---
title: InterpretatiEverything Simply and-Lights
title_greek: Ἑρμηνεία περὶ πάντων ἁπλῶς καὶ περὶ τῶν φώτων
author: Zosimus of Panopolis
eul_wid: tyc-al
eul_aid: tyc
canonical: "https://eulogikon.org/works/zosimus-panopolis-interpretation-lights-tyc-al"
period: Late Antique
dialect: Technical Koine
domain: Science
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# InterpretatiEverything Simply and-Lights

*Ἑρμηνεία περὶ πάντων ἁπλῶς καὶ περὶ τῶν φώτων*

**Author:** Zosimus of Panopolis

**eul_wid:** `tyc-al` · [HTML page](https://eulogikon.org/works/zosimus-panopolis-interpretation-lights-tyc-al)

## Text

### 2.247.(1t)

ἙΡΜΗΝΕΙΑ ΠΕΡΙ ΠΑΝΤΩΝ ΑΠΛΩΣ ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΦΩΤΩΝ Βλέπε δὲ μὴ πλανηθῇς καὶ τὸν μόλυβδον καὶ τὸν χαλκὸν 〈οὐ〉 μόνον ξανθώσῃς, ἀλλὰ καὶ τὰ μεταλλικὰ εἴδη, τὰ λεγόμενα χρυσοζώμιον, καὶ χρύσολον, ἅτινά εἰσιν τὸν ἀριθμὸν πλέον ἢ ἔλαττον οηʹ· οηʹ δὲ πλέον ἢ ἔλαττον εἶπον, ὅτι ἔλαβεν ὑδράργυρον. Δεῖ δὲ γινώσκειν πεῖραν καὶ τὴν δόναμιν μνημονεύει περὶ τῶν φώτων 〈καὶ〉 διοπτᾶν ἢ εἰσκρίνοντα τὸν σίδηρον. Οἱ μὲν γὰρ ἡμιώριον μόνον ὄπτησαν, οἱ δὲ ὥραν αʹ, ἄλλοι δὲ βʹ, ἕτεροι γʹ, τινὲς δὲ καὶ δʹ. Ἐλαφρὰ φῶτα πᾶσαν τὴν τέχνην ἀναφέρει, καὶ τὰ χρώματα ὄπτα, καὶ ἔα τέως ἀποψυγῇ· ἐν ὑέλοις βλέπῃς τὸ γινόμενον· οὕτως ξανθοῦται διὰ τῆς λειώσεως καὶ ἑψήσεως. Τοῦτο τὸ θεῖον ὕδωρ τὸ δίχρωμον, τὸ λευκὸν καὶ ξανθὸν, μυρίοις κεκλήκασιν ὀνόμασιν. Ἄνευ οὖν τοῦ θείου ὕδατος οὐδέν ἐστιν· τὸ γὰρ ὅλον σύνθεμα δι’ αὐτοῦ ἀναλαμβάνεται, καὶ δι’ αὐτοῦ ὀπτᾶται, καὶ δι’ αὐτοῦ καίεται, καὶ δι’ αὐτοῦ πήγνυται, καὶ δι’ αὐτοῦ ξανθοῦται, καὶ δι’ αὐτοῦ σήπτεται, καὶ δι’ αὐτοῦ βάπτεται, καὶ δι’ αὐτοῦ ἰοῦται καὶ ἐξιοῦται, καὶ ἑψεῖται. Φησὶν γάρ· Ἐπιβαλὼν ὕδωρ θείου ἄθικτον, καὶ κόμμι ὀλίγον, πᾶν σῶμα βάψεις. Ὅσα γὰρ ἀπὸ ὕδατος ἔσχον γένεσιν, ταῦτα τοῖς ἀπὸ τοῦ πυρὸς ἀντιπάσχει. Ὥστε ἄνευ τοῦ καταλόγου τῶν ὑγρῶν πάντων, οὐδέν ἐστιν ἀσφαλές. Ἐμνημόνευσαν δέ τινες, τάχα δὲ καὶ οἱ ὅλοι, ὅτι δεῖ τοῦτο τὸ ὕδωρ ζύμης χάριν καταφθεῖραι τῷ ὁμοίῳ τὸ ὅμοιον τοῦ μέλλοντος βάπτεσθαι σώματος, εἴτε ἀργύρου, εἴτε χρυσοῦ.

### 2.248

Ἐὰν ἄργυρον ἐθέλῃς βάπτειν, ἀργύρου πέταλα συσσήπτει· ἐὰν χρυσὸν, χρυσοῦ πέταλα· ὁ γὰρ Δημόκριτο ς· Ἐπίβαλλε, φησὶν, χρυσοῦ ὕδωρ κοινοῦ, καὶ βάψεις, καὶ χρυσὸν καὶ καταβάψεις· ὁ γὰρ εἷς ζωμὸς καὶ τὰ ἀμφότερα σήπει κατηγορεῖται. Ζυμοὶ τοίνυν χρὴ ἐκ τοῦ ὁμοίου τὸ ὕδωρ τοῦ θείου ἢ ἄργυρον, ἢ χρυσόν. Ὡς γὰρ ἡ ζύμη τοῦ ἄρτου, ὀλίγη οὖσα, τοσοῦτον φύραμα ζυμοῖ, οὕτω καὶ τὸ μικρὸν ἢ ἀργύρου ἢ χρυσοῦ 〈διὰ〉 τοῦ ὄξους ἐστίν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: tyc-al`.
