Letters to King ArchelausἘπιστολαὶ πρὸς Ἀρχέλαον
Euripides the Tragedian Letters to King Archelaus PDF
The Letters to King Archelaus is a lost prose correspondence attributed to the Athenian tragedian Euripides. Ancient biographical tradition holds that Euripides composed these letters to Archelaus, the king of Macedon, during the final years of his life, approximately between 408 and 406 BCE. No text from the collection survives; its existence is recorded solely in later sources, most notably the tenth-century Byzantine encyclopedia known as the Suda. The letters are situated within the well-documented episode of Euripides’s departure from Athens to reside at the Macedonian court in Pella. King Archelaus was a prominent patron of Hellenic culture who actively recruited leading Greek artists and thinkers. The presumed correspondence forms a key element in the biographical narrative of the poet’s later years, exemplifying the dynamic between a preeminent literary figure and his royal benefactor. Although their precise subjects remain unknown, the letters are generally believed to have addressed literary, philosophical, or personal affairs related to Euripides’s life and work in Macedonia. This tradition significantly contributed to the enduring historical portrait of Euripides as an intellectual who concluded his career under the patronage of a northern Greek monarch.
| 1 1 (t) [10] | Ἀρχελάῳ βασιλεῖ. Τὸ μὲν ἀργύριον ἀνεπέμψαμέν σοι πάλιν, ὅπερ ἡμῖν Ἀμφίας ἐκόμιζεν, οὐ δόξαν κενὴν θηρώμενοι, εἰ μή γε καὶ ἀχθεσθήσεσθαί σε μᾶλλον ἢ ἀποδέξεσθαι ἡμᾶς δι’ αὐτὸ ἐνομίζομεν, τοὺς δ’ ἄλλους αὐτὸ δὴ τοῦτο καὶ μάλιστα πάντων συκοφαντεῖν ἐπιχειρήσειν ὡς ἐπίδειξιν οὖσαν τὸ πρᾶγμα καὶ πρόσχημα μᾶλλον εἰς τοὺς πολλούς, οὐ μεγαλοφροσύνην οὐδεμίαν. ὥστε τούτοιν μὲν ἀμφοῖν ἕνεκα κἂν ἐδεξάμεθα (καὶ Κλίτων δὲ ἐπέστειλεν ἡμῖν, ὅπως λάβοιμεν, ἀπειλήσας ὀργιεῖσθαι μὴ λαβοῦσιν), ἀλλ’ ὡς τὸ μὲν αὔταρκες ἡμῖν τε καὶ τοῖς φίλοις παρόν, τὸ δὲ ὑπὸ σοῦ πεμφθὲν πλεῖον ἢ ὅσον ἥ τε κτῆσις ἥρμοζε καὶ ἦν ἡμῖν ἡ φυλακὴ ῥᾳδία. περὶ δὲ τῶν Πελλαίων νεανίσκων καὶ πρότερον ἤδη ἐπεστείλαμέν σοι δεόμενοι, καὶ νῦν δεόμεθα σῶσαί τε αὐτοὺς καὶ ἀνεῖναι τῶν δεσμῶν· οὐδὲν γὰρ ἀδικεῖν ἐοίκασιν ἢ οὐδὲν βλάψειν ἀφεθέντες ἔτι. |
| 1 2 [10] | μέτριον δὲ καὶ τὸ χαρίσασθαι δεομένοις ἡμῖν καὶ τὸ ἐλεῆσαι δὲ τὸν πατέρα αὐτῶν γέροντα, ὡς ἔστι πυνθάνεσθαι τῶν εὐγενεστάτων ἐν Πέλλῃ καὶ κατὰ τἄλλα δοκίμων, ὃς αὐτὸς ἐλθὼν Ἀθήναζε ἐφ’ ἡμᾶς κατέφυγεν, ἐλπίσας δύνασθαί τι παρὰ σοί, καὶ ἐδεήθη ταῦτα ἐπιστεῖλαί σοι. ἀλλὰ μὴ φαυλότερος γένῃ περὶ ἡμᾶς ἢ ἐκεῖνος ὑπέλαβεν. Σοφοκλεῖ. |
| 2 1 (t) [5] | Ἐκομίσθη Ἀθήναζε, ὦ Σοφόκλεις, ἡ παρὰ τὸν εἰς Χίον πλοῦν γενομένη σοι συμφορά, καὶ ἴσθι οὕτω διατεθεῖσαν τὴν πόλιν ἅπασαν, ὡς μηδὲ τοὺς ἐχθροὺς ἧσσον ἀχθεσθῆναι τῶν φίλων. τὸ δὲ τοσούτου κακοῦ ἥκοντος περισώζεσθαί σε καὶ τὸ τῶν συνόντων σοι φίλων μηδὲ θεραπόντων ἀποβαλεῖν μηδένα, οὐκ ἄλλο τι ἔγωγε ἢ θεοῦ πρόνοιαν γενέσθαι πείθομαι. ἡ μέντοι περὶ τὰ δράματα συμφορά, ἣν τίς οὐχὶ κοινὴν ἁπάσης τῆς Ἑλλάδος νομίσειεν ἄν, δεινὴ μέν, ἀλλὰ περιόντος γε σοῦ ῥᾳδίως ἐπανορθωθήσεται. σκόπει δ’ ὅπως ἀσφαλεστέραν ἢ ταχυτέραν ποιήσαιο τὴν ἐπάνοδον, καὶ εἴ τι ἄρα ἡ θάλασσα ἢ τὸ κρύος παραχρῆμα νηχόμενόν γε ἢ ὕστερον κακῶσαι δοκεῖ, ῥαΐσας τὸ σῶμα πρότερον ἡσυχῆ ἐπάνιθι, καὶ τὰ οἴκοι ἴσθι κατὰ νοῦν καὶ ὅσα ἐπέστειλας ἐπιτελῆ ὄντα. |
| 2 2 [10] | ἄσπασαι Χιονίδην τε καὶ Λαπρέπην, καὶ εἰδέτωσαν ἡμᾶς οὐχ ἥκιστα καὶ ἐπ’ αὐτοῖς χαίροντας ὅτι σώζονται. Ἀντιγένη τὸν ἰατρόν, εἴπερ ἔτι ἐν Χίῳ καταλαμβάνεις καὶ μὴ ἀπῆρκέ πω εἰς Ῥόδον, ἄσπασαι, καὶ ἴσθι ἀνδρῶν βέλτιστον ὄντα, καὶ τοὺς Κρατίνου υἱεῖς. Ἀρχελάῳ βασιλεῖ. |
| 3 1 (t) [15] | Ἀφίκετο Ἀθήναζε πρὸς ἡμᾶς ὁ Πελλαῖος γέρων ἅμα τοῖς ἑαυτοῦ νεανίσκοις, καὶ ἐγένετο ἡ ὄψις, ὦ βέλτιστε βασιλεῦ, ἡδεῖα μὲν ἐμοὶ τῷ θεωμένῳ τε καὶ δι’ ὃν ταῦτα ἐγένετο, καλὴ δὲ καὶ σοὶ ἀπόντι καὶ φέρουσα δόξαν πολλὴν καὶ ζῆλον παρὰ πᾶσι τοῖς τε ἐπιτηδείοις τοῖς ἐμοῖς καὶ Ἀθηναίων ὁπόσοι εἶδον· εἶδον δὲ πολλοί, καὶ οὐδεὶς ὅστις οὐκ ἠγάσθη τέ σου τῆς φιλανθρωπίας καὶ συνηύξατό σοι τὰ ἀγαθά. περιῄει γὰρ ὁ γέρων οὐ πολλαῖς πάνυ ἡμέραις πρότερον ἐνθάδε ῥυπῶν τε καὶ κόμην ἔχων ἐν οὕτω πάνυ λιτῇ τινὶ ἐλπίδι τεθειμένος τὴν σωτηρίαν τῶν παίδων, λαμπρός τε ἐξαίφνης καὶ μετὰ δυοῖν παίδοιν νεανίαιν, θύων τε τοῖς θεοῖς, ἐμέ τε ὑμνῶν καὶ περιέπων, ὅτι σώσαιμι αὐτῷ τοὺς υἱέας, καὶ τὴν πόλιν τῶν Ἀθηναίων, ὅτι τοιούτους πολίτας τρέφει. ἐγὼ δὲ πολλὰ μὲν καὶ ἕτερα εἰπεῖν ἔχω, οὐ βούλομαι δέ, ἐπιδεικνὺς ὅσῳ πλείονα ἐκ τούτου σεαυτὸν ὤνησας ἢ ἄλλον τινὰ ἀνθρώπων, δοκεῖν διὰ τοῦτο ἐλάττω σοι χάριν ἔχειν. |
| 3 2 [5] | ὁμολογῶ δὲ αὐτός τε εὖ τὰ μέγιστα πεπονθέναι καὶ πειράσεσθαι τοῦ καλοῦ τούτου ἔργου πολλὰ πάνυ καὶ μεγάλα παρασχεῖν σοι χαριστήρια, ὅτι οὔτε τὸν δείλαιον γέροντα ἐκεῖνον, ὅτε ἠτύχει, τῆς ἐφ’ ἡμῖν οὔτε ἡμᾶς τῆς ἐπὶ σοὶ γενομένης ἐψεύσω ἐλπίδος. Τῷ αὐτῷ. |
| 4 1 (t) [5] | Καὶ τὰ περὶ τοὺς Πελλαίους, ὦ βέλτιστε Ἀρχέλαε, καὶ πολλὰ ἄλλα πεπολίτευταί σοι καλῶς καὶ πρὸς ἐμὲ καὶ πρὸς ἑτέρους ἐπιεικεῖς τε καὶ σπουδῆς ἀξίους πολλούς, καὶ οὐχ ἧσσον αὐτά, εὖ ἴσθι, ὅσα πρὸς ἄλλους τινάς, ἢ ὅσα πρὸς ἡμᾶς ἰδίᾳ πέπρακταί σοι καλῶς, ἐπιμελές μοι εἰδέναι, οὐ φιλοπράγμονι ὄντι, ἀλλὰ χαίροντι ἐφ’ οἷς εὐδοκιμοῦντα πυνθάνομαί σε, καὶ χάριν σοι οὐκ ἐλάττω ὑπὲρ αὐτῶν ἔχω· οὐ γὰρ ἀφ’ ὧν αὐτὸς ἔπαθόν τι ἰδίᾳ δεῖν μᾶλλον ἡσθῆναι ἢ ὅτι σε τοιοῦτον ὄντα ἔγνων ἔγωγε νομίζω. ταὐτὸ δὴ τοῦτό μοι περίεστιν ἀπὸ παντὸς ἔργου, ὅ τι ἂν εἰς ὁντινοῦν τῶν ἐπιεικῶν πυνθάνωμαί σε καλῶς πεπολιτευμένον. καὶ μέμνησο τούτων, ὦ βέλτιστε Ἀρχέλαε, ὅτι τὰ μὲν ἄλλα οὐδὲν πλέον ἢ πολλοὺς πόνους καὶ πολλὰς φροντίδας ἔδωκέ σοι ὁ θεός, ἓν δὲ ἔδωκεν ἀγαθόν, δύνασθαι εὖ ποιεῖν οὓς ἂν ἐθέλῃς, θέλειν δὲ δεῖ τοὺς ἀξίους. |
| 4 2 [15] | καὶ τὰ μὲν ἄλλα ἐπ’ αὐτῷ βουλομένῳ ἐστὶν ἀφελέσθαι, ἓν δὲ οὐδὲ βουληθείς ποτε ἀφαιρήσεται, τὸ πολλοὺς εὖ πεποιηκέναι. ὥστε εὖ ἴσθι, ὅτι οὐδεμία μείζων ἀνδρὶ γενομένῳ ποτὲ ἐν δυνάμει μεταμέλεια καὶ πολυωδυνία γίγνεται ἢ εἰ διδόντος τοῦ θεοῦ μηδένα ἔδρασεν ἀγαθὸν μηδὲ ἕν, βουλομένῳ δὲ δρᾶν πέπαυται διδοὺς ὁ θεός. ἀλλ’ οὐ σύ γε ἂν τοῦτο πώποτε πάθοις, οὐδὲ ἀνιάσῃ ὅτι οἴχεται ὁ καιρὸς εἰς ἀνθρώπων εὐεργεσίαν ἀνεθεὶς φροῦδος ἤδη καὶ πέπαυται παρὼν ὁ θεός, ἀλλὰ καὶ παρέσται μὲν ἀεὶ καὶ στήσεται κατόπιν ἀξίῳ γε ὄντι καὶ χρωμένῳ ταῖς ἑαυτοῦ χάρισι δεξιῶς. ἀλλὰ δῆτα, κἂν ἐπίσχῃ πνέων, πάντως ἤδη καὶ πόλεις καὶ ἔθνη καὶ ἰδιῶται πολλοὶ καὶ ᾔσθοντο τῆς σῆς δυνάμεως οὐ σὺν κακῷ, καὶ ἔχουσιν ἀπόμοιραν τῆς σῆς εὐπραξίας. |
| 4 3 [15] | καὶ οἱ μὲν πόνοι παύσαιντ’ ἂν ἐκστάντος σοῦ καὶ τὸ κινδυνεύειν καὶ αἱ φροντίδες, τὸ δὲ συνειδὸς ὧν τε ἔπαθον τοῖς παθοῦσι καὶ σοὶ τῷ πεποιηκότι ἀεὶ μενεῖ οὐ μικρὸν οὔτε κτῆμα οὔτε ἀπόλαυσμα, ἀλλὰ ἀρκοῦν τοῦτο καὶ ἐν δυσπραγίαις ἡδονὰς παρέχειν. ταῦτα δὴ παρακελεύομαι πράσσειν τε ἀεὶ καὶ μὴ ἀποκάμνειν, ὥσπερ οὐδ’ ἀποκάμοις ἄν, οὐδ’ ἔστι τις τούτου κόρος, τὰ δ’ ἄλλα πράως ὁμοίως καὶ δεξιῶς χρῆσθαι τῇ παρούσῃ δυνάμει· καὶ γὰρ τοῦτο αὐτὸ οὐκ ἄλλον τινὰ ἀνθρώπων, οὐδ’ ὅστις τεθνήξεσθαι παραχρῆμα μέλλων σοῦ κελεύσαντος ἀφεθῇ, ἐκεῖνον μᾶλλον ἢ σεαυτὸν εὐφρανεῖ τὸ τοιοῦτον εἶναι τὸν τρόπον. ἔτι γε μὴν καὶ τὸ τοὺς ἁπανταχόθι τιμῆς καὶ λόγου τινὸς τῶν Ἑλλήνων ἀξίους καὶ μάλιστα τοὺς κατὰ τὰς τέχνας σπουδαζομένους καὶ πάλιν αὖ μάλιστα τούτων ἁπάντων τοὺς ποιεῖν ἢ λέγειν τι κατὰ παιδείαν δυναμένους μετακαλεῖσθαί σε πανταχόθεν καὶ χορηγίαις τῶν ἐπιτηδείων ἀφθόνοις καὶ ταῖς ἄλλαις φιλοφροσύναις τημελεῖν, ὅπως ἀπαλλαγέντες τῶν ἄλλων φροντίδων ἐπιδιδῶσιν ἀεὶ διὰ σὲ καὶ προΐωσιν ἐν ταῖς ἑαυτῶν ἕκαστοι τέχναις, καὶ τούτων ἀναπιμπλάναι τὸν οἶκον, ἀλλὰ μὴ κολάκων καὶ βωμολόχων ἀνθρώπων, καὶ τούτους θεραπεύειν αὐτόν, οὐχ ὑπ’ ἐκείνων θεραπεύεσθαι, μᾶλλον ὁμολογοῦντα, ὥσπερ ἔστι πυνθάνεσθαι πολλάκις, ὅτι ἐπ’ ἐκείνοις μᾶλλόν ἐστι τὸ σὲ εἶναι ὁποῖος εἶ καὶ τὸ τοιοῦτον ὄντα παρὰ τοῖς ἔπειτα ἀνθρώποις λόγου τυχεῖν, ἢ ἐπὶ σοὶ τὸ ἐκείνους εὐτυχεῖν· ἐκείνοις μέν γε, κἂν ὑπολίπωσιν αἱ παρὰ σοῦ δωρεαί, καὶ πλοῦτον αὐτάρκη καὶ δόξαν εἶναι καὶ ἡδονὴν τὰς τέχνας. |
| 4 4 [25] | τίς ς’ οὐκ ἂν ἀγάσαιτο καὶ μακαρίσειε τούτων ἁπάντων, καὶ μάλιστα ὅτι ὁμολογοῦσιν ἤδη καὶ ἴσασι πάντες εἰς τοῦτό σε ἥκοντα τῆς πρὸς τοὺς συνόντας σοι φιλανθρωπίας, ὥστε τὴν μὲν ἰσχὺν καὶ πάνυ σοι συμβάλλεσθαι, τὸ δὲ ὄνομα μηδὲν ἀντιπράσσειν τὸ τοῦ βασιλέως εἰς τὸ στέργεσθαι ὑπὸ τῶν φίλων. Κηφισοφῶντι. |
| 5 1 (t) [5] | Καὶ ἀφικόμεθα εἰς Μακεδονίαν, ὦ βέλτιστε Κηφισοφῶν, τό τε σῶμα οὐ μοχθηρῶς διατεθέντες καὶ ὡς οἷόν τε μάλιστα ἦν ἐπιεικῶς κομιζόμενοι συντόμως, καὶ ἀπεδέξατο ἡμᾶς Ἀρχέλαος, ὡς εἰκός τε ἦν καὶ προσεδοκῶμεν ἡμεῖς, οὐ δωρεαῖς μόνον, ὧν οὐδὲν ἐχρῄζομεν ἡμεῖς, ἀλλὰ καὶ φιλοφροσύναις, ὧν οὐδ’ ἂν εὔξαιτό τις μείζους παρὰ βασιλέων. καὶ κατελάβομεν Κλίνωνα ἐρρωμένον, καὶ ἔστιν ἡμῖν σὺν ἐκείνῳ τὰ πολλὰ καί, ὅταν τύχῃ, σὺν Ἀρχελάῳ ἄμεμπτος ἡ διαγωγή, πρός τε τοῖς ἔργοις οὐδὲν κωλυόμεθα τοῖς τούτων γίγνεσθαι. ἀλλὰ πολὺς μὲν ἔγκειται ὁ Κλίτων, πολὺς δὲ καὶ ὁ Ἀρχέλαος, ἑκάστοτε φροντίζειν τι καὶ ποιεῖν τῶν εἰωθότων ἀναγκάζοντες, ὥστε ἔμοιγε μισθὸν οὐκ ἀηδῆ μὲν οὖν οὐδὲ ἄπονον δοκεῖ Ἀρχέλαος ἀναπράσσεσθαι τῶν τε δωρεῶν, ὧν ἔδωκέ μοι εὐθὺς ἀφικομένῳ, καὶ ὅτι εἱστία με λαμπρότερον ἢ ἐμοὶ φίλον ἦν ἑκάστης ἡμέρας. περὶ δὲ ὧν ἐπέστειλας ἡμῖν σὺ μὲν εὖ ποιεῖς ἐπιστέλλων ἃ δοκεῖς ἡμῖν εἰδέναι διαφέρειν· ἴσθι μέντοι μηδὲν μᾶλλον ἡμῖν ὧν νῦν Ἀγάθων ἢ Μέσατος λέγει μέλον ἢ τῶν Ἀριστοφάνους φληναφημάτων οἶσθά ποτε μέλον. |
| 5 2 [5] | καὶ τούτοις γε ἂν ἀδικήσαις ἡμᾶς εἰς τὰ μάλιστα ἀποκρινάμενός ποτε, κἂν ὅλως μὴ παυομένους τῆς ἀναγωγίας αὐτοὺς ὁρᾷς. ἢν μέντοι τις τῶν ἀξίων περὶ Εὐριπίδου λέγειν τι ἢ ἀκούειν αἰτιᾶται ἡμᾶς τῆς πρὸς Ἀρχέλαον ὁδοῦ, ἃ μὲν τὸ πρόσθεν εἴπομεν περὶ τοῦ μὴ δεῖν εἰς Μακεδονίαν ἡμᾶς ἀποδημεῖν ἐπιστάμενος, ἃ δὲ μετὰ ταῦτα ἡμᾶς ἀπηνάγκασε βαδίσαι ἀγνοῶν, τοῦτον δὲ ἄξιον νόμιζε δηλοῦν αὐτῷ ἅπερ οἶσθα, ὦ Κηφισοφῶν, καὶ οὕτω πεπαύσεται ἀγνοῶν τὰς αἰτίας καὶ ἅμα, ὅπερ εἰκός ἐστι τὸν ἀγνοοῦντα πάσχειν, καταγινώσκων ἡμῶν ὡς φιλοχρημάτων γενομένων. οὐ γάρ που δὴ πορφύραν καὶ σκῆπτρον φορεῖν ἢ φρούρια λαβόντας ἐν Τριβαλλοῖς ἡγεῖσθαι ὑπάρχους καλουμένους ὀρεχθῆναί τις ἂν φήσειεν ἡμᾶς καὶ διὰ τοῦτο δὴ στείλασθαι τὴν πρὸς Ἀρχέλαον ὁδόν, ἀλλὰ δῆλον ὅτι πλούτου ἕνεκα. |
| 5 3 [5] | εἶτα πῶς ὃν ὅτε νέοι τε καὶ ὅτε μέσοι τὴν ἡλικίαν ἦμεν, καὶ ὃν ἔτι ζώσης ἡμῖν τῆς μητρός, ἧς ἕνεκα ἂν μόνης ἐβουλόμεθα πλουτεῖν, εἴπερ ἄλλως ἐβουλόμεθα, οὐχ ὅπως ἐδιώξαμεν, ἀλλὰ καὶ ἀπεωσάμεθα ἐγκείμενον, τὸν αὐτὸν τοῦτον πλοῦτον ἤδη τηλικοῖσδε οὖσιν ἡμῖν ἱμερτὸν εἶναι εἰκότως ἄν τις νομίσειεν, εἰ μὴ διὰ τοῦτο ἄρα πολλὰ λαβεῖν σὺν ἀδοξίᾳ τέ τινι ἡμετέρᾳ καὶ οὐδὲ ἀπολαύσει ἔτι οὐδεμιᾷ ἐπεθυμήσαμεν, ἵνα ἐν βαρβάρῳ γῇ ἀποθάνωμεν, καὶ ἵνα πλείονα Ἀρχελάῳ καταλίπωμεν χρήματα; ἔτι δὲ δὴ καὶ προσθείης ὅτι, ἐπειδὴ τάχιστα ἀφικόμεθα εἰς Μακεδονίαν, ὀλίγαις ὕστερον ἡμέραις τεσσαράκοντα τάλαντα ἀργυρίου διδόντος Ἀρχελάου καὶ ἀγανακτοῦντος ὅτι οὐ λαμβάνοιμεν, ἀντέσχομεν μὴ λαβεῖν, τῶν δὲ ἄλλων δώρων ὁπόσα ἢ Κλίτων ἔδωκεν ἡμῖν ἢ Ἀρχέλαος ἔπεισε λαβεῖν, οὐκ ἔσθ’ ὅ τι ἐνθάδε ὑπολελείμμεθα, ἀλλ’ οἴχονται αὐτὰ φέροντες οἵπερ καὶ ταύτην τὴν ἐπιστολὴν φέρουσιν, ὑμῖν τοῖς αὐτόθι ἑταίροις καὶ ἐπιτηδείοις νεμήσοντες ἅπαντα. |
| 5 4 [5] | τίς δ’ ἂν οὕτως εὑρεθείη ἔτι σκαιὸς καὶ βάσκανος τὸν τρόπον, ὅστις ἂν φιλοχρηματίᾳ με θελχθέντα ταύτην ἀποδημῆσαι ὑπολάβοι τὴν ἀποδημίαν; ἀλλὰ δήπου ἀλαζονείαν τινὰ ἢ τοῦ δύνασθαί τι μέγα ἐπιθυμίαν ἐροῦσιν. ἀλλ’ ἡ μὲν δύναμις ἡμῖν καὶ μένουσιν Ἀθήνησιν ἡ παρὰ Ἀρχελάου καὶ πάλαι ἦν, ἄλλως τε καὶ Κλίτων οὐ τοσοῦτον ἐδύνατο μέγα τοῦ μὴ ἄλλον ἢ ὃν προῃρούμην ἐξ ἀρχῆς τρόπον βιοῦν ἐμέ, μηδ’ ὅπου μὴ ἐθέλοιμι ἀποθανεῖν, τελευταῖον δὲ καὶ παρέχειν λόγους ἐσαεὶ τοῖς κακῶς βουλομένοις ἡμᾶς λέγειν. |
| 5 5 [15] | εἰ δὲ δὴ καὶ δυνάμεώς τινος ὠρέχθημεν, τί ἄλλο ταύτῃ τῇ δυνάμει ἢ πρῶτον μὲν εἰς τὰ τῆς πόλεως, ἔπειτα εἰς τὰ τῶν φίλων χρήσεσθαι ἐμέλλομεν; ἀλαζονείας τε ἕνεκα πολὺ ἂν μᾶλλον ἐν ὄψει τῶν τε φίλων καὶ οὐχ ἥκιστα τῶν ἐχθρῶν δύνασθαί τι ἐβουλόμεθα. καὶ μὴν εὐμετάβολόν γέ με οὔτε εἰς τὰ ἐπιτηδεύματα οὔτε εἰς ὑμᾶς τοὺς φίλους καὶ οὐχ ἧσσον εἰς τοὺς ἐχθροὺς σκοπῶν εἴποι τις ἄν, οἷς ἅπασιν ἐκ νέου μέχρι τοῦ νῦν τοῖς αὐτοῖς κέχρημαι πλὴν ἑνὸς ἀνδρός, Σοφοκλέους· πρὸς γὰρ δὴ τοῦτον μόνον ἴσασί με τάχα οὐχ ὁμοίως ἀεὶ τὴν γνώμην ἔχοντα. ὃν ἐγὼ ἐμίσησα μὲν οὐδέποτε, ἐθαύμασα δὲ ἀεί, ἔστερξα δ’ οὐχ ὁμοίως ἀεί, ἀλλὰ φιλοτιμότερον μέν τινα εἶναί ποτε δόξας ὑπεῖδον, βουληθέντα δὲ διαλύσασθαι τὰ νείκη προθυμότατα ὑπεδεξάμην. |
| 5 6 [15] | καὶ ἀλλήλους μέν, ἐξ ὅτου συνέβη, στέργομέν τε καὶ στέρξομεν, τοὺς δ’ ἐμβάλλοντας ἡμῖν πολλάκις τὰς ὑπονοίας εἶναι ἐκ τοῦ ἡμᾶς ἀπεχθάνεσθαι τὸν ἕτερον θεραπεύοντες, ἄν τι πλεῖον ἔχωσι, διαβεβλήμεθα. καὶ νῦν, ὦ βέλτιστε Κηφισοφῶν, οἶδ’ ὅτι οὗτοί εἰσιν οἱ τοὺς περὶ ἡμῶν λόγους ἐμβάλλοντες εἰς τοὺς ὄχλους· ἀλλ’ ὥσπερ ἀεὶ ἄπρακτοι αὐτῶν αἱ κακαὶ γλῶσσαι ἐγένοντο καὶ γέλωτα ἐξ αὐτῶν καὶ μῖσος, οὐδὲν πλέον, ὠφλίσκανον, καὶ νῦν ἴσθι ὅτι οὐκ ἄπρακτοι μόνον ἀλλὰ καὶ ἐπὶ κακῷ σφίσιν ἔσονται. σὺ μέντοι εὖ ποιεῖς περὶ τούτων ἡμῖν γράφων, ἐπειδήπερ οἴει ἡμῖν διαφέρειν· ἀλλ’ ὥσπερ εὖ ποιεῖς γράφων, οὕτως ἀδικεῖν σε φήσαιμ’ ἂν ἡμᾶς ἀντιλέγοντα ὑπὲρ αὐτῶν τοῖς οὐκ ἀξίοις. |