eul_wid: nji-aa

Diodorus of Sardis Epigrams in Greek

The Epigrams of Diodorus of Sardis constitute a collection of six short poems preserved within the larger compilation of the Greek Anthology. Attributed to the Hellenistic poet Diodorus, these works are concise lyric or elegiac compositions, a form miscategorized in some records as oratory. The epigrams exemplify standard themes of the Hellenistic period, encompassing erotic sentiment, dedicatory and funerary inscriptions, sympotic reflections, artistic description, and brief philosophical observation. Their transmission is entirely dependent on the manuscript tradition of the Greek Anthology, primarily found in Books 6 and 7 of the Palatine Anthology compiled by Constantine Cephalas in the 10th century CE. As a minor contributor to that influential corpus, Diodorus of Sardis holds significance primarily for illustrating the stylistic conventions and thematic range of the epigrammatic form during his era, with the reception of his work being subsumed within the broader historical impact of the anthology on later European literature.

6.243.(p1) ΔΙΟΔΩΡΟΥ „Ἥ τε Σάμου μεδέουσα καὶ ἣ λάχες Ἴμβρασον Ἥρη, δέξο γενεθλιδίους, πότνα, θυηπολίας μόσχων ἱερὰ ταῦτα, τά σοι πολὺ φίλτατα πάντων ἴσμεν, ὅσοι μακάρων θεσμὸν ἐπιστάμεθα.“ εὔχετ’ ἐπισπένδων τάδε Μάξιμος· ἡ δ’ ἐπένευσεν ἔμπεδα· Μοιράων δ’ οὐκ ἐμέγηρε λίνα.
6.245.(p1) ΔΙΟΔΩΡΟΥ Καρπαθίην ὅτε νυκτὸς ἅλα στέψαντος ἀήτου λαίλαπι Βορραίῃ κλασθὲν ἐσεῖδε κέρας, εὔξατο κῆρα φυγών, Βοιώτιε, σοί με, Κάβειρε δέσποτα, χειμερίης ἄνθεμα ναυτιλίης, ἀρτήσειν ἁγίοις τόδε λώπιον ἐν προπυλαίοις Διογένης· ἀλέκοις δ’ ἀνέρι καὶ πενίην.
9.60.(p1) ΔΙΟΔΩΡΟΥ Πύργος ὅδ’ εἰναλίης ἐπὶ χοιράδος, οὔνομα νήσῳ ταὐτὸν ἔχων, ὅρμου σύμβολόν εἰμι Φάρος.
9.219.(p1) ΔΙΟΔΩΡΟΥ ΣΑΡΔΙΑΝΟΥ Αἰγιβότου Σκύροιο λιπὼν πέδον Ἴλιον ἔπλω οἷος Ἀχιλλείδης πρόσθε μενεπτόλεμος, τοῖος ἐν Αἰνεάδῃσι Νέρων ἀγὸς ἄστυ Ῥέμοιο νεῖται ἐπ’ ὠκυρόην Θύβριν ἀμειψάμενος, κοῦρος ἔτ’ ἀρτιγένειον ἔχων χνόον. ἀλλ’ ὁ μὲν ἔγχει θῦεν, ὁ δ’ ἀμφοτέροις, καὶ δορὶ καὶ σοφίῃ.
9.405.(p1) ΔΙΟΔΩΡΟΥ Ἀδρήστειά σε δῖα καὶ ἰχναίη σε φυλάσσοι παρθένος, ἡ πολλοὺς ψευσαμένη, Νέμεσις· δείδια σόν τε φυῆς ἐρατὸν τύπον ἠδὲ σά, κοῦρε, δήνεα, θεσπεσίης καὶ μένος ἠνορέης καὶ σοφίην καὶ μῆτιν ἐπίφρονα. τοιάδε τέκνα, Δροῦσε, πέλειν μακάρων πευθόμεθ’ ἀθανάτων.
9.776.(p1) ΔΙΟΔΩΡΟΥ Ζεύξιδος ἡ χροιή τε καὶ ἡ χάρις· ἐν δέ με μικρῇ κρυστάλλῳ τὸ καλὸν δαίδαλον Ἀρσινόῃ γράψας τοῦτ’ ἔπορεν Σατυρήιος· εἰμὶ δ’ ἀνάσσης εἰκὼν καὶ μεγάλης λείπομαι οὐδ’ ὀλίγον.