Hadrian of Tyre the Sophist Declamation in Greek
The Meletē is a lost declamation attributed to the sophist Hadrian of Tyre. Composed in Attic Greek during the late second century CE, it exemplifies the rhetorical exercises central to the Second Sophistic movement, in which orators delivered elaborate persuasive speeches on fictional or historical themes to demonstrate their eloquence and command of classical style. As a leading figure of his era, Hadrian would have used such declamations to showcase his argumentative skill and linguistic purity before educated audiences. He performed within a highly competitive intellectual milieu, having held the public chair of rhetoric in Athens before being summoned to Rome by Emperor Marcus Aurelius to occupy an imperial chair. These professional performances were designed to consolidate his reputation among peers and patrons. Modern scholarship interprets such works primarily as displays of technical virtuosity, often engaging with standard themes like historical hypotheticals or intricate legal cases. The transmission of this specific oration is exceptionally poor; although Hadrian was a prolific writer, later sources indicate that most of his works are lost. This particular declamation is not attested in any surviving fragments or manuscripts, and its former existence is inferred solely from his profession and the generic title. Consequently, the text is considered lost, and its direct influence cannot be traced, though Hadrian’s distinguished career remains a testament to the enduring prestige of Greek rhetoric within the Roman Empire.
| 44 (4t) | Ἁλοῦσά τις φαρμακείας οὐχ οἵα τε ἦν καυθῆναι· ὑπέσχετό τις γυνὴ καύσειν αὐτὴν καὶ ἔκαυσεν. ἀξιοῖ Ἀδριανὸς ὁ ῥήτωρ καὶ ταύτην καῆναι. Πρὸς μὲν τὸ λέγειν ὡς οὐ τὰς κεκτημένας τὴν τέχνην ὁ νόμος ἀλλὰ τὰς ἐπὶ κακῷ χρησαμένας ἀπαιτεῖ τιμωρίαν, εὐχερὲς ἀπ’ αὐτοῦ ποιήσασθαι τοῦ νόμου τὴν διδασκαλίαν· ὁ γὰρ οὐ τὴν φαρμακεύσασαν εἰπὼν ἀλλὰ τὴν φαρμακίδα καὶ τῇ προσηγορίᾳ τῆς τέχνης τὴν τιμωρίαν ὑποθείς, δῆλός ἐστι μισῶν τὸ δρᾶσαι δύνασθαι. καὶ γὰρ ὅσα μὲν τῶν ἀδικημάτων τόλμης ἔχεται μόνης, ἐκ τοῦ πραχθῆναι διελέγχεται, ὅσα δ’ ἐστὶ τέχνης καθάπερ φαρμακεία, ταῦτα καὶ πρὸ τῆς πράξεως ἀπὸ τῆς γνώμης διαβάλλεται. καὶ γὰρ τοὺς τέχνας ἀφ’ ὧν ἐστι τὸ δύνασθαι βλάψαι προσλαβεῖν μανθάνοντας ἀπ’ αὐτῆς ὑποπτεύειν ἀνάγκη τῆς ἐπιθυμίας. οὐ γὰρ χρὴ τὸ παθεῖν ἀναμείναντας οὕτως ἀμύνασθαι ζητεῖν τοὺς ἐξ ὧν ἔπαθον δρᾶσαι δυνηθέντας ἀλλὰ πρίν τι παθεῖν ὑποπτεύειν τὸ δρᾶσαι δύνασθαι. τί τοίνυν; ὁ φαρμακεύς ἐστι λῃστὴς ὡμολογημένος προτείνων τέχνην ἀδικημάτων, ἄσκησις ἐπιβουλῆς, παρανομίας ἐπάγγελμα, ἰσχὺς ἀσεβημάτων. |
| 45 | ἐπεὶ καὶ τῶν θηρίων τουτωνὶ τῶν ὁμοτέχνων ὑμῖν, ὦ γύναι, τὰ πολλὰ κολάζομεν οὐδὲν ὑπ’ αὐτῶν προαδικηθέντες ἀλλὰ τὴν δύναμιν αὐτῶν μεμισηκότες, ὅτι κἀκείνων τι ἕκαστον ἔχει φάρμακον ἐν τῇ φύσει. καὶ γὰρ εἰ τῷ δυνηθῆναι λαθεῖν οὐ πεφώρασαι περὶ ὧν ἔδρασας, ἀλλ’ ὅτι δύνασαι δρᾶσαι πεφωραμένη δώσεις ὡς δράσασα δίκην, εἰ καὶ μέχρι νῦν δεδύνησαι λαθεῖν. καὶ τί δεῖ λέγειν περὶ σοῦ; εἰ μὲν γὰρ ἐμίσεις τὴν τέχνην, οὐκ ἂν ἐμάνθανες· εἰ δὲ ἔχεις τὴν ἐπιστήμην, ἐφθόνεις, οὐκ ἐμίσεις· κολάζει γάρ τις ὃ φεύγει, ζηλοτυπεῖ δὲ ὃ μετ’ ἄλλων ἔχει. καὶ γὰρ λῃστὴς ἤδη λῃστὴν ἀπέκτεινεν ὑπὲρ σκύλων ὠργισμένος καὶ τύραννον καθεῖλέ τις μοναρχεῖν ἐθέλων. τοιοῦτόν τι γεγένηται καὶ τὸ νῦν ὑπὸ σοῦ τετολμημένον· μοναρχίαν φαρμακείας οἴει σεαυτῇ διαπεπρᾶχθαι τὴν κοινωνοῦσαν τῆς τέχνης μετακεχειρισμένη. |