eul_wid: kws-aa

Bato of Sinope On the Tyrants of Ephesus in Greek

On the Tyrants of Ephesus is a lost historical work by the Hellenistic historian Bato of Sinope, who likely wrote in the third or second century BCE. Surviving only in nine fragments, the work provides anecdotal accounts of Ephesian tyrants, representing a sub-genre of historical biography focused on the moralizing depiction of autocratic abuses. The surviving passages present brief, illustrative narratives concerning rulers of Ephesus such as Pythagoras, Athenagoras, and Melas, emphasizing themes of hubris, the nature of tyrannical power, and its specific manifestations within the political context of Ephesus. The work is transmitted exclusively through quotations in later compilers, primarily Athenaeus’s Deipnosophistae and Clement of Alexandria’s Stromata from the second and third centuries CE; the fragments are collected in the modern scholarly corpus Fragmente der griechischen Historiker under the number 268. Cited by later authors for its illustrative anecdotes, the work served as a source of exempla on tyrannical behavior. It exemplifies the Hellenistic interest in local history and political biography, contributing to the understanding of Ephesus’s political history despite its fragmentary state.

t1-2 ΠΕΡΙ ΤΩΝ ΕΝ ΕΦΕΣῼ ΤΥΡΑΝΝΩΝ. Athenaeus VII: Τοὺς γοῦν θεραπευομένους ὑπ’ αὐτοῦ τὰς ἱερὰς καλουμένας νόσους, συγγράφεσθαι ἠνάγκαζεν, ὅτι ὑπακούσονται αὐτῷ δοῦλοι περισωθέντες.
1 Καὶ ἠκολούθουν ὁ μέν τις Ἡρακλέους σκευὴν ἔχων, καὶ καλούμενος Ἡρακλῆς (Νικόστρατος δ’ ἦν οὗτος, ὁ Ἀργεῖος, ἱερὰν νόσον θεραπευθείς. Μνημονεύει δ’ αὐτῶν Ἔφιππος ἐν Πελταστῇ, λέγων ὧδε· Οὐ Μενεκράτης μὲν ἔφασκεν εἶναι Ζεὺς θεὸς, Νικόστρατος δ’ ἁργεῖος, ἕτερος Ἡρακλῆς)· ἄλλος δέ τις, ὡς Ἑρμῆς, χλαμύδ’ ἔχων καὶ κηρύκειον, πρὸς δὲ τούτοις πτερά· ὡς ὁ Ζελείτης Νικαγόρας, ὁ καὶ τῆς πατρίδος τυραννήσας, ὡς ἱστορεῖ Βάτων ἐν τοῖς Περὶ τῶν ἐν Ἐφέσῳ τυράννων. Suidas: Πυθαγόρας Ἐφέσιος, καταλύσας δι’ ἐπιβουλῆς τὴν τῶν Βασιλειδῶν καλουμένην ἀρχὴν, ἀνεφάνη τε τύραννος πικρότατος, καὶ τῷ μὲν δήμῳ καὶ τῇ πληθύι ἦν τε καὶ ἐδόκει κεχαρισμένος, ἅμα τὰ μὲν αὐτοὺς ἐπελπίζων ὑποσχέσεσιν, τὰ δὲ ὑποσπείρων αὐτοῖς ὀλίγα κέρδη· τούς γε μὴν ἐν ἀξιώσει τε καὶ δυνάμει περισυλῶν καὶ δημεύων φορητὸς οὐδαμὰ οὐδαμῆ ἦν.
2 Καὶ κολάσαι δὲ πικρότατα οὐκ ἂν ὤκνησε, καὶ ἀφειδέστατα ἀποκτεῖναι οὐδὲν ἀδικοῦντας· ἐξελύττησε γὰρ εἰς ταῦτα ἔρως τις χρημάτων ἄμετρος· καὶ διαβολαῖς ταῖς εἰς τοὺς πλουσίους ἐκριπισθῆναι κουφότατος ἦν. Ἀπέχρησε μὲν οὖν καὶ ταῦτα ἂν κάκιστα ἀνθρώπων ἀπολέσαι αὐτόν· ἤδη δὲ καὶ τοῦ θείου κατεφρόνει. Τῶν γοῦν προειρημένων, οἷς ἐπέθετο, παμπόλλους ἐν τοῖς ναοῖς ἀπέκτεινε· ἑνὸς δὲ τὴν θυγατέρα καταφυγοῦσαν εἰς τὸ ἱερὸν ἀναστῆσαι μὲν αὐτὴν βιαίως οὐκ ἐτόλμησεν, συνεχῆ δὲ φυλακὴν ἐπιστήσας ἐξετρύχωσεν ἄρα ἐς τοσοῦτον, ὡς βρόχῳ τὴν κόρην τὸν λιμὸν ἀποδρᾶναι. Οὐκοῦν ἠκολούθησε δημοσία νόσος καὶ τροφῶν ἀπορία· καὶ σαλεύων ὁ Πυθαγόρας ὑπὲρ ἑαυτοῦ εἰς Δελφοὺς ἀπέστειλε, καὶ ᾔτει λύσιν τῶν κακῶν. Ἡ δὲ ἔφη, νεὼν ἀναστῆσαι καὶ κηδεῦσαι τοὺς νεκρούς. Ἦν δὲ πρὸ Κύρου τοῦ Πέρσου, ὥς φησι Βάτων. (ΠΕΡΙ ΤΩΝ ΕΝ ΣΥΡΑΚΟΥΣΑΙΣ ΤΥΡΑΝΝΩΝ.
) Περὶ τῆς Ἱερωνύμου τυραννίδος. Athenaeus VI: Ἱερωνύμου δὲ, τοῦ Συρακοσίων τυράννου, Θράσονα, τὸν Κάρχαρον ἐπικαλούμενον, Βάτων ὁ Σινωπεὺς ἱστορεῖ ἐν τῷ Περὶ τῆς τοῦ Ἱερωνύμου τυραννίδος, προσφέρεσθαι φάσκων αὐτὸν ἑκάστοτε πολὺν ἄκρατον.
3 Τοῦτον δ’ ἐποίησεν ἀναιρεθῆναι ὑπὸ τοῦ Ἱερωνύμου ἕτερος κόλαξ, Ὦσις ὄνομα· καὶ αὐτὸν δὲ τὸν Ἱερώνυμον ἀνέπεισε διάδημά τε ἀναλαβεῖν, καὶ τὴν πορφύραν καὶ τὴν ἄλλην πᾶσαν διασκευὴν, ἣν ἐφόρει Διονύσιος ὁ τύραννος. ΠΕΡΙ ΘΕΣΣΑΛΙΑΣ ΚΑΙ ΑΙΜΟΝΙΑΣ.
4 Athenaeus, XIV: Βάτων δ’ ὁ Σινωπεὺς, ὁ ῥήτωρ, ἐν τῷ Περὶ Θεσσαλίας καὶ Αἱμονίας σαφῶς ἐμφανίζει τὴν τῶν Σατουρναλίων ἑορτὴν Ἑλληνικωτάτην, φάσκων αὐτὴν παρὰ τοῖς Θεσσαλοῖς Πελώρια καλεῖσθαι, γράφων οὕτως· «Θυσίας κοινῆς τοῖς Πελασγοῖς γινομένης ἀναγγεῖλαί τινα τῷ Πελασγῷ ἄνδρα, ᾧ ὄνομα ἦν Πέλωρος, διότι ἐν τῇ Αἱμονίᾳ σεισμῶν μεγάλων γενομένων ῥαγείη τὰ Τέμπη ὄρη ὀνομαζόμενα, καὶ διότι διὰ τοῦ διαστήματος ὁρμῆσαν τὸ τῆς λίμνης ὕδωρ ἐμβάλλοι εἰς τὸ τοῦ Πηνειοῦ ῥεῖθρον, καὶ τὴν πρότερον λιμνάζουσαν χώραν ἅπασαν γεγυμνῶσθαι, καὶ ἀναξηραινομένων τῶν ὑδάτων, πεδία θαυμαστὰ τῷ μεγέθει καὶ τῷ κάλλει ἀναφαίνεσθαι. Ἀκούσαντα οὖν τὸν Πελασγὸν τὴν τράπεζαν ἀφθόνως αὑτῷ κεκοσμημένην τῷ Πελώρῳ παραθεῖναι. Καὶ τοὺς ἄλλους δὲ φιλοφρονουμένους ἕκαστον φέρειν ὅ τι ἔχοι παρ’ αὑτῷ βέλτιστον, καὶ παρατιθέναι ἐπὶ τὴν τράπεζαν τῷ ἀπαγγείλαντι, καὶ αὐτὸν τὸν Πελασγὸν προθύμως διακονεῖν, καὶ τῶν ἄλλων τοὺς ἐν ἀξιώματι ὄντας ὑπηρετεῖν, καθότι ἑκάστῳ ὁ καιρὸς παρέπιπτε. Διόπερ φασὶν, ἐπεὶ τὴν χώραν κατέσχον, ἀπομίμημα τῆς τότε γενομένης ἑορτῆς, θύοντας Διὶ Πελώρῳ, τραπέζας τε λαμπρῶς κοσμοῦντας προτιθέναι, καὶ οὕτως φιλάνθρωπον τὴν πανήγυριν συντελεῖν, ὥστε καὶ τοὺς ξένους ἅπαντας ἐπὶ τὴν θοίνην παραλαμβάνειν, καὶ τοὺς δεσμώτας λύειν, καὶ τοὺς οἰκέτας κατακλίναντας μετὰ πάσης παρρησίας ἑστιᾶν, διακονούντων αὐτοῖς τῶν δεσποτῶν· καὶ τὸ σύνολον ἔτι καὶ νῦν Θεσσαλοὺς μεγίστην ἑορτὴν ἄγοντας προσαγορεύειν Πελωρίαν.» ΑΤΤΙΚΑΙ ΙΣΤΟΡΙΑΙ.
5 (t) E LIBRO SECUNDO. Schol. Pindar. Isthm. III (IV), 104: Βάτος δὲ ἐν δευτέρῳ Ἀττικῶν ἱστοριῶν Πολύδωρον, Ἀνίκητον, Μηκιστόφονον, Πατροκλέα, Τοξόκλειτον, Μενεβρόντην, Χερσίβιον. Plutarch.
6 Agid. c. 15: Ὁ δὲ Σινωπεὺς Βάτων αὐτὸν οὐκ ἐθέλειν μάχεσθαί φησι Ἆγιν Ἀράτου κελεύοντος, οὐκ ἐντετυχηκὼς οἷς Ἄρατος γέγραφε περὶ τούτων ἀπολογιζόμενος. ΠΕΡΙ ΙΩΝΟΣ ΤΟΥ ΠΟΙΗΤΟΥ.
7 Athenaeus X: Βάτων δ’ ὁ Σινωπεὺς ἐν τοῖς Περὶ Ἴωνος τοῦ ποιητοῦ φιλοπότην φησὶ γενέσθαι καὶ ἐρωτικώτατον τὸν Ἴωνα. Καὶ αὐτὸς δὲ ἐν τοῖς ἐλεγείοις ἐρᾶν μὲν ὁμολογεῖ Χρυσίλλης τῆς Κορινθίας, Τελέου δὲ θυγατρός. ἧς καὶ Περικλέα τὸν Ὀλύμπιον ἐρᾶν φησι Τηλεκλείδης ἐν Ἡσιόδοις.