---
title: "On the Use of Round Alum, Counterargument"
title_greek: Περὶ τοῦ χρηστέον στυπτηρίᾳ στρογγύλῃ ἀντίλογος
author: Zosimus of Panopolis
eul_wid: tyc-ao
eul_aid: tyc
canonical: "https://eulogikon.org/works/zosimus-panopolis-round-alum-counterargument-tyc-ao"
period: Late Antique
dialect: Technical Koine
domain: Science
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On the Use of Round Alum, Counterargument

*Περὶ τοῦ χρηστέον στυπτηρίᾳ στρογγύλῃ ἀντίλογος*

**Author:** Zosimus of Panopolis

**eul_wid:** `tyc-ao` · [HTML page](https://eulogikon.org/works/zosimus-panopolis-round-alum-counterargument-tyc-ao)

## Text

### [17]

ΠΕΡΙ ΤΟΥ ΧΡΗΣΤΕΟΝ ΣΤΥΠΤΗΡΙᾼ ΣΤΡΟΓΓΥΛῌ ΑΝΤΙΛΟΓΟΣ Ἔγνως ὅτι ἓν τὸ πᾶν, καὶ τοῦ παντὸς γέγονεν τὸ πᾶν. Ἰστέον δὲ καθὼς ἀπεδείξαμεν ἐν τοῖς προτέροις μου ὑπομνήμασιν ὅτι πάντα ὑφ’ ἓν γενόμενα ἕν τι τῶν σωμάτων καλοῦσι, μάλιστα τὸν χαλκόν· καὶ σῶμα μαγνησίας φάσκουσιν οἱ φιλόσοφοι. [17]

### 2 172

Οὐ μόνον δὲ νεφέλη ποιεῖ τὸν χαλκὸν ἀσκίαστον, ἀλλὰ καὶ ὁ χαλκὸς ἀπεδείχθη τὰ ὅλα· ὥσπερ καὶ σῶμα τῆς μαγνησίας ἄρα μετὰ ὅλων πήγνυται. Λαβὼν γὰρ, φησὶν, ὑδράργυρον, πῆξον τῷ τῆς μαγνησίας σώματι. Ἆρα οὖν τὴν νεφέλην ζητοῦμεν ἀναλαβεῖν τὸ πᾶν, ἵνα οὕτως πήξωμεν; Πᾶσαι γὰρ αἱ γραφαὶ ἄνω καὶ κάτω· «ἀναλαβὼν νεφέλην». Ἐμάθομεν δὲ ἐκ τῆς πείρας ὅτι εἰ μὴ χρυσὸς, καὶ ἄργυρος, καὶ κασσίτερος, καὶ μόλυβδος, καὶ ἡ νεφέλη οὐκ ἀναλαμβάνει. Καὶ λοιπὸν τί ποιοῦμεν τοὺς λίθους καὶ τὸν σίδηρον; Αἱ ἄλλαι γραφαὶ λέγουσιν· «Φάκινον δεῖ ποιεῖν τὸ πᾶν καὶ ἀναλαμβάνειν ὑδροκομίῳ.» Ἄλλοι δὲ οὕτως τὴν νεφέλην περιγίνονται· Ἔγωγε νομίζω βέλτιον εἶναι κιννάβαριν συλλειοῦν· πλὴν, ὡς οἶδε τις αὐτὴν γεννῶσαν δι’ ἑψήσεως ἧς χρῄζει νεφέλην, καὶ οὕτως κατεργάζεται.» Καὶ γὰρ οἰκονομούμενα ἐν τῷ ἡλίῳ τὰ εἴδη ὕδατι ἢ ὄξει νεφέλην ἀποτίκτουσιν· καὶ τοῦτο διὰ πείρας ἐπιστάμεθα. Καὶ πᾶσαι αἱ γραφαὶ καὶ Χύμης καὶ ἡ Μαρία φησίν· θυεία μολιβδίνη καὶ δοίδυξ μολίβδινος· κιννάβαριν ὄξος λύει ἐν ἡλίῳ ἕως γένηται νεφέλη· ὁμοίως καὶ ἐπὶ κασσιτέρου πάλιν τὸ αὐτό· πάλιν δὲ ἑψόμενα ἤτοι καιόμενα ἢ πηγνύμενα ἢ βαπτόμενα, εἰώθασιν ἀναδιδόναι μάλιστα τὴν νεφέλην, ἐὰν τεχνικῶς ἑψηθῇ· καὶ ὅπερ κάμνει τις τῇ τῶν ὅλων ἀναλήψει, ταῦτα ἡ κιννάβαρις δυνάμει οὖσα, νεφέλην δρᾷ, καὶ διαβαίνει, μετὰ πάντων λειωθεῖσα. Ἀλλ’ ἴσως ἐρεῖ τις ὅτι βέλτιον τὴν νῦν πεπηγμένην συλλειοῦν νεφέλῃ ἰουμένῃ, ὅτι ἁπλῆν πῆξιν αἱ γραφαὶ οὐ λέγουσιν, ἀλλὰ τὴν κατὰ πάντων λευκὴν ἐπιβληθεῖσαν τῷ ἡμετέρῳ χαλκῷ ποιεῖν αὐτὸν ἄσκιον ἄργυρον. [25]

### 2 173

Οὕτως ὁ κατὰ παντῶν Στέφανο ς , τουτέστιν καθ’ ὅλων τῶν εἰδῶν τὴν ἁπλῆν φαντάζεται· εἰ δὲ καὶ ἁπλῆν λέγουσιν, ἴστε πάντες ὡς οὐδὲν δρῶσιν· προσεκπνεύσασα γὰρ διὰ τῆς πήξεως εἰς τὸ πῦρ, καὶ ἀπολέσασα τὸ πνεῦμα τὸ βαπτικὸν, οὐδὲν δρᾷ. Ἡ δὲ κιννάβαρις ἑψομένη μετὰ τῶν εἰδῶν οὐκ ἀπολεῖται τὸ πνεῦμα· διωκόμενον γὰρ αὐτῆς τὸ πνεῦμα, τουτέστιν ἡ νεφέλη ὑπὸ τοῦ πυρὸς, καὶ ἀναδιδομένη εἰς φυγὴν κατέχεται ὑπὸ τῶν συγγενῶν καὶ διωκόντων αὐτὴν σωμάτων, μάλιστα τοῦ κασσιτέρου. Ἔχομέν τινα συνηγοροῦντα, ἃ δεῖ χρήσασθαι στυπτηρίᾳ στρογγύλῃ ἀντὶ νεφέλης. Καὶ ἡ Μαρία συνηγορεῖ λέγουσα· «Αἱ δὲ χύσεις τῶν καταβαφῶν γίνονται ἐν ληκυθίοις χλωροῖς, τὸ πῦρ ἐκ προσαγωγῆς.» Ἡ δὲ κάμινος φουρνοειδὴς, ἔχουσα ἄνω τοὺς μαζούς. Ἐὰν δὲ μὴ εὐπορήσῃς, βάλε στυπτηρίας στρογγύλης τὸ διπλοῦν, ἤγουν κινναβάρει χρωϊσάμενον, τὸ αὐτὸ δρᾶσαι κάλλιον· ἐπειδὴ μετὰ ἄλλων φακινίνων καὶ εὐεργές. Ἡ γὰρ νεφέλη ἀναλαβοῦσα μόνον τὰ δʹ σώματα. Λέγουσι γάρ τινες ὅτι καὶ ἐκ τῶν ἄλλων σωμάτων ἀναλαμβάνεται, καὶ μάλιστα τῆς χρυσοκόλλης· ἐγὼ δὲ οἶδα ὅτι μόνον χρυσόκολλα οὐκ ἀναλαμβάνει, ἀλλὰ τάχα οὐδὲ ζῶντα καὶ ἐκλειωθέντα τὰ σώματα πάντα φέρουσι τὴν νεφέλην. Ὅτι παρὰ Ἀγαθοδαίμονος εἴρηται ὅτι ἡ χρυσόκολλα καὶ ἡ νεφέλη φίλαι ἀλλήλων εἰσίν· καὶ ἀναλαμβάνει αὐτήν. Καὶ ἡ μὲν ὡς τὰ ῥινίσματα [φίλαι ἀλλήλων], ἡ δὲ οὐδὲ διὰ τῆς συλλειώσεως τῆς κιννιβάρεως ἔχει τὴν φιλίαν. Ἀμφότερα γὰρ ξηρὰ ὄντα συλλειοῦνται, καὶ κατὰ τοῦτο φίλαι εἰσίν. Πάλιν δὲ, δυνάμει οὖσα, νεφέλη τὸν δυνάμει χαλκὸν ἀπεργάζει· καὶ εὑρίσκονται φίλαι. Δεῖ δὲ ζητεῖν ὅπως τὰ πάντα ἀναλήψεται ἡ νεφέλη, οὐ μόνον ζῶντα λελησμένα σώματα, ἀλλὰ καὶ κεκαυμένα. [25]

### 2 174

Καὶ γὰρ τῇ ἀληθείᾳ καὶ μέταλλα ἀναλαμβάνει, μάλιστα ὅσα χαλκοῦ γένεσιν ἔχουσι. Εἰ δὲ οὐκ εὐπορεῖς, βάλλε κινναβάρεως τὸ διπλοῦν· πάντων δὲ εὐπορία. Τὸν δὲ καὶ νοῦν ὁ φιλόσοφος αἰνίττεται. Δεῖ σε οὖν πάντα ἐπινοεῖν, ἐν πρώτοις δὲ μὴ ἀργεῖν ἀπὸ τῆς τέχνης· ἡ γὰρ μελέτη ἐπὶ τὴν ἀληθινὴν ὁδὸν ἄγει. Ταῦτα δέ μοι λέλεκται, δεῖξαι βουλομένῳ ὅτι τάχα καὶ ἡ στυπτηρία στρογγύλη ὁμοίως δρᾷ, καθὼς εἶπε μάλιστα καὶ ἡ θεία Μαρί α . [5]

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: tyc-ao`.
