---
title: On the Difference of Burnt Copper
title_greek: Περὶ διαφορᾶς χαλκοῦ κεκαυμένου
author: Zosimus of Panopolis
eul_wid: tyc-ba
eul_aid: tyc
canonical: "https://eulogikon.org/works/zosimus-panopolis-burnt-copper-tyc-ba"
period: Late Antique
dialect: Technical Koine
domain: Science
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On the Difference of Burnt Copper

*Περὶ διαφορᾶς χαλκοῦ κεκαυμένου*

**Author:** Zosimus of Panopolis

**eul_wid:** `tyc-ba` · [HTML page](https://eulogikon.org/works/zosimus-panopolis-burnt-copper-tyc-ba)

## Text

### 2.223

ΠΕΡΙ ΔΙΑΦΟΡΑΣ ΧΑΛΚΟΥ ΚΕΚΑΥΜΕΝΟΥ Χαλκὸν κεκαυμένον ποιοῦσίν τινες διὰ θείου, ὡς αἱ τάξεις .

### 2.223

τῶν ἄλλων λέγουσιν ἀσαφῶς, μόνος ὁ Δημόκριτος ἀφθόνως ... Αἰθάλη ἐστὶν δι’ ἀμβίκων καιόμενον λεπτῷ πυρὶ κοβαθίων. Περὶ δὲ πήξεων τῶν κατασπωμένων σκωριδίων, τοῦτο ἐπεθύμησαν ἰδεῖν οἱ τῶν ἀρχαίων προφῆται, ἀλλ’ ὅτι καὶ περὶ τῶν ψάμμων πάντες φροντίζουσι. Ὅτι ἡ ὕλη τῶν σωμάτων τετρασωμία λέγεται. Ὅτι καὶ μόλυβδον μέλανα ἐπεθύμησαν ἰδεῖν οἱ Αἰγύπτιοι· ἐν δὲ τῇ ἐργασίᾳ ἐστὶν ἀπομέλανσις. Γίνωσκε δὲ ὅτι καὶ τὰ σκωρίδιά εἰσι τὸ ὅλον μυστήριον· μέλανα γὰρ οἴδασιν οἱ ἀρχαῖοι τὸν μόλυβδον 〈ὅτι〉 ἐστὶν ὁ ὑπὸ οὐσίας. Καὶ πῶς γίνεται; ἐὰν μὴ τὰ σώματα ἀσωμα τώσῃς καὶ ποιήσῃς τὰ δύο ἓν, οὐδὲν τὸ προσδοκώμενον ἔσται. Καὶ ἐὰν μὴ τὰ πάντα [τῷ] περιεκλεπτυνθῇ, καὶ ἡ αἰθάλη πνευματωθεῖσα καὶ πηχθῇ, οὐδὲν εἰς πέρας ἀχθήσεται· χαλκὸν δὲ μόλυβδον εἶναι αἱ οἰκονομίαι τῶν δύο σκωριῶν. Σκεύαζε δὲ ζωμὸν ἀπὸ μολύβδου· λαβὼν νίτρου μέρη δʹ, στυπτηρίας στρογγύλης μέρος αʹ, μύσεως μέρη δύο, ἅλατος καππαδοκικοῦ μέρη δʹ· βάλε ἐν ὄξει λίαν δριμυτάτῳ, καὶ ποίησον ζωμόν· ἐν τούτοις γὰρ ἀποσκιάσεις τὰ πέταλα. οὕτως γὰρ ὁ ζωμὸς ἀρχὴ καὶ τέλος ἐδοκιμάσθη. Ἐὰν γὰρ ἴδῃς τὰ πάντα σποδὸν γινόμενα, τότε νόει ὅτι καλῶς ἐσκεύασας ταῦτα τῷ πυρί. Τοῦτο τὸ σκωρίδιον λείωσον καλῶς καὶ ἐξυδάτωσον καὶ ἀπόπλυνον ἑξάκις καὶ ἑπτάκις ἐν γλυκοῖς ὕδασι καθ’ ἑκάστην χωνείαν ποιῶν· διὰ γὰρ τῆς δυνάμεως τοῦ ψάμμου καὶ αἱ χωνείαι γίνονται· διὰ γὰρ ταύτης τῆς πλύσεως γλυκαίνεται τὸ σύνθεμα· μετὰ γὰρ τὸ τέλος τῆς ἰώσεως, ἐπιβολῆς γινομένης, γίνεται τοῦτο καὶ βεβαία ξάνθωσις· καὶ τοῦτο ποίων ἐκφέρεις ἔξω τὴν ἔνδον κε κρυμμένην. «Ἔκστρεψον γὰρ, φησὶν, τὴν φύσιν, καὶ εὑρήσεις τὸ ζητούμενον· ἐκστρεφομένης τῆς φύσεως, οὐκέτι λευκὸν ὁρᾷται.»

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: tyc-ba`.
