---
title: "Zosimus of Panopolis, *Genuine Writing-the Divine Art*"
title_greek: Ζωσίμου τοῦ Πανοπολίτου γνησία γραφὴ περὶ τῆς
author: Zosimus of Panopolis
eul_wid: tyc-aj
eul_aid: tyc
canonical: "https://eulogikon.org/works/zosimus-panopolis-genuine-divine-art-tyc-aj"
period: Late Antique
dialect: Technical Koine
domain: Science
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Zosimus of Panopolis, *Genuine Writing-the Divine Art*

*Ζωσίμου τοῦ Πανοπολίτου γνησία γραφὴ περὶ τῆς*

**Author:** Zosimus of Panopolis

**eul_wid:** `tyc-aj` · [HTML page](https://eulogikon.org/works/zosimus-panopolis-genuine-divine-art-tyc-aj)

## Text

### [20t]

ΣΩΣΙΜΟΥ ΤΟΥ ΠΑΝΟΠΟΛΙΤΟΥ ΓΝΗΣΙΑ ΓΡΑΦΗ ΠΕΡΙ ΤΗΣ ΙΕΡΑΣ ΚΑΙ ΘΕΙΑΣ ΤΕΧΝΗΣ ΤΗΣ ΤΟΥ ΧΡΥΣΟΥ ΚΑΙ ΑΡΓΥΡΟΥ ΠΟΙΗΣΕΩΣ, ΚΑΤ’ ΕΠΙΤΟΜΗΝ ΚΕΦΑΛΑΙΩΔΗ. Λαβὼν τὴν ψυχὴν τοῦ χαλκοῦ τὴν οὖσαν ἐπάνω τοῦ ὕδατος τῆς ὑδραργύρου, ποίησον σῶμα πνευματικόν· ἀναβαίνει γὰρ ἐπάνω ἡ ψυχὴ τοῦ χαλκοῦ ἡ κεκολλημένη ἐν τῇ χώνῃ.

### 2 146

Τὸ δὲ ὕδωρ μένει κάτω ἐν τῇ κηροτακίδι, ἵνα παγῇ μετὰ τοῦ κόμμεως χρυσάνθιον, χρυσοζώμιον, καὶ τὰ ἑξῆς. Ἄλλοι δέ φασι περὶ χρώματος καὶ ἑψήσεως καὶ ἔργου μυστικῆς θεωρίας. Ἀρχὴ μέν· ὁ χαλκὸς ἐμβαλλόμενος μετὰ τῆς οἰκονομίας ἐν τῷ ἐργαλείῳ τῆς πράξεως ἐπιδείκνυται ὀμμάτων τέρψιν· ἐν δὲ τῷ χρονίζειν γινομένης ἀπομαυρούσθ 〈ω?〉 μετὰ τοῦ κόμμεως χρυσῷ σύνθετον, χρυσοζώμιον, καὶ τὰ ἑξῆς. Περὶ εἰσποιήσεως ἔγραφεν ἐν ᾗ καὶ περὶ τῆς πήξεως κηρύττουσι. Καὶ πάλιν ἡ Μαρία · «Βάλλων ὕδωρ θείου καὶ κόμμι ὀλίγον, θὲς ἐν θερμοσποδιᾷ· οὕτω γάρ φασι παρ’ αὐτοῖς τὸ ὕδωρ πήγνυσθαι.» Καὶ πάλιν ἡ Μαρία · «Ἐν τῷ σκευαστῷ χρυσάνθιον· καὶ ἐν τῷ πετάλῳ τῆς κηροτακίδος ἐχέτω, φησὶ, τὸ ὕδωρ τοῦ θείου, κόμμι ὀλίγον, ὅταν παρ’ αὐτοῖς πήγνυται· τούτῳ ἐπ’ ὀλίγον βολβίτοις· μετὰ γὰρ τὸ «ἐπ’ ὀλίγον», ταῦτα πάλιν ἡ Μαρία · «Χαλκοῦ τοῦ ἡμῶν μέρος ἓν, χρυσοῦ μέρος ἓν, ποίει δίχυτον πέταλον καὶ ὑπόθες ἐπὶ τῷ κρεμαστῷ θείῳ καὶ ἔα νυχθήμερα γʹ, ἕως ὀπτηθῇ.» Τοῦτο καὶ ὁ φιλόσοφος διηγεῖται· μετὰ γὰρ τὸ πῆξαι ἐπ’ ὀλίγον βολβίτοις ὀπτοῦμεν τῇ τοῦ θείου ἀγωγῇ αὐτὸ ἡμέρας βʹ ἢ γʹ, ἕως οὗ γένηται ξανθὸν φάρμακον εἰς ὑπερβολὴν, μεταβάλλοντες εἰς ἕτερον ἄγγος, δηλονότι τὸ σύνθεμα. Μετὰ γὰρ τὴν ποῦ ὕδατος τοῦ θείου παρ’ αὐτοῖς πῆξιν ἐν βουκλανίῳ, βαλόντες εἰς ἀγγεῖον, ὀπτοῦσι λαβρῶς ἡμέρας βʹ ἢ γʹ. Πᾶσαι αἱ γραφαὶ ἐκ προβάσεως τὰ φῶτα βούλονται· πρῶτον ἐν θερμοσποδιᾷ, ἢ βολβίτοις, ἕως οὗ τὸ ὕδωρ τοῦ θείου παγῇ. [20]

### 2 147

Καὶ οὕτως μεταβάλλοντες ἐπὶ τὰς ἡμῶν ὀπτήσεις· πῆξον γὰρ, φησὶ, καὶ στρέψον καὶ μετάβαλλε βούκλας, καὶ ὄπτα εἱλικτοῖς ἢ διαφόροις φωσίν. Ἔγωγε κατείληφα ἐν τῷ λευκῷ· ἡμέραν μίαν ὀπτοῦσι πρότερον, καὶ τοῦτο πήξαντες ἐπ’ ὀλίγον, οὐ μόνον μετὰ τῆς νεφέλης, ἀλλὰ καὶ ὕδατος θείου. Διὰ τοῦτο καὶ ὁ φιλόσοφος ἐν τῷ καταλόγῳ τῶν ζωμῶν μετὰ παρατηρήσεως εἴρηκεν νεφέλην· καὶ πάλιν θεῖον. Μετὰ οὖν τὸ πῆξαι αὐτὸ ἐπ’ ὀλίγον τὴν νεφέλην, καὶ τὸ ὕδωρ τοῦ θείου τὸ ἀπολελυμένον μεταβάλλοντες, ὀπτοῦμεν ἡμέραν αʹ, ὡς ἔχει ἐν τῇ λιθαργύρῳ, ἵνα γένηται ψιμμυθίῳ παρεμφερὲς, τοῦτο καθεὶς μετὰ τοῦ φαρμάκου λείψανον εἰ χρεία χρυσοῦ· εἰ δὲ οὐκ ἐκφυσήσαντες ἠρέμα τὸν μόλυβδον· δηλαδὴ λειώσαντες τὸ σύνθεμα, καὶ νιτρελαίῳ ἀναλαβόντες, ἢ, ὡς δοκεῖ, ἄρρευστον· ἐκφυσοῦσι μὲν ἔστ’ ἂν ἐκφύγωσι μετὰ τῆς σκιᾶς τὰ θειώδη. Εἰ δὲ ἐξ ἐλαίου ἐκθειουμένης ἕψοντες ἕως ἄρρευστον, καὶ ἐκφυσήσαντες ἔχουσι. Καὶ οὕτως φέρομεν ἐπὶ τὴν ξάνθωσιν, λειώσαντες αὐτὴν, καὶ βάλοντες τὰ ξανθῶσαι δυνάμενα ὕδωρ θείου καὶ κόμμι, καὶ πήγνυμεν μικρὸν τοῖς βολβίτοις. Καὶ πάλιν ὀπτοῦμεν ἡμέρας βʹ ἢ γʹ, ἕως οὗ γένηται ξανθὸν εἰς ὑπερβολὴν, τοῦτο καθιέμενον εἰς τὸ τοῦ φαρμάκου λείψανον ἡμέρας γʹ ἢ εʹ ἢ ζʹ, ἕως οὗ ἰωθῇ. Καὶ ἐπιβάλλομεν ἀργύρῳ, καὶ βάπτομεν χρυσόν. Οὕτως ἔγνωμεν τὴν τῶν φώτων ποσότητα, ὀλίγον ἕως οὗ παγῇ ἡ νεφέλη. Καὶ τὸ ὕδωρ τοῦ θείου τὸ ἀπολελυμένον μετὰ τοῦ μολυβδοχαλκοῦ μεταβαλόντες ὀπτοῦμεν ἡμέραν αʹ, καθὼς ἔχει ἐν τῇ πρώτῃ τάξει τῶν λευκῶν ζωμῶν, ἀλλὰ καὶ εἱλικτοῖς, καθὼς ἔχει ἐν τῇ λιθαργύρῳ. Τοῦτον εἰ μὲν βουλόμεθα λευκοῦν, οὕτως ἴωμεν· εἰ δ’ οὖν ἐκφυσήσαντες ἐπὶ τὴν ξάνθωσιν, πάλιν φέρομεν τὴν διὰ ὕδατος θείου ἀθίκτου, καὶ κόμμεως, καὶ πήξαντες τοῖς βολβίτοις μεταβαλόντες, ὀπτοῦμεν ἡμέρας βʹ ἢ γʹ, ἕως οὗ γένηται ξανθὸν εἰς ὑπερβολήν. [25]

### 2 148

Καὶ ἐξενέγκαντες, ἰοῦμεν εἰς τὸ τοῦ φαρμάκου λείψανον. Ταύτην κατείληφα τὴν τῶν φώτων ποσότητα. [5]

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: tyc-aj`.
