Cratippus of Athens Fragments on the Hermae Affair in Greek
The Fragments on the Hermae Affair by Cratippus of Athens is a lost historical work known only through a few excerpts preserved in later Byzantine sources, primarily the ninth-century Lexicon of Photius and the tenth-century Suda encyclopedia. These fragments provide an account of the 415 BCE Hermae Affair, the mutilation of the Herms statues that created a major political and religious scandal in Athens on the eve of the Sicilian Expedition. The surviving passages indicate Cratippus detailed the sacrilegious mutilation of the Herms and its destabilizing effect on the Athenian state, as well as the subsequent judicial investigations, informant testimony, and the resulting public hysteria and political persecution. No independent manuscript tradition exists for Cratippus’s history; the work survives solely through its citation by later Byzantine scholars interested in historical lexicography. The original scope and full content of his narrative, which was a continuation of Thucydides’ history beginning around 411 BCE, remain largely unknown. Cratippus was recognized in antiquity as a principal successor to Thucydides. His fragments offer a near-contemporary source for the Hermae Affair and represent the post-Thucydidean historiographical tradition. Modern scholarship uses these fragments cautiously as evidence for both the historical event and the development of Greek historical writing.
| 1 | Etenim Plutarchus Vit. Orat. II, 1: Μετὰ δὲ ταῦτα αἰτιαθεὶς (Ἀνδοκίδης) ἀσεβεῖν, ὡς καὶ αὐτὸς τοὺς Ἑρμᾶς περικόψας καὶ εἰς τὰ τῆς Δήμητρος ἁμαρτὼν μυστήρια * διὰ τὸ πρότερον ἀκόλαστον ὄντα, νύκτωρ κωμάσαντα, θραῦσαί τι τῶν ἀγαλμάτων τοῦ θεοῦ, καὶ εἰσαγγελθέντα, ἐπειδὴ οὐκ ἠβουλήθη, ὃν ἐξῄτουν οἱ κατήγοροι, δοῦλον ἐκδοῦναι, διαβληθῆναι, καὶ πρὸς τὴν αἰτίαν τῆς δευτέρας γραφῆς ὕποπτον γενέσθαι· ἣν μετ’ οὐ πολὺν χρόνον τοῦ ἐπὶ Σικελίαν στόλου συνέβη γενέσθαι. Κορινθίων εἰσπεμψάντων ** Λεοντίνους τε καὶ Αἰγεσταίους ἄνδρας ἰδίᾳ, μελλόντων βοηθεῖν αὐτοῖς τῶν Ἀθηναίων, νύκτωρ τοὺς περὶ τὴν ἀγορὰν Ἑρμᾶς περιέκοψαν, ὡς Κράτιππός φησι ⟦ τρος ἁμαρτὼν μυστήρια ⟧ κριθεὶς ἐπὶ τούτοις ἀπέφυγεν ἐπὶ τῷ μηνύσειν τοὺς ἀδικοῦντας. Dionys. |
| 2 | Halic. De Thuc. c. 16: Πολλὰ καὶ ἄλλα τις ἂν εὕροι δι’ ὅλης τῆς ἱστορίας ἢ τῆς ἄκρας ἐξεργασίας τετυχηκότα καὶ μήτε πρόσθεσιν δεχόμενα μήτ’ ἀφαίρεσιν, ἢ ῥᾳθύμως ἐπιτετροχασμένα καὶ οὐδὲ τὴν ἐλαχίστην ἔμφασιν ἔχοντα τῆς δεινότητος ἐκείνης, μάλιστα δ’ ἐν ταῖς δημηγορίαις καὶ ἐν τοῖς διαλόγοις καὶ ἐν ταῖς ἄλλαις ῥητορείαις. Ὧν προνοούμενος ἔοικεν ἀτελῆ τὴν ἱστορίαν καταλιπεῖν, ὡς καὶ Κράτιππος ὁ συνακμάσας αὐτῷ καὶ τὰ παραλειφθέντα ὑπ’ αὐτοῦ συναγαγὼν γέγραφεν, οὐ μόνον ταῖς πράξεσιν αὐτὰς ἐμποδὼν γεγενῆσθαι λέγων, ἀλλὰ καὶ τοῖς ἀκούουσιν ὀχληρὰς εἶναι. Τοῦτό γέ τοι συνέντα αὐτὸν ἐν τοῖς τελευταίοις τῆς ἱστορίας φησὶ μηδεμίαν τάξαι ῥητορείαν, πολλῶν μὲν κατὰ τὴν Ἰωνίαν γενομένων, πολλῶν δ’ ἐν ταῖς Ἀθήναις, ὅσα διὰ λόγων καὶ δημηγοριῶν ἐπράχθη. Εἴ γέ τοι τὴν πρώτην καὶ τὴν ὀγδόην βίβλον ἀντιπαρεξετάζοι τις ἀλλήλαις, οὔτε τῆς αὐτῆς ἂν προαιρέσεως δόξειεν ἀμφοτέρας ὑπάρχειν οὔτε τῆς αὐτῆς δυνάμεως. Ἡ μὲν γὰρ, ὀλίγα πράγματα καὶ μικρὰ περιέχουσα, πληθύει τῶν ῥητορειῶν, ἡ δὲ, περὶ πολλὰς καὶ μεγάλας συνταχθεῖσα πράξεις, δημηγορικῶν σπανίζει λόγων. Marcellin. |
| 3 | Vit. Thuc. c. 46: Οἱ μὲν οὖν αὐτὸν ἐκεῖ λέγουσιν ἀποθανεῖν ἔνθα καὶ διέτριβε φυγὰς ὤν ... Δίδυμος δ’ ἐν Ἀθήναις ἀπὸ τῆς φυγῆς ἐλθόντα βιαίῳ θανάτῳ· τοῦτο δέ φησι Ζώπυρον ἱστορεῖν· τοὺς γὰρ Ἀθηναίους κάθοδον δεδωκέναι τοῖς φυγάσι πλὴν τῶν Πεισιστρατιδῶν μετὰ τὴν ἧτταν τὴν ἐν Σικελίᾳ· ἥκοντα οὖν αὐτὸν ἀποθανεῖν βίᾳ, καὶ τεθῆναι ἐν τοῖς Κιμωνείοις μνήμασιν. Καὶ καταγινώσκειν εὐήθειαν ἔφη τῶν νομιζόντων αὐτὸν ἐκτὸς μὲν τετελευτηκέναι, ἐπὶ γῆς δὲ τῆς Ἀττικῆς τεθάφθαι· ἢ γὰρ οὐκ ἂν ἐτέθη ἐν τοῖς πατρῴοις μνήμασιν, ἢ κλέβδην τεθεὶς οὐκ ἂν ἔτυχεν οὔτε στήλης οὔτε ἐπιγράμματος, ἣ τῷ τάφῳ προσκειμένη τοῦ συγγραφέως μηνύει τοὔνομα· ἀλλὰ δῆλον ὅτι κάθοδος ἐδόθη τοῖς φεύγουσιν, ὡς καὶ Φιλόχορος λέγει καὶ Δημήτριος ἐν τοῖς Ἄρχουσιν. Ἐγὼ δὲ Ζώπυρον ληρεῖν νομίζω λέγοντα τοῦτον ἐν Θρᾴκῃ τετετλευτηκέναι, κἂν ἀληθεύειν νομίζῃ Κράτιππος αὐτόν. |