eul_wid: siy-aa

Himerius the Sophist Fragments from Uncertain Orations in Greek

The Fragments from Uncertain Orations comprises fifteen surviving excerpts from the oratorical works of Himerius, a sophist who taught rhetoric in Athens during the fourth century CE. These passages represent the epideictic branch of oratory, encompassing ceremonial forms such as panegyrics and funeral orations, though their original titles and complete contexts are unknown. Preserved through later sources, including a Byzantine encyclopedia and an Egyptian papyrus, the fragments exemplify Himerius's highly ornate Attic prose, characterized by poetic diction, mythological allusions, and a deliberate display of rhetorical artistry. As a prominent supporter of Emperor Julian and a defender of classical paideia, Himerius composed these works for performance before students and public audiences, celebrating individuals, commemorating events, and affirming the cultural values of the Hellenic tradition during a period of increasing Christian dominance in the later Roman Empire. The fragments thus serve as significant, though partial, witnesses to the stylistic preoccupations and ideological concerns of the pagan intellectual elite in an age of religious transition.

1 Τὰς βασιλέως αὐλὰς καὶ χρυσῆν τύχην ὑπόπτερον ... Οὐ γὰρ ἀφῃρέθης τὴν ἀρχήν, ἀλλ’ ἑκὼν ἔρριψας, ὥσπερ τις ὑπερόπτης κατὰ παιδικῶν τρυφῆσαι βουλόμενος ... Τὴν χρυσῆν κόμην ῥόδων στεφάνῳ πορφύροντι ... Ἀλλὰ τίς τούτων ἡ χάρις; φυγὴ καὶ δρασμὸς καὶ τοσαύτης φιλίας ἄρνησις ... Ἐνίκησα μὲν ὑπὸ σοὶ κριτῇ κατὰ τὴν θερινὴν ὥραν τὸν τέττιγα, ἠπείλησα δὲ καὶ ταῖς ἀηδόσι ταῖς Ἀττικαῖς, εἴ ποτέ μοι καὶ Ἀττικὸν πήξαιο θέατρον, μῦθον ὄντως τὰς ἐκείνων γλώττας ταῖς ἐπὶ σοὶ φωναῖς ἀπεργάσασθαι ... Ὦ καὶ τοῦ σαυτοῦ γένους ὄμμα φανότατον, καὶ ταὐτὸν τῷ γένει γενόμενος, ὅπερ καὶ σοὶ πολλάκις ὁ προπάτωρ Ἥλιος. τῆς γὰρ συνωρίδος ταύτης δὴ τῆς καλῆς ὁ μὲν καταυγάζοντι τοὺς μεγάλους θρόνους ὥς τις ἑωσφόρος συνανέσχεν ὄρθριος, ταῖς αὑτοῦ βολαῖς τὰς σὰς ἀκτῖνας μιμούμενος· ὁ δὲ τῆς τῶν νέων ἀγέλης ἐκλάμπων, καθάπερ τις ταῦρος ἀγελάρχης ἀγέρωχος, ἐσκίρτησε μὲν κατὰ τοὺς Μουσῶν λειμῶνας, ὥσπερ τις πῶλος ὑψαύχην καὶ ἔνθεος, ἐμιμήσατο δὲ καὶ τὸν Ὁμηρικὸν νεανίσκον τὸν Θέτιδος, καὶ μύθων ῥητὴρ ἀγαθὸς καὶ πρηκτὴρ ἔργων γενόμενος ... Εἰ δέ μοι καὶ τῆς ποιητῶν ἐξουσίας μετῆν, ἔδειξα ἄν σοι καὶ Ἰλισσὸν τοῦτον δακρύοντα, ἔχρωσα δ’ ἂν καὶ κατηφεῖ χρώματι τὰ καλὰ Καλλιρρόης νάματα ... Πέμποι μὲν σὲ Πὰν ἐνόδιος, πομπαῖον καὶ γλυκὺ προσηχῶν μέλος τῇ σύριγγι, Ἀφροδίτη δὲ καὶ οἱ ταύτης παῖδες Ἔρωτες, πόθου κρατῆρα κεράσαντες, σοῦ τῆς ὁδοῦ προπομπεύοιεν ... Κοιμίζει μὲν δῆμον κυμαίνοντα .
2 .. Πανταχοῦ γὰρ οἶμαι καλὸν χρήστης, εὐγνώμων καὶ δίκαιος .
3 .. Ἀρρήτῳ πόθῳ τὸ πλησιάζον δουλούμενος .
4 .. Αἱ Μοῦσαι τοῖς ἐπιχωρίοις ἑκάστοτε λόγοις τοὺς ἐπιφοιτῶντας ξένους ξενίζουσιν .
5 .. Ἦ πολλὰ ἂν ἡμῖν ἡ βασιλὶς πόλις ἐν δίκῃ μέμψαιτο .
6 .. Τί δὲ Σκύθαις μουσικῆς ὄφελος, σιδήρῳ τὰ πάντα νομίζουσιν; .
7 .. Κἂν τάχει παραθέωσι τοὺς ἄλλους ἅπαντας .
8 .. Ὅτε εἰς αὐτὸν περιῆλθε τὰ τῶν Μακεδόνων πράγματα .
9 .. Οὔτε ἡνιόχῳ τῆς ξυνωρίδος πλέον οὐδέν, κἂν τὰς Βορέου αὔρας τῷ τάχει παρέρχηται .
10 .. Λάθρᾳ δὲ ὑπὲρ αὐτοῦ παρὰ βασιλέως πρεσβεύεται .
11 .. Καὶ κρουνοὶ πλείους ἀπὸ πάσης πλευρᾶς διὰ θηρίων εἴδους ποταμοὺς ὅλους ἐκχέοντες πελαγίζουσι μὲν τὴν κολυμβήθραν .
12 .. Πλεῖς δὲ πάλιν Αἰγαίου κύματα .
13 .. Πόσας δέ σοι πηγὰς δακρύων οὐκ ἔσπεισα; .
14 .. Διὸ τὰ μὲν πλείω ἐατέον, ἐκ πολλῶν δ’ ὀλίγα λεκτέον, ἵνα κἀνταῦθα τὸν ἴσον τῷ λόγῳ τύπον φυλάξωμεν .
15 .. Φεῦ κάλλους, φεῦ μεγέθους.