Hippias of Elis On the Compilation of Knowledge in Greek
On the Compilation of Knowledge, attributed to the Sophist Hippias of Elis, is a lost collection of excerpts and sayings compiled from diverse sources. Reflecting Hippias's renowned polymathy, the work embodies the Sophistic project of systematizing knowledge from various arts and sciences for educational and rhetorical use. No direct fragments of the text survive; its nature is reconstructed solely from later testimonia. It was likely a compilation of notable events, names, and achievements from multiple fields, including historical anecdotes, poetic citations, and authoritative sayings, serving as a repository of exempla for rhetorical invention and cultural reference. The text is preserved only through secondary references, such as an entry in the Suda lexicon and discussions by Plato, who mentions Hippias's polymathy in dialogues like the Hippias Major. No manuscripts or direct quotations are extant. Hippias's methodological approach to compilation influenced later encyclopedic and doxographic traditions. His model of the polymath and the practical gathering of knowledge for rhetoric left a mark on subsequent scholarly practices, even as Plato used him as a critical foil for defining philosophical depth.
| 1a,6,F 1 | SCHOL. APOLL. RHOD. III 1179: Ἱππίας δὲ ὁ Ἠλεῖος ἐν Ἐθνῶν Ὀνομασίαις φησὶν ἔθνος τι καλεῖσθαι Σπαρτούς· καὶ ὁμοίως Ἀτρόμητος (VI). |
| 1a,6,F 2 | PLUTARCH. Num. 1: τοὺς μὲν οὖν χρόνους ἐξακριβῶσαι χαλεπόν ἐστι, καὶ μάλιστα τοὺς ἐκ τῶν Ὀλυμπιονικῶν ἀναγομένους, ὧν τὴν ἀναγραφὴν ὀψέ φασιν Ἱππίαν ἐκδοῦναι τὸν Ἠλεῖον ἀπ’ οὐδενὸς ὁρμώμενον ἀναγκαίου πρὸς πίστιν. |
| 1a,6,F 3 | ATHENAI. XIII 608 F: ἐπὶ κάλλει δὲ ... διαβόητοι γεγόνασι γυναῖκες Θαργηλία ἡ Μιλησία, ἥτις καὶ τεσσαρεσκαίδεκα ἀνδράσιν ἐγαμήθη, οὖσα καὶ τὸ εἶδος πάνυ καλὴ καὶ σοφή, ὥς φησιν Ἱππίας ὁ σοφιστὴς ἐν τῶι ἐπιγραφομένωι Συναγωγή. |
| 1a,6,F 4 | CLEMENS ALEX. Strom. VI 15, 1 p. 434, 21 Stäh: Ἱππίαν τὸν σοφιστὴν τὸν Ἠλεῖον ... παραστησώμεθα ὧδέ πως λέγοντα· « τούτων ἴσως εἴρηται τὰ μὲν Ὀρφε ῖ , τὰ δὲ Μουσαίωι κατὰ βραχὺ ἄλλωι ἀλλαχο ῦ , τὰ δὲ Ἡσιόδω ι , τὰ δὲ Ὁμήρω ι , τὰ δὲ τοῖς ἄλλοις τῶν ποιητῶ ν , τὰ δὲ ἐν συγγραφαῖ ς , τὰ μὲν Ἕλλησ ι , τὰ δὲ βαρβάροι ς · ἐγὼ δὲ ἐκ πάντων τούτων τὰ μέγιστα καὶ ὁμόφυλα συνθεὶς τοῦτον καινὸν καὶ πολυειδῆ τὸν λόγον ποιήσομα ι». |
| 1a,6,F 5 | DIOG. LAERT. I 24: Ἀριστοτέλης (De an. I 2 p. 405 a 19) δὲ καὶ Ἱππίας φασὶν αὐτὸν (sc. Θαλῆν) καὶ τοῖς ἀψύχοις μεταδιδόναι ψυχῆς τεκμαιρόμενον ἐκ τῆς λίθου τῆς μαγνήτιδος καὶ τοῦ ἠλέκτρου. |
| 1a,6,F 6 | HYPOTH. SOPHOKL. O R: ἴδιον δέ τι πεπόνθασιν οἱ μεθ’ Ὅμηρον ποιηταὶ τοὺς πρὸ τῶν Τρωικῶν βασιλεῖς τυράννους προσαγορεύοντες, ὀψέ ποτε τοῦδε τοῦ ὀνόματος εἰς τοὺς Ἕλληνας διαδοθέντος, κατὰ τοὺς Ἀρχιλόχου χρόνους, καθάπερ Ἱππίας ὁ σοφιστής φησιν. Ὅμηρος γοῦν τὸν πάντων παρανομώτατον Ἔχετον βασιλέα φησὶ καὶ οὐ τύραννον‘ ‘εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα‘ (Od. ς 85). προσαγορευθῆναι δέ φασι τὸν τύραννον ἀπὸ τῶν Τυρρηνῶν· χαλεποὺς γάρ τινας περὶ ληιστείαν τούτους γενέσθαι. |
| 1a,6,F 7 | PLUTARCH. Lyk. 23: αὐτὸν δὲ τὸν Λυκοῦργον Ἱππίας μὲν ὁ σοφιστὴς πολεμικώτατόν φησι γενέσθαι καὶ πολλῶν ἔμπειρον στρατειῶν ... ὁ δὲ Φαληρεὺς Δημήτριος (IV) οὐδεμιᾶς ἁψάμενον πολεμικῆς πράξεως ἐν εἰρήνηι καταστήσασθαι τὴν πολιτείαν. |
| 1a,6,F 8 | PROKL. in Eukl. p. 65, 11 Friedl.: μετὰ δὲ τοῦτον (sc. Θαλῆν) Μάμερκος ὁ Στησιχόρου τοῦ ποιητοῦ ἀδελφὸς ὡς ἐφαψάμενος τῆς περὶ γεωμετρίας σπουδῆς μνημονεύεται, καὶ Ἱππίας ὁ Ἠλεῖος ἱστόρησεν ὡς ἐπὶ γεωμετρίαι δόξαν αὐτοῦ λαβόντος. |
| 1a,6,F 9 | SCHOL. ARAT. 172 p. 369, 24 M: Θαλῆς (1 B 2 Diels) μὲν οὖν δύο αὐτὰς (sc. τὰς Ὑάδας) εἶπεν εἶναι ...· Εὐριπίδης ... (F 780) τρεῖς· Ἀχαιὸς (F 46) δὲ τέσσαρας· Μουσαῖος (67 B 18 Diels) ε · Ἱππίας δὲ καὶ Φερεκύδης (3 F 90) ἑπτά. |
| 1a,6,F 10 | SCHOL. (EUST.) DION. Per. 270: Ἱππίας μέντοι φησὶν ἀπὸ τῶν Ὠκεανοῦ θυγατέρων· δύο γὰρ Ὠκεανίδας πρότερον γενέσθαι, Ἀσίαν καὶ Εὐρώπην, ἀφ’ ὧν τὰς χώρας εἰρῆσθαι. |
| 1a,6,F 11 | SCHOL. PINDAR. P IV 288 a: ταύτην (sc. τὴν Φρίξου μητρυιάν) δὲ ὁ μὲν Πίνδαρος ἐν Ὕμνοις (F 49) Δημοδίκην· Ἱππίας δὲ Γοργῶπιν· Σοφοκλῆς ἐν Ἀθάμαντι (p. 131 N 2 ) Νεφέλην· Φερεκύδης (3 F 98) Θεμιστώ. |
| 1a,6,F 12 | ——N VII 53: τέσσαρας δὲ ἀναγράφει τὰς Ἐφύρας· πρώτην μὲν τὴν αὖθις Κόρινθον ὀνομασθεῖσαν (Il. Ζ 152) ...· ἑτέραν δὲ τὴν περὶ Θεσσαλίαν (Od. α 259) ...· τρίτην δὲ περὶ Ἦλιν, ἧς Ἱππίας μνημονεύει· τετάρτην τὴν ἐν Θεσπρωτοῖς. |
| 1a,6,F 13 | VIT. HOM. ROM. p. 30, 27 Wil.: Ἱππίας δ’ αὖ καὶ Ἔφορος (II) Κυμαῖον (sc. γεγονέναι φασὶ τὸν Ὅμηρον). |