eul_wid: dha-aa

Achaios of Eretria Fragments on Athletes and Satyrs in Greek

The Fragments on Athletes and Satyrs is a modern title for the collected remnants of the lost satyr plays by the 5th-century BCE tragedian Achaios of Eretria. The 105 extant fragments, preserved by later authors such as Athenaeus and in the Suda lexicon, originate from known plays including Aithon, Hephaistos, Iris, Omphale, and Philoctetes. These fragments indicate that his satyr plays treated mythological subjects with a comic and Dionysiac perspective, likely featuring parody of gods and heroes, revelry centered on the satyr chorus, and metatheatrical humor involving disguise. No complete play survives; the fragments were transmitted indirectly, quoted by later grammarians and lexicographers for their linguistic or proverbial content. Aristotle criticized Achaios's style as ambiguous when taken out of context, though the Suda ranked his satyr plays second only to those of Aeschylus. Achaios was included in the Hellenistic tragic canon, and his fragments are of significant scholarly importance, providing crucial evidence for the scope and variety of the satyr play genre in classical Athens beyond the sole complete surviving example, Euripides' Cyclops.

ΑΔΡΑΣΤΟΣ
1 ἀργᾶς
ΑΖΑΝΕΣ
ΧΟΡΟΣ
2.1 νῦν οὖν ἡμεῖς ἱκέται θαλλοὺς
2.2 στεφέων τε σέβας τίθεμεν πρὸ ποδῶν
2.3 τῶν σῶν, λῆξαι
2.4 τῆς ἀστόργου Ζηνὸς θυσίας.
ΑΘΛΑ
Α
3.1 πότερα θεωροῖς εἴτ’ ἀγωνισταῖς λέγεις;
Β
3.2 πόλλ’ ἐσθίουσιν, ὡς ἐπασκούντων τρόπος.
Α
3.3a ποδαποὶ γάρ εἰσιν οἱ ξένοι;
Β
3.3b Βοιώτιοι.
4*.1 γυμνοὶ γὰρ ὤθουν φαιδίμους βραχίονας
4*.2 ἥβῃ σφριγῶντες ἐμπορεύονται, νέῳ
4*.3 στίλβοντες ἄνθει καρτερὰς ἐπωμίδας·
4*.4 ἅδην δ’ ἐλαίου στέρνα καὶ ποδῶν κύτος
4*.5 χρίουσιν ὡς ἔχοντες οἴκοθεν τρυφήν.
5.1 ἰσάργυρόν τ’ εἰς χεῖρα Κυπρίου λίθου
5.2 δώσουσι κόσμον χριμάτων τ’ Αἰγυπτίων
5.3 ἄλειμμα.
ΑΙΘΩΝ ΣΑΤΥΡΙΚΟΣ
6.1 ἐν κενῇ γὰρ γαστρὶ τῶν καλῶν ἔρως
6.2 οὐκ ἔστι· πεινῶσιν γὰρ ἡ Κύπρις πικρά.
7.1 κεκερματίσθω δ’ ἄλλα μοι παροψίδων
7.2 κάθεφθα καὶ κνισηρὰ παραφλογίσματα.
8.1 πεταλίδων δέ τοι συῶν
8.2 μορφαῖς ταῖσδε πόλλ’ ἐπάιον.
ΣΑΤΥΡΟΣ Α
9.1 μῶν Ἁχελῷος ἦν κεκραμένος πολύς;
ΣΑΤΥΡΟΣ Β
9.2 ἀλλ’ οὐδὲ λεῖξαι τοῦδε τῷ γένει θέμις.
ΣΑΤΥΡΟΣ Α
9.3 καλῶς μὲν οὖν ἄγειν σκύθη πιεῖν.
10.1 βακκάρει χρισθέντα καὶ ψυκτηρίοις
10.2 πτεροῖς ἀναστήσαντα προσθίαν τρίχα.
ΣΑΤΥΡΟΣ
11.1 χαῖρ’ ὦ Χάρων, χαῖρ’ ὦ Χάρων, χαῖρ’ ὦ Χάρων, —
11.2 ἦ που σφόδρα θυμοῖ;
ΑΛΚΜΕΩΝ ΣΑΤΥΡΙΚΟΣ
ΣΑΤΥΡΟΣ
12,13.1 καρυκκοποιοὺς προσβλέπων βδελύσσομαι.
12,13.2 τίς ὑποκεκρυμμένος μένει,
12,13.3 σαραβάκων κοπίδων συνομώνυμε;
14.1 ἀλλ’ ὡς τάχιστα μέλανα δεῦρ’ ἀμνὸν φέρειν
14.2 κοινόν τε χρὴ κρατῆρα καὶ κυλιχνίδας.
15 ἀμηνίτως.
ΑΛΦΕΣΙΒΟΙΑ
16 ἔναστρος ὥστε μαινάς.
ΕΡΓΙΝΟΣ
ΗΦΑΙΣΤΟΣ ΣΑΤΥΡΙΚΟΣ
ΔΙΟΝΥΣΟΣ
17.1 θοίνῃ σε πρῶτον τέρψομεν· πάρεστι δέ.
ΗΦΑΙΣΤΟΣ
17.2 τὸ δεύτερον δὲ τῷ με κηλήσεις τρόπῳ;
ΔΙΟΝΥΣΟΣ
17.3 μύρῳ σε χρίσω πάμπαν εὐόσμῳ δέμας.
ΗΦΑΙΣΤΟΣ
17.4 ὕδωρ δὲ νίψαι χεῖρας οὐ πρόσθεν δίδως;
ΔΙΟΝΥΣΟΣ
17.5 ἡνίκα τράπεζά γ’ ἐκποδὼν ἀπαίρεται.
ΘΗΣΕΥΣ
18 Ἄρτεμις Σαρωνία.
18a ὀξυπρῴρῳ ταύρῳ.
ΙΡΙΣ ΣΑΤΥΡΟΙ
19.1 λιθάργυρος
19.2 ὄλπη παρῃωρεῖτο χρίματος πλέα
19.3 τὸν Σπαρτιάτην γραπτὸν κύρβιν ἐν διπλῷ ξύλῳ.
20 Διόνυσος ἀκατάσχετος.
21 ἀκτηρίς.
22 ἐκολλόπωσε.
23 σελῆναι.
ΚΑΤΑΠΕΙΡΑ
23a δίχολοι γνῶμαι.
ΚΥΚΝΟΣ
24,43.1 Κύκνου δὲ πρῶτα πρὸς δόμους ἐλήλυμεν.
24,43.2 τοιοῦδε φωτὸς πρὸς δόμους ἐλήλυτε.
25.1 πεινῶντι δ’ ἀνδρὶ μᾶζα τιμιωτέρα
25.2 χρυσοῦ τε κἀλέφαντος.
ΛΙΝΟΣ ΣΑΤΥΡΙΚΟΣ
ΣΑΤΥΡΟΙ
26.1 ῥιπτοῦντες ἐκβάλλοντες ἀγνύντες, τί μ’ οὐ
26.2 λέγοντες· ὦ κάλλιστον Ἡρακλείδιον
26.3 λάταξ.
ΜΟΙΡΑΙ
27.1 πολὺς γὰρ ὅμιλος
27.2 πόντιος κυκλοσοβῶν, ἐνάλιος θεωρία,
27.3 χραίνοντες οὐραίοισιν εὐδίαν ἁλός.
ΣΙΛΗΝΟΣ
28 βαβαὶ βαβαί, βήσομαι γυναῖκας.
ΜΩΜΟΣ
29 Ἄρης ὁ λῃστὴς ξὺν δορὶ ξὺν ἀσπίδι.
ΟΙΔΙΠΟΥΣ
30 ἀκάθαρτον.
31 ἐκλωτίζεται.
ΟΜΦΑΛΗ ΣΑΤΥΡΙΚΗ
32 ὡς εὔδουλος, ὡς εὔοικος ἦν.
ΣΑΤΥΡΟΣ
33.1 ὁ δὲ σκύφος με τοῦ θεοῦ καλεῖ πάλαι
33.2 τὸ γράμμα φαίνων· δέλτ’, ἰῶτα καὶ τρίτον
33.3 οὖ, νῦ τό τ’ ὖ πάρεστι, κοὐκ ἀπουσίαν
33.4 ἐκ τοὐπέκεινα σὰν τό τ’ οὖ κηρύσσετον.
34.1 ἡλίσκετ’ ἆρα καὶ πρὸς ἀσθενῶν ταχύς
34.2 καὶ πρὸς χελώνης αἰετὸς βραχεῖ χρόνῳ.
35 Φαναῖος Ἀπόλλων.
ΠΕΙΡΙΘΟΥΣ
36 ἀμφερκῆ πίθον.
ΦΙΛΟΚΤΗΤΗΣ
ΑΓΑΜΕΜΝΩΝ
37.1 ὥρα βοηθεῖν ἐστ’· ἐγὼ δ’ ἡγήσομαι.
37.2 προσβαλλέτω τις χεῖρα φασγάνου λαβῇ,
37.3 σάλπιγγι δ’ ἄλλος ὡς τάχος σημαινέτω·
37.4 ὥρα ταχύνειν, ἐλελελεῦ.
ΦΡΙΞΟΣ
38 Πελεός.
ΑΔΗΛΑ
40 Ταραντῖναι βαφαί.
41 ἐδεξιοῦτο Βιβλίνου μέθης ἐκπώματι.
42 ἦ τοσούσδ’ Αἴτνη τρέφει κοχλίας κεράστας;
44 ἥκω πεπραγὼς δεινά, σὺ δ’ ὑγίαινέ μοι.
47 χάσκοντα λιμῷ μόσχον ὡς χελιδόνος.
48 αἰόλη.
49* καιρότερον.
50 κύτταροι.
51? μάλευρον.
52 νυμφόβας.
53? πανόπτης.
54 ἀλιάποδα.
55 δραχμῇ παχείᾳ.
56* οἴνη.