---
title: Alchemical Excerpt
title_greek: Ἀλχημικὸν ἀπόσπασμα
author: Zosimus of Panopolis
eul_wid: tyc-bz
eul_aid: tyc
canonical: "https://eulogikon.org/works/zosimus-panopolis-alchemical-excerpt-tyc-bz"
period: Late Antique
dialect: Technical Koine
domain: Science
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Alchemical Excerpt

*Ἀλχημικὸν ἀπόσπασμα*

**Author:** Zosimus of Panopolis

**eul_wid:** `tyc-bz` · [HTML page](https://eulogikon.org/works/zosimus-panopolis-alchemical-excerpt-tyc-bz)

## Text

### 1

Βῖκος ὑάλινος, σωλὴν ὀστράκινος μῆκος πήχεως ἑνός, λοπὰς ἢ ἄγγος στενόστομον ἐν ᾧ ἔστω ὁ σωλὴν εἰς τὸ πάχος τοῦ βικοστόμου αὐτοῦ 〈...〉. Ὁ δὲ τύπος οὗτος. Ἔχειν δὲ δεῖ ἐπὶ ὅλων κρατηρίαν ὕδατος καὶ περιψᾶν σπόγγῳ. Τὸ ἄγγος καὶ ἐπὶ τῶν αἰθαλῶν καὶ τῆς ὑδραργύρου τὸ αὐτό. Ἔξεστι δὲ ἐν τῷ φανῷ καὶ τοῖς ὁμοίοις ὀργάνοις ἔχουσιν ἐγκάθισμα ὡσεὶ δρακοντῶδες πήσσειν τὴν ὑδράργυρον καὶ ξανθὴν αὐτὴν καθιστᾶν διὰ τῆς τοῦ θείου ἀναθυμιάσεως, τῶν ἀρχαίων γραφῶν τοῦτο παρεγγυουσῶν, τοῦ μὲν φανοῦ ἀμοιροῦντος μολύβδου. Καὶ θαυμάσεις ἐπὶ ταύτῃ τῇ γραφῇ ὅτι δύο μυστήρια ἐν αὐτῇ ἐκρύβη φανερᾷ, καὶ ὅτι οὐ ζητοῦμεν πῶς ἡ τοῦ θείου αἰθάλη λευκὴ οὖσα καὶ πάντα λευκαίνουσα τὴν ὑδράργυρον ξανθὴν ἀναδείκνυσι· μή τί γε καυθείσης αὐτῆς ἐστι τοῦτο. Ἔτι δὲ καὶ αὕτη, λευκὴ οὖσα καὶ δυνάμει καὶ ἐνεργείᾳ, ὑπὸ λευκοῦ καιομένη καὶ πηγνυμένη, πῶς ξανθὴ ἀποκαθίσταται; Ἔδει τοίνυν τοὺς νέους πρό γε πάντων ταῦτα ζητεῖν. Τὸ δὲ ἕτερον μυστήριον, οἶμαι, μὴ μόνην αὐτὴν πήγνυσθαι, ἀλλὰ καὶ μεθ’ ὅλου τοῦ συνθέματος. Τὰ μέντοι ὄργανα εἰς ἃ γίνεται καὶ ὕδωρ θείου ἄθικτον, καὶ πῆξις ὑδραργύρου, καὶ μαλαγμάτων ποτίσεις, καὶ βαφὴ μαλαγμάτων εἰσὶ ταῦτα· [Unknown Alchemical Character] [Unknown Alchemical Character] [ὁ νοήσας μακάριος].

### 2

Ὅτι ἀπὸ ἀσκιάστου χαλκοῦ ἰὸς γενόμενος ξανθωθεὶς αἰθαλοῦται καὶ ἀποτίθεται ἐν μέλιτι λευκῷ. Ὅτι καὶ τὸ μάλαγμα τὸ ἀπὸ τοῦ ἡμετέρου χαλκοῦ ξανθωθὲν ποιεῖ ἀντ’ αὐτοῦ, ἧττον δέ· ὅλα δὲ αὐτὰ κεῖται παρὰ Ἀγαθοδαίμονι. Ὅτι καὶ τὸ μάλαγμα τὸ διὰ σκωριδίου βάλε ἐν φανῷ καὶ πῆξον τῇ αἰθάλῃ τῶν θείων τῶν ἀναθυμιωμένων ἵνα γένηται ὡς κιννάβαρις· εἶτα βαλὼν εἰς βούκλας ἢ ληκύθια καὶ ἐκτείνας, χρῶ ὡς ἔχει ὀπίσω· 𐆂 ε Ὡς φαίνεται οὖν ὅλα τὰ εἴδη τὰ ἐξ αἰθαλῶν, 〈φησὶν〉 ὁ Ἀγαθοδαίμων, οἷον χρυσοκόλλα καὶ ἐτήσιος καὶ χρυσάνθιον, καὶ ἁπλῶς πάντα εἰς τὴν καταβαφὴν τοῦ ἀργύρου κραταιῶς ἔχει. Αὐτοῦ ἡ ὑστέρα τάξις· αἰθάλας δὲ βάλλει ἵνα μὴ σκωριάσῃ ὁ ἄργυρος ἢ ἀπουσιάσῃ τῶν παχέων σωμάτων καὶ γεωδεστέρων εἰωθότων καίεσθαι καὶ φρύγεσθαι.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: tyc-bz`.
