eul_wid: lqi-aa

Archemachus of Euboea Euboean History and Customs in Greek

The Euboean History and Customs is a lost local history of the island of Euboea, written in the Hellenistic period by Archemachus of Euboea. Preserved only in fragmentary quotations by later authors such as Strabo, Harpocration, and Apollonius, the work treated the island’s mythology, early history, and distinctive customs. Its content encompassed founding myths for Euboean cities, descriptions of local religious rites and sanctuaries, and accounts of wondrous natural phenomena. The fragments reveal an effort to integrate heroic mythology with narratives of historical settlement, thereby articulating a distinct Euboean identity within the broader context of Greek culture. As an authoritative source on Euboean topography and tradition for subsequent ancient writers, the work remains a valuable resource for modern scholars studying the island’s antiquity and the conventions of Hellenistic local historiography.

t1-5 ΕΥΒΟΪΚΑ. E LIBRO TERTIO.
1 Athenaeus VI: Ἀρχέμαχος δ’ ἐν τῇ τρίτῃ Εὐβοϊκῶν «Βοιωτῶν (φησὶ) τῶν τὴν Ἀρναίαν κατοικισάντων οἱ μὴ ἀπάραντες εἰς τὴν Βοιωτίαν, ἀλλ’ ἐμφιλοχωρήσαντες παρέδωκαν ἑαυτοὺς τοῖς Θετταλοῖς δουλεύειν καθ’ ὁμολογίας, ἐφ’ ᾧ οὔτε ἐξάξουσιν αὐτοὺς ἐκ τῆς χώρας, οὔτε ἀποκτενοῦσιν· αὐτοὶ δὲ, τὴν χώραν αὐτοῖς ἐργαζόμενοι, τὰς συντάξεις ἀποδώσουσιν. Οὗτοι οὖν, οἱ κατὰ τὰς ὁμολογίας καταμείναντες καὶ παραδόντες ἑαυτοὺς, ἐκλήθησαν τότε μὲν μενέσται, νῦν δὲ πενέσται. Καὶ πολλοὶ τῶν κυρίων ἑαυτῶν εἰσιν εὐπορώτεροι.» Clemens Alex.
2 Strom. I, 21: Εὐθυμένης δὲ ἐν τοῖς Χρονικοῖς συνακμάσαντα (Ὅμηρον) Ἡσιόδῳ ἐπὶ Ἀκάστου ἐν Χίῳ γενέσθαι περὶ τὸ διακοσιοστὸν ἔτος ὕστερον τῆς Ἰλίου ἁλώσεως (φησί). Ταύτης δέ ἐστι τῆς δόξης καὶ Ἀρχέμαχος ἐν Εὐβοϊκῶν τρίτῳ. Harpocratio: Κοτύλαιον ὄρος· Αἰσχίνης ἐν τῷ Κατὰ Κτησιφῶντος.
3 Ἔοικε τὸ ὄρος τῆς Εὐβοίας εἶναι· Ἀρχέμαχος γοῦν ἐν γʹ Εὐβοϊκῶν φησί· «Κότυλος μὲν οὖν φαίνεται κατασχεῖν τὸ νῦν ἀπ’ ἐκείνου Κοτύλαιον καλούμενον.» Apud Stephan.
3a Byz. legitur Κοτύλαιον, ὄρος Εὐβοίας, ἀνακείμενον Ἀρτέμιδι, ὡς Ἀντίμαχος ἐν Ἀρτέμιδος βʹ. E LIBRO QUARTO.
4 Harpocratio: Ἁλόννησος, νησύδριον ἐν τῷ Αἰγαίῳ πελάγει. Αἰσχίνης ἐν τῷ Κατὰ Κτησιφῶντος, ὡς καὶ Ἀρχέλαος ἐν δʹ Εὐβοϊκῶν. Μνημονεύει δὲ τῆς ἀμφισβητήσεως τῆς Περὶ Ἁλοννήσου καὶ Θεόπομπος ἐν δʹ καὶ Ἀναξιμένης ἐν δʹ Φιλιππικῶν. E LIBRO INCERTO Plinius H.
5 (t) N. VII: Longa nave primum navigasse ... Archemachus ( dicit ) Aegaeonem. ΜΕΤΩΝΥΜΙΑΙ.
6 Schol. Apoll. Rhod. IV, 262: Πάντων ἀρχαιοτάτους εἶναι Αἰγυπτίους Ἀρχέμαχος ἐν ταῖς Μετωνυμίαις. Plutarch.
7 De Is. et Os. c. 27: Οὐ γὰρ ἄλλον εἶναι Σάραπιν ἢ τὸν Πλούτωνά φασι, καὶ Ἶσιν τὴν Περσέφασσαν, ὡς Ἀρχέμαχος εἴρηκεν ὁ Εὐβοεὺς, καὶ ὁ Ποντικὸς Ἡρακλείδης, τὸ χρηστήριον ἐν Κανώβῳ Πλούτωνος ἡγούμενος εἶναι. Strabo X: Ἀρχέμαχος δʹ ὁ Εὐβοεύς φησι τοὺς Κουρῆτας ἐν Χαλκίδι συνοικῆσαι· συνεχῶς δὲ περὶ τοῦ Ληλάντου πεδίου πολεμοῦντας, ἐπειδὴ οἱ πολέμιοι τῆς κόμης ἐδράττοντο τῆς ἔμπροσθεν, καὶ αὐτοὺς κατέσπων, ὄπισθεν κομῶντας γενέσθαι, τὰ δ’ ἔμπροσθεν κείρεσθαι· διὸ καὶ Κουρῆτας ἀπὸ τῆς κουρᾶς κληθῆναι· μετοικῆσαι δ’ εἰς τὴν Αἰτωλίαν, καὶ κατασχόντας τὰ περὶ Πλευρῶνα χωρία· τοὺς δὲ πέραν οἰκοῦντας τοῦ Ἀχελῴου, διὰ τὸ ἀκούρους φυλάττειν τὰς κεφαλὰς, Ἀκαρνᾶνας καλεῖσθαι.
9 Schol. Pind. Pyth. III, 120: Τὸ Ἰόνιον πέλαγος τὸ περὶ Σικελίαν τὸ ὄνομα ἔλαβεν, ὡς μὲν ἔνιοι, ἀπὸ Ἰοῦς· Θεόπομπος δὲ ἀπὸ Ἰονίου ἀνδρὸς Ἰλλυριοῦ, Ἀρχέμαχος δὲ ἀπὸ τῶν ἀπολλυμένων ἐν αὐτῷ Ἰαόνων.