---
title: On the Evaporation of Divine Water
title_greek: Περὶ τῆς ἐξατμίσεως ὕδατος θείου
author: Zosimus of Panopolis
eul_wid: tyc-ay
eul_aid: tyc
canonical: "https://eulogikon.org/works/zosimus-panopolis-evaporation-divine-water-tyc-ay"
period: Late Antique
dialect: Technical Koine
domain: Science
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On the Evaporation of Divine Water

*Περὶ τῆς ἐξατμίσεως ὕδατος θείου*

**Author:** Zosimus of Panopolis

**eul_wid:** `tyc-ay` · [HTML page](https://eulogikon.org/works/zosimus-panopolis-evaporation-divine-water-tyc-ay)

## Text

### [20]

ΠΕΡΙ ΤΗΣ ΕΞΑΤΜΙΣΕΩΣ ΥΔΑΤΟΣ ΘΕΙΟΥ Ἐν τοῖς ὑμετέροις οἴκοις, ὦ γύναι, διὰ τὴν σὴν ἀκοήν ποτε διατρίβων, ἐθαύμαζον μὲν πᾶσαν τὴν τοῦ παρὰ σοὶ καλουμένου στρούκτορος ἐργασίαν, ἔκπληξιν δέ με ἱκανὴν ἐνέβαλεν ἀντὶ τῶν ἔργων αὐτοῦ, παρῆν μοι δὲ καὶ τὸν πόξαμον ἐκθειάζειν· καὶ ᾦμεν καὶ τὸν ἴδιον νοῦν ἑκάστου τεχνίτου, ὅτιπερ ὀλίγας ἀφορμὰς παρὰ τῶν προγενεστέρων λαβόντες, κάλλιον αὐτοὶ ἐπετήδευσαν. Ἦν οὖν τὸ εἰς ἔκπληξίν με ὄξαν τοῦτο· ἡ τοῦ ἰθμητοῦ ὀρνιθίου ἕψησις, πῶς πεποσμένον ἐκ τῆς αἰθάλης καὶ θέρμης ἑψεῖται, καὶ τῆς τοῦ ζωμοῦ ποιότητος· εἰ καὶ βαφῆς οὐκ ἀμοιρεῖ. Καὶ τοῦτο θαυμάζων ἐπὶ τὸ ἡμέτερον σπούδασμα ὁ νοῦς μὲν ἡνιοχεῖ. Εἰ ἄρα ἐκ τῆς ἀναδόσεως [καὶ] αἰθάλης τοῦ θείου ὕδατος δύναται ἑψεῖσθαι, καὶ χροΐζεσθαι τὸ ἡμέτερον σύνθεμα. Ἐζήτουν δὲ εἴ πού τις ἄρα καὶ τῶν ἀρχαίων τοῦ τοιούτου ὀργάνου μέμνηται· καὶ οὐ παρῆν μοι κατὰ τὸν νοῦν. Ἔνθεν ἀθυμῶν καὶ τὰς σὰς περιβλεπόμενος βίβλους, εὗρον ἐν ταῖς ἰουδαϊκαῖς πλησίον τοῦ τεκνοπαραδότου ὀργάνου καλουμένου τριβίκου, καὶ ταύτην τὴν τοῦ ὀργάνου διαγραφήν. Ἔχει δὲ οὕτως ὡς πρόκειται. [20]

### 2 139

Λαβὼν ἀρσένικον, λεύκανον οὕτως· πηλὸν λιπαρὸν ποίησον πλατὺν ὡς σπεκλαρίου σχῆμα λεπτότατον· καὶ τρῆσον λεπταῖς τρώγλαις κοσκινοειδῶς· καὶ ἐπίθες προσαρηρὸς λοπάδιον, εἰς ὃ ἔστω τοῦ θείου μέρος ἕν· εἰς δὲ τὸ κόσκινον, ἀρσένικον ὅσον βούλει· καὶ ἐπιπωμάσας ἑτέρῳ λοπαδίῳ, καὶ περιπηλώσας τὰς συμβολὰς, 〈μετὰ〉 νυχθήμερα δύο εὑρήσεις ψιμύθιον. Τούτου ἐπίβαλλε τῇ μνᾷ τὸ τέταρτον, καὶ ἐκφύσα ὅλην ἡμέραν, ἐκ μικροῦ ἐπιβάλλων ἄσφαλτον, καὶ 〈τὰ〉 ἑξῆς. Καὶ αὕτη μὲν ἡ τοῦ ὁργάνου κατασκευή. Ἐγὼ δὲ ἐπὶ τὸ ἡμέτερον ἐλεύσομαι, δεικνὺς ἐξ αὐτῆς τῆς γραφῆς ὡς οὐκ ἔστιν [ἐξ αὐτῆς τῆς γραφῆς] λεύκωσις· ἐπεί πως δύο νυχθήμερα ἑψεῖσθαι παρακελεύεται, δυναμένης ὥρας μιᾶς πολὺ θεῖον ἐξατμίσαι. Ἀλλ’ ἐκ τούτου ἀφορμήν σοι δίδωσι νοημάτων· ἐμνημόνευσε δὲ καὶ Ἀγαθοδαίμων ὅτι περ τὸ ἀρσένικον ὅλον ἐστὶ τὸ σύνθεμα, περὶ οὗ ἐν τῷ ἕκτῳ τῆς ἑψήσεως τῶν κατ’ ἐνέργειαν ἰσχυρῶς διέλαβον. Ἐμνημόνευσαν δὲ καὶ ἄλλοι πολλοὶ ἀρχαῖοι τῇδε βουλῇ πολλῇ ἔσω. Πότε ἡ ἀρχὴ τῆς γραφῆς περὶ τοῦ παρόντος διδάσκει; φησὶ γὰρ· «Λεύκωσις ἀρσενίκου ποιοῦσα ἐν ἐκτάσει 〈εἰσ〉 τὸ ἀρσένικον μὴ λευκαινόμενον ἐκτείνεται.» Οὐ δῆτα μὲν Δημόκριτον εἰπόντα ὅτι «ἐὰν πλεονάσῃ τὰ φῶτα, γίνεται ξανθόν· ἀλλ’ οὐ χρησιμεύσει σοι νῦν· λευκάναι γὰρ βούλει τὰ σώματα.» Πῶς δὲ ἄρα ἠλίθιός ἐστίν τις ἀνὴρ ὁ μὴ τὸ πᾶν ἐννοῶν εἶδος τοῦ ἀρσενίκου; ἢ αἱ τούτου λάμναι, καθὼς ἡ προκειμένη γραφὴ φάσκει, ἐὰν λευκανθῶσιν οὕτως, οὐχὶ κατὰ τὴν ἐπιφάνειαν, ἔσται μόνον λευκὸν, πυρὸς δὲ ὡς μηθὲν φεύξεται· καὶ αὐτὸ καὶ ἡ τούτου ἐπιφάνεια λευκή. Πῶς δὲ οὐκ ἔστιν ἠλίθιον ἀρσένικον ἐννοεῖν τὸ λευκαινόμενον, ὅπου καὶ ἐπιβάλλειν αὐτὸ ἐκέλευσεν ἡ γραφὴ καὶ ἐκφυσᾶσθαι, οὐδὲν μολύβδου ἔχοντος τοῦ ἀρσενίκου, ἀλλ’ αὐτοῦ διὰ τῆς πυρᾶς ἐξατμιζομένου; Ὅτι δὲ σύνθεμά ἐστιν μολιβώδη ἔχον, οὐ μόνον ἐκφυσᾶν παρακελεύεται, ἀλλὰ γὰρ καὶ ἄσφαλτον ἐπιβάλλειν, ἵνα τρόπον τινὰ μολιβώσῃ, καὶ καθάρῃ καὶ λιπάνῃ τὸ πᾶν. [25]

### 2 140

Καὶ ὅσα μὲν οὖν ἔνεστι μοι λέγειν εἰς τοῦτο, λέγειν ὑμᾶς ἔστε μάρτυρες. Ἀλλ’ ἐπειδὴ λοιπὸν πολλὰς ἀφορμὰς λαβόντες λοιπὸν ἔστε καὶ διδάσκαλοι. Ἀλλὰ τὸ εἰς ἐμὲ ταυτὸν μέχρις ὧδε παρακελεύομαι, ἐκδεχόμενος κἀγὼ τοὺς παρ’ ὑμῶν τοῦ τέλους καρπούς. Φησὶν οὖν ἡ γραφὴ ὅτι καὶ εἰς νομίσματα ποιεῖ. Ἔστιν δὲ ὁ τρόπος οὗτος καρκινοειδής. Ὅτι ἐπὶ τοῦ συνθέματος ὀπὴν ἔχει τὸ ὀστράκινον ἄγγος ἀποκαλύπτον τὴν φιάλην τὴν ἐπὶ τὴν κηροτακίδα, ἵνα περιβλέπων εἰ λευκανθῇ, ἢ ξανθωθῇ. Ἡ δὲ ὀπὴ τοῦ ὀστρακίνου ἄγγους ἐπιπωμάζεται φιάλῃ ἑτέρᾳ, ἵνα μὴ δι’ αὐτῆς ἐκπνεύσῃ καὶ τὸ καρκινοειδὲς αὐτοῦ ἐκφύγῃ, ὅ ἐστι μονοήμερον. Ἐὰν γὰρ ἄλλη ἡ ἕψησις, καὶ ἄλλη ἡ ὄπτησις, δύο καμίνων χρεία, πρῶτον φανῶν ληκυθίων, ἔπειτα κηροτακίδων, ἢ πηξάδων, ἢ βουκλῶν· ἐὰν καρκινοειδὴς ἡ ὁμοία αὐτῶν ἑψηθῆναι, ἐπιτιθέντα κηροτακίδων ἐκτείνων, τὰ δὲ ποιοῦν ὡς ἄρρευστον. Ἔλεγεν ὁ ἀρχαῖος Ζώσιμο ς . «Μίαν τάξιν οἶδα ἐγὼ δύο ἔργα ἔχουσαν· μίαν μὲν ἵνα ῥεύσῃ διὰ τῆς ῥυτῆς, καὶ δευτέραν ἵνα ξηρανθῇ ὑγρότης μολύβδου ἀκενώτην· πηχθήσεται γὰρ καὶ ξηρανθήσεται αὕτη.» [20]

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: tyc-ay`.
