---
title: "Zosimus, Act II"
title_greek: Ζωσίμου πρᾶξις βʹ
author: Zosimus of Panopolis
eul_wid: tyc-cg
eul_aid: tyc
canonical: "https://eulogikon.org/works/zosimus-panopolis-act-ii-tyc-cg"
period: Late Antique
dialect: Technical Koine
domain: Science
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Zosimus, Act II

*Ζωσίμου πρᾶξις βʹ*

**Author:** Zosimus of Panopolis

**eul_wid:** `tyc-cg` · [HTML page](https://eulogikon.org/works/zosimus-panopolis-act-ii-tyc-cg)

## Text

### 2.116

ΖΩΣΙΜΟΥ ΠΡΑΞΙΣ Β Μόλις ποτὲ εἰς ἐπιθυμίαν ἐλθὼν τοῦ ἀναβῆναι τὰς ἑπτὰ κλί μακας καὶ θεάσασθαι τὰς ἑπτὰ κολάσεις, καὶ δὴ ὡς ἔχει ἐν μιᾷ τῶν ἡμερῶν, ἤνυσα τὴν ὁδὸν τοῦ ἀναβῆναι. Διελθὼν δὲ πολλάκις ἀνῆλθον ἔπειτα εἰς τὴν ὁδόν. Καὶ δὴ ἐν τῷ ἐπανέρχεσθαί με ἀπέτυχον πάσης ὁδοῦ, καὶ ἐν ἀθυμίᾳ πολλῇ γενόμενον, μὴ ἰδόντος μου πόθεν ἀπελθεῖν, .

### 2.116

ἐτράπην εἰς ὕπνον. Καὶ θεωρῶ κατὰ τὸν ὕπνον μου ξυρουργόν τινα ἀνθρωπάριον ἠμφιεσμένον στολὴν ἐρυθρὰν, καὶ βασιλικὴν ἐσθῆτα, κα ἱστάμενον ἔξω τῶν κολάσεων, καὶ λέγει μοι· «Τί ποιεῖς, ἄνθρωπε;» Ἐγὼ δὲ πρὸς αὐτὸν ἔφην· «Ἵσταμαι ὧδε ὅτι πάσης ὁδοῦ ἀστοχήσας ὑπάρχω πλανώμενος.» Ὁ δὲ λέγει μοι· «Ἀκολούθει μοι.» Ἐγὼ δὲ ἐξελθὼν ἠκολούθουν αὐτῷ· πλησίον δὲ γενομένων τῶν κολάσεων, θεωρῶ τὸν ὁδηγοῦντα με, ἐκεῖνον ξυρουργὸν ἀνθρωπάριον· καὶ ἰδοὺ ἐνεβλήθη ἐν τῇ κολάσει, καὶ ὅλον αὐτοῦ τὸ σῶμα ἐδαπανήθη ὑπὸ τοῦ πυρός.

### 2.116

Ἰδὼν ἐγὼ ἐξέστην καὶ ἐτρόμαξα ἀπὸ τοῦ φόβου, καὶ διυπνίσθην, καὶ λέγω ἐν ἑαυτῷ· «Ἆρα τί ἐστι τὸ ὁρώμενον;» καὶ πάλιν διεσάφησα τὸν λόγον, καὶ διακρίνων ὅτι ὁ ξυρουργὸς ἐκεῖνος ἄνθρωπος ὁ χαλκάνθρωπός ἐστιν, [ἔχων] ἐσθῆτα ἐρυθρὰν ἐνδεδυμένος, καὶ εἶπον· «Καλῶς ἐπενόησα, οὗτος ἐστιν ὁ χαλκάνθρωπος· δεῖ δὲ πρῶτον ἐμβα λεῖν αὐτὸν εἰς τὰς κολάσεις.» Πάλιν ἐπεθύμησεν ἡ ψυχή μου τοῦ ἀναβῆναι καὶ τὴν τρίτην κλίμακα. Καὶ πάλιν μόνος τὴν ὁδὸν ἐπορευόμην, καὶ ὡς ἐγενόμην τῶν κολάσεων πλησίον, πάλιν ἐπλανήθην, μὴ εἰδὼς τὴν ὁδὸν, ἱστάμενος, ἀπονενοημένος. Καὶ πάλιν τῷ ὁμοίῳ τρόπῳ θεωρῶ πεπολιωμένον γηραιὸν λευκὸν πάνυ, ὥστε ἐκ τῆς πολλῆς λευκότητος αὐτοῦ οἱ ὀφθαλμοὶ ἀπεμαυρώθησαν. Τὸ δὲ ὄνομα αὐτοῦ ἐκαλεῖτο Ἀγαθοδαίμω ν . Καὶ στραφεὶς ὁ πεπολιωμένος ἐκεῖνος θεωρεῖ με ἐπὶ πλείστην ὥραν.

### 2.117

Ἐγὼ δὲ τοῦτον ἐπεμελούμην· «Δεῖξόν μοι εὐθεῖαν ὁδόν.» Ὁ δὲ πρὸς .

### 2.117

μὲ οὐκ ἀνεστράφη, ἀλλ’ ἤνυσεν τὴν ὁδὸν αὑτοῦ σπουδαίως· καὶ διερχόμενος δὲ ἔνθεν κἀκεῖθεν ἤνυον σπουδαίως τὸν βωμόν. Ὡς οὖν ἤνυσα ἄνω ἐπὶ τοῦ βωμοῦ, θεωρῶ τὸν πεπολιωμένον γηραιὸν, καὶ ἐνεβλήθη ἐν τῇ κολάσει. Ὦ οὐρανίων φύσεων δημιουργοὶ, εὐθὺς ὅλος ὑπὸ τῆς φλογὸς πυρίφλεκτος γέγονεν· ὃν καὶ τὸ διήγημα, ἀδελφοὶ, φρικτόν· ἐκ γὰρ τῆς πολλῆς βίας τῆς κολάσεως οἱ ὀφθαλμοὶ αὐτοῦ πλήρεις αἵματος γεγόνασιν. Ἐπηρώτησα δὲ λέγων αὐτὸν· «Τί ἐνταῦθα κατάκεισαι;» Ὁ δὲ μόλις ἀνοίξας τὸ στόμα αὑτοῦ ἔφη μοι· «Ἐγώ εἰμι ὁ μολυβδάνθρωπος καὶ βίαν ὑπομένω ἀφόρητον.» Καὶ οὕτως ἐκ τοῦ πολλοῦ φόβου διυπνίσθην, καὶ ἐν ἐμοὶ τὴν αἰτίαν ἠρεύνων τοῦ πράγματος. Καὶ πάλιν διέκρινα καθ’ ἑαυτὸν καὶ εἶπον· «Καλῶς ἐπενόησα ὅτι οὕτως δὴ ἐκβαλεῖν τὸν μόλυβδον, καὶ ἀληθῶς τὸ ὅραμά ἐστιν περὶ τῆς συνθέσεως τῶν ὑγρῶν.»

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: tyc-cg`.
