---
title: On the Burning of Bodies
title_greek: Περὶ καύσεως σωμάτων
author: Zosimus of Panopolis
eul_wid: tyc-bm
eul_aid: tyc
canonical: "https://eulogikon.org/works/zosimus-panopolis-burning-bodies-tyc-bm"
period: Late Antique
dialect: Technical Koine
domain: Science
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On the Burning of Bodies

*Περὶ καύσεως σωμάτων*

**Author:** Zosimus of Panopolis

**eul_wid:** `tyc-bm` · [HTML page](https://eulogikon.org/works/zosimus-panopolis-burning-bodies-tyc-bm)

## Text

### 2.180

ΠΕΡΙ ΚΑΥΣΕΩΣ ΣΩΜΑΤΩΝ Φέρε τοίνυν ἐκ τῶν φιλοσόφων καὶ τί ἐστιν καῦσις σωμάτων ζητήσωμεν. Ὁ λόγος γὰρ ὁ περὶ σταθμῶν ἀνῆκεν· ἀλλὰ μὴν καὶ τὸ ὅλον συνέχει. Ἄγαγε τὸν φιλόσοφον λέγοντα· «Λαβὼν νεφέλην τὴν ἀπὸ ἀρσενίκου, πῆξον ὡς ἔθος, καὶ ἐπίβαλλε χαλκῷ ἢ σιδήρῳ θειωθέντι, καὶ λευκανθήσεται. Τινὲς τὸ θειωθέντι καέντι λέγουσιν· μὴ ἀγνοοῦντες γὰρ οὗτοι τὸν χαλκὸν καίουσι τῷ θείῳ, καὶ τὸν σίδηρον μαγνησίᾳ. Οὐκ ἔστιν δὲ αὕτη καῦσις, ἀλλὰ φθορά. Ἡ δὲ τοῦ φιλοσόφου καῦσις αὕτη λεύκωσις ὀνομάζεται. Ὥσπερ ἡ ἐξίωσις καὶ τὰ ἄλλα ἀποδέδεικται λεύκωσις, οὕτως καὶ ἡ καῦσις ἡ παρ’ αὐτῷ ἐν τούτῳ τῷ προκειμένῳ λεύ κωσις· ἐν γὰρ δευτέρῳ, ξάνθωσις. Αὐτὸς οὖν ὁ φιλόσοφος καίει τὸν χαλκὸν διὰ τοῦ ὕδατος τοῦ θείου, ἑψῶν καθὰ προλέλεκται. «Ἐπίβαλλε γὰρ, φησὶν, τοῦ λευκοῦ φαρμάκου τὸ ἥμισυ· καὶ ἔσται πρῶτον· τοῦτο ἕψει· τὸ γὰρ ἄλλο ἥμισυ ἐν τῇ ἰώσει τηροῦμεν». Διὰ τοῦτο καὶ Πιβήχιος ἄνω καὶ κάτω· «Διαμε ρίσατε εἰς δύο μοίρας τὸ φάρμακον». Ἔλεγεν· «Καύσατε τὸν χαλ .

### 2.181

κὸν ἐν δαφνίνοις ξύλοις, τουτέστιν ἐν τῷ λευκῷ συνθέματι· φύλλα γὰρ δάφνης οὕτως καίονται τὰ σώματα ἑψόμενα διὰ τοῦ ὕδατος τοῦ θείου, ὀμοῦ δὲ καὶ λευκαίνονται· τὸ γὰρ «ἐπίβαλλε χαλκῷ ἢ σιδήρῳ θειωθέντι· τούτῳ καὶ λευκανθήσεται. Καὶ ὁ Ἀγαθοδαίμων οὕτως παρεγγυᾷ, ἵνα ζῶσιν τὰ σώματα καὶ ἑψῶνται μετὰ τῆς νεφέλης τῷ θείῳ ὕδατι. Καὶ οὕτως ἐστὶν καῦσις καὶ λεύκωσις· ἐν γὰρ τῷ κασσιτέρῳ ὁ φιλόσοφος τὴν ἕψησιν ὑπέθετο· «τὴν προγεγραμμένην νεφέλην ἕψει ἐλαίῳ κικίνῳ ἢ ῥαφανίνῳ προσμίξας βραχὺ στυπτηρίας. Εἶτά φησιν· «Ποίει μίγματα τοῦ κασσιτέρου», καὶ τὰ ἑξῆς· πάντα τέλεια διὰ μιᾶς τάξεως. Ἀπὸ γὰρ τῶν ἡμερῶν τὰ ὅλα ἐμνημόνευσεν· ἀπὸ τῶν ἐλαίων τοῦ ὕδατος τοῦ θείου· ἀπὸ τῆς στυπτηρίας, τὸ θεῖον· ἀπὸ τοῦ κασσιτέρου, τὰ δύο συνθέματα· ἡ γὰρ νεφέλη κατ’ αὐτὸν δύει. Αἱ γοῦν ἐπιβολαὶ κατὰ τῶν τοῦ θείου πάλιν ζωμῶν· ἡ δὲ ὄπτησις κατὰ τοῦ ὅλου, ἥτις καῦσις ἢ ἕψησις καὶ λεύκωσις. Ἐν τούτῳ καίουσιν καὶ ἑψοῦνται τὰ σώματα. Αὕτη ἡ καῦσις ἡ ἀπ’ αἰῶνος κηρυττομένη, τοῦτον ὃν πᾶσαι αἱ γραφαὶ μυστικῶς διδάσκουσιν τὸν χαλκὸν θείῳ καίειν. Αἱ δὲ ἄλλαι καύσεις φθοραί εἰσιν μᾶλλον ἢ καύσεις. Οὗτος ἐὰν καῇ, εὔχρηστος χαλκὸς εἰς πάντα καὶ ἔτοιμος εἰς καταβαφὴν, ὡς καὶ ἐκταθεὶς ἠλεκτροῦται. Καὶ ἐὰν πλεονάσῃς τὰ φῶτα, γίνεται ξανθὸν τὸ ἥμισυ τὸ θεῖον καιόμενον· τῆς γὰρ μαγνησίας τὸ τέταρτον· καὶ οὕτως χρώμεθα ἐν τῷ χαλκῷ 𐆄 δʹ, σιδήρου 𐆄 αʹ, καὶ μαγνησίας γρ α ϛʹ, κασσιτέρου δὲ καὶ μολύβδου χαλκία 〈βʹ〉, καὶ καδμίας, καὶ κλαυ διανοῦ, καὶ χρυσοκόλλης, καὶ κινναβάρεως πρὸς ἀνάλογον τούτων .

### 2.181

τῶν οὐγγιῶν. Κἄν τε γὰρ ἐξ ἴσου ποιήσῃς ἢ πλέον ἢ ἔλασσον, ἐπιτυγχάνεις· οὕτως οἰκονομεῖσθαι ἐργῶδές ἐστι καὶ εὐηθές. Δεῖ δὲ μετὰ σταθμοῦ ἐκθέσθαι, Δημοκρίτου εἰρηκότος· «Οὐδὲν ὑπολέλειπται, οὐδὲν ὑστερεῖ». Καὶ μὰ τὴν Δημοκρίτου ἀρετὴν, οὐδὲν ὑπολείπει.

### 2.181

Ἡ γὰρ σύνθεσις τοῦ ἀπολελυμένου, λέγω δὲ ὕδατος θείου καὶ νεφέλης ἄρσις, ἀφθόνως ὑμῖν ἐξεδόθη· ἡ δὲ ἔκδοσις αὕτη ἡ τῆς βίβλου ἑρμηνεία. Ἐπειδὴ τοίνυν περὶ σταθμοῦ καὶ καύσεως ἀποδέδεικται, φέρε καὶ περὶ σταθμῶν ξανθώσεως ζητήσωμεν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: tyc-bm`.
