---
title: On the Scale of Blondness
title_greek: Περὶ σταθμοῦ ξανθώσεως
author: Zosimus of Panopolis
eul_wid: tyc-bk
eul_aid: tyc
canonical: "https://eulogikon.org/works/zosimus-panopolis-scale-blondness-tyc-bk"
period: Late Antique
dialect: Technical Koine
domain: Science
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On the Scale of Blondness

*Περὶ σταθμοῦ ξανθώσεως*

**Author:** Zosimus of Panopolis

**eul_wid:** `tyc-bk` · [HTML page](https://eulogikon.org/works/zosimus-panopolis-scale-blondness-tyc-bk)

## Text

### 2.182

ΠΕΡΙ ΣΤΑΘΜΟΥ ΞΑΝΘΩΣΕΩΣ Διατί ὁ Ἀγαθοδαίμων ἐμνημόνευσεν; οὐχ ἵνα σταθμὸν διδάξῃ, ἀλλ’ ἵνα κρόκου καὶ ἐλυδρίου τὸ διπλάσιον τῶν ἄλλων ποῶν βάλλῃ· αὗται γάρ εἰσι βαπτικώτεραι· τὸν γὰρ σταθμὸν κατὰ ἀνάλογον τοῦ λευκοῦ θείου ποιεῖ· ἔκ τε θείων καὶ ὑδάτων καὶ ποῶν ὕδωρ θεῖον, ὃ καλεῖται παρ’ αὐτοῖς ὕδωρ ἄθικτον. Ἐκ τούτου ποτίζουσιν ἑψοῦντες τὸ λευκὸν σύνθεμα καὶ ξανθοῦται. Καὶ ὄπτα ὡς ἤκουσας πρότερον, ἁρπάζων πάλιν ἕως οὗ ξανθωθῇ. Ὁμοίως δέ ἐστιν τοῦτο σταθμὸς καὶ ξάνθωσις. Οὗτος ὁ περὶ σταθμῶν καθὼς προεῖπεν ὁ λόγος. Δεῖ δὲ εἰδέναι ὅτι ἐν τῷ ἐπιχειρεῖν τὸ πρᾶγμα πολλὰ αἴτια συμβαίνει· τὰ μὲν ὀφθαλμοφανῶς, τὰ δὲ οὔ. Ἔστι δὲ τὰ πρῶτα πλυνόμενα ἢ μιγνύμενα, μολυβδόχαλκος, καὶ τὰ ὅμοια, πυρίτης καὶ τὰ ὅμοια. Δεῖ δὲ καὶ τὸν πυρίτην καὶ τὸν ἀνδροδάμαντα, μὴ ὄξει .

### 2.183

πρῶτον οἰκονομεῖσθαι, καθὼς ἔχουσιν αἱ γραφαὶ, ἵνα μὴ τὸ χαλκῶδες αὐτοῦ ἰωθῇ, τὰ δὲ ὕστερον συμμισγόμενα κινναβάρει, καὶ τὰ ὅμοια· ἢ ἐγχωρεῖ καὶ ἐν ἡλίῳ, καὶ τὰ ὅμοια. Μαρία γὰρ πρὸ πάντων μολυβδόχαλκον καὶ τὰς ποιήσεις· ἢ γὰρ καῦσις ἣν πάντες οἱ ἀρχαῖοι κηρύττουσιν, Μαρία πρώτη φησίν· «Ὁ χαλκὸς καεὶς θείῳ καὶ ἀνακαμφθεὶς νιτρελαίῳ καὶ ἐκτιναχθεὶς, καὶ πολλάκις τὰ αὐτὰ παθῶν, χρυσὸς κρεῖττον ἀσκίαστος γίνεται.» Καὶ τοῦτο ὁ θεὸς εἶπεν· «Ἴστε πάντες ἀπὸ τῆς πείρας ὅτι καύσαντες τὸν χαλκὸν θείῳ οὐδὲν ἐποιήσατε· ἐπὰν δὲ καύσῃ τοῦτο τὸ θεῖον, τότε οὐ μόνον ἀσκίαστον ποιεῖ, ἀλλὰ καὶ ἐπὶ τὸν χρυσὸν βαδίζοντα.» Ἔνθεν καὶ Μαρία ἐν τοῖς ὑποκάτω τοῦ ζωδίου καὶ δεύτερον αὐτὸ ἐβόα, καί φησιν· «Καὶ τοῦτό μοι ὁ θεὸς ἐχαρίσατο· ὅτι χαλκὸς πρῶτον καίεται θείῳ, εἶτα σῶμα τῆς μαγνησίας· καὶ ἐκφυσᾶτε ἕως ἐκφύγωσιν ἀπ’ αὐτοῦ μετὰ τὴς σκιᾶς τὰ θειώδη. Καὶ γίνεται χαλ κὸς ἀσκίαστος. Οὕτως οὖν πάντες καίουσιν. Ἡ Μωσέως μάζα· «Οὕτως καίεται θείῳ, καὶ ἁλὶ καὶ στυπτηρίᾳ, θείῳ λευκῷ λέγω. Οὕτως καὶ Χίμης εἰς πολλοὺς τόπους καίει μάλιστα τὴν δι’ ἐλυδρίου. Οὕτως καὶ Πηβίχιος · «Καὶ ἡ ἐν δαφνίνοις ξύλοις». Περι φραστικῶς τῷ λευκῷ θείῳ ἀπὸ τῶν φύλλων δάφνης αἰνίττεται. Οὗτος ὁ περὶ σταθμῶν λόγος. Τοῦτο οὖν ἄνω καὶ κάτω Μαρία εἰς μυρίας τάξεις ἔλεγεν. «Τὸν ἡμέτερον χαλκὸν καῦσον τῷ θείῳ, καὶ ἐκτιναχθεὶς, ἔσται ἀσκίαστος.» Οὐ γὰρ μόνον οἶδεν καίειν τῷ λευκῷ αὐτῷ θείῳ, ἀλλὰ .

### 2.183

καὶ λευκαίνειν καὶ ἄσκιον ποιεῖν. Ἐν τούτῳ Δημόκριτος καίει, καὶ λευκαίνει καὶ ἄσκιον ποιεῖ. Πάλιν τὸ ξανθὸν θεῖον οὐ μόνον καίουσιν, ἀλλὰ καὶ ἀσκιαστοῦσιν καὶ ξανθοῦσιν. Τοῦτο ὁ Δημόκριτος λέγει· «Τὴν γὰρ αὐτὴν ἐνέργειαν ἔχει ὁ κρόκος τῇ νεφέλῃ, ὡς ἡ κασία τῷ κινναμώμῳ.» Καὶ ἐν τῇ μάζᾳ Μοϋσέως ἐπὶ τέλει ὁμοίως κεῖται· «Πότιζε ὕδατι θείου ἀθίκτου, καὶ ἔσται ξανθὸν, ἀσκίαστον». Δηλονότι καείς. Αὕτη οὖν καῦσις, αὕτη λεύκωσις ἢ ξάνθωσις, αὕτη ἐν τοῖς δυσὶν ἀσκίαστος· Οὕτως καίονται καὶ ἐκτινάσσονται τὸν χαλκὸν, χρυσῷ ἶσον, ἀσκίαστον ποιήσετε, καὶ πρὸς δίπλωσιν ἀργύρου καὶ χρυσοῦ ἔτοιμον. Οὐδεὶς δὲ 〈πλὴν〉 τὴν πᾶσαν ὁδὸν ἐπιστάμενος δίπλωσιν κατεργάζεται· ἐπεὶ ὅμοιος τῷ τὰς σταφυλὰς ὄμφακας ὄντας ἔτι τρύγοντι. Τινὲς τῷ παντὶ ὀστράκῳ ἐν ὑαλοῖς κύβοις ἑψοῦσιν καὶ ὀπτῶσιν ἐπὶ τῆς κηροτακίδος· καὶ ταῦτα καλοῦσιν ληκύθια. Ὁ Ἀγαθοδαίμων ἐν ταῖς λειώσεσιν ἰσχυρῶς καὶ ἰατρικῶς κολλούρια ἀγωγῇ εἶπεν λειοῦσθαι. Αὕτη οὖν ἐστιν καῦσις σωμάτων· οὗτος ὁ περὶ σταθμῶν λόγος· αὕτη καλεῖται καῦσις, λεύκωσις. Ἡ δὲ τοῦ θείου αὕτη καλεῖται λεύκωσις καὶ ἀσκίαστος· ἡ λεύκωσις αὕτη καλεῖται ἴωσις, καὶ ἐξίωσις καὶ λεύκωσις. Πάλιν δὲ καὶ εἰς δεύτερον καλεῖται λεύκωσις ξάνθωσις, καὶ ἀσκίαστος ξάνθωσις, καὶ ἴωσις, ξάνθωσις. Καὶ ὁ προφήτης Χίμης χορεύων, μετὰ ἐξεπιβολὰς ἔλεγεν· δεὶς [ἔλεγεν] αὐτὸν ἄσκιον ξανθόν. Ἑξῆς δέ σοι ὁ περὶ θείου ὕδατος καὶ ἰώσεως ἤτοι σήψεως λαληθήσεται τρόπος.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: tyc-bk`.
