---
title: On That All Liquids Are Called Divine Water
title_greek: Περὶ τοῦ ὅτι πάντων τῶν ὑγρῶν τὸ θεῖον ὕδωρ
author: Zosimus of Panopolis
eul_wid: tyc-an
eul_aid: tyc
canonical: "https://eulogikon.org/works/zosimus-panopolis-liquids-divine-water-tyc-an"
period: Late Antique
dialect: Technical Koine
domain: Science
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On That All Liquids Are Called Divine Water

*Περὶ τοῦ ὅτι πάντων τῶν ὑγρῶν τὸ θεῖον ὕδωρ*

**Author:** Zosimus of Panopolis

**eul_wid:** `tyc-an` · [HTML page](https://eulogikon.org/works/zosimus-panopolis-liquids-divine-water-tyc-an)

## Text

### 2.155

ΠΕΡΙ ΤΟΥ ΟΤΙ ΠΑΝΤΩΝ ΤΩΝ ΥΓΡΩΝ ΤΟ ΘΕΙΟΝ ΥΔΩΡ ΚΑΛΟΥΣΙΝ· ΚΑΙ ΤΟΥΤΟ ΣΥΝΘΕΤΟΝ ΕΣΤΙΝ, ΚΑΙ ΟΥΧ ΑΠΛΟΥΝ Τὴν προγεγραμμένην νεφέλην ἕψει ἐλαίῳ· ἡ προγεγραμμένη νεφέλη ὅλον τὸ σύνθεμα· ἔοικεν γὰρ τὸ ὕδωρ τοῦ θείου καὶ ἔλαιον λαμβάνειν. Μετὰ ὅλων δὲ τῶν ὑγρῶν οἰκονομοῦσιν, ἔνυγρον αἰνισσόμενοι· πρῶτον γὰρ ὀξάλμῃ, εἶτα ἐλαίῳ, εἶτα μέλιτι καὶ γάλακτι, ὕδωρ θεῖον αἰνίσσονται· ἀλλὰ καὶ ὁ κρόκος καθ’ ἑαυτὸν ἀδυναμεῖ, εἰ μὴ διὰ τοῦ σκεύους τοῦ θείου ὕδατος· καὶ οἱ βαφεῖς οὕτω χρῶνται· .

### 2.155

Καὶ Μαρία · «λύσιν κομάρεως καὶ ἐλυδρίου.» Καὶ Δημόκριτος ἐν τῇ ὑστέρᾳ τάξει τῶν λευκῶν ζωμῶν· «Ὕδωρ ἀσβέστου στακτικῆς διὰ τοῦ ῥυτοῦ στάζον, ἢ δι’ ὑλιστῆρος.» Ταριχεύονται τὰ εἴδη πάντα διὰ τῶν ἁπλῶν ὑγρῶν· καὶ τὰ ἐνδεχόμενα πλύνεται· πλύνονται δὲ οἷον τὰ στερεὰ σώματα· ταριχεύονται δὲ, ἢ λειούμενα, ἢ βρεχόμενα, καὶ τὰ ἐνδεχόμενα ἡλίῳ καὶ δρόσῳ λειοῦνται, ὡς τὸ λευκὸν θεῖον ἡ λιθάργυρος· ταριχεύονται περὶ τὸν ἀριθμὸν οἷα ἡμέραν αʹ ἢ γʹ ἢ εʹ ἢ ζʹ, [ἕως] τοῦτο ἐπὶ πάσης λειώσεως. Ταριχευθέντων οὖν αὐτῶν, συμμίξεις ποιήσεις καὶ συλλειοῖς ἐν δρόσῳ καὶ ἡλίῳ. Καὶ ἀναξηράνας καὶ συλλειώσας αὐτοῖς νιτρελαίῳ κατάσπα, καὶ εὑρήσεις μέλανα μόλυβδον. Τοῦτον λύε, ἀναλάμβανε ὑδράργυρον καὶ ὕδωρ θεῖον καὶ κόμμι, καὶ ὄπτησον ἐλαφροῖς φωσὶν, ἕως ἂν ἀπόθηται τὸ ὕδωρ, καὶ λύεις ἐν ἡλίῳ, ἕως οὗ λευκανθῇ καλῶς.

### 2.156

Τοῦτο πολλάκις ποιοῦσιν βαπτίζοντες τὸ σκωρίδιον. Καὶ Πηβίχιο ς· «Κατάβαπτε δὶς ζʹ καὶ δὶς ὀκτὼ ἐπὶ ὀκτὼ καὶ ἐπιπλέω.» Καὶ Δημόκριτο ς , τὸ αὐτὸ ποιῶν ἐν τῇ ὑστέρᾳ τάξει τῶν λευκῶν ζωμῶν, εἰς τοῦτο πόρον καταβάπτει καὶ τὰ ἔνσκια πέταλα, καὶ ἀποσκιώσεις ποιεῖ. Καὶ ἀναξηράνας εἰ ἔστιν ἀσκίαστος, ἀναλάμβανε νεφέλην, βάλλε τὰ ξανθῶσαι δυνάμενα ὕδωρ θεῖον, καὶ κόμμι, πῆξον ἐλαφροῖς φῶσιν· Ὅταν πήξῃς, μεταβαλὼν [ἡμέρας βʹ ἢ γʹ] καταρρεῦσαι ποίησον εἰς τὸ τοῦ φαρμάκου λείψανον ἡμέρας βʹ ἢ γʹ .

### 2.156

ἢ ζʹ ἢ μαʹ. Τούτῳ ἐπιβάλλεις ἄργυρον κοινὸν, καὶ βάπτεις. Ἑξῆς δὲ καὶ περὶ τῶν καιρῶν ζητήσωμεν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: tyc-an`.
