eul_wid: cpi-aa
DOI 10.5281/zenodo.20335421

Testimonies by Theodorus of Cyrene

Testimonies is five passages from Plato’s Theaetetus on Theodorus of Cyrene: incommensurable sides from 3 to 17, each shown in turn.

Dramatic date 399 BCE. No book of Theodorus survives. The Greek is γεωμετρία inside a dialogue, not an autograph στοιχεῖα.

1 IAMBL. V. P. 267 p. 193, 4 Κυρηναῖοι Πρῶρος ..., Θεόδωρος.
2 EUDEM. fr. 84 ἐφ’ οἷς Ἱπποκράτης ὁ Χῖος ... καὶ Θ. ὁ Κυρηναῖος ἐγένοντο περὶ γεωμετρίαν ἐπιφανεῖς.
3 DIOG. II 103 Θεόδωροι δὲ γεγόνασιν εἴκοσι. πρῶτος Σάμιος υἱὸς Ῥοίκου ... δεύτερος Κυρηναῖος γεωμέτρης, οὗ διήκουσε Πλάτων.
4 (2) PLAT. Theaet. 145 c Sokr. λέγε δή μοι· μανθάνεις που παρὰ Θεοδώρου γεωμετρίας ἄττα. —Theaet. ἔγωγε. —καὶ τῶν περὶ ἀστρονομίαν τε καὶ ἁρμονίας καὶ λογισμούς; —προθυμοῦμαί γε δή. —καὶ γὰρ ἐγώ, ὦ παῖ, παρά τε τούτου καὶ παρ’ ἄλλων, οὓς ἂν οἴωμαί τι ἐπαΐειν. 147 D περὶ δυνάμεών τι ἡμῖν Θεόδωρος ὅδε ἔγραφεν τῆς τε τρίποδος πέρι καὶ πεντέποδος ἀποφαίνων ὅτι μήκει οὐ σύμμετροι τῆι ποδιαίαι καὶ οὕτω κατὰ μίαν ἑκάστην προαιρούμενος μέχρι τῆς ἑπτακαιδεκάποδος. 148 A ὅσαι μὲν γραμμαὶ τὸν ἰσόπλευρον καὶ ἐπίπεδον ἀριθμὸν τετραγωνίζουσι, μῆκος ὡρισάμεθα, ὅσαι δὲ τὸν ἑτερομήκη, δυνάμεις, ὡς μήκει μὲν οὐ συμμέτρους ἐκείναις τοῖς δ’ ἐπιπέδοις ἃ δύνανται. καὶ περὶ τὰ στερεὰ ἄλλο τοιοῦτον. 161 B οἶσθ’ οὖν, ὦ Θεόδωρε, ὃ θαυμάζω τοῦ ἑταίρου σου Πρωταγόρο υ; 162 A Theod. ὦ Σώκρατες, φίλος ἁνήρ. ὥσπερ σὺ νῦν δὴ εἶπες.
5 XENOPH. Mem. IV 2, 10 ἀλλὰ μὴ γεωμέτρης ἐπιθυμεῖς, ἔφη, γενέσθαι ἀγαθὸς ὥσπερ ὁ Θεόδωρος;