---
title: On the Preparation of Ochre
title_greek: Περὶ σκευασίας ὤχρας
author: Zosimus of Panopolis
eul_wid: tyc-bi
eul_aid: tyc
canonical: "https://eulogikon.org/works/zosimus-panopolis-preparation-ochre-tyc-bi"
period: Late Antique
dialect: Technical Koine
domain: Science
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On the Preparation of Ochre

*Περὶ σκευασίας ὤχρας*

**Author:** Zosimus of Panopolis

**eul_wid:** `tyc-bi` · [HTML page](https://eulogikon.org/works/zosimus-panopolis-preparation-ochre-tyc-bi)

## Text

### 2.187

ΠΕΡΙ ΣΚΕΥΑΣΙΑΣ ΩΧΡΑΣ Σκευασία ὤχρας γίνεται ἐν τῷ ὄρει τῆς Ἁδριανοῦ πλαγίας λεγομένης. Ἐκεῖ λακήματα τοῦ ὄρους· καὶ διὰ τῶν ῥαγάδων θεωρήσεις ζώνας ὤχρας πλακώδεις. Γίνεται δὲ καὶ εἰς Βαβυλωνίαν εἰς τὸ ὄρος. Θεωρεῖς διὰ τῶν ῥαγάδων· ἀρῶνται καὶ ὀπτῶσιν, καὶ γίνε ται μίλτος, ὅντινα καὶ σινώπην καλοῦσιν. Ἡμεῖς δὲ οὐδὲ αὐτῇ τῇ ὤχρᾳ χρώμεθα, οὐδὲ ταύτῃ τῇ σινώπῃ, ἀλλὰ ὤχρα μὲν ἡ ἀληθὴς .

### 2.187

βαφὴ ἔσται· πλὴν τὸ προκείμενον ἤτοι σῶμα μαγνησίας, ἤτοι μέλας μόλυβδος. Καὶ οἵαν τάξιν λέγουσιν χωρὶς τῶν βαφικῶν, περὶ αὐτῆς λέγουσιν πᾶσαι αἱ γραφαί. Εἴ ποτε οὖν ἀναγιγνώσκεις οἱανδήποτε τάξιν, ἐν τούτῳ τοίνυν ἔχε, καὶ θηράσεις πρᾶγμα τὸ ζητούμενον, μάλιστα ἐὰν Μαρίᾳ καὶ τῷ φιλοσόφῳ ἀκολουθήσῃς. Καὶ γὰρ πυρίτας, κιννάβαριν ὁ φιλόσοφος, ἢ κλαυδιανὸν, ἢ καδμίαν, ἢ ἀνδροδάμαντα, ἢ χρυσόκολλαν· ἢ ὅτι δεῖ ὑπὸ τὸν μολυβδόχαλκον, κιννάβαριν, σῶμα μαγνησίας ὃ λέγεται μέλας μόλυβδος. Κἄν τε πάλιν ἐν τῇ χρυσο ποιΐᾳ ἀπέλθῃς καὶ εὑρήσῃς αὐτὰ κασσίτερον σκορπίζοντα ἢ σίδηρον ἢ χαλκὸν κιννάβαριν ὄντα, ἢ λιθάργυρον λευκὴν, σὺ πάλιν τὸ σὸν νόει, τῇ μαγνησίᾳ τὸν μολυβδόχαλκον ἢ μόλυβδον τὸν μολυβδόχαλκον. Κἂν γὰρ ἀργυροποιΐαν λέγουσιν, ἢ χρυσοποιΐαν περὶ τοῦ μολυβδοχάλκου λέγουσιν· ὅπερ ἀπαρτίσαντες ἔχουσιν ἀπο κείμενον· καὶ ὅτε θέλουσιν, σκορπίσαντες πήσσουσιν· καὶ τότε λευκαίνουσιν ἢ ξάνθουσιν ἄρρευστον αὐτοῖς. Λευκαίνουσι δὲ θεῖον, καὶ λειώσαντες ἔχουσιν εἰς τὰ ἑπόμενα τοῦ ἀποτελέσματος· ταύτην τὴν μετὰ θείου καὶ ὑδραργύρου καλοῦσιν καῦσιν· καὶ χαλκὸν κεκαυμένον τὸν αὐτὸν, ὡς καὶ λεύκωσιν αἱμω πὸν, κατὰ τὴν ἐπιφάνειαν, καὶ κατὰ τὸ βάθος ἔχων εὑρίσκεται. Τοῦτο οὖν λέγουσι καῦσιν· διὰ δὲ τούτου τὸ ὅλον σύνθεμα αἰνιττόμενος, τὰς εἰς ἀμφοῖν αὐτοῦ λειώσεις ἐμήνυσεν, ὀρθῇ ὁδῷ χρησάμενος, πρῶ τον τὸ λευκαίνειν εἴρηκεν, ἔπειτα τὸ ξανθῶσαι.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: tyc-bi`.
