)T Ἀρί‐ |
| book 430a.2 | σταρχος ἀθρόου. T |
| book 430b | 〈ἀδινοῦ:〉 πυκνοῦ καὶ συνεχοῦς. b(BCE3E4) |
| book 431a.1 | τέκνον, ἐγὼ δειλὴ 〈τί νυ βείομαι αἰνὰ παθοῦσα〉: |
| book 431a.2 | στικτέον καὶ μετὰ τὸ τέκνον καὶ μετὰ τὸ δειλή. βέλτιον δέ ἐστι συν‐ |
| book 431a.3 | άπτειν μετὰ τὸ τέκνον πάντα, ἵν’ ᾖ τὸ ἑξῆς ‘τί νυ βείομαι ἐγὼ |
| book 431a.4 | δειλὴ αἰνὰ παθοῦσα;‘. A |
| book 431b | τέκνον: ἡ συνεχὴς ἀνάκλησις ἐπικουφίζει. b(BCE3E4)T |
| book 431c1.1 | τί νυ βείομαι: οὕτως Ἀρίσταρχος, ‘πῶς ζήσομαι;‘ |
| book 431c1.2 | τὸ δὲ „αἰνὰ τεκοῦσα“ ὡς τὸ „δυσαριστοτόκεια“ (Σ 54). τινὲς δὲ |
| book 431c1 | παθοῦσα. T |
| book 431c2 | Ἀρίσταρχος διὰ τοῦ η „βήομαι“, βιώσομαι. Aim |
| book 431c3.1 | τὸ δὲ βείομαι Ἀρίσταρχος διὰ τοῦ †ι† γράφει, ἵν’ ᾖ |
| book 431c3.2 | ‘πῶς βιώσομαι καὶ ζήσομαι σοῦ θανόντος;‘. τὸ δὲ αἰνὰ παθοῦσα |
| book 431c3.3 | „τεκοῦσα“ γράφει, ἵν’ ᾖ ὅμοιον τῷ „δυσαριστοτόκεια“. (Σ 54) τινὲς δὲ |
| book 431c3.4 | ἀντὶ τοῦ ‘πῶς ἀποβήσομαι, πῶς φροντισθήσομαι;‘, ὡς τὸ „οὔτι |
| book 431c3.5 | †βέομαι διός†“ (Ο 194) ἤτοι οὐ φροντίζω. b(BCE3E4) |
| book 431c3.1 | {τέκνον ἐγὼ δειλὴ} τί νυ βείομαι: ἀντὶ τοῦ ἐς τί ἔτι βιώσω, |
| book 431c3.2 | ὅ ἐστι ζήσω. | πῶς Ἑκάβη μὲν οὐ πίπτει—Ἀνδρομάχῃ δὲ |
| book 431c3.3 | ἀπροσδοκήτως ἐμπεσὸν εἰκότως ἐπεκράτησεν. A |
| book 432-5.1 | ὅ μοι νύκτας τε καὶ ἦμαρ / —θεὸν ὣς δει‐ |
| book 432-5.2 | δέχατο: καθ’ ἑκάστην οὖν ἡμέραν ὡς θεῷ σωτῆρί σοι ηὔχοντο. |
| book 432-5.3 | καὶ ὁ ζῶν ἰσόθεος νῦν οὐδὲ νεκρὸς εὐτυχής. A b (BCE3E4)T |
| book 433.1 | εὐχωλὴ 〈... ὄνειαρ〉: ἐμοὶ μὲν δόξα, τοῖς δὲ πολίταις ὄφε‐ |
| book 433.2 | λος. A b (BCE3E4)T |
| book 437a.1 | ἄλοχος δ’ οὔ πώ 〈τι πέπυστο〉: ἅμα πάντα γέγο‐ |
| book 437a.2 | νεν· ἀμέλει καὶ ἐξελθοῦσα ἀκμὴν εὑρίσκει αὐτὸν ὑπὸ τῶν ταχέων ἵπ‐ |
| book 437a.3 | πων ἑλκόμενον (cf. Χ 462—5). ἀλλ’ ἀδύνατον πάντα ὑφ’ ἓν διηγήσα‐ |
| book 437a | σθαι. T |
| book 437b.1 | οὔ πώ τι πέπυστο: ἢ τὰ αὐτὰ γὰρ ἂν εἶπε τοῖς |
| book 437b.2 | γονεῦσι καὶ περισσὴ ἐφαίνετο, ἢ ἐλεεινότερον †εἰποῦσα καὶ ἐλύετο† |
| book 437b.3 | ἡ ὑπόθεσις. T |
| book 440a.1 | ἀλλ’ ἥ γ’ ἱστὸν ὕφαινε 〈μυχῷ δόμου ὑψηλοῖο〉: |
| book 440a.2 | ὅτι ἀσυμπαθὴς ἡ Ἀνδρομάχη ἐν τοσούτῳ θορύβῳ κατ’ οἶκον ἀτρεμοῦ‐ |
| book 440a.3 | σα, καὶ ταῦτα τὴν Ἀχιλλέως ἔφοδον οὐκ ἀγνοοῦσα. ἔοικεν οὖν, φησὶν |
| book 440a.4 | ὁ Ἀρίσταρχος, προκαταχρησάμενος ὁ ποιητὴς τῷ τῆς Ἀνδρομάχης |
| book 440a.5.1 | προσώπῳ κατὰ τὴν πρὸς Ἕκτορα κοινολογίαν (sc. Ζ 394—502) |
| book 440a.5.2 | ἀπεσχῆσθαι νῦν τοῦ προσώπου. A |
| book 440b.1 | ἱστὸν ὕφαινε 〈μυχῷ δόμου〉: οἰκείως ἔχει ὁ μυχὸς |
| book 440b.2 | πρὸς τὸ μὴ ῥᾳδίως αἰσθέσθαι. b(BCE3E4)T |
| book 441a.1 | δίπλακα: διπλοΐδα, ἣν οἷόν τε διπλῆν περιβάλλεσθαι. |
| book 441a.2 | b(BCE3)T | 〈πορφυρέην·〉 γράφεται καὶ „μαρμαρέην“. T |
| book 441b.1 | θρόνα: τὰ βαπτὰ ἔρια, A b (BCE3E4)T κατὰ μετ‐ |
| book 441b.2 | ουσίαν, ὁμοίως τοῖς ποιοῦσι τὰ ποιούμενα. AT |
| book 441c | 〈θρόνα ποικίλα:〉 ἄνθη ποικίλα, ἐξ ὧν βάπτουσι. Ail |
| book 441d1 | 〈ἐν ... ἔπασσε:〉 ἡ {δὲ} ἔν πρὸς τὸ ἔπασσε. δηλοῖ |
| book 441d1 | δὲ κατὰ Κυπρίους τὸ ποικίλλειν, ἀφ’ οὗ καὶ παστός. b(BCE3) |
| book 441d2.1 | ἔπασσε: πάσσειν Κύπριοι τὸ ποικίλλειν, ἀφ’ οὗ καὶ |
| book 441d2.2 | ὁ παστός. A T |
| book 442-5.1 | κέκλετο δ’ ἀμφιπόλοισιν—νηπίη, οὐδ’ |
| book 442-5.2 | ἐνόησεν: αὔξει τὸ πάθος· τοσοῦτον γὰρ ἀπέχει τοῦ ἐννοεῖν τι τῶν |
| book 442-5.3 | συμβεβηκότων ὡς καὶ λουτρὰ τῷ ἀνδρὶ παρασκευάζειν, μονονουχὶ |
| book 442-5.4 | ὁρῶσα τὸν Ἕκτορα· διὸ καὶ ἐπεφώνησεν ὁ ποιητὴς συμπαθῶς τὸ |
| book 442-5.5.1 | νηπίη, οὐδ’ ἐνόησεν (445), ὥσπερ ἐλεῶν τὴν ἄγνοιαν αὐτῆς. A |
| book 442-5.5.2 | b(BCE3E4)T |
| book 445a | 〈νηπίη, οὐδ’ ἐνόησεν:〉 καθ’ ἑαυτὸ τὸ νηπίη. Aint |
| book 445b.1 | τῆλε λοετρῶν: εἰώθαμεν λέγειν ὅτι οὐκ ἐν τούτῳ ὁ |
| book 445b.2 | παρών ἐστι καιρός. T |
| book 447-8.1 | κωκυτοῦ δ’ ἤκουσε—κερκίς: τὸ γὰρ προακου‐ |
| book 447-8.2 | όμενον πάθος ἐκλύεται, τὸ δὲ παράδοξον ἀνιᾷ. T |
| book 447.1 | κωκυτοῦ δ’ ἤκουσεν: ἀντὶ τοῦ θρήνου ἤκουσεν. ἐζήτηται |
| book 447.2 | δέ, πῶς τοσούτου γενομένου θορύβου μόλις Ἀνδρομάχη προῆλθεν. |
| book 447.3 | φασὶ δὲ ὡς ὅτι ἡ προτέρα τοῦ ἀνδρὸς ἐπίπληξις ἡ ἐν τῇ Ζ (sc. 490—3) |
| book 447.4 | σωφρονεῖν αὐτὴν ἀναγκάζει. A |
| book 448a.1 | τῆς δ’ ἐλελίχθη γυῖα 〈χαμαὶ δέ οἱ ἔκπεσε κερκίσ〉: |
| book 448a.2 | ἀνυπέρβλητον τὸ πάθος· ἐννοεῖν γὰρ χρή, ποδαπὴ ἔσται ἐπιγνοῦσα |
| book 448a.3 | τὴν συμφοράν, ὁπότε ἐν ἀμφιβόλῳ τῇ ὑπονοίᾳ κατείληπται μὲν |
| book 448a.4 | τρόμῳ, ὅπερ σημαίνει διὰ τοῦ τῆς δ’ ἐλελίχθη γυῖα, ἀκρατὴς δὲ |
| book 448a.5.1 | γέγονε τῶν ἐν χερσίν· b(BCE3E4)T οὐ γὰρ ἐκβάλλει τὴν κερκίδα |
| book 448a.5.2 | ὡς ἐγνωκυῖα τὸ κακόν, ἀλλὰ χαλασθέντων αὐτῇ τῶν μελῶν ἐκπίπτει |
| book 448a | τῶν χειρῶν. b(BE3E4)T |
| book 448b | ἐλελίχθη: τρόμῳ περιεσείσθη. T |
| book 448c | κερκίς: παρὰ τὸ κρέκειν· ἐπῇδον γὰρ αὐταῖς. T |
| book 450 | ὅτιν’ ἔργα: ἄμεινον „ἅτι〈ν’〉“ ἀντὶ τοῦ ἅτινα. T |
| book 451.1 | 〈αἰδοίησ〉 ἑκυρῆς 〈ὀπὸς ἔκλυον〉: δι’ ἔθους μὲν γὰρ |
| book 451.2 | οἰμωγῆς ἤκουε, τὸ δὲ τῆς Ἑκάβης ἐξένισεν αὐτήν. b(BCE3E4)T |
| book 452.1 | πάλλεται ἦτορ 〈ἀνὰ στόμα〉: ἐμφαντικῶς δηλοῖ τὴν |
| book 452.2 | ψυχὴν ἐκπηδῆσαι βιαζομένην. b(BCE3E4)T |
| book 452-3.1 | 〈νέρθε δὲ〉 γοῦνα / πήγνυται: Καλλίμαχος (h. |
| book 452-3.2 | 5, 83—4)· „ἐκόλλησαν γὰρ ἀνίαι / γούνατα“. b(BE3E4)T |
| book 455.1 | θρασὺν Ἕκτορα: οἶδε γὰρ αὐτοῦ τὸ φιλότιμον· φησὶ |
| book 455.2 | γοῦν „φθίσει σε τὸ σὸν μένοσ“ (Ζ 407). b(BCE3)T |
| book 456-7.1 | 〈μοῦνον ἀποτμήξας—ἀλεγεινῆς:〉 ὅτι εἴωθεν |
| book 456-7.2 | ὁ ποιητὴς τὸ ἓν ἐν δύο περικοπαῖς φράζειν. T |
| book 457 | {ἀγηνορίης} ἀλεγεινῆς: τῆς ἐμοὶ λυπηρᾶς. T |
| book 459a.1 | προθέεσκεν: ἐβόα γοῦν „δεῦρ’ ἴτω ἐκ πάντων πρόμος |
| book 459a.2 | ἔμμεναι“ (Η 75). T |
| book 459b.1 | τὸ ὃν μένος οὐδενὶ εἴκων: οὐδενὶ παραχωρῶν τὴν |
| book 459b.2 | ἑαυτοῦ ψυχικὴν δύναμιν. b(BCE3)T |
| book 460 | μαινάδι ἴση: μαινομένῃ ἐοικυῖα. T |
| book 463.1 | ἔστη παπτήνας’ ἐπὶ τείχεϊ: εὖ τὸ μὴ πυθέσθαι παρ’ |
| book 463.2 | ἑτέρων· ἀλλὰ ψυχῆς ταρασσομένης ἔργον τὸ αὐτόπτην ἐθέλειν γενέ‐ |
| book 463.3 | σθαι. b(BCE3)T |
| book 464-5.1 | 〈ταχέες δέ μιν ἵπποι / ἕλκον〉 ἀκηδέστως: ἀπὸ |
| book 464-5.2 | τῆς Ἀχιλλέως διαθέσεως ἀκηδέστως (465) b(BCE3)T φησὶ |
| book 464-5.3 | καὶ τοὺς ἵππους ἕλκειν. b(BCE3) οἶκτον δὲ ἔχει καὶ τὸ ἐν ὄψει |
| book 464-5.4 | τῶν φιλτάτων ἕλκεσθαι, οὐδενὸς ἀμύνειν δυναμένου. b(BCE3)T |
| book 466.1 | τὴν δὲ κατ’ ὀφθαλμῶν 〈ἐρεβεννὴ νὺξ ἐκάλυψεν〉: |
| book 466.2 | τῆς μὲν τὸ πάθος ἐμάρανεν ἡ κατ’ ὀλίγον θέα, τὴν δὲ ἡ αἰφνίδιος ὄψις |
| book 466.3 | ἐπάταξεν. b(BCE3)T |
| book 467.1 | ἀπὸ δὲ ψυχὴν ἐκάπυσ〈σ〉εν: ὑπερβολικῶς ἐξέπνευσεν. |
| book 467.2 | b(BCE3)T |
| book 468a.1 | τῆλε δ’ ἀπὸ κρατὸς 〈χέε δέσματα σιγαλόεντα〉: |
| book 468a.2 | ὅτι βελτίων ἂν ἦν ἡ διάθεσις, εἰ μὴ ἐκπεπληγμένη τὰ ἐπὶ τῆς κεφαλῆς |
| book 468a.3 | ἀπέβαλεν, ἀλλ’ ὕστερον, ὅτε ἀναπινύσκεταί τε καὶ ἑαυτὴν ἀναλαμ‐ |
| book 468a.4 | βάνει, ἵν’ ᾖ οὕτως· „ἡ δ’ ἐπεὶ οὖν ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη, / |
| book 468a.5.1 | ἀμβλήδην γοόωσα 〈μετὰ Τρωῇσιν ἔειπεν /〉· τῆλε δ’ ἀπὸ κρατὸς |
| book 468a.5.2 | χέε δέσματα〈—μυρία ἕδνα〉“ (Χ 475—6. 468—72). A |
| book 468b.1 | τῆλε δ’ ἀπὸ κρατὸς 〈χέε δέσματα〉: καὶ πῶς ἀπο‐ |
| book 468b.2 | ψύξασα ἐνεργεῖ; ἔστι δὲ σύνηθες Ὁμήρῳ τὸ ὀφειλόμενον ἁπλῶς |
| book 468b.3 | ἑρμηνεύεσθαι ἐν δυσὶ περικοπαῖς ἐκφέρειν· b(BCE3E4)T „αὐτὰρ |
| book 468b.4 | ἐπὴν δὴ ταῦτα τελευτήσῃς τε καὶ ἔρξῃσ“ (α 293) ἀντὶ τοῦ ἔρξας |
| book 468b.5.1 | τελευτήσῃς· b(BCE3E4) „ἄνεσάν τε πύλας καὶ ἀπῶσαν ὀχῆασ“ |
| book 468b.5.2 | (Φ 537), ἀπώσαντες ἄνεσαν· „τιμήσῃ, ὀλέσῃ δὲ πολέασ“ (Β 4) ἀντὶ |
| book 468b.5.3 | τοῦ ὀλέσας τιμήσῃ· „φθέγγεο 〈...〉 καὶ ἐγρήγορθαι ἄνωχθι“ (Κ 67) |
| book 468b.5.4 | ἀντὶ τοῦ φθεγγόμενος ἄνωχθι γρηγορεῖν. οὕτως „ἐκάπυσσε“ (Χ 467), / |
| book 468b.5.5 | τῆλε δ’ ἔχεεν ἀντὶ τοῦ χέασα τῆλε ἐκάπυσσε. τινὲς δὲ ὡς τὸ „θρέψα‐ |
| book 468b.10 | σα τεκοῦσά τε“ (μ 134). b(BCE3E4) |
| book 468c1.1 | 〈χέε:〉 Ἀρίσταρχος „βάλε {δέσματα}“, αἱ δὲ κοιναὶ χέε. |
| book 468c1.2 | Aim |
| book 468c2 | {χέε:} οὕτως ἡ κοινή. Ἀρίσταρχος δὲ „βάλε“. T |
| book 468-72.1 | δέσματα σιγαλόεντα〈—ἐπεὶ πόρε μυρία |
| book 468-72.2 | ἕδνα〉: εἰς μνήμην ἄγει τῆς παλαιᾶς εὐδαιμονίας, ὅπως τῇ μεταβολῇ |
| book 468-72.3 | αὐξήσῃ τὸν οἶκτον. μὴ ἐῶν δὲ ἡμᾶς ἄσχημόν τι σκοπεῖν περὶ τὸ πτῶμα |
| book 468-72.4 | τῆς γυναικός, ἠσχόληκέ τε ἡμᾶς περὶ τὴν κεφαλὴν αὐτῆς (sc. 468—72) |
| book 468-72.5.1 | καὶ περιέστησε τὰς συγγενεῖς (sc. Χ 473—4). b(BCE3E4)T ὅρα |
| book 468-72.5.2 | δὲ καὶ ἐν τοῖς λεπτοτάτοις τὴν παρατήρησιν τοῦ ποιητοῦ· ἐπὶ μὲν |
| book 468-72.5.3 | γὰρ τῆς Ἑκάβης διὰ συντόμων εἶπεν „ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύ‐ |
| book 468-72.5.4 | πτρην“ (Χ 406)—ἑνὸς γὰρ ἔδει καλύμματος τῇ πρεσβύτιδι—, ἐπὶ |
| book 468-72.5.5 | δὲ ταύτης ὡς ἂν νέας καὶ γυναικὸς τοῦ μάλιστα εὐδοκιμοῦντος ἐπ‐ |
| book 468-72.10 | εξεργασίᾳ κέχρηται. b(BE3E4)T |
| book 469-70.1 | 〈ἄμπυκα κεκρύφαλόν τε ἰδὲ πλεκτὴν ἀναδέ‐ |
| book 469-70.2 | σμην / κρήδεμνόν τε:〉 ἄμπυξ (cf. 469) ἀρσενικῶς τὸ διάδημα τὸ |
| book 469-70.3 | πρὸς ἀνάδεσιν τῶν τριχῶν, ἃς περιστέλλοντες οἱ παλαιοὶ ὑπὸ τοῦτον |
| book 469-70.4 | παρῆγον· καὶ νῦν ἀμπυκίζειν τὸ τὰς ἐμπροσθίους τρίχας ἀναδεῖν· καὶ |
| book 469-70.5.1 | „χρυσάμπυκες ἵπποι“ (cf. Ε 358. 363 al.) διὰ τὸ δεῖσθαι στροφίῳ τὰς |
| book 469-70.5.2 | κορυφαίας τῶν τριχῶν A b (BCE3E4) παρὰ τὸ ἀμπέχειν. A |
| book 469-70.5.3 | ἀναδέσμη (cf. 469) δὲ σειρά, ἣν κύκλῳ περὶ τοὺς κροτάφους ἀνα‐ |
| book 469-70.5.4 | δοῦνται· A b (BE3E4)T καλεῖται δὲ ὑπ’ ἐνίων †καλαυδεύκη†. |
| book 469-70.5.5 | AT κρήδεμνον (470) δὲ τὸ μαφόριον, „σχομένη λιπαρὰ κρή‐ |
| book 469-70.10 | δεμνα“ (α 334. π 416 al.). A b (BE3E4)T |
| book 469a | κεκρύφαλον: κεκρύφαλος ὁ κροκύφαντος. T |
| book 469b.1 | 〈κεκρύφαλον:〉 παρὰ τοῖς νεωτέροις ἐκτείνεται τὸ υ |
| book 469b.2 | τοῦ κεκρύφαλος. Aint |
| book 470.1 | κρήδεμνόν θ’, 〈ὅ ῥά οἱ〉: ἐκ πλήρους ὁ τέ σύνδεσμος |
| book 470.2 | „κρήδεμνόν τε“. οὕτως ἅπασαι. A |
| book 473a.1 | {ἀμφιδέ μιν} γαλόῳ {τε}: πρὸ τέλους ἡ ὀξεῖα· αἱ γὰρ |
| book 473a.2 | εἰς ῳ λήγουσαι δοτικαὶ βαρύτονοι, συνεμπίπτουσαι πληθυντικαῖς |
| book 473a.3 | εὐθείαις, συνεμπίπτουσι {δὲ} καὶ κατὰ τὸν τόνον· τῷ λιπόνεῳ, οἱ |
| book 473a.4 | λιπόνεῳ. A |
| book 473b.1 | γαλόῳ: πρὸ μιᾶς ὁ τόνος· οὐδέποτε γὰρ παρὰ τῷ ποιη‐ |
| book 473b.2 | τῇ συμφώνου προηγουμένου τοῦ ω τρίτη ἀπὸ τέλους εὑρέθη ἡ ὀξεῖα. |
| book 473b.3 | τοῦτο δέ φημι πρὸς τὸ παρ’ Ἀττικοῖς φιλόγελως καὶ δύσερως. T |
| book 473c1.1 | γαλόῳ 〈τε καὶ εἰνάτερες: γαλόῳ〉 οὕτω τῇ γυναικὶ αἱ |
| book 473c1.2 | τοῦ ἀνδρὸς ἀδελφαί. εἰνάτερες δὲ αἱ τῶν ἀδελφῶν γυναῖκες πρὸς ἀλλή‐ |
| book 473c1.3 | λας. AT |
| book 473c2.1 | 〈γαλόῳ:〉 μετὰ τοῦ ι γραπτέον· ἔστι γὰρ πληθυντικὴ |
| book 473c2.2 | εὐθεῖα Ἀττική, ὡς οἱ Μενέλεῳ. b(BCE3E4) | σημαίνει δὲ τὰς τοῦ |
| book 473c2.3 | ἀνδρὸς ἀδελφάς. εἰνάτερες δὲ αἱ γυναῖκες τῶν τοῦ ἀνδρὸς ἀδελφῶν. |
| book 473c2.4 | b(BCE3) |
| book 473d.1 | εἰνάτερες: ὡς Δημήτερες. οὕτως πάντες, καὶ τὰ τῆς |
| book 473d.2 | ἀναλογίας ἐπικρατεῖ οὕτως ἔχοντα, ὡς ἐδείχθη. A |
| book 473e | 〈ἅλις ἔσταν:〉 γράφεται „ἅλις ἦσαν“. Aint |
| book 474a.1 | αἵ ἑ μετὰ σφίσιν 〈εἶχον〉: ὀρθοτονητέον τὴν σφίσιν· |
| book 474a.2 | εἰς γὰρ σύνθετον ἡ μετάληψις. AT ἔφαμεν (sc. ad Α 368b. Δ |
| book 474a.3 | 2 c) δὲ ὡς οὐκ ἀντιστρέφει τὰ τοῦ λόγου. A |
| book 474b.1 | ἀτυζομένην: ταρασσομένην, ἄτῃ συνεχομένην. ἢ ἑαυτὴν |
| book 474b.2 | ἀπορρῖψαι τοῦ τείχους θέλουσαν· ἔλεγε γάρ· „ἐμοὶ δέ κε κέρδιον |
| book 474b.3 | εἴη / σεῦ ἀφαμαρτούσῃ χθόνα δύμεναι“ (Ζ 410—1). ἔστι δὲ ἰδεῖν |
| book 474b.4 | οἰκτροτάτην ὄψιν, ἐκεῖθεν μὲν Πρίαμον κατεχόμενον, ἐξελθεῖν θέλοντα |
| book 474b.5.1 | ἐπὶ Ἀχιλλέα b(BE3E4)T καὶ θανατῶντα τὸν γέροντα (cf. |
| book 474b.5.2 | Χ 412—29), T ἐντεῦθεν δὲ τὴν Ἀνδρομάχην ὑπὸ τῶν γυναικῶν |
| book 474b.5.3 | διειλημμένην b(BE3E4)T πρὸς τὸ μὴ ῥιφῆναι τοῦ τείχους. |
| book 474b.5.4 | b(BE3E4) |
| book 475a.1 | {ἡ δ’ ἐπεὶ οὖν} ἄμπνυτο: διὰ τοῦ ε Ἀρίσταρχος „ἔμπνυ‐ |
| book 475a.2 | το“, ἔμπνους ἐγένετο. καὶ ἐπὶ τοῦ Σαρπηδόνος „αὖτις δ’ ἐμπνύνθη“ |
| book 475a.3 | (Ε 697). A |
| book 475b.1 | ἄμπνυτο: Ἀρίσταρχος „ἔμπνυτο“ διὰ τοῦ ε, ἀντὶ τοῦ |
| book 475b.2 | ἔμπνους ἐγένετο, | ἐν ἑαυτῇ τὸ πνεῦμα συνῆξεν. b(BCE3E4)T |
| book 475c.1 | θυμὸς ἀγέρθη: ἠθροίσθη ἡ ψυχή, ἐσκορπισμένη b(BC |
| book 475c.2 | E3E4)T οὖσα τὸ πρίν. b(BCE3E4) |
| book 476 | ἀμβλήδην: ἀντὶ τοῦ οὐκ ἀπὸ τῶν παρεστώτων, ἀλλ’ ἐκ |
| book 476 | προοιμίων. b(BCE3E4)T |
| book 477a.1 | Ἕκτορ, ἐγὼ δύστηνος: στικτέον μετὰ τὸ Ἕκτορ καὶ |
| book 477a.2 | μετὰ τὸ δύστηνος. A b (BCE3E4)T |
| book 477b.1 | Ἕκτορ, 〈ἐγὼ δύστηνοσ〉: ἠθικὸς ὁ λόγος καὶ ἁρμό‐ |
| book 477b.2 | διος γυναικί. b(BCE3E4)T |
| book 477c1.1 | ἐγὼ δύστηνος: ὁ γὰρ ἀποθανὼν πάντων κακῶν ἀπ‐ |
| book 477c1.2 | ήλλακται. T |
| book 477c2.1 | λέγει δὲ ἑαυτὴν δύστηνον διὰ τὸ μὴ συναποθανεῖν· ὁ γὰρ |
| book 477c2.2 | ἀποθανὼν πάντων ἀπήλλακται τῶν δεινῶν. b(BCE3E4) |
| book 478 | κατὰ δῶμα: αἱ κοινότεραι „ἐνὶ οἴκῳ“. AimT |
| book 480a1.1 | 〈ὅ μ’ ἔτρεφε τυτθὸν ἐοῦσαν:〉 ὅτι ἀντὶ τοῦ τυτθήν. |
| book 480a1.2 | καὶ ὅτι τὸ ὅ ἀντὶ τοῦ ὅς. Aint |
| book 480a2.1 | τυτθόν: ἀντὶ τοῦ τυτθήν, ὡς „θερμὸς ἀϋτμή“ (Hsd. |
| book 480a2.2 | th. 696, h. Merc. 110). T |
| book 481.1 | δύσμορος αἰνόμορον: οὕτως αἰνόμορον AAim T |
| book 481.2 | ὥστε τὸν μὲν Ἠετίωνα δύσμορον λέγεσθαι, αἰνόμορον δὲ τὴν |
| book 481.3 | Ἀνδρομάχην. AT |
| book 484-5a1.1 | πάϊς δ’ ἔτι νήπιος ΑΥΤΩΣ / ὃν τέκομεν σύ τ’ |
| book 484-5a1.2 | ἐγώ τε: βραχὺ διασταλτέον μετὰ τὸ ΑΥΤΩΣ· γελοῖοι γὰρ οἱ τοῖς |
| book 484-5a1.3 | ἑξῆς αὐτὸ συνάπτοντες, „αὔτως / ὃν τέκομεν“, ἵν’ ᾖ ὃν μάτην ἐγεν‐ |
| book 484-5a1.4 | νήσαμεν. τοῖς δὲ ἄνω προσδιδόμενον σημαίνει τὸ ὡσαύτως, οἷον |
| book 484-5a1.5 | νήπιός ἐστιν ὡς καὶ πρότερον οὐδέπω τέλειός ἐστιν. A |
| book 484-5a2.1 | {νήπιος αὔτως:} ὡσαύτως νήπιός ἐστιν ὡς καὶ πρότε‐ |
| book 484-5a2.2 | ρον. T |
| book 484-5b.1 | ἄλλως· νήπιος ΑΥΤΩΣ 〈/ ὃν τέκομεν〉: αὕτως, ὡς ἐγὼ |
| book 484-5b.2 | χήρα, καὶ οὗτος νήπιος. ἢ †ματαίως γεγενημένον ἢ ὃν αὔτως ἐτέκο‐ |
| book 484-5b.3 | μεν†. σύνηθες δὲ γυναιξὶν ἐν τῇ μνήμῃ τῶν ἀνδρῶν τῆς ὀρφανίας |
| book 484-5b.4 | τῶν υἱῶν μνημονεύειν b(BCE3E4)T καὶ τὴν κοινὴν παιδοποιΐαν |
| book 484-5b.5 | ἀπολοφύρεσθαι. T |
| book 485a1.1 | τέκομεν σύ τ’ ἐγώ τε: οἶδεν ὅτι πρὸς τὴν γένεσιν τῶν |
| book 485a1.2 | παίδων γυνὴ καὶ ἀνὴρ σπέρμα καταβάλλονται. T |
| book 485a2.1 | πρὸς τὴν τῶν παίδων γένεσιν ἀμφοτέρων ἡ ἐνέργεια. |
| book 485a2.2 | b(BCE3) |
| book 485-6.1 | οὔτε σὺ τούτῳ 〈/ ἔσσεαι, Ἕκτορ, ὄνειαρ ... |
| book 485-6.2 | οὔτε σοὶ οὗτοσ〉: τὸ σχῆμα ἀντιμεταβολή. T δαιμονίως δὲ |
| book 485-6.3 | ἔμιξε τὸ πάθος, ἐφ’ ἑκατέρῳ οἶκτον κινοῦσα, ἐπί τε τῷ ἀπολειφθέντι |
| book 485-6.4 | τῆς τοῦ πατρὸς ἀρετῆς ἐπί τε τῷ μὴ ἀπολαύσαντι τοῦ παιδός. |
| book 485-6.5 | b(BE3)T |
| book 487a | ἢν γὰρ δὴ πόλεμόν γε φύγῃ: ἀπὸ τούτου ἕως τοῦ |
| book 487a.1 | „δακρυόεις δέ τ’ ἄνεισι“ (Χ 499) ἀθετοῦνται στίχοι δεκατρεῖς, ὅτι |
| book 487a.2 | ἀδιάθετοι· τὸ γὰρ περιέρχεσθαι τὸν Ἀστυάνακτα καὶ τὸν φίλον τοῦ |
| book 487a.3 | πατρὸς τὸν μὲν χλαίνης ἐρύειν, τὸν δὲ χιτῶνος, ἵνα βρόγχον πίῃ |
| book 487a.5.1 | (cf. Χ 492—5), Πριάμου περιόντος καὶ ἄλλων ἀδελφῶν Ἕκτορος καὶ |
| book 487a.5.2 | αὐτῆς τῆς Ἀνδρομάχης, ἄτοπον. διὰ τί δὲ ἔμελλον ἀφαιρεῖσθαι τὰς |
| book 487a.5.3 | ἀποτετμημένας ἀρούρας, κατὰ τὸ βασιλικὸν γένος κληρονόμου τοῦ |
| book 487a.5.4 | υἱοῦ Ἀστυάνακτος ὄντος; ὅλως δὲ οὐδ’ ἔστιν ἴδιον τοῦ περὶ τὸν |
| book 487a.5.5 | Ἀστυάνακτα οἴκτου, ἀλλὰ κοινῶς ἐπὶ παντὸς ὀρφανοῦ ἁρμόζει τὰ |
| book 487a.10.1 | λεγόμενα. βέλτιον οὖν οὕτως ἐπιβαλεῖν· „οὔτε σὺ τούτῳ / ἔσσεαι, |
| book 487a.10.2 | Ἕκτορ, ὄνειαρ, ἐπεὶ θάνες, οὔτε σοὶ οὗτος (Χ 485—6), / Ἀστυάναξ, |
| book 487a.10.3 | ὃς πρὶν μὲν ἑοῦ“ (Χ 500). A |
| book 487b.1 | ἤν περ γὰρ πόλεμόν γε: ἕως τοῦ „δακρυόεις δέ τ’ |
| book 487b.2 | ἄνεισιν“ (Χ 499) ἀθετοῦνται στίχοι δεκατρεῖς, ὡς καὶ τὴν σύνθεσιν |
| book 487b.3 | εὐτελεῖς καὶ τῷ καιρῷ ἀνάρμοστοι· b(BCE3)T ἀδολεσχίαν γὰρ |
| book 487b.4 | ποιοῦσι τοσούτῳ προσώπῳ περικείμενοι. ἀλλὰ σύνηθες γυναιξὶ |
| book 487b.5.1 | φλυαρεῖν ἐν τοῖς πένθεσι καὶ μάλιστα ἐπὶ τοῖς παισὶ πάθος κινεῖν. |
| book 487b.5.2 | b(BE3)T |
| book 487c | 〈ἢν γὰρ δή:〉 γράφεται „ἤν περ γάρ“. Aint |
| book 488a | 〈αἰεί τοι τούτῳ:〉 ἐν ἄλλῳ „ἀλλ’ ἤτοι τούτῳ“. Aim |
| book 488b.1 | πόνος καὶ κήδεα: ἡ ἀτυχία πάντα τὰ χείρω προσδοκᾶν |
| book 488b.2 | ἐπάγεται. b(BCE3)T |
| book 489a.1 | ἄλλοι γάρ οἱ 〈ἀπουρίσσουσιν ἀρούρασ〉: ὁ μὲν γὰρ |
| book 489a.2 | Πρίαμος ἐσχατόγηρως, ἔργον δὲ σῶσαι χρήματά ἐστιν ὀρφανοῦ παι‐ |
| book 489a | δός. b(BCE3)T |
| book 489b.1 | 〈ἀπουρίσσουσιν ἀρούρας:〉 ὅτι κυρίως νῦν ἀφοριοῦν‐ |
| book 489b.2 | ται. Aim |
| book 489c | ἀπουρίσσουσιν: ἀφαιρήσονται. b(BCE3)T |
| book 490.1 | ἦμαρ δ’ ὀρφανικὸν παναφήλικα 〈παῖδα τίθησι〉: |
| book 490.2 | τὸ τῆς ὀρφανίας ἦμαρ τῶν ἀφηλικιωτῶν ἔρημον τίθησι τὸν παῖδα. A |
| book 490.3 | b(BCE3)T ἔνιοι δὲ διεσταλμένως „πᾶν“, εἶτα „ἀφήλικα“, ἵν’ ᾖ |
| book 490.4 | πᾶν ἦμαρ τὸν ὀρφανικὸν παῖδα ἀφήλικα τίθησιν, ὅ ἐστιν ἐκτὸς τῶν |
| book 490.5 | ἡλικιωτῶν. A b (BE3)T |
| book 491a.1 | πάντα δ’ ὑπεμνήμυκε: πάντα αὐτῷ καταπέπτωκε καὶ |
| book 491a.2 | κατακέκλιται, παρὰ τὸ ἠμύω ἐμήμυκε, καὶ περισσὸν τὸ ν. ἢ πάντα |
| book 491a.3 | αὐτὸν εἰς ἀνάμνησιν ἄγει τοῦ δυσφορεῖν. A b (BCE3)T |
| book 491a | ὑπεμνήμυκε: καταμέμυκε, κατεστύγνακε, κάτω βλέπει. ὁ δὲ |
| book 491a.5.1 | Ἀρίσταρχος ἐπὶ τοῦ κατανένευκε〈ν〉 ἐκδέχεται. οἱ δὲ ἀντὶ τοῦ εἰς |
| book 491a.5.2 | ἀνάμνησιν ἔρχεται τοῦ πατρός. A |
| book 491b1 | 〈παρειαί:〉 Ἀρίσταρχος οὐδετέρως „παρειά“. Aim |
| book 491b2 | οὐδετέρως δὲ τὰ „παρειά“. b(BE3)T |
| book 492.1 | ἐς πατρὸς ἑταίρους: ὅτι ἀντὶ τοῦ πρὸς πατρὸς ἑταίρους, |
| book 492.2 | ὡς „εἰς Ἀγαμέμνονα δῖον“ (Η 312). A |
| book 494a.1 | {τῶν δ’ ἐλεησάντων} κοτύλην {τις}: ὅτι εἶδος ποτηρίου |
| book 494a.2 | ἡ κοτύλη. καὶ λέγεται ἀρσενικῶς κότυλος. καὶ ἐν Ὀδυσσεία (sc. ρ 12)· |
| book 494a.3 | „πύρνον καὶ κοτύλην“, ὁμωνύμως τῷ ἀγγείῳ τὸ ὑγρόν. A |
| book 494b.1 | κοτύλην: εἶδος ποτηρίου. οἱ δὲ τὸ κοῖλον τῆς χειρός. |
| book 494b.2 | b(BCE3)T |
| book 495.1 | ὑπερῴην: ὁ Παριανὸς (fr. 16 M. [1980]) τὰ οὖλα. ἀπὸ μέρους δὲ τὸ ὅλον |
| book 495.2 | στόμα. b(BCE3E4)T οἱ δὲ τὸν γαργαρεῶνα. b(BCE3) |
| book 496a1 | 〈ἀμφιθαλής:〉 ὅτι ἅπαξ ἀμφιθαλής. Aint |
| book 496a2 | ἅπαξ δὲ εἴρηται ὁ ἀμφιθαλὴς παρ’ Ὁμήρῳ. b(BCE3) |
| book 496b1.1 | ἀμφιθαλής: ὁ ἐπ’ ἀμφοῖν εὐδαίμων· καὶ γὰρ „θαλίῃ |
| book 496b1.2 | ἐνὶ πολλῇ“ (Ι 143), τῇ εὐδαιμονίᾳ. T |
| book 496b2.1 | ὁ ἐπ’ ἀμφοῖν, μητρὶ καὶ πατρὶ b(BCE3) καὶ πλού‐ |
| book 496b2.2 | τῳ, εὐδαίμων, παρὰ τὸ ἀμφοτέρωθεν θάλλειν. b(BCE3E4) |
| book 497a | πεπληγώς: ὅτι Aim ἀντὶ τοῦ πλήσσων. AimT |
| book 497 | 〈ἐνίσσων:〉 ἄμεινον „ἐνίπτων“. Til |
| book 498 | 〈ἔρρ’ οὕτως:〉 ὡς τὸ ‘εἰς κόρακασ‘. T |
| book 500.1 | Ἀστυάναξ: τὸ ἀπὸ τῆς εὐδαιμονίας αὐτῷ συμβὰν ὄνομα |
| book 500.2 | λέγουσα πλέον οἰκτίζεται b(BE3)T καὶ συμπάθειαν κινεῖ. b(B |
| book 500.3 | E3) καὶ ἐπαναλαμβάνει αὐτό (sc. Χ 506). T |
| book 501.1 | μυελὸν 〈οἶον ἔδεσκε καὶ οἰῶν πίονα δημόν〉: ἐσή‐ |
| book 501.2 | μανεν, οἵοις καὶ ὅσοις δεῖ τιθηνεῖσθαι τοὺς παῖδας. b(BCE3E4)T |
| book 501.3 | εὖ δὲ τὸ ἁβροδίαιτον ἐδήλωσε μονογενοῦς καὶ βασιλικοῦ παιδός. |
| book 501.4 | b(BCE3)T |
| book 502.1 | νηπιαχεύων: παράγωγόν ἐστι τὸ ῥῆμα παρὰ τὸ νηπί‐ |
| book 502.2 | αχος, ὡς ἵππος ἱππεύω. AT |
| book 503.1 | 〈εὕδεσκ’ ἐν λέκτροισιν〉 ἐν ἀγκαλίδεσσι 〈τιθήνησ〉: |
| book 503.2 | ἔχουσι γὰρ ἐν ταῖς ἀγκάλαις στρωμνὴν σύμμετρον. A b (BCE3E4) |
| book 503.3 | T ἢ ὡς τῆς τροφοῦ συγκοιμωμένης αὐτῷ. ἐμείωσε δὲ τὴν λέξιν |
| book 503 | ὁμοίως τῇ βραχύτητι τοῦ παιδός. A b (BCE3)T |
| book 504a1 | θαλέων: ἡδυσμάτων. T |
| book 504a2 | παντοδαπῶν τροφῶν καὶ ἐδεσμάτων. b(BE3E4) |
| book 505.1 | ἂν ... πάθῃσι: ὅτι ἀντὶ τοῦ Aim πάθοι AimT ἄν, |
| book 505.2 | πρὸς τὸ „ἰχθύς, ὅς κε φάγῃσι“ (Φ 127). Aim |
| book 507 | ἔρυσο: συνεῖχες. T |
| book 508-9.1 | 〈νῦν δὲ σὲ— /〉 αἰόλαι 〈εὐλαὶ ἔδονται: αἰ‐ |
| book 508-9.2 | όλαι〉 εὐκίνητοι. b(BCE3E4)T πιθανῶς δὲ ἀνέστρεψεν ἐπὶ τοὺς |
| book 508-9.3 | ὀδυρμούς, ἀφ’ ὧν καὶ τὴν εἰσβολὴν πεποίηται. b(BCE3)T |
| book 511a1.1 | λεπτά τε καὶ χαρίεντα: οὐ τὴν ταλασίαν ἑαυτῆς, |
| book 511a1.2 | ἀλλὰ τὴν δυστυχίαν Ἕκτορος ἐμφαίνει, δι’ αὐτὸν οὕτως ἐπιμελῶς |
| book 511a1.3 | ἐργασαμένη. T |
| book 511a2.1 | οὐ τὸν κόπον καὶ τὴν δυστυχίαν ἑαυτῆς, ἀλλὰ τὴν Ἕ‐ |
| book 511a2.2 | κτορος ἐμφαίνει, ὡς δι’ αὐτὸν τὰ τοιαῦτα ποιήσασα, οἷς οὐκ ἐπ‐ |
| book 511a2.3 | ανεπαύσατο. b(BCE3E4) |
| book 512-3.1 | ἀλλ’ ἦ τοι τάδε πάντα 〈καταφλέξω πυρὶ κηλέ‐ |
| book 512-3.2 | ῳ / οὐδὲν σοί γ’ ὄφελοσ〉: παθητικὰ ταῦτα καὶ βιωτικά· συν‐ |
| book 512-3.1 | αφανίζουσι γὰρ τοῖς τεθνεῶσι τὰ κάλλιστα, εἰς ἑτέρων ἥκειν αὐτὰ |
| book 512-3.2 | χρῆσιν φυλασσόμενοι· ἔστιν οὖν ἀλλ’ ἦ τοι ‘ἀλλὰ ὄντως σοι‘. |
| book 512-3.5.1 | ἢ ἐγὼ μὲν φλέξω, σοὶ δὲ οὐκ ὄφελος· b(BCE3E4)T διὸ ψιλώσομεν |
| book 512-3.5.2 | τὸ οὐδέν (513), ὡς περισσοῦ ὄντος τοῦ δεν· ὃ καὶ ἄμεινον. T |
| book 513a.1 | 〈ἐπεὶ οὐκ ἐγ〉κείσεαι 〈αὐτοῖσ〉: κείσεαι κείσῃ· | ἐνετί‐ |
| book 513a.2 | θετο γὰρ τὰ ὀστᾶ τοῖς ἱματίοις, ὡς ἀπὸ Λαέρτου (cf. β 98—102. |
| book 513a.3 | τ 142—7 al.) καὶ Ἕκτορος (sc. Ω 796) δῆλον. ἔστι δὲ γυναικεῖον, |
| book 513a.4 | ὡς τότε ὠφελίμου οὔσης τῆς ἐσθῆτος, εἰ συνέκειτο αὐτοῖς. T |
| book 513b | 〈οὐκ ἐγκείσεαι:〉 οὐκ ἐνταφήσῃ. Aim |
| book postscr.1 | Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ |
| book postscr.2 | τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας |
| book postscr | Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς. A |
| book 842 vel 845.1 | 〈ἔρριψε:〉 τὸ ῥῖψαι ἐν τ̣ῶ̣[ι] ι γράφεται· |
| book 842 vel 845.2 | [ εἴρηται γ(άρ), φ[η]σὶν ὁ Τρύφω̣[ν], |
| book 842 vel 845 | [ παρὰ τὸ ῥῖμμ̣α κ(αὶ) ῥίπτειν. |
| book 850 | 〈ἰόεντα σίδηρον:〉 σεσημείωτ[αι |
| book 850 | [σίδηρον .[ |
| book 1a.1 | {ὡς οἱ μὲν} στενάχοντο: ὅτι εἰ ἦν στεναχῶν ὡς φρονῶν, |
| book 1a.2 | οὐκ ἂν οὕτως ἔλεγεν στενάχοντο· ἀλλ’ ὥσπερ ἀπὸ τοῦ φέρων |
| book 1a.3 | ἐφέροντο, οὕτως ἀπὸ τοῦ „στενάχων“ (Α 364. Δ 153 al.) στενάχον‐ |
| book 1a.4 | το λέγει. A |
| book 1b1.1 | πτόλιν: Κυπρίων τῶν ἐν Σαλαμῖνι ἡ λέξις· κεῖται δὲ καὶ |
| book 1b1.2 | παρὰ κωμικῷ Ἀναξανδρίδῃ ἐν Σωσίππῳ (fr. 44 [II p. 155] K.). AT |
| book 1b2 | ὅτι τὸ πτόλις καὶ παρὰ κωμικοῖς. T |
| book 2a | νῆας: τὸν τόπον τῶν νηῶν. A b (BCE3E4)T |
| book 2b | Ἑλλήσποντον: τὴν μέχρι Σιγείου θάλασσαν. b(BCE3)T |
| book 3 | 〈ἐσκίδναντο:〉 ἀπ’ ἀλλήλων ἐχωρίζοντο. b(BCE3E4)Til |
| book 4.1 | ἀποσκίδνασθαι: ἀφ’ ἑαυτοῦ χωρίζεσθαι. A b (BCE3E4)Til |
| book 4.2 | ἢ παρέλκει ἡ ἀπό, ὡς ἐν τῷ „ἀπητίμησεν“ (Ν 113). A b (BCE3) |
| book 4 | Til ἢ ἐγκλίνεται. A |
| book 6.1 | 〈Μυρμιδόνεσ〉 ταχύπωλοι: καὶ ὁ θεὸς ἐν τῷ πρὸς Αἰγιεῖς |
| book 6.2 | χρησμῷ „ἵππον Θεσσαλικήν“ (A. P. 14, 73, 2 = O. G. 178, 2 = fr. |
| book 6.3 | 1, 2 P.—W.). T |
| book 7a | 〈μὴ δή πω:〉 ὅτι ἀντὶ τοῦ μηδέ πω. Aim |
| book 7b.1 | μὴ δή πω: μηδέπω. Λοκροὶ δὲ οἱ πρὸς τῇ Ἰταλίᾳ χρῶνται |
| book 7b.2 | τῷ η ἀντὶ τοῦ ε. T |
| book 7c.1 | 〈ὑπ’ ὄχεσφι λυώμεθα μώνυχας ἵππους:〉 τοὺς ὑπὸ |
| book 7c.2 | τοῖς ὀχήμασι μονώνυχας ἵππους. b(BCE3E4) |
| book 8.1 | αὐτοῖς 〈ἵπποισι〉: λείπει ἡ σύν, b(BE3)T ὡς τὸ |
| book 8.2 | „αὐτῷ γωρυτῷ“ (φ 54). T |
| book 9.1 | 〈ὃ γὰρ γέρας:〉 ὅτι ἀντὶ 〈τοῦ〉 ‘τὸ γὰρ γέρασ‘. ἢ περισσὸς |
| book 9.2 | ὁ γάρ. Aim |
| book 10 | τεταρπώμε〈σ〉θα γόοιο: Αἰσχύλος (fr. 385 N.2 = 739 |
| book 10 | b M. = 385 R)· „οἵ τοι στεναγμοὶ τῶν πόνων ἰάματα“. b(BCE3E4)T |
| book 12-4.1 | οἱ δ’ ᾤμωξαν 〈ἀολλέες, ἦρχε δ’—ἵμερον |
| book 12-4.2 | ὦρσε〉: ἰάσατο τὸ ἀπρεπὲς τοῦ κλαίειν ἐνόπλους στρατιώτας διὰ |
| book 12-4.3 | τῆς Θέτιδος (cf. v. 14). καὶ ἦρχεν Ἀχιλλεὺς τῆς οἰμωγῆς (cf. v. 12), |
| book 12-4.4 | οἱ δὲ συνῴμωξαν, ὥσπερ ἐνδόσιμον λαβόντες ὑπὸ τοῦ Ἀχιλλέως. |
| book 12-4.5 | b(BCE3E4)T |
| book 14.1 | μετὰ δέ σφι Θέτις 〈γόου ἵμερον ὦρσε〉: ἢ καὶ αὐτὴ |
| book 14.2 | ἀναβαλλομένη, ἢ θείᾳ δυνάμει ἐμπνεύσασα συμπάθειαν αὐτοῖς. T |
| book 15-6.1 | δεύοντο ψάμαθοι, 〈δεύοντο δὲ τεύχεα φωτῶν / |
| book 15-6.2 | δάκρυσι〉: ἐπὶ τὸ τεύχεα (15) τινὲς διαστέλλειν ἀξιοῦσιν, A |
| book 15-6.3 | b(BCE3E4)T ἵνα, φασί, τοῖς τῶν ἀνθρώπων δάκρυσιν αἵ τε |
| book 15-6.4 | ψάμαθοι καὶ τὰ ὅπλα βρέχηται· b(BCE3E4)T τερατῶδες γὰρ |
| book 15-6.5.1 | τὸ δακρύειν τὰ ὅπλα. A b (BCE3E4)T | ἡ διπλῆ δέ, ὅτι ὡς „σπάρτα |
| book 15-6.5.2 | λέλυνται“ (Β 135). A |
| book 16a1.1 | {δάκρυσι} τοῖον {γὰρ}: ὅτι αὐξητικῶς τὸ τοῖον, οὐχ ὡς |
| book 16a1.2 | οἱ Γλωσσογράφοι ἀξιοῦσιν, ἀγαθόν. A |
| book 16a2.1 | τοῖον αὐξητικῶς κατὰ ἔμφασιν. b(BCE3E4)T οἱ δὲ |
| book 16a2.2 | Γλωσσογράφοι ἀντὶ τοῦ ἀγαθόν ἤκουσαν. b(BE3E4)T |
| book 16b | μήστωρα φόβοιο: μήσασθαι φυγὴν πολεμίοις δυνάμενον. |
| book 16b | b(BCE3E4)T |
| book 17.1 | ἀδινοῦ ... γόοιο: ἀθρόου, οἰκτροῦ· δεῖ γὰρ ἐν τοῖς θρή‐ |
| book 17.2 | νοις προϊέναι μὲν ἀθρόον τὸ πνεῦμα, μὴ δυνάμενον δὲ φέρειν ὑπεκλύ‐ |
| book 17.3 | εσθαι. b(BCE3E4)T |
| book 18a.1 | χεῖρας ἐπ’ ἀνδροφόνους 〈θέμενος στήθεσσιν ἑταί‐ |
| book 18a.2 | ρου〉: πρὸς τὸ ἀμφίβολον, πότερον τὰς ἑαυτοῦ χεῖρας εἰς τὰ τοῦ |
| book 18a.3 | Πατρόκλου στήθη ἢ τὰς τοῦ Πατρόκλου εἰς τὰ ἑαυτοῦ. A |
| book 18b.1 | χεῖρας ἐπ’ ἀνδροφόνουσ〈—ἑταίρου〉: δίχα |
| book 18b.2 | δύναται, ἐάν τε αὐτὸς ᾖ ὁ τὰς χεῖρας ἐπιτιθεὶς τῷ φίλῳ, ἐάν τε τὰς |
| book 18b.3 | ἐκείνου χεῖρας τοῖς στήθεσι λέγῃ τὸν Ἀχιλλέα ἐπιτιθέναι. b(BCE3E4) |
| book 18b.4 | T |
| book 18c.1 | 〈ἀνδροφόνους:〉 οὕτως Ἀρίσταρχος σὺν τῷ ς, {ἐπ’} |
| book 18c.2 | ἀνδροφόνους. Aint |
| book 19.1 | χαῖρέ μοι, ὦ Πάτροκλε, καὶ εἰν Ἀΐδαο δόμοισι: |
| book 19.2 | οἴκτου κινητικὸν ἡ πρὸς νεκροὺς ὁμιλία. A b (BCE3E4)T κατ‐ |
| book 19.3 | έχεται δὲ τῇ κοινῇ ἐννοίᾳ ὁ Ἀχιλλεύς, καὶ ἔοικεν ἀηδές τι τὸν θάνατον |
| book 19.4 | ὑπειληφέναι· τοῦτο γοῦν ἐν ὑπερβολῇ φησι ‘καὶ εἰν Ἀΐδαο δόμοι‐ |
| book 19.5.1 | σιν ὢν ὅμως χαῖρε‘, οἷον εἰ ἔστι παραμυθία καὶ χαρὰ ἐν τοῖς τετελευ‐ |
| book 19.5.2 | τηκόσι, ταύτην δέχου παρ’ ἡμῶν. A b (BE3E4)T |
| book 20 | τελέω: ὅσον οὔπω τελέσω. T |
| book 21a.1 | δάσασθαι: †οἱ μὲν ἕκτορα δάσασθαι λείποντος τοῦ ι† |
| book 21a.2 | οἱ δὲ T μερίσασθαι. εἰώθασι δὲ κύνες ἄλλος ἄλλοθεν ἀποσπᾶν καὶ |
| book 21a | μερίζεσθαι τὸ σῶμα. b(BCE3E4)T |
| book 21b | δάσασθαι: ἔδει μέλλοντος εἶναι δάσεσθαι. T |
| book 24a.1 | ἀεικέα μήδετο ἔργα: ἀπεοικότα διετίθει ἔργα. τοῦτο δέ |
| book 24a.2 | ἐστι τὸ ἐπὶ στόμα ἐκτεῖναι τὸ σῶμα καὶ ἐνυβρίζειν τῷ οὐκ ἀντιλαμ‐ |
| book 24a.3 | βανομένῳ (cf. Ψ 25—6): b(BCE3E4)T „κωφὴν γὰρ δὴ γαῖαν |
| book 24a.4 | 〈ἀεικίζει μενεαίνων〉“ (Ω 54). T ἢ τοῦτο ἀεικὲς τὸν μείζω παρὰ |
| book 24a.5 | τῇ τοῦ ἥσσονος ἐρρῖφθαι σκηνῇ (cf. Ψ 25). b(BE3E4)T |
| book 24b.1 | 〈μήδετο:〉 νῦν ἀντὶ τοῦ εἰργάζετο, b(BCE3E4)Til ἐ‐ |
| book 24b.2 | ποίει. b(BCE3) |
| book 26a | οἱ δ’ ... ἕκαστος: ἀντὶ τοῦ ‘τῶν δὲ ἕκαστοσ‘. b(BE3)T |
| book 26b | 〈ἕκαστος:〉 γράφεται „ἕκαστοι“. Aim |
| book 27a.1 | 〈λύον δ’ ὑψηχέας ἵππους:〉 γράφεται „λύοντο δὲ μώνυ‐ |
| book 27a.2 | χας ἵππουσ“. Aint |
| book 27b.1 | ὑψηχέας: ὑψοῦ ἠχοῦντας· φησὶ γοῦν· „οὐρανὸν ἐς πολύ‐ |
| book 27b.2 | χαλκον ἐπέπληγον πόδες ἵππων“ (Ε 504). b(BCE3E4) ἢ ὑψοῦ |
| book 27b.3 | ἀνέχοντας ἑαυτούς· φησὶ γοῦν· „ὑψοῦ δὲ κάρη ἔχει“ (Ζ 509). b(BE3 |
| book 27b.4 | E4) |
| book 28.1 | παρὰ νηΐ: λείπει ‘καὶ σκηνῇ‘, ὡς „παρά τε κλισίῃ καὶ |
| book 28.2 | νηῒ μελαίνῃ“ (Α 329)· φησὶ γοῦν· „ὅς μοι ἐνὶ κλισίῃ δεδαϊγμένος ὀξέϊ |
| book 28.3 | χαλκῷ / κεῖται“ (Τ 211—2). T |
| book 29a.1 | αὐτὰρ ὁ τοῖσι τάφον μενοεικέα δαίνυ: ὅτι τάφον |
| book 29a.2 | τὸ δεῖπνον τὸ περὶ τὴν ταφὴν γινόμενον. A |
| book 29b1.1 | τάφον 〈... δαίνυ〉: ἰδίως νῦν ἐπὶ τοῦ μὴ ταφέντος· |
| book 29b1.2 | φησὶ γοῦν· „χεύαντες δὲ τὸ σῆμα πάλιν κίον· αὐτὰρ ἔπειτα 〈/ εὖ |
| book 29b1.3 | συναγειρόμενοι δαίνυντ’ ἐρικυδέα δαῖτα〉“ (Ω 801—2), καὶ ἐπ’ |
| book 29b1.4 | Αἰγίσθου· „δαίνυ τάφον Ἀργείοισιν / αὐτῆμαρ δέ οἱ ἦλθεν“ (γ 309. |
| book 29b1.5.1 | 311)· εἰ δὲ εὑρήκει αὐτόν, οὐκ ἂν εἴασε ταφῆναι· φησὶ γοῦν· „τῷ κέ οἱ |
| book 29b1.5.2 | οὐδὲ θανόντι χυτὴν ἐπὶ γαῖαν ἔχευαν“ (γ 258). εἰ μὴ τὸ δαίνυ ἀντὶ |
| book 29b1.5.3 | τοῦ παρεσκεύαζεν. Κύπριοι δὲ τάφον τὸν φόνον· „πολέων τάφῳ |
| book 29b1.5.4 | ἀνδρῶν ἀντεβόλησα〈σ〉“ (λ 416. ω 87), ὅ ἐστι φόνῳ. T |
| book 29b2.1 | ἢ τὴν μετὰ τὸν τάφον εὐωχίαν, ἵν’ ᾖ τὸ δαίνυ ἀντὶ τοῦ |
| book 29b2.2 | παρεσκεύαζεν, ἢ τὴν πρὸ τοῦ τάφου, ἵνα δύο εὐωχίαι ὦσιν, b(BCE3 |
| book 29b2.3 | E4) ἡ μὲν πρὸ τοῦ τάφου πρὸς τὸ προθύμως ὑπουργῆσαι τῇ |
| book 29b2.4 | ταφῇ, ἡ δὲ μετὰ τὸν τάφον διὰ τὸν ἐκ τῆς ταφῆς κόπον καὶ εἰς εὔκλειαν |
| book 29b2.5 | τοῦ ταφέντος. b(BE3E4) |
| book 30-2.1 | πολλοὶ 〈μὲν βόες ..., πολλοὶ δ’ ὄϊες ..., πολλοὶ |
| book 30-2.2 | δ’ ἀργιόδοντες ὕεσ〉: ἡ ἐπανάληψις τοῦ πολλοί (sc. 31 et 32) τὸ |
| book 30-2.3 | πλῆθος ἐμφαίνει καὶ τὸ ἀόριστον. b(BE3E4)T |
| book 30-1.1 | 〈πολλοὶ μὲν βόες ἀργοὶ ὀρέχθεον ἀμφὶ〉 σιδήρῳ / |
| book 30-1.2 | σφαζόμενοι〈—αἶγεσ〉: τινὲς ἀθετοῦσιν ὡς οὐκ ὄντος σιδήρου |
| book 30-1 | τότε. τί οὖν φησι „πολιόν τε σίδηρον“ (Ι 366. Ψ 261); T |
| book 30a.1 | βόες ἀργοί: ταχεῖς· ἀλλὰ εἰλίποδες. λευκοί· ἀλλ’ οὐ θύ‐ |
| book 30a.2 | εται λευκὸν τοῖς τεθνεῶσι· δῆλον ἐκ τοῦ „ἔνθ’ ὄϊν ἀρνειὸν ῥέζειν |
| book 30a.3 | θῆλύν τε μέλαιναν“ (κ 527) καὶ „ὄϊν ἱερευσέμεν οἴῳ / †παμμέλαινᆓ |
| book 30a.4 | (κ 524—5). ἢ οὖν μετὰ τὸ ἐκδαρῆναι διὰ τὴν πιμελήν. ἢ ὅτι οὐ τῷ |
| book 30a.5.1 | Πατρόκλῳ, ἀλλ’ εἰς τὸ περίδειπνον τῶν ζώντων τοὺς βόας ἔθυον. |
| book 30a.5.2 | b(BCE3E4)T ἢ ἀργῶς, ὅ ἐστι ταχέως, ὡς „ταχέες δ’ ἱππῆες |
| book 30a.5.3 | ἄγερθεν“ (Ψ 287). τινὲς δὲ ἀργοὶ συνεχεῖς, ταχεῖς, ἀδιάλειπτοι. ἢ |
| book 30a.5.4 | „ἀργῷ 〈...〉 σιδήρῳ“ τῷ πολιῷ. T |
| book 30b.1 | ἄλλως· ὀρέχθεον: κατὰ μίμησιν ἤχου τραχέος πεποίηται |
| book 30b.2 | τὸ ῥῆμα, ἀντὶ τοῦ ἔστενον ἀναιρούμενοι. b(BCE3)T ἢ ἐξετεί‐ |
| book 30b.3 | νοντο ἀποθνῄσκοντες, ὡς τὸ „κεῖτο μέγας μεγαλωστί“ (Π 776). T |
| book 31 | 〈πολλοὶ δ’ ὄϊες καὶ〉 μηκάδες 〈αἶγεσ〉: οὐκέτι b(BE3 |
| book 31 | E4)T „ὀρέχθεον“ (Ψ 30), ἀλλ’ ἐμήκαζον. b(BE3E4)TT |
| book 33a.1 | εὑόμενοι τανύοντο 〈διὰ φλογὸς Ἡφαίστοιο〉: ἀντὶ |
| book 33a.2 | τοῦ τὴν πιμελὴν ἐτήκοντο. T |
| book 33b.1 | ἄλλως: εὑόμενοι: εὕειν τὸ τὰς τρίχας ἀποκαίειν, b(BE3 |
| book 33b.2 | E4)T „εὗσέ 〈τε〉 μίστυλ〈λ〉έν τε“ (ξ 75). 〈τὸ δὲ τανύοντο διὰ |
| book 33b.3 | φλογὸς Ἡφαίστοιο〉 ἐκτεταμένοι ὠπτῶντο. T |
| book 34a.1 | ἀμφὶ νέκυν κοτυλήρυτον ἔρρεεν αἷμα: οὐχ ὅτι ἥπτε‐ |
| book 34a.2 | το τοῦ νεκροῦ (κεῖται γὰρ ἐν τοῖς λέχεσιν), ἀλλὰ περὶ αὐτόν. b(BCE3 |
| book 34a.3 | E4)T |
| book 34b.1 | κοτυλήρυτον: ὅτι ψιλῶς προενεκτέον κοτυλήρυτον· οὐ |
| book 34b.2 | γὰρ ἀπὸ τῆς ῥύσεως, ἀλλ’ ἀπὸ τοῦ ἀρύσαι· κοτύλη δὲ εἶδος ποτηρίου |
| book 34b.3 | κοίλου. Ἀρίσταρχος πολύ, ὥστε κοτύλῃ ἀρύσασθαι. A |
| book 34c1.1 | κοτυλήρυτον: δαψιλές, κοτύλῃ ἀρυόμενον. καθόλου δὲ |
| book 34c1.2 | κοτύλας ἐκάλουν τὰ κοῖλα. καὶ Αἰσχύλος ἐν Ἠδωνοῖς (fr. 57, 6 N.2 = |
| book 34c1.3 | fr. 71 b2 M. = 57,6 R.) τὰ κύμβαλα· „ὁ δὲ χαλκοδέτοις κοτύλαις †στοβεῖ†“. |
| book 34c1 | ἔστι δὲ καὶ ὄνομα ποτηρίου ἡ κοτύλη· „κοτύλην τις τυτθὸν ἐπέσχε“ |
| book 34c1.5.1 | (Χ 494), „πύρνον καὶ κοτύλην“ (ρ 12). καὶ τὸ περὶ τὸν μηρόν, καὶ |
| book 34c1.5.2 | τὸ τῶν πολυπόδων, καὶ τὸ κοῖλον τῆς χειρός. καὶ παιδιὰ δέ τις ἐν |
| book 34c1.5.3 | κοτύλῃ λέγεται, ἐπειδὰν τὰς χεῖρας κοιλάναντες εἰς τοὐπίσω δεχώ‐ |
| book 34c1.5.4 | μεθά τινα ἐπιβεβηκότα μὲν τοῖς γόνασιν αὐτοῦ, ταῖς δὲ χερσὶ τοὺς |
| book 34c1.5.5 | ὀφθαλμοὺς κατειληφότα. ταύτην δὲ οἱ μὲν ἐπιδιφρισμὸν καλοῦσιν, οἱ |
| book 34c1.10.1 | δὲ κρικαδίαν, οἱ δὲ ἀπόρραξιν. καὶ κοτυλίσκον κρατῆρα, ὃν στέφοντες |
| book 34c1.10.2 | παρατιθέασι Διῒ ἐν ταῖς θυσίαις. T |
| book 34d1.1 | ἄλλως· κοτυλήρυτον: παρὰ τὸ †ἀρύσω ἀρυτός, κοτυλά‐ |
| book 34d1.2 | ρυτος. T |
| book 34c2/d2.1 | κοτυλήρρυτον δὲ τὸ δαψιλές, τὸ κοτύλῃ ἀρυόμενον. | |
| book 34c2/d2.2 | παρὰ τὸ ἀρύω ἀρύσω ἀρυτόν, κοτυλάρυτον. | καθόλου δὲ κοτύλας |
| book 34c2/d2.3 | ἐκάλουν πάντα τὰ κοῖλα. καὶ Αἰσχύλος ἐν Ἠδωνοῖς τὰ κύμβαλα· „ὁ δὲ |
| book 34c2/d2.4 | χαλκοδέτοις κοτύλαις †ἤχε醓. ἔστι δὲ καὶ τὸ μικρὸν ποτήριον, ὡς τὸ |
| book 34c2/d2.5.1 | „κοτύλην τις τυτθὸν“ καὶ „†πύρνον καὶ κοτύλην† ὀρέξῃ“ (ο 312). |
| book 34c2/d2.5.2 | b(BCE3E4) καὶ αἱ τῶν πολυπόδων φολίδες, ὡς τὸ „πρὸς κοτυλη‐ |
| book 34c2/d2.5.3 | δονόφιν πυκιναὶ λάϊγγες ἔχονται“ (ε 433). καὶ τὸ κοῖλον τῆς χειρός. |
| book 34c2/d2.5.4 | καὶ κοτυλίσκος ὁ μικρὸς κρατήρ. b(BE3E4) |
| book 36a.1 | 〈εἰς Ἀγαμέμνονα:〉 σημείωσαι ὅτι τῇ εἴς ἐπὶ ἐμψύχων· |
| book 36a.2 | ὤφειλε γὰρ τὴν πρός. Aint |
| book 36b | εἰς Ἀγαμέμνονα: ἀντὶ τοῦ πρός. b(BE3)T |
| book 37a.1 | σπουδῇ παρπεπιθόντες 〈ἑταίρου χωόμενον κῆρ〉: |
| book 37a.2 | ὅτι σπουδῇ μετὰ πολλῆς κακοπαθ〈ε〉ίας. καὶ ἐλλείπει ἡ πρόθεσις· |
| book 37a.3 | ἔστι γὰρ ἀντὶ τοῦ περὶ ἑταίρου. καὶ τὸ χωόμενον ἀντὶ τοῦ συγχεό‐ |
| book 37a.4 | μενον. | τὸ πεπιθόντες ὡς καταλαβόντες· ἔστι γὰρ δεύτερος ἀόρι‐ |
| book 37a.5 | στος. A |
| book 37b.1 | σπουδῇ: μόγις. | παροξυτόνως δὲ τὸ πεπιθόντες· ἔστι |
| book 37b.2 | γὰρ δευτέρου ἀορίστου. b(BCE3)T |
| book 37c.1 | χωόμενον: συγκεχυμένον b(BCE3)T καὶ λυπούμε‐ |
| book 37c.2 | νον. b(BCE3) |
| book 39a1 | 〈κέλευσαν:〉 Ἀρίσταρχος κέλευσαν, πληθυντικῶς. Aim |
| book 39a2.1 | κέλευσαν πληθυντικῶς, οἱ βασιλεῖς ἐκέλευσαν. b(BCE3E4) |
| book 39a2.2 | T οὕτως Ἀρίσταρχος. b(BCE3)T |
| book 40.1 | ἀμφὶ πυρὶ στῆσαι 〈τρίποδα μέγαν, εἰ πεπίθοιεν〉: |
| book 40.2 | φιλικῶς ἄγαν· προειλήφασι μὲν γὰρ ὅτι οὐκ ἐθελήσει, παρασκευάζον‐ |
| book 40.3 | ται δὲ ὅμως. τοῦτο δὲ δηλοῖ διὰ τοῦ εἰ πεπίθοιεν. b(BE3E4)T |
| book 41a1 | βρότον: τὸ ἀπὸ φόνου αἷμα. οἱ δὲ τὸν πηλόν. T |
| book 41a2.1 | 〈βρότον αἱματόεντα:〉 τὸν ἐξ αἵματος μολυσμόν. b(BC |
| book 41a2.2 | E3E4) |
| book 42a | ἠρνεῖτο: παρὰ τὸ αἴρειν τὰς χεῖρας. T |
| book 42b1 | στερεῶς: ἀνενδεῶς. T |
| book 42b2 | ὁλοσχερῶς, ἀπαρακλήτως. b(BE3E4) |
| book 43a.1 | οὐ μὰ Ζῆνα: †ἔτι† τὴν ἄρνησιν καὶ ἀπόμοσιν ὁμοῦ ἔθηκεν. |
| book 43a.2 | A b (BCE3E4)T |
| book 43b.1 | 〈θεῶν〉 ὕπατος καὶ ἄριστος: δυνάμει καὶ τιμῇ προὔ‐ |
| book 43b.2 | χων τῶν θεῶν. b(BCE3E4)T |
| book 44a | καρήατος: ἀπὸ τῆς κάρηαρ, ὡς 〈ἧπαρ〉 ἥπατος. T |
| book 44b.1 | ἄλλως· καρήατος: λείπει τὸ ἐμοῦ· ἀσεβεῖν γὰρ οἱ φιλόστορ‐ |
| book 44b.2 | γοι νομίζουσι τὴν τοῦ σώματος ἐπιμέλειαν προτιθέντες τῆς κηδείας. |
| book 44b.3 | b(BCE3E4)T |
| book 46 | 〈ἐπεὶ οὔ μ’ ἔτι:〉 ἐν ἄλλῳ „ἐπεὶ οὔ τί με“. Aim |
| book 48a1.1 | νῦν μὲν στυγερῇ πειθώμεθα δαιτί: οὕτως νῦν μὲν |
| book 48a1.2 | στυγερῇ καὶ πειθώμεθα, οὐ „τερπώμεθα“. A |
| book 48a2 | οὕτως πειθώμεθα, οὐ „τερπώμεθα“. AimT |
| book 48b.1 | πειθώμεθα: ἄκρως διὰ τοῦ πειθώμεθα τὸ †παρὰ† βίαν |
| book 48b.2 | δείκνυσιν. b(BCE3E4)T |
| book 50.1 | παρά τε σχεῖν ὡς ἐπιεικές: παρασχεῖν, ὡς ἁρμόζει καὶ |
| book 50.2 | καθῆκόν ἐστιν. b(BCE3)T |
| book 53a | θᾶσσον ἀπ’ ὀφθαλμῶν: ἀντὶ τοῦ ἵνα ταχύτερον ἐκτὸς |
| book 53a | τῆς ὄψεως ἡμῶν γένηται. A b (BCE3E4)T |
| book 53b.1 | ἐπὶ ἔργα τράπωνται: ὡς ἐπὶ τιμῇ τοῦ νεκροῦ ἀργίας |
| book 53b.2 | κατεχούσης τὸ στράτευμα. b(BCE3E4)T |
| book 55-6a.1 | ἐσσυμένωσ〈—ἕκαστοι / δαίνυντο〉: οὐ παρ‐ |
| book 55-6a.2 | έλκει νῦν τὸ ἐσσυμένως (55), ἀλλ’ ἑσπέρας οὔσης καὶ κομίσαι τὴν |
| book 55-6a.3 | ὕλην παρασκευαζομένους ἔδει ταχῦναι τὸ δεῖπνον. ἀποσιωπᾷ δὲ τὴν |
| book 55-6a.4 | περὶ τὸ δεῖπνον διάθεσιν· ἐν πένθει γὰρ καὶ κατηφείᾳ τὰ πράγματα. |
| book 55-6a.5 | b(BCE3E4)T |
| book 55-6b1.1 | δόρπον ἐφοπλίσ〈σ〉αντες 〈ἕκαστοι / δαίνυντο〉: |
| book 55-6b1.2 | οὐχ οἱ Μυρμιδόνες· τούτοις γὰρ τὸν τάφον ἐδαίνυ (cf. Ψ 29—34). T |
| book 55-6b2.1 | ἰστέον οὖν ὡς τὸ μὲν πρῶτον οἱ Μυρμιδόνες εὐωχοῦνται |
| book 55-6b2.2 | μόνοι, νῦν δὲ καὶ τὸ Ἑλλήνων πλῆθος. b(BCE3E4) |
| book 58.1 | οἱ μὲν κακκείοντες 〈ἔβαν κλισίην δὲ ἕκαστοσ〉: ὅτι |
| book 58.2 | σύνηθες ἦν ἀναλύειν, ὡς καὶ ἐν Ὀδυσσείᾳ ἐπὶ τῶν μνηστήρων (cf. |
| book 58.3 | α 424). A |
| book 59.1 | ἐπὶ θινί: πρέπουσα κοίτη τῷ πενθοῦντι καὶ ἀλύοντι. τάχα |
| book 59.2 | δὲ καὶ τὰς παρηγορίας τῶν φίλων οὐ φέρων καθ’ αὑτὸν τρέπεται, |
| book 59.3 | σχολάζειν τῷ πένθει θέλων. A b (BCE3E4)T |
| book 61a | 〈κλύζεσκον:〉 διχῶς. Aint |
| book 61b | κλύζεσκον: τινὲς ἐπέκλυζον. T |
| book 63a1 | 〈νήδυμος:〉 ὅτι σαφῶς ἀπὸ τοῦ ν ἄρχεται τὸ ὄνομα. Aim |
| book 63a2 | {νήδυμος:} ὅτι μετὰ τοῦ ν ἡ λέξις. T |
| book 63b.1 | μάλα γὰρ κάμε 〈φαίδιμα γυῖα〉: δικαίως οὖν προῳ‐ |
| book 63b.2 | κονόμει τὸν δρόμον Ἀχιλλέως, ὅπως περιπαθὲς ἐπεισόδιον (sc. Ψ |
| book 63b.3 | 65—107) ἐνέγκῃ· πῶς γὰρ ἂν ὁ ἔμφροντις οὕτω βαθεῖ ἐβλήθη ὕπνῳ; |
| book 63b.4 | b(BCE3E4)T |
| book 64a.1 | Ἕκτορ’ ἐπαΐσσων: τὸ πλῆρές ἐστι Ἕκτορι, ὡς „Κίρκῃ |
| book 64a.2 | ἐπήϊξα“ (κ 322). T |
| book 64b | 〈Ἴλιον ἠνεμόεσσαν:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aint |
| book 65a.1 | ἦλθε δ’ ἐπὶ ψυχὴ 〈Πατροκλῆος δειλοῖο〉: πιθανὴ ἡ |
| book 65a.2 | περιπέτεια· μετὰ γὰρ τοὺς Ἀχιλλέως θρήνους ἐξεῦρέ τι καινότερον, |
| book 65a.3 | καὶ τῷ τετελευτηκότι λόγους περιτιθεὶς διὰ τοῦ ὀνείρου. b(BCE3E4) |
| book 65a.4 | T |
| book 65b.1 | Πατροκλῆος: ὅτι ἀπ’ εὐθείας τῆς ὁ Πατροκλῆς. καὶ τὸ |
| book 65b.2 | δειλοῖο δειλαίου. A |
| book 66.1 | 〈πάντ’ αὐτῷ μέγεθός τε〉 καὶ ὄμματα κάλ’ εἰκυῖα: |
| book 66.2 | ἐντεῦθεν Ἀντισθένης (fr. 57 Caizzi) ὁμοσχήμονάς φησι τὰς ψυχὰς |
| book 66.3 | τοῖς περιέχουσι σώμασι. A b (BCE3E4)T Χρύσιππος (St. V. |
| book 66.4 | Fr. II fr. 815) δὲ μετὰ τὸν χωρισμὸν τοῦ σώματός φησιν αὐτὰς |
| book 66.5 | σφαιροειδεῖς γενέσθαι. AT |
| book 67.1 | καὶ φωνήν, 〈καὶ τοῖα περὶ χροῒ εἵματα ἕστο〉: ἄκρως |
| book 67.2 | ἐπεξεργάζεται τὴν ἐπιφάνειαν τοῦ ὀνείρου· ἔναυλος γὰρ τῷ Ἀχιλλεῖ |
| book 67.3 | ὁ τοῦ φίλου τύπος. A b (BCE3E4)T |
| book 69a.1 | εὕδεις, 〈αὐτὰρ ἐμεῖο λελασμένος ἔπλευ, Ἀχιλλεῦ〉: |
| book 69a.2 | πλήρης φιλοστοργίας ὁ λόγος καὶ ἠθικῆς μέμψεως. b(BCE3E4)T |
| book 69b.1 | λελασμένος ἔπλευ: λελασμένος {δὲ} ὑπάρχεις ἀντὶ τοῦ |
| book 69b.2 | ἐπιλέλησαι. b(BCE3E4)T ὡς „ληρεῖς ἔχων“ (Ar. ran. 512). T |
| book 70a.1 | οὐ μέν μευ ζώοντος 〈ἀκήδεις, ἀλλὰ θανόντοσ〉: |
| book 70a.2 | περιπαθὲς τὸ ἀναμνῆσαι τῆς φιλίας. μαρτυρῶν δὲ αὐτοῦ τὴν ἐν τῷ ζῆν |
| book 70a.3 | ἐπιμέλειαν καὶ νῦν ἐπὶ τὰ ἴσα προτρέπεται. b(BCE3E4)T |
| book 70b.1 | {οὐ μέν μευ ζώοντος} ἀκήδεις: ἄμεινον βαρύνειν ὡς ἐνόεις, |
| book 70b.2 | τῆς ἀρχούσης συσταλείσης ποιητικῶς· ὡς γὰρ τὸ „ἤκουσα“ (λ 421. |
| book 70b.3 | μ 265 al.) „ἄκουσα“ (Α 396. Η 53 al.), οὕτως καὶ τὸ ἠκήδεις ἀκήδεις. |
| book 70b.4 | A |
| book 71a.1 | θάπτε με ὅττι τάχιστα 〈πύλας Ἀΐδαο περήσω〉: |
| book 71a.2 | ὅτι λείπει τὸ ἵνα ἢ ὅπως. | τὸ δὲ ὅττι τάχιστα ἑκατέροις δύναται |
| book 71a.3 | προσδίδοσθαι. A |
| book 71b.1 | πύλας Ἀΐδαο: πύλας Ἅιδου τὸν Ἀχέροντα· ἐκεῖ γάρ |
| book 71b.2 | εἰσιν αἱ τῶν κολαζομένων ψυχαί, οὗ τοὺς περὶ Τιτυὸν εἶδεν Ὀδυσσεύς |
| book 71b.1 | (cf. λ 576—81). ὁμοίως καὶ Πάτροκλος ἐκεῖνο Ἅιδην καλεῖ. ἴσως δὲ |
| book 71b.2 | πρὸς τὸ πεῖσαι φαντάζει· πῶς γὰρ ἄταφοι 〈οἱ〉 μνηστῆρες διαβαίνου‐ |
| book 71b.5 | σιν (cf. ω 13—4); T |
| book 72a | τῆλέ με: ἀπόλυτος ἡ μέ. Tt |
| book 72b | 〈ψυχαί,〉 εἴδωλα καμόντων: ὥρισε, τί ἐστιν ψυχή. T |
| book 73.1 | οὐδέ μέ πω μίσγεσθαι 〈ὑπὲρ ποταμοῖο ἐῶσιν〉: ἀπό‐ |
| book 73.2 | λυτός ἐστιν ἡ ἀντωνυμία· διὸ ἐγκλιτικῶς ἀναγνωστέον. | ἡ διπλῆ δέ, |
| book 73.3 | ὅτι ἐκτὸς τοῦ ποταμοῦ ὑποτίθεται τὰς τῶν ἀτάφων ψυχὰς καὶ μὴ |
| book 73.4 | ἐπι〈μι〉σγομένας ταῖς 〈ἐν〉 τῷ ἐρέβει. ἡ δὲ ἀναφορὰ πρὸς τὰ ἀθετού‐ |
| book 73.5 | μενα ἐν τῇ 〈δευτέρᾳ〉 Νεκυίᾳ (sc. ω 1—204). A |
| book 74 | εὐρυπυλές: τὸ πᾶσιν ἡπλωμένον. b(BE3E4)T |
| book 75.1 | καί μοι δὸς τὴν χεῖρ’, ὀλοφύρομαι: ὅτι A τὸ ἵνα |
| book 75.2 | λείπει, AT καὶ συνέσταλκεν, ἀντὶ τοῦ ἵνα ὀλοφύρωμαι. A |
| book 75-6.1 | οὐ γὰρ ἔτ’ αὖτις / νείσομαι 〈ἐξ Ἀΐδαο, ἐπήν με |
| book 75-6.2 | πυρὸς λελάχητε〉: οὐκ ἐλεύσομαί σοι εἰς ὄψιν· οὐδέποτε γὰρ κη‐ |
| book 75-6.3 | δευθεῖσα ψυχὴ παρ’ αὐτῷ φαντάζεται. ἴσως δὲ τοῦτο ποιεῖ, τοὺς |
| book 75-6.4 | ἐναγισμοὺς τῶν πολλῶν ἀποτρέπων. T |
| book 76.1 | νίσομαι ἐξ Ἀΐδαο 〈ἐπήν με πυρὸς λελάχητε〉: [λα‐ |
| book 76.2 | χεῖν] ποιήσετε. | παρὰ δὲ τοῖς τραγικοῖς (cf. Aesch. Pers. 681—842; |
| book 76.3 | Eum. 94—139) μετὰ τὴν ταφὴν ἐπιφαίνονται. A |
| book 77a1.1 | οὐ μὲν γὰρ ζωοί γε: ἔν τισι τῶν πολιτικῶν „οὐ γὰρ ἔτι |
| book 77a1.2 | ζωοί γε“. A |
| book 77a2 | γράφεται „οὐ γὰρ ἔτι“. Aint |
| book 78.1 | βουλὰς 〈ἑζόμενοι〉 βουλεύσομεν: γενναίως οὐδενὸς τῶν |
| book 78.2 | ἡδέων ἐμνήσθη, ἀλλ’ ἐν οἷς περὶ τῶν συμφερόντων ἐβουλεύοντο. b |
| book 78.3 | (BCE3E4)T |
| book 79a1.1 | ἀμφέχανε: κατέπιεν· „εἰ δ’ ἄμ〈μ〉ε χάνοι περὶ πάντας |
| book 79a1.2 | ὄλεθροσ“ (poeta ign.) ἀντὶ τοῦ καταπίοι. T |
| book 79a2 | κατέφαγε καὶ κατέπιεν. b(BCE3E4) |
| book 79b.1 | ἥ περ λάχε 〈γεινόμενόν περ〉: ὅθεν μία τῶν Μοιρῶν |
| book 79b.2 | Λάχεσις. παρείληφε δὲ ὅτι τῇ γενέσει συνδιατάσσεται καὶ ὁ τῆς |
| book 79b.3 | τελευτῆς καιρός· ὅθεν Ζηνόδοτος ὁ Κρατήτ〈ε〉ιος (fr. 5, p. 150 P.) |
| book 79b.4 | Χαλδαῖον τὸν Ὅμηρον φησίν. AT |
| book 80-1.1 | καὶ δὲ σοὶ αὐτῷ 〈μοῖρα—ἀπολέσθαι〉: εὐαγ‐ |
| book 80-1.2 | γελίζεται αὐτῷ μετ’ οὐ πολὺ συνέσεσθαι αὑτῷ, ὅπως μὴ ἀμελῇ τῆς |
| book 80-1.3 | κηδείας. b(BCE3E4)T |
| book 81a | {τείχει ὑπο τρώων} εὐηγενέων: ἐν τῇ Ῥιανοῦ (fr. 13 |
| book 81a.1 | M.) καὶ Ἀριστοφάνους (p. 50 N.) „εὐηφενέων“ διὰ τοῦ φ, εὖ τῷ |
| book 81a.2 | ἀφένει χρωμένων, ὡς Κλέαρχος ἐν ταῖς Γλώτταις (fr. 111 We.). A |
| book 81b.1 | εὐηγενέων: τῶν καλοὺς ἀγροὺς ἐχόντων. οἱ δὲ „εὐηφενέ‐ |
| book 81b.2 | ων“ παρὰ τὸ ἄφενος, τῶν εὖ τῷ ἀφένει χρωμένων. b(BCE3E4)T |
| book 82.1 | καὶ ἐφήσομαι: ὅθεν Ἀχιλλεύς φησι· „καί μοι ἕκαστ’ ἐπ‐ |
| book 82.2 | έτελλεν“ (Ψ 107). T |
| book 83a.1 | μὴ ἐμὰ σῶν ἀπάνευθε 〈τιθήμεναι ὀστέα〉: τοῦτο ἀπ’ |
| book 83a.2 | ἄλλης ἀρχῆς ἀναγνωστέον· τὸ γὰρ ἀπαρέμφατον κεῖται ἀντὶ προστα‐ |
| book 83a.3 | κτικοῦ τοῦ τίθει. A |
| book 83b.1 | μὴ ἐμὰ σῶν ἀπάνευθε 〈τιθήμεναι ὀστέα〉: εἶτα ἐπι‐ |
| book 83b.2 | φέρει· „ἀλλ’ ὁμοῦ“ (Ψ 84). ἐμφαίνεται δὲ ἦθος τοῦ ἄγαν ἐπιθυμοῦντος |
| book 83b.3 | διὰ τοῦ σαφέστερον τὴν ἐπιθυμίαν ἐπαναλαβεῖν. T |
| book 83c | τιθήμεναι: Λάκωνες τὸ θάπτειν τιθήμεναι φασίν. T |
| book 84a | ἀλλ’ ὁμοῦ: οἶδε γὰρ αὐτὸν αὐτίκα θανούμενον. T |
| book 84b | 〈ἐτράφην περ:〉 γράφεται „ἐτράφημεν“. Aim |
| book 86a1.1 | ἀνδροκτασίης: καταχρηστικῶς· παῖδα γὰρ ἀνεῖλεν, ὃν |
| book 86a1.2 | 〈οἱ〉 μὲν Κλεισώνυμον, οἱ δὲ Αἰανῆ, οἱ δὲ Λύσανδρον καλεῖσθαι. ἀπ‐ |
| book 86a1.3 | έκτεινε δὲ αὐτὸν παρὰ Ὀθρυονεῖ τῷ γραμματιστῇ, ὥς φησιν Ἀλέ‐ |
| book 86a1.4 | ξανδρος ὁ Αἰτωλὸς ἐν Ἀστραγαλισταῖς (fr. 10 Pow. = nr. 101, 1 |
| book 86a1.5 | [T.G.F. I p. 279] Sn.). T |
| book 86a2.1 | καταχρηστικῶς· παῖδα γὰρ ἀνεῖλε τὸν Ἀμφιδάμαντος τὸν |
| book 86a2.2 | Λύσανδρον παρ’ †ὀθρυωνεῖ† τῷ γραμματιστῇ ἐν παιδιᾷ ἀστραγά‐ |
| book 86a2.3 | λων. b(BCE3E4) |
| book 86b.1 | 〈ὅτε παῖδα κατέκτανον Ἀμφιδάμαντος:〉 τοῦτον |
| book 86b.2 | Κλεισώνυμον Φερεκύδης (FGrHist. 3, 65) στορεῖ. Aim |
| book 88a1.1 | ἀμφ’ ἀστραγάλοισι χολωθείς: αἱ πλείους τῶν κατὰ |
| book 88a1.2 | ἄνδρα „ἀμφ’ ἀστραγάλῃσιν ἐρίσσασ“. καὶ ἔστιν Ἰωνικώτερον· |
| book 88a1.3 | „ἀστραγάλαι δ’ Ἔρωτός εἰσι〈ν〉 / μανίαι τε καὶ κυδοιμοί“, Ἀνακρέων |
| book 88a1.4 | (fr. 111 G. = 53 [P.M.G. 398] P.). A |
| book 88a2.1 | {ἀμφ’ ἀστραγάλοισι χολωθείς:} αἱ πλείους „ἀμφ’ ἀστρα‐ |
| book 88a2.2 | γάλῃσιν ἐρίσσασ“. καὶ ἔστιν Ἰωνικὸν τὸ ἀστραγάλη. T |
| book 88b.1 | 〈ἀμφ’ ἀστραγάλοισι χολωθείς:〉 ὅτι ἅπαξ τῆς διὰ |
| book 88b.2 | τῶν ἀστραγάλων παιδιᾶς μέμνηται. Aim |
| book 89 | 〈ἔνθα με δεξάμενος ἐν δώμασιν〉 ἱππότα 〈Πηλεύσ〉: |
| book 89 | οἱ νεώτεροί φασι διὰ τὸν Εὐρυτίωνος τοῦ Ἴρου φόνον. T |
| book 90.1 | ὀνόμηνεν: καλεῖσθαι ἐποίησεν, ὅ ἐστιν εἶναι· b(BCE3E4) |
| book 90.2 | T „σὴ παράκοιτις / κέκλημαι“ (Δ 60—1) ἀντὶ τοῦ εἰμί. T |
| book 91a | 〈σορός:〉 ὅτι Aint ἅπαξ ἡ σορός. AintT |
| book 91b1 | σορός: ἡ ἔσω ὠροῦσα, ὅ ἐστι φυλάττουσα. T |
| book 91b2 | σορὸς δέ ἐστι κιβώτιον, οὗ ἔσω ὀροῦσαι ἔστιν. b(BCE3E4) |
| book 92a.1 | χρύσεος ἀμφιφορεύς, 〈τόν τοι πόρε πότνια μή‐ |
| book 92a.2 | τηρ〉: ἀθετεῖται, ὅτι εἰ σορὸν δέδωκεν, ἣν ἐν ἄλλοις λάρνακα καλεῖ, |
| book 92a.3 | „καὶ τά γε χρυσείην ἐς λάρνακα θῆκαν“ (Ω 795), πρὸς τί καὶ ἀμφι‐ |
| book 92a.4 | φορῆα; μετενήνεκται οὖν ἐκ τῆς δευτέρας Νεκυίας (sc. ω 74). 〈***〉 |
| book 92a.5.1 | φησὶν αὐτὸν μετενηνέχθαι· τὸ γὰρ οἴκοθεν ἐπάγεσθαι δυσοιώνιστον. |
| book 92a.5.2 | A |
| book 92b.1 | 〈χρύσεος ἀμφιφορεύς, τόν—μήτηρ〉: ἐν πάσαις |
| book 92b.2 | {δὲ} οὐκ ἦν ὁ στίχος. καὶ Ἀρίσταρχος ἐκ τῆς 〈δευτέρασ〉 Νεκυίας |
| book 92b.3 | αὐτὸν ἐσπάσθαι φησίν· „δῶκε δὲ μήτηρ / χρύσεον ἀμφιφορῆα“ (ω |
| book 92b | 73—4), ἀλλ’ ἐκεῖ εὐλόγως πρὸς ὕψωσιν τῆς ταφῆς. T |
| book 92c.1 | χρύσεος ἀμφιφορεύς, 〈τόν τοι πόρε πότνια μήτηρ〉: |
| book 92c.2 | τοῦτόν φασι Διόνυσον παρὰ Ἡφαίστου λαβόντα ἐν Νάξῳ Θέτιδι |
| book 92c.3 | χαρίσασθαι, ἐπειδὴ διωκόμενον ὑπὸ Λυκούργου ἐδέξατο (cf. ω 74—5). |
| book 92c.4 | T |
| book 92c.5.1 | χρύσεος ἀμφιφορεύς: Διόνυσος Ἥφαιστον—τὰ ὀστᾶ. |
| book 92c.5.2 | A |
| book 92d.1 | ἄλλως· χρύσεος ἀμφιφορεύς, 〈τόν—μήτηρ〉: οὐ |
| book 92d.2 | σορὸν δέδωκεν ἡ μήτηρ (δυσοιώνιστον γὰρ ἐπὶ πόλεμον ἐξιόντι), ἀλλ’ |
| book 92d.3 | ἴσως μεστὸν οἴνου, ὃν ἀξιοῖ σορὸν γενέσθαι. b(BCE3E4)T |
| book 94-6.1 | τίπτε μοι, ἠθείη 〈κεφαλή, —ὡς σὺ κελεύεισ〉: |
| book 94-6.2 | βραχὺς ὁ λόγος καὶ ἐμφαίνων τὸν σπεύδοντα πρὸς τὴν ἀμοιβήν. |
| book 94-6.3 | μῆκος δὲ λόγου ὄκνον χάριτος ἀναδέχεται. b(BCE3E4)T |
| book 94 | ἠθείη κεφαλή: προσφώνησις νέου πρὸς πρεσβύτερον. δῆλον |
| book 94 | 〈οὖν〉 ὅτι πρεσβύτερος Ἀχιλλέως ὁ Πάτροκλος. A | Χαμαιλέων (fr. |
| book 94.1 | 19 We.) γράφει „ὦ θείη κεφαλή“. γελοῖον δὲ ἐπὶ νεκρῷ τὸ „ὦ θείη“. |
| book 94.2 | AT | διὸ ἡ διπλῆ. A |
| book 96 | 〈ὡς σὺ κελεύεις:〉 ἐν ἄλλῳ „ὥς με κελεύεισ“. Aim |
| book 97-8.1 | ἀλλά μοι ἆσσον στῆθι· 〈μίνυνθά περ ἀμφιβαλόν‐ |
| book 97-8.2 | τε / ἀλλήλους ὀλοοῖο τεταρπώμεσθα γόοιο〉: ἑκατέρωσε δύνα‐ |
| book 97-8.3 | ται προσδίδοσθαι τὸ ἀλλήλους (98). | καὶ ἐνταῦθα δέ, ὡς εἴρηται |
| book 97-8.4 | (sc. ad Ψ 75), λείπει τὸ ἵνα· ὁ γὰρ λόγος ‘ἀλλά μοι πλησίον στῆθι ἐπ’ |
| book 97-8.5 | ὀλίγον γε, ἵνα ἀλλήλους περιπτυξάμενοι ὀδυρώμεθα‘. A |
| book 97.1 | ἀμφιβαλόντες: ἀμφιχυθέντες· b(BCE3E4)T „ἀμφιχυ‐ |
| book 97.2 | θεὶς πατέρ’ ἐσθλόν“ (π 214). T |
| book 98 | 〈ὀλοοῖο:〉 ἐν ἄλλῳ „κρυεροῖο“. Aint |
| book 99.1 | ὠρέξατο 〈χερσὶ φίλῃσιν:〉 ἐπεθύμησε 〈ταῖς χερσί〉, τὰς |
| book 99.2 | χεῖρας ὤρεξεν. T |
| book 100.1 | 〈ψυχὴ δὲ κατὰ χθονὸσ〉 ἠΰτε καπνός: διὰ τὸ λεπτὸν |
| book 100.2 | καὶ πνευματῶδες· b(BCE3E4)T ἢ πρὸς τὴν κίνησιν. Ζωΐλος (fr. |
| book 100.3 | 36 Friedl. = FGrHist. 71, 16) δέ φησιν ὅτι ἀλλ’ ὁ καπνὸς ἄνω φέρε‐ |
| book 100.4 | ται. T |
| book 101.1 | τετριγυῖα: ἐλεεινὰ βοῶσα, b(BCE3E4)T ὡς ἐπὶ τῶν |
| book 101.2 | νεοσσῶν (sc. Β 314). b(BCE3)T |
| book 102a.1 | 〈χερσί τε συμ〉πλατάγησεν: ἐπὶ τῇ παραδόξῳ φαν‐ |
| book 102a.2 | τασίᾳ b(BCE3E4)T τὰς χεῖρας συνέκρουσεν. b(BCE3)T |
| book 102b.1 | ἔπος ... ὀλοφυδνόν: ὁ μετὰ τιλμοῦ τῶν τριχῶν οἶκτος· |
| book 102b.2 | b(BCE3E4)T „ὤλοψας δὲ βίηφι“ (Call. h. 3, 77). T |
| book 104a | ψυχὴ καὶ εἴδωλον, 〈ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν〉: |
| book 104a.1 | ἐμφρόνως καὶ συνετῶς διείλεκται πάντα ὁ Πάτροκλος. ἐνσέσεισται οὖν |
| book 104a.2 | ἐκ τῆς Ὀδυσσείας ὁ στίχος (ubi non exstat)· ἐκεῖ γὰρ τὰς ψυχὰς |
| book 104a | εἴδωλα σκιώδη φρονήσεως ἀμέτοχα ὑπέθετο. ἢ φρένας λέγει οὐ τὸ |
| book 104a.5.1 | διανοητικόν, ἀλλὰ μέρος τι τῶν ἐντὸς σώματος, ὡς καὶ ἀλλαχοῦ |
| book 104a.5.2 | „ἔν τε φρένες ἧπαρ ἔχουσι“ (ι 301) καὶ πάλιν „ἔνθ’ ἄρα τε φρένες |
| book 104a.5.3 | ἔρχαται“ (Π 481). ἔστιν οὖν ἀπὸ μέρους τὸ ὅλον σῶμα. οὕτως Ἀρι‐ |
| book 104a.5.4 | στοφάνης ὁ γραμματικός (fr. 87, p. 227 N. [= p. 191 Sl.]). | ἡ διπλῆ δέ, ὅτι τὰς τῶν |
| book 104a.5.5 | ἀτάφων ψυχὰς Ὅμηρος ἔτι σωζούσας τὴν φρόνησιν ὑποτίθεται. A |
| book 104b.1 | ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν: φρένες T τινὲς |
| book 104b.2 | σῶμα· μέρος γὰρ σώματος αἱ φρένες. τοῦτο δὲ εἶπε, παρ’ ὅσον |
| book 104b.3 | ἐκταθεὶς οὐκ ἔλαβε. κάλλιον δέ, ὅτι φρένας οἱ τεθνεῶτες οὐκ ἔχουσιν· |
| book 104b.4 | ἐμέμφετο γὰρ ὡς ἠμελημένος (cf. Ψ 69—74). b(BCE3E4)T καὶ |
| book 104b.5.1 | μὴν οἱ ἄταφοι προμαντεύονται. T ἢ εἰσὶ μέν, οὐ μὴν πάμπαν. |
| book 104b.5.2 | b(BCE3E4)T |
| book 104c | 〈πάμπαν:〉 γράφεται {δὲ} καὶ „πᾶσαι“. T |
| book 106 | 〈ἐφεστήκει:〉 ὁ Ἀρίσταρχος ἐφεστήκει χωρὶς τοῦ ι. Aim |
| book 107.1 | θέσκελον: θεοείκελον, ὡσεὶ θεοῦ τὴν ὁμοιότητα κατασκευ‐ |
| book 107.2 | άσαντος. b(BCE3E4)T |
| book 108.1 | 〈τοῖσι δὲ πᾶσιν〉 ὑφ’ ἵμερον ὦρσε 〈γόοιο〉: ὑπερ‐ |
| book 108.2 | βολὴ πένθους ἐστίν, ὥστε οἱ τὰς παραμυθίας ὀφείλοντες προσφέρειν |
| book 108.3 | αὐτοὶ κατάρχονται δακρύων. b(BCE3)T |
| book 110 | ἀμφὶ νέκυν 〈ἐλεεινόν〉: Ἀττικῶς ἐξέτεινε τὸ νέκυν. T |
| book 111a1.1 | οὐρῆάς τ’ ὤτρυνε: ὅτι σαφῶς οὐρῆες οἱ ἡμίονοι, πρὸς |
| book 111a1.2 | τὸ „οὐρῆας μὲν πρῶτον ἐπῴχετο“ (Α 50). | κατὰ δὲ πολλὰ τῶν ἀντι‐ |
| book 111a1.3 | γράφων „οὐρῆας ὤτρυνεν“, ἔξω τοῦ τέ. A |
| book 111a2 | ἄλλως· {οὐρῆας τ’:} ἐν πολλοῖς χωρὶς τοῦ τέ. T |
| book 111b.1 | οὐρῆάς τ’ ὤτρυνεν: „οἱ δ’ ὥς θ’ ἡμίονοι κρατερὸν μένος |
| book 111b.2 | ἀμφιβαλόντες / ἕλκως’ ἐξ ὄρεος κατὰ παιπαλόεσ〈σ〉αν ἀταρπόν“ (Ρ |
| book 111b.3 | 742—3). T |
| book 113.1 | Μηριόνης: Κρήτη γὰρ ὀρεινὴ καὶ δενδροφόρος· AT ὅ‐ |
| book 113.2 | θεν Μηριόνης. A |
| book 116.1 | πάραντα: μήτε ἀνωφερῆ μήτε κατωφερῆ, ἀλλ’ b(BCE3) |
| book 116.2 | T εὐθύτομα. b(BCE3E4)T δόχμια δὲ τὰ ἐκ πλαγίου. b |
| book 116.3 | (BCE3) |
| book 117a.1 | 〈πολυπίδακος:〉 οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ „πολυπι‐ |
| book 117a.2 | δάκου“. Aim |
| book 117b.1 | πολυπιδάκου: „πίδακος ἀμφ’ ὀλίγησ“ (Π 825). οὕτως |
| book 117b.2 | οὖν „πολυπίδακοσ“. T |
| book 119-20a.1 | κτυπέουσαι / πῖπτον: ὅτι τὸ ἐναντίον ἔφη· πίπτου‐ |
| book 119-20a.2 | σαι γὰρ κτύπον παρεῖχον. A |
| book 119-20b | κτυπέουσαι / πῖπτον: ἤλλακται ἡ τάξις. b(BCE3E4)T |
| book 120a.1 | διαπλήσσοντες {ἀχαιοί}: οὕτως διαπλήσσοντες διὰ |
| book 120a.2 | τοῦ η αἱ Ἀριστάρχου ἀντὶ τοῦ διακόπτοντες. | παρασημειώσαιτο δ’ |
| book 120a.3 | ἄν τις τοῦτο πρὸς τὸ ἐν τῇ Ὀδυσσείᾳ (κ 440) „τῷ οἱ ἀποπλήξας |
| book 120a.4 | κεφαλήν“, ἀντὶ τοῦ ἀποκόψας. A |
| book 120b.1 | 〈διαπλήσσοντες:〉 οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ „δια‐ |
| book 120b.2 | πλίσσοντεσ“ διὰ τοῦ ι. Aim |
| book 120c.1 | διαπλήσσοντες: διακόπτοντες πρὸς τὴν συμμετρίαν· |
| book 120c.2 | b(BCE3E4)T καὶ „τῷ οἱ ἀποπλήξας κεφαλήν“ (κ 440). T |
| book 120c.3 | τὸ δὲ †διαπλήσσοντες† b(BCE3)T τοῖς ποσὶ διαβάντες. b(BC |
| book 120c.4 | E3E4)T |
| book 121.1 | ταὶ δὲ χθόνα ποσ〈σ〉ὶ δατεῦντο: διέκοπτον ταῖς ὁπλαῖς |
| book 121.2 | τὸ ἔδαφος. b(BCE3E4)T | ἢ διεμερίζοντο τοῖς ποσὶ τὴν γῆν· με‐ |
| book 121.3 | ρισμῷ γὰρ ὅμοιόν ἐστιν, ἄλλοτε ἄλλῃ τιθεμένων τῶν ποδῶν. b(BCE3) |
| book 121.4 | T |
| book 121.5.1 | ποσσὶ δατεῦντο: ἐμέριζον βαδίζουσαι· μερισμῷ γάρ τινι |
| book 121.5.2 | ὅμοιον γίνεται κατὰ τὴν πορείαν, ἄλλοτε ἀλλαχοῦ τῶν ποδῶν τιθε‐ |
| book 121.5.3 | μένων. A |
| book 121-2.1 | 〈ταὶ δὲ χθόνα ποσσὶ δατεῦντο /〉 ἐλδόμεναι πε‐ |
| book 121-2.2 | δίοιο 〈διὰ ῥωπήϊα πυκνά: βραχὺ διασταλτέον ἐπὶ τὸ πεδίοιο |
| book 121-2.3 | (122)·〉 τὸ γὰρ ἑξῆς ἐστι ταὶ δὲ χθόνα ποσ〈σ〉ὶ δατεῦντο, διὰ |
| book 121-2.4 | ῥωπήϊα πυκνὰ ἐλδόμεναι πεδίοιο· οὐ γὰρ τοῦ πεδίου τὰ |
| book 121-2.5 | ῥωπήϊα λέγει, ἀλλ’ εἰς τὸ πεδίον αὐτὰς ἐπείγεσθαι ἀπὸ τῶν ῥωπῶν. |
| book 121-2 | A |
| book 123.1 | πάντες δ’ ὑλοτόμοι φιτροὺς φέρον: νόμος στρατιωτι‐ |
| book 123.2 | κὸς μὴ κούφους ἐν ταῖς χρείαις διατελεῖν. A b (BCE3E4)T |
| book 125.1 | ἐπισχερώ: ἐφεξῆς, παρὰ τὸ ἄλλο ἐπ’ ἄλλῳ τὴν σχέσιν |
| book 125.2 | ἔχειν. A b (BCE3)T |
| book 126a | ἠρίον: παρὰ τὴν ἔραν. T |
| book 126b.1 | ἠδὲ καὶ αὐτῷ: ἴσως ἐφ’ ἑαυτοῦ τοῦτο ἀναπεφώνηκεν ὁ |
| book 126b.2 | ποιητής. T |
| book 130.1 | χαλκὸν ζώννυσθαι: Ἀριστοτέλης (fr. 519 R.3) φησὶ |
| book 130.2 | τοὺς πρυλεῖς Ἀχιλλέως 〈***〉. τοὺς δὲ Ἀχαιοὺς τὸν νόμον εἰς |
| book 130.3 | Κύπρον κομίσαι· τῶν γὰρ βασιλέων κηδευομένων αὐτὸς προηγεῖται |
| book 130.4 | πυρριχίζων ὁ στρατός. T |
| book 131 | 〈ἐν τεύχεσσιν:〉 ἀντὶ τοῦ εἰς τὰ τεύχη. b(BCE3)Til |
| book 132a.1 | 〈ἐν δίφροισι:〉 ἀντὶ τοῦ εἰς τοὺς δίφρους. b(BCE3E4) |
| book 132a.2 | Til |
| book 132b.1 | 〈παραιβάται:〉 ὅτι νῦν παραιβάτας εἴρηκε τοὺς ὁπλί‐ |
| book 132b.2 | τας. Aint |
| book 132c.1 | παραιβάται: ὧδε μόνον αὐτοὺς ὠνόμασεν, ἐκεῖ δὲ (sc. |
| book 132c.2 | Λ 104) σημαίνει· „Ἄντιφος αὖ παρέβασκε περικλυτόσ“. T |
| book 133-4.1 | 〈πρόσθε μὲν—ἑταῖροι:〉 τὸ πλῆθος διὰ τοῦ |
| book 133-4.2 | νέφους ἐδήλωσε καὶ τὸ σχῆμα, καὶ πῶς ἐπορεύοντο. b(B[bis], CE3E4) |
| book 134.1 | 〈μυρίοι:〉 πρὸς τὸ σχῆμα, Tt ὅτι „νέφος 〈...〉 πεζῶν“ |
| book 134.2 | (Ψ 133), / μυρίοι. Aint |
| book 135a.1 | 〈θριξὶ δὲ πάντα νέκυν〉 καταείνυον: τὸ πλῆθος ἐμ‐ |
| book 135a.2 | φαίνει τῶν κειρομένων. b(BCE3)T |
| book 135b | θριξὶ δὲ πάντα νέκυν καταεἵνυον: κατεκάλυπτον |
| book 135b.1 | —δάκρυ παρειῶν. | δασέως δὲ τὸ εἵνυον· ἀπὸ γὰρ τοῦ εἱνύω |
| book 135b.2 | ἐστὶ θέματος, ὃ παρῆκται παρὰ τὸ ἕω δασυνόμενον. | ἔν τισι δὲ |
| book 135b | „καταείλυον“, τουτέστιν εἴλουν. Ἀρίσταρχος δὲ „καταείνυσαν“ | ἡ |
| book 135b.5.1 | διπλῆ δέ, ὅτι τὸ πάντα ἀντὶ τοῦ ὅλον, πρὸς τὸ „πᾶσαι δ’ ὠΐγνυντο |
| book 135b.5.2 | πύλαι“ (Β 809. Θ 58 al.). A |
| book 135c | ἄλλως· καταείνυον: “〈κατα〉είλυον“ εἴλουν. | 〈κατα‐〉 |
| book 135c.1 | είνυον δὲ T περιεκάλυπτον b(BCE3)TTt ἀντὶ 〈τοῦ〉 ἕν‐ |
| book 135c.2 | νυον. | δασύνεται δὲ τὸ εἵνυον. | Ἀρίσταρχος δὲ „〈κατα〉είνυσαν“. T |
| book 136 | κάρη ἔχε: ἔθος φασὶ παρὰ Λινδίοις τοῦτο. T |
| book 137a1.1 | {πέμπ’} Ἄϊδος δέ: οὕτως Ἄϊδος δέ, οὐκ „Ἄϊδος |
| book 137a1.2 | δῶ“. | ὁ Ἡρωδιανός φησιν ἐν τῷ ιθʹ τῆς Καθόλου (1,498,23 L.). |
| book 137a1.3 | A |
| book 137a2 | οὕτως Ἡρωδιανός. | ἄλλοι δὲ „Ἄϊδος δῶ“. Aim |
| book 138 | 〈ἵκοντο:〉 γράφεται „ἵκανον“. Aim |
| book 139a.1 | μενοεικέα ... ὕλην: ὅτι τινὲς τὸ μενοεικές πολὺ ἀπ‐ |
| book 139a.2 | έδοσαν. ἔστι δὲ τὸ τῷ μένει ἐοικός, οἷον τὸ ἀρεστόν, ἐξ οὗ τὴν ἱκανὴν |
| book 139a.3 | βούλεται σημᾶναι. A |
| book 139b.1 | μενοεικέα 〈...〉 ὕλην: τὴν ἀρεσκομένην Ἀχιλλεῖ, ἢ |
| book 139b.2 | τὴν πρέπουσαν τῇ πυρᾷ· b(BCE3E4)T φησὶ γοῦν „παρά τε |
| book 139b.3 | σχεῖν ὡς ἐπιεικέσ“ (Ψ 50). μετήνεκται δὲ ἀπὸ τῶν ζώντων· κυρίως γὰρ |
| book 139b.4 | ἂν εἴποι τις μενοεικὲς τὸ τῷ τε μένει ἀρεστὸν καὶ καταθύμιον. T |
| book 141 | χαίτην: καὶ ὁ Πάρις εἶχε χαίτην (cf. Γ 55), ἀλλ’ ἐπὶ |
| book 141 | γυναιμανίᾳ καὶ ἀπάτῃ. AT |
| book 142a1.1 | τήν ῥα Σπερχειῷ 〈ποταμῷ τρέφε τηλεθόωσαν〉: |
| book 142a1.2 | τοῖς ποταμοῖς ἔτρεφον τὰς κόμας, ἐπεὶ κουροτρόφοι νομίζονται. καὶ |
| book 142a1.3 | τοῖς γαμοῦσι δὲ λουτρὸν ἐξ αὐτῶν ἐκόμιζον γονὴν οἰωνιζόμενοι, καὶ |
| book 142a1.4 | τοῖς πρὸ γάμων τελευτῶσιν ἡ λουτροφόρος κάλπις 〈ἐπ〉ετίθετο. ὅτι |
| book 142a1.5.1 | δὲ τὸ ὑγρὸν αὔξει, καὶ παῖδες πρώτῃ τροφῇ χρῶνται τῇ ὑγρᾷ. τινὲς |
| book 142a1.5.2 | δὲ τρόφιμόν φασι τὸ ὕδωρ καὶ τοὺς βουλιμιῶντας πίνοντας κορέννυ‐ |
| book 142a1.5.3 | σθαι. T |
| book 142a2.1 | τοῖς ποταμοῖς ἔτρεφον τὰς κόμας, ἐπεὶ κουροτρόφοι νο‐ |
| book 142a2.2 | μίζονται διὰ τὸ αὐξητικὸν τὸ ὑγρὸν εἶναι. ὅτι δὲ αὐξητικόν ἐστι, |
| book 142a2.3 | καὶ παῖδες πρώτῃ τροφῇ χρῶνται τῇ ὑγρᾷ. b(BCE3E4) |
| book 142b.1 | ἄλλως· {τήν ῥα} Σπερχειῷ: ὡς συγγενεῖ· Πολυδώραν |
| book 142b.2 | γὰρ εἶχε τὴν Πηλέως θυγατέρα (cf. Π 175—6). ἢ ὅτι ἀπὸ Φθίου |
| book 142b.3 | 〈τοῦ〉 Σπερχειοῦ Φθία. δῆλον δὲ ὅτι ἐν Τροίᾳ ἔκειρε διὰ τὸ περὶ |
| book 142b.4 | αὐτοῦ λόγιον. T |
| book 143a | 〈ὀχθήσας:〉 στενάξας. b(BCE3E4) |
| book 143b.1 | ἰδὼν ἐπὶ οἴνοπα πόντον: ὡς ἐπὶ τὴν πατρίδα καὶ τὸν |
| book 143b.2 | Σπερχειὸν ἀποβλέψας. b(BCE3E4)T |
| book 144.1 | ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεύς: ἔθος ἦν τοῖς |
| book 144.2 | ἀρχαίοις—ἦν γὰρ ἐκ Φαρσάλου τῆς Θεσσαλίας. ἡ ἱστορία παρὰ |
| book 144.3 | τοῖς Ἀργολικοῖς συγγραφεῦσιν. A |
| book 144 | ἄλλως {σοί γε πατήρ}: ἀντὶ τοῦ μάτην, ὡς καὶ Εὐριπίδης |
| book 144.5.1 | ἐν Μηδείᾳ (1029—30)· „ἄλλως ἄρ’ ὑμᾶς, ὦ τέκν’, ἐξεθρεψάμην, / |
| book 144.5.2 | ἄλλως δ’ ἐμόχθουν καὶ κατεξάνθην πόνοισ“. καὶ παρὰ Ἀριστοφάνει |
| book 144.5.3 | ἐν Ἱππεῦσι (11)· „τί κινυρόμεθ’ ἄλλως;“. καὶ ὡς ἐπὶ τὸ πλεῖστον |
| book 144.5.4 | ἀντὶ τοῦ μάτην ἐχρῶντο οἱ Ἀττικοὶ τῷ ἄλλως· καὶ γὰρ παρὰ |
| book 144.5.5 | Θουκυδίδῃ συνεχῶς (sc. 1, 109, 3. 2, 18, 2 al.) ἔστιν αὐτὸ εὑρεῖν κεί‐ |
| book 144.10 | μενον. A |
| book 146.1 | σοί τε κόμην κερέειν: καὶ Ἀντίμαχος (fr. 128 W.) |
| book 146.2 | φησὶ τῷ Κηφισσῷ κατὰ τὴν Λίλαιαν τεθυκέναι τὴν κόμην. T |
| book 147a1.1 | 〈πεντήκοντα δ’ ἔνορχα ... μῆλ’ ἱερεύσειν:〉 ἔνορ‐ |
| book 147a1.2 | χα τοῖς ποταμοῖς καὶ Ποσειδῶνι δέ, διὰ τὸ ἐκ τοῦ ὑγροῦ τὴν γένεσιν |
| book 147a1.3 | εἶναι· „Ὠκεανόν τε, θεῶν γένεσιν“ (Ξ 201. 302). σκεπτέον δέ, μὴ |
| book 147a1.4 | μῆλα νῦν τοὺς ταύρους φησίν· τούτους γὰρ τοῖς ποταμοῖς καθ’ |
| book 147a1.5.1 | Ὅμηρον θύουσι, „δηθὰ πολεῖς ἱερεύετε ταύρουσ“ (Φ 131), „ταῦρον |
| book 147a1.5.2 | 〈δ’〉 Ἀλφειῷ“ (Λ 728). T |
| book 147a2.1 | δυνάμεως καὶ αὐξήσεως αἴτιον τὸ ὕδωρ· ὅθεν ἔνορχα |
| book 147a2.2 | θύουσιν, οἱονεὶ τὰ εὐθαλέστερα καὶ δυνάμει προὔχοντα, τοῖς αἰτίοις |
| book 147a2 | τοῦ δύνασθαι. b(BCE3E4) |
| book 147b | 〈παρ’ αὐτόθι:〉 ἐν ἄλλῳ „παραυτίκα“. Aim |
| book 152-3.1 | κόμην 〈... /〉 θῆκεν: παθητικῶς, οὐχ ὡς οἱ λοιποὶ |
| book 152-3.2 | (cf. Ψ 135) ἐπέρριψεν. T |
| book 155a.1 | εἰ μὴ Ἀχιλλεὺς 〈αἶψ’—παραστάσ〉: τοσοῦτος |
| book 155a.2 | ὁ θρῆνος, ὅτι καὶ Ἀχιλλεὺς ἔγνω τὴν ἀμετρίαν. b(BCE3E4)T |
| book 155b.1 | αἶψ’ Ἀγαμέμνονα εἶπε παραστάς: ὅτι ἔξωθεν τὴν |
| book 155b.2 | πρός ληπτέον· ἔστι γὰρ πρὸς Ἀγαμέμνονα. A |
| book 157a.1 | πείσονται {μύθοισι}: ὅτι πρὸς τὸ νοητὸν ἀπήντηκεν, |
| book 157a.2 | ὁ λαὸς (cf. Ψ 156) πείσονται. A |
| book 157b.1 | γόοιο μὲν ἔστι καὶ ἆσαι: λείπει τὸ ὕστερον, b(BCE3 |
| book 157b.2 | E4)T ἵν’ ᾖ ‘ἔστι καὶ ὕστερον ἆσαι γόοιο‘. b(BCE3E4) |
| book 157b.3 | ἐνέφηνε δὲ αὐτὸ διὰ τοῦ „νῦν δ’ ἀπὸ πυρκαϊῆς σκέδασον“ (Ψ 158). |
| book 157b | b(BCE3E4)T |
| book 157c.1 | ἄλλως· γόοιο μὲν ἔστι 〈καὶ ἆσαι〉: ἐπαγγελτικῶς προ‐ |
| book 157c.2 | ενεκτέον τὸ ἔστι, ὡς „ἔστι τοι ἐν κλισίῃ χρυσὸς πολύς, ἔστι δὲ |
| book 157c.3 | χαλκόσ“ (Ψ 549). T |
| book 158.1 | δεῖπνον: τὴν πρὸ τοῦ δόρπου τροφήν. ὑπερβολικῶς οὖν |
| book 158.2 | εἶπε τὸ „καί νύ κ’ ὀδυρομένοισιν ἔδυ φάοσ“ (Ψ 154). b(BCE3E4, |
| book 158.3 | E4il) |
| book 160a1.1 | κηδεός: τινὲς ἐβάρυναν ὥστε εἶναι γενικήν. ἄμεινον δὲ |
| book 160a1.2 | ὀξύνειν, ἵνα ᾖ ῥηματικὸν ἀπὸ τοῦ κηδεύω· τὰ γὰρ εἰς ος λήγοντα |
| book 160a1.3 | ὀνόματα, παρὰ ῥῆμα γινόμενα, καθαρεύοντα καὶ τῷ ε παραληγόμενα |
| book 160a1.4 | ὀξύνεσθαι θέλει, φωλεύω φωλεός, ὀχεύω ὀχεὸς καὶ ἐν πλεονασμῷ |
| book 160a1.5.1 | τοῦ ς ὀσχεός. καὶ παρὰ τὸ σωρεύω δὲ ὁ σωρεός· τὸ δὲ σωρός κατὰ |
| book 160a1.5.2 | συγκοπὴν ἀπετελεῖτο. καὶ παρὰ τὸ λοχεύω δὲ ὁ λοχεός ἔσται κατ’ |
| book 160a1.5.3 | ὀξεῖαν τάσιν· „ὁ δ’ ἐκ λοχεοῖο πάϊσ“ (Hsd. th. 178)· ἀλλ’ οὖν γε |
| book 160a1.5.4 | βαρυτόνως οἱ πλείους ἀνέγνωσαν, πλεονασμὸν ἐκδεξάμενοι τοῦ ε ὥστε |
| book 160a1.5.5 | παρὰ τὴν λόχου γενικὴν—„ἐκ λόχου ἀμπήδησε“ (Λ 379)—λόχοιο |
| book 160a1.10.1 | γενέσθαι καὶ λοχέοιο. οὕτως δὲ κατὰ τὸν προειρημένον κανόνα, |
| book 160a1.10.2 | ῥήματος ὄντος τοῦ κηδεύω, τὸ παρ’ αὐτὸ ὄνομα, λέγω δὲ τὸ κηδεός, |
| book 160a1.10.3 | ὀξυτονηθήσεται. A |
| book 160a2.1 | κηδεός: ὀξυτόνως παρὰ τὸ κηδεύω, ὡς λοχεύω λοχεός. |
| book 160a2.2 | b(BCE3E4)T οἱ δὲ πλείους „λοχέοιο“ ἀναγινώσκουσιν, ὡς „ἀν‐ |
| book 160a2 | θρώποιο“ (ς 130). T |
| book 160b | ἄλλως· κηδεός: κηδεύσιμος b(BCE3)T | ἢ κήδιστος. T |
| book 160c1.1 | παρὰ δ’ οἱ ταγοὶ 〈ἄμμι μενόντων〉: τὸ ἑξῆς ἐστι |
| book 160c1.2 | παραμενέτωσαν· διὸ φυλακτέον τὸν τόνον τῆς προθέσεως. Διονύσιος |
| book 160c1.3 | (fr. *24 L.) δὲ ἡγεῖτο πλεονάζειν τὸ〈ν〉 τέ σύνδεσμον καὶ ἀγοὺς |
| book 160c1.4 | ἡγεῖτο τοὺς ἡγεμόνας. ὁ μέντοι Ἀρίσταρχος ταγοὺς ἐξεδέξατο, καὶ |
| book 160c1.5.1 | σχεδὸν ἅπαντες, παρὰ τὸ τάσσω ῥῆμα τοῦ σχηματισμοῦ γενομένου· |
| book 160c1.5.2 | διὸ καὶ ἐγὼ συγκατατίθεμαι. A |
| book 160c2.1 | τὸ δὲ ἑξῆς παραμενόντων b(BCE3)T ἄμμι οἱ ἀγοί. |
| book 160c2.2 | b(BCE3) |
| book 160d | 〈μενόντων:〉 ὅτι ἀντὶ τοῦ μενέτωσαν. Aim |
| book 163a.1 | κηδεμόνες: οἱ μάλιστα ἀνιώμενοι διὰ τοῦτο καὶ φρον‐ |
| book 163a.2 | τίζοντες. AT |
| book 163b.1 | κηδεμόνες: οἱ εἰς τοῦτο τεταγμένοι πρὸς τὸ ἀδιασπάστως |
| book 163b.2 | φροντίζειν αὐτοῦ παρὰ τοὺς ἄλλους. b(BCE3E4) |
| book 164a.1 | ἑκατόμπεδον: ἑκατὸν ποδῶν ἔχουσαν πλευράν, ὡς καὶ |
| book 164a.2 | τετράπους λίθος, A b (BCE3)T | ὥστε ἑκάστην πλευρὰν ἑκατὸν |
| book 164a | ποδῶν μέτρον ἔχειν. A |
| book 164b | ἔνθα καὶ ἔνθα: ἐκ παντὸς μέρους. b(BCE3)T |
| book 165.1 | ἐν δὲ πυρῇ ὑπάτῃ: ἐν τῷ ἀνωτάτω αὐτῆς καὶ μέσῳ, ὡς |
| book 165.2 | τὸ „ῥινὸς ὕπερ πυμάτησ“ (Ν 616). b(BCE3E4)T |
| book 168.1 | δημὸν ἑλὼν ἐκάλυψε 〈νέκυν〉: πρὸς τὸ ταχὺ τὴν πιμε‐ |
| book 168.2 | λὴν ἐξαφθῆναι τοῦτο ποιεῖ ὁ Ἀχιλλεύς. A b (BCE3E4)T |
| book 169a.1 | περὶ δὲ δρατὰ σώματα νήει: περὶ αὐτὸν ἐσώρευεν |
| book 169a.2 | ὑπὲρ τοῦ καὶ τὴν ἀπ’ ἐκείνων πιμελὴν συμπράσσειν τι πρὸς τὴν |
| book 169a.3 | καῦσιν. b(BCE3E4)T ἅμα δὲ καὶ τοῦ περὶ τὸν νεκρὸν εὐσχήμονος |
| book 169a.4 | ἕνεκεν· συνσπᾶσθαι γὰρ τὰ καιόμενα τῶν σωμάτων εἴωθεν. T |
| book 169b1.1 | δρατά: τὰ πολλὰ τῶν ὑπομνημάτων διὰ τοῦ ε „δρετά“, |
| book 169b1.2 | καὶ τάχα ἀπὸ τοῦ δέρειν. | ἡ διπλῆ δὲ πρὸς τὴν μετάθεσιν ὅτι ἀντὶ |
| book 169b1.3 | τοῦ δαρτά. A |
| book 169b2 | ἐν ἐνίοις δὲ γράφεται „δρ[ε]τά“. T |
| book 169c | δρατά: τὰ ἐκδαρτὰ κατὰ ἀντιστροφήν. b(BCE3E4) |
| book 169d | δρατά: „ταυτὶ δέδραται“ Ἀριστοφάνης (pac. 1039). T |
| book 170-1a1.1 | 〈ἐν δ’ ἐτίθει μέλιτος καὶ ἀλείφατος ἀμφιφορῆ‐ |
| book 170-1a1.2 | ας /〉 πρὸς λέχεα 〈κλίνων〉: ἀντὶ τοῦ πρὸς τὸ σῶμα αὐτοῦ, ὅτι |
| book 170-1a1 | θερμαινόμενα ἀναζέουσι καὶ προχέονται ἐπὶ τὸν νεκρόν. T |
| book 170-1a2.1 | πρὸς τὸ σῶμα αὐτοῦ, ἢ πρὸς τὰς πλευράς, ἢ πρὸς ὃν |
| book 170-1a2.2 | ἔκειτο τόπον. b(BCE3E4) |
| book 171.1 | πίσυρας 〈...〉 ἵππους: κατὰ πλευρὰν ἕνα· οἰκεῖος δὲ τῶν |
| book 171.2 | νεκρῶν ὁ ἴσος ἀριθμός. διὰ τοῦτο τῷ Ποσειδῶνι ἐννέα θύουσιν (cf. |
| book 171.3 | γ 7—8). AT |
| book 174-6.1 | ἐνέβαλ〈λ〉ε πυρῇ δύο〈—χαλκῷ δηϊόων〉: |
| book 174-6.2 | ἴσως τὸ ὠμὸν αὐτοῦ εἰδὼς ὁ πατὴρ μουσικὴν αὐτὸν ἐδίδαξεν (cf. Ι |
| book 174-6.3 | 186—9). πλέον δὲ αὐτὸν ἠγρίωσεν ὁ Πατρόκλου θάνατος b(BCE3 |
| book 174-6.4 | E4)T ὡς τοὺς κύνας καὶ τοὺς Τρῶας καίειν· διὸ ὥσπερ ἀγανα‐ |
| book 174-6.5.1 | κτῶν ὁ ποιητής φησι κακὰ δὲ φρεσὶ μήδετο ἔργα (176). b(BCE3) |
| book 174-6.5.2 | T |
| book 177a.1 | πυρὸς μένος 〈...〉 σιδήρεον: ἄμφω γὰρ τμητικά, πῦρ |
| book 177a.2 | καὶ σίδηρος. A b (BCE3E4)T |
| book 177b.1 | νέμοιτο: ἐμφαντικῶς ἀντὶ τοῦ φάγοι· A b (BCE3E4) |
| book 177b.2 | φησὶ γοῦν· „τοὺς ἅμα σοὶ πάντας πῦρ ἐσθίει“ (Ψ 182). A |
| book 179.1 | χαῖρέ μοι: ἀντὶ τοῦ ἥδου, ὅτι σοι b(BCE3)T τὰ πρὸς |
| book 179.2 | ἡδονὴν b(BCE3E4)T ἀπεπλήρωσα. b(BCE3)T |
| book 180 | 〈τελέω τὰ πάροιθεν ὑπέστην:〉 ἐν ἄλλῳ „τετελεσμένα |
| book 180 | ὥσπερ ὑπέστην“. Aint |
| book 181.1 | δώδεκα μὲν Τρώων 〈μεγαθύμων υἱέας ἐσθλούσ〉: συν‐ |
| book 181.2 | απτέον τῷ ἑξῆς στίχῳ· τὸ γὰρ „τούσ“ (Ψ 182) κεῖται ἀντὶ τοῦ τού‐ |
| book 181.3 | τους, ἵν’ ᾖ ὁ λόγος ‘δώδεκα μὲν Τρώων υἱοὺς τούτους σὺν σοὶ τὸ πῦρ |
| book 181.4 | ἐσθίει‘, δεικτικῶς. ἐὰν δὲ στίζωμεν ἐπὶ τὸ ἐσθλούς 〈***〉 ἔσται τὸ |
| book 181.5 | „τούσ“ (Ψ 182) ἀντὶ ὑποτακτικοῦ ἄρθρου τοῦ οὕς. A |
| book 183.1 | 〈δώσω Πριαμίδην πυρὶ δαπτέμεν, ἀλλὰ κύνεσσιν:〉 |
| book 183.2 | ὅτι ἀπὸ κοινοῦ τὸ δαπτέμεν. Aint |
| book 184.1 | ἀπειλήσας: συνήθως ἡμῖν, ὡς τὸ „ἀπείλησαν γὰρ οἱ |
| book 184.2 | ἄλλοι“ (Β 665). T διὰ δὲ τῆς ἀναφωνήσεως ἐθεράπευσε τὸν |
| book 184.3 | ἀκροατήν· ἤδη γὰρ συνέπασχε τῇ τοῦ Ἕκτορος αἰκίᾳ. b(BCE3E4, |
| book 184.4 | E4il)T |
| book 186a.1 | ῥοδόεντι δὲ χρῖεν ἐλαίῳ: ὅτι μύρου τὴν μὲν ὀνομασίαν |
| book 186a.2 | ἀγνοεῖ, τὴν δὲ σκευασίαν οἶδεν· τὸ γὰρ ῥόδινον οὕτως νῦν εἶπεν |
| book 186a.3 | ἔλαιον ῥοδόεν. A |
| book 186b.1 | ῥοδόεντι 〈δὲ χρῖεν〉 ἐλαίῳ: τὴν χρῆσιν μὲν τοῦ |
| book 186b.2 | μύρου οἶδεν, οὐ μὴν τὸ ὄνομα. οἰκεῖον δὲ τὸ ἀλείφειν τῇ θεῷ (cf. θ 364). |
| book 186b.3 | T |
| book 186c.1 | χρῖεν ἐλαίῳ: ἰσχυροποίησε τὸ σῶμα διὰ τῆς χρίσεως, |
| book 186c.2 | ἵνα μὴ ἑλκόμενον ὑπ’ Ἀχιλλέως ἀποξέοιτο. b(BCE3E4) |
| book 187 | ἑλκυστάζων: ὡς „νευστάζων“ (Υ 162. μ 194 al.). T |
| book 190-1.1 | μὴ πρὶν μένος ἠελίοιο 〈/ σκήλει’ ἀμφὶ περὶ |
| book 190-1.2 | χρόα〉: μὴ πρὶν ἀπολυθῆναι τοῖς οἰκείοις τὸ σῶμα σκελετοποιήσειεν. |
| book 190-1 | b(BCE3E4)T οἱ δὲ τὸν περὶ τοῖς μέλεσι χρόα (cf. 191). T |
| book 191a | σκήλειεν: εὐκτικῶς. T |
| book 191b | 〈σκήλειε:〉 σκληροποιήσειεν. Aim |
| book 192.1 | οὐδὲ πυρὴ 〈Πατρόκλου〉 καίετο: τὴν ἔμφασιν τῶν |
| book 192.2 | ὑγρῶν ἐμφαίνει, νικησάντων τὸ πῦρ. b(BCE3E4)T |
| book 194-5.1 | δοιοῖς 〈ἠρᾶτ’〉 ἀνέμοισι 〈/ Βορέῃ καὶ Ζεφύρῳ〉: |
| book 194-5.2 | οὐκ ἄτοπον θεοὺς καλεῖν ἐπὶ τεθνεῶσιν, ὅπου καὶ ἐν πολέμοις καλοῦσι |
| book 194-5.3 | καὶ αὐτὸς ὁ Ἀπόλλων νεκροφορεῖ (sc. Π 676—83). T |
| book 195.1 | Βορέῃ καὶ Ζεφύρῳ: ὡς Θρᾳξί· Θρᾴκη δὲ πλησίον τῆς |
| book 195.2 | Τροίας. b(BCE3E4)T |
| book 196.1 | ΔΕΠΑΙ 〈ἐλλιτάνευεν〉: ὅτι συνῃρημένως. ἀλλαχοῦ δὲ |
| book 196.2 | „ἐν δέπαϊ χρυσέῳ“ (υ 261). T |
| book 197a | 〈ἐλθέμεν:〉 γράφεται „ἐλθεῖν“. Aim |
| book 197b.1 | φλεγεθοίατο: Εὐφορίων (fr. 160 Pow.) κακῶς τῷ ῥή‐ |
| book 197b.2 | ματι ἑνικῶς χρῆται. T |
| book 198a.1 | 〈ὕλη τ’ ἐσσεύαιτο:〉 ἐν ἄλλῳ „ὕλη τε σεύαιτο“. οὕτως |
| book 198a.2 | δὲ ἔξω τοῦ ν ὕλη. Aim |
| book 198b1 | ὕλη τ’ ἐσσεύαιτο 〈καήμεναι〉: ὁρμὴν λάβοι· ἀπὸ δὲ |
| book 198b1 | τῶν ἐμψύχων μετῆκται. χωρὶς δὲ τοῦ ν τὸ ὕλη. οἱ δὲ „ὕλην τε σεύ‐ |
| book 198b1 | αιντο“ ἀντὶ τοῦ ὁρμήσειαν οἱ ἄνεμοι καίειν τὴν ὕλην. AT |
| book 198b2.1 | ἀντὶ τοῦ ὁρμὴν λάβοι b(BCE3E4, E4il)Til ἡ ὕλη |
| book 198b2.2 | τοῦ καῆναι, ἵν’ ᾖ ‘ὕλη τ’ ἐσσεύοιτο καήμεναι‘. b(BCE3E4) εἰ δὲ ᾖ |
| book 198b2.3 | „ὕλην τε σεύαιντο καήμεναι“, b(BE4) ἀντὶ τοῦ ἵν’ ὁρμήσειαν |
| book 198b2.4 | οἱ ἄνεμοι τὴν ὕλην καίειν. b(BE3E4) |
| book 199.1 | μετ’ ἄγγελος ἦλθ’ ἀνέμοισιν: Ἰωνικῶς, ἀντὶ τοῦ πρὸς |
| book 199.2 | ἀνέμους ἦλθεν, ὡς Ἀρχίλοχος (fr. 218 W.)· „μετέρχομαί σε σύμ‐ |
| book 199.3 | βολον ποιεύμενοσ“. οὐκ ἐποίησε δὲ ἐκείνους ἀκούοντας, ἐπειδὴ τοῦτο |
| book 199.4 | κατὰ δόξαν ἦν. b(BCE3E4)T |
| book 200.1 | δυσαέος: οὐκ ἀεί, ἀλλὰ χειμῶνι· ἔστι γὰρ χειμῶνος μὲν |
| book 200.2 | δυσαής, θέρους δὲ προσηνής. A b (BCE3E4)T „Ζεφυρίη πνεί‐ |
| book 200.3 | ουσα τὰ μὲν φύει“ (η 119). T |
| book 202 | βηλῷ: τῷ βαθμῷ. T |
| book 203.1 | πάντες ἀνήϊξαν: ἔστι γὰρ ἐρωμένη Ζεφύρου· ἀφ’ ὧν |
| book 203.2 | καὶ τὸν Ἔρωτά φασιν. ἴσως δὲ ἀκροθώρακες ὄντες ἐρῶσιν αὐτῆς. T |
| book 205a | οὐχ ἕδος: οὐχ ἑδραστέον. b(BCE3)T |
| book 205b | 〈αὖθι:〉 γράφεται „αὖτισ“. Aim |
| book 206a.1 | Αἰθιόπων ἐς γαῖαν: πρὸς ἀπαλλαγὴν τῶν ἐνοχλούν‐ |
| book 206a.2 | των ψεύδεται· χθὲς γὰρ θεαταὶ ἦσαν τῆς μάχης, καὶ ἕωθεν φιλονεικοῦσι |
| book 206a | περὶ Ἕκτορος. b(BCE3E4)T |
| book 206b.1 | ἄλλως· Αἰθιόπων ἐς γαῖαν: χάριεν ἐν παρέργῳ δεδή‐ |
| book 206b.2 | λωκεν ὅτι ἀπηλλάγησαν οἱ θεοὶ τοῦ πολέμου καὶ ὥσπερ ἐκ τῆς |
| book 206b.3 | φροντίδος κατέστησαν, πέρας ἐχόντων ἤδη τῶν περὶ τὴν Ἀχιλλέως |
| book 206b.4 | βούλησιν· διὸ παρὰ τοῖς Αἰθίοψί φησι πανηγυρίζουσιν. b(BCE3E4) |
| book 206b.5 | T |
| book 206c.1 | ἐς γαῖαν· γράφεται „ἐς δῆμον“, ὡς αἱ ἀπὸ τῶν πόλεων. |
| book 206c.2 | AimT |
| book 208a1 | κελαδεινόν: ὃν ἄνω (sc. Ψ 200) δυσαῆ εἶπεν. T |
| book 208a2.1 | τὸν δυσαῆ νῦν κελαδεινὸν εἶπεν. ἔστι δὲ ταὐτὸν ἐκ |
| book 208a2.2 | παραλλήλου. b(BCE3E4) |
| book 214.1 | πόντον {ἵκανον}: τὸν Θρᾴκιον πόντον καὶ Ἑλλήσποντον. |
| book 214.2 | T |
| book 214 | 〈ἀήμεναι:〉 πνέειν. Aim |
| book 217 | 〈ἔβαλλον:〉 τῷ πνεύματι ἔβαλλον. Aim |
| book 218-20.1 | ὁ δὲ πάννυχοσ〈—χαμάδις χέε〉: πολὺ τὸ |
| book 218-20.2 | ἑταιρικὸν τοσαύτην φέροντος ἀγρυπνίαν καὶ χοὰς χεομένου. b(BCE3 |
| book 218-20.3 | E4)T |
| book 219 | 〈ἑλών:〉 ἐν ἄλλῳ „ἔχων“. Aim |
| book 221.1 | ψυχὴν κικλήσκων 〈Πατροκλῆος δειλοῖο〉: ὅτι δωδε‐ |
| book 221.2 | κασύλλαβος AT καὶ ἐκ σπονδείων. A |
| book 222-3.1 | ὡς δὲ πατὴρ οὗ παιδὸσ〈—ἀκάχησε τοκῆ‐ |
| book 222-3.2 | ασ〉: αὐξητικῶς ὅλη ἔχει ἡ παραβολή· εἰς γὰρ ἔνδειξιν στοργῆς |
| book 222-3.1 | ἑταιρικῆς παραβέβληται. ἀλλ’ οὐκ ἤρκεσεν Ὁμήρῳ τὰ τῆς εἰκόνος· |
| book 222-3.2 | οὐ γὰρ τὴν τυχοῦσαν ἡλικίαν τοῦ παιδὸς παρέλαβεν, ἀλλὰ νυμφίον |
| book 222-3.5.1 | (cf. 223), τέλειον μέν, παίδων δὲ οὔπω πατέρα, b(BCE3E4)T |
| book 222-3.5.2 | ὥστε καὶ παῖδας ὄψεσθαι τοῦ παιδὸς προσδοκήσας μετὰ τῆς δευτέρας |
| book 222-3.5.3 | ἐλπίδος καὶ τὴν πρώτην ἀπολώλεκεν. b(BE3E4)T |
| book 223.1 | νυμφίου: δηλοῖ ἡ λέξις καὶ τὸν ἤδη πατέρα παίδων· |
| book 223.2 | „νυμφίον, ἐν μεγάροις μίαν οἴην παῖδα λιπόντα“ (η 65). A b (BCE3 |
| book 223.3 | E4)T |
| book 224-5.1 | ὣς Ἀχιλλεὺς ἑτάροιο 〈ὀδύρετο ὀστέα καίων, / |
| book 224-5.2 | ἑρπύζων παρὰ πυρκαϊήν, ἀδινὰ στεναχίζων〉: βραχὺ δια‐ |
| book 224-5.3 | σταλτέον καίων (224), πυρκαϊήν (225)· μᾶλλον γὰρ οὕτως ἐμ‐ |
| book 224-5.4 | φαίνει. A |
| book 225a1.1 | ἑρπύζων 〈...〉 στεναχίζων: διὰ τῶν παρατατικῶν |
| book 225a1.2 | τὸ ἀδιάλειπτον τῆς λύπης σημαίνει. T |
| book 225b1.1 | ἄλλως· ἑρπύζων: ἡ βαρεῖα κίνησις τὴν ταπείνωσιν |
| book 225b1.2 | Ἀχιλλέως δηλοῖ. T |
| book 225b2/a2.1 | βαρεῖά τις καὶ μογηρὰ κίνησις διὰ τοῦ ἑρπύζειν δη‐ |
| book 225b2/a2.2 | λοῦται. τοῦτο δὲ πρὸς τὸ ταπεινὸν Ἀχιλλέως διὰ τὴν λύπην. b(BC |
| book 225b2/a2.3 | E3E4) |
| book 226a | 〈ἑωσφόρος:〉 λείπει ἀστήρ. Tt |
| book 226a | ἑωσφόρος: ὁ κατὰ τὴν ἡμέραν—Ἀφροδίτης. A |
| book 226b.1 | {ἑωσφόρος} εἶσι φόως ἐρέων ἐπὶ γαῖαν: ἡ ἐπί πρὸς |
| book 226b.2 | τὸ εἶσιν. οὐκ ἀναστρέφεται δὲ διὰ τὸ μεταξὺ τεθεῖσθαι ἕτερον μέρος |
| book 226b.3 | λόγου. T |
| book 226c.1 | φόως ἐρέων: ὅτι μεταφορικῶς ἐρέων ἀντὶ τοῦ ἀπαγγε‐ |
| book 226c.2 | λῶν. τοῦτο δέ ἐστι προσημανῶν· οὐ γὰρ διὰ λόγου τοῦτο ποιεῖ, |
| book 226c.3 | ἀλλὰ δι’ ἐπιτολῆς. A |
| book 226d.1 | φόως ἐρέων: „ὅς τε μάλιστα / ἔρχεται ἀγγέλλων φάος |
| book 226d.2 | Ἠοῦς ἠριγενείησ“ (ν 93—4). T |
| book 228.1 | 〈πυρκαϊὴ〉 ἐμαραίνετο: καὶ ἐκεῖ οὖν „φλὸξ ἐμαράνθη“ |
| book 228.2 | (Ι 212) γραπτέον. T |
| book 229.1 | οἱ δ’ ἄνεμοι 〈πάλιν αὖτις ἔβαν οἶκον δὲ νέεσθαι〉: |
| book 229.2 | εἰ οὖν αὐτεξούσιοι οἱ ἄνεμοι, τετεράτευται τὰ περὶ τοῦ Αἰόλου (sc. |
| book 229.3 | κ 21—2). T |
| book 232a.1 | 〈κλίνθη κεκμηώσ〉, ἐπὶ δὲ γλυκὺς ὕπνος 〈ὄρουσεν〉: |
| book 232a.2 | ἐξέφρασε τὸν μετὰ πολλὴν ἀγρυπνίαν εἰς ὕπνον ὀλίγον ἀποκλίναντα. |
| book 232a.3 | b(BCE3E4)T |
| book 232b.1 | ὄρουσεν: διὰ τοῦ ὄρουσε τὸ τάχος ἐνεφάνισε τοῦ |
| book 232b.2 | ὕπνου, διὰ πολλὴν ἐπελθόντος ἀγρυπνίαν. A b (BCE3E4)T |
| book 234.1 | 〈τῶν μιν ἐπερχομένων ὅμαδος καὶ〉 δοῦπος ἔγειρεν: |
| book 234.2 | τῶν γὰρ λυπουμένων ἐπιπολῆς ὁ ὕπνος. A b (BCE3E4)T |
| book 239 | ὀστέα 〈...〉 λέγωμεν: τοῖς ἄλλοις τὸ σβέσαι ἐπιτάσσει |
| book 239 | (cf. Ψ 237—8), συμπεριλαμβάνει δ’ ἑαυτὸν εἰς τὴν ὀστολογίαν. T |
| book 243a.1 | φιάλῃ: ἀγγείῳ λεβητοειδεῖ ἐκπεπλατυσμένῳ ἄνωθεν· b |
| book 243a.2 | (BCE3E4)T φησὶν οὖν „ἀμφίθετον φιάλην ἀπύρ〈ωτ〉ον“ (Ψ |
| book 243a.3 | 270). T δημῷ δὲ τὰ ὀστᾶ καλύπτει πρὸς τὸ λιπαινόμενα μὴ |
| book 243a.4 | εὔσηπτα εἶναι. A b (BCE3E4)T |
| book 243b | δίπλακι: ὅτι ἀρσενικῶς. T |
| book 244a.1 | θείομεν {εἰσόκεν αὐτὸς ἐγων}: ὅτι συνέσταλκεν ἀντὶ τοῦ |
| book 244a.2 | θείωμεν. καὶ ὅτι κατὰ συγκοπὴν κλεύθωμαι ἀντὶ τοῦ κελεύθωμαι, |
| book 244a.3 | οἷον πορεύωμαι. A |
| book 244b | 〈αὐτὸς ἐγών:〉 ἐν ἄλλῳ „αὐτὸς ἰών“. Aim |
| book 244c | κλεύθωμαι: ἀντὶ τοῦ κελεύθωμαι, πορεύωμαι. τινὲς δὲ |
| book 244c | „κεύθωμαι“, οὐκ εὖ. T |
| book 245a.1 | πολλόν: μέγαν· b(BCE3E4)TTt „πολλὸς γάρ τις |
| book 245a.2 | ἔκειτο“ (Η 156). b(BCE3E4)T |
| book 245b | 〈πονέεσθαι:〉 ὅτι τὸ πονέεσθαί ἐστιν ἐνεργεῖν. Aint |
| book 246.1 | 〈ἐπιεικέα〉 τοῖον: ἠθικῶς τὸ τοῖον, ἀντὶ τοῦ b(BCE3) |
| book 246.2 | T τοιοῦτον σύμμετρον. b(BCE3E4)T |
| book 248 | δεύτεροι: ὕστεροι· καὶ „δεύτατος ἦλθεν“ (Τ 51) ἀντὶ |
| book 248 | τοῦ ἔσχατος. A b (BCE3)T | γενναίως οὐκ οἰκτίζεται τὸν θάνατον. |
| book 248 | b(BCE3E4)T |
| book 251 | 〈κάππεσε τέφρη:〉 ἐν ἄλλῳ „κάππεσεν ὕλη“. Aim |
| book 254a.1 | λιτί: ἀποικίλτῳ. τοιοῦτο δὲ καὶ Ἀνδρομάχη φησίν· |
| book 254a.2 | „ἐπεὶ οὐκ ἐγκείσεαι αὐτοῖσ“ (Χ 513). T |
| book 254b1.1 | {ἑανῷ} λιτί {κάλυψαν}: λιτί ὡς „φωτί“ (Γ 219. Ε 634 |
| book 254b1.2 | al.). οὕτως καὶ Ἀρίσταρχος· πᾶσα γὰρ δοτικὴ δισύλλαβος ἐπ’ |
| book 254b1.3 | ὀνομάτων εἰς τι λήγουσα ὀξύνεται. χρωτί, „δαιτί“ (Τ 179. Ψ 48 al.), |
| book 254b1.4 | Κρητί· {οὕτως οὖν καὶ λιτί·} τούτῳ γὰρ τῷ λόγῳ καὶ βλητί ὀφείλομεν |
| book 254b1.5.1 | κατ’ ὀξεῖαν τάσιν ἀναγινώσκειν· „νύμφα φίλη, καὶ βλητὶ λίθῳ ἐνὶ |
| book 254b1.5.2 | δάκρυον ἧκασ“ (Call. fr. 788 Pf.). οὕτως οὖν καὶ λιτί, ἵνα ᾖ μετα‐ |
| book 254b1.5.3 | πλασμὸς τῆς λιτῷ δοτικῆς, ὡς ἡ κλαδί τῆς κλάδῳ. ὁμοίως δὲ καὶ |
| book 254b1.5.4 | ἡ αἰτιατικὴ ἡ „λῖτα“ (Θ 441) μεταπέπλασται ἐκ τῆς λιτόν, ὡς καὶ |
| book 254b1.5.5 | ἡ κρόκα ἐκ τῆς κρόκην. τὸ δὲ παρὰ τῷ ποιητῇ „κάθηράν τε ῥύπα |
| book 254b1.10.1 | πάντα“ (ζ 93), εἰ μή ἐστι πληθυντικὸν οὐδέτερον, τοῦ προκειμένου |
| book 254b1.10.2 | μεταπλασμοῦ ἔχεται. οὐχ ὁμότονος δὲ ἐγίνετο τῇ λιτόν αἰτιατικῇ ἡ |
| book 254b1.10.3 | „λῖτα“, ἐπεὶ πᾶσα αἰτιατικὴ εἰς α λήγουσα ἐβαρύνετο, ὑπεσταλ‐ |
| book 254b1.10.4 | μένης τῆς „τινά“ (Α 62. Β 355 al.) κατ’ ἀόριστον προφοράν. A |
| book 254b2.1 | ἄλλως· λιτί: ὀξυτόνως· μεταπλασμὸς γάρ ἐστι τοῦ λιτῷ. |
| book 254b2.2 | τὸ „λῖτα“ αἰτιατική ἐστι μεταπλασθεῖσα ἀπὸ τοῦ λιτόν, ἐπεὶ οὐ‐ |
| book 254b2.3 | δεμία αἰτιατικὴ εἰς α λήγουσα ὠξύνθη εἰ μὴ ἡ „τινά“ ἀόριστος οὖσα |
| book 254b2 | πρὸς τὴν „τίνα“ (Ε 703. Θ 273 al.) πευστικήν. T |
| book 255.1 | τορνώσαντο δὲ σῆμα: ὡς ὁ ζωγράφος προϋπογράφει |
| book 255.2 | πρῶτον, οὕτω καὶ οὗτοι προδιέγραψαν τὸ σχῆμα τοῦ τάφου. b(BCE3 |
| book 255.3 | E4)T τὸ δὲ τορνογραφεῖν κυκλοτερῆ δείκνυσι τὸν τάφον. b(BE3 |
| book 255.4 | E4)T |
| book 255-6.1 | 〈θεμείλιά τε προβάλοντο / ἀμφὶ πυρήν:〉 τοῦτο |
| book 255-6.2 | ποιοῦσιν, ὅπως καὶ τὰ ὑπὸ τοῦ πυρὸς διαφθαρέντα μὴ ἐκτὸς ἐαθῇ. |
| book 255-6.3 | b(BCE3E4) τὸ δὲ προβάλοντο (255) ἀντὶ τοῦ πρὸ τῆς πυρᾶς |
| book 255-6.4 | ἔβαλον, ὅ ἐστι κύκλῳ τῆς πυρᾶς. b(BE3E4) |
| book 256.1 | χυτήν: ὅτι οὐ πᾶσα γῆ χυτή, ἀλλ’ ἡ τοῖς νεκροῖς ἐπιχεο‐ |
| book 256.2 | μένη. A |
| book 258a1.1 | 〈ἵζανεν εὐρὺν ἀγῶνα:〉 καθεσθῆναι ἐποίησε τὸ πολὺ |
| book 258a1.2 | πλῆθος. ἢ εἰς εὐρύχωρον τόπον, ἵνα †λίπῃ† ἡ εἴς. T |
| book 258a2.1 | ἀγῶνα τὸν τόπον, ἵνα ἀγωνίζονται· ἵνα λείπῃ ἡ εἴς. |
| book 258a2.2 | b(BCE3E4)T |
| book 259-61.1 | {ἄλλως·} νηῶν δ’ ἔκφερ’ ἄεθλα〈—σίδηρον〉: |
| book 259-61.2 | καὶ παρὰ Ἀριστοφάνει ἠθέτηται τοῦτο. T |
| book 259.1 | νηῶν: τοῦ τόπου, ἔνθα ἦσαν· b(BCE3E4, E4il)T ἐν |
| book 259.2 | νεωλκηθείσῃ γὰρ νηῒ οὐδὲν τίθεται, οὐδὲ διατρίβει τις ἐν αὐτῇ· |
| book 259 | φησὶ γοῦν „οἰσέμεναι κλισίηθεν“ (Ψ 564). b(BCE3E4)T |
| book 262a.1 | ἱππεῦσιν 〈μὲν πρῶτα ποδώκεσιν ἀγλά’ ἄεθλα〉: |
| book 262a.2 | τινὲς „ἵπποισι“· κατὰ τούτων γὰρ τὸ ἐπίθετον, οὐ τῶν ἱππέων. T |
| book 262b.1 | 〈ποδώκεσιν:〉 βαρύνειν δεῖ τὸ ποδώκης, καὶ εἴρηται περὶ |
| book 262b.2 | αὐτοῦ (sc. ad Β 764). Aint |
| book 263-4a.1 | θῆκε γυναῖκα 〈ἄγεσθαι ἀμύμονα ἔργ’ εἰδυῖαν |
| book 263-4a.2 | (263)〉: πρὸς τὴν ἀμφιβολίαν, πότερον ἀμύμονα γυναῖκα ἢ ἀμύ‐ |
| book 263-4a.3 | μονα ἔργα (263). καὶ ὅτι συνεκδέξασθαι δεῖ τῷ καὶ τρίποδ’ ὠτώ‐ |
| book 263-4a.4 | εντα (264) τὸ φέρεσθαι· ἀκριβὴς γὰρ ὁ ποιητὴς περὶ τὰ ἀκτὰ καὶ |
| book 263-4a.5 | φορητά. A |
| book 263-4b.1 | γυναῖκα〈—τρίποδα〉: γυναῖκα (263) μὲν τεχνῖ‐ |
| book 263-4b.2 | τιν τίθησι τῷ νικήσαντι, ὅτι σοφίας δεῖ πρὸς τὴν νίκην, τρίποδα |
| book 263-4b.3 | (264) δὲ διὰ τὴν στάσιν. b(BCE3E4)T |
| book 264.1 | 〈δυωκαι〉εικοσίμετρον: ὑφ’ ἕν, οἶον καὶ τὸ „δυωκαιεικο‐ |
| book 264.2 | σίπηχυ“ (Ο 678). T |
| book 265-8 | τῷ δευτέρῳ 〈ἵππον ἔθηκεν—καλόν〉: ὁ μετὰ |
| book 265-8 | τὸν ἡνίοχον δεύτερος ὁ ἵππος. τῷ δὲ τρίτῳ ἀνεῦρον τὸν τρίποδα. T |
| book 266a1.1 | ἑξετέα: ὁ Ἀσκαλωνίτης (p. 60 B.) ἐνθάδε προπαροξύνει |
| book 266a1.2 | ὁμοίως τῷ „ὄτριχας οἰέτεασ“ (Β 765). εἰσὶ δέ, οἳ παροξύνουσιν ὁμοίως |
| book 266a1.3 | τῷ εὐγενέα, καὶ οὕτως ἐπείσθη ἡ παράδοσις. προείρηται δὲ περὶ τῆς |
| book 266a1.4 | προσῳδίας (sc. ad Β 765). A |
| book 266a2.1 | {ἑξετέα:} οἱ πλείους παροξυτόνως τὸ ἑξετέα ἀνέγνωσαν, |
| book 266a2.2 | οἷς καὶ ἡ παράδοσις ἐπείσθη. T |
| book 266b.1 | βρέφος: ἐναντίως ἡμῖν τὸ ἔμβρυον, τὸ δὲ τεχθὲν „ἔμβρυον“ |
| book 266b.2 | (ι 245. 309 al.)· βρύειν γὰρ τὸ αὔξεσθαι, „καί τε βρύει ἄνθεϊ λευκῷ“ |
| book 266b.3 | (Ρ 56). T |
| book 267.1 | {αὐτὰρ τῶι} τριτάτῳ: σημειοῦνταί τινες, ὅτι ἀντὶ τοῦ |
| book 267.2 | τρίτῳ. καὶ ὅτι ἄπυρον τὸν ἀναθηματικόν, ἕτερον τοῦ „ἐμπυριβήτου“ |
| book 267.3 | (cf. Ψ 702). A |
| book 268a | τέσσαρα μέτρα: ὅτι ὥριστο τὸ μέτρον. T |
| book 268b.1 | κεχανδότα: ἀντὶ τοῦ χανδάνοντα. b(BCE3)T λευ‐ |
| book 268b.2 | κὸν δὲ καινόν. b(BCE3E4)T |
| book 269a1.1 | 〈τῷ δὲ τετάρτῳ θῆκε〉 δύο χρυσοῖο τάλαντα: |
| book 269a1.2 | πῶς τῷ τετάρτῳ μεῖζον πάντων τίθησιν; φησὶν οὖν Ἀριστοτέλης |
| book 269a1.1 | (cf. fr. 164 R.3) οὐκ εἶναι τὸ τάλαντον ὡρισμένον τότε τοῖς παλαιοῖς· |
| book 269a1.2 | νῦν μὲν γὰρ ὡς ἧττον ἵππου, ἐν δὲ ταῖς Λιταῖς (sc. Ι 122) ὡς μέγιστον. |
| book 269a1.5.1 | ἔστιν οὖν ἀντὶ μέτρου· καὶ Ἀλκίνους φησί· „φᾶρος ἐϋπλυνὲς ἠδὲ |
| book 269a1.5.2 | χιτῶνα / καὶ χρυσοῖο τάλαντον ἐνείκατε“ (θ 392—3), αὐτὸς δὲ ὡς |
| book 269a1.5.3 | μεῖζον δώσων· „τόδ’ ἄλεισον ἐμὸν περικαλλὲς ὀπάσσω“ (θ 430). T |
| book 269a1.5.4 | | νῦν δὲ ἑκατὸν εἴκοσι δραχμὰς ἔχει τὸ τάλαντον, τὸ δὲ παλαιὸν ὁ |
| book 269a1.5.5 | μὲν Πολέμαρχος τεσσάρων δραχμῶν, Θεόφραστος (fr. om. Wi.) δὲ |
| book 269a1.10.1 | δεκατεσσάρων, Τίμαιος (FGrHist 566, 143 a) δὲ εἴκοσι τεσσάρων. |
| book 269a1.10.2 | AT |
| book 269a2.1 | πῶς τῷ τετάρτῳ πάντων μεῖζον τίθησι; φησὶν οὖν ὁ Ἀρι‐ |
| book 269a2.2 | στοτέλης (fr. 164 R.3) μὴ εἶναι τὸ τάλαντον ὡρισμένον ποσόν, ἀλλὰ |
| book 269a2.3 | καὶ ἐπὶ ἥσσονος καὶ μείζονος λαμβάνεσθαι· νῦν μὲν γὰρ ὡς ἧττον |
| book 269a2.4 | ἵππου λαμβάνεται, ἐν δὲ ταῖς Λιταῖς ὡς μεῖζον. | εἶχε δὲ ποτὲ μὲν |
| book 269a2.5.1 | ἑκατὸν δραχμάς, ποτὲ δὲ πεντήκοντα, ποτὲ δὲ τριάκοντα, ποτὲ εἰκοσι‐ |
| book 269a2.5.2 | τέσσαρας, ποτὲ τέσσαρας, ὥς φησι Τίμαιος (FGr Hist 566, 143 b), |
| book 269a2 | καὶ τὸ τελευταῖον μίαν. b(BCE3E4) |
| book 269b.1 | τῷ δὲ τετάρτῳ θῆκε 〈δύο χρυσοῖο τάλαντα〉: ὅτι |
| book 269b.2 | οὐκ ἴσον τῷ καθ’ ἡμᾶς ταλάντῳ τὸ παρὰ τοῖς ἀρχαίοις ἦν· ὡς γὰρ |
| book 269b.3 | ἧσσον τοῦ τρίποδος καὶ τοῦ ἵππου καὶ τοῦ λέβητος τίθεται. A |
| book 270a.1 | ἀμφίθετον φιάλην: ὅτι {φιάλην} οὐ τὸ παρ’ ἡμῖν πο‐ |
| book 270a.2 | τήριον, ἀλλὰ γένος τι λέβητος ἐκπέταλον, ἐκ παντὸς μέρους δυνάμενον |
| book 270a.3 | ἕδραν ἔχειν· διὸ ἀμφίθετον. A |
| book 270b.1 | ἀμφίθετον φιάλην: οἱ μὲν ἐξ ἀμφοῖν μεροῖν αἰρομένην, |
| book 270b.2 | οἱ δὲ πανταχόθεν ἱσταμένην. χαλκίον δὲ λεβητῶδες ἦν, δύο ὦτα ἀμ‐ |
| book 270b.3 | φοτέρωθεν ἔχον, δι’ ὧν ἐβαστάζετο. b(BCE3E4)T |
| book 270c.1 | ἀπύρωτον: διὰ τί ἀπύρωτον; ὡς δὴ καὶ ἀναθεματιαί‐ |
| book 270c.2 | ων {ὡς} οὐσῶν τοιούτων φιαλῶν, 〈ὡσ〉 εἰς ἣν ἐτέθη τὰ ὀστᾶ Πα‐ |
| book 270c | τρόκλου (cf. Ψ 243. 253). T |
| book 271.1 | στῆ δ’ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν: οὐ |
| book 271.2 | διὰ κήρυκος· οὐ γὰρ πρὸς πάντας φησίν, ἀλλὰ πρὸς τοὺς ἀριστεῖς. |
| book 271.3 | b(BCE3E4)T ὥστε οὕτως κατὰ τὰ ἔθη τὰ παλαιά. T |
| book 272.1 | 〈ἐϋκνήμιδες Ἀχαιοί:〉 γράφεται „{καὶ ἄλλοι} ἀριστῆες |
| book 272.2 | Παναχαιῶν“. Aim |
| book 273a.1 | ἱππῆας τάδ’ ἄεθλα 〈δεδεγμένα κεῖτ’ ἐν ἀγῶνι〉: |
| book 273a.2 | ὅτι τὸ δεδεγμένα ἀντὶ τοῦ προσδεχόμενα, κατὰ μεταφορὰν τὴν ἀπὸ |
| book 273a.3 | τῶν ἐμψύχων. τινὲς δὲ γράφουσιν „ἱππεῦσι〈ν〉 τάδ’ ἄεθλα“. A |
| book 273b.1 | 〈δεδεγμένα:〉 διχῶς Ἀρίσταρχος, δεδεγμένα καὶ „δε‐ |
| book 273b.2 | δεχμένα“. Aim |
| book 273c.1 | δεδεγμένα: διχῶς· εἰ μὲν διὰ τοῦ γ, ἀντὶ τοῦ ἐπιδε‐ |
| book 273c.2 | δειγμένα· εἰ δὲ διὰ τοῦ χ, ἀντὶ τοῦ ἐκδεχόμενα, ὡς ἐπὶ ἐμψύχων. T |
| book 274.1 | εἰ μὲν νῦν 〈ἐπὶ ἄλλῳ ἀεθλεύοιμεν Ἀχαιοί〉: συσταλ‐ |
| book 274.2 | τέον τὸ νῦν· ἀντὶ γὰρ τοῦ δή. T |
| book 275 | πρῶτα: πρωτεῖα. T |
| book 276.1 | περιβάλλετον: ὅτι δυϊκῶς περιβάλλετον· συνωρίσι γὰρ |
| book 276.2 | ἐχρῶντο. A |
| book 277a.1 | ἀθάνατοί τε γάρ εἰσι: πρὸς τὸν φθόνον· οὐ γὰρ |
| book 277a.2 | αἰσχρὸν ἀθανάτοις ἡσσᾶσθαι. T |
| book 277b | Ποσειδάων: ὁ ἵππιος θεός. T |
| book 280a.1 | τοίου γὰρ κλέος 〈ἐσθλὸν ἀπώλεσαν ἡνιόχοιο〉: |
| book 280a.2 | λαβόμενος μικρᾶς ἀφορμῆς πάλιν ἐπὶ τὴν μνήμην ἔρχεται τοῦ φίλου. T |
| book 280b | 〈κλέος:〉 γράφεται „{τοίου γὰρ} σθένοσ“. Aim |
| book 280c | 〈ἡνιόχοιο:〉 ὅτι ἡνίοχος Πάτροκλος Ἀχιλλέως. Aint |
| book 281a1.1 | {ἠπίου} ὅ σφωϊν: ἐγκλιτικῶς τὴν σφωϊν ἀντωνυμίαν |
| book 281a1.2 | ἀναγνωστέον· ἔστι γὰρ τρίτου προσώπου. | οὕτως καὶ δι’ ἑνὸς ς, |
| book 281a1.3 | ὡς τὸ „ὅ σφιν ἐϋφρονέων ἀγορήσατο“ (Α 73). A |
| book 281a2.1 | {ὅς σφιν:} δι’ ἑνὸς ς, ὡς τὸ „ὅ σφιν ἐϋφρονέων“. | |
| book 281a2.2 | ἐγκλιτικὸν δὲ 〈τὸ〉 σφωϊν· ἔστι γὰρ τρίτου προσώπου. T |
| book 281a2 | ὑγρὸν ἔλαιον: ἤτοι τὸ σωμάτων—τὸ θερμόν. A |
| book 281-2a1.1 | 〈ὑγρὸν ἔλαιον / —〉λοέσσας 〈ὕδατι λευ‐ |
| book 281-2a1.2 | κῷ〉: ἐντεῦθεν Ξενοφῶν (sc. De re equ. 5, 6) τὴν κεφαλὴν τοῦ ἵππου |
| book 281-2a1.3 | καταπλύνειν ὕδατι ἀξιοῖ καὶ τὸ προκόμιον. τρίτον δὲ κοτύλης ἐλαίου |
| book 281-2a1.4 | τὸ πᾶν ἀνθρώπου τέγγει σῶμα. AT |
| book 281-2a2.1 | ἐντεῦθεν Ξενοφῶν τὴν κεφαλὴν τῶν ἵππων ὕδατι πλύνειν |
| book 281-2a2.2 | ἀξιοῖ καὶ τὸ προκόμιον, | ὁμοίως δὲ καὶ τῶν βοῶν· καὶ ἐλαίῳ τῷ |
| book 281-2a2.3 | ἀρκοῦντι λιπαίνειν. b(BCE3E4) |
| book 285-6.1 | ἄλλοι δὲ στέλλεσθε 〈κατὰ στρατὸν ὅς τις Ἀχαι‐ |
| book 285-6.2 | ῶν /ἵπποισίν τε πέποιθε〉: τὸ κατὰ στρατόν ἑκατέροις δύναται |
| book 285-6.3 | προσδίδοσθαι· βέλτιον δὲ τοῖς ἑξῆς. A |
| book 287a.1 | ταχέες δ’ ἱππῆες ἄγερθεν: οὕτως „ἔγερθεν“ διὰ τοῦ ε |
| book 287a.2 | αἱ Ἀριστάρχου, οἷον ἠγέρθησαν, ἀνέστησαν, ὡς ἑξῆς „καί ῥ’ ἥμονες |
| book 287a.3 | ἄνδρες ἀνέσταν“ (Ψ 886). | ἡ διπλῆ δέ, ὅτι ἀντὶ μεσότητος τοῦ ταχέως, |
| book 287a.4 | οὐ κατὰ τῶν ἱππέων. A |
| book 287b.1 | ταχέες δ’ ἱππῆες 〈ἄγερθεν〉: ἀντὶ τοῦ ταχέως, ὡς καὶ |
| book 287b.2 | τὸ „†λῦσε† δ’ ἀγορὴν αἰψηρήν“ (Τ 276). b(BCE3E4)T |
| book 287c | 〈ἄγερθεν:〉 οὕτως Ἀρίσταρχος 〈„ἔγερθεν“〉, ἄλλοι δὲ |
| book 287c | ἄγερθεν. Aim |
| book 288.1 | 〈ὦρτο πολὺ πρῶτος—〉Εὔμηλος: ὡς Θετταλικὰς ἵππους ἔχων καὶ ὑπὸ Ἀπόλλωνος |
| book 288.2 | τραφείσας (Β 766). T |
| book 289.1 | ἱπποσύνῃ ἐκέκαστο: οὐ μόνον οὖν ἀρετῇ ἵππων θαρρῶν |
| book 289.2 | ἀνέστη πρῶτος, ἀλλὰ καὶ τέχνῃ ἱππικῇ. b(BCE3)T |
| book 291a.1 | ἵππους δὲ Τρῳοὺσ〈—ἀπηύρα〉: ἐπιδείκνυται |
| book 291a.2 | 〈αὐ〉τοὺς ἐξ ἀριστείας ληφθέντας, οὐ κλαπέντας (cf. Ε 263—73. |
| book 291a.3 | 323—4)· ἄλλως τε ὅτι μέλλουσι νικᾶν τοὺς Ἀπολλωνοτραφεῖς (cf. |
| book 291a.4 | Ψ 499—513), τούτους παρέλαβεν. πῶς δὲ ὁ ἔναγχος τρωθεὶς (cf. |
| book 291a.5.1 | Λ 376—400) ἀγωνίζεται; ὅτι εἶχον τὰ σώματα διαφορώτερα τῶν νῦν |
| book 291a.5.2 | καὶ τοὺς Ἀσκληπιάδας ἰατρεύοντας. T |
| book 291b.1 | ἵππους δὲ Τρῳούς: Τρῳοὺς ὡς „πολλοὺσ“ (Ι 546. |
| book 291b.2 | Μ 226 al.) AT ἀνεγνώσθη. προείπομεν δὲ περὶ τῆς προσῳδίας |
| book 291b.3 | (non exstat). A |
| book 291-2.1 | οὕς ποτ’ ἀπηύρα 〈/ Αἰνείαν〉: ὡς τὸ „ὅν ποτ’ |
| book 291-2.2 | ἔδωκας / ἀντιθέῳ Ὀδυσῆϊ“ (Χ 290—1). T |
| book 293.1 | 〈Ἀτρείδης ὦρτο ξανθὸσ〉 Μενέλαος: εἰς τιμὴν Ἀχιλ‐ |
| book 293.2 | λέως. ἄτοπος δ’ ἦν ἡσσώμενος Ἀγαμέμνων. τὸ δὲ μηδέτερον τῶν |
| book 293.3 | βασιλέων ἀγωνίσασθαι ἀπρεπές. b(BCE3E4)T |
| book 295a.1 | Αἴθην τὴν Ἀγαμεμνονέην 〈τὸν ἑόν τε Πόδαρ‐ |
| book 295a.2 | γον〉: ὄνομα τῆς ἵππου, πεποιημένον ἴσως ἀπὸ τοῦ θερμῶς καὶ |
| book 295a.3 | ταχέως τρέχειν. | ἡ διπλῆ δέ, ὅτι ἐντεῦθεν παρῴδηται τὰ ὀνόματα |
| book 295a.4 | τῶν Ἕκτορος ἵππων, Αἴθων καὶ Πόδαργος (cf. Θ 185)· οὐ γὰρ |
| book 295a.5 | εἰσάγει τετρώρῳ χρωμένους. A |
| book 295b | Αἴθην τὴν Ἀγαμεμνονέην 〈τὸν ἑόν τε Πόδαρ‐ |
| book 295b.1 | γον〉: ἔπαινος τοῦ δυναμένου κατευθύνειν τὸ ἐξ ἀνομ〈ο〉ίων ζεῦγος. |
| book 295b.2 | ἰσχανόωσά τε τοῦ δρόμου (cf. Ψ 300) ἡ Αἴθη οὐκ ἐδίδου ἀνοχὴν τῷ |
| book 295b.3 | Ποδάργῳ τοῦ θηλυμανεῖν. b(BCE3E4)T καὶ ὁ τὴν Τιτανομαχίαν |
| book 295b.5.1 | δὲ γράψας (E.G.F. fr. 3 [p. 7] K. = 3 [p. 110] A.) δύο ἄρρενάς |
| book 295b.5.2 | φησιν Ἡλίου καὶ δύο θηλείας. T καὶ ὑπαινίττεται ὁ ποιητὴς ὡς |
| book 295b.5.3 | ὅτι περὶ τὰ παιδουργὰ μόρια μόνον διαφέρειν ὀφείλουσιν ἄρρεν καὶ |
| book 295b.5.4 | θῆλυ, κατὰ δὲ τὴν ἀρετὴν καὶ τὸ πρακτικὸν τοῦ βίου οὐδεμία αὐτοῖς |
| book 295b.5.5 | διαφορά. b(BCE3E4)T |
| book 295c.1 | ἄλλως· Αἴθην τὴν Ἀγαμεμνονέην 〈τὸν ἑόν τε Πό‐ |
| book 295c.2 | δαργον〉: ἵνα τρόπον τινὰ κοινῇ ἀγωνίζοιντο. πρὸς δὲ τὸ φιλάδελ‐ |
| book 295c.3 | φον· οὐκ ἐντυγχάνοντα περὶ τῆς ἵππου πεποίηκεν αὐτὸν τἀδελφῷ, |
| book 295c.4 | ἀλλὰ ἐπ’ ἐξουσίας ὑποζεύγνυσιν b(BCE3E4)T Αἴθην τὴν |
| book 295c.5 | Ἀγαμεμνονέην τὸν ἑόν τε. T |
| book 295d | Πόδαργον: οὕτως ἐκαλεῖτο ὁ ἵππος Μενελάου. T |
| book 296a.1 | Ἀγχισιάδης ἘΧΕΠΩΛΟΣ: ὅτι ἄδηλον, ποῖον τὸ κύ‐ |
| book 296a.2 | ριον ὄνομα, μᾶλλον δὲ τὸ Ἐχέπωλος. A |
| book 296b.1 | Ἐχέπωλος: τύραννος Σικυώνιός τις ἦν ὑπὸ Ἀγαμέμνο‐ |
| book 296b.2 | να. T |
| book 296c.1 | ἄλλως· 〈Ἀγχισιάδησ〉 Ἐχέπωλος: Ἀκουσίλαος ἐν |
| book 296c.2 | τρίτῳ Γενεαλογιῶν (FGrHist 2, 3 = Vors. 69 B 32) κύριον ἤκουσε |
| book 296c.3 | τὸ Ἐχέπωλος οὕτως: „Κλεωνύμου δ’ Ἀγχίσης, τοῦ δὲ Ἐχέπωλος.“ |
| book 296c.4 | καὶ Φερεκύδης ἐν τῷ †γʹ† (FGrHist 3, 20)· „Κλεώνυμος δὲ ὁ Πέλοπος |
| book 296c.5.1 | ᾤκει Κλεωνῇσι καταστήσαντος Ἀτρέως· τοῦ δὲ γίνεται Ἀγχίσης, |
| book 296c.5.2 | τοῦ δὲ Ἐχέπωλος.“ T |
| book 297a | 〈δῶρ’,〉 ἵνα μή οἱ ἕποιθ’ 〈ὑπὸ Ἴλιον〉: ἀπεσέμνυνε |
| book 297a.1 | τὴν ἵππον· δῆλον γὰρ ὅτι οὕτως ἦν εὐγενὴς ὥστε καὶ λύτρον ἀστρα‐ |
| book 297a.2 | τείας δοθῆναι. b(BCE3E4)T |
| book 297b1.1 | 〈δῶρ’, ἵνα μή οἱ ἕποιθ’ ὑπὸ Ἴλιον:〉 κρεῖττον |
| book 297b1.2 | ἡγήσατο πολεμιστὴν ἵππον ὑπὲρ ἀπόλεμον ἄνθρωπον Ἀγαμέμνων. |
| book 297b1.3 | b(BCE3E4)T |
| book 297b2.1 | {δῶρ’ ἵνα μή οἱ:} χρησιμώτερον γὰρ ἐνόμιζε πολεμικὸν |
| book 297b2.2 | ἵππον ἢ ἀστράτευτον ἄνδρα λαβεῖν. A |
| book 297c | 〈Ἴλιον ἠνεμόεσσαν:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aim |
| book 300.1 | 〈τὴν ὅ γ’ ὑπὸ ζυγόν:〉 ἐν ἄλλῳ „τὴν τόθ’ 〈ὑπὸ ζυγόν〉“. |
| book 300.2 | Aim |
| book 301.1 | 〈Ἀντίλοχος ... ὁπλίσαθ’ ἵππους:〉 οὐ μάτην καὶ |
| book 301.2 | Ἀντίλοχος ἀγωνίζεται· ἱππικοῦ γὰρ πατρός ἐστι καὶ παρέξει τῷ |
| book 301.3 | πατρὶ ἀφορμὴν ὑποθήκας τινὰς ὑπὲρ τῆς ἡνιοχείας παραδοῦναι: |
| book 301.4 | b(BCE3E4)T ἄλλως τε καὶ ἀπόγονός ἐστιν ἱππίου θεοῦ Ποσει‐ |
| book 301.5 | δῶνος. T |
| book 303.1 | Πυληγενέες: τινὲς γράφουσι „παλαιγενέεσ“. „ἄμφω γὰρ |
| book 303.2 | ἀτέμβονται νεότητοσ“ (Ψ 445). b(BCE3E4)T τὸ δὲ „ὠκύποδεσ“ |
| book 303.3 | (Ψ 304) ἐπὶ νεότητος, ὡς „ἐϋμελίω Πριάμοιο“ (Δ 47. 165 al.) b(BE3 |
| book 303.4 | E4)T καὶ πεδίῳ „Σκαμανδρίῳ ἀνθεμόεντι“ (Β 467). T |
| book 304 | ὠκύποδες φέρον ἅρμα: ὅτι κοινότερον κατακέχρηται τῷ |
| book 304 | ἐπιθέτῳ· ἐπιφέρει γοῦν „βάρδιστοι θείειν“ (Ψ 310). A |
| book 305a.1 | μυθεῖτ’ εἰς ἀγαθὰ φρονέων 〈νοέοντι καὶ αὐτῷ〉: |
| book 305a.2 | βραχὺ διασταλτέον ἤτοι ἐπὶ τὸ ἀγαθά ἢ ἐπὶ τὸ φρονέων ἢ ἐπ’ |
| book 305a.3 | ἀμφότερα. ἐὰν μὲν οὖν συνάπτωμεν, ἔσται ὁ λόγος ‘εἰς ἀγαθὰ φρονέ‐ |
| book 305a.4 | ων‘, οἷον εὐνοῶν. ἐὰν δὲ χωρίζωμεν, μυθεῖτ’ εἰς ἀγαθά, ἔλεγεν ἐπ’ |
| book 305a.5.1 | ἀγαθῷ, ὡς καὶ ἐν ἄλλοις· „ὅτ’ ἄν τινα θυμὸν ἀνώγῃ / εἰπεῖν εἰς |
| book 305a.5.2 | ἀγαθόν“ (Ι 102), ὃ καὶ βέλτιον· καὶ ἡ ἑξῆς διαστολὴ λόγον τινὰ ἔχει, |
| book 305a.5.3 | ‘φρονῶν αὐτός, φρονοῦντι καὶ αὐτῷ‘. A |
| book 305b.1 | εἰς ἀγαθά: ἐπὶ τὸ ἀγαθὸν αὐτὸν σωφρονίζων καὶ ἐμβι‐ |
| book 305b.2 | βάζων αὐτὸν εἰς νίκην. καλῶς δὲ προδιδάσκει περὶ τῆς ἱππικῆς, b |
| book 305b.3 | (BCE3E4)T ἐν ὅσῳ Μηριόνης εὐτρεπίζεται (cf. Ψ 351). T |
| book 306-7.1 | ἤτοι μέν σε νέον περ ἐόντ’ ἐφίλησαν / Ζεύς τε |
| book 306-7.2 | Ποσειδάων τε, καὶ ἱπποσύνας ἐδίδαξαν: τὸ μὲν φιλεῖν (cf. 306) |
| book 306-7.3 | ἐπ’ ἀμφοτέρων δεκτέον, τὸ δὲ τῆς ἱππικῆς (cf. 307) ἐπὶ μόνου Πο‐ |
| book 306-7.4 | σειδῶνος. συλληπτικῶς δὲ εἴρηται, ὡς ἐπὶ τοῦ „Κύπρις τε καὶ ἀρ‐ |
| book 306-7.5.1 | γυρότοξος Ἀπόλλων / ἄφρονα τοῦτον ἀνέντεσ“ (Ε 760—1). AT ἴ‐ |
| book 306-7.5.2 | σως δὲ διὰ τὸ τάχος τῶν νηῶν, „αἵ θ’ ἁλὸς ἵπποι“ (δ 708), ἵππιος |
| book 306-7.5.3 | νομίζεται. T |
| book 307a.1 | Ζεύς τε Ποσειδάων τε, 〈καὶ ἱπποσύνας ἐδίδαξεν〉: |
| book 307a.2 | ὅτι Ζηνόδοτος γράφει „ἐδίδαξαν“, Ἀρίσταρχος δὲ ἑνικῶς ἐδίδαξεν, |
| book 307a.3 | ἐπὶ τοῦ Ποσειδῶνος· ἵππειος γάρ. A |
| book 307b | ἐδίδαξεν: οὕτως ἑνικῶς ἐπὶ μόνου Ποσειδῶνος. T |
| book 310a | 〈θείειν:〉 οὕτως θείειν. Aim |
| book 310b.1 | τῷ τ’ οἴω: τὸ τέλειον ‘τῷ τοι οἴω‘· σπανία δὲ παρ’ |
| book 310b.2 | Ὁμήρῳ ἡ συναλιφή. τινὲς δὲ τὸν ‘τέ‘ οἴονται, καὶ ἔστι περισσός. |
| book 310b | b(BCE3)T |
| book 311a.1 | ἀφάρτεροι: πρὸς τὸ ἀφάρτεροι, ὅτι ἅπαξ ἐνταῦθα. καὶ |
| book 311a.2 | ἐσχημάτισται παρὰ τὸ ἄφαρ, ὅ ἐστι ταχέως. A |
| book 311b.1 | ἀφάρτεροι: παρὰ τὸ ἄφαρ, b(BCE3E4)T ὃ σημαί‐ |
| book 311b.2 | νει τὸ εὐθέως, οἱ εὐθεῖς καὶ b(BCE3) ταχύτατοι. b(BCE3)T |
| book 311c.1 | {τῶν ἵπποι μὲν ἔασιν ἀφάρτεροι} οὐδὲ μέν {αὐτοί}: |
| book 311c.2 | ὁ δε παρέλκει, ὁ δὲ μέν ἀντὶ τοῦ μήν, ὅ ἐστιν ‘οὐ μήν‘. T |
| book 311-2.1 | οὐδὲ μὲν αὐτοί / πλείονα ἴσασιν σέθεν αὐτοῦ |
| book 311-2.2 | μητίσασθαι: οὐκ εἶπεν ὅτι κρείσσων αὐτῶν τυγχάνεις, b(BCE3E4) |
| book 311-2.3 | T ἀλλ’ ὅτι οὐδὲ ἥσσων. b(BCE3E4) |
| book 314.1 | ἵνα μή σε παρεκπροφύγῃσιν ἄεθλα: οὐχ ὡς ἀμοίρου |
| book 314.2 | ἄθλου αὐτοῦ ἐσομένου, ἀλλ’ ἵνα μὴ πέμπτος μείνῃ· εἰ γὰρ ἄεθλόν |
| book 314.3 | ἐστι τὸ ἐπὶ τῇ νίκῃ διδόμενον, ἄρα τὸ πέμπτον οὐκ ἔστιν ἄεθλον. |
| book 314.4 | b(BCE3E4)T |
| book 315-8.1 | 〈μήτι τοι δρυτόμος—ἡνιόχοιο:〉 τῇ {δὲ} |
| book 315-8.2 | ἐπαγωγῇ πρῶτος Ὅμηρος χρῆται. b(BE3E4)T |
| book 315 | μήτι τοι δρυτόμος 〈μέγ’ ἀμείνων ἠὲ βίηφι〉: ἵνα κατὰ |
| book 315.1 | τὴν φύσιν τοῦ ξύλου καὶ ἁρμονίαν κόπτῃ, καὶ μὴ κατὰ τὸ ἐναντίον |
| book 315.2 | τοῦ ἀνέμου, ἀλλὰ πρὸς τὸ πνεῦμα, ὅπως ἀποκλῷ τὸ λειπόμενον. |
| book 315.3 | b(BCE3E4)T καλῶς δὲ ἔδειξεν ὅτι, ὃ μάλιστα βίας ἔργον εἶναι |
| book 315.5 | δοκεῖ, τοῦτο τέχνης δεῖται. b(BE3E4)T |
| book 316-7a.1 | μήτι δ’ αὖτε 〈κυβερνήτης ἐνὶ οἴνοπι πόντῳ / |
| book 316-7a.2 | νῆα θοὴν ἰθύνει ἐρεχθομένην ἀνέμοισι〉: τάχα βραχὺ δια‐ |
| book 316-7a.3 | στέλλοντες ἐπὶ τὸ κυβερνήτης (316) σαφέστερον ἂν ποιοῖμεν τὸν |
| book 316-7a.4 | λόγον. A |
| book 316b.1 | 〈μήτι δ’ αὖτε〉 κυβερνήτησ〈—ἀνέμοισι〉: |
| book 316b.2 | μέγας ἐστὶ κυβερνήτης ὁ ἐν χειμῶνι ὀρθὴν ἄγων τὴν ναῦν. b(BCE3E4) |
| book 316b.3 | T |
| book 317a1.1 | ἐρεχθομένην: ἐρεθομένην, ὅ ἔστιν ἐρεθιζομένην, ὡς τὸ |
| book 317a1.2 | „θυμὸν ἐρέχθων“ (ε 83. 157) ἀντὶ τοῦ ἐρεθίζων. ἢ „ἐεργομένην“ ἀντὶ |
| book 317a1.3 | τοῦ συνεχομένην. AT |
| book 317a2.1 | ἐρεχθομένην δὲ οἱονεὶ ἐρεθομένην ἤτοι ἐρεθιζομένην. |
| book 317a2.2 | γράφεται δὲ καὶ „ἐεργομένην“ ἤτοι συνεχομένην καὶ κωλυομένην. |
| book 317a2.3 | b(BE3E4) |
| book 319-25.1 | ἀλλ’ ὃς μέν θ’ ἵπποισι〈—τὸν προὔχοντα |
| book 319-25.2 | δοκεύει〉: ἐναντιότητος ἔλαβεν ἐνθυμήματα, τέχνης ἐπιτυχίαν καὶ |
| book 319-25.3 | ἁμάρτημα †ἐπιτυχίας†· οἱ μὲν γάρ, φησίν, ἀτεχνεῖς ὄντες, ἵππων δὲ |
| book 319-25.4 | γενναίων ἐπιτυχόντες τὴν ἐπιτυχίαν εἰς ἧτταν ἐκτήσαντο, οὐ περι‐ |
| book 319-25.5.1 | γινόμενοι τῶν ἵππων, ἀλλὰ διὰ τὸ μὴ εὐθυδρομεῖν πλείστην εἱλοῦνται |
| book 319-25.5.2 | ὁδόν· ὁ δὲ τεχνίτης, κἂν βραδεῖς ἔχοι ἵππους, τάχιον τοῦ τέλους |
| book 319-25 | ἐφικνεῖται εὐθυδρομῶν. b(BCE3E4)T |
| book 319a.1 | ἀλλ’ ὅς {μένθ’ ἵπποισι}: δασυντέον τὸ ὅς· ἔστι γὰρ |
| book 319a.2 | ἄρθρον. οὕτω καὶ ὁ Ἀσκαλωνίτης (p. 60 B.). Ἀντίγονος μέντοι |
| book 319a.3 | „ἄλλοσ“ ἀνεγίνωσκεν, οὐ παραδεχόμενος τὸ ἄρθρον. A |
| book 319b.1 | ἄλλος μέν: τινὲς μὲν δασύνοντες ὡς ἄρθρον ἀντὶ τοῦ |
| book 319b.2 | „ὅ〈σ〉 μέν“, ὡς „ὅς τ’ ἄλκιμος, ἐξεφαάνθη“ (Ν 278). T |
| book 322-3.1 | ὃς δέ κε κέρδεα εἰδῇ 〈ἐλαύνων ἥσσονας ἵππους / |
| book 322-3.2 | αἰεὶ τέρμ’ ὁρόων στρέφει ἐγγύθεν〉: ἡ ὑποστιγμὴ ἀμφίβολος· |
| book 322-3.3 | ἤτοι γὰρ μετὰ τὸ εἰδῇ (322) ἢ μετὰ τὸ ἵππους (322) τίθεσθαι |
| book 322-3.4 | ὀφείλει. A |
| book 322.1 | κέρδεα: τέχνην· „κέρδεσιν, οὔτι τάχει γε, παραφθάμενοσ“ |
| book 322.2 | (Ψ 515). b(BCE3E4)T |
| book 323a.1 | στρέφει 〈ἐγγύθεν〉: κάμπτει ἐγγὺς τοῦ καμπτῆρος, ἵνα |
| book 323a.2 | μὴ ἐξαγώνιος τοῖς ἵπποις γένηται ὁ δρόμος. b(BCE3E4)T |
| book 323b.1 | 〈οὐδέ ἑ λήθει:〉 οὐ λήθει αὐτόν, b(BCE3) ἐὰν ἔξω |
| book 323b.2 | τοῦ καμπτῆρος τρέχωσιν. ἢ οὐ λήθει αὐτὸν τὸ ἐγγὺς τοῦ καμπτῆρος |
| book 323b.3 | στρέφειν τοὺς ἵππους. b(BCE3E4) |
| book 327a.1 | αὖον: δασυντέον καὶ προπερισπαστέον. προείπομεν δὲ καὶ |
| book 327a.2 | περὶ τούτου (sc. ad Ν 441 a). A |
| book 327b | 〈ὑπὲρ αἴης:〉 ἔν τισιν „{ὄργυι’} ἐνὶ γαίῃ“. Aim |
| book 328.1 | οὐ καταπύθεται ὄμβρῳ: Θεόφραστος (cf. h. plant. 5, 4, |
| book 328.2 | 3) φησὶν b(BCE3)T αὐτὸ κατορυσσόμενον ἢ ἐν λίμναις βρεχό‐ |
| book 328.3 | μενον μὴ σήπεσθαι, ἐν δὲ θαλάσσῃ σήπεται. b(BCE3E4)T |
| book 330a.1 | ἐν ξυνοχῇσιν ὁδοῦ, 〈λεῖος δ’ ἱππόδρομος ἀμφίσ〉: |
| book 330a.2 | καλῶς ἡ συνήθεια στίζει μετὰ τὸ ὁδοῦ· φησὶ γὰρ τὸν καμπτῆρα εἶναι |
| book 330a.3 | ἐν τῷ μέσῳ καὶ στενοτάτῳ τῆς ὁδοῦ (τοῦτο γὰρ συνοχὰς εἴρηκεν), |
| book 330a | λεῖον δὲ εἶναι τὸ πλησίον τοῦ καμπτῆρος χωρίον, ὃ καὶ ἱππόδρομον |
| book 330a.5.1 | εἶπε (κἀν τοῖς ἑξῆς [Ψ 358—9]· „σήμηνε δὲ τέρματ’ Ἀχιλλεύς / τηλό‐ |
| book 330a.5.2 | θεν ἐν λείῳ πεδίῳ“), τοῦ ἀμφίς σημαίνοντος τὸ πέριξ. A |
| book 330b.1 | ἐν ξυνοχῇσιν ὁδοῦ: ταῖς συμπτώσεσι ταῖς ἀπὸ εὐρυχω‐ |
| book 330b.2 | ρίας εἰς στενὸν ἀγμὸν συγκλειομέναις· b(BCE3E4)T καὶ „ἐπὶ |
| book 330b.3 | στῆθος συνοχωκότε“ (Β 218). τὸ σιγματοειδὲς οὖν τῶν σταδίων συν‐ |
| book 330b.4 | οχήν φησιν. T |
| book 330c1.1 | ἀμφίς: ἀμφὶς {δὲ} μετὰ τὴν ἀποστένωσιν. οἱ δὲ χωρίς, |
| book 330c1.2 | μετὰ τὴν τελευτήν. T |
| book 330c2.1 | ἀμφὶς δὲ χωρὶς ἤγουν b(BE3) ἐκτὸς τῆς στενώσεως. |
| book 330c2.2 | b(BE3E4) |
| book 332-3.1 | ἢ τό γε νύσσα—Ἀχιλλεύς: Ἀρίσταρχος |
| book 332-3.2 | γράφει „ἢ τό γε σκῖρος ἔην· νῦν αὖ θέτο τέρματ’ Ἀχιλλεύσ“. σκῖρον |
| book 332-3.3 | δὲ τὴν ῥίζαν διὰ τὸ ἐσκιάσθαι· ὅθεν τὸ σκιάδ〈ε〉ιον Ἀττικοὶ σκίρον |
| book 332-3 | καλοῦσιν. T |
| book 335-6a.1 | 〈αὐτὸς δὲ κλινθῆναι— /〉 ἦκ’ ἐπ’ ἀριστερὰ |
| book 335-6a.2 | τοῖϊν: καλῶς ἡ συνήθεια στίζει ἐπὶ τὸ τοῖϊν (336)· τῶν γὰρ ἵππων |
| book 335-6a.3 | δεῖν φησιν αὐτὸν ἐπ’ ἀριστερὸν κλιθῆναι. A |
| book 335-6b1.1 | 〈αὐτὸς δὲ〉 κλινθῆναι / ἦκ’ 〈ἐπ’ ἀριστερὰ τοῖϊν〉: |
| book 335-6b1.2 | κλιθῆναι ἠρέμα πρὸς τὸ †μήτε στρέψαι τὸν δίφρον, ἀλλὰ καὶ κουφι‐ |
| book 335-6b1.3 | σθῆναι τὸν δεξιὸν καὶ περιδραμεῖν. ὁ δὲ ἀριστερὸς σχολαίτερον ἀνύει. |
| book 335-6b1.4 | T |
| book 335-6b2.1 | ἠρέμα κλιθῆναι πρὸς τὸ μὴ στρέψαι τὸν δίφρον b(BCE3 |
| book 335-6b2.2 | E4) καὶ τὸν δεξιὸν ἵππον κεντρίσαι b(BCE3) πρὸς τὸ δρα‐ |
| book 335-6b2.3 | μεῖν. b(BCE3E4) |
| book 336 | ἦκ’ ἐπ’ ἀριστερά: τὸ πλῆρές ἐστιν ἦκα. AimT |
| book 337.1 | 〈εἶξαί τέ οἱ ἡνία χερσίν:〉 ὅτι εἶξαι ἀντὶ τοῦ χαλάσαι. |
| book 337.2 | Aint |
| book 338-40.1 | 〈ἐν νύσσῃ δέ τοι— /〉 ὡς ἄν τοι πλήμνη γε |
| book 338-40.2 | δοάσσεται 〈ἄκρον ἱκέσθαι / κύκλου ποιητοῖο〉: ἐν δὲ τῷ |
| book 338-40.3 | καμπτῆρί σοι—ὁ παρὰ τὸν καμπτῆρα τροχός. A |
| book 339 | δοάσσεται: φαντασθῇ, νομισθῇ. b(BCE3E4)T |
| book 340a.1 | λίθου: τοῦ προειρημένου λίθου· „λᾶε δὲ τοῦ ἑκάτερθεν |
| book 340a.2 | ἐρηρέδαται δύο λευκώ“ (Ψ 329). b(BCE3E4)T |
| book 340b | 〈ἐπαυρεῖν:〉 ὡς λαβεῖν. Aint |
| book 343a | ἔσσεται: τινὲς δίχα τοῦ τ. T |
| book 343b.1 | εἶναι: ἀντὶ τοῦ b(BCE3)T ἔσο. b(BCE3E4)T |
| book 343b.2 | ἢ λείπει τὸ σπεῦδε. b(BCE3E4) |
| book 345a.1 | οὐκ ἔσθ’, ὅς κέ ς’ 〈ἕλῃσι〉 μετάλμενος 〈οὐδὲ παρ‐ |
| book 345a.2 | έλθῃ〉: οὐδεὶς μετὰ σὲ ὁρμῶν καταλάβοι σε οὐδὲ παρελεύσεται. |
| book 345a.3 | b(BCE3E4)T |
| book 345b.1 | 〈οὐκ ἔσθ’, ὅς κέ ς’ ἕλῃσι:〉 ὅτι ἀντὶ τοῦ ὃς ἂν ἕλοι σε. |
| book 345b.2 | Aim |
| book 346a.1 | Ἀρείονα: ἴσως ἐπεὶ ἐν Σικυῶνι γέγονεν ὁ Ἀρείων, οὗ |
| book 346a.2 | ἐδόκει ἡ Αἴθη ἀπόγονος εἶναι. T |
| book 346a.1 | Ἀρίονα: Ποσειδῶν ἐρασθεὶς—ἀπολομένων. ἡ ἱστορία |
| book 346a.2 | παρὰ τοῖς κυκλικοῖς (fr. 4, p. 114 All.). A |
| book 346b.1 | 〈δῖον:〉 διὰ τὸ λίαν ταχὺ τοῦ δρόμου καὶ τὸ κάλλος |
| book 346b.2 | τοῦ εἴδους θειοτέρας αὐτὸν ὑπερβολικῶς ἔφησε φύσεως. b(BCE3E4) |
| book 347-8.1 | Ἀδρήστου 〈ταχὺν〉 ἵππον〈— /〉 ἢ 〈τοὺσ〉 |
| book 347-8.2 | Λαομέδοντος: ὑπερβολικῶς καὶ τὰ ἐν ἑκατέρᾳ ἠπείρῳ διαφέροντα |
| book 347-8.3 | γένη τῶν ἵππων παρέλαβεν. b(BE3E4)T |
| book 347 | ὃς ἐκ θεόφιν γένος ἦεν: Ὅμηρος μὲν ἁπλῶς ὅτι θειοτέρας |
| book 347.1 | ἦν φύσεως, οἱ δὲ νεώτεροι Ποσειδῶνος καὶ Ἁρπυίας αὐτὸν γενεα‐ |
| book 347.2 | λογοῦσιν, οἱ δὲ ἐν τῷ Κύκλῳ (cf. fr. 4, p. 114 All.) Ποσειδῶνος καὶ |
| book 347.3 | Ἐρινύος· καὶ Ποσειδῶν μὲν αὐτὸν Κοπρεῖ τῷ Ἁλιαρτίῳ δίδωσιν. |
| book 347.5.1 | ὁ δὲ Κοπρεὺς Ἡρακλεῖ, 〈ὃσ〉 καὶ Κύκνον ἀνεῖλεν ἐν Παγασαῖς ἐπ’ |
| book 347.5.2 | αὐτοῦ μαχόμενος. ἔπειτα αὐτὸν δίδωσιν Ἀδράστῳ. T |
| book 348a | 〈τὲ〉 τράφεν: ἐπὶ παθητικοῦ „τέτραφεν“. T |
| book 348b.1 | 〈τέτραφεν:〉 τῷ τέτραφεν ἐπὶ παθητικοῦ χρῆται, ὡς |
| book 348b.2 | ἐκεῖ· „ὥς μ’ ὄφελ’ Ἕκτωρ κτεῖναι, ὃς ἐνθάδε τέτραφ’ ἄριστοσ“ |
| book 348b.3 | (Φ 279). T |
| book 350.1 | πείρατα: τὰ ἀποβησόμενα ἀπὸ τῆς ἐμπειρίας. b(BCE3E4) |
| book 350.2 | T |
| book 351.1 | Μηριόνης: οὐδὲ ὁ Μηριόνης αὐτῷ ἀσκόπως πρὸς τὴν |
| book 351.2 | ἀγωνίαν παρείληπται, ἀλλ’ ἵνα διάθηται τὰ περὶ τὸν Ἰδομενέα |
| book 351.3 | περιέχοντα φιλονεικίαν ὄχλῳ πρέπουσαν (cf. Ψ 450—98). b(BCE3E4) |
| book 351.4 | T |
| book 353-7.1 | 〈ἐκ δὲ κλῆρος θόρε Νεστορίδαο—Τυδείδης:〉 |
| book 353-7.2 | ἐναγώνιον συνίστησι τὸν ἀγῶνα, εἴγε ὁ πρῶτος ὕστερος καὶ ὁ |
| book 353-7.3 | ὕστερος πρῶτος ὁρᾶται. ἦν δὲ ὁ δρόμος οὐ δόλιχος· κάμπτουσι γάρ, |
| book 353-7.4 | ἀλλ’ οὐδὲ πολλάκις κάμπτουσιν· b(BCE3E4)T ἔδει γὰρ πολλά‐ |
| book 353-7.5 | κις εἶναι τὸν καμπτῆρα. δίαυλος οὖν ἐστι μακρότατος· διὸ καὶ σκοπὸς |
| book 353-7.1 | κάθηται Φοῖνιξ (cf. Ψ 359—61). καὶ σημαίνει τὸ τέρμα τηλόθεν (cf. Ψ |
| book 353-7.2 | 358—9), μή ποτέ τις ἐντὸς δρόμου κάμψῃ· ἅπαξ γὰρ ὁρῶνται ἐπὶ |
| book 353-7.3 | τοῦ αἰγιαλοῦ (cf. Ψ 374) καὶ ἅπαξ †φιλονεικοῦσι περὶ αὐτῶν†. b(BE3E4)T |
| book 353-7.4 | εἰ δὲ λέγει „ἀλλ’ ὅτε δὴ πύματον“ (Ψ 373), τῶν δύο τὸν ἔσχατόν |
| book 353-7.10 | φησιν. T |
| book 358a.1 | στὰν δὲ μεταστοιχί: ὅτι ἀντὶ τοῦ ἐπὶ στοίχων· οὐ γὰρ |
| book 358a.2 | ἀπὸ ταὐτοῦ τέρματος ὥσπερ ἐπὶ τῶν δρομέων ἡ ἄφεσις γίνεται· |
| book 358a.3 | διὸ καὶ κληροῦνται περὶ τῆς στάσεως. οὐ δεόντως οὖν ἐπὶ τῶν δρομέων |
| book 358a.4 | (sc. Ψ 757) μετάκειται ὁ στίχος ἐντεῦθεν. A |
| book 358b1.1 | μεταστοιχεί: ἐπὶ στοῖχον, ὡς τὸ „μετὰ Ξάνθον {τε}“ |
| book 358b1.2 | (Ε 152) ἀντὶ τοῦ ἐπὶ Ξάνθον. στοῖχος δὲ ἡ ἐπὶ τὸ βάθος στάσις τῶν |
| book 358b1.3 | χορευτῶν· οὐ γὰρ κατὰ μέτωπον ἔστησαν· ἐπεὶ διὰ τί ὁ κλῆρος |
| book 358b1.4 | ἐπάλθη; οὐ γὰρ ἔγραφον τοὺς στίχους ὡς νῦν ἡμεῖς κατὰ μέτωπον, |
| book 358b1.5.1 | ἀλλὰ κατὰ βάθος· ἕνα γὰρ γράψαντες ἕτερον ἔγραφον καὶ τρίτον καὶ |
| book 358b1.5.2 | τέταρτον. T |
| book 358b2 | ἀντὶ τοῦ μετὰ στοιχειώσεως καὶ τάξεως. b(BCE3) |
| book 361a1 | {ὡς} μεμνέῳτο δρόμου: προπαροξυτονητέον τὸ με‐ |
| book 361a1.1 | μνέῳτο. γράφεται δὲ καὶ σὺν τῷ ι τὸ ω. οὕτως δὲ καὶ ὁ Ἀσκαλωνίτης |
| book 361a1.2 | (p. 60 B.), ἐκ τοῦ μεμνέοιτο ἡγούμενος αὐτὸ εἶναι. παρὰ μέντοι Ξε‐ |
| book 361a1.3 | νοφῶντι ἄνευ τοῦ ε ἐστὶν ὁ σχηματισμὸς καὶ προπερισπᾶται, ἐν |
| book 361a1.5.1 | Κύρου Παιδείας πρώτῳ (6, 3)· „ἀλλ’ ὅτε τὰ ἄριστα πράττοι, τότε |
| book 361a1.5.2 | μάλιστα τῶν θεῶν μεμνῷτο“. τὸ δὲ ἀνάλογον διὰ τοῦ η, προ〈σ〉‐ |
| book 361a1.5.3 | κειμένου τοῦ ι, παρ’ Ἀριστοφάνει ἐν Πλούτῳ δευτέρῳ (991)· „ἵνα |
| book 361a1.5.4 | τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου“. καὶ πάλιν προπερισπαστέον. |
| book 361a1.5.5 | ἐν ἑτέροις (sc. Hrd. 2, 823, 33) μέντοι ἐντελῶς περὶ τοῦ σχηματισμοῦ |
| book 361a1.10.1 | διέλαβον καὶ περὶ γραφῆς τῆς κατὰ γενικήν, λέγω δὲ τῆς δρόμου, |
| book 361a1.10.2 | ἢ αἰτιατικῆς πληθυντικῆς τῆς „δρόμουσ“. A |
| book 361a2.1 | προπαροξυτονητέον καὶ μετὰ τοῦ ι γραπτέον b(BCE3)T |
| book 361a2.2 | τὸ μεμνέῳτο. T |
| book 361b.1 | ἄλλως· μεμνέῳτο: ἐπιμελοῖτο· „μεμνῆσθαι πατρὸς καὶ |
| book 361b.2 | μητρόσ“ (ς 267). b(BCE3)T |
| book 361c1 | 〈δρόμου:〉 „δρόμουσ“ πληθυντικῶς Ἀρίσταρχος. Aim |
| book 361c2 | πληθυντικῶς δὲ προενεκτέον τὸ „δρόμουσ“. T |
| book 362-72.1 | οἱ δ’ ἅμα πάντεσ〈—κονίοντες πεδίοιο〉: |
| book 362-72.2 | πᾶσαν φαντασίαν ἐναργῶς προβέβληται ὡς μηδὲν ἧττον τῶν θεα‐ |
| book 362-72.3 | τῶν ἐσχηκέναι τοὺς ἀκροατάς. b(BCE3E4)T |
| book 362 | 〈ἄρα:〉 γράφεται „{οἱ δ’} ἅμα“. Aint |
| book 364 | 〈διέπρησσον πεδίοιο:〉 ὅτι λείπει ἡ διά, διὰ πεδίου. |
| book 364 | Aim |
| book 365.1 | νόσφι νεῶν: ἤρξαντο μὲν ἀπὸ Σιγείου, ἔνθα ἦν Ἀχιλλεύς, |
| book 365.2 | ἔτρεχον δὲ ἐπὶ Ῥοίτειον· νόσφιν οὖν νεῶν τῶν πρὸς τῷ αἰγιαλῷ |
| book 365.3 | νεωλκηθεισῶν. κατὰ δὲ Ἀρίσταρχον ὁ δρόμος γέγονεν ἐν τῷ ἀπὸ |
| book 365.4 | τοῦ τείχους διαστήματι ἄχρι τῆς θαλάσσης πεντεσταδίῳ. b(BCE3E4) |
| book 365.5 | T |
| book 368-9a1.1 | 〈ἅρματα δ’ ἄλλοτε μὲν χθονὶ πίλνατο που‐ |
| book 368-9a1.2 | λυβοτείρῃ, / ἄλλοτε δ’ ἀΐξασκε μετήορα:〉 ἐν μὲν τῇ πεδιάδι |
| book 368-9a1.3 | χθονὶ πίλνατο (368). ἐν δὲ τοῖς πετρώδεσιν ᾔρετο. b(BCE3E4) |
| book 368-9a2 | †οὐδὲ καὶ τὰ ἅρματα ἐν τοῖς πετρώδεσιν αἴρεται. T |
| book 370.1 | ἕστασαν 〈ἐν δίφροισι〉: βεβαία αὐτῶν ἡ στάσις, οὐ |
| book 370.2 | πιπτόντων τῇ ἀναβολῇ τῶν ἁρμάτων. b(BCE3E4)T |
| book 372a.1 | οἱ δ’ ἐπέτοντο: πρὸς γὰρ τῷ τέλει τῆς νίκης ταχύνουσι |
| book 372a.2 | πλέον. b(BCE3E4)T |
| book 372b | κονίοντες: κονιορτούμενοι ἢ ἐγκονοῦντες. b(BCE3E4)T |
| book 372c.1 | 〈κονίοντες πεδίοιο:〉 ὅτι ἐλλείπει ἡ διά, διὰ πεδίου. |
| book 372c.2 | Aim |
| book 374a1 | ἐφ’ ἁλός: οὕτως Ἀρίσταρχος, αἱ δὲ πλείους „ἀφ’ ἁλόσ“. |
| book 374a1 | T |
| book 374a2 | αἱ πλείους „ἀφ’ ἁλόσ“· καὶ μήποτε λόγον ἔχει. Aint |
| book 377.1 | τὰς δὲ μετ’ ἐξέφερον: οὐκ ἀναστρεπτέον τὴν μετά· |
| book 377.2 | πέπτωκε γὰρ μέσος ὁ δέ. AT |
| book 378a.1 | οὐδέ τι πολλὸν ἄνευθ’ ἔσαν, ἀλλὰ μάλ’ ἐγγύς: |
| book 378a.2 | ὅτι δὶς τὸ αὐτό. T |
| book 378b.1 | οὐδέ τι πολλὸν ἄνευθ’ 〈ἔσαν—ἐγγύσ〉: φιλο‐ |
| book 378b.2 | νεικίαν κινεῖ τοῖς ἀκούουσι τὸ ἐφάμιλ〈λ〉ον τῶν ἀγωνιστῶν. T |
| book 382a.1 | καὶ νύ κεν ἢ παρέλασς’ ἢ ἀμφήριστον ἔθηκεν: |
| book 382a.2 | συναγωνιᾶν αὐτοῖς ποιεῖ τοὺς θεατὰς κατὰ Πίνδαρον (Ol. 6, 11)· |
| book 382a.3 | „πολλοὶ δὲ {καὶ} μέμνανται, καλὸν εἴ τι ποναθῇ“. T |
| book 382b | ἀμφήριστον: ἀμφισβητήσιμον. b(BCE3)T |
| book 383.1 | κοτέσσατο Φοῖβος 〈Ἀπόλλων〉: σεμνοποιῆσαι θέλων |
| book 383.2 | τὸν ἀγῶνα, καὶ θεοὺς συμφιλονεικοῦντας εἰσάγει. κατὰ Διομήδους δὲ |
| book 383.3 | χωρεῖ ὁ Ἀπόλλων, ὅτι „οὐδὲ θεὸν μέγαν ἅζετο“ (Ε 434), καὶ ὡς |
| book 383.4 | ἱπποβουκόλος Ἀδμήτου. b(BCE3E4)T |
| book 383.5.1 | εἰ μὴ Τυδέος υἷϊ 〈κοτέσσατο Φοῖβος Ἀπόλλων〉: |
| book 383.5.2 | δεόντως τῶν Εὐμήλου ἵππων—πατρί, ὡς μὲν Εὐριπίδης ἐν |
| book 383.5.3 | Ἀλκήστιδι (sc. 5—6), διὰ τὸ φονεῦσαι Κύκλωπας, ὡς δὲ Καλλίμαχος |
| book 383.5.4 | (sc. h. 2, 48—9), διὰ τὸ ἐρασθῆναι Ἀδμήτου. A |
| book 385a | 〈χωομένοιο:〉 ὅτι ἀντὶ τοῦ συγκεχυμένου. Aim |
| book 385b | χωομένοιο: συγχεομένου b(BCE3)T ἐπὶ τῇ ἀτυ‐ |
| book 385b | χίᾳ. b(BCE3E4)T |
| book 387a | οἱ δέ: οἱ ἵπποι. T |
| book 387b1.1 | οἱ δέ οἱ ἐβλάφθησαν: ὁ Ἀσκαλωνίτης (p. 60 B.) |
| book 387b1.2 | ἐκδέχεται τὸ πλῆρες εἶναι ἑοί, καὶ μεταλαμβάνει εἰς τὸ ἴδιοι, καὶ |
| book 387b1.3 | μήποτε ὑγιῶς· ὡς γάρ φαμεν οἱ ἐμοὶ ἐβλάφθησαν ἵπποι, οἱ σοὶ ἐβλά‐ |
| book 387b1.4 | φθησαν, οὕτως οἱ οἳ ἐβλάφθησαν, τουτέστιν οἱ αὐτοῦ. τινὲς μέντοι |
| book 387b1.5.1 | εὐλαβηθέντες, ὧν ἐστι καὶ Ἀρίσταρχος, τῷ τὴν οἷ ὀρθοτονουμένην |
| book 387b1.5.2 | ἀντωνυμίαν πολλάκις εἰς σύνθετον μεταλαμβάνεσθαι ἐγκλιτικῶς ἀν‐ |
| book 387b1.5.3 | έγνωσαν, οὐκέτι ἐκδεχόμενοι πληθυντικὴν κτητικὴν εὐθεῖαν, ἀλλ’ |
| book 387b1.5.4 | ἑνικὴν δοτικὴν μονοσύλλαβον, ὁμοίως τῷ „οἱ δέ οἱ ἵπποι / ὑψός’ |
| book 387b1.5.5 | ἀειρέσθην“ (Ψ 500—1), καὶ δηλονότι δοτικὴν ἀντὶ γενικῆς. καὶ οὕτως |
| book 387b1.10 | ἔχει τὰ τῆς ἀναγνώσεως. A |
| book 387b2 | ἐγκλιτέον τὴν οι. ἔστι δὲ ἀντὶ τοῦ αὐτοῦ. b(BCE3) |
| book 388 | ἐλεφηράμενος: μετὰ παραλογίας βλάψας. b(BCE3)T |
| book 391.1 | ἡ δὲ μετ’ Ἀδμήτου υἱὸν 〈κοτέουσα βεβήκει〉: δεῖ οὖν |
| book 391.2 | καὶ τὰς ἐπικουρίας παραπεφυλαγμένως ποιεῖσθαι, ὅπως μὴ μᾶλλον, |
| book 391.3 | ὧν προϊστάμεθα, τούτους βλάψωμεν. b(BCE3E4)T |
| book 392 | 〈ἵππειον δέ οἱ ἦξε θεὰ ζυγόν:〉 †ἐτάχυνε† τὴν ἀπαγ‐ |
| book 392 | γελίαν μιμούμενος ψόφον ἁρμάτων κλωμένων. b(BCE3E4)T |
| book 393a.1 | ἀμφὶς ὁδοῦ δραμέτην: τῆς προκειμένης b(BCE3E4)T |
| book 393a.2 | ὁδοῦ χωρὶς ἔδραμον. b(BCE3)T |
| book 393b.1 | ἐλύσθη: συνερρύη, κατειλήθη, ὡς „λασίην ὑπὸ γαστέρ’ |
| book 393b.2 | ἐλυσθείσ“ (ι 433). b(BCE3)T |
| book 396.1 | θρυλίχθη 〈δὲ μέτωπον ἐπ’ ὀφρύσι:〉 ἡ ὀνοματοποιΐα |
| book 396.2 | τοῦ θρυλίχθη τὴν ταραχὴν τοῦ θραυσθέντος προσώπου δηλοῖ. |
| book 396.3 | b(BCE3E4)T |
| book 397.1 | θαλερή: σύντονος b(BCE3E4)T καὶ μεγάλη. b(BCE3 |
| book 397.2 | E4) |
| book 398.1 | παρατρέψας: νηφαλιωτάτη ἡ προσθήκη· τοῦτο γὰρ ἦν |
| book 398.2 | δεξιοῦ ἡνιόχου, τὸ μὴ ἐπενεχθῆναι τῷ συντετριμμένῳ δίφρῳ. b(BCE3 |
| book 398.3 | E4)T |
| book 401.1 | τῷ δ’ ἄρ’ ἐπ’ Ἀτρείδης εἶχε 〈ξανθὸς Μενέλαοσ〉: |
| book 401.2 | ἐπέκειτο τούτῳ Μενέλαος. εἰκότως δὲ τοῦτον τρίτον παρέλαβεν, οὗ |
| book 401.3 | καὶ τοὺς ἵππους κατονομασίας ἠξίωσεν. T |
| book 403a.1 | 〈ἔμβητον καὶ σφῶϊ:〉 ὅτι ὑγιῶς κεῖται ἡ ἀντωνυμία |
| book 403a.2 | χωρὶς τοῦ ν. Aim |
| book 403b1.1 | καὶ σφῶϊ: ἠθικὴ ἡ προσφώνησις καὶ συνήθης, ὅπου καὶ |
| book 403b1.2 | ὀνόματα αὐτοῖς εἰώθασι τιθέναι. T |
| book 403b2.1 | ἠθικὴ ἡ προσφώνησις καὶ συνήθης· καὶ γὰρ οἱ ἐν πολέμῳ |
| book 403b2.2 | καὶ ὀνόματα αὐτοῖς εἰώθασι τιθέναι διὰ τὸ μὴ ξενοφωνοῦντας ἵστασθαι. |
| book 403b2.3 | b(BCE3E4) |
| book 403c | τιταίνετον: ἀντὶ τοῦ τιταίνεσθε. T |
| book 405-6a.1 | Τυδείδεω ἵπποισι 〈δαΐφρονος—ἔθηκεν〉: |
| book 405-6a.2 | ἀθετοῦνται οἱ δύο· πῶς γὰρ τὸ ἐκ τῆς Ἀθηνᾶς γενόμενον (sc. Ψ |
| book 405-6a.3 | 399—400) οἶδεν ὁ Ἀντίλοχος; καὶ τὸ {τοῦ} Τυδείδεω ἵπποισι |
| book 405-6a.4 | (405) †δῆλον ὅτι περὶ τοῦ Διομήδους ἐστὶν ὁ λόγος. A |
| book 405-6b.1 | οἷσιν Ἀθήνη 〈/ νῦν ὤρεξε τάχος—ἔθηκεν〉: |
| book 405-6b.2 | τὴν ἐκ τῆς Ἀθηνᾶς βοήθειαν στοχάζεται ὡς οὐκ ἀσύνετος. καὶ Αἴας· |
| book 405-6b.3 | „ἦ μ’ ἔβλαψε θεὰ b(BCE3E4)T πόδας, ἣ τὸ πάρος περ / μήτηρ |
| book 405-6b.4 | ὣς Ὀδυσῆϊ παρίσταται“ (Ψ 782—3). T |
| book 407-8.1 | ἵππους δ’ Ἀτρεΐδαο 〈κιχάνετε, μηδὲ λίπησθον, / |
| book 407-8.2 | καρπαλίμωσ〉: τὸ ἑξῆς κιχάνετε (407) καρπαλίμως (408). τὰ |
| book 407-8.3 | δὲ ἄλλα διὰ μέσου. A |
| book 408a.1 | μὴ σφῶϊν ἐλεγχείην καταχεύῃ: ὅτι σφῶϊν ὑμῖν |
| book 408a.2 | ἢ ὑμῶν. ἄνω (sc. Ψ 403) δὲ „ἔμβητον καὶ σφῶϊ, τιταίνετον“ ἀντὶ |
| book 408a.3 | τοῦ ἔμβητε ὑμεῖς. A |
| book 408b.1 | 〈μὴ σφῶϊν〉 ἐλεγχείην καταχεύῃ: αἰδοῖ καὶ φόβῳ |
| book 408b.2 | διεγείρει αὐτούς. b(BCE3E4)T |
| book 411 | οὐ σφῶϊν κομιδή: ἔν τισι „βιοτή“. | ἡ διπλῆ δὲ πρὸς τὸ |
| book 411 | σφῶϊ〈ν〉, ὅτι {οὐχ} ὑμῖν. A |
| book 413a.1 | αἴ κ’ ἀποκηδήσαντε 〈φερώμεθα χεῖρον ἄεθλον〉: |
| book 413a.2 | ὅτι ἔδει ἀποκηδησάντων ὑμῶν. | ἢ ἀποκηδήσαντε ἐγώ τε καὶ |
| book 413a.3 | ὑμεῖς. A |
| book 413b | ἀποκηδήσαντε: ἀφροντιστήσαντες, ἀμελήσαντες. b(BC |
| book 413b | E3)T |
| book 414a1 | ἐφομαρτεῖτον: Ἀρίσταρχος „†ἐφωμαρτεῖτον“. T |
| book 414a2 | διχῶς, καὶ „ἐφαμαρτεῖτον“. Aint |
| book 417 | ὑποδδείσαντες: διὰ τοῦ ἑτέρου δ τὸ ὑποδδείσαντες. T |
| book 419a1.1 | στεῖνος {οδοῦ}: βαρυτονητέον τὸ στεῖνος, ἐπεὶ οὐδὲν |
| book 419a1.2 | οὐδέτερον ὄνομα εἰς ος λῆγον ὀξύνεται. οὕτως εἶχε καὶ τὸ μάκρος |
| book 419a1.3 | παρ’ Ἀριστοφάνει (cf. av. 1131) βαρυνόμενον καὶ μὴ ὁμοτονοῦν τῷ |
| book 419a1.4 | ὀξυνομένῳ ἀρσενικῷ. ἐπίσταται δὲ ὁ ποιητὴς καὶ τὴν δοτικήν· |
| book 419a1.5 | „στείνει ἐν αἰνοτάτῳ“ (Θ 476). A |
| book 419a2.1 | βαρυντέον τὸ στεῖνος, ὡς τὸ μάκρος b(BCE3E4)T |
| book 419a2.2 | παρὰ Ἀριστοφάνει (av. 1131)· „ὦ Πόσειδον, τοῦ μάκρουσ“. T |
| book 419b.1 | ἄλλως· στεῖνος ὁδοῦ: τοῦτο γενικώτερον προέταξεν ὅτι |
| book 419b.2 | ἦν στενὴ ἡ ὁδός, εἶτα ἐπάγει „ῥωχμὸς ἔην“ (Ψ 420), ὅ ἐστι χάσμα |
| book 419b.3 | ἐκ ῥύακος γενόμενον. b(BCE3E4)T |
| book 419c.1 | ἄλλως· στεῖνος ὁδοῦ κοίλης: στένωμα κοιλάδας ἔχον |
| book 419c.2 | παρακειμένας. b(BCE3E4)T |
| book 420a.1 | ῥωχμὸς ἔην 〈γαίησ〉: ἔκρηξίς τις ἦν μικρὸν ἀνωτέρω |
| book 420a.2 | τοῦ καμπτῆρος. ἐν δεξιᾷ ταύτης Μενέλαος ἤλαυνεν. b(BCE3E4)T |
| book 420b.1 | ῥωχμὸς {ἔην}: ὁ Ἡρωδιανὸς ἐν τῇ ἀρχῇ τοῦ ζʹ (1,166, |
| book 420b.2 | 4 L.) διὰ τοῦ γ φησὶ „ῥωγμόσ“. | ῥωχμὸς δέ ἐστι τόπος κεχαραγμένος |
| book 420b | ὑπὸ ὀμβρίου ὕδατος. A |
| book 421a | ἐξέρρηξεν ὁδοῖο: Ἀττικῶς ἀντὶ τοῦ ὁδόν. T |
| book 421b | χῶρον ἅπαντα: Ἀριστοφάνης „χῶρον ἔνερθεν“. T |
| book 422a.1 | 〈τῇ ῥ’ εἶχεν:〉 Ἀρίσταρχος χωρὶς τοῦ τ „ᾗ ῥ’ εἶχεν“. |
| book 422a.2 | Aint |
| book 422b.1 | τῇ ῥ’ εἶχεν: χωρὶς τοῦ τ „ᾗ ῥ’ εἶχεν“. | ἢ ὅπου, ὑπὸ |
| book 422b.2 | τῇ στενῇ ὁδῷ. T |
| book 422c.1 | ἁματροχιάς: δασέως τὴν ἄρχουσαν. ὀξύνεται δὲ ὁμοίως |
| book 422c.2 | τῷ „φυταλιάσ“ (cf. Ζ 195. Μ 314 al.). A |
| book 422d | ἁματροχιάς: τὰς εἰς ταὐτὸ συνόδους τῶν τροχῶν. b |
| book 422d | (BCE3)T |
| book 423a.1 | παρατρέψας: ἐκ τῆς ὁδοῦ εἰς τὰς ῥωγάδας ἑαυτὸν δούς. |
| book 423a.2 | b(BCE3E4)T |
| book 423b.1 | παρατρέψας: ἵνα παρελάσῃ τὸν ἐντὸς ἔχων δρόμον |
| book 423b.2 | ὀρθότερον καὶ φθάσῃ ἐπὶ τὸν καμπτῆρα. ὁ δὲ Μενέλαος ἐξωτέρω τὸν |
| book 423b.3 | ἀσφαλέστερον ἤλαυνε δρόμον. b(BCE3E4), T [bis] |
| book 424 | 〈παρακλίνας:〉 ἐν ἄλλῳ „παρακλινθείσ“. Aim |
| book 426a.1 | ἀφραδέως: ἀπείρως· οὐ γὰρ οἶδεν ὅτι κακουργεῖ. b(BC |
| book 426a.2 | E3E4)T |
| book 426b | ἄνεχε: ἄνω ἔχε, μὴ ἐπίκεισο. b(BCE3E4)T |
| book 427.1 | 〈τάχα δ’〉 εὐρυτέρῃ παρελάσσεις: „〈εὐρυτέρη〉 παρ‐ |
| book 427.2 | ελάσ〈σ〉αι“. λείπει τὸ ἔσται· T ὅταν παρέλθῃς τὸ στενόν, ἔσται |
| book 427.3 | ταχέως εὐρυτέρα, ὥστε 〈παρ〉ελάσαι. b(BCE3E4)T |
| book 428.1 | κύρσας: συρράξας, συμπεσών, b(BCE3E4)T συμβα‐ |
| book 428.2 | λών. b(BCE3) |
| book 430 | ὡς οὐκ ἀΐοντι ἐοικώς: προσποιούμενος μὴ ἀκούειν. |
| book 430 | b(BCE3E4)T |
| book 431a.1 | δίσκου 〈...〉 κατωμαδίοιο: τοῦ κατὰ τοῦ ὤμου βαλ‐ |
| book 431a.2 | λομένου· b(BCE3)T ἄνωθεν γὰρ αὐτὸν ῥίπτουσιν. b(BCE3E4) |
| book 431a.3 | T |
| book 431b.1 | οὖρα ... πέλονται: πρὸς τὸ σχῆμα ὅτι οὖρα πέλον‐ |
| book 431b.2 | ται καὶ οὐ πέλεται. A |
| book 431c.1 | οὖρα: ὁρμήματα, b(BCE3)T ὡς „ὅσσον τ’ ἐν νειῷ |
| book 431c.2 | οὖρον πέλει ἡμιόνοιϊν“ (θ 124). T |
| book 433a | 〈αἱ δ’ ἠρώησαν:〉 αἱ τοῦ Μενελάου. Aim |
| book 433b | αἱ δέ: „τοὶ δέ“· θήλεια γὰρ καὶ ἄρσην (cf. Ψ 295). T |
| book 433c | ἠρώησαν: ὑπεχώρησαν. b(BCE3)T |
| book 440a1.1 | ἔρρ’ ἐπεὶ οὔ ς’ ἔτυμόν γε φάμεν πεπνῦσθαι: ὅτι |
| book 440a1.2 | ἀκολουθοῦσιν ἀλλήλαις αἱ ἀρεταί· οὐ γὰρ φρόνιμος ὁ ἀδικῶν. T |
| book 440a2 | ὁ γὰρ ἀδικῶν οὐ λογισθήσεται φρόνιμος εἰκότως. b(BCE3) |
| book 440b.1 | {ἐπεὶ οὔ ς’ ἔτυμόν γε} φάμεν: παρατατικός ἐστιν ἀντὶ |
| book 440b.2 | τοῦ ἔφαμεν. Ἰωνικῶς οὖν ἀναγνωστέον τὴν φα συλλαβὴν ὀξύνοντας. |
| book 440b.3 | A |
| book 445a.1 | 〈ἀτέμβονται νεότητος:〉 στέρονται, | ἐνδεεῖς εἰσι καὶ |
| book 445a.2 | χρείαν ἔχοντες ἥβης. b(BCE3E4) |
| book 445b | ἀτέμβονται: στέρονται. | οἱ δὲ Γλωσσογράφοι μέμφον‐ |
| book 445b | ται. T |
| book 451a.1 | ἧστο γὰρ ἐκτὸς ἀγῶνος 〈ὑπέρτατος ἐν περιωπῇ〉: |
| book 451a.2 | φιλικῶς ἄγαν· T ἀγωνιᾷ γὰρ διὰ τὸν φίλον, b(BCE3E4)T |
| book 451a.3 | καὶ διὰ τοῦτο εἰς τὴν περιωπὴν ἄνεισιν ὡς σκοπήσων, ὃ συμβαίνει. |
| book 451a.4 | b(BCE3E4) |
| book 451b.1 | 〈ἐκτὸς ἀγῶνος ὑπέρτατος ἐν περιωπῇ:〉 καὶ πῶς |
| book 451b.2 | ἐκτὸς ὄντας ἀγῶνος ὁ ἀγωνοθετῶν Ἀχιλλεὺς διαλύει (cf. Ψ 491—8); |
| book 451b.3 | ἴσως οὖν αἰσθόμενος διαπληκτιζομένων ἀναστὰς κωλύει. b(BCE3E4) |
| book 451b.4 | περιωπὴ δέ, ὅθεν ἔστι πάντας ἰδεῖν ἢ ὑπὸ πάντων ὁρᾶσθαι διὰ |
| book 451b.5 | τὸ ὕψος. b(BE3E4) |
| book 452.1 | τοῖο δ’ ἄνευθεν 〈ἐόντος ὁμοκλητῆροσ〉: χωρὶς ὄντος |
| book 452.2 | τοῦ ὁμοκλητῆρος, T τουτέστι μακρὰν ἀπόντος τοῦ ἡνιόχου. |
| book 452.3 | b(BCE3)T |
| book 454a.1 | ὃς τὸ μὲν ἄλλο τόσον {φοῖνιξ}: ὅτι οὕτως εἴωθε λέ‐ |
| book 454a.2 | γειν τὸ παρὰ μικρόν, ἀντὶ τοῦ ‘ὃς τὸ μὲν λοιπὸν σῶμα‘. A |
| book 454b.1 | ὃς τὸ μὲν ἄλλο τόσον 〈φοῖνιξ ἦν〉: τόσον T [bis] |
| book 454b.2 | ἀντὶ τοῦ ὅλον· οὕτω γάρ φησι πρὸς τὰ παρ’ ὀλίγον τετελεσμένα. |
| book 454b.3 | b(BCE3E4), T [bis] οἱ δὲ Γλωσσογράφοι τόσον ἀντὶ τοῦ τὸ |
| book 454b.4 | σῶμα. Χαμαιλέων (fr. 20 We.) δέ φησι τοὺς τοιούτους ἵππους |
| book 454b.5 | ἀρίστους εἶναι. b(BE3E4), T [bis] |
| book 455a.1 | σῆμ’ ἐτέτυκτο: οὕτως Ἰακῶς „〈σῆμα〉 τέτυκτο“ ὁ |
| book 455a.2 | Ἀρίσταρχος. A |
| book 455b | 〈ἠΰτε μήνη:〉 ὅτι †πάντων μήτηρ. Til |
| book 458a.1 | οἶος ἐγὼν 〈...〉 αὐγάζομαι: καὶ ταῦτα εἰωθότα ἐν |
| book 458a.2 | τοῖς ἀγῶσι· θρύπτονται γὰρ ὡς ἀκριβέστερον θεώμενοί τινες καὶ ἐν |
| book 458a.3 | ἤθει καταλαζονεύονται τῶν πολλῶν. b(BCE3E4)T |
| book 458b | ἦε καὶ ὑμεῖς: τοῦτο ἠθικῶς. T |
| book 459a.1 | {ἄλλοι μοι δοκέουσι} παροίτεροι: πρὸς τὸ παροίτεροι, |
| book 459a.2 | ὅτι τοπικῶς ἀντὶ τοῦ πρότεροι κατὰ τὸν δρόμον. A |
| book 459b.1 | παροίτεροι: παρὰ τὸ πάρος καὶ πλεονασμῷ τοῦ ι, ὡς |
| book 459b.2 | ἐν τῷ „μυχοίτατοσ“ (φ 146). οἱ δὲ ἀπὸ τοῦ πάροιθεν τοπικοῦ. b(BCE3 |
| book 459b.3 | E4)T |
| book 461a1.1 | κεῖσε: Ζηνόδοτος καὶ Ἀριστοφάνης „κεῖθι“· καὶ ἔστιν |
| book 461a1.2 | ἀναλογώτερον. A |
| book 461a2 | Ζηνόδοτος δὲ γράφει „κεῖθι“. T |
| book 461b.1 | 〈αἳ〉 κεῖσέ 〈γε φέρτεραι ἦσαν〉: εἰς ἐκεῖνον τὸν τόπον |
| book 461b.2 | πορευόμεναι. ἔστι δὲ ὡς τὸ „τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν“ |
| book 461b.3 | (Δ 455) ἀντὶ τοῦ τηλόθι, καὶ „〈πεύθετο γὰρ〉 Κύπρον δὲ“ (Λ 21). T |
| book 462-3a.1 | ἤτοι γὰρ τὰς πρῶτα ἴδον περὶ τέρμα βαλούσας |
| book 462-3a.2 | 〈/ νῦν δ’ οὔ πῃ δύναμαι ἰδέειν〉: ὑποστικτέον ἐπὶ τὸ βαλούσας |
| book 462-3a.3 | (462), περισσεύοντος τοῦ ἐπιφερομένου συνδέσμου. ὁ δὲ λόγος· ἃς |
| book 462-3a.4 | τὸ πρῶτον εἶδον καμπτούσας, νῦν οὐ δύναμαι ἰδεῖν. A |
| book 462-3b.1 | τὰς πρῶτα ἴδον〈— / νῦν δ’ οὔ πῃ δύναμαι |
| book 462-3b.2 | ἰδέειν〉: καμπτούσας μὲν γὰρ αὐτὰς εἶδεν, οὐκέτι δὲ μετὰ τὸ κάμψαι· |
| book 462-3b | b(BCE3E4)T ἐκεῖ γὰρ αὐτὸς ἔπεσεν. T |
| book 463a.1 | 〈νῦν δ’ οὔ πῃ:〉 οὕτως διὰ τοῦ η νῦν δ’ οὔ πῃ Ἀρι‐ |
| book 463a.2 | στοφάνης. Aim |
| book 463b.1 | νῦν δ’ οὔ πω 〈δύναμαι ἰδέειν〉: περισσὸν τὸ πω· τὸ |
| book 463b.2 | γὰρ πη τὴν εἰς τόπον δηλοῖ σχέσιν, b(BCE3)T οὐ τὸ πω. |
| book 463b.3 | b(BCE3) |
| book 464 | παπταίνετον: αἱ Ἀριστάρχου „παπταίνεται“. AimT |
| book 465a | ἦε: ἐρωτηματικῶς· διὸ 〈προ〉περισπᾶται. T |
| book 465b | 〈τὸν ἡνίοχον:〉 τὸν ἱππέα. Til |
| book 466.1 | καὶ οὐκ ἐτύχησεν ἑλίξας: ἀπέτυχε τοῦ ἑλίξαι b(BCE3 |
| book 466.2 | E4)T καὶ συστρέψαι τοὺς ἵππους. b(BCE3E4) |
| book 467 | 〈σύν θ’ ἅρματα:〉 γράφεται „κατά θ’ ἅρματα“. Aim |
| book 468.1 | ἐξηρώησαν: ἔξω ὥρμησαν τοῦ δρόμου b(BCE3E4)T |
| book 468.2 | κουφισθεῖσαι τοῦ ἡνιόχου. T |
| book 471.1 | Αἰτωλὸς γενεήν, 〈μετὰ δ’ Ἀργείοισιν ἀνάσσει〉: |
| book 471.2 | ἀθετεῖται, ὅτι τὸ ἐπεξηγεῖσθαι ποιητικόν, οὐχ ἡρωϊκοῦ προσώπου. | |
| book 471.3 | ἄλλως· A ἀθετεῖται ὡς ληρώδης. ἢ πρὸς τῷ τέλει τῆς ποιήσεως |
| book 471 | γεγονὼς διασαφεῖν ἐθέλει τὸν προγνωσθέντα Διομήδην; AT |
| book 474a.1 | Ἰδομενεῦ, τί πάρος λαβρεύεαι: πρόγλωσσος ἀεὶ καὶ |
| book 474a.2 | θρασὺς Αἴας καὶ νῦν τὸ ἴδιον νόσημα φυσικῶς ἑτέρῳ ἐπιτίθησι· διὸ |
| book 474a.3 | ἐπὶ τῆς γλώσσης κολάζεται νῦν (sc. Ψ 777) τε καὶ ἐν τῷ ναυαγίῳ |
| book 474a.4 | (sc. δ 503—11). A b (BCE3E4)T |
| book 474b.1 | λαβρεύεαι: λάβρως καὶ οὐ μετ’ ἐπιστάσεως λαλεῖς. |
| book 474b.2 | b(BCE3E4)T |
| book 475a.1 | 〈πολέος πεδίοιο δίενται:〉 ὅτι διὰ πολλοῦ πεδίου. |
| book 475a.2 | Aim |
| book 475b.1 | {πεδίοιο} δίωνται: ὡς λάβωνται. εἴπομεν δὲ ἤδη (sc. |
| book 475b.2 | ad Ρ 110a) ὡς ἔστι καὶ δίω βαρυνόμενον, ὃ σημαίνοι ἂν τὸ διώκω· |
| book 475b.3 | ἔνθεν τὸ „τρὶς περὶ ἄστυ μέγα Πριάμου δίον“ (Χ 251) καὶ τὸ „κνώ‐ |
| book 475b.4 | δαλον, ὅττι δίοιτο“ (ρ 317)· καὶ περισπώμενον, ἔνθεν τὸ δίημι |
| book 475b.5.1 | ἐγένετο, παρ’ ὃ τὸ „ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται“ καὶ |
| book 475b.5.2 | τὸ „αὔτως ἐνδίεσαν“ (Σ 584). A |
| book 475c | 〈δίενται:〉 ἐλαύνονται. Til |
| book 476.1 | οὔτε νεώτατός ἐσσι 〈μετ’ Ἀργείοισι τοσοῦτον〉: |
| book 476.2 | ἀγροικώδης μὲν ἡ λοιδορία, ἀλλὰ μιμεῖται διαθέσεις θεατῶν· δέδοκται |
| book 476.3 | γὰρ τῷ ποιητῇ πᾶν εἶδος κινεῖν πρὸς ψυχαγωγίαν. b(BCE3E4)T |
| book 477.1 | 〈οὔτε τοι〉 ὀξύτατον 〈κεφαλῆς ἐκδέρκεται ὄσσε〉: |
| book 477.2 | οὔτε ἔκδηλον καὶ πολὺ ὁ ὀφθαλμός σου ὁρᾷ. | ὀξύτατον δέ, b(BCE3 |
| book 477.3 | E4) ὅτι τμητική ἐστιν ἡ θέα τοῦ ὑποκειμένου ἀέρος. b(BCE3E4) |
| book 477.4 | T |
| book 478a.1 | μύθοις λαβρεύεαι: ἐμφαντικῶς μετήνεγκεν ἀπὸ τῶν |
| book 478a.2 | λάβρως ἐσθιόντων. T |
| book 478b.1 | ἄλλως· οὐδέ τί σε χρή: ἀπὸ κοινοῦ τὸ λαβρεύεσθαι· |
| book 478b.2 | ὃ μὴ νοήσας τις προσέθηκε τὸν ἑξῆς στίχον (sc. Ψ 479). T |
| book 479a.1 | λαβραγόρην ἔμεναι· 〈πάρα γὰρ καὶ ἀμείνονες |
| book 479a.2 | ἄλλοι〉: ἀθετεῖται, ὅτι οὐκ ἀναγκαῖος· πρόκειται γὰρ τὸ „ἀλλ’ αἰεὶ |
| book 479a.3 | μύθοις λαβρεύεαι“ (Ψ 478). καὶ τὸ πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι |
| book 479a.4 | οὐ δεόντως ἐπιλέγεται· οὐ γὰρ ἀμεινόνων ἔργον τὸ λαβρεύεσθαι. A |
| book 479b.1 | πάρα γὰρ καὶ ἀμείνονες 〈ἄλλοι〉: εἰς τὸ λαβρεύ‐ |
| book 479b.2 | εσθαι. τινὲς δὲ „οὔτε τοι ὀξύτατον κεφαλῆς 〈ἐκδέρκεται ὄσσε〉“ (Ψ 477), |
| book 479b.3 | πάρα γὰρ καὶ ἀμείνονες. καὶ πῶς δύναται ὑπερθετικῷ ἐπῆχθαι |
| book 479b.4 | συγκριτικόν; T |
| book 479c.1 | πάρα {γὰρ καὶ ἀμείνονες ἄλλοι}: τὸ πάρα ἀντὶ τοῦ |
| book 479c.2 | πάρεισι· διὸ τὴν πρώτην ὀξυτονητέον, ὁμοίως τῷ „πάρα δ’ ἀνήρ, |
| book 479c | ὃς καταθήσει“ (π 45). A |
| book 480a1 | 〈παροίτεραι:〉 ὅτι ἐπὶ τόπου ἀντὶ τοῦ πρῶται. Aint |
| book 480a2 | τοπικῶς. Til |
| book 480b | 〈αἳ τὸ πάρος περ:〉 πάρος χρονικῶς. Til |
| book 481a | εὔληρα: ὅτι ἅπαξ τὰς ἡνίας οὕτως κέκληκεν ἐνταῦθα. A |
| book 481b.1 | εὔληρα: ἅπαξ χρῆται τῇ λέξει. ὁ δὲ Παριανὸς (fr. 17 [1980] M.) φησὶ καὶ |
| book 481b.2 | ἐπὶ †ἱματίων† καὶ δεσμῶν τίθεσθαι τὴν λέξιν. ἔστι δὲ παρὰ τὸ εἰλῶ |
| book 481b.3 | εἴληρα b(BCE3E4)T καὶ εὔληρα. δηλοῖ δὲ τὰ ἡνία. b(BCE3E4) |
| book 483a.1 | νείκει ἄριστε: Ἀρίσταρχος „νεῖκος ἄριστε“, ὡς „εἶδος |
| book 483a.2 | ἄριστε“ (Γ 39). AimT |
| book 483b | κακοφραδές: κακὰ ἐπιλογιζόμενε. b(BCE3E4)T |
| book 485a | 〈δεῦρό νυν:〉 ὅτι ἀντὶ τοῦ ἄγε τὸ δεῦρο. Aim |
| book 485b.1 | δεῦρό νυν: δεῦρο καὶ εἰς τοῦτον τὸν τόπον, b(BCE3E4) |
| book 485b.2 | T „ἢ δεῦρο μὲν ἕποντο“ (Γ 240). T καὶ ἐγκελευστικῶς, |
| book 485b.3 | „δεῦρ’ ἄγ’ ἰών“ (μ 184). b(BCE3E4)T |
| book 485c1.1 | δεῦρό νυν ἢ τρίποδος περιδώμεθον: ἐνθάδε τὸ νῦν |
| book 485c1.2 | συσταλτέον διὰ τὸ μέτρον. τὸ δὲ περιδώμεθον ἐστὶ〈ν〉 ἕν, ἐπεὶ |
| book 485c1.3 | δηλοῖ τὸ συνθήκας ποιησώμεθα. A |
| book 485c2 | συσταλτέον δὲ ἐνθάδε τὸ νῦν διὰ τὸ μέτρον. b(BCE3E4) |
| book 485c2 | T |
| book 485d | 〈τρίποδοσ〉 περιδώμεθα: συνθώμεθα. | καὶ λείπει ἡ |
| book 485d | περί, περὶ τρίποδος. b(BCE3)T |
| book 486.1 | 〈ἵστορα:〉 ὅτι ἀντὶ τοῦ μάρτυρα, οἷον Aim συνθηκο‐ |
| book 486.2 | φύλακα. Aim b (BCE3E4)Til |
| book 487a1.1 | ὁππότεραι πρόσθ’ ἵπποι, 〈ἵνα γνώῃς ἀποτί‐ |
| book 487a1.2 | νων〉: ὁ νοῦς ‘ἵνα τὸ ἐπιτίμιον διδοὺς γνῷς, ὁπότεραί εἰσιν ἵπποι |
| book 487a1.3 | πρότεραι‘. A |
| book 487a2.1 | ἵνα γνῷς, φησίν, ἀποδιδοὺς καὶ ζημιούμενος, ὁποῖαι |
| book 487a2.2 | πρῶται ἵπποι. b(BCE3E4) |
| book 487a3 | {ἵνα γνώιης:} γνώῃς, πότεροι ἵπποι πρῶτοι. T |
| book 490.1 | 〈καὶ νύ κε δὴ〉 προτέρω 〈ἔτ’〉 ἔρις γένετο: εἰς τοὔμ‐ |
| book 490.2 | προσθεν ἂν διέβη τὰ τῆς ἔριδος. b(BCE3E4)T |
| book 491a.1 | εἰ μὴ Ἀχιλλεὺς 〈αὐτὸς ἀνίστατο〉: ὡς ἀγωνοθέτης |
| book 491a.2 | γὰρ προΐσταται τῆς εὐκοσμίας. b(BCE3E4)T |
| book 491b | 〈καὶ φάτο μῦθον:〉 ἐν ἄλλῳ „καὶ κατέρυκε“. Aim |
| book 493.1 | κακοῖς: ἄμεινον ἀντ’ αὐτοῦ γράφειν „ἄναξ“· προεῖπε γὰρ |
| book 493.2 | „χαλεποῖσι〈ν〉“ (Ψ 492). T |
| book 497.1 | τότε δὲ γνώσεσθε: τοιοῦτοι καὶ ἐν τοῖς νῦν ἀγῶσί τινες |
| book 497.2 | πρεσβυτικοὶ καὶ εὐσταθεῖς θεαταί, μηδὲν πρὸ τοῦ καιροῦ προλαμβά‐ |
| book 497 | νειν ἀξιοῦντες. T |
| book 500a.1 | μάστι: ἀπὸ τῆς μάστιος Ἰωνικῶς ὡς „Θέτι“ (Σ 407), |
| book 500a.2 | AT καὶ „μάστι〈ν〉 βάλε“ (ο 182) φησίν. T |
| book 500b.1 | κατωμαδόν: κατὰ τῶν ἰδίων ὤμων τὴν μάστιγα ἐπαί‐ |
| book 500b.2 | ρων, b(BCE3E4)T ὡς τὸ „〈δίσκου ...〉 κατωμαδίοιο“ (Ψ 431). |
| book 500b.3 | T |
| book 501a.1 | 〈ὑψόσ’〉 ἀειρέσθην· τοῦτο πρὸς τὸ γαῦρον καὶ εὔ‐ |
| book 501a.2 | ρυθμον τῶν ποδῶν. b(BCE3E4)T |
| book 501b | 〈πρήσσοντε κέλευθον:〉 κατεχρήσατο. Aim |
| book 502.1 | αἰεὶ δ’ ἡνίοχον 〈κονίης ῥαθάμιγγες ἔβαλλον〉: ἡνί‐ |
| book 502.2 | οχον τὸν Διομήδην, b(BCE3E4)T ὡς „θρασὺν ἡνίοχον φορέον‐ |
| book 502.3 | τες / Ἕκτορα“ (Θ 89—90). T τί οὖν ἄτοπον, εἰ τοὺς ἡνιόχους |
| book 502.4 | καὶ „ἱππῆασ“ ἐν τῇ Λ (sc. 151, cf. Λ 52 al.) καλεῖ; b(BCE3E4)T |
| book 502.5 | ἔστι δὲ τὸ αἰεί ὡς τὸ „αἰεὶ δὲ πυραὶ νεκύων καίοντο“ (Α 52). T |
| book 503-4.1 | ἅρματα δὲ χρυσῷ 〈πεπυκασμένα κασσιτέρῳ |
| book 503-4.2 | τε /ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον〉: διὰ τῆς πολυτελείας θαυ‐ |
| book 503-4.3 | μαστὴν δείκνυσι τὴν θέαν. ἐψύχωσε δὲ αὐτά, ὡς καὶ αὐτῶν ὁρμώντων |
| book 503-4.4 | αὐτοκινήτως. T |
| book 504.1 | 〈ἐπέτρεχον:〉 ὅτι τὰ ἅρματα (cf. Ψ 503) ἐπέτρεχον καὶ |
| book 504.2 | οὐκ ἐπέτρεχεν. | οὕτως δὲ διὰ τοῦ ο. Aim |
| book 504-5a1.1 | οὐδέ τι πολλή 〈/ γίνετ’ ἐπισσώτρων〉 ἁρ‐ |
| book 504-5a1.2 | ματροχιὴ 〈κατόπισθεν〉: ὡς μὴ πάνυ χαράσσειν τὴν γῆν. |
| book 504-5a1.3 | μέτρον δὲ ἔχουσα ἡ ὑπερβολὴ πιστεύεται. T |
| book 504-5a2.1 | μετὰ τάχους γὰρ διαβαίνοντες οἱ τροχοὶ οὐ πάνυ τὴν |
| book 504-5a2.2 | γῆν ἐχάρασσον. b(BCE3E4) |
| book 506a | ἐν λεπτῇ κονίῃ: μᾶλλον ἐμφαίνει τὴν κουφότητα. T |
| book 506b | 〈πετέσθην:〉 ἐν ἄλλῳ „πέτεσθον“. Aim |
| book 507a | στῆ: ἀντὶ τοῦ τοῦ δρόμου ἐπαύσατο. b(BCE3E4)T |
| book 507b | ἀγῶνι: τῷ ἀθροίσματι. b(BCE3E4)T |
| book 509a1.1 | δίφροιο ... παμφανόωντος: ὅτι τοῦτο διακρίνει τὴν |
| book 509a1.2 | ἐν ἄλλοις (sc. Θ 435) ἀμφιβολίαν, „〈ἅρματα δ’ ἔκλιναν〉 πρὸς {τὸ} |
| book 509a1.3 | ἐνώπια παμφανόωντα“· δείκνυται γὰρ τὰ ἅρματα παμφανόωντα. A |
| book 509a2.1 | {ἐκ δίφροιο παμφανόωντος:} ὥστε καὶ ἐκεῖ τὸ „{πρὸς |
| book 509a2.2 | ἐνώπια} παμφανόωντα“ τῶν ἁρμάτων ἐπίθετον. T |
| book 510.1 | οὐδ’ ἐμάτησεν: οὐ μάταιον ἡγήσατο τὸ λαβεῖν τὸ ἆθλον, |
| book 510.2 | ἐξ οὗ τὸ οὐκ ἠφροντίστησεν, ἀφ’ οὗ τὸ οὐκ ἠμέλησε νοητέον. b(BCE3 |
| book 510.3 | E4)T |
| book 512-3a1.1 | 〈δῶκε δ’ ἄγειν—γυναῖκα / καὶ τρίποδ’ |
| book 512-3a1.2 | ὠτώεντα φέρειν:〉 πρὸς τὴν διαφορὰν τοῦ ἄγειν (512) καὶ |
| book 512-3a1.3 | φέρειν (513). Aim |
| book 512-3a2.1 | {δῶκε δ’ ἄγειν γυναῖκα καὶ τρίποδ’ ὠτόεντα φέρειν:} |
| book 512-3a2.2 | ὅτι διεσάφησε τὸ ἄγειν πρὸς τὸ φέρειν. T |
| book 514a.1 | {τῶι δ’ ὰρ ἐπ} Ἀντίλοχος Νηλήϊος: ὅτι ἀπὸ τοῦ |
| book 514a.2 | προπάτορος ὁ Ἀντίλοχος Νηλήϊος· ἔστι γὰρ θεοῦ υἱὸς ὁ Νηλεύς, |
| book 514a.3 | 〈τοῦ〉 Ποσειδῶνος. A |
| book 514b.1 | Ἀντίλοχος Νηλήϊος: ἀπὸ πάππου· Νηλεὺς γὰρ θεοῦ. |
| book 514b.2 | τὸ οὖν „〈ἐκ γὰρ Ὀρέσταο〉 τίσις ἔσσεται Ἀτρεΐδαο“ (α 40) Ἀγα‐ |
| book 514b.3 | μέμνονος, οὐκ Ὀρέστου, καὶ τὸ „μέγ’ ἄρισται ἔσαν Φηρητιάδαο“ |
| book 514b.4 | (Β 763) τοῦ Ἀδμήτου. T |
| book 514-5.1 | 〈ἤλασεν ἵππους, / κέρδεσιν, οὔ τι τάχει γε παρα‐ |
| book 514-5.2 | φθάμενος Μενέλαον:〉 βραχὺ {δὲ} διασταλτέον ἐπὶ τὸ ἵππους (514) |
| book 514-5.3 | πρὸς τὸ σαφέστερον. A |
| book 515.1 | κέρδεσιν, οὔ τι τάχει 〈γε, παραφθάμενος Μενέλα‐ |
| book 515.2 | ον〉: Ἀντίλοχος μὲν διδαχθεὶς ἐκ Ποσειδῶνος (cf. Ψ 307—8) παρα‐ |
| book 515.3 | τρέχει, ὁ δὲ ταχεῖς ἵππους ἔχων μέλλει παραδραμεῖν. b(BCE3E4)T |
| book 517-21a1.1 | 〈ὅσσον δὲ〉 τροχοῦ ἵππος ἀφίσταται〈— |
| book 517-21a1.2 | θέοντοσ〉: προσφυεστάτῃ εἰκόνι χρῆται· τὰ γὰρ διαστήματα τῶν |
| book 517-21a1.3 | ἁρμάτων ἀπὸ τῆς ὁμοίας χρείας δέχεται τὴν εἰκόνα. T |
| book 517-21a2.1 | προσφυεστάτη ἡ εἰκών· χρῆται γὰρ τοῖς διαστήμασι |
| book 517-21a2.2 | τῶν ἁρμάτων, καὶ ἀπὸ τῆς ὁμοίας χρείας δέχεται τὴν εἰκόνα. b(BCE3 |
| book 517-21a2.3 | E4) |
| book 518 | 〈ἕλκῃσιν πεδίοιο:〉 ὅτι διὰ πεδίου. Aim |
| book 520-1.1 | 〈ὁ δέ τ’〉 ἄγχι 〈μάλα〉 τρέχει, 〈οὐδέ τι πολλή / |
| book 520-1.2 | χώρη μεσσηγύσ〉: ὅσον γὰρ διαβαίνει ὁ ἵππος τρέχων, τοσοῦτον |
| book 520-1.3 | ἕπεται ὁ τροχός. b(BCE3E4)T |
| book 521a1 | 〈πεδίοιο θέοντος:〉 ὅτι διὰ πεδίου. Aim |
| book 521a2 | λείπει ἡ διά. b(BCE3)T |
| book 523a.1 | δίσκουρα: σημειοῦνταί τινες, ὅτι ἃ ἄνω (sc. Ψ 431) |
| book 523a.2 | εἶπε „δίσκου οὖρα“, νῦν {δὲ} συνθέτως δίσκουρα. A |
| book 523b.1 | {καὶ ἐς} δίσκουρα {λέλειπτο}: Πτολεμαῖος (p. 60 B.) |
| book 523b.2 | καὶ οἱ πλείους δίσκουρα ὡς „λίπουρα“ (Call. fr. 200 b 2). καὶ |
| book 523b.3 | Ἀρίσταρχος δέ φησιν· „ὅπερ ἄνω κατὰ διάλυσιν εἶπεν ‘ὅσσα δὲ |
| book 523b.4 | δίσκου οὖρα‘ (Ψ 431), τοῦτο νῦν κατὰ σύνθεσιν ἐξήνεγκεν“. κἀγὼ |
| book 523b.5 | δὲ συγκατατίθεμαι. A |
| book 523c.1 | δίσκουρα: τινὲς δύο μέρη κατὰ συναλιφήν, ἐπειδή φησιν |
| book 523c.2 | „ὅσ〈σ〉α δὲ δίσκου οὖρα“ (Ψ 431)· ἄμεινον δὲ τὸ σύνθετον. b(BCE3) |
| book 523c.3 | T καὶ γὰρ ἀπὸ τῶν κατὰ τοῦ ὤμου φησὶ „κατωμαδίοιο“. T |
| book 524 | ὀφέλλετο γὰρ μένος ἠΰ: ὡς τὸ „τῇ γάρ ῥα μάλιστά γε |
| book 524 | θυμὸν ὄφελλεν“ (δ 366). T |
| book 527.1 | οὐδ’ ἀμφήριστον ἔθηκεν: ὅτι Ζηνόδοτος γράφει „ἢ |
| book 527.2 | ἀμφήριστον ἔθηκεν“, οὐκ εὖ· νῦν γὰρ οὐχ ἁρμόζει, ἐπὶ Διομήδους δὲ |
| book 527.3 | τοῦ σύνεγγυς τρέχοντος (sc. Ψ 382). διὰ δὲ τούτου βούλεται λέγειν |
| book 527.4 | ‘οὐδ’ ὅλως ἀμφήριστον‘. A |
| book 529a1.1 | λείπετ’ 〈ἀγακλῆος Μενελάου〉 δουρὸς ἐρωήν: τὴν |
| book 529a1.2 | ἔκτασιν, ὡς τὸ „ἐρωήσει περὶ δουρί“ (Α 303. π 441). T |
| book 529a2 | ἔκτασιν καὶ ὁρμὴν δόρατος πορευομένου. b(BCE3E4) |
| book 531a.1 | ἤκιστος {δ’ ἦν}: 〈ὅτι〉 τὸ ἤκιστος τῶν ἅπαξ εἰρημέ‐ |
| book 531a.2 | νων ἐστί. | γέγονε δὲ παρὰ τὸ ἦκα, ὅ ἐστιν ἡσυχῆ. καταστρέφει δὲ |
| book 531a.3 | εἰς τὸ ἐλάχιστος· διὸ καὶ ψιλοῦται καὶ οὐχ ὡς παρὰ τοῖς Ἀττικοῖς |
| book 531a.4 | δασύνεται. | ἔστι δὲ ἐναντίον τὸ ἥκιστα τῷ μάλιστα. A |
| book 531b.1 | ἤκιστος: παρὰ τῷ ποιητῇ τὸ ἤκιστος ψιλοῦται καὶ |
| book 531b.2 | δηλοῖ τὸ ἐλάσσων, παρὰ δὲ Ἀττικοῖς δασύνεται καὶ σημαίνει τὸ οὐδ’ |
| book 531b.3 | ὅλως. b(BCE3E4)T |
| book 531c.1 | ἤκιστος: παρὰ τὸ ἦκα, ὃ δηλοῖ τὸ ἡσυχῆ· b(BCE3E4) |
| book 531c.2 | T ἀφ’ οὗ καὶ τὸ ἥκιστα, ὃ ἐναντίον ἐστὶ τῷ μάλιστα. οἱ δὲ παρὰ |
| book 531c | τὸ ἔχω, ὅ ἐστιν ἐπέχω. τινὲς δὲ ἀπὸ τοῦ ἧσσον, ἀμαθῶς. T |
| book 533a.1 | ἕλκων ἅρματα καλά, 〈ἐλαύνων πρόσσοθεν ἵπ‐ |
| book 533a.2 | πουσ〉: οὕτως ἐλαύνων πρόσσοθεν. κατεαγότος δὲ τοῦ δίφρου |
| book 533a.3 | ἀφικνεῖται ἐκ τῶν ἔμπροσθεν ἐλαύνων τοὺς ἵππους, ὥσπερ οἱ τῶν |
| book 533a.4 | ἀγωγέων περιεχόμενοι, καὶ τῇ μάστιγι περιελαύνων κατὰ τὸν αὐ‐ |
| book 533a.5.1 | χένα καὶ τὰς πλευράς· οὕτως γὰρ ἀκουστέον καὶ οὐ κυρίως. | ἡ διπλῆ |
| book 533a.5.2 | δέ, ὅτι Ζηνόδοτος γράφει „ἐλαύνων ὠκέας ἵππουσ“, ὡς ἡνιοχοῦντος |
| book 533a.5.3 | αὐτοῦ. συντετριμμένου δὲ τοῦ ἅρματος ἔμπροσθεν γενόμενος ἐλαύνει, |
| book 533a.5.4 | τὰς πλευρὰς τῶν ἵππων τύπτων. | βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ |
| book 533a.5.5 | καλά πρὸς τὸ σαφέστερον. | τὸ δὲ πρόσσοθεν ὡς ἔμπροσθεν, καὶ |
| book 533a.10 | συνεστάλη τὸ ω εἰς τὸ ο. A |
| book 533b.1 | ἐλαύνων πρόσσοθεν ἵππους: τῶν ἔμπροσθεν αὐτοὺς |
| book 533b.2 | ἕλκων, ὅ ἐστι διὰ τῶν ἀγωγέων αὐτοὺς ἕλκων, καὶ τῇ μάστιγι τοὺς |
| book 533b.3 | αὐχένας τύπτων. b(BCE3E4)T |
| book 533c1 | πρόσσοθεν: συστολή ἐστι τοῦ πρόσωθεν καὶ ὁ αὐτὸς |
| book 533c1 | τόνος. T |
| book 533c2.1 | συγκέκοπται δὲ ἀπὸ τοῦ πρόσσωθεν, τὸν δὲ τόνον ἐφύ‐ |
| book 533c2.2 | λαξεν, b(BCE3E4) |
| book 536-7.1 | λοῖσθος ἀνὴρ ὤριστοσ〈—δῶμεν ἀέθλιον〉: |
| book 536-7.2 | διδάσκει τοὺς παρὰ τὴν ἀξίαν ἀτυχοῦντας ἐλεεῖν καὶ μὴ τῆς ἀρετῆς |
| book 536-7.3 | ἐᾶν ὑπερτερεῖν τὴν τύχην· b(BCE3E4)T ἄλλως τε καὶ Θεσσαλὸς |
| book 536-7.4 | ὁ Εὔμηλος. T |
| book 538a.1 | δεύτερ’, ἀτὰρ τὰ πρῶτα φερέσθω Τυδέος υἱός: |
| book 538a.2 | ἵνα μὴ δοκῇ ὕπουλος εἶναι Διομήδει b(BCE3E4)T διὰ τὴν ὑπο‐ |
| book 538a.3 | ψίαν τὴν φθάσασαν ἐγγενέσθαι αὐτοῖς. καὶ ἐν τῇ πρὸς Αἴαντα μάχῃ, |
| book 538a.4 | τοῦ πλήθους ἐπίσης ἀπαλλάξαντος αὐτούς (cf. Ψ 823), δίδωσι τὸ |
| book 538a.5 | ξίφος αὐτῷ (cf. Ψ 824—5). T |
| book 538b.1 | δεύτερα: φιλτάτῳ γὰρ ὄντι Ἀντιλόχῳ οὐκ οἴεται λύπην |
| book 538b.2 | παρέξειν ἐν τούτῳ. T |
| book 538c1.1 | δεύτερ’· ἀτὰρ〈—υἱόσ〉: ὅτι ἔν τισιν ὑποτάσ‐ |
| book 538c1.2 | σονται τούτῳ· „τὰ τρίτα δ’ Ἀντίλοχος, τέτρατα ξανθὸς Μενέλαος, / |
| book 538c1.3 | πέμπτα δὲ Μηριόνης, θεράπων ἐῢς Ἰδομενῆοσ“ (= Ψ 538 a et b). |
| book 538c1.4 | χωρὶς δὲ τοῦ μηδὲ τὸν χαρακτῆρα ἔχειν Ὁμηρικόν, ἔτι καὶ πρὸς |
| book 538c1.5 | οὐδὲν γίνεται ἡ ἐξαρίθμησις τῆς τάξεως. A |
| book 538c2.1 | †τινὲς δὲ τῶν ἀντιγράφων καὶ τούτους τοὺς εὐτελεῖς |
| book 538c2.2 | φασὶ† δύο στίχους· „τέτρατα ξανθὸς Μενέλαος, / πέμπτα δὲ Μηριόνης, |
| book 538c2.3 | θεράπων ἐῢς Ἰδομενῆοσ“. T |
| book 539 | 〈ὡς ἐκέλευε:〉 ἐν ἄλλῳ „ἠδὲ κέλευον“. Aim |
| book 540.1 | 〈ἐπῄνησαν γὰρ Ἀχαιοί:〉 ἐν ἄλλῳ „ἐπῄνησαν γὰρ οἱ |
| book 540.2 | ἄλλοι“. Aim |
| book 543a.1 | ὦ Ἀχιλεῦ, 〈μάλα τοι κεχολώσομαι, αἴ κε τελέσ‐ |
| book 543a.2 | σῃσ〉: Νέστορος υἱός ἐστιν λέγειν τε καὶ πρᾶξαι δυνατός· τὸ μὲν γὰρ |
| book 543a.3 | κεχολώσομαι ἁπλουστάτης διαθέσεώς ἐστι καὶ φιλεταιρίας, τὸν δὲ |
| book 543a.4 | Μενέλαον ἠπιότητι νικᾷ. καὶ μεμίμηται νέου χρηστὸν τρόπον ὁ ποιη‐ |
| book 543a.5 | τής. b(BCE3E4)T |
| book 543b.1 | 〈κεχολώσομαι:〉 σημειοῦνταί τινες, ὅτι ἀντὶ τοῦ μηνίσω. |
| book 543b.2 | Aim |
| book 544 | 〈μέλλεις:〉 ὅτι ἀντὶ τοῦ ἔοικας. Aim |
| book 546-7.1 | ἀλλ’ ὤφελεν ἀθανάτοισιν 〈/ εὔχεσθαι〉: ἐναντιώ‐ |
| book 546-7.2 | σει οὖν τοῖς θεοῖς, εἰ ὃ ἀφῄρηνται ἐκεῖνοι, αὐτὸς δώσεις. b(BCE3E4)T |
| book 548a1 | 〈φίλος:〉 οὕτως διὰ τοῦ ς φίλος πᾶσαι εἶχον. Aim |
| book 548a2 | {καί τοι} φίλον: „φίλοσ“ ὀφείλει. T |
| book 549.1 | ἔστι τοι 〈ἐν κλισίῃ χρυσὸς πολύς, ἔστι δὲ χαλκόσ〉: |
| book 549.2 | ἐπαγγελτικῶς τὸ ἔστι· διὸ ὀξέως. T |
| book 551-2.1 | τῶν οἱ ἔπειτ’ ἀνελὼν 〈δόμεναι καὶ μεῖζον ἄ‐ |
| book 551-2.2 | εθλον /ἠὲ καὶ αὐτίκα νῦν〉: ὅτι τὸ ἔπειτα (551) ἀντὶ τοῦ μετὰ |
| book 551-2.3 | ταῦτα· ἀντιδιέσταλται γοῦν τὸ αὐτίκα (552). ἡ δὲ ἀναφορὰ πρὸς τὸ |
| book 551-2.4 | „Φοῖνιξ μὲν πρώτιστα, / αὐτὰρ ἔπειτ’ Αἴας τε μέγασ“ (Ι 168—9). A |
| book 551.1 | μεῖζον ἄεθλον: οὐδετέρως. b(BCE3)T εἴωθε δὲ καὶ |
| book 551.2 | ἀρσενικῶς λέγειν ὁ ποιητής. b(BCE3E4)T |
| book 556.1 | χαίρων Ἀντιλόχῳ: λείπει ἡ ἐπί. ὅσῳ δὲ διατέταται πρὸς |
| book 556.2 | αὐτόν, τοσούτῳ πλέον δέδεικται τὸ γνήσιον τῆς εἰς αὐτὸν ἑταιρίας, |
| book 556.3 | καὶ οὐκ ἀναβάλλεται τὸ δῶρον (cf. Ψ 558—65) b(BCE3E4)T |
| book 558-9.1 | 〈εἰ μὲν δή με κελεύεις οἴκοθεν ἄλλο /〉 Εὐμήλῳ |
| book 558-9.2 | ἐπιδοῦναι, 〈ἐγὼ δέ κε καὶ τὸ τελέσσω〉: ὑποστικτέον μετὰ τὸ |
| book 558-9.3 | ἐπιδοῦναι (559), τοῦ ἑπομένου συνδέσμου περιττεύοντος. A |
| book 561-2a1.1 | ᾧ ΠΕΡΙ χεῦμα 〈... /〉 ἀμφιδεδίνηται: εἰσὶν οἳ |
| book 561-2a1.2 | ἀνέστρεψαν τὴν περί (561). ὁ μέντοι Ἀσκαλωνίτης (p. 60 B.) καὶ οἱ |
| book 561-2a1.3 | πλείους κατὰ παρολκὴν ἐξεδέξαντο κεῖσθαι διὰ τὸ ἀμφιδεδίνηται |
| book 561-2a1 | (562)· διὸ οὐκ ἀναστρέφουσιν. A |
| book 561-2a2.1 | ἴσως οὖν περισσεύει ἡ περί· διὸ οὐκ ἀναστρεπτέον |
| book 561-2a2.2 | αὐτήν. T |
| book 561-2b.1 | ᾧ περὶ χεῦμα 〈φαεινοῦ〉 κασσιτέροιο 〈/ ἀμφιδε‐ |
| book 561-2b.2 | δίνηται〉: ἐδήλωσε τὸν ἐκκεχυμένον τε καὶ πεπηγμένον τῷ θώρακι |
| book 561-2b.3 | κασσίτερον. b(BCE3E4)T |
| book 566.1 | θυμὸν ἀχεύων: οὐ διὰ σμικρολογίαν ἐφίεται τοῦ μείζονος |
| book 566.2 | ἄθλου, ἀλλὰ φύσει πάντες νικᾶν θέλομεν. A b (BCE3E4)T φιλότι‐ |
| book 566.3 | μος οὖν ἐστι περὶ τὴν νίκην. ὅτι δὲ οὐ δύσερις, ἔδειξε παραχρῆμα |
| book 566.4 | διαλυσάμενος (cf. Ψ 607—11). μέμφεται δὲ αὐτῷ ἀπατήσαντι καὶ |
| book 566.5.1 | παρὰ τὴν ἡρωϊκὴν ἁπλότητα πανουργήσαντι. A b (BE3E4)T |
| book 566.5.2 | καὶ Ἀχιλλεὺς „ἐκ γὰρ δή μ’ ἀπάτησε AT καὶ ἤλιτεν“ (Ι 375). T |
| book 568a.1 | 〈χειρὶ σκῆπτρον ἔθηκε:〉 πρὸς τοὺς δημηγοροῦντας |
| book 568a.2 | ὅτι σκῆπτρα ἔλαβον. Aim |
| book 568b.1 | 〈χειρὶ〉 σκῆπτρον ἔθηκε: σκῆπτρον δέχεται διὰ τὸ |
| book 568b.2 | μέλλειν δημηγορεῖν, b(BCE3E4)T „σκῆπτρον δέ οἱ ἔμβαλε χει‐ |
| book 568b.3 | ρί / κῆρυξ Πεισήνωρ“ (β 37—8). T ὁ δὲ Ἀντίλοχος πρὸς μόνον |
| book 568b.4 | Μενέλαον διαλέγεται (sc. Ψ 587—95). b(BCE3E4)T |
| book 568c | 〈χειρί:〉 γράφεται „χερσί“. Aint |
| book 570.1 | πρόσθεν πεπνυμένε: φρόνιμον αὐτὸν εἰπὼν ἔδειξεν ὡς |
| book 570.2 | ἑκὼν ἥμαρτεν. οὕτω δὲ καὶ τὸ ἔγκλημα μεῖζον ἀποφανεῖται. b(BCE3 |
| book 570.3 | E4)T |
| book 572 | 〈οἵ τοι πολὺ χείρονες ἦσαν:〉 οἱ Ἀντιλόχου. Aim |
| book 574a.1 | ἐς μέσον ἀμφοτέροισ〈ι δικάσσατε〉: ὅτι οὐκ εἰς τὸ |
| book 574a.2 | μέσον παρελθόντες, ἀλλὰ μέσον δικάσατε, μήτε τούτῳ προσχαριζόμε‐ |
| book 574a.3 | νοι μήτε ἐμοί· διὸ ἐπιφέρει μηδ’ ἐπ’ ἀρωγῇ. A |
| book 574b1.1 | ἐς μέσον 〈...〉 δικάσ〈σ〉ατε: μέσοι γένεσθε, μὴ ἑτερο‐ |
| book 574b1.2 | βαρεῖς. T |
| book 574c1.1 | ἄλλως· ἐς μέσον 〈... δικάσσατε〉: ἐξ ἴσου, καὶ ἐκ |
| book 574c1.2 | παραλλήλου ἐπιφέρει μηδ’ ἐπ’ ἀρωγῇ. καὶ ἔστιν ἡ διάνοια θαρ‐ |
| book 574c1.3 | ροῦντος τῷ δικαίῳ· οὐδένα γὰρ αὑτῷ καταχαρίσασθαι ἀξιοῖ, ἵνα μὴ |
| book 574c1.4 | δόξῃ διὰ τὸ ἀξίωμα. T |
| book 574b2/c2.1 | ἐξ ἴσου, ἐκ παραλλήλου, | μὴ ἑτεροβαρῶς. | καὶ ἐπιφέ‐ |
| book 574b2/c2.2 | ρει μηδ’ ἐπ’ ἀρωγῇ. καὶ ἔστιν ἡ διάνοια θαρροῦντος τῷ δικαίῳ· οὐ‐ |
| book 574b2/c2.3 | δένα γὰρ αὑτῷ διὰ τὸ ἀξίωμα καταχαρίσασθαι ἀξιοῖ. b(BCE3E4) |
| book 576 | ψεύδεσσι: ὡς ψεύσμασιν. T |
| book 579-80.1 | αὐτὸς δικάσω, 〈καί μ’ οὔ τινά φημι / ἄλλον |
| book 579-80.2 | ἐπιπλήξειν Δαναῶν〉: ἔδειξεν ὅτι τῷ εἰς ὅρκον προκαλουμένῳ |
| book 579-80.3 | οὐκέτι δεῖ †ἀπώσασθαι ἱκέτην. b(BCE3E4)T |
| book 581a.1 | Ἀντίλοχ’, αἲ δ’ ἄγε 〈δεῦρο, διοτρεφές, ἣ θέμις |
| book 581a.2 | ἐστί:〉 ἀθετεῖται, ὅτι ἀκαίρως λέγει διοτρεφές, ὀργιζόμενος αὐτῷ. |
| book 581a.3 | A |
| book 581b.1 | 〈Ἀντίλοχ’, εἰ δ’ ἄγε δεῦρο, διοτρεφές, ἣ θέμις |
| book 581b.2 | ἐστί:〉 ὁ {δὲ} στίχος περισσός. ἀλλά φασι ‘θωπεύει Νέστορα‘. ἀλλ’ |
| book 581b.3 | οὐ πρέπει τῷ φλεγμαίνοντι θωπεῦσαι. T |
| book 581c.1 | διοτρεφές: περισσὸν τὸ ἐπίθετον, ὡς „δῖον Ἀλέξαν‐ |
| book 581c.2 | δρον“ (Γ 352), „Ἀνδρομάχη λευκώλενοσ“ (Ζ 377), „ὄρσεο, κυλλοπό‐ |
| book 581c.3 | διον“ (Φ 331). T |
| book 582-5.1 | 〈στὰς ἵππων προπάροιθε καὶ ἅρματος, αὐτὰρ |
| book 582-5.2 | ἱμάσθλην /〉 χερσὶν ἔχε ῥαδινὴν〈—πεδῆσαι〉: δια‐ |
| book 582-5.3 | στολαὶ ἐπὶ τὸ ἅρματος (582), ἔλαυνες (583) καὶ ἁψάμενος (584)· |
| book 582-5.4 | μέχρι γὰρ τοῦ ἅρμα πεδῆσαι (585) ἤρτηται ὁ λόγος. A |
| book 583 | ῥαδινήν: λεπτήν, ἐπιμήκη. b(BCE3E4)T |
| book 585.1 | ὄμνυθι: εἰκότως ἐπὶ ὅρκον καταφεύγει· οὐ γὰρ ἐπὶ τοῦ |
| book 585.2 | πλήθους γενομένης τῆς ἐπιθέσεως οὐδ’ ὄντων μαρτύρων, ἐπὶ τὸ |
| book 585.3 | συνειδὸς ἔρχεται τοῦ Ἀντιλόχου. b(BCE3E4)T |
| book 587a | 〈ἄνσχεο:〉 ἐν ἄλλῳ „ἴσχεο“. Aim |
| book 587b.1 | ἄνσχεο: οὕτως Ἀρίσταρχος. ὁ δὲ Σιδώνιος διὰ δύο σς, |
| book 587b.2 | ὡς τὸ „καδδραθέτην“ (ο 494). T |
| book 589.1 | ὑπερβασίαι: αἱ παραβάσεις τοῦ δέοντος. ἔγνω δὲ ὡς οἱ |
| book 589.2 | εἴκοντες νικῶσι τοὺς φίλους. τὸ δὲ συγγνώμην δεχόμενον εἰς ἀπο‐ |
| book 589 | λογίαν φέρει, τὴν ἡλικίαν. b(BCE3E4)T |
| book 590.1 | κραιπνότερος μὲν γάρ τε νόος, λεπτὴ δέ τε μῆτις: |
| book 590.2 | ὀξύτερος κατὰ κίνησιν καὶ πρᾶξιν, b(BCE3E4)T ἡ δὲ βουλὴ |
| book 590.3 | ἀσθενής. b(BCE3)T |
| book 591-2.1 | ἵππον δέ τοι 〈αὐτός /〉 δώσω: φιλοτίμως τὴν μὲν |
| book 591-2.2 | νίκην προσποιεῖται, τοῦ δὲ ἄθλου φησὶν ἐξίστασθαι ἑκών· ὁ γὰρ |
| book 591-2.3 | λέγων αὐτός / δώσω κατασκευάζει ὅτι ἐμὴν οὖσαν λήψῃ b(BCE3 |
| book 591-2.4 | E4)T αὐτήν, οὐκ ἐκ μέσου ἀλλὰ παρ’ ἐμοῦ. T τούτῳ συν‐ |
| book 591-2.5.1 | ᾴδει καὶ τὸ „εἰ καί νύ κεν οἴκοθεν ἄλλο b(BCE3E4)T 〈/ μεῖζον |
| book 591-2.5.2 | ἐπαιτήσειασ〉“ (Ψ 592—3)· διὰ γὰρ τοῦ „ἄλλο“ (Ψ 592) διδάσκει ὅτι |
| book 591-2.5.3 | καὶ τοῦτο οἴκοθέν ἐστι καὶ ἤδη ἐμὸν ἴδιον. T |
| book 592-4.1 | εἰ καί νύ κεν οἴκοθεν ἄλλο / μεῖζον ἀπαιτήσειας, |
| book 592-4.2 | ἄφαρ κέ τοι αὐτίκα δοῦναι / βουλοίμην: ταῦτα ἀπ’ ἄλλης |
| book 592-4.3 | ἀρχῆς ἀναγνωστέον. ὑποστικτέον δὲ μετὰ τὸ ἀπαιτήσειας (593). |
| book 592-4.4 | A |
| book 593.1 | μεῖζον ἐπαιτήσειας: ἐπὶ τῷ ἵππῳ αἰτήσειας μεῖζόν τι. |
| book 593.2 | b(BCE3E4)T |
| book 594.1 | διοτρεφές: θεραπευτικῶς ἀγαθὸν καὶ θεοφιλῆ αὐτὸν καὶ |
| book 594.2 | ἰσόθεον ἀποδείκνυσι· πρὸς μὲν οὖν Ἀχιλλέα (sc. Ψ 543—54) τῇ |
| book 594.3 | δικαιολογικῇ στάσει ἐχρήσατο, νῦν (sc. Ψ 587—95) δὲ τῇ παρορμητι‐ |
| book 594.4 | κῇ, ἀφιστάμενος μὲν τοῦ δικαιολογεῖν, θεραπείᾳ δὲ καὶ τιμῇ ὁμιλητι‐ |
| book 594.5 | κῶς ἀνακτώμενος. b(BCE3E4)T |
| book 595.1 | ἐκ θυμοῦ πεσέειν: πιθανῶς τὴν ἔχθραν ἔκπτωσιν τῆς |
| book 595.2 | φιλίας φησίν. b(BCE3E4)T |
| book 596.1 | καὶ ἵππον ἄγων: ἠθικὸν τὸ αὐτοχειρὶ ἄγοντα παρα‐ |
| book 596.2 | δοῦναι (cf. Ψ 597). T |
| book 597-8 | θυμός / ἰάνθη: ἐπὶ τῇ τιμῇ. TTt |
| book 598a.1 | ἰάνθη 〈ὡς εἴ τε περὶ σταχύεσσιν ἐέρση〉: καὶ οἱ |
| book 598a.2 | γεωργοὶ μεταφέροντες γελᾶν τὰ φυτὰ καὶ ἱλαρὰ εἶναι λέγουσιν. |
| book 598a.3 | b(BCE3E4)T |
| book 598b.1 | ὡς εἴ τε περὶ σταχύεσσιν ἐέρση: ὥσπερ τὸ λήϊον |
| book 598b.2 | περιχυθὲν τῇ δρόσῳ φαιδρύνεται, ἐκ τῆς πρωϊνῆς στυγνότητος |
| book 598b.3 | μεταβαῖνον. b(BCE3E4)T |
| book 599a.1 | ὅτε φρίσσουσιν 〈ἄρουραι〉: ὅτε τελειοῦνται οἱ στάχυ‐ |
| book 599a.2 | ες· τότε γὰρ φανερὰ γίνεται ἡ δρόσος, οὐχ ὅτε εἰσὶ ταπεινοί. ἢ ὅτε |
| book 599a | ὀρθοῦνται ἢ κινοῦνται. b(BCE3E4)T |
| book 599b.1 | 〈φρίσσουσιν ἄρουραι:〉 ἀντὶ τοῦ φρίσσοντας ἔχουσι |
| book 599b.2 | τοὺς στάχυας. Aim |
| book 600.1 | 〈ὣς ἄρα σοι, Μενέλαε, μετὰ φρεσὶ θυμὸς ἰάνθη:〉 |
| book 600.2 | ἔστι δὲ καὶ πρὸς πολεμίους πρᾷος Μενέλαος (cf. Ζ 51—3). T |
| book 603a.1 | χωόμενος, ἐπεὶ οὔ τι 〈παρήοροσ〉: ὅτι παρήορος |
| book 603a.2 | ὁ παρηρτημένος τὰς φρένας, οὐκ ἀραρὼς οὐδὲ κατὰ χώραν ἔχων |
| book 603a.3 | αὐτάς. καὶ ὅτι χωόμενος νῦν ἀντὶ τοῦ χολούμενος. A |
| book 603b1 | ἀεσίφρων: ἀνεμώλια φρονῶν· ἢ βλαψίφρων. T |
| book 603b2 | ματαιόφρων, δολιόφρων· ἢ βλαψίφρων. b(BCE3E4) |
| book 604a1.1 | νεοίη: ὅτι νῦν μόνον οὕτως ἐσχημάτισε, νεοίη ἀντὶ |
| book 604a1.2 | τοῦ νεότης. A |
| book 604b1.1 | 〈νεοίη:〉 οἱ περὶ Ἀντίμαχον (fr. 138 W.) „νόημα“ |
| book 604b1.2 | γράφουσι. Aint |
| book 604a2/b2 | νεοίη: νεότης. | οἱ δὲ περὶ Ἀντίμαχον γράφουσι |
| book 604a2/b2 | „νόημα“. T |
| book 604c.1 | {νῦν αῦτε νόον νίκησε} νεοίη: νεοίη ὡς „ὁμοίη“ (Σ 120. |
| book 604c.2 | ζ 16). οἱ μέντοι μετ’ αὐτὸν ὡς ἐπὶ πλεῖστον νεόειαν λέγουσι. περὶ |
| book 604c.3 | δὲ τῆς λέξεως, εἰ ὑγιῶς ἐσχημάτισται, ἐν τῷ Προτατικῷ (fr. 1, Hrd. 2, |
| book 604c.4 | 907, 3 L.) ἐζήτησα. ἅπαξ δὲ ἐχρήσατο τῇ λέξει. A |
| book 605a.1 | δεύτερον αὖτ’ ἀλέασθαι 〈ἀμείνονας ἠπεροπεύ‐ |
| book 605a.2 | ειν〉: δείκνυσιν ὡς σκαιοῦ μὲν τὸ μὴ συγγνῶναι καθάπαξ ἁμαρτάνον‐ |
| book 605a.3 | τι, ἀσθενοῦς δὲ τὸ πολλάκις. b(BCE3E4)T |
| book 605b | 〈δεύτερον:〉 γράφεται „ὕστερον“. AimTil |
| book 608.1 | σός τε πατὴρ 〈ἀγαθὸς καὶ ἀδελφεὸς εἵνεκ’ ἐμεῖο〉: |
| book 608.2 | διὰ τούτου καὶ τὴν πρὸς ἅπαντας ὁμολογεῖ χάριν. b(BCE3E4)T |
| book 610.1 | 〈δώσω〉 ἐμήν περ ἐοῦσαν: ἄκρως ἐλέγχει Ὅμηρος τὰς |
| book 610.2 | φύσεις τῶν ἀνθρώπων ὅτι καὶ νέοις καὶ πρεσβυτέροις ἐνέστακται τὸ |
| book 610.3 | φιλότιμον· ὅρα γάρ, μεθ’ ὅσους λόγους ἀντιποιεῖται τῆς νίκης, |
| book 610.4 | παραχωρεῖν δὲ τοῦ ἰδίου ἄθλου φησὶν ἑκών. b(BCE3E4)T |
| book 612.1 | Νοήμονι 〈δῶκεν ἑταίρῳ: Νοήμονι〉 ὄνομα κύριον, ὃ |
| book 612.2 | καὶ ἐν Ὀδυσσείᾳ (δ 630. 648)· „υἱὸς Φρονίοιο Νοήμων“. b(BCE3E4) |
| book 612.3 | T δεῖ δὲ τοιοῦτον εἶναι τὸν Ἀντιλόχου ἑταῖρον. T |
| book 616a | ἀμφίθετος φιάλη: 〈τὴν Νέστορι δῶκεν Ἀχιλ‐ |
| book 616a.1 | λεύσ〉: πρὸς τὴν ἀμφίθετον, ὅτι ἡ πανταχόθεν ὑπέρεισιν ἔχουσα. καὶ |
| book 616a.2 | ὅτι οἰκονομικῶς ὑπολείπεται ἔπαθλον, ἵνα μὴ ὁ Νέστωρ ἄτιμος |
| book 616a.3 | γένηται ἐν τῷ ἐπὶ Πατρόκλῳ ἀγῶνι. | βέλτιον δὲ στίζειν ἐπὶ τὸ |
| book 616a.5.1 | φιάλη, καὶ τοῦ λόγου διαστέλλειν ἀξιοῦντος, ἵνα ἀφ’ ἑτέρας ἀρχῆς |
| book 616a.5.2 | ἀναγινώσκωμεν τὴν Νέστορι δῶκεν Ἀχιλλεύς ἀντὶ τοῦ ταύτην. |
| book 616a.5.3 | A |
| book 616b.1 | τὴν Νέστορι δῶκεν 〈Ἀχιλλεύσ〉: ἀγαθός ἐστι νομο‐ |
| book 616b.2 | θέτης ἀξιῶν καὶ φρονήσεως ἆθλα τίθεσθαι. παρ’ Ὁμήρου τοίνυν |
| book 616b.3 | διδαχθεὶς Ἰσοκράτης (sc. or. 4, 1—2) ἐπιτιμᾷ τοῖς μὴ τιθεῖσιν ἆθλα |
| book 616b.4 | συνέσεως. ὥσπερ δὲ τὸν βασιλέα (sc. Ψ 892), οὕτω καὶ τὸν συνετὸν |
| book 616b.5 | ἀκονιτὶ στεφανοῖ. b(BCE3E4)T |
| book 617.1 | φέρων: ηὔξησε τὴν φιλοτιμίαν οὐ διὰ θεράποντος διδούς. |
| book 617.2 | b(BE3E4)T |
| book 619.1 | Πατρόκλοιο τάφου: τῆς ταφῆς, ὡς ἕσπερον καὶ „πύλον“ |
| book 619.2 | (cf. Ε 397). ἢ τοῦ ἐπιταφίου, ὡς „ἐς τάφον· ἔνθα δὲ πάντας ἐνίκα“ |
| book 619.3 | (Ψ 680). T |
| book 621.1 | οὐ γὰρ πύξ γε μαχήσεαι οὐδὲ παλαίσεις: ὅτι προ‐ |
| book 621.2 | τάσσει τὴν πυγμὴν ὡς καὶ ἐν Ὀδυσσείᾳ (θ 246)· „οὐ γὰρ πυγμάχοι |
| book 621.3 | εἰμὲν 〈ἀμύμονες οὐδὲ παλαισταί〉“. ὁ αὐτὸς ἄρα ποιητής. A |
| book 622a1 | 〈ἐνδύσεαι:〉 Ἀρίσταρχος „ἐσδύσεαι“. Aim |
| book 622a2.1 | οὕτως „ἐσδύσεαι“ σχεδὸν ἅπασαι· οὐδέποτε γὰρ Ὅμηρος |
| book 622a2.2 | τῇ ἔν ἀντὶ τῆς εἴς κέχρηται. A b (BCE3)T |
| book 623 | 〈ἐπείγει:〉 γράφεται καὶ „ὀπάζει“ καὶ „ἱκάνει“ καὶ „ἔπεισι“. |
| book 623 | Aim |
| book 624 | χαίρων: ἐπὶ τῇ τιμῇ δηλονότι. b(BCE3)T |
| book 626.1 | 〈ναὶ δὴ ταῦτά γε πάντα, τέκος, κατὰ μοῖραν ἔ‐ |
| book 626.2 | ειπες:〉 εἰπόντος Ἀχιλλέως „οὐ γὰρ πύξ γε μαχήσεαι“ (Ψ 621) |
| book 626.3 | ἠθικῶς φησιν ὅτι ἀληθῶς λέγεις· οὐ δι’ ἄλλο ἢ τὸ γῆρας. b(BCE3E4) |
| book 627a.1 | οὐ γὰρ ἔτ’ ἔμπεδα 〈γυῖα, φίλος, πόδες οὐδέ τι |
| book 627a.2 | χεῖρεσ〉: ὅτι ἀπὸ τοῦ γάρ ἦρκται, τὸ αἰτιατικὸν προτάξας· καὶ ὅτι |
| book 627a.3 | ἐπεξηγήσατο τὴν ἔμπεδα γυῖα λέξιν. | βραχὺ δὲ διασταλτέον ἐπὶ |
| book 627a.4 | τὸ φίλος, ὅτι (ὡς εἴρηται) ἐπεξηγεῖται τὰ γυῖα ὅτι πόδες καὶ χεῖρες. |
| book 627a.5 | A |
| book 627b.1 | οὐ γὰρ ἔτ’ ἔμπεδα γυῖα 〈...〉, πόδες οὐδ’ ἔτι |
| book 627b.2 | χεῖρες: ἐξηγεῖται, τί ἐστι γυῖα. b(BCE3E4)T |
| book 627-8.1 | οὐ γὰρ 〈ἔτ’ ἔμπεδα—〉ἐπαΐσσονται ἐλα‐ |
| book 627-8.2 | φραί: ὅταν γὰρ ἐξασθενήσῃ τὸ κινοῦν πνεῦμα, βαρέα γίνεται τὰ |
| book 627-8.3 | μέλη. b(BCE3E4)T |
| book 630a | ὡς ὁπότε κρείοντ’ Ἀμαρυγκέα 〈θάπτον Ἐπειοί〉: |
| book 630a | ὅτι τῶν ἀναξίων ἀγώνων μέμνηται, ἱερῶν δὲ οὔ. A |
| book 630b.1 | ὡς ὁπότε κρείοντ’〈—Ἐπειοί〉: ἀεὶ οἰκείοις |
| book 630b.2 | παραδείγμασι χρῆται· ὅταν μὲν γάρ τινα ἐπὶ μονομάχιον ἐξαναστῆσαι |
| book 630b.3 | θέλῃ, τὰ περὶ Ἐρευθαλίωνα (sc. Η 136—56) λέγει, ὅταν δὲ Ἀχιλλέα |
| book 630b.4 | ἐπὶ τὴν μάχην, τὰ περὶ τὸν Ἠλειακὸν πόλεμον (sc. Λ 671—761)· |
| book 630b.5.1 | καὶ ἐν τοῖς ἐπὶ Πατρόκλῳ ἄθλοις παλαιοῦ ἐπιταφίου μέμνηται ἀγῶνος. |
| book 630b.5.2 | b(BCE3E4)T |
| book 631.1 | 〈παῖδες δ’ ἔθεσαν〉 βασιλῆος 〈ἄεθλα〉: ἢ περὶ βασιλέ‐ |
| book 631.2 | ως, ἢ οἱ τοῦ βασιλέως παῖδες. b(BCE3E4)T |
| book 633.1 | οὔτ’ Αἰτωλῶν: τινὲς τῶν Ἠλείων ἀπὸ Ὀξύλου. ψευδὲς |
| book 633.2 | δέ· οὐ γὰρ ἐπὶ Νέστορος ἡ κάθοδος, †τῶν „Ἐπειῶν“ (Ψ 632) τοὺς |
| book 633.3 | Ἠλείους δηλοῖ, „Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί“ (ν 275). |
| book 633.4 | Αἰτωλῶν δὲ τῶν ἀσπαζομένων· φησὶ γοῦν· „Ἀγκαῖον δὲ πάλῃ |
| book 633.5 | Πλευρώνιον“ (Ψ 635). T |
| book 634-5.1 | πὺξ μὲν ἐνίκησα 〈Κλυτομήδεα— / Ἀγκαῖον |
| book 634-5.2 | δὲ πάλῃ〉: ὅτι τὴν ὁμοίαν τάξιν καὶ ὁ Νέστωρ τηρεῖ τῶν ἀγωνισμά‐ |
| book 634-5.3 | των. A |
| book 634.1 | Κλυτομήδεα: οἰκεῖον πύκτῃ τὸ ὄνομα· δεῖ γὰρ αὐτὸν |
| book 634.2 | μηχανᾶσθαι. b(BCE3E4)T |
| book 635a | Ἀγκαῖον δὲ πάλῃ 〈ΠΛΕΥΡΩΝΙΟΝ, ὅς μοι ἀνέστη〉: |
| book 635a.1 | παρὰ τὸ „ἀγκὰς ἀλλήλων λαβέτην“ (Ψ 711). b(BCE3E4)T |
| book 635a.2 | μεγάλας γὰρ εἶχε χεῖρας. b(BCE3E4) ἴσως δὲ καὶ παρὰ τὰς |
| book 635a.3 | πλευρὰς ΠΛΕΥΡΩΝΙΟΣ. ἴσως δὲ ἀπὸ τῆς θέας ἀναστὰς ἠγωνίσατο τοῦ |
| book 635a.5.1 | κήρυκος βοήσαντος. b(BCE3E4)T καὶ ἐν Ὀδυσσείᾳ (ς 334)· |
| book 635a.5.2 | „μή τίς τοι 〈τάχα Ἴρου〉 ἀμείνων ἄλλος ἀναστῇ“. T |
| book 635b.1 | 〈πάλῃ:〉 Ἀρίσταρχος Aim σὺν τῷ ν „πάλην“. Aim |
| book 635b.2 | Til |
| book 635c.1 | ὅς μοι ἀνέστη: πρὸς τὸ ὅς μοι ἀνέστη· δεῖ γὰρ αὐτὸν |
| book 635c.2 | ὑποστήσασθαι καθήμενον, τοῦ δὲ κήρυκος παλαιστὰς καλέσαντος ἀν‐ |
| book 635c.3 | ιστάμενον. A |
| book 636.1 | Ἴφικλον: παρὰ τὸ ἰφίκωλός τις εἶναι. b(BCE3E4)T ἴ‐ |
| book 636.2 | σως δὲ τὸν Φυλακίδην φησίν (cf. Ν 698). T |
| book 637.1 | Φυλῆα: τὸν Αὐγέου φησὶν ἴσως υἱόν. ἄκραν δὲ εὐεξίαν |
| book 637.2 | σώματος ἔχει, εἴγε τὰ κοῦφά τε ἅμα καὶ τὰ βαρέα νικᾷ. T |
| book 638-42.1 | οἴοισιν μ’ ἵπποισι 〈παρήλασαν Ἀκτορίωνε /〉 |
| book 638-42.2 | πλήθει πρόσθε βαλόντεσ〈—μάστιγι κέλευεν〉: σεσημεί‐ |
| book 638-42.1 | ωται ὁ τόπος πρὸς τὰ περὶ τῶν Μολιονιδῶν ζητούμενα· ζητεῖται γάρ, |
| book 638-42.2 | τί ἐστι τὸ πλήθει πρόσθε βαλόντες (639), καὶ ὁποῖοί τινες ἦσαν |
| book 638-42.5.1 | τὴν φύσιν ὡς λέγεσθαι ἐπ’ αὐτῶν οἱ δ’ ἄρ’ ἔσαν δίδυμοι (641), |
| book 638-42.5.2 | τίς τε τῆς ἁρματηλασίας ὁ τρόπος καὶ τί τὸ τῆς νίκης αἴτιον. — |
| book 638-42.5.3 | Ἀντίδωρος μὲν οὖν ὁ Κυμαῖος τὴν μὲν φύσιν αὐτῶν, οἵα τίς ποτέ |
| book 638-42.5.4 | ἐστιν, οὐ προσποιεῖται, τινὰς δέ φησι λέγειν ὅτι ἅρματα πλείονα |
| book 638-42.5.5 | καθῆκαν εἰς τὸν ἀγῶνα, οἷς ἐνεπόδιζον τὰ τῶν ἀντιπάλων, καὶ τοῦτο |
| book 638-42.10.1 | εἶναι τὸ πλήθει πρόσθε βαλόντες (639). ἄλλοι δέ φασι πρὸς τὴν |
| book 638-42.10.2 | ἄφεσιν τῶν ἁρμάτων συνηγωνίσθαι τοῖς Ἄκτορος υἱοῖς τοὺς ἀθλοθε‐ |
| book 638-42.10.3 | τοῦντας· διόπερ ἀφῆκαν πολὺ προλαβεῖν τὰ τούτων ἅρματα, καὶ |
| book 638-42.10.4 | τοῦτ’ ἔστι τὸ πλήθει πρόσθε βαλόντες (639). Ἀρίσταρχος δὲ |
| book 638-42.10.5 | διδύμους ἀκούει οὐχ οὕτως ὡς ἡμεῖς ἐν τῇ συνηθείᾳ νοοῦμεν, οἷοι |
| book 638-42.15.1 | ἦσαν καὶ οἱ Διόσκοροι, ἀλλὰ τοὺς διφυεῖς, δύο ἔχοντας σώματα, |
| book 638-42.15.2 | Ἡσιόδῳ (fr. 18 M.—W.) μάρτυρι χρώμενος, καὶ τοὺς συμπεφυκότας |
| book 638-42.15.3 | ἀλλήλοις· οὕτως γὰρ καὶ τὸ λεγόμενον ἐπ’ αὐτῶν σαφηνίζεσθαι |
| book 638-42.1 | ἄριστα· ἀναστάντος γὰρ δὴ τοῦ Νέστορος ἐπὶ τὸν ἀγῶνα καὶ αὐτοὺς |
| book 638-42.2 | ἀναστῆναι· εἶτα τὸν μὲν Νέστορα λέγειν ὡς οὐ δίκαιοι εἶεν ἀγωνίζεσθαι |
| book 638-42.20.1 | παρηλλαγμένοι τὴν φύσιν ὄντες· ὁ δὲ δῆμος συναγωνίζοιτο αὐτοῖς |
| book 638-42.20.2 | καὶ λέγοι ὡς εἶεν εἷς ἀμφότεροι καὶ διὰ τοῦτο ὀφείλοιεν ἑνὸς ἐπιβαίνειν |
| book 638-42.20.3 | ἅρματος ἅτε δὴ συμπεφυκότες, καὶ κρατοῖέν γε οἱ πολλοί· καὶ τοῦτο |
| book 638-42.20.4 | εἶναι τὸ πλήθει πρόσθε βαλόντες (639). A |
| book 639 | 〈ἀγασσάμενοι:〉 ἔν τισι διὰ τοῦ ω „ἀγασσαμένω“. Aim |
| book 640a.1 | οὕνεκα δὴ 〈τὰ μέγιστα παρ’ αὐτόφι λείπετ’ |
| book 640a.2 | ἄεθλα〉: συναπτέον 〈τοῖς ἡγουμένοισ〉 τοῦτον τὸν στίχον, εἶτα ἀπ’ |
| book 640a.3 | ἄλλης ἀρχῆς ἀναγνωστέον· ἢ γὰρ τοῦτό ἐστι τὸ λεγόμενον, ὅτι |
| book 640a.4 | ἐφθόνησαν διὰ τὸ μέγιστα εἶναι τῶν ἵππων ἆθλα, ἢ τοῦτο, οὕνεκα τὰ |
| book 640a.5 | μέγιστα ἆθλα παρ’ αὐτοῖς ἦν, νενικηκόσι δηλονότι. | οὕτως δὲ παρ’ |
| book 640a | αὐτόφι διὰ τοῦ φ ἀντὶ τοῦ παρ’ αὐτοῖς. A |
| book 640b | παρ’ αὐτόφι: παρ’ αὐτοῖς. b(BCE3E4)T |
| book 641a1 | δίδυμοι: συμφυεῖς, ὡς Ἀρίσταρχος· οὐκ ἔστι δέ. T |
| book 641a2 | ἀντὶ τοῦ συμφυεῖς | καὶ ἅμα γεγενημένοι. b(BCE3E4) |
| book 642a.1 | ἔμπεδον ἡνιόχευ〈ε〉: πρὸς τὴν ἐπανάληψιν, ὅτι πυκνῶς |
| book 642a.2 | μὲν ἐν Ἰλιάδι, ἅπαξ δὲ ἐν Ὀδυσσείᾳ (sc. α 23). A |
| book 642b.1 | 〈ἔμπεδον ἡνιόχευε:〉 ἀντὶ τοῦ ἑδραίως καὶ ἀσφαλῶς. |
| book 642b.2 | b(BCE3) πολλὴν δὲ ἔχει ἡ ἐπανάληψις ἔμφασιν. b(BCE3E4) |
| book 643 | {ὥς ποτ’} ἔον: ἀπὸ τοῦ ἔω. T |
| book 644-5a1.1 | ἐμὲ δὲ χρὴ γήραϊ 〈λυγρῷ / πείθεσθαι〉: ὅτι τὰ |
| book 644-5a1.2 | καθ’ ἡλικίαν ἀεὶ ποιεῖν ἁρμόζει. T |
| book 644-5a2.1 | νομοθετεῖ καθ’ ἡλικίαν ἀεὶ ποιεῖν καὶ μὴ ὑπὲρ ὅ τις δύναται |
| book 644-5a2.2 | σπεύδειν φαίνεσθαι. b(BCE3E4) |
| book 644a.1 | ἔργων τοιούτων· 〈ἐμὲ δὲ χρὴ γήραϊ λυγρῷ〉: ὅτι |
| book 644a.2 | ὁ στίχος οὗτος καὶ ἑξάμετρος γίνεται καὶ τρίμετρος παρὰ τὴν ἀγωγὴν |
| book 644a.3 | τῆς προφορᾶς. A |
| book 644b.1 | ἄλλως· 〈ἔργων τοιούτων·〉 ἐμὲ δὲ χρὴ γήραϊ |
| book 644b.2 | λυγρῷ: ἐπιτέτευκται ὁ στίχος ταῖς κοιναῖς, ὥστ’ ἢν θέλωμεν καὶ |
| book 644b.3 | ἴαμβος ἔσται, ὡς τὸ „σμύρνης ἀκράτου καὶ κέδρου νηλέϊ καπνῷ“ |
| book 644b.4 | (Emped. [Vors.6 31 B 128, 6] + Hsd. fr. 270 M.—W.). T |
| book 646a1.1 | 〈σὸν ἑταῖρον ἀέθλοισι〉 κτερέϊζε: γεραρὸν αὐτοῦ |
| book 646a1.2 | τὸν νέκυν ἄθλοις ποίει. παρὰ τὸ κτέρας, ὅ ἐστι κτῆμα· „τῇ μὲν κτέρας |
| book 646a1.3 | οὐδὲν ὁμοῖον“ (Κ 216). T |
| book 646a2.1 | γέραιρε καὶ δόξαζε τὸν σὸν φίλον τοῖς ἄθλοις. b(BCE3E4) |
| book 646a2.2 | γίνεται δὲ παρὰ τὸ κτέρας, ὃ δηλοῖ τὸ κτῆμα· „τῇ μὲν κτέρας |
| book 646a2 | οὐδὲν ὁμοῖον“. b(BE3E4) |
| book 648-9.1 | ὥς μευ ἀεὶ μέμνησαι 〈ἐνηέος οὐδέ σε λήθω / |
| book 648-9.2 | τιμῆσ〉: τὸ ἐνηέος βέλτιόν ἐστι τοῖς ἑξῆς συνάπτειν, εἰ καὶ οὐχ |
| book 648-9.3 | Ὁμηρικὸν τὸ ὑπερβατόν, ἵνα ᾖ τὸ ἑξῆς οὐδέ σε λήθω ἐνηέος τιμῆς. |
| book 648-9.4 | ἐὰν δὲ τοῖς ἄνω προσδῶμεν αὐτό, ὡς ἡ συνήθεια ποιεῖ, λείπειν φήσο‐ |
| book 648-9.5.1 | μεν τὸ ὥς, ἵν’ ᾖ ὡς ἐνηέος (cf. 648). ἢ διὰ μέσου ἐστὶ τὸ οὐδέ σε |
| book 648-9.5.2 | λήθω (648). A |
| book 648.1 | ὥς μευ ἀεὶ μέμνησαι ἐνηέος: ἀντὶ τοῦ ἐνηῶς. ἢ ὡς τὸ |
| book 648.2 | „οἶκον ἄτιμον ἔδεισ“ (π 431) μετ’ ἀτιμίας, οὕτω καὶ νῦν μετὰ προσ‐ |
| book 648.3 | ηνείας. T |
| book 649.1 | τιμῆς, ἧς τέ μ’ ἔοικε τετιμῆσθαι: ὕψωσεν ἑαυτὸν ὡς |
| book 649.2 | ὀφείλοντα τιμᾶσθαι εὐλόγιστον ἀποδείξας τὸν τιμήσαντα· b(BCE3 |
| book 649.3 | E4)T τίνος γὰρ ἄλλου ἐδεῖτο πρεσβύτης διηνυκὼς μὲν τοσαῦτα |
| book 649.4 | ἐπὶ νεότητος, εἰς χάριν δὲ φίλων στρατεύων νῦν, ἐπ’ ἀξιώματος δὲ |
| book 649.5.1 | ὢν τοιούτου καὶ παίδων πατὴρ καὶ οἴκου εὐδαίμονος δεσπότης; |
| book 649.5.2 | b(BE3E4)T ἴσως δὲ τὸ τιμῆς νῦν ὡς ἐπὶ ὠνίων. T |
| book 650.1 | 〈σοὶ δὲ θεοὶ τῶνδ’ ἀντὶ χάριν μενοεικέα δοῖεν:〉 |
| book 650.2 | βραχὺ διασταλτέον ἐπὶ τὸ ἀντί. Aim |
| book 652a.1 | ἐπεὶ πάντ’ αἶνον ἐπέκλυε 〈Νηλεΐδαο〉: εὖ τὸ ὑπο‐ |
| book 652a.2 | μεῖναι τὴν φλυαρίαν τοῦ γέροντος εἰς τὴν ἐκείνου τιμήν. T |
| book 652b.1 | αἶνον: τὸν ἀπόκρυφον καὶ ἐσχηματισμένον λόγον, ἐπεὶ |
| book 652b.2 | ἐδόκει αὐτῷ ἐν ὑπονοίᾳ εἶναι· νυνὶ δὲ τεθεράπευκεν, ὡς τὸ „αἶνος |
| book 652b.3 | μέν τοι ἀμύμων, ὃν κατέλεξασ“ (ξ 508)· οὐ γὰρ τὸν ἔπαινόν φησιν. |
| book 652b | b(BCE3E4)T |
| book 653.1 | πυγμαχίης ἀλεγεινῆς: πολυφρόντιδος καὶ πολλῆς ἐπι‐ |
| book 653.2 | σκέψεως δεομένης. b(BCE3E4)T |
| book 654a.1 | ἡμίονον ταλαεργόν: πρὸς τὴν ὑπομονὴν τοῦ πύκτου |
| book 654a.2 | καὶ ὁ ἆθλος. b(BCE3E4)T |
| book 654b.1 | ταλαεργόν: ὑπομένουσαν πρὸς τὰ ἔργα· διὸ καὶ τὸ |
| book 654b.2 | „ἀλγίστη δαμάσασθαι“ (Ψ 655)· σφριγῶσα γὰρ οὐκ εἴκει τῷ ζυγῷ. |
| book 654b.3 | T |
| book 656.1 | τῷ δ’ ἄρα νικηθέντι 〈τίθει〉 δέπας: οἰκείως τὸ δέπας |
| book 656.2 | τῷ νικωμένῳ πρὸς ἀνάκτησιν δίψους, ἀφ’ οὗ μάλιστα νικῶνται. ἢ |
| book 656.3 | ὅτι οἱ πόται ἡσσῶνται b(BCE3E4)T ἔργων τοιούτων. T |
| book 659a.1 | ἄνδρε δύω περὶ τῶνδε 〈κελεύομεν, ὥπερ ἀρίστω〉: |
| book 659a.2 | ὅτι ἰσαρίθμους τοῖς ἐπάθλοις ἀγωνιστὰς καλεῖ. καὶ τοῦτο ἐπὶ πάντων |
| book 659a.3 | τάττει. A |
| book 659b1.1 | ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥπερ ἀρίστω: |
| book 659b1.2 | τοὺς ἀρίστους καλεῖ διὰ τὸ ἐναγώνιον· οὐ τοσοῦτον ἐπὶ ἰδιώτῃ ὅσον |
| book 659b1.3 | ἐπὶ μεγάλῳ ἀγωνιῶμεν. ἰσαρίθμους δὲ τοῖς κειμένοις καλεῖ, ὅπως |
| book 659b1.4 | μηδὲ εἷς ἀτιμάζοιτο δίχα ἐπάθλου ἀναχωρῶν. T |
| book 659b2.1 | τοὺς ἀρίστους καλεῖ διὰ τὸ ἐναγώνιον· ᾤετο γὰρ τῶν |
| book 659b2.2 | ἐπισήμων τινὰς ἀναστήσεσθαι. b(BCE3E4) |
| book 660.1 | πὺξ μάλ’ ἀνασχομένω 〈πεπληγέμεν〉: δυνατωτέρα |
| book 660.2 | γὰρ ἡ πυγμὴ ἄνωθεν ἐπαγομένη. τὸ δὲ πεπληγέμεν πλήσσειν. T |
| book 660-1.1 | ᾧ δέ κ’ Ἀπόλλων / δώῃ 〈καμμονίην〉: Φόρβας |
| book 660-1.2 | ἀνδρειότατος—ὁ θεός. ἡ ἱστορία παρὰ τοῖς κυκλικοῖς (fr. 6 [p. |
| book 660-1 | 193] B.). A |
| book 661a1.1 | {δώη} καμμονίην: ὅτι οὐκ ἔστιν ἓν ἀνθ’ ἑνὸς καμμονίη |
| book 661a1.2 | νίκη, ὡς οἱ Γλωσσογράφοι, ἀλλ’ ἡ ἐκ καταμονῆς· διὸ ἐπὶ δρομέων |
| book 661a1.3 | οὐ τάσσει, ἀλλ’ ἐπὶ τῶν πυκτευόντων καὶ μονομαχούντων (cf. Χ |
| book 661a1.4 | 257)· διὰ γὰρ καταμονῆς. A |
| book 661a2.1 | {καμμονίην:} τὴν ἐκ καταμονῆς νίκην· οὐκ ἂν οὖν εἴποι |
| book 661a2.2 | αὐτὸ ἐπὶ δρομέων. T |
| book 662 | 〈φερέσθω:〉 ἐν ἄλλῳ „νεέσθω“. Aim |
| book 664.1 | {ἠΰς τε} μέγας {τε}: τὸ γὰρ μῆκος συμβάλλεται πρὸς τὸ |
| book 664.2 | σφοδρὸν τῆς ἄνωθεν πληγῆς. T |
| book 665a.1 | 〈εἰδὼς πυγμαχίης υἱὸς Πανοπῆος Ἐπειός: Πανο‐ |
| book 665a.2 | πεὺσ〉 στρατεύσας σὺν Ἀμφιτρύωνι κατὰ Τηλεβοῶν ἐκ τῶν κοινῶν |
| book 665a.3 | λαφύρων κεκλοφὼς Λαγαρίαν ἴσχει υἱὸν Ἐπειόν, ὃς ὑδροφόρει τοῖς |
| book 665a.4 | Ἀχαιοῖς· ἐλεήσασα δὲ ἡ Ἀθηνᾶ 〈***〉 ἐν τοῖς χορευταῖς· „φημὶ |
| book 665a.5.1 | τὸν οὐκ ἐθέλοντα φέρειν τέττιγος ἄεθλον“, ἀντὶ τοῦ {ὃς} νίκην μοι |
| book 665a.5.2 | περιποιῆσαι, „τῷ Πανοπηϊάδῃ δώσειν μέγα δεῖπνον Ἐπειῷ“ (Simon. |
| book 665a | fr. 173 Bgk.4 = 70 D2), ζημίαν. T |
| book 665b.1 | 〈εἰδὼς πυγμαχίης ...〉 Ἐπειός: οὐκ ἄρα τῶν ἀρχόν‐ |
| book 665b.2 | των μόνων ὁ ἀγών. b(BCE3E4)T ἀλλὰ καὶ τῶν ἀρχομένων. |
| book 665b.3 | b(BCE3E4) ἦν δέ, ὡς ἔοικε, καὶ τέχνη παρ’ αὐτοῖς τῆς πυγμῆς, |
| book 665b.4 | οὐ μόνον ἡ δύναμις. b(BCE3E4)T |
| book 666-75.1 | ἥψατο δ’ ἡμιόνου〈—δαμέντα〉: πολὺ τὸ |
| book 666-75.2 | ἦθος καὶ ἀγωνιστικόν. πάντας δὲ τοὺς μεγάλους ἡσσῶν τοῦτον |
| book 666-75.3 | στέφει, προδιατυπῶν ἡμῖν τὸ πρόσωπον πρὸς τὴν τοῦ ἵππου |
| book 666-75.4 | κατασκευήν. b(BCE3E4)T ἢ τάχα ὅτι αἱ χεῖρες τετυλωμέναι |
| book 666-75.5 | τῶν τοιούτων. T |
| book 670.1 | μάχης ἐπιδεύομαι: τὸ ὁμολογεῖν ἐφ’ οἷς τις ἡσσᾶται |
| book 670.2 | πίστιν ἐμποιεῖ περὶ ὧν τις ἐπαγγέλλεται. A b (BCE3E4)T |
| book 672.1 | 〈τὸ δὲ καί:〉 γράφεται „καὶ μήν {τετελεσμένον ἔσται}“. |
| book 672.2 | Aint |
| book 673.1 | 〈ἀντικρύ:〉 ἐξ ἐναντίου ἀγωνιζόμενος· οὐ γὰρ κλέπτων |
| book 673.2 | τὴν μάχην πέποιθα ἐμαυτῷ. b(BCE3E4) |
| book 674 | κηδεμόνες: οἱ κηδόμενοι αὐτοῦ. b(BCE3)T |
| book 675 | ἐξοίσουσιν: φοράδην δηλονότι. b(BCE3E4)T |
| book 676 | ἀκὴν ἐγένοντο σιωπῇ: διὰ τὸ ὑπερήφανον τῆς ἀπειλῆς. |
| book 676 | b(BCE3E4)T |
| book 677a.1 | Εὐρύαλος: τρίτος ἐστὶ βασιλεὺς Ἀργείων μετὰ Διομή‐ |
| book 677a.2 | δην καὶ Σθένελον (cf. Β 565)· ἔστι γὰρ Μηκιστέως, Μηκιστεὺς δὲ |
| book 677a.3 | καὶ Ἄδραστος Ταλαοῦ παῖδες b(BCE3E4)T γεγόνασιν. T |
| book 677b.1 | 〈δέ οἱ〉 οἶος ἀνίστατο: οὕτως ἔχει καὶ τὸ „Ἀγκαῖον |
| book 677b.2 | δὲ πάλῃ Πλευρώνιον, ὅς μοι ἀνέστη“ (Ψ 635). T |
| book 679a.1 | ὅς ποτε Θήβας δ’ ἦλθε 〈δεδουπότος Οἰδιπόδαο〉: |
| book 679a.2 | ὅτι ἐπὶ τοῦ Μηκιστέως ἀκουστέον ὅς ποτε Θήβας ἦλθεν, οὐκ ἐπὶ |
| book 679a.3 | τοῦ Εὐρυάλου, ὡς ὁ Κράτης (p. 46 W.). καὶ ὅτι οἱ νεώτεροι παρὰ |
| book 679a.4 | τὸν Ὅμηρον τὸν Οἰδίπουν φασὶν ἑαυτὸν τυφλώσαντα ποδηγούμενον |
| book 679a.5.1 | εἰς Ἀθήνας ἐλθεῖν καὶ ἐκεῖ τελευτῆσαι· νῦν δὲ ὁμόλογον ὅτι ἐν Θήβαις |
| book 679a.5.2 | ἐτελεύτησεν. καὶ πρὸς τὸ δεδουπότος· οἱ Γλωσσογράφοι γὰρ ἓν |
| book 679a.5.3 | ἀνθ’ ἑνὸς τεθνηκότος ἐξεδέξαντο. ἐκ παρεπομένου δὲ νοητέον ὅτι ἤτοι |
| book 679a.5.4 | ἐν πολέμῳ τετελεύτηκε· ψοφοῦσι γὰρ οἱ πίπτοντες· „δούπησεν δὲ |
| book 679a.5.5 | πεσών“ (Δ 504. Ε 42 al.). ἢ κατεκρήμνισεν ἑαυτόν· καὶ γὰρ οὗτος |
| book 679a.10 | ὁ θάνατος μετὰ ψόφου. A |
| book 679b.1 | ὅς ποτε Θήβας 〈δ’ ἦλθε δεδουπότος Οἰδιπόδαο〉: |
| book 679b.2 | ὅτι βασιλεύοντα ἐν Θήβαις φησὶν ἀπολέσθαι, οὐχ ὡς οἱ νεώτεροι. καὶ |
| book 679b.3 | Ἡσίοδος (fr. 192 M.—W.) δέ φησιν ἐν Θήβαις αὐτοῦ ἀποθανόντος |
| book 679b.4 | Ἀργείαν τὴν Ἀδράστου σὺν ἄλλοις ἐλθεῖν ἐπὶ τὴν κηδείαν αὐτοῦ |
| book 679b.5 | {οἰδίποδος}. T |
| book 679c.1 | ἄλλως· ὅς ποτε Θήβας 〈δ’ ἦλθε〉: ὁ Μηκιστεύς· |
| book 679c.2 | b(BCE3E4)T πρὸς γὰρ τὸ δεύτερον ὑπαντᾷ, καὶ συνᾴδει ἡ |
| book 679c.3 | ἡλικία. b(BCE3)T |
| book 679d | 〈Θήβας δ’ ἦλθε:〉 οὕτως Θήβας δέ, εἰς Θήβας. Aim |
| book 679e.1 | δεδουπότος Οἰδιπόδαο: ἢ ὡς ὑπερπαθήσαντος καὶ |
| book 679e.2 | ῥίψαντος ἑαυτὸν ἐξ ὕψους. ἢ καταχρηστικῶς ἀποθανόντος, ὡς τὸ |
| book 679e.3 | „ὁ δ’ Ἀτρείδην ἐναρίζοι“ (Α 191), κυρίως δὲ τὸ σκυλεύοι. T |
| book 680a | τάφον: ἐπιτάφιον. b(BCE3E4)T |
| book 680b.1 | πάντας ἐνίκα: ἢ 〈πάντασ〉 τοὺς πύκτας, ἢ τὸν ἄριστον |
| book 680b.2 | νικήσας πάντων περιγέγονεν. T |
| book 681-2a.1 | τὸν μὲν Τυδείδης 〈... ἀμφεπονεῖτο / θαρσύνων |
| book 681-2a.2 | ἔπεσιν〉: οἶδε καὶ τὰς παραινέσεις τῶν παιδοτριβῶν ὁ ποιητής. T |
| book 681-2b.1 | ἄλλως· τὸν μὲν Τυδείδησ〈— / θαρσύνων〉: διὰ |
| book 681-2b.2 | τὴν συγγένειαν· ἔστι γὰρ Δηϊπύλης τῆς Ἀδράστου καὶ γαμεῖ Αἰγιά‐ |
| book 681-2b.3 | λειαν τὴν Ἀδράστου. ὁ δὲ Εὐρύαλος Μηκιστέως ἐστὶ τοῦ ἀδελφοῦ |
| book 681-2b | 〈τοῦ〉 Ἀδράστου. T |
| book 681-2c.1 | διὰ τὴν συγγένειαν· ἔστι γὰρ αὐτοῦ συγγενὴς μητρῷος |
| book 681-2c.2 | ἐξ Εὐρυάλου. b(BCE3E4) |
| book 683.1 | ζῶμα δέ οἱ πρῶτον: ζῶμα νῦν περίζωμα. πρῶτον δὲ |
| book 683.2 | ἔθος ἦν—γυμνοὺς τρέχειν. A |
| book 683a.1 | ζῶμα δέ οἱ 〈πρῶτον παρακάββαλεν〉: ἡ διπλῆ πρὸς |
| book 683a.2 | τὸ παλαιὸν ἔθος, ὅτι ἐν ἑνὶ περιζώματι ἠγωνίζοντο. A |
| book 683b1.1 | ζῶμα δέ οἱ πρῶτον 〈παρακάββαλεν〉: κατὰ τὴν |
| book 683b1.2 | δεκάτην καὶ τετάρτην Ὀλυμπιάδα ἐφ’ Ἱππομένους Ἀθήνησιν ἄρχον‐ |
| book 683b1.3 | τος Ὀλυμπίασι στάδιον θεόντων ἐν περιζώμασι συνέβη ἕνα αὐτῶν |
| book 683b1.4 | Ὄρσιππον ἐμποδισθέντα ὑπὸ τοῦ περιζώματος πεσεῖν καὶ τελευτῆ‐ |
| book 683b1.5.1 | σαι· ὅθεν ἐθεσπίσθη γυμνοὺς ἀγωνίζεσθαι· ὅθεν καὶ γυμνάσια οἱ |
| book 683b1.5.2 | τόποι, ἐν οἷς διεπονοῦντο. νεώτερος οὖν Ἡσίοδος (fr. 74 M.—W.) |
| book 683b1.5.3 | γυμνὸν εἰσάγων Ἱππομένη ἀγωνιζόμενον Ἀταλάντῃ. T |
| book 683b2 | περιζώματα γὰρ ἕως τῶν ποδῶν διήκοντα ἐφόρουν πρὸς |
| book 683b2.1 | τὸ μὴ εὐκόλως πλήττεσθαι. ὕστερον δὲ Ἀθήνησί τινων ἀγωνιζομένων |
| book 683b2.2 | ἄρχοντος Ἱππομένους συνέβη ἕνα αὐτῶν πεσόντα πρὸς τὸ ἐμποδι‐ |
| book 683b2.3 | σθῆναι ὑπὸ τοῦ περιζώματος τελευτῆσαι· ὅθεν ἐθεσπίσθη γυμνοὺς |
| book 683b2.5.1 | ἀγωνίζεσθαι μέχρι τοῦ νῦν· διὸ καὶ οἱ τόποι, ἐν οἷς ἔκτοτε ἐπονοῦντο, |
| book 683b2.5.2 | γυμνάσια καλοῦνται. νεώτερος οὖν Ἡσίοδος γυμνοὺς εἰσάγων ἀ‐ |
| book 683b2.5.3 | γωνιστάς. b(BCE3E4) |
| book 684.1 | δῆσεν ἱμάντας: οὗτοι γὰρ οἱ ἱμάντες βαρεῖς καὶ ἐπιτή‐ |
| book 684.2 | δειοι 〈***〉. T |
| book 686-7.1 | ἄντα δ’ ἀνασχομένω 〈χερσὶ στιβαρῇσιν ἅμ’ |
| book 686-7.2 | ἄμφω / σύν ῥ’ ἔπεσον〉: βραχὺ διασταλτέον μετὰ τὸ ἀνασχομέ‐ |
| book 686-7.3 | νω (686) ἢ ἐπὶ τὸ στιβαρῇσιν (686). A |
| book 686a.1 | ἀνασχομένω: ἀνατεινάμενοι b(BCE3)T καὶ οἷον |
| book 686a.2 | b(BCE3) διατιναχθέντες. b(BCE3E4) |
| book 686b | χερσὶ στιβαρῇσιν: τοῦτο πλεονέκτημα πύκτου. T |
| book 688.1 | χρόμαδος: ὠνοματοποίησε τὸν ψόφον· ἅμα γὰρ καὶ τρί‐ |
| book 688.2 | ζουσιν οἱ πύκται ἐπάγοντες τὴν πληγήν. A b (BCE3E4)T |
| book 690.1 | κόψε δὲ παπτήναντα 〈παρήϊον〉: †προδεδειχότι τὸ |
| book 690.2 | παρήϊον ἐπειοῦ† περιεβλέψατο καὶ οὕτως ἐπλήγη. „ὤρνυτο“ (Ψ 689) |
| book 690.3 | οὖν ἐπῆρτο. καὶ Θεόκριτος (id. 22, 102) φησίν· „ἐτώσια χερσὶ προ‐ |
| book 690.4 | δεικνύσ“. T |
| book 691a | 〈ἑστήκειν:〉 οὕτως ἔξω τοῦ ι ἑστήκειν. ἔστι δὲ Ἰω‐ |
| book 691a | νικόν. Aim |
| book 691b.1 | ὑπήριπε φαίδιμα γυῖα: εἰκότως· ὀστώδης γὰρ ὁ τόπος |
| book 691b.2 | καὶ διασεῖσαι πᾶσαν τὴν κεφαλὴν δυνάμενος. b(BCE3E4)T |
| book 692-4.1 | ὡς δ’ ὅθ’ ὑπὸ φρικὸς Βορέω〈— / ὣς πληγεὶς |
| book 692-4.2 | ἀνέπαλτο〉: ὅταν ἀρχομένου πνεῖν ἀνέμου ἐπιστίζηται τὸ πέλαγος, |
| book 692-4.3 | τότε ἅλλονται οἱ ἰχθύες· b(BCE3E4)T καὶ ἐκεῖ· „μέλαινα〈ν〉 |
| book 692-4.4 | φρῖχ’ ὑπαλύξει“ (Φ 126). T ἐναργὲς δὲ τὸ τῆς εἰκόνος· ἀναπηδᾷ |
| book 692-4.5 | γὰρ ἑκάτερος καὶ πάλιν καταφέρεται. b(BCE3E4)T |
| book 692 | 〈ὑπὸ φρικός:〉 οἱ δὲ γράφουσιν „ὑπαὶ ῥιπῆσ“. T |
| book 693a | θίν’ ἐπί: τὸ τέλειον ἐπὶ θινί. T |
| book 693b.1 | ἄλλως· θίν’ 〈ἐν φυκιόεντι〉: τὸ τέλειον θινί. καὶ ὅτι |
| book 693b.2 | ἀρσενικῶς. T |
| book 693c | 〈μέγα δέ ἑ:〉 γράφεται „μέλαν τέ ἑ“. Aim |
| book 695.1 | χερσὶ λαβὼν ὤρθωσε: καὶ ἄχρι νῦν τὸ ἔθος τὸ μὴ |
| book 695.2 | πεσόντα πλήσσειν πύκτην. b(BCE3E4)T |
| book 697a.1 | αἷμα παχὺ 〈πτύοντα κάρη βάλλονθ’ ἑτέρωσε: |
| book 697a.2 | παχὺ〉 πολύ· τὸ γὰρ ὀλίγον τῷ σιέλῳ λεπτύνεται. b(BCE3E4)T |
| book 697a.3 | ἐναργῶς δὲ αὐτὸν παρέστησεν. T |
| book 697b | 〈βάλλονθ’ ἑτέρωσε:〉 ἐν ἄλλῳ „βαλόνθ’ 〈ἑτέρωσε〉“. |
| book 697b | Aim |
| book 698a.1 | κὰδ δ’ ἀλλοφρονέοντα 〈μετὰ σφίσιν〉 εἷσαν: ἡ |
| book 698a.2 | κατά πρὸς τὸ εἷσαν. T |
| book 698b.1 | {καδ δ’} ἀλλοφρονέοντα: ὡς σωφρονέοντα. τὴν δὲ |
| book 698b.2 | σφίσιν ὀρθοτονητέον· εἰς γὰρ σύνθετον ἡ μετάληψις. A |
| book 701a | δεικνύμενος: φιλοτιμούμενος. b(BCE3E4)T |
| book 701b | 〈Δαναοῖσι: γράφεται〉 „λαοῖσι“. Ail |
| book 702.1 | τρίποδ’ ἐμπυριβήτην: οὐκ ἀναθεματικόν, 〈ἀλλὰ〉 πρὸς |
| book 702.2 | τὸ μετὰ τοὺς ἱδρῶτας ἀπολούσασθαι. T |
| book 703a.1 | 〈τὸν δὲ δυωδεκάβοιον ἐνὶ σφίσι τῖον Ἀχαιοί:〉 |
| book 703a.2 | ἀπετιμῶντο τὸν τρίποδα δωδεκάβοιον. b(BCE3E4) |
| book 703b.1 | ἐνὶ σφίσι τῖον Ἀχαιοί: καὶ ταύτην τὴν ἀντωνυμίαν |
| book 703b.2 | ὀρθοτονητέον, ὁμοίως τῇ προκειμένῃ (sc. in Ψ 698). A |
| book 704.1 | νικηθέντι γυναῖκα: διὰ τὸ μαλακὸν καὶ ἀσθενές. b(BCE3 |
| book 704.2 | E4)T |
| book 705 | τίον: συνετίμων. T |
| book 707a | ὄρνυσθ’, οἳ καὶ τούτου 〈ἀέθλου πειρήσεσθον〉: ὅτι |
| book 707a | ἰσαρίθμους τοῖς ἐπάθλοις δύο καλεῖ. A |
| book 707b.1 | ὄρνυσθ’, 〈οἳ ... πειρήσεσθον〉: ἐοίκασι τὸ παλαιὸν |
| book 707b.2 | δύο μόνοις προτίθεσθαι πυγμῆς καὶ πάλης ἀγῶνας· διὸ μόνοι δύο |
| book 707b.3 | ἀνίστανται ἀγωνιούμενοι. T |
| book 708-9.1 | 〈ὦρτο δ’ ἔπειτα μέγασ〉 Τελαμώνιος Αἴας, 〈/ ἂν |
| book 708-9.2 | δ’ Ὀδυσεὺς πολύμητις ἀνίστατο κέρδεα εἰδώσ〉: ὅτι ἐφάμιλ‐ |
| book 708-9.3 | λος ἀνδρία τέχνης. b(BCE3E4)T |
| book 709.1 | ἂν δ’ Ὀδυσεύς: ἴσως ὑπὸ Ἀθηνᾶς ἰάθησαν τὰ ἕλκη (cf. |
| book 709.2 | Ξ 379. Τ 49—50). T |
| book 711-3.1 | ἀγκὰς δ’ ἀλλήλων λαβέτην 〈χερσὶ στιβαρῇ‐ |
| book 711-3.2 | σιν /ὡς ὅτ’ ἀμείβοντες, τούς τε—ἀλεείνων〉: συναπτέον |
| book 711-3.3 | πάντα ἕως τοῦ βίας ἀνέμων ἀλεείνων (713), βραχὺ 〈δὲ〉 παντελῶς |
| book 711-3.4 | διασταλτέον ἐπὶ τὸ 〈στιβαρῇσι (711) καὶ〉 ἀμείβοντες (712). |
| book 711-3.5.1 | εἰ δέ τις ἀναγινώσκοι ἀφ’ ἑτέρας ἀρχῆς ὡς ὅτ’ ἀμείβοντες (712), |
| book 711-3.5.2 | ἁμαρτάνει· ἡ γὰρ ἀνταπόδοσις οὐκ ἐπιφέρεται, ἀλλὰ προαποδέδο‐ |
| book 711-3.5.3 | ται. | ἀμείβοντες (712) δὲ δοκοὶ μεγάλαι, ἀλλήλαις προσπίπτουσαι |
| book 711-3.5.4 | ὥστε βαστάζειν τὴν ὀροφήν, αἵτινες καὶ συστάται καλοῦνται. A |
| book 711-2 | ἀγκὰς δ’ ἀλλήλων λαβέτην χερσὶ στιβαρῇσιν / |
| book 711-2.1 | ὡς ὅτ’ ἀμείβοντες: παλαιὸς καὶ ἀγροικώδης ὁ τρόπος· τὴν γὰρ |
| book 711-2.2 | εὐώνυμον ἑκάτερος ὑπὸ τὴν πλευρὰν ὑπέβαλε τοῦ ἀγωνιστοῦ, τῇ δὲ |
| book 711-2.3 | δεξιᾷ †κρατεῖ† τὴν ὑποβεβλημένην ἑκάτερος τοῦ λαιοῦ ἀγκῶνος τοῦ |
| book 711-2.5.1 | ἐναντίου ἐλάβετο, τοῖς δὲ μετώποις ἀντηρείδοντο. ποτὲ δὲ τὸ ἀγκάς |
| book 711-2.5.2 | (711) περιβολὴν χειρῶν δηλοῖ. b(BCE3E4)T |
| book 711.1 | {ἀγκὰς δ’} ἀλλήλων: ἀντὶ τοῦ ἀλλήλω, ὡς „ἄμφω δ’ |
| book 711.2 | ἑζομένων“ (Γ 211) ἀντὶ τοῦ ἑζομένω. T |
| book 712-3.1 | ὡς δ’ ὅτ’ ἀμείβοντεσ〈— / δώματος ὑψηλοῖο〉: |
| book 712-3.2 | οἱ συστάται· ἀποτελοῦσι δὲ τὸ σχῆμα τοῦ Λ στοιχείου. b(BCE3E4) |
| book 712-3.3 | T οἱ δέ, 〈ὅτι〉 τιθεῖσι τὰς δοκοὺς τὰς παχείας πρὸς τὰς λεπτάς. |
| book 712-3.4 | T |
| book 714-5.1 | τετρίγει δ’ ἄρα νῶτα〈— / ἑλκόμενα στερε‐ |
| book 714-5.2 | ῶσ〉: τοῦτο πρὸς τὸ βίαιον τῆς διατάσεως καὶ τὸ τῶν σωμάτων |
| book 714-5.3 | στερεόν. b(BCE3E4)T |
| book 716-7.1 | πυκναὶ δὲ σμώδιγγεσ〈—ἀνέδραμον〉: τοσοῦ‐ |
| book 716-7.2 | τον ἦν βίαιος ἡ πρόστριψις. δεινὴ δὲ ἡ καρτερία καὶ τῶν ὑπομενόν‐ |
| book 716-7.3 | των καὶ τῶν σφιγγόντων. b(BCE3E4)T δηλοῖ δὲ ὡς ἡ αὐτὴ |
| book 716-7.4 | μὲν ἦν αὐτοῖς στάσις, μετέστησαν δ’ ἐπὶ πολλὰ μέρη τοῦ σώματος· |
| book 716-7.5 | ἐπεὶ πῶς ὁ πολὺς ἱδρὼς ἔρρει (cf. Ψ 715); b(BE3E4)T |
| book 718a1 | τρίποδος περὶ ποιητοῖο: ἔφαμεν (sc. ad Β 839) |
| book 718a1.1 | περὶ τῶν τοιούτων, πότερον δεῖ ἀναστρέφειν τὰς προθέσεις μεταξὺ |
| book 718a1.2 | κειμένας δύο ὀνομάτων ἢ οὔ, ὡς ἐπὶ τοῦ „μάχῃ ἘΝΙ κυδιανείρῃ“ |
| book 718a1.3 | (Ζ 124), καὶ ὡς οἱ πλείους θέλουσι τοῖς ἐπιθετικοῖς συντάσσειν αὐτάς· |
| book 718a1.5.1 | διὸ καὶ ὁ Ἀσκαλωνίτης (p. 60 B.) ἐνθάδε οὐκ ἀναστρέφει. δύναται |
| book 718a1.5.2 | μέντοι ἐνθάδε ἡ ΠΕΡΙ ἰσοδυναμεῖν τῷ περισσῶς, τουτέστιν ‘ἐξαιρέτως |
| book 718a1.5.3 | πεποιημένου‘· διὸ οὐκ ἀναστρεπτέον. A |
| book 718a2.1 | οὐκ ἀναστρεπτέον τὴν περί· δύναται γὰρ ἰσοδυναμεῖν |
| book 718a2.2 | τῷ περισσῶς, ἵν’ ᾖ ἀντὶ τοῦ ‘ἐξαιρέτως πεποιημένου‘. b(BCE3E4) |
| book 718a2.3 | T |
| book 720.1 | ἲς Ὀδυσῆος: ἡ μετὰ τέχνης· τούτῳ γὰρ ἐνίκα, οὐ βίᾳ· |
| book 720.2 | ἔστι γὰρ ὁ Ὀδυσσεὺς παλαιστὴς ἐπιστήμων, b(BCE3E4)T |
| book 720.3 | εἴγε καὶ τὸν Φιλομηλ〈ε〉ίδην κατεπάλαισεν (cf. ρ 133—5). T |
| book 721a.1 | ἀλλ’ ὅτε δή ῥ’ ἀνίαζον 〈ἐϋκνήμιδας Ἀχαιούσ〉: |
| book 721a.2 | ὅτι ἀντὶ τοῦ εἰς ἀνίαν ἦγον καὶ ἐχρόνιζον. τοῦτο δὲ μὴ νοήσαντές |
| book 721a.3 | 〈τινεσ〉 μετέγραψαν „ἐϋκνήμιδες Ἀχαιοί“. A |
| book 721b1.1 | ἀνίαζον ἐϋκνήμιδας Ἀχαιούς: ἡ γραφὴ ἐϋκνήμιδας |
| book 721b1.2 | Ἀχαιούς. καὶ τὸ ἀνίαζον εἰς ἀνίαν ἦγον, ὡς „Κίκονες κλῖναν δαμά‐ |
| book 721b1.3 | σαντες Ἀχαιούσ“ (ι 59), εἰς κλίσιν ἦγον. T |
| book 721c1.1 | ἀνίαζον ἐϋκνήμιδας Ἀχαιούς: οὐδὲν γὰρ ἀηδέστερον |
| book 721c1.2 | θεαταῖς ἐστιν ἢ παλαισταὶ δι’ ὅλης τῆς ἡμέρας ἐφαμίλλως ἰσορρο‐ |
| book 721c1.3 | ποῦντες. T |
| book 721b2/c2 | εἰς ἀνίαν ἦγον· | ἀηδὲς γάρ ἐστι θεαταῖς τὸ ἐπὶ πολὺ |
| book 721b2/c2 | τῶν παλαιστῶν ἢ πυκτῶν ἰσόρροπον. b(BCE3E4) |
| book 724.1 | ἤ μ’ ἀνάειρ’ 〈ἢ ἐγὼ σέ〉: εἰκότως προκαλεῖται· πέποιθε |
| book 724.2 | γὰρ †αὐτὸν ἀγωνίσασθαι† τῇ ἰσχύϊ. εἰώθασι δὲ ἐν τοῖς ἀγῶσι τοῦτο |
| book 724.3 | ποιεῖν, ὃ καλεῖται λαβή, καὶ ἀντιδιδόναι ἀλλήλοις ἢ τὸν νῶτον ἢ τὸν |
| book 724.4 | αὐχένα ἢ τὸν πόδα πολλάκις. b(BCE3E4)T |
| book 725a.1 | ὣς εἰπὼν ἀνάειρε: ὡς εἰωθότων τῶν πρώην ἰσχύϊ κατ‐ |
| book 725a.2 | αγωνίσασθαι καὶ οὐ δόλῳ. T |
| book 725b.1 | δόλου δ’ οὐ λήθετ’ Ὀδυσσεύς: ὅτι τὸ δόλιον τοῦ |
| book 725b.2 | ἥρωος καὶ διὰ τούτων δείκνυται, καὶ ὅτι οὐδέπω τέχνην ᾔδεσαν ἐν |
| book 725b.3 | τῷ παλαίειν. A |
| book 726-8.1 | 〈κόψ’ ὄπιθεν κώληπα τυχὼν— / κάππεσε:〉 |
| book 726-8.2 | λαβόμενος γὰρ τοῦ νώτου ἐπῆρεν (cf. Ψ 725). b(BCE3E4) ὡς δὲ |
| book 726-8.3 | μετεωρισθέντος αὐτοῦ οἱ πόδες πρὸς τοῖς γόνασιν ἐγένοντο, ὀπισθοβα‐ |
| book 726-8.4 | ροῦς ἤδη γεγονότος Αἴαντος, τῇ πτέρνῃ βάλλει τὴν ἰγνύην. b(BE3 |
| book 726-8.5 | E4) ὑπτιασθέντος δ’ Αἴαντος Ὀδυσσεὺς ἐπὶ τὰ ἴδια στήθη |
| book 726-8 | πίπτει, δύναται δὲ καὶ ἐπὶ τὰ τοῦ Αἴαντος. b(BE3E4)T |
| book 726a.1 | κόψ’ ὄπιθεν κώληπα τυχών: τὸ σχῆμα πρῶτος εὗρε |
| book 726a.2 | Κερκυών. καλεῖται δ’ ἰγνυῶν ὑφαίρεσις, ὥς φησιν Σώπατρος. T |
| book 726a.1 | κόψ’ ὄπιθεν κώληπα τυχών: ἔκρουσεν αὐτοῦ— |
| book 726a.2 | περιπλέκεται. A |
| book 726b.1 | 〈κόψ’ ὄπιθεν κώληπα:〉 σημειοῦνταί {δὲ} τινες καὶ |
| book 726b.2 | τὸν κόψ’ ὄπιθεν κώληπα, ὅτι τὸ κῶλον οὕτως εἶπεν. A |
| book 726c | κώληπα: τὴν ἰγνύην. b(BCE3)T |
| book 727.1 | 〈κὰδ δ’ ἔπες’ ἐξοπίσω:〉 γράφεται „κὰδ 〈δ’〉 ἔβαλ’ |
| book 727.2 | 〈ἐξοπίσω〉“. Aint |
| book 728.1 | θάμβησάν τε: τὸν βουγάϊον (cf. Ν 824) ὑπὸ τοῦ ὠμο‐ |
| book 728.2 | γέροντος (cf. Ψ 791) ὁρῶντες νικώμενον. b(BCE3E4)T |
| book 730-2.1 | κίνησεν δ’ ἄρα τυτθὸν 〈ἀπὸ χθονὸς — / |
| book 730-2.2 | πλησίοι ἀλλήλοισι〉: εἰς ὕψος μὲν ἆραι διὰ τὸ μέγεθος οὐ δύναται· |
| book 730-2.3 | καὶ ἵνα μὴ ὃ ἐποίησε πάθῃ. ἄρας δὲ τοσοῦτον ὅσον τῆς στάσεως |
| book 730-2 | παρακινῆσαι τῷ δεξιῷ γόνατι †παρατρίψας† τὸ ἀριστερὸν αὐτοῦ |
| book 730-2.5.1 | σκέλος †ἔπεσε†· b(BCE3E4)T καὶ πλάγιοι πίπτουσιν· ἔστιν |
| book 730-2.5.2 | οὖν τὸ δεύτερον πτῶμα Ὀδυσσέως. οἱ δὲ ὅτι καμὼν τῇ ἐντάσει τοῦ |
| book 730-2.5.3 | βάρους συναπεκύλισεν αὑτῷ τὸν ἀντίπαλον. εἰ δὲ εἰς ὕψος αὐτὸν |
| book 730-2.5.4 | ἦρεν, ἐδαπάνησεν ἂν τῷ βάρει τὴν ἑαυτοῦ δύναμιν. b(BE3E4)T |
| book 730-2.5.5 | τὸ μέντοι σχῆμα οἱ μὲν παραπλαγιασμόν, οἱ δὲ παρακαταγωγὴν |
| book 730-2.10 | ὀνομάζουσιν. T |
| book 731a1.1 | ἐν δὲ γόνυ γνάψεν: Λεπτίνης δασύνει ὡς ἐπ’ ἀριθμοῦ, |
| book 731a1.2 | τὸ ἓν γόνυ ἔκαμψεν, ὡς ἐπὶ τοῦ „ἓν δέπας ἐμπλήσασ“ (ι 209). οἱ |
| book 731a1.3 | δὲ ἄλλοι πάντες πρόθεσιν ἐξεδέξαντο διὰ τὸ ἀεὶ ἕτερον λέγειν τὸν |
| book 731a1.4 | ποιητὴν ἐπὶ δύο, ἓν δὲ οὐδέποτε· „χωλὸς δ’ ἕτερον πόδα“ (Β 217), |
| book 731a1.5 | „τὸν δ’ ἕτερον σκόπελον“ (μ 101). A |
| book 731a2.1 | {ἐν δὲ γόνυ γνάμψεν:} πάντες τὴν ἔν πρόθεσιν ἐδέξαντο, |
| book 731a2.2 | Λεπτίνης δὲ μόνος ἐπὶ ἀριθμοῦ. T |
| book 735a1.1 | ἐρίδεσθον: λείπει ἡ διά, οἷον ‘διερίδεσθε‘. τρίβεσθε |
| book 735a1.2 | δὲ καταπονεῖσθε κακοῦντες ἑαυτούς. T |
| book 735a2.1 | μὴ ἐρίζετε, φησίν, ἔτι, b(BCE3) μηδὲ καταπονεῖσθε |
| book 735a2.2 | κακοῦντες ἑαυτούς. b(BCE3E4) |
| book 736-7.1 | ἀέθλια δ’ ἶς’ ἀνελόντες / ἔρχεσθε: τινές φασιν ὅτι |
| book 736-7.2 | τὸ πρῶτον Ὀδυσσέως, τὸ δὲ δεύτερον κοινόν· ὅπερ χαρίζεται ἢ ὡς |
| book 736-7.3 | συγγενεῖ b(BCE3E4)T 〈ἢ〉 καθὰ καὶ Εὐμήλῳ (cf. Ψ 536—8). |
| book 736-7 | ἔστι δὲ ψεῦδος. T |
| book 741a.1 | κρητῆρα τετυγμένον: ὡς „ξεστὴν 〈...〉 τράπεζαν“ |
| book 741a.2 | (α 138. δ 54 al.) καὶ „τρίποδος περὶ ποιητοῖο“ (Ψ 718) καὶ „Τίρυνθά |
| book 741a.3 | τε τειχήεσσαν“ (Β 559). T |
| book 741b | ἓξ δ’ ἄρα μέτρα: ὡρισμένον ἴσως ἦν τὸ μέτρον. T |
| book 742.1 | ἐνίκα πᾶσαν ἐπ’ αἶαν: ἐνίκα τοὺς ἄλλους δηλονότι κρα‐ |
| book 742.2 | τῆρας. b(BCE3E4)T |
| book 743.1 | ἐπεὶ Σιδόνες 〈πολυδαίδαλοι εὖ ἤσκησαν〉: ἄριστοι |
| book 743.2 | τεχνῖται οἱ Σιδόνες· b(BCE3)T „ἔργα γυναικῶν / Σιδονίων“ (Ζ |
| book 743.3 | 289—90) καὶ „〈ἐκ μὲν〉 Σιδῶνος πολυχάλκου εὔχομαι εἶναι“ (ο 495). |
| book 743.4 | T τὸ δὲ εἶδος εἰπὼν τὸ γένος ἐπήγαγεν (sc. Ψ 744), b(BCE3)T |
| book 743.5 | ὡς τὸ „Δουλιχίοιο Ἐχινάων θ’ ἱεράων / νήσων“ (Β 625—6). T |
| book 744.1 | 〈Φοίνικες δ’ ἄγον ἄνδρες ἐπ’ ἠεροειδέα πόντον:〉 |
| book 744.2 | πρῶτοι {δὲ} Φοίνικες τὰ μέγιστα διεπέρασαν πελάγη. T |
| book 745.1 | στῆσαν δ’ ἐν λιμένεσσι: ἀντὶ τοῦ προσώρμισαν, b |
| book 745.2 | (BCE3E4)T ὡς τὸ „στῆσα δ’ ἐν Αἰγύπτῳ ποταμῷ 〈νέασ〉“ |
| book 745.3 | (ξ 258. ρ 427). b(BCE3E4) |
| book 750 | 〈καὶ πίονα:〉 ἐν ἄλλῳ „καταπίονα“. Aim |
| book 751.1 | λοισθήϊ’ 〈ἔθηκε〉: ἡ συνήθεια „λοισθήϊον ἔκφερ’ ἄεθλον“ |
| book 751.2 | (Ψ 785)· οὐ γὰρ κλίνεται λοισθεὺς 〈„λοισθῆϊ“〉, ὥς τινες. γέγονε |
| book 751 | δὲ παρὰ τὸ λείπω. T |
| book 753.1 | ὄρνυσθ’, οἳ καὶ τούτου 〈ἀέθλου πειρήσεσθε〉: ὅτι |
| book 753.2 | Ζηνόδοτος γράφει „πειρήσεσθον“, τριῶν ὄντων τῶν κεκλημένων πρὸς |
| book 753.3 | τὸν δρόμον. A |
| book 757a1.1 | στὰν δὲ μεταστοιχί· 〈σήμηνε δὲ τέρματ’ Ἀχιλ‐ |
| book 757a1.2 | λεύσ〉: ὅτι μετενήνεκται ἐνθάδε ἀπὸ τῆς ἁρματοδρομίας (sc. Ψ 358). |
| book 757a1.3 | ἐκεῖ μὲν οὖν μεταστοιχὶ λέγει, 〈ἐπεὶ〉 ἐπὶ στοίχων ἵστανται κεκληρω‐ |
| book 757a1.4 | μένοι· ἐνταῦθα δὲ οὐκέτι, ἀλλὰ κατὰ ζυγὸν ἡ στάσις λέγεται, κατὰ |
| book 757a1.5 | μέτωπον πάντων ἐξ ἴσου ὄντων. A |
| book 757a2.1 | {στᾶν δὲ μεταστοιχί:} ὀβελὸς καὶ ἀστερίσκος· πῶς γὰρ |
| book 757a2.2 | κλήρου μὴ βληθέντος ἵστανται μεταστοιχί; μετῆκται οὖν ἀπὸ τοῦ |
| book 757a2.3 | ἱπποδρομικοῦ ἀγῶνος ὁ στίχος. T |
| book 757a2 | 〈μεταστοιχεί:〉 κατὰ τάξιν. b(BCE3) |
| book 758a1.1 | 〈τοῖσι δ’ ἀπὸ νύσσης τέτατο δρόμος:〉 δόλιχος {δὲ} |
| book 758a1.2 | ἦν ὁ δρόμος καὶ ἡ ἄφεσις ἀπὸ τῶν καμπτήρων. T |
| book 758b1.1 | τοῖσι δ’ ἀπὸ νύσσης τέτατο δρόμος: ἐπεὶ μὴ κάμ‐ |
| book 758b1.2 | πτουσιν, οὐ ταμιεύουσιν εἰς τέλος τὸ τάχος, ἀλλ’ εὐθέως προπηδῶσιν. |
| book 758b1.3 | T |
| book 758a2/b2.1 | ὀλίγος τις ἦν ὁ δρόμος, ἔνθα μηδὲ κάμψαι ἐνῆν. | |
| book 758a2/b2.2 | ἐπεὶ οὖν μὴ κάμπτουσιν, οὐ ταμιεύουσιν εἰς τὸ τέλος τὸ τάχος, ἀλλ’ |
| book 758a2/b2 | εὐθέως προπηδῶσιν. b(BCE3E4) |
| book 759.1 | 〈ἔκφερ’ Ὀϊλιάδης:〉 παρὰ Ζηνοδότῳ „ἔκθορ’ ὁ Ἰλιάδησ“. |
| book 759.2 | Aint |
| book 760-3.1 | ὡς {δ’} ὅτε τίς τε γυναικὸσ〈—ἀγχόθι δ’ |
| book 760-3.2 | ἴσχει / στήθεοσ〉: ταῦτα ἢ τοῖς ἄνω συναπτέον ἢ ἀπ’ ἄλλης ἀρχῆς |
| book 760-3.3 | τοῖς ἑξῆς· ἥ τε διαφορὰ περὶ τὴν ἀνταπόδοσιν· εἰ μὲν γὰρ δὶς κέοιτο, |
| book 760-3.4 | τοῖς ἄνω συναφθήσεται ἡ παραβολή, εἰ δὲ ἅπαξ, τοῖς ἑξῆς. A |
| book 762a.1 | πηνίον: παρὰ τὸν Πᾶνα· οὗτος γὰρ εὑρετὴς ὑφασμάτων. |
| book 762a.2 | b(BCE3E4)T οἱ δὲ ‘ὑφήνιον‘, τὸ ὑπὸ τοὺς μίτους ὄν. T |
| book 762b.1 | παρὲκ μίτον: ἀντὶ τοῦ παρὰ μίτον. οὐκ ὀκνεῖ δὲ καὶ |
| book 762b.2 | τὴν γυναικωνῖτιν παραλαμβάνειν· b(BCE3E4)T „ἥ τε σταθμὸν |
| book 762b.3 | ἔχουσα καὶ εἴριον“ (Μ 434). T |
| book 764.1 | ἴχνια τύπτε 〈πόδεσσι πάρος κόνιν ἀμφιχυθῆναι〉: |
| book 764.2 | πολλὴ ἡ ἀγχιστεία, εἴγε φθάνει τὸ βῆμα τὴν καταφερομένην ἐπὶ τὸ |
| book 764.3 | ἴχνος κόνιν, ἣν ὁ προτρέχων ἀνέστησεν. b(BCE3E4)T |
| book 765a.1 | 〈κὰδ δ’ ἄρα οἱ κεφαλῆς χέ’〉 ἀϋτμένα: τὴν ἀναπνοὴν |
| book 765a.2 | καὶ τὸ ἆσθμα. T τοῦτο δὲ ὡς κολοβωτέρου ὄντος Αἴαντος. |
| book 765a | b(BCE3E4)T |
| book 765b.1 | 〈κὰδ δ’ ἄρα ἐκ κεφαλῆς:〉 γράφεται „κὰδ δ’ ἄρα οἱ |
| book 765b.2 | κεφαλῆσ“ Aint |
| book 765c.1 | ἀϋτμένα: ὡς „ποιμένα“ (Α 263. Β 243 al.) ATil τῷ |
| book 765c.2 | τόνῳ· καὶ καθόλου τὰ εἰς μην λήγοντα ἁπλᾶ ὀξύνεσθαι θέλει. A |
| book 765d.1 | ἀϋτμένα: παρὰ τὸ ἀΰω, ὅ ἐστι φωνῶ. φωνῆς δὲ γένεσις |
| book 765d.2 | πνοὴ b(BCE3E4)T καὶ ἀήρ. καὶ θηλυκῶς δὲ „ἀϋτμὴ“ (Ι 609. |
| book 765d.3 | Κ 89 al.) ἡ πνοή. T |
| book 766-7.1 | ἴαχον δ’ ἐπὶ πάντες Ἀχαιοί /νίκης ἱέμενοι: πρὸς |
| book 766-7.2 | τὸ εὐνοϊκὸν τῶν Ἑλλήνων· b(BCE3E4)T χρειωδέστερος γάρ, |
| book 766-7.3 | ὁ δὲ πρὸς πάντας ἀπηνής. T καλῶς δὲ προσέθηκε τὸ μάλα δὲ |
| book 766-7.4 | σπεύδοντι κέλευον (767)· τοῖς γὰρ ἀμελοῦσιν ἄτοπον συναγωνί‐ |
| book 766-7.5 | ζεσθαι. b(BCE3E4)T |
| book 767 | 〈ἱεμένῳ:〉 ἐν ἄλλῳ „ἱέμενοι“. Aint |
| book 768a1 | πύματον ... δρόμον: τὸ ἔσχατον τοῦ δρόμου. T |
| book 768a2 | τὸν πρὸς αὐτὰ τὰ τέρματα. b(BCE3E4) |
| book 770.1 | κλῦθι, θεά, 〈—ποδοῖϊν〉: συντόμως καὶ ἁρμοδίως |
| book 770.2 | τῷ καιρῷ· ἀσθμαίνει γὰρ καὶ σπεύδει. b(BCE3E4)T |
| book 772a.1 | γυῖα δ’ ἔθηκεν ἐλαφρά, 〈πόδας—ὕπερθεν〉: |
| book 772a.2 | ὅτι ἐπὶ Διομήδους (sc. Ε 122) ὀρθῶς ἐτέτακτο. ἐνταῦθα δὲ ὀλίγῳ |
| book 772a.3 | λείπεται τοῦ Αἴαντος· εἰ οὖν τὰ γυῖα ἐλαφρὰ ἐποίησεν, ἐνίκα ἂν |
| book 772a | πάντως. πρὸς τί οὖν ἔτι τὸν Αἴαντα κατέβαλεν; A |
| book 772b.1 | ἄλλως· γυῖα δ’ ἔθηκεν ἐλαφρά, 〈—ὕπερθεν〉: |
| book 772b.2 | περισσὸς ὁ στίχος καὶ λύων τὸ ἐναγώνιον· οὐδὲ γὰρ βεβαρημένα ἦν |
| book 772b.3 | αὐτῷ τὰ μέλη. ἄλλως τε ἤρκει πρὸς τὴν νίκην τὸ πεσεῖν Αἴαντα· |
| book 772b.4 | b(BCE3E4)T εἰ γὰρ τοῦτο ἦν, καὶ προειλήφει ἂν αὐτόν. μετῆ‐ |
| book 772b.5.1 | κται οὖν ἀπὸ τῶν περὶ Διομήδους (sc. ex Ε 122). T ἢ δείκνυσιν |
| book 772b.5.2 | ὅτι τοῖς ἐκ ψυχῆς αἰτοῦσι τὸ θεῖον καὶ ὑπὲρ ὃ αἰτοῦνται δίδοται. |
| book 772b.5.3 | b(BCE3E4) |
| book 772c.1 | 〈γυῖα—ὕπερθεν:〉 ψεύδεται συνήθως Ὅμηρος· |
| book 772c.2 | οὐ γὰρ ἔδραμεν ὁ Ὀδυσ〈σ〉εύς. Aint |
| book 772d.1 | καὶ χεῖρας ὕπερθεν: φασὶ τοῖς προτρέχουσι δίκην |
| book 772d.2 | πτερῶν εἶναι τὰς χεῖρας. T |
| book 774-5.1 | ἔνθ’ Αἴας μὲν ὄλισθε θέων—ἐριμύκων: ὑπὸ |
| book 774-5.2 | Ὀδυσσέως συνεχόμενος καὶ ὑπεκβὰς τοῦ δέοντος δρόμου πίπτει. |
| book 774-5.3 | A b (BCE3E4)T |
| book 777.1 | 〈ὄνθου βοέου〉 πλῆτο στόμα: κεχηνὼς οὖν ἔτρεχεν. ὁ δὲ |
| book 777.2 | τὸν πρεσβύτην λαβραγόραν εἰπὼν (cf. Ψ 479) κατὰ τοῦ στόματος |
| book 777.3 | κολάζεται. A b (BCE3E4)T |
| book 783a | μήτηρ ὣς Ὀδυσῆϊ παρίσταται: βραχὺ διασταλτέον |
| book 783a | μετὰ τὸ ὥς, πρὸς τὸ μὴ ἀπεμφαίνειν συναπτόμενον. A |
| book 783b.1 | μήτηρ ὣς Ὀδυσῆϊ: διὰ τοῦτο ἴσως φησὶ „καὶ ἐχθόμενός |
| book 783b.2 | περ Ἀθήνῃ“ (δ 502), ὅτι τὴν παρθένον εἴκασε μητρί. ὁ δὲ Ἴστρος |
| book 783b.3 | (FGrHist 334, 58 a) ἐκτεθῆναι ὑπὸ Ἀντικλείας Ὀδυσσέα φησὶν |
| book 783b.4 | ἐν Ἀλαλκομεναῖς τῆς Βοιωτίας, ἥ ἐστιν ἱερὰ Ἀθηνᾶς. T |
| book 785a1.1 | Ἀντίλοχος δ’ 〈ἄρα δὴ〉 λοισθήϊον 〈ἔκφερ’ ἄε‐ |
| book 785a1.2 | θλον〉: πάντας τοὺς διαφέροντας ποιεῖ ἡσσωμένους· διὸ καὶ Ἀντί‐ |
| book 785a1.3 | λοχον. ἢ ὅτι νέων ἐστὶ ποδωκέστατος. T |
| book 785a2.1 | πάντας δὲ τοὺς διαφέροντας ἔν τινι ἡττωμένους ὁ ποιητὴς |
| book 785a2.2 | ἔδειξε, μὴ μέγα διδάσκων φρονεῖν. b(BE3E4) |
| book 786.1 | μειδιόων: προλαμβάνων τὸν κατάγελων καὶ ὑπεκλύων τὸ |
| book 786.2 | φιλότιμον τῶν νικησάντων. b(BCE3E4)T |
| book 789.1 | προγενέστερος: τὰς ἡλικίας ἐσήμανε τῶν ἡρώων· ἔστι |
| book 789.2 | γὰρ Ἀντίλοχος νέος, μείζων Αἴας, εἶτα ὁ Τελαμώνιος, εἶτα Ὀδυσσεύς, |
| book 789.3 | εἶτα Ἰδομενεύς, εἶτα Νέστωρ. b(BCE3E4)T |
| book 791.1 | ὠμογέροντα: τὸν μὴ καθηψημένον ὑπὸ τοῦ γήρως. ἡ δὲ |
| book 791.2 | μεταφορὰ ἀπὸ τῶν κρεῶν· A b (BCE3E4)T καὶ „ἐν ὠμῷ γήραϊ |
| book 791.3 | θῆκεν“ (ο 357), ὡς καὶ ἑφθὸν τῷ γήρᾳ φασίν. AT | ἡ διπλῆ δέ, |
| book 791.4 | ὅτι ἅπαξ ἐνταῦθα ὠμογέροντα εἶπεν. A |
| book 791.5 | ὠμογέροντα: οὕτω λέγουσιν ἤτοι—γεγηρακότας. A |
| book 791-2.1 | ἀργαλέον δέ 〈/ ποσσὶν ἐριδήσασθαι Ἀχαιοῖς, |
| book 791-2.2 | εἰ μὴ Ἀχιλλεῖ〉: φησὶν οὖν ‘οὐχ ἥσσηται Ὀδυσσεῖ, ἀλλὰ τῇ |
| book 791-2 | Ἀθηνᾷ‘. T |
| book 792a | ἐριδήσασθαι: ἀπὸ τοῦ ἐρίδω, ὅθεν τὸ „ἐριδαίνετον ὧδε“ |
| book 792a | (Α 574). | ἐν δέ τισι τῶν ὑπομνημάτων γράφεται „ἐριζήσασθαι“. T |
| book 792b | εἰ μὴ Ἀχιλλεῖ: „Ἀχιλῆϊ“ διὰ τοῦ η. T |
| book 793.1 | κύδηνεν: ὕψωσεν, γαῦρον ἐποίησεν. b(BCE3E4)T |
| book 793.2 | καὶ „〈κυδιόων〉, ὑψοῦ δὲ κάρη ἔχει“ (Ζ 509 = Ο 266). T |
| book 794-6.1 | τὸν δ’ Ἀχιλεὺσ〈—ἐπιθήσω〉: ὅσον ἐπιδέξιος |
| book 794-6.2 | ὁμιλία δύναται, ἀπὸ τοῦ Ἀντιλόχου ἐδήλωσεν. b(BCE3E4)T |
| book 795a1.1 | {ἀντίλοχ’ οὐ μέν τοι} μέλεος: ὅτι μάταιος καὶ πρὸς |
| book 795a1.2 | οὐδέν· οἱ δὲ νεώτεροι τὸν ταλαίπωρον μέλεον. A |
| book 795a2 | {οὐ μέν τοι:} μάταιος· οὐκ οἰκτρός, ὡς οἱ τραγικοί. T |
| book 796.1 | ἀλλά τοι ἡμιτάλαντον 〈ἐγὼ χρυσοῦ ἐπιθήσω〉: |
| book 796.2 | †ἀλλὰ† καίτοι ἐπιχειρήσαντα αὐτὸν ἀφελέσθαι τὸν ἆθλον πρώην |
| book 796.3 | (cf. Ψ 537—47) οὐκ ἐμνησικάκησεν, ἀλλ’ ηὔξησε †διὰ† τὴν παροιμίαν |
| book 796.4 | φησίν· παροιμιῶδες γὰρ τὸ „ἀθάνατοι τιμῶσι“ (Ψ 788). ἢ ὅτι ἄριστος |
| book 796.5 | ὢν ἥττηται, ὡς Εὔμηλος (cf. Ψ 536). T |
| book 800a1.1 | {τεύχεα} Σαρπήδοντος: ὅτι ἀπ’ εὐθείας βαρυτόνου ὡς |
| book 800a1.2 | Χαλκώδων. A |
| book 800a2 | {σαρπήδοντος:} ὡς Χαλκώδοντος τῷ τόνῳ. T |
| book 802-7.1 | ἄνδρε δύω περὶ τῶνδε 〈κελεύομεν—ἀργυρό‐ |
| book 802-7.2 | ηλον〉: συναπτέον πάντα μέχρι τοῦ χαλκὸν ἑλόντε (803), οὐ |
| book 802-7.3 | λείποντος τοῦ μάχεσθαι ἤ τινος τοιούτου· καὶ γὰρ μόνον αὐτὸ 〈τὸ〉 |
| book 802-7.4 | κελεύειν εἴωθε τιθέναι καθ’ ἑαυτὸ ὁ ποιητής, ὡς ἐν Ὀδυσσείᾳ (φ 175)· |
| book 802-7.5.1 | „Ἀντίνοος δ’ ἐκέλευσε Μελάνθιον, αἰπόλον αἰγῶν“, καὶ ἐν τῇ ἑξῆς |
| book 802-7.5.2 | ῥαψῳδίᾳ (sc. Ω 90)· „τίπτε με κεῖνος ἄνωγε μέγας θεός;“. καὶ μετ’ |
| book 802-7.5.3 | ὀλίγον ἀφ’ ἑτέρας ἀρχῆς ἀναγνωστέον ὁπ〈π〉ότερός κε φθῇσιν |
| book 802-7.5.4 | ὀρεξάμενος (805) καὶ ὑποστικτέον μέλαν αἷμα (806)· εἰ μὲν γὰρ |
| book 802-7.5.5 | συνάπτοιμεν τὸ ἄνδρε δύω (802), ὁππότερός κε φθῇσιν (805), |
| book 802-7.10 | σολοικισμὸς γίνεται. A |
| book 802-4a1.1 | ἄνδρε δύω〈—πειρηθῆναι〉: ἔοικε σκιομαχία |
| book 802-4a1.2 | εἶναι· ὅτι γὰρ οὐκ εἰς θάνατον, φησὶ „καί σφιν δαῖτ’ ἀγαθὴν παρα‐ |
| book 802-4a1.3 | θήσομαι“ (Ψ 810). τὰ δὲ ἆθλα τῆς δόξης οὐ μεγάλα. T |
| book 802-4a2.1 | ἔοικε σκιομαχία τις εἶναι· οὐ γὰρ ἔχει τρώσεις· φησὶ |
| book 802-4a2.2 | γὰρ „καί σφιν δαῖτ’ ἀγαθὴν παραθήσομαι“. τάχα οὖν ὁ εὐθυνθεὶς |
| book 802-4a2.3 | εἰς τὸ τρῶσαι τὸν πλησίον εὐκόλως, οὐ τρώσας δὲ διὰ τὸ ὁμογενές, |
| book 802-4a2 | ἐκεῖνος νικᾷ. b(BCE3E4) |
| book 805.1 | ὀρεξάμενος: πατάξας, ἐκ τοῦ παρεπομένου· συμβαίνει γὰρ |
| book 805.2 | τοῖς πατάσσουσιν ἐκτείνεσθαι. A b (BCE3E4)T ἢ ἀντὶ τοῦ ὀρέ‐ |
| book 805.3 | ξας. AT |
| book 806a.1 | ψαύσῃ δ’ ἐνδίνων 〈διά τ’ ἔντεα καὶ μέλαν αἷμα〉: |
| book 806a.2 | ἀθετεῖται, ὅτι ἐνδίνων θέλει λέγειν τῶν ἐντοσθίων σπλάγχνων, |
| book 806a.3 | 〈ὅπερ οὐχ ἁρμόζει·〉 ἕως γὰρ τοῦ ἀμύξαι μόνον τὸν χρῶτα μονομαχοῦ‐ |
| book 806a.4 | σι. καὶ διά τ’ ἔντεα καὶ μέλαν αἷμα ἐκ τῆς Δολωνείας (sc. Κ 298 |
| book 806a.5 | = 469) μετάκειται. A |
| book 806b1 | ψαύσῃ δ’ ἐνδίνων〈—αἷμα〉: ἀθετεῖ τὸν στίχον |
| book 806b1.1 | Ἀρίσταρχος· οὐ γὰρ †εἰς τὸ ἄγων†. ἐνδίνων δὲ ἀκούει τῶν ἔνδον |
| book 806b1.2 | τοῦ χρωτός. τό τε διά τ’ ἔντεα καὶ μέλαν αἷμα μετῆκται ἀπὸ τῆς |
| book 806b1.3 | Δολων〈ε〉ίας (sc. Κ 298 = 469). | οἱ δὲ ἐνδίνων τῶν ἐντὸς ὅπλων. | |
| book 806b1.5.1 | Ἀριστοφάνης δὲ οὕτω γράφει (sc. v. Ψ 805—6)· „ὁππότερός κε |
| book 806b1.5.2 | πρόσθεν ἐπιγράψας χρόα καλόν / φθήῃ ἐπευξάμενος διά τ’ ἔντεα καὶ |
| book 806b1.5.3 | φόνον ἀνδρῶν“. T |
| book 806c.1 | {ψαύσηι δ’} ἐνδίνων: ὡς „σελίνων“ (cf. Β 776. ε 72) |
| book 806c.2 | παρῆκται δὲ παρὰ τὸ ἔνδον τὸ ἔνδινον· καὶ γὰρ παρὰ τὸ ἔντοσθεν |
| book 806c.3 | ἐντοσθίδια λέγεται. οὕτως δὲ ἔχει καὶ τὰ „ἔντερα“ (Ν 507. Ξ 517 al.) |
| book 806c.4 | καὶ τὰ „ἔγκατα“ (Λ 176. Ρ 64 al.), παρὰ τὴν αὐτὴν ἔννοιαν. A |
| book 806d1 | ἐνδίνων: παρὰ τὸ ἔνδον, ὡς ἔντερον. T |
| book 806b2/d2.1 | ἐνδίνων: τῶν ἔνδον τοῦ χρωτός. | οἱ δὲ τῶν ἐντὸς |
| book 806b2/d2.2 | ὅπλων, b(B [bis], C, E3 [bis]) | ἀπὸ τοῦ ἔνδον. b(B [bis], C, E3 |
| book 806b2/d2.3 | [bis], E4) |
| book 806b2/d2 | ἄλλως· ἐνδίνων: τῶν ἐντὸς τῶν ὅπλων μελῶν, ἀπὸ τοῦ |
| book 806b2/d2.5.1 | ἐντείνεσθαι αὐτὰ τῷ θώρακι. οἱ δὲ ἀποδιδόντες ἐντέρων ἀγνοοῦσιν· |
| book 806b2/d2.5.2 | οὐ γὰρ μέχρι θανάτου μονομαχοῦσιν. A |
| book 810a.1 | καί σφιν δαῖτ’ ἀγαθὴν 〈παραθήσομαι ἐν κλισίῃ‐ |
| book 810a.2 | σιν〉: ἀθετεῖται, ὅτι ἔδει καὶ πᾶσιν, ἀλλ’ οὐχὶ τούτοις μόνον· τί γὰρ |
| book 810a.3 | τούτοις πέπρακται πλέον; A |
| book 810b.1 | 〈καί σφιν〉 δαῖτ’ ἀγαθὴν 〈παραθήσομαι〉: δεῖ γὰρ |
| book 810b.2 | ἐπικυδέστερόν τι ἔχειν τὴν ὁπλομαχίαν. T |
| book 815a.1 | 〈δεινὸν δερκομένω· θάμβος δ’ ἔχε πάντας Ἀχαι‐ |
| book 815a.2 | ούς:〉 ἐν ἄλλῳ „δεινὸν δερκόμενοι, θάμβος δ’ ἔχεν εἰσορόωντασ“. Aim |
| book 815b | θάμβος δ’ ἔχε 〈πάντας Ἀχαιούσ〉: ἐν βραχεῖ τὴν |
| book 815b | διάθεσιν τῶν θεατῶν παρέστησεν. T |
| book 817.1 | {τρὶς δὲ σχεδὸν} ὡρμήθησαν: ὠρέχθη〈σαν〉 ἀντὶ τοῦ ἐ‐ |
| book 817.2 | πάταξαν. T |
| book 818-9a1.1 | 〈Αἴας μὲν ...〉 κατ’ ἀσπίδα 〈... / νύξ’, οὐδὲ |
| book 818-9a1.2 | χρό’ ἵκανεν〉: ἁπλοϊκώτερον· ὁ δὲ κακοτεχνῶν ἐπὶ τὸν αὐχένα (cf. |
| book 818-9a1.3 | Ψ 820—1). τινὲς δὲ τὴν ὁπλομαχίαν Διομήδη εὑρεῖν φασιν. T |
| book 818-9a2.1 | οὗτος ἁπλοϊκώτερον ποιεῖ καὶ γενναιότερον. ὁ δὲ Διο‐ |
| book 818-9a2.2 | μήδης κακοτέχνως καὶ φθονερῶς τὸν b(BCE3) αὐχένα τηρεῖ. |
| book 818-9a2.3 | b(BCE3E4) |
| book 821a1.1 | 〈αἰὲν〉 ἐπ’ αὐχένι κῦρε: κῦρε ἐτύγχανε· διὸ δὴ καὶ |
| book 821a1.2 | „περιδείσαντες Ἀχαιοί 〈/ παυσαμένουσ〉 ἐκέλευσαν“ (Ψ 822—3). |
| book 821a1.3 | ἢ ὅτι οἱ κρείττους ἡττῶνται. ἢ ἐπεὶ κέκμηκε τῇ ἐπὶ νηυσὶ μάχῃ, |
| book 821a1.4 | Διομήδης δὲ ἀναπέπαυται. T |
| book 821a2.1 | ἀεὶ ἐπὶ τῷ αὐχένι ἐτύγχανε· διὸ καὶ δειδίασιν. ἐνταῦθα |
| book 821a2.2 | δὲ ὁ ποιητὴς τοὺς ἀρίστους ἡσσᾷ τοῖς ἐλάττοσιν, Εὔμηλον Διομήδει |
| book 821a2.3 | (cf. Ψ 536) καὶ Αἴαντα Ὀδυσσεῖ (cf. Ψ 725—32) καὶ Ἀντίλοχον |
| book 821a2.4 | (cf. Ψ 778—92). b(BCE3) |
| book 821a2.5.1 | αἰὲν ἐπ’ αὐχένι κῦρε: ἱστόρηται ὅτι—ἄτρωτος |
| book 821a2.5.2 | ἐγένετο. A |
| book 822.1 | καὶ τότε δή ῥ’ Αἴαντι 〈περιδδείσαντες Ἀχαιοί〉: |
| book 822.2 | ὅτι ἐκ τούτων καὶ τῶν τοιούτων (cf. Ξ 406) φαίνεται καθ’ Ὅμηρον μὴ |
| book 822.3 | ὢν ἄτρωτος ὁ Αἴας. A |
| book 823a1 | παυσαμένους ἐκέλευσαν: ἀνδρῶν ἀγαθῶν σωτηρίαν |
| book 823a1 | ἐπίπροσθεν τίθενται τῆς ἰδίας ἡδονῆς. T |
| book 823a2.1 | τῶν γὰρ ἀγαθῶν ἐν πολέμῳ ἀνδρῶν ἐπιμελόμενοι τὴν |
| book 823a2.2 | οἰκείαν ἡδονὴν τῆς ἐκείνων οὐ προκρίνουσι σωτηρίας. b(BCE3E4) |
| book 824-5a1.1 | αὐτὰρ Τυδεΐδῃ δῶκεν〈—τελαμῶνι〉: ἠθέ‐ |
| book 824-5a1.2 | τηνται· συλλύσεως γὰρ γεγενημένης ἔδει κοινῇ διελέσθαι τὰ ἔπαθλα· |
| book 824-5a1.3 | καὶ γὰρ προείρηται „ἀέθλια ἶς’ ἀνελέσθαι“ (Ψ 823). | προηθετοῦντο |
| book 824-5a1.4 | δὲ καὶ παρὰ Ἀριστοφάνει. A |
| book 824-5a2.1 | ἄλλως· {αὐτὰρ τυδείδῃ δῶκεν:} καὶ Ἀριστοφάνης προ‐ |
| book 824-5a2.2 | ηθέτει τοὺς δύο. T |
| book 824-5b.1 | αὐτὰρ Τυδείδῃ δῶκεν〈—τελαμῶνι〉: ἀθετεῖ |
| book 824-5b.2 | Ἀρίσταρχος, ἄτοπόν τέ φησιν ἰώμενον τὴν ἔχθραν Διομήδους ἑτέραν |
| book 824-5b.3 | αἴρειν πρὸς Αἴαντα στάσιν· ἄλλως τε εἶπεν „ὁππότερός κε φθῇσιν |
| book 824-5b.4 | 〈ὀρεξάμενος χρόα καλόν〉“ (Ψ 805), ὁ δὲ οὐκ ἔτρωσεν. οἱ δέ, διαλυσα‐ |
| book 824-5b.5.1 | μένων αὐτῶν ἴδια Ἀχιλλέως γενέσθαι τὰ ὅπλα, ὥσπερ ἐπὶ τῆς πάλης· |
| book 824-5b.5.2 | ἐπειδὴ οὖν ἐκεῖσε (cf. Ψ 736) ἐδωρήσατο Αἴαντι, νῦν Διομήδει. T |
| book 824-5c.1 | 〈αὐτὰρ Τυδείδῃ—τελαμῶνι:〉 διὰ τί προκρίνει |
| book 824-5c.2 | Αἴαντος; διὰ τὴν στάσιν· θρασὺς γὰρ ὢν οὐκ ἂν ἠνέσχετο, ἢ καὶ |
| book 824-5c.3 | ἔτι πολεμῆσαι ἠθέλησεν. b(BCE3E4) |
| book 825.1 | ἐϋτμήτῳ τελαμῶνι: „ἐϋκμήτῳ“, T εὖ κατασκευα‐ |
| book 825.2 | σθέντι· οὐκ ἦσαν γὰρ δερμάτινοι παρὰ τοῖς παλαιοῖς. b(BCE3)T |
| book 826a1.1 | θῆκεν σόλον: ὥσπερ τοῖς μονομαχοῦσιν ὅπλα, καὶ τοῖς |
| book 826a1.2 | δισκεύουσι τὸν σόλον· διὸ οὐδὲ δευτερεῖα τίθησιν· οὐ γὰρ ἦν αὐτὸν |
| book 826a1.3 | διαιρεῖν. ἢ ὡς καταφρονητοῦ ἀσκήματος καὶ μὴ ἔχοντος ἐνάρετον |
| book 826a1.4 | ἐπίδειξιν. T |
| book 826a2 | ὥσπερ τοῖς μονομαχοῦσιν ὅπλα, οὕτω καὶ τοῖς δισκεύουσι |
| book 826a2.1 | τὸν δίσκον τίθησι. διὰ τί δὲ μὴ ποιεῖ καὶ δευτερεῖα; ὅτι μὴ μέγα ἦν |
| book 826a2.2 | τὸ κατόρθωμα, ἀλλὰ καὶ μεμπτὸς ὁ ἀπολειπόμενος. b(BCE3E4) ὁ |
| book 826a2.3 | δὲ νικήσας εἶχε τὸν σόλον. b(BE3E4) |
| book 826b.1 | σόλον: σημειοῦνταί τινες ὅτι σόλον τὸν δίσκον εἶπεν. |
| book 826b.2 | | διαφέρει σόλος καὶ δίσκος, ὅτι ὁ μὲν δίσκος πλατύς ἐστι καὶ κυ‐ |
| book 826b.3 | κλοτερής, ὁ δὲ σόλος στρογγύλος καὶ σφαιροειδής. A |
| book 826c.1 | σόλον: παρὰ τὸ ὅλον σεύεσθαι. b(BCE3E4)T ἔστι |
| book 826c.2 | δὲ χαλκοῦς· ὁ γὰρ σίδηρος οὐ χωνεύεται· καὶ ὅταν εἴπῃ· „〈οὐ μὲν |
| book 826c.3 | γάρ οἱ〉 ἀτεμβόμενός 〈γε〉 σιδήρου / ποιμὴν οὐδ’ ἀροτὴρ 〈εἶς’ ἐς |
| book 826c.4 | πόλιν, ἀλλὰ παρέξει〉“ (Ψ 834—5), σημαίνει ὡς ἀλλάξει τοῦ χαλκοῦ |
| book 826c.5.1 | τὸν σίδηρον. ὁ δὲ δίσκος λίθος ἦν κυκλοτερής, μεσόθεν ὀπὴν ἔχων, |
| book 826c.5.2 | ἐξ ἧς ἐχάλων καλώδιον πρὸς τὸ μετεωρίζοντας ὀλίγον ῥίπτειν |
| book 826c.5.3 | αὐτόν. καὶ ἐν Ὀδυσσείᾳ (sc. θ 190)· „βόμβησεν δὲ λίθοσ“. b(BE3 |
| book 826c | E4)T |
| book 826d1 | 〈αὐτοχόωνον:〉 εἰκῇ κεχωνευμένον. Til |
| book 826d2.1 | καὶ αὐτοχόωνος ὁ καθ’ ἑαυτὸν κεχωνευμένος καὶ μηδὲν |
| book 826d2.2 | ἔχων ἐπείσακτον. b(BCE3E4) |
| book 829.1 | τὸν δ’ ἄγετ’ ἐν νήεσ〈σ〉ι: τὰ ἐπὶ νεὼς φερόμενα ἄγεσθαί |
| book 829.2 | φησιν. φιλόκαλος δὲ Ἠετίων, ὃ ζῆλον τῶν κτημάτων 〈ἐν〉έβαλεν |
| book 829.3 | Ἀχιλλεῖ. T |
| book 833-4.1 | 〈ἕξει μιν καὶ πέντε〉 περιπλομένους ἐνιαυτούς |
| book 833-4.2 | 〈/ χρεώμενοσ〉: οὐ σταθμῷ τὸ βάρος ἐνέφηνεν, ἀλλὰ χρήσει πολυ‐ |
| book 833-4.3 | χρονίῳ. b(BCE3E4)T |
| book 834-5.1 | ἀτεμβόμενός γε σιδήρου / ποιμήν: ποιμὴν δεῖται |
| book 834-5.2 | σιδήρου πρὸς τὸ χειμῶνος κόπτειν θαλλοὺς καὶ ἀκάνθας εἰς φραγμοὺς |
| book 834-5 | b(BCE3E4)T καὶ ξύλα πρὸς κλισιῶν κατασκευήν. b(BCE3)T |
| book 834.1 | {ἄλλως·} ἀτεμβόμενός 〈γε σιδήρου〉: στερόμενος. εἰ δὲ |
| book 834.2 | μὴ καταδεχόμεθα τὸν σόλον χαλκοῦν εἶναι ἀλλὰ σιδηροῦν, ἔσται τὸ |
| book 834.3 | „αὐτοχόωνον“ (Ψ 826) καταχρηστικῶς τὸν εἰκῇ γεγονότα. T |
| book 838a1.1 | ἂν δ’ Αἴας 〈Τελαμωνιάδησ〉: δῆλον οὖν ὡς ἐπ’ ἴσης |
| book 838a1.2 | ἐν τοῖς ἄλλοις (cf. Ψ 736 et 813) διελύθη ὁ Αἴας. ἢ ἐνδεικνύμενος |
| book 838a1.3 | τὴν ἐν ἄλλοις ἄσκησιν. ἢ ἰάσασθαι θέλων τὰ φθάσαντα. T |
| book 838a2.1 | ἰάσασθαι θέλων τὰ φθάσαντα καὶ δεῖξαι ὡς πάντα ἤσκη‐ |
| book 838a2.2 | ται, τούτῳ ἐπιχειρεῖ. οὐ τυγχάνει δὲ τὸ τέλειον τῷ ἤδη προκεκμη‐ |
| book 838a2.3 | κέναι. b(BCE3E4) |
| book 840a1.1 | 〈ἧκε δὲ δινήσας·〉 γέλασαν δ’ ἐπὶ πάντες Ἀχαι‐ |
| book 840a1.2 | οί: τοῦτο θέλει εἰπεῖν ὅτι καταγελάστως ἔρριψεν ἐπ’ ὀλίγον βαλών, |
| book 840a1.3 | ἢ εὐχερῶς τὴν χεῖρα σχηματίσας, ἢ μὴ διαστήσας τὼ πόδε. T |
| book 840a2.1 | βούλεται εἰπεῖν ὅτι καταγέλαστος ἐγένετο ἐπ’ ὀλίγον |
| book 840a2.2 | βαλών. ἢ ὅτι εὐχερῶς ἧκεν αὐτὸν καὶ χαίροντες γελῶσιν. b(BCE3E4) |
| book 843a.1 | χειρὸς ἀπὸ στιβαρῆς 〈καὶ ὑπέρβαλε σήματα πάν‐ |
| book 843a.2 | των〉: ἀθετεῖται, ὅτι δυεῖν προδεδισκευκότων ἔδει εἰπεῖν ἀμφοτέρων. |
| book 843a.3 | μετενήνεκται δὲ ἐκ τῆς Ὀδυσσείας (cf. θ 192)· καὶ ἐκεῖ εὐλόγως ἔστιν |
| book 843a.4 | „ὑπέρβαλε σήματα πάντων“· πλείονες γὰρ δισκεύουσιν. A |
| book 843b.1 | 〈χειρὸς ἀπὸ στιβαρῆσ〉 καὶ ὑπέρβαλε σήματα |
| book 843b.2 | πάντων: μετενήνεκται ὁ στίχος ἀπὸ τῆς Φαιακίας (cf. θ 192)· |
| book 843b.3 | γελοῖον γὰρ τὸ πάντων ἐπὶ δύο. ἀλλὰ 〈προ〉φέρουσι τὸ „εἰσέλθετε, |
| book 843b.4 | μηδ’ ἅμα πάντεσ“ (φ 230)· ἀλλὰ καὶ ἑαυτὸν Ὀδυσσεὺς καταριθμεῖ· |
| book 843b.5 | „πρῶτος ἐγώ, μετὰ δ’ ὔμμεσ“ (φ 231). T |
| book 843c | πάντων: ἐπὶ δύο ἢ τριῶν. T |
| book 844-7.1 | ἀλλ’ ὅτε δὴ σόλον εἷλε〈—ὑπέρβαλε〉: ὑπο‐ |
| book 844-7.2 | στικτέον Πολυποίτης (844), ἀνήρ (845), ἀγελαίας (846)· τῇ γὰρ |
| book 844-7.3 | προτέρᾳ προτάσει ἑτέρα ἐπενήνεκται. A |
| book 845a.1 | καλαύροπα: ὅτι ἅπαξ καλαύροπα. σημαίνει δὲ τὸ |
| book 845a.2 | ῥόπαλον, ἀπὸ τοῦ κάλου καὶ τοῦ ῥέπειν. A |
| book 845b.1 | καλαύροπα: ῥέπω ῥέψω ῥὲψ ῥὸψ καὶ καλαῦροψ. b(BC |
| book 845b.2 | E3E4)T |
| book 845c.1 | ἄλλως· καλαύροπα: ῥάβδον καλὴν ῥοπὴν ἔχουσαν. βάλ‐ |
| book 845c.2 | λουσι δὲ αὐτήν, ὅτε συνενωθείσας βούλονται διακρῖναι τὰς βοῦς. |
| book 845c.3 | ἔχει δὲ ἐν τῷ κάτω μέρει δεσμόν, εἰς ὃν εἴρουσι τὴν χεῖρα. b(BCE3E4) |
| book 845c.4 | T καὶ Ἀντίμαχος (fr. 91 W.)· „πάντες δ’ ἐν χείρεσσι καλαύροπας |
| book 845c.5 | οὐατοέσσασ“. | τῶν δὲ ἅπαξ εἰρημένων ἡ λέξις. b(BE3E4)T |
| book 846 | πέτεται διὰ βοῦς: διὰ βοῶν, ὡς „διά τ’ ἔντεα“ (Ψ 806). |
| book 846 | b(BCE3)T |
| book 850a.1 | 〈αὐτὰρ ὁ τοξευτῇσι τίθει ἰόεντα σίδηρον:〉 ὡς |
| book 850a.2 | τοῖς δισκεύουσι τὸν σόλον (cf. Ψ 826). T |
| book 850b.1 | ἰόεντα σίδηρον: ὅτι τινὲς ἰόεντα τὸν μέλανα, ὡς |
| book 850b.2 | „ἰοειδέα πόντον“ (Λ 298. λ 107). βέλτιον δὲ τὸν εἰς ἰοὺς εὐθετοῦντα· |
| book 850b.3 | οἰκεῖον γὰρ τὸ ἔπαθλον τοξόταις. A |
| book 850c.1 | ἰόεντα σίδηρον: μέλανα, ὡς „ἰοειδέα πόντον“ (Λ 298. |
| book 850c.2 | λ 107). οἱ δὲ εἰς βελῶν ἐργασίαν ἐπιτήδειον, ἐξ οὗ τὸν καθαρόν· |
| book 850c.3 | ἡ γὰρ εἰς λεπτὰ κατασκευὴ καθαροῦ δεῖται σιδήρου. b(BCE3)T |
| book 851a.1 | κὰδ δ’ ἐτίθει 〈δέκα μὲν πελέκεας, δέκα δ’ ἡμιπέλεκ‐ |
| book 851a.2 | κα〉: ὅτι καὶ ἐν Ὀδυσσείᾳ (cf. τ 572—81. φ 75—6. 120—3) ὁ αὐτὸς |
| book 851a.3 | τρόπος· πελέκεις γὰρ τίθησι, δι’ ὧν παρακελεύει τοξεύειν τοὺς μνη‐ |
| book 851a.4 | στῆρας. καὶ νῦν τὸ αὐτὸ τοῦτο ἔπαθλον γίνεται. A |
| book 851b.1 | πελέκεας: διστόμους πελέκεις, b(BCE3)T δίχα τῶν |
| book 851b.2 | στελεῶν. b(BCE3E4)T οἱ δὲ T ὄνομα σταθμοῦ TTil ἑ‐ |
| book 851b.3 | ξάμνου παρὰ τοῖς Βοιωτοῖς οὕτω λεγόμενον. οἱ δὲ κατά τινας τά‐ |
| book 851b.4 | λαντον σιδήρου, κατὰ δὲ ἐνίους ἑκατὸν μνᾶς. οἱ δέ, ἃ τιθέντες δι’ |
| book 851b.5 | αὐτῶν ἐτόξευον. καὶ ἔστι χαρίεν· ὡς γὰρ τοῖς μονομάχοις ἆθλον |
| book 851b.1 | τέθεικε πανοπλίαν καὶ τοῖς δισκεύουσιν αὐτὸν τὸν δίσκον, οὕτως |
| book 851b.2 | τοῖς τοξεύουσι πελέκεας, οἷς εἰώθασι χρῆσθαι. δύο δὲ τίθησι διὰ |
| book 851b.3 | τὸ μὴ εἶναι πολλοὺς ἀρίστους τοξότας τοῖς Ἀχαιοῖς. T |
| book 851b | πελέκεας: ἀξίνας διστόμους—ἐμβάλλεται αὐτοῖς ἡ |
| book 851b.10 | στελεά. A |
| book 851c | ἡμιπέλεκ〈κ〉α: μονοστόμους πελέκεις. b(BCE3)T |
| book 854a | μηρίνθῳ: τῇ σπάρτῳ· παρὰ τὸ μηρύεσθαι. T |
| book 854b1.1 | δῆσεν ποδός: ἧς ἄρ’ ἀνώγει: γράφεται καὶ „ὣς γὰρ |
| book 854b1.2 | ἀνώγει“. κατ’ ἔνια δὲ „δῆσεν πόδα“. A |
| book 854b2.1 | {ὣς ἀνώγει:} „ἧς γάρ“ καὶ „ὣς γάρ“ διχῶς. ἔνιοι δὲ |
| book 854b2.2 | „δῆσεν πόδα“. T |
| book 854b3 | ἐν ἄλλῳ „ἧς γὰρ ἀνώγει“. Aim |
| book 855a.1 | τοξεύειν· „ὃς μέν κε 〈βάλῃ τρήρωνα πέλειαν—“〉: |
| book 855a.2 | ὅτι ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμητικὸν μετῆλθεν οὕτως· ὁ γὰρ |
| book 855a.3 | Ἀχιλλεὺς τοῦτο λέγει ὃς μέν κε βάλῃ—. A |
| book 855b.1 | 〈τοξεύειν·〉 „ὃς μέν κε βάλῃ〈—πέλειαν—“〉: |
| book 855b.2 | λείπει τὸ τάδε λέγων. εἴωθε δὲ μεταβαίνειν ἀπὸ τοῦ διηγηματικοῦ |
| book 855b.3 | ἐπὶ τὸ μιμητικόν. b(BCE3E4)T ἔστι δὲ δυσχερέστερον τὸ τῆς |
| book 855b.4 | περιστερᾶς· τοῦ ἑνὸς γὰρ δέδεται ποδὸς καὶ πτερυσσομένη δυσχερής |
| book 855b.5 | ἐστι πρὸς τὴν βολήν. b(BE3E4)T |
| book 856 | 〈οἶκον δέ:〉 ἐν ἄλλῳ „κλισίην δέ {φερέσθω}“. Aim |
| book 857a.1 | ὃς δέ κε μηρίνθοιο 〈τύχῃ ὄρνιθος ἁμαρτών:〉 ὅτι |
| book 857a.2 | βέλτιον ἦν τοῦτο μὴ προλέγεσθαι ὑπὸ Ἀχιλλέως ὥσπερ προ‐ |
| book 857a.3 | γινώσκοντος τὸ ἀπὸ τύχης συμβησόμενον. A |
| book 857b.1 | 〈ὃς δέ κε—ἁμαρτών〉: ἔδει {δὲ} μὴ προειπεῖν |
| book 857b.2 | περὶ τῆς μηρίνθου, ἀλλ’ ὕστερον ὡς ἐναγώνιον συμβεβηκὸς εἰπεῖν. T |
| book 857b | μηρίνθοιο τύχῃ: καὶ μὴν τοῦτο—μενούσης. A |
| book 858a.1 | ἥσσων γὰρ δὴ κεῖνος: τοῦτο μεταξὺ κείμενον ἦθος |
| book 858a.2 | ἔχει. T |
| book 858b1.1 | ὁ δ’ οἴσεται ἡμιπέλεκκα: δύο μέρη ἐστὶ λόγου, ὁ καὶ |
| book 858b1.2 | δέ· διὸ βαρυτονητέον· οὐ γὰρ δείκνυσιν ἤδη τὸν οἴσοντα τὰ ἡμιπέ‐ |
| book 858b1.3 | λεκ〈κ〉α, ἀλλὰ κατ’ ἀναφορὰν ἀποφαίνεται. A |
| book 858b2.1 | ὁ δ’ οἴσεται: δύο μέρη λόγου τὸ ὁ δέ, ἵν’ ᾖ ‘οἴσεται |
| book 858b2.2 | δέ‘, ὡς „ἡ δὲ χιτῶν’ ἐνδῦσα“ (Ε 736. Θ 387) ‘ἐνδῦσα δέ‘. T |
| book 859.1 | 〈ὦρτο δ’ ἔπειτα〉 βίη Τεύκροιο: καὶ πῶς φησιν Ὀδυσ‐ |
| book 859.2 | σεύς· „οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ“ (θ 219); καυχᾶται |
| book 859.3 | δέ, ὡς τὸ „δουρὶ δ’ ἀκοντίζω, ὅσον οὐκ ἄλλος τις ὀϊστῷ“ (θ 229). |
| book 859.4 | b(BCE3E4)T |
| book 861.1 | κλήρους δ’ ἐν κυνέῃ〈—πάλλον ἑλόντεσ〉: ἴσως |
| book 861.2 | γὰρ ὁ πρῶτος φθάσας βαλεῖ τὸν ὄρνιν καὶ νικήσει. b(BCE3E4)T |
| book 862 | {τεῦκρος δὲ} πρῶτος: ἔδει πρότερος. T |
| book 863a1 | ἐπικρατέως: ἰσχυρῶς ὥστε κρατῆσαι. T |
| book 863a2 | ἰσχυρῶς καὶ δυνάμει πολλῇ, πρὸς τὸ ἐπιτυχεῖν. b(BCE3 |
| book 863a2 | E4) |
| book 863b1.1 | 〈οὐδ’ ἠπείλησεν ἄνακτι:〉 ὅτι νῦν ἠπείλησεν ἀντὶ |
| book 863b1.2 | τοῦ ηὔξατο. Aim |
| book 863b2 | οὐδ’ ηὔξατο. b(BCE3)T |
| book 865.1 | μέγηρε γάρ 〈οἱ τό γ’〉 Ἀπόλλων: ἐπὶ εὐσέβειαν τοῦτο |
| book 865.2 | προτρέπει. b(BCE3E4)T |
| book 866.1 | 〈τῇ δέδετ’ ὄρνις:〉 ἑκατέρωσε δύνανται προσδίδοσθαι. |
| book 866.2 | Aim |
| book 868.1 | ἡ μὲν ἔπειτ’ ἤϊξε πρὸς οὐρανόν: ἄνωθεν καὶ κάτωθεν |
| book 868.2 | (cf. Υ 863) ἐκίνησε τὴν ἐνέργειαν. T |
| book 870-1a1.1 | σπερχόμενος δ’ ἄρα 〈Μηριόνης ἐξείρυσε χει‐ |
| book 870-1a1.2 | ρός / τόξον· ἀτὰρ δὴ ὀϊστὸν ἔχεν πάλαι, ὡς ἴθυνεν〉: ἐν τῇ |
| book 870-1a1.3 | Μασσαλιωτικῇ „σπερχόμενος δ’ ἄρα Μηριόνης ἐπεθήκατ’ ὀϊστόν / |
| book 870-1a1.4 | τόξῳ· ἐν γὰρ χερσὶν ἔχε〈ν〉 πάλαι, ὡς ἴθυνεν“. ἐν δὲ τῇ κατὰ Ἀντί‐ |
| book 870-1a1.5.1 | μαχον (fr. 139 W.) οὕτως· „σπερχόμενος δ’ ἄρα Μηριόνης ἐξείλετο |
| book 870-1a1.5.2 | τόξον / χερσίν“. ὁ μέντοι Ἀρίσταρχος διὰ τῶν ὑπομνημάτων ἐπειγό‐ |
| book 870-1a1.5.3 | μενον βούλεται τὸν Μηριόνην ἐκσπάσαι τῆς τοῦ Τεύκρου χειρὸς τὸ |
| book 870-1a1.5.4 | τόξον· καὶ γὰρ κοινὸν τῶν ἀγωνιζομένων αὐτὸ εἶναι ὥσπερ τὸν |
| book 870-1a1.5.5 | δίσκον. τὸ δὲ ἀτὰρ 〈δὴ〉 ὀϊστὸν ἔχεν πάλαι (871) ἐπὶ τοῦ Μηριό‐ |
| book 870-1a1.10 | νου ἀκουστέον. A |
| book 870-1a2.1 | ἐπειγόμενος ἀπέσπασε τῆς χειρὸς τοῦ Τεύκρου τὸ τόξον· |
| book 870-1a2.2 | ἑνὶ γὰρ ἠγωνίζοντο τόξῳ ὡς ἑνὶ δίσκῳ· ὀϊστὸν (cf. 871) γάρ, ἐξ |
| book 870-1a2.3 | ὅτου ἐκεῖνος ἴθυνεν ἐπὶ τὸν σκοπόν, καὶ οὗτος εἶχεν· b(BCE3E4) |
| book 870-1a2.4 | T οὕτως Ἀρίσταρχος. ἡ δὲ Μασσαλιωτικὴ οὕτω· „σπερχόμενος |
| book 870-1a2.5.1 | δ’ ἄρα Μηριόνης ἐπεθήκατ’ ὀϊστόν / τόξῳ· ἐν γὰρ χερσὶν ἔχεν πάλαι, |
| book 870-1a2.5.2 | ὡς ἴθυνεν“. Ἀντίμαχος δὲ „σπερχόμενος δ’ ἄρα Μηριόνης ἐξείρυσε |
| book 870-1a2.5.3 | Τεύκρου / τόξον· χερσὶ δ’ ὀϊστὸν ἔχεν πάλαι, ὡς ἴθυνεν“. T |
| book 870.1 | σπερχόμενος δ’ ἄρα 〈Μηριόνης ἐξείρυσε χειρόσ〉: |
| book 870.2 | ὅτι ἑνὶ τόξῳ ἐχρῶντο οἱ τοξόται· διὸ ταχέως ἀφαιρεῖται ὁ Μηριόνης |
| book 870.3 | τοῦ Τεύκρου τὸ τόξον. A |
| book 871.1 | ὀϊστὸν ἔχεν: ἐν ὅσῳ ἐκεῖνος ἐτόξευεν, καὶ οὗτος κατεῖχε |
| book 871.2 | τὸν ὀϊστόν. T |
| book 872 | 〈ἠπείλησεν ἑκηβόλῳ Ἀπόλλωνι:〉 ὅτι πάλιν ἀντὶ |
| book 872 | τοῦ ηὔξατο. Aim |
| book 876.1 | ἀντικρὺ δὲ διῆλθε 〈βέλοσ〉: τὰ πάντα θεματικῶς εἶπεν. |
| book 876.2 | T |
| book 877.1 | πρόσθεν Μηριόναο 〈πάγη ποδόσ〉: τὸ εὔστοχον ἐδή‐ |
| book 877.2 | λωσε τῆς βολῆς, δι’ οὗ 〈φησι〉 ‘πρόσθε τοῦ βαλόντος ἠνέχθη τὸ |
| book 877.3 | βέλοσ‘. b(BCE3E4)T |
| book 879a1.1 | λίασθεν: οὕτως Ἀρίσταρχος AT διὰ τῶν δύο σς. |
| book 879a1.2 | A ἡ δὲ Μασσαλιωτικὴ „λιάσθη“. AT |
| book 879a2 | Ἀρίσταρχος „λίασ〈σ〉εν“. Aint |
| book 879b | λιάσθη: ἀπέκλινεν, ὡς „ὁ δὲ νόσφι λιασθείσ“ (Λ 80). T |
| book 879c.1 | 〈λίασθεν:〉 ἀπεκλίθησαν, τὴν ἰδίαν ἁρμονίαν ἀφέντα. |
| book 879c.2 | b(BCE3E4) |
| book 880.1 | 〈ὠκὺς δ’ ἐκ μελέων θυμὸς πτάτο:〉 ὅτι ἀντὶ τοῦ ὠκέως, |
| book 880.2 | ὅ ἔστιν εὐθέως. Aint |
| book 880-2a1.1 | ὠκὺς δ’ ἐκ μελέων θυμὸς πτάτο〈—ἄ‐ |
| book 880-2a1.2 | ειρε〉: ὠκὺς (880) ἀντὶ τοῦ ταχέως. | ἐπειδὴ ἐν τῇ ποιήσει πολλὰ |
| book 880-2a1.3 | κεχάρισται Τεύκρῳ, νῦν τοῦτο πορίζεται Μηριόνῃ. T |
| book 880-2a2 | ἀντὶ τοῦ ταχέως· | ἢ ἐπιδὴ πνεῦμά ἐστι. | πολλὰ δὲ ἐν |
| book 880-2a2.1 | τῇ ποιήσει κατορθώματα Τεύκρῳ περιάψας, νῦν τοῦτο Μηριόνῃ διὰ |
| book 880-2a2.2 | τὸ πιθανὸν πορίζεται. b(BCE3E4) |
| book 882 | 〈ἂν δ’ ἄρα Μηριόνης πελέκεας δέκα πάντας ἄειρε:〉 |
| book 882 | ὅτι παρέλκει τὸ πάντας. Aint |
| book 885.1 | ἀνθεμόεντα: ἀναθεματιαῖον. ἢ ποικίλον, ἀπὸ τῶν ἐντετο‐ |
| book 885.2 | ρευμένων ἀνθῶν, ἅπερ ἄνθεμα καλοῦσι· b(BCE3E4)T καὶ Πίν‐ |
| book 885.3 | δαρος (Ol. 2, 72)· „ἄνθεμα δὲ χρυσοῦ“. T |
| book 886a.1 | καί ῥ’ ἥμονες ἄνδρες ἀνέσταν: ὅτι ἥμονες οἱ ἀκοντι‐ |
| book 886a.2 | σταί, ἀπὸ τοῦ ἱέναι. τινὲς δὲ ἀνέγνωσαν „ῥήμονεσ“, οἰόμενοι τοὺς |
| book 886a.3 | ῥήτορας. οὐκ ἔστι δὲ λογι〈στι〉κὸς ὁ ἀγών. | τὸ δὲ ἥμονες δασυν‐ |
| book 886a.4 | τέον· παρὰ γὰρ τὸν ἥσω μέλλοντα ἐσχημάτισται ἡ λέξις· „ἥσω γὰρ |
| book 886a.5.1 | καὶ ἐγώ“ (Ρ 515). παρὰ δὲ τοῦτο καὶ τὸ ἧμα ἐγεγόνει πάλιν |
| book 886a.5.2 | δασυνόμενον· „καὶ ἥμασιν ἔπλευ ἄριστοσ“ (Ψ 891). A |
| book 886b | ῥ’ ἥμονες: τινὲς „ῥήμονεσ“. ἀλλὰ εἶπεν „καὶ ἥμασιν |
| book 886b.1 | ἔπλευ ἄριστοσ“ (Ψ 891). ἔστιν οὖν παρὰ τὸ ἥσω· διὸ καὶ δασύνεται. |
| book 886b.2 | b(B, C [bis], E3E4)T |
| book 886c | ἥμονες ἄνδρες: ὡς οἱ δισκευταί, „οὔτις 〈...〉 ὑπερ‐ |
| book 886c | ήσει“ (θ 198), „δουρὶ δ’ ὑπε〈ι〉ρέβαλον Φυλῆά τε“ (Ψ 637). T |
| book 887.1 | 〈ἂν μὲν ἄρ’ Ἀτρείδης—Ἀγαμέμνων:〉 καλῶς |
| book 887.2 | {δὲ} τοῦτο ἀγωνίζεται Ἀγαμέμνων, b(BCE3E4)T ἔνθα μὴ |
| book 887.3 | ἤμελλε γυμνωθῆναι τῆς βασιλικῆς στολῆς, T καὶ χρεωστῶν τῷ |
| book 887.4 | θανόντι (τιμὴν γὰρ ἀρνύμενος Μενελάῳ ἀπώλετο) καὶ ἀνακτώμενος |
| book 887.5.1 | Ἀχιλλέα. πανταχοῦ δὲ εὔστοχός ἐστιν ἀκοντιστής (cf. Γ 179. |
| book 887.5.2 | Λ 91—266). b(BCE3E4)T |
| book 891.1 | ἥμασιν: ὅτι ὁμοίως ἀκοντίσμασι. | καὶ δασυντέον πάλιν. |
| book 891.2 | A |
| book 892.1 | τόδ’ ἄεθλον ἔχων: ὡς βασιλέα ἀκονιτὶ στεφανοῖ, καὶ οὐ |
| book 892.2 | πρότερον, εἰ μὴ ἐκέλευσεν ὁ βασιλεύς. b(BCE3)T |
| book 897.1 | Ταλθυβίῳ 〈κήρυκι〉 δίδου 〈περικαλλὲς ἄεθλον〉: |
| book 897.2 | δηλονότι ἐπὶ τῷ ἀπαγαγεῖν εἰς τὴν βασιλικὴν σκηνήν. b(BE3E4)T |
| book postscr.1 | Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς |
| book postscr.2 | Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας |
| book postscr | Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς. A |
| book 729 | 〈ἧ γὰρ ὄλωλας ἐπίσκοπος:〉 [..........(.)] τὸν |
| book 729.1 | Ἕκτορ[α.......]... πρεσβεύειν νῦν σημ[μαίνει |
| book 729.2 | [.........]ε̣λ̣ειτις καὶ ἐπι[......] ὡς Φιλίας ἐν τ(ῶι) α τῶν |
| book 729.3 | ἐπ[......] |
| book 729.5.1 | [...........].λέψαντι λέγει [.....], ὥς φησιν Βάτων ἐν |
| book 729.5.2 | τ(ῆι) πρώτηι |
| book 729 | Χρε̣[ί]α̣ι. |
| book 1a1.1 | λῦτο {δ’ ἀγών}: εἰ μὲν μέσος δεύτερος ἀόριστός ἐστιν ἀπὸ |
| book 1a1.2 | τῶν εἰς μι, ὥσπερ ἤδη ἐπίσταται λέγων „νῦν δὲ λύμην τρὶς τόσα |
| book 1a1.3 | πορών“ (Φ 80) καὶ „τῆς δ’ ἄρα κλαιούσης λύτο γούνατα“ (υ 92 + |
| book 1a1.4 | δ 703 vel ψ 205), ἔκτασις ἐγένετο διὰ τὸ μέτρον. εἰ δὲ παρατατικόν |
| book 1a1.5.1 | τινες ἐκδέχονται, δύναται κρᾶσις τοῦ ἐλύετο γεγενῆσθαι, ὥσπερ ἐπὶ |
| book 1a1.5.2 | τοῦ „ἰχθύεσ“ (Φ 22. 203 al.) ἰχθῦς, μύες μῦς, „ῥύεσθαι“ (Υ 195) |
| book 1a1.5.3 | ῥῦσθαι· „πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε“ (Ο 141). |
| book 1a1.5.4 | ἢ ἀπὸ τοῦ „λέλυτο“ (cf. ς 238) λῦτο ὡς „βέβλητο“ (μ 423) „βλῆ‐ |
| book 1a1.5.5 | το“ (Δ 518. Π 570 al.). A |
| book 1a2.1 | εἰ μέν ἐστι μέσος δεύτερος ἀόριστος ἀπὸ τῶν εἰς μι ὥσπερ |
| book 1a2.2 | ἤδη ἐπίσταται λέγων „νῦν δ’ ἐλύμην“ καὶ „†ἐκ τῆς οὔσης† λύτο |
| book 1a2.3 | γούνατα“, ἔκτασις ἂν εἴη. εἰ δὲ παρατατικός, κρᾶσις, ἐλύετο λῦτο, |
| book 1a2.4 | ὡς τὸ „ῥύεσθαι“ ῥῦσθαι· „πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον |
| book 1a2.5.1 | τε“. b(BCE3E4)T ἢ ἀπὸ τοῦ λέλυτο λῦτο ὡς „βέβλητο“ |
| book 1a2.5.2 | „βλῆτο“. b(BE3E4)T |
| book 1b | ἀγών: ἢ τὸ πλῆθος, „θεῖον δύσονται ἀγῶνα“ (Η 298. Σ |
| book 1b.1 | 376). ἢ αὐταὶ αἱ διαγωνίσεις. παρὰ δὲ Βοιωτοῖς ἀγὼν ἡ ἀγορά· |
| book 1b.2 | b(BCE3E4)T καὶ τὸν ἀγορανόμον ἀγωνάρχην καλοῦσι· T |
| book 1b.3 | καὶ „ἀγωνίους θεοὺσ“ Αἰσχύλος (Ag. 513) τοὺς ἀγοραίους· b(BCE3 |
| book 1b.5.1 | E4)T καὶ Ἡσίοδος (th. 91)· „ἐρχόμενον δ’ ἀν’ ἀγῶνα“. T |
| book 1b.5.2 | ἀγὼν δὲ ὁ κυκλοτερὴς καὶ γωνίαν οὐκ ἔχων τόπος. b(BE3E4)T |
| book 1b.5.3 | οἱ δὲ ἀπὸ τοῦ Πέλοπος ἡνιόχου Ἀγῶνος. οἱ δὲ ἀπὸ τοῦ συν‐ |
| book 1b.5.4 | άγεσθαι. T οἱ δὲ ἀπὸ ῥήματος τοῦ ἄγω ἀγών, ὡς ἀείδω |
| book 1b.5.5 | ἀηδών. b(BE3E4)T |
| book 1-2.1 | λαοὶ δὲ θοὰς ἐπὶ νῆας 〈ἕκαστοι /ἐσκίδναντ’ ἰέναι〉: |
| book 1-2.2 | τὸ ἑξῆς: ἕκαστοι δὲ τῶν λαῶν ἐσκίδναντο, ὥστε ἐπὶ τὰς ναῦς ἰέναι. T |
| book 2a.1 | δόρποιο μέδοντο: προενοοῦντο ἢ ἐφρόντιζον. b(BE3) |
| book 2a.2 | T |
| book 2b.1 | ἄλλως· δόρποιο: δόρπον 〈δαύερπον〉, μεθ’ ὃ ἐπὶ τὸ δαύ‐ |
| book 2b.2 | ειν ἕρπομεν, ὅ ἐστι κοιμᾶσθαι ἐπὶ δορῶν. ἢ ἀπὸ τοῦ δρέπεσθαι τοὺς |
| book 2b.3 | πόνους. ἢ δόροπόν τι ὄν, τὸ μετὰ τὴν παῦσιν τῶν δοράτων. b(BCE3 |
| book 2b | E4)T |
| book 3.1 | ὕπνου〈—〉ταρπήμεναι: τέρψιν λαβεῖν. ἀπὸ κοινοῦ |
| book 3.2 | δὲ τὸ „μέδοντο“ (Ω 2). b(BCE3E4)T λεληθότως δὲ δεδήλωκεν |
| book 3.3 | ὅτι μέχρις ἑσπέρας παρέτεινεν ὁ ἀγών. b(BE3E4)T |
| book 3-4.1 | αὐτὰρ Ἀχιλλεύς / κλαῖε〈—μεμνημένοσ〉: ἐπει‐ |
| book 3-4.2 | δὴ ἀπὸ τῆς ἀνέσεως τοῦ ἀγῶνος ἐν ἄλλῃ καταστάσει πεποίηκε τὸν |
| book 3-4.3 | ἀκροατὴν ὥσθ’ ὑπονοεῖν, μὴ καὶ ἀφῆκεν ἐκ τῆς ψυχῆς τὴν ἀνίαν |
| book 3-4.4 | ὁ Ἀχιλλεύς, πάλιν ἐπὶ τὸ συνεκτικὸν μεταβαίνει πρόσωπον· μονωθεὶς |
| book 3-4.5 | γὰρ πάλιν ὑπὸ τῆς λύπης κρατεῖται. b(BCE3E4)T |
| book 4-5.1 | 〈οὐδέ μιν ὕπνος /〉 ᾕρει πανδαμάτωρ: ᾕρει μέν, οὐχ |
| book 4-5.2 | ὁλοτελῶς δὲ διὰ τὸ πένθος. ἢ καὶ πάντας δαμάζων αὐτὸν οὐχ ᾕρει, |
| book 4-5.3 | ὥστε ἀνωτέρω (sc. Ψ 62—101) τὸ αἴτιον τοῦ ὕπνου ὁ κόπος ἦν. |
| book 4-5.4 | b(BCE3E4)T |
| book 5.1 | πανδαμάτωρ: ὁ μηδένα ἐῶν ἀδάμαστον. b(BE3E4) Σι‐ |
| book 5.2 | μωνίδης (fr. 96 [= P.M.G. 601] P.) δὲ „δαμασίφωτα“ τὸν ὕπνον |
| book 5.3 | καλεῖ. b(BE3E4)T |
| book 6-9a1.1 | Πατρόκλου ποθέων (6) ἕως 〈τοῦ〉 τῶν μιμνησκό‐ |
| book 6-9a1.2 | μενος (9): ἀθετοῦνται στίχοι τέσσαρες, ὅτι εὐτελεῖς εἰσιν, ἀρθέντων |
| book 6-9a1.3 | δὲ αὐτῶν καὶ ἐμφαντικώτερον δηλοῦται ἡ τοῦ Ἀχιλλέως λύπη· „ἀλλ’ |
| book 6-9a1.4 | ἐστρέφετ’ ἔνθα καὶ ἔνθα“ (Ω 5), „ἄλλοτ’ ἐπὶ πλευράσ“ (Ω 10). καὶ |
| book 6-9a1.5 | τοῖς αὐτοῖς καταχρᾶται, ἀνδροτῆτα, μένος (6)· οὐδὲν γὰρ διαφέρει. |
| book 6-9a1.1 | καὶ οὐδέποτε ἀνδροτῆτα (6) εἴρηκε τὴν ἀνδρείαν, ἀλλ’ ἠνορέαν. |
| book 6-9a1.2 | ἔχει δὲ καί τι δυσεξέλικτον, τῶν μιμνησκόμενος (9)· καὶ γὰρ ἄνω |
| book 6-9a1.3 | εἴρηκεν „ἑτάρου μεμνημένοσ“ (Ω 4). | προηθετοῦντο δὲ καὶ παρ’ |
| book 6-9a1.4 | Ἀριστοφάνει. A |
| book 6-9a2.1 | ἄλλως· {πατρόκλου ποθέων:} προηθετοῦντο οἱ τέσσαρες |
| book 6-9a2.2 | καὶ παρὰ Ἀριστοφάνει. T |
| book 6-9b.1 | Πατρόκλου ποθέων〈—δάκρυον εἶβεν〉: δεξιῶς |
| book 6-9b.2 | ὑπόκειται, τίνα ἦν τὰ ἀναμιμνήσκοντα αὐτὸν πένθους· b(BCE3E4) |
| book 6-9b.3 | T οὐ γὰρ ὅτι συνέπαιζεν οὐδ’ ὅτι αὐτὸν ἐκολάκευεν οὐδ’ ὅτι |
| book 6-9b.4 | ἡδὺς συμπότης ἦν, ὡς ὁ τοῦ Ἕκτορος („ἐπεί οἱ ἑταῖρος ἔην φίλος, |
| book 6-9b.5.1 | εἰλαπιναστήσ“ [Ρ 577]), ἀλλ’ ὅτι κοινωνὸς ἀρετῆς καὶ γενναίων |
| book 6-9b.5.2 | ἔργων. οἱ δὲ ἀθετοῦντες τοὺς στίχους πῶς οὐκ ἐμβρόντητοι, ῥηματίων |
| book 6-9b.5.3 | κακοσχόλως ἐχόμενοι καὶ τοιούτων ἐπῶν κατηγοροῦντες b(BE3E4) |
| book 6-9b.5.4 | T ὅτι ὡς σύγκοιτον ποθεῖ, οὐχ οἷον ἡμιθέων, ἀλλ’ οὐδὲ ἡμιγυναί‐ |
| book 6-9b.5.5 | κων ἄξιον 〈ὄν〉; εἰ γὰρ ὅλως τοῦτο ὑπονοεῖν δεῖ, ἐραστὴς ἂν εἴη |
| book 6-9b.10.1 | Πάτροκλος ὡς νεωτέρου καὶ περικαλλεστέρου. T ἀθετοῦνται δὲ |
| book 6-9b.10.2 | διὰ ταῦτα· ἀνδροτὴς γάρ ἐστιν ἡ τοῦ ἀνδρὸς φύσις· εἶπε δὲ καὶ |
| book 6-9b.10.3 | μένος ἠΰ (6). καὶ τολύπευσε (7) δ’ οὐκ εὔκαιρον· ἄλλως τε σὺν |
| book 6-9b.10.4 | αὐτῷ οὐχ ὑπέμεινέν τι, αὐτός τε ἐπὶ κουφοτέροις (sc. Τ 315—7) |
| book 6-9b.10.5 | αὐτοῦ μέμνηται· „ἦ ῥά νύ μοί ποτε καὶ σύ, δυσάμμορε“ (Τ 315). |
| book 6-9b.15 | b(BE3E4)T |
| book 6-9c.1 | {καὶ} μένος ἠΰ: προθυμίαν, εὐμένειαν· ποθεῖ οὖν αὐτοῦ |
| book 6-9c.2 | ἀρετὴν καὶ εὐμένειαν. T |
| book 7-8.1 | 〈ἠδ’ ὁπόσα τολύπευσε—πείρων:〉 ταῦτα {δὲ} |
| book 7-8.2 | ἤτοι συναπτέον τοῖς ἄνω, ἵν’ ᾖ κοινὸν τὸ „ποθέων“ (Ω 6), ἢ ἀφ’ |
| book 7-8.3 | ἑτέρας ἀρχῆς ἀναγνωστέον, ἵνα ὑποστίζωμεν ἐπὶ τὸ κύματα πείρων |
| book 7-8.4 | (8). ὁ δὲ λόγος· ‘καὶ ὅσα σὺν αὐτῷ κατειργάσατο ἔργα πολεμῶν τε |
| book 7-8.5 | καὶ πλέων, τούτων μιμνησκόμενος ἐδάκρυεν‘ (cf. Ω 7—9). A |
| book 7a.1 | τολύπευσε: εἰς τέλος ἤγαγεν, ἀπὸ τῶν ἐρίων· τολύπη γὰρ |
| book 7a.2 | ἡ σφαῖρα τῶν ἐρίων. ἔνθεν τὸ ἐκ πολλῶν πραγμάτων εἰς ἕν τι κεφαλαι‐ |
| book 7a.3 | οῦν τολυπεύειν λέγεται. b(BCE3E4)T |
| book 7b1.1 | καὶ πάθεν ἄλγεα: αἱ δημώδεια „καὶ πάθεν ἔργα“· „ἐπεί / |
| book 7b1.2 | ῥέζοντά τι καὶ παθεῖν ἔοικεν“ (Pind. N. 4, 31—2). T |
| book 7b2.1 | καλῶς δὲ καὶ τὸ πάθεν· „ἐπεὶ †ῥέξοντά τι† καὶ παθεῖν |
| book 7b2.2 | ἔοικεν“. b(BE3E4) |
| book 8a.1 | πείρων: Πάμφιλος περισπᾷ, λέγων τὴν πρόσθεσιν τοῦ ι |
| book 8a.2 | μὴ ἐξαλλάσσειν τὸν τόνον· εἰ δὲ περῶ οἶδεν ὁ ποιητὴς τὸ ῥῆμα |
| book 8a.1 | καὶ „περόωσι“ (δ 709. ζ 272 al.) καὶ „περάα〈ν〉 μέγα λαῖτμα“ |
| book 8a.2 | (ε 174), δῆλον ὅτι καὶ „πειρῶν“. ὁ μέντοι Ἀρίσταρχος βαρύνων |
| book 8a.5.1 | ἀναγινώσκει, A ὡς „κείρων“ (cf. Φ 204. ω 459). AT φησὶ |
| book 8a.5.2 | γοῦν οὕτω γενόμενος ἐπὶ τοῦ „παννυχίη μέν ῥ’ ἥ γε καὶ ἠῶ πεῖρε |
| book 8a.5.3 | κέλευθον“ (β 434)· «τὸ „πεῖρε“ διδάσκει ἡμᾶς καὶ τὴν πείρων μετοχὴν |
| book 8a.5.4 | βαρύνειν· ὡς γὰρ ἔκειρε κείρων, οὕτως ἔπειρε πείρων· εἰ γὰρ περι‐ |
| book 8a.5.5 | εσπᾶτο, ἦν ἂν ὁ παρατατικὸς ἐπείρα.» ἔστιν οὖν διττὸν τὸ ῥῆμα, |
| book 8a.10.1 | καὶ τὸ μὲν σὺν τῷ ι βαρυνθήσεται, τὸ δὲ χωρὶς τοῦ ι περισπασθή‐ |
| book 8a.10.2 | σεται. A |
| book 8b.1 | πείρων: βαρυτόνως· φησὶ γοῦν „καὶ ἠῶ πεῖρε κέλευθον“ |
| book 8b.2 | (β 434). b(BCE3E4)T εἰ δὲ καὶ οὗτος ἀθετεῖται, ἄλλο φησίν, |
| book 8b.3 | „ἄλλα τ’ ἔπειρον“ (γ 33) T καὶ „περὶ δουρὶ πεπαρμένοσ“ (Φ |
| book 8b.4 | 577). καὶ ὡς σπείρω σπόρος, φθείρω φθόρος, οὕτω πείρω πόρος· |
| book 8b.5.1 | „πόρους ἁλὸς ἐξερεείνων“ (μ 259), b(BCE3E4)T „θαλάσσης |
| book 8b.5.2 | εὐρυπόροιο“ (Ο 381. δ 432 al.), „Ἀλφειοῖο πόρον“ (Β 592): T |
| book 8b.5.3 | καὶ „ἀκροπόρουσ“ (γ 463) τοὺς πείροντας τὰ κρέα τοῖς ἄκροις, |
| book 8b.5.4 | b(BE3E4)T καὶ „ὠκύπορος νηῦσ“ (cf. Α 421. Κ 308 al.) ἡ ταχέ‐ |
| book 8b.5.5 | ως πορευομένη, „ποντοπόροσ“ (μ 69. ν 95 al.) δὲ ἡ περῶσα. καὶ ὡς |
| book 8b.10.1 | κείρω „κορμόσ“ (cf. ψ 196), T πείρω πορμὸς καὶ „πορθμόσ“ |
| book 8b.10.2 | (cf. δ 671. ο 29). b(BE3E4)T |
| book 11a1.1 | πρηνής: οὐκ ἔχει πρόθεσιν ἡ λέξις· τί γάρ ἐστι τὸ „προ‐ |
| book 11a1.2 | πρηνέα τύψῃ“ (χ 98); T |
| book 11a2.1 | οὐκ ἔχει πρόθεσιν ἡ λέξις· τὸ γὰρ „προπρηνέα τύψῃ“ |
| book 11a2.2 | πλείονός ἐστιν ἐμφάσεως. b(BCE3E4) |
| book 11b | τοτέ: ἀντὶ τοῦ ἄλλοτε. b(BCE3E4)T |
| book 12a.1 | δινεύεσκ’ ἀλύων: περιήρχετο b(BCE3E4)T ἀλώμε‐ |
| book 12a.2 | νος τὴν ψυχήν, λυπούμενος, b(BCE3)T ἀστατῶν, ἀδημονῶν. |
| book 12a.3 | b(BCE3E4)T |
| book 12b.1 | δινεύεσκ’ ἀλύων: ψιλῶς τὸ ἀλύων. AT δῆλον κἀκ |
| book 12b.2 | τῆς συναλιφῆς. A |
| book 12-3.1 | οὐδέ μιν ἠώς / φαινομένη 〈λήθεσκεν〉: ἐμφαίνει ἀδη‐ |
| book 12-3.2 | μονεῖν αὐτὸν ἐπὶ τῷ μήκει τῆς νυκτός, ὡς καὶ ἡ Ἀνδρομέδα (Eur. |
| book 12-3.3 | fr. 114, 1)· „ὦ νὺξ ἱερά“. T |
| book 13 | ὑπεὶρ ἅλα: τὸν Ὠκεανόν φησιν. T |
| book 15a | 〈Ἕκτορα δ’ ἕλκεσθαι:〉 ὅτι περισσὸς ὁ δέ. Aim |
| book 15b.1 | Ἕκτορα δ’ ἕλκεσθαι: περισσὸς ὁ δέ b(BCE3)T |
| book 15b.2 | καὶ χωρίς τινος ἐμφάσεως κείμενος· b(BCE3) ὥστε καὶ ἐν τῷ |
| book 15b.3 | „τοίῃδ’ ἀμφὶ γυναικὶ“ (Γ 157) οὐ δεῖ προπερισπᾶν τὸ τοίῃδε. T |
| book 16.1 | τρὶς δ’ ἐρύσας 〈περὶ σῆμα: τρὶσ〉 ἀντὶ τοῦ πολλάκις. |
| book 16.2 | b(BCE3E4)T ἔστι δὲ ὡς τὸ „οἱ δὲ τρὶς περὶ νεκρόν“ (Ψ 13). |
| book 16.3 | περὶ ἀνατολὰς δὲ εἷλκεν αὐτόν· φησὶ γοῦν „ἕλκει ἀκηδέστως, ἠὼς |
| book 16.4 | ὅτε δῖα φανήῃ“ (Ω 417). T |
| book 17a.1 | αὖτις ἐνὶ κλισίῃ 〈παυέσκετο, τὸν δὲ δ’ ἔασκεν〉: |
| book 17a.2 | ὅτι παρεῖται ἡ ἀνά, καὶ ἔστιν ἀναπαυέσκετο. καὶ ὅτι ὁ δέ πάλιν |
| book 17a.3 | περισσός· οὐ γάρ ἐστι λέγειν ὅτι ἐδέσμευεν, ἀλλὰ χωρὶς ὁ δέ, εἶτα |
| book 17a.4 | ἔασκεν ἀντὶ τοῦ εἴα. A |
| book 17b1.1 | ἐνὶ κλισίῃ παυέσκετο: παυόμενος ἐν τῇ κλισίᾳ ἐγίνετο. |
| book 17b1.2 | ἢ ἀνεπαύετο καὶ ἔκειτο. T |
| book 17b2.1 | ἀπὸ τῆς ἑαυτοῦ σκηνῆς ἀρχόμενος αὐτὸν ἐρύειν, καὶ πολ‐ |
| book 17b2.2 | λάκις ἐρύων τελευταῖον πάλιν μέχρι τῆς σκηνῆς ἐπαύετο τοῦ ἕλκειν |
| book 17b2.3 | αὐτὸν γενόμενος. b(BCE3E4) |
| book 17c.1 | τόνδε δ’ ἔασκεν: ὁμοίως ἀναγνωστέον τὸ τόνδε τῷ |
| book 17c.2 | „τόνδε δ’ ἐγὼν ἐπιόντα“ (Ε 238) καὶ „τόνδε δ’ ἐγὼ κομιῶ“ (ο 545), |
| book 17c.3 | λέγω δὲ ὀξύνοντα τὴν πρώτην, ἵν’ ᾖ ἐπέκτασις ἡ διὰ τοῦ δέ. A |
| book 17d.1 | τόνδε δ’ ἔασκεν: ἕν ἐστι τὸ τόνδε, ὡς „τόνδε δ’ ἐγὼν |
| book 17d.2 | ἐπὶ νῆα δεδέξομαι“ (cf. Ε 238). τινὲς δὲ „δέασκεν“ ἀντὶ τοῦ ἐδέσμευεν. |
| book 17d | b(BCE3E4)T |
| book 18a | {ἐν} κόνι: ὡς „Θέτι“ (Σ 407). T |
| book 18b1.1 | προπρηνέα: ὅτι οὐδὲν πλέον τοῦ „πρηνέα“ (Ζ 307. |
| book 18b1.2 | Ψ 25), ὡς ὅταν λέγῃ „ἀταρτηρόν“ (cf. β 243) τὸν ἀτηρόν. A |
| book 18b2.1 | πλεονάζει ἡ πρό, ὡς „νῆάς τε προπάσασ“ (Β 493). b(BCE3) |
| book 18b2.2 | T |
| book 18-9a1.1 | τοῖο δ’ Ἀπόλλων 〈/ πᾶσαν ἀεικείην ἄπεχε |
| book 18-9a1.2 | χροΐ〉: καλῶς προτρέπει ἡμᾶς †περὶ† τὴν τὼν νεκρῶν ἐπιμέλειαν, |
| book 18-9a1.3 | εἴγε καὶ ὁ Φοῖβος τοῦτο ποιεῖ. T |
| book 18-9a2.1 | προτρέπει δὲ ἡμᾶς διὰ τούτου πρὸς ἔλεον καὶ ἐπιμέλειαν |
| book 18-9a2.2 | τῶν νεκρῶν. b(BCE3) |
| book 19 | χροΐ: ἀντὶ τοῦ χροός. b(BCE3)T |
| book 20-1a1.1 | καὶ τεθνειότα περ· 〈περὶ δ’ αἰγίδι—ἑλκυ‐ |
| book 20-1a1.2 | στάζων〉: ἀθετοῦνται· ἀρκεῖ γὰρ τὸ προειρῆσθαι „πᾶσαν ἀεικείην |
| book 20-1a1.3 | ἄπεχε χροΐ, φῶτ’ ἐλεαίρων“ (Ω 19), τὸ δὲ πῶς μηκέτ’ ἐπεκδιδάσκει〈ν〉, |
| book 20-1a1.4 | ὅτι ἀπεμφαῖνόν ἐστιν· ἀνίερον γὰρ καὶ ἀκάθαρτον τὴν τοῦ Διὸς |
| book 20-1a1.5.1 | αἰγίδα νεκροῦ περίβλημα γίνεσθαι. πῶς δὲ καὶ κατείλητο τῇ αἰγίδι |
| book 20-1a1.5.2 | ἑλκόμενος, ἵνα μὴ ἀποδρυφῇ; ἢ πῶς ἔλαβε τὴν αἰγίδα παρὰ Διός; |
| book 20-1a1.5.3 | οὐ γὰρ συγκατατέθειται τῇ ἀπολυτρώσει τοῦ νεκροῦ, ἀλλ’ ὕστερον |
| book 20-1a1.5.4 | (sc. Ω 74—6)· ὁ δὲ Ἀπόλλων οὐκ εἶχεν ἐξουσίαν τῆς αἰγίδος. εἰ δὲ |
| book 20-1a1.5.5 | ταῦτα ἐγέγραπτο, οὐκ ἂν ἄλλας αἰτίας εἰσέφερε τοῦ 〈μὴ〉 καταδρύ‐ |
| book 20-1a1.10.1 | πτεσθαι. λέγει μέντοι· „ῥοδόεντι 〈δὲ〉 χρῖεν ἐλαίῳ / ἀμβροσίῳ, ἵνα |
| book 20-1a1.10.2 | μή μιν ἀποδρύφοι ἑλκυστάζων“ (Ψ 186—7). καὶ περὶ τοῦ Ἀπόλλω‐ |
| book 20-1a1.1 | νος ὃν τρόπον „πᾶσαν ἀεικείην ἄπεχε χροΐ“ (Ω 19), λέγει· „τῷ |
| book 20-1a1.2 | δ’ ἐπὶ κυάνεον νέφος ἤγαγε Φοῖβος Ἀπόλλων“ (Ψ 188), ἵνα διαμένῃ |
| book 20-1a1.3 | ἔνικμος καὶ περινίζηται τὴν ἀπὸ τοῦ φόνου ἀκαθαρσίαν, ὥς φησιν |
| book 20-1a1.15.1 | ὁ Ἑρμῆς τῷ Πριάμῳ· „θηοῖό κεν αὐτὸς ἐπελθών, / οἷον ἐερσήεις |
| book 20-1a1.15.2 | κεῖται, περὶ δ’ αἷμα νένιπται“ (Ω 418—9). A |
| book 20-1a2.1 | ἀθετοῦνται οἱ δύο· νέφει γὰρ αὐτὸν σκέπει· „τῷ δ’ ἐπὶ |
| book 20-1a2.2 | κυάνεον νέφος ἤγαγε“. καὶ αἰγὶς οὐκ ἔστιν αὐτοῦ. b(BCE3E4) |
| book 20-1b1.1 | περὶ δ’ αἰγίδι πάντα κάλυπτε / χρυσείῃ: οὕτως |
| book 20-1b1.2 | „αἰγίδα χρυσείην“ αἱ Ἀριστάρχου· περὶ ὅλον αὐτὸν ἐκάλυπτε τὴν |
| book 20-1b1.3 | χρυσῆν αἰγίδα. καὶ μήποτε Ὁμηρικώτερον· „τοῖόν τοι ἐγὼ νέφος |
| book 20-1b1.4 | ἀμφικαλύψω / χρύσεον“ (Ξ 343). A |
| book 20-1b2.1 | {αἰγίδι χρυσείῃ:} „αἰγίδα χρυσείην“ κατ’ αἰτιατικήν· καὶ |
| book 20-1b2.2 | ἔστιν Ὁμηρικώτερον, ὡς τὸ „τοῖόν τοι ἐγὼ νέφος ἀμφικαλύψω“ |
| book 20-1b2.3 | καὶ „τόσσην οἱ ἄσιν καθύπερθε καλύψω“ (Φ 321). T |
| book 20 | 〈κάλυπτε:〉 ἐν ἄλλῳ „κάλυψε“. Aim |
| book 23 | τὸν δ’ ἐλεαίρεσκον: ἀπὸ τούτου ὀκτὼ (sc. Ω 23—30) |
| book 23.1 | ἀθετοῦσι καὶ τοὺς μὲν ἑπτὰ (sc. Ω 24—30) οὐκ ἀλόγως. ὁ δὲ πρῶτος |
| book 23.2 | ἐμοὶ δοκεῖ δεόντως κεχρῆσθαι ὥστε τὴν συναφὴν εἶναι· τὸν δ’ |
| book 23.3 | ἐλεαίρεσκον μάκαρες θεοὶ εἰσορόωντες / „ἀλλ’ ὅτε δή ῥ’ ἐκ |
| book 23.5.1 | τοῖο“ (Ω 23. 31): b(BCE3E4)T πιθανὸν γὰρ πάντων μὲν |
| book 23.5.2 | ἅπτεσθαι τὸν ἔλεον, ἄρξασθαι δὲ τῶν λόγων τὸν μᾶλλον κηδόμενον |
| book 23.5.3 | Ἕκτορος. οἱ ἑπτὰ οὖν δεόντως ἀθετοῦνται, ὡς καὶ Ἀρίσταρχός φησιν· |
| book 23.5.4 | τό τε γὰρ κλέπτειν (sc. Ω 24) διὰ τοῦ Ἑρμοῦ θεοῖς οὐ πρέπον, ἄλογόν |
| book 23.5.5 | τε τὸ εἰπόντα τὴν γνώμην τῶν θεῶν τὴν περὶ τῆς κλοπῆς ἐπάγειν |
| book 23.10.1 | τοὺς λόγους τοῦ Ἀπόλλωνος κοινῇ κατηγοροῦντος τῶν θεῶν. οἱ δὲ |
| book 23.10.2 | ἄντικρυς ἐλέγχονται οὐκ ὄντες Ὁμήρου· οὐκ ἔδει γὰρ θεοὺς τὸν |
| book 23.10.3 | αὐτὸν θυμὸν ἔχειν Ἀχιλλεῖ· b(BE3E4)T καὶ ὅτι Ποσειδῶν (cf. |
| book 23.10.4 | Ω 26) οὐ διὰ τὴν ἔριν Ἀχαιοῖς ἐπίκουρος. T καὶ τὸ νείκεσσεν |
| book 23.10.5 | (Ω 29) ἄκυρον ἐπὶ δικαστοῦ· ἐπὶ γὰρ τῶν δικαζομένων αὐτὸ τίθησιν, |
| book 23.15.1 | „ἄνδρες ἐνείκεον εἵνεκα ποινῆσ“ (Σ 498), b(BE3E4)T „κρίνων |
| book 23.15.2 | νείκεα πολλὰ δικαζομένων“ (μ 440). T οἱ δὲ νεώτεροι ἐπὶ τοῦ |
| book 23.15.3 | τὸ νεῖκος διαλύειν, ὡς Ἀντίμαχος (fr. 110 W.)· „μετὰ δ’ εὐνεικὲς |
| book 23.15.4 | κρῖνον“ ἀντὶ τοῦ εὐδιάκριτον. καὶ ἡ μέσαυλος (cf. Ω 29) σημαίνουσα |
| book 23.15.5 | τὴν ἐν ἀγροῖς οἴκησιν, Ὁμήρου παραδεδωκότος ἐν ἄστει τεθράφθαι |
| book 23.20 | τὸν Ἀλέξανδρον καὶ μουσικὴν πεπαιδεῦσθαι· „οὐκ ἄν τοι χραίσμῃ |
| book 23.1 | κίθαρις τά τε δῶρ’ Ἀφροδίτης, / ἥ τε κόμη τό τε εἶδοσ“ (Γ 54—5), |
| book 23.2 | ἅ ἐστιν οὐδαμῶς ἀγροίκῳ ἁρμόζοντα. ἥ τε μαχλοσύνη (cf. Ω 30) |
| book 23.3 | νεωτέρων ἐστίν· ἀμέλει οὐδ’ ἐπὶ τῶν θεραπαινῶν Πηνελόπης αὐτῇ |
| book 23.4 | κέχρηται, ἐπὶ ἀνδρῶν δὲ οὐ τίθεται ἡ λέξις. b(BE3E4)T ἀλλ’ |
| book 23.25.1 | οὐδὲ λαγνείαν αὐτῷ προσέβαλεν, ἀλλὰ καλλίστην γυναῖκα. T |
| book 23.25.2 | τήν τε ἔριν τοῦ κάλλους οὐκ οἶδεν ὁ ποιητής· εἰ γὰρ ᾔδει τὴν κρίσιν, |
| book 23.25.3 | οὐκ ἂν εἶπε Ζεὺς „τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες / τόσσα κακὰ |
| book 23.25.4 | ῥέζουσιν;“ (Δ 31—2), φανερᾶς οὔσης τῆς αἰτίας. ἀλλὰ καὶ ὁ Πρίαμος |
| book 23.25.5 | θεοῖς ἀναφέρει τὴν αἰτίαν τοῦ πολέμου, ἀλλ’ οὐ τῇ κρίσει· b(BE3E4) |
| book 23.30.1 | T „θεοί νύ μοι αἴτιοί εἰσιν“ (Γ 164). ἥ τε Ἑλένη οὔτε ἐν τῷ |
| book 23.30.2 | πρὸς Ἕκτορα λόγῳ (sc. Ζ 344—58) οὔτε ἐν τοῖς θρήνοις (sc. Ω |
| book 23.30.3 | 762—75) οὔτε ἐν τῇ πρὸς Πρίαμον διαλέξει (sc. Γ 172—242) τῆς |
| book 23.30.4 | κρίσεως ἐμνήσθη, τὸ πᾶν δὲ ἀναφέρει Ἀλεξάνδρῳ. T πῶς δ’ |
| book 23.30.5 | ἂν τὰς ναῦς „ἀρχεκάκουσ“ (Ε 63) εἶπε καὶ οὐ τὴν κρίσιν; b(BE3E4) |
| book 23.35.1 | T πῶς δὲ οὐκ ἄτοπον Ἀθηνᾶν, περὶ ἧς φησι „δεινὼ δέ οἱ ὄσσε |
| book 23.35.2 | φάανθεν“ (Α 200), ἐρίζειν Ἀφροδίτῃ, περὶ ἧς φησι „καὶ ὄμματα |
| book 23.35.3 | μαρμαίροντα“ (Γ 397), ὡς εἰ καὶ Ἡρακλῆς ἀγωνίζοιτο πρὸς Ἄδωνιν; |
| book 23.35.4 | οἶδέ τε ἡ Ἀθηνᾶ τὸ κάλλος μύρον αὐτῆς ὄν. πῶς τε Ἥρα ἤρισε |
| book 23.35.5 | μητρὸς ἔχουσα τάξιν; φησὶ γοῦν· „ἦ ῥά νύ μοί τι πίθοιο, φίλον |
| book 23.40.1 | τέκος;“ (Ξ 190)· οἶδέ τε ἡ Ἥρα τὰ πειθοῦς ὄργανα παρ’ αὐτῇ ὄντα, |
| book 23.40.2 | οἷς πάντας θεοὺς καὶ ἀνθρώπους δαμάζει (cf. Ξ 198—9). T |
| book 24.1 | 〈κλέψαι—〉ἀργεϊφόντην: κλέπτης γὰρ οὗτος καθ’ |
| book 24.2 | Ὅμηρον. T |
| book 24.1 | κλέψαι δ’ ὀτρύνεσκον: Ζεὺς ἐρασθεὶς Μαίας—τὰς |
| book 24.2 | Ἀπόλλωνος βοῦς. ἡ ἱστορία παρὰ Ἐρατοσθένει (fr. 1 H. = 1 [p. 59] |
| book 24.5 | Pow.) A |
| book 25-30 | ἔνθ’ ἄλλοις μὲν (25) ἕως τοῦ τὴν δ’ ᾔνης’, ἥ οἱ |
| book 25-30.1 | πόρε μαχλοσύνην (30): ἀθετοῦνται στίχοι ἕξ· γέλοιον γὰρ τὸ |
| book 25-30.2 | οὐδέ ποθ’ Ἥρῃ / οὐδὲ Ποσειδάωνι οὐδὲ γλαυκώπιδι κούρῃ |
| book 25-30.3 | (25—6)· τίνες μὲν γὰρ ἔτι ἐλείποντο τῶν τριῶν 〈τῶν〉 σεμνοτάτων |
| book 25-30.5.1 | μετὰ τὸν Δία {τῶν} μὴ συνευδοκούντων; τήν τε περὶ τοῦ κάλλους |
| book 25-30.5.2 | κρίσιν οὐκ οἶδεν· πολλαχῇ γὰρ ἂν ἐμνήσθη. καὶ τὸ νείκεσσε (29) |
| book 25-30.5.3 | οὐκ ἔστι κρῖναι, ἀλλ’ ἐπιπλῆξαι ἢ διαφέρεσθαι· „νεικείων Ἕλενόν τε |
| book 25-30.5.4 | Πάριν 〈τε〉“ (Ω 249) ἀντὶ τοῦ ἐπιπλήσσων· „δύο δ’ ἄνδρες ἐνείκεον |
| book 25-30.5.5 | εἵνεκα ποινῆσ“ (Σ 498), διεφέροντο. καὶ ἡ μαχλοσύνη (cf. 30) κοινῶς |
| book 25-30.10.1 | ἐστι γυναικομανία. δέδωκε δ’ αὐτῷ οὐ ταύτην, ἀλλὰ τὴν καλλίστην |
| book 25-30.10.2 | τῶν τότε Ἑλένην. Ἡσιόδειος δ’ ἐστὶν ἡ λέξις· ἐκεῖνος γὰρ πρῶτος |
| book 25-30 | ἐχρήσατο ἐπὶ τῶν Προίτου θυγατέρων (cf. fr. 132 M.—W.). A |
| book 27.1 | ἀλλ’ ἔχον, 〈ὥς σφιν πρῶτον ἀπήχθετο Ἴλιος ἱρή〉: |
| book 27.2 | διέκειντο· ἀλλ’ οὕτω, φησί, διέκειντο τῇ διαθέσει b(BCE3E4)T |
| book 27.3 | ὡς ἀπ’ αὐτῆς τῆς ἀρχῆς. b(BCE3E4) |
| book 28a | 〈ἕνεκ’ ἄτης:〉 ἐν ἄλλῳ „ἕνεκ’ ἀρχῆσ“. Aint |
| book 28b.1 | †εἵνεκ’ ἄτη†: οὕτως Ἀρίσταρχος· τὸ γὰρ „ἕνεκ’ ἄτησ“ |
| book 28b.2 | ἀπολογουμένου ἐστίν. T |
| book 30a.1 | ἥ οἱ πόρε μαχλοσύνην ἀλεγεινήν: παρ’ Ἀριστοφάνει |
| book 30a.2 | καί τισι τῶν πολιτικῶν „ἥ οἱ κεχαρισμένα δῶρ’ ὀνόμηνε“. καὶ τάχα |
| book 30a.3 | μᾶλλον οὕτως ἂν ἔχοι· ἀθετεῖ γὰρ Ἀρίσταρχος διὰ τὴν μαχλοσύνην |
| book 30a.4 | τὸν στίχον. A |
| book 30b.1 | μαχλοσύνην: τὰ πρὸς πορνείαν, τὴν κόμην καὶ τὸ εἶδος |
| book 30b.2 | (cf. Γ 55). b(BCE3E4)T |
| book 31.1 | ἐκ τοῖο 〈δυωδεκάτη γένετ’ ἠώσ〉: ἐξ οὗ ἀπέθανεν |
| book 31.2 | Ἕκτωρ· b(BCE3E4)T ἐν πρώτῃ γὰρ ἀπέθανεν, T εἶτα ὑλο‐ |
| book 31.3 | τόμησαν, τρίτη δὲ ἡ τοῦ ἀγῶνος, εἶτα μετὰ ταῦτα ἐννέα· φησὶ γοῦν |
| book 31.4 | „ἐννῆμαρ δὴ νεῖκος ἐν ἀθανάτοισιν ὄρωρεν“ (Ω 107): b(BCE3E4) |
| book 31.5.1 | T καὶ ὁ Ἑρμῆς φησι· „δυωδεκάτη δέ οἱ ἠώς / κειμένῳ“ (Ω |
| book 31.5.2 | 413—4): T ἐπίτηδες δὲ ἀνοχὰς παρέχουσι Τρωσὶ γνωσιμαχῆσαι. |
| book 31 | ἢ ὅτι πενθεῖ Πάτροκλον ὁ στρατηγός. b(BE3E4)T |
| book 33a.1 | σχέτλιοί ἐστε, θεοί, δηλήμονες: 〈σχέτλιοι〉 ἐπιβλα‐ |
| book 33a.2 | βῆ καὶ b(BCE3E4) δυσανάσχετα πράσσοντες. λείπει δὲ ὁ καί, ἵν’ |
| book 33a.3 | ᾖ ‘καὶ δηλήμονεσ‘, ὅ ἐστι φθαρτικοί. καὶ τοὺς μὲν Τρωϊκοὺς μέμφεται, |
| book 33a.4 | ὅτι μετὰ θάνατον ἀμελοῦσι τῶν φίλων, τοὺς δὲ ὅτι πέρα τοῦ δέοντος |
| book 33a.5 | θυμοῦνται. b(BCE3E4)T |
| book 33b | 〈οὐδέ ποθ’ ὗμιν:〉 γράφεται „οὔ νύ ποθ’ ὕμιν“. Aint |
| book 33c.1 | ὕμιν: ἐγκλιτικῶς τὴν ὕμιν ἀναγνωστέον· ἔστι γὰρ ἀπό‐ |
| book 33c.2 | λυτος. A |
| book 36-8.1 | ᾗ τ’ ἀλόχῳ〈— / ἐν πυρὶ κήαιεν〉: οἰκτίζεται |
| book 36-8.2 | μνησθεὶς γονέων καὶ γαμετῆς καὶ παίδων, εἰργομένων τῷ φιλτάτῳ |
| book 36-8.3 | τοῦ κοινοῦ μεταδοῦναι πυρός. b(BCE3E4)T |
| book 36 | 〈ᾗ τ’ ἀλόχῳ:〉 τῇ αὐτοῦ, οὐχ ἑαυτοῦ. Til |
| book 37 | λαοῖσί τε: ἀπὸ κοινοῦ τὸ οἷς (cf. Ω 36). T |
| book 38a1.1 | ἐν πυρὶ κήαιεν: ὅτι οὐ μόνον οἱ ἐπὶ ξένης τελευτῶντες |
| book 38a1.2 | ἐκαίοντο, ἀλλὰ καὶ οἱ ἐπὶ τῆς ἰδίας πατρίδος. A |
| book 38a2 | σημειωτέον δέ, ὅτι καὶ ἐπὶ τῆς πατρίδος ἐκάοντο. T |
| book 38b | κήαιεν: ἀπὸ τοῦ ἔκηα κήαιμι κήαιμεν, ὡς τύψαιμεν. T |
| book 38c1.1 | 〈κτερίσαιεν:〉 οὕτω διὰ τοῦ α ἡ παραλήγουσα, κτερί‐ |
| book 38c1.2 | σαιεν. A |
| book 38c2 | κτερίσειαν: „κτερίσαιεν“ διὰ τοῦ α ἡ παραλήγουσα. |
| book 38c2 | Ὁμηρικώτερον δὲ τὸ κτερίσειαν, ὡς „τίσειαν Δαναοί“ (Α 42). T |
| book 39a | ὀλοῷ: ὀλοθρευτικῷ, ἢ ὀλέθρου ἀξίῳ. b(BCE3E4)T |
| book 39b1.1 | βούλεσθ’ ἐπαρήγειν: βούλεσθε προσεῖναι, προστίθεσθαι· |
| book 39b1.2 | παρ’ Ἴωσιν. T |
| book 39b2.1 | βούλεσθε προσεῖναι καὶ b(BCE3) προστίθεσθαι καὶ |
| book 39b2.2 | τοῖς ἐκείνου εἴκειν θελήμασιν. b(BCE3E4) |
| book 40 | φρένες 〈...〉 ἐναίσιμοι: φρόνημα καθῆκον. T |
| book 41.1 | γναπτόν: εὐπειθές. πιθανῶς δὲ τῇ εὐσεβείᾳ Ἕκτορος ἀντέ‐ |
| book 41.2 | θηκε τὴν ὠμότητα Ἀχιλλέως. b(BCE3E4)T |
| book 42-3a1.1 | ὅς τ’ ἐπεὶ ἂρ μεγάλῃ τε βίῃ〈— / εἴξας εἶς’ |
| book 42-3a1.2 | ἐπὶ μῆλα〉: ὁ ἐπεί (42) σύνδεσμος περισσεύει· διόπερ οὐκ ἐπιζητη‐ |
| book 42-3a1.3 | τέον τὴν ὑπ’ αὐτοῦ εἰωθυῖαν ἀποτελεῖσθαι ὑποστιγμήν· ὁ γὰρ λόγος· |
| book 42-3a1.4 | ‘ὃς τῇ γε δυνάμει καὶ τῇ ἐπιθυμίᾳ εἴξας ἐπέρχεται θρέμμασιν‘. ἐπεὶ |
| book 42-3a1.5.1 | δὲ σπανίως ἔστιν εὑρεῖν τοῦτον τὸν σύνδεσμον περισσεύοντα, μήποτε |
| book 42-3a1.5.2 | διὰ τοῦ η ἐγέγραπτο „εἴξῃσ’“ (43), ἵνα ὑποστίζωμεν μετ’ αὐτό. |
| book 42-3a1.5.3 | καὶ ὁ λόγος· ‘ἐπειδὰν τῇ δυνάμει καὶ τῇ ἐπιθυμίᾳ κρατηθῇ, ἐπέρχεται |
| book 42-3a1.5.4 | θρέμμασιν‘. A |
| book 42-3a2.1 | {ἐπεὶ ἄρ:} ἢ περισσόν ἐστι τὸ ἐπεὶ ἄρ (42). ἢ ἀντὶ τοῦ |
| book 42-3a2.2 | εἴξας (43) γραπτέον „εἴξῃσιν“, ἵν’ ᾖ ‘ἐπὰν εἴξῃ, εἶσιν ἐπὶ μῆλα‘. T |
| book 43 | βροτῶν: περισσόν ἐστιν, εἰ μὴ λείπει τὸ τινός. b(BCE3)T |
| book 44.1 | οὐδέ οἱ αἰδώς: λείπει τὸ ἐστίν. | τὸ〈ν〉 δὲ ἑξῆς ἀθετητέον· |
| book 44.2 | ἁρμόζει γάρ τινι γνωμολογοῦντι. ἐρεῖ δὲ Ἀχιλλεὺς ὅτι νῦν ἐμὲ |
| book 44 | βλάπτει. T |
| book 45a.1 | γίνεται, ἥ τ’ ἄνδρας 〈μέγα σίνεται ἠδ’ ὀνίνησι〉: |
| book 45a.2 | ἀθετεῖται, ὅτι ἐκ τῶν Ἡσιόδου (sc. opp. 318) μετενήνεκται ὑπό |
| book 45a.3 | τινος νομίσαντος ἐλλείπειν τὸν λόγον· καὶ γὰρ τοῖς ὑποκειμένοις |
| book 45a.4 | ἐναντίον τι πεποίηκεν· εἰ γὰρ βλάπτει ἡ αἰδώς, εὔλογον, 〈εἰ〉 Ἀχιλ‐ |
| book 45a.5.1 | λεὺς ἀναιδέστατος βούλοιτο εἶναι. παρὰ μέντοι Ἡσιόδῳ γνωμικῶς· |
| book 45a.5.2 | ἐκεῖ γὰρ ὄντως λόγον ἔχει, τῆς αἰδοῦς ποτε μὲν ὠφέλειαν περιποι‐ |
| book 45a.5.3 | ούσης, ποτὲ δὲ βλάβην. δεῖ δὲ ἔξωθεν προσυπακοῦσαι (sc. in versu |
| book 45a.5.4 | Ω 44) τὸ ἐστίν, ἵν’ ᾖ ‘οὐδέ οἱ αἰδώς ἐστι‘. καὶ πλήρης ὁ λόγος. A |
| book 45b.1 | 〈ἥ τ’ ἄνδρας μέγα σίνεται〉 ἠδ’ ὀνίνησι: τινὲς ἐδάσυ‐ |
| book 45b.2 | ναν τὸ ἠδέ, ἵνα ἡ αἰδὼς διττὴ ὑπάρχῃ, ἡ μὲν βλάπτουσα, ἡ δὲ |
| book 45b.3 | ὠφελοῦσα. οὕτω δὲ καὶ Εὐριπίδης (sc. Hippol. 385—6) ἐξεδέξατο |
| book 45b.4 | εἰπὼν διττὰς εἶναι αἰδοῦς. δύναιτο δ’ ἂν ἡ αὐτὴ οὖσα πῇ μὲν ὠφέλιμος |
| book 45b.5 | εἶναι, πῇ δὲ βλαβερά. A |
| book 45c.1 | ἥ τ’ ἄνδρας μέγα σίνεται ἠδ’ ὀνίνησι: τινὲς ἐδάσυ‐ |
| book 45c.2 | ναν τὸ η, ἵνα εἶεν δύο αἰδοῖ, ὡς Εὐριπίδης (Hippol. 385)· „δισσαὶ |
| book 45c.3 | 〈δ’〉 εἰσίν“· οὔπω γὰρ αἰδὼς καὶ αἰσχύνη διεκέκριτο, ἀλλ’ ἐπὶ |
| book 45c.4 | διαφόροις πράγμασιν ἦν ἓν ὄνομα. πανταχοῦ δὲ τῶν ὑπομνημάτων |
| book 45c.5 | οὕτως εὗρον πλὴν Ἡρακλέωνος (fr. 16 B.). T |
| book 46 | μέλλει: 〈ὅτι〉 ἀντὶ τοῦ ἔοικεν. Aim b(BCE3E4)T |
| book 47a.1 | κασίγνητον ὁμογάστριον: ὅτι τοῦτο προσέθηκεν, ἐπεὶ |
| book 47a.2 | κασιγνήτους τοὺς ἀνεψιούς που λέγει (sc. Ο 545). πάλιν δὲ ὁμο‐ |
| book 47a.3 | γάστριος λέγει, καὶ οὐχ ὡς Ζηνόδοτος ἔγραφεν ἐκεῖ (sc. Φ 95)· |
| book 47a.4 | „μή με κτεῖν’, ἐπεὶ οὐκ ἰογάστριος Ἕκτοροσ“. A |
| book 47b1.1 | ὁμογάστριον: οὗτοι γὰρ ἐνδιάθετοι· „ἐπεὶ οὐχ ὁμογά‐ |
| book 47b1.2 | στριος Ἕκτορός εἰμι“ (Φ 95)· οὓς μὲν γὰρ ἴσασιν ὄντας ἀδελφούς, |
| book 47b1.3 | τοὺς δὲ ὁμοπατρίους οἴονται· καὶ Ἑλένη· „τώ μοι μία γείνατο μήτηρ“ |
| book 47b1.4 | (Γ 238). ὥστε οὐχ ὡς ὁ κασίγνητος, καὶ ὁμογάστριος. T |
| book 47b2.1 | οὗτοι γὰρ ἐνδιάθετοι ἀδελφοί· τοὺς δὲ ὁμοπατρίους οὐκ |
| book 47b2.2 | ᾤοντο τελείας συγγενείας εἶναι· „ἐπεὶ οὐχ ὁμογάστριος Ἕκτορός |
| book 47b2.3 | εἰμι“, b(BCE3E4) |
| book 49a1.1 | τλητὸν γὰρ Μοῖραι θυμὸν θέσαν ἀνθρώποισιν: |
| book 49a1.2 | καὶ Εὐριπίδης (Or. 3)· „ἧς οὐκ ἂν ἄραιτ’ ἄχθος ἀνθρώπου φύσισ“. |
| book 49a1.3 | τοῦτο δέ, ὅτι δεῖ τὰ συμβαίνοντα γενναίως φέρειν. T |
| book 49a2.1 | τοῦτο δείκνυσιν ὅτι δεῖ γενναίως τὰ συμβαίνοντα φέρειν |
| book 49a2.2 | ὡς μηδὲν τῆς ἀγανακτήσεως ὠφελούσης. b(BCE3E4) |
| book 50 | Ἕκτορα〈—〉ἦτορ ἀπηύρα: ἀντὶ τοῦ Ἕκτορος. T |
| book 52.1 | 〈οὐ μήν οἱ τό γε κάλλιον〉 οὐδέ τ’ ἄμεινον: λείπει |
| book 52.2 | ‘ἔσται‘. τὰ δὲ συγκριτικὰ ἀντὶ ἁπλῶν, ἢ τοῦ παύσασθαι. b(BCE3E4) |
| book 52.3 | T |
| book 53a.1 | μὴ ἀγαθῷ περ ἐόντι〈—ἡμεῖσ〉: ἀθετοῦσι· πῶς |
| book 53a.2 | γὰρ ὃν εἶπεν ὀλοόν (cf. Ω 39) νῦν ἀγαθόν φησιν; b(BCE3)T ἢ |
| book 53a | ἀντὶ τοῦ ἀνδρείῳ ἐστίν. b(BE3)T |
| book 53b.1 | 〈νεμεσσηθῶμεν:〉 Ἀρίσταρχος Aim „νεμεσσηθέωμεν“ |
| book 53b.2 | AimTil διὰ τοῦ θε. Aim |
| book 54a.1 | κωφὴν γὰρ δὴ γαῖαν: καλῶς τὸ ἀναίσθητον γῇ παρείκα‐ |
| book 54a.2 | σεν. ἢ ὅτι ἀπὸ γῆς τὸ σῶμα, ὡς καὶ Ἐμπεδοκλῆς (cf. Vors.6 31 B 76, |
| book 54a.3 | 3. 109, 1. 148 al.), b(BE3E4)T καὶ Ἡράκλειτος (Vors. 6 22 |
| book 54a.4 | B 96 = fr. 76 M.)· T „νέκυες κοπρίων ἐκβλητότεροι“. b(BE3E4) |
| book 54a.5 | T |
| book 54b.1 | ἄλλως· κωφὴν γὰρ δὴ γαῖαν: βαρὺ γὰρ καὶ γεῶδες τὸ |
| book 54b.2 | σῶμα. b(BE3E4)T |
| book 54c.1 | ἄλλως· κωφὴν γὰρ δὴ γαῖαν: ἀντὶ τοῦ ἀναίσθητον. |
| book 54c.2 | κέχρηται δὲ τῷ ἰδικῷ ἀντὶ τοῦ γενικοῦ. κωφὸν δὲ καὶ τὸ μὴ προϊέ‐ |
| book 54c.3 | μενον φωνήν· „κωφὸν γὰρ βέλοσ“ (Λ 390) καὶ „κύματι κωφῷ“ (Ξ 16). |
| book 54c.4 | b(BCE3E4)T |
| book 54d | 〈μενεαίνων:〉 ὅτι ἀντὶ τοῦ θυμούμενος. Aint |
| book 55.1 | χολωσαμένη: ἐπὶ τῇ κατηγορίᾳ Ἀχιλλέως ὤργισται. τὴν |
| book 55.2 | δὲ ἀπολογίαν πρὸς ἕτερα πεποίηται· b(BCE3E4)T οὐ γὰρ ὅτι |
| book 55.3 | οὐχ ἁμαρτάνει ἀπολογεῖται, ἀλλ’ ὥσπερ λαβὴν εἴληφε τὸ ὑπὸ τοῦ |
| book 55.4 | Ἀπόλλωνος εἰρημένον· „ἀλλ’ ὀλοῷ Ἀχιλῆϊ, θεοί, βούλεσθ’ ἐπαρή‐ |
| book 55.5 | γειν“ (Ω 39), καί φησιν ὅτι δεόντως οὗτος τιμᾶται διὰ τὴν ἀρετήν |
| book 55 | (cf. Ω 59). b(BE3E4)T |
| book 56.1 | εἴη κεν καὶ τοῦτο τεὸν ἔπος: πρέπον σεαυτῷ εἴρηκας· |
| book 56.2 | b(BCE3E4)T ἓν εἴη καὶ τοῦτο τῶν σῶν φλυαρημάτων. b(BE3 |
| book 56.3 | E4)T |
| book 57.1 | θήσετε: ἀντὶ τοῦ θήσεις σὺ καὶ μόνος καὶ πρῶτος· οὐ γὰρ |
| book 57.2 | ἄλλος τις. b(BCE3E4)T |
| book 58a.1 | Ἕκτωρ μὲν θνητός τε 〈γυναῖκά τε θήσατο μαζόν〉: |
| book 58a.2 | τοῦτο ἔνιοι τῶν κριτικῶν κατὰ συνωνυμίαν μεταλαμβάνουσιν λέγον‐ |
| book 58a.3 | τες ταὐτὸν εἶναι γυναῖκα καὶ ἄνθρωπον καὶ θνητόν, ὡς γίνεσθαι τοι‐ |
| book 58a.4 | οῦτον· ‘Ἕκτωρ μὲν θνητός, θνητόν τε θήσατο μαζόν‘. ἄλλοι δὲ |
| book 58a.5.1 | παρειλῆφθαι τὸ γυναῖκα ἀντὶ τοῦ κτητικοῦ γυναικεῖον· τοὺς δὲ |
| book 58a.5.2 | Ἀττικοὺς καὶ Δωριέας τοῖς κυριωτέροις χρῆσθαι ἀντὶ κτητικῶν, |
| book 58a.5.3 | „Ἕλληνα στρατόν“ (Pind. N. 10, 25) ἀντὶ 〈τοῦ〉 Ἑλληνικόν, καὶ |
| book 58a.5.4 | „ἄνθρωπον ἦθοσ“ (T.G.F. ad. 451 N.2) ἀντὶ τοῦ ἀνθρώπινον, καὶ |
| book 58a.5.5 | Ἑλλάδα διάλεκτον. A |
| book 58b.1 | Ἕκτωρ μὲν θνητός: οὐδὲν πρὸς τὸ θνητός ἀντιδιέστει‐ |
| book 58b.2 | λεν. T |
| book 58c.1 | γυναῖκά τε θήσατο μαζόν: ἡ διπλῆ, ὅτι ἀντὶ τοῦ |
| book 58c.2 | γυναικὸς μαζόν. Ὁμηρικὸν δὲ τὸ ἔθος· „ὣς τὴν μὲν πρύμνην 〈πῦρ〉 |
| book 58c.3 | ἄμφεπε“ (Π 124). A |
| book 58d | γυναῖκά τε θήσατο μαζόν: ἀντὶ τοῦ γυναικός, ὡς τὸ |
| book 58d.1 | „ὁ δ’ ἐρινεὸν 〈... /〉 τάμνε νέους ὄρπηκασ“ (Φ 37—8). ἢ γυναικεῖον. |
| book 58d.2 | b(BCE3)T ἢ παρέλκει τὸ μαζόν. b(BE3)T ἢ λείπει εἰς τὸ |
| book 58d.3 | μαζόν ἡ κατά. b(BE3) τοὺς δὲ τοιούτους σολοικισμοὺς †ἐπι‐ |
| book 58d.5.1 | κυμισμοὺς† οἱ Στωϊκοὶ (fr. deest St. V. Fr.) καλοῦσι διὰ τὴν ἀνισοση‐ |
| book 58d.5.2 | μίαν. οὕτω δὲ ἔλεγον· ‘ὁ παῖς θηλάζει‘. T |
| book 59.1 | θεᾶς γόνος: ἀντὶ τοῦ γόνος τινὲς γράφουσι „πάϊσ“· ὡς |
| book 59.2 | γὰρ ἐπὶ προγόνων ἐστὶ τὸ γόνος. T |
| book 60a1 | ἀτίτηλα: ἐξ ἀταλῆς ἐπεμελησάμην. T |
| book 60a2.1 | ἔτι ἀταλὴν ἤτοι νέαν καὶ ἁπαλὴν οὖσαν ἀνεθρεψάμην. |
| book 60a2.2 | b(BCE3E4) |
| book 60-1.1 | καὶ ἀνδρὶ πόρον—ἀθανάτοισι: εἵμαρτο γὰρ |
| book 60-1.2 | θνητῷ αὐτὴν γαμηθῆναι. ἐγὼ δὲ τῷ ἰσοθέῳ δέδωκα. T |
| book 62a1.1 | ἀντιάασθε 〈...〉 γάμου: μετελαμβάνετε. ἐγένετο δὲ ἐν |
| book 62a1.2 | τῷ ἄντρῳ τοῦ Χείρωνος. T |
| book 62a2 | εὐμοιρεῖτε καὶ μετελαγχάνετε. b(BCE3) |
| book 62-3.1 | ἐν δὲ σὺ τοῖσι / δαίνυ’ 〈ἔχων φόρμιγγα〉: ὅ ἐστι |
| book 62-3.2 | ‘τί νῦν ἀτιμάζεις, ἃ ἐτίμας πρώην;‘ T |
| book 63a.1 | ἔχων φόρμιγγα: οἰωνίζονται τὸν Ἀπόλλωνα δαιτὶ σχο‐ |
| book 63a.2 | λάζειν καὶ μὴ λοιμοῖς· διὸ κιθάραν αὐτῷ νέμουσιν, „ἣν ἄρα δαιτὶ |
| book 63a.3 | θεοὶ ποίησαν ἑταίρην“ (ρ 271). T |
| book 63b.1 | κακῶν ἕταρε: Ἀλεξάνδρου καὶ Ἕκτορος. Ἡσίοδος (opp. |
| book 63b.2 | 716)· „μηδὲ κακῶν ἕταρον“. T |
| book 63c.1 | αἰὲν ἄπιστε: ὡς ὑποσχομένου βοηθήσειν Ἀχαιοῖς· „ἐπ‐ |
| book 63c.2 | έγναμψεν γὰρ ἅπαντας / Ἥρη λισσομένη“ (Β 31—2). b(BCE3E4)T |
| book 64a.1 | τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς: |
| book 64a.2 | πιθανῶς ὁ Ζεὺς διαδέχεται τὴν δικαιολογίαν, τοῦ παιδὸς οὐ θελήσαν‐ |
| book 64a.3 | τος ἐπὶ τοῦ πατρὸς ἐρίζειν αὐτοῦ τῇ γυναικί. b(BCE3E4)T |
| book 64b | 〈τὴν δ’ ἀπαμειβόμενος:〉 τινὲς „τὴν δὲ μέγ’ ὀχθήσασ“, |
| book 64b | ὡς δυσχεραίνων ἐπὶ τῇ ἀποκρίσει. Til |
| book 65.1 | ἀποσκύδμαινε: ὡς ἐρίζω ἐριδμαίνω, σκύζω σκυδμαίνω. b |
| book 65.2 | (BCE3E4)T ἢ ἀπὸ τῶν ὀργιζομένων λεαινῶν ἐπὶ τῇ ἀφαιρέσει |
| book 65.3 | τῶν σκύμνων. ἢ ἀπὸ τῆς περὶ τὸ πρόσωπον ἐν τῷ ὀργίζεσθαι συστο‐ |
| book 65.4 | λῆς τοῦ δέρματος, b(BE3E4)T ὃ σκῦτος καλεῖται. τινὲς δὲ οὐκ |
| book 65.5 | εὖ παρὰ τὸ ἐπισκύνιον. T |
| book 66.1 | οὐ μὲν γὰρ τιμή γε μί’ ἔσσεται: οὐχ ἕνα μόνον τιμήσο‐ |
| book 66.2 | μεν. b(BCE3E4)T ἢ οὐχ ὁμοία ἐπὶ πάντων ἔσται τιμή. b(BE3 |
| book 66.3 | E4)T |
| book 67 | οἳ ἐν Ἰλίῳ εἰσίν: ἀντὶ τοῦ τῶν ἐν Ἰλίῳ ὄντων. T |
| book 68a.1 | ὡς γὰρ ἔμοιγε: λείπει τὸ δοκεῖν. b(BCE3)T ἢ ὡς |
| book 68a.2 | ἐμοί, καὶ τοῖς ἄλλοις ἦν φίλος (cf. Ω 67). b(BCE3E4)T |
| book 68b | 〈ὡς γὰρ ἔμοιγε:〉 ὅσον ἐπὶ τῇ ἐμῇ κρίσει. Aint |
| book 68c.1 | ἐπεὶ οὔ τι φίλων ἡμάρτανε δώρων: ἐπεὶ οὐχ ἡμάρτα‐ |
| book 68c.2 | νεν ὁ Ἕκτωρ τοῦ ἐμοὶ τὰ προσηνῆ ποιεῖν. T |
| book 69a1.1 | {δαιτὸς} ἐΐσης: καὶ αὐτοῖς γὰρ ἀπέτεμνον μοῖραν, „τὴν |
| book 69a1.2 | 〈μὲν ἴαν〉 Νύμφῃσι“ (ξ 435), καὶ ἀπήρχοντο δὲ αὐτοῖς ἐξ ὅλων τῶν |
| book 69a1.3 | μελῶν. ἢ τῆς ἀγαθῆς, ὡς „καί σφιν δαῖτ’ ἀγαθήν“ (Ψ 810). T |
| book 69a2.1 | τῆς ὀφειλούσης καὶ δεούσης· καὶ αὐτοῖς γὰρ μοίρας ἀπ‐ |
| book 69a2.2 | ένεμον καὶ ἀπήρχοντο ἐξ ὅλων τῶν μελῶν, †τοῦτο δὲ πλέον. b(BCE3 |
| book 69a2.3 | E4) |
| book 71-3 | ἀλλ’ ἤτοι κλέψαι μὲν 〈ἐάσομεν—καὶ ἦμαρ〉: |
| book 71-3.1 | ἀθετοῦνται στίχοι τρεῖς, ὅτι ψεῦδος περιέχουσιν· οὐ γὰρ διὰ παντὸς |
| book 71-3.2 | συνδιατρίβει αὐτῷ ἡ Θέτις. | τὸ δὲ ἐάσομεν (71) νῦν ἀντὶ τοῦ παρῶ‐ |
| book 71-3.3 | μεν, οἶον μηδὲ λέγωμεν· ὅπερ ἀγνοήσαντες οἱ περὶ Ἀντίμαχον (fr. |
| book 71-3.5.1 | 140) ἐποίησαν· „κλέψαι μὲν ἀμήχανον“. γράφεται δὲ A κατ’ |
| book 71-3.5.2 | ἔνια „εὖ γάρ οἱ αἰεί“ (72). ATil | διὰ μέσου δὲ τὸ οὐδέ πῃ ἔστι (71)· |
| book 71-3.5.3 | τὸ δὲ ἑξῆς· ἀλλ’ ἤτοι κλέψαι μὲν ἐάσομεν (71) | λάθρῃ Ἀχιλ‐ |
| book 71-3.5.4 | λῆος (72). A |
| book 71.1 | κλέψαι μὲν ἐάσομεν: τὴν περὶ τὴν κλοπὴν γνῶσιν ἐάσο‐ |
| book 71.2 | μεν. b(BCE3E4)T |
| book 72 | θρασὺν Ἕκτορα: ἄμεινον δὲ γράφειν ‘νέκυν Ἕκτοροσ‘. T |
| book 72-3.1 | η γάρ οἱ αἰεί 〈/ μήτηρ παρμέμβλωκεν〉: οὐκ ἀναγ‐ |
| book 72-3.2 | καῖον τὸ η ἄρθρον ἐκδέχεσθαι καὶ δασύνειν· ἔθος γὰρ αὐτῷ ἔσθ’ ὅτε |
| book 72-3.3 | παραλείπειν τὰ ἄρθρα· „ἀλλὰ φίλη μήτηρ“ (Φ 276), „μήτηρ μέν τέ |
| book 72-3.4 | μέ φησι“ (α 215). σύνδεσμος οὖν ἐστι βεβαιωτικός· διὸ περισπαστέον. |
| book 72-3.5 | A |
| book 73a.1 | μήτηρ παρμέμβλωκεν: ψευδές. ἴσως οὖν φησιν ‘ὡς μήτηρ |
| book 73a.2 | συμπάρεστιν αὐτῷ τῷ νεκρῷ Ἀχιλλεύσ‘. b(BCE3)T ἢ ὑπερ‐ |
| book 73a | βολικῶς τοῦτο εἶπεν ἀπὸ τοῦ συνεχῶς αὐτὴν ἐκεῖσε φοιτᾶν. T |
| book 73b | νύκτας τε καὶ ἦμαρ: σολοικοφανές· ἔδει γὰρ ἤματα. T |
| book 74-7 | ἀλλ’ εἴ τις καλέσειε〈—ὦρτο δὲ Ἶρις: ἀλλ’ εἴ |
| book 74-7 | τις〉 ἀλλ’ εἴθε τις. | ὥσπερ δὲ εἰπόντος „ἀλλ’ ἄγε δή τινα μάντιν |
| book 74-7.1 | ἐρείομεν“ (Α 62) ἀνέστη Κάλχας, οὕτω καὶ νῦν ἡ Ἶρις. b(BCE3E4) |
| book 74-7.2 | T |
| book 74a.1 | ἀλλ’ εἴ τις καλέσειε 〈θεῶν Θέτιν〉: ὅτι ἐξ ὀνόματος |
| book 74a.2 | μὴ καλέσαντος τοῦ Διὸς ἡ πρὸς τοῦτο τεταγμένη Ἶρις ὑπακούει |
| book 74a.3 | (cf. Ω 77), ὥσπερ καὶ ὅταν ὁ Ἀχιλλεὺς λέγῃ κοινότερον „ἀλλ’ ἄγε |
| book 74a.4 | δή τινα μάντιν“ (Α 62), εὐλόγως οὖν πάλιν ἐρεῖ 〈ὁ Κάλχασ〉· „ὦ |
| book 74a.5 | Ἀχιλεῦ, κέλεαί με“ (Α 74). A |
| book 74b | 〈εἴ:〉 τὸ εἴ ἀντὶ τοῦ εἴθε· διὸ οὐδὲ ὑποστικτέον. Aint |
| book 74c.1 | καλέσειε θεῶν Θέτιν: τινὲς τὸ θεων ἐπὶ τοῦ τρέχων |
| book 74c.2 | ἐξεδέξαντο, μετοχὴν παραλαμβάνοντες, καὶ ἐβάρυναν. ἀπίθανον δέ· |
| book 74c.3 | διὸ περισπαστέον· γενικὴ γάρ ἐστι πληθυντικὴ ὀνόματος τοῦ θεός. A |
| book 74d | καλέσειε ΘΕΩΝ: τὸ ΘΕΩΝ ὄνομά ἐστιν ἢ μετοχή. T |
| book 74e.1 | 〈Θέτιν:〉 τὴν Θέτιν ἀποστέλλει πρὸς Ἀχιλλέα διὰ τὸ |
| book 74e.2 | τῆς συμβουλῆς εὐπαράδεκτον· ἤκουε γὰρ αὐτῆς ὡς πάντα προειδυίης. |
| book 74e.3 | b(BCE3E4) |
| book 75 | ὄφρα τί οἱ εἴπω 〈πυκινὸν ἔποσ〉: ἅμα ἵνα καὶ νουθετήσῃ |
| book 75 | αὐτὸν ἡ μήτηρ. T |
| book 77a | ὣς ἔφατ’, ὦρτο δὲ Ἶρις: ὅτι πρὸς τὸ προκείμενον, | |
| book 77a | διὰ τὴν ὁμοιότητα τοῦ μαρτυρίου. A |
| book 77b.1 | ἀελλόπος: Εὐφορίων (fr. 113 Pow.)· „ἀελλόποδος †αἰ‐ |
| book 77b.2 | θαρύταο“. T |
| book 78a | 〈Σάμου:〉 ὅτι τὴν Σαμοθρᾴκην οὕτως εἶπεν. Aint |
| book 78b.1 | Σάμοιο: τῆς νῦν Σαμοθρᾴκης. σάμους δὲ τοὺς λόφους ἔλε‐ |
| book 78b.2 | γον. b(BCE3E4)T ἐκαλεῖτο δὲ Λευκωνία, εἶτα ὑπὸ Σαμίων οἰκι‐ |
| book 78b.3 | σθεῖσα, ὧν τὰ σκάφη αἰχμάλωτοι Θρῇσσαι †κατέλυσαν†, Σαμο‐ |
| book 78b.4 | θρᾴκη ὠνόμασται. b(BE3E4)T |
| book 79a.1 | μείλανι πόντῳ: ἀντὶ τοῦ Μέλανι κόλπῳ, ὃς ἀπὸ Μέλανος |
| book 79a.2 | ποταμοῦ καταφερομένου εἰς αὐτὸν ὠνόμασται. οἱ δὲ ἀπὸ τοῦ Φριξίδου |
| book 79a.3 | Μέλανος ἐκεῖ ναυαγήσαντος. ἢ ὅτι ἐκ μελαγγείων ὁ ποταμὸς κατιὼν |
| book 79a.4 | μελαίνει αὐτόν. ἐκεῖ δέ ἐστι καὶ ἡ Σαρπηδονία ἄκρα. τάχα δὲ τοῦτο |
| book 79a.5 | τοῦ ὕδατός ἐστιν ἐπίθετον, ὡς „μέλαν δέ ἑ κῦμα“ (ε 353). νῦν δὲ |
| book 79a | Καρδιανὸς ὁ κόλπος ὀνομάζεται. T |
| book 79b.1 | ἐπεστενάχησεν: ἀεὶ βαρυτόνως φησὶ „στενάχων“ (Α |
| book 79b.2 | 364. Δ 153 al.). T |
| book 80a.1 | ἡ δὲ μολυβδαίνῃ ἰκέλη: τῷ †μολίβδῳ, ὃ† πρὸς τῇ ὁρμιᾷ |
| book 80a.2 | καὶ τῷ ἀγκίστρῳ ἐστὶ πρὸς τὸ θᾶττον καθικνεῖσθαι τοῦ βυθοῦ. b(BC |
| book 80a.3 | E3E4)T οἱ δὲ τὴν βολίδα. ἢ „μόλιβον“ δέ φησιν (sc. Λ 237) ἢ |
| book 80a.4 | μόλυβδον. T |
| book 80b.1 | {ἐς} βυσσόν {ὄρουσεν}: ἐπεκράτησεν τὸ ὀξύνεσθαι τῷ τὰ |
| book 80b.2 | εἰς ος λήγοντα ὀνόματα δισύλλαβα, ἀρχόμενα ἀπὸ συμφώνου ἢ |
| book 80b.3 | συμφώνων, δεδιπλασιασμένον ἔχοντα τὸ ς, ὀξύνεσθαι θέλειν, κισσός, |
| book 80b.4 | „πεσσόσ“ (cf. α 107). ἀντιπίπτει „μέσσοσ“ (cf. Γ 78. Ζ 224 al.). A |
| book 81a.1 | βοὸς κέρας: ὅτι οὐ λέγει βοὸς κέρας βοὸς τρίχα, διὰ τὸ |
| book 81a.2 | τριχίνην εἶναι τὴν ὁρμιάν· λιναῖς γὰρ ἐχρῶντο· „ἐκ πόντοιο θύραζε |
| book 81a.3 | λίνῳ ἐνὶ ἤνοπι χαλκῷ“ (Π 408). οἱ δὲ νῦν οὐδὲ βοείαις χρῶνται, ἀλλ’ |
| book 81a.4 | ἱππείαις. λέγοι ἂν οὖν βοὸς κέρας κυρίως· κατεσκεύαζον γὰρ |
| book 81a.5 | σύριγγα ἐκ κέρατος βοείου, ἣν περιετίθεσαν τῇ ὁρμιᾷ ὑπὲρ τὸ ἄγκι‐ |
| book 81a | στρον, ὅπως μὴ οἱ ἰχθῦς ἀποτρώγωσι τὸν λίνον. A |
| book 81b.1 | βοὸς κέρας: ὃ προσάπτουσι τῇ ὁρμιᾷ πρὸς τὸ μὴ ἐσθί‐ |
| book 81b.2 | εσθαι καὶ ὁμόχροον εἶναι τῇ θαλάσσῃ· b(BCE3)T οὐ γὰρ τὴν |
| book 81b.3 | τρίχα, ἐπεί φησι „λίνῳ καὶ ἤνοπι χαλκῷ“ (Π 408). οἱ δὲ τὸ κέρσιμον, |
| book 81b.4 | ὃ πρὸς τοῖς ἄκροις τῶν καλάμων ἅπτουσι πρὸς τὸ 〈μὴ〉 κατάγνυσθαι τῷ |
| book 81b.5.1 | βάρει τῶν ἰχθύων. T οἱ δὲ νεώτεροι κέρας τὴν συμπλοκὴν τῶν |
| book 81b.5.2 | τριχῶν b(BE3E4)T ὁμοίαν κέρατι· „τὸν κεροπλάστην ἄειδε |
| book 81b.5.3 | Γλαῦκον“ Ἀρχίλοχος (fr. 117 W. = 95 T.). T |
| book 81c | 〈ἐμβεβαυῖα:〉 ἐν ἄλλῳ „ἐμμεμαυῖα“. Aim |
| book 82a.1 | ὠμηστῇσιν ἐπ’ ἰχθύσι: τοῖς ὠμοῖς ἐσθιομένοις· νῦν γὰρ |
| book 82a.2 | περὶ τῶν μικρῶν ὁ λόγος ἐστίν. T |
| book 82b.1 | ὠμηστῇσιν: ὡς „ὀρχηστῇσιν“ (cf. Ω 261). προείρηται |
| book 82b.2 | δὲ (sc. ad Λ 454 a). A |
| book 82c.1 | {ὠμηστῆισιν} ἐπ’ ἰχθύσι κῆρα φέρουσα: ἔνιαι τῶν |
| book 82c.2 | κατὰ πόλεις „ἐπ’ ἰχθύσι πῆμα φέρουσα“. ἄτοπον γὰρ ἐπ’ ἰχθύων |
| book 82c.3 | κῆρα λέγειν. A |
| book 83 | 〈ἀμφὶ δ’ ἄρ’ ἄλλαι:〉 γράφεται „ἀμφὶ δέ τ’ 〈ἄλλαι〉“. Aim |
| book 84.1 | εἵατο: Ἀριστοφάνης τὸ εἵατο A δασέως, Ἀρίσταρχος |
| book 84.2 | δὲ ψιλοῖ. AT προείπομεν δὲ (sc. ad Ο 10a) περὶ τῆς λέξεως. A |
| book 85a.1 | κλαῖε μόρον 〈οὗ παιδόσ〉: ἐπειδὴ μέλλει καταστρέφειν |
| book 85a.2 | τὸν λόγον εἰς τὰς Ἕκτορος ταφάς (sc. Ω 804), προλαβεῖν τι ἐπιχειρεῖ |
| book 85a.3 | τῶν ἑξῆς b(BCE3E4)T καὶ τὸ κέντρον ἐγκαταλιπεῖν, ὡς ὁ κω‐ |
| book 85a | μικός φησι (sc. Eupol. fr. 94,7 [I p. 281] K. = 102,7 [V p. 354] K.—A.), τοῖς ἀκροωμένοις ὥστε |
| book 85a.5.1 | ποθῆσαί τι καὶ περὶ τῆς Ἀχιλλέως ἀναιρέσεως ἀκοῦσαι καὶ ἐννοεῖν |
| book 85a.5.2 | παρ’ ἑαυτοῖς, οἷος ἂν ἐγένετο ὁ ποιητὴς διατιθέμενος ταῦτα. καὶ ἔστι |
| book 85a.5.3 | περιπαθὲς τὸ κλαίειν τὸν ζῶντα. b(BE3E4)T |
| book 85b.1 | 〈ὅς οἱ ἔμελλε:〉 ἐν τῇ κατὰ Ῥιανὸν (fr. 19 M.) „ὃς τάχ’ |
| book 85b.2 | ἔμελλεν“. Aim T |
| book 85c1.1 | 〈ὅς οἱ〉 ἔμελλε: ἐῴκει, ἀντὶ τοῦ ‘ὃς τῷ υἱῷ ἥρμοστο‘. |
| book 85c1.2 | περισσὸς οὖν ὁ ἑξῆς. T |
| book 85c2 | ἀντὶ τοῦ ἐμοιρήθη, ἢ ἀντὶ τοῦ ἐῴκει. b(BCE3E4) |
| book 86.1 | φθίσεσθ’ ἐν Τροίῃ〈—πάτρησ〉: ἀθετεῖται, ὅτι |
| book 86.2 | περισσός ἐστι· τὸ γὰρ „οἷ“ (Ω 85) ἐστὶν αὐτῷ καὶ τὸ „ἔμελλεν“ |
| book 86.3 | (Ω 85) ἀντὶ τοῦ ἐῴκει Ὁμήρῳ. οὐχὶ ‘τῇ Θέτιδι ἔμελλεν ἐν Τροίᾳ |
| book 86.4 | φθίσεσθαι‘ (cf. Ω 85—6). A |
| book 88.1 | ἄφθιτα: ἀναλλοίωτα καὶ b(BCE3E4) ἀμετάβλητα. b |
| book 88.2 | (BCE3E4)T |
| book 90-1.1 | τίπτε με κεῖνος 〈ἄνωγε μέγας θεός; αἰδέομαι δέ / |
| book 90-1.2 | μίσγεσθ’ ἀθανάτοισιν〉: τὸ ἑξῆς ‘τίπτε με ἄνωγεν μίσγεσθαι |
| book 90-1.3 | ἀθανάτοισιν‘. ἢ λείπει τὸ ἐλθεῖν b(BCE3E4)T μετὰ τὸ θεός (90). |
| book 90-1.4 | b(BCE3E4) |
| book 91a.1 | ἔχω δ’ 〈ἄχε’ ἄκριτα θυμῷ〉: ὁ δέ ἀντὶ τοῦ γάρ. b |
| book 91a.2 | (BCE3)T |
| book 91b | ἄκριτα: ἀναρίθμητα. b(BE3E4)T |
| book 92 | οὐδ’ ἅλιον ἔπος ἔσσεται, 〈ὅττι κεν εἴπῃ〉: οὐ μαται‐ |
| book 92 | ώσω τὴν κέλευσιν αὐτοῦ. b(BCE3E4)T |
| book 94a.1 | 〈κυάνεον, τοῦ δ’ οὔ τι μελάντερον ἔπλετο〉 ἔσθος: |
| book 94a.2 | παρὰ τὸ ἕω τὸ ἐνδύομαι· παρὰ τοῦτο δὲ ἡ ἐσθής. οἰκεῖον δὲ θαλασσίᾳ |
| book 94a.3 | καὶ πενθούσῃ θεῷ τὸ μέλαν. b(BCE3E4)T |
| book 94b.1 | {τοῦδ’ οὔτι μελάντερον ἔπλετο} ἔσθος: ψιλῶς τὸ ἔσθος |
| book 94b.2 | καὶ „ἐσθήσ“ (β 339), οὐ μόνον διὰ τὴν συναλιφήν, ἀλλὰ καὶ καθ’ ὃν |
| book 94b.3 | λόγον ἡμεῖς προείπομεν (non exstat) ἀνασκευάσαντες τοὺς ὑπὸ τῶν |
| book 94b.4 | πρὸ ἐμοῦ εἰρημένους· τὰ γὰρ φωνήεντα ψιλοῦσθαι θέλει ἐπιφερομένου |
| book 94b.5.1 | τοῦ ς μετὰ ἑνὸς δασέος, ὀσφῦς ὀσφραίνεσθαι, „ἀσφοδελόσ“ (cf. λ 539. |
| book 94b.5.2 | 573 al.), „ἀσφάραγοσ“ (cf. Χ 328), „ἀσχάλλω“ (cf. β 193), ὄσχεος, |
| book 94b.5.3 | „ἴσχω“ (cf. Ε 90. 812 al.), ἰσχύς, ἀσθενής, „ἐσθλόσ“ (Β 366. Ζ 444 |
| book 94b.5.4 | al.), „ἆσθμα“ (Ο 241), „ἔσθω“ (cf. Θ 231. Ω 415 al.). οὕτως ἄρα καὶ |
| book 94b.5.5 | ἔσθος καὶ „ἐσθήσ“. A |
| book 96.1 | λιάζετο κῦμα: ὑπεχωρίζετο, διΐστατο ὥσπερ ὁδὸν παρέ‐ |
| book 96.2 | χον τὸ κῦμα. b(BCE3E4)T |
| book 97a.1 | 〈ἀκτὴν δ’ εἰσαναβᾶσαι〉 ἐς οὐρανὸν ἀϊχθήτην: |
| book 97a.2 | οὐρανὸν T τὸν ὑπερνέφιον τοῦ Ὀλύμπου τόπον· b(BCE3E4) |
| book 97a.3 | T φησὶ γοῦν „ἤλυθες Οὔλυμπον δέ, θεὰ Θέτι“ (Ω 104). T |
| book 97a.4 | ἀκτὴν δὲ τὴν τοῦ Μέλανος κόλπου. b(BCE3E4 il)T |
| book 97b | 〈εἰσαναβᾶσαι:〉 Ἀρίσταρχος „ἐξαναβᾶσαι“, καὶ αἱ |
| book 97b | πλείους. Aim |
| book 97c.1 | ἐς οὐρανὸν ἀϊχθήτην: πρὸς τὰ περὶ τοῦ Ὀλύμπου· |
| book 97c.2 | οὐρανὸν γὰρ νῦν εἰπὼν ὑποβάς φησιν „ἤλυθες Οὔλυμπον δέ“ |
| book 97c.3 | (Ω 104), παρ’ ὅσον ἐπουράνιά τινα μέρη ἐστὶ τοῦ Ὀλύμπου, ὑπὲρ |
| book 97c.4 | τὰ νέφη διήκοντα. A |
| book 100a.1 | ἡ δ’ ἄρα πὰρ Διῒ 〈πατρὶ καθέζετο, εἶξε δ’ Ἀθήνη〉: |
| book 100a.2 | πρὸς τὴν καθέδραν Ἀθηνᾶς καὶ Ἥρας ὅτι ἑκατέρωθεν τοῦ Διός. καὶ |
| book 100a.3 | ὅταν λέγῃ „αἱ δ’ οἶαι Διὸς ἀμφίσ“ (Θ 444), τὸ αὐτὸ σημαίνει, Διὸς |
| book 100a.4 | ἑκατέρωθεν, οὐχ ὥς τινες δέχονται ‘χωρίσ‘, ἀλλὰ μόνον καθ’ ἑαυτὰς |
| book 100a.5 | ἔχουσαι τὰς γνώμας. A |
| book 100b.1 | ἡ δ’ ἄρα πὰρ Διῒ πατρὶ 〈καθέζετο, εἶξε δ’ Ἀθήνη〉: |
| book 100b.2 | ἐκ δεξιῶν, ὥς φησι Πίνδαρος (fr. 146)· „πῦρ πνέοντος ἅ τε κεραυνοῦ / |
| book 100b.3 | ἄγχιστα δεξιὰν κατὰ χεῖρα πατρός / ἵζεαι“. καὶ ἐν τῷ Καπετωλίῳ δὲ |
| book 100b.4 | οὕτως ἵδρυται ἡ Ἀθηνᾶ. T |
| book 100c1.1 | εἶξε δ’ Ἀθήνη: ὡς †νεωτέρας†. ἡ δὲ βασιλὶς τῇ δε‐ |
| book 100c1.2 | ξιώσει φιλοτιμεῖται. T |
| book 100c2.1 | ἡ μὲν Ἀθηνᾶ ὡς νεωτέρα τοῦ θρόνου ὑπείκει, ἡ δὲ Ἥρα |
| book 100c2.2 | ὡς βασιλὶς τῇ δεξιώσει φιλοτιμεῖται. b(BCE3E4) |
| book 104.1 | ἤλυθες Οὔλυμπον δέ: ὅτι ἄνω (sc. Ω 97) εἶπεν „ἐς οὐ‐ |
| book 104.2 | ρανὸν ἀϊχθήτην“, νῦν δὲ εἰς Ὄλυμπον παραγεγονέναι· αἱ γὰρ κορυ‐ |
| book 104.3 | φαὶ τοῦ Ὀλύμπου ἐπουράνιοι. A |
| book 108a.1 | Ἕκτορος ἀμφὶ νέκυϊ: ὅτι οὕτως λέγει Ἕκτορος |
| book 108a.2 | νέκυϊ, οὐχ Ἕκτορι. καὶ ἀλλαχοῦ (sc. μ 10)· „οἰσέμεναι νεκρὸν |
| book 108a.3 | Ἐλπήνορα“. A |
| book 108b | Ἕκτορος ἀμφὶ νέκυϊ: Ἕκτορος νέκυα. ἀλλὰ καὶ „οἰ‐ |
| book 108b | σέμεναι νεκρὸν Ἐλπήνορα“ (μ 10). T |
| book 109a1 | κλέψαι δ’ ὀτρύνεσκον 〈ἐΰσκοπον Ἀργεϊφόντην〉: |
| book 109a1.1 | ὅτι ἐντεῦθεν γέγονεν ἡ προδιασκευή· „ἀλλ’ ἤτοι κλέψαι μὲν ἐάσομεν“ |
| book 109a1.2 | (Ω 71). A | ἡ δὲ Μασσαλιωτικὴ „ὀτρύνουσιν“. ATil οὕτως καὶ |
| book 109a1.3 | ἡ Χία. A |
| book 109a2.1 | ἐντεῦθεν δὲ τὰ ἄνω (sc. Ω 71—3) διεσκεύαστ[αι] περὶ |
| book 109a2.2 | κλοπῆς. T |
| book 109b.1 | 〈ἐΰσκοπον:〉 συνετόν, κατὰ τοῦ σκοποῦ φέροντα τὴν |
| book 109b.2 | γνώμην. b(BCE3E4)T |
| book 110a.1 | προτιάπτω: ὅτι A „προϊάπτω“ Ἀρίσταρχος· AAint |
| book 110a.2 | καὶ ταὐτόν ἐστι τῷ „προϊάλλω“ [cf. Θ 365. Λ 3 al.). A |
| book 110b1.1 | {ἀχιλλῆϊ} προτιάπτω: Ἀπολλόδωρος (FGrHist 244, |
| book 110b1.2 | 268) καὶ Ἀρητάδης (F.H.G. IV 316) καὶ Νεοτέλης καὶ Διονύσιος ὁ |
| book 110b1.3 | Θρᾷξ (fr. 25 S. = 20 L.) διὰ τοῦ τ τὴν πρόθεσιν γράφουσι καὶ δασύνουσι |
| book 110b1.4 | τὸ α, ἵνα ᾖ προσάπτω, ἀνατίθημι. οἱ δὲ χωρὶς τοῦ τ ἔγραψαν καὶ |
| book 110b1.5.1 | ἐψίλωσαν τὸ α, ἵνα ταὐτὸν ὑπάρχῃ τῷ „προϊάλλω“ [cf. Θ 365. Λ 3 al.), οἷον δίδωμι, |
| book 110b1.5.2 | προπέμπω. οὕτως δὲ καὶ Ζηνόδοτος καὶ Ἀρίσταρχος ἐν τοῖς Πρὸς |
| book 110b1 | Κομανόν. A |
| book 110b2.1 | {προτιάπτω:} „προϊάπτω“ χωρὶς τοῦ τ· καὶ ἔστιν ὅμοιον |
| book 110b2.2 | τῷ „ἰάλλω“ (cf. Θ 300. 309 al.). τινὲς δὲ μετὰ τοῦ τ, καὶ ἐδάσυναν τὸ α. T |
| book 110c1.1 | {τόδε κῦδος ἀχιλλῆι} προτιάπτω: προσάπτω. τινὲς δὲ |
| book 110c1.2 | „προϊάπτω“ προπέμπω, δίδωμι. τὸ δὲ †ῥάπτω† βλάπτω. T |
| book 110c2.1 | ἀντὶ τοῦ προσάπτω b(BCE3E4) καὶ παρέχω. „προϊ‐ |
| book 110c2.2 | άπτω“ δὲ τὸ βλάπτω. b(BCE3) |
| book 111.1 | μετόπισθε: λείπει ὁ καί, ἵν’ ᾖ ‘καὶ εἰς ὕστερον θέλων τὴν |
| book 111.2 | πρὸς σὲ φιλίαν τηρῆσαι b(BCE3E4)T εἵνεκεν τῶν δεσμῶν‘ (cf. |
| book 111.3 | Α 401). τινὲς δὲ διὰ τὴν μίξιν: ὅπερ ἄτοπον. T |
| book 114.1 | φρεσὶ μαινομένῃσι〈ν〉: μανίας γὰρ ἐγγὺς αἰκίζεσθαι τὰ |
| book 114.2 | ἀναίσθητα. b(BCE3E4)T |
| book 116a.1 | ἐμέ τε δείσῃ 〈ἀπό θ’ Ἕκτορα λύσῃ〉: συνδέσμοις δι‐ |
| book 116a.2 | έστειλε, δέον εἰπεῖν ‘δείσας λύσῃ‘. T |
| book 116b.1 | 〈ἀπό θ’ Ἕκτορα λύσῃ:〉 καὶ μὴν οὐκ ᾔτησέ τις. ἢ |
| book 116b.2 | ἐπεὶ ὡς μὴ ἀπολύσων διέκειτο, οὐδ’ ἐὰν ἀντίρροπον δοῖεν χρυσόν |
| book 116b.3 | (cf. Χ 351—2). b(BCE3) |
| book 117.1 | 〈Ἶριν〉 ἐφήσω: ἐντελουμένην b(BCE3E4)T αὐτῷ τὰ |
| book 117.2 | περὶ τούτου b(BCE3E4) τὴν Ἶριν b(BCE3) πέμψω. b(B |
| book 117.3 | CE3)T |
| book 121.1 | βῆ δὲ κατ’ Οὐλύμποιο 〈καρήνων ἀΐξασα〉: ὅτι πάλιν |
| book 121.2 | ἐξ Ὀλύμπου λέγει κατιέναι. ἄνω (sc. Ω 97) δὲ „〈ἐσ〉 οὐρανὸν ἀϊχθή‐ |
| book 121.3 | την“. A |
| book 122 | 〈ἔνθ’ ἄρα:〉 γράφεται „ἐν δ’ ἄρα {τόν γε}“. Aim |
| book 123.1 | ἀδινά: ἀθρόως, παρὰ τὸ ἄδην. ἢ ἀδιαλείπτως b(BCE3E4) |
| book 123.2 | T |
| book 124a1.1 | ἐντύνοντο ἄριστον: ὅτι ἅπαξ νῦν ἐν Ἰλιάδι καὶ ἅπαξ |
| book 124a1.2 | ἐν Ὀδυσσείᾳ (sc. π 2) τὸ ἄριστον· „ἐντύνοντο ἄριστον“. ἔστι δὲ |
| book 124a1.3 | τὸ πρωϊνὸν ἔμβρωμα· τρεῖς γὰρ τροφὰς 〈οὐδέποτε〉 ἐλάμβανον οἱ |
| book 124a1.4 | ἥρωες. A |
| book 124a2.1 | {καὶ ἐντύνοντο ἄριστον:} νῦν ἅπαξ· καὶ ἐν Ὀδυσσείᾳ· |
| book 124a2.2 | „ἐντύνοντο ἄριστον“. T |
| book 125 | 〈ἐν κλισίῃ:〉 οὕτως Ἀρίσταρχος ἑνικῶς ἐν κλισίῃ. Aint |
| book 129-30.1 | σὴν ἔδεαι κραδίην, 〈μεμνημένος οὔτε τι σίτου / |
| book 129-30.2 | οὔτ’ εὐνῆσ〉: βραχὺ διασταλτέον μετὰ τὸ κραδίην (129). A |
| book 129a1.1 | 〈σὴν〉 ἔδεαι κραδίην: καὶ Πυθαγόρας (cf. Vors6. |
| book 129a1.2 | 58 C 6 [p. 465, 29. 466, 33]) παραινεῖ καρδίαν μὴ ἐσθίειν, ὅ ἐστιν |
| book 129a1.3 | ἄλυπον καὶ ἀτάραχον διάγειν τὸν ἄνθρωπον. AT |
| book 129a2.1 | ἐντεῦθεν καὶ Πυθαγόρας παραινεῖ μὴ ἐσθίειν ζώου καρδίαν· |
| book 129a2.2 | ὁ γὰρ ἐκείνην ἐσθίων καὶ τὴν ἑαυτοῦ ἐσθίει, τουτέστιν οὐδέποτε |
| book 129a2.3 | ἀτάραχον καὶ ἄλυπον ἑαυτὸν τηρεῖ. b(BCE3E4) |
| book 129b | 〈μεμνημένοσ〉 οὔτε τι σίτου: διὰ τὸ „λισσόμενοι δει‐ |
| book 129b | πνῆσαι, ὁ δ’ ἠρνεῖτο στεναχίζων“ (Τ 304) T |
| book 130-2a.1 | οὔτ’ εὐνῆς· ἀγαθὸν δὲ 〈γυναικὶ—κρα‐ |
| book 130-2a.2 | ταιή〉: ἀθετοῦνται στίχοι τρεῖς, ὅτι ἀπρεπὲς μητέρα υἱῷ λέγειν |
| book 130-2a.3 | ‘ἀγαθόν ἐστι γυναικὶ μίσγεσθαι‘ (cf. 130—1). ἔτι δὲ καὶ ἁπάντων |
| book 130-2a.4 | ἀσυμφορώτατόν ἐστι καὶ μάλιστα τοῖς εἰς πόλεμον ἐξιοῦσι· χρεία γὰρ |
| book 130-2a.5.1 | εὐτονίας καὶ πνεύματος. καὶ τὸ λέγειν ὅτι ὁ θάνατός σου ἐγγύς ἐστιν, |
| book 130-2a.5.2 | ἄκαιρον. διεσκεύακε δέ τις αὐτούς, οἰηθεὶς ἀποκρέμασθαι 〈τὸ〉 „οὐδέ |
| book 130-2a.5.3 | τι σίτου“ (Ω 129). πλῆρες δέ ἐστι, ‘σὴν ἔδεαι κραδίην, οὐδὲ τὸ τυχὸν |
| book 130-2a.5.4 | σίτου μεμνημένοσ‘. A |
| book 130-2b.1 | 〈οὔτ’ εὐνῆς·〉 ἀγαθὸν δὲ γυναικί περ〈— /〉 |
| book 130-2b.2 | μίσγεσθ’〈—κραταιή〉: ἀθετοῦνται· ἀνοίκειοι γὰρ ἥρωϊ καὶ |
| book 130-2b.3 | θεᾷ. ἴσως διὰ τὸ †πολλοὺς† ἀντ’ αὐτοῦ κτήσασθαι ἐκγόνους. ἢ τάχα |
| book 130-2b.4 | ὑπεκκλέπτουσα αὐτὸν τοῦ πένθους ταῦτά φησιν. συγκοιμᾶται οὖν |
| book 130-2b.5 | Βρισηΐδι μετὰ ταῦτα (sc. Ω 676). T |
| book 134a.1 | σκύζεσθαι σοί φησι θεούς, 〈ἑὲ δ’ ἔξοχα πάντων〉: |
| book 134a.2 | ὅτι Aim οὕτως εἶπεν ἀντὶ τοῦ ἑαυτόν, AAim ἑέ· 〈διὸ〉 ἡ |
| book 134a.3 | διπλῆ. | Καλλίστρατος (p. 316 n. 27 Schm.) οὖν καὶ Ἀρίσταρχος |
| book 134a.4 | δασύνουσι τὸ πρῶτον ε τῆς ἀντωνυμίας. τῷ δὲ τόνῳ ὡς „ἐμέ“ (Α 454. |
| book 134a.5 | Β 71 al.). A |
| book 134b.1 | ἑέ: δασυντέον τὸ πρῶτον ε τῆς ἑέ. τῷ δὲ τόνῳ ὡς καλέ. |
| book 134b.2 | b(BCE3E4)T |
| book 137a1 | νεκροῖο δὲ δέξαι ἄποινα: ὑπὲρ τοῦ †κοινοῦ†, ὡσεὶ |
| book 137a1 | ἔλεγεν ‘καίτοι ἀχρήστου ὄντοσ‘. T |
| book 137a2.1 | τὰ μὲν ἄποινά φησιν ὑπὲρ ζώντων, σὺ δὲ ὑπὲρ νεκροῦ καὶ |
| book 137a2.2 | ἀχρήστου δέξαι αὐτὰ καὶ κερδάνῃς. b(BCE3E4) |
| book 138.1 | τὴν δ’ ἀπαμειβόμενος: τινὲς „τὴν δὲ μέγ’ ὀχθήσασ“, |
| book 138.2 | ὡς δυσχεραίνων ἐπὶ τῇ ἀποδόσει. T |
| book 139a.1 | τῇδ’ εἴη: τῇδε ἐνθάδε, b(BCE3E4)T ὡς „τῇδε γὰρ |
| book 139a.2 | ἔβρισαν“ (Ρ 512). T εἴη δὲ ἀντὶ τοῦ ἴοι ἢ παραγένοιτο. ὁ δὲ |
| book 139a.3 | Ζώπυρος (FGrHist 494, 2) ἀντὶ τοῦ ἔστω. b(BCE3E4)T |
| book 139b | 〈ἄποινα:〉 ἐν ἄλλῳ „{τῇ εἴη· ὃς} δῶρα {φέρει}“. Aim |
| book 140.1 | εἰ δὴ πρόφρονι 〈θυμῷ Ὀλύμπιος αὐτὸς ἀνώγει〉: |
| book 140.2 | αὐτός φησιν „ὅς κε θεοῖς ἐπιπείθηται, μάλα τ’ ἔκλυον αὐτοῦ“ (Α 218). |
| book 140.3 | T |
| book 141.1 | ἐν νηῶν ἀγύρει: ὅπερ δι’ ἄλλων λέγει „νεῶν ἐν ἀγῶνι“ |
| book 141.2 | (Ο 428. Π 500). AintT |
| book 143 | 〈Ἴλιον ἱρήν:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aint |
| book 144 | ταχεῖα: ὅτι Aim ἀντὶ τοῦ ταχέως. Aim b (BCE3E4)Tt |
| book 145.1 | Ἴλιον εἴσω: ὅτι τοπικῶς ἀντὶ τῆς προθέσεως· θέλει γὰρ |
| book 145.2 | εἰπεῖν εἰς Ἴλιον. A |
| book 148a1 | 〈οἶον:〉 οὕτως διὰ τοῦ ν, οἶον. Aim |
| book 148a2 | οἶον δὲ γραπτέον, οὐκ οἶος. T |
| book 148b | οἶον: οἶδε γὰρ ἡνιοχεῖν ὁ Πρίαμος. T |
| book 148c.1 | μηδέ τις ἄλλος: ὑπὲρ τοῦ λαθεῖν. ἅμα δὲ καὶ ἔλεον ἡ |
| book 148c.2 | μόνωσις ἐργάζεται. b(BCE3E4)T |
| book 149a.1 | κῆρύξ τίς οἱ 〈ἕποιτο γεραίτεροσ〉: μόνον ἀπελθεῖν |
| book 149a.2 | μετὰ τοσούτων λύτρων ἀδύνατον διὰ γῆρας, ἐπάγεσθαι δέ τινα τῶν |
| book 149a.3 | νέων εἰς πολέμιον στρατὸν ἀπίθανον. οὐ μόνον οὖν κῆρυξ ἕπεται, ὅπερ |
| book 149a.4 | ἐστὶ πίστεως καὶ σπονδῶν σύμβολον, ἀλλὰ καὶ οὗτος γέρων. b |
| book 149a.5 | (BCE3E4)T |
| book 149b.1 | γεραίτερος: ὡς δικαιότερος παλαιότερος, οὕτω γεραι‐ |
| book 149b.2 | ότερος καὶ κατὰ συγκοπὴν γεραίτερος, ὡς „θερείταταί εἰσι κέλευ‐ |
| book 149b.3 | θοι“ (Arat. Ph. 149). T |
| book 150 | 〈ἠδέ:〉 γράφεται „ἥ κε“. Aint |
| book 151a1.1 | νεκρὸν ἄγοι προτὶ ἄστυ, 〈τὸν ἔκτανε δῖος |
| book 151a1.2 | Ἀχιλλεύσ〉: ὅτι οὕτως εἴρηκε, νεκρὸν ὃν ἔκτεινε〈ν〉, ἀντὶ τοῦ ὃν |
| book 151a1.3 | κτείνας νεκρὸν ἐποίησεν, ὡς ἐπὶ τοῦ „ἕλκος ἀναψύχοντα, τό μιν βάλε |
| book 151a1.4 | Πάνδαρος ἰῷ“ (Ε 795). A |
| book 151a2.1 | {νεκρὸν τὸν ἔκτανε:} ὃν κτείνας ἐποίησεν, ὡς „ἕλκος, ὅ |
| book 151a2.2 | μιν βάλε Πάνδαροσ“, ὃ βαλὼν ἐποίησεν. T |
| book 152a | μηδέ τι τάρβος: τάρβος ὁ φόβος. b(BCE3) ἀπὸ |
| book 152a | τοῦ τείρω τάρος καὶ πλεονασμῷ τάρβος. b(BCE3E4)T |
| book 152b.1 | ἄλλως· μηδέ τι τάρβος: ἐν ἐπιτάσει· οὐχ ὅτι θάνατος, |
| book 152b.2 | ἀλλὰ μηδὲ τάρβος. T |
| book 154.1 | εἵως: ἕως, τοπικῶς. χρονικῶς δὲ „ἕως ὁ ταῦτ’ ὥρμαινεν“ |
| book 154.2 | (Α 193). αἰτιώδως δὲ „εἵως Πηνελόπειαν ὀδυρομένην“ (δ 800). T |
| book 155 | ἔσω κλισίην: εἰς κλισίην. T |
| book 156.1 | οὔτ’ αὐτὸς κτενέει 〈ἀπό τ’ ἄλλους πάντας ἐρύξει〉: |
| book 156.2 | διὰ πάντων ἀσφαλῆ τὴν ἔξοδον αὐτῷ κατασκευάζει, b(BCE3E4)T |
| book 156.3 | τὸν μὲν ἐν τῇ ὁδῷ κίνδυνον δι’ Ἑρμοῦ διαφεύξεσθαι ὑπισχνούμενος, |
| book 156.4 | ἐν Ἀχιλλέως δὲ γενόμενον οὐ μόνον ὑπ’ αὐτοῦ μὴ κινδυνεύ〈σ〉ειν, ἀλ‐ |
| book 156.5.1 | λὰ δι’ ἐκείνου καὶ τὴν τῶν ἄλλων ἀσφάλειαν ποριεῖσθαι, διὰ τὸ πρὸς |
| book 156.5.2 | τοὺς ἱκέτας προσῆκον. b(BE3E4) |
| book 157a.1 | οὔτε γάρ ἐστ’ ἄφρων 〈οὔτ’ ἄσκοπος οὔτ’ ἀλιτή‐ |
| book 157a.2 | μων〉: τάχιστα συνέλαβε, πόθεν ἴασιν ἄνθρωποι ἐπὶ τὸ ἀδικεῖν· ἢ δι’ |
| book 157a.3 | ἀσυνεσίαν, ὅπερ διὰ τοῦ ἄφρων, ἢ ἀκόντως, ὃ διὰ τοῦ ἄσκοπος, ἢ |
| book 157a.4 | ἑκουσίως, ὃ διὰ τοῦ ἀλιτήμων παρέστησεν, ὃ δηλοῖ τὸν ἑκουσίως |
| book 157a.5 | ἁμαρτάνοντα. b(BCE3E4)T |
| book 157b1 | ἄσκοπος: μὴ προορῶν τὸ συμφέρον. T |
| book 157b2.1 | ὃ δηλοῖ τὸν μὴ τοῦ συμφέροντος προνοούμενον. b(BCE3 |
| book 157b2.2 | E4) |
| book 157c | 〈ἀλιτήμων:〉 ἀλιτάνευτος ἢ ἁμαρτάνων τοῦ δέοντος. |
| book 157c.1 | b(BCE3E4)Tt ἠθικῶς δὲ ἀπολογεῖται ὑπὲρ Ἀχιλλέως, δι’ ἃ |
| book 157c.2 | εἶπεν Ἀπόλλων „ᾧ οὔτ’ ἄρ’ φρένες εἰσὶν ἐναίσιμοι b(BE3E4)Tt |
| book 157c.3 | οὔτε νόημα“ (Ω 40). Tt |
| book 158a.1 | ἐνδυκέως· ἐπιμελῶς. b(BCE3)T | ἢ διηνεκῶς καὶ |
| book 158a.2 | ὁλοτελῶς. b(BCE3E4)T |
| book 158b | πεφιδήσεται: μετ’ ὀλίγον μέλλων ἀπὸ τοῦ φιδῶ. T |
| book 160a | {ἷξεν δ’} ἐς Πριάμοιο: ὅμοιόν ἐστι τῷ ‘ἐς διδασκάλου‘. T |
| book 160b1 | ἐνοπήν 〈τε γόον τε〉: θρῆνον θορυβώδη. T |
| book 160b2 | τὸν μετὰ θορύβου θρῆνον. b(BCE3E4) |
| book 161-2.1 | 〈παῖδες μὲν πατέρ’ ἀμφὶ καθήμενοι—γε‐ |
| book 161-2.2 | ραιός:〉 οἶκτον ἔχει τὸ τοὺς παῖδας κλαίοντας κλαίοντι παρακαθῆσθαι |
| book 161-2.3 | τῷ γέροντι. b(BCE3E4) |
| book 162.1 | δάκρυσιν εἵματ’ ἔφυρον: ἄξιον ἡρωϊκῆς σεμνότητος τὸ |
| book 162.2 | πένθος. T |
| book 163a.1 | ἐντυπὰς {ἐν χλαίνῃ}: ὅτι ἐν ἴσῳ τῷ ἐντυπωδῶς ὥστε |
| book 163a.2 | διὰ τοῦ ἱματίου τοῦ σώματος τὸν τύπον φαίνεσθαι. A |
| book 163a.1 | ἐντυπὰς ἐν χλαίνῃ 〈κεκαλυμμένοσ〉: οὕτω φησὶν αὐτὸν |
| book 163a.2 | κεκαλύφθαι—φαίνεσθαι. A |
| book 163b | ἄλλως· ἐντυπάς: ἐντυπωδῶς ὡς διὰ τῆς σκέπης ὁρᾶσθαι |
| book 163b.1 | τὸν τύπον. b(BCE3E4)T ἔστι δὲ ποιότητος ἐπίρρημα. ὑπερβο‐ |
| book 163b.2 | λὴν δὲ πένθους ἀξίαν οὐχ εὑρίσκων αὐτῷ περιθεῖναι ἐκάλυψεν αὐτόν, |
| book 163b.3 | ὑπονοεῖν ἡμῖν καταλιμπάνων, οἷον ἄρα ἦν αὐτῷ τὸ πένθος. b(BE3E4) |
| book 163b.5.1 | T ἄλλως τε καὶ ἄυπνος ἦν, ἀφ’ οὗ Ἕκτωρ ἐτεθνήκει. ἐντεῦθεν ὁ |
| book 163b.5.2 | Σικυώνιος γραφεὺς Τιμάνθης τῆς ἐν Αὐλίδι Ἰφιγενείας γράφων τὴν |
| book 163b.5.3 | σφαγὴν ἐκάλυψε τὸν Ἀγαμέμνονα. T |
| book 163c.1 | {ἐντυπὰς} ἐν χλαίνῃ: τινὲς γράφουσιν „ᾗ χλαίνῃ“· καὶ |
| book 163c.2 | ἄμεινον. T |
| book 164a.1 | κόπρος ἔην κεφαλῇ τε 〈καὶ αὐχένι τοῖο γέροντοσ〉: |
| book 164a.2 | ὅτι τὸ τοῖο οὐκ ἔστιν ἀγαθοῦ, ὡς οἱ Γλωσσογράφοι, ἀλλὰ θαυμαστι‐ |
| book 164a.3 | κῶς τοιούτου. καὶ ὅτι κόπρος τὰ κόπρια. A |
| book 164b.1 | κόπρος: Ἀρίσταρχος σποδός, τινὲς δὲ κόπρια· „αὐλῆς |
| book 164b.2 | ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον“ (Ω 640). σημαίνει δὲ καὶ τὴν |
| book 164b.3 | βούστασιν. T |
| book 164c.1 | τοῖο 〈γέροντοσ〉: τούτου τοῦ γέροντος. οἱ δὲ b(BCE3) |
| book 164c.2 | T τοιούτου, θαυμαστικῶς. b(BCE3E4)T |
| book 165a | καταμήσατο: ἄθρουν ἐπεσπάσατο, b(BCE3E4)T |
| book 165a.1 | ὅθεν καὶ „ἀμητόσ“ (Τ 223): T καὶ „ἄφαρ δ’ εὐνὴν ἐπαμήσατο |
| book 165a.2 | b(BCE3E4)T χερσὶ φίλῃσι“ (ε 482). τὸ δὲ „ἀμητῆρεσ“ (Λ 67) |
| book 165a.3 | διὰ μακροῦ τοῦ α φησί, καὶ „λειμωνόθεν ἀμήσαντεσ“ (Ω 451). „τέκνον, |
| book 165a.5.1 | μὴ σύ γε μητρὸς ἀπ’ ἀνθερεῶνας ἀμήσῃσ“ Εὐφορίων (fr. 92, 1 Pow.). |
| book 165a.5.2 | T |
| book 165b | 〈ἑῇσι:〉 γράφεται „φίλῃσι“. Aim |
| book 168.1 | κέατο: τινὲς †κεκακωμένοι† ἦσαν· b(BCE3E4)T ὅθεν |
| book 168.2 | τὸ „κέδρου 〈τ’〉 εὐκεάτοιο“ (ε 60). T |
| book 170.1 | τυτθὸν φθεγξαμένη: πρὸς τὸ μὴ καταπλῆξαι τὸν γέ‐ |
| book 170.2 | ροντα. b(BCE3E4)T ὁ δὲ ὅμως οὐδὲ τοῦτο ὑποφέρει· προ‐ |
| book 170.3 | πεπονθυῖα γὰρ ψυχὴ πᾶν τὸ μέλλον τοῦ παρόντος χεῖρον λογίζεται. |
| book 170.4 | b(BE3E4)T |
| book 172a.1 | κακὸν ὀσσομένη τόδ’ ἱκάνω: ὅτι ἀπὸ τῶν ὄσσων, |
| book 172a.2 | προορωμένη. καὶ τὸ τόδε τοπικῶς ἀντὶ τοῦ ἐνταῦθα. A |
| book 172b.1 | ὀσσομένη: προορωμένη. b(BCE3)T οἱ δὲ προαγ‐ |
| book 172b.2 | γέλλουσα, b(BCE3E4)T παρὰ τὴν ὄσσαν, ἣν ἀεὶ ἐπὶ θείας |
| book 172b.3 | φωνῆς λέγει. T |
| book 173a.1 | ἀγαθὰ φρονέουσα: φρονῆσαί σε ποιήσουσα ἀγαθά. |
| book 173a.2 | b(BCE3E4)T |
| book 173b.1 | Διὸς δέ τοι ἄγγελός εἰμι: ὑπὸ Διὸς ἥκω σοι ἄγγελος. |
| book 173b.2 | b(BCE3)T |
| book 174a1.1 | ὅς σοι ἄνευθεν ἐὼν 〈μέγα κήδεται ἠδ’ ἐλεαίρει〉: |
| book 174a1.2 | ὅτι ἐνταῦθα ὑγιῶς λέγεται, ἐκεῖ δὲ (sc. Β 27) κακῶς ὑπὸ τοῦ Ὀνείρου |
| book 174a1 | πρὸς τὸν Ἀγαμέμνονα. A |
| book 174a2 | {ὅς σευ ἄνευθεν ἐών:} μᾶλλον ὧδε οἰκεῖος ἢ ἐκεῖ ὁ στίχος. T |
| book 180.1 | 〈νεκρὸν ..., τὸν ἔκτανε δῖος Ἀχιλλεύς:〉 ὅτι νεκρόν, |
| book 180.2 | ὃν ἔκτανε. Aim |
| book 184 | 〈ἔσω κλισίην:〉 ὅτι ἀντὶ τοῦ εἰς κλισίην. Aim |
| book 189.1 | {καὶ} ἅμαξαν: τὴν ἀπήνην οὕτως εἶπεν· φησὶ γοῦν· |
| book 189.2 | „ἡμίονοι ἕλκον τετράκυκλον ἀπήνην“ (Ω 324). T |
| book 190a1.1 | ὁπλίσαι: εὐτρεπίσαι. ἰσοδυναμοῦν καὶ τὸ ἐντῦναι παρὰ |
| book 190a1.2 | τὰ ἔντεα. T |
| book 190a2.1 | ἀντὶ τοῦ εὐτρεπίσαι, παρὰ τὰ ὅπλα, ὡς τὸ ἐντῦναι παρὰ |
| book 190a2.2 | τὰ ἔντεα. b(BCE3E4) |
| book 190b1.1 | πείρινθα: κατὰ μετάθεσιν, οἱονεὶ ῥίπινθα τὴν ἐκ ῥιπῶν |
| book 190b1.2 | πλακεῖσαν. ῥίπη δὲ λέγονται τὰ ἐκ τῆς οἰσύας πλέγματα. T |
| book 190b2.1 | τὰ ἐκ ῥιπῶν πλακέντα. ῥίπα δὲ λέγονται τὰ τῆς οἰσύας |
| book 190b2.2 | πλέγματα. b(BCE3E4) |
| book 190c | ἄλλως· πείρινθα: τὸ τετράγωνον πλινθίον ἄνωθεν περι‐ |
| book 190c.1 | δούμενον ταῖς ἁμάξαις. οἱ δὲ ἐκ ῥιπῶν φασιν αὐτὸ πλέκεσθαι, καὶ εἶναι |
| book 190c.2 | τουτὶ ὡς ῥίπινθα· ὅπερ ὁ Ξενοφῶν (sc. Ag. 8, 7) κάνναθρον· κάννη |
| book 190c.3 | γὰρ ἡ ψίαθος, ἵν’ ᾖ πλέγμα ψιαθῶδες συνέχειν τὸν φόρτον δυνάμενον. |
| book 190c.5 | b(BCE3E4)T |
| book 190d.1 | 〈πείρινθα:〉 τὸ πλινθίον τὸ ἐπάνω τῶν ἁμαξῶν τιθέ‐ |
| book 190d.2 | μενον. Aim |
| book 191a | κατεβήσετο: κατέβαινεν. T |
| book 191b1 | κηώεντα: ἐν ᾧ ἐκοιμᾶτο. ἢ εὐώδη διὰ τὴν κέδρον. T |
| book 191b2.1 | τὸν εἰς τὸ κοιμᾶσθαι ἐπιτήδειον. ἔνιοι δὲ τὸν εὐώδη. |
| book 191b2.2 | b(BCE3E4) |
| book 192a.1 | γλήνεα: χρήματα κατὰ Ἠλείους. οἱ δὲ ἀξιοθέατα. b |
| book 192a.2 | (BCE3E4)T γλήνη δὲ παρὰ τὸ γλαμυρόν, ὅ ἐστι δίυγρον· ὅθεν |
| book 192a.1 | „καὶ Ἀρχέδημος ὁ Γλάμων“ (Ar. ran. 588). καὶ παροιμία „ἐν τυφλῶν |
| book 192a.2 | πόλει γλαμυρὸς βασιλεύει“. ἢ ἀπὸ μέρους εἴρηκεν· T γλήνας γὰρ |
| book 192a.5 | κυρίως τὰ κοροκόσμια λέγουσιν. b(BCE3)T |
| book 192b1.1 | {πολλὰ} κεχάνδει: οὕτως A Ἀρίσταρχος κεχάν‐ |
| book 192b1.2 | δει AAint διὰ τοῦ ει ἀντὶ τοῦ κέχανδε. ἡ δὲ Μασσαλιωτικὴ |
| book 192b1.3 | „{πολλὰ} κεκεύθει“. A |
| book 192b2.1 | κεχάνδει: οὕτως Ἀρίσταρχος. ἔνιοι γράφουσι „κεκεύ‐ |
| book 192b2.2 | θει“. T |
| book 193.1 | ἐς δ’ ἄλοχον 〈Ἑκάβην〉 ἐκαλέσ〈σ〉ατο: τὸ ἑξῆς ἐσε‐ |
| book 193.2 | καλέσατο. b(BCE3)T |
| book 194-9.1 | Διόθεν μοι 〈Ὀλύμπιοσ〉 ἄγγελοσ〈—Ἀ‐ |
| book 194-9.2 | χαιῶν〉: ἀνθρώπινον τὸ ἀνατίθεσθαι τὸ πρᾶγμα γυναικὶ κοινωνῷ |
| book 194-9.3 | τῶν παθημάτων. b(BCE3E4)T καὶ κέκρικε μέν, ἐρωτᾷ δέ, εἰ |
| book 194-9.4 | σύμψηφος ἔσται αὐτῷ· ὅτι γὰρ τοῦτο ἤθελε, δῆλον· οὐ γὰρ πρὶν |
| book 194-9.5.1 | καταβῆναι συμβουλεύεται τῇ γυναικί, ἀλλ’ ἐπὶ δεδογμένοις ἀναφέρει |
| book 194-9.5.2 | τὴν γνώμην τῇ γυναικί. b(BE3E4)T |
| book 198 | 〈ἀνώγει:〉 Ἀρίσταρχος „ἄνωγεν“ ἔξω τοῦ ι. A |
| book 199 | ἔσω στρατόν: ἀντὶ τοῦ ἐς στρατόν. b(BCE3)T |
| book 200 | ἀμείβετο: Ἀρίσταρχος „ἀνήρετο“. AimT |
| book 201a.1 | ὤ μοι: γυναικεία ἡ ἀναφώνησις ἐξισταμένης ἐπὶ τῶν |
| book 201a.2 | τηλικούτων τολμῶν. T |
| book 201b | ᾗς τὸ πάρος περ: ἐφ’ αἷς πρώην. T |
| book 202a.1 | ἔκλεο: τὴν κλε συλλαβὴν ὀξυτονεῖ ὁ Ἀσκαλωνίτης (p. |
| book 202a.2 | 60 B.), ἡγούμενος τὸ πλῆρες εἶναι ἐκλέου. οὐκ ἔστι δέ, ἀλλ’ ἐκλέεο |
| book 202a.3 | τετρασυλλάβως. καὶ δῆλον ὅτι, εἴτε συγκέκοπται ἡ ὀξεῖα εἴτε ἡ |
| book 202a.4 | βαρεῖα ἡ μετὰ τὴν ὀξεῖαν, ὀφείλει πάλιν τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα |
| book 202a.5.1 | φυλάττεσθαι· οὐδὲ γὰρ χαρακτὴρ κωλύει. τὸ μέντοι „σὺ δ〈έ μ’〉 |
| book 202a.5.2 | αἴδεο καί μ’ ἐλέησον“ (Φ 74) καὶ τὰ τοιαῦτα, πρώτης ὄντα συζυγίας |
| book 202a.5.3 | τῶν περισπωμένων, ἄλλης ἀναλογίας ἔχεται, ὡς ἐν ἑτέροις (sc. παθ. |
| book 202a.5.4 | 2,246,12 L.) εἴρηται. A |
| book 202b1.1 | ἔκλεο: ἐκλεόμην ἐκλέεο καὶ κατὰ συγκοπὴν ἔκλεο, προ‐ |
| book 202b1.2 | παροξυτόνως. T |
| book 202b2 | ἔκλεο κατὰ συγκοπήν, | ἀντὶ τοῦ ἐδεδόξασο. b(BCE3 |
| book 202b2 | Ε4) |
| book 205a | ἐξενάριξε: τινὲς „ἐξήλασσε“, τῆς ἀρχῆς ἐξέβαλεν. T |
| book 205b1.1 | σιδήρειόν νύ τοι ἦτορ: ὅτι ὑποτάσσουσι στίχον ὡς |
| book 205b1.2 | ἐλλείποντος τοῦ λόγου „ἀθάνατοι ποίησαν Ὀλύμπια δώματ’ ἔχον‐ |
| book 205b1.3 | τεσ“ (= Ω 205 a). πλείων δέ ἐστιν ἔμφασις μὴ προσκειμένου αὐτοῦ. A |
| book 205b2.1 | {σιδήρειόν νύ τοι ἦτορ:} τινὲς μετὰ τοῦτον γράφουσιν |
| book 205b2.2 | „ἀθάνατοι ποίησαν, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν“. T |
| book 206-7.1 | εἰ γάρ ς’ αἱρήσει 〈καὶ ἐσόψεται ὀφθαλμοῖσιν, / |
| book 206-7.2 | ὠμηστὴς καὶ ἄπιστος ἀνὴρ ὅ γε, οὔ ς’ ἐλεήσει〉: τὸ ἑξῆς |
| book 206-7.3 | ἐστιν εἰ γάρ ς’ αἱρήσει 〈καὶ ἐσόψεται ὀφθαλμοῖσιν〉 (206), |
| book 206-7 | οὔ ς’ ἐλεήσει (207). τὰ δὲ ἄλλα διὰ μέσου. A |
| book 206.1 | εἰ γάρ ς’ αἱρήσει καὶ ἐσόψεται: ἀντιστρόφως· εἰ γάρ |
| book 206.2 | σε ὄψεται καὶ αἱρήσει, ἀντὶ τοῦ ‘μόνον εἰ θεάσεται, εὐθὺς αἱρήσει‘. |
| book 206.3 | b(BCE3E4)T |
| book 207.1 | ὠμηστής: ὠμὸς καὶ ἄγριος b(BCE3E4)T καὶ αἱμοπό‐ |
| book 207.2 | της. b(BCE3E4) | ταῦτα δὲ ἀπολύτως. T |
| book 208a.1 | οὐδέ τί ς’ αἰδέσεται: οὐχ ὡς ἱκέτην σε δέξεται· b |
| book 208a.2 | (BCE3E4)T αἰδοῖοι γὰρ οἱ ἱκέται. T |
| book 208b.1 | {οὐδέ τις} αἰδέσεται: ὅτι ἀντὶ τοῦ προσδέξεται ὡς |
| book 208b.2 | ἱκέτην· „μή μιν ἐγὼ μὲν ἵκωμαι ἰών, / οὐδέ τί μ’ αἰδέσεται“ (Χ |
| book 208b.3 | 123—4). A |
| book 208-9a.1 | νῦν δὲ κλαίωμεν 〈ἄνευθεν / ἥμενοι ἐν μεγάρῳ〉: |
| book 208-9a.2 | εἰ τῆς σωτηρίας τοῦ γέροντος προνοουμένη μόνον ἐφαίνετο, ἀπρεπὴς |
| book 208-9a.3 | ἦν παντελῶς ὁ λόγος ὅτι καταφρονεῖ υἱοῦ τοιούτου (cf. Ω 209—12) |
| book 208-9a.4 | ὑπὲρ ἀσφαλείας πρεσβύτου δυστυχοῦς. νῦν δὲ ὡς ἀδύνατον 〈ὂν〉 |
| book 208-9a.5.1 | κομίσασθαι τὸν υἱὸν οὐ βούλεται προσαποβαλεῖν καὶ Πρίαμον. b |
| book 208-9a.5.2 | BCE3E4)T |
| book 208-9b.1 | ἄνευθεν / ἥμενοι: ὡς οὐδὲ ἐλπίδα ἔχοντές ποτε θάψαι |
| book 208-9b.2 | τὸν υἱόν. T |
| book 209-16.1 | 〈τῷ δ’〉 ὥς ποθι μοῖρα〈—ἀλεωρῆσ〉: μέμι‐ |
| book 209-16.2 | κται τούτοις λογισμὸς καὶ πάθος. ὥς ποθι (209) δὲ οὕτω που. T |
| book 210 | γεινομένῳ ἐπένησε λίνῳ, 〈ὅτε μιν τέκον αὐτή〉: ὅτι |
| book 210 | ἐνταῦθα καλῶς κεῖται, ἐπὶ δὲ Ἀχιλλέως ἐν τῇ Υ (sc. 128) οὐκέτι. A |
| book 212-3a.1 | μέσον ἧπαρ ἔχοιμι 〈/ ἐσθέμεναι προσφῦσα〉: |
| book 212-3a.2 | δαιμονίως τῇ ἐμφάσει χρῆται· τόπος γὰρ λύπης τὸ ἧπαρ. b(BCE3E4) |
| book 212-3a.3 | T καὶ μέσον (212), οὗ ἡ χολὴ καὶ πολὺ τὸ ἐσθιόμενον. καὶ ἐν |
| book 212-3a.4 | παρατάσει τὸ ἐσθίειν (cf. 213). τό τε †ἐμφῦσα† (213) ἐμφατικώτατον· |
| book 212-3a.5.1 | οὐ γὰρ λαβοῦσα τῇ χειρί, ἀλλ’ αὐτῷ προσφῦσα τῷ ἥπατι τὸ στόμα, |
| book 212-3a.5.2 | ὡς ἐπὶ σαρκοφάγου θηρίου. b(BE3E4)T |
| book 212-3b.1 | ἄλλως· μέσον ἧπαρ 〈ἔχοιμι / ἐσθέμεναι προσφῦσα〉: |
| book 212-3b.2 | εἴ γε μὴ προειλήφειμεν τὸ περὶ αὐτὴν πάθος, ἀπαράδεκτον ἦν τὸ |
| book 212-3b.3 | μέγεθος τῆς ὑπερβολῆς. νυνὶ δὲ οἰκεῖα ταῦτα μητρὶ πρεσβύτιδι ὑπὲρ |
| book 212-3b.4 | τέκνου οὐκ ἀναιρεθέντος μόνον, ἀλλὰ καὶ αἰκιζομένου ἀτάφου. b(BE3 |
| book 212-3b.5 | E4)T |
| book 212-3c | 〈ἔχοιμι | ἐσθέμεναι:〉 κατέχοιμι εἰς τὸ ἐσθίειν. Aim |
| book 213a.1 | τότ’ ἄντιτα 〈ἔργα γένοιτο〉: Ἀπολλόδωρος (FGr |
| book 213a.2 | Hist 244, 235) καὶ Καλλίστρατος (p. 316 n. 26) „τιτά“ ὥστε τρία |
| book 213a.3 | εἶναι, ἐπίρρημα τὸ τότε καὶ σύνδεσμον τὸν „ἄν“ καὶ ὄνομα τὸ „τιτά“. |
| book 213a.4 | ὁ δὲ Ἀσκαλωνίτης (p. 60 B.) ἄντιτα παραλαμβάνει, μεταλαμβάνων |
| book 213a.5.1 | εἰς τὸ ἀντέκτιτα. οὕτω καὶ οἱ πλείους, ὁμοίως τῷ „ἄτιτοσ“ (Ξ 484, cf. |
| book 213a.5.2 | Ν 414). ἔχεται μὲν οὖν ἡ κατὰ σύνθεσιν ἀνάγνωσις ἐμφάσεως, καὶ |
| book 213a.5.3 | μᾶλλον τοῦ νοητοῦ. μελλήσει δὲ λείπειν τὸ ἄν ἐν τῇ συντάξει, ἐπι‐ |
| book 213a.5.4 | ζητοῦντος τοῦ γένοιτο εὐκτικοῦ τὸ τοιοῦτο. παραφυλακτέον δὲ ὅτι |
| book 213a | καὶ συλλαβὴ λείπει ἡ τι, τοῦ ἐντελοῦς ὄντος ἀντίτιτα. A |
| book 213b.1 | τότ’ ἄντιτα 〈ἔργα γένοιτο: ἄντιτα〉 ἀντιτιμώρητα. |
| book 213b.2 | b(BCE3E4)T καὶ ἔστιν ὅμοιον τῷ „τρεῖς ἑνὸς ἀντὶ πεφάσθαι“ |
| book 213b.3 | (Ν 447). T λείπει δὲ ὁ ἄν. οὐκ ἀξιόχρεων δὲ ἡγεῖται τὸν θάνατον |
| book 213b.4 | τοῦ πολεμίου, εἰ μὴ καὶ τῶν σαρκῶν αὐτοῦ ἐμφάγοι. b(BE3E4)T |
| book 213c.1 | ἄντιτα: τὸ τέλειον ἀντίτιτα. b(BCE3E4)T συγκέ‐ |
| book 213c.2 | κοπται δὲ ἡ τι συλλαβή. b(BE3E4)T |
| book 214a.1 | ἐπεὶ οὔ ἑ: οὕτως ἐπεὶ οὔ ἑ, ἐπεὶ οὐκ αὐτόν. A αἱ δὲ |
| book 214a.2 | κοιναὶ „ἐπεὶ οὔ τι“. AT |
| book 214b.1 | οὔ ... κακιζόμενον: ἀντὶ τοῦ T ἐπεὶ οὐχ ὁ τυχὼν |
| book 214b.2 | ἦν οὐδὲ γύννις. b(BCE3E4)T τοιοῦτον δὲ καὶ τὸ „ἀνδρὶ παρὰ |
| book 214b.3 | κρατερῷ“ (Ω 212), ὃ πρὸς σύστασιν Ἕκτορος. αὔξεται οὖν τὸ πάθος |
| book 214b.4 | ἐπὶ τῷ ἀναξίως ὑβριζομένῳ. b(BE3E4)T τοιαῦτα καὶ ὁ Πρίαμος |
| book 214b.5.1 | ἐρεῖ πρὸς Ἀχιλλέα, ἀλλὰ πεφεισμένως· „τὸν δὲ σὺ πρώην κτεῖνας |
| book 214b.5.2 | ἀμυνόμενον περὶ πάτρησ“ (Ω 500). T |
| book 215a1.1 | πρὸς Τρώων: „πρὸ Τρώων“ T δίχα τοῦ ς, ὡς τὸ |
| book 215a1.2 | „οἶον προστήσας πρὸ Ἀχαιῶν Τρωσὶ μάχεσθαι“ (Δ 156). b(BCE3 |
| book 215a1.3 | E4)T |
| book 215a2 | 〈πρὸ Τρώων:〉 οὕτω χωρὶς τοῦ ς. Ail |
| book 215b.1 | Τρωϊάδων βαθυκόλπων: πρὸς τοὺς γράφοντας (sc. in |
| book 215b.2 | Β 484) „ἔσπετε νῦν μοι, Μοῦσαι Ὀλυμπιάδες βαθύκολποι“, ὅτι ἐπὶ |
| book 215b.3 | βαρβάρων τὸ ἐπίθετον τίθησιν. A |
| book 216a | οὔτε φόβου μεμνημένον: φιλοστόργως ταῦτα, ἐπεί τοι |
| book 216a | φεύγοντα ἀνεῖλεν. b(BCE3E4)T |
| book 216b | ἀλεωρῆς: φυλακῆς. T |
| book 219 | 〈οὐδέ:〉 ἀντὶ τοῦ ‘οὐ γάρ‘. b(BCE3)Til |
| book 220 | 〈ἄλλος ἐπιχθονίων:〉 καὶ μὴ θεός. b(BCE3E4)Til |
| book 221a.1 | ἢ οἳ μάντιές εἰσι θυοσκόοι 〈ἢ ἱερῆεσ〉: καὶ ἐνταῦθα |
| book 221a.2 | ἀξιοῦσί τινες διαστέλλειν μετὰ τὸ εἰσί, ὡς καὶ ἐν τῇ Α ῥαψῳδίᾳ (sc. |
| book 221a.3 | 62—3) τὸ γένος, φασί, προειπὼν ἐπιφέρει τὸ εἶδος· „ἀλλ’ ἄγε δή τινα |
| book 221a.4 | μάντιν ἐρείομεν, 〈ἢ ἱερῆα | ἢ καὶ ὀνειροπόλον〉“. δοκεῖ δέ μοι ἐνθάδε |
| book 221a.5.1 | μὴ ἐπείγειν, ἐπεὶ ἐνδέχεται τὸ δεύτερον τοῦ πρώτου ἐπίθετον εἶναι, |
| book 221a.5.2 | μάντεις θύται. | καὶ ἄλλως τῶν ἱερέων ἕτεροι νοοῦνται. A |
| book 221b | θυοσκόοι: οἱ διὰ τῶν ἐπιθυομένων μαντευόμενοι, A |
| book 221b | οἱ ἐμπυροσκόποι· καλοῦσι δὲ αὐτοὺς λιβανομάντεις. A b (BCE3E4)T |
| book 221c.1 | ἱερῆες: οἱ διὰ τῶν σπλάγχνων μαντευόμενοι· τὰ μὲν γὰρ |
| book 221c.2 | θυμιάματα θύη καλεῖται, τὰ δὲ σπλάγχνα ἱερά. A b (BCE3E4)T |
| book 221c.3 | κοινὸν δέ ἐστι τὸ μάντεις. AT |
| book 222a.1 | ψεῦδός κεν φαῖμεν 〈καὶ νοσφιζοίμεθα μᾶλλον〉: |
| book 222a.2 | ὅτι ἐνταῦθα ἁρμοζόντως λέγεται ὁ στίχος, ὑπὸ δὲ Νέστορος ἐν τῇ Β |
| book 222a.3 | (sc. 81) οὐκέτι. A |
| book 222b.1 | ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον: ἢ |
| book 222b.2 | παρέλκει τὸ μᾶλλον Ἀττικῶς, ἢ μᾶλλον τοῦ ποιεῖν ἐχωριζόμεθα καὶ |
| book 222b.3 | τοῦ βαδίζειν ἐπὶ τὰς ναῦς. b(BCE3E4)T |
| book 223-4.1 | νῦν δ’, αὐτὸς γὰρ 〈ἄκουσα θεοῦ καὶ ἐσέδρακον |
| book 223-4.2 | ἄντην, / εἶμι〉: βραχὺ διασταλτέον μετὰ τὸν δέ (223) 〈καὶ τὸν ἄντην (223)〉 τὸ γὰρ |
| book 223-4.3 | ἑξῆς νῦν δὲ εἶμι. A |
| book 223.1 | 〈αὐτὸς γὰρ ἄκουσα θεοῦ〉 καὶ ἐσέδρακον 〈ἄντην〉: |
| book 223.2 | ἐνῆν καὶ οὕτως εἰπεῖν ‘νῦν δὲ θεὸς ὁ εἰπών‘· ὁ δὲ ἐμφαντικῶς τὴν αὑτοῦ |
| book 223.3 | αὐτοψίαν προβάλλεται. ἐνήλλαξε δὲ τὴν τάξιν. T |
| book 224-6.1 | εἰ δέ μοι αἶσα 〈/ τεθνάμεναι παρὰ νηυσὶν |
| book 224-6.2 | Ἀχαιῶν χαλκοχιτώνων / βούλομαι〉: ἡ ὑποστιγμὴ ἀμφίβολος· |
| book 224-6.3 | ἤτοι γὰρ μετὰ τὸ αἶσα (224), ἵνα λείπῃ τὸ ἐστίν, ἢ μετὰ τὸ χαλκο‐ |
| book 224-6.4 | χιτώνων (225), ἵνα κοινὸν ᾖ τὸ τεθνάμεναι (225) καὶ κατὰ τῶν |
| book 224-6.5 | ἑξῆς. A |
| book 226.1 | αὐτίκα γάρ με κατακτείνειεν: τῆς τῶν ἀκουόντων δια‐ |
| book 226.2 | νοίας ἥψατο ταῦτα λέγων. b(BCE3E4)T |
| book 227.1 | ἐπὴν γόου ἐξ ἔρον εἵην: ἐπὰν κορεσθείην τῆς τοῦ πέν‐ |
| book 227.2 | θους ἐπιθυμίας. b(BCE3E4)T |
| book 228a.1 | {>ῆ καὶ} φωριαμῶν: Ἀρίσταρχος ὡς κιβωτῶν. καὶ |
| book 228a.2 | ἔχομεν τῶν διὰ τοῦ αμος παρηγμένων ὀνομάτων κανόνας τοιούσδε, |
| book 228a.3 | πρῶτον μὲν ὡς τὰ τριβράχεα, μὴ ὄντα ἐπιθετικὰ βαρύνεσθαι θέλει, |
| book 228a.4 | κάλαμος, „Πρίαμοσ“ (Α 255. Γ 161 al.)· τὸ „ποταμόσ“ (Λ 492. 722 |
| book 228a.5.1 | al.) ἐγένετο παρὰ τὸ ποτασμός, καθ’ ὑφαίρεσιν τοῦ ς· τὸ δὲ ἰταμός |
| book 228a.5.2 | ἐπιθετικόν ἐστι. δεύτερον δὲ ὡς τὰ ἔχοντα τὴν ἄρχουσαν μακράν, εἰ |
| book 228a.5.3 | μὲν θέσει ᾖ, βαρύνεται, „ὄρχαμοσ“ (Β 837. Μ 110 al.), Τύρταμος, |
| book 228a.5.4 | „Πέργαμοσ“ (cf. Δ 508. Ζ 512 al.)· εἰ δὲ φύσει, κύρια 〈μὲν〉 ὄντα |
| book 228a.5.5 | βαρύνεται πάλιν, ὡς ἔχει τὸ Πύραμος Τεύταμος, οὐχ οὕτω δὲ ἔχοντα |
| book 228a.10.1 | ὀξύνεται, ὡς ἔχει τὸ „οὐλαμόσ“ (cf. Δ 251. 273 al.), „χηραμόσ“ (cf. |
| book 228a.10.2 | Φ 495). τούτῳ οὖν τῷ λόγῳ, εἴτε παρὰ τὸ τοὺς φῶρας ἀπείργειν ἢ |
| book 228a.10.3 | ἀπὸ τοῦ τὰ φάρη φυλάσσειν ἡ προκειμένη λέξις παρῆκται, ἔσται κατ’ |
| book 228a.10.4 | ὀξεῖαν τάσιν, φωραμὸς καὶ πλεονασμῷ τοῦ ι φωριαμός. | ἡ διπλῆ δέ, |
| book 228a.10.5 | ὅτι ἐπιθήματα τῶν κιβωτίων τὰ πώματα, καταχρηστικῶς δὲ |
| book 228a.15 | πίθων καὶ τῶν ὁμοίων. A |
| book 228b1.1 | {καὶ} φωριαμῶν: φωριαμός· ἔχει γάρ, ἃ φοροῦμεν. οἱ |
| book 228b1.2 | δὲ παρὰ τὰ φάρη ἢ τοὺς φῶρας. Ἀρίσταρχος δέ φησι τὴν κιβωτὸν |
| book 228b1.3 | λέξιν νεωτέρων εἶναι· ἀγνοεῖ δὲ ὅτι καὶ Σιμωνίδης (fr. 118 = P.M.G. |
| book 228b1.4 | 623) καὶ Ἑκαταῖος (FGrHist 1, 368) μέμνηται αὐτῆς. T |
| book 228b2 | ἔχουσι γάρ, ἃ φοροῦμεν. λέγει δὲ τὰ κιβώτια. b(BCE3) |
| book 228c.1 | ἐπιθήματα: πώματα· b(BCE3)T | καὶ ἐπιθεῖναι τὸ |
| book 228c.2 | κλεῖσαι λέγουσιν. T |
| book 229a.1 | πέπλους: ὅτι διέσταλκε τὸν πέπλον ἀπὸ τῶν χλαινῶν |
| book 229a.2 | (cf. Ω 230), καὶ τὰ φάρη (cf. Ω 231) ὡς διαφέροντα τῶν πέπλων |
| book 229a.3 | οὕτω προσηγόρευσεν. A |
| book 229b | 〈πέπλους:〉 πέπλος πεποιημένον ἱμάτιον γυναικεῖον. Til |
| book 229-31a1.1 | 〈πέπλους ... χλαίνας ... φάρεα ... χιτῶ‐ |
| book 229-31a1.2 | νας:〉 πέπλος, T φᾶρος, χλαῖνα, χιτών· ὅτι διάφορα ταῦτα, |
| book 229-31a1.3 | νῦν ἐδήλωσε· πέπλοι (cf. 229) γάρ, †ἃς† περονῶνται μόναι γυναῖκες· |
| book 229-31a1.4 | b(BCE3E4)T οἳ καὶ ἑανοὶ καλοῦνται· φησὶ γοῦν „πορφυρέοις πέ‐ |
| book 229-31a1.5 | πλοισι καλύψαντεσ“ (Ω 796) τὰ ὀστᾶ Ἕκτορος, καὶ τὰ Πατρόκλου „ἐν |
| book 229-31a1.1 | κλισίῃσι δὲ θέντες T ἑανῷ λιτὶ κάλυψαν“ (Σ 352). χιτὼν (cf. 231) |
| book 229-31a1.2 | δὲ ἀνδρεῖον ἔνδυμα. φᾶρος (cf. 231) ἱμάτιον ἀνδρῶν καὶ γυναικῶν. |
| book 229-31a1.3 | χλαῖνα (cf. 230) b(BCE3E4)T τὸ περίβλημα τῆς κλίνης. Ail |
| book 229-31a1.4 | b(BCE3E4)T |
| book 229-31a2.1 | πέπλος, φᾶρος, χιτών, χλαῖνα διαφέρουσι· πέπλοι γάρ, |
| book 229-31a2.2 | †ἃς† περονῶνται μόναι γυναῖκες, οἳ καὶ ἑανοὶ καλοῦνται. χιτὼν δὲ |
| book 229-31a2.3 | ἀνδρεῖον ἔνδυμα. φᾶρος ἱμάτιον ἀνδρῶν καὶ γυναικῶν. χλαῖνα τὸ |
| book 229-31a2.4 | περίβλημα τῆς κλίνης. A (bis) |
| book 232a | 〈δέκα πάντα τάλαντα:〉 ὅτι παρέλκει τὸ πάντα. Aim |
| book 232b.1 | δέκα πάντα τάλαντα: παρέλκει τὸ πάντα. ἢ τὰ |
| book 232b.2 | πάντα δέκα. T |
| book 234.1 | 〈δέπας περικαλλές,〉 ὅ οἱ Θρῇκες 〈πόρον ἄνδρεσ〉: |
| book 234.2 | ὡς φιλοπόται οἱ Θρᾷκες ποτήρια χαρίζονται. T |
| book 235a.1 | ἐξεσίην {ἐλθόντι}: Ἀρίσταρχος δασύνει τὴν δευτέραν |
| book 235a.2 | συλλαβήν· παρὰ γὰρ τὸ ἵημι, φησίν, ἐγένετο· ἐπιφέρει γοῦν· „πρὸ |
| book 235a.3 | γὰρ ἧκε πατὴρ ἄλλοι τε γέροντεσ“ (φ 21). παρὰ δὲ τὸν ἥσω μέλλοντα |
| book 235a.4 | ἡ ἑσία ἐγένετο καὶ ἡ ἐξεσία, ὡς καὶ παρὰ τὸ θήσω θεσία· „πῇ δὴ |
| book 235a.5.1 | συνθεσίαι τε;“ (Β 339). τὸ αὐτὸ καὶ ἐπὶ τοῦ „τῶν ἕνεκ’ ἐξεσίην“ (φ 20), |
| book 235a.5.2 | 〈οἶον τὴν ἔκπεμψιν〉. οὕτως δὲ καὶ Νικίας (fr. 22 B.). Νεοπτόλεμος δὲ |
| book 235a.5.3 | ὁ Παριανός (fr. 18 [1980] M.), λέγων παρὰ τὸ ἐξιέναι πεποιῆσθαι τὴν λέξιν {οἷον τὴν |
| book 235a.1 | ἔκπεμψιν}, ἀξιοῖ ψιλοῦν. ἄμεινον δὲ τῷ Ἀριστάρχῳ πείθεσθαι· |
| book 235a.2 | ἠπίστατο γὰρ ὁ ποιητὴς καὶ τὸν ἥσω μέλλοντα δασυνόμενον, „ἥσω |
| book 235a.10.1 | γὰρ καὶ ἐγώ“ (Ρ 515). παρὰ δὲ τοὺς μέλλοντας ὁριστικοὺς ἐγένετο τὰ |
| book 235a.10.2 | τοιαῦτα ὀνόματα, οὐ παρ’ ἐνεστῶτας †ἀπαρεμφάτου ἐγκλίσεως†· |
| book 235a.10.3 | θύσω γοῦν θυσία, ἄξω ἀξία, δώσω δοσία, προδώσω προδοσία. |
| book 235a.10.4 | οὕτως οὖν καὶ παρὰ τὸν ἥσω ἑσία καὶ ἐξεσία. A |
| book 235b.1 | ἐξεσίην: δημοσίαν ἔκπεμψιν. δασύνεται δὲ ἡ δευτέρα |
| book 235b.2 | συλλαβή, παρὰ τὸ ἥσω ἑσία καὶ ἐξεσία. b(BCE3E4)T οἱ δὲ |
| book 235b.3 | ψιλοῦσι διὰ τὸ ὄνομα γεγενῆσθαι. T |
| book 236.1 | φείσατο: ἢ ὡς πολυτελοῦς, ἢ ὡς φυλασσομένων τῶν ξε‐ |
| book 236.2 | νίων. T |
| book 238a1.1 | 〈αἰθούσης:〉 αἴθουσαι στοαί, παρὰ τὸ πῦρ ἐν αὐταῖς |
| book 238a1.2 | κάεσθαι. T |
| book 238a2.1 | αἱ πρόστωοι, παρὰ τὸ ὑπὸ τοῦ ἡλίου καταίθεσθαι. b |
| book 238a2.2 | (BCE3E4) |
| book 238b.1 | αἰσχροῖσιν: κακοῖς· b(BCE3E4)TTil καὶ „αἴσχι‐ |
| book 238b.2 | στος δὲ ἀνήρ“ (Β 216) ἀντὶ τοῦ κάκιστος. b(BCE3E4)T |
| book 238c | 〈ἐνίσσων:〉 Αἰολεῖς, ἀπὸ τοῦ ἐνίπτων. Til |
| book 239a | 〈ἔρρετε:〉 ἀπέρρετε. Til |
| book 239b | λωβητῆρες: ψεῦσται· „οὔ τί σε λωβεύω, τέκνον φίλον“ |
| book 239b.1 | (Ψ 26). οἱ δὲ ἐκ τῶν δύο ἐπονείδιστοι· b(BCE3E4)T λώβη γὰρ |
| book 239b.2 | ἡ ὕβρις. T |
| book 239-40.1 | οὔ νυ καὶ ὑμῖν | οἴκοι ἔνεστι γόος: ὡς οὐκ |
| book 239-40.2 | ἔχοντες πένθος ἐμὲ παραμυθεῖσθε· ἐμοί, φησί, συμπαθήσοντες ἥκετε, |
| book 239-40.3 | οὐχὶ δὲ ἕκαστος ἴδιον ὁρίζετε πένθος τὸν θάνατον Ἕκτορος. βούλεται |
| book 239-40.4 | δὲ λέγειν ὅτι δεῖ ἕκαστον οἴκοι μένοντα πενθεῖν τὸν Ἕκτορα. b(BCE3 |
| book 239-40.5 | E4)T |
| book 240.1 | κηδήσοντες: βαρήσοντες τὸν ἐν κήδει ὄντα παραμυθη‐ |
| book 240.2 | σάμενοι. T |
| book 241a1.1 | ἦ οὔνεσθε: ἐκφαυλίζετέ b(BCE3)T με ὡς μόνον |
| book 241a1.2 | δεινῶς πάσχοντα, b(BCE3) καὶ δοκεῖτε αὐτοὶ οὐδὲν ἔχειν οὐδὲ |
| book 241a1.3 | κοινὸν εἶναι τὸ κακόν. b(BCE3)T |
| book 241a2.1 | {> ἢ οὔνεσθ’ ὅτι μοι:} οἷον μικρὸν καὶ φαῦλον οἴεσθε τὸ |
| book 241a2.2 | συμβεβηκός. A |
| book 241b.1 | 〈οὔνεσθε:〉 ἡ διπλῆ {δέ}, ὅτι οὔνεσθε ἐκφαυλίζετε καὶ |
| book 241b.2 | οὐδενὸς ἄξιον ἡγεῖσθε. A |
| book 241c | ἢ οὔνεσθε: οὕτως αἱ Ἀριστάρχου „ἢ ὀνόσασθε“· AAim |
| book 241c.1 | ἐμέμψασθε καὶ ἐξεφαυλίσατε. βούλεται δὲ λέγειν ‘ἐμοὶ συλλυπησόμενοι, |
| book 241c.2 | καὶ οὐχὶ ἕκαστος ἴδιον κακὸν νομίζων τὴν Ἕκτορος ἀπώλειαν‘. A |
| book 242a1 | ἀτὰρ γνώσεσθε: μαθήσεσθέ γε μήν. T |
| book 242a2.1 | μαθήσεσθε πάσχοντες κακῶς ὅτι Ἕκτωρ ἀπώλετο. b(BC |
| book 242a2.2 | E3E4) |
| book 243a1.1 | ῥηΐτεροι γὰρ μᾶλλον 〈Ἀχαιοῖσιν δὴ ἔσεσθε〉: |
| book 243a1.2 | ῥηΐτεροι μὲν ἦτε, νῦν δὲ μᾶλλον. ἢ ἀντὶ ἁπλοῦ τὸ ῥηΐτεροι. T |
| book 243a2.1 | καὶ πρὶν μὲν ῥᾴδιοι τοῖς Ἕλλησιν ἦτε, εἰ μὴ Ἕκτωρ |
| book 243a2.2 | ἠρίστευε· νῦν δὲ ῥᾳδιώτεροι γενήσεσθε, b(BCE3E4) ἤτοι εὐκόλως |
| book 243a2.3 | τῇ καθ’ ἡμῶν χρήσονται μάχῃ. b(BE3E4) |
| book 245-6.1 | 〈πρὶν ἀλαπαζομένην τε πόλιν κεραϊζομένην τε / |
| book 245-6.2 | ὀφθαλμοῖσιν ἰδεῖν, βαίην δόμον Ἄϊδος εἴσω:〉 βραχὺ δια‐ |
| book 245-6.3 | σταλτέον μετὰ τὸ ἰδεῖν (246) πρὸς τὸ σαφέστερον. Aim |
| book 247a.1 | 〈σκηπανίῳ:〉 ῥάβδῳ, b(BCE3E4) σκήπτρῳ. b(BC |
| book 247a.2 | E3E4)Til |
| book 247b.1 | δίεπ’ ἀνέρας: δασέως δίἑπε, παρὰ τὸ ἕπω δασυνό‐ |
| book 247b.2 | μενον· οὕτως καὶ Ἀρίσταρχος καὶ οἱ πλείους· οἷον διὰ τῶν ἀνδρῶν |
| book 247b.3 | ἐπορεύετο καὶ διΐστα αὐτούς. καὶ οὕτως ἔχει τὰ τῆς ἀναγνώσεως. A |
| book 247c.1 | δίεπ’ ἀνέρας: διὰ τῶν ἀνδρῶν ᾔει. b(BCE3E4)T |
| book 247c.2 | καὶ δασύνεται ἡ δευτέρα συλλαβή. T οἱ δὲ διεῖργε καὶ διΐστα |
| book 247c.3 | τοὺς ἄνδρας. b(BE3E4)T οἱ δὲ „δί’ ἐπ’ ἀνέρασ“, ἵν’ ᾖ „δί’ ἐπ’“ |
| book 247c.4 | ἐδίωκεν 〈ἐπί〉, ὅ ἐστιν ἐπεδίωκεν. T |
| book 247-8.1 | 〈οἱ δ’ ἴσαν ἔξω / σπερχομένοιο γέροντος:〉 τὸ |
| book 247-8.2 | {δὲ} ἔξω (247) ἑκατέροις δύναται συντάττεσθαι· βέλτιον δὲ τοῖς |
| book 247-8 | ἄνω. A |
| book 248a.1 | σπερχομένοιο: ἐπειγομένου ἐν τῷ διώκειν, ἢ σπέρχον‐ |
| book 248a.2 | τος. τοῦτο πρὸς τὸ θυμῶδες καὶ ἀπειθὲς τῶν ὠστιζομένων †τῶν εἰς |
| book 248a.3 | τὰ βασίλεια οἰκημάτων. b(BCE3E4)T |
| book 248b | υἱάσι〈ν〉: τινὲς ἀπὸ τοῦ υἱάς, ὡς Ἀρκάς. T |
| book 248c1.1 | ὁμόκλα: ἤπιος μέν ἐστιν, ὥς πού φησιν „οἷς δ’ ὁ γέρων |
| book 248c1.2 | μετέῃσι“ (Γ 109) καὶ „ἑκυρὸς δὲ πατὴρ ὣς ἤπιος ἦεν“ (Ω 770). δύσκο‐ |
| book 248c1.3 | λον δὲ νῦν αὐτὸν εἴργασται τὸ πένθος. T |
| book 248c2.1 | καὶ ἤπιος μὲν ἀεί ἐστι· νῦν δὲ ἡ λύπη Ἕκτορος καὶ τὸ |
| book 248c2.2 | πένθος δύσκολον αὐτὸν ἐποίησεν ἀπειρηκότα τοῦ ζῆν. b(BE3E4) |
| book 249-51.1 | νεικείων Ἕλενόν τε—δῖον Ἀγαυόν: οἰ‐ |
| book 249-51.2 | κεῖον μὲν τῷ πάθει τὸ δυσκολαίνειν πρὸς πάντας. λεληθότως δὲ |
| book 249-51.3 | Ὅμηρος κατάλογόν τινα πεποίηται τῶν ὑπολειπομένων Πριάμῳ |
| book 249-51.4 | παίδων. b(BCE3E4)T |
| book 251.1 | 〈Δηΐφοβον:〉 Ἀλεξάνδρου—ἔγημεν αὐτήν. ἡ ἱστο‐ |
| book 251.2 | ρία παρὰ Λυκόφρονι (Al. 169—71). A |
| book 251a.1 | καὶ Ἱππόθοον καὶ ΔΙΟΝ ἈΓΑΥΟΝ: ὅτι ὁμώνυμος |
| book 251a.2 | ὁ Ἱππόθοος τῷ Πελασγῷ· „Ἱππόθοος δ’ ἄγε φῦλα Πελασγῶν“ |
| book 251a.3 | (Β 840). καὶ ὅτι ἄδηλον, πότερόν ἐστι τὸ κύριον ὁ ΔΙΟΣ ἢ ὁ |
| book 251a.4 | ἈΓΑΥΟΣ. A |
| book 251b | καὶ Δῖον 〈ἀγαυόν〉: Φερεκύδης (FGrHist 3, 137) τὸν |
| book 251b | Δῖον νόθον υἱὸν Πριάμου φησίν. ἔσται οὖν τὸ ἀγαυόν ἐπίθετον. T |
| book 252.1 | ἐννέα {τοῖς}: ἢ τῶν ἐξ Ἑκάβης ἐννεακαίδεκα (cf. Ω 496) |
| book 252.2 | οὗτοι ὑπελείποντο, ἢ τῶν πεντήκοντα (cf. Ω 495). T |
| book 253a.1 | σπεύσατε: πᾶν γὰρ αὐτῷ βραδὺ φαίνεται πρὸς τὰ |
| book 253a.2 | λύτρα, κἂν ᾖ ταχύ. b(BCE3E4)T |
| book 253b.1 | κατηφόνες: ὡς Μακεδόνες. | οὕτως Ἀρίσταρχος, καὶ |
| book 253b.2 | ἄμεινον· θηλυκῇ γὰρ προσηγορίᾳ ὀνειδίσαι τοὺς υἱοὺς ἠθέλησεν, |
| book 253b.3 | οἱονεὶ κατήφειαι. Κράτης (fr. XV [p. 79] H.) μέντοι „κατηφέεσ“ |
| book 253b.4 | γράφει. A |
| book 253c.1 | κατηφόνες: ὡς Κηληδόνες, Σειρηδόνες. b(BCE3E4)T |
| book 253c.2 | ἔστιν οὖν μᾶλλον θηλυκά, T εἰς μαλακίαν αὐτοὺς ἐπισκώπτοντος |
| book 253c.3 | τοῦ πατρὸς ὡς στυγνίας αἰτίους. ἀπὸ τοῦ κατηφῶ κατηφών, b(BE3 |
| book 253c.4 | E4)T ὅθεν φησὶ „στῆ δὲ κατηφήσασ“ (Χ 293), ὡς εἴκω εἰκών. οἱ |
| book 253c.5.1 | δὲ ἄξιοι τοῦ φονεύεσθαι. ὁ δὲ Νέστωρ ἐπὶ τῆς θυσίας εἶπεν· „καρπα‐ |
| book 253c.5.2 | λίμως μοι, τέκνα φίλα“ (γ 418). T |
| book 253d.1 | ἄλλως· κατηφὼν παρὰ τὸ φῶ, οὗ παράγωγον φάω, T |
| book 253d.2 | ὁ κάτω ἔχων τὰ φάη δι’ αἰσχύνην ἢ δι’ ὀνειδισμὸν ἢ 〈διὰ〉 λύπην. |
| book 253d | b(BE3E4)T |
| book 254.1 | ὠφέλετε: καὶ Καλλίμαχος (fr. 636)· „μὴ ὀφέλετ’ ἀλλή‐ |
| book 254.2 | λοισιν ἐπὶ πλέον ὄμματα δῦναι“. T |
| book 255-60.1 | ὤ μοι ἐγὼ 〈πανάποτμος, ἐπεὶ—πάντα |
| book 255-60.2 | λέλειπται〉: ἠθικὴ ἡ μεταξὺ ἀναφώνησις. ὀργιζόμενος δὲ τοῖς |
| book 255-60.3 | λελειμμένοις ἀφορμὴν ἔσχεν ἀποδύρεσθαι τοὺς τετελευτηκότας. ἐλεεινὸν |
| book 255-60.4 | δὲ καὶ τὸ †ἐπὶ τέκνῳ† (255)· οὐ γὰρ δεινὸν τὸ μὴ γεννῆσαι ὡς τὸ |
| book 255-60.5.1 | γεννηθέντας ἀπολέσαι. πάντα δὲ κινητικά· στενάζει, προστάσσει, |
| book 255-60.5.2 | λοιδορεῖ. b(BCE3E4)T |
| book 255 | 〈πανάποτμος:〉 περὶ πάντα δυστυχής. Til |
| book 257a.1 | 〈Μήστορα τ’ ἀντίθεον καὶ Τρωΐλον〉 ἱππιοχάρ‐ |
| book 257a.2 | μην: ἐντεῦθεν Σοφοκλῆς ἐν Τρωΐλῳ (T.G.F. p. 266 N. = II p. 253 |
| book 257a.3 | P.) φησὶν αὐτὸν λοχηθῆναι ὑπὸ Ἀχιλλέως ἵππους γυμνάζοντα παρὰ |
| book 257a.4 | τὸ Θυμβραῖον καὶ ἀποθανεῖν. ὑπονοήσειε δ’ ἄν τις τὸν Μήστορα |
| book 257a.5.1 | πρεσβύτατον εἶναι τῶν Πριαμιδῶν, καὶ τὸν Τρωΐλον οὐ παῖδα, διότι |
| book 257a.5.2 | ἐν τοῖς ἀρίστοις καταλέγεται. T |
| book 257b.1 | Τρωΐλον ἱππιοχάρμην: ὅτι ἐκ τοῦ εἰρῆσθαι ἱππιο‐ |
| book 257b.2 | χάρμην τὸν Τρωΐλον οἱ νεώτεροι ἐφ’ ἵππου διωκόμενον αὐτὸν |
| book 257b.3 | ἐποίησαν. καὶ οἱ μὲν παῖδα αὐτὸν ὑποτίθενται, Ὅμηρος δὲ διὰ τοῦ |
| book 257b | ἐπιθέτου τέλειον ἄνδρα ἐμφαίνει· οὐ γὰρ ἄλλος ἱππόμαχος λέγεται. A |
| book 258-9a.1 | ὃς θεὸς ἔσκε〈—ἀλλὰ θεοῖο〉: οὐ μόνον δι’ |
| book 258-9a.2 | ἀρετὴν ἐξαίρετος ὁ τοῦ Ἕκτορος ἔπαινος, ἀλλὰ καὶ διὰ τὸ †πρόσφορον |
| book 258-9a.3 | τῆς συμφορᾶς. b(BCE3E4)T ἠθικῶς δὲ κρείττονά φησι ὁ Πρία‐ |
| book 258-9a.4 | μος τὸν παῖδα τοῦ δοκεῖν ἐξ ἑαυτοῦ γεγενῆσθαι. b(BE3E4)T |
| book 258-9b.1 | οὐδ〈ὲ〉 ἐῴκει / ἀνδρός γε〈—θεοῖο〉: Στη‐ |
| book 258-9b.2 | σίχορος (fr. 47 P. = P.M.G. 224) Ἀπόλλωνος αὐτόν φησιν, οὐ |
| book 258-9b.3 | νοήσας τὴν ὑπερβολήν. T |
| book 261.1 | 〈ὀρχησταί τε〉 χοροιτυπίῃσιν 〈ἄριστοι〉: οὐκ ἐν |
| book 261.2 | πολέμοις· ἐκείνην γὰρ τὴν ὄρχησιν σεμνύνει· „καὶ ὀρχηστήν περ |
| book 261.3 | ἐόντα“ (Π 617)· τὴν δὲ μαλακὴν ἀποδοκιμάζει. T |
| book 262.1 | ἐπιδήμιοι ἁρπακτῆρες: ἐν τῷ ἰδίῳ δήμῳ πρὸς τὸ ἀδικεῖν |
| book 262.2 | γενναῖοι· ἔνθεν τὸ „οἴκοι μὲν λέοντες, / ἐν μάχῃ δ’ ἀλώπεκεσ“ (Ar. |
| book 262.3 | pac. 1189—90). b(B [bis], CE3E4)T |
| book 264a | ἐπιθεῖτε: ὡς τὸ „διακρινθεῖτε“ (Γ 102). AimT |
| book 264b | 〈ἐπιθεῖτε:〉 ἐπιθείητε. Til |
| book 265.1 | 〈οἱ δ’ ἄρα πατρὸσ〉 ὑποδδείσαντες 〈ὁμοκλήν〉: |
| book 265.2 | δεόντως σιωπῶσιν· οὐ γὰρ ἀντιλέγειν ἔδει πατρὶ πενθοῦντι. b(BCE3 |
| book 265.3 | E4)T |
| book 266.1 | ἐκ μὲν ἅμαξαν 〈ἄειραν ἐΰτροχον ἡμιονείην〉: ἐκ |
| book 266.2 | μέν T ἔξω μέν. πρᾶγμα δὲ βιωτικὸν καὶ κοινὸν ἐκόσμησε ποιητι‐ |
| book 266.3 | κῶν λέξεων ποικιλίᾳ. b(BCE3E4)T |
| book 267.1 | πρωτοπαγέα: πρώτως παγεῖσαν, ὅ ἐστιν ἐξόχως. b(BC |
| book 267.2 | E3)T ἢ πρῶτον πεπηγυῖαν, ὅ ἐστι καινήν· b(BE3)T ἔστι |
| book 267 | γὰρ τὸ μὲν τάξεως, τὸ δὲ ποιότητος. b(BE3E4)T |
| book 268.1 | κὰδ δ’ ἀπὸ πασσαλόφι ζυγὸν ᾕρεον: τὸ ἑξῆς καθῄ‐ |
| book 268.2 | ρουν. T |
| book 269a.1 | πύξινον ὀμφαλόεν〈—ἀρηρόσ〉: οὐκ ἦν παρὰ |
| book 269a.2 | Ζηνοδότῳ οὗτος ὁ στίχος. AT |
| book 269b.1 | ὀμφαλόεν: ὑπεροχὰς ἔχον ἐν μέσῳ τινάς, αἷς περιειλοῦνται |
| book 269b.2 | οἱ ἱμάντες. b(BCE3E4)T οἱ δέ, ἐν μέσῳ ὀμφαλὸν ἔχον, ᾧ προσ‐ |
| book 269b.3 | δεῖται ἱμᾶσιν ὁ ῥυμός. b(BE3E4)T |
| book 269c1.1 | οἰήκεσσιν: κρίκοις, δι’ ὧν ἐνειρόμεναι αἱ ἡνίαι b(BE3 |
| book 269c1.2 | E4, E4il)T τοὺς ἵππους οἰακίζουσιν· ἡ γὰρ ἡνία τρόπον τινὰ |
| book 269c1.3 | οἴηξ ἐστὶ τοῦ ἅρματος. b(BE3E4il)T |
| book 269c2.1 | οὕτως δὲ εἴρηκε κρίκους τινάς, δι’ ὧν [αἱ ἡνίαι] διείρονται |
| book 269c2.2 | καὶ οἰακίζ[ουσι τοὺς ἵππους]. A |
| book 270.1 | ζυγόδεσμον: ἱμάντα ἢ σχοινίον, b(BCE3E4)T ὃ δε‐ |
| book 270.2 | σμεῖ τὸν ζυγόν. b(BCE3E4) |
| book 271 | τό: τὸ ζυγόδεσμον. b(BCE3E4)T |
| book 272a1.1 | 〈πέζῃ:〉 πέζα τὸ ἄκρον καὶ ἐπὶ γῆς, ἢν λυθῇ ὁ ῥυμός, |
| book 272a1.2 | φερόμενον. καὶ ἐπὶ ἱματίου πέζα τὸ πρὸς τῇ γῇ μέρος. T |
| book 272a2.1 | 〈πέζῃ ἐπὶ πρώτῃ:〉 πᾶν τὸ ἄκρον πέζα καλεῖται. ἔχει |
| book 272a2.2 | δὲ ὁ ῥυμὸς πέζας δύο, τὴν πρὸς γῆν καὶ τὴν πρὸς τὸ ζυγόν. τὴν οὖν |
| book 272a2.3 | πρὸς τὸ ζυγὸν πρώτην λέγει. b(BCE3E4) |
| book 272b | πέζῃ ἐπὶ πρώτῃ: ὅτι πρώτῃ ἀντὶ τοῦ ἄκρᾳ· „ἄξαντ’ |
| book 272b | ἐν πρώτῳ ῥυμῷ“ (Ζ 40). A |
| book 272c.1 | ἕστορι βάλλον: δασέως, ἀπὸ τῆς ἕσεως· τὸν γὰρ βαλ‐ |
| book 272c.2 | λόμενον πάσσαλον ἐπ’ ἄκρου τοῦ ζυγοῦ νοητέον. A |
| book 272d.1 | ἕστορι: τῷ κατὰ τὸ ἄκρον τοῦ ῥυμοῦ ἐμπεπηγότι πασ‐ |
| book 272d.2 | σάλῳ, περὶ ὃν ὁ κρίκος †ἐνηλωμένος τῷ ζυγῷ ἐντίθεται, b(BCE3E4) |
| book 272d.3 | T ὃς καλεῖται ἕστωρ. T δασύνεται δὲ ἀπὸ τῆς ἕσεως. b(BE3 |
| book 272d.4 | E4)T |
| book 272e.1 | ἕστορι {βάλλον}: τῷ πεπηγότι πασσάλῳ κατὰ τοῦ |
| book 272e.2 | ῥυμοῦ καὶ τοῦ ζυγοῦ, περὶ ὃν τὰ ζυγόδεσμα εἰλεῖται καὶ ὁ κρίκος ἔγκει‐ |
| book 272e.3 | ται. A |
| book 273.1 | τρὶς δ’ ἑκάτερθεν ἔδησαν 〈ἐπ’ ὀμφαλόν〉: ἑκατέρωθεν |
| book 273.2 | ἔδησαν †ἀμφαλλάσσοντες† τὸν ἐν μέσῳ τοῦ ζυγοῦ ὀμφαλόν, ἵνα μὴ |
| book 273.3 | ἑτεροκλινὴς ᾗ. b(BCE3E4)T |
| book 274.1 | ὑπὸ γλωχῖνα δ’ ἔκαμψαν: ὑπὸ τὴν γωνίαν τὴν γεγο‐ |
| book 274.2 | νυῖαν ἐκ τοῦ ῥυμοῦ καὶ τοῦ ζυγοῦ· b(BCE3E4) ὅταν γὰρ συν‐ |
| book 274.3 | δεθῇ τῷ ῥυμῷ ὁ ζυγός, ἀποτελοῦνταί τινες γωνίαι. δηλοῖ δὲ καὶ τὴν |
| book 274.4 | γλωσσίδα. ἔκαμψαν δὲ b(BE3E4) ἔκοψαν, ὑπέκοψαν, T ἀπε‐ |
| book 274.5 | τερμάτισαν, ἵνα μὴ κρέμηται ὁ ἱμάς. b(BE3E4)T |
| book 275-6.1 | ἐκ θαλάμου δὲ φέροντες 〈ἐϋξέστης ἐπ’ ἀπήνης / |
| book 275-6.2 | νήεον—ἄποινα〉: διασταλτέον μετὰ τὸ φέροντες (275) |
| book 275-6.3 | πρὸς τὸ σαφέστερον. A |
| book 277.1 | ἡμιόνους 〈...〉 ἐντεσιουργούς: οὐ τοὺς μετὰ κανθη‐ |
| book 277.2 | λίων νωτοφοροῦντας, b(BCE3E4)T ἀλλὰ τοὺς ἅρματα ἕλκοντας. |
| book 277.3 | b(BCE3)T καὶ Πίνδαρος (Ol. 13, 20) τὰ ἅρματα ἔντεά φησιν· |
| book 277.4 | „ἱππείοις †ἔντεσι† μέτρα“. b(BE3)T ἢ τοὺς ἑτοίμους πρὸς τὰ |
| book 277.5 | ἔργα. b(BE3E4)T |
| book 277.1 | ἐντεσιεργούς: τοὺς ὑποζυγίους καὶ μὴ ψιλῶς νωτοφόρους, |
| book 277.2 | ἀλλὰ τήν τε ἅμαξαν καὶ τὴν πείρινθα ἕλκοντας, ἅπερ καὶ ἔντεά φησιν. A |
| book 278a.1 | 〈τούς ῥά ποτε Πριάμῳ〉 Μυσοὶ δόσαν: Μυσοὶ πλη‐ |
| book 278a.2 | σίον ὄντες „Ἐνετῶν, ὅθεν ἡμιόνων γένοσ“ (Β 852). ἢ ὡς καὶ παρὰ |
| book 278a.3 | Μυσοῖς διαφόρων ὄντων· Ἀνακρέων (fr. 117 G. = 32 [P.M.G. 377] |
| book 278a.4 | P.)· „ἱπποθόρων δὲ Μυσοί / εὗρον μίξιν ὄνων“ πρὸς ἵππους, ἐξ ὧν |
| book 278a.5.1 | ἡμίονοι. καὶ νῦν μὲν ἀρσενικῶς εἶπεν, ἑξῆς (sc. Ω 325) δὲ „τὰς Ἰδαῖος |
| book 278a.5.2 | ἔλαυνε δαΐφρων“. T |
| book 278b | 〈τούς:〉 ὁ ἡμίονος καὶ ἡ ἡμίονος, διχῶς. Til |
| book 281a.1 | τὼ μὲν ζευγνύσθην: τούτοις γὰρ διὰ τῶν Πριαμιδῶν |
| book 281a.2 | τὸ ζεῦγμα παρεσκευάζετο. καὶ οἰκοδομεῖ μὲν ὁ ἐργάτης, οἰκοδομεῖται |
| book 281a.3 | δὲ ὁ χορηγός· καὶ γλύφει μὲν ὁ γλυφεύς, γλύφεται δὲ ὁ δεσπότης· |
| book 281a.4 | ζεύγνυσι μὲν ὁ ὑπηρετῶν, ζεύγνυται δὲ ὁ προστάσσων. b(BCE3E4)T |
| book 281b | ζευγνύσθην: ζευγνύναι προσέτασσον. b(BCE3E4)T |
| book 282.1 | κῆρυξ καὶ Πρίαμοσ〈—ἔχοντεσ〉: ὅτι εἰ μὴ προσέ‐ |
| book 282.2 | θηκε τὸν στίχον, οἱ θέλοντες συγχεῖσθαι τὰ δυϊκὰ παρ’ Ὁμήρῳ, |
| book 282.3 | Ἐρατοσθένης καὶ Κράτης, ἔλεγον ἂν ἐπὶ τῶν ἐννέα Πριαμιδῶν τετάχθαι |
| book 282.4 | „τὼ μὲν ζευγνύσθην“ (Ω 281). A |
| book 283 | 〈τετιηότι:〉 περιλύπῳ. b(BCE3E4)Til |
| book 285.1 | λείψαντε: συλληπτικῶς· b(BCE3)T μόνος γὰρ σπέν‐ |
| book 285.2 | δει ὁ Πρίαμος. b(BCE3E4)T |
| book 292-4.1 | αἴτει δ’ οἰωνόν, ταχὺν 〈ἄγγελον— / δε‐ |
| book 292-4.2 | ξιόν〉: τὸ ἑξῆς αἴτει δ’ οἰωνὸν (292) δεξιόν (294). τὰ δὲ ἄλλα διὰ |
| book 292-4.3 | μέσου. A |
| book 292a.1 | 〈αἴτει δ’ οἰωνόν:〉 γυναικεῖον τὸ ἦθος τὸ ἐπὶ μαντείας |
| book 292a.2 | καταφεύγειν, εἴ τί που περίφοβον σχοῖεν. b(BCE3E4)T |
| book 292b1 | 〈ταχύν:〉 ἐν ἄλλῳ „ἑόν {ἄγγελον}“. Aim |
| book 292b2 | {ταχὺν ἄγγελον:} „ἑόν“ ἀγαθόν· οἱ δὲ τὸν αὐτοῦ. T |
| book 292c1.1 | ὅς τέ οἱ αὐτῷ: ἐγκλιτικῶς ἀναγινώσκουσι τὴν οἵ, ἐπεὶ |
| book 292c1.2 | εἰς ἁπλῆν ἡ μετάληψίς ἐστι〈ν〉, ὁμοίως τῷ „ἀλλά οἱ αὐτῷ / Ζεύσ“ |
| book 292c1.3 | (δ 667—8). A |
| book 292c2 | ἐγκλιτέον τὴν οι. Til |
| book 293a1.1 | φίλτατος οἰωνῶν: ἢ ὅτι τῇ αὐτῇ ἡμέρᾳ αὐτῷ ἐγεν‐ |
| book 293a1.2 | νήθη· ἢ ὅτι ὁρμῶντι αὐτῷ ἐπὶ τὴν βασιλείαν ἐφάνη καὶ ἐνεφάνισεν |
| book 293a1.3 | αὐτῷ τὰ μέλλοντα· τινὲς δέ φασιν ὅτι γεννηθέντα Δία εἰς οὐρανὸν |
| book 293a1.4 | ἐκόμισεν· οἱ δὲ ὅτι Μέροψ ὁ Κῷος ἀπαύστως ἐπένθει τὴν γυναῖκα· |
| book 293a1.5 | ξενίσας δὲ τὴν Ῥέαν μετεβλήθη καὶ συμπάρεστιν ἀεὶ τῷ Διΐ. T |
| book 293a2.1 | φασὶν ἐπὶ τὴν βασιλείαν ὁρμῶντι αὐτῷ αἰετὸν φανῆναι |
| book 293a2.2 | σύμβολον τῆς εὐτυχίας καὶ τοῦ κράτους, ἔνθεν αὐτὸν τῶν ἄλλων ἐφίλει. |
| book 293a2.3 | b(BCE3E4) |
| book 293b.1 | καί εὑ κράτος ἐστὶ μέγιστον: ὅτι Ζηνόδοτος γράφει |
| book 293b.2 | „καὶ οὗ“. ἔστι δὲ ἀντὶ τοῦ ἑαυτοῦ, καὶ ἀδιανόητος ὁ λόγος. A |
| book 293c | 〈μάλιστα:〉 γράφεται „μέγιστον“. Aint |
| book 295.1 | 〈Δαναῶν ταχυπώλων:〉 γράφεται „χαίρων ἐνὶ θυμῷ“. |
| book 295.2 | Aim |
| book 297.1 | οὐκ ἂν 〈ἔγωγέ σ’〉 ἔπειτα ἐποτρύνουσα 〈κελοίμην〉: |
| book 297.2 | ἐξ ἀντικειμένου φησὶν ὅτι κωλύσω σε. b(BCE3E4)T |
| book 300.1 | οὐ μέν τοι 〈τόδ’ ἐφιεμένῃ〉 ἀπιθήσω: πείθεται Πρίαμος |
| book 300.2 | οὐκ ἀπιστῶν Ἴριδι, ἀλλὰ θαρρῦναι αὐτὴν θέλων. b(BCE3E4)T |
| book 303a1 | ἀκήρατον: ἀθολώτατον. T |
| book 303a2 | καθαρόν, ἀθόλωτον, ἀμίαντον. b(BCE3E4) |
| book 304a1.1 | χέρνιβον ἀμφίπολος 〈πρόχοόν θ’ ἅμα χερσὶν |
| book 304a1.2 | ἔχουσα〉: ἀθετεῖται, ὅτι παρὰ τὸ σύνηθες αὐτῷ χέρνιβον τὸ |
| book 304a1.3 | ἀγγεῖον τὸ ὑποδεχόμενον τὸ ὕδωρ, ὡς ἡμεῖς. τοῦτο δὲ αὐτὸς εἴωθε |
| book 304a1.4 | καλεῖν „λέβητα“ (Ψ 267. ν 13 al.), τὸ δὲ κατὰ τῶν χειρῶν διδόμενον |
| book 304a1.5.1 | ὕδωρ „χέρνιβα“ (α 136. γ 440 al.). ἔνιοι δὲ διπλῇ σημειοῦνται ὡς |
| book 304a1.5.2 | ἅπαξ ἐνταῦθα εἰρημένον. A |
| book 304a2.1 | χέρνιβον: τινὲς ἀθετοῦσιν, ὅτι τὸ χειρόνιπτρον νῦν |
| book 304a2.2 | δηλοῖ. ἀεὶ δὲ τὸ ὕδωρ παρὰ τῷ ποιητῇ. T |
| book 304b.1 | χέρνιβον ἀμφίπολος πρόχοόν θ’ ἅμα χερσὶν |
| book 304b.2 | ἔχουσα: ἡ Μασσαλιωτικὴ „〈χέρνιβα ἀμφίπολοσ〉 ταμίη μετὰ χερσὶν |
| book 304b.3 | ἔχουσα“ διὰ τὸ μὴ εἰρῆσθαι νῦν συνήθως αὐτῷ ἐπὶ τῶν ὑδάτων, ἀλλ’ |
| book 304b.4 | ἐπὶ τοῦ σκεύους τὰ „χέρνιβα“, εἰ μὴ ἄρα ἑνικῶς ἐνθάδε γραπτέον |
| book 304b.5 | χέρνιβον ἀμφίπολος. T |
| book 304c.1 | 〈χέρνιβον:〉 οὐχ ὥς τινες τὸ ἀγγεῖον· ἐπιφέρει γὰρ |
| book 304c.2 | πρόχοόν θ’ ἅμα. ἀεὶ δὲ παρὰ τῷ ποιητῇ τὸ ὕδωρ δηλοῖ. b(BC |
| book 304c | E3E4) |
| book 305.1 | 〈κύπελλον ἐδέξατο ἧς ἀλόχοιο: ὅτι〉 λείπει ἡ παρά. |
| book 305.2 | Aim |
| book 306a1.1 | εὔχετ’ ἔπειτα στὰς 〈μέσῳ ἕρκεϊ〉: ὅτι ἐλλείπει ἡ |
| book 306a1.2 | πρόθεσις, ἀντὶ τοῦ ἐν μέσῳ ἕρκει στὰς εὔχετο. A |
| book 306a2 | λείπει ἡ ἔν. Til |
| book 306b1.1 | 〈εὔχετ’ ἔπειτα στὰσ〉 μέσῳ ἕρκεϊ: ἐν μεσάταις ταῖς |
| book 306b1.2 | αὐλαῖς †ἑρκίου† Διὸς ἦν βωμός, πρὸς ὃν καταφυγὼν ἔσφακται Πρία‐ |
| book 306b1.3 | μος. T |
| book 306b2.1 | ἐν τῷ μέσῳ τῆς αὐλῆς, ὅπου καὶ βωμὸς τοῦ ἑρκείου Διὸς |
| book 306b2.2 | ἦν, πρὸς ὃν μετὰ τὴν ἅλωσιν φυγὼν ἀπέσφακται. b(BCE3E4) |
| book 309a.1 | δός μ’ 〈ἐς Ἀχιλλῆοσ〉 φίλον ἐλθεῖν: ὡς μὴ ἐχθρῶς |
| book 309a.2 | προσδεχθῆναι. ἐλεεινὸν δὲ ἐλέου ἄξιον. καὶ ὡς ἐχθρὸς μὲν τῆς ἔχθρας |
| book 309a.3 | αἰτεῖται λύσιν, ὡς δὲ δυστυχὴς ἐλέου τυχεῖν. b(BCE3E4)T |
| book 309b.1 | ἐς Ἀχιλλῆος: πρὸς Ἀχιλλέα. b(BCE3)T ἤμελλε |
| book 309b.2 | γὰρ αὐτὸν ἔνδον εὑρήσειν. T |
| book 310 | 〈ταχύν:〉 ἐν ἄλλῳ „ἑόν {ἄγγελον}“. Aim |
| book 311 | 〈μάλιστα:〉 γράφεται „μέγιστον“. Aim |
| book 315-6.1 | αὐτίκα δ’ αἰετὸν ἧκε, 〈τελειότατον πετεηνῶν, / |
| book 315-6.2 | μόρφνον θηρητῆρα〉: ὁ μὲν Ἀχιλλεύς ἐστιν ἐπὶ τοῦ 〈τοῦ〉 κρείττο‐ |
| book 315-6.3 | νος προσχήματος. T πιθανῶς δὲ οὐδὲν ἔχει ὁ ἀετός, ὅπως σημαίνῃ |
| book 315-6 | Πριάμῳ ὅτι οὐ μὴ συλληφθῇ ὑπὸ τῶν φυλάκων. b(BCE3E4)T |
| book 315-6.5.1 | μέλας (cf. 316) δὲ ὢν τῆς εἰσόδου ἐδήλου τὸ λαθρίδιον, ὁ δὲ θηρητὴρ |
| book 315-6.5.2 | (cf. 316) τὸ ἐπιτευκτικόν. οὐδὲν δὲ κτείνων οὐδὲ ἁρπάζων φαίνεται |
| book 315-6.5.3 | ἀλλ’ ἥμερος, τοιοῦτον δηλῶν ἔσεσθαι Ἀχιλλέα. b(BE3E4)T |
| book 315a.1 | τελειότατον πετεηνῶν: ὅτι οὐ τὸν τῷ σώματι τέλειον, |
| book 315a.2 | ἀλλὰ τὸν ἐπιτελεστικώτατον. A |
| book 315b.1 | τελειότατον πετεεινῶν: ἐπιτελεστικὸν εἰς ἃ ἂν ὀφθείη. |
| book 315b.2 | ἢ τὸν ἐν ἀξιώματι ὑπερέχοντα, ὡσεὶ καὶ λέοντα ἔφη τελειότατον |
| book 315b.3 | θηρῶν, τουτέστι βασιλικώτατον. b(BCE3E4)T ἢ 〈τὸν〉 τῶν |
| book 315b.4 | ἀετῶν τελειότατον τὸν πύγαργόν φησιν. T |
| book 316a1.1 | μόρφνον: μόρφνον ὡς „ὕπνον“ (Κ 159. Λ 241 al.) |
| book 316a1.2 | ATil καὶ οὕτως ἔχει ἡ ἀνάγνωσις. εἴτε μορόφονός ἐστιν, εἴτε παρὰ |
| book 316a1.3 | τὴν ὄρφνην ἐσχημάτισται πλεονάσαντος τοῦ μ κατ’ ἀρχήν, ἵνα σημαί‐ |
| book 316a1.4 | νηται ὁ μέλας, εἴτε παρὰ τὸ μάρπτω μάρφνος ἐστὶ καὶ μόρφνος ὁ |
| book 316a1.5.1 | συλλαμβάνων, ἐξ οὗ σημαίνεται ὁ ταχύς, κατὰ πάντα τρόπον ὀφείλει |
| book 316a1.5.2 | βαρύνεσθαι διά τε τοὺς σχηματισμοὺς καὶ τὸν χαρακτῆρα· τὰ γὰρ |
| book 316a1.5.3 | εἰς ος λήγοντα δισύλλαβα, μὴ ἔχοντα παρασχηματισμὸν θηλυκοῦ γέ‐ |
| book 316a1.5.4 | νους, ἔχοντα δὲ πρὸ τέλους τὴν ορ συλλαβὴν πάντα βαρύνεται, ὑπ‐ |
| book 316a1.5.5 | εσταλμένων τῶν εἰς μος ληγόντων, οἷον „χόρτοσ“ (cf. Λ 774. Ω 640), |
| book 316a1.10 | „φόρτοσ“ (cf. θ 163. ξ 296), „ὅρκοσ“ (Α 239. Ο 38 al.), Ὄρθος τὸ |
| book 316a1.1 | μονογενές, πόρνος· οὐ γὰρ θηλυκὸν αὐτοῦ τὸ πόρνη. οὕτως δὲ θέλει |
| book 316a1.2 | καὶ τὸ „πτόρθοσ“ (cf. ζ 128). οὕτω μόρφνος. παρεφύλαξα δὲ τὰ εἰς |
| book 316a1.3 | μος διὰ τὸ κορμός, φορμός. τὸ μέντοι „περκνόσ“ ὀξύνεται ὁμοίως τῷ |
| book 316a1.4 | πυκνός. οὕτως καὶ ὁ Ἀσκαλωνίτης (p. 60 B.), μεταλαμβάνων εἰς τὸν |
| book 316a1.15.1 | μέλανα. καὶ ἐμοὶ δὲ δοκεῖ οὕτως ἔχειν ὑγιῶς, ἐπεὶ οὐδὲ παραλήγεται τῇ |
| book 316a1.15.2 | ορ συλλαβῇ, ὡς καὶ τὰ προκείμενα. ὁ μέντοι Ἀρίσταρχος ἀετοῦ εἶδος |
| book 316a1.15.3 | καὶ βαρύνει. ἀλλ’ οὖν γε ἐπείσθη ἡ παράδοσις τοῖς ὀξύνουσιν. A |
| book 316a2 | περκνὸς ὡς πυκνός. T |
| book 316b.1 | μόρφνον: ἀπὸ τοῦ μεμοιρῆσθαι περὶ τὸν φόνον, ἢ μόρον |
| book 316b.2 | ἐπάγειν. οἱ δὲ εὔμορφον, b(BCE3E4)T οἱ δὲ μάρπτοντα. περ‐ |
| book 316b.3 | κνὸν δὲ μέλανα, ὡς βότρυν, ὃν καὶ περκάζειν φασίν. b(BE3E4)T |
| book 317-8.1 | 〈ὅσση δ’〉 ὑψορόφοιο θύρη 〈θαλάμοιο— |
| book 317-8.2 | ἀφνειοῖο〉: τῶν γὰρ τοιούτων καὶ μέγισται αἱ θύραι, μάλιστα καὶ |
| book 317-8.3 | φιλοτίμου ὄντος τοῦ κατασκευάσαντος. b(BCE3E4)T |
| book 318a.1 | ἘΥΚΛΗΪΣ ἀραρυῖα: ὅτι δύναται καὶ κατὰ σύνθεσιν |
| book 318a.2 | ἐϋκλήϊς, εὐεπίκλειστος, χωρὶς δὲ τὸ ἀραρυῖα. δύναται δὲ καὶ κατὰ |
| book 318a.3 | συναλιφήν, εὖ ταῖς κλ〈ε〉ισὶν ἀραρυῖα. A |
| book 318b.1 | ἘΥΚΛΗΪΣ ἀραρυῖα: Ἀρίσταρχος ἐϋκλήις ὡς „ἐϋκνή‐ |
| book 318b.2 | μισ“ (cf. Α 17. Β 331 al.), σύνθετον ποιῶν τὴν λέξιν· οὕτως καὶ ὁ |
| book 318b.3 | Ἀσκαλωνίτης (p. 61. B). εἰσὶ δέ, οἳ διεῖλον, ἐῢ κληῗς’ ἀραρυῖα, |
| book 318b.4 | οἷς συγκατατίθεται καὶ Τρύφων (fr. 103 V.), οὐκ εὖ· ἄμεινον γὰρ |
| book 318b.5 | ἐπιθετικῶς ἀκούειν καὶ μὴ πάθος ἐκδέχεσθαι πληθυντικῆς δοτικῆς, |
| book 318b.1 | λέγω δὲ τὸ τῆς ἐκθλίψεως. ὃ δέ φημι, τοιοῦτόν ἐστιν ὡς ὅτι ἐκθλίβεται |
| book 318b.2 | μὲν τὸ ι τῆς δοτικῆς παρὰ τῷ ποιητῇ καὶ ἑνικῆς ὑπαρχούσης καὶ |
| book 318b.3 | πληθυντικῆς, „κερκίδ’ ὕφαινε“ (ε 62), „χέρς’ ἐρετάων“ (ν 115), „καὶ |
| book 318b.4 | νήεσς’ ἡγήσατ’ Ἀχαιῶν“ (Α 71), οὔ γε μὴν τὸ ἀπὸ τῶν εἰς ις |
| book 318b.10.1 | ἐκτεταμένον θηλυκῶν. εἰ δ’ ἡ προκειμένη λέξις κρίσεως δεῖται κατὰ τὴν |
| book 318b.10.2 | ἀνάγνωσιν, δῆλον ὅτι συνθέτως ἀναγνωσόμεθα, ὅπως μὴ πληθυντι‐ |
| book 318b.10.3 | κοῦ δῶμεν τὴν χρῆσιν παρὰ τὴν συνήθειαν τοῦ ποιητοῦ καὶ ἔκθλιψιν |
| book 318b.10.4 | σημειώδη. | εἰ δὴ σύνθετόν ἐστι τὸ ἐϋκλήϊς, καὶ παροξύνειν δεῖ αὐτό· |
| book 318b.10.5 | μακρὸν γὰρ τὸ ι καὶ ἐν τῇ συνθέσει, ὡς ἐν τῷ κʹ τῆς Καθόλου (1,526, |
| book 318b.15.1 | 15) φησὶν ὁ αὐτός· ἀπὸ γὰρ τοῦ χρόνου τὸν τόνον ἐστήσαμεν. | καὶ |
| book 318b.15.2 | ἐν τῷ τρίτῳ δὲ τῶν Ὀνοματικῶν (fr. 11 [2,615,7]) περὶ τῆς ἐκτά‐ |
| book 318b.15.3 | σεως αὐτῶν ταῦτά φησιν· „ἄλλως τε εἰ ἐπιζητοῦσιν ἐκτεταμένον τὸ ι, |
| book 318b.15.4 | ἔχουσιν ἐν τῷ „ἐϋκνήμισ“ (cf. Α 17. Β 331 al.), μελαμψήφις· καὶ εἰ |
| book 318b.15.5 | τοῦτο“, φησί, „δῆλον ὅτι παροξύνεται.“ A |
| book 319a.1 | πτερά: καταχρηστικῶς αἱ πτέρυγες. A b (BCE3E4)TTil |
| book 319a.2 | κυρίως δὲ πτερά εἰσι τὰ πτίλα. A b (BCE3)T |
| book 319b | εἴσατο: ἐφάνη. b(BCE3)T |
| book 320 | 〈ὑπὲρ ἄστεος:〉 γράφεται „δι’ ἄστεοσ“. Aim |
| book 322.1 | 〈γεραιὸς ἑοῦ:〉 γράφεται „{ὁ} γέρων ξεστοῦ {ἐπεβίσετο}“. |
| book 322.2 | Aim |
| book 323a.1 | 〈αἰθούσης:〉 αἰθούσας τινὲς T τὰ τῆς αὐλῆς τειχία. |
| book 323a.2 | b(BCE3E4)T Σικελοὶ (fr. 169 [C. G. F. I 1, p. 213] K.) δὲ |
| book 323a.3 | 〈αἴθουσαν〉 τὴν αὔλειαν θύραν, T Κύπριοι δὲ παστάδα ἀμφίθυ‐ |
| book 323a | ρον. b(BCE3E4)T |
| book 323b.1 | {αἰθούσης} ἐριδούπου: μεγαλοήχου. | καὶ ἀλλαχοῦ |
| book 323b.2 | „κατὰ δώματα ἠχήεντα“ (δ 72). T |
| book 326 | ἐφέπων 〈μάστιγι〉: ἔμπειρος γὰρ ἡνιοχείας. T |
| book 329-30.1 | οἱ δ’ ἐπεὶ οὖν πόλιος 〈κατέβαν, πεδίον δ’ ἀφί‐ |
| book 329-30.2 | κοντο, οἱ μὲν ἄρ’ ἄψορροι—ἀπονέοντο〉: αἱ ὑποστιγ‐ |
| book 329-30.3 | μαὶ κατέβαν (329), ἀφίκοντο (329), ἡ δὲ ἀνταπόδοσις ἀπὸ τοῦ |
| book 329-30.4 | οἱ μὲν ἄρ’ ἄψορροι (330). A |
| book 330.1 | οἱ μέν: τούτῳ συναπτέον τὸ „παῖδες καὶ γαμβροί“ (Ω |
| book 330.2 | 331). T |
| book 331.1 | Ζῆ/ν’: πρὸς τὴν συναλιφήν, ὅτι ἐν δύο στίχοις (sc. Ω |
| book 331.2 | 331—2)· τὸ γὰρ πλῆρές ἐστι „Ζῆνα ἐς πεδίον φανέντε“. A |
| book 332a.1 | ν’ ἐς πεδίον προφανέντε: οὕτως τὴν συναλιφὴν διεῖλεν |
| book 332a.2 | Ἀρίσταρχος, ἐν ἀρχῇ τοῦ στίχου τὸ ν θείς. A |
| book 332b | προφανέντε: ἐν τῇ Χίᾳ „καταβάντε“. AimT |
| book 334-8.1 | Ἑρμεία, σοὶ γάρ 〈τε—ἱκέσθαι〉: ἀπήλλαξεν |
| book 334-8.2 | ὁ ποιητὴς ζητήσεως ἡμᾶς, προσθεὶς τὴν αἰτίαν, διὰ τί νῦν τῷ Ἑρμῇ |
| book 334-8.3 | χρῆται διακόνῳ καὶ οὐ τῇ Ἴριδι· οὐ †παραγγελίας† μόνης ἔδει ψιλῆς, |
| book 334-8.4 | ὅπου γε οὐδὲ ἐκ τοῦ προφανοῦς ἑαυτὸν ὁμολογεῖ Πριάμῳ, ἀλλ’ ἐπὶ |
| book 334-8.5.1 | τῷ φιλοποιῆσαι αὐτὸν Ἀχιλλεῖ καὶ κλέψαι τὴν πορείαν· b(BCE3E4) |
| book 334-8.5.2 | T διὸ καὶ τὴν ῥάβδον ἔχει (cf. Ω 343) ὥστε κοιμίσαι τοὺς φύλακας |
| book 334-8.5.3 | (cf. Ω 445—6) καὶ ἐπεγεῖραι τὸν Πρίαμον (cf. Ω 682—8). ἐν δὲ |
| book 334-8 | Ὀδυσσείᾳ (sc. ε 47—9. ω 2—4) ἀργῶς. T |
| book 335a.1 | ἑτα〈ι〉ρίσσαι: συνεργῆσαι. b(BCE3E4)T οἱ δὲ συμ‐ |
| book 335a.2 | παραγενέσθαι· ὅθεν T καὶ ἑταίρα ἡ συμπαραγινομένη ἄλλοτε |
| book 335a.3 | ἄλλῳ εἰς μίξιν. b(BCE3E4)T ἢ φιλοποιήσασθαι· πρὸς γὰρ τὸ |
| book 335a.4 | φίλον αὐτὸν ποιήσασθαι Ἀχιλλεῖ πέμπεται. b(BE3E4)T |
| book 335b.1 | καί τ’ ἔκλυες: τινὲς „καί τε κλύεσ“, καὶ λείπειν φασὶ τὸ |
| book 335b.2 | ἀεί. ἀντὶ τοῦ κλύεις. T |
| book 337.1 | 〈ὡς μήτ’ ἄρ τις ἴδῃ μήτ’ ἄρ τε νοήσῃ:〉 ὅτι Aint |
| book 337.2 | ἴδῃ καὶ νοήσῃ παραλλήλως Aint b (BCE3)T ταὐτόν ἐστιν. Aint |
| book 337.3 | b(BCE3) |
| book 338a1.1 | Πηλείωνα δ’ ἱκέσθαι: ὅτι οὕτως εἴρηκεν Πηλείωνα |
| book 338a1.2 | δέ εἰς Πηλείωνα ἀντὶ τοῦ πρὸς Πηλείωνα. A |
| book 338a2.1 | εἰς Πηλείωνα, T ἀντὶ τοῦ πρὸς Πηλείωνα, b(BCE3) |
| book 338a2.2 | T ὁμοίως τῷ „εἰς Ἀγαμέμνονα δῖον ἄγον“ (Η 312). T |
| book 340.1 | καλὰ πέδιλα: Ἀριστοτέλης (fr. sprevit R.3) αὐτὰ πτε‐ |
| book 340.2 | ρωτὰ οἴεται, ψευδῶς. T |
| book 341-2a1.1 | ἀμβρόσια, χρύσεια 〈τά μιν—ἀνέμοιο〉: |
| book 341-2a1.2 | ὅτι ἐνταῦθα ὀρθῶς κεῖνται καὶ ἐπὶ τοῦ πρὸς Καλυψὼ διαπεραιουμένου |
| book 341-2a1.3 | Ἑρμοῦ (sc. ε 45—6), ἐν δὲ τῇ 〈αʹ〉 ῥαψωδίᾳ τῆς Ὀδυσσείας (sc. |
| book 341-2a1.4 | 97—8) οὐκέτι. A |
| book 341-2a2 | {ἀμβρόσια χρύσεια:} ἀστερίσκοι παράκεινται, ὡς ἐν‐ |
| book 341-2a2 | θένδε μετενηνεγμένων τῶν ἐν Ὀδυσσείᾳ (sc. α 97—8). T |
| book 341 | 〈φέρον:〉 οὕτω διὰ τοῦ ο φέρον. Ail |
| book 343a.1 | {εἴλετο δὲ} ῥάβδον: τὴν ῥάβδον συσταλτέον κατὰ τὴν |
| book 343a.2 | πρώτην συλλαβήν, οὐχ ὅτι παρὰ τὸ ῥάπτω ἐγένετο, ἔνθεν καὶ τὸ |
| book 343a.3 | ῥαπίζω, ἀλλ’ ὅτι καὶ τὸ α πρὸ τοῦ β συστέλλεσθαι θέλει, ἁβρός, |
| book 343a.4 | Ἄβδηρος, „Ἀβαρβαρέη“ (Ζ 22), „ἐπιγράβδην“ (Φ 166). οὕτως οὖν |
| book 343a.5 | ἐχέτω καὶ ἡ ῥάβδος· διὸ τὸ ἀβάλε καὶ κατὰ τοῦτο ἐσημειοῦτο. A |
| book 343b.1 | {εἵλετο δὲ} ῥάβδον: ταύτην Ἀπόλλων αὐτῷ δέδωκεν, |
| book 343b.2 | ὡς τὰς βοῦς ἐβουκόλει Ἀδμήτου, ὥς φησι Φερεκύδης (FGrHist 3, 131). |
| book 343b.3 | καὶ οἱ μὲν παρὰ τὸ ῥᾷον βαδίζειν ἐκτείνουσιν, οἱ δὲ παρὰ τὸ ῥαπίζειν |
| book 343b.4 | συστέλλουσιν, ὃ καὶ ἄμεινον· τὸ γὰρ α πρὸ τοῦ β συστέλλεσθαι θέλει, |
| book 343b.5 | εἰ μὴ κατὰ διάλεκτον ἐκτροπὴ τοῦ η εἴη. T |
| book 343c.1 | τῇ τ’ ἀνδρῶν ὄμματα θέλγει: ὕπνου γὰρ καὶ ἐγέρ‐ |
| book 343c.2 | σεως δεσπόζει· ὁ γὰρ λόγος κηλεῖ τε καὶ ἀναπτεροῖ. καὶ τὴν εὐαρ‐ |
| book 343c.3 | μοστάτην b(BCE3E4)T λύραν ἐξεῦρεν, ᾗ κηλεῖ τε καὶ κινεῖ τοὺς |
| book 343c.4 | πολέμους. T |
| book 344.1 | 〈ἐθέλῃ:〉 οὕτως Ἀρίσταρχος διὰ τοῦ ε. αἱ δὲ κοιναὶ διὰ τοῦ |
| book 344.2 | η, ἐθέλῃ. A |
| book 346.1 | 〈αἶψα δ’ ἄρα Τροίην:〉 ἐν ἄλλῳ „αἶψα δ’ ἄρ’ ἐς Τροίην“ |
| book 346.2 | Aim |
| book 347a.1 | 〈αἰσυητῆρι:〉 Ἀρίσταρχος „αἰσυμνητῆρι“, τουτέστι |
| book 347a.2 | βασιλικῷ. Aint |
| book 347b.1 | αἰσυμνητῆρι ἐοικώς: οὕτως αἰσυμνητῆρι, βασιλεῖ |
| book 347b.2 | τὴν μορφὴν ἐοικώς. καὶ ἀλλαχοῦ „παναπάλῳ, οἷοί τε ἀνάκτων παῖδες |
| book 347b.3 | ἔασιν“ (ν 223). A |
| book 347c.1 | αἰσυητῆρι: οἱ μὲν ὄνομα ἡλικίας, οἱ δὲ ἐρρωμένῳ παρὰ τὴν |
| book 347c.2 | εὔσοιαν, οἱ δὲ εὐδαίμονι, οἱ δὲ ἐπιτελεστικῷ παρὰ τὴν αἶσαν, b(BCE3 |
| book 347c.3 | E4)T οἱ δὲ εὐμοίρῳ καὶ σεμνῷ, ἵνα ἐκπλήξῃ Πρίαμον, οἱ δὲ |
| book 347c.4 | κοσμίῳ πρὸς τὸ μὴ δέξασθαι δῶρα παρὰ Πριάμου, b(BE3E4)T |
| book 347c.5.1 | οἱ δὲ κεκινημένῳ παρὰ τὸ ἀΐσσειν, οἱ δὲ νομίῳ. T Ἀρί‐ |
| book 347c.5.2 | σταρχος δὲ γράφει „αἰσυμνητῆρι“, ὅ ἐστι βασιλεῖ κατὰ τὴν μορφὴν |
| book 347c.5.3 | ὁμοιούμενος, οἱονεὶ αἰσιονομητῆρι· οἱ γὰρ βασιλεῖς τὸ αἴσιον ἑκάστῳ |
| book 347c.5.4 | νέμουσι. κούρῳ δέ, ὅπως αἰδεσθῇ τὸ γῆρας Πριάμου. b(BE3E4)T |
| book 348a.1 | πρῶτον ὑπηνήτῃ: μεθόριον ἡλικίας ἀνδρὸς καὶ παιδός, |
| book 348a.2 | ἁβρότερον μὲν ἢ κατ’ ἄνδρα, γενναιότερον δὲ ἢ κατὰ παῖδα. A |
| book 348a.3 | b(BCE3E4)T περὶ τοὺς τοιούτους ἦν καὶ ὁ Σωκρατικὸς ἔρως. |
| book 348a.4 | καὶ μύσταξ μὲν αἱ ἐπὶ τοῦ ἄνω χείλους τρίχες, τὸ δὲ κάτω πάππος, |
| book 348a.5.1 | τὸ δὲ ἐξ ἀμφοῖν ὑπήνη, A b (BE3E4)T „καὶ μολύνων τὴν |
| book 348a.5.2 | ὑπήνην“ (Ar. equ. 1286). AT | οἱ δὲ κοινῶς εἶπον τὸ γένειον. |
| book 348a.5.3 | πρῶτον ὑπηνήτῃ· ἀρχομένῳ γενειάζειν. A |
| book 348b.1 | χαριεστάτη ἥβη: χαριεστάτη T πρὸς τὰς πρά‐ |
| book 348b.2 | ξεις. ἢ μίξεως ἀντιποιουμένη· b(BCE3E4)T „χάριν“ γὰρ ταύ‐ |
| book 348b.3 | την καὶ Πίνδαρος (Ol. 1, 75?) εἶπεν. T |
| book 350 | ὄφρα πίοιεν: διὰ γὰρ τὸ πένθος τοῖς κτήνεσιν οἴκοι ποτὸν |
| book 350 | οὐκ ἔδοσαν. b(BCE3E4)T |
| book 351a | ἐν: ἀντὶ τοῦ παρά. b(BCE3)T |
| book 351b.1 | δὴ γὰρ καὶ ἐπὶ κνέφας ἤλυθε 〈γαῖαν〉: ἀόριστος |
| book 351b.2 | ἀντὶ τοῦ ὑπερσυντελίκου. T |
| book 352a | ἐξ ἀγχιμόλοιο: ἐκ τοῦ σύνεγγυς γεγονότα. T |
| book 352b.1 | ἐφράσσατο 〈κῆρυξ〉: ἔγνω, συνεῖδε. Πρίαμος δὲ ὅλος |
| book 352b.2 | ἐστὶ περὶ τὸ πῶς παρακαλέσει τὸν Ἀχιλλέα· διὸ οὐχ ὁρᾷ. ὁ δὲ κῆρυξ |
| book 352b.3 | μᾶλλον τῆς ἰδίας σωτηρίας ἢ τῆς τοῦ νεκροῦ λυτρώσεως φροντίζει. |
| book 352b.4 | b(BCE3E4)T τῷ δὴ τοιούτῳ ἤθει καὶ τὰ ἑξῆς ἀκολουθεῖ· T |
| book 352b.5 | φεύγειν γοῦν συμβουλεύει (sc. Ω 354—7). b(BCE3E4)T |
| book 354.1 | φραδέος: συνετοῦ· ὅθεν καὶ „ἀφραδέεσ“ (λ 476) οἱ ἀσύνε‐ |
| book 354.2 | τοι. b(BCE3E4)T |
| book 355.1 | διαρραίσεσθαι: ἀντὶ τοῦ διαρραισθήσεσθαι. ἴδιον δὲ τῶν |
| book 355.2 | βαρβάρων ἀεὶ τὰ χείρω προσδοκᾶν b(BCE3)T καὶ πρὸς φυγὴν |
| book 355.3 | ἑτοίμους εἶναι. T |
| book 356.1 | φεύγωμεν ἐφ’ ἵππων: καταλείψαντες αὐτῷ τὰ τῆς ἀ‐ |
| book 356.2 | πήνης, ἵνα σχολῇ τῇ περὶ αὐτὰ b(BCE3E4)T ὑπερίδῃ ἡμῶν. T |
| book 356-7.1 | ἤ μιν ἔπειτα 〈/ —ἐλεήσῃ〉: δηλονότι ἐν δευτέρᾳ |
| book 356-7.2 | τάξει τοῦτο γιγνέσθω. T |
| book 358-60.1 | σὺν δὲ γέροντι νόος χύτο〈— / στῆ δὲ τα‐ |
| book 358-60.2 | φών〉: ἄκρως μεμέρισται ὁ λόγος b(BCE3E4)T περὶ μὲν τοῦ |
| book 358-60.1 | φυγεῖν καὶ τοῦ δεῖν ἱκετεύειν τῷ ταπεινοτέρῳ προσώπῳ· τὸν δὲ |
| book 358-60.2 | Πρίαμον συγχυθῆναι μὲν τὸν νοῦν καὶ ὀρθὰς αὐτῷ τὰς τρίχας στῆναι |
| book 358-60.5.1 | καὶ ἐκπλαγῆναι, οὐ μέντοι ἀγενές τι προϊέμενον, πεποίηκε. b(BE3E4) |
| book 358-60.5.2 | T τὴν δὲ ταραχὴν τῆς διανοίας μεμίμηται διὰ τοῦ ὑπερβατοῦ |
| book 358-60.5.3 | (cf. 358). T |
| book 360.1 | 〈ταφών:〉 {στῆ δὲ} μὴ δυνάμενος φωνῆσαι τῇ ἐκπλήξει. |
| book 360.2 | b(BCE3E4) |
| book 361 | χεῖρα 〈...〉 ἑλών: πρὸς πίστιν ἡ δεξιά. T |
| book 362a.1 | πῇ {πάτερ}: πῇ εἰς τόπον καὶ τὸ ποῖ, τὸ δὲ „πόθι“ |
| book 362a.2 | (α 170. κ 325 al.) ἐν τόπῳ, τὸ δὲ „ποῦ“ (Ε 171. 406 al.) ἄμφω. T |
| book 362b.1 | πάτερ: δεύτερον τῆς δεξιᾶς (cf. Ω 361) αὐτὸν τοῦτο |
| book 362b.2 | θαρσύνει. T |
| book 363 | νύκτα δι’ ἀμβροσίην: διὰ τῆς 〈ἀμβροσίασ〉 νυκτός. T |
| book 364-71.1 | οὐδὲ σύ γ’ ἔδδεισασ〈— / σεῦ ἀπαλεξήσαι‐ |
| book 364-71.2 | μι〉: αὔξει τὴν χάριν τῷ καιρῷ, τῷ 〈ὑπὸ〉 τῶν πολεμίων εὐεπηρεά‐ |
| book 364-71.3 | στῳ, τῷ ἰδίῳ δυνατῷ, ὅτι ἐκ τοσούτων αὐτὸν δεινῶν ῥύεται. T |
| book 365a1 | ἀνάρσιοι: ἐναντίοι τῶν ἐριήρων. T |
| book 365a2 | ἐναντίοι, ἀνάρμοστοι τὴν γνώμην, | ἐχθροί. b(BCE3E4) |
| book 367a | ὀνείατ’ ἄγοντα: ὅτι οὐ πάντως βρώματα τὰ ὀνείατα, |
| book 367a.1 | ὡς οἱ Γλωσσογράφοι, ἀλλὰ πάντα τὰ ὄνησίν τινα περιποιοῦντα, ὡς |
| book 367a.2 | νῦν τὰ δῶρα. καὶ ὅτι ἄγοντα εἴρηκεν, οὐ φέροντα· οὐ γὰρ αὐτὸς |
| book 367a.3 | ἐβάσταζεν. A |
| book 367b.1 | ὀνείατα: χρήματα, παρὰ τὴν ὄνησιν. οἱ δὲ Γλωσσογρά‐ |
| book 367b.2 | φοι βρώματα· b(BCE3E4)T καὶ „ἐπ’ ὀνείαθ’ ἑτοῖμα προκεί‐ |
| book 367b.3 | μενα“ (Ι 91. 221 al.). T |
| book 367c.1 | τίς ἂν δή τοι νόος εἴη: τίνα ἕξεις νοῦν; b(BCE3E4) |
| book 367c.2 | T τί διανοήσῃ· b(BCE3E4) τί ἐργάσῃ; b(BCE3E4)T |
| book 369.1 | ἄνδρ’ ἐπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ: |
| book 369.2 | παροιμιακὸς γέγονεν ὁ στίχος. T |
| book 370a | 〈ἀλλ’ ἐγὼ οὐδέν σε ῥέξω κακά, καὶ δέ κεν ἄλλον:〉 |
| book 370a | γράφεται „εἰ δέ κεν“. | ἡ διπλῆ δέ, ὅτι τὸ δεν παρέλκεται. Aim |
| book 370b.1 | οὐδέν σε ῥέξω κακά: πλεονάζει τὸ δεν, ὡς τὸ „ἔργον |
| book 370b.2 | δ’ οὐδὲν ὄνειδοσ“ (Hsd. opp. 311). T |
| book 370c | 〈κακά:〉 γράφεται „κακόν“. Aint |
| book 371.1 | φίλῳ δέ σε πατρὶ ἐΐσκω: διδάσκει φιλοπάτορας εἶναι καὶ |
| book 371.2 | σῴζειν τοὺς ἡλικιώτας τῶν πατέρων. καὶ „μνῆσαι πατρὸς σεῖο“ |
| book 371.3 | (Ω 486). b(BCE3E4)T καὶ Πλάτων (rep. 5 p. 457 c 10. 461 d 5. |
| book 371.4 | 465 a 8) κοινὰς εἶναι τὰς γυναῖκας ἐκέλευσεν, ὅπως οἱ γέροντες ὡς |
| book 371.5 | πατέρες τιμῶνται. T |
| book 373a.1 | 〈οὕτω πῃ τάδε γ’ ἐστί, φίλον τέκος, ὡς ἀγορεύ‐ |
| book 373a.2 | εις:〉 οὕτως, ὦ τέκνον, ἐπικίνδυνός ἐστιν ἡ πορεία. ἑωρακὼς δὲ φιλο‐ |
| book 373a.3 | πάτορα, καὶ τέκνον ὀνομάζει. b(BCE3E4) |
| book 373b.1 | 〈οὕτω πη:〉 οὕτως διὰ τοῦ π, οὕτω πη. ἐν δέ τισι διὰ |
| book 373b.2 | τοῦ δ, „οὕτω δή“. Aim |
| book 374a | 〈ἀλλ’ εἴ τις:〉 γράφεται „ἀλλ’ ἔτι τισ“. Aint |
| book 374b | ὑπερέσχεθε: ὑπερμαχεῖ. T |
| book 376-7a1 | 〈οἷος δὴ σὺ δέμας καὶ εἶδος ἀγητός, / πέπνυσαί |
| book 376-7a1.1 | τε νόῳ, μακάρων δ’ ἔξεσσι τοκήων:〉 ἐντεῦθεν οἱ ἀπὸ τοῦ |
| book 376-7a1.2 | Περιπάτου τὴν τριάδα τῶν ἀγαθῶν εἰλήφεισαν· τὸ γὰρ δέμας καὶ |
| book 376-7a1.3 | εἶδος (376) τῶν σωματικῶν, τὸ δὲ πέπνυσαι (377) τῶν ψυχικῶν· |
| book 376-7a1.5.1 | b(BCE3E4) τὸ δὲ μακάρων 〈...〉 ἔξεσσιν ἐπ’ εὐγενείας εἴλη‐ |
| book 376-7a1.5.2 | πται καὶ οὔτε ψυχικὸν οὔτε σωματικόν ἐστι πλεονέκτημα. b(BE3E4) |
| book 376-7a2 | τριὰς ἀγαθῶν, ἀπὸ ψυχῆς, σώματος, τύχης. T |
| book 376-7b.1 | οἷος δὴ σὺ δέμας 〈... μακάρων δ’ ἔξεσσι γονή‐ |
| book 376-7b.2 | ων〉: οἱ γὰρ εὔμορφοι βασιλικοί τε καὶ θεῶν ἐνομίζοντο παῖδες. AT |
| book 377.1 | μακάρων δ’ ἘΞΕΣΣΙ: ἐκγέγονας, ἢ ἐκ μακάρων ἐσσί· ἐκ |
| book 377.2 | γὰρ τῆς ὄψεως στοχάζεται, A b (BCE3E4)T „βασιλῆϊ γὰρ |
| book 377.3 | ἀνδρὶ ἔοικεν“ (Γ 170). ἢ πῶς οὐ δεῖ τοιούτου παιδὸς τοὺς γονέας ἀνα‐ |
| book 377.4 | καλεῖν, ὥς πού φησι „τρὶς μάκαρες μὲν σοί γε πατὴρ καὶ πότνια |
| book 377.5 | μήτηρ“ (ζ 154); T |
| book 381-2.1 | ἠέ πῃ ἐκπέμπεις 〈κειμήλια—μίμνῃ〉: τοῦτο |
| book 381-2.2 | γὰρ ἔθος τοῖς πολεμουμένοις, ὥς που καὶ Πρίαμος Πολυμήστορι |
| book 381-2.3 | Πολύδωρον ἐξέθηκεν (cf. Eur. Hec. 10—2). b(BCE3E4)T |
| book 381.1 | ἠέ πῃ ἐκπέμπεις: βέλτιον ἀφ’ ἑτέρας ἀρχῆς τὴν πεῦσιν |
| book 381.2 | γίνεσθαι· ‘ἆρα ἐκπέμπεις;‘ A |
| book 383 | 〈Ἴλιον ἱρήν:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aim |
| book 385 | οὐ μὲν γάρ τι μάχης ἐπεδεύετ’ Ἀχαιῶν: οὐχ ὑστέρι‐ |
| book 385 | ζεν ἐν τῷ πολέμῳ τῶν Ἑλλήνων. b(BCE3E4)T |
| book 388a.1 | ὥς μοι καλὰ τὸν οἶτον 〈ἀπότμου παιδὸς ἔνισπεσ〉: |
| book 388a.2 | εἰ μὲν θαυμαστικῶς λέγοι τοῦτο, ἀπ’ ἄλλης ἀρχῆς· εἰ δὲ μή, τοῖς ἄνω |
| book 388a.3 | (sc. Ω 387) συναπτέον. A |
| book 388b1.1 | {ἀπότμου παιδὸς} ἔνισπες: {ἔνισπες} ὡς ἔδραμες· ἔστι |
| book 388b1.2 | γὰρ ὁριστικὸν ἐκ τοῦ ἤνισπες τὴν ἄρχουσαν συστείλαντος. τὸ μέντοι |
| book 388b1.3 | προστακτικὸν πρὸ τέλους ἔχει τὴν ὀξεῖαν, „σὺ δ’ ἀληθὲς ἐνίσπεσ“ |
| book 388b1.4 | (γ 247), ὁμοίως τῷ ἐπίσχες. καὶ δῆλον ὅτι ὅπου μὲν τὸ ι ἐστὶ τῆς |
| book 388b1.5.1 | προθέσεως, ὅπου δὲ τοῦ ῥήματος. τὸ μέντοι ἄνευ τοῦ ς προστακτικὸν |
| book 388b1.5.2 | προπαροξύνεται, λέγω δὲ τὸ „νημερτές μοι ἔνισπε“ (δ 642). A |
| book 388b2.1 | ὡς ἔδραμες· ὁριστικὸν γάρ ἐστι τοῦτο ἀπὸ τοῦ ἤνισπες. |
| book 388b2.2 | b(BCE3E4)T τὸ δὲ παροξυνόμενον προστακτικόν ἐστιν, b(BE3 |
| book 388b2.3 | E4)T „ὦ Νέστορ Νηληϊάδη, σὺ δ’ ἀληθὲς ἐνίσπεσ“ (γ 247), |
| book 388b2.4 | ὡς „ἐπίθεσ“ (χ 157). τὸ μέντοι T ἄνευ τοῦ ς προστακτικὸν |
| book 388b2.5 | προπαροξύνεται, „νημερτές μοι ἔνισπε“. b(BE3E4)T |
| book 390a.1 | πειρᾷ ἐμεῖο, γεραιέ, 〈καὶ εἴρεαι Ἕκτορα δῖον〉: |
| book 390a.2 | πειρώμενός μου ἐρωτᾷς περὶ Ἕκτορος. b(BCE3E4)T |
| book 390b.1 | καὶ εἴρεαι Ἕκτορα δῖον: ὡς „εἰρόμεναι παῖδάς τε |
| book 390b.2 | κασιγνήτους τε“ (Ζ 239). T |
| book 394a1 | 〈θαυμάζομεν:〉 ὅτι ἀντὶ τοῦ ἐθεώμεθα. Aim |
| book 394a2 | ἀντὶ τοῦ μετ’ ἐκπλήξεως ἐθεώμεθα. b(BCE3E4)T |
| book 395a1.1 | 〈κεχολωμένος Ἀτρεΐωνι:〉 ὅτι ἀντιφράζει τὸν χόλον |
| book 395a1.2 | τῇ μήνιδι. Aint |
| book 395a2.1 | {κεχολωμένος ἀτρείωνι:} ὅτι τὴν μῆνιν διὰ τοῦ χόλος |
| book 395a2.2 | ἀντέφρασεν. T |
| book 397 | Μυρμιδόνων δ’ ἔξ εἰμι: οὐκ ἀναστρέφεται ἡ ἔξ, ὡς μο‐ |
| book 397 | νοσύλλαβος· T τὸ γὰρ ἑξῆς ‘ἐκ Μυρμιδόνων εἰμί‘. b(BCE3)T |
| book 398.1 | ἀφνειός: ἀναγκαίως, ἵνα μὴ ὡς ἄδοξος καὶ πένης εἰς τὴν |
| book 398.2 | τοῦ ἀδικεῖν ὑποψίαν κατενεχθῇ. b(BCE3E4)T τὸ δὲ γέρων |
| book 398.3 | ὅτι ἐλεήσει ὡς ἐοικότα τῷ πατρί. b(BE3E4)T |
| book 399-400.1 | ἓξ δέ οἱ υἷες ἔασιν, ἐγὼ δέ τοι ἕβδομός εἰμι |
| book 399-400.2 | 〈/ τῶν μέτα παλλόμενος—ἕπεσθαι〉: ἀπὸ τούτων στο‐ |
| book 399-400.3 | χάζονται T ὅτι τὸ ἕβδομον τῶν Ἑλλήνων ἧκεν εἰς Τροίαν T |
| book 399-400.4 | [bis] κλήρῳ λαχόν. T |
| book 399 | 〈ἓξ δέ οἱ:〉 γράφεται „ἓξ δὲ τῷ“. Aim |
| book 400a.1 | 〈τῶν μέτα παλλόμενος κλήρῳ λάχον ἐνθάδ’ ἕ‐ |
| book 400a.2 | πεσθαι:〉 γράφουσι „τοῖσι δὲ πρῶτον ὑπηνήτης 〈λάχον ἐνθάδ’ |
| book 400a.3 | ἱκέσθαι〉“. ἔστι τοίνυν δεκαέτης ὢν ἐκλήρωσεν. T |
| book 400b.1 | 〈τῶν ΜΕΤΑΠΑΛΛΟΜΕΝΟΣ:〉 οὕτως „τῶν μέτα |
| book 400b.2 | 〈παλλόμενοσ〉“. Aim |
| book 400c1.1 | τῶν μέτα {παλλόμενος}: {τῶν μετα} ἀναστρέφουσι τὴν |
| book 400c1.2 | πρόθεσιν· ἔστι γὰρ μετὰ τῶν. A |
| book 400c2 | ἀναστρεπτέον τὴν μετά. b(BCE3)T |
| book 401-2.1 | νῦν δ’ ἦλθον πεδίον δ’ 〈ἀπὸ νηῶν—Ἀχαι‐ |
| book 401-2.2 | οί〉: κατασκοπήσων ἥκω, φησί, μή τις ἐξ ὑμῶν εἴη ἐνέδρα, ὡς ἑταῖρος |
| book 401-2.3 | ὢν Ἀχιλλέως, ὃς ἄρχει τῆς ὑπαίθρου στρατιᾶς. b(BCE3E4)T |
| book 408-9.1 | ἢ ἔτι πὰρ νήεσσιν—Ἀχιλλεύς: πρὸ πάντων |
| book 408-9.2 | πεύθεται περὶ τοῦ σώματος· ἄτοπον γὰρ ἀπιέναι τοῦ σώματος |
| book 408-9.3 | οὐκέτι ὄντος. b(BCE3E4)T |
| book 409.1 | μελεϊστί: τινὲς οἰκτρῶς, οὐκ εὖ· μέλεον γὰρ ὁ ποιητὴς |
| book 409.2 | τὸ μάταιόν φησιν, b(BCE3)T οὐ τὸ οἰκτρόν. T ἔστιν οὖν |
| book 409.3 | κατὰ μέλος. b(BCE3)T |
| book 411.1 | οὔπω τόν γε κύνες φάγον: παρέλκει τὸ πω· οὐδὲ γὰρ |
| book 411.2 | μέλλουσι φαγεῖν. b(BCE3E4)T |
| book 413a | αὔτως {ἐν κλισίῃσι}: ὁμοίως τῷ ὅτε μετήλλαξεν. T |
| book 413b | 〈αὔτως:〉 μὴ κατατετμημένος. Aa |
| book 413c.1 | ἐν κλισίῃσι: ἐν τῷ περιβόλῳ τοῦ ναυστάθμου. b(BCE3 |
| book 413c.2 | E4)T |
| book 414-5.1 | οὐδέ τί οἱ χρὼς—κατέδουσιν: πάντα μὲν |
| book 414-5.2 | διεξέρχεται, ὅσα συμβαίνει περὶ τοὺς χρονίους νεκρούς, οὐδὲν δὲ |
| book 414-5.1 | τούτων φησὶ πεπονθέναι τὸν Ἕκτορα, παραμυθούμενος τὸν γέροντα. |
| book 414-5.2 | b(BCE3E4)T τὰ μέντοι τῆς αἰκίας οὐ παρῆκε (cf. Ω 416—7), |
| book 414-5.5 | κἀν τούτῳ ἀξιοπιστίαν τῷ λόγῳ προσάπτων. T |
| book 418a.1 | 〈θηοῖο·〉 θηοῖο διὰ τοῦ η ἀντὶ τοῦ θαυμάσειας. οὕτως |
| book 418a.2 | αἱ Ἀριστάρχου. Aa |
| book 418b.1 | θηοῖο: δι’ ὄψεως θαυμάσειας, b(BCE3E4)T ὡς καὶ |
| book 418b.2 | τὸ „οἱ καὶ θηήσαντο“ (Χ 370). ἔστι δὲ διὰ τοῦ η. οἱ δὲ „θειοῖο“. T |
| book 419a.1 | ἐερσήεις: δεδροσισμένος, ὑγρότητα ἔχων, οὐ κατεσκε‐ |
| book 419a.2 | λετευμένος· b(BCE3E4)T τοῦτο γὰρ διὰ τὴν νεφέλην Ἀπόλλων |
| book 419a.3 | (sc. Ω 18—9), ὥς πού φησιν· „ἐπὶ δὲ νεφέλην ἕσσαντο 〈/ —〉 |
| book 419a.4 | στιλπναὶ δ’ ἀπέπιπτον ἔερσαι“ (Ξ 350—1). T |
| book 419b | 〈περὶ δ’ αἷμα νένιπται:〉 ὑπένιπται τοῦ αἵματος. Aa |
| book 420a.1 | οὐδέ ποθι 〈μιαρόσ〉: οὐδὲ ἔν τινι μέρει μύσος ἔχων. Aa |
| book 420a.2 | b(BCE3E4)T |
| book 420b.1 | σὺν δ’ ἕλκεα πάντα μέμυκεν: παράδοξον· τὰ μὲν γὰρ |
| book 420b.2 | τῶν ζώντων ἕλκη μετὰ θάνατον μύει, τὰ δὲ μετὰ θάνατον γινόμενα |
| book 420b.3 | (cf. Χ 371. 375. Ω 421) σήπεται. | ἀδύνατον νεκρῶν τραύματα μύειν, |
| book 420b.4 | ὥς φησιν Ἀριστοτέλης (fr. 167 R.3) εἰρηκέναι Ὅμηρον „μῦσεν δὲ |
| book 420b.5 | περὶ βροτόεσς’ ὠτειλή“. τοῦτο δὲ τὸ ἡμιστίχιον οὐδὲ φέρεται. T |
| book 421 | 〈πολέες γὰρ ἐπ’ αὐτῷ〉 χαλκὸν ἔλασσαν: „οὐδ’ ἄρα |
| book 421 | οἵ τις ἀνουτητί γε παρέστη“ (Χ 371). T |
| book 422a.1 | 〈ὥς τοι κήδονται—υἷος:〉 αἱ δὴ φροντίδες ἐπ’ |
| book 422a.2 | αὐτῷ τῶν θεῶν. Aa |
| book 422b | 〈ἑῆος:〉 ἀγαθοῦ. Aa |
| book 423a.1 | καὶ νέκυός περ ἐόντοσ〈—κῆρι〉: ὡς περισσὸς |
| book 423a.2 | ὁ στίχος ἀθετεῖται. T |
| book 423b.1 | ἐπεί σφι {φίλος}: οὐχ Ὁμηρικῶς κεῖται ἡ ἀντωνυμία· |
| book 423b.2 | διὸ καὶ προηθετεῖτο. T |
| book 425a1.1 | ἦ ῥ’ ἀγαθόν: λείπει ἦν. ἐναίσιμα δὲ ἐναισίμως, εὐ‐ |
| book 425a1.2 | σεβῶς. T |
| book 425a2.1 | λείπει τὸ ἔστιν. ἐναίσιμα δὲ ἀντὶ τοῦ ἐναισίμως, τουτέ‐ |
| book 425a2.2 | στιν εὐσεβῶς καὶ προθύμως. b(BCE3E4) |
| book 425b | 〈ἐναίσιμα:〉 λαμπρὰ καὶ | καθήκοντα {δῶρα}. Aa |
| book 425c | διδοῦναι: ἐπλεόνασε τὸ υ διὰ τὸ μέτρον. ἢ τὸ διδόμεναι |
| book 425c | καθ’ ὑποστολὴν τοῦ μ συνήλειψεν. Aa b (BCE3E4)T |
| book 426 | εἴ ποτ’ ἔην γε: καθ’ ὃν ἦν χρόνον. b(BCE3)T |
| book 428a.1 | τῷ οἱ: τινὲς „τῶν οἱ“, b (E4)T τῶν θυσιῶν δη‐ |
| book 428a.2 | λονότι. b(BCE3E4)T |
| book 428b.1 | καὶ ἐν θανάτοιό περ αἴσῃ: καὶ Θεόπομπος (FGrHist |
| book 428b.2 | 115, 352) φησὶν Ἀλέξανδρον Φεραῖον Διόνυσον τὸν ἐν Παγασαῖς, ὃς |
| book 428b.3 | ἐκαλεῖτο Πελάγιος, εὐσεβεῖν διαφόρως. καταποντωθέντος δὲ Ἀλεξάν‐ |
| book 428b.4 | δρου Διόνυσος ὄναρ ἐπιστάς τινι τῶν ἁλιέων ἐκέλευσεν ἀναλαβεῖν |
| book 428b.5.1 | τὸν φορμὸν τῶν ὀστῶν. ὁ δὲ ἀπελθὼν ἐς Κραννῶνα τοῖς οἰκείοις |
| book 428b.5.2 | ἀπέδωκεν. οἱ δὲ ἔθαψαν. T |
| book 429.1 | 〈καλὸν〉 ἄλεισον: ποτήριον δίδωσι σύμβολον εὐφροσύνης, |
| book 429.2 | ὡς εὐφρανθεὶς παρ’ αὐτοῦ τῷ περὶ τοῦ παιδὸς λόγῳ. καλὸν δέ, ἵνα |
| book 429 | πείσῃ τὸν λαμβάνοντα. b(BCE3E4)T |
| book 433-4.1 | 〈οὐδέ με πείσεις, /〉 ὅς με κέλῃ 〈σέο δῶρα— |
| book 433-4.2 | δέχεσθαι〉: οὐ δι’ ὑπερηφανίαν ἀπωθεῖται τὴν δόσιν ὡς πλούσιος, |
| book 433-4.3 | ἀλλὰ διὰ τὸ δέος Ἀχιλλέως· ἀπροφασίστως γὰρ ἀπωθεῖσθαι τὴν |
| book 433-4.4 | χάριν ἄτοπον καὶ δωροδοκεῖν θεῷ ἀτοπώτερον. b(BE3E4)T |
| book 433-4.5.1 | ἄλλως τε καὶ παραιρεῖσθαι ἔμελλε τὸ μέγιστον τῶν κομιζομένων |
| book 433-4.5.2 | Ἀχιλλεῖ. ἀδωροδοκήτως δὲ ὁδηγήσειν αὐτόν φησι διὰ τὸ „φίλῳ |
| book 433-4.5.3 | δέ σε πατρὶ ἐΐσκω“ (Ω 371). T |
| book 434.1 | παρὲξ Ἀχιλῆα: ἐκτὸς Ἀχιλλέως ἢ b(BCE3E4)T |
| book 434.2 | χωρίς, Aa b (BCE3E4)T ὡς τὸ „μή με παρὲξ ἄγε νῆα“ (ο 199) |
| book 434.3 | b(BCE3E4)T καὶ „παρὲξ ἅλα φῦκος ἔχευεν“ (Ι 7). T |
| book 435a1.1 | δείδοικα καὶ αἰδέομαι: „ἵνα περ δέος, ἔνθα καὶ αἰδώσ“ |
| book 435a1.2 | (Cypr. fr. 23, 2 A. = 22, 2 B.). T |
| book 435a2.1 | εἰκότως ἀμφότερα· καὶ γὰρ καὶ ἡ παροιμία φησίν· „ὅπου |
| book 435a2.2 | δέος, ἐκεῖ καὶ αἰδώσ“. b(BE3E4) |
| book 436.1 | συλεύειν: ἀληθῶς συλᾶν ἐδόκει, εἴ τι τῶν ἐκείνῳ φερομένων |
| book 436.2 | ὑφῃρεῖτο. b(BCE3E4)T |
| book 437.1 | 〈καί κε κλυτὸν〉 Ἄργος 〈ἱκοίμην〉: τὸ Θεσσαλικόν. |
| book 437.2 | T | οὐ μόνον ἄχρι τῆς σκηνῆς Ἀχιλλέως, ἀλλὰ καὶ τῆς πατρίδος |
| book 437.3 | αὐτοῦ. b(BCE3E4)T |
| book 438.1 | 〈ἐν νηῒ θοῇ〉 ἢ πεζὸς 〈ὁμαρτέων: πεζὸσ〉 ὑπερβολή. |
| book 438.2 | ἢ ἀντὶ τοῦ ‘καὶ ἐν νηΐ, πῇ δὲ καὶ πεζόσ‘. ἢ ὡς ἂν εἴποις ‘πῇ δὲ καὶ |
| book 438.3 | πετόμενος, οὐ μόνον συμπλέων‘. T |
| book 439a.1 | 〈οὐκ ἄν—μαχέσαιτο:〉 οὐδεὶς ἄν σοι μαχεσθείη |
| book 439a.2 | καταφρονήσας ἐμοῦ τοῦ παραπέμποντος. Aa |
| book 439b | 〈ὀνοσσάμενος:〉 εὐτελίσας. Til |
| book 439c | 〈ὀνοσσάμενος:〉 μεμψάμενος. Aa |
| book 440.1 | ἀναΐξας ... ἅρμα καὶ ἵππους: ἀΐξας ἀνὰ τὸ ἅρμα καὶ |
| book 440.2 | τοὺς ἵππους. b(BCE3E4)T |
| book 442 | 〈ἐν δ’ ἔπνευσε:〉 ἔδωκεν, ἐνεφύσησεν. Aa |
| book 444a.1 | οἱ δὲ νέον περὶ δόρπα 〈φυλακτῆρες πονέοντο〉: |
| book 444a.2 | καὶ πῶς ἄνω (sc. Ω 363) Ἑρμῆς φησι „νύκτα δι’ ἀμβροσίην“; αὔξειν |
| book 444a.3 | θέλων τὴν χάριν. T |
| book 444b.1 | ἄλλως· {οἱ δὲ} νέον: ὡς „κεῖνος γὰρ νέον ἄλλοθεν εἰ‐ |
| book 444b.2 | λήλουθεν“ (γ 318) καὶ „θήσειν νέον ἡβώωντα“ (Ι 446). T |
| book 444c.1 | δόρπα: ὡς „λύχνα“ (cf. τ 34). τινὲς δὲ ἀπὸ τοῦ δόρψ, |
| book 444c.2 | κακῶς. T |
| book 446a | ὤϊξε θύρας καὶ ἀπῶσεν ὀχῆα: ἤλλαξε τὴν τάξιν. T |
| book 446b.1 | θύρας: 〈γράφεται〉 „πύλασ“. T | οἱ μὲν παραπυλίδα, |
| book 446b.2 | οἱ δὲ τὴν ἱππήλατον ἐξ ἀριστερῶν τοῦ ναυστάθμου. Aa T |
| book 450a | δοῦρ’ ἐλάτης: κλάδους ἐλάτης. Aa b (BCE3)T |
| book 450b.1 | ἔρεψαν: ἀντὶ τοῦ ἐστεφάνωσαν, ἐκάλυψαν· ὅθεν καὶ |
| book 450b.2 | ὀροφή. b(BCE3) |
| book 451a | λαχνήεντα: τινὲς δασύσκιον. Aa T |
| book 451b | 〈λαχνήεντα:〉 ἁπαλὸν καὶ χνοώδη. b(BCE3) |
| book 451c | ὄροφον: τινὲς ὀξυτόνως. T | ἔστι δὲ εἶδος καλάμου. Aa |
| book 451c | b (BCE3)T |
| book 452 | ἀμφί: περὶ τὴν σκηνήν. Aa b (BCE3E4)T |
| book 453a.1 | 〈σταυροῖσιν:〉 σταυροί εἰσι ξύλα ἀπωξυσμένα ἀμφο‐ |
| book 453a.2 | τέρωθεν καὶ προσπεπηγμένα τῇ γῇ πρὸς τὸ εἴργειν τοὺς εἰσιέναι |
| book 453a.3 | βουλομένους. b(BCE3E4) |
| book 453b.1 | 〈σταυροῖσιν πυκινοῖσι:〉 ὀξέσι ξύλοις, σκόλοψι | πυ‐ |
| book 453b.2 | κνοῖς. Aa |
| book 453c | 〈μοῦνος:〉 μακρός. Aa |
| book 453d | ἐπιβλής: ὡς προβλὴς ὀξύνεται. b(BCE3E4)T | μοχλὸς |
| book 453d | δέ ἐστιν ἐπιβαλλόμενος ἀπὸ τοίχου εἰς τοῖχον. Aa b (BCE3E4)T |
| book 454a.1 | ἐπιρρήσεσκον: ἐπέκλειον, ἀπὸ τοῦ γινομένου κατὰ τὴν |
| book 454a.2 | κλεῖσιν ἤχου. b(BCE3E4)T |
| book 454b | 〈ἐπιρήσσεσκον:〉 οὕτως δι’ ἑνὸς ρ. Til |
| book 454c | 〈ἐπιρρήσεσκον:〉 ἐπετίθεσαν. Aa |
| book 455.1 | κληῗδα: τὸν μοχλόν. b(BCE3E4)TTil τὰ γὰρ συν‐ |
| book 455.2 | έχοντα τὴν ἐπικεκλεισμένην θύραν κληῗδας καλεῖν εἴωθεν. καὶ ἐν |
| book 455.3 | Ὀδυσσείᾳ τὸ κλεῖθρον οὕτως ὠνόμασεν· b(BCE3E4)T „ἐπὶ δὲ |
| book 455.4 | κληῗδ’ ἐτάνυσσεν ἱμάντι“ (α 442). T |
| book 456a.1 | Ἀχιλεὺς δ’ ἄρ’ ἐπιρρήσεσκε καὶ οἶος: μεγάλην τινὰ |
| book 456a.2 | τὴν Ἀχιλλέως ὑπεροχὴν ἐμφανίζει, εἴ γε ὁ Διομήδης „χερμάδιον |
| book 456a.3 | λάβε χειρί, ὃ οὐ δύο ἄνδρε φέροιεν, οἷοι νῦν βροτοί εἰσιν“ (cf. Ε 302—4), |
| book 456a.4 | ὁ δὲ Ἀχιλλεύς, ὃν τρεῖς Ἕλληνες ἀνέῳγον, τοῦτον μόνος ἀνέῳγεν. |
| book 456a.5.1 | ὡς ἔοικεν οὖν, ἑξαπλάσιον τῶν νῦν ἐδύνατο, εἴγε οἱ μὲν κατὰ τοὺς |
| book 456a.5.2 | αὐτοῦ χρόνους πρὸς δύο τῶν νῦν ἰσχύουσιν, αὐτὸς δὲ τῶν τότε πρὸς |
| book 456a.5.3 | τρεῖς. b(BCE3E) T |
| book 456b.1 | ἄλλως· ἐπιρρήσεσκε: προσδεκτέον ὅτι καὶ ἤνοιγεν. |
| book 456b.2 | b(BCE3E4)T [bis] |
| book 456c | 〈ἐπιρρήσεσκε:〉 ἐπετίθει. Aa |
| book 458.1 | ἐς δ’ ἄγαγε 〈κλυτὰ δῶρα〉: ἐπὶ ἀψύχων τὸ ἄγειν, εἰ μὴ |
| book 458.2 | ἄρα ἐπὶ τῇ ἁμάξῃ φησίν. T |
| book 460-2.1 | ἤτοι ἐγὼ θεὸσ〈—εἴσομαι〉: ἀναγκαίως ἑαυτὸν |
| book 460-2.2 | ἐμφανίζει ἀπαλλαττόμενος, ἵνα εἰς τὸ ἑξῆς εὐθαρσέστερον αὐτὸν |
| book 460-2.3 | καταστήσῃ· τὸ γὰρ παρεῖναι τοῖς οἴκτοις καὶ ἐσθίουσιν αὐτοῖς τὸν |
| book 460-2.4 | θεὸν οὐκ εὐπρεπές. ἄλλως τε ὑπηνήτης ὢν ὑπόνοιαν ἐπιβουλῆς παρ‐ |
| book 460-2.5 | έσχεν ἂν Ἀχιλλεῖ. b(BE3E4)T |
| book 460.1 | ἄμβροτος: ὁ μὴ ἔχων βρότον, ὅ ἐστιν αἷμα· Aa T |
| book 460.2 | „ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται“ (Ε 342). T ἀεὶ δὲ τὸ |
| book 460.3 | ΒΡΟΤΟΣ συντιθέμενον †τὸ† μ πλεονάζει, πλὴν τοῦ „νὺξ ἀβρότη“ |
| book 460.4 | (Ξ 78) b(BCE3E4)T καὶ „ἀβροτάξομεν ἀλλήλοιϊν“ (Κ 65). |
| book 460.5 | b(BE3E4)T |
| book 462 | πάλιν εἴσομαι: εἰς τοὐπίσω πορεύσομαι. b(BCE3)T |
| book 462-3.1 | οὐδ’ Ἀχιλῆος / ὀφθαλμοὺς εἴσειμι: ἀντὶ τοῦ οὐχ |
| book 462-3.2 | ἥξω εἰς ὄψιν Ἀχιλλεῖ. Aa T |
| book 464 | 〈ἄντην:〉 φανερῶς. Aa |
| book 469.1 | Πρίαμος 〈δ’〉 ἐξ ἵππων ἆλτο: ἄμεινον „βαῖνε“ γράφεται |
| book 469.2 | ἐπὶ τοῦ γέροντος. ἢ τῆς περιστάσεως οἰκεῖον τὸ ἆλτο. T |
| book 471 | ἰθὺς ... οἴκου: εὐθεῖαν ὡς ἐπὶ τὸν οἶκον. Aa b (BCE3)T |
| book 472.1 | ἐν δέ μιν αὐτόν: τὸ μίν κοινόν. τινὲς δὲ τὸ ἔν ἀντὶ τοῦ |
| book 472.2 | ἔνδον, ὡς „Ἴλιον εἴσω“ (Α 71. Ρ 159 al.) ἀντὶ τοῦ εἴς. T |
| book 473 | 〈καθείατο:〉 Ἀρίσταρχος διὰ τοῦ η. Aa |
| book 474.1 | Ἄλκιμος: κατὰ μεταπλασμὸν ὁ „Ἀλκιμέδων“ (Π 197), ὡς |
| book 474.2 | „Μελάνθιοσ“ (ρ 247. 369 al.) καὶ „Μελανθεύσ“ (ρ 212. υ 255 al.). |
| book 474.3 | b(BCE3E4)T |
| book 475.1 | 〈νέον δ’ ἀπέληγεν ἐδωδῆς:〉 νεωστὶ τὴν τροφὴν ἔπαυ‐ |
| book 475.2 | σεν. Aa |
| book 476a.1 | 〈ἔσθων καὶ πίνων·〉 ἔτι καὶ παρέκειτο τράπεζα: |
| book 476a.2 | ἀθετεῖται· οὐ γὰρ ἀφῃροῦντο αἱ τράπεζαι παρ’ αὐτοῖς, ἀλλὰ μέχρι |
| book 476a.3 | ἀνασταῖεν, ἔκειντο· φησὶ γάρ· „αἱ δ’ ἀπὸ μὲν σῖτον πολὺν ᾕρεον |
| book 476a.4 | ἠδὲ τραπέζασ“ (τ 61). ἢ τούτου ὡς πενθοῦντος ᾔρετο. T |
| book 476b.1 | ἔσθων καὶ πίνων: τὸ ἐσθίων οὐχ ὑποπίπτει μέτρῳ |
| book 476b.2 | ἡρωϊκῷ. φησὶ δὲ καὶ „ἔσθειν καὶ πίνειν“ (ε 197) καὶ „ἔσθοντες κρέα |
| book 476b.3 | πολλά“ (Θ 231). εἰ δὲ εὐτελεῖς οἱ στίχοι, καὶ ἄλλοι· „τίπτε, Θέτι |
| book 476b.4 | τανύπεπλε, ἱκάνεις ἡμέτερον δῶ;“ (Σ 385)· „οὐδέ κεν ἀμβαίη βροτὸς |
| book 476b.5.1 | ἀνήρ, οὐ καταβαίη“ (μ 77)· „ἡ δὲ τετάρτη ὕδωρ ἐφόρει“ (κ 358)· |
| book 476b.5.2 | „τῷ δ’ ἄρα πέμπτῳ πέμπ’ ἀπὸ νήσου“ (ε 263)· „ἵππους δὲ ξανθὰς |
| book 476b.5.3 | ἑκατόν“ (Λ 680)· „ἔνθα μὲν οὔτε βοῶν 〈οὔτ’ ἀνδρῶν φαίνετο ἔργα〉“ |
| book 476b.5.4 | (κ 98)· οὗτοι γὰρ πάντες, ὡς Σέλευκος (fr. 18 M. = 17 D.), ἔμμετρον |
| book 476b.5.5 | λαλιὰν ἔχουσιν. T |
| book 477.1 | 〈τοὺς δ’ ἔλαθ’ εἰσελθὼν〉 Πρίαμος μέγας: οὐ πρὸς |
| book 477.2 | ἔπαινον τὸ μέγας, ἀλλ’ ὅτι καὶ μέγας ὢν ἔλαθεν. T |
| book 479 | 〈δεινάς:〉 ἰσχυρὰ καὶ δεινὰ ἐμποιούσας. Aa |
| book 480-2a1 | ὡς δ’ ὅτ’ ἂν ἄνδρ’ 〈ἄτη—εἰσορόωντασ〉: |
| book 480-2a1.1 | ὡς εἰ φυγάς τις φονεὺς πάντας λαθὼν εἰσέρχεται καθαρθησόμενος καὶ |
| book 480-2a1.2 | παρακάθηται τῇ ἑστίᾳ καὶ πάντες ὁρῶντες καταπλήσσονται. | ἴσως |
| book 480-2a1.3 | δὲ ἀναχρονισμός ἐστιν ὡς καὶ τὸ „ἴαχε σάλπιγξ“ (Σ 219). τὸν δὲ |
| book 480-2a1.5.1 | καθαίροντα καὶ ἁγνίτην ἔλεγον. | ἡ δὲ παραβολὴ πρὸς τὸ αἰφνίδιον |
| book 480-2a1.5.2 | τῆς εἰσόδου. T |
| book 480-2a2.1 | ὡς εἰ φυγάς τις φονεὺς αἴφνης ἀπανιστάμενος τῆς πατρίδος |
| book 480-2a2.2 | ἀπέρχεται πρὸς τὸν ἁγνίσοντα καὶ θαμβοῦνται πάντες τὸ αἰφνίδιον |
| book 480-2a2.3 | τῆς ἀφίξεως, οὕτως ὁ Πρίαμος πάντας λαθὼν εἰσέρχεται καὶ παρα‐ |
| book 480-2a2.4 | κάθηται τῇ ἑστίᾳ, b(BCE3E4) καὶ πάντες ὁρῶντες ἐκπλήσσον‐ |
| book 480-2a2.5 | ται. ἡ δὲ παραβολὴ πρὸς τὸ αἰφνίδιον τῆς εἰσόδου. b(BE3E4) |
| book 480 | 〈πυκινή:〉 μεγάλη. Aa |
| book 482.1 | 〈θάμβος δ’ ἔχει εἰσορόωντας:〉 †οὐδένα γὰρ δια‐ |
| book 482.2 | λέγεται, ἕως οὗ καθαρθῇ. Aa |
| book 484.1 | ἐς ἀλλήλους δὲ ἴδοντο: τὸ παράδοξον τῆς εἰσόδου ἔδειξε |
| book 484.2 | διὰ τῶν ἀλλήλοις διανευόντων, πόθεν καὶ τίς ὁ ξένος. b(BCE3E4)T |
| book 485.1 | τὸν καὶ λισσόμενος 〈Πρίαμος πρὸς μῦθον ἔειπε〉: |
| book 485.2 | περισσὸς ὁ καί. τὸ δὲ ἑξῆς ‘πρὸς τόν‘. b(BCE3)T |
| book 486a.1 | μνῆσαι πατρὸς 〈σοῖο〉: πολεμίῳ διαλεγόμενος καὶ |
| book 486a.2 | τῶν παίδων αὐθέντῃ καὶ μισοῦντι ἐξαιρέτως αὐτόν τε καὶ τοὺς |
| book 486a.3 | ἐκείνου διὰ τὴν τοῦ φίλου ἀποβολὴν b(BCE3E4)T ἄλλην ἀρχὴν |
| book 486a | οἰκειοτέραν οὐκ εἶχεν ἢ τὴν τοῦ πατρὸς ὑπόμνησιν. b(BE3E4)T |
| book 486b | {πατρὸς} σοῖο: Ζηνόδοτος „σεῖο“, κακῶς. T |
| book 486c.1 | θεοῖς ἐπιείκελ’ Ἀχιλλεῦ: θεοφιλῆ καὶ θεοῖς ὅμοιον |
| book 486c.2 | εἰπὼν b(BCE3E4) ἀποτρέπει τῆς περὶ τὸν ἱκέτην ἀτιμίας, b(BC |
| book 486c.3 | E3E4)T εἴγε καὶ θεοὶ τοὺς ἱκέτας εὐνοοῦντες καὶ ἐλεοῦντες αἰ‐ |
| book 486c.4 | δοῦνται· b(BCE3E4) „αἰδοῖός τε γάρ ἐστι καὶ ἀθανάτοισι θε‐ |
| book 486c.5 | οῖσιν, / ἀνδρῶν ὅς τις ἵκηται ἀλώμενοσ“ (ε 447—8). T |
| book 487a.1 | τηλίκου ὥσπερ ἐγώ〈ν〉: ἔδει ἐπαγαγεῖν ‘ἡλίκος |
| book 487a.2 | ἐγώ〈ν〉‘. ἔστι δὲ ὡς τὸ „ὅσσον Φαίηκες περὶ πάντων ἴδριες, ὣς δὲ |
| book 487a.3 | γυναῖκες ἱστῷ τεχνῆσαι“ (cf. η 108—10). τινὲς δὲ λείπειν φασὶ τὸν |
| book 487a.4 | καί, ἵν’ ᾖ ‘ὥσπερ καὶ ἡμεῖσ‘. T |
| book 487b.1 | 〈τηλίκου〉 ὥσπερ ἐγώ〈ν〉: Ζηνόδοτος (FGrHist 19, |
| book 487b.2 | 6) πρεσβύτερον Πηλέα φησίν, εἴγε συστρατεύσας Πηλεῖ Ἡρακλῆς |
| book 487b.3 | ἀπέδοτο Ἡσιόνῃ μικρὸν ὄντα τὸν Πρίαμον. T |
| book 488-9.1 | καὶ μέν που κεῖνον 〈περιναιέται—ἀμῦναι〉: |
| book 488-9.2 | ἢ παρὰ τῶν Εὐρωπαίων τοῦτο μαθών φησιν ἢ οἰωνιζόμενος. λέγει |
| book 488-9.3 | δὲ Ἄκαστον καὶ τοὺς υἱοὺς Ἄρχανδρον καὶ Ἀρχιτέλην. ἴσως δὲ παρὰ |
| book 488-9.4 | Ἀστεροπαίου πέπυσται νεωστὶ ἥκοντος ἐκ Παιονίας (cf. Ρ 350. |
| book 488-9.5 | Φ 154—6), ἥτις ἐστὶ πλησίον Θετταλίας. T |
| book 488a | 〈καὶ μέν:〉 ὁ μέν ἀντὶ τοῦ μήν. Til |
| book 488b.1 | 〈περιναιέται ἀμφὶς ἐόντες:〉 οἱ περίοικοι Aa b (BCE3 |
| book 488b.2 | E4) οἱ ἀμφὶς ὄντες, ὅ ἐστι κεχωρισμένοι τῇ γνώμῃ καὶ ἐναντίοι, |
| book 488b.3 | ἢ χωρὶς οἰκοῦντες, b(BCE3E4) ἢ κυκλόθεν. b(BE3E4) |
| book 488c.1 | ἀμφὶς ἐόντες: τινὲς „ἐόντοσ“ ἀντὶ τοῦ χωρὶς σοῦ ὄντος. | |
| book 488c.2 | ἐντέχνως δὲ πρὸ τῶν ἰδίων τῶν τοῦ Πηλέως ἐμνήσθη, ὅπως αὐτὸν |
| book 488c.3 | ἡ τῶν οἰκείων κακῶν οἰκτίσῃ μνήμη. b(BE3E4)T |
| book 490.1 | σέθεν ζώοντος: ηὔξησε τὸν ἔλεον, εἴγε ὁ μὲν τὸν ἕνα |
| book 490.2 | ἔχει, ὁ δὲ τῶν πεντήκοντα ἀφῄρηται. b(BCE3E4)T |
| book 495.1 | 〈πεντήκοντά μοι ἦσαν:〉 Ἑλ〈λ〉άνικος (FGrHist 4, 141) |
| book 495.2 | πεντήκοντα ἕξ. T |
| book 496a.1 | 〈ἐννεακαίδεκα:〉 ὑφ’ ἓν τὸ ἐννεακαίδεκα. b(BCE3) |
| book 496a.2 | Πάμφιλος δὲ εἰς τρία διῄρησε μέρη. b(BE3) |
| book 496b.1 | ἐννεακαίδεκα: πιθανὸν μίαν τεκεῖν ἐννεακαίδεκα, οὐχ |
| book 496b.2 | ὡς Βακχυλίδης (sc. dith. 15, 15) πεντήκοντα τῆς Θεανοῦς ὑπο‐ |
| book 496b.3 | γράφει παῖδας. T |
| book 497.1 | 〈τοὺς δ’ ἄλλους μοι〉 ἔτικτον 〈ἐνὶ μεγάροισι γυναῖ‐ |
| book 497.2 | κεσ〉: καλὴ ἡ παράτασις· οὐ γὰρ εἶπεν ἔτεκον. ἔθος δὲ τοῖς βαρβάροις |
| book 497.3 | βασιλεῦσι παιδοποιεῖν ἐκ πλειόνων. b(BCE3E4)T ἔσχε δὲ καὶ |
| book 497.4 | Ἀρίσβην τὴν Μέροπος τοῦ Περκωσίου, ἐξ ἧς Αἴσακος, Ἀλεξιρόην |
| book 497.5.1 | τὴν Ἀντάνδρου, Λαοθόην τὴν Ἄλτου (cf. Φ 85). τῶν δὲ Πριαμιδῶν |
| book 497.5.2 | πρεσβύτατον Πολίτην φασίν. T |
| book 498a.1 | τῶν μὲν πολλῶν θοῦρος Ἄρης ὑπὸ γούνατ’ ἔλυ‐ |
| book 498a.2 | σεν: λέγοντος Ἀχιλλέως· „ὅς τοι πολέας τε καὶ ἐσθλούς 〈/ υἱέας |
| book 498a.3 | ἐξενάριξα〉“ (Ω 520—1). T |
| book 498b.1 | 〈θοῦρος Ἄρης:〉 δεδιὼς οὐ λέγει σύ, ἵνα μὴ θυμώσῃ |
| book 498b.2 | αὐτόν. b(BCE3E4) |
| book 499a.1 | ὃς δέ μοι οἶος ἔην, 〈εἴρυτο δὲ ἄστυ καὶ αὐτούσ〉: |
| book 499a.2 | οἶος πρὸς τὸ σῴζειν τὴν πόλιν. Aa b (BCE3E4)T καὶ ἓν πρᾶγμα |
| book 499a.3 | δυσὶ περικοπαῖς πέφρασται, ὡς „τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δ’ |
| book 499a.4 | αἷμα“ (Λ 267) ἀντὶ τοῦ παυσαμένου τοῦ αἵματος ἐτέρσετο τὸ ἕλκος· |
| book 499a.5.1 | „ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον“ (Γ 318), ἀνασχόντες ηὔξαντο. |
| book 499a.5.2 | b(BCE3E4)T ἢ ὅτι εἶπεν „αἴθ’ ἅμα πάντες / Ἕκτορος ὠφέλετ’ |
| book 499a.5.3 | ἀντὶ 〈... πεφάσθαι〉“ (Ω 253—4)· καὶ ἡμεῖς φαμεν ἕνα τὴν πόλιν |
| book 499a.5.4 | ὅλην ἔχειν. T |
| book 499b | 〈εἴρυτο:〉 ἐφύλαττε. Aa |
| book 500a | 〈κτεῖνας:〉 ἤγουν ἔκτεινας. Aa |
| book 500b | ἀμυνόμενον περὶ πάτρης: οὐ προκατάρξαντα πολέ‐ |
| book 500b | μου. T |
| book 503a.1 | 〈θεούς, Ἀχιλεῦ: γράφεται〉 „{ἀλλ’ αἰδεῖο} φέριστε, |
| book 503a.2 | θεούσ“. Aa |
| book 503b | 〈αὐτόν:〉 ἀντὶ τοῦ ἐμέ. Aa |
| book 504a.1 | μνησάμενος σοῦ πατρός: ὡς ἱκανοῦ εἰς ἔλεον ἀπ’ |
| book 504a.2 | αὐτοῦ ἤρξατο (cf. Ω 486—92) καὶ εἰς αὐτὸν ἔληξεν. b(BCE3E4)T |
| book 504a.3 | οὐκ ἀκριβολογεῖ δὲ περὶ τῶν δώρων (cf. Ω 502)· καὶ γὰρ ἂν ἔλυ‐ |
| book 504a.4 | σε τὸ πάθος. T |
| book 504b1.1 | ἐλεεινότερος: καὶ ἐκεῖνος γὰρ καταπονεῖται (cf. Ω |
| book 504b1.2 | 488—9). ἢ ἀντὶ ἁπλοῦ. T |
| book 504b2.1 | καλῶς δὲ καὶ ἐλεεινότερος· καταπονεῖται γὰρ καὶ |
| book 504b2.2 | ἐκεῖνος, ἀλλ’ οὗτος πλέον. b(BCE3E4) |
| book 506a.1 | ἀνδρὸς παιδοφόνοιο: ταῦτα μὲν εἰς ὀργὴν ἄγοντα |
| book 506a.2 | Ἀχιλλέα ἔδει κρύπτεσθαι, ἐκ δὲ τοῦ πάθους παρεσύρη εἰς τοῦτο. |
| book 506a.3 | b(BCE3E4)T |
| book 506b.1 | 〈ποτὶ στόμα〉 χεῖρ’ ὀρέγεσθαι: ‘χεῖρε‘ δυϊκῶς· εἶπε |
| book 506b.2 | γὰρ „καὶ λάβε χεῖρας / δεινὰς ἀνδροφόνουσ“ (Ω 478—9). θέλει δὲ |
| book 506b.3 | εἰπεῖν ὅτι ᾧ στόματι τὸν υἱὸν ἐφίλουν, τούτῳ νῦν τὸν ἐκείνου φονέα. | |
| book 506b.4 | ὀρέγεσθαι {δὲ} ἀντὶ τοῦ ἐκτείνειν πρὸς τὸ στόμα τὰς χεῖρας. T |
| book 510.1 | ἐλυσθείς: παρεθεὶς ἢ συνειληθεὶς ἢ κυλισθείς· b(BCE3)T |
| book 510.2 | ὅθεν καὶ †προελυσθείς. T |
| book 511-2.1 | Ἀχιλλεὺς κλαῖεν 〈ἑὸν πατέρ’ ἄλλοτε δ’ αὖτε / |
| book 511-2.2 | Πάτροκλον〉: αὐτῷ γὰρ ἀναδιπλασιασθεὶς ὁ θρῆνος ἀντισηκωθή‐ |
| book 511-2.3 | σεται τοῖς δάκρυσι Πριάμου. ἐποίει δὲ αὐτῷ τὴν ἑκατέρου μνήμην |
| book 511-2 | ἡ Ἕκτορος καὶ Πριάμου. b(BCE3E4)T |
| book 511a1.1 | ἑὸν πατέρα: λείπει τὸ ‘ἄλλοτε μέν‘, 〈‘ἄλλοτε μὲν ἑὸν |
| book 511a1.2 | πατέρα‘〉, „ἄλλοτε δ’ αὖτε / Πάτροκλον“ (Ω 511—2). T |
| book 511a2.1 | λείπει καὶ ἐνταῦθα τὸ ἄλλοτε, ἵν’ ᾖ ‘ἄλλοτε μέν‘. b(BCE3 |
| book 511a2.2 | E4) |
| book 512a.1 | τῶν δὲ στοναχὴ κατὰ δώματ’ ὀρώρει: ὅτι κατα‐ |
| book 512a.2 | χρηστικῶς τὰς σκηνὰς οὕτως εἶπεν. | Ζηνόδοτος δὲ „στεναχή“ διὰ |
| book 512a.3 | τοῦ ε γράφει. ἐκπίπτει δὲ τὰ διὰ τοῦ ε ῥήματα ἐν τοῖς ὀνόμασιν εἰς τὸ |
| book 512a.4 | ο, λέγω λόγος, μένω μονή· οὕτως στενάξαι στοναχή. A |
| book 512b | 〈δώματα:〉 τὴν σκηνήν. Til |
| book 514a.1 | καί οἱ ἀπὸ πραπίδων 〈ἦλθ’ ἵμερος ἠδ’ ἀπὸ γυί‐ |
| book 514a.2 | ων〉: ἀθετεῖται· προείρηται γὰρ ἱκανῶς διὰ τοῦ „αὐτὰρ ἐπεί ῥα |
| book 514a.3 | γόοιο“. καὶ ἀκύρως τέθειται τὸ γυίων· οὐ γὰρ οὕτως λέγει πάντα |
| book 514a.4 | τὰ μέλη, ἀλλὰ μόνον τὰς χεῖρας καὶ τοὺς πόδας. A |
| book 514b.1 | καί οἱ ἀπὸ πραπίδων ἦλθ’ ἵμερος ἠδ’ ἀπὸ γυ〈ί〉‐ |
| book 514b.2 | ων: ἀθετεῖ ὁ Θρᾷξ (fr. 26 Schm. = 44 L.)· ὁ γὰρ ἵμερος περὶ μόνην |
| book 514b.3 | τὴν ψυχήν, γυῖα δὲ οὐχ ὅλα τὰ μέλη φησίν. εἰ †μηδέ τις στερνοτυπεῖ, |
| book 514b.4 | τοῦτο οὐ γράφει†. T |
| book 515.1 | 〈γέροντα δὲ〉 χειρὸς ἀνίστη: παράδοξον τὸ τὸν ἐχθρὸν |
| book 515.2 | χειραγωγεῖν τὸν θυμὸν ἀνέντα. b(BCE3E4)T τάχα οὖν τοῦτο |
| book 515 | ποιεῖ τοῦ γήρως τοῦ πατρὸς μνησθείς. b(BCE3E4) |
| book 518 | 〈κάκ’ ἄνσχεο:〉 οὕτως Ἀρίσταρχος κάκ’ ἄνσχεο. Aint |
| book 522.1 | κατ’ ἄρ’ ἕζευ: ὅτι τὸ ἁπλοῦν ἐστιν ἕζευ· τούτῳ δὲ ἀνάλο‐ |
| book 522.2 | γον τὸ σύνθετον κατ’ ἄρ’ ἕζευ, οὐχὶ ἵζευ. καὶ ὅτι τὸ ἔμπης ἀντὶ |
| book 522.3 | τοῦ ὅμως, ἔσθ’ ὅτε δὲ ἀντὶ τοῦ ὁμοίως· „ἔμπης μοι δοκέει δαΐδων |
| book 522.4 | σέλασ“ (ς 353). A |
| book 522-3.1 | 〈ἄλγεα δ’ ἔμπης / ἐν θυμῷ〉 κατακεῖσθαι 〈ἐάσο‐ |
| book 522-3.2 | μεν〉: ἀποβαλέσθαι μὲν γὰρ ἀδύνατον, δεῖ δὲ μὴ ῥιπίζειν τοῖς κλαυθ‐ |
| book 522-3.3 | μοῖς τὸ πάθος. b(BCE3E4)T |
| book 524a.1 | οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο: πρῆξις |
| book 524a.2 | T ἄνυσις b(BCE3E4)T διὰ θρήνου. λείπει δὲ ἡ ἔξ. b(BCE3) |
| book 524a.3 | T ὅτι δὲ ἄπρακτον ἡ ἀνία, καὶ οἱ φιλόσοφοί φασιν, καθ’ ὃ μὴ |
| book 524a.4 | διορθοῦται τι τῶν ἠτυχημένων. T |
| book 524b.1 | 〈οὐ γάρ τις πρῆξις:〉 „οὐ γάρ τίς τ’ ἄνυσισ“ ἐν ἄλλῳ. |
| book 524b.2 | Aim |
| book 525.1 | ἐπεκλώσαντο: εἱμαρμένον ἐποίησαν, ἐπεμοίρησαν. ἀπὸ |
| book 525.2 | μιᾶς Μοίρας εἴρηται τῆς Κλωθοῦς· τρεῖς μὲν γὰρ παραδίδονται Μοῖραι, |
| book 525.3 | Κλωθώ, Λάχεσις, Ἄτροπος. A |
| book 526 | 〈αὐτοὶ δέ τ’〉 ἀκηδέες 〈εἰσί〉: νῦν τὸ φύσει θεῖόν φησι, |
| book 526.1 | τοὺς δὲ ποιητικοὺς λυπουμένους εἰσάγει. καὶ Ἐπίκουρος (Rat. Sent. |
| book 526.2 | 1 = Gnom. Vat. 1) ἐντεῦθέν φησιν ὅτι „τὸ ἀθάνατον καὶ ἄφθαρτον |
| book 526.3 | οὔτ’ αὐτὸ πρᾶγμ’ ἔχει οὔτ’ ἄλλοις παρέχει· διὸ οὔτε ὀργαῖς οὔτε |
| book 526.5 | λύπαις συνέχεται“. δηλοῖ δὲ καὶ τὸ ἀθεράπευτον. T |
| book 527-8a.1 | δοιοὶ γάρ τε πίθοι〈—ἑάων〉: ὅτι ἐντεῦθεν |
| book 527-8a.2 | Ἡσιόδῳ (sc. opp. 84—104) τὸ περὶ τοῦ πίθου μύθευμα. καὶ ὅτι δύο |
| book 527-8a.3 | τοὺς πάντας λέγει πίθους· τινὲς δὲ τῶν νεωτέρων ἕνα μὲν τῶν ἀγαθῶν, |
| book 527-8a.4 | δύο δὲ τῶν κακῶν ἐδέξαντο. A |
| book 527-8b.1 | δοιοὶ γάρ τε πίθοι〈—ἑάων〉: τοῦτο πρὸς παρα‐ |
| book 527-8b.2 | μυθίαν τοῦ γέροντος, ἐπεί τοι τὸ ἀληθὲς „θεοὶ δωτῆρες ἑάων“ (θ 325). |
| book 527-8b.3 | καὶ Ἡσίοδος (sc. opp. 96—8) ἐντεῦθεν τὴν ἐλπίδα τῶν κακῶν |
| book 527-8b.4 | φησιν εἶναι ἐν τῷ πίθῳ. T μέμφεται δὲ τὴν δόξαν Πλάτων ἐν |
| book 527-8b.5.1 | δευτέρῳ Πολιτείας (sc. 18 p. 379 b 1) λέγων ὡς ὁ θεὸς ἀγαθόν, οὐδὲν |
| book 527-8b.5.2 | δὲ ἀγαθὸν βλαβερόν, ὃ δὲ μὴ βλαβερόν, οὐδὲ βλάπτει. ἔπλασεν οὖν |
| book 527-8b.5.3 | ταῦτα ὁ ἥρως πρὸς παραμυθίαν Πριάμου. b(BCE3E4)T παρὰ |
| book 527-8b.5.4 | ταῦτά φησι Ζεύς· „ἐξ ἡμέων γάρ φασι κάκ’ ἔμμεναι· οἱ δὲ καὶ αὐτοί / |
| book 527-8b.5.5 | b(BE3E4)T σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγε’ ἔχουσιν“ |
| book 527-8b.10 | (α 33—4). b(BE3E4) |
| book 527-8b.1 | εἰς παραμυθίαν τοῦ Πριάμου ὁ ποιητὴς εἰσήγαγε—τὸ |
| book 527-8b.2 | ζήτημα προσώπῳ. A |
| book 527 | 〈ἐν Διὸς οὔδει:〉 ἀπὸ μέρους τῷ οἴκῳ. b(BCE3E4)T |
| book 528a1.1 | δώρων οἷα δίδωσι, 〈κακῶν, ἕτερος δὲ ἑάων〉: ὅτι |
| book 528a1.2 | τὸ ἑάων ἀντὶ τοῦ ἀγαθῶν· καὶ τὸ „υἷος ἑῆοσ“ (Ο 138. Σ 138 al.) |
| book 528a1.3 | ἀγαθοῦ. διὰ δὲ ἄγνοιαν ὁ Ζηνόδοτος γράφει „ἑοῖο“. καὶ ὅτι τὸ |
| book 528a1.4 | ἕτερος ἐπὶ δύο. | ἕως δὲ τοῦ δίδωσι βούλονται στίζειν, ἵνα μὴ δύο |
| book 528a1.5.1 | πίθοι ὦσι κακῶν καὶ εἷς ἀγαθῶν, ὥσπερ καὶ ὁ Πίνδαρος ἐξεδέξατο· |
| book 528a1.5.2 | φησὶ γοῦν (P. 3, 81—2)· „ἓν παρ’ ἐσθλὸν πήματα σύνδυο δαίονται |
| book 528a1.5.3 | βροτοῖς / ἀθάνατοι“. ἐχρῆν δὲ τὸ ἐπιμεριζόμενον μὴ οὕτως ἐπενεχθῆναι, |
| book 528a1.5.4 | κακῶν ἕτερος δὲ ἑάων, ἀλλ’ ὁ μὲν ἕτερος κακῶν, ὁ δὲ ἕτερος ἀγα‐ |
| book 528a1.5.5 | θῶν. A |
| book 528a2.1 | στικτέον εἰς τὸ δίδωσι, καὶ δύο τοὺς πίθους διὰ τῆς |
| book 528a2.2 | στιγμῆς παραδεκτέον. b(BCE3E4) |
| book 528b.1 | κακῶν, ἕτερος δὲ ἑάων: ἀδιαφόρως τῷ ἕτερος ποτὲ |
| book 528b.2 | μὲν τὸ ἄλλος ἐπιφέρει, ὡς τὸ „ὅς χ’ ἕτερον μὲν κεύθει ἐνὶ φρεσίν, |
| book 528b.3 | ἄλλο δὲ εἴπῃ“ (Ι 313), ποτὲ δὲ τὸ ἕτερος· „ἕτερον λευκόν, ἑτέρην δὲ |
| book 528b.4 | μέλαιναν“ (Γ 103). T |
| book 530.1 | κακῷ 〈...〉 κύρεται: ὑπὸ κακοῦ κύρεται, ὡς „Τρωσὶ |
| book 530.2 | δαμείσ“ (Σ 461). ἢ κακῷ συντυγχάνει, ὡς τὸ „αἰὲν ἐπ’ αὐχένι κῦρεν“ |
| book 530 | (Ψ 821). T |
| book 532.1 | βούβρωστις: σύντονος ὀδύνη μεγάλως ἀναλίσκουσα· ἐν |
| book 532.2 | γὰρ ταῖς ἀτυχίαις ὑπὸ λύπης ἑαυτοὺς ἐσθίομεν, ὥσπερ καὶ Βελλερο‐ |
| book 532.3 | φόντης (cf. Ζ 202). b(BCE3E4)T οἱ δὲ ἀποδιδόντες λιμὸν |
| book 532.4 | ἀγνοοῦσιν ὅτι οὐ λιμώττει Πρίαμος, ἀλλ’ ὀδυνᾶται. b(BE3E4)T |
| book 532.5.1 | οἱ δὲ δαίμονα, ἥνπερ κατηρῶντο τοῖς πολεμίοις, εἶναι δὲ αὐτῆς τὸ |
| book 532.5.2 | ἱερὸν ἐν Σμύρνῃ. T |
| book 532.1 | βούβρωστις: κυρίως μὲν ὁ μέγας καὶ χαλεπὸς λιμός. νῦν |
| book 532.2 | δὲ ἀντὶ τῆς μεγάλης ἀνίας καὶ λύπης κεῖται ἡ λέξις. ἔνιοι δὲ βούβρωστιν |
| book 532.3 | τὸν οἶκτον ἐξεδέξαντο. A |
| book 535.1 | πάντας γὰρ ἐπ’ ἀνθρώπους {ἐκέκαστο}: παρὰ πάντας |
| book 535.2 | ἀνθρώπους. T |
| book 536.1 | ὄλβῳ: δύναται τῇ φρονήσει, εἴγε καὶ ἄνολβος παρὰ Στωϊ‐ |
| book 536.2 | κοῖς (St. V. Fr. III, fr. 675) ὁ ἀπαίδευτος. A b (BCE3E4)T οἱ |
| book 536.3 | δὲ τῇ τῶν ἀγρῶν κτήσει, A b (BE3)T παρὰ τὰς ὀλάς. AT |
| book 540.1 | {τέκεν} παναώριον: οἱ μὲν ἐδάσυναν, ἵνα ἐκδέξωνται τὸν |
| book 540.2 | κατὰ πάντα ἄωρον, οἱ δὲ ἐψίλωσαν, ἐκδεχόμενοι τὸν εἰς πάντα |
| book 540.3 | πεφροντισμένον. ἄμεινον δὲ τὸ πρότερον· τοῦτο γὰρ θέλει σημαίνειν. |
| book 540.4 | A |
| book 541 | γηράσκοντα κομίζω: ἀντὶ τοῦ γηρωκομῶ. b(BCE3E4) |
| book 541 | T |
| book 544a.1 | ὅσσον Λέσβος ἄνω, 〈Μάκαρος ἕδος, ἐντὸς ἐέργει〉: |
| book 544a.2 | ὅτι τὸ ἄνω ἀντὶ τοῦ ἀνά καὶ πρὸς τὸ ἐέργει, ἵν’ ᾖ ἀνείργει καὶ |
| book 544a.3 | περιορίζει. A |
| book 544b | ὅσσον Λέσβος ἄνω 〈... ἐέργει〉: ἀντὶ τοῦ ἀνά. |
| book 544b.1 | b(BCE3E4)T Til τὸ δὲ ἑξῆς, ὅσον Λέσβος ἀνείργει καὶ διορίζει· |
| book 544b.2 | b(BCE3E4)T | περιορίζει γὰρ τὴν ἀρχὴν Πριάμου A b (BCE3E4) |
| book 544b.3 | T ἀπὸ μεσημβρίας τῇ Λέσβῳ, ἀπὸ ἀνατολῆς Φρυγίᾳ, ἀπὸ |
| book 544b.5 | ἄρκτου Ἑλλησπόντῳ (cf. Ω 544—5). A b (BE3E4)T |
| book 544c.1 | Μάκαρος: Μάκαρ ὁ Ἡλίου καὶ Ῥόδου, φονεύσας τὸν |
| book 544c.2 | ἀδελφὸν Τενάγην, ἐκεῖσε 〈ἀπ〉ῴκησε καὶ πόλιν οἰκίσας ἀπὸ τῆς |
| book 544c.3 | γυναικὸς Ἄντισσαν ὠνόμασεν. b(BCE3E4)T τινὲς δὲ αὐτὸν |
| book 544c.4 | Κρινάκου τοῦ Ὑρ〈ι〉έως τοῦ Ποσειδῶνος καὶ Ἀλκυόνης. T οἱ δὲ |
| book 544c.5 | μητέρα αὐτοῦ Μιτυλήνην καὶ γυναῖκα Λέσβον. b(BCE3E4)T |
| book 544c.1 | {ὅσσον λέσβος ἄνω μάκαρος} ἕδος: ἀντὶ τοῦ οἰκητήριον· |
| book 544c.2 | ἔκτισε γὰρ τὴν Λέσβον Μάκαρ ὁ Κρινάκου καὶ ἐβασίλευσεν αὐτῆς. A |
| book 545a | καὶ Φρυγίη καθύπερθε: ὅτι ἑτέρα καθ’ Ὅμηρον ἡ |
| book 545a | Φρυγία 〈τῆς Τροίασ〉. οἱ δὲ νεώτεροι συγχέουσιν. A |
| book 545b.1 | καὶ Φρυγίη καθύπερθε: ἐξ ἀνατολῆς, b(BCE3E4) |
| book 545b.2 | TT ἐπεὶ ἔστι καὶ ἄλλη Φρυγία μικρὰ „ἀμπελόεσσα“ (cf. Γ 184) |
| book 545b.3 | ἡ ἐπὶ Σαγγαρίῳ (cf. Γ 187): b(BCE3E4)T καὶ παρ’ Ἀθηναίοις |
| book 545b.4 | γάρ εἰσι δύο δῆμοι Ποτάμιοι, ὧν ὁ μὲν καθύπερθεν, ὁ δὲ ὑπένερθεν |
| book 545b.5 | ὀνομάζεται. T |
| book 546a | 〈τῶ σε:〉 Ἀρίσταρχος σὺν τῷ ν, „τῶν σε“. Aim |
| book 546b.1 | τῶν σε: οὕτω T διὰ τοῦ ν, ἵν’ ᾖ b(BCE3)T |
| book 546b.2 | τῶν οἰκούντων τὰς προειρημένας πόλεις. b(BCE3E4)T |
| book 549 | ἀλίαστον: ἀλύτως ἢ ἀσυγχωρήτως. b(BCE3E4)T |
| book 550.1 | 〈ἀκαχήμενος υἷος ἑῆος:〉 ὅτι Ζηνόδοτος γράφει „ἑοῖο“. |
| book 550.2 | καὶ ὅτι λείπει ἡ περί. A |
| book 551.1 | οὐδέ μιν ἀνστήσεις· 〈πρὶν καὶ κακὸν ἄλλο πάθῃ‐ |
| book 551.2 | σθα〉: ὅτι οὐ λέγει ‘οὐκ ἀναστήσεις αὐτόν, ἂν μὴ πρότερον κακὸν |
| book 551.3 | πάθῃσ‘, ἀλλὰ ‘πρότερον κακὸν πείσῃ ἢ ἀναστήσεις αὐτόν‘. τοιοῦτο |
| book 551.4 | δέ ἐστι καὶ τὸ „τὴν δ’ ἐγὼ οὐ λύσω, πρίν μιν καὶ γῆρας ἔπεισιν“ |
| book 551.5 | (Α 29). A |
| book 551.1 | πρὶν 〈καὶ〉 κακὸν ἄλλο πάθῃσθα: πρὶν ἢ ἄλλο— |
| book 551.2 | πάθοις. | ἀναστήσεις δὲ αὐτὸν οὐδαμῶς· τοῦτο γὰρ ἀδύνατον. A |
| book 554 | ἀκηδής: ἠμελημένος. ἢ b(BCE3)T κηδείας παρ’ ἐμοῦ |
| book 554 | μὴ τυχών. b(BCE3E4)T |
| book 556-7.1 | πολλά, τά τοι φέρομεν〈—ἔασασ〉: ἀθετοῦν‐ |
| book 556-7.2 | ται, ὅτι ἀνάρμοστοι τῷ προσώπῳ αἱ εὐχαὶ καὶ ἐπαυτόφωρος ἡ ὑπό‐ |
| book 556-7.3 | κρισις. A |
| book 557a.1 | ἐπεί με πρῶτον ἔασας: δασύνει Δίδυμος τὸ „ἕασασ“ ἐν |
| book 557a.2 | πρώτῳ διορθωτικῶν (p. 112 Schm.), ὁμοίως καὶ Ἑρμαππίας, μετα‐ |
| book 557a.3 | λαμβάνοντες εἰς τὸ ἥδυνας. ὁ δὲ Σιδώνιος γράφει „ἐπεί με πρῶτ’ |
| book 557a.4 | ἐλέησασ“. Ἀρίσταρχος δὲ οὐδὲν ἀποφαίνεται ἢ μόνον ἀθετεῖ τοὺς |
| book 557a.5.1 | στίχους (sc. Ω 556—7). δύναται δὲ καὶ τὸ ψιλούμενον, ὥς φησι Τρύ‐ |
| book 557a.5.2 | φων (fr. 104 V.), καὶ συμφωνεῖ, εἰ μὴ πλῆρές ἐστι κατὰ τὴν φράσιν, |
| book 557a.5.3 | ἔχειν ἀφορμὴν ὡς, ἔτι φθεγγομένου καὶ ἔτι λαλοῦντος τοῦ Πριάμου, |
| book 557a.5.4 | τὸν Ἀχιλλέα ἀνθυπαντῆσαι ὑπὸ ὀργῆς κεκινημένον καὶ μεσολαβῆσαι |
| book 557a.5.5 | τὴν διάλεξιν· „ἀλλὰ τάχιστα / λῦσον, ἵν’ ὀφθαλμοῖσιν ἴδω· σὺ δὲ |
| book 557a.10.1 | δέξαι ἄποινα / πολλά, τά τοι φέρομεν· σὺ δὲ τῶνδ’ ἀπόναιο καὶ |
| book 557a.10.2 | ἔλθοισ“ / σὴν ἐς πατρίδα γαῖαν, ἐπεί με πρῶτον ἔασας— |
| book 557a.10.3 | (Ω 554—7), „τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν 〈προσέφη πόδας ὠκὺς Ἀχιλ‐ |
| book 557a.10.4 | λεύς /〉· Μηκέτι νῦν μ’ ἐρέθιζε, γέρον“ (Ω 559—60). τὸ δὲ ἐντελὲς τοῦ |
| book 557a.10.5 | λόγου τοιοῦτόν τι ἔσται· ‘εἴασας εἰς λόγους σοι ἥκειν‘. A |
| book 557b.1 | ἐπεί με πρῶτον ἕασας: ἀντὶ τοῦ ἥδυνας, ηὔφρανας· |
| book 557b.2 | ὅπερ ἀγνοήσαντές τινες ἔγραψαν „ἐπεί με πρῶτ’ ἐλέησασ“. κέχρηται |
| book 557b.3 | δὲ καὶ ἐν Ὀδυσσείᾳ· „ἥσατο δ’ αἰνῶς / ἡδὺ ποτὸν πίνων“ (ι 353—4). |
| book 557b.4 | A |
| book 557c.1 | ἐπεί με πρῶτον έασας: ηὔφρανας, ὡς „ἥσατο δ’ αἰνῶσ“ |
| book 557c.2 | (ι 353), δασέως. ἔνιοι δέ φασιν ἐλλιπῆ εἶναι τὸν λόγον, τὸ δὲ λεῖπον |
| book 557c | εἶναι ‘ἐπεί με ἔασας ἐς λόγους σοι ἐλθεῖν‘. T |
| book 559a1.1 | ὑπόδρα ἰδών: ἀγριαίνεται, ὅτι νῦν αὐτὸν θέλει λαβεῖν, |
| book 559a1.2 | ὁ δὲ θεραπεῦσαι τὰ αἰκίσματα βούλεται, μὴ εἰς θρῆνον ἐλθὼν Πρίαμος |
| book 559a1.3 | ταράξῃ αὐτόν. ἢ ὅτι ὑπομιμνῄσκει αὐτὸν συνεχῶς Ἕκτορος καὶ |
| book 559a1.4 | τῆς ἔχθρας αὐτοῦ. T |
| book 559a2.1 | ἀγριαίνεται, ἵνα μὴ διὰ τὰς αἰκίας εἰς θρῆνον ἐλθὼν |
| book 559a2.2 | ὁ Πρίαμος ταράξῃ αὐτόν. καὶ ὅτι συνεχῶς τοῦ ὀνόματος Ἕκτορος |
| book 559a2.3 | ἐμέμνητο. b(BCE3E4) |
| book 565 | 〈οὐ γάρ κε τλαίη:〉 ἔξω τοῦ ν ὁ κέ σύνδεσμος. Aint |
| book 566a | 〈οὐδὲ γὰρ ἄν:〉 ἐν ἄλλῳ „οὔτε γὰρ ἄν“. Aint |
| book 566b.1 | φυλακοὺς ... ὀχῆα: ὅτι φυλακοὺς τῷ τόνῳ ὡς ἀγα‐ |
| book 566b.2 | θοὺς προεφέρετο ὁ Ἀρίσταρχος. | ἑνικῶς δὲ ὀχῆα· προείρηται (cf. Ω |
| book 566b.3 | 453—4) γὰρ ὅτι εἷς ἦν, ὃν „τρεῖς μὲν ἐπιρρήσσεσκον Ἀχαιοί“ (Ω 454). |
| book 566b.4 | A |
| book 566c | 〈φυλακούς:〉 ὅτι οὕτως ἐσχημάτισε τοὺς φύλακας. Aim |
| book 566d1.1 | {οὐδὲ γὰρ ἂν} φυλακούς: Ἀρίσταρχος κατ’ ὀξεῖαν τάσιν |
| book 566d1.2 | προεφέρετο ὡς φρουρούς. ἔστι δὲ καὶ {ὁ} λόγος συναγωνιζόμενος τῇ |
| book 566d1.1 | ὀξείᾳ τάσει οὗτος ὡς τὰ εἰς κος λήγοντα ὑπὲρ δύο συλλαβάς, παρα‐ |
| book 566d1.2 | ληγόμενα τῷ α, ἐπιθετικὰ ὄντα ὀξύνεται, „μαλακόσ“ (τ 234), παρ‐ |
| book 566d1.5 | δακός, φαρμακός, ἀνακός, ἔνθεν ‘ἀνακοῖν Διοσκόροιν‘. A |
| book 566d2.1 | τὰ εἰς κος καθαρὸν ὑπὲρ δύο συλλαβάς, τῷ α παραληγό‐ |
| book 566d2.2 | μενα προσηγορικὰ ἢ ἐπίθετα ὀξύνεται, ἀνακός φαρμακός φυλακός· |
| book 566d2.3 | τὰ γὰρ κύρια βαρύνεται, „Φύλακοσ“ (cf. Ζ 35), Ὕλακος. T |
| book 566e.1 | φυλακούς: ὡς μαλακούς. τινὲς δὲ ὡς ἀπὸ γενικῆς βα‐ |
| book 566e.2 | ρύνουσι. στρατηγικῶς δὲ ἀπολογεῖται ὑπὲρ τῶν φυλάκων. T |
| book 568 | 〈ἐν ἄλγεσι:〉 γράφεται „ἐνὶ φρεσί“. Aim |
| book 569a1.1 | μή σε, γέρον, οὐδ’ αὐτόν: ἐγκλιτικὴ νῦν ἐστιν ἡ σέ |
| book 569a1.2 | ἀντωνυμία· καὶ ἔστι τὸ ἑξῆς οὐδ’ αὐτόν σε. ὁμοίως οὖν ἀναγνωστέον |
| book 569a1.3 | τῷ „μή σε, γέρον, κοίλῃσιν“ (Α 26). ἐκεῖ μέντοι ἐν διαστολῇ· „μὴ σέ |
| book 569a1.4 | γ’ ἐν ἀμφιάλῳ Ἰθάκῃ“ (α 386). A |
| book 569a2 | {μή σε, γέρον:} ἐγκλιτέον τὴν σέ. T |
| book 569b1.1 | ἄλλως: μή σε, γέρον, οὐδ’ αὐτὸν 〈ἐνὶ κλισίῃσιν |
| book 569b1.2 | ἐάσω〉: Ἀριστοτέλης (fr. 168 R.3) φησὶν ἀνώμαλον εἶναι τὸ ἦθος |
| book 569b1.3 | Ἀχιλλέως. οἱ δὲ ὡς ἀποστῆσαι τοῦ οἴκτου τῇ καταπλήξει αὐτὸν |
| book 569b1.4 | θέλει, μὴ ἰδὼν Ἕκτορα θρηνήσῃ ἀκωλύτως καὶ ταράξῃ αὐτόν. T |
| book 569b2.1 | Ἀριστοτέλης φησὶν ἀνώμαλον εἶναι τὸ Ἀχιλλέως ἦθος. |
| book 569b2.2 | οἱ δέ φασιν ὅτι, ἵνα ἀποστήσῃ αὐτὸν τοῦ ἐφ’ Ἕκτορι θρήνου, διὰ |
| book 569b2 | τοῦτο δεδίσσει. b(BCE3E4) |
| book 570.1 | Διὸς δ’ ἀλίτωμαι ἐφετμάς: λείπει ἡ παρά, ἵν’ ᾖ τὰς |
| book 570.2 | παρὰ Διός. b(BCE3)T |
| book 571.1 | ἔδδεισεν δ’ ὁ γέρων 〈καὶ ἐπείθετο〉: ἐξ ἀμφοῖν ἕν, δεί‐ |
| book 571.2 | σας ἐπείσθη. T |
| book 572a.1 | οἴκοιο: καταχρηστικῶς τὴν κλισίαν „δῶμα“ (cf. Ω 512), |
| book 572a.2 | „οἶκον“ (cf. Ω 471), „δόμον“ (cf. Ω 673) εἶπεν. T |
| book 572b.1 | λέων ὥς: πρὸς τὸ εὐκίνητον καὶ ἀγριωπόν, ὅπως κατα‐ |
| book 572b.2 | πλήξῃ Πρίαμον. b(BCE3E4)T |
| book 574.1 | Ἄλκιμος: ὅτι συγκέκοφε τὸν Ἀλκιμέδοντα (cf. Π 197. |
| book 574.2 | Ρ 467 al.) Ἄλκιμον εἰπών. A |
| book 577a.1 | 〈ἐς δ’ ἄγαγον κήρυκα καλήτορα τοῖο γέροντος:〉 |
| book 577a.2 | ὅτι τὸν Ἰδαῖον ἐπιθετικῶς καλήτορα εἶπεν. Aim |
| book 577b.1 | 〈τοῖο γέροντος:〉 τούτου. λείπει δὲ τὸ τοῦ ἄρθρον. |
| book 577b.2 | b(BCE3)Til |
| book 578a.1 | δίφρου: εὐτελοῦς· ὁ γὰρ πολυτελὴς θρόνος· καὶ „δίφρον |
| book 578a.2 | ἀεικέλιον καταθείσ“ (υ 259). T |
| book 578b | 〈ἐϋξέστου:〉 γράφεται „ἐϋσσώτρου“. Aim |
| book 578c | ἐϋσσώτρου: ἀντὶ τοῦ „ἐϋξέστου“. | εὖ σευομένης. οἱ δὲ |
| book 578c | εὐτρόχου, ἀπὸ τῶν εὖ σευομένων 〈τροχῶν〉. T |
| book 579a.1 | ᾕρεον {ἑκτορέης}: δασυντέον· ἔφαμεν (sc. ad Β 154a) |
| book 579a.2 | γὰρ τὸ περισπώμενον αἱρῶ δασύνεσθαι. A |
| book 579b.1 | ᾕρεον: δασέως, ἵν’ ᾖ ἀφῄρουν. τὸ δὲ ψιλὸν „ἤειραν“ |
| book 579b.2 | (Ω 590). T |
| book 580a1.1 | δύο φάρε’ 〈ἐΰννητόν τε χιτῶνα〉: ἔθος τοὺς νεκροὺς |
| book 580a1.2 | δυσὶν κατακαλύπτειν ἐσθῆσιν, ὅπως τὸ μὲν ἄνω, τὸ δὲ κάτω †σχῆμα†. |
| book 580a1.3 | λαμβάνει δὲ δῶρα (cf. Ω 578—9) ἢ ἐξιλεούμενος Πάτροκλον (cf. Ω 595), |
| book 580a1.4 | ἢ ἵνα εἰς τὸν ἐπιτάφιον αὐτοῦ ἔχωσιν οἱ φίλοι, ἢ ὅτι Θέτις ἐκέλευσεν |
| book 580a1.5 | (sc. Ω 137). T |
| book 580a2.1 | δύο, ἵνα τὸ μὲν ὑποτεθῇ, τὸ δὲ ἐπιτεθῇ· τὸν δὲ χιτῶνα |
| book 580a2.2 | πρὸς τὸ ἐνδύσασθαι. λαμβάνει δὲ δῶρα ὡς ἱλεούμενος Πάτροκλον, |
| book 580a2.3 | καὶ ἵνα πλείονα ἔχῃ εἰς τὸν ἐπιτάφιον. b(BCE3E4) |
| book 581a | νέκυν πυκάσας: ὥστε ἀθεώρητον εἶναι τῷ πατρί. T |
| book 581b | 〈δοίη:〉 ὁ Ἀχιλλεύς. Aint |
| book 584a1.1 | χόλον οὐκ ἐρύσαιτο: ἔν τισι „κότον οὐ κατερύκοι“. |
| book 584a1.2 | ἄμεινον δὲ „χόλον“. A |
| book 584a2.1 | χόλον {οὐκ ἐρύσαιτο}: Ῥιανὸς (fr. 20 M.) „†κόλο톓, |
| book 584a2.2 | οἱ δὲ „κόπον“. ἄμεινον δὲ „γόον“, ἵνα μὴ ὑπερπαθήσας καταράσηται |
| book 584a2.3 | Ἀχιλλεῖ. T |
| book 584a3.1 | Ἡρωδιανὸς „γόον“ γράφει· ποῖον γὰρ οὗτος εἶχε χόλον, |
| book 584a3.2 | εἰ μὴ μᾶλλον γόον; b(BCE3E4) |
| book 588 | 〈ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλον ἠδὲ χιτῶνα:〉 ὅτι |
| book 588 | ἔδει χιτῶνα, εἶτα φᾶρος. Aim |
| book 589.1 | 〈αὐτὸς τόν γ’ Ἀχιλεὺσ〉 λεχέων ἐπέθηκεν ἀείρας: |
| book 589.2 | ἐμεμάραντο γὰρ ὁ θυμός. οὐκ ἄτοπος δὲ ἡ μεταβολή, Διὸς καὶ μητρὸς |
| book 589.3 | καὶ τοῦ ἱκέτου μεταβαλόντων. b(BCE3E4)T |
| book 592a.1 | μή μοι, Πάτροκλε: ὡς πρὸς παρόντα διαλέγεται τὸν |
| book 592a.2 | Πάτροκλον οἰκτιζόμενος. T |
| book 592b.1 | σκυδμαινέμεν: τοῦτο ‘σκυδάζειν‘ Σοφοκλῆς φησιν ἐν |
| book 592b.2 | τῷ Αἴαντι (722). T |
| book 594-5a.1 | πατρὶ φίλῳ, ἐπεὶ οὔ μοι〈—ὅσς’ ἐπέοι‐ |
| book 594-5a.2 | κεν〉: ἀθετοῦνται, ὅτι οὐκ ὀρθῶς ἕνεκα δώρων λέγει ἀπολελυκέναι |
| book 594-5a.3 | τὸν νεκρόν· ὑπὸ γὰρ τοῦ Διὸς ἠναγκάσθη, ἐπεὶ οὐκ ἂν τὴν ὑπὲρ |
| book 594-5a.4 | Πατρόκλου τιμωρίαν δώρων ἠλλάξατο. A |
| book 594-5b1.1 | 〈πατρὶ φίλῳ,〉 ἐπεὶ οὔ μοι ἀεικέα δῶκεν ἄποινα |
| book 594-5b1.2 | 〈/ —ἐπέοικεν〉: τινὲς ἀθετοῦσι· τὴν γὰρ Διὸς κέλευσιν αἰτίαν |
| book 594-5b1.3 | ὁμολογεῖν τῆς λύσεως ἔδει. πῶς δὲ δώσει τῷ ἀποθανόντι (cf. 595); |
| book 594-5b1.4 | τινὲς δὲ οὐκ ἀνάξια τῆς σῆς αἰκίας (cf. 594)· ἄλλως τε ἔθος τοὺς |
| book 594-5b1.5.1 | φόνους ἐπὶ χρήμασι λύειν· „καί ῥ’ ὁ μὲν ἐν δήμῳ μένει αὐτοῦ πόλλ’ |
| book 594-5b1.5.2 | ἀποτίσασ“ (Ι 634), „καὶ μέ〈ν〉 τίς τε κασιγνήτοιο φόνοιο / ποινήν“ |
| book 594-5b1.5.3 | (Ι 632—3). T |
| book 594-5b2.1 | τινὲς ἀθετοῦσι· τὴν γὰρ Διὸς κέλευσιν αἰτίαν ἔδει λέγειν |
| book 594-5b2.2 | τῆς λύσεως. πῶς δὲ δώσει τῷ ἀποθανόντι; ἢ τάχα φησὶν ὅτι καὶ τὴν |
| book 594-5b2.3 | Διὸς γνώμην πληρώσας, ὅμως οὐκ ἀνάξια τῆς εἰς σὲ κακίας ἔλαβον. |
| book 594-5b2.4 | ἔθος δὲ τοὺς φόνους ἐπὶ χρήμασι λύειν. δώσει δὲ ἀποθανόντι δι’ |
| book 594-5b2.5 | ἐπιταφίων εἰς αὐτὸν ἀγώνων. b(BCE3E4) |
| book 595 | καὶ τῶνδ’ ἀποδάσσομαι: ὅτι καὶ μετὰ ταφὴν ἀπένεμον |
| book 595 | χρήματα. T |
| book 598a1 | {τοίχου} τοῦ ἑτέρου: τοῦ ἐναντίου. T |
| book 598a2 | τοῦ πρὸς τὸ ἐξ ἐναντίας μέρος. b(BCE3E4) |
| book 599 | 〈ὡς ἐκέλευες:〉 γράφεται „ὡς ἐκέλευσασ“. Aint |
| book 601.1 | νῦν—δόρπου: οὐκ ἐν τῷ πένθει, ἀλλὰ καθόλου. |
| book 601.2 | b(BCE3E4)T παραμυθητικὸν δὲ τὸ τῆς διηγήσεως μῆκος (sc. |
| book 601.3 | Ω 602—17)· ἐπικουφίζεται γὰρ τὰ πάθη πρὸς ἀλλοτρίας συμφορὰς |
| book 601.4 | συγκρινόμενα. b(BE3E4)T |
| book 602a1.1 | 〈καὶ γάρ τ’ ἠΰκομος Νιόβη:〉 τὴν Νιόβην οἱ μὲν |
| book 602a1.2 | Πέλοπος, οἱ δὲ Ταντάλου· γυναῖκα δὲ οἱ μὲν Ἀμφίονος, οἱ δὲ Ζήθου, |
| book 602a1.3 | [οἱ δὲ] Ἀλαλκομένεω. ἐκαλεῖτο δὲ παρὰ Λυδοῖς Ἐλύμην. ἡ δὲ συμφορὰ |
| book 602a1.4 | αὐτῆς, ὡς μέν τινες, ἐν Λυδίᾳ, ὡς δὲ ἔνιοι, ἐν Θήβαις. Σοφοκλῆς |
| book 602a1.5 | (cf. T.G.F. p. 228 N.2; II p. 95 P.) δὲ τοὺς μὲν παῖδας ἐν Θήβαις |
| book 602a1.1 | ἀπολέσθαι, νοστῆσαι 〈δὲ〉 αὐτὴν εἰς Λυδίαν. ἀπώλετο [δέ], ὥς |
| book 602a1.2 | τινες, συνεπιορκήσασα Πανδάρ[εῳ] περὶ τοῦ κυνός, ὡς δὲ [..], |
| book 602a1.3 | ἐνεδρευθεῖσα ὑπὸ τῶν Σπαρτῶν ἐν Κιθαιρῶ[νι]. οἱ δὲ δύο Νιόβας, |
| book 602a1.4 | Πέλοπος καὶ Ταντάλου. T | ὡς Θηβαῖον ὄντα τὸν μῦθον καὶ ἀγνο‐ |
| book 602a1.10 | ούμενον Πριάμῳ ἐπεξεργάζεται. b(BE3E4)T |
| book 602b1.1 | καὶ γάρ τ’ ἠΰκομος Νιόβη: τινὲς ἧττον τὸ κατὰ |
| book 602b1.2 | Νιόβην φασίν· οὗτος γὰρ πεντήκοντα ἀπώλεσεν. ἀλλ’ οὐχ ἅμα |
| book 602b1.3 | πάντας, ἐκείνη δὲ ἄρδην. T |
| book 602a2/b2.1 | τὴν Νιόβην οἱ μὲν Πέλοπος, οἱ δὲ Ταντάλου, οἱ δὲ Ζή‐ |
| book 602a2/b2.2 | θου, οἱ δὲ Ἀλαλκομένεω γυναῖκά φασιν. b(BCE3E4) ἡ δὲ συμφορὰ |
| book 602a2/b2.3 | αὐτῆς, ὡς μέν τινες ἐν Λυδίᾳ, ὡς δὲ ἔνιοι ἐν Θήβαις ἀπολέσθαι, νοστῆ‐ |
| book 602a2/b2.4 | σαι δὲ αὐτὴν εἰς Λυδίαν. b(BE3E4) | ἡ δὲ αἰτία τῆς τῶν παίδων |
| book 602a2/b2.5.1 | συμφορᾶς, ὅτι Λητοῖ παρισοῦτο, λέγουσα πλείονα τέκνα καὶ γεν‐ |
| book 602a2/b2.5.2 | ναιότερα τεκεῖν· ἧς οἱ παῖδες ὀργισθέντες τοὺς αὐτῆς ἀνεῖλον, ἡ μὲν |
| book 602a2/b2.5.3 | θήλεια τὰς θηλείας, ὁ δὲ ἄρσην τοὺς ἄρσενας. αὐτὴ δὲ τῇ λύπῃ |
| book 602a2/b2.5.4 | ἀφωνίᾳ κρατηθεῖσα ὡς λίθος ἦν ἄφωνος. b(BCE3E4) | οἱ δὲ λαοὶ |
| book 602a2/b2.5.5 | ἀσυμπαθεῖς ὡς λίθοι ἦσαν, μισοῦντες αὐτήν. | τινὲς δέ φασιν ἧττον |
| book 602a2/b2.10.1 | τὸ κατὰ τὴν Νιόβην εἶναι, ὅτι οὗτος πεντήκοντα τέκνων ἐστέρηται. |
| book 602a2/b2.10.2 | ἀλλ’ ἐκείνη πάντων ἅμα, οὗτος δὲ οὔ. b(BE3E4) |
| book 602a2/b2.1 | καὶ γάρ τ’ ἠΰκομος Νιόβη: Νιόβη θυγάτηρ μὲν ἦν |
| book 602a2/b2.2 | Ταντάλου—πηγὰς δακρύων προϊεμένη. ἡ ἱστορία παρὰ |
| book 602a2/b2 | Εὐφορίωνι (fr. 102 Pow.). A |
| book 604a.1 | ἓξ μὲν θυγατέρες, 〈ἓξ δ’ υἱέες ἡβώοντεσ〉: ὅτι οἱ |
| book 604a.2 | νεώτεροι διαφωνοῦσι περὶ τοῦ ἀριθμοῦ τῶν Νιόβης παίδων· οἱ μὲν |
| book 604a.3 | γὰρ δεκατέσσαρας, οἱ δὲ εἴκοσι τοὺς Νιοβίδας λέγουσιν. A |
| book 604b1 | 〈υἱέες:〉 γράφεται καὶ „υἱεῖσ“· διχῶς οὖν. Aim |
| book 604b2 | υἱέες καὶ „υἱεῖσ“, διχῶς. Til |
| book 605a.1 | τοὺς μὲν Ἀπόλλων πέφνεν: ὅτι πρὸς τὸ δεύτερον |
| book 605a.2 | πρότερον ἀπήντηκεν. A |
| book 605b.1 | τοὺς μὲν Ἀπόλλων 〈πέφνεν〉: ῥητορικῶς ἀνέστρεψε |
| book 605b.2 | τὴν διήγησιν· φάγε· καὶ γὰρ Νιόβη. τίς αὕτη; ἀπολέσασα δώδεκα |
| book 605b.3 | παῖδας. ὑπὸ τίνος; ὑπὸ Ἀπόλλωνος καὶ Ἀρτέμιδος. διὰ τί; δι’ |
| book 605b.4 | ὑπερηφανίαν. b(BCE3E4)T |
| book 605c1.1 | ἄλλως· τοὺς μὲν Ἀπόλλων 〈πέφνεν〉: ἴσως ὑπὸ |
| book 605c1.2 | λοιμοῦ ἀπολόμενοι ἐνομίσθησαν οὕτω τεθνάναι. Ἱπποκράτης δὲ ἐν |
| book 605c1.3 | τῷ Περὶ ὀξέων παθῶν (cf. acut. 17 [I p. 117, 3 K.]) φησὶν ὡς τοὺς |
| book 605c1 | †ὀρθοπνοιεῖς† καὶ ῥέγκους ἀπολλυμένους ᾤοντο βλητοὺς εἶναι, καθὸ |
| book 605c1.5.1 | τούτων μετὰ θάνατον ἡ πλευρὰ 〈πελιὰ〉 εὑρίσκεται διὰ τὸ μὴ ἀπ‐ |
| book 605c1.5.2 | ηλλαγμένους τῶν ὀδυνῶν τελευτᾶν. T |
| book 605c2.1 | ἴσως δὲ ὑπὸ λοιμοῦ διαφθαρέντες ἐνομίσθησαν οὕτω |
| book 605c2.2 | τεθνάναι. Ἱπποκράτης δὲ ἐν τῷ Περὶ ὀξέων παθῶν φησι· ‘τοὺς ὑπὸ |
| book 605c2.3 | ὀρθοπνοίης καὶ κυνάγχης ἀπολλυμένους ᾤοντο βλητοὺς εἶναι διὰ τὸ |
| book 605c2.4 | αἴφνης καὶ μετ’ ὀδύνης τελευτᾶν‘. b(BE3E4) |
| book 608.1 | ἡ δ’ αὐτὴ 〈γείνατο πολλούσ〉: αὐτὴ δέ, ὡς „ὁ δ’ ἐρεύ‐ |
| book 608.2 | γετο“ (ι 374), ἐρεύγετο δέ. b(BCE3)T ἰδία δὲ ἡ μεταστροφή· |
| book 608.3 | οὐκ εἶπε γὰρ ‘ἑαυτὴν δὲ τετοκέναι πολλούσ‘. T |
| book 610 | ἐν φόνῳ: ἐν τῷ τόπῳ, οὗ ἐφονεύθησαν. b(BCE3E4)T |
| book 611.1 | λαοὺς δὲ λίθους ποίησε 〈Κρονίων〉: ἀσυμπαθεῖς· ὠρ‐ |
| book 611.2 | γίζοντο γὰρ αὐτῇ, b(BCE3E4)T ἐπεὶ διὰ τὴν αὐτῆς ἀσέβειαν |
| book 611.3 | ἀπώλοντο ἄν· „πολλάκι{σ}“ γὰρ „καὶ σύμπασα πόλις 〈κακοῦ |
| book 611 | ἀνδρὸς ἀπηύρα〉“ (Hsd. opp. 240). b(BE3E4)T |
| book 611.5.1 | λαοὺς δὲ λίθους ποίησε Κρονίων: ἀντὶ τοῦ λιθίνους τὰς |
| book 611.5.2 | ψυχὰς καὶ ἀσυμπαθεῖς ἐποίησε πρὸς τὸ μὴ θάψαι. A |
| book 612.1 | θάψαν θεοί: ταῦτα πρὸς τὸ μὴ ἀμελεῖν κηδείας, εἴγε καὶ |
| book 612.2 | θεομισεῖς ὄντας ἔθαψαν. b(BCE3E4)T |
| book 613a.1 | ἡ δ’ ἄρα σίτου μνήσατ’, 〈ἐπεὶ κάμε δάκρυ χέου‐ |
| book 613a.2 | σα〉: πρὸς τὴν διαφωνίαν τῶν νεωτέρων· φασὶ γὰρ καὶ αὐτὴν ἀπο‐ |
| book 613a.3 | λελιθῶσθαι, Ὅμηρος δὲ οὔ. A |
| book 613b.1 | ἡ δ’ ἄρα σίτου μνήσατ’, 〈ἐπεὶ—χέουσα〉: |
| book 613b.2 | οὐκ ἄρα ἐλιθώθη καθ’ Ὅμηρον. T |
| book 614-7a.1 | νῦν δέ που ἐν πέτρῃσιν〈—πέσσει〉: ἀθε‐ |
| book 614-7a.2 | τοῦνται στίχοι τέσσαρες, ὅτι οὐκ ἀκόλουθοι τῷ „ἡ δ’ ἄρα σίτου |
| book 614-7a.3 | μνήσατ’, 〈ἐπεὶ κάμε δάκρυ χέουσα〉“ (Ω 613)· εἰ γὰρ ἀπελιθώθη, |
| book 614-7a.4 | πῶς σιτία προ〈σ〉ηνέγκατο; καὶ ἡ παραμυθία γελοία· φάγε, ἐπεὶ καὶ |
| book 614-7a.5.1 | ἡ Νιόβη ἔφαγε καὶ ἀπελιθώθη. ἔστι δὲ καὶ Ἡσιόδεια τῷ χαρακτῆρι, |
| book 614-7a.5.2 | καὶ μᾶλλόν γε τὸ ἀμφ’ Ἀχελώϊον ἐρρώσαντο (616). καὶ τρὶς |
| book 614-7a.5.3 | κατὰ τὸ συνεχὲς τὸ ἔν (614. 615). πῶς δὲ καὶ λίθος γενομένη θεῶν |
| book 614-7a.5.4 | ἐκ κήδεα πέσσει (617); | προηθετοῦντο δὲ καὶ παρ’ Ἀριστοφάνει. |
| book 614-7a.5.5 | A |
| book 614-7b.1 | νῦν δέ που ἐν πέτρῃσιν〈—πέσσει〉: ἀθετοῦν‐ |
| book 614-7b.2 | ται τέσσαρες· b(BCE3)T πῶς γὰρ ἡ λίθος τροφῆς ἐγεύσατο |
| book 614-7b.3 | (cf. Ω 602. 613); b(BCE3E4)T τί δὲ ὁ Αἰτωλῶν ποταμὸς ἐν |
| book 614-7b.4 | Σιπύλῳ ποιεῖ (cf. 616); T πῶς τε λίθος οὖσα κήδεα πέσσει |
| book 614-7b.5 | (617); b(BCE3E4)T |
| book 615a1.1 | 〈ἐν〉 Σιπύλῳ, 〈ὅθι φασὶ θεάων ἔμμεναι εὐνάσ〉: |
| book 615a1.2 | Πίνδαρος (Ol. 1, 38)· 〈„ἐς ἔρανον φίλαν τε Σίπυλον“. ἔστι δὲ〉 πόλις |
| book 615a1.3 | Λυδίας, εἴγε καὶ „Λυδοῦ Πέλοποσ“ (Pind. Ol. 1, 24) φησίν. οἱ δὲ |
| book 615a1.4 | Θηβῶν τὴν Σίπυλον, ἐπεὶ καὶ ἐκεῖ τὰ περὶ Νιόβην, φασίν. θεάων δὲ |
| book 615a1.5.1 | εὐνάς, ὅτι πατρὶς θεῶν· καὶ Πίνδαρος (N. 1, 3) „δέμνιον Ἀρτέμιδοσ“ |
| book 615a1.5.2 | τὴν Ὀρτυγίαν φησίν· Ῥέα γὰρ φοβηθεῖσα τὰς ἀπειλὰς Κρόνου |
| book 615a1.5.3 | σὺν ταῖς θυγατράσιν ᾤκησε Σίπυλον κρυφίως, καὶ ἱερὸν αὐτῶν ἐκεῖ. |
| book 615a1.5.4 | T |
| book 615a2.1 | Σίπυλος πόλις ἐστὶ Λυδίας, b(BCE3E4) καὶ Ἀχελῷος |
| book 615a2.2 | ποταμὸς ἐκεῖ παρακείμενος. θεάων δὲ εὐνάς, ὅτι ἐκεῖ Σεμέλῃ ὁ Ζεὺς |
| book 615a2.3 | συνεκοιμήθη. b(BE3E4) |
| book 616a1.1 | αἵ τ’ ἀμφ’ Ἀχελώϊον ἐρρώσαντο: φιλοσόφως· |
| book 616a1.2 | ἐρρωμένην δεῖ καὶ τὴν τῶν θηλειῶν ὄρχησιν γίνεσθαι, ὃ καὶ Ἡσίοδος |
| book 616a1.3 | (sc. th. 8) ἐπὶ τῶν Μουσῶν. T |
| book 616a2.1 | φιλοσόφως καὶ ἐρρωμένως καὶ μετὰ συνέσεως ὠρχήσαντο. |
| book 616a2.2 | b(BCE3E4) |
| book 616b.1 | ἄλλως· αἵ τ’ ἀμφ’ Ἀχελώϊον: τινὲς „αἵ τ’ ἀμφ’ Ἀχε‐ |
| book 616b.2 | λήσιον“ (ποταμὸς δὲ Λυδίας, ἐξ οὗ πληροῦται 〈ὁ〉 Ὕλλος), καὶ |
| book 616b.3 | Ἡρακλέα νοσήσαντα ἐκ τῶν πόνων, ἀναδόντων αὐτῷ θερμὰ λουτρὰ |
| book 616b.4 | τῶν ποταμῶν, τοὺς παῖδας Ὕλλον καλέσαι καὶ τὸν ἐξ Ὀμφάλης |
| book 616b.5.1 | Ἀχέλητα, ὃς Λυδῶν ἐβασίλευσεν· εἰσὶ δὲ καὶ „νύμφαι Ἀχελήτιδεσ“, |
| book 616b.5.2 | ὥς φησι Πανύασσις (fr. 17 [p. 261] K. = 17 M.). οἱ δὲ Ἀχελώϊον |
| book 616b.5.3 | ὁμώνυμον τῷ Αἰτωλῷ, εἶναι δὲ καὶ ἄλλον περὶ Δύμην τῆς Ἀχαίας |
| book 616b.5.4 | καὶ ἄλλον περὶ Λάρισσαν τῆς Τρῳάδος. καὶ πᾶν ὕδωρ Ἀχελῷόν |
| book 616b.5.5 | φασιν· ὁ γὰρ ἐν Δωδώνῃ θεὸς παρῄνεσεν Ἀχελῴῳ θύειν· ὅθεν καὶ |
| book 616b.10.1 | Ἀθηναῖοι καὶ Διδυμαῖοι καὶ Ῥόδιοι καὶ Σικελιῶται αὐτὸν τιμῶσιν. |
| book 616b.10.2 | Ἀκαρνᾶνες δὲ καὶ ἀγῶνα αὐτῷ ἐπιτελοῦσιν. T |
| book 616b.1 | αἵ τ’ ἀμφ’ Ἀχελώϊον ἐρρώσαντο: αἵτινες περὶ τὸ ὕδωρ |
| book 616b.2 | χορεύουσιν, ἤτοι ἀπὸ τοῦ Ἀχελῴου ποταμοῦ τοῦ ἐν Αἰτωλίᾳ, ὃς |
| book 616b.3 | ὠνόμασται ἀπὸ τοῦ ἄχη λύειν, ἢ ὅτι Ἀχελῷος κοινῶς καλεῖται πᾶν |
| book 616b.15.1 | ὕδωρ. ἢ διὰ τοῦ η „Ἀχελήϊον“· Ἀχέλης γὰρ ποταμὸς ἀπὸ Σιπύλου |
| book 616b.15.2 | ῥέει εἰς τὴν Σμυρναίων γῆν. A |
| book 617a.1 | 〈ἔνθα λίθος περ ἐοῦσα θεῶν ἐκ〉 κήδεα πέσσει: |
| book 617a.2 | ἀκύρως· πῶς γὰρ ἡ λίθος πέσσει; b(BCE3E4)T καὶ ὡς Φιλή‐ |
| book 617a.1 | μων ὁ κωμικός (fr. 101 [II p. 510 K.])· „ἐγὼ λίθον μὲν τὴν Νιόβην, |
| book 617a.2 | μὰ τοὺς θεούς, / οὐδέποτ’ ἐπείσθην οὐδὲ †νῦν πείθομαι† / ὡς τοῦτ’ |
| book 617a.5.1 | ἐγένετ’ ἄνθρωπος· ὑπὸ δὲ τῶν κακῶν / τῶν συμπεσόντων τοῦ τε |
| book 617a.5.2 | συμβάντος πάθους / οὐδὲν λαλῆσαι δυναμένη πρὸς οὐδένα / προσ‐ |
| book 617a.5.3 | ηγορεύθη διὰ τὸ μὴ φωνεῖν λίθος.“ b(BE3E4)T Φερεκύδης |
| book 617a.5.4 | (FGrHist 3, 38) δὲ ἐν ηʹ· „ἡ δὲ Νιόβη ὑπὸ τοῦ ἄχεος ἀναχωρεῖ εἰς |
| book 617a.5.5 | Σίπυλον καὶ ὁρᾷ τὴν πόλιν ἀνεστραμμένην καὶ Ταντάλῳ λίθον ἐπι‐ |
| book 617a.10.1 | κρεμάμενον· ἀρᾶται δὲ τῷ Διῒ λίθος γενέσθαι. ῥεῖ δὲ ἐξ αὐτῆς δάκρυα |
| book 617a.10.2 | καὶ πρὸς ἄρκτον ὁρᾷ.“ T ὁ δὲ Λυδὸς (i. e. Xanthus [FGrHist |
| book 617a.10.3 | 765] fr. 20 b) φησὶν ὅτι Ἀσσωνίδης ἐρασθεὶς αὐτῆς καὶ μὴ πεισθείσης |
| book 617a.10.4 | ἐπ’ ἄριστον τοὺς παῖδας καλέσας ἐνέπρησεν. ἡ δὲ φυγοῦσα ηὔξατο |
| book 617a.10.5 | λιθωθῆναι. b(BE3E4)T τινὲς δὲ εἰς κρύσταλλον αὐτὴν μεταβε‐ |
| book 617a.15 | βλῆσθαί φασιν. T |
| book 617b | 〈θεῶν ἐκ κήδεα πέσσει:〉 τὸ ἔκ πρὸς τὸ θεῶν· τὰ ἐκ |
| book 617b | θεῶν κήδεα πέσσει. Aim |
| book 618-9.1 | μεδώμεθα〈— /〉 σίτου: χαρίεις ὁ συνδειπνῶν |
| book 618-9.2 | πρὸς ἀνάκτησιν τοῦ γέροντος, καίτοι προδειπνήσας. b(BCE3E4)T |
| book 619-20.1 | φίλον παῖδα κλαίοισθα / Ἴλιον εἰσαγαγών· πο‐ |
| book 619-20.2 | λυδάκρυτος δέ τοι ἔσται: ἐκ τοῦ ποιοῦντος τὸ ποιούμενον. |
| book 619-20.3 | b(BCE3E4)T |
| book 624.1 | ὤπτησάν τε περιφραδέως 〈ἐρύσαντό τε πάντα〉: |
| book 624.2 | σημειοῦνταί τινες, ὅτι Ἡσίοδος (fr. 316 M.—W.) ἐποίησεν· „ὤπτησαν |
| book 624.3 | μὲν πρῶτα, περιφραδέως δ’ ἐρύσαντο“. οὐδεὶς δὲ περιφραδέως ἐξ‐ |
| book 624.4 | έλκει κρέα, ἀλλὰ μᾶλλον ὀπτᾷ. A |
| book 628a.1 | αὐτὰρ ἐπεὶ πόσιος 〈καὶ ἐδητύος ἐξ ἔρον ἕντο〉: |
| book 628a.2 | ὅτι κατακέχρηται τῷ στίχῳ· ὁ γὰρ Ἀχιλλεὺς ἤδη κεκόρεστο· λέγει |
| book 628a.3 | γὰρ „νέον δ’ ἀπέληγεν ἐδωδῆσ“ (Ω 475). A |
| book 628b.1 | αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον 〈ἕντο〉: |
| book 628b.2 | ἰδίως χρῆται τῷ στίχῳ· καὶ γὰρ ὁ μὲν ἐκκεκόρεστο (cf. Ω 475—6), |
| book 628b.3 | Πρίαμον δὲ οὐκ εἰκὸς ἦν εἰς κόρον δειπνεῖν. T |
| book 630.1 | ὅσσος ἔην οἷος τε: ὅσος ἐν μεγέθει, οἷος ἐν κάλλει. ταῦτα |
| book 630.2 | δὲ πρὸς ἔκπληξιν τῶν ἀκροατῶν. b(BCE3)T |
| book 632.1 | καὶ μῦθον ἀκούων: ἀπὸ κοινοῦ ἀγαθόν· φησὶ γοῦν περὶ |
| book 632.2 | αὐτοῦ· „θεόφιν μήστωρ ἀτάλαντοσ“ (Η 366). b(BCE3E4)T |
| book 635 | λέξον δή με: κλῖνον, κοίμισον· b(BCE3)T ἡ γὰρ |
| book 635 | διὰ χρόνου τροφὴ εἰς ὕπνον αὐτὸν καλεῖ. b(BCE3E4)T |
| book 636a.1 | 〈παυσώμεθα:〉 οὕτως Ἀρίσταρχος ἀντὶ τοῦ ἀναπαυσώ‐ |
| book 636a.2 | μεθα· ἀπρεπὲς γὰρ τὸ λέγειν τὸν Πρίαμον „ταρπώμεθα“. Aim |
| book 636b1.1 | ταρπώμεθα: Ἀρίσταρχος „παυσώμεθα“, ἀναπαυσώμε‐ |
| book 636b1.2 | θα δηλοῦν· οὐ γὰρ εὔκαιρον τὸ ταρπώμεθα. | ἢ ἐπεὶ μετὰ δώδεκα |
| book 636b1.3 | ἡμέρας ἀΰπνους τέρψιν αὐτῷ μέλλει ἐπαγαγεῖν ἡ νύξ. AT |
| book 636b2.1 | δώδεκα γὰρ νύκτας ὄντι ἀΰπνῳ οὐκ ὀλίγην ἡ νὺξ τὴν |
| book 636b2.2 | τέρψιν ποριεῖται. b(BCE3E4) |
| book 637-8.1 | 〈οὐ γάρ πω〉 μύσαν ὄσσε〈—ὤλεσε θυμόν〉: |
| book 637-8.2 | οὐ γάρ ὑπερβολικῶς· οὐ γὰρ ἔνδεκτον· λείπει οὖν τὸ ὡς πάλαι. ἢ |
| book 637-8.3 | διάφορα ἦν τὰ πάλαι σώματα· καὶ Ὀδυσσεὺς κυβερνῶν τὴν σχε‐ |
| book 637-8.4 | δίαν ἑπτακαίδεκα ἡμέρας ἀγρυπνεῖ (cf. ε 278) καὶ ἄλλας τρεῖς |
| book 637-8.5 | νήχεται (cf. ε 388—462). T |
| book 639.1 | καὶ κήδεα μυρία πέσσω: ὑπὸ πολλῶν κακῶν ἀναλίσκο‐ |
| book 639.2 | μαι. b(BCE3E4)T |
| book 640.1 | αὐλῆς ἐν χόρτοισι: Δίδυμος (fr. 16, p. 182 Schm.) φησὶν |
| book 640.2 | ὅτι χόρτοις ἀντὶ τειχίων ἐχρῶντο. T |
| book 648a | 〈ἄρα στόρεσαν:〉 οὕτως Ἀρίσταρχος στόρεσαν, Ἰα‐ |
| book 648a | κῶς. Aim |
| book 648b.1 | ἐγκονέουσαι: τὸ πονεῖν Ἰακῶς κονεῖν φησιν, b(BCE3 |
| book 648b.2 | E4)T ὡς πόθεν κόθεν. T |
| book 650a1.1 | ἐκτὸς μὲν δὴ λέξο: ἀφίστησιν αὐτόν, ἀμάρτυρον θέλων |
| book 650a1.2 | ἔχειν τὴν νυκτερινὴν †παρρησίαν† πρὸς συνουσίαν, καθάπερ ἡ μήτηρ |
| book 650a1.3 | παρῄνεσεν· αἰδεῖται γὰρ εἰσφέρειν Βρισηΐδα ὑπὲρ τοῦ Πριάμου. |
| book 650a1.4 | ἢ ὑπὲρ τοῦ πολλαπλασιάσαι τὴν χάριν· ἢ βεβαιῶσαι τὰς ἐπαγγελίας |
| book 650a1.5.1 | τῆς ἀνοχῆς, ὡς πάντων δι’ αὐτοῦ γινομένων. ἢ ἴσως οἶδεν Ἀγα‐ |
| book 650a1.5.2 | μέμνονος τὸ πρὸς τοὺς πολεμίους σκληρόν (cf. Ζ 55—60. Λ 138—42)· |
| book 650a1.5.3 | οἰκονομεῖται γὰρ 〈τὸ〉 νυκτὸς ἀπελθεῖν. T |
| book 650a2.1 | ἀφίστησιν αὐτόν, εὔκαιρον τὴν νύκτα πρὸς συνουσίαν |
| book 650a2.2 | ποιούμενος, ὡς ἡ μήτηρ παρῄνεσεν. b(BCE3E4) ἢ βεβαιῶσαι |
| book 650a2.3 | θέλει ὡς πάντα δι’ αὐτοῦ γίνονται καὶ πρὸς αὐτὸν φοιτῶσι πάντες. |
| book 650a2.4 | b(BE3E4) |
| book 657-8 | ποσσῆμαρ μέμονασ〈—λαὸν ἐρύκω〉: ἅπαξ |
| book 657-8.1 | πεισθεὶς δίδωσι τὸν νεκρὸν καὶ τῆς κηδείας προνοεῖ δικαίως. b(BCE3 |
| book 657-8.2 | E4)T δίχα δὲ Ἀγαμέμνονος δίδωσι〈ν〉· ἄρχει γὰρ τοῦ ὑπαίθρου, |
| book 657-8.3 | „ὅπῃ ἄρξειεν Ἀχιλλεύσ“ (γ 106). T |
| book 657a.1 | ποσ〈σ〉ῆμαρ {μέμονας}: ὑφ’ ἕν, περισπωμένης οὔσης |
| book 657a.2 | πρὸ τέλους, ὡς καὶ ἐν τῷ „αὐτῆμαρ“ (Α 81. Σ 454 al.), {καὶ} „ἐν‐ |
| book 657a.3 | νῆμαρ“ (Α 53. Ζ 174 al.), „ἑξῆμαρ“ (κ 80. μ 397 al.). προείρηται |
| book 657a.4 | (sc. ad Α 53a. 81) δὲ ἤδη περὶ τῆς λέξεως, ἀλλὰ καὶ ἐζήτητο ἐν ταῖς |
| book 657a.5.1 | Προτάσεσι (fr. 2, Hrd. 2, 907, 6 L.). παραιτητέον οὖν τοὺς κατὰ |
| book 657a.5.2 | διάλυσιν ἀναγινώσκοντας. A |
| book 657b.1 | ἐν ἑτέροις (sc. 2,907,11) ὁ Ἡρωδιανός φησι· „πόσα |
| book 657b.2 | μέρη ἐστὶ τὸ ποσσῆμαρ; ἓν γὰρ οὐ δύναται εἶναι, διότι οὐδέποτε |
| book 657b.3 | πυσματικὸν μέρος λόγου προτάσσεται ἐν συνθέσει ἐξῃρημένου τοῦ |
| book 657b.4 | ποδαπός· ἐπέγκειται γὰρ τὸ ποῖος τῷ δαπέδῳ. δύο δὲ πάλιν οὐ δύ‐ |
| book 657b.5.1 | ναται εἶναι· εἰρήκει γὰρ ἂν πόσα ἤματα. ἀπορουμένου τοίνυν αὐτοῦ |
| book 657b.5.2 | κάλλιόν ἐστι λέγειν ἓν εἶναι μέρος λόγου ὅμοιον τῷ ‘ἐννῆμαρ‘ (Α 53. |
| book 657b.5.3 | Ζ 174 al.).“ A |
| book 657c1.1 | 〈ποσσῆμαρ:〉 ὑφ’ ἓν τὸ ποσσῆμαρ ὡς „ἐννῆμαρ“ |
| book 657c1.2 | (Α 53. Ζ 174 al.). μεσότητος γάρ ἐστιν, ἀντὶ τοῦ ποσσήμερον. |
| book 657c1.3 | b(BCE3E4)T |
| book 657c2 | ἐπίρρημα μεσότητος. Til |
| book 660 | 〈τάφον:〉 τὴν κηδείαν. Til |
| book 661 | 〈ὧδε:〉 ὡς ἐπιφέρει (sc. in Ω 664—7). Aint |
| book 663a.1 | ἀξέμεν: λείπει τὸ ὥστε. b(BCE3E4)T καὶ ἐπὶ ξύ‐ |
| book 663a.2 | λων δὲ τὸ ἄγειν· ἴσως δὲ διὰ τὰς ἡμιόνους. T |
| book 663b1 | 〈μάλα δέ:〉 Ἀρίσταρχος „μάλα γάρ“, οὐ μάλα δέ. |
| book 663b1 | Aim |
| book 663b2.1 | {μάλα δὲ τρῶες:} Δίδυμος (p. 116 Schm.)· „μάλα γάρ“, |
| book 663b2.2 | οὐ δέ. T |
| book 664.1 | ἐννῆμαρ〈—〉γοάοιμεν: φιλοπενθὲς γὰρ τὸ βάρ‐ |
| book 664.2 | βαρον. ἢ ἅμα τῇ προφάσει τῆς κηδείας τὰ πρὸς πολιορκίαν ἑτοιμάζε‐ |
| book 664.3 | ται. A b (BCE3E4)T καὶ οὐ πρότερον πύθεται ὡς προνοίᾳ θεῶν |
| book 664.4 | ἄσηπτον ἔχων τὸ σῶμα. T |
| book 665-6.1 | τῇ δεκάτῃ δέ κε 〈θάπτοιμεν—ποιήσαιμεν〉: |
| book 665-6.2 | ὅτι μέχρι τούτων τῶν ἡμερῶν ἔκαιον καὶ μετὰ τὴν ταφὴν περίδειπνον |
| book 665-6.3 | ἐποίουν (cf. Ω 785—803). A |
| book 665a1 | θάπτοιμεν: τὸν τάφον ποιοῖμεν, ὅ ἐστι περίδειπνον. T |
| book 665a2.1 | ἀντὶ τοῦ τὸν ἐπιτάφιον δεῖπνον τῷ λαῷ ποιήσοιμεν, |
| book 665a2.2 | b(BCE3E4) |
| book 665b.1 | δαινῦτό τε λαός: προπερισπαστέον, ὡς καὶ Φιλοξένῳ |
| book 665b.2 | (fr. 218 Th.) δοκεῖ, ἵνα ᾖ ἐκ τοῦ „δαινύατο“ (ς 248) τοῦ πληθυντικοῦ |
| book 665b.1 | συναλιφή, ὡς „πυθοίατο“ (Α 257). ὡς οὖν τοὺς „νέκυασ“ (Η 418. |
| book 665b.2 | Κ 298 al.) „νέκυσ“ (Η 420. ω 417) ἔφη καὶ τὸ „δαινύατο“ δαινῦτο, |
| book 665b.5.1 | οὕτως ἔχει καὶ τὸ „λελῦτο δὲ γυῖα ἑκάστου“ (ς 238). οὐδὲν δὲ θαυ‐ |
| book 665b.5.2 | μαστόν, εἰ πληθυντικόν ἐστι τὸ δαινῦτο καὶ τὸ λαός ἑνικόν· τῷ |
| book 665b.5.3 | γὰρ σημαινομένῳ ἡ σύνταξις ἐγένετο, ὁμοίως τῷ „ἀγρόμενοι πᾶς |
| book 665b.5.4 | δῆμοσ“ (Υ 166). Φιλοξένῳ δὲ ἀρέσκει ἐν Τοῖς εἰς μι λήγουσι (l. c.) |
| book 665b.5.5 | καὶ ἑνικὸν αὐτὸ εὐκτικὸν εἶναι ἀκολούθως κεκλιμένον. A |
| book 665c.1 | δαίνυτο: τινὲς προπερισπῶσιν ἐκ τοῦ „δαινύατο“ (ς 248). |
| book 665c.2 | T |
| book 667.1 | 〈πολεμίξομεν,〉 εἴ περ ἀνάγκη: ὡς ἀπειρηκὼς τῷ χρό‐ |
| book 667.2 | νῳ καὶ ταῖς συμφοραῖς. ἐθεράπευσε δὲ τὸ φιλότιμον Ἀχιλλέως τῷ δέει |
| book 667.3 | τῶν πολεμίων (cf. Ω 663). b(BCE3E4)T |
| book 671-2.1 | 〈ἐπὶ καρπῷ χεῖρα ... / ἔλλαβε δεξιτερήν:〉 πρὸς |
| book 671-2.2 | πίστιν ἡ δεξιά. b(BCE3E4)Til |
| book 671-2.1 | ἐπὶ καρπῷ χεῖρα γέροντος: ἐδεξιώσατο—ἀνοχῶν |
| book 671-2.2 | τε καὶ συμβολῶν. A |
| book 673 | 〈προδόμῳ:〉 τῇ αἰθούσῃ. Til |
| book 674.1 | πυκινὰ 〈φρεσὶ〉 μήδε’ ἔχοντες: τοῦτο ἐν τῷ καθόλου, |
| book 674.2 | οὐ τότε μόνον. T |
| book 679-81.1 | ἀλλ’ οὐχ Ἑρμείαν—πυλαωρούς: δεῖ οὖν |
| book 679-81.2 | καὶ ἡμᾶς δεομένους τοῦ θεοῦ μὴ εἰκῇ τι πράσσειν. b(BCE3E4)T | |
| book 679-81.3 | καὶ ὑπὲρ τὴν πρόσταξιν δὲ Διὸς ποιεῖ ἐλεῶν τὸν γέροντα, ὥς που |
| book 679-81.4 | (sc. Ω 335) φησίν· „ἀνδρὶ ἑτα〈ι〉ρίσσαι“. T |
| book 681 | ἱερούς: πιστούς. ἢ σωτῆρας, b(BCE3E4)T καὶ „φυ‐ |
| book 681 | λάκων ἱερὸν τέλοσ“ (Κ 56). T |
| book 686-7a1.1 | σεῖο δέ κεν ζῳοῦ〈—λελειμμένοι〉: ταῦτα |
| book 686-7a1.2 | ἐπίτηδες πρὸς ἀποτροπὴν τοῦ κοιμᾶσθαι αὐτόν. T |
| book 686-7a2 | ταῦτα πρὸς τὸ ἀποτρέψαι αὐτὸν τοῦ ὕπνου. b(BCE3E4) |
| book 697 | 〈ἄγον:〉 γράφεται „φέρον“. Aint |
| book 699-700.1 | ἀλλ’ ἄρα Κασ〈σ〉άνδρη〈—πατέρ’ εἰσενό‐ |
| book 699-700.2 | ησεν〉: διὰ τὴν συμπάθειαν b(BCE3E4)T ὡς Νέστωρ (cf. Κ |
| book 699-700.3 | 533—9), 〈οὐ〉 διὰ τὴν μαντείαν· T οὐ γὰρ οἶδεν αὐτὴν μάντιν |
| book 699-700.4 | ὁ ποιητής. ἀγωνιᾷ δὲ περὶ ἀδελφοῦ καὶ πατρός. b(BCE3E4)T |
| book 699.1 | ἰκέλη 〈χρυσῇ〉 Ἀφρο〈δί〉τῃ: κατ’ †ἐπιφθορὰν† εἴρη‐ |
| book 699.2 | ται· ἔδει γὰρ παρθένον Ἀρτέμιδι εἰκάζειν, b(BCE3E4)T ὡς |
| book 699.3 | Ναυσικάαν (cf. ζ 102—8). T |
| book 701.1 | ἑσταότα: Ἀρίσταρχος „ἑστεῶτα“. AimT διχῶς δὲ ὁ |
| book 701.2 | ποιητής φησιν. T |
| book 701.1 | ἀστυβοώτην: ἐπιθετικῶς τὸν κήρυκα, ἀπὸ τοῦ ἐν τῷ ἄστει |
| book 701.2 | βοᾶν. A |
| book 703.1 | 〈γέγωνέ τε〉 πᾶν κατὰ ἄστυ: ἡ χαρὰ (cf. Ω 706) γὰρ |
| book 703.2 | ἰσχὺν δίδωσιν. ἐχάρη δὲ ἰδοῦσα τὸν νεκρὸν ἀπροσδοκήτως ἀγόμενον. |
| book 703.3 | b(BCE3E4)T |
| book 704.1 | ὄψεσθε: ὡς „ἄξετε δὲ Πριάμοιο βίην“ (Γ 105) καὶ „οἴσετε |
| book 704.2 | δ’ ἄρνε“ (Γ 103). T |
| book 706a1.1 | χαίρετε: †συγχαίρετε†. ἢ τὸ ‘ἰόντι‘ (cf. Ω 705) ἀντὶ |
| book 706a1.2 | τοῦ ἰόντος. T |
| book 706a2 | ἀντὶ τοῦ συνευφραίνεσθε καὶ †συγχαίρετε. b(BCE3) |
| book 707-8.1 | 〈ὣς ἔφατ’,〉 οὐδέ τις αὐτόθ’ 〈ἐνὶ πτόλεϊ〉 λίπετ’ |
| book 707-8.2 | 〈ἀνήρ / οὐδὲ γυνή〉: ἐναργῶς συνεργοῦσαν ἐποίησεν ἐπὶ τῇ παρα‐ |
| book 707-8.3 | δόξῳ θέᾳ τοῦ νεκροῦ καὶ τῇ σωτηρίᾳ τοῦ βασιλέως. b(BCE3E4)T |
| book 711.1 | τιλλέσθην: ἑαυτὰς b(BCE3E4)T καὶ τὰς ἰδίας κεφα‐ |
| book 711.2 | λάς. b(BCE3)T |
| book 717 | 〈δόμον δέ:〉 γράφεται „πόλιν δέ“. Aim |
| book 720-1.1 | ἀοιδούς / θρήνους: θρηνῳδούς· δεινοπενθεῖς γὰρ 〈οἱ〉 |
| book 720-1.2 | βάρβαροι. ἀθετητέος δὲ ὁ Μουσῶν ἐπ’ Ἀχιλλεῖ θρῆνος (cf. ω 60—1): |
| book 720-1.3 | T |
| book 720.1 | {παρα δ’ εἷσαν} ἀοιδούς: ἀοιδοὺς νῦν τοὺς θρηνῳδούς. |
| book 720.2 | ἦσαν δὲ οὗτοι Κλ〈ε〉ῖτος καὶ Ἐπιμήδης. A |
| book 721a1 | ἐξάρχους: ἐπιλεγόντων δηλονότι τῶν ἄλλων. T |
| book 721a2.1 | ἐξῆρχον μὲν ἐκεῖνοι τῶν λόγων, ὡς ἔοικε, καὶ διεδέχοντο |
| book 721a2.2 | αὐτοὺς αἱ γυναῖκες ἀντιφωνοῦσαι (cf. Ω 722). b(BCE4) |
| book 722 | 〈οἱ μὲν ἄρ’ ἐθρήνεον:〉 ἐν ἄλλῳ „οἱ μὲν δὴ θρήνεον“. Aint |
| book 723 | 〈τῇσιν:〉 ἐν ἄλλῳ „τοῖσιν“. Aint |
| book 725a.1 | ἀπ’ αἰῶνος νέος ὤλεο: νέος ἐξεκόπης τῆς ζωῆς. b |
| book 725a.2 | (BCE3)T |
| book 725b.1 | ἄλλως· νέος ὤλεο: οὕτως. T Ζηνόδοτος δὲ „νέον |
| book 725b.2 | ὤλεο“. AimT |
| book 725c.1 | ἄλλως· νέος ὤλεο: ἀπὸ οἰκτροῦ ἤρξατο· τοὺς γὰρ ἀπο‐ |
| book 725c.2 | θανόντας ἐν γήρᾳ τοὐναντίον καὶ εὐδαιμονίζομεν. b(BCE4)T |
| book 726 | 〈πάϊς δέ τε:〉 ἐν ἄλλῳ „πάϊς δ’ ἔτι“. Aim |
| book 730 | ἔχες: ἠτυμολόγηκε τὸ ὄνομα Ἕκτορος. T |
| book 731 | νηυσὶν ὀχήσονται: ἐπὶ νηῶν οἰχήσονται. b(BCE4)T |
| book 732a | 〈καὶ μὲν ἐγώ:〉 καὶ μὴν ἐγώ. Til |
| book 732b.1 | 〈σὺ δ’ αὖ, τέκος:〉 ἐκ τοῦ περὶ αὐτοῦ (cf. Ω 726—8) |
| book 732b.2 | εἰς τὸν πρὸς αὐτόν. b(BE4)T |
| book 734.1 | ἀεθλεύων πρὸ ἄνακτος: κακοπαθῶν ὑπὲρ δεσπότου. |
| book 734.2 | b(BC) T καὶ Πίνδαρος (cf. P. 4, 41)· „λυσίπονοι θεράποντεσ“· |
| book 734.3 | ὑπὲρ ἐκείνων γὰρ πλέουσι, γεωργοῦσιν, ἀχθοφοροῦσιν. b(BCE4)T |
| book 735a.1 | ῥίψει χειρὸς ἑλὼν ἀπὸ πύργου: ὅτι ἐντεῦθεν κινη‐ |
| book 735a.2 | θέντες οἱ μεθ’ Ὅμηρον ποιηταὶ ῥιπτόμενον κατὰ τοῦ τείχους ὑπὸ |
| book 735a.3 | τῶν Ἑλλήνων εἰσάγουσι τὸν Ἀστυάνακτα. A |
| book 735b.1 | ῥίψει χειρὸς ἑλών: ἢ στοχάζεται, ἢ ὡς ἔθους ὄντος |
| book 735b.2 | τοὺς μὴ δυναμένους δουλεύειν παῖδας ῥίπτεσθαι. b(BCE4)T οἱ |
| book 735b.3 | δὲ νεώτεροί φασιν αὐτὸν οἰκιστὴν ὕστερον γεγενῆσθαι Τροίας καὶ |
| book 735b.4 | ἄλλων πόλεων. T |
| book 735c | 〈λυγρὸν ὄλεθρον:〉 ἀντὶ τοῦ λυγρῷ 〈ὀλέθρῳ〉. Til |
| book 739.1 | 〈οὐ γὰρ μείλιχος ἔσκε〉 πατὴρ τεός: νῦν περὶ αὐτοῦ, |
| book 739.2 | εἶτα ἀποστρέφει τὸν λόγον πρὸς αὐτόν b(BCE4)T ἐν τῷ |
| book 739.3 | „ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας, 〈/ Ἕκτορ〉“ (Ω 741—2). |
| book 739.4 | T |
| book 741.1 | ἀρητόν: ἐπικατάρατον ἢ ἐπιβλαβῆ ἢ ἀείρρητον. b(BE4) |
| book 741.2 | T |
| book 744a.1 | οὐδέ τί μοι εἶπες 〈πυκινὸν〉 ἔπος: ταῦτα βιωτικά· |
| book 744a.2 | γλυκὺ γὰρ ἐν πένθεσιν αἱ τελευταῖαι τῶν φίλων φωναὶ πρὸς παραμυ‐ |
| book 744a.3 | θίαν. b(BCE4)T |
| book 744b.1 | ἄλλως· οὐδέ τί μοι εἶπες πυκινὸν ἔπος: τὸ πρὸς τὴν |
| book 744b.2 | βιωτικὴν παραίνεσιν λυσιτελοῦν ἔπος. b(BCE4)T |
| book 746.1 | ἐπὶ δὲ στενάχοντο γυναῖκες: οὐ μετὰ τὸ θρηνῆσαι, ἀλλὰ |
| book 746.2 | σὺν αὐτῇ. οὐκ ἠδύνατο δὲ πάντα ὑφ’ ἓν εἰπεῖν. b(BCE4)T |
| book 749a | ἦ {μέν μοι}: περισπαστέον τὸν ἦ. T |
| book 749b.1 | ἄλλως· {ἦ} μέν μοι: τῷ μέν ἀποδίδωσι τὸν „δέ“ (Ω 750). |
| book 749b.2 | T |
| book 750.1 | οἱ δ’ ἄρα σεῦ κήδοντο 〈καὶ ἐν θανάτοιό περ αἴσῃ〉: |
| book 750.2 | οὐ πρὸς τὸ ῥητὸν ὑπήντησεν, ἀλλὰ πρὸς τὴν διάνοιαν· οὐ γὰρ εἶπε |
| book 750.3 | τὸ ‘καὶ τεθνηκὼς πάλιν αὐτοῖς φίλος εἶ‘. καὶ περισσὸς ὁ πέρ. T |
| book 752a | πέρνασχ’, 〈ὅντιν’ ἕλεσκε〉: ἐξηγεῖται τὸ πέρνασκε |
| book 752a | διὰ τοῦ πέρην b(BCE4)T ἁλὸς ἀτρυγέτοιο. T |
| book 752b | 〈ὅντιν’ ἕλεσκε:〉 ἐν ἄλλῳ „ὅντιν’ ἕλῃσι“. Aim |
| book 753a.1 | ἀμιχθαλόεσσαν: κατὰ Κυπρίους εὐδαίμονα. οἱ δὲ πε‐ |
| book 753a.2 | τρώδη καὶ τὰ κύκλῳ ἀπόκρημνον· b(BCE4)T διὸ οὐκ ἐπι‐ |
| book 753a.3 | μίγνυσθαι τῇ γῇ θάλασσαν. T οἱ δὲ ἄμικτον διὰ τὸ ἐκ θαλάσσης |
| book 753a.4 | δυσπρόσιτον καὶ τὴν τραχύτητα. b(BCE4)T ἢ ἄμικτον Τρωσὶ |
| book 753a.5.1 | διὰ τὸ Εὔνεω εἶναι (cf. Η 468). T οἱ δὲ ὀμιχλώδη καὶ ἀπροόρατον |
| book 753a.5.2 | τοῖς πλέουσι b(BCE4)T διὰ τὰ ἐργαστήρια Ἡφαίστου· „εἴ κεν |
| book 753a.5.3 | ἀμιχθαλόεσσαν ἀπ’ ἠέρα νηὸς ἐλάσσῃσ“ (Call. fr. 18, 8). T |
| book 753a.1 | ἀμιχθαλόεσσαν: ἤτοι ἀπρόσμικτον, ᾗ ῥᾳδίως οὐ μίγνυται |
| book 753a.2 | ὁ ἀπὸ τῆς θαλάσσης, καθὸ ἀλίμενός ἐστιν. ἢ διὰ τοὺς ἐνοικοῦντας |
| book 753a.10.1 | ἀγρίους καὶ θηριώδεις καὶ λῃστικὸν βίον ἐπανῃρημένους. ἔνιοι δὲ |
| book 753a.10.2 | οὐχ οὕτως, ἀλλὰ τὴν ὀμιχλώδη ἀπέδοσαν. A |
| book 753b | ἄλλως· ἀμιχθαλόεσσαν: Ἀντίμαχος (fr. 141 W.) „μι‐ |
| book 753b | χθαλόεσσαν“. T |
| book 757-9.1 | νῦν δέ μοι ἑρσήεισ〈—κατέπεφνεν〉: ὅσῳ |
| book 757-9.2 | εὐσεβὴς (cf. Ω 749—50) ὁ τεθνεὼς δείκνυται, τοσούτῳ ὁ θρῆνος αὔξει. |
| book 757-9.3 | T |
| book 757a1.1 | πρόσφατος: νεωστὶ πεφονευμένος. | ἄμεινον δὲ τὸ νεω‐ |
| book 757a1.2 | στὶ πεφασμένον ἐκ γῆς φυτόν, διὰ τὸ ἑρσήεις, ὡσεὶ ἔλεγε χλωρός. |
| book 757a1.3 | T |
| book 757a2.1 | νεωστὶ πεφονευμένος. | ἢ ἀπὸ τῶν νεωστὶ πεφασμένων ἐκ |
| book 757a2.2 | γῆς φυτῶν, ἵνα δηλοῖ τὸ χλωρός. b(BCE4) |
| book 758-9.1 | ὅν τ’ ἀργυρότοξος Ἀπόλλων 〈/ —κατέπεφ‐ |
| book 758-9.2 | νεν〉: ἀντὶ τοῦ ὃν συνέβη αἰφνιδίῳ καὶ ὀξεῖ θανάτῳ τελευτῆσαι. A |
| book 759a.1 | 〈οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνεν:〉 |
| book 759a.2 | ἐν ἄλλῳ „οἷς ἀγανοῖσι βέλεσσιν ἐποιχόμενος καταπέφνῃ“. Aim |
| book 759b.1 | ἀγανοῖσι: πράοις διὰ τὸ ἀνώδυνον. b(BCE4)T ἢ |
| book 759b.2 | παρὰ τὸ ἀγάσασθαι, ὅ ἐστιν ἐκπλαγῆναι. T γυναικείως δὲ μακα‐ |
| book 759b.3 | ρίζει τὸ ἑστηκέναι αὐτῷ τὸ σῶμα. b(BCE4)T |
| book 764.1 | ὤφελλ’ ἀπολέσθαι: „ὤφελλον ὀλέσθαι“, οὕτως 〈Ἀρί‐ |
| book 764.2 | σταρχοσ〉, ἵν’ ᾖ ὅμοιον τῷ „ὥς μ’ ὄφελ’ ἤματι τῷ〈— / οἴχεσθαι |
| book 764.3 | προφέρουσα κακὴ ἀνέμοιο θύελλα〉“ (Ζ 345—6). T |
| book 765a1.1 | 〈τόδε〉 εἰκοστὸν ἔτος ἐστί: δέκα γὰρ ἔτη ἐστρατολό‐ |
| book 765a1.2 | γουν, „καμέτην δέ μοι ἵπποι / λαὸν ἀγειρούσῃ“ (Δ 27—8)· καὶ γὰρ |
| book 765a1.1 | ἤκουον τὴν ἰσχὺν τῶν Τρώων· „καὶ γὰρ Τρῶάς φασι μαχητὰς |
| book 765a1.2 | 〈ἔμμεναι ἄνδρασ〉“ (ς 261)· καὶ πλοῦτον, „καὶ σέ, γέρον, τὸ πρὶν μὲν |
| book 765a1.5.1 | ἀκούομεν ὄλβιον εἶναι“ (Ω 543). τὰ δὲ δέκα ταῦτα ἔτη παρεχείμαζον· |
| book 765a1.5.2 | ὅθεν πού φησιν „ἐεικοστῷ ἐνιαυτῷ 〈/ οἴκαδ’ ἐλεύσεσθαι〉“ (β 175—6), |
| book 765a1.5.3 | ἴσως Ἁλιθέρσου τῇ ὑστέρᾳ παραχειμάσει τοῦτο εἰπόντος. διὰ τοῦτο |
| book 765a1.5.4 | οἱ μὲν μόγις ἐστράτευον, ὡς Ὀδυσσεύς, οἱ δὲ παρῃτοῦντο, ὡς Ἐχέπω‐ |
| book 765a1.5.5 | λος (cf. Ψ 296—9), οἵ τε Ἀτρεῖδαι δι’ ἑαυτῶν ἐπρέσβευον (cf. |
| book 765a1.10.1 | ω 114—9), τῇ δὲ τοὺς περὶ Νέστορα ἔπεμπον (cf. Λ 769—70). |
| book 765a1.10.2 | γεγένηται οὖν ὁ Νεοπτόλεμος περὶ τὴν πρώτην ἔξοδον ὡς εἶναι αὐτὸν |
| book 765a1.10.3 | ὀκτωκαίδεκα ἐνιαυτῶν (cf. Τ 326—7), 〈***〉 Τηλέμαχος Πεισίστρα‐ |
| book 765a1.10.4 | τος Μεγαπένθης (cf. δ 11), Ὀρέστης. παρεχείμαζον οὖν ἐν ταῖς |
| book 765a1.10.5 | ἰδίαις καὶ θέρους εἰς Αὐλίδα ἀφικνοῦντο. καὶ τότε ἴσως καὶ Σκῦρον |
| book 765a1.15 | ἑλὼν Νεοπτόλεμον ἐποίησεν Ἀχιλλεύς. T |
| book 765a2.1 | καὶ γὰρ ἤκουον τὸν πλοῦτον καὶ τὴν ἰσχὺν τῶν Τρώων |
| book 765a2.2 | πολλὴν οὖσαν. καί τινες δὲ παρῃτοῦντο τὸν πόλεμον. καὶ διὰ τοῦτο |
| book 765a2.3 | ἐκεῖ καθήμενοι ἐστρατολόγουν. b(BCE4) |
| book 765b.1 | ἄλλως· εἰκοστὸν ἔτος: ψευδές· οὐ γὰρ εἰκοστὸν ἔτος |
| book 765b.2 | δύναται εἶναι, ἐξ οὗ εἰς τὸ Ἴλιον ἦλθεν Ἑλένη, εἴγε δεκαετὴς μὲν |
| book 765b.3 | ἡ τοῦ πολέμου παρασκευὴ ὁμολογεῖται γεγονέναι, εἰκοστῷ δὲ |
| book 765b.4 | Ὀδυσσεὺς ἐνιαυτῷ εἰς τὴν Ἰθάκην ἐπανελήλυθε, A b (BCE4)T |
| book 765b.5 | πολὺν ἐν τῇ πλάνῃ ἐνδιατρίψας χρόνον. AT ῥητέον δὲ ὅτι δέκα |
| book 765b.1 | ἔτη ἐστρατολόγουν χειμάζοντες ἐν ταῖς ἰδίαις καὶ θέρους εἰς Αὐλίδα |
| book 765b.2 | ἀφικνούμενοι, νῦν δὲ εἰκοστὸν ἔτος ἐστὶν ἀπὸ τῆς ἁρπαγῆς Ἑλένης. |
| book 765b.3 | A b (BCE4)T ἐπὶ δὲ Ὀδυσσέως τὰ δέκα ἔτη τῆς στρατολογίας |
| book 765b.4 | οὐκ ἀριθμητέον. A b (BE4)T |
| book 766.1 | {καὶ} ἐμῆς ἀπελήλυθα πάτρης: ἔδει ‘ἀπὸ τῆς ἐμῆς |
| book 766.2 | ἤλυθον πάτρησ‘. T |
| book 767.1 | ἀλλ’ οὔ πω σεῦ ἄκουσα κακὸν ἔπος: φησὶ γὰρ „οὔ |
| book 767.2 | τί μοι αἰτίη ἐσσί“ (Γ 164), ἄτοπόν τε ἐῶντα τὸν αἴτιον τὴν ἀναίτιον |
| book 767.3 | μέμφεσθαι. T λεληθότως δὲ ἐσήμανεν ὡς οἱ φρόνιμοι τῶν Τρώων |
| book 767.4 | πρὸς τιμῆς ἔχειν ἡγοῦντο τὴν Ἑλένην AT καὶ διὰ τοῦτο οὐκ |
| book 767.5 | ἀπεδίδοσαν. T |
| book 768 | 〈ἐνίπτοι:〉 γράφεται „ἐνίσσοι“. Aim |
| book 770 | 〈αἰεί:〉 γράφεται „ἦεν“. Aim |
| book 773.1 | καὶ ἔμ’ ἄμμορον: 〈καὶ〉 ἐμαυτήν. | οἱ δὲ γράφουσι „καὶ |
| book 773.2 | ἐμὸν μόρον“. T |
| book 776.1 | ἐπὶ δ’ ἔστενε δῆμος ἀπείρων: οὐ μόνον αἱ γυναῖκες· |
| book 776.2 | πλείονα γὰρ ἐκίνησεν οἶκτον. ἐπὶ πλείστῳ δὲ ἐλέῳ καταστρέφει τὴν |
| book 776.3 | Ἰλιάδα· b(BCE4)T ὅθεν καὶ οἱ ῥήτορες ἐν τοῖς δικανικοῖς |
| book 776.4 | ἔσχατον τιθέασι τὸν οἶκτον ὡς κινοῦντα τὸν ἀκροατήν. b(BE4)T |
| book 777 | ὁ γέρων: διὰ τὸ οἰκτρὸν ἢ μᾶλλον τὸ ἔντιμον πρόσκειται, |
| book 777 | ὡς „Νέστωρ δ’ ὁ γέρων ἀμογητὶ ἄειρεν“ (Λ 637). b(BCE4)T |
| book 784a.1 | 〈ἐννῆμαρ—ὕλην:〉 σπεύδουσι γὰρ τῇ δεκάτῃ |
| book 784a.2 | καὶ ἑνδεκάτῃ τελειῶσαι τὸν τάφον· ἡ γὰρ ἑξῆς εἰς πόλεμον ἐταμιεύθη. |
| book 784a.3 | b(BCE4) |
| book 784b.1 | ἀγείνεον ἄσπετον ὕλην: ἅμα καὶ εἰς πολιορκίαν αὐτὴν |
| book 784b.2 | ταμιεύοντες. T |
| book 785.1 | 〈φαεσίμβροτος ἠώς:〉 ἐν ἄλλῳ „ῥοδοδάκτυλος ἠώσ“. |
| book 785.2 | Aim |
| book 786 | 〈δακρυχέοντες:〉 ἐν ἄλλῳ „ἀχνύμενοι κῆρ“. Aim |
| book 793.1 | ὀστέα: τινὲς „ὄστεα“ προπαροξυτόνως ὡς „χάλκεα“ (Ε |
| book 793.2 | 723. Π 664 al.). ἄμεινον δὲ παροξύνειν. AT |
| book 795.1 | καὶ τά γε χρυσείην ἐς λάρνακα 〈θῆκαν〉: ἡ διπλῆ, |
| book 795.2 | ὅτι A τὴν σορὸν λάρνακα εἶπεν. AT |
| book 796 | καλύψαντες: τινὲς „καθάψαντεσ“. T |
| book 799.1 | 〈περὶ δὲ〉 σκοποὶ εἵατο 〈πάντῃ〉: στρατηγικὸν τὸ μὴ |
| book 799.2 | ταῖς σπονδαῖς πιστεύσαντας ἀστρατηγήτους ἑαυτοὺς παραδοῦναι |
| book 799 | τοῖς πολεμίοις, b(BCE4)T καὶ νουνεχείας πολλῆς. b(BCE4) |
| book 804a.1 | ὣς οἵ γ’ ἀμφίεπον〈—ἱπποδάμοιο〉: Μενεκρά‐ |
| book 804a.2 | της (cf. F.H.G. II p. 345) φησὶν αἰσθόμενον ἑαυτοῦ ἀσθενείας τὸν |
| book 804a.3 | ποιητὴν καὶ τοῦ μὴ ὁμοίως δύνασθαι φράζειν σιωπῆσαι τὰ μεθ’ |
| book 804a.4 | Ἕκτορα. καλῶς δὲ ἐταμιεύσατο τὰ λοιπὰ ἑαυτῷ τῶν †ζητημάτων† |
| book 804a.5.1 | εἰς τὴν Ὀδύσσειαν· μικρὰ γὰρ ἦν ἡ ὑπόθεσις περὶ τῆς οἰκίας Ὀδυσ‐ |
| book 804a.5.2 | σέως μόνον· τὰ γὰρ λείψανα ἐκεῖ ἃ μὲν Ὀδυσσεύς (cf. ι 39—μ 453), |
| book 804a.5.3 | ἃ δὲ Νέστωρ (cf. γ 98—312) καὶ Μενέλαος (cf. δ 341—586), ἃ δὲ |
| book 804a.5.4 | Δημόδοκος κιθαρίζων (cf. θ 73—82. 499—520) φασίν. ἄλλως τε |
| book 804a.5.5 | πολιορκίαν μακρὰν οὐκ ἄξιον διηγεῖσθαι. b(BCE4)T | τινὲς γράφου‐ |
| book 804a.10 | σιν „ὣς οἵ γ’ ἀμφίεπον τάφον Ἕκτορος· ἦλθε δ’ Ἀμαζών, / Ἄρηος |
| book 804a | θυγάτηρ μεγαλήτορος ἀνδροφόνοιο“ (804. 804a). T |
| book 804b.1 | {ὣς οἵ γ’ ἀμφίεπον} τάφον: Ἀττικοὶ τὸ περίδειπνον |
| book 804b.2 | τάφον λέγουσι, Πολύϊδος (P. L. G. III p. 632 Bgk.) δὲ τὸ μνημεῖον. |
| book 804b | T |