Alexander the Ephesian Poet Fragments and Title in Greek
No specific oration titled Fragments and Title is attested for Alexander of Ephesus, a Hellenistic poet and scholar of the third century BCE. The provided metadata, which describes an oration of three passages, appears to be a modern descriptive label for excerpts rather than the title of a genuine ancient work. Alexander, also known as Alexander Aetolus, is remembered as a poet, tragedian, and literary editor within the Alexandrian scholarly tradition. His known surviving works consist only of fragments, including pieces of tragedies, elegies, and epigrams, preserved through citation by later authors such as Athenaeus and Stobaeus. The Suda provides a biography and lists his literary productions, which encompass tragedies and various poems, but it records no orations. Consequently, the content, transmission, and significance of an oration attributed to him cannot be assessed, as no such work is documented in the historical or philological record.
| 21 | Φαινόμενα ὑψοῦ δ’ ἄλλοθεν ἄλλος ὑπέρτερον ἔλλαχε κύκλον· ἀγχοτάτη μὲν δῖα Σεληναίη περὶ γαῖαν, δεύτερος αὖ Στίλβων χελυοξόου Ἑρμείαο, τῷ δ’ ἔπι Φωσφόρος ἐστὶ φαεινότατος Κυθερείης, τέτρατος αὐτὸς ὕπερθεν ἐπ’ Ἠέλιος φέρεθ’ ἵπποις, πέμπτος δ’ αὖ Πυρόεις φονίου Θρήϊκος Ἄρηος, ἕκτος δ’ αὖ Φαέθων Διὸς ἀγλαὸς ἵσταται ἀστήρ, ἕβδομος 〈αὖ〉 Φαίνων Κρόνου ἀγχόθι τέλλεται ἄστρον· πάντες δ’ ἑπτατόνοιο λύρης φθόγγοισι συνῳδὸν ἁρμονίην προχέουσι, διαστάσει ἄλλος ἐπ’ ἄλλῃ· γαῖα μὲν οὖν ὑπάτη τε βαρεῖά τε μεσσόθι ναίει· ἀπλανέων δὲ σφαῖρα συνημμένη ἔπλετο νήτη· μέσσην δ’ Ἠέλιος πλαγκτῶν θέσιν ἔσχεθεν ἄστρων· τοῦ δ’ ἀπὸ δὴ ψυχρὸς μὲν ἔχει διὰ τέσσαρα κύκλος· κείνου δ’ ἡμίτονον Φαίνων ἀνίησι χαλασθείς, τοῦ δὲ τόσον Φαέθων ὅσον ὄβριμος Ἄρεος ἀστήρ· Ἠέλιος δ’ ὑπὸ τοῖσι τόνον τερψίμβροτος ἴσχει, αἴγλης δ’ Ἠελίοιο τριημίτονον Κυθέρεια· ἡμίτονον δ’ ὑπὸ τῷ Στίλβων φέρεθ’ Ἑρμείαο, τόσσον δὲ χρωσθεῖσα φύσιν πολυκαμπέα Μήνη· κέντρου δ’ Ἠελίοιο θέσιν διὰ 〈πέντ’〉 ἔλαχε χθών· αὕτη πεντάζωνος ἀπ’ ἠέρος εἰς φλογόεν πῦρ ἁρμοσθεῖς’ ἀκτῖσι πυρὸς κρυερῇσί τε πάχναις οὐρανοῦ ἑξατόνου τόνον ἔσχεθε τὸν διὰ πασῶν. |
| 36 | τοίην τοι σειρῆνα Διὸς πάϊς ἥρμοσεν Ἑρμῆς, ἑπτάτονον κίθαριν, θεομήστορος εἰκόνα κόσμου· Εὐρώπη Δυσραχίου τ’ Ἐπίδαμνος ἐπ’ ἀγχιάλου χθονὸς ἀκτῆς Ἐλίμειον Ἑρκύνιον Τυρακή Ἀσία Δῶρός τ’ ἀγχίαλός τ’ Ἰόπη προύχουσα θαλάσσης Μελίταια Σάταλα εἰς Ὑρκανίδα λίμνην μεσσοβαθὴς δ’ ἄρα νῆσος ἁλὸς κατὰ βένθος Ἐρυθρῆς Ὤγυρις, ἔνθα τε τύμβος ἁλὸς μεδέοντος Ἐρύθρα κέκληται Βήλου δ’ αὖ Κίτιόν τε καὶ ἱμερόεσσα Λάπηθος νῆσος τετράπλευρος, ἁλιστέφανος Ταπροβάνη, θηρονόμος πέπληθεν ἐϋρρίνων ἐλεφάντων. |
| 38 | Ἀσία καὶ Λιβύη †οἱ δὲ κάτω Πελασγίδα Χαονίην† χαλκείῳ δὲ λέβητι μέγαν διενήξατο πόντον |